TLG 2591 006 :: ORION :: Etymologicum (excerpta e cod. Vat. gr. 1456) ORION Gramm., Magister Procli Phil. Etymologicum (excerpta e cod. Vat. gr. 1456) Citation: Entry — (line) | ||
1 | Ἀγαθόν: δὲ λέγεται παρὰ τὸ ἄγαν θεῖν· ἤγουν ἐφ’ ᾧ ἄγαν θέομεν ἤτοι ἐφιέμεθα. | |
2 | Ἀγλαά: παρὰ τὴν αἴγλην, ἐφ’ οἷς τις ἀγάλλεται καὶ λαμπρύ‐ νεται. | |
3 | Ἄγγελος: εἴρηται παρὰ τὸ εἰς ἀγγελίαν πέμπεσθαι ἐκ θεοῦ ἐπὶ γῆς ἢ ἐξ οὐρανοῦ πρὸς ἄνθρωπον· διὰ τοῦτο καὶ εὐαγγελι‐ στὴς εἴρηται διὰ τὸ εὖ ἀγγέλλειν ἡμῖν, ἤγουν καλόν· τὸ γὰρ | |
εὖ καλόν ἐστιν. | 521 | |
4 | Ἄνθρωπος: λέγεται διὰ τὸ ἄνω θρεῖν ἤγουν ὁρᾶν ἢ πάλιν τὸ ἀνορθροῒ περιπατεῖν. | |
5 | Ἀνάστασις: ἀνα–στάσις ἤγουν πάλιν ἀνάστασις. | |
6 | Ἀνάγνωσις: πάλιν γνῶσις· τὸ ἀνά πάλιν ἐστίν. | |
7 | Ἀναγραφή: πάλιν γραφή. | |
8 | Ἄσκησις: διὰ τὸ ὡς ἀσκὸν νεκροῦσθαι τὸν ἀσκητήν· ὅρος δὲ αὐτῆς ὁ πόνος τῆς μαθήσεως. | |
9 | Ἀσθένεια: παρὰ τὸ μὴ ἔχειν δύναμιν. | |
10 | Ἀσωτία: τὸ μὴ ὂν εἰς σωτηρίαν· σωτὴρ γὰρ τὸ σῶον τη‐ ρεῖν. | |
11 | Ἀταξία: τὸ μὴ ὂν ἐν τάξει καλῇ. | |
12 | Αἰγιαλός: ὁ ἐγγὺς τῆς ἁλός, ἤγουν τῆς θαλάσσης. | |
13 | Ἄκαιρον: τὸ παράκαιρον. | |
14 | Ἀναβίωσις: διὰ τὸ ἄνω βάσις, ἤγουν πάτησις. | |
15 | Ἀμφίβληστρον: διὰ τὸ ἀμφιβάλλεσθαι. | 522 |
16 | Ἄρχων: ὁ ἄρα ἔχων, πάντως ἔχων. | |
17 | Ἀρτοκόπος: διὰ τὸν τοῦ ἄρτου κόπον. | |
18 | Ἀνεξικακία: διὰ τὸ ἀνέχεσθαι τὴν κακίαν. | |
19 | Ἀρετή: λέγεται παρὰ τὸ ἀρέσκειν τῇ ἀληθείᾳ τὸ γινόμενον ... ἢ ἀρετὴ ἐκ τοῦ ἀρέσκεσθαι. | |
20 | Ἀκεστόν: ἐστι τὸ ἰάσιμον παρὰ τὸ ἀκέσασθαι καὶ ἀνή‐ κεσθαι τὸν ἀθεράπευτον. | |
21 | Ἄχος: ἀπὸ τοῦ μὴ διαχεῖσθαι· ὅθεν καὶ τὸ χαίρειν παρὰ τὸ διαχεῖσθαι. | |
22 | Ἄλογον: διὰ τὸ ἄμοιρον 〈εἶναι〉 τοῦ λόγου. | |
23 | Ἀμάραντον: παρὰ τὸ ἀμαρεῖν, ὅτι οὐκ ἐᾷ τὰ παραπεφυκότα αὐτῇ μαραίνεσθαι. | |
24 | Ἄρουρα: παρὰ τὸ ἀραιοῦσθαι αὐτὴν γεωργουμένην· κυρίως | |
δὲ ἡ πρὸς σπορὰν καὶ ἄροσιν ἐπιτηδεία. | 523 | |
25 | Ἀγέρωχος: ὁ ἄγαν αὐχῶν. | |
26 | Αἰπόλος: παρὰ τὸ αἰγοπόλος, ἤγουν 〈ὁ〉 αἶγας βόσκων. ἢ ὁ περὶ τὰ αἴπη εἱλούμενος, ὅ ἐστιν ὄρη. | |
27 | Ἄκριτον: τὸ ἀδιαχώριστον. | |
28 | Ἄνηθον: διὰ τὸ ἄνω θεῖν. ἢ διὰ τὴν ἐν τάχει αὔξησιν. | |
29 | Ἀτέχνως: ἀδόλως· δόλος γὰρ ἡ τέχνη. | |
30 | Ἀρνεῖσθαι: διὰ τὸ αἴρεσθαι τὰς χεῖρας ἐπὶ παραιτήσει. | |
31 | Ἀράχνη: παρὰ τὸ ἀναρριχᾶσθαι εἴρηται. ἢ παρὰ τὴν ἀραιό‐ | |
τητα. | 524 | |
32 | Ἀμᾶν: ἠμᾶσθαι· ἐπὶ τοῦ θερίζειν. παρὰ τοῦ ὁμοῦ ἐπισπᾶν. | |
33 | Ἀκτή: παρὰ τὸ κατεαγνῦσθαι τὰ κύματα. | |
34 | Ἁγνεία: παρὰ τὸ ἀγωνιᾶν εἰς τὸ καθαρεύειν. | |
35 | Ἄμπελος: παρὰ τὸ ἄνω πελάζειν. | |
36 | Ἀραί: παρὰ τὸ αἴρειν. κακῶς. | |
37 | Ἀλύειν: παρὰ τὸ ἀπορεῖν καὶ ἐν πλάνῃ ἔχειν τὴν ψυχήν. | |
38 | Ἀχλύς: ἡ ἄγαν εἰλύουσα καὶ ἀποκρύπτουσα. | |
39 | Ἄνεμοι: ἄμενοί τινες ὄντες, κατὰ μετάθεσιν στοιχείου, ὡς ἂν εἰ οὐκ ἠρεμοῦντες, ἢ ὡς οὐδὲν τὸ αὐτὸ μένοντες. | |
40 | Ἀγρός: παρὰ τὴν ἄγραν. | 525 |
41 | Ἄνεμος: διὰ τὸ ἀναμένειν καὶ πάλιν φυσᾶν. | |
42 | Ἀήρ: διὰ τὸ ἀείρειν, ὅ ἐστι κουφίζειν. | |
43 | Ἀστήρ: διὰ τὸ ἄστατον ἔχειν τὸν δρόμον. | |
44 | Ἀηδών: διὰ τὸ ἀεὶ ᾄδειν. | |
45 | Ἄκανθα: διὰ τὸ αἰκίζειν ἤγουν πλήττειν. | |
46 | Ἀστραπή: διὰ τὸ ἀστάτως καὶ ῥᾷον παύεσθαι. | |
47 | Αἰπόλος: ὁ ἐπὶ τὰ αἴπη πολούμενος, ἅ ἐστιν ὄρη· οἷον αἰ‐ ποπόλος. ἢ ὁ περὶ τὰς αἶγας ἀναστρεφόμενος· οἷον αἰγοπόλος, συμπεριλαμβανομένων ἔξωθεν καὶ τῶν προβάτων. | |
48 | Ἄρρωστος: παρὰ τὸ μὴ ἔχειν ῥῶσιν. | |
49 | Ἀσθενής: παρὰ τὸ μὴ ἔχειν σθένος. | |
50 | Βίος: λέγεται διὰ τὴν βίαν. διὰ τοῦτο καὶ βέλος διὰ τὸ βίᾳ βάλλεσθαι. | |
51 | Βίβλος: διὰ τὸ τοὺς βίους βάλλεσθαι ἐν αὐτῇ ... ἢ διὰ τὸ βαβαί ἢ διὰ τὸ βέβαιον. | |
52 | Βωμός: διὰ τὸ βαίνειν τὸ αἷμα ἐν αὐτῷ. | 526 |
53 | Βροχή: διὰ τὸ βραχέως θεῖσθαι καὶ χέεσθαι. | |
54 | Βοτάνη: διὰ τὸ βιαίως τείνεσθαι, ἤγουν αὔξειν. | |
55 | Βάπτισμα: λέγεται διὰ τὰ τοῦ βίου πταίσματα. | |
56 | Βαΐν: διὰ τὸ βίᾳ τίλλεσθαι. | |
57 | Βουνός: διὰ τὸ βαίνειν τὴν ἄνω. | |
58 | Βορρᾶς: ἴσως διὰ τὸ βίᾳ ῥεῖν καὶ ῥάσσεσθαι. | |
59 | Βροντή: ὡς οὖσα βαρεῖα τῇ φωνῇ. | |
60 | Βοῦς: διὰ τὸ βίαιον τῆς δυνάμεως. | |
61 | Βόλος: ὅτι βαλλόμενος λύεται. | |
62 | Βώρδων: παρὰ τὸ τὰ βαρέα 〈δονεῖν〉 δύνασθαι. | |
63 | Γάμος: διὰ τὸ τὴν γῆν ἅμα γίνεσθαι. | |
64 | Γῆν: διὰ τὸ γένος τῶν ἀνθρώπων ἐξ αὐτῆς εἶναι. | |
65 | Γραφεῖον: διὰ τὸ ἐπὶ γραφῇ ὄν. | |
66 | Γηροκομεῖον: διὰ τὸ τοὺς γέροντας μένειν. | |
67 | Δημοσθένης: διὰ τὸ εἶναι τοῦ δήμου σθένος ἤγουν δύναμις. | 527 |
68 | Δημιουργός: ὁ δειμάμενος τὰ ἔργα, ἤγουν ποιῶν. | |
69 | Δάκρυον: ὡς ἐπίπαν τὸ ἐκ δέους ἢ δέοντος ἐκκρινόμε‐ νον. | |
70 | Δειλία: ἐκ τοῦ δέους λίαν. | |
71 | Δίκαιός: ἐστιν [ὁ] ἐκ τοῦ τὸ δίκαιον ἀγαπᾶν. | |
72 | Δημοκράτης: ὁ τὸν δῆμον κρατῶν. | |
73 | Δικανικός: διὰ τὸ τὰς δίκας νικᾶν. | |
74 | Δαπάνη: τοῦ δέοντος πενία ἤγουν ἐλάττωσις. | |
75 | Δράκων: διὰ τὸ δράσσασθαι. κακῶς. | |
76 | Διδάσκαλός: ἐστιν ὁ διδοὺς τὸ καλόν. | |
77 | Δένδρον: διὰ τὸ δεόντως ἱδρῦσθαι. | |
78 | Δόλος: ἐστὶ διὰ τὸ δελεάζειν. | |
79 | Ἐκκλησία: διὰ τὸ ἐκλελεγμένον εἰς ἕν. | |
80 | Ἐπιτίμιον: τὸ ἐπὶ τιμῇ ὑπάρχον. | |
81 | Εὖρος: διὰ τὸ πλατύ· εὖρος γὰρ πλάτος. | |
82 | Ἐξόδιον: διὰ τὸ ἔξω ὂν βίου. | |
83 | Ἔρημος: διὰ τὸ ἠρεμεῖν ἤγουν ἡσυχάζειν. | |
84 | Εὐκτήριον: διὰ τὸ 〈εὖ, ἤγουν〉 τὸ καλόν, τηρεῖν. | 528 |
85 | Εὐχή: διὰ τὸ εὖ, ἤγουν καλόν, ἔχειν. | |
86 | Ἐνύπνιον: διὰ τὸ ἐν ὕπνῳ καὶ μόνον. | |
87 | Ἑσπέρα: ὁ τῆς ἑῴας, ἤγουν τῆς πρωΐας, πέρας. | |
88 | Ζωγράφος: ὅτι ζῷα μιμούμενος γράφει. | |
89 | Ζῶον: διὰ τὸ ἐκ ζωῆς ὄν. | |
90 | Ἥλιος: διὰ τὸ εἰλεῖσθαι τῷ δρόμῳ. ἢ διὰ τὸ ἵεσθαι, ἤγουν φέρεσθαι, λίαν. | |
91 | Θυσιαστήριον: διὰ τὸ τὰς θυσίας τηρεῖν. | |
92 | Θυμιατήριον: διὰ τὸ τὸ θυμίαμα τηρεῖν. | |
93 | Ἰατρεῖον: διὰ τὸ τὴν ἴασιν τηρεῖν. | |
94 | Ἱέραξ: διὰ τὸ ἵεσθαι, ἤγουν φέρεσθαι, τῷ ἀέρι ῥᾳδίως. | |
95 | Ἱερεύς: ἐπειδὴ ἵεται ῥᾷον τὸ εὖ, ἤγουν φέρει εὐχερῶς, | |
τὸ καλόν. | 529 | |
96 | Κόσμος: διὰ τὸ κεῖσθαι ἅμα. | |
97 | Κανδῆλα: διὰ τὸ δῆλον ποιεῖν καὶ φαίνειν. | |
98 | Κοινωνία: διὰ τὸ ἑνίζεσθαι καὶ ἀλλήλοις, ἤγουν ἓν εἶναι. | |
99 | Καλαμάριν: διὰ τὸ τοὺς καλάμους αἴρειν. | |
100 | Κόπρος: τοῦ κόπου ῥύσις. ἢ ῥεῦσις. | |
101 | Κόμη: διὰ τὸ κομᾶν, ἤγουν θάλλειν, τὴν τρίχα. τὸ κο μικρόν. | |
102 | Κάπηλος: πηλὸν τὸν οἶνον λέγουσιν Ἴωνες τὸν πάλλοντα καὶ βλάπτοντα τὰς φρένας. | |
103 | Κτῆνος: διὰ τὸ κτένεσθαι ἤγουν σφάζεσθαι. | |
104 | Κύων: εἰς τὸ κράζειν ὤν. | |
105 | Κάμηλος: διὰ τὸ κάμνειν μέλη. | |
106 | Κιναιδός: ὁ κινῶν ἑαυτῷ ἡδονήν. | |
107 | Κείναιδος: ὁ κενὸς αἰδοῦς. τὸ κει καὶ τὸ ναι δίφθογγος. | 530 |
108 | Κώλυσις: διὰ τὸ κωλύειν τὸν σκοπὸν τοῦ καλοῦ. | |
109 | Κληρονόμος: ὁ τὸν κλῆρον νεμόμενος. | |
110 | Κάλλος: διὰ τὸ πρὸς αὐτὸ καλεῖν. | |
111 | Κόριδα: διὰ τὸ κόρον ἐμποιεῖν τῇ ἰδέᾳ. | |
112 | Κῆπος: διὰ τὸ κεῖσθαι καὶ πίνειν. | |
113 | Καρπός: τὸ καίριον παντὸς πράγματος. ἢ 〈ὁ〉 καιροῦ παντὸς ἴδιος καρπός. | |
114 | Κλάδος: καλὸν λίαν εἶδος. | |
115 | Κόραξ: διὰ τὸ τοῖς κοινοῖς κράξαι. | |
116 | Κλίμακα: διὰ τὸ καλεῖν εἰς μῆκος. | |
117 | Κάμηλος: κατὰ συγγένειαν τοῦ ρ πρὸς τὸ λ κάμηρός τις ἀπὸ τοῦ τοὺς μήρους κάμπτειν ἐν τῷ καθέζεσθαι· οὕτως Ἡρά‐ κλειτος. | |
118 | Λαιμός: παρὰ τὸ λάειν, ὅ ἐστιν ἀπολαύειν. | |
119 | Λοίδωρος: διὰ τὸ λύειν τὸ δῶρον τῆς ἀγάπης. | 531 |
120 | Λιμήν: διὰ τὸ λίαν μένειν καὶ ἀχειμάστως. | |
121 | Λύκος: λίαν κακός. | |
122 | Λίθος: λίαν θέσις. | |
123 | Λύχνος: διὰ τὸ λύειν τὸ νύχος ἢ τὸν ὄγνον, ἤγουν τὸ σκότος. | |
124 | Λογοθέτης: ὁ τοὺς λόγους ἀποτίθων. | |
125 | Λουτρόν: διὰ τὸ λύειν τὸν ῥῦπον. | |
126 | Λάχανον: διὰ τὸ λίαν χεύειν, ἤγουν ἐξανοικτόν, τοῖς φύλ‐ λοις. | |
127 | Μήνη: ἡ σελήνη, ἀπὸ τοῦ μὴ μένειν ἐν ταὐτῷ, ἀλλὰ ποτὲ μὲν μειοῦσθαι, ποτὲ δὲ αὐξάνεσθαι. | |
128 | Μωρός: διὰ τὸ μὴ ὁρᾶν τὸ συμφέρον. | |
129 | Μοναχός: διὰ τὸ μόνος θεῷ προσευχόμενος. ἢ ὁ μόνος | |
ἔχων τὸ πάντων αἴτιον, ἤτοι καλόν. | 532 | |
130 | Μήνιγγες: παρὰ τὸ μένειν ἐν αὐτοῖς τὸν ἐγκέφαλον. | |
131 | Μύσταξ: ἐν ᾧ οἱ μυκτῆρες στάζουσιν. | |
132 | Μονογενής: ὁ μόνος τῷ γένει ὤν. | |
133 | Μελέτη: διὰ τὸ μέλλον, ἤτοι τὰ μέλλοντα, μεριμνᾶν. | |
134 | Μάχαιρα: διὰ τὸ μάχεσθαι ῥᾷον. ἢ διὰ τὸ μάχεσθαι πάσῃ φύσει καὶ τόπον ἐμποιῶν βίᾳ. | |
135 | Μυστήριον: κατὰ τὸ μύειν κατ’ αἴσθησιν νοῦ καὶ τηρεῖν τὸ νοούμενον· κατὰ δὲ Ὦρον ἡ ἀδιαίρετος γνῶσις τῶν παρὰ πολλοῖς ἀγνοουμένων. | |
136 | Μάρμαρον: λέγεται διὰ τὸ μαίρω. | |
137 | Μάχαιρα: διὰ τὸ χαίρειν τοῖς αἵμασι. | |
138 | Μάρμαρον: λέγεται διὰ τὸ μαίρω. ἢ διὰ τὸ μαρμαίρειν ἤτοι στίλβειν. | |
139 | Μηρός: παρὰ τὸ μερίζω, ἔνθα μεμέρισται τὸ σῶμα. ὡς | |
Ἡρῳδιανός. | 533 | |
140 | Μήδεα: τὰ αἰδοῖα παρὰ τὸ μέδειν τῆς γενέσεως. καὶ μέζεα. | |
141 | Μαλακός: ὁ μάλα, ἤγουν καλός, πάνυ. | |
142 | Μέλαν: διὰ τὸ μὴ λάμπειν. | |
143 | Μηλωτή: δορὰ προβάτου· μῆλα γὰρ παρὰ τοῖς σοφοῖς τὰ πρόβατα λέγεται. | |
144 | Μάρτυς: παρὰ τὸ μαίρω τὸ σημαῖνον τὸ λαμπρύνω· μάρ‐ τυς γὰρ ὁ τὰ ἀφανῆ λέγων καὶ λαμπρύνων· ἐκ τούτου γίνεται καὶ μάρμαρον. | |
145 | Νήπιος: ἤπιος γὰρ ὁ πρᾶος. ἢ νηέπιος ὁ λέγειν μὴ δυνά‐ μενος. | |
146 | Νεφέλη: διὰ τὸ τὰ νάματα ἀφελεῖν ἐκ τῆς θαλάσσης. ἢ | |
ταῦτα φέρειν. | 534 | |
147 | Νεωκόρος: ὁ τοῦ ναοῦ παῖς· ἤγουν 〈ἀπὸ τοῦ〉 κορεῖν κοσμεῖν 〈τὸ〉 κοῦρος. | |
148 | Νερόν: διὰ τὸ νεωστὶ ἀεὶ ῥέειν. | |
149 | Νᾶμα: διὰ τὸ νομὰς ἔχειν ἅμα εἰκός. | |
150 | Νυμφίος: διὰ τὸ νῦν ἠμφιᾶσθαι καλῶς. | |
151 | Νόμισμα: διὰ τὸ νομίζεσθαί τι μηδὲν ὄν. | |
152 | Νοτάριος: ἢ διὰ τὸ νότα, ῥωμαϊστί, ἢ ὁ τὰ νοήματα τηρῶν. | |
153 | Νείφω: νέφος γὰρ καὶ νένοφεν, ὁ μέσος παρακείμενος παρὰ Ἀριστοφάνει [fr. 46 kock], καὶ τὸ νεφέλη διδάσκει. Ἀπολ‐ λώνιος δὲ ὁ τοῦ Ἀρχιβίου καὶ τὸ νείφω κατὰ τροπὴν ἔλεγε γεγε‐ νῆσθαι. κυρίως—γάρ φησιν—νείφειν εἴρηται ἀπὸ τῆς τοῦ | |
5 | ὕδατος προφορᾶς καὶ νηφάλια θύειν εἴρηται, ὅταν καὶ τὸ ὕδωρ σπένδωσιν. εἰ μέν τοι ἐκπέπτωκεν ἀπ’ αὐτοῦ καὶ τὸ νιφὰς καὶ τὸ νιφετὸς διὰ τοῦ ι οὐ θαῦμα· καὶ γὰρ ἀπὸ τοῦ λείβω λιβάς, καὶ ἀπὸ τοῦ νείφω νιφάς, καὶ ἀπὸ τοῦ πείθω πιστός, καὶ ἀπὸ τοῦ | |
---|---|---|
λείφω συναλ〈ο〉ιφή. | 535 | |
154 | Ξέστης: διὰ τὸ ἀπεξεσμένον τοῦ εἴδους. ἢ καὶ τὸ ἀκρι‐ βὲς τοῦ μέτρου. | |
155 | Ξύριον: διὰ τὸ ξέειν ῥᾷον. | |
156 | Ξύλον: διὰ τὸ ξέεσθαι καὶ λεαίνεσθαι. ἢ διὰ τὸ ξηρὰν ὕλην εἶναι. | |
157 | Ὄρνεα: διὰ τὸ τὰ ὄρη ναίειν ἤγουν οἰκεῖν. | |
158 | Ὀψώνιον: διὰ τὸ ὄψον, ἤγουν βρῶμα, ὠνεῖσθαι. | |
159 | Ὅροι: διὰ τὸ δι’ αὐτῶν ὁρᾶν τὰ πράγματα. | |
160 | Ὀλοκοτίνιν: διὰ τὸ τὸν ὅλον κότον ἐν αὐτῷ. | |
161 | Οὐρανός: εἴρηται διὰ τὸ ὁρᾶσθαι ἄνω. ἢ ὅρασις ἄνω. | |
162 | Οἶκος: διὰ τὸ ὑπό τινος κοσμῆσθαι. | 536 |
163 | Ὄφις: ἐκ τοῦ φῆσαι, ἤγουν λαλήσαι, τῇ Εὔᾳ. | |
164 | Ὀψάριον: ὄψον αἰρόμενον ἀπὸ ὕδατος. | |
165 | Οἰκονόμος: ὁ τὸ οἰκεῖον νέμων ἐκάστῳ. | |
166 | Ὄρη: διὰ τὸ ὁρᾶσθαι μηκόθεν. ἢ τοῦ ὁρᾶν τὰ ἐκ μηκόθεν δι’ αὐτῶν. | |
167 | Ὄνος: ἐκ τοῦ οὐ νοεῖν. ἢ ὠνητόν. | |
168 | Οἶνος: παρὰ τὸ ὀνῶ τὸ σημαῖνον τὸ εὐφραίνω. | |
169 | Ὀρφανός: παρὰ τὴν ὀρφνήν τὸ σημαῖνον τὸ σκότος. ἤγουν ὁ ἐσκοτισμένος. | |
170 | Παιδίον: διὰ τὸ παιδείας δέεσθαι. | |
171 | Πατήρ: διὰ τὸ τοὺς παῖδας τηρεῖν. | |
172 | Πινάκιν: διὰ τὸ τῇ πείνῃ ὑπουργεῖν. | |
173 | Πείνη: διὰ τὸν πόνον. ἡ πρόσσουσα τὴν γονήν. | 537 |
174 | Πονηρία: διὰ τὸ τὸν πόνον εἰσάγειν καὶ μόχθον αὐτῷ τῷ κεκτημένῳ· διὸ ἡ Σοφία· ἐὰν κακὸς γένῃ, μό‐ νος ἀντλήσεις κακά. [Septuag. Prov. 9, 12]. | |
175 | Πίθηκος: ὅτι τὸ πᾶν ἠθικεύει. | |
176 | Πηγή: διὰ τὸ ποτόν. | |
177 | Πήγανον: διὰ τὸ πήσσειν τὴν γονὴν ἤγουν τὸν γόνον. | |
178 | Περιστερά: ὅτι στερρὰ ποιεῖται τὰ νοσσία ἑαυτῆς. ἢ διὰ τὸ περιστατικὸν τοῦ αἴρεσθαι τὰ νοσσία ἑαυτῆς. | |
179 | Πτωχός: διὰ τὸ πτῶμα ἐκ πλούτου ἔχειν. | |
180 | Πένης: διὰ τὸν πόνον τῆς ζωῆς. | |
181 | Παλαιόν: διὰ τὸ ἐκ πάλαι, ἤγουν ἐκ χρόνου, εἶναι. | |
182 | Πενθερός: ὁ τὸ πένθος αἴρων. | |
183 | Ποταμός: ὁ ἔχων ποτὸν καὶ ἄμμον. | |
184 | Πρεσβύτης: ὁ πρεσβευτὴς ἢ ὁ περισσῶς βιώσας. | |
185 | Πόρτα: διὰ τὸν πόρον τηρεῖν. | |
186 | Πόλις: διὰ τὸ ἐκ πολλῶν συνίστασθαι. | |
187 | Πέτρα: διὰ τὸ παίειν τρανῶς. | 538 |
188 | Πλίνθος: πήλινος θέσις· πηλὸς δὲ διὰ τὸ πάνυ λεαίνε‐ σθαι, 〈ἤγουν〉 λεῖον. | |
189 | Πύργος: διὰ τὸ ὑπὲρ γῆν εἶναι, ἤγουν ἐπάνω φαίνεσθαι. | |
190 | Πόλεμος: παρὰ τὸ τὰς πόλεις μειοῦν. | |
191 | Ῥῶσις: ὑγιεία, ἐκ τούτου ἀρρωστία κατὰ στέρησιν ὑ‐ γιείας, ἡ δύναμις καὶ τὸ ῥωμαλέον. | |
192 | Ῥίζα: διὰ τὸ ῥᾷον ζῆν. | |
193 | Σελήνη: εἴρηται παρὰ τὸ σέλας ἀεὶ ἔχειν· ὅθεν καὶ ἐνιαυ‐ τὸς ὁ ἔνος ἀεὶ νεάζων. οὕτως Ἡρακλείδης. | |
194 | Σωφροσύνη: διὰ τὸ σῶα φρονεῖν. | |
195 | Σολοικισμός: σώου λόγου αἰκισμός. | |
196 | Σωτηρία: τὸ σῶον τηρηθῆναι. | |
[σῶον: τὸ σῶον τηρηθῆναι]. | 539 | |
197 | 〈σημεῖον: τὸ〉 σῶον μὴ ὄν, ἀλλ’ ὑπόμνημα. | |
198 | Σῶμα: διὰ τὸ σῶον αἷμα. | |
199 | Σοφία: διὰ τὸ σῶα φῆν ἤγουν λαλεῖν. | |
200 | Σελήνη: διὰ τὸ ἐν νυκτὶ φαίνειν· σέλας γὰρ οἱ παλαιοὶ τὸ φῶς ἐκάλεσαν. | |
201 | Στρουθίον: διὰ τὸ στερρῶς θέειν ἤγουν ὁρᾶν· ἢ διὰ τὸ τρέχειν τὸν ἀέρα. | |
202 | Σχολαστικός: διὰ τὸ σχολάζειν τοῖς ἀστικοῖς ἢ τῷ δικαίῳ. | |
203 | Σχολεῖον: διὰ τὸ σχολάζειν τῇ διδαχῇ. | |
204 | Σίκριτον: διὰ τὸ σείειν τὰς κρίσεις. | |
205 | Σπόγγος: διὰ τὸ σπουδῇ γομοῦσθαι. | |
206 | Σύμβολον: διὰ τὸ συμβάλλεσθαι. | |
207 | Στράτα: διὰ τὸ ἱσταμένη ῥέειν. | |
208 | Σίνιπι: παρὰ τὸ σίνεσθαι τοὺς ὦπας. | |
209 | Τραπεζίτης: διὰ τὸ τὴν τροπὴν ζητεῖν ἀεὶ καὶ οὐ τὸ ὀρθόν. | |
210 | Τρίχες: διὰ τὸ τριχῇ χέεσθαι παρὲξ τῆς ὄψεως, ἔνθεν κἀ‐ | |
κεῖθεν καὶ ὄπισθεν. | 540 | |
211 | Τράπεζα: διὰ τὸ ἀεὶ τρέπεσθαι, ἤγουν συστέλλεσθαι. | |
212 | Τρίβιδιν: διὰ τὸ τρίβειν βίᾳ. | |
213 | Τρυγών: καθ’ ὃ τηρεῖ τὴν γονήν. | |
214 | Ὑπόδημα: διὰ τὸ ὑποκάτω ὅλον δῆμα. | |
215 | Ὑμνῳδία: ὕμνος μετ’ ᾠδῆς. | |
216 | Φίλημα: τὸ φιλοῦν καὶ τὸ φιλούμενον ἅμα. | |
217 | Φυτόν: διὰ τὸ φύειν. τὸ ὂν ἤγουν τὸ ὑπάρχον. | |
218 | Φάραγξ: διὰ τὸ φέρεσθαι ὀξέως. | |
219 | Φιλόσοφος: διὰ τὸ φιλεῖν τὴν σοφίαν. | |
220 | Χάρτης: διὰ τὸ τοὺς χαρακτῆρας 〈εἶναι ἐν αὐτῷ〉. | |
221 | Χειμών: διὰ τὸ χέειν μονίμως ἐπὶ μῆνας ε ἢ ἕξ. | |
222 | Χρυσοχόος: διὰ τὸ τὸν χρυσὸν χωνεύειν καὶ χέειν. | |
223 | Χόρτος: ὅτι ἐν τῇ χέρσῳ τείνεται. | |
224 | Χωρίον: διὰ τὸ ἐν τόπῳ εἶναι χωρητόν. | |
225 | Χείμαρρος: διὰ τὸ χέεσθαι εὐμαρῶς, ἤγουν εὐκόλως, ἢ διὰ τὸ τὸν χειμῶνα ῥεῖν. | |
226 | Χοῖρος: διὰ τὸ τὴν χύσιν ἐρᾶν καὶ ῥυφᾶν. | 541 |
227 | Χελιδών: χείλη ἡδέα. ἢ διὰ τὸ τὰ χείλη δονεῖν ἤγουν σείειν. | |
228 | Ψαλμῳδία: ψαλμὸς μετ’ ᾠδῆς λεγόμενος. | |
229 | Ψυχή: διὰ τὸ ἐμψύχειν καὶ ζωογονεῖν τὸν νεκρόν. | 542 |