TLG 2591 001 :: ORION :: Etymologicum ORION Gramm., Magister Procli Phil. Etymologicum Citation: Alphabetic letter — page — (line) | ||
t1 | ΩΡΙΩΝΟΣ ΘΗΒΑΙΟΥ ΓΡΑΜΜΑΤΙΚΟΥ ΚΑΙΣΑΡΕΙΑΣ ΠΕΡΙ ΕΤΥΜΟΛΟΓΙΩΝ. | |
alpha1 | Ἀγαθόν παρὰ τὸ ἄγαν θεῖν ἡμᾶς εἰς αὐτὸ, οἷον ἐφ’ ᾧ ἄγαν θέομεν. ἔνθεν οὐ λέγομεν ἀγαθώτερος, οὔτε ἀγαθώτατος, ὡς ἐγκειμένου ἐπιτατικοῦ μορίου τοῦ ἄγαν, ἵνα μὴ γένωνται ἐν αὐτῷ δύο ἐπιτάσεις, | |
5 | ἀπό τε τοῦ ἄγαν, καὶ τῆς παραγωγῆς τῆς διὰ τοῦ τερος, ἀλλὰ ῥητέον, μᾶλλον ἀγαθὸς τοῦδε ὅδε. Ἀρετή· αἱρετή τις οὖσα, ἣν αἱροῦνται πάντες· οὕτω Δίδυμος ἐν Ὑπομνήματι. ὁ δὲ Ἡρακλείδης κατὰ μετάθεσιν στοιχείων, ἐρατή τις οὖσα, ἡ ἐπέραστος | |
---|---|---|
10 | κτῆσις· ὡς δὲ ἄλλοι, ἀρεστή, καὶ ἀποβολῇ τοῦ σίγμα, | |
ἀρετή, ἡ πᾶσιν ἀρέσκουσα. | ||
alpha2 | Ἄφενος· Ὅμηρος οὐδετέρως, „ἄφενος καὶ πλοῦτον ἀφύξειν·“ ἄφενος οὖν βαρυτόνως ὁ πλοῦτος· ὀξυτόνως δὲ ἀφενός, ὁ ἄνθρωπος ὁ μετέχων τοῦ ἀφένου· ὡς ἀσφόδελος καὶ ἀσφοδελός. ἀσφόδελος λέγομεν βαρυ‐ | |
5 | τόνως τὴν βοτάνην· ἀσφοδελός δὲ ὁ τόπος ὁ περιέχων τὴν ἀσφόδελον ὀξυτόνως· ὡς Ὅμηρος φησί, „κατ’ ἀ‐ σφοδελὸν λειμῶνα,“ τὸν τόπον δηλῶν. ἀφενεός οὖν καὶ ἀφενός, καὶ ἐν πλεονασμῷ τοῦ ι ἀφενειός, καὶ συγκοπῇ ἀφνειός, ὡς ἀδελφεός, καὶ ἀδελφειός. | |
10 | Αὖος, ὁ ξηρός, ἀπὸ τοῦ ὕω· ἀΰω, ἄϋος, καὶ κατὰ συν‐ αίρεσιν αὖος, ὁ μὴ ὑγρός· οὕτως Ἀπολλώνιος ἐν | |
τῷ Ῥηματικῷ. | ||
alpha3 | Ἀπερείσια, ὧν πέρας οὐκ ἔστιν. Ἄναυρος, ὁ ἐξ ὑετῶν συνιστάμενος ποταμός· διὰ τὸ μὴ ἔχειν αὔρας. Ἄνθος, παρὰ τὸ ἄνω θεῖν ἐν τῇ αὐξήσει· οὐκ ἀναστρέ‐ | |
5 | φουσι δὲ αἱ ἐτυμολογίαι ..... ἡ γὰρ δίκταμνος βοτά‐ νη καιομένη ἀπελαύνει τοὺς ὄφεις, καὶ οὐδέποτε ἂν κλη‐ θείη ἔλαφος. Ἀγαυός, παρὰ τὸ ἄγαμαι, ἀγαός, καὶ πλεονασμῷ Αἰολι‐ κῷ τοῦ υ, ἀγαυός. ὁ δὲ τόνος τοῦ ἀγαυός, οὐκ Αἰ‐ | |
10 | ολικῶς, ὡς ναός, ναυός. Ἁβρός, ὁ κούφως βαίνων, κατὰ στέρησιν τοῦ βάρους· οὕτως ἐν Ὑπομνήματι Ἀνακρέοντος εὗρον. παρὰ τὸ ἄνευ βίας αἴρεσθαι, καὶ ὀρύττεσθαι· οὕτως ἐν Ὑπομνή‐ ματι Σαπφοῦς. | |
15 | Ἀκέων, παρὰ τὸ μὴ χαίνειν, ἀφ’ οὗ τὸ ἡσυχάζειν· | |
τὸ δὲ ἀκέων, εἰ καὶ θηλυκὸν παρασχηματισμὸν ἔχει, | ||
alpha4 | „ἡ δ’ ἀκέους’ ἀπεβήσατο,“ ἀλλὰ καὶ ὡς ἐπίῤῥημα πληθυντικῶς εἴρηται τὸ ἀκέων. Ἄχος, παρὰ τὸ μὴ διαχεῖσθαι, ἀλλὰ συνέχεσθαι τὴν ψυχὴν ἐν τῇ λύπῃ· ὅθεν τὸ χαίρειν εἴρηται, πα‐ | |
5 | ρὰ τὸ διαχεῖσθαι ὑπὸ τῆς χαρᾶς. ἢ ὃ μὴ ἐθέλει τὶς ἔχειν. ἔχει αὐτὸς ἄχος. Ἄρνυσθαι, καταλλάττεσθαι· ἐπὶ τὸ τῆς χρήσεως τοῦ ἀργυρίου. διὰ τῶν ἀρνῶν τὰς ἀμοιβὰς ἐποιοῦντο οἱ πά‐ λαι, καὶ διὰ τῶν ἄλλων ζώων· ὕστερον δὲ δι’ ἀργυ‐ | |
10 | ρίου, ὡς καὶ Ὅμηρος· Ἄλλοι μὲν χαλκῷ, ἄλλοι δ’ αἴθωνι σιδήρῳ, .............. ἄλλοι δ’ ἀνδραπόδεσσιν. Ἀταρτηρός, παρὰ τὴν ἄτην ἀτηρός, καὶ διπλασιασμῷ, | |
15 | ἀταρτηρός. Ἀπούρας, ἀπὸ τῶν τοῦ ὅρους ἀποσπώντων, ἀπουρίσας, | |
καὶ συγκοπῇ ἀπούρας. | ||
alpha5 | Ἀτρεκές, ὃ μηδεὶς παρατρέχει. ὅθεν οἱ Δωριεῖς ἀτρε‐ χὲς λέγουσι. Ἀμφισβητεῖν, ἀπὸ τοῦ χωρὶς βαίνειν, ὃ ἐστὶ μὴ συμφω‐ νεῖν, μήτε συμβαίνειν. | |
5 | Αἰγίς, οὐχ, ὥς τινες, ἀπὸ τῆς Ἀμαλθείας αἰγὸς, ἀλλ’ ἀ‐ πὸ τοῦ συστροφὰς ἀνέμων ποιεῖν κινουμένην. αἰγί‐ δες, καὶ καταιγίδες, αἱ τῶν ἀνέμων σφοδραὶ πνοαί. Ἄρουραν, παρὰ τὸ ἀροῦν, ἢ παρὰ τὸ ἀραιοῦσθαι αὐ‐ τὴν γεωργουμένην. κυρίως δὲ ἡ πρασορὰν καὶ | |
10 | ἀροτρίασιν ἐπιτηδείαν. Ἀθέσφατον, ἀθέφατον ἀντὶ τοῦ πολύ, καὶ πλεονασμῷ τοῦ ς. Ἄελλα, ἡ ἄγαν εἰλοῦσα. ἢ παρὰ τὸ ἄω τὸ πνέω· ἀφ’ οὗ τὸ ἄημι καὶ μετοχικὸν ἀέντες, ἀέσω, οὖν ἄε‐ | |
15 | λα, καὶ πλεονασμῷ τοῦ λ, ἄελλα. Ἀγέρωχος, ὁ ἄγαν γερουχῶν, ὡς εἶναι τὸ α ἐπιτατι‐ κόν. ἐπὶ δὲ τῶν Ῥοδίων ἀγερώχων, παρὰ τὸ ἐπεισ‐ άκτω κεχρῆσθαι τροφῇ. Αἶψα, εἴρηται κατὰ στέρησιν τοῦ ἶψαι, ἢ βλάψαι· διὰ | |
20 | δὲ τοῦ βλάψαι, καὶ ἐμποδίζειν ἀνάγκη. τὸ δὲ ἀνεμπό‐ διστον ταχὺ γίνεται καὶ εὐκίνητον ἐστίν. | |
Αἰπόλος, ὁ περὶ τὰ ἔπη εἰλούμενος, ἃ ἐστὶν ὄρη, ὃ | ||
alpha6 | ἐστὶν αἰπόλος· ἢ περὶ τὰς αἶγας ἀναστρεφόμενος, οἷον αἰπόλος. Ἄτη, ὥς τινες κατὰ στέρησιν τοῦ α ἀάτη βούλονται εἶναι· τὴν μὲν εὐῶσαν πληρῶσαι ἀγαθὴν εἶναι· ἆσαι | |
5 | γὰρ τὸ πληρῶσαι καὶ κορέσαι. ἐστὶ δὲ καὶ ἀπὸ τοῦ ἄω. ῥήματος δευτέρας συζυγίας, τὸ ἄσαι δηλοῦντος, τὸ βλάψαι. Αἰγιαλός, παρὰ τὸ τὴν ἅλα ἐκεῖ κλᾶσθαι· ἄξαι γὰρ τὸ κλᾶσαι. | |
10 | Ἀλαλητός, παρὰ τὸ ἀλάλην, ἣ ἐστὶν ἔναρθρος φω‐ νή· κατὰ στέρησιν τοῦ λαλεῖν· ἢ κατ’ ἐπίτασιν τοῦ λαλεῖν· οἷον πολύλαλος, θορυβώδης φωνή. Ἀλυσκάζειν, τὸ φεύγειν· παρὰ τὴν ἄλην. οἱ γὰρ φεύ‐ γοντες ἀλῶνται. | |
15 | Ἀλύειν, τὸ ἀπορεῖν τὴν ψυχὴν, καὶ ἐν πλάνῃ εἶναι· ἢ παρὰ τὸ ἀλύτως αὐτὴν ἔχειν καὶ συνδεδεμένως. ὁτὲ δὲ ἐπὶ τοῦ χαίρειν· Ἦ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλύοντα. παρὰ τὸ ἄγαν λελύσθαι αὐτὴν καὶ διακεχύσθαι· τοῦ α | |
20 | ἐπίτασιν δηλοῦντος. Ἀσκός, ἀσκός τις ὢν, ὁ ὑγιὴς καὶ ἐσχισμένος, πα‐ | |
ρὰ τροπὴν τοῦ χ εἰς κ· καὶ τὸ ἀσκηθείς ἐντεῦ‐ | ||
alpha7 | θεν, ὁ καὶ ἀβλαβής, ἀπὸ μεταφορᾶς τοῦ ἀσκοῦ, κατὰ τὸ ἕτοιμον, ἢ τὸ ἀληθές. Ἀβληχρόν, δύναται τὸ α κατ’ ἐπίτασιν σφόδρα ἀσθενές· βληχρὸν γὰρ τὸ ἀσθενές, ἀπὸ τῆς τῶν προβάτων φω‐ | |
5 | νῆς· τὸ γὰρ βληχρὸν ἐπ’ αὐτῶν εἴρηται. πολλάκις δὲ καὶ ἐπὶ τοῦ ἰσχυροῦ τάττεται τὸ βληχρὸν, ὡς εἶναι παρὰ τὸ βάλλειν εἰς γῆν. ποτὲ δὲ καὶ τὸ ἀναιρεῖν, ὡς δύνασθαι τὸ ἀσθενὲς δηλοῦν, καὶ πάλιν τὸ ἰσχυ‐ ρόν, τοῦ α ἀναίρεσιν καὶ ἐπίτασιν δηλοῦντος. οὕτως | |
10 | εὗρον ἐν τῷ περὶ Παθῶν Ἡρωδιανοῦ. Ἄλθετο, ἐθεραπεύετο. ἀπὸ τοῦ ἀλδαίνω, τὸ αὐξάνω. Ἄχνη, τὸ λεπτότατον τῶν ἀχύρων, ὧν οὐκ ἄν τις ἔχε‐ σθαι δύναται διὰ τὴν σμικρότητα. Ἀχυρμιαί, οἱ τόποι τῶν ἀχύρων, οἷον ἀχυριαί τινες οὖ‐ | |
15 | σαι, καὶ πλεονασμῷ τοῦ μ, ἀχυρμιαί. Ἅλιον, τὸ μάταιον, τὸ εἰς θάλασσαν ῥιπτόμενον καὶ ἀφανιζόμενον, ἢ παρὰ τὴν ἅλα· ἀπὸ τοῦ εὐχρη‐ στεῖν εἰς πόσιν τὸ θαλάσσιον ὕδωρ. Ἀντίβιον, παρὰ τὸ τὴν βίαν εἰς τὸ ἐναντίον ἐνεγκεῖν | |
20 | τὸν μαχόμενον. Ἀντιβολῆσαι· οἷον ἀντιμολῆσαι· κατὰ μετάθεσιν τοῦ μ εἰς τὸ β. Ἀμφιλύκη, κατὰ τροπὴν τοῦ γ εἰς τὸ κ· λυγαῖον γὰρ τὸ σκοτεινόν. παρὰ τὸ λύειν, ἢ μὴ ἐὰν συστῆναι | |
25 | τὴν αὐγήν. οὕτως εὗρον .... καὶ ἡ λύγη ἡ σκιὰ ἡ λύουσα τὴν αὐγήν. Ἀσχαλάαν, τὸ ἀπορεῖν, ἀπὸ τοῦ μὴ εἶναι ἐν σχολάσμα‐ τι, οἷον ἀσχαλάαν καὶ διαχεῖσθαι τὴν ψυχήν. | |
Ἀτυχθείς, ἀντὶ τοῦ ἀτυχείς, οὐ βουλόμενος τυχεῖν, | ||
alpha8 | ἀλλ’ ἀποτρεφόμενος εἰς τὸ διαμαρτάνειν τοῦ ἀποτρέ‐ χοντος. Ἀκήν, ..... ἐν τῷ ἀκμαιοτάτῳ τῆς σιωπῆς ἐγέ‐ νοντο· ἀκὴ γὰρ ἡ ἀκμή. | |
5 | Ἀζηχές, παρὰ τὸ ἄδδην, κατὰ συγγένειαν τοῦ ζ πρὸς τὸ δ. Ἀπεκαίνυτο, ἐνίκησε· παρὰ τὸ τοὺς ἰκῶντας αἴνυσθαι καὶ λαμβάνειν ἔπαθλον· οἱ δὲ παρὰ τὸ καίνειν καὶ φονεύειν· ὥστε κυρίως τὸ ἀπεκαίνυτο ἐπὶ τῶν ἀγωνι‐ | |
10 | ζομένων. Ἀλδαίνειν, παρὰ τὸ ἅλλεσθαι καὶ πηδᾷν κατὰ τὴν αὔξησιν. Ἀκιδνοί, παρὰ τὸ μὴ κίειν δι’ ἀσθένειαν. οὕτως Ἡρωδια‐ νὸς ἐν Ἐπιμερισμοῖς. δύναται καὶ παρὰ τὸ αἰκίζω αἰ‐ κιδνός, καὶ ἀποβολῇ τοῦ ι ἀκιδνόν, τὸ ἀκισμένον καὶ | |
15 | εὐτελές. ὁ μὴ κο νημένος ἀκινός τις ὢν, καὶ πλεο‐ νασμῷ ου γνός. Ἅψεα ἀπὸ τοῦ ἅπτεσθαι ἀλλήλων τὰ μέλη, ἀπὸ ῥή‐ ματος τοῦ ἅπτω, ἅψω, τὸ ἅψος· καὶ ἅψεα πληθυντικῶς. Αἱμασιά, ἀπὸ τοῦ αἱμάσσεσθαι τοὺς ὑπερβαίνοντας τὰς | |
20 | ἀκάνθας. Ἄλεισον, τὸ ποτήριον· ἐκ τοῦ ἄλεσιν καὶ ἀθρόον ποι‐ εῖν· οὕτως ἐν Ὑπομνήματι εὗρον Ὀδυσσείας. Ἄμυστις, ἐξ ἧς ἐστὶν ἅμα πιεῖν ἡ φιάλη χωρὶς τοῦ δα‐ πνεῦσαι. οὕτως εὗρον ἐν Ὑπομνήματι Ἀριστοφανί‐ | |
25 | κου. Αἶσα, ἡ ἀεὶ οὖσα ἴση, καὶ μὴ μεταβαλλομένη Ἀρνεῖσθαι, ἀπὸ τοῦ αἴρεσθαι τὰς χεῖρας ἐπὶ παραι‐ τήσει. | |
Ἀράχνια, παρὰ τὸ ἀναῤῥιχᾶσθαι εἴρηται· ἢ παρὰ | ||
alpha9 | τὸ τὴν ἀραιότητα· ἀραιὸν δὲ τὸ λεπτόν. οὕτως εὗ‐ ρον ἐν Ὑπομνήματι εἰς τὴν Ὀδύσσειαν. Αἰπύς, ὁ χαλεπὸς καὶ σκληρός· παρὰ τὸ αἶπος, τὸ ἀκρω‐ τήριον, τὸ τραχύ. | |
5 | Αἰπὰ ῥέεθρα, παρὰ τὸ αἰπὺ αἰπέα· ὅθεν τὸ α βραχύ. αἰπὰ οὖν ῥέεθρα τὰ δύσβατα· ἀπὸ μεταφορᾶς τῶν ἀ‐ κρωρειῶν· αἶπος γὰρ τὸ ἀκρώρειον. Ἀθερίζειν, ἀπὸ τῶν ἀθέρων, ἢ ἀπὸ τῶν θερίζεσθαι μὴ δυναμένων καρπῶν διὰ σμικρότητα. ἀθερίζειν οὖν, | |
10 | τὸ ἐξευτελίζειν, καὶ σμικρύνειν. Ἄμη, τὸ σκαφεῖον· παρὰ τὸ ἀθροῖσαι καὶ ἐπισπᾶν· ἔνθεν καὶ τὸ ἀμήσατο παρὰ τῷ Ποιητῇ ἐπὶ τοῦ θε‐ ρίζειν, παρὰ τὸ ὁμοῦ ἐπισπᾶν. Ἀσκελὲς τὸ σκιῤῥόν· παρὰ τὸ ἄγαν ἐσκληκέναι· ὅθεν | |
15 | καὶ σκέλος εἴρηται τὸ ἄγαν ἐσκληκός· καὶ Ἀσκληπιός, ὁ μὴ ἐῶν ἐσκληκέναι, ἤτοι ξηραίνεσθαι καὶ ἀποθα‐ νεῖν τῶν θεραπευομένων τὰ σώματα. Ἀθηρῆ λοιγόν, τὸ πτύον, ᾧ τοὺς ἀθέρας διαχωρίζου‐ | |
σιν, ἤτοι τὸ τοὺς ἀθέρας συλλέγον. | ||
alpha10 | Ἀποβρίξαι, ἀπὸ τοῦ τὴν βορὰν καὶ τοῦ ἵζειν καὶ κα‐ τανεύειν· ὥστε κυρίως τὸ ἀποβορᾶς νυστάζειν. οἱ δὲ παρὰ τὸ βρί. βαρύνονται γὰρ οἱ εἰς ὕπνον κατα‐ φερόμενοι. | |
5 | Ἀλαᾶσαι, παρὰ τὴν ἄλην· οἱ γὰρ τυφλώττοντες ἀλῶν‐ ται. ἢ κατὰ στέρησιν τοῦ λάειν, ὅ ἐστι βλέπειν. Ἀλωή, τὸ σύνδενδρον χωρίον, παρὰ τὴν ἄλσιν καὶ τὴν αὔξησιν· ὅθεν ἴσως καὶ τὸ ἄλσος. Ἀκτή, ἐπὶ τοῦ καρποῦ, παρὰ τὸ κτεαχθῆναι, τῷ ἀλή‐ | |
10 | θεσθαι. ἐπὶ δὲ τοῦ παραθαλασσίου τόπου, παρὰ τὸ κατάγνυσθαι εἰς αὐτὴν τὰ κύματα. Ἀμαυρόν, τὸ μὴ ὁρώμενον, ἢ τὸ μετὰ αὔρας φερόμενον. ὁ δὲ Φιλόξενος φησί, παρὰ τὸ μαίρω, τὸ λάμπω, ὅθεν μαρμαίρω, ὡς καίω καύσω, καὶ κλαίω κλαύσω· οὕτω | |
15 | καὶ παρὰ τὸ μαρμαίρω· κατὰ στέρησιν ἀμαυρός. Ἀσάμινθος, ἡ λεκάνη, παρὰ τὸ ἄσην τοῦ σώματος μι‐ νύθειν· τουτέστι τὸν ῥύπον. Ἄμπελος, παρὰ τὸ ἄνω πελάζειν· οἷον ἀνάπελός τις | |
οὖσα. | ||
alpha11 | Ἀποφώλια, ἀπαίδευτα· φωλεὰ γὰρ τὰ παιδευτήρια ἔλε‐ γον· παρὰ τὸ ἐν αὐτοῖς φωλεύειν καὶ ἐνδιατρίβειν. κυ‐ ρίως δὲ φωλεὸς ὁ σκοτεινὸς τόπος, παρὰ τὸ ἀπολωλέ‐ ναι τὸ φῶς ἐκεῖ. | |
5 | Αὖον, τὸ πρὸς αὔην καὶ καῦσιν ἐπιτήδειον. Ἀρά, παρὰ τὸ ἐν τῷ ἀρᾶσθαι εἰς οὐρανὸν ἐκτείνειν ** τὰς χεῖρας. Ἀχλύς, ἡ ἄγαν εἰλύουσα καὶ ἀποκρύπτουσα τὰ ὁρᾶ‐ σθαι μέλλοντα. | |
10 | Ἄπιος, ἡ ἥκιστα πίνουσα ὀπώρα. ἥδεται γὰρ ξηρᾷ γῇ ἡ τοιαύτη ὀπώρα. ἔστι δὲ ὀπώρα οὕτω λεγομένη. Ἀφλοισμός, ἀφρὸς, οἱονεὶ ἀφρασμός. Ἀκήν, παρὰ τὴν ἄγην, τὴν ἔκπληξιν, ἥτις οἶδε ποιεῖν ἀφωνίαν· τροπῇ οὖν τοῦ γ εἰς κ, ὡς λυκόφως παρὰ | |
15 | τὸ λύγον τὸ σκοτεινόν. τινὲς δὲ παρὰ τὸ μὴ χαίνειν, τροπῇ τοῦ χ εἰς κ. Ἀτύζεσθαι, ταράττεσθαι· παρὰ τὸ ἐν ἄτῃ ταράττεσθαι. Ἄμυδις, Αἰολικῶς· παρὰ γὰρ τὸ ἅμαδις καὶ ἄμυδις, τροπῇ τοῦ α εἰς υ κατ’ Αἰολεῖς, ὡς σάρκες, σύρκες. | |
20 | Ἄντυγες, αἱ ἀνωτάτω τοῦ ἅρματος τετυγμέναι· καὶ γὰρ καὶ ἡ εἰς τὸ κάτω τετυγμένη καταίτυξ καλεῖται. Ἀμάρα, τὸ ὑδραγώγιον τὸ ἐπὶ τοῦ ἐδάφους· διὰ τὸ περὶ τὰς αἱμασιὰς ῥεῖν· ἢ ὅτι οὐκ ἐᾷ τὰ παραπεφυτευμένα αὐτῇ μαραίνεσθαι. | |
25 | Ἀράβησεν, κυρίως ἐπὶ τῆς ἔρας βοή ἐράβησε, καὶ | |
alpha12 | τροπῇ τοῦ ε εἰς α ἀράβησε. καταχρηστικῶς δὲ ἐπὶ τοῦ ἄρεας. Ἄκος, κυρίως τὸ, σιδήρῳ θεραπεύεις εἰς ἀκὴν ἀπο‐ ξυμμένῳ· ἔνθεν καὶ τὸν ἰατρὸν Φρύγες ἀκεστὴν λέ‐ | |
5 | γουσι. τὴν δὲ διὰ τῶν ὀξειῶν ῥαφιδίων ἰωμένην τὰς τῶν ἱματίων λακίδας ἀκέστριαν Ἀθηναῖοι καλοῦσιν. Ἀσφάραγον, τὸν βρόχον, ἀπὸ τῆς ἐν τῷ λαλεῖν δια‐ στάσεως. τὸ γὰρ διατείνεσθαι σφαραγεῖν ἔλεγον. οὔθατα γὰρ σφαραγεῖν τὸ, ὥστε τὸ α κατ’ ἐπίτα‐ | |
10 | σιν λαμβάνεσθαι. δύναται δὲ τὸ σφαγεῖν μετάθε‐ σιν ἔχειν τοῦ π εἰς φ. παρὰ τὸ σπᾶν, ὃ ἐστὶ διατεί‐ νεσθαι. Ἀφάρτεροι, ταχύτεροι. παρὰ τὸ ἄφαρ. ἔνθεν Ἀλεξαν‐ δρεῖς ἀφαρὶ λέγουσι τὸ ἐσπουδασμένως καὶ ἀπερι‐ | |
15 | σκέπτως. Αἱμύλος, ὁ πανοῦργος. παρὰ τὸ δαίω, δαίσω, δαίμων ὁ ἔμπειρος, καὶ ἀποβολῇ τοῦ δ αἵμων. Ὅμηρος φησίν αἵμονα θήρης τούτου ὑποκοριστικόν, αἱμύλος· αἱμύλιος κτητικόν. αἱμυλίοισι λόγοις, ἀντὶ τοῦ ἐμπείροις καὶ | |
20 | συνετοῖς. Ἄνεμοι, οἱονεὶ ἀμενοί τινες, οἱ μὴ μένοντες, καὶ τροπῇ τοῦ ν εἰς μ ἄνεμοι· μᾶλλον δὲ μεταθέσει τοῦ στοιχείου· οἱ μὴ ἠρεμοῦντες, μηδὲ ἐν ταὐτῷ μέ‐ | |
νοντες. | ||
alpha13 | Ἀπηλεγέως, ἤτοι ἁπλῆ, ἀπληγέως, καὶ ἁπελῶς, ἢ ἀπο‐ λεγέως, ἀφροντίστως· παρὰ τὸ μὴ λέγειν. Ἄμαθος, ἡ τῆς πεδιάδος, ἧς οὐκ ἔστι μαθεῖν μέτρον καὶ ἀριθμόν. | |
5 | Ἀλκύων, παρὰ τὸ ἐν τῇ ἁλὶ κύειν. Ἀσύφηλον, παρὰ τὸ ἆσαι καὶ φηλῶσαι, ἤτοι κακῶ‐ σαι, ἢ ἀπαίδευτον καὶ ἀνόητον· καὶ Αἰολικῶς ἀσύφε‐ λον, ὡς ὄνομα, ὄνυμα. Ἀβροτάξομεν, κυρίως ἐπὶ τῶν τοξοτῶν τὸ ἀποτυχεῖν, παρὰ | |
10 | τὸ βροτοῦ μὴ τυχεῖν. Ἀφυσγετόν, μετὰ πλεονασμοῦ τοῦ ς, τὸν μὴ ἀναφεύ‐ γοντα· ἀ ῥεύματος φερόμενον· ἢ ἀπὸ τοῦ κατα‐ φερόμενα· συναφὴν ποιεῖν καὶ μὴ χωρίζεσθαι, ἢ πα‐ ρὰ τὸ ἀφύσσεσθαι· ἀπὸ τοῦ ῥεύματος. | |
15 | Ἁλῶναι, ἐπὶ τῶν ἰχθύων, παρὰ τὸ ἐν ἁλὶ ληφθῆναι. Ἀμέρδω, τὸ ἀφαιρεῖσθαι καὶ στέρεσθαι. κυρίως δὲ τὸ μερίδος ... οὗτινος οὖν στέρεσθαι. κυρίως ἀμε‐ ρίζειν· καὶ τροπῇ τοῦ ζ εἰς δ. Αὐλός, παρὰ τὸ αὖσαι καὶ φωνῆσαι· αὖε δ’ Ἄρης. πα‐ | |
20 | ρὰ τὸ ἄω τὸ πνέω καὶ πλεονασμῷ τοῦ υ. Ἀστεροπή, κατὰ πλεονασμὸν τοῦ α· εἴρηται γὰρ παρὰ τὸ στεριάκειν τοὺς ὦπας τὸ ὁρᾶν διὰ τῆς ἀντιτύπο‐ σης λαμπηδόνος. Ἀζηχής, ἀπὸ τοῦ ἄζη, ἣ ἐστὶ ξηρασία, ἐναντία τοῖς | |
25 | θάλουσι καὶ χλωροῖς, κατὰ στέρησιν τοῦ ζῆν· τὰ γὰρ ζῶντα καὶ χλωρὰ ἐστὶν, ὡς ἐπὶ δένδρων. κατα‐ στρέφει οὖν εἰς τὰ σκληρά. οἱ δὲ ἀντὶ τοῦ ἀδια‐ λείπτως, παρὰ τὸ ἄδην, ἀδηχὴς καὶ ἀζηχής. Ἀσπαστός, ὃ ἄν τις πρὸς ἑαυτὸν σπάσαιτο, ἵν’ ᾖ | |
30 | κατ’ ἐπίτασιν. | |
alpha14 | Ἀγαυρός, παρὰ τὸ ἀπὸ τῆς γῆς αἴρεσθαι. ἢ παρὰ τὸ γαίων, τὸ γαυριῶν· ἢ παρὰ τὸ ἄγην τὴν ἔκπληξιν, ἀγηρός. οὕτως εὗρον ἐν τῷ περὶ Παθῶν Ἡρωδιανοῦ. Ἄῤῥην, τὸ πρόβατον, παρὰ τὸ ἀρῶμαι· τὸ εἰς θυσίαν | |
5 | καὶ εὐχὴν ἐπιτήδειον. κατὰ δὲ ἀποβολὴν ῥήν, καὶ σύνθετον πολύῤῥην. ἡ δὲ γενικὴ ἀῤῥῆνος καὶ συγκο‐ πῇ ἀρνός. τὸ δὲ ἀρᾶσθαι ἐπὶ τοῦ εὔχεσθαι. Αἰώρα, ἐκ τοῦ αἴρω, τὸ ἐπαίρω, αἶρα, καὶ αἰώρα. Ἀμβλύς, ὁ μὴ εὐθετῶν εἰς πόλεμον. ἀμωλύς· καὶ ὡς | |
10 | ἵππος ἱππύς· καὶ μῶλος μωλύς. καὶ κατὰ στέρησιν ἀμωλύς· καὶ συγκοπῇ ἀμβλὺς πλεονασμῷ τοῦ β. Αὖρα, παρώνυμον κατὰ ἀναστροφὴν, ἀπὸ ἀρσενικοῦ εἰς θηλυκόν· ὡς ξυστὴρ, ξύστρα· γαστὴρ, γάστρα· καὶ ἀὴρ, ἄρα, καὶ πλεονασμῷ τοῦ υ αὖρα· ὡς αἱ γράες, | |
15 | γραῦς· αἱ νάες, ναῦς. Ἀνάγκη· ἀνάσσω, ἀνάξω· ἀνάγκη πλεονασμῷ τοῦ γ. Ἄγγος· ἄγω τὸ φέρω, ἄγος, καὶ πλεονασμῷ τοῦ γ ἄγ‐ γος, ἐν ᾧ τὶς ἄγεται. Ἀγρός, παρὰ τὴν ἄγραν ἐν ᾧ γίνεται· ἢ παρὰ τὸ ἀρῶ, | |
20 | ἀρὸς καὶ ἀγρὸς, πλεονασμῷ τοῦ γ. Ἀβλεμέως, πλεονασμῷ τοῦ β, οἷον ἀμελῶς, ὑπέρθεσις ἀλεμέως, καὶ ἐπένθεσις τοῦ β, ἀβλεμέως. Ἀκμή, παρὰ τὸ ἀκὴ, καὶ πλεονασμῷ τοῦ μ, ἀκμή. Αὔριον, πλεονασμῷ τοῦ ρ· ἐστὶ γὰρ παρὰ τὴν αὔω Αἰο‐ | |
25 | λικῶς εἰρημένην φωνήν. οὕτω γὰρ λέγουσι τὴν ἠὼ αὔω· τὴν αὔριον οὖν τὴν ἐπιοῦσαν ἡμέραν, αὔω, αὔϊον, καὶ πλεονασμῷ τοῦ ρ, αὔριον. Ἀφορδία, ὁ εἰς τὸ ἀποπατεῖν τόπος· πλεονασμῷ τοῦ ρ, | |
30 | ἀφοδία ἀφορδία. | |
alpha15 | Ἀφυσγετός, ἀφύσσω, τὸ ἐπαντλῶ, καὶ ἐξ αὐτοῦ ἀφυ‐ γετὸς καὶ ἀφυσγετός. Ἄγχειν, παρὰ τὸ ἄγω· τί γὰρ ἐστὶ τὸ ἄγχειν ἢ τὸ ἄγειν τὸν λάρυγγα καὶ συνάγειν; | |
5 | Ἀχανής, παρὰ τὸ ἄγαν κεχηνέναι. Ἀκρίς· ἡ μεγαλοκέφαλος, παρὰ τὸ ἄγαν ἄκραν εἶναι· οἱ δὲ παρὰ τὸ τοὺς ἄκρους στάχυας νενέμεσθαι. Ἀσκληπιός· παρὰ τὸ τὰ σκέλη ἤπια ποιεῖν, ἢ ἀπὸ μέρους ὅλον τὸ σῶμα· ἀσκεληποιὸς οὖν ἐστὶ, καὶ συγ‐ | |
10 | κοπῇ Ἀσκληπιός. .... Ἔπαινος, παρὰ τὸ ἰαίνω, ἀποβολῇ τοῦ ι, αἶνος, παρὰ τὸ διαχεῖν καὶ χαίρειν τὴν ψυχὴν τούτῳ. δύνα‐ ται γὰρ καὶ ἐπὶ τοῦ μυθώδους καὶ παροιμιακοῦ λόγου· ἰαινόμεθα γὰρ τῇ εὐηγήσει τῶν τοιούτων λόγων. | |
15 | Ἄστρον, παρὰ τὸ αἴθω· ἄστρον, ἀποβολῇ τοῦ ι. Ἀμαλδῦναι, παρὰ τὸ μαίρω· ὁ μέλλων μαρῶ· ἀφ’ οὗ μα‐ ραίνω· μεταθέσει τοῦ ρ εἰς λ, μάλω· παράγωγον ἀμαλύνω, καὶ πλεονασμῷ τοῦ δ, ἀμαλδύνω· κυρίως τὸ διὰ πυρὸς ἀφανίσαι. | |
20 | Ἄνδηρα, τὰ χώματα, καὶ τὰ χείλη τῶν ποταμῶν, πα‐ ρὰ τὸ ἄνω εἶναι τῶν διερῶν. Αἰδοῖα, ἀπὸ τοῦ ἀνοιδαίνειν ἐπὶ συνουσίαν ὀργῶντα· | |
οἷον ἀοιδοῖα τινὰ ὄντα, καὶ τροπῇ τοῦ ο, αἰδοῖα. | ||
alpha16 | Ἀστράγαλος, ἀπὸ τοῦ ὀρθὴν καὶ ἀστραβῆ φυλάσσειν τὴν βάσιν τοῦ ...... καὶ πλεονάσαντος τοῦ ρ, ἀστρά‐ γαλος· οὐ πρὸς τὸ μένειν καὶ ἑστάναι γεγονώς, ἀλλὰ πρὸς τὸ κινεῖσθαι. ἐπεὶ δὲ τῶν ἄλλων ὀστέων τῶν | |
5 | ἐπὶ τῷ νώτῳ. παρὰ τὸ ἐμπεπάρθαι καὶ μὴ στρέφε‐ σθαι. Αἷμα, παρὰ τὸ ἔσω, ὡς ἅμμα, καὶ δεσμὸς πάντων δυ‐ ναστεύων· ὡς Ἐμπεδοκλῆς ὁ φιλόσοφος φησίν· αἷμα γὰρ ἀνθρώποις περικάρδιον ἐστὶ νόημα. | |
10 | Ἄνθρωπος, κατὰ Πλάτωνα παρὰ τὸ ἀθρεῖν καὶ νο‐ εῖν ἃ δὴ ὄπωπε καὶ εἶδε· τῶν ἀλόγων μὴ λογιζομέ‐ νων καὶ προνοουμένων. οὐ γὰρ ἂν ἰχθῦς εἰς κύρτον εἰς‐ ῆλθεν, ὁρῶν ἄλλον κρατούμενον. οἱ δὲ παρὰ τὸ ἀνα‐ κλῶντα τὴν ὄψιν ἄνω ἀθρεῖν· οἱ δὲ παρὰ τὸ ἔναρθρον | |
15 | ἔχειν ἔπος, τουτέστι φωνήν. Ἄναξ, ὁ ἄνω ἀΐσσων κατὰ δύναμιν τοῦ κρατεῖν. Ἀνήρ, παρὰ τὸ ἄνω, ὃ ἐστὶν ἀνύω. πρακτικὸν γὰρ ὁ ἀνὴρ, ἢ ἡ γυνή. | |
20 | Ἀνθερεών, διὰ τὸ θορεῖν δι’ αὐτοῦ τὸ πνεῦμα· ἢ οἷον ἐνθερεών, ὅτι κατὰ τὴν ἔνθεσιν τῆς τροφῆς κινεῖ‐ ται καὶ ἐν τῷ καταπίνειν ἀνατρέχει. ὡς δὲ ἄλλοι, | |
παρὰ τὴν ἄνθησιν τῶν τριχῶν. | ||
alpha17 | Αὐχήν, ἀπὸ τῆς ἄνω τῆς κεφαλῆς νεύσεως, ἐπὶ τῶν αὐθάδων, ἢ ἐπί τισιν αὐχούντων. Ἀρτηρία, οἷον ἀεροτηρία, ἀπὸ τοῦ περιέχειν τὸ πνεῦμα καὶ τηρεῖν. δύναται καὶ κατὰ μετάθεσιν τοῦ λ εἰς ρ, | |
5 | οἷον ἀλτηρία παρὰ τὴν ἄλσιν. Ἀγοστός, ὁ ἄγαν ὀστώδης τόπος, ἢ διὰ τὸ ἐπάγεσθαι καὶ ἐπίκαμειν τὴν χεῖρα. Ἀγκών, ἀπὸ τοῦ κατ’ αὐτὸν ἄγεσθαι τὴν χεῖρα, καὶ οἷον ἄγνυσθαι· Χρύσιππος δὲ ἐγκὼν, ἀπὸ τοῦ ἐγκεῖ‐ | |
10 | σθαι τῷ ἑτέρῳ ὀστέῳ τὸ ἕτερον. Ἀράχις, παρὰ τὸ μὴ δύνασθαι τινὰ κνήσασθαι τῇ ἰδίᾳ χειρί, ὡς Ὅμηρος φησίν· κατάκνηστιν μέσα νῶτα. Αἴγειρος, παρὰ τὸ αἴρεσθαι εἰς ὕψος, καὶ αὔξεσθαι· | |
15 | ὅθεν Ὅμηρος φησί· μακεδνῆς αἰγείροιο. οὕτως εὗρον ἐν τῇ Ὀρθογραφίᾳ Ἡρωδιανοῦ. Ἄτρακτος, ταράσσω ταρακτός· ἀτάρακτος, καὶ συγκοπῇ ἄτρακτος. Ἄνω, παρὰ τὸ ἀφανὲς ἀφανῶς ἔδει περισπωμένως· ἐξ‐ | |
20 | έστι τὸ ς καὶ μετέστη ὁ τόνος· ἐπειδὴ τὰ εἰς ω λήγοντα ἐπιῤῥήματα δισσύλλαβα, μὴ ὄντα Δώρια, βα‐ ρύνουνται· πόῤῥω, κάτω, ἔξω. Ἀστεροπή, ὄπτω, ὀπτή, ἀστεροπτή· κατ’ ἀποβολὴν τοῦ τ ἀστεροπή. οὕτως Ἡρωδιανὸς ἐν τῷ περὶ Παθῶν. | |
25 | Ἄορες, αἱ γυναῖκες, κατὰ ὑπέρθεσιν, παρὰ τὸ ἀορί‐ | |
ζειν· ἔνθεν καὶ τὸ ὁ ἄρων. | ||
alpha18 | Αἶρα, ἡ σφύρα· Καλλίμαχος, αἰράων ἔργα διδα‐ σκόμενος· παρὰ τὸ ῥαίω τὸ φθείρω· κατὰ Δωριέας φθερῶ φθάρα, κατὰ ἀποβολὴν τοῦ φθ. Ἀλλότριος, πλεονασμῷ τοῦ τ. ἀλλοόριος γὰρ ἐστὶν ὁ ἄλ‐ | |
5 | λων ὁρίων ὑπάρχων. Ἀνία, ἀνίατος τὶς οὖσα, ἢ δυσίατος· τὸ γὰρ αν οὐ μόνον στέρησιν δηλοῖ, ἀλλὰ καὶ τὸ δυς. Ἀκριβής, τινὲς παρὰ τὸ ἄχρι καὶ βαιόν. Ἀμφιτρίτη, παρὰ τὸ τρεῖν, ὃ ἐστὶ φοβεῖσθαι· ἡ φοβε‐ | |
10 | ρὰ τοῖς πλέουσιν. Ἀμείνων, παρὰ τὸ μεῖον· ὁ μὴ ἐλάσσων τινός. ἐστὶ δὲ πλεονασμῷ τοῦ ν, οἷον ἀμείων τις ὤν. Ἀρειή· ἡ ἀπειλή, Ἄρεως γενικῆ· ἁρμόττει δὲ πο‐ λεμικῷ προσώπῳ τὸ ἀπειλεῖν. | |
15 | Ἀτειρής, παρὰ τὸ τέρεν τὸ ἁπαλὸν, τὸ εὐχερῶς τει‐ ρόμενον. Ἄβαξ, ὁ μὴ βάσιν ἔχων· καταχρηστικῶς δὲ ἐπὶ τοῦ οἱουδήποτε σανιδίου. Ἀγρυπνία, ἀϋπνία τὶς οὖσα, κατὰ πλεονασμὸν τῶν συμ‐ | |
20 | φώνων τοῦ γρ. Ἀγρυπνία· οὕτως Ἡρωδιανός. Ἀχαῖα, ἡ Δημήτηρ. μέμνηται τοῦ ὀνόματος Ἀριστο‐ φάνης. εἴρηται δὲ ἀπὸ τοῦ ἄχους τοῦ ἐπὶ τὴν Περ‐ σεφόνην. τινὲς δὲ ἀπὸ ἱστορίας τοιαύτης. τοῖς Τα‐ ναγραίοις μεταστᾶσιν ἐκ τῆς Τανάγρας, ἐκέλευσε | |
25 | κατ’ ὄναρ ἡ Δημήτηρ φανεῖσα αὐτοῖς ἀκολουθῆσαι τῷ | |
alpha19 | γινομένῳ ἤχῳ, καὶ ὅπου ἂν παύσεως, ἐκεῖ πόλιν κτίσαι. καὶ διόδευον ἀκούοντες ψόφον κυμβάλων καὶ τυμπάνων. καὶ παυσαμένων περὶ τὴν Ἀττικὴν, ἔκτισαν πόλιν, καὶ ἱδρύσαντο ἱερὸν Ἀχαιᾶς Δήμητρος. | |
5 | οὔτως εὗρον ἐν Ὑπομνήματι εἰς Ἀριστοφάνην. Ἄρης, παρὰ τὴν ἀρὰν, τὴν βλάβην τὴν ἀπὸ τοῦ πολέμου. Ἀὴρ, παρὰ τὸ ἠρτῆσθαι τοῦ αὔοντος, ὃ ἐστὶ καίοντος αὐτὸν αἰθέρος. ἢ ἀπὸ τοῦ ἄειν καὶ πνεῖν. ἡ κίνησις γὰρ αὐτοῦ ποιεῖ τὸν ἄνεμον. ἢ ἀπὸ τοῦ ἐν αὐτῷ τινὰ | |
10 | ζῶα αἴρειν καὶ κουφίζειν. Ἀμβροσία, ἡ τῶν θεῶν τροφὴ, ἧς βροτὸς οὐ μετέχει. Ἀγγεῖον, ἀπὸ τοῦ διάγειν τὶ δι’ αὐτῶν. Ἄγκη, τὰ τῶν ὀρῶν κοιλώματα, ἀπὸ τοῦ συγκεκόφθαι, καὶ συνδεῖσθαι. | |
15 | Ἀχλύς, ἀπὸ τοῦ τὰς ὄψεις ὀχλεῖν καὶ λυπεῖν. οὕτως Ἡρακλείδης ὁ Ποντικὸς ἐτυμολογεῖ. Ἀήτης, ὁ ἄνεμος, παρὰ τὸ ἀεῖν καὶ πνεῖν. ἀῶ, ἀήσω, ἀήτης. οὕτως Ἡσίοδος φησίν· διασκιδνᾶσιν ἀέντος. Ἀμνός, στερητικὸν τοῦ α ἔγκειται. ὁ ἐκ τοῦ μνοῦ | |
20 | μεταβεβηκώς. μνοῦς δὲ λέγεται ἡ μαλακὴ θρὶξ ἡ ἐκ γενετῆς παντὸς ζώου. Ἀσπάζεσθαι, κατὰ στέρησιν τοῦ μὴ ἀποσπᾶν. ὁ γὰρ διαλυόμενος ἀπὸ τινὸς καὶ ἐχθραίνων, ἀποσπᾷ ἑαυτὸν ἀπ’ αὐτοῦ. καὶ Ὅμηρος· ὁ δὲ δεξιτερὴν χεῖρα σπάσεν | |
25 | Ἀντινόοιο. Ἄλα, τὴν θάλασσαν, παρὰ τὸ ἅλις. ἀθρόον γὰρ ὕδωρ ἐστίν. Ἀβροτάξαι, κυρίως ἀπὸ τῶν ἐν τῷ πολέμῳ ἀποτυγχα‐ νόντων βροτοῦ. | |
30 | Ἄτλας, κατὰ στέρησιν τοῦ τλῆναι, τουτέστι κοπιᾶν. Ἀκολασία, κατὰ στέρησιν ἔγκειται τοῦ α. παρὰ τὸ μὴ κολάζεσθαι τὴν ἐπιθυμίαν, ὃ ἐστὶν ἐκκόπτεσθαι. Ἄνεως, ἰά, ἡ φωνὴ, πλεονασμῷ τοῦ ω, ἰωή. ἀπὸ τοῦ ἐπὶ πᾶσαν ἀκοὴν ἰέναι· καὶ κατὰ στέρησιν ἰέναι ἄνιος, | |
35 | ὡς χῶρα ἄχωρος· μεταθέσει τοῦ ι εἰς ε, ἄνεος, καὶ | |
alpha20 | Ἀττικῶς ἄνεως. δύναται καὶ παρὰ ῥῆμα τὸ αὔω, αὖε δ’ Ἄρης ἑτέρωθεν. ὄνομα ῥηματικὸν, ἄναυος, ἀπο‐ βολῇ τοῦ υ, ἄναος, Ἀττικῶς ἄνεως. αὔω δὲ ἄναυος, ὡς αὐδῶ ἄναυδος, φυτὼ νεόφυτος. οὕτως Ἀπολλώνιος | |
5 | ἐν τῷ περὶ Ἐπιῤῥημάτων. Ἄχερδος, βοτάνη ἣν οὐκ ἐστὶ τῇ χειρὶ ἑλεῖν. ἀκανθώ‐ δης γάρ. Ἀμέρδω, μείρω, μερίζω, ἀμέρω, καὶ πλεονασμῷ τοῦ δ ἀμέρδω, ὥσπερ καὶ δείω δείδω. κυρίως τὸ ἀποστερεῖν | |
10 | μερίδος. καταχρηστικῶς δὲ καὶ ἐπὶ τῶν ἄλλων δη‐ λοῦται. Ἀκμή, παρὰ τὸ κμῶ, ὃ ἐστὶν ἀπὸ τοῦ κάμω συγκοπὲν, καὶ μετὰ τῆς α στερήσεως, ἀκμή, μὴ κάμνουσα τα‐ χέως. | |
15 | Ἀσκελές, παρὰ τὸ σκέλω, καὶ ξηραίνω. καὶ ἀσκελὲς τὸ ἄγαν σκληρόν. ὅθεν τὸ σκέλος. οὕτω Φιλόξενος. Ἄσωτος, παρὰ τὸ σῶ, οὗ παρακείμενος σέσωσμαι, ὁ μέλ‐ λων σώσω, σωτὸς, ἄσωτος· ὡς πληρώσω πληρωτὸς, ἀπλήρωτος. | |
20 | Ἅμαξα, ἄξω, ἄξα· ἅμαξα σύνθετον. Ἄρδην, παρὰ τὸ αἴρω ἄρδην· ὡς φύρω φύρδην· μίγω μί‐ γδην. οὕτω Φιλόξενος. Αἴγλη, ἀΐσσω, ἀΐξω· κατὰ συναίρεσιν αἴξω, ὄνομα αἴγλη, ἡ ὀξέως ἀποπεμπομένη. οὕτω Φιλόξενος. | |
25 | Αὐλή, αἴω τὸ πνέω· οὗ ὁ μέλλων ἄσω, ὡς ἀπὸ βαρυτό‐ νου· πλεονασμῷ τοῦ υ, αὔσω. ὄνομα ῥηματικὸν αὐλή. Ἄγκος, οἱ κοῖλοι τόποι τῆς γῆς, παρὰ τὸ κέω· οὗ κα‐ τὰ συναλοιφὴν κῶ, δηλοῦν τὸ κεῖσθαι. Ἄμωτον, παρὰ τὸ μένω, μητὸς ἄμητος· ἐὰν δὲ σημαί‐ | |
30 | νῃ τὸ ὑπομονητικὸν, τὸ α ἐπιτατικόν. Ἀχανές, παρὰ τὸ χαίνω, κατ’ ἐπίτασιν τὸ λίαν χαῖ‐ νον· δηλοῖ δὲ καὶ στέρησιν τοῦ χαίνειν· οἷον ἐνεὸν εἶναι καὶ μὴ διάραι τὸ στόμα δύνασθαι. Ἀσχαλάαν, παρὰ τὸ ἄχω τὸ λυπῶ· οὗ παθητικὸν ἄχο‐ | |
35 | μαι· νῦν δ’ ἄχομαι κακότητι. παράγωγον ἀχάλλω, | |
alpha21 | καὶ πλεονασμῷ τοῦ ς, ἀσχάλλω. οὕτω Φιλόξενος. ὁ δὲ αὐτὸς φησίν· παρὰ τὸ σχῶ σχάλλω, καὶ μετὰ τῆς α στερήσεως, ἀσχάλλω. Ἀποδρᾶν, παρὰ τὸ δρῶ τὸ ὑπηρετῶ, ὅθεν δρηστῆρες παρ’ | |
5 | Ὁμήρῳ. τὸ οὖν ἀποδρᾶν ἐστὶ, τὸ ἔξω γενέσθαι τῆς δεούσης ὑπηρεσίας. οὕτω Φιλόξενος. Ἀϊδνός. εἴδω τὸ βλέπω, ἢ φθίνω. ῥηματικὸν ὄνομα, ἰδνός, μετὰ τῆς α στερήσεως, ἀϊδνὸς, ὡς στίλβω στιλ‐ πνός. | |
10 | Αἴσυλος, ἀπὸ τοῦ ἄσω μέλλοντος, τοῦ δηλοῦντος τὸ βλά‐ ψω. Ἀφρός, ἀπὸ τοῦ φρῶ. Ἀκέραιος, παρὰ τὸ κερῶ, οὗ παράγωγον τὸ κεραίω· ὁ μὴ κεκραμένος κακοῖς, ἀλλ’ ἁπλοῦς. | |
15 | Ἀλαός, ὁ τυφλὸς, κατὰ στέρησιν τοῦ λάειν, ἢ βλέπειν. παρ’ Ὁμήρῳ· λάε νεβρὸν ἀπάγχων. Ἄρτος, παρὰ τὸ αἴρειν, τὸ προσφέρειν καὶ μάττειν· καὶ Ἱπποκράτης προσάρματα τὰ σιτία φησί. καὶ Ἀρι‐ στοφάνης, Αἶρ’, αἶρε μάζαν. καὶ ἁρμαλιὰ ἐπὶ τῆς | |
20 | τροφῆς. παρὰ τὸ αἴρω τὸ προσφέρω, ἁρμός. οὕτω κα‐ θαίρω καθαρμός. παρὰ οὖν τὸ ἁρμὸς, ἁρμία, καὶ πλεο‐ νασμῷ τῆς αλ, ἁρμαλιά. Ἀκόλαστος, ὁ ἀπαίδευτος, διὰ τὸ μὴ ἀγωγῆς καὶ κολά‐ σεως τετυχηκέναι τῆς ἐπιτηδείας. οὕτω Φίλων. τινὲς δὴ | |
25 | αὐτὸν καλοῦσι καταφερῆ πρὸς συνουσίαν. διὰ τὸ μὴ κολάζεσθαι τὴν ἐπιθυμίαν, ἀκόλαστος ἀκούει τις. Ἄῤῥωστος, παρὰ τὸ ῥῶ, ὃ δηλοῖ τὸ ὑγιαίνω, οὗ ὁ μέλ‐ λων ῥώσω, καὶ ὄνομα ῥῶσις, καὶ παρὰ τὸ ῥῶ τεύχε‐ | |
σιν ἐῤῥώσαντο. πρέπεται γὰρ τοῖς ὑγιαίνουσι καὶ τὸ | ||
alpha22 | ὁρμᾶν. δύναται δὲ καὶ παρὰ τὸ ῥώω, οὗ ὁ μέλλων ῥώσω. Ἀχρεῖον· χρῶ ἐστὶ ῥῆμα, δηλοῦν τὸ ἅπτομαι καὶ πλη‐ σιάζω, οὗ παράγωγον χαύω· χραύσῃ μέν τ’ αὐ‐ | |
5 | λῆς· ἀφ’ οὗ τὸ ἔχρεσε, τὸ ἐπιβαρύνειν. χρῶ οὖν καὶ μετὰ τοῦ α στερητικοῦ, ἄχρω, καὶ ἀχρεῖον τὸ ἀσθενὲς, καὶ βάρους ἀμέτοχον. ἐπὶ δὲ Πηνελόπης. ἀ‐ χρεῖον δ’ ἐγέλασσε· ἐπίπλαστον καὶ ὑποκεκριμέ‐ νον καὶ ἐπιπόλαιον μέχρι τοῦ τὰ χείλη διανοίγειν. | |
10 | Ἀκωκή, παρὰ τὸ ἀκήν. ἐστὶ καὶ ἀναδιπλασιασμὸς ἀκω‐ κὴν, ὡς ἄγω ἀγωγή. Ἀμέγαρτον, ποτὲ μὲν δηλοῖ τὸ εὐτελὲς καὶ μὴ ἄξιον φθόνου, ὡς τὸ, ἀμέγαρτε συβῶτα. δηλοῖ δὲ καὶ τὸ πολύ, ὡς τὸ, πόνον δ’ ἀμέγαρτον ὄφελλεν. ἀλλ’ ἐπὶ | |
15 | μὲν τοῦ εὐτελοῦς κατὰ στέρησιν τοῦ α, ἐπὶ δὲ τοῦ πο‐ λὺ κατ’ ἐπίτασιν. Ἀγυιά, ἡ ὁδὸς, παρὰ τὸ ἄγω τὸ πορεύομαι. Ἀλέκτωρ, ἐπὶ τοῦ ὀρνέου· ἀγρυπνητικὸν γάρ· καὶ διὰ τὸ ἀπὸ τῶν λέκτρων ἡμᾶς ἐγείρειν, καὶ μεταθέσει τοῦ α | |
20 | εἰς η. εἴρηται ἐπὶ τοῦ ἡλίου· ὥστ’ ἠλέκτωρ ὑπερίων. ὕπνου γὰρ καὶ κοιμᾶσθαι ἄμοιρος. Ἀκροῶ· ἀκούω, ἀκοῶ, καὶ πλεονασμῷ τοῦ ρ, ἀκροῶ. οὕτω Φιλόξενος. Ἀκόνη, παρὰ τὴν ἀκμὴν καὶ τὴν ὀξύτητα. | |
25 | Ἀπτήν· πετῶ πετὴν, καὶ κατὰ σύνθεσιν ἀπετὴν, καὶ συγκοπῇ ἀπτήν. Ἀκτίς, παρὰ τὸ ἀΐσσω, ἀΐξω, ἀκτός. καὶ παρώνυμον ἀκτίς. ἡ ἀΐσσουσα πανταχόθεν. Ἀκῶ, τὸ θεραπεύω. ἀκέσω μέλλων. | |
30 | Ἀθῶος, θωὴ ἡ ζημία. | |
alpha23 | Ἀδολεσχεῖν. ἔγκειται τὸ αἴδειν, ὅπερ λέγεται ἐπὶ τοῦ τὰ αὐτὰ ἐπαναλαμβάνειν. Μένανδρος· ἡ πόλις ὅλη γὰρ αἴδει τὸ κακόν. οὐχ, ὡς τινὲς, παρὰ τὸ ἄδην. οὕ‐ τως ὁ αὐτὸς Εὐδαίμων. | |
5 | Ἀείδηλον, τὸ ἀεὶ δῆλον. Ἄρατος· τοῦ δὲ τέρας περίσημον ἀείδελον ἐστήρικται. καὶ ἐστὶ παρὰ τὸ εἴδω εἴδελος, καὶ μετὰ ἐπιτάζεως τοῦ α ἀείδηλον. ἀ‐ είδηλον δὲ τὸν ἀέρα ἀφανιστικὸν, καὶ ἔγκειται τὸ δη‐ λοεῖν, ὃ ἐστὶ βλάπτειν. ἔνθεν τὸ δηλήμονες καὶ δη‐ | |
10 | λήσασθαι. Ἄλεισον, τὸ ποτήριον. ἐξ οὗ ἄλις καὶ ἀθρό οντίων. Ἄχνη. παρὰ τὸ ἀΐσσω ἄχνη. Ἀληθής, ὁ μὴ λήθη τοῦ δικαίου ὑποπίπτων. Ἀμαρύσσειν καὶ λάμπειν. μαίρω τὸ λάμπω. ὅθεν μαρ‐ | |
15 | μαίρω διπλασιασμός. καὶ παράγωγον μαιρίσσω, καὶ δι’ εὐφωνίαν, ἀποβολῇ τοῦ ι μαρύσσω. καὶ πλεονα‐ σμῷ τοῦ α, ἢ κατ’ ἐπίτασιν, ἀμαρύσσω. Ἀποκναίω. κτῶ ἐστὶ ῥῆμα, δηλοῦν τὸ φονεύω. οὗ πα‐ ράγωγον κταίνω, καὶ ἀποβολῇ τοῦ τ, καίνω, καὶ με‐ | |
20 | ταθέσει τοῦ ν, κναίω, καὶ σύνθετον ἀποκναίω. Ἀλαλάζειν, ἐκ τοῦ λαλῶ λαλήσω καὶ ἀλαλάζω, ὡς τὸ | |
σιγῆ σιγάζω. | ||
alpha24 | Αἴξ, παρὰ τὸ ἀΐσσω τὸ ὁρῶ. οὗ ὁ μέλλων ἀΐξω, ἀ‐ ποβολῇ τοῦ ω αἴξ. Ἅρπη, παρὰ τὸ ἅρπω ῥῆμα, οὗ παράγωγον τὸ ἁρπά‐ ζω καὶ ἅρπη. | |
5 | Ἀοίδιμος, παρὰ τὸ ἀοιδὴν, ἀρίδιμος. Ἄχραντος, ὡς παρὰ τὸ χραίνω χραντὸς καὶ ἄχραντος, καὶ παρὰ τὸ φαίνω φαντὸς καὶ ἄφαντος. Ἀκαλαρείτα, παρὰ τὴν ἀκὴν δηλοῦσαν τὴν ἡσυχίαν, καὶ ἄλλο παράγωγον ἐκ τοῦ ἄκος καὶ τοῦ αλ πλεονά‐ | |
10 | σαντος ἐγένετο ἄκαλος. Ἄκατος, μικρὸν πλοῖον. ἐκ τοῦ ἄγω, ἄξω ἀκτὸς καὶ ἄ‐ κατος· ὡς ἀπὸ τοῦ λέπω, λεπτός. Αἴγισθος, παρὰ τοῦ θῶ θηλάζω, Αἴγιθος ὄνομα ἐγέ‐ νετο· καὶ πλεονασμῷ τοῦ ς, Αἴγισθος. ἱστοροῦσι γὰρ | |
15 | αἰγείῳ γάλακτι χρήσασθαι τὸ πρῶτον. Ἀριδείκτος, ἐκ τοῦ δείκω δείξω, δείκετος καὶ ἀριδεί‐ κετος. Ἀδευκὴς, παρὰ τὸ δείκω ἀδεικής, καὶ τροπῇ τοῦ ι εἰς υ, ἀδευκής. | |
20 | Ἀμαλδῦναι, τὸ ἀφανίσαι, παρὰ τὴν ἅμμον ἀποβολῆ | |
alpha25 | τοῦ ἑνὸς μ ἀμῶ γίνεται· ὡς δοῦλος δουλῶ, φίλος φιλῶ, οἶκος οἰκῶ. οὕτω καὶ ἅμμος ἀμῶ, καὶ ἄλλο παράγωγον ἀμύνω· καὶ προσελθόντος τοῦ αλ, ὡς ἐπὶ πολλῶν ἄλ‐ λων, ἀμαλύνω γίνεται· πλεονασμῷ τοῦ δ, ἀμαλδύνω. | |
5 | Ἀποφράζω. φῶ ἐστὶ ῥῆμα τὸ λέγω. οὗ παράγωγον φά‐ ζω, καὶ πλεονασμῷ τοῦ ρ, φράζω. ὁ μέλλων φράσω. ὄνομα ῥηματικὸν φρὰς, καὶ σύνθετον ἀποφρὰς, ὡς λεί‐ βω λιβὰς, νείφω νειφὰς, καὶ δέρκω δερκὰς, καὶ δορκάς· οὕτω φρῶ φρὰς, καὶ ἀποφράς. ἀποφράδας δὲ | |
10 | ἔλεγον οἱ Ἀττικοὶ ἅσπερ ὑπελάμβανον ἡμέρας εἶναι χεί‐ ρους, ἐν αἷς ἀπείρητο αὐτοῖς τὸ πράξεσιν ἐπιχει‐ ρεῖν. ἀποφράδες οὖν αἱ ἀπηγορευμέναι καὶ ἄχρεστοι. Ἀμφικτύονες ...... ἀμφικτύονας οὖν ἔλεγον τοὺς τὴν Δελφῶν περιοικίαν νενομέμους Ἕλληνας. | |
15 | Ἄφνω, τὸ ἐξαφανοῦς· ἀφανής· ἀφανῶς ἐπίῤῥημα. συγκοπῇ, καὶ ἀποβολῇ τοῦ ς, ἄφνω. Ἄριστος, κυρίως ὁ ἐν πολέμῳ ἰσχυρός. καταχρηστικῶς δὲ καὶ ἐπὶ παντὸς προήκοντος· ὅτι δὲ κυρίως ἐπὶ τοῦ πο‐ λέμου τάττεται, δηλοῖ τὸ παρώνυμον ἀριστεύς. | |
20 | Ἄδην, παρὰ τὸ ἥδω δηλοῦν τὸ κορεσθῆναι, ὡς τὸ τέρ‐ πομαι, ὅπερ τὸ αὐτὸ ἐδήλου. τεταρπόμεθα γόοιο. καὶ τὸ παθητικὸν ἥδομαι ἥδῃ. ἄδω, ἄδην. ἀπὸ τούτου καὶ ἄδης τέ μιν ἵκετο θυμόν. Ἀποθανεῖν. ἡ ἀπὸ ἀποχωρισμὸν δηλοῖ· ὁμοίως καὶ τὸ ἀπα‐ | |
25 | γορεύειν οὕτω νόει. Ἀνέδην, παρὰ τὸ ἰὴ, οὗ ὁ μέλλων ἤσω. καὶ ἐπίῤῥημα ἀνέδην γέγονεν· ἀθρόως. Ἀγνοῶ, γνοῶ Αἰολεῖς λέγουσι. Ἄχνυμαι, ἄχω ἐστὶ ῥῆμα, οὗ παθητικὸν ἄχομαι· καὶ | |
30 | παράγωγον ἀχόω· ὡς ἄνω ἀνέω· καὶ ὡς πλήθω πλη‐ θύω πληθύνω, οὕτως ἀχύνω καὶ ὑπερθέσει ἀχνύω. | |
καὶ ἀχνύομαι, καὶ ἄχνυμαι. συγκοπῇ καὶ ἀναδρομῇ. | ||
alpha26 | Ἄνασσα, οὐκ ἀπὸ τοῦ ἄναξ, ἀλλ’ ἀπὸ τοῦ ἀνάσσω, ὡς ἑλίσσω ἕλισσα, νύσσω νύσσα. τὰ γὰρ ἀπὸ τῶν εἰς ξ εἰς α παράγωγα ἐθνικὰ. ὡς Φοῖνιξ Φοίνισσα, Κίλιξ Κί‐ λισσα. τὰ δὲ εἰς ξ μὴ ὄντα ἐθνικὰ ὁμοίως λέγεται. | |
5 | καὶ ἐπὶ θηλυκῶν Αἰσχύλος· δέσποινα νύμφη. δυσχείμων ὁρῶν ἄναξ· Εὐριπίδης· Ἑρμιόνη γὰρ οὐ σμι‐ κρὰ φύλαξ. Ἄκρατος, κερῶ, καὶ κατὰ συγκοπὴν κρῶ, οὗ ὁ μέλλων κράσω· καὶ ὄνομα ῥηματικὸν κρατὸς, καὶ μετὰ τοῦ | |
10 | στερητικοῦ α, ἄκρατος. Ἀλίαστος, παρὰ τὸ λιάζω τὸ ἐκκλίνω. ὁ μέλλων λιάσω· ὄνομα ῥηματικὸν λιαστὸς, ὃν οὐκ ἄν τις ἐκκλίνοι, καὶ τὸ λιάζειν. Ἀλινόμενον ἐπὶ γῆς. ὥστε ποτὲ μὲν τὸ ἐκκλίνειν, | |
15 | ποτὲ δὲ τὸ ἐκκλίνεσθαι. Ἁδρός, παρὰ τὸ ἥδω. ἡδόμεθα γὰρ τοῖς μεγάλοις καὶ ἀροῖς. Ἆσθμα, ἄω τὸ πνέω, ἄσμα, καὶ πλεονασμῷ τοῦ θ. Ἀριθμός, παρὰ τὸ ἀρῶ, τὸ ἁρμόζω. ἁρμογὴ γὰρ μονάδων | |
20 | ὁ ἀριθμός. Ἀνήκεστος, παρὰ τὸ ἀκῶ, τὸ θεραπεύω, ἀκέσω ἀκε‐ στός, καὶ τροπῇ τοῦ α εἰς η, ἠκεστός. καὶ μετὰ τῆς α στερήσεως, ἥτις πολλάκις λαμβάνει τὸ ν, ἀνή‐ κεστος, ὡς ἀναιδὴς καὶ ἀναίσχυντος. | |
25 | Ἄδης, κατὰ στέρησιν τοῦ ἰδεῖν· ὃ ἐστὶν ἀφανής. Ἀπινύσσειν, πινόω ῥῆμα καὶ πνέω, καὶ πνόω. ἀπὸ τοῦ πνύω, πνύμα, ἔνθεν καὶ πεπνυμένος. ἀπὸ τοῦ πνεύω καὶ πνεύσω. πνευστὸς καὶ ἀνάπνευστος καὶ ἀ‐ νάπνευστις, καὶ ἀποβολῇ τοῦ τ, ἀνάπνευσις. ἀπὸ δὲ | |
30 | τοῦ πνύω γίνεται πινύω, πινυτός, ὡς ἀφύω ἀφύσσω, πινύω πινύσσω. ἔνθεν ἤδη γάρ με καὶ ἄλλοτε ᾗ ἐπί‐ | |
νυσσεν ἐφετμῇ. | ||
alpha27 | Ἅλις, τὸ ἐπίῤῥημα, δηλοῦν τὸ δαψιλὲς καὶ πολύ. παρὰ δὲ τὸ ἅλις ἅλιθα, καὶ τροπῇ τοῦ α εἰς η, ἥλιθα πολ‐ λὴν ἐκ παραλλήλου. Ἄγυρις, τὸ ἄθροισμα καὶ ἡ ἐκκλησία. παρὰ δὲ τὸ ἀγο‐ | |
5 | ρῶ, ἀφ’ οὗ καὶ ἀγορητὴς, καὶ θηλυκὸν ὄνομα ἄγο‐ ρις, καὶ τροπῇ τοῦ ο εἰς υ κατ’ Αἰολέας, ἄγυρις, καὶ πανήγυρις. Ἅζομαι, ἐστὶ χάζομαι, καὶ ἀποβολῇ τοῦ χ, ἅζομαι· ὡς λείβω εἴβω, γαῖα αἶα. οἱ δὲ καὶ τιμῶντες ὑποχωροῦ‐ | |
10 | σιν. Ἄζω, τὸ ξηραίνω κατὰ στέρησιν τοῦ ζῆν. τὸ γὰρ ζῶν καὶ ὑγρόν ἐστι. ἔνθεν καὶ διερὸς βροτὸς, ὁ ζῶν. καὶ ἀλίβας ὁ νεκρὸς εἴρηται. Ἀσπασίως, σπῶ ἐστὶ τὸ ῥῆμα, οὗ παθητικὸν σπῶμαι, | |
15 | καὶ τοῦ σπῶ παράγωγον σπάζω· ὡς βῶ βάζω· τούτῳ τῷ σπάζω ἡ α ἐπίτασις ἐπῆλθε, καὶ ἐποίησεν ἀσπάζω καὶ ἀσπάζομαι. τὸ ἀσπάζεσθαι γὰρ ἐστὶ, τὸ ἄγαν ἐπι‐ σπᾶσθαι. καὶ κυρίως τοῦτο ἐστὶ τὸ δεξιοῦσθαι ἐπι‐ σπώμενον τὴν χεῖρα. ἔνθεν παρ’ Ὁμήρῳ· ἦ ῥα καὶ | |
20 | ἐκ χειρὸς χεῖρα σπάσεν Ἀντινόοιο, ἐπὶ τοῦ ἀποστρε‐ φομένου. παρὰ δὲ τὸν ἀσπάσω μέλλοντα, ἀσπάσιος ὄνομα ῥηματικόν· ὡς θαυμάσω θαυμάσιος. Ἀντίον, παρὰ τὸ ἄντω βαρύτονον ῥῆμα. ἐστὶ δὲ καὶ ἀντῶ περισπώμενον. ἀφ’ οὗ τὸ ἀντίσω. καὶ ἀντίον | |
25 | ἐπίῤῥημα καὶ ἀντίης. Ἀλκή, παρὰ τὸ ἄλκω καὶ ἄλξω μέλλων. ἀφ’ οὗ ἀλ‐ κτήρ· ὡς παρὰ τὸ ἕλκω ὁλκὴ, ὁ σταθμός· καὶ παρὰ τὸ ἄλκω (ὅθεν καὶ διπλασιασμὸς ἄλαλκα) ἀλκὶ τὸ δέ· ἀλκὶ πεποιθώς. κατὰ μεταπλασμὸν, ὡς διχομήνῳ | |
30 | διχόμηνι. | |
alpha28 | Ἀηδών, παρὰ τὸ ἀείδω, καὶ τροπῇ τῆς ει διφθόγ‐ γου εἰς η, ἀηδών. Ἀποσκύδμαινε. σκύζω ἐστὶ ῥῆμα, οὗ ὄνομα ῥηματι‐ κὸν σκύδος ἡ λοιδορία. καὶ ὡς παρὰ τὸ ἄζω, ἀζαί‐ | |
5 | νω· Σώφρων· ἐγὼ δὲ σίτου μὲν οὐδὲν ἀζαίνομαι. καὶ παρὰ τὸ ἄζω ἀζαίνω, καὶ Ἰωνικῶς παρ’ Ὁμήρῳ καταζήνασκε δὲ δαίμων· οὕτω καὶ σκύζω, σκυζαίνω, καὶ τροπῇ τοῦ ζ εἰς δ, καὶ ἐνθέσει τοῦ μ, καὶ ζ διὰ τὴν ἀσυνταξίαν τοῦ μ καὶ ζ, ἐγένετο σκυδμαίνω. | |
10 | ἐρίζω ἐριζαίνω, καὶ τῷ αὐτῷ λόγῳ ἐριδμαίνω. Ἀμύμων, παρὰ τὸ μύω, μύσω· μύμων ἀμύμων· ὁ μὴ τε‐ ταπεινωμένος, μὴ δὲ ἀνακυκαμμυμένος· οἱ δὲ παρὰ τὸν μῶμον· ἄμωμος ἀμώμων, παρασύνθετον, καὶ τρο‐ πῇ τοῦ ω εἰς υ, ἀμύμων· τροπῇ δὲ τοῦ ω εἰς υ. | |
15 | ὡς παρὰ Σαπφοῖ, χελώνη χελύνη. Ἅρπυια, παρὰ τὸ ἅρπω, οὗ παράγωγον ἁρπάζω. οὕτως Ἡρωδιανός. Ἀθρόως, παροξυτόνως ἐπὶ τοῦ ἀθροίζειν· ἄθροος δὲ οὐκ ἐπὶ τοῦ αἰφνηδίου κατὰ στέρησιν τοῦ θρο· Οὐ γὰρ | |
20 | πᾶν ἦεν ὁμὸς θρόος, οὐδ’ ἴα γῆρις. Ἀνεψιός, παρὰ τὸ ἀνῆφθαι· ὁ ἄνωθεν συνημμένος εἰς συγγένειαν. Αὐγή, παρὰ τὸ ἄγω ῥῆμα, ᾗ διαγόμεθα. σκότος πα‐ ρὰ τὸ σχέθειν ἡμᾶς. | |
25 | Ἀμενηνός, μένος, ἄμενος, κατὰ πλεονασμὸν τοῦ ν. Ἀκρέμων, κρέμω ῥῆμα· ἀφ’ οὗ ῥηματικὸν ὄνομα κρέμων, καὶ κρέμονες τὸ πληθυντικόν· καὶ πλεονασμῷ τοῦ α ἀκρέμων· πλεονάζει δὲ τὸ α· ὡς στάχυς ἄσταχυς. οὕ‐ | |
τως Ἡρωδιανός. | ||
alpha29 | Ἀγαθός, τινὲς παρὰ τὸ ἀγῶ τὸ θαυμάζω, οὗ παρά‐ γωγον εἰς μι ἄγημι· ὅθεν ἄγαμαι παθητικόν. παρὰ δὲ τὸ ἀγῶ ἀγάζω γίνεται· ὡς σκεδῶ σκεδάζω· ἀφ’ οὗ ὄνομα ῥηματικὸν ἄγαστος· καὶ ἀποβολῇ τοῦ ς καὶ | |
5 | τροπῇ τοῦ τ εἰς θ, ἀγαθός· ὡς ἐπὶ τοῦ κρεμῶ κρε‐ μάσρω κρεμάθρα. οὕτως Ἡρωδιανός. ὁ δὲ Φιλόξε‐ νος φησὶ σύνθετον αὐτὸ παρὰ τὸ ἄγαν καὶ θεῖος, καὶ συνθέσει καὶ συγκοπῇ ἀγαθός· ὅθεν οὐ λέγεται ἀγαθό‐ τερος, ἵνα μὴ ὦσιν ὡς δύο ἐπιτάσεις, ἀπὸ τοῦ ἄγαν | |
10 | καὶ τῆς συγκριτικῆς παραγώγως. Ἀσπίς, παρὰ τὸ σπῶ, οὗ παράγωγον σπίζω· ἀφ’ οὗ ὄνομα ῥηματικὸν σπι ἤτοι μακρὸν, παρὰ τὸ ἀποσπᾶ‐ σθαι καὶ ἀποτείνεσθαι. τοῦ δὲ σπίζω ὁ μέλλων σπί‐ σω· καὶ ἀποβολῇ τοῦ ω μέγα σπὶς, καὶ μετὰ τοῦ | |
15 | α στερητικοῦ ἀσπίς· ἥτις τοῦ μακρὰν εἶναι ἀπήλλα‐ κται. καὶ γὰρ περιφερὴς τῷ σώματι ἐστίν. Ἀεικέλιος, παρὰ τὸ εἴκω, εἴκιος, ὄνομα ῥηματικὸν, καὶ πλεονασμῷ τοῦ ελ εἰκέλιος, καὶ μετὰ τῆς α στερήσεως, ἀεικέλιος, ὁ ἀνόμοιος. | |
20 | Ἁπαλός, παρὰ τὸ τὴν ἁφὴν ὁ εὐαφὴς, οἷον ὁ εἴκων τῇ ἁφῇ. κατὰ μετάθεσιν τοῦ φ εἰς π, ἁπαλός. Ἀελλής, παρὰ τὸ εἴλλω, ἢ ἀόλλω, τροπῇ τοῦ ς εἰς ο ἀολὴς, ἀελλὴς εἶναι· οὐ κάτωθεν δὲ τῷ σημαινομένῳ τοῦ ἀελλὴς τὸ ἀολλής. καὶ γὰρ ἐνταῦθα ἡ ἄθροισις | |
25 | καὶ ἡ συστροφή. οὕτως Ἡρωδιανός. Ἀττική, παρὰ τὸ τὴν ἀκτήν· παραθαλασσία γὰρ ἐστίν· | |
ὡς Κρήτη, Κρητική. | ||
alpha30 | Ἄφαρ, παρὰ τὸ ἅπτω ῥῆμα· τὸ οὕτω ταχέως καὶ ἅμα τοῦ ἅψασθαι καὶ ἴεσθαι. Ἀείδω, παρὰ τὸ εἰδῶ, ἀείδω· τοῦ α κατ’ ἐπίτασιν κει‐ μένου. | |
5 | Ἀτρεύς, παρὰ τὸ τρέω τὸ φοβοῦμαι, ὡς τρέφω τροφός. ὁ μὴ φοβούμενος. Ἀγριώτης, ἀγρὸς, ἀγροίτης, πλεονασμῷ τοῦ ι, καὶ προσθέσει τοῦ ω, ἀγριώτης. Ἀγαυός. Ἡρωδιανὸς λέγει παρὰ τὸ γαίω τὸ γαυρίω | |
10 | ἀγαιὸς εἶναι, καὶ τροπῇ τοῦ ι εἰς υ ἀγαυὸς, ὡς καίω καύσω, πλεονάζοντος τοῦ α ἐπιτατικοῦ. Ἀσκληπιός, ὁ τὰ ἄγαν σκληρὰ ἤπια ποιῶν, τοῦ α ἐπί‐ τασιν σημαίνοντος. Ἀλίβας, ὁ νεκρὸς, παρὰ τὸ λιβάδα καὶ ὑγρότητα μὴ | |
15 | ἔχειν. ἔστι παρὰ Ἱππώνακτι καὶ ἐπὶ τοῦ ὄξους. Ἄμπελος, Ἡρωδιανὸς φησὶν ἐν Ἐπιμερισμοῖς ἀνάπηλος, παρὰ τὸ ἀναδοῦναι τὸν πηλὸν, τοῦτ’ ἔστι, τὸν οἶνον. πηλὸς δὲ ὁ οἶνος, παρὰ τὸ πάλλειν καὶ σείειν ἡμᾶς πίνοντας. οἱ δὲ παρὰ τὸ ἄνω πελάζειν, ἀνάπελός τις | |
20 | οὖσα. Ἀμύγδαλα, παρὰ τῷ κελύφει, τῷ ξυλώδει καλύμματι τῷ μετὰ τὸ χλωρὸν τῷ ἔξω ἀμχὰς πολλὰς ἔχειν. Ἀϋτμή, ἄω καὶ ἄσω, ὄνομα ἀσμὴ, καὶ τροπῇ τοῦ ς εἰς τ, ἀτμὴ, πλεονασμῷ τοῦ υ, ἀϋτμή. Ἡρωδιανὸς ἐν | |
25 | Ἐπιμερισμοῖς. Ἀμβροσία, παρὰ τὸ μὴ βροτοῖς δεδόσθαι· Οὐ γὰρ σῖτον | |
ἔδους’, οὐ πίνους’ αἴθοπα οἶνον, καθ’ Ὅμηρον. | ||
alpha31 | Ἀναλογία, ὅθεν τὸ ἀκόλουθον, καὶ κατὰ λόγον δύο στε‐ ρήσεις ἔχει ἡ λέξις· αἵτινες ὁμοῦ οὖσαι κατάθεσιν δη‐ λοῦσιν, ὡς πηρὸς καὶ ἀνάπηρος ὁ πεπερωμένος. ἔστιν οὖν ὁ λόγος, ἄλογος, ἀλογία, καὶ μετὰ τῆς α στερή‐ | |
5 | σεως, καὶ ἄλλη στέρησις, ἀναλογία. τοιοῦτον δὲ ἐστὶ καὶ τὸ ἀνάπυστα, τὰ περιβόητα· ἐπλεόνασε δὲ τὸ ν ἐν τῇ λέξει τῇ ἀναλογίᾳ, ὡς ἐν τῷ ἀναίσχυντος, ἀναιδής. Ἀκρεφνές, οἷον ἀκεραιοφανές. Ἀγγεῖλαι, κυρίως τὸ δι’ ἀγγέλων κελεύειν καὶ λέγειν. | |
10 | Ἄμυδις, παρὰ τὸ ἅμα ἄμαδις. καὶ τροπῇ τοῦ α εἰς υ, Αἰολικῶς ἄμυδις. Ἀμφωρεὺς, τὸ δίωτον σταμνὴν τὸ ἀμφοτέρωθεν φε‐ | |
ρόμενον· Θεόκριτος ἀμφῶες, νεοτευχές. | ||
alpha32 | Ἅρμα, παρὰ τὸ αἵρω ῥῆμα. Ἀλιτήριος, ἀλίτω ἐστὶ ῥῆμα βαρύτονον καὶ περισπώμενον, ὡς αἵρω καὶ ἀρῶ, σίνω καὶ σινῶ· Ἥτ’ ἄνδρας μέγα σίνεται, ἠδ’ ὀνίνησι. Καὶ λούω, λοῶ· ἔνθεν τό, | |
5 | Ἀλλ’ ὅτε δή μιν ἐγὼν ἐλόην. ἀλιτῶ οὖν καὶ ἀλιτή‐ σω, καὶ ὄνομα ῥηματικὸν ἀλιτήμων, ὡς φιλήσω φιλή‐ μων, νοήσω νοήμων, καὶ ἀλιτήμων ἄλιος σκοπός. ὁ δ’ ἀλιτήμων. οὐ γάρ τι θεοῖς ἀλίτημος ἐστίν. ἀπὸ δὲ τοῦ ἀλίτω βαρυτόνου ἀλίτης· φάτο γὰρ τίσα‐ | |
10 | σθαι ἀλίτην. καὶ παρώνυμον ἀλιτὴρ, ὡς ἀρότης ἀ‐ ροτήρ. Καλλίμαχος· ἀρότας κύματος Ἀονίου. ἀλι‐ | |
τὴρ σωτῆρος σωτήριος. | ||
beta31(t) | ΑΡΧΗ ΤΟΥ Β. | |
1 | Βιός, τὸ τόξον, παρὰ τὴν βίαν· διὰ τὸ βίας αὐτῷ δεῖν καὶ δυνάμεως εἰς τὴν ἔντασιν. Βοιωτία, ἀπὸ τοῦ Βοιωτοῦ τοῦ Ποσειδῶνος καὶ Ἄρνης τῆς Αἰόλου. ἐκλήθη δὲ οὕτως, ἐπειδὴ τεχθεὶς ἐξε‐ | |
5 | τέχθη ὑπὸ τῆς μητρὸς εἰς βουκόλιον, παρὰ τὰς βοῦς. εἴρηται Βοιωτὸς καὶ Βοιωτία. Βασαρίδες, αἱ Βάκχαι, παρὰ τὸ ἐν βάσαις διάγειν. ἢ παρὰ τὸ ὑπόδημα, τὸ λεγόμενον βασάρη. ἐν τῇ βά‐ σει ἀρήρεται. | |
10 | Βίος, εἴρηται παρὰ τὴν βίαν καὶ τὴν ἀνάγκην· οἷον τὸ μετὰ μόχθου ζῇν. | |
Βλεμεαίνων, κατὰ μετάθεσιν στοιχείων, οἷον βρέμων | ||
beta32 | σφοδρὸς ὢν, βρέμω βρεμαίνω· καὶ μεταθέσει τοῦ ρ εἰς λ βλεμεαίνω. Βράσων, ὁ βραδὺς, ὡς ταχὺς θάσσων· δύναται δὲ, ὁ μὴ καθεστὼς ἀπὸ τοῦ βρασμοῦ. | |
5 | Βουκόλον, ἤτοι βουκόνον, παρὰ τὸ κονεῖν περὶ τὰς βοῦς, τροπῇ τοῦ κ εἰς λ, ὡς νίτρον λίτρον. Βότρυς, οἷον πότρυς, ὁ ποσὶ τρυόμενος καὶ πατούμενος. Βάναυσος, ὁ τὰς βάνους ἅπτων· ὁ τὰς καμίνους αὔων, ἀντὶ τοῦ καίων. | |
10 | Βητάρμων, ὁ ὀρχηστὴς, παρὰ τὸ βαίνειν μετὰ ἁρμο‐ νίας. | |
Βραβευταί, κυρίως οἱ τὴν ῥάβδον ἀπὸ φοίνικος ἤ τινος ἄλ‐ | ||
beta33 | λου διδόντες σύμβολον τῆς νίκης. ῥαβδευταὶ τινὲς ὄντες· καὶ πλεονασμῷ τοῦ κατ’ ἀρχὴν β, ὡς παρ’ Αἰολεῦσι τὸ ῥόδον βρόδον λέγεται. Βυσσοδομεύειν, παρὰ τὸ δομεύειν αὐτὰ καὶ κατασκευά‐ | |
5 | ζειν ἐν βάθει. Βία, πλεονασμῷ τοῦ β. ἲς γὰρ ἴνα καὶ βία· ἲς δὲ ἡ δύνα‐ μις· παρὰ τὸ ὁρμᾶν. Βαλβίς, πλεονασμῷ τοῦ β, βηλὸς ὁ βαθμὸς, παρὰ τὸ ἐν αὐτῷ βῆναι. βήσω, βηλὸς, βηλὶς, ὡς ψῆφος ψηφίς. | |
10 | τροπῇ τοῦ η εἰς α, καὶ πλεονασμῷ τοῦ β, βαλβίς. Βάσκανος, ὁ τοὺς φαέσι καίνων, οἷον φονεύων. ἀκχὸς, πλεονασμῷ τοῦ κ, βάζω βάξω βάχος καὶ βάκχος, ὡς παρὰ τὴν ἰαχὴν ἴαχος· καὶ ἴ. Βάκχος· οἱ γὰρ μεθυσθέντες πλέον τῇ φωνῇ χρῶνται· | |
15 | ὡς εἴρηται θαρσαλέα παραγηρητῆρι φωνὰ γίνεται μεί‐ ζων. Βάπτω, βλάβω, βλάπτω, ἐπεισόδῳ τοῦ τ καὶ τρο‐ πῇ τοῦ β εἰς π, βλάπτω. Βλάξ, συγκοπὴ, καὶ μετάθεσις τοῦ μ εἰς β μαλακὸς | |
20 | καὶ παρώνυμον μάλαξ καὶ βλάξ. οὐ γὰρ ἐδύνατο τὸ μ προτάττεσθαι τοῦ λ. Βουβών, ἐπὶ τοῦ συμβαίνοντος οἰδήματος, παρὰ τὸ ἄγαν βαίνεις εἰς ὕψος· βῶ οὖν βῶν, καὶ ἐπιτατικοῦ μορίου τοῦ βοῦ βουβὼν, ὡς βούπαις, βουγάϊος, βού‐ | |
25 | λιμος. Βροτός, παρὰ τὸ μείρω μορτὸς εἴρηται ὁ ἄνθρωπος. Καλ‐ | |
λίμαχος· ἐδείμαμεν ἀστία μορτοί. μείρω δὲ τὸ με‐ | ||
beta34 | ρίζω. Ὅμηρος· καὶ ἥμισυ μείρεο τιμῆς. μορτὸς οὖν, ᾧ μεμέρισται ἡ εἱμαρμένη. καὶ ὑπερθέσει τοῦ ρ καὶ τροπῇ τοῦ μ εἰς β, βροτός· οὐ γὰρ ἐδύνατο τὸ μὴ προτάττεσθαι τοῦ ρ. κατὰ σύλληψιν. ὡς καὶ ἐν τῷ | |
5 | μεσημβρία· μεσημρία γὰρ ἐστίν. οὕτως Ἡρωδιανὸς ἐν τοῖς Ἐπιμερισμοῖς. ἢ παρὰ τὸν μόρον τὴν κακοπά‐ θειαν· ἢ παρὰ τὸν βρότον τὸν φόνον. Βρέγμα, κυρίως ἐπὶ τῶν νηπίων, παρὰ τὸ ὑγρὸν εἶναι καὶ ἁπαλὸν τὸ μέρος. οὕτω Σωρανὸς ἐν ταῖς Ἐτυ‐ | |
10 | μολογίαις τοῦ σώματος τοῦ ἀνθρώπου. Βόστρυχοι, οἷον βότρυχοι· σχήματι βότρυος ἀποκεκράμε‐ νοι. Βολβός, ἐπὶ τοῦ ὀφθαλμοῦ, ἀπὸ τῆς βολβοῦ ἐμφερείας τῆς πρὸς τὸ ἔξω. | |
15 | Βλέφαρα, ὅτι τὸ βλέπειν ἐστὶ φάρη. ἢ παρὰ τὸ αἴ‐ ρεσθαι αὐτὰ ἐν τῷ βλέπειν. Βραχίονες, οἷον βραχυκίονες· βραχύτεραι γὰρ τοῦ λοι‐ ποῦ μέρους τῶν χειρῶν τοῦ πήχεως. Βρεχμός, παρὰ τὸ βρέχω βρέξω βρεγμός· ὡς παρὰ τὸ | |
20 | ἔχω ἕξω ἐχμὸς καὶ συνεχμός. Βραδύς, παρὰ τὸ βάρος βαρύς. ὑπέρθεσις τοῦ ρ, καὶ πλεονασμῷ τοῦ δ, βραδύς. Βάτραχος, παρὰ τὸ βοὴν τραχεῖαν ἔχειν. βοάτραχυς, καὶ βάτραχος. | |
25 | Βινεῖν, ὅτι οἱ κομίζοντες τὴν ἡλικίαν ταὐτῆς συνουσίας, ἀρχὰς ἔχουσι τοῦ βίου. ἄλλοι δὲ παρὰ τὸ βύειν δε‐ | |
δώκασι τὴν λέξιν· καὶ τροπῇ τοῦ υ εἰς ι. | ||
beta35 | Βορέας, ὁ ἄνεμος, παρὰ τὸ ἦχον τὸν γινόμενον κατὰ τὴν πνοὴν τὸ ὄνομα γέγονε. Βροντή, παρὰ τὸ βρομῶ βρόμος· κυρίως δὲ ἐπὶ πυρός. ἔνθεν καὶ βρόμαιος. | |
5 | Βλαστός, κατὰ συγγένειαν τοῦ β πρὸ τοῦ μ· ἐν τῷ με‐ ταλαμβάνεσθαι εἰς ἄλληλα πολλάκις· παρὰ τὸ βλώ‐ σκειν ἐν τῷ αὔξεσθαι, ὅ ἐστι μολίσκειν. Βρέφος, παρὰ τὸ φέρβω φέρβος· καὶ μεταθέσει τῶν δύο συμφώνων, βρέφος· τὸ δεόμενον φορβῆς. | |
10 | Βράγχος, παρὰ τὴν μίμησιν τῆς γινομένης αὐτῷ τρα‐ χύτητος ἐν τῇ φωνῇ· ἀφ’ οὗ καὶ βρόγχος λέγεται, δι’ οὗ ἀναφέρεται ἡ φωνή. Βῶλος, παρὰ τὸ βῶ τὸ τρέφω· οἱ γὰρ βῶλοι τῶν καρ‐ πῶν τὰς ἀναδόσεις ποιοῦνται. | |
15 | Βλωθρή, ὡς παρὰ τὸ λάμπω λαμπρὸς, καὶ παρὰ τὸ βλῶ, παράγωγον τὸ βλώθω· καὶ ὄνομα ῥηματικὸν βλωθρὸς, θηλυκὸν βλωθρὴ, ἡ ἀναδραμοῦσα καὶ ηὐξεμένη· ἀπὸ τοῦ μολεῖν εἰς ὕψος· ἢ παρὰ τὸ μόλω βλωθρή. Βλωμός, παρὰ τὸ βρῶ τὸ ἐσθίω· καὶ μεταθέσει τοῦ ρ | |
20 | εἰς λ βλωμός. ἄλλοι δὲ παρὰ τὸ βάλλειν εἰς στόμα. Βλάπτω, βρῶ ἐστὶ ῥῆμα ὁμοίως δηλοῦν τὸ ἐσθίω· καὶ μεταθέσει τοῦ ρ εἰς λ, βλάπτω. Βρώμη, παρὰ τὸ βρώσω μέλλοντα. | |
Βδέλλα, Ἀττικοὶ βλάττειν λέγουσι τὸ ἀμέλγειν. ἀπὸ | ||
beta36 | δὲ τοῦ βδέλλω βδέλλα. τοῖς ἀμέλγουσι ἔοικεν ἡ βδέλλα ἐν τῷ σπᾶν τοῦ αἵματος. Βάθι, ἐφ’ ᾧ ἐστι βῆναι. Βρενθύεται, θρύπτεται· Βησαντῖνος ἐν τῷ περὶ Χρη‐ | |
5 | στομαθείας φησί, ὅτι Βρενθεῖον ἐστὶ μῦρον, καὶ οὕτω λέγει ἐν τοῖς ἰάμβοις τοὺς ἀλαζόνας καὶ τρυφε‐ ροὺς μύρῳ χρᾶσθι ἀκολουθεῖν· ἀπὸ τοῦ δηλαδὴ τοὺς θρυπτομένους ἐπὶ παντί. Βέλτερος, οὐκ ἀπὸ τοῦ βάλλω, ἀλλ’ ἴσως ἀπὸ τοῦ βέλ‐ | |
10 | λω· ὅθεν βέλος καὶ βολὴ, ὡς τρέπω τροπὴ, ὄνομα ῥηματικόν· ἑτέρῳ τύπῳ τῶν εἰς ων, βελτίων, καὶ ὑπερθετικὸν βέλτιστος. Βόθυνος, βάθυνός τις ὤν. Βρόχος, ὁ περιτιθέμενος τῷ αὐχένι, παρὰ τὸν βρόχον | |
15 | εἴρηται, ὃν καὶ φάραγγα καλοῦσι. καὶ ἡ μὲν συνή‐ θεια βρόγχον καλεῖ· οἱ δὲ Ἀττικοὶ βράγχον· ἔν‐ θεν τὸ βράγχος τὸ πάθος. Βαμβαίνω, παρὰ τὸ βαίνω· οἱ γὰρ κατάσχετοι ὑπὸ φό‐ βου οὐχ οἷόν τε εἶναι ἑδραῖοι ταῖς βάσεσιν ἀμφοτέ‐ | |
20 | ραις ὡς ὑπὸ Ὁμήρου παραδέδοται· ἀλλὰ μετοκλάζει, καὶ ἐπ’ ἀμφοτέρους πόδας ἵζει. ἀπὸ μεταφορᾶς οὖν τῶν ποδῶν εἴρηται ἐπὶ τῶν ἑδραίαν τὴν φωνὴν ἔχειν μὴ δυναμένων. βαίνω βαβαίνω καὶ βαμβαίνω. οὕ‐ | |
τω Φιλόξενος ἐν τῷ περὶ Ἀναδιπλασιασμοῦ. | ||
beta37 | Βάζειν, βοῶ πρωτότυπον· συγκοπῇ βῶ, παράγωγον βάζω, ὡς φῶ φάζω. καὶ πλεονασμῷ τοῦ ρ, φράζω. τὸ δὲ βάζω ὁ μέλλων βάξω, καὶ ὄνομα βάξις. Βάβαξ, ὁ λαός. Ἀρχίλοχος· κατ’ οἶκον ἐστρωφᾶ‐ | |
5 | το δυσμενὴς βάβαξ. ἐκ τοῦ βάζω βάζω, βὰξ ὄνο‐ μα, διπλασιασμῷ βάβαξ. Βᾶθρον, παρὰ τὸ βῶ βῆμι καὶ βίβημι. ἔνθεν τὸ ἤϊε μακρὰ βιβάς. βάθρον τι γίνεται ῥηματικὸν ὄνομα, καὶ τροπῇ τοῦ τ εἰς θ δι’ εὐφωνίαν βάθρον. | |
10 | Βλώσκω, μολῶ ἐστὶν, ἀφ’ οὗ μολίσκω, καὶ μεταθέσει τοῦ μ εἰς β, καὶ συγκοπῇ, βλώσκω. Βρῶμα, ἀπὸ τοῦ βρῶ, ὁ μέλλων βρώσω. βρῶμα, βρο‐ τὸς καὶ ἄβροτος, ἡ βρῶσις. Βορά, παρὰ τὸ βῶ τὸ τρέφω, οὗ μέλλων βώσω, ἀφ’ οὗ | |
15 | βορὸς καὶ βορὰ, καὶ βοτήρ. Βολβός, ἐπὶ τοῦ ἐσθιομένου, ἀπὸ τοῦ βίᾳ ἀναβάλλε‐ | |
σθαι. | ||
beta38 | Βρόγχος, παρὰ τὸ βρέχω βρόγχος, πλεονασμῷ τοῦ γ. δίϋγρος γὰρ ὁ τόπος. Βουλή, βέλω, βολὴ, πλεονασμῷ τοῦ υ, βουλή. ἐπιβουλὴ γὰρ ψυχῆς ἐστί. | |
5 | Βάζω, ἐκ μεταθέσεως τοῦ φ εἰς β, ὡς Φενίκη Βερε‐ νίκη, κυφὸν κυβὸν, ὅθεν ἀποβολῇ τοῦ κ ὑβὸν ἄρο‐ τρον. φῶ οὖν ἐστὶ λέγω. οὗ παράγωγον φάζω. ὁ μέλ‐ λων φάσκω δύναται. δύναται δὲ καὶ παρὰ τὴν βοὴν εἶναι βάζω, βοὴ βοάζω, καὶ συγκοπῇ βάζω. | |
10 | Βάδεα, πλεονασμῷ τοῦ β. ἄδεα γὰρ ἐστὶ κυρίως ἐπὶ τῶν ἐγκοιτίων. Βαῦνοι, οἱ κάμινοι, παρὰ τὸ αὔω αὖνος, καὶ πλεονασμῷ τοῦ β βαῦνοι. Βυθός, παρὰ τὸ βάθος, ἣ παρὰ τὸ βύζω, βυτὸς καὶ | |
15 | βυθός. | |
gamma37(t) | ΑΡΧΗ ΤΟΥ Γ. | |
1 | Γέφυρα, οἷον γῆ ἐφ’ ὑγρῷ κειμένη, οἷον γήφερά τις οὖσα. Γνόφος, κενὸς φάους ἀήρ. κατὰ μετάθεσιν τοῦ κ εἰς π, κενοφαός τις ὤν· τινὲς δὲ οὕτω· νέφος, νόφος, | |
5 | καὶ πλεονασμῷ τοῦ γ, γνόφος. Γνύξ, γόνυξ ἐστίν· ἀντὶ τοῦ ἐπὶ τοῦ γόνυ· ἔνθεν | |
ἰγνία, ἡ τὸ γόνυ συνέχουσα. | ||
gamma38 | Γλωχίν, ἡ γωνία, παρὰ τὸ γλύψαι, τὸ κοιλάναι. Γνῶστις, ὁ ἀδελφός· παρὰ τὸ μᾶλλον τῶν ἄλλων γι‐ νώσκεσθαι· ἢ ἅμα τινὶ γεγενημένος. Γυμνάσια, οἱ τόποι ὅπου ἐγυμνάζοντο· ἐπὶ γυμνοὶ ἠγω‐ | |
5 | νίζοντο· ὥστε ἐπὶ τῶν ἀλητῶν. Γουνὸς ἀλωῆς, ὁ ὑψηλὸς τόπος, ἀπὸ τῶν ἐν σώμα‐ | |
τι γονάτων· ἃ ἐξέχει καὶ ἐστὶ γόνατα· οἷον κόνατα, | ||
gamma39 | ἀπὸ τοῦ κονεῖν καὶ ἐνεργεῖν. ὅθεν καὶ διάκονος. τινὲς δὲ, ὁ τραχύτατος τόπος, ἀπὸ τῶν γονάτων· ὁμοίως τῶν ἐν τῷ σώματι τραχέων τόπων καὶ ὀστωδῶν. ἐν δὲ τοῖς ὀρεινοῖς καὶ πετρώδεσι τόποις εἰς τὸ πλέον αὔξεται. | |
5 | ἢ ὁ γόνιμος τόπος· παρὰ τὸ γόνον καὶ γουνὸς, κατὰ πλεονασμὸν τοῦ υ. γόνος μὲν βαρυτόνως, τὸ γεγενη‐ μένον, ὀξυτόνως δὲ, τὸ γεννητικὸν, ἢ ὁ γεννητικὸς τό‐ πος εἴρηται. Γαμβρός, γάμος γαμηρὸς, συγκοπῇ καὶ προσθέσει τοῦ β, | |
10 | γαμβρός. Γαστήρ, ὅτι γαστρίζει ἡμᾶς ἐπιχορηγοῦσα τὴν τροφήν. Γλουτοί, οὕτω λέγονται διὰ ὑγρότητα καὶ τρυφερότητα· οἷον γλοιοὶ τινὲς ὄντες. καὶ γὰρ οὗτοι μετὰ λειότητος ἔνυγροι εἰσί. | |
15 | Γόνυ, ὅτι κατὰ τὸ αὐτὸ γναμπτόμενον τὸ σκέλος ὥσπερ γωνίαν ἀποτελεῖ. Γάλα, τὸ καλὸν εἰς ἀνατροφὴν, οἷον κάλα. καὶ μετα‐ θέσει τοῦ κ εἰς γ, γάλα. Γυνή, γονή τις ἐστὶν, παρὰ τὴν γονήν· διὰ τὸ δεκτικὸν | |
20 | εἶναι τοῦ γόνου, τουτέστι τοῦ σπέρματος. ὁ δὲ Φιλόξε‐ νος ἐν τῷ περὶ Ἀναδιπλασιασμοῦ φησὶν, ὅτι γῶ ἐστὶ ῥῆμα δηλοῦν τὸ δέχομαι, καὶ λαμβάνω. ὅθεν καὶ γω‐ ρυτὸς τὸ δεχόμενον τὸ ρυ. —γω. Γωγυῖα γυνή, δεκτικὴ τοῦ σπέρματος. | |
25 | Γυῖα, κυρίως ἐστὶν ἐπὶ τῶν ποδῶν. παρὰ τὸ ἐπὶ τῆς γύης ἰέναι, τουτέστι τῆς γῆς. τάττεται δὲ καὶ ἐπὶ τῶν χειρῶν. | |
Γλήνη, ἡ τῶν ὀφθαλμῶν κόρα. παρὰ τὸ δι’ αὐτῶν τὸν | ||
gamma40 | νοῦν γαληνιᾶσθαι τῇ ποικιλίᾳ τῶν ὁρατῶν. ἢ ἀπὸ τοῦ γλαύσειν, ὃ ἐστὶ λάμπειν. Γλαυκός, παρὰ τὸ γλαύσσειν. Γνάθος, παρὰ τὴν γνάψιν καὶ κλάσιν. χαλινοὶ δὲ ὅτι | |
5 | δι’ αὐτῶν τὸ χαίνειν γίνεται. Γένυς, οἷον κέρυς τὶς οὖσα, ὅτι κένος τὸ κατ’ αὐ‐ τὸν μέρος ὀστέων. οἱ δὲ, ὅτι γεννᾷ ὀδόντας καὶ τρί‐ χας. Γένειον, τὸ μέσον καὶ ἐξέχον τῆς κάτω γένυος. ἀπὸ | |
10 | τοῦ δι’ αὐτοῦ τὰ γένη διαστέλλεσθαι τῶν ἀῤῥένων καὶ τῶν θηλυκῶν, καὶ ἀτελῶν καὶ τελείων ἡλικιῶν. οὕτω Σωρανός. Γεγωνεῖν, τὸ θέμα γνωῶ· μεταθέσει τοῦ ν γονῶ, δι‐ πλασιασμὸς γεγωνώς. οἱ γὰρ Ἴωνες ὡς ἀπὸ | |
15 | προπερισπωμένου προφέρονται, γεγωνηκότες λέγον‐ τες, καὶ γεγωνέω. Γράστις, παρὰ τὸ γράω ῥῆμα, τὸ ἐσθίω· ὁ μέλ‐ λων γράσω· γράσις, καὶ πλεονασμῷ τοῦ τ, γράστις. Γλίχεσθαι, παρὰ τὸ λίαν ἔχεσθαι. | |
20 | Γρίπος. παρὰ τὸ ἀγρεῖν, ὃ ἐστὶ παρακολουθεῖν τῇ ἄγρᾳ οὕτως Ἡρωδιανὸς ἐν τῇ Ὀρθογραφίᾳ· γρίπος ἁλι‐ ευτικόν τι δύκτιον, οἷον ἄγριπον. ἀγρεῖν δὲ, τὸ λαμ‐ βάνειν. Γείτων, παρὰ τὴν γῆν γεΐτων, καὶ γείτων, ὁ ἐν τοῖς | |
25 | αὐτοῖς τόποις. Γάδειρα, οἷον τῆς γῆς δειρά. Γαιήοχος, παρὰ τὸ γεννᾷν. Γῆρας, παρὰ τὸ εἰς γῆν ἐῤῥεῖν. διὰ τὸ ἐγγὺς εἶναι θα‐ | |
νάτου. ἢ διὰ τὸ εἰς γῆν ὁρᾶν. | ||
gamma41 | Γαλήνη, ἡ καθισταμένη θάλασσα παρὰ τὸ γάλα. οἱ δὲ παρὰ τὸ γελᾶν· γελάνη τὸ πρᾶον καὶ ἡδὺ ἔχουσα. Γέρανος, γήρευνός τις ἐστί· ἀπὸ τοῦ τὰ τῆς γῆς ἐρευνᾶν σπέρματα. | |
5 | Γαῦρος, παρὰ τὸ γαίω τὸ γαυριῶ, ἢ παρὰ τὸ ἀπὸ γῆς αἴρεσθαι. Γρυπός, γρυβόνες παρὰ τοῖς Αἰολεῦσι τὸ ἐπικαμπές, ἤτοι ῥυβόν. καὶ τροπῇ τοῦ β εἰς π, ῥύπος, πλεονα‐ σμῷ τοῦ γ γρυπός. οὕτως Ἡρωδιανὸς ἐν τοῖς Ἐλέγχοις. | |
10 | Γαγγαλίζεσθαι, παρὰ τὸ γελῶ γελίζω, τροπῇ τοῦ ε εἰς α, γαλίζω. διπλασιασμῷ, καὶ πλεονασμῷ τοῦ γ, γαγ‐ γαλίζω, τὸ εἰς γέλωτα ἄγειν. οὕτω Φιλόξενος ἐν τῷ περὶ Ἀναδιπλασιασμοῦ. Γαμψός, κάμψω καμψός, καὶ ἔκαμψε, καὶ ἔγναψε. | |
15 | ἔγναψες γὰρ ἅπαντας, Ὅμηρος. καὶ γαμψόνυχες ἀπὸ τοῦ καμψόνυχες. Γαλαθηνός, παρὰ τὸν θήσω μέλλοντα, δηλοῦντα τὸ θρέ‐ ψαι, ὡς τὸ, ἐπηετανὸν γάλα θῆσθαι· τὸ ἐσθί‐ ειν καὶ τὸ τρέφεσθαι· καὶ θοίνη ἡ τροφή· ἐστὶν οὖν | |
20 | θήσω θηνός, ὡς δήσω δεινός, κλείω κλεινός. καὶ σύν‐ θετον γαλαθηνός. Γέρας, ἡ τιμὴ, παρὰ τὸ γῆρας τὸ τίμιον, τροπῇ τοῦ η εἰς ε. Γομφίος, τροπῇ τοῦ α εἰς ο. γαμφίος γὰρ ἦν, καὶ παρὰ | |
25 | τὸ γνάπτεσθαι· κατὰ συγγένειαν τοῦ γ πρὸς τοῦ κ. ἐκ τοῦ κάμπτω. γαμφίος οὖν ἀπὸ τῶν καμβίων | |
σιαγόνων μετήνεκται. | ||
gamma42 | Γαμφολή, παρὰ τὸ κνάμπτω καὶ γνάμπτω, καὶ γαμφὴ ὄνομα ῥηματικὸν, καὶ ἕτερον ἀπ’ αὐτοῦ παράγωγον γαμφηλή. Γάνος, παρὰ τὸ γανῶσαι τὸ λαμπρῦναι. | |
5 | Γωρητός, παρὰ τὸ γῶ τὸ λαμβάνω, ὅπερ εἴρηται ἀπὸ τῆς γῆς τῆς τὰ πάντα λαμβανούσης καὶ χωρούσης. γωρητὸς οὖν ὁ λαμβάνων καὶ δεχόμενος τὸ ῥυτὸν, του‐ τέστι τὸ τόξον. Γαστήρ, ἡ εἰς κύτος γεννηθεῖσα καὶ εἰς τὸ λαμβά‐ | |
10 | νειν τι. Ἔντο, ἕλετο ἐστὶ, καὶ κατὰ συγκοπὴν ἕλτο, καὶ τρο‐ πῇ τοῦ λ εἰς ν ἔντο· ὡς τὸ ἦλθεν· καὶ ποιοῦσιν οἱ Δωριεῖς ἦνθεν· καὶ πλεονασμῷ τοῦ γ, γέντο. Γωνία, παρὰ τὸ γόνυ, ὅπερ ἐπικάμπτεται, ἡ κεκλαμένη, | |
15 | πεποίηται φύσει κτητικῷ. Γινώσκω, νοῶ, νοΐσκω, καὶ τροπῇ τοῦ ο εἰς ω, καὶ ἀπο‐ βολῇ τοῦ ι, νώσκω, καὶ κατὰ Ἠπειρώτας γνώσκω· καὶ πλεονασμῷ τοῦ γ, καὶ διπλασιασμῷ, γινώσκω. Γνώμη, νοῶ νοήσω νοήμη, καὶ συναλοιφῇ ἤτοι κράσει | |
20 | νώμη, καὶ πλεονασμῷ τοῦ γ, γνώμη. Γάμος, δάμος ἐστὶ τροπῇ τοῦ γ εἰς δ, ὁ δαμαστικὸς καὶ ὑποτακτικὸς τῶν θηλειῶν. ὅθεν καὶ τὰς παρθέ‐ νους ἀδαμάστους λέγουσιν. οἱ δὲ παρὰ τὸ γεννᾶν. Γέῤῥα, δέῤῥα ἐστὶ, τροπῇ τοῦ δ εἰς γ, εἴτε τὰ σκηνώ‐ | |
25 | ματα, ἐν οἷς τὰ ὤνια ἐπιπράσκετο, εἴτε τὰ δερμά‐ τινα αἰδοῖα. | |
Γλαφόν, παρὰ τὸ γλάφω τὸ κοιλαίνω καὶ διορύττω, | ||
gamma43 | ἐπὶ τοῦ κοίλου. ἐπὶ δὲ τοῦ ἡδέος, τὸ διορύττειν καὶ κινοῦν τὴν ἀκοὴν εἰς ἡδονήν. καταχρηστικῶς δὲ ἐπὶ ἄλλων. Γραῦς, ῥεύσω ἐστὶ μέλλων ἀπὸ τοῦ ῥέω, καὶ πλεονασμῷ | |
5 | τοῦ γ, γρεύω, καὶ γραῦς τὸ διεῤῥυκὸς γύναιον, τρο‐ πῇ τοῦ ε εἰς α. Γύαλον, κυρίως τὸ κοῖλον τῆς χειρὸς, παρὰ τὸ γύω, ἀφ’ οὗ γύον καὶ γύϊον. τὸ δὲ γύω, παράγωγον τοῦ γῶ, δηλοῦντος τὸ λαμβάνω. ἀφ’ οὗ γῆ, ἡ πάντα λαμ‐ | |
10 | βάνουσα. γύον οὖν, καὶ πλεονασμῷ τοῦ αλ, γύλαον. | |
gamma44 | Γαυλός, γῶ γάζω γαλὸς, καὶ πλεονασμῷ τοῦ υ, γαυλός. Γαγγεῖον γάλακτος δεκτικόν. καὶ οὐ πάντως δεῖ πα‐ ρὰ τὸ γάλα αὐτὸ λαβεῖν. σημαίνει δὲ καὶ εἶδος πλοίου. Γάγγαμος, δίκτυον ἐστίν· ὡς γάζω, γάσω, γάμος, | |
5 | γάγγαμος καὶ γάγγαμον, τοῦ γ διπλασιασμῷ. ἀπὸ τοῦ λαμβάνειν τὰ ἀγρευόμενα. Γρώνη, γώνη γρώνη· ἡ δεχομένη πέτρα σχοινία. Γυρῖνοι, οἱ βάτραχοι· παρὰ τὸ γυρὸν, τὸ περιφερές. | |
Γνόφος, παρὰ τὸ δονεῖν τὰ νέφη. | ||
delta43(t) | ΑΡΧΗ ΤΟΥ Δ. | |
1 | Δαφοινός. μέλας. φοινὴν γὰρ τὸ μέλαν. Δράκων ἐπὶ νῶτα δαφοινός. τὸ δα ἐπιτατικόν. Δῶρον. δὼρ ἡ παλαιστή· παρὰ τὸ δωρεῖσθαι ἡμᾶς τῇ χειρί· ἀφ’ ἧς μετρεῖται ἡ παλαιστή. | |
5 | Δέπας. δέχος τι ἐστὶ, δι’ οὗ δεχόμεθα τὴν πόσιν. Δνοφερόν. τὸ μέλαν. ἀπὸ τοῦ γνόφου καὶ δνόφου. γνόφος δὲ ὁ κενὸς φάους ἀήρ. κατὰ δὲ μετάθεσιν τοῦ δ εἰς γ, γνόφος. Δαιμόνιος. ὁ ἐπιστημονικὸς, παρὰ τὸ δαῆναι. | |
10 | Δοῦπος. ὁ δέος ἐμποιῶν ψόφου, ἢ ὁ δέους ἔχων ὄπα. Δειλός. ὁ δεδιὼς τὰς μυίας. ἢ παρὰ τὸν δείσω μέλ‐ λοντα. οὕτως Ἀριστόνικος. δέος δεσαρός· με‐ ταθέσει τοῦ ρ εἰς λ, δεαλός· δειλὸς κράσει, ὡς τα‐ | |
χέας ταχεῖς. | ||
delta44 | Δινατή· περιφερὴς, ἐοικυῖα ἀδίνῳ, ὅ ἐστι τόρνῳ δῖνος δὲ ὁ τόρνος, παρὰ τὸ δονεῖσθαι καὶ κολοῦσθαι. Δίφρος. δυόφορός τις ὤν. Δεύτατος. ὁ ἔσχατος, ἀπὸ τοῦ δεύεσθαι, καὶ ἐνδεῖν. | |
5 | Δίσκος. παρὰ τὸ δικεῖν καὶ ῥίπτειν, καὶ περιττεύει τὸ ς. Δέμνια. ἐν οἷς δεδμήμεθα, καὶ κοιμώμεθα· οἷον δεδέμε‐ θα· διὰ τὸ μηδὲν πράττειν, καὶ τὴν νύκτα δμήτειραν φησὶν Ὅμηρος· εἰ μὴ Νὺξ δμήτειρα θεῶν ἐσάωσε | |
10 | καὶ ἀνδρῶν. Δαρδάπτουσιν. ἀντὶ τοῦ λάβρως ἐσθίουσιν· παρὰ τὸ ζά μόριον, τροπῇ τοῦ ζ εἰς δ, δαδάπτουσι, καὶ πλεονα‐ σμῷ τοῦ ρ, δαρδάπτουσι. Δόρυ. δρύον ἂν εἴη· παρὰ τὴν δρῦν, οἷον δρύϊνον. | |
15 | Δεῖπνον. τὸ παρ’ ἡμῖν ἄριστον. δεῖ πονεῖν. ἄριστον | |
delta45 | δὲ ἔλεγον τὸ πρωϊνὸν βρῶμα. Ὅμηρος· ἐντύνοντο ἄριστον ἅμ’ ἠοῖ κεαμένω πῦρ. Δαλός. παρὰ τὸ δαίω τὸ καίω. δαιλὸς καὶ δαλός. ὁ μέλλων καύσω· ὡς παρὰ τὸ αὔω, αὔσω, αὐλὸς, τὸ | |
5 | φωνητικὸν ὄργανον. Διάκτορος. παρὰ τὸ ἄγω ἄξ ἄκτωρ. Δέλεαρ. παρὰ τὸ δόλον, δόλεαρ ἐστίν· ἢ παρὰ τὸ ἑλεῖν κατὰ πλεονασμὸν τοῦ δ δέλεαρ· ἕλεαρ, δέ‐ λεαρ. | |
10 | Δημός. παρὰ τὸ καίεσθαι. δαιμὸς καὶ δαμὸς, καὶ τρο‐ πῇ τοῦ α εἰς η δημὸς, τὸ εὐχερῶς καιόμενον. Δακτύλιος, ὁ φορούμενος. ἀπὸ τοῦ περὶ τὸν δάκτυλον ἰέναι ἐπὶ τῆς χειρός, οἷον δάκτυλός τις· ἐστὶν ἀπὸ τοῦ δι’ αὐτοῦ δράττεσθαι τινός. δακτύλιος ἐπὶ τῆς ἕδρας. | |
15 | ἢ διὰ τὸ δακτυλίῳ ἐφικτὸς εἶναι. ἢ ἀπὸ τῆς στρογ‐ γυλότητος τοῦ σημαντῆρος, τουτέστι τῆς σφραγίδος. Δελφύς, ἡ γαστήρ. ὡς δὲ τινὲς, ἡ μήτρα. ὅτι ἀδελφο‐ ποιὸς ἐστί. Διαίνει. κυρίως τὸ ὑπὸ ὑετοῦ Διὸς βρέχεσθαι. | |
20 | Δέρματα. κατὰ μετάθεσιν τοῦ τ εἰς δ, ὡσπερεὶ τέρμα τοῦ σώματος. ἔξωθεν γὰρ ἐπιβέβληται παντὶ τῷ συν‐ εστηκότι σώματι. δέρχεσθαι γὰρ δηλοῖ, οἷον τὸ βλεπόμενον διέρχεσθαι. Δάκρυον. δάκνον τι ἐστί. ἀπὸ τοῦ δάκνεσθαι δι’ αὐ‐ | |
25 | τῶν τὰ ὄμματα. ἢ ὅτι τὰ πολλὰ ἀπὸ τῆς δηκτικῆς | |
λύπης γίνονται. | ||
delta46 | Δάκτυλοι. οἷον δράκτυλοι, ἀπὸ τοῦ δρᾶσαι· ἢ δέκτιλοι τινὲς εἰσὶν, δεκτικοὶ, ὄντες τῶν διδομένων· ἢ δείκτυλοι, ἀπὸ τοῦ δι’ αὐτῶν γίνεσθαι τὴν δεῖξιν. Δεξιά. ἀπὸ τοῦ δέχεσθαι δι’ αὐτῆς τὰ διδόμενα· ἢ ἀπὸ | |
5 | τοῦ δι’ αὐτῆς τὰς πλείας διεξιέναι πράξεις. Δραθεῖν. τὸ κοιμᾶσθαι. δρήθω, β ἀόριστον ἔδραθον, ἀπὸ τοῦ ἔδαρθον. ἐστὶ δὲ κατ’ ἐντίθεσιν. δρῶ γὰρ τὸ ἐνεργῶ, οὗ παράγωγον δρήθω. οἱ γὰρ κοιμώμενοι οὐδὲν ἐνεργοῦσι. | |
10 | Διφᾶν. παρὰ τὸ ἀφᾶν, τὸ ψηλαφᾶν, οὗ συγκοπὴ διφᾶν. Δεινός. ὁ δέους ποιητικός. δέος δεεινὸς, καὶ κατὰ με‐ τάθεσιν τοῦ ε εἰς α δαεινὸς, καὶ ἀποβολῇ τοῦ δ γίνε‐ ται αἰνός. | |
15 | Δείλη. παρὰ τὸ τὴν ἔλην τοῦ ἡλίου. δεέλη ἐστὶ, καὶ δείλη. Δίκτυον. παρὰ τὸ βαλεῖν, ὃ ἐστὶ δίκειν. Δημήτηρ. τροπῇ τοῦ γ εἰς δ· οἷον γημήτηρ τις οὖσα· ἢ παρὰ τὸ δῃόω γῆν καὶ τέμνειν ἐν τῇ ἀρόσει. | |
20 | Διώνη. ἡ Ἀφροδίτη, ἢ ἀπὸ τοῦ διὰ πάντων ἰέναι. Δελφίνιος, ὁ Ἀπόλλων. ὅτι Κασταλίῳ τῷ κριτῇ εἰς ἀποικίαν στελλομένῳ, ὁ Ἀπόλλων ὁμοιωθεὶς δελφῖνι προηγήσατο τῆς νεὼς ἕως τοῦ Κρισίου κόλπου, καὶ ἐκεῖ κατοικήσας ὁ Καστάλιος, οὗ ὁ υἱὸς Δέλφις ἐπε‐ | |
25 | κράτησε τῶν τόπων, καὶ ἀπ’ αὐτοῦ Δελφοὺς ἐκά‐ | |
delta47 | λεσε τοὺς ἐνοικοῦντας, καὶ Δελφινίου Ἀπόλλωνος ἰε‐ ρὸν ἐνιδρύσατο. τινὲς δέ φασιν, ὅτι ὁ δελφὶν εἰς τὴν ναῦν ἦλθε, καὶ κατὰ τοῦτον τὸν τρόπον ἐπήδησεν εἰς θάλασσαν. | |
5 | Δεύειν. κυρίως τὸ ὑπὸ Διὸς βρέχεσθαι· ἔνθεν ὁ διε‐ ρὸς ὑγρός. Δικαιοσύνη. παρὰ τὸ διχάζειν τὸ ἄδικον τοῦ δικαίου. δι‐ χαιοσύνη τὶς οὖσα. οὕτως Ἡρακλείδης. Δρόσος. κατὰ παράληψιν τοῦ ι, ἡ ἀπὸ Διὸς σοουμένη, | |
10 | δίοσός τις οὖσα, καὶ πλεονασμῷ τοῦ, καὶ συγκοπῇ τοῦ ι, δρόσος. Δυάς. παρὰ τὸ συνδεδέσθαι ἄλλῳ ἀριθμῷ, τῷ ἑνί· τὸ γὰρ ἀπολελυμένον ἐστὶ, παρὰ τὸ ἕσιν καὶ ἄφεσιν. Δυάζειν, διστάζειν· παρὰ τὸ ἐν δύο στάσεσιν εἶναι· ἢ | |
15 | παρὰ τὸ δεδέσθαι τὴν ψυχὴν, καὶ μὴ ἐς ἕτερον δύνα‐ σθαι τρέπεσθαι τὴν γνώμην. Δεσπότης, δεοποιητής τις ὢν, δέος ἐμποιῶν. | |
20 | Δραπέτης. ὁ ἀποβλέπων εἰς τοὺς δεσπότας, παρὰ τὸ ῥῶ τὸ βλέπω. οὕτως Ἀπολλώνιος ἐν τῷ περὶ Ἐπιῤῥημά‐ | |
20 | των. Δέρτερον. τὸ δέρμα, παρὰ τὸ δέρω, καὶ δέρεσθαι. | |
Δίκη. δίζω ῥῆμα, παρὰ τὸ δίζεσθαι. | ||
delta48 | Διερός, παρὰ τὸ διαίνω διαρός· καὶ Ἰωνικῶς, μεταθέσει τοῦ α εἰς ε, διερός. Διαμπερὲς, παρὰ τῷ περάσαντι δι’ ὅλου. Ωʹς. ἀγαθή. ἀπὸ τοῦ δώσω μέλλοντος, ἀποβολῇ τοῦ | |
5 | ω, δώς. οὕτω Φιλόξενος. Δᾴς, ἡ λαμπὰς, παρὰ τὸ δαίω, ὁ μέλλων δαίσω, ἀπο‐ βολῇ τοῦ ω δαίς. οὕτω καὶ δορκὰς ἀπὸ τοῦ δέρ‐ κω δορκάς· λάμπω λαμπάς· νίφω νιφάς. Διάκονος. παρὰ τὸ κονεῖν, τὸ ἐνεργεῖν καὶ ἐπείγεσθαι. | |
10 | Δύσκολος. ὁ δυσχερῶς τινὶ κολλώμενος καὶ συναπτόμε‐ νος· ὥσπερ ἐκ τοῦ ἐναντίου κόλαξ, ὁ συνάπτεσθαι σπουδάζων καὶ κολλᾶσθαι. Δήνεια. παρὰ τὸ δαίω τὸ μανθάνω, ὁ μέλλων τὸ δαίσω, καὶ δαίμων ὁ πάντα εἰδώς· ὅπερ ἀποβολῇ τοῦ | |
15 | δ παρ’ Ὁμήρῳ αἵμονα θήρης. δαίω οὖν καὶ δαί‐ νεα καὶ δήνεα. δεῖν. συναλοιφὴ τοῦ δέον δεῖν, ὡς πλέον πλεῖν. Δοίδυξ. ὁ καὶ ἀλετρίβανος. ῥῆμα ἐστὶ δαδύσσω· δαίω γὰρ τὸ μερίζω καὶ κόπτω, ὅθεν καὶ δαιτρὸς ὁ μά‐ | |
20 | γειρος· οὗ ὁ μέλλων δαδύξω, καὶ ῥηματικὸν ὄνομα | |
κατ’ ἀποβολὴν τοῦ ω, δάδυξ, τροπῇ τοῦ α εἰς ο, δό‐ | ||
delta49 | δυξ, καὶ δι’ εὐφωνίαν προσῆλθε τὸ ι, δοίδυξ, ὁ ταρα‐ κτικὸς ὤν. Δύστηνος. παρὰ τὸ στένειν, τροπῇ τοῦ ε εἰς η. Δάπτειν. τὸ μεθ’ ὁρμῆς ἐσθίειν. ἢ παρὰ τὸ δα ἐπιτα‐ | |
5 | τικὸν μόριον, καὶ διπλασιασμῷ τοῦ ρ, δαρδάπτειν, τὸ σφόδρα ἅπτεσθαι τοῦ ἐσθιομένου. Δοῦλος. ὁ κακοπαθῶν ἐν τῷ δουλεύειν. Δαιταλεύς. δαὶς δαιτὸς δαιτεύς. καὶ μέλανος μελανεύς· λέοντος λεοντεύς. καὶ πλεονασμῷ τῆς αλ, δαιτεὺς δαι‐ | |
10 | ταλεύς. καὶ Δαιταλεῖς, δρᾶμα Ἀριστοφάνους. Ἐπειδὴ ἐν ἱερῷ Ἡρακλέους δειπνοῦντες καὶ ἀναστάντες, χοροὶ ἐγένοντο. Δαπάνη. παρὰ τὸ δάπτω. ἔγκειται τὸ δα ἐπιτατικόν. Δάκνω. παρὰ τὸ καίνω, ἐν συγκοπῇ κνῶ, καὶ ἐν συνθέ‐ | |
15 | σει δάκνω· τὸ σφόδρα καίνω. δύναται καὶ παρὰ τὸ κνῶ. Δέχνυμαι. δέχω ἐστὶ ῥῆμα, οὗ παθητικὸν δέχομαι. καὶ τοῦ δέχω παράγωγον δεχύω, καὶ κατὰ Δωριέας δεχνύω. ὡς πλήθω πληθύνω· οὕτω δέχω δεχύνω· καὶ | |
20 | μεταθέσει τοῦ ν, δέχνω· ἀφ’ οὗ δέχνυμι καὶ δέχνυ‐ | |
20 | μαι. Δέσποινα. παρὰ τὸ δεσπόζω δεσπόζαινα, καὶ συγκοπῇ τοῦ ζα, δέσποινα. οὕτως Ἡρακλείδης ὁ Ποντικός. Διαῤῥήδην. ἀπὸ τοῦ ῥῶ δηλοῦντος τὸ λέγω. οὗ ὁ μέλ‐ λων ῥήσω. ἔνθεν ῥῆσις, καὶ ῥήτωρ, καὶ ἐπίῤῥημα ῥή‐ | |
25 | δην, ἀπὸ τοῦ ῥήσω, καὶ σύνθετον διαῤῥήδην. Δῖος. τὸ ἐπίθετον κτητικῷ τύπῳ, ἀπὸ τῆς Διὸς γενικῆς δίϊος ἐστὶ, καὶ συναλοιφῇ δῖος. διὸ καὶ μακρὸν τὸ ι. | |
οὕτως Ἡρωδιανός. | ||
delta50 | Διάκτορος. διάτορός τις ὤν. Δόξα. ῥῆμα ἐστὶ περισπώμενον καὶ βαρύτονον, δοκῶ καὶ δόκω. ἔνθεν τὸ ἐκ δόκω βαρυτόνου ὁ μέλλων δόξω, ῥηματικὸν δόξα· ὡς ἄγω, ἄξω ἄξα καὶ ἄμαξα. | |
5 | Δεῖος. παρὰ τὸ δείω δέος, νείφω νέφος. λέγεται γὰρ καὶ δείδω δίω. ἔνθα βʹ ἀόριστος. περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν. Δόμος. δέμω δόμος, τρέμω τρόμος. Δεσμός. δέω δέσω, δέμος, καὶ πλεονασμῷ τοῦ ς, δεσμός. | |
10 | Δῆμος. ὁ συνδεδημένος ὄχλος. δέω δέσω δέμος καὶ δῆ‐ μος. τοιγαροῦν ἐπὶ τοῦ διεσκεδασμένου φησὶν, λῦτο δ’ ἀγών. ὡς μένω μένις καὶ μῆνις, ἡ ἐμμένουσα ὀργή. Δῆρις. παρὰ τὸ δαίω τὸ κόπτω καὶ σφάζω, πλεονασμῷ τοῦ ρ. καὶ δήϊος ὁ πολέμιος. παρὰ τὸ δαίω. ὃς οὐ | |
15 | ... φήσαιτο τοῦ δαίειν καὶ κόπτειν. καὶ δάϊς ἡ μάχη βαρυτόνως. μεταθέσει τοῦ α εἰς η, δῆϊς, καὶ πλεονασμῷ τοῦ ρ, δῆρις. Δαύω, τὸ κοιμῶμαι. ἐκ τοῦ ἄδω ἐστὶ, καὶ ἐν ὑπερ‐ θέσει τοῦ δ, δεύω, καὶ τροπῇ τοῦ ε εἰς α, δαύω· ἵνα | |
20 | μὴ τὸ δεύω τούτου ἐπὶ τὸ χρήζω συμπέσῃ. Δῖος, ὁ ἔνδοξος. ἀπὸ τοῦ Ζεὺς Διὸς, δίϊος ἐγένετο, καὶ κράσει τῶν δύο ιι εἰς ι μακρὸν, ὡς τὸ ὄφιϊ καὶ ὄφι, δῖος γέγονε. διὸ καὶ προπερισπᾶται. ὡς τὸ Χῖος ἀνὴρ, ὁ ἀπὸ τῆς Χίου. ἡ Χίος γὰρ ἡ νῆσος, βραχὺ | |
25 | ἔχει τὸ χι. καὶ ἐξ αὐτῆς γέγονεν ἀνὴρ Χίϊος· ὡς ἀπὸ τῆς Ῥόδου Ῥόδιος· καὶ κράσει τῶν δύο ιι εἰς ι μα‐ κρὸν γέγονε Χῖος ἀνὴρ, τουτέστι ὁ Χιώτης. διὸ καὶ | |
προπερισπᾶται τὸ Χῖος ἀνήρ. | ||
epsilon51(t) | ΑΡΧΗ ΤΟΥ Ε. | |
1 | Ἐέλδω. παρὰ τὸ ἑλεῖν πρὸς αὐτὸν καὶ ἕλκειν. Ἐγγυαλίξαι. κυρίως τὸ εἰς κοῖλον τῆς χειρὸς δοῦναι· ἐγ‐ γύαλον γὰρ τὸ κοῖλον· ὅ ἐστι ἐγχειρίσαι. γυῖα γὰρ οἱ πόδες καὶ αἱ χεῖρες. κυρίως ἐπὶ τῶν χειρῶν, παρὰ τὸ | |
5 | γῶ ῥῆμα, τὸ δηλοῦν τὸ χωρῶ, ἢ δέχομαι καὶ λαμβά‐ νω. ὅθεν καὶ γορυτὸς, ὁ δεχόμενος τὸ ῥυτὸν, του‐ τέστι τὸ τόξον. Ἐπασσώτερος. παρὰ τὸ ἆσσον. Εὐνή. παρὰ τὸ εὖ νενῆσθαι, ὃ ἐστὶ σεσωρεῦσθαι ταῖς | |
10 | στρωμναῖς. Ἐπίῤῥοθος. ὁ ἐπιῤῥωννύων καὶ ἐπικελεύων. Ἐπίσατρα. ἀπὸ τοῦ ἐπισοεῖσθαι ἢ ἕπεσθαι καὶ ἐν τῇ γῇ ὁρμᾶν. Ἐμμαπέως. κατὰ μετάθεσιν καὶ πλεονασμὸν τοῦ μ, ἁμε‐ | |
15 | πέως ἅμα τῷ λόγῳ. Ἐρεπόμενοι. κυρίως ἀπὸ τῶν ἀλόγων. ἀπὸ τοῦ ἐκ τῆς ἔρας, ὃ ἐστὶ τῆς γῆς, ἀναλαμβάνειν τὴν τροφήν. Ἐνιαυτός. παρὰ τὸ ἐν αὐτῷ διειληφέναι πάντας τοὺς καρποὺς, καὶ τὰς τροπάς. | |
20 | Ἐρεχθεύς, ὁ καὶ Ἐριχθόνιος. ἀπὸ τοῦ ἐσπάρθαι εἰς τὴν ἔραν. ἀπὸ τῆς ὀρέξεως τοῦ Ἡφαίστου. Ἔτησιν. οἷον ἔθησιν ἀντὶ τοῦ ἐθᾶσιν. | |
Ἑρμῶνες. οἱ κλινόποδες, παρὰ τὸ ἐνειρῆναι αὐτοῖς τὰ | ||
epsilon52 | ἐνήματα. ἢ παρὰ τὸ ἐγγεγλύφθαι ἁρμὰς τινὰς αὐτοῖς. ὕπνου γὰρ δοτὴρ ὁ Ἑρμῆς. ἢ παρὰ τὸ ἕρμα, καὶ στήριγμα εἶναι. τοῖς γὰρ ποσὶ στηρίζεται ἡ κλίνη. Εἴρεος. παρὰ τὸ ἔῤῥειν καὶ φθείρεσθαι· πλεονασμῷ | |
5 | τοῦ ρ καὶ τοῦ ε. ἐῤῥὼς, ἐῤῥὸς, ἔρερος καὶ εἴρεος. εἴρεον εἰσάγουσι. Ὅμηρος οὕτως. Ἐξεισία. ἡ πρεσβεία. παρὰ τὸ ἵημι, ὃ ἐστὶ τὸ πέμπω. Ἐρημνή. συγκοπῇ τοῦ ε ἐρεβεννή. ἢ παρὰ τὸ ἔρε‐ | |
10 | βος. Εὐλαί. σκώληκες, παρὰ τὴν εἴλησιν. Ἔνεροι. παρὰ τὴν ἔραν τὴν γῆν. Ἐδρύφθη, ἐξέσθη. ἀπὸ τῆς λεπιζομένης δρυός. Εὔληρα. κατὰ κοινωνίαν τοῦ υ πρὸς τὸ ι, οἷον εἴλη‐ | |
15 | ρα· ἀπὸ τῆς εἰλήσεως τῆς περὶ τὰ ζῶα. Ἔνδινα. τὰ ἔντερα. Ὅμηρος φησί· ψαύει δ’ ἐνδί‐ νων. ὁ δὲ Ἀρίσταρχος ἐτυμολογεῖ ἔνιά τινά ὄντα τὰ ἐντὸς τῶν ἰνῶν, ἢ ἁπλῶς τῶν μελῶν. καὶ παρὰ τὸ ἐντὸς εἶναι τῶν ὅπλων. οὔτως εὗρον ἐν Ὑπομνήμα‐ | |
20 | τι τῆς Ἰλιάδος. Ἔντεα, τὰ ὅπλα. παρὰ τὸ ἐντὸς περιλαμβάνειν τὸ σῶ‐ μα. οἷον σκεπαστήριά τινα ὄντα. | |
Ἕως. ἐτυμολογεῖται Ἀττικῶς ἀντὶ τοῦ ἠὼς διὰ τοῦ ε. | ||
epsilon53 | διὰ τοῦ ἕως ταύτης ἡμᾶς κατακεκρῖσθαι. ἡ διὰ τὸ ἴεσθαι ἡμᾶς ἐν ταύτῃ. Ἐπηγκενίδες. αἱ πλατεῖαι σανίδες ἐπιτενεῖς οὖσαι. ἐστὶ δὲ παρὰ ἐνέγκω ῥῆμα καὶ ἐνείσκω ἀλλά μ’ | |
5 | ὑπήνεγκαν ταχέες πόδες· παρὰ τὸ ἐνέγκω ποδη‐ νεκές. ἐνέγκω οὖν ἐνεκὴς καὶ ἐπενεκὶς καὶ ἐπηνε‐ κὶς, τροπῇ τοῦ ε εἰς η. τὸ παρατεταμένον, καὶ διελη‐ λυθὸς, καὶ μακρόξυλον. ὑπερθέσει καὶ μεταθέσει τοῦ ν, ἐπηγκενὶς, ἡ μακρὰ σανίς. | |
10 | Εὖρος, ὁ ἄνεμος. παρὰ τὸ εὐρὺ καὶ σφοδρὸν τῆς πνοῆς. Ἐπωγαί, οἱ συγκεκλεισμοί. ἀπὸ τοῦ ἐπῷξαι, ὃ ἐστὶ συγκλεῖσαι· καὶ πυλέων· πᾶσαι γὰρ ἐπῴχατο, ἀντὶ τοῦ κεκλεισμέναι ἦσαν. Εὐχή. ἡ τοῦ εὖ ἔχειν αἴτησις. | |
15 | Ἐπισκύσαι, τὸ χαλεπῆναι· ἀπὸ τοῦ τὸ ἐπισκύνιον κα‐ θελκύσαι τοὺς χαλεπαίνοντας. Ἐρίηρες. παρὰ τὸ ἄγαν ἀρηρέναι. τὸ γὰρ ερι ἐπίτασιν σημαίνει. Εἴδατα. παρὰ τὸ ἔδω τὸ ἐσθίω, ἔδαρ, καὶ πλεονασμῷ | |
20 | τοῦ ι, εἶδαρ. Ἔθειραι, αἱ ἐπιμελείας ἀξιούμεναι τρίχες. ἔθειν γὰρ τὸ ἐξ ἔθους τι ποιεῖν. ὁ δὲ Σωρανὸς φησὶν ἔθειραν παρὰ τὸ ἐξ ἔθους ῥεῖν καὶ ἐκπίπτειν ἐπὶ τῶν φαλα‐ κρουμένων. | |
25 | Ἐλεόν, ἡ μαγειρικὴ τράπεζα. παρὰ τὸ ἐξ ἐλαΐνων ξύ‐ λων πλέκεσθαι, οἱονεὶ ἐλαόν. Ἐπισχερῶ, τὸ ἐγγὺς, παρὰ τὸ σχέσιν ἔχειν παρὰ ἄλληλα. τινὲς δέ φασι, κατὰ μετάθεσιν τοῦ δ εἰς ρ, | |
οἷον, ἐπίσχε δύο. | ||
epsilon54 | Εὐράξ, οἷον πλευρὰξ, κατὰ ἀποβολὴν τοῦ πλ. οὕτως Ἡρακλείδης ἐν τῷ περὶ δυσκλίτων ῥημάτων. ἀπὸ δὲ τούτου δύναται τὸ πλάτος εὖρος, οἷον πλάτος καὶ εὖ‐ ρος. ὡς γὰρ πρὸς τὸ ὀρθὸν μῆκος τὸ πλάτος. | |
5 | Ἔπαλξις, ὁ προμαχών. ἐπάλεξις οἷον τὶς οὖσα. Ἐρικεῖν. ἀπὸ τῆς ἐρίκης, ὃ ἐστὶν εὐσχιδὲς ξύλον. ἐρεγμὸς καὶ ἐρεχμὸς, ὁ διασχιζόμενος κύαμος. οὕτως εὗρον ἐν Ὑπομνήματι, καὶ ἐρέκτας τοὺς ἐπὶ τοῦτο ἐρ‐ γάτας Ἀλεξανδρεῖς. | |
10 | Εἶλαρ. φύλαγμα, φράγμα. παρὰ τὸ εἰλεῖν καὶ συνέ‐ χειν. Ἑδανόν, ἡδύ. παρὰ τὸ ἥδω καὶ ἥδομαι. Ἑανόν. παρὰ τὸ ἕσσασθαι. Ἐφετμή. ἀπὸ τοῦ ἐφίημι, ἐφεσμή, καὶ κατὰ ἐναλλα‐ | |
15 | γὴν τοῦ ς εἰς τ, ἐφετμή. Ἐέρσαι. αἱ δρόσοι. παρὰ τὸ ἔρσαι, ὃ ἐστὶ ποτίσαι. ποτίζει γὰρ τὰ φυτὰ ἡ δρόσος. Ἑρμῆς. ὅτι μέγιστον ἐστὶ ἕρμα τῶν περὶ τὸν βίον. Ἐγνηής. παρὰ τὸ ἥδομαι, καὶ ᾗσαι. ἢ παρὰ τὸ ἡδὺς νη‐ | |
20 | ὴς, ὡς βροθὺς ἐμβριθής. Ἐρυμνή. παρὰ τὸ ἔρυμα. οἷον ἐρύματος τάξιν περι‐ έχουσα. Εὔκηλος. πλεονασμῷ τοῦ υ ἕκηλος. παρὰ τὸ εἴκω τὸ ὑποχωρῶ. ὁ δὲ ὑποχωρῶν ἡσυχάζει. | |
25 | Ἔλεγχος. πλεονασμῷ τοῦ γ ἔλεγχος ἐστὶν, ἐπεὶ ἑλὴν ἔχειν. ἑλὴ δὲ ἡ τοῦ ἡλίου λαμπεδών. λαμπρύνε‐ | |
ται δὲ τὸ ζητούμενον καὶ φανεροῦται ἀντὶ τούτου. | ||
epsilon55 | Ἕρκος. κατὰ ἀποβολὴν τοῦ υ ἔρυκος, καὶ ἔλκος. Ἐνίπτω. πλεονασμῷ τοῦ τ. καὶ τροπῇ τοῦ ε εἰς ι, ἐνίπτω. πολλάκις δὲ ἐπείσοδος συμφώνου τρόπον ποιεῖ· τέκω, τίκτω· ἔπω, ἴσπω, ἐνίσπω· βλάβω βλά‐ | |
5 | πτω· ἐπεισόδῳ τοῦ τ, καὶ τροπῇ τοῦ β εἰς π. Ἐξετάζω. παρὰ τὸ ἐτεὸν τὸ ἀληθὲς ἐτάζω ἐστίν. ὡς ἵππος ἱππάζω· μάταιον ματαιάζω· ἐτεάζω οὖν, τὴν ἀλήθειαν ἀνακρίνω, καὶ ἀποβολῇ τοῦ ε, ἐτάζω καὶ ἐξετάζω. | |
10 | Ἐμπέραμος. παρὰ τὴν πείραν ἐμπείραμος, καὶ ἀποβολῇ τοῦ ι, ἐμπέραμος. Εἱμαρμένη. παρὰ τὸ μείρω τὸ μερίζω, μέμαρμαι καὶ μεμαρμένη, ἡ εἱμαρμένη, ἀποβολῇ τοῦ μ, καὶ προσθέσει τοῦ ι, εἱμαρμένη, ἡ μεμερισμένη ἑκάστῳ. | |
15 | ἀποβολῇ δὲ καὶ προσθέσει, ὡς λέλειφα εἴληφα. Ἀττικὸν γὰρ τοῦτο. Εἰσμερνή. κατὰ ἀποβολὴν τοῦ ρ, ῥειαμένη. ἐστὶ παρὰ τὴν ῥεῦσιν τῶν ὑδάτων, ἢ παρὰ τὴν ἕσιν τῶν ὑδά‐ των καὶ βοτανῶν αὐτομάτως· ἢ ἐξ ἧς ἵενται. ἢ ἰαί‐ | |
20 | νομαι, εἰ ἀνενήτις οὖσα. οὕτως ἐν Ὑπομνήματι εὗρον. Ἐπίῤῥησις, ὁ ψόγος, καὶ ἡ κατηγορία. ἔνθεν λοιπὸν καὶ ἐπίῤῥητος. Ἀρχίλοχος ἐν Ἐλεγείοις· Αἰσιμήδη | |
δηλοῦμεν ἐπίῤῥησι μελεδαίνων. οὐδεὶς ἂν μάλα πολλ’ ἱ‐ | ||
epsilon56 | μερόεντα πάθοι. ἐπίῤῥητος οὖν, παρὰ τὴν ῥῆσιν, ἐφ’ ᾧ ἄν τις πολλὰ λέγοι ψέγων. Ἔντερα. ἀπὸ τοῦ δι’ αὐτῶν ῥεῖν τὴν τροφὴν καὶ τὸ αὐ‐ τῆς περίττωμα· ἢ ἀπὸ τοῦ εἰλοῦσθαι· οἷον ἔντελα | |
5 | τὰ ἐντὸς εἰλούμενα. οὕτως Σωρανός. Ἔμβρυον. ἀπὸ τοῦ ἔνδον βρύειν καὶ αὔξεσθαι. ἢ ἔνδον ἔχειν τὴν βοράν. ἢ ἔνδον εἶναι βροτοῦ. ὡς ἐνδόβρυον. οὕτω Σωρανός. Ἐπίπλους. οἷον ἐπιπλεῖν καὶ ἐπὶ πυλῆς εἶναι. οὕτω | |
10 | Σωρανός. Ἐπιγονατίς. διὰ τὸ ἐπὶ γόνατα κεῖσθαι. Ἐπιγουνίς, ὁ πρὸς τῷ γόνατι μῦς. ὡς δὲ ἄλλοι, ἡ δι’ εὐεξίαν ἐπιτραφεῖσα σὰρξ τῷ γόνατι. Ὅμηρος· οἷον ὁ γέρων ἐπὶ γουνίδα φαίνει. | |
15 | Ἔαρ. ἐπὶ τοῦ αἵματος. διὰ τὸ ἐν τῷ ἀέρι πλεονάζειν τὸ αἷμα. καὶ αὐτὸ τὸ ἔαρ. παρὰ τὸ πλεονάζειν ἐν τῇ ἕσει τῶν φυτῶν καὶ βοτανῶν. τινὲς δὲ κατὰ ἀ‐ ποβολὴν τοῦ υ· εὖαρ γὰρ τὸ εὖ ἧκον ἀέρος. ἡ γὰρ τοῦ περιέχοντος ἔτους ἐστὶν ἡδίστη κρᾶσις· ὅτε μήτε | |
20 | χειμὼν, μήτε ἄγαν θέρος. Εἶδος. εἶδος καὶ μορφὴ αἰσθητῶς· τὸ εἰδόμενον καὶ μεμορφωμένον, ἀοράτου τῆς ἀρχῆς ὑπαρχούσης, του‐ τέστι τῆς ὕλης ἀπλάστου καὶ ἀμόρφου οὔσης· ἢ ὅτι εἶ‐ | |
δος τοῦ γενικοῦ σώματός ἐστι βλεπόμενον. | ||
epsilon57 | Ἐγκέφαλος. παρὰ τὸ ἐγκεῖσθαι τῇ κεφαλῇ. Ἔδνον. παρὰ τὸ ἥσω ἡδανὸν ἐστὶ, καὶ ἀποβολῇ τοῦ α ἡδνὸν καὶ ἔδνον. ἥδονται γὰρ τούτοις αἱ γαμούμε‐ ναι. ἢ παρὰ τὸ ἔζω. ἔδω ἔδομαι, ἐδονὸν καὶ ἔδνον, | |
5 | παρὰ τὸ αἴτιον εἶναι τοῦ παρέζεσθαι, καὶ παραμένειν τὴν νύμφην τῷ νυμφίῳ. Ἐκεῖθεν. συγκοπῇ τοῦ ἐκεινόθεν. οὐδὲν γὰρ τῶν εἰς θεν τῇ ει παραλήγεται διφθόγγῳ. Ἐτήτυμον. ἐτεὸν ἔτυμον, καὶ πλεονασμῷ τῆς τη συλ‐ | |
10 | λαβῆς, ἐτήτυμον. Ἐρινύες. ἀρανύες τινὲς εἰσὶν, αἱ τὰς ἀρὰς ἀνύουσαι. Ἐρωδιός. σεσημείωται κατὰ τὸν τόνον. οὐδὲν γὰρ διὰ τοῦ διος ὀξύνεται. ἐτυμολογοῦσι δὲ αὐτὸν, οἱ μὲν παρὰ τὸ ἕλους ἴδιον εἶναι ἐλωδιὸς, καὶ τροπῇ τοῦ λ εἰς ρ, | |
15 | ἐρωδιός· οἱ δὲ, παρὰ τὸ ῥοίζον ῥοίδιος καὶ ῥοδιός, καὶ πλεονασμῷ τοῦ ε, ἐρωδιός. οὕτως Ἡρωδιανὸς ἐν τῷ περὶ Παθῶν. Ἔκπλαγον. μετάθεσις. ἐκπλαγὸν ἐστὶ παρὰ τὸ ἐκπλήσσω. ὅθεν τό, ἡνίοχον δ’ ἐκπλαγέν. τροπὴ δὲ ἐπὶ τούτου | |
20 | ἐστὶ τὸ α εἰς η. παρὰ γὰρ τὸ πλήσσω, ἐπὶ μὲν ψυχικοῦ πάθους διὰ τοῦ α, ἐπὶ δὲ σωματικοῦ, διὰ τοῦ η· οἷον, ἐπλήγην, τὸ λαβεῖν τραῦμα· ἐπλάγην δ’ ἐπὶ ψυχῇ. Ἐχθρός. παρὰ τὸ ἔχθος ἐχθηρὸς, καὶ συγκοπῇ ἐχθρὸς, | |
25 | ὡς κῦδος κυδρός. οἱ δὲ διὰ τοῦ κ γράφοντες φασὶν εἶ‐ ναι ἐχθρός· ὁ ἔξω τεθορηκὼς, εἴγε σύμβασις ἡ φιλία. οὕτω φησὶν Ἡρωδιανὸς ἐν τῇ Ὀρθογραφίᾳ. διὰ δὲ τοῦ χ γράφει. Εὖνις. ὁ ἐστερημένος τινὸς, παρὰ τὴν ἑνὸς γενικήν. ὁ | |
30 | γὰρ παρώνυμος χαρακτὴρ ἀπὸ γενικῆς γίνεται. οὕτω παρὰ τὴν ἑνὸς γενικὴν ἔνις, καὶ πλεονασμῷ τοῦ υ, εὖ‐ | |
νις. οὕτως εὗρον ἐν τῷ περὶ Παθῶν. | ||
epsilon58 | Ἐλαφρός. παρὰ τὸ κουφότατον ζῶον τὴν ἔλαφον· ἑλα‐ φηρὸς καὶ συγκοπῇ ἐλαφρός. Εἴρων. ἐξ οὗ εἰρωνεία. παρὰ τὸ ἐρεῖν τὸ λέγειν. εἴρων δὲ ὁ διὰ λόγων παραλογιζόμενος. | |
5 | Εἰλικρινής. παρὰ τὸ ἐν ἕλῃ κεκριμένον. ἕλη δὲ ἡ λαμ‐ πηδὼν τοῦ ἡλίου. Ἔλεγος, ὁ θρῆνος. διὰ τὸ δι’ αὐτοῦ τοῦ θρήνου εὖ λέγειν τοὺς κατοιχουμένους. εὑρετὴ δὲ τοῦ ἐλεγείου. οἱ μὲν τὸν Ἀρχίλοχον, οἱ δὲ Μίμνερμον, οἱ δὲ Καλλῖνον | |
10 | παλαιότερον. ὅθεν πεντάμετρον τῷ ἡρωϊκῷ συνῆπτον· οὐχ ὁμοδραμοῦντα τῇ τοῦ προτέρου δυνάμει· ἀλλ’ οἷον συνεκπνέοντα, καὶ συσβεννύμενον ταῖς τοῦ τελευτή‐ σαντος τύχαις. οἱ δὲ ὕστερον πρὸς ἅπαντας διαφό‐ ρως. οὕτω Δίδυμος ἐν τῷ περὶ Ποιητῶν. | |
15 | Ἐπιστάτης. ὁ ἐφιστάμενος τινὶ, καὶ ὁ ἐπαίτης· παρὰ τὸ ἐφίστασθαι· πολλάκις δὲ καὶ ἐπὶ τοῦ διδάσκοντος τὶ ἁπλῶς. Εὐώνυμος, ἡ χεὶρ κατὰ ἀντίφασιν, ὧς ἀριστερὰ πα‐ ρὰ τὸ ἄριστον. | |
20 | Εὐδία, συγκοπῇ. εὐωδία γὰρ ἐστί. Εὐφρόνη. ἡ νὺξ, καθ’ ἣν εὖ φρονοῦμεν, τῆς διανοίας σχολαζούσης. Ἑσπέρα. παρὰ τὸ ἐς πέρας εἶναι τὴν ἕω. ἢ ἀπὸ τοῦ ἔσω ἡμᾶς περᾶν. | |
25 | Ἐλπίς. ἑλκίς τίς ἐστιν. ἀπὸ τοῦ παρέλκειν ἡμᾶς τῷ χρόνῳ. ἢ ἀπὸ τοῦ ἐλλείπειν τι τῷ ἐλπίζοντι, ἐλλι‐ πές τις ἐστι, καὶ συγκοπῇ ἐλπίς. Ἕρπυλος. ἀπὸ τοῦ ἕρπειν ἐν τῷ αὔξεσθαι. Εὐνοῦχος. παρὰ τὸ τὴν εὐνὴν ἔχειν καὶ ἐπιμελεῖσθαι· | |
30 | ἔχειν γὰρ τὸ φυλάττειν. Ὅμηρος· ὥς μοι κῆπον ἔχει πολυδένδρεον. ὁ δὲ εὐνοῦχος παρὰ τὸ εὖ τοῦ νοῦ ἔχειν, ἐστερημένου τοῦ μίσγεσθαι, ἅπερ ἀρχαῖοι ἀνόητα ἐκάλουν. Ἀριστοφάνης, ὕπνου τ’ ἀπέχεσθαι | |
καὶ ἀνοήτων. | ||
epsilon59 | Εἴρα. ἡ ἐκκλησία. ἀπὸ τοῦ εἴρω τὸ λέγω. Ἕωλον. τὸ ὄψον. παρὰ τὸ ἕω, δηλοῦν τὸ κορέσω. ἐπεὶ χ’ ἑῶμεν πολέμοιο. ὅταν γὰρ διακορεῖς γενώμεθα, εἰς τὴν ἐπιοῦσαν τὰ μέρη λιπόντες λέγομεν ἕωλα. | |
5 | Ἐξέτρω. παρὰ τὸ τρῶ, τὸ δηλοῦν τὸ κόπτω. ἔνθεν τὸ τρῶσαι, τὸ σιδήρῳ τέμνειν. δηλοῖ δὲ καὶ τὸ βλάπτω. τὸ δὲ παράγωγον αὐτοῦ τρώω· Ὅμηρος· οἶνός σε τρώει μελιηδής. παρὰ δὲ τὸ τρῶ παράγωγον τρῶμι, καὶ παρῳχημένος ἔτρων ἔτρως ἔτρω, καὶ ἐξέτρω· οἷον | |
10 | ἐβλάβη καὶ ἐξεκόπη ἡ κύησις. Ἐρέτης. ἐλῶ ἐλέσω, καὶ παράγωγον. τροπῇ τοῦ λ εἰς ρ, ἐρέσω, καὶ ἐρέτης. Ἐρωτῶ. παρὰ τὴν ἔρωτος γενικήν. ἐπειδὴ οἱ ἐρωτῶντες οὗ εὔχονται τυχεῖν τοῖς ἐρῶσιν ἐοίκασιν. οὕτω Φιλόξενος. | |
15 | Εὐθημοσύνη. παρὰ τὸν θήσω μέλλοντα. θῆμος παράγω‐ γον καὶ θημόσυνος καὶ εὐθημοσύνη· ὡς ἵππος ἱπποσύ‐ νη, καὶ δίκαιος δικαιοσύνη. θήσω θῆμος θημοσύνη. Φι‐ λόξενος. Ἐρωή. ἡ ὁρμή. ὁρῶ ἐστὶ ῥῆμα, καὶ ῥώω. ὅθεν τὸ ἐῤῥώ‐ | |
20 | σαντο. καὶ τὸ τούτου ῥηματικὸν ὄνομα ῥωὴ, ὡς ζῶ ζωή. καὶ πλεονασμῷ τοῦ ε, ἐρωή. οὕτω Φιλόξενος ἐν τῷ περὶ μονοσυλλάβων ῥημάτων. Ἐπίσσωτρον. παρὰ τὸ σῶ τὸ ὁρμῶ, οὗ μέλλων σώσω. ὄ‐ νομα ῥηματικὸν σῶτρον. καὶ σύνθετον, ἐπίσσωτρον. | |
25 | Ἑτερόγναθος ἵππος, ὁ σκληρόστομος. εἴρηται δὲ ὡς μὴ ἰδίαις ταῖς γνάθοις χρώμενος. Ἐτεόν, τὸ ἀληθές. εἰμὶ, ὁ μέλλων ἔσω ἔσομαι· ὡς θή‐ σω θετὸς, οὕτω ἔσω ἐτὸς, καὶ πλεονασμῷ τοῦ ε, ἐ‐ τεός. τὸ γὰρ ἀληθὲς ὑπάρχον, ἐστὶ καὶ πεπηγός. | |
30 | Ἐπιτάξ. παρὰ Καλλιμάχῳ. τὸ ἐπίῤῥημα, παρὰ τὸ ἐπιτάξω, ἀποβολῇ τοῦ ω, ὡς παρὰ τὸ μίγω μὶξ ἐπι‐ | |
μίξ. | ||
epsilon60 | Ἔναρα. κυρίως ἐν οἷς ἀρήρεται τὸ σῶμα καὶ ἐνήρμοσται· ὡς ἐπὶ θώρακος, καὶ κυνέας, καὶ κνημίδος. καὶ ἐνα‐ ρίζειν, τὸ τὰ ἐναρηρότα τοῖς σώμασιν ἀφαιρεῖσθαι. Ἔνδιος. ἡ μεσημβρία καὶ ὁ μεσημβρινός. ὁμοίως πα‐ | |
5 | ρὰ τὸ ἰδίω τὸ ἰδρῶ· Ὅμηρος, ἴδιον, ὡς ἐνόησα. ἐνί‐ διος καὶ ἔνδιος. ἔνδιος δ’ ὁ γέρων. ἢ παρὰ τὸ ἐν‐ δεῖν καὶ ἐλαττοῦσθαι τὰ ἡμέτερα. Ἐσμὸς, ἐπὶ τοῦ πλήθους τῶν μελισσῶν. παρὰ τὴν ἕσιν ὁμοῦ ποιεῖν, καὶ μὴ διεστάναι ἀπ’ ἀλλήλων. ὅθεν Ὅ‐ | |
10 | μηρος. Ἐΰς. παρὰ τὸ ἔω τὸ ὑπάρχω, ὡς καὶ παρὰ τὸ ἥδω ἡ‐ δὺς, βρίθω βριθὺς, οὕτω παρὰ τὸ ἔω ἐΰς. Ἐϋῤῥεῖος. ῥέω ῥεεὺς καὶ εὐρεύς ἐϋῤῥεέος, καὶ κράσει τῶν δύο εε εἰς ει δίφθογγον εὐῤῥεέος. δύναται καὶ | |
15 | παρὰ τὸ ῥεύσω μέλλοντα, ῥεὺς, ἀποβολῇ τοῦ ω, ἐῤ‐ ῥεύς. Ἔπος. παρὰ τὸ ἔπω, οὗ σύνθετον ἐνέπω. ἔπω δὲ ἔπος, ὡς τεύχω τεῦχος. Εὐτράπελος. παρὰ τὸ τρέπω ῥῆμα, οὗ βʹ ἀόριστος ἔτρα‐ | |
20 | πον. ὄνομα τράπελος, σύνθετον εὐτράπελος. Ἐσθής. παρὰ τὸν ἕσω μέλλοντα. ἀμφιέσω. ὄνομα ῥη‐ ματικὸν ... παρώνυμον ἑστὴς, καὶ μεταθέσει τοῦ τ εἰς θ, ἐσθὴς, ὡς παρὰ τὸ ἀργὸς ἀργής· ἀργῆτι κε‐ ραυνῷ. | |
25 | Ἐδωδή. ἔδη, διπλασιασμῷ ἐδηδὴ, καὶ ἐδωδὴ κατὰ τρο‐ πὴν τοῦ η εἰς ω. Ἐγκονεῖν, σπευδεῖν. ἀπὸ μεταφορᾶς τῶν κόνιν ἐγει‐ ρόντων. Ἕδη. τὰ ἱδρυμένην καὶ ἀΐδιον τὴν ἐν αὐτῷ μονὴν | |
30 | ἔχοντα. Ἐνέδραι. παρὰ τὸ ἕζω ῥῆμα, ὄνομα ἔδρα καὶ ἐνέδρα. Ἑδώλια. ἕζω ἢ ἕδω, τροπῇ τοῦ ζ εἰς δ ἕδω ἑδοῦμαι, καὶ καθεδοῦμαι, παρ’ Ἀττικοῖς. | |
Ἔριον, καὶ εἶρος. ἰοδνεφὲς ὡς ἔχουσα, τὸ μέλαν. πα‐ | ||
epsilon61 | ρὰ τὸ ἴον, ὡς φησὶ, καὶ τὸ ἴον μέλαν ἐστὶ, καὶ ἁ γραπτὰ ὑάκινθος. ἔριον καὶ ἔῤῥος παρὰ τὸ ἔῤῥω τὸ μοχθῶ· περὶ ὂ ταλαιπωροῦσιν αἱ ἐργαζόμεναι. Ἐρετμός. ἐρέσσω ἐρετμὸς, καὶ τροπῇ τοῦ γ εἰς τ, | |
5 | ἐρετμός. Ἐπητής. παρὰ τὸ ἔπω, οὗ σύνθετον ἐνέπω. ἐπλεόνασε δὲ τὸ η. ἔδει γὰρ ἰσοσυλλαβῆσαι τῷ ῥήματι· ἔπω ἔπης. δηλοῖ δὲ οὐ μόνον τὸν τοῦ λέγειν, ἀλλὰ καὶ τὸν τοῦ ποιεῖν ἐν δυνάμει ὄντα. | |
10 | Ἑρπετόν. παρὰ τὸ ἕρπω ῥῆμα, ἢ παρὰ τὸ ἐμπίπτειν τῇ ἔρᾳ. Ἐσσήν, ὁ βασιλεύς. Καλλίμαχος. οὔ σε θεῶν βασι‐ λίη ἐσσῆνα πάλιοι θέσαν. παρὰ τὸ ἕσσων ἐστὶν, ὁ ἥτ‐ τονας τοὺς ἐφ’ ἑαυτὸν ἔχων, καὶ συστολῇ τοῦ η, εἰς ε, | |
15 | ἐσσήν. Ἔκπαγλος. ἐκπληγὸς ἐστὶ, παρὰ τὸ ἐκπλήσσω, ὡς πα‐ ρὰ τὸ πήσσω πηγὸς καὶ ναυπηγός. τὸ δὲ η εἰς α με‐ ταβέβληται, καὶ ἅμα τῇ μεταβολῇ μετατίθεται καὶ τὸ λ, ἔκπληγος ἔκπαγλος. | |
20 | Ἔκδικος. ὁ ἄδικος, ὁ ἔξω τοῦ δικαίου. Ἐγγυτέρω. παρὰ τὸ ἐν γῇ τυγχάνειν, ὡς πρὸς τῷ ἐν ἀέρι καὶ θαλάττῃ, ἅπερ οὐκ ἐφικτὰ ἡμῖν ἐστὶν, ἀλλὰ κεχώρισται. Ἐρινεός. παρὰ τὸ ἐριστικὸν εἶναι τὸ δένδρον πέτραις, καὶ | |
25 | ὕδασιν. οὕτως Ἡρωδιανὸς καὶ Εὐδαίμων. Ἐπιεική. παρὰ τὸ εἴκειν καὶ μὴ ἀντιτείνειν. Εἰρήνη. παρὰ τὸ ἀλέγειν, καὶ εἴρειν ἐν αὐτῇ ἐξεῖναι. εἴπερ ἄρης ὁ πόλεμος κατὰ στέρησιν τῆς ῥήσεως. Εἰλείσθη. ἀπὸ τοῦ ἐλεύθειν εἰς φῶς δι’ αὐτῆς τὰ | |
30 | τικτόμενα. Εἴκελος. παρὰ τὸ εἴκω τὸ ὁμοιῶ· ἀφ’ οὗ καὶ εἰκὼν, ὡς | |
παρὰ τὸ ἄγω ἀγκών. | ||
epsilon62 | Ἑδανόν. παρὰ τὸ ἥδω ἡδανὸν καὶ ἑδανόν· ἀμβροσίῳ ἐπὶ ἑδανῷ. Εὐμαρής. παρὰ τὸ μαίρω τὸ λάμπω, ὅθεν τὸ μαρμαίρω κατ’ ἀναδιπλασιασμόν. μαίρω μαρὴς καὶ εὐμαρὴς, ὁ | |
5 | ἐμφανὴς, καὶ δῆλος, καὶ εὔληπτος, καὶ μὴ ὑπὸ σκό‐ τει κείμενος. Ἐγγύη. παρὰ τὸ γῶ τὸ δέχομαι· ἔνθεν γωρητός. τοῦ γῶ παράγωγον τὸ γνῶ, ἀφ’ οὗ ἐγγυᾶσθαι εἴρηται τὸ εἰς ἑαυτὸν περιάγειν καὶ λαμβάνειν ἢ σῶμα, ἢ | |
10 | πρᾶγμα ἀπιστούμενον. Ἔρεβος. παρὰ τὸ ἐρέφω, τροπῇ τοῦ φ εἰς β, τὸ κατε‐ στεγασμένον ὑπὸ τῆς γῆς. παρὰ τὸ ἔραν τὴν γῆν. τὸ ὑπὸ τὴν ἔαν βαῖνον. Εἰδαλίμας. παρὰ τὸ εἶδος εἴδιμος, ὡς πεύκη πεύκι‐ | |
15 | μος, κῦδος κύδιμος, καὶ πλεονασμῷ τοῦ αλ πευκάλιμος καὶ κυδάλιμος, οὕτως εἶδος εἴδιμος καὶ εἰδάλιμος· οὕτω Φιλόξενος ἐν τῷ περὶ Ἀναδιπλασιασμοῦ. Ἐνυάλιος. παρὰ τὴν Ἐνυώ, προστάτην δαίμονα τοῦ πο‐ λέμου. κτητικῷ τύπῳ Ἐνυὼ ἐνύϊος, καὶ πάλιν προς‐ | |
20 | ιόντος τοῦ α καὶ λ, ἐνυάλιος. Ἐντροπαλιζόμενος. ὥσπερ φέρω φορῶ παράγωγον, φέβω φοβῶ, οὕτω τρέπω τροπῶ· ἢ καὶ ἄλλη παραγωγὴ, κο‐ μῶ κομίζω, αἰτῶ αἰτίζω· οὕτω τροπῶ τροπίζω· καὶ προσελθόντος τοῦ αλ τροπαλίζω, ἐντροπαλιζόμενος. τὸ | |
25 | δὲ τροπαλίζω, καὶ χωρὶς τοῦ ἐν προθέσεως εἴρηται. πρὶν δ’ οὔτι μετατροπαλίζεω φεύγων. τοιαῦτα δὲ εἰ‐ σὶ ῥήματα, καὶ ἀπὸ τῶν εἰς ης εἰς ζω παραγόμενα, πλεονάζοντος τοῦ αλ, πύκτης πυκτίζω πυκταλίζω· Ἀ‐ νακρέων, ὡς δὴ πρὸς ἔρωτα πυκταλίζω. καὶ Σώ‐ | |
30 | φρων φησὶν ἀπὸ τοῦ πυκτεύω, πυκταλεύω. | |
epsilon63 | Ἐναλίγκιος. παρὰ τὸ εἴκω τὸ ὁμοιῶ· ὥσπερ παρὰ τὸ πήσσω πάγιος, ἁρμόζω ἁρμόδιος, καὶ παρὰ τὸ εἴκω εἴ‐ κιος· καὶ ὥσπερ τὸ εἴκελος ἀποβάλλει τὸ ε· εἴκελος ἀστεροπῇ· οὕτω καὶ παρὰ τὸ εἴκω εἴκιος ἐνείκιος, | |
5 | καὶ χωρὶς τοῦ ε, καὶ προσιόντος τοῦ αλ, καὶ πλεονά‐ σαντος τοῦ γ διὰ τὰ ἐπάλληλα βραχέα, ἐναλίγκιος. Φιλόξενος ἐν τῷ περὶ Ἀναδιπλασιασμοῦ. Ἐκάπυσσεν. κάπω ἐστὶ ῥῆμα τὸ δηλοῦν τὸ πνέω. τού‐ του παράγωγον καπύω, καὶ ἕτερον καπύσσω, ὡς ἀφύω | |
10 | ἀφύσσω. Εἱρκτή. εἵργω· ὁ μέλλων εἵρξω· καὶ εἱρκτή. Ἐπικουρεῖν. ἡ ἐπὶ πρόθεσις τὸ δέον σημαίνει· οἷον ἐπι‐ κουρεῖν τὸ προσῆκον ποιεῖν τοῖς κούροις. Ἐπιορκεῖν. ἡ ἐπὶ πρόθεσις ἀπὸ τῆς ὑπὲρ ἔγκειται, | |
15 | καὶ δηλοῖ τὸ ὑπὲρ ἄνω τῶν ὅρκων γίνεσθαι, καὶ ὑπερ‐ βαίνειν αὐτούς. Ἀπολλώνιος οὕτως. Ἐξαίσιον. ποτὲ μὲν δηλοῖ τὸ μέγα· ποτὲ δὲ τὸ ἄδικον. παρὰ τὴν αἶσαν, ἥτις δηλοῖ τὸ πρέπον. ἐξαίσιον οὖν, τὸ ἔξω τοῦ πρέποντος· ὁτὲ δὲ τὸ μέγα, οἷον τὸ ὑπὲρ | |
20 | τὸ καθῆκον· ὥσπερ τὸ ἐκνομίως παρὰ Ἀριστοφάνει, ἀντὶ τοῦ μεγάλως. Ἔναγχος. παρὰ τὸ ἀγχοῦ ἀγχὸς, καὶ μετὰ τῆς ἐν προ‐ θέσεως ἔναγχος. Εἶδος. παρὰ τὸ εἴδω εἶδος, τὸ πᾶσιν ὁρώμενον. | |
25 | Ἕρματα. οἱ μὲν παρὰ τὸ εἴρω ῥῆμα καὶ ἕρμα· οἱ δὲ παρὰ τὸ ἔρεισμα, συγκοπῇ ἕρμα. οὕτως Ἡρωδιανός. Ἐλύσθη. ῥυμὸς ἐπὶ γαῖαν. οἱ μὲν παρὰ τὸ ἐλεύ‐ σθω ἐλεύσθη καὶ ἐλύσθη· οἱ δὲ παρὰ τὸ εἰλῶ εἰ‐ λύω εἰλύσθη, καὶ ἀποβολῇ τοῦ ι, ἐλύσθη. | |
30 | Ἔλυτρον. τὸ ἔλυμα τοῦ τόξου. Ἑρμαίας. ἐρῶ ἐστὶ ῥῆμα, ἀφ’ οὗ ὄνομα ῥηματικὸν Ἑρέας, καὶ πλεονασμῷ τοῦ μ, Ἑρμαίας. Ἡρωδια‐ νὸς ἐν Ἐπιμερισμοῖς. | |
Ἐριούνιος. παρὰ τὸ ὀνῶ, ἐριώνης ἐστὶ, καὶ πλεονασμῷ | ||
epsilon64 | τοῦ υ, ἐριούνης· τὸ δὲ ἐρι ἐπιτατικὸν ἐστὶν, ἐριούνης ὢν, ὁ μεγάλως ὠφελῶν. Ἡρωδιανός. Εἷμα. ἕω ἕσω καὶ εἷμα· καὶ ἀπὸ τοῦ ἕω ἕσω ἑσὴς καὶ ἐσθής. | |
5 | Ἐλεφέρω. παρὰ τὸ ἔλπω τὸ ἐλπίζω, ἄλλο παράγω‐ γον ἐλπαίρω, καὶ πλεονασμῷ τοῦ ε, ἐλεπαίρω· τροπῇ τοῦ π εἰς φ, ἐλεφέρω. κυρίως τὸ ταῖς ἐλπίσιν ἀ‐ πατᾶσθαι. οὕτως Ἡρωδιανός. λέγει δὲ δύνασθαι τὸ ἐλεφαίρω παρὰ τὸ ζῶ εἰρῆσθαι. | |
10 | Ἔρδω. παρὰ τὸ ῥέζω, τροπῇ τοῦ ζ εἰς δ, καὶ μεταθέ‐ σει τοῦ ρ. Ἐλάπη. ἐλῶ, ὁ μέλλων ἐλάσω. ὄνομα ῥηματικὸν ἔλε‐ τος. καὶ εἰς ἰδιότητα ἐλέχθη ἐλάτη τὸ φυτόν. Ἔγχελυς. παρὰ τὸ τῇ ἰλύϊ ἔχεσθαι τὸν ἰχθύν. | |
15 | Ἐάφθη. παρὰ τὸ ἕπω, τὸ παθητικὸν ἥφθη, καὶ διαι‐ ρέσει τοῦ η εἰς ε καὶ α, ἐάφθη, ὡς ἥλω γίνεται ἑά‐ λω. εἰ γὰρ ἦν ἀπὸ τοῦ εἴπω καὶ εἰπόμην, ἦν ἂν εἴ‐ πῃ· καὶ πῶς ἐδύνατο εἰς ε καὶ α ἐάφθη; τὰ δὲ ἀπὸ τοῦ ε ἀρχόμενα ποτὲ προσλαμβάνει τὸ ι, ποτὲ δὲ με‐ | |
20 | ταβάλλει αὐτὸ εἰς η· ἔπω εἶπον, ἐμῶ ἤμουν. Ἐπίθημα, καὶ ἀνάθημα. παρὰ τὸ τίθημι θέμα καὶ ἐπίθημα. ἀπὸ δὲ τοῦ ἥσω, θῆμα, ἐπίθημα καὶ ἀνάθημα. Ἐπίμιξ. παρὰ τὸ μίγω ῥῆμα, μίξω, μίξ, ἐπίμιξ· ὡς | |
25 | δάκω δάξω δάξ· ἀλλάξω ἀλλὰξ ἐναλλάξ. ταῦτα ὡς ἐπιῤῥήματα ὀξύνεται. εἰ γὰρ ἐβαρύνετο, ὡς ὀνόματα ἐκλίνετο. χθὲς παρὰ τὸ ἐχθεῖν, ὅ ἐστι παρελθεῖν· καὶ ἀναλογώτερον τὸ ἐχθὲς τοῦ χθές. Ἐπητύος. παρὰ τὸ ἔπος ἐπητύς. | |
30 | Εὖρος. τὸ πλάτος. δι’ οὗ ἐστὶν εὐρεῖν καὶ φέ‐ ρεσθαι. παρὰ τὸ εὖρος εὐρὺς, ὡς πλάτος πλατύς. Ἐάλη. συνεστράφη. οἱ γὰρ ἐκκλίνοντες τινὰς οὐκ ἐπαί‐ ρονται, ἀλλὰ συστρέφονται. αὐτὸ δὲ τὸ ἀλῶ, παρὰ | |
τὸ πλανῶ, ἐκ τοῦ ἐκκλίνω. οἱ γὰρ ἐκκλίνοντες τινὰς | ||
epsilon65 | καὶ πλανῶσι. τὸ δὲ εἰς ἵππους ἅλεται, ἀντὶ τοῦ ἅληται, ὅ ἐστι συστραφῇ. τὸ δὲ ἥλην. ἀφ’ οὗ τὸ ἐάλην, παράκειται, μετοχὴ ἀλεὶς, ὡς ἐνύγην νυγείς. τὸ δὲ ἀλῶ τὸ πλανῶ καὶ ἀλῶμαι. κατὰ στέρησιν τοῦ | |
5 | λῶ, δηλοῦντος τὸ θέλω. οἱ γὰρ πλανώμενοι οὐχ, ὡς θέλουσι πλάνες, περιτυγχάνουσι. τοῦ δὲ ἀλῶ ὁ β ἀόριστος ἥλων, ἥλως, ἥλω, καὶ παθητικὸς ἤλην, διαί‐ ρεσις τοῦ η εἰς ε καὶ α, ἐάλη. τοῦ δὲ ἀλῶ ὄντος συ‐ ζυγίας τρίτης παράγωγον εἰς μι ἄλωμι, βʹ ἀόριστος ἥ‐ | |
10 | λων, ἥλως, ἥλω, κατὰ διαίρεσιν ἑάλω. Ἐκεχειρία. παρὰ τὸ ἔχω καὶ ἀπέχω ἐχεχειρία, καὶ τροπῇ τοῦ χ εἰς κ, ἐκεχειρία, ὡς καὶ τὸ, ὑπὸ δὲ Τρῶες κακάδεντο, ἀντὶ τοῦ κεχάδεντο. Ἔμπλην, τὸ ἐγγύς· πέλω ἐστὶ ῥῆμα δηλοῦν τὸ πλησιά‐ | |
15 | ζω· καὶ κατὰ συγκοπὴν πλῶ, καὶ μετὰ τῆς ἐν προθέ‐ σεως τὸ ἐπίῤῥημα ἔμπλην. Ἐξαυστηρίκυω. αὔσω ἐξαυστήρ. | |
Ἐπυράκτεον. πῦρ πυρὸς πυράζω πυράξω· ὄνομα πυρα‐ | ||
epsilon66 | κτὸς, καὶ ῥῆμα ἀπὸ τοῦ ὀνόματος πυρακτός· ὡς τάσσω τάξω, τακτὸς, ἄτακτος, ἀτακτῶ. Ἑταῖρος. ἔθος ἐθαῖος ὁ συνήθης, καὶ πλεονασμῷ τοῦ ρ, ἐθαῖρος, καὶ μεταθέσει τοῦ θ εἰς τ, ἑταῖρος. | |
5 | Ἐλαύνω. παρὰ τὸ ἐλῶ ῥῆμα. καὶ παράγωγον ἐ‐ λαύνω. Ἑληθερεύς, ὕδωρ θερμανθὲν ὑπὸ ἡλίου. παρὰ τὸ ἕ‐ λην, καὶ τὸ θέρω. Εἰλυφάζει. παρὰ τὸ εἰλῶ καὶ τὸ φῶ, ὅπερ ῥῆμα λυ‐ | |
10 | φῶ, καὶ παράγωγον εἰλυφάζω. Ἐπίουρος. φύλαξ, παρὰ τὸ ἐφορᾶν, πλεονασμῷ τοῦ υ, ἐπίουρός τις ὤν. Ἑορτή. ἐρωτὴ, ἐρατή τις οὖσα, καὶ μεταθέσει τοῦ ρ, ἑορτή· ἧς ἐρῶσι πάντες. | |
15 | Ἔριθος, ὁ ἐργάτης. ὁ τὴν γῆν μισθοῦ ἐργαζόμενος. κυ‐ ρίως δὲ ἐπὶ γυναικῶν ἂν λέγοιτο τῶν τὰ ἔρια ἐργαζο‐ μένων. | |
Ἐλιδανός, ὁ δεσμός. παρὰ τὸ ἑλεῖν τὸ δεσμεύειν. | ||
zeta65(t) | ΑΡΧΗ ΤΟΥ Ζ. | |
1 | Ζαφελῶς, ἄγαν σφοδρὸς, ἢ ἐπικότως. παρὰ τὸ φιλεῖν. Ἡρωδιανός. Ζῶον. ἀπὸ τοῦ ζῆν καὶ τῆς ἐν ἡμῖν ζήσεως τοῦ θερμοῦ. Ζεύς. παρὰ τὸ ζέσιν. ζέω καὶ τροπῇ τοῦ τέλους | |
5 | Ζεὺς, ὡς τρέφω τροφεὺς, πέρθω πέρσω Περσεύς. | |
zeta66 | Ζέφυρος. ζωεφόρος τὶς ὤν. τροπῇ δὲ τοῦ ο εἰς υ κατ’ Αἰολέας, ὡς ὄνομα ὄνυμα. Ζάφελος. ὁ ἄγαν ηὐξημένος. παρὰ τὸ ὀφέλλω τὸ αὔξω | |
καὶ τὸ ζα ἐπιτατικὸν μόριον· ζάπλουτος, ζάκορος. | ||
zeta67 | Ζαχρείης. χρῶ ἐστὶ ῥῆμα, τὸ πλησιάζω, παρὰ τὸν χρῶτα· οὗ παράγωγον χραύω· χραύσῃ μέν τ’ αὐλῆς ὑπεράλμενον. ἐστὶν οὖν χρῶ, καὶ χρὴς ὄνομα ῥη‐ ματικόν· καὶ ἐπείσοδος τοῦ ε μετὰ τοῦ ζα, ζαχρεής· | |
5 | καὶ μετὰ τοῦ ι, ζαχρειής· ὡς ἀδελφὸς ἀδελφειός. οὕ‐ τω Φιλόξενος ἐν τῷ περὶ Μονοσυλλάβων. | |
Εἰρά. ἀπὸ τοῦ δεῖν, ὃ ἐστὶ δεσμεύειν καὶ δεῖσθαι. ση‐ | ||
zeta68 | μαίνει δὲ τὸν χιτῶνα, καὶ τὴν ζώνην, καὶ τὴν χλα‐ μύδα. Ζεύγλη. παρὰ τὸ ζεύγω ζεύξω ζεύγλη, ὡς ἀΐσσω ἀΐξω αἴγλη. | |
5 | Ζωρότερον. πλεονασμῷ τοῦ ρ, οἷον ζωότερον· ἀπὸ τοῦ ζωὸν καὶ ἰσχυρὸν εἶναι. τὸ γὰρ ζωὸν καὶ ἰσχυρόν. ἀπὸ δὲ τούτου τὸ ἀκρώτερον ἠμφαίνει. | |
Ζαθέη, ἡ ἄγαν θαυμαστὴ, καὶ πολλῆς θέας ἀξία. | ||
eta67(t) | ΑΡΧΗ ΤΟΥ Η. | |
1 | Ἡνίαι. παρὰ τὸ ἐνίεσθαι, ἢ παρὰ τὴν ἕνωσιν τῶν ὑπο‐ ζυγίων. Ἠερία. παρὰ τὸ ἦρι, ὃ σημαίνει τὸ πρωΐ. Ἡνίοχος, ὁ ἔχων τὰς ἡνίας. | |
5 | Ἠλεμάτως. παρὰ τὸ ἀποπλανῆσθαι τοῦ συμφέροντος. παρὰ τὴν ἅλην, ἡ ἐνδεία λα, καὶ ἐκκλίνειν τὴν ἀφρο‐ σύνην, ἢ παρὰ τὸ θερμόν. καὶ γὰρ τὴν θερμασίαν ἀλέαν ἔλεγον. ἀποκέκοπται δὲ ἡ λέξις. τὸ γὰρ τέ‐ λειον ἐστὶν ἠλεός. | |
10 | Ἠλίβατος. ἐφ’ ἣν πρώτην βαίνει ὁ ἥλιος· ἢ ἡ παραθα‐ λασσία, ἡ ἐφ’ ἁλὶ βαίνουσα. Ἠερέθονται. πλεονάζει τὸ η, ὡς ἐν τῷ ἠμύνει. Ἠϊόνες. ἐφ’ ὧν ἐστὶν ἰέναι ἐξ ἁλὸς, καὶ παρατείνεσθαι τοῖς αἰγιαλοῖς. | |
15 | Ἠλακάτη. εἰλακάτη τις οὖσα· παρὰ τὸ εἰλίσσειν, ἀπὸ τοῦ περιέχοντος εἰρίου. Ἤμβροτες. κυρίως τὸ βροτοῦ μὴ τυχεῖν. Ἦτορ. κατὰ ἀποβολὴν τοῦ α. φρεσὶ θυμὸς ἀήτη. πα‐ ρὰ τὸ ἄω τὸ πνέω. καὶ ἐστὶ πνεῦμα ἡ ψυχή. ἀήτορ | |
20 | οὖν ἐστὶ καὶ ἦτορ. Ἠβαιόν. παρὰ τὴν ἥβην. ἐπεὶ αὕτη ὀλίγη καὶ τα‐ χέως αὔξεται καὶ ἐλαττοῦται, καὶ παρωνύμῳ χαρα‐ κτῆρι ἥβη ἡβαιός. ὀξύνεται δὲ, ὡς γῆρας γηραιός. οἱ | |
δὲ παρὰ τὸ βῶ, τὸ ὀλίγον βῆναι. ἐὰν μὲν παρὰ τὸ | ||
eta68 | βῶ, βαιὸς καὶ ἠβαιὸς, πλεονασμῷ τοῦ η. παρὰ τὴν ἥ‐ βην, ἡβαιὸς καὶ βαιὸς, ἀποβολῇ. Ἧπαρ. ἀπὸ τοῦ ἐπήρθαι τὸ κεκυρτῶσθαι. Ὑψικράτης· ὅτι δι’ αὐτοῦ ἡ πάροδος τῆς τροφῆς. ὁ δὲ Ἡρωδιανὸς | |
5 | ἐν τῷ Συμποσίῳ, παρὰ τὸ ἐπαίρεσθαι φησὶν ἐπάρ τι ὂν καὶ ἧπαρ, τροπῇ τοῦ ε εἰς η. ἢ παρὰ τὸ εἴδω, ἧδαρ, καὶ ἧπαρ. ἐν τούτῳ γὰρ τὸ τῆς ἡδονῆς καὶ τὸ τῆς ἐπιθυμίας. Ἦρι, ἐπὶ τοῦ ὄρθου. ἀπὸ τοῦ αἴρεσθαι ἡμᾶς ἀπὸ τῆς | |
10 | κοίτης κατὰ τοῦτον τὸν καιρόν. Ἠλακάτη. ἐκτάσει τοῦ ε εἰς η. εἱλῶ εἱλάσκω καὶ τρο‐ πῇ ἠλάσκω. αἵτε κατὰ σταθμὸν ποιμνήϊον ἠλάσκου‐ σιν. σημαίνει δὲ τὸ ἐπὶ τοῦ αὐτοῦ τόπου εἰλεῖσθαι. οὕτως οὖν εἱλῶ εἱλήσω εἱλήσκω, καὶ τροπῇ ἡλάσκω, | |
15 | ῥηματικὸν ὄνομα ἠλακάτη, περὶ ἣν τὸ αὐτὸ εἵλημα εἰ‐ λεῖται. Ἠπύει. ἔπω ἐπύω. τροπῇ τοῦ ε εἰς η, ἠπύει. Ἠθεῖε. παρὰ τὸ ἔθος ἐθεῖος, καὶ τροπῇ τοῦ ε εἰς η, ἠθεῖος· ἢ πλεονασμῷ τοῦ η, θεῖος ἠθεῖος. | |
20 | Ἥρα. εἴρηται ὁ ἀήρ· μετατεθέντος γὰρ τοῦ α εὑρίσκε‐ ται τὸ ὄνομα. Ζεὺς δὲ ὁ αἰθήρ. τὸ δὲ θερμὸν τοῦ αἰθέρος, μιγνύμενον τῷ ἀέρι, ζωογονεῖ ὅθεν μυθεύον‐ | |
ται τὰ κατὰ τὸν Δία καὶ Ἥραν. | ||
eta69 | Ἠώς. ὑπὸ τῶν Ἀττικῶν λέγεται· ἡ κατὰ τὴν αὐ‐ τῆς ὥραν ἐξιοῦσα καὶ ἐξιέναι ποιοῦσα. πιθανότερον δὲ Αἰολεῖς παρὰ τὸ κατ’ αὐτὴν πάντα τὰ ζῶα αὔειν, ὃ ἐστὶ φωνεῖν. | |
5 | Ἥφαιστος. Αἰολεῖς ἄψαστος. τοῦ γὰρ πυρὸς οὐκ ἔστιν ἅψασθαι. Ἡρακλείδης. πρότερον Ἀλκείδης ἐλέγετο ἀπὸ Ἀλ‐ κέου. ὕστερον δὲ ἡ Πυθία Ἡρακλέα αὐτὸν ἐκάλε‐ σε, παρ’ ὅσον ἐξ Ἥρας ἔμελλεν ἔχειν κλέος. Ἀ‐ | |
10 | στυάγης φησὶν, ὁ δι’ Ἥραν ἀκλεὴς γενόμενος διὰ τὸ μὴ βασιλεῦσαι, ἀλλὰ θητεύειν Εὐρυσθεῖ. Ἧλος. παρὰ τὸ ἥσω μέλλοντα. ἵημι ἥσω, ἧλος. Ἤϊα. τὰ εἰς ὁδὸν βρώματα κυρίως, παρὰ τὸ ἔχοντας ἰέναι. καταχρηστικῶς δὲ καὶ τὰ ἄχυρα. | |
15 | Ἦκα. παρὰ τὴν ἀκὴν τὴν ἡσυχίαν· ἥτις πεποίηται κα‐ τὰ στέρησιν τοῦ χαίρειν, οἷον ἀχήν. παρὰ δὲ τὴν ἀ‐ κὴν παρῆκται ἐπίῤῥημα τὸ ἄκα· καὶ μεταθέσει τοῦ α εἰς η, ἦκα. Ἠπεδανός, ὁ ἐκ τοῦ πέδου ἀναστῆναι μὴ δυνάμενος. | |
20 | Ἦνις. ἔνος ὁ ἐνιαυτός. παρώνυμον ἔνις, καὶ τροπῇ τοῦ ε εἰς η, ἦνις. ἤνιες τὸ πληθυντικὸν, ἤνιας, ἦνις συν‐ αλοιφὴ, τοῦ ἑνὸς οὐσία ἐνιαυτοῦ. Ἦτορ. κυρίως ἐπὶ τῆς ἀφόβου ψυχῆς. ἄτορ καὶ ἦτορ. καταχρηστικῶς δὲ ἐπὶ πάσης ψυχῆς. | |
25 | Ἠλάσκουσαι. παρὰ τὸ ἀλῶ ἀλῶμαι, ἀλάσκω γίνεται πα‐ ράγωγον, ὡς φῶ φάσκω. οἷον περὶ τὸν αὐτὸν τόπον | |
ἀναστρέφομαι καὶ πλανῶμαι. | ||
eta70 | Ἠλασκάζω. ἀλῶ, καὶ τὸ παθητικὸν ἀλῶμαι. ἀλάσκω γίνεται παράγωγον, ὡς τὸ βῶ βάσκω, καὶ ἕτερον γί‐ νεται παράγωγον ἀπὸ τοῦ ἀλάσκω, ἀλασκάζω, ὡς ἀ‐ κούω ἀκουάζω, ῥίπτω ῥιπτάζω. τὸ δὲ ἀλασκάζω Ἰονι‐ | |
5 | κῇ τροπῇ τοῦ α εἰς η, ἠλασκάζω. Ἠμαθόους. Ἀμαθοῦς, ποταμὸς ὁ παραῤῥέων. Ἤλιθα. παρὰ τὸ ἅλις ἐπίῤῥημα ἐξέπεσε τὸ ἄλιθα. Ἠλίθιος, ὁ ἀνόητος, παρὰ τὴν ἅλα. ταύτης γὰρ τὸ ὕδωρ ἄχρηστον. ἔνθεν καὶ ἅλιον τὸ μάταιον, καὶ ἀλὼς πα‐ | |
10 | ράγωγον τοῦ ἀλῶ· ἀφ’ οὗ ἀλήτης. ἀπὸ τούτου καὶ ἕτερον παράγωγον ἀλεὸς ἐρύη, καὶ αὐτὸ ἡλεὸς Ἰωνι‐ κόν. Ἠπεροπέα. ἀπεροπέα φασὶ τοῦ περ συνδέσμου ἐν τῇ ἰδίᾳ θέσει πλεονάζοντος. ἀέπεα γὰρ εἶναι, οἷον τὸν | |
15 | τῷ λόγῳ κακῶς χρώμενον καὶ ἀπατεῶνα. τὸ δὲ α ση‐ μαίνει καὶ τὸ κακόν· ὡς εἶναι τὸ πρωτότυπον ῥῆμα ἔπω, ἀφ’ οὗ ὄνομα ὀπεὺς, ὡς τρέφω τροφεὺς, ἔχω ὀχεύς. Ἠγηλάζει. ὡς ἀκούω ἀκουάζω, κύπτω κυπτάζω, οὕτως | |
20 | ἄγω ἀγάζω, καὶ περιττεύοντος τοῦ λα ἀγαλάζω, καὶ Ἰωνικῇ τροπῇ ἠγηλάζει. Ἤπιος. παρὰ τὸ ἔπος ἤπιος, καὶ τροπῇ τοῦ ε εἰς η, ἤπιος· ὁ λόγῳ καὶ μὴ πάθει πάντα ποιῶν. Ἤριον. ἐκ τοῦ ἔρα ἡ γῆ. | |
25 | Ἠκέστας. κεντῶ ἐστὶ ῥῆμα, οὗ μέλλων κένσω. ὅθεν κέντορες ἵππων. ἀπὸ τοῦ κένσω γίνεται κεντός· | |
καὶ ἀποβολῇ τοῦ ν, καὶ προσθέσει, κεστὸς ἀκεστός· | ||
eta71 | καὶ τὸ θηλυκὸν ἀκεστὴ, καὶ τροπῇ τοῦ α εἰς η, ἠκε‐ στάς. | |
Ἥλεος. ἅλιος λέγεται. ἄναμμα γὰρ θαλάσσης. | ||
eta72 | Ἥμονες. οἱ ἀκοντισταί. παρὰ τὸν ἕσω μέλλοντα. | |
Ἥμισυ. ἅμα ἶσον. τοῦ ὅλου διαιρεθέντος. | ||
theta71(t) | ΑΡΧΗ ΤΟΥ Θ. | |
1 | Θεράπων. παρὰ τὸ θεραπεύειν τὸν κρείττονα. Θοῦρις. παρὰ τὸ θορεῖν. ἐκ τῶν περιεχομένων, ἢ θοροποιεῖν. Θύον. τὸ ἐπιθυόμενον εἰς κάθαρσιν. | |
5 | Θῶκος. ἡ τοῦ θεῖν ἡμᾶς ἐν τῷ καθέζεσθαι εἰς αὐτὴν ἐπέχουσα. Θεσπεσία. οἷον θεοπεσία. παρὰ τὸ πεσεῖν, ἢ ἥδεσθαι καὶ ἐπακολουθεῖν θεοῖς. Θρῆνυς. ἡ τῶν ἐρετῶν σανὶς, ἀφ’ ἧς καὶ θρανίται λέ‐ | |
10 | γονται· παρὰ τὸ ἐν αὐταῖς ἵζειν. Θρυλλίχθη παρὰ τὸ θραύω. παράγωγον θραυλίζω. εἶτα θραυλίχθη, καὶ θρυλλίχθη ἀποβολῇ τοῦ α. πα‐ θητικὸς ἀόριστος αʹ. Θριγκός. παρὰ τὸ θρέξαι. ὁ περιτρέχων κύκλῳ. | |
15 | Θάλασσα. παρὰ τὸν σάλον, σάλασσα, καὶ μεταθέσει τοῦ ς εἰς θ, θάλασσα· ἢ παρὰ τὴν αλ γενικὴν, ἄλασσα, καὶ πλεονασμῷ τοῦ θ, θάλασσα. Θήγω. ἔκλειψις τοῦ θ. παρὰ τὸ θέην, θεήγω, καὶ θήγω. | |
20 | Θάπτω. παρὰ τὸ θῶ ῥῆμα, καὶ τιθῶ. ὡς βῶ βάπτω, οὕτω καὶ θῶ θάπτω. Θνητός. παρὰ τὸν θάνατον. πρὸς ἀντιδιαστολὴν τῶν | |
θεῶν. θνήσω θνητός. | ||
theta72 | Θάνατος. τάνατός τις ἐστί. παρὰ τὸ τείνειν τὸ σώμα τῇ ψύξει· ἢ ὅτι ταναός ἐστιν· ἐπὶ πάντας διατείνων ἑαυτόν. ἢ περισσὸν τὸ θ. ἄνατος. ἄνευ γὰρ ἄτης ἐστὶν ὁ ἀποθανών. Καλλίμαχος· ἴσθι πριεῖα γυναι‐ | |
5 | κῶν τὴν ὁδὸν ἣν ἀνίαι θυμοφθόνοι οὐ περόωσιν. Θώραξ. οἷον ὤραξ καὶ φύλαξ τοῦ θερμοῦ, ἢ τῆς ὁρού‐ σης καὶ πηδώσης καρδίας. Θυμέλη. παρὰ τὸ ἐπ’ αὐτῆς τίθεσθαι τὰ θυόμενα ἱε‐ ρεῖα. τράπεζα δὲ ἦν πρὸ τούτου, ἐφ’ ἧς ἑστῶτες ἐν | |
10 | τοῖς ἀγροῖς ᾖδον, μήπω τάξιν λαβούσης τῆς τραγῳ‐ δίας. Θρίαι. αἱ μαντικαὶ ψῆφοι, τρίαι τινὲς οὖσαι. τρεῖς γὰρ εἰσὶ τὸν ἀριθμόν. Νύμφαι δ’ ἐφεῦρον πάντας, ἐξ ὧν καὶ ἐκλήθησαν. εὑροῦσαι δὲ παρέσχον τῇ Ἀ‐ | |
15 | θηνᾷ, καὶ Ἀπόλλωνος αὐτὴν ἐγκαλοῦντος, ἡ Ἀθη‐ νᾶ ἔῤῥιψε τὰς ψήφους ἐν τόπῳ τῆς Ἀττικῆς· ἐξ ὧν ἐκλήθη Θριάσιον πεδίον. ὀνόματα δὲ τῶν Νυμφῶν τῶν εὑρουσῶν τὰ δὲ. Θρία τε τῆς συκῆς φύλλα, ἐπεὶ εἰς τρία διέσχισται. | |
20 | Θοῦρος. ὁ θοῶς ὀρούων. Θορός, ὁ σπόρος. ἀπὸ τοῦ θορεῖν. ὁ μετὰ τῆς ὁρ‐ μῆς πεμπόμενος. | |
Θαμά, ἅμα, καὶ πλεονασμῷ τοῦ θ. | ||
theta73 | Θίς, ὁ αἰγιαλός. παρὰ τὸ θέω· ὁ παραθέων τῇ θα‐ λάσσῃ. Θίς, ὁ σωρός, παρὰ τὸ θῶ, ἀφ’ οὗ συνέβη θεῖναι. Θώραξ. ὃ δηλοῖ τὸ εὐωχοῦμαι, ἤτοι ἐν εὐωχίᾳ εἰμί· | |
5 | ἀφ’ οὗ Δωριεῖς θῶσθαι λέγουσι τὸ εὐωχεῖσθαι. Θοίνη, ἡ εὐωχία, παρὰ τὸ θῶ, τρίτης ἐστὶ συζυγίας, τὸ στρέφω, θήσω μέλλων. ῥηματικὸν ὄνομα θώνη, καὶ τροπῇ τοῦ ω εἰς τὴν οι δίφθογγον, θοίνη, ὡς τὸ ἀγκὼν ἀγκώνη καὶ ἀγκοίνη, εἵρω τὸ πλέκω, εἱρμός. | |
10 | Θηλή. παρὰ τὸ θήσω μέλλοντα· ἐξ οὗ θηλάσσω, καὶ θηλή. Θῶκος. παρὰ τὸ θέσω, καὶ θώσω· ὅ ἐστιν ἀπὸ τοῦ θῶ. οὗ μέλλων θώσω. οὕτω Φιλόξενος. Θάλλω. παρὰ τὸ θῶ τὸ τρέφω, καὶ παράγωγον θάλλω. | |
15 | Θημών. παρὰ τὸν θήσω μέλλοντα. Θυοσκόος. ὁ ἀπὸ τῶν θυομένων κοῶν, ὅ ἐστι νοῶν. Θυάδες. αἱ Βάκχαι· παρὰ τὸ θύω τὸ ὁρμῶ. Θελημός. θελήσω μέλλων· ἀπὸ τοῦ θελῶ· θελησμός· ὡς μελήσω μελησμός· καὶ ἀποβολῇ τοῦ ς, θελημός. | |
20 | Θύελλα· παρὰ τὸ θύω τὸ ὁρμῶ, θύελλα, ὡς παρὰ τὸ ἄω τὸ πνέω, ἄελλα. Θᾶσσον· παρὰ τὸ ταχύς· συγκριτικὸν τάσσων, καὶ τρο‐ πῇ τοῦ τ εἰς θ, θάσσων· ὡς παρὰ τὸ παχῦς πάσ‐ σων. παρὰ δὲ τὸ θάσσων θάττων. | |
25 | Θρησκεύειν. παρὰ τὴν Θρακῶν ἐπιμέλειαν τὴν περὶ τὸ θεῖον, καὶ τὴν τοῦ Ὀρφέως ἱερουργίαν. δύναται δὲ καὶ παρὰ τοὺς θεοὺς ἀρέσκειν, ὅ ἐστιν ἐξευμενί‐ | |
ζεσθαι. | ||
theta74 | Θύσανος· παρὰ τὸ θύνω τὸ ὁρμῶ. Θυόεις. θύω θυόεις. Θεουδής. ὁ τὰ ἕδη τῶν θεῶν σέβων. Θεμέλια. δεμῶ τὸ οἰκοδομῶ· ἀφ’ οὗ δεμέλια, καὶ τρο‐ | |
5 | πῇ τοῦ δ εἰς θ, θεμέλια. Θέρω· τὸ θερμαίνω. παρὰ τὸ θέω, πλεονασμῷ τοῦ ρ. τὸ γὰρ ταχὺ καὶ θερμὸν λέγομεν, ὡς εἴρηται· ὡς φθίνω φθείρω, καὶ θέω θέρω. Θρώσκω. ἀπὸ τοῦ θέρω θερίσκω, ὡς στέλω στελί‐ | |
10 | σκω. μεταθέσει τοῦ ο εἰς ω, καὶ συγκοπῇ, θρώσκω. Θρασύς. παρὰ τὸ θέρω, οὗ μέλλων θέρσω κατ’ Αἰο‐ λέας, καὶ θερσὺς, καὶ καθ’ ὑπέρθεσιν, καὶ τροπῇ τοῦ ε εἰς α, θρασύς. θερμοὶ γὰρ οἱ θρασεῖς. | |
15 | Θάτερον. παρὰ τὸ ἅτερον· Δώριον. εἰ γὰρ ἦν παρὰ τὸ ἕτερον, θούτερον ἦν· ὡς γίνεται τὸ ἔλαιον τοὔλαιον. ἀλλὰ τὸ ἕτερον παρὰ Δωριεῦσι λέγεται θάτερον· ὡς ἄγαγον τἀγαθόν. ἔμεινε δὲ τὸ τ ἄτρεπτον, ἐπει‐ δὴ ψιλοῦται τὸ ἀγαθὸν, τὸ δὲ ἅτερον δασύνεται. | |
20 | Θύρα. θύω τὸ ὁρμῶ, δι’ ἧς ὁρμῶμεν. Θολῶ. παρὰ τὸ θόλον. θόλος δὲ τὸ μέλαν τῆς σηπίας. Θαῦμα. παρὰ τὸ θαυμάζω, θαυμάσω, θαύμασμα. καὶ κατ’ ἔνδειαν τοῦ ς, καὶ κατὰ ἀποκοπὴν, θαῦμα. οἱ | |
25 | δὲ παρὰ τὸ θεῶμαι θέαμα, καὶ κατὰ κρᾶσιν θαῦμα. Θέα. ἡ θωρία. παρὰ τὸ θέω, οὗ παθητικὸν θεῶμαι. βαρυτονεῖται δὲ πρὸς ἀντιδιαστολὴν τοῦ θεὰ ἅπερ τῆς θεοῦ. ὡς θολὸς τὸ οἰκοδόμημα, θόλος δὲ τὸ μέλαν | |
τῆς σηπίας. | ||
iota75(t) | ΑΡΧΗ ΤΟΥ Ι. | |
1 | Ἱερὸν ἧμαρ. οὕτως εἴρηται τὸ πρὸ τῆς μεσεμβρίας. ἐν τούτῳ γὰρ τῷ καιρῷ ἔθυον τοῖς Ὀλυμπίοις θεοῖς, ἀπὸ δὲ μεσεμβρίας τοῖς χθονίοις. Ἰωχμός. διωχμός τις ὢν, καὶ διωγμὸς, κατὰ τροπὴν | |
5 | τοῦ χ εἰς γ. Ἰωή. ἡ μετὰ ποιᾶς φωνῆς ὁρμή. ἀπὸ τοῦ ἱέναι καὶ ἐμ‐ περιήχησιν τινὰ ποιεῖν. Ἰγνύα. τὸ ὄπισθεν τοῦ γόνατος. ἐπεὶ αἴτιον ἐστὶν ἡ‐ μῖν τοῦ ἱκνεῖσθαι, ὅ ἐστι πορεύεσθαι. | |
10 | Ἰδνωθείς. οἷον τὸ ἡνίον δινωθείς. δηλοῖ δὲ καὶ τὸ καμφθῆναι. παρὰ τὸ ἵζω, οὗ παράγωγον ἱζάνω. Ἰόμωροι. οἱ περὶ τοὺς ἰοὺς μεμοιραμένοι. παρὰ τὸ μόρον, ὃ σημαίνει τὴν εἱμαρμένην καὶ κακοπάθειαν. Ἰκρία. τὰ σανιδώματα. παρὰ τὸ δι’ αὐτῶν ἱκνεῖσθαι | |
15 | καὶ διαβαίνειν. Ἰξύς. εἴρηται οἷον ἀξυστίς τις οὖσα, ἣν οὐχ οἷόν τε ξύσαι καὶ κνήσασθαι. Ἴσθιον. τὸ κόσμιον, τὸ περιτιθέμενον τῷ τραχήλῳ. ὅθεν καὶ παρίσθμια. | |
20 | Ἰλλίζειν, τὸ διανεύειν. παρὰ τὸν ἴλλον, ὃ ἐστὶ διεστραμ‐ μένον κυρίως. ἢ τὸ διανεύειν τοῖς ὀφθαλμοῖς· παρὰ τὴν εἴλησιν, τὴν κίνησιν. Ἰάψαι. πλεονασμῷ τοῦ α. παρὰ τὸ ἴπτω ἴψω ἰάψω. Ἰήϊος. ἐπίθετον Ἀπόλλωνος. παρὰ τὸ ἵημι· ὁ τοξό‐ | |
25 | της· παρὰ τὴν ἕησιν τῶν βελῶν, ἤτοι τὴν ἄφεσιν. τὸ δὲ ἤϊε Φοῖβε κατὰ ἀποβολὴν τοῦ ι, ὅτι αὐτὸς | |
ἐστὶ τῷ ἡλίῳ· ὅτι πανταχοῦ ἵησι τὴν ἀκτῖνα. | ||
iota76 | Ἰσχνός. παρὰ τὸ ἴσχω, οὗ παράγωγον ἰσχνῶ. ὄνομα ἰσχνός. Ἰνίον. ἀπὸ τοῦ ἐν τῇ καταβάσει τῇ ἀπὸ τῆς κορυφῆς κάτω ἰέναι. ἢ ἀπὸ τοῦ ἐκτεῦθεν ἄρχεσθαι τὰς | |
5 | ἴνας, τουτέστι τὰ νεῦρα· ἐπειδή περ ἴεται διὰ τοῦ σώ‐ ματος· τοιοῦτον δὲ καὶ τὸ, Οὐ γὰρ ἔτι σάρκας τε καὶ ὀστέα ἶνες ἔχουσιν. Ἰατρική. πλεονασμῷ τοῦ ρ· ἰατική τις οὖσα, παρὰ τὸ ἰᾶσθαι. | |
10 | Ἴουλος ἐκλήθη ἀπὸ τοῦ ζώου τοῦ ἰούλου, πολλοὺς καὶ πυκνοὺς πόδας ἔχοντος· ἢ ἀπὸ τοῦ οὔλως καὶ πυκνῶς εἰλοῦσθαι. Ἱερὸν ὀστοῦν, ἐκλήθη τὸ ἄκρον τῆς ὀσφύος, ὅτι μέγα ἐστίν. | |
15 | Ἰσθμός. θάλασσαν ἔχων ἑκατέρωθεν, βάσιμος. ἴσθμια δὲ τὰ βήματα. Ἴφια μῆλα. κατ’ ἀντίφρασιν τὰ ἀνίσχυρα. Ἰλύς. ἰλύσω· καὶ ἀποβολῇ τοῦ ω, ἰλύς. Ἴνις. ὁ ἀπόγονος. παρὰ τὴν ἰνὸς γενικὴν παρωνύμως. | |
20 | Ἴσις. παρὰ τὸ ἶσον. ἡ αὐτὴ γὰρ ἐστὶ τῇ γῇ, ἥτις ἐστὶ σφαιροδής. Ἰμονία. παρὰ τὸν ἱμάντα. οὕτως Ἡρωδιανὸς ἐν τῇ Ὀρθογραφίᾳ. Ἰτέα. παρὰ τὸ ἰέναι. ταχέως γὰρ αὔξεται. | |
25 | Ἵμερος. παρὰ τὸ ἵημι καὶ ἵεσθαι. ἵετο γὰρ βαλέειν. | |
iota77 | ὑποθῶν γὰρ ἵεται ἐπὶ τὸν ποθούμενον. οὕτως Ἡρω‐ διανός. Ἵππος. παρὰ τὸ ἵππω, καὶ ἱάπτω, ὡς κόπτω κόπος, καὶ ἵπτω ἵππος. ἐστὶ δὲ εἶδος παστίγος. οὕτως Ἡ‐ | |
5 | ρωδιανός. Ἴλη. τὸ πλῆθος· παρὰ τὸ ὁμοῦ εἰλεῖσθαι. Ἰκμάς. παρὰ τὸ ἱκνεῖσθαι ἄνωθεν πρὸς ἡμᾶς. ἀπὸ τοῦ Διὸς ὕοντος. οὕτως Ἡρωδιανός. Ἶρις. ἡ θεός· παρὰ τὸ εἴρειν καὶ λέγειν· ἄγγελος γὰρ | |
10 | ἡ θεός. Ἴον· τὸ ἄνθος· παρὰ τὸ ἀνιέναι ταχύ. Ἶνες. τὰ νεῦρα· παρὰ τὸ ἔω ῥῆμα τὸ ὑπάρχω. ῥημα‐ τικὸν ὄνομα ἴνις. καὶ θέω θίνη, ῥήσσω ῥήξω ῥηγμίν. αἱ δὲ ἶνες, τῷ εἶναι καὶ συνεστάναι παρέχουσι τῷ | |
15 | σώματι. Ἰξός. ἵκω ἵξω, ἵξομαι ἰξός. ὁ φθάνων μέχρις ὧν φθά‐ νωσι τόπων τὰ πτηνά· ἀντὶ τοῦ ἔνθα ἱκνοῦνται. ὁ δὲ Ἡρωδιανὸς, ἀξός τις φησὶν εἶναι παρὰ τὸ ἀξεῖν τὰ ὄρνεα. | |
20 | Ἰάλλω. παρὰ τὸ ἴω παράγωγον. ἰάλλω, οἷον ἰέναι ποιῶ. | |
Ἰσχάδες παρὰ τὸ ἴσχω, καὶ παράγωγον ἰσχνῶ, | ||
iota78 | ἰσχνάδες· καὶ ἀποβολῇ τοῦ ν, ἰσχάδες· τὰ λεπυθέν‐ τα σύκα ἐν τῷ ξηραίνεσθαι. Ἱστία. παρὰ τὸ ἵζω. ἡ δὲ ἑστία παρὰ τὸ ἕζω. τὸ δὲ ἵζω ὁ μέλλων ἵσω· καὶ ῥηματικὸν ὄνομα ἱστὸς καὶ | |
5 | ἱστία. οὕτω Φιλόξενος ἐν τῷ περὶ τῆς Ἰλιάδος δια‐ λέκτῳ. Ἴτης. ὁ ἐπὶ πάντα ὁρμῶν· παρὰ τὸ ἰέναι. ἀπὸ τούτου ἰσητήρια. Ἰχθύς. παρὰ τὸ ἰθύειν. | |
10 | Ἰλύς. δηλοῖ ὑπόστασιν ὕδατος, εἰς ταὐτὸ συναχθεῖσαν εἵλησιν καὶ σύνοδον. Ἰωκή. παρὰ τὸ διωκὴ καὶ διωγμός· ἀπὸ τοῦ διώκω, ἀπο‐ βολῇ τοῦ δ, ἰωκὴ καὶ ἰωχμός. Ἰήϊος. ὅτε μὲν ἐπὶ τοῦ Ἀπόλλωνος, δασύνεται. Ὅμη‐ | |
15 | ρος· ὥς ῥα σὺ ἵηε Φοῖβε. παρὰ τὴν ἕσιν τῶν με‐ λῶν. ἐπὶ δὲ τοῦ θρήνου, ψιλοῦται· Σοφοκλῆς Οἰ‐ δίποδι· οὔτε γὰρ ἔκγονα κλυτᾶς χθονὸς αὔξεται· οὔτε τόκοισιν ἰήων καμάτων· τῶν θρηνητικῶν. Ἴδρις. εἴδω ἐστὶ ῥῆμα, οὗ ὁ μέλλων εἴσω καὶ εἴσομαι. | |
20 | τοῦ εἴδω καὶ εἴσω ὄνομα εἴδις. ἀποβολῇ τοῦ ε, ἴδις, | |
καὶ πλεονασμῷ τοῦ ρ, ἴδρις. | ||
iota79 | Ἰξάλου αἰγός. παρὰ τὸ ἵξω μέλλοντα. πολλάκις δὲ τὰ παράγωγα ἀλλάσσει τὸ πνεῦμα, καὶ ἀπὸ δασέος γίνεται ψιλόν. οὕτως ἵκω, ἵξω, ἴξαλος. οἷον αἷμα δασύνεται, ἄμυδις δὲ ψιλοῦται, ἱδρὼς δασύνεται. οὕ‐ | |
5 | τω Φιλόξενος ἐν τῷ περὶ Ἀναδιπλασιασμοῦ. | |
iota80 | Ἰδάλιμος. ἴδος. τούτου παράγωγον ἴδιμος. προθέσει τοῦ αλ ἰδάλιμος. οὕτω Φιλόξενος. Ἰωή. παρὰ τὸ ἴω ἰωὴ, ἡ διϊκνουμένη εἰς ἀκοήν. Ἶσος. παρὰ τὸ εἴδω τὸ ὁμοιῶ. οὗ μέλλων εἴσω. ῥημα‐ | |
5 | τικὸν ὄνομα ἶσος, κατὰ ἀποβολὴν τοῦ ε. | |
kappa79(t) | ΑΡΧΗ ΤΟΥ Κ. | |
1 | Κάλχας. παρὰ τὸ καλχαίνειν, ὃ ἐστὶ κατὰ βάθος μεριμνᾶν· καὶ κάλχη, ἡ πορφύρα· ὅθεν παρ’ αὐτὴν τὸ πορφύρειν τὸ μεριμνᾶν. Κρήγυον. προπῇ τοῦ δ εἰς γ, ὡς γνόφος δνόφος· οἷον | |
5 | κηρυδόν τι ὄν· τοδῦνον τὸ κέαρ. Καρπός. ἀπὸ τοῦ κεκάρφθαι τὸ ἐξηράνθαι καρπὸς λέγε‐ ται· καρφός τις ὤν. Κρῆτες. παρὰ τὸ ἐπὶ κράεσι βιοτεύειν. κυνηγητικοὶ γάρ. Ἀπολλόδωρος καὶ ἐν Ἐτυμολογίαις παρὰ τὸ εὖ | |
10 | κεκρᾶσθαι τὸν περὶ τὴν νῆσον ἀέρα. Κονίσσαλος. ἡ σεσαλευμένη κόνις. τίλος κίλος. Κτίλος. κίλος· παρὰ τὸ κίειν, ὃ ἐστὶ πορεύεσθαι. Κατήφεια. ἀπὸ τοῦ κάτω τὰ φάη βάλλειν τοὺς λυπου‐ μένους. | |
15 | Κύπελλον. κύφελλόν τι ὄν. Κενεών. ὁ κατὰ τὴν λαγόνα τόπος, παρὰ τὸ κενὸν τῶν ὀστέων. καὶ λαπάρα διὰ τοῦτο· λαπάξαι γὰρ τὸ κενῶσαι. Κάπη. εἴρηται ἡ καταπνεομένη ὑπὸ τοῦ ἄσθματος τῶν | |
20 | ἵππων. Κερδαίνειν. παρὰ τὸ κέρα ἰαίνειν. Κυθέρεια. παρὰ τὸ χεῖν τοὺς ἔρωτας· ἢ παρὰ τὸ χύ‐ δην θέρειν καὶ φλέγειν τῷ πάθει· οἱ δὲ παρὰ τὸ κεύ‐ | |
θειν, κρυφίαν τινὰ οὖσαν κατὰ τὴν μίξιν. Ἡσίοδος | ||
kappa80 | δὲ ἀπὸ Κυθήρων· ἀτὰρ Κυθέρειαν, ὅτι προσέκυρ‐ σε Κυθήροις. Κνώδαλα. καταχρηστικῶς καὶ τὰ χερσαῖα τὰ ὑπὸ κυ‐ νῶν ἁλισκόμενα. | |
5 | Κόλοψ. ὁ ἐκ τῶν τραχήλου δερμάτων γινόμενος πασ‐ σαλίσκος, περὶ ὃν δεσμοῦσι τὴν νευράν. κόλλοπας δὲ τὰ μέρη ἐκεῖνα καλοῦσιν· ἐπειδὴ ἐξ αὐτῶν ἐγίνετο κόλλα. Κεντρηνεκέας. παρὰ τὸ συνεχῶς κεντρίζεσθαι. | |
10 | Καγχαλᾶν. διπλασιασμὸς, καὶ πλεονασμῷ τοῦ γ, ὡς χῶ, χαλῶ, καὶ καχαλῶ, καγχαλῶ. παρὰ τὸ ἐν χα‐ λάσματι εἶναι τὴν ψυχὴν χαίρουσαν. ἔς γε τὸ ἐναντίον ἐν τῇ λύπῃ συνεστάλθαι. ἔνθεν τὸ ἄχεσθαι, πα‐ ρὰ τὸ μὴ διαχεῖσθαι. | |
15 | Κέραμος. Ἀπολλόδωρος τὴν κεκαυμένην ἔραν, τουτέστι τὴν γῆν. Καρδία. παρὰ τὸ κράτος. ἡ ἡγεμονικωτάτη. Κόλποι. παρὰ τὴν κοιλότητα εἴρηνται. Κοτυλήῤῥυτον. τὸ δύνασθαι τῷ κοίλῳ τῆς χειρὸς ἀ‐ | |
20 | ρύεσθαι. Κοχῶναι. οἷον χῶναι. διὰ τὸ φέρεσθαι δι’ αὐτῶν τὰ παρέχοντα τὴν ἔκχυσιν τῶν περιττωμάτων. Κῶπα. παρὰ τὸ σκάπτειν τὸ ὕδωρ. Κείρειν. παρὰ τὸ αἴρειν καὶ ἀποκόπτειν τὸ κέρας, | |
25 | τουτέστι τὴν τρίχα. ἐπὶ τῶν ὀφθαλμῶν ἡ κόρη, οὕ‐ | |
kappa81 | τω χόρη· ἀπὸ τοῦ δι’ αὐτῆς χεῖσθαι τὸ ὁρατικὸν πνεῦ‐ μα. κόρη δὲ καὶ γὰρ ὑγροφυὴς καὶ τρυφερὰ ἡ κόρη. ἀπὸ τοῦ κορεῖν. ὅ ἐστι καλλωπίζειν, τὸν ὀφθαλμόν. καὶ κόρη ἡ παρθένος, ἡ καθαρὰν καὶ ἄφθορον ἔχου‐ | |
5 | σα τὴν ἡλικίαν. Κυψέλη, τὸ κοῖλον τοῦ ὠτίου. διὰ τὸ κοῖλον, καὶ κῦ‐ φον, καὶ κογχοειδὲς, καὶ τοῖς ἀγγείοις ἐοικέναι. ὁ κυ‐ ψελίτης ῥύπος, ὁ ἐν τῷ ὠτίῳ φυόμενος. Φιλόξε‐ νος. | |
10 | Κεφαλή. ἥτις καρφαλή ἐστι. παρὰ τὸ κάρφεσθαι, ὅ ἐστι ξηραίνεσθαι. ξηρὰ γὰρ καὶ ὀστώδης αὐτὴ κα‐ τὰ Ἀπολλόδωρον. Κελύφη ἐστὶ παρὰ τὸ σκέπειν καὶ καλύπτειν τὸν ἐγκέ‐ φαλον. τινὲς δὲ κατὰ πλεονασμὸν τοῦ λ, κεφαή τις | |
15 | οὖσα, ἐν ᾗ κεῖνται τὰ φάη. ἄλλοι δὲ ἀπὸ τῆς κυφό‐ τητος. τὸ γὰρ περιφερὲς, κυφὸν λέγεται. ἀφ’ οὗ καὶ κύμβιον, τὸ περιφερὲς ποτήριον. ἤτοι κυφίδιον καὶ ἀμφικύπελλον, τὸ περίκυφον ἔκπωμα. Κάρα. ἀπὸ τοῦ τετριχῶσθαι. | |
20 | Κράτα. τὴν κεφαλήν. ἀπὸ τοῦ κράτος, ὡς ἐνταῦθα τοῦ ἡγεμονικοῦ τυγχάνοντος· παρὰ τὸ κραίνειν καὶ βα‐ σιλεύειν τοῦ ὅλου σώματος. ὅθεν κρανίον καὶ κέ‐ ρατα, τὰ ἐκ τοῦ κρανίου φυόμενα. Σωρανός. Κώδια. ἀπὸ τοῦ τοὺς γενομένους αὐτῆς καματώδεις | |
25 | φιλεῖν ποιεῖν. ὅθεν καὶ κώδιον, ἐφ’ ᾧ κοιμώμεθα. | |
kappa82 | Κορυφή. τὸ μέσον τῆς κεφαλῆς. ὅτι τοῦ κέρατος ὀροφή. οἱ δὲ ἀπὸ τοῦ κεκρύφθαι ὑπὸ τῆς τριχός. κρυ‐ φή καὶ κορυφή. Κιονίς. ἥτις λέγεται καὶ γαργαρεὼν παρὰ τῷ Ἱπποκρά‐ | |
5 | τει, διὰ τὸν γινόμενον περὶ αὐτὸν ἦχον ἐν τῷ γαρ‐ γαλίζεσθαι. οἱ δὲ σταφυλὴν, ἀπὸ τοῦ συνεχῶς κα‐ ταστάζεσθαι. ἢ ἀπὸ τοῦ τὸ ἄκρον αὐτῆς φαίνεσθαι ὅμοιον ῥαγί. κιονὶς δὲ ἤτοι παρὰ τὴν χύσιν τῶν ὑγρῶν, ἢ παρὰ τὸ κίονος ἔχειν τύπον καθ’ ἑαυτὴν οὖσαν ἐπι‐ | |
10 | μήκη. οὕτω Σωρανός. Κωφός. παρὰ τὸ ἐκκεκόφθαι καὶ ἀφαιρεῖσθαι τὴν ὄπα ἐν τῷ ἀκούειν. καὶ ἐπὶ τοῦ ἀλάλου τὸ αὐτό. Κριθή. ἀπὸ τοῦ ἀποκεκρίφθαι τῶν ἀκροδρύων. ἀκρό‐ δρυα γὰρ ἤσθιον πρὸ τῶν καρπῶν. | |
15 | Κριός. Ἡρωδιανὸς οὕτω ἐν τῇ Ὀρθογραφίᾳ· κέρα κέ‐ ριος, συγκοπῇ κριός. Κρίβανος. παρὰ τὸ κρῖ καὶ τὸ βαῦνος ὄνομα. ἐν ᾧ αὔ‐ ουσι καὶ φρύγουσιν ἢ κριθὴν κρίμνον. Κλοιός. παρὰ τὸ κλείω. περικλείει γὰρ περιτιθέμε‐ | |
20 | νος. Καταπροίξεσθαι. ἀπὸ τῆς προικὸς, ἣν διαιροῦντες Ἴω‐ νες προΐκα λέγουσιν ὥσπερ οὖν ἡ προὶξ δωρεὰ δίδο‐ ται, οὕτω φησίν, Οὐ δωρεάν μου καταγνώσεταί τις· ἀλλ’ ἀποδώσει μισθὸν ὧν ἔπραξε. καὶ ὁ ἐ‐ | |
25 | παίτης ὁ προῖκα αἰτῶν, προίτης. | |
kappa83 | Καλύβη. οἷον καλύφη τὶς οὖσα. Καλός. παρὰ τὸ καλεῖν πρὸς ἑαυτὸν ἕκαστον· ἢ παρὰ τὸ κηλεῖν. πάντες γὰρ τῷ καλῷ κηλούμεθα. Κνίσσα. παρὰ τὸ κνισσῶ μέλλοντα. κνισμὸς γὰρ γίνε‐ | |
5 | ται ἀπὸ τῆς ὀσφρήσεως. Κίων. ἀπὸ τοῦ κίειν καὶ ἰέναι. ἢ ὅτι βέβηκέ τι ἐπ’ αὐ‐ τῷ, οἷον ἐπιπορεύεται. Κειρία. παρὰ τὸ κείρεσθαι εἰς λεπτά. ἢ παρὰ τὸ κέ‐ ρας. ἐκ τριχῶν γὰρ ἐγίνοντο αἱ κειρίαι. | |
10 | Κολώνιον. τὸ ἀνανεῦον καὶ κατανεῦον κᾶλον. Κολεόν. παρὰ τὸ κεκοιλάνθαι, ἤτοι κοιλανθῆναι. Κελαινεφής. ὁ Ζεύς. ὁ τὰ νέφη κλονῶν καὶ κινῶν, ἢ μελανοποιῶν ἐν τῷ ὕειν. Κέαρ. παρὰ τὸ κεκρᾶσθαι ἐκ θερμοῦ καὶ ψυχροῦ ἐπί‐ | |
15 | σης ἐχόντων. Κῆρ. παρὰ τὸ δίκην κηροῦ ἀπομάττεσθαι τὰ μαθήματα. Κέλος. ὁ δρομικὸς ἵππος. κέλειν γὰρ τὸ τρέχειν. καὶ ἡ κέλευθος δὲ παρὰ τοῦτο. Κάμηλος. καμηρός τις ἐστίν· ἀπὸ τοῦ τοὺς μηροὺς κάμ‐ | |
20 | πτειν ἐν τῷ καθέζεσθαι. Κεραυνός. ἀπὸ τῶν ζώων τῶν τοῖς κέρασι διαφθειρόντων. ἢ ὁ διὰ τοῦ αὔειν, ὅ ἐστι καίειν, βλάπτων. Κόσμος, ὁ πάντα ἐν αὐτῷ κεκοσμημένα ἔχων καὶ δια‐ τεταγμένα. | |
25 | Κανοῦν. τὸ ἐπάνω κείμενον τὸ καινὸν, ὅ ἐστι κτεῖ‐ νον. λέγω δὲ τὴν μάχαιραν. κυρίως δὲ ἀπὸ τοῦ γενο‐ μένου ἔθους ἐν ταῖς θυσίαις. Κρύος. παρὰ τὴν γενομένην κροῦσιν τῶν ἐν τῷ ψύχειν, ὅπερ κρύος λέγεται. | |
30 | Κολυμβᾶν. ἐτυμώτερον Δωριεῖς λέγουσι κολυφᾶν. ἀ‐ πὸ τοῦ κολοὺς, ὅ ἐστι κολοβοὺς φαίνεσθαι τοὺς ἐν τῷ | |
ὕδατι, καὶ μὴ ὁλοτελούς. οὕτως Ἡρακλείδης. | ||
kappa84 | Κλέος. παρὰ τὸ κλείειν. ἐγὼ δέ σε κλείω ἐπ’ ἀπεί‐ ρονα γαῖαν. Καλός. παρὰ τὸ κάζω, ῥῆμα, οὗ παρακείμενος κείρα‐ σμαι καὶ μέλλων κάσω. ἀφ’ οὗ καλὸς ὄνομα. ἢ πα‐ | |
5 | ρὰ τὸ καλῶ καὶ καλεῖν πρὸς ἑαυτὸν ἕκαστον. Κναφεύς. παρὰ τὸ κνάπτω, ὅ ἐστιν ἀπὸ τοῦ κνῶ τὸ ξύω. ξύουσι γὰρ τὴν τῶν ἀκνάπτων ἱματίων κρο‐ κίδα. Κλῆρος. κλῶ ἐστὶ ῥῆμα μονοσύλλαβον, ἀπὸ τοῦ καλῶ | |
10 | συγκοπέν· οὗ μέλλων κλήσω. ὄνομα κλῆρος· ὁ καλῶν ἐφ’ ἑαυτὸν τὸν λαχόντα. ὁ δὲ Ἡρωδιανὸς ἐν Ἐπιμε‐ ρισμοῖς παρὰ τὸ κᾶλον τὸ ξύλον· ἐπεὶ ἐν ξύλοις ἐχα‐ ράττοντο οἱ κλῆροι. Κρωσσόν. παρὰ τὸ κρῶ τὸ ἐπιχέω· γενόμενον ἀπὸ τοῦ | |
15 | χέω κερῶ, κατὰ συγκοπήν. σημαίνει δὲ ὑδρίαν ἤ τι ἄγγος εἰς τὸ ἐπιχεῖν ὕδωρ. Κλείω κλείσω κλεινός. Κῶμα. κοιμῶ κοιμήσω κοίμημα· συγκοπῇ κοῖμα· τρο‐ πῇ τῆς οι εἰς ω, κῶμα. | |
20 | Κόπος. παρὰ τὸ κέω, οὗ παθητικὸν κέομαι. Κορμός. παρὰ τὸ κείρω. Κλαίω. παράγωγον συγκοπὲν ἐκ τοῦ καλῶ. ἐπικαλοῦν‐ ται γὰρ τοὺς ἀποθανόντας οἱ κλαίοντες. Κῆλον. παρὰ τὸν κήσω μέλλοντα τὸ καύσω, καὶ πλεο‐ | |
25 | νασμῷ τοῦ ε. Ὅμηρος, πυρὶ κηλέῳ. παρὰ δὲ τὸν αὐτὸν κήσω μέλλοντα, ἀφ’ οὗ κῆλον. Αὖα πάλαι, περίκηλα, τὰ οἱ πλώοιεν ἐλαφρῶς. τὰ περικεκαυμένα· ἐκ τοῦ ἡλίου ξηρά. Κήλη καὶ κάλη. παρὰ τὸ κῆλον καὶ κᾶλον. ἐπὶ τοῦ | |
30 | ξηροῦ περὶ τὰ μέρη γὰρ ἐκεῖνα εἰς ὄγκον ἐπιδέδωκε τοῦ συνήθους μείζονα. οὕτω Φιλόξενος ἐν τῷ περὶ Μο‐ | |
νοσυλλάβων ῥημάτων. | ||
kappa85 | Κώμη. παρὰ τὸ κῶ ῥῆμα, οὗ μέλλων κώσω. δηλοῖ δὲ τὸ κοιμᾶσθαι. Καταχήνη. ἡ κόσμησις. χαίνω χήνη καταχήνη. Κελαρύζω. κερίζω, κελαρίζω. | |
5 | Κλαγγή. κρῶ, παράγωγον κράζω, ῥηματικὸν ὄνομα κρα‐ γὴ, καὶ πλεονασμῷ τοῦ υ, κραυγή. μετάθεσις τοῦ ρ εἰς λ, κλαγή, καὶ πλεονασμῷ τοῦ γ, κλαγγή. Κρούω. κρῶ ἐστι ῥῆμα, παράγωγον κρύω, πλεονασμῷ τοῦ ο, κρούω, ὡς ὄρω ὀρύω ὀρούω. | |
10 | Κλύω. παρὰ τὸ κλῶ τὸ φωνῶ, πλεονασμῷ τοῦ υ, κλύω. Κολῳός. Ὅμηρος. παρὰ τὸ κλῶ, ῥηματικὸν ὄνομα κλῳός, ὡς σῶ σῶος, καὶ πλεονασμῷ τοῦ ο, κολῳός. ἀφ’ οὗ γίνεται ῥῆμα κολῴω. Θερσίτης δὲ μοῦνος ἀμετροεπὴς ἐ‐ κολῴα. | |
15 | Κεδνός. κοῶ τὸ νοῶ. ὁ μέλλων κοήσω. ῥηματικὸν κοεδνὸς, συγκοπῇ κεδνὸς, ὡς τέρπω τερπνός. Καρκίνος. παρὰ τὸ κάρη κινεῖν συνεχῶς. Καρίς. παρὰ τὸ σκαίρειν, σκαρίς τις οὖσα. Κνώσσω. ἔστιν οὖν παρὰ τὸ κενοῦσθαι τὸ βλέπειν. στε‐ | |
20 | ρίσκονται γὰρ τοῦ βλέπειν οἱ κοιμώμενοι. Κτύπος. πλεονασμῷ τοῦ κ, τύπος τις ὤν. τὰ γὰρ τυ‐ πτόμενα ψοφεῖ. Καῦρος. ὁ κοῦφος πλεονασμῷ τοῦ κ, αὖρός τις ὤν. τὸν γὰρ κατὰ νοῦν ἐλαφρὸν, καῦρον ἐπονομάζουσι. βέλ‐ | |
25 | τιον δὲ διὰ τοῦ γ, γαῦρος, παρὰ τὸ ἀπὸ γῆς αἴρε‐ σθαι, ὁ ἐπηρμένος. Κωφός. παρὰ τὸ ἐγκεκόφθαι τὴν ὄπαν, κεκοπός τις ὢν, ὁ μήτε φθεγγόμενος, μήτε ἀκούων. Κορύβαντες. κατὰ πλεονασμὸν τοῦ ο, κρύβαντές τινες | |
30 | ὄντες, ἀπὸ τοῦ κρύπτειν τὸν Δία, ὡς μυθεύεται. Κάθαρμα. οἷον ἀποκαθάρισμα ὄν. Κρησφύγετα. φρούρια, καταφύγια, ἐν οἷς ἐκρύπτοντο οἱ νησιῶται τὸν Μίνοα φεύγοντες. τὸ οὖν κρησφύγετον ἔλεγον τὸ χρήσιμον τοῖς φεύγουσιν εἰς ἀσφάλειαν. | |
35 | Κηώεις. ἐπὶ θαλάμου. παρὰ τὸ κέω τὸ κοιμῶμαι· Ὄρ‐ | |
kappa86 | σο κέων, ὦ ξεῖνε. κεώεις οὖν θάλαμος καὶ κηώεις. ὁ εἰς τὸ κοιμᾶσθαι εἰργασμένος. οὕτω Φιλόξενος ἐν τῷ περὶ Μονοσυλλάβων ῥημάτων. Κλώψ. καὶ κλῶπα τὸν λῃστήν. παρὰ τὸν κλέψω μέλ‐ | |
5 | λοντα κλὲψ καὶ κλὸψ, καὶ ἐκτάσει τοῦ ο εἰς ω, κλώψ· ὡς βλέπω βλὲψ βλὸψ βλώψ. ὅθεν παραβλῶπες τῶν ὀφθαλμῶν. Κονιορτός. παρὰ τὸ ὄρω ῥῆμα, ὄρσω, ὀρτός· καὶ συν‐ θέτως κονιορτὸς, ὁ τὴν κόνιν ὀρούων καὶ ὁρμῶν, ὡς | |
10 | σπείρω σπαρτός. Κοντὸς, παρὰ τὸ κεντῶ ῥῆμα, κοντός· ὡς τρέφω τρο‐ φός. Κωτίλος. πλεονασμός ἐστι τοῦ ω. κτίλος γὰρ ἦν, ὁ κριός· ὅπερ καταστρέφει εἰς τὸν πρᾶον. πρέπεται γὰρ | |
15 | τῇ πραότητι· τὸ κολακεύειν. Κλαίω· παρὰ τὸ κλῶ, οὗ παράγωγον κλαίω. κλᾶται γὰρ ἡ τῶν ἀνθρώπων φωνὴ ἐν τῷ τοῦτο πάσχειν· ἢ καὶ ἡ ψυχὴ ἐστὶν ἡ τὸ κλᾶσθαι παρέχουσα. Κλίνω. παράγωγον ἐστὶ τοῦ κλῶ. κλάσιν γὰρ ὥσπερ | |
20 | λαμβάνει τῆς ὀρθότητος στερισκόμενα τὰ κλινόμενα. κατ’ ἔνδειαν τοῦ μ. ὡς καλύπτω καλύψω. Κόλαξ. παρὰ τὸ κολλᾶσθαι· κόλλα τις ὤν. καὶ κατὰ τὸ ἐναντίον δύσκολος εἴρηται, ὁ δυσχερῶς τινὶ κολλώμε‐ νος. | |
25 | Κύμβια· τὰ κύφα ἐκπώματα. Κύμβαλα· οἷον κύφαλά τινα ὄντα· κατὰ συγγένειαν τοῦ φ πρὸς τὸ β, καὶ κατὰ πλεονασμὸν τοῦ μ. Κάπηλον· πηλὸν λέγουσι τὸν οἶνον Ἴωνες, τὸν ἀναπάλ‐ λοντα τὴν κεφαλὴν βλάπτειν καὶ τὰς φρένας καὶ | |
30 | οὐκ ἐῶντα ἑδραίας εἶναι. Κόρυς· τη. παρὰ τὸ κάρη, ἢ τὸ κάρηνον ἀποκοπῇ τοῦ κάρυς τις ἐστὶ, καὶ κόρυς, τροπῇ τοῦ α εἰς ο. Κροσοί· κορσοὶ τινὲς ὄντες· κατὰ μετάθεσιν τοῦ ο. | |
παρὰ τὴν κόρσην, τὴν κεφαλὴν, ἀπὸ τῶν πλοκάμων. | ||
kappa87 | Κόσμος· τροπῇ τοῦ α εἰς ο, παρὰ τὸ κάζω ῥῆμα· ὅθεν κέκασμαι, κέκασται, κεκασμένος ὄνομα ῥηματικὸν κα‐ σμὸς, καὶ μεταθέσει τοῦ α εἰς ο, καὶ ἐναλλαγῇ τοῦ τόνου, κόσμος. ἐπὶ δὲ τοῦ παντὸς εἴρηται· ὁ ἐν αὐ‐ | |
5 | τῷ πάντα ἔχων κεκοσμημένα· οὕτω Φιλόξενος ἐν τῇ περὶ Ἰάδος διαλέκτῳ. Κουράλια· παρὰ τὴν ἅλα· ὁ ἀπὸ τῆς θαλάσσης ταῖς κό‐ ραις κόσμος. Κάμινος· παρὰ τὸ ὑπομένειν. | |
10 | Κῖκυς· ἡ ἰσχύς. παρὰ τὸ κίειν, ὃ ἐστὶ πορεύεσθαι καὶ ὁρμᾶν. Κίβησις· ἢ παρὰ τὸ κίειν, ὃ ἐστὶ πορεύεσθαι καὶ ὁρμᾶν, ἢ παρὰ τὸ κεῖσθαι ἐν αὐτῇ τὴν βῆσιν, ἥ ἐστι τροφή. | |
15 | Κάγκανα. ξηρὰ εἰς καῦσιν ἐπιτήδεια ξύλα, παρὰ τὸ καίω, ῥηματικὸν ὄνομα κενόν. ὥστε καὶ ὡς τέκανον καὶ συγκοπῇ τέκνον, οὕτω καὶ ὠκάνον· καὶ ἀναδιπλα‐ σιασμὸς κάκανον, καὶ πλεονάσαντος τοῦ γ, κάγκανον. Καπνός. κάπω τὸ πνέω. παράγωγον καπύσω. καπνὸς | |
20 | οὖν ὁ ἀποπνέων τὸ πῦρ, ὡς στίλβω στιλπνός. ἔνθεν πολλάκις φησὶ πυρὸς ἀτμὸν τὸν καπνόν. Καρχαρόδων. παρὰ τὸ χαράσσω. ὁ κεχαρασμένους ἔχων τοὺς ὀδόντας, οἷον ἐξυμμένους. Κλωστήρ. παρὰ τὸ κλώθω, οὗ ὁ μέλλων κλώσω, κλω‐ | |
25 | στὴρ, ὡς λάμψω λαμπτήρ. Κακκάβη. ἐπὶ θηλυκοῦ, ἀπὸ τοῦ κάπτω δηλοῦν τὸ κοιλαίνω. κάβη τὸ ῥηματικὸν ὄνομα, καὶ ἀναδιπλα‐ σιασμὸς κακάβη, καὶ πλεονασμῷ τοῦ κ, κακκάβη, | |
σκεῦος ὃ πρὸς ἕψησιν ἐπιτήδειον. | ||
kappa88 | Κάκκαβος ἐπὶ ἀρσενικοῦ. Κόχλος. παρὰ τὸ χαλῶ, καὶ συγκοπῇ, χλῶ. τὸ κατὰ εἵλησιν χαλώμενον. ὄνομα χλὸς, καὶ κατὰ ἀναδι‐ πλασιασμὸν κόχλος. | |
5 | Κραιπνός. παρὰ τὸ κάπω τὸ πνέω· ὅθεν κάπος τὸ πνεῦ‐ μα, καὶ καπνός. καὶ πλεονάσαντος τοῦ ρ, καπνὸς ἐλέχθη, καὶ μεταθέσει τοῦ ρ, καὶ προσθέσει τοῦ ι, κραιπνός. Κοάλεμος. παρὰ τὸ κοῶ ῥῆμα, τὸ νοῶ. κοῶ οὖν | |
10 | κόεμος, ὡς ἔχω ἔχεμος παράγωγον, καὶ τοῦ αλ πλεο‐ νασμοῦ, κοάλεμος, εἴρηται ὁ μωρός. οἱ δὲ, παρὰ τὸ κοεῖν καὶ τὸ ἄλεμα, τὸ μάταιον. Κυρκάνη. ἡ ταραχὴ, ὁ βόρβορος. εἴρηται παρὰ τοῖς παλαιοῖς. κυῶ ῥῆμα κυκάνω. πλεονασμὸς κυρ‐ | |
15 | κάνη. οὕτω Φιλόξενος. Κορυθαίολος. αἰόλλω ῥῆμα τὸ κινῶ. καὶ ἀπὸ τοῦ αἰόλ‐ λω αἰόλος. καὶ σύνθετον κορυθαίολος, ὡς πάλλω σα‐ κέσπαλος. Καλλιγύναικα. ἀπὸ τῆς καλλιγύναιξ εὐθείας. ὅθεν ἀπο‐ | |
20 | βολῆ τοῦ ξ ἐπὶ τῆς κλητικῆς, ὦ γύναι, ὡς ἄναξ ἄνα· Ζεὺς ἄνα Δωδωναῖε. Κομιδή. κομίζω κομιδὴ, ἐπιμέλεια. Κονία. παρὰ τὸ κονῶ κονία, ᾗ ἔγκειται ἡ κόνις· κόνιος κονία, ὡς Κύπρις, Κύπριος Κυπρία. Ἡρωδιανὸς ἐν Ἐ‐ | |
25 | πιμερισμῷ. Κῦμα. κύω, κυήσω, κύημα, καὶ συγκοπῇ κῦμα. οἱ δὲ παρὰ τὸ κυκῶ, κυκήσω, κύκημα καὶ κῦμα. Κνίσσα. παρὰ τὸ κνίσσω μέλλοντα. Κνισμὸς γὰρ | |
τῆς ψυχῆς ἡ ὀσμή. | ||
kappa89 | Κρατερός. κράτος κρατερός. Κάραβος. παρὰ τὸ βαίνειν ἐπὶ τῆς κεφαλῆς προηκού‐ σης τῷ ἐδάφει. οὕτως Ἡρωδιανὸς ἐν τῷ Συμποσίῳ. Κοίρανος. ὁ τοῦ καιροῦ κύριος, οἷον καίρανός τις ὢν, με‐ | |
5 | ταθέσει τοῦ α εἰς ο, ὡς παρὰ τὸ ἀθρεῖν τὸ βλέπειν Ὄθρυς τὸ ὄρος, ἀφ’ οὗ ἐστὶν ἀθρεῖν τὰ μακρὰν ἀφε‐ στηκότα, καὶ παρὰ τὴν ἀρχὴν, ἄρχαμος καὶ ὄρχαμος. οὕτως Ἡρωδιανὸς καὶ Ἀπολλώνιος ἐν τῇ Μετοχῇ. Κάλλιμος. εἴρηται κατὰ παραγωγήν. ἡ δὲ διὰ τοῦ ιμος | |
10 | παραγωγὴ διὰ τριῶν γενῶν γίνεται, οἷον σπείρω σπόρι‐ μος σπορίμη, ἀγωγὴ ἀγώγιμος, κῦδος κύδιμος, οὕτω κάλλος κάλλιμος· καὶ παρὰ ῥῆμα, προσδοκῶ προσδόκι‐ μος, θηράω θηρέσιμος. Κουρά. παρὰ τὸ κείρω, κορὰ, καὶ πλεονασμῷ τοῦ υ, | |
15 | κουρά. Κακός, ἐπὶ τοῦ πονηροῦ. παρὰ τὸ χάζω τὸ ὑποχωρῶ, ἀφ’ οὗ δεῖ χάζεσθαι. Κακὸς, ἐπὶ τοῦ δειλοῦ. παρὰ τὸ χάζω χάζομαι. χακὸς καὶ κακὸς, κατὰ μετάθεσιν τοῦ χ εἰς κ. | |
20 | Κηδεστής. κῆδος κηδεστὴς, ὡς θύος Θυέστης, ὄρος Ὀρέ‐ στης, καὶ τὰ μὲν ὡς κύρια βαρύνεται, τὸ δὲ κηδεστὴς ὀξύνεται ὡς προσηγορικόν. Κάδος. σκεῦός τι, παρὰ τὸ χαδῶ ῥῆμα περισπώμενον. ἀπὸ δὲ τοῦ χαδῶ γίνεται ὁ μέλλων χαδήσω, καὶ διπλα‐ | |
25 | σιασμὸς ἐκάδησω, ὄνομα ῥηματικὸν χάδος, καὶ τρο‐ πῇ τοῦ χ εἰς κ, κάδος. Κισσᾶν. παρὰ τὴν κίσσαν, τὸ ὄρνεον. λειχνότατον γὰρ τοῦτο τὸ ὄρνεον. Κόνις. κονῶ δηλοῦν τὸ διαφθεῖραι καὶ κατακόπτειν. κνὶς, | |
30 | ὄνομα, ἡ κατακεκομμένη γῆ, καὶ πλεονασμῷ τοῦ ο, κόνις. δηλοῖ δὲ τὴν εἰς λεπτομερῆ οὐσίαν χωρήσασαν γῆν. ἀπὸ μεταφορᾶς τῶν ξυσμάτων. Ἡρωδιανός. Κρηπίς, ὑπόδημα. παρὰ τὸ ἕρπω ἑρπίς. ὑπερθέσει τοῦ ρ, ῥεπὶς, καὶ πλεονασμῷ τοῦ κ, κρεπὶς, μεταθέσει | |
35 | τοῦ ε εἰς η, κρηπὶς, δι’ ἧς ἕρπειν ἐστὶν, ὃ ἐστὶν ὁ‐ | |
δεύειν. οὕτως Ἡρωδιανός. | ||
kappa90 | Καγχαλῶ· τὸ χαλῶ. τὸ διαχέω καὶ ἥδομαι. διπλασια‐ σμὸς καχαλῶ, καὶ πλεονασμῷ τοῦ γ, καγχαλῶ. ὥσπερ τὸ πυκνωθὲν οὐχ ὑγιὲς, οὕτω τὸ χαλασθὲν ὑγιές· τὸ αὐτὸ καὶ ἐπὶ τῆς ψυχῆς. | |
5 | Κορύβαντες. κορύφαντές τινες, παρὰ τὸ κεκρύφθαι τὸν Δία ὑπ’ αὐτῶν. καὶ ἐστὶ μετάθεσις τοῦ φ εἰς β καὶ πλεονασμῷ τοῦ ο. Κρούειν. κυρίως ἐπὶ τῶν κερατοφορούντων. κυρίπτειν γὰρ ἐστὶν τὸ τοῖς κέρασι κρούειν. οὕτω Φιλονίδης ἐν | |
10 | τῷ περὶ Ἑλληνισμοῦ. Κρίβανος. παρὰ τὴν κριθὴν καὶ τὸν βαῦνον, ὅπου αἱ κριθαὶ ἐφρύγοντο. καὶ βαῦνος ἡ κάμινος, αὔω, αὖνος, καὶ πλεονασμῷ τοῦ β, βαῦνος. Κληΐδες. αἱ καθέδραι παρὰ τὴν κλάσιν τῶν γονάτων. | |
15 | Κύμβαχον. τὸ σκαμβὸν δέρμα. τὸ περιφερὲς καὶ πε‐ ριαγές. κύμβη γὰρ ἡ κεφαλή. ἔνθεν τὸ κυβητιᾶν. Κρήνη. κρῶ ἔστι ῥῆμα μονοσύλλαβον, παρὰ τὸ κερῶ συγκοπὲν, ὃ δηλοῖ τὸ ἐγχεῖν. καὶ ὡς παρὰ τὸ εἴρω εἰ‐ ρήνη, οὕτω κρῶ κρήνη. | |
20 | Κνυζοῦν. διαφθεῖραι. Ὅμηρος ἐν τῇ Ὀδυσσείᾳ· κνυ‐ ζώσω δέ τοι ὄσσε πάρος. παρὰ τὸ κνῶ οὖν κνύω καὶ κνύζω τὸ διαφθείρω. κνυζῶ γίνεται περισπώμενον τρίτης συ‐ ζυγίας τῶν περισπωμένων, ὡς χρυσῶ χρυσοῖς χρυσώσω ὁ μέλλων. εἴρηται δὲ κνυζοῦν δηλοῦν τὸ ξύειν παρὰ | |
25 | Δωριεῦσι καὶ παρ’ Ὁμήρω, ἐπὶ δ’ αἴγιον κνὴ τωρόν. ὥστε εἶναι κνῶ κνύζω. οὕτως δὲ τὸ κνύω δηλοῖ τὸ ξύω. ὥστε τὸ ξύειν τὸ κνύειν πολλάκις. Κομψός. παρὰ τὸ κάμπτω ῥῆμα. καὶ διεστραμμέ‐ νον τῇ διανοίᾳ. εἴρηται γὰρ τοῦτο τὸ ὄνομα καὶ ἐπὶ | |
30 | τοῦ μετρίου καὶ ἐπιεικοῦς, καὶ ἐπὶ τοῦ πανούργου. ἐπὶ δὲ τοῦ ἐπιεικοῦς, παρὰ τὸ εὐκαμπὲς, ἀπὸ τοῦ κάμπτω ῥήματος, ὁ εὐπειθὴς καὶ προσηνὴς εἴρηται. οὕτως Εἰ‐ ρηναῖος ὁ Ἀττικιστὴς ἐν τῷ α στοιχείῳ. Κέντε. τὸ ἑκατὸν καλοῦσι Ῥωμαῖοι, ἐξ οὗ κεντενάριον | |
35 | ὠνόμασται. | |
lambda91(t) | ΑΡΧΗ ΤΟΥ Λ. | |
1 | Λίσσεσθαι. παρὰ τὸ λίαν ἕζεσθαι. Λήϊον. παρὰ τὸ λίαν ἰέναι καὶ αὔξεσθαι, τὸ σιτοφόρον πεδίον. ὅθεν λεῖα, ἡ τῶν τετραπόδων κτῆσις ἡ νεμο‐ μένη τὰ λήϊα. | |
5 | Λαγὼς καὶ λαγωὸς, παρὰ τὸ λάειν, ὅ ἐστι βλέπειν. Λαισήϊα. παρὰ τὸ λάσιον, καὶ παρὰ τὸ ὠμαῖς βύρσαις περιβεβλῆσθαι. Λυγαῖον, τὸ φοβερόν. οἷα λυγερόν τι ὄν. λυγαῖον δὲ τὸ σκοτεινόν. ἴσως παρὰ τὸ λύειν τὴν αὐγὴν, καὶ μὴ ἐᾶν | |
10 | στῆναι αὐτήν. Λύθρος. τὸ μετὰ κονιορτοῦ αἷμα, τὸ λύματος καὶ κα‐ θάρματος δεόμενον. Λευρόν. λεῖον καὶ πλατύ. παρὰ τὸ λίαν εὐρύ. Λέκτρον. πλεονάζει τὸ ρ. ἀπὸ τοῦ κατακλίνεσθαι, καὶ | |
15 | λήγειν εἰς αὐτό. Λόφοι. πάντα τὰ μετέωρα καὶ εἰς ὕψος ἀνέχοντα. ἀπὸ μεταφορᾶς τῶν βοῶν. λόγος γὰρ ἐπ’ αὐτῶν ἀπὸ τοῦ λέγεσθαι καὶ ἐκδέρεσθαι ἀπ’ αὐτῶν. Λόχμη. ἀπὸ τοῦ λοχᾶν ἐν τοῖς τοιούτοις τόποις. ὁ δὲ | |
20 | Φιλόξενος παρὰ τὸ λάζω ῥῆμα. εὐληπτοτέρων ὄντων τῶν δασέων. λάζω οὖν λάξω μέλλων. ὄνομα λαχμὸς, ὡς παρὰ τὸ κράζω κράξω κραγμός· τὸ δὲ γ εἰς χ μεταπεσόντος, λαχμός. τούτου τὸ θηλυκὸν, λόχμη. Λύσσα. παρὰ τὴν λύσιν τῶν κατὰ ψυχὴν λογισμῶν, καὶ | |
25 | τοῦ παλαιοῦ τῶν φρενῶν κατασπέρματος, ἢ παρὰ τὸ ἀφετοὺς εἶναι τοὺς κατεχομένους ἐξ αὐτῆς. Λαῦρα, ἡ πλατεῖα ῥύμη, παρὰ τὸ λίαν ἔχειν αὖραν. Λὶς, ὁ λέων. παρὰ τὸ λιαρόν. ἔνθερμον γὰρ τὸ ζῶον. Λιλαίομαι. παρὰ τὸ λῶ, ὃ ἐστὶ θέλω, οὗ παράγωγον | |
30 | λαίω, διπλασιασμὸς λιλαίω. Ληνός. παρὰ τὸ λεαίνεσθαι πατουμένης τῆς σταφυλῆς. Λέπαδνα. οἱ κατὰ τῶν ἱππείων στηθῶν ἱμάντες. πλεο‐ νάζει δὲ τὸ δ. ὡς γὰρ κόπτω κόπανον, οὕτω λέπω | |
λέπανον, καὶ λέπαδνον. | ||
lambda92 | Λέξασθαι, τὸ κοιμηθῆναι. παρὰ τὸ λέχριον πεσεῖν. κυ‐ ρίως ἐπὶ ἀνθρώπου· καταχρηστικῶς δὲ καὶ ἐπὶ ἀλόγων. Λίμνη. τὰ συνεστῶτα ὕδατα. παρὰ τὸ λίαν καὶ διόλου μένειν. διὸ καὶ ὁ κενος, ἀκαλαρείτης ὤν. ἢ πα‐ | |
5 | ρὰ τὸ λείβειν, ὅ ἐστι ῥεῖν. Λογάδες. τὰ λευκὰ τῶν ὀφθαλμῶν. εἴρηται δὲ οἷον λο‐ χάδες, ἐν αἷς αἱ κόραι λοχῶσι, καὶ οἷον λέχος εἰσὶν αὐταῖς. Λύπη. παρὰ τὸ λύειν εἰς δάκρυα τοὺς ὦπας, λυωπή τις | |
10 | οὖσα. ἢ διὰ τὸ λυμαίνεσθαι δι’ αὐτῶν τοὺς ὦπας. οὕ‐ τω Σωρανός. ὁ δὲ Ἡρωδιανὸς φησὶ παρὰ τὸ λύω λύη καὶ λύπη. Λοβός. τὸ κάτω τῶν ὤτων, ὡς λέγει Σωρανὸς, ἐπειδὴ μαρτυρόμενοι τινὶ, λαμβανόμεθα αὐτῶν. οἱ δὲ, | |
15 | ὅτι λωβώμενοι τινὰς, ἄποκ. Λᾶντα τὰ μὲν. παρὰ μὲν τὴν λώβην οὖν εἴρηται. Λεοκανία. ἐπειδὴ λίαν κέχηνεν, οἷον λευχανία. Ὅμη‐ ρος· Λευκανίης, ἵνα τε ψυχῆς ὤκιστος ὄλεθρος. διαιρεθείσης γὰρ αὐτῆς, ὁ τῆς τροφῆς ἀφανίζεται πόρος. | |
20 | Λαιὰ, ἡ ἀριστερὰ καὶ εὐώνυμος. ἀπὸ τοῦ λελιάσθαι καὶ κεχωρίσθαι τῶν πράξεων. ἀριστερὰ δὲ καὶ εὐώνυ‐ μος, ἢ κατ’ ἀντίφρασιν, ἢ κατ’ εὐφημισμόν. Λιαρός. ἀποβολῇ τοῦ χ. χλιαρὸς γάρ. τὰ δὲ χλιαρὰ πρισηνῆ. δύναται δὲ καὶ ἄλλως. λίλω τὸ λίαν θέ‐ | |
25 | λω. λῶ γὰρ τὸ θέλω. καὶ λιλῶ λιλαίω. καὶ λιλαίε‐ το παρ’ Ὁμήρῳ. καὶ ὡς μαδῶ μαδαρὸς, πλαδῶ πλαδαρὸς, χαλῶ χαλαρὸς, λιλῶ λιαρὸς, καὶ ἀπο‐ βολῇ τοῦ λ, λιαρός. τὰ γὰρ προσηνῆ θέλομεν. Λακέρυζα. κρῶ, κρύζω, κρύζα ὄνομα. πλεονασμῷ τοῦ | |
30 | ε, κάρυζα. μετὰ τοῦ λ ἐπιτατικοῦ μορίου, λακέ‐ | |
ρυζα. | ||
lambda93 | Λεχήν. παρὰ τὸ λεῖον, κατ’ ἀντίφρασιν. τραχύνει γὰρ τὸ σῶμα. ὡς ἀπαλοῖ δι’ αὐχένος. Λειμών. ἐστὶν ὅπου λήϊα καταβόσκεται. Λιρός. ὁ ἀναιδής. παρὰ τὸ λίαν τινὶ προσκεῖσθαι. ἢ | |
5 | τὸ λίαν ὁρᾶν· ἐπεὶ ἀτενεῖς εἰσὶ τούτων αἱ ὄψεις. Λιπαρεῖν. παρὰ τὸ λίαν παρεῖναι τοὺς παρακαλοῦντας. Λωποδύτης. ὁ ἀποδύων τὸ λῶπος, ὅ ἐστι τὸ ἱμάτιον. Λάχανον. παρὰ τὸ λαχαίνεσθαι καὶ περισκάπτεσθαι. Λοξίας. ὡς μὲν οἱ Πυθαγορικοὶ, ἀπὸ τοῦ λοξὴν ἔχειν | |
10 | τὴν ἴαν, τουτέστι τὴν φωνήν· ἢ παρὰ τὸ λοξῶς ἰέναι τὸν ἥλιον διὰ τοῦ ζωδιακοῦ. καὶ λοξίας, ὁ λοξὴν κί‐ νησιν ποιούμενος. Λήκιθος. παρὰ τὸ μεγάλας χωρεῖν. ἢ λεῖον ἔχουσα κύτος, μεγαλόκητος. Λητώ. ὁ μὲν Πλάτων | |
15 | φησίν. πραεῖα γὰρ ἡ θεὸς τὰς ἐλεοῦσα. κατὰ δέ τινας, Ληθώ· τὸ γὰρ ἥμερον καὶ πραΰ, ἐκ τοῦ ἐπιλελῆσθαι τῶν εἰς αὐτὴν πεπλημμελημένων ἐμφαίνεται ὁ δὲ Ἀ‐ ρίσταρχος φησὶ, παρὰ τὸ λῆ τὸ Δώριον, ὅ ἐστι θέλει. Λυαῖος. ἀπὸ τῆς λύσεως τοῦ ῥάμματος. προσεῤῥάφη | |
20 | γὰρ τῷ μηρῷ τοῦ Διός. ἢ παρὰ τὸ λύεσθαι τῷ οἴνῳ τοὺς μεθυσκομένους. Λαιμός. παρὰ τὸ λάειν, ὅ ἐστιν ἀπολαύειν. οὕτως Ἡρα‐ κλείδης. ὁ δὲ Σωρανὸς λέγει λημᾶν λέγεσθαι τὸ ἀπολαυστικῶς βλέπειν. | |
25 | Λῆρος. λήθω λήσω, λῆρος· ὡς παύω παύσω, παῦρος. ἢ | |
ἀπὸ τοῦ ῥέειν καὶ τοῦ λαλεῖν. | ||
lambda94 | Λύκος. παρὰ τὸ λεύσω λεῦκος· οὕτω καὶ παρὰ τὸ φυλάσσω φύλακος. Λίβανος. παρὰ τὸ λείβω τὸ σπένδω. τὸ εἰς σπονδὰς καὶ θυσίας ἐπιτήδειον. οὕτω Φιλόξενος. | |
5 | Λάβρος. παρὰ τὸ λούπτω. οὕτω Φιλόξενος. δύνα‐ ται καὶ παρὰ τὸ λα ἐπιτατικὸν μόριον, καὶ τὴν βορὰν, οἷον λαβαρός τις ὢν, ἵν’ ᾖ κυρίως ἐπὶ τοῦ ἀδδηφα‐ γεῖν. Λαγώς. ἔγκειται τὸ λα ἐπιτατικόν. παρὰ τοῦτο οὖν | |
10 | καὶ τὸ ὦς Δώριον, ὁ μεγάλα ὦτα ἔχων. Λικριφίς. οἷον πλαγίως. παρὰ τὸ λέχριον, κατὰ μετά‐ θεσιν τῶν στοιχείων τοῦ ε εἰς τὸ ι, καὶ τοῦ χ εἰς τὸ κ. Λεπρός. παρὰ τὸ λέπος, λεπαρὸς, καὶ συγκοπῇ λεπρός. | |
15 | Λύχνος. ὁ λύων τὸ νύχος, τουτέστι τὸ σκότος. οὕτως Ἀριστόνικος ἐν τῷ περὶ σημείων τοῦ Ὁμήρου. Λαρύξ. ὁμοίως διὰ γὰρ τούτων, τοῦ λαιμοῦ καὶ λά‐ ρυγγος, τὴν ἀπόλαυσιν ἔχομεν τῶν τροφῶν. οὕτως Ἀρι‐ στόνικος ἐν τῷ περὶ σημείων Ὀδυσσείας. | |
20 | Λίπω. τὸ ἐπιθυμῶ. λῶ ἐστὶ θέλω· οὗ παράγωγον λίτω· ὡς παρὰ τὸ χρίω χρίπτω, καὶ πλεονασμῷ τοῦ μ, χρίμπτω. χρῶ, τὸ χροὸς ἅπτεσθαι. χρῶ χραύω. Λόγχη λόγχας τὰς μερίδας Ἴωνες λέγουσιν. Ἴων | |
25 | ἐν Κίου κτήσει. ἐκ τῆς Τέω λόγχης λόγχας ποι‐ | |
lambda95 | εῖν πεντήκοντα. εἴρηται δὲ παρὰ τὴν λῆξιν, λάχην τινὰ οὖσαν, καὶ μεταθέσει τοῦ α εἰς ο, καὶ πλε‐ ονασμῷ τοῦ γ, λόγχη. παρὰ δὲ τὴν λόγχην, λογχῶ ἐστὶ ῥῆμα, καὶ παρακείμενος λελόγχηκα, καὶ μέσος | |
5 | παρακείμενος λέλογχα. Λείρια. παρὰ τὸ λεῖον. ὁ αὐτὸς οὕτω φησί. Λαγνεία. λαγυνεία τις οὖσα. παρὰ τὸ λα, τὸ ἐπιτα‐ τικὸν μόριον, καὶ τὴν γενικήν. Λίχανος. παρὰ τὸ λίαν ἰσχανᾶν, ὅ ἐστι ἐπιθυμεῖν. | |
10 | Λιμβός. παρὰ τὸ λίαν καὶ τὴν βόσιν, ἥ ἐστι τροφή. λιμβὸς, ὁ σφόδρα περὶ ταύτην ἔχων. Λαλῶ. λῶ, ἀναδιπλασιασμὸς λαλῶ. παράγωγον τοῦ λῶ λάσω καὶ λάσκω. τοιαῦτα λάσκεις τοὺς ἀναγκαί‐ ους φίλους. τὸ δὲ λῶ δηλοῖ τὸ θέλω. ὁ δὲ θέ‐ | |
15 | λει τὶς, καὶ φθέγγεται. προϋπάρχει δὲ τοῦ λό‐ γου ἡ ψυχικὴ διάθεσις. οὕτω Φιλόξενος ἐν τῷ περὶ τῆς Ἰάδος διαλέκτου. Λάλλαι. αἱ ψῆφοι αἱ παραθαλάσσιαι. λαλῶ ἐστὶ ῥῆμα, οὗ ὄνομα ῥηματικὸν λαλὴ, καὶ πλεονασμῷ τοῦ λ, λάλ‐ | |
20 | λαι. λάλλαι δὲ αἱ ψῆφοι αἱ ὑπὸ τῶν κυμάτων κινού‐ μεναι, αἳ ψόφον τινὰ ἀποτελοῦσιν. οὕτος ὁ αὐτὸς ἐν τῷ αὐτῷ βιβλίῳ. Λεπτός. παρὰ τὸ λέπω, ὅ ἐστι λεπίζω. Λεύσω. βλέπω ἐστὶ ῥῆμα, ὅθεν ἀβλαπτῶ, ὅπερ | |
25 | κατ’ Αἰολέας γίνεται βλέπω. ὡς ὄπτω ὄσσω· ὀσσό‐ μενος πατέρ’ ἐσθλόν. καὶ ἀποβολῇ τοῦ β, λέσσω, καὶ πλεονασμῷ τοῦ υ, λεύσσω. | |
Λάχνη. παρὰ τὸ λα, τὸ ἐπιτατικὸν μόριον, καὶ τὸ | ||
lambda96 | ἔχω, ἧς ἐστὶν ἔχεσθαι καὶ λαβέσθαι. ἡ γὰρ τρίχωσις εὔληπτος. οὕτως Ἡρακλείδης. Λάπτω. παρὰ τὸ λα μόριον ἐπίτασιν δηλοῦν, ὡς καὶ τὸ αρι, καὶ τὸ ερι, καὶ τὸ ζα. τὰ λάπτω οὖν δηλοῖ τὸ | |
5 | λίαν ἅπτεσθαι. λάπτοντες, οἷον προσκείμενοι τῷ ὕ‐ δατι. Λύρα. παρὰ τὸ λύω, οὗ ὁ μέλλων λύσω. λύτρα ἐδόθη τῷ Ἀπόλλωνι παρὰ τοῦ Ἑρμοῦ, ὑπὲρ ὧν ἔκλε‐ ψε βοῶν ὁ αὐτὸς Ἑρμῆς. | |
10 | Λαίλαψ. λάπτω, ὁ μέλλων λάψω, καὶ ἀποβολῇ τοῦ ω, λὰψ, καὶ κατ’ ἀναδιπλασιασμὸν, λαίλαψ, μετὰ προ‐ θέσεως τοῦ ι· δηλοῦσα τὴν λίαν καὶ σφοδρὰν καὶ ἐπιτεταμένην λαβρότητα τοῦ πνεύματος. Λάβραξ. παρὰ τὸ λάβρως ἐσθίειν. ἀδδηφάγον γὰρ | |
15 | τὸ ζῶον. Λάγνος. παρώνυμον γυνὴ, καὶ συγκοπῇ λάγνος. ἀφ’ οὗ λαγνία, ὡς κακὸς κακία. Λάξ. παρὰ τὸ λήγω ῥῆμα, οὗ μέλλων λήξω, λὴξ λὰξ, τὸ τῷ λήγοντι μέρει τοῦ ποδὸς, τουτέστι, τῷ ἄκρῳ | |
20 | πλήττειν. Λόγχη. παρὰ τὸ λίαν ἔχεσθαι ὑπὸ τοῦ χρωμένου Λίβανος. παρὰ τὸ λείβω. καταστάζεται γὰρ ἀπὸ τοῦ φυτοῦ. λείβω, λείψω, λιμὸς, καὶ παρὰ τὸ αὐτὸ ῥῆμα. | |
25 | Λοιμός. ἔλλειψις γὰρ ἑκατέρωθεν, καὶ σωμάτων καὶ τροφῶν. Λακίδες. ἐπὶ σχίσματος ἱματίου. παρὰ τὸ λακεῖν καὶ ψοφεῖν· ἡρέμα ἐνσχίζεσθαι. οὕτως Ἀρίσταρχος ἐν | |
τοῖς Σημείοις Ἡσιόδου. | ||
mu97(t) | ΑΡΧΗ ΤΟΥ Μ. | |
1 | Μάρτυς. παρὰ τὸ μάρπτω, τὸ καταλαμβάνω, μάρπτυς, ἀποβολῇ τοῦ π. ὁ ἐκ τοῦ κατειληφέναι δυνάμενός τι περὶ αὐτοῦ εἰπεῖν. ὁ δὲ Φιλόξενος φησὶ παρὰ τὸ μαί‐ ρω. ὁ λάμπων, ὁ λαμπρύνων, καὶ εἰς φῶς ἄγων τὸ | |
5 | προκείμενον, δι’ ὧν μαρτυρεῖ. μαίρω, μάρτος, μάρτυς, τροπῇ τοῦ ο εἰς υ. Μάρνασθαι. παρὰ τὸ μαραίνεσθαι καὶ πολέμῳ φθείρε‐ σθαι. ἢ ἀποβολῇ τοῦ ρ, μάνασθαι. παρὰ τὸ ..... Μυκάλη. παρὰ τὸ ἐκεῖ μυκᾶσθαι τὰς Γοργόνας δια— | |
10 | Οʹθος. παρὰ τὸν μολυσμὸν τῶν φόνων. ἢ παρὰ .... ... τοὺς μαχομένους καὶ εἰς τὸ αὐτὸ συντρέχειν. Μαιμώωσα. πλεονασμῷ τοῦ μ, οἷον αἱμώωσα, αἵματος ἐπιθυμοῦσα. ἀπὸ τῶν ἐμψύχων ἡ μεταφορά. δύνα‐ ται καὶ παρὰ τὸ μῶ, διπλασιασμὸς μαιμῶ. μῶ δὲ | |
15 | τὸ ζηθῶ, ἀπὸ τοῦ μῶ μῶμαι. ἀπὸ δὲ τοῦ μαί‐ μω, μαίμησε δέ οἱ φίλον ἦτορ. παρὰ δὲ τὸ μῶ μαίω, μαιομένη κευθμῶνα, γίνεται. Μαργαίνειν. καὶ μάργος, ὁ μαινόμενος, ᾧ μὴ ἐστὶν ἀρή‐ γειν καὶ βοηθεῖν. Μαχὸς ἀπὸ τοῦ μεμοιχέναι, ἢ | |
20 | νυχός τις ὢν, οἷον σκοτεινός. | |
mu98 | Μέτωπον. πρόθεσις ἀντὶ προθέσεως. τὸ ὑπὲρ τοὺς ὦπας μέρος, οἷον ὑπερτώπον. Μενοεικές. τὸ μένει. εἰκὸς καὶ ἀρεστόν. Μιστύλλειν. τὸ καταμικόπτειν. παρὰ τὸ μεῖον. | |
5 | Μαλερόν. τὸ μαραντικὸν, ἢ τὸ λαμπρὸν, παρὰ τὸ μαί‐ ρειν, ὅ ἐστι λάμπειν. Ὅθεν τὸ μαρμαίρω, πλεονάσαν‐ τος τοῦ ρ. εἶναι μαλερὸν, καὶ τροπῇ τοῦ ρ εἰς λ, μαλερόν. Μαίρα, ἡ κύων τοῦ Ὠρίωνος. παρὰ τὸ μαίρω, τὸ | |
10 | λάμπω, καὶ διπλασιασμὸς μαρμαίρω, ὅθεν μάρμαρος. Μάρψαι. κυρίως τὸ ἐν ταῖς χερσὶ συλλαβεῖν. μάρη γὰρ ἔλεγον τὰς χεῖρας. ἔνθεν τὸ εὐχερὲς, εὐμαρές. οὕτως εὗρον ἐν Ὑπομνήματι Ἰλιάδος. Μύρεσθαι. παρὰ τὸ μύρειν καὶ ῥεῖν τὰ δάκρυα. | |
15 | Μελπόμενος. τηκόμενος. κυρίως δὲ μέλδειν, τὸ τὰ μέλη ἔδειν, ὅ ἐστιν ἐσθίειν, ὅ ἐστι μελέδειν. Μόρσιμος. μόρος μόριμος. πλεονασμῷ τοῦ ς, μόρσιμος. Μῖσος. παρὰ τὸ μὴ ἴσον εἶναι. Μήρινθος. ἡ σπάρτη. παρὰ τὸ μύρεσθαι, καὶ καταῤῥεῖν | |
20 | ἐν τῷ κλώθεσθαι αὐτήν. Μυλήφατος. παρὰ τὸ ὑπὸ μύλης συντετρίφθαι. | |
Μάσταξ. εἴρεται μὲν ἐπὶ τοῦ στόματος. Ὅμηρος· | ||
mu99 | ἀλλ’ Ὀδυσσεὺς ἐπὶ μάστακα χερσὶ πίεζε. ἐπὶ δὲ τῆς τροφῆς ὅτε λέγεται· μάστακ’, ἐπεί κε λάβῃσι, παρὰ τὸ μαστεύειν αὐτὴν τὰ βρέφη. ἐπὶ δὲ τοῦ στό‐ ματος, παρὰ τὸ μασᾶσθαι. | |
5 | Μετέωρος. ὁ κοῦφος. παρὰ τὸν ὦρον τὸν χρόνον. Ὁμή‐ ρῳ· ἐννέωροι γὰρ τοί γε καὶ ἐννεαπήχεες ἦσαν. Μύλη. παρὰ τὸ μειοῦν καὶ τὸ ἀλοᾶν, οἷον ἐς λεπτὰ ἀλ‐ λοιᾶν. Μᾶσσον. τὸ μέγα καὶ μακρόν. παρὰ τὸ μὴ ἆσσον εἶ‐ | |
10 | ναί τινος, ὅ ἐστιν ἐγγύς. Μυκαλεσσός. ἡ πόλις. ὅτι ἐκεῖσε ἐμυκήσατο ἡ βοῦς ἡ προηγησαμένη τοῦ Κάδμου εἰς τὴν κτίσιν τῶν θνη‐ τῶν, κατὰ χρησμὸν Ἀπόλλωνος. Μικρός. παρὰ τὸ μεῖον, μικρός. | |
15 | Μιγητή. ἡ πόρνη. μισγητή τις οὖσα. παρὰ τὸ μίσγε‐ σθαι. Μοῖρα. παρὰ τὸ μείρω τὸ μερίζω. ἡ αὐτὴ δὲ εἱμαρμέ‐ νη, παρὰ τὸ μεμερίσθαι ἑκάστῳ. Μαρίλη. τὸ λεπτὸν τῶν ἀνθρακῶν. παρὰ τὸ μάρω, | |
20 | ἀφ’ οὗ μαραίνω, μάρω, μαρίλη. Μέρος. παρὰ τὸ μειοῦσθαι πρὸς τὸ ὅλον. ἢ παρὰ τὸ μείρω. μερίζεται γὰρ κατ’ ἐκεῖνα τὰ μέρη τὸ σῶ‐ μα. καὶ τὸ μηρός ὁμοίως. Μήδεα. τὰ αἰδοῖα. παρὰ τὸ μέδειν καὶ ἄρχειν τῆς | |
25 | γενέσεως. Μέζεα. κατὰ μετάθεσιν τοῦ δ εἰς ζ. Μήτρα. ὅτι μήτηρ ἐστὶ τοῦ γεννωμένου, ὡς πατὴρ πά‐ τρα κατὰ μετάθεσιν τοῦ ρ, καὶ μήτηρ μήτρα. Μύλη. ἐπὶ τῆς ἐπιγονατίδος. ἀπὸ τῆς ἔξω πρὸς τὴν | |
30 | μηχανὴν ἐμφερείας. διὰ τὸ ἄνω εἶναι τοῦ ἄρθρου τὸ | |
mu100 | κοῖλον, ὡς καὶ τῆς μύλης τὸ ὕπερθεν, καὶ τὰ ἐμβαλ‐ λόμενα πρὸς τὸ ἀλεσθῆναι τὰ σπέρματα. Μύξα. παρὰ τὸ ἐκ μυκτῆρος ἐκκρίνεσθαι. Μάγειρος. παρὰ τὸ μάσσω, ἤγουν ὁ τὰς μάζας μερίζων. | |
5 | οὕτως Ἡρωδιανὸς ἐν τῇ Ὀρθογραφίᾳ. καὶ Φιλόξενος ἐν τῷ περὶ Ἀναδιπλασιασμοῦ, πλεονασμὸν λέγει τὸ μ. παρὰ τὸ ἀγύρειν τὸ ἀθροίζειν, ἤτοι ἐξ ὧν ἀρτύει, ἢ ὧν παρασκευάζει ὄψων. Μάστυξ. αἱ τοῦ ἄνω χείλους τρίχες ἀπὸ τοῦ μυκτῆ‐ | |
10 | ρος. ἢ μέσταξ, ἀπὸ τοῦ μεσοῦσθαι τῶν τριχῶν, ἤτοι μεστοὺς εἶναι. Μαλλός. ἐπὶ τῶν πλαγίων τριχῶν τῶν τῆς κεφαλῆς. εἴ‐ ρηται δὲ ἀπὸ ἐμφερείας τῶν τοῦ προβάτου μαλλῶν. Μήνιγγες λέγονται διὰ τὸ μένειν ἐν αὐταῖς τὸν ἐγκέφα‐ | |
15 | λον. οὕτω Σωρανὸς λέγει. Μυελός. οἷον μυχελὸς, παρὰ τὸ ἐν μυχῷ εἰλεῖσθαι, ἢ ἀλαζονεύεσθαι, ἢ λεῖον εἶναι, ἢ ἐν μεμυκότι ὀστέῳ τυγχάνειν. οὕτω Σωρανός. Μύωψ. ὁ μύειν συνεχῶς τοὺς ὦπας ποιῶν. | |
20 | Μυκτήρ. ἀπὸ τοῦ τὴν μύξαν δι’ αὐτοῦ ἐξιέναι. ἢ ἀπὸ τοῦ μύξας τινὰς ἐφ’ ἑαυτῷ ἔχειν, τουτέστι πόρους, ἢ ἀπὸ τοῦ ἡγεμονικοῦ τεταγμένος τῆς αἰσθήσεως. ὅθεν καὶ μυκτηρίζεν λέγομεν τοὺς ἐν τῷ διαπαίζειν τινὰς τοῦτό πως τὸ μέρος ἐπισπῶντας. οὕτως ὁ αὐτὸς | |
25 | Σωρανός. Μύλαι. τῶν ὀδόντων λέγονται, διὰ τὸ ἐπ’ αὐτῶν λεαί‐ νεσθαι, ἤτοι τρίβεσθαι τὴν τροφήν. Μασχάλη. ἀπὸ τοῦ κεχαλᾶσθαι εἰς μαστὸν, ἢ εἰς ἣν χαλᾶται ὁ μῦς, ἢ ἀπὸ τῆς ἀλέας τῆς διὰ τὴν καμ‐ | |
30 | πὴν τοῦ σώματος. οὕτω Σωρανός. ὁ δὲ Ἡρακλείδης | |
mu101 | ἀπὸ τοῦ μαστεύειν τι ὑπ’ αὐτήν· ἐπειδὴ οἱ ὑφαιρού‐ μενοι ὑπ’ αὐτὴν κρύπτουσι. Μαστοί. μασητοί τινες ὄντες, ἢ ἀπὸ τοῦ προσμάττεσθαι καὶ προσφέρεσθαι τούτοις πρώτοις τὰ βρέφη· ἢ οἷον | |
5 | παστοὶ, ἀπὸ τοῦ πάσασθαι· ἢ σπαστοί τινες ὄντες, ἀπὸ τοῦ σπᾶν αὐτοὺς τὰ βρέφη· ἢ ἀπὸ τοῦ ὑπὸ τῶν θηλαζομένων ἐπισπᾶσθαι· ἢ παρὰ τὸ μῶ, τὸ ζηθῶ. παράγωγον μαζῶ, καὶ μαστὸς, ὃν ἐπιζητοῦσιν οἱ παῖ‐ δες. δύναται καὶ παρὰ τὸ μαζῶ μάζα, ἡ ζητουμένη | |
10 | τροφή. Μήτηρ ἡ μαστεύουσα τὰ πρὸς τροφὴν τοῖς κυηθεῖσιν. ἢ ὅτι φυσικῶς αὐτὰ μαστεύει τὰ γεννηθέντα ἡ μήτηρ. Μετάφρενον. ὅτι ἐξόπισθεν τῶν φρενῶν κεῖται. φρένες δὲ ὑμένες. εἰσὶ δὲ μεταξὺ τῆς καρδίας καὶ τοῦ ἥπα‐ | |
15 | τος. Μάκαρ ἀποκοπὴ τοῦ μακάριος. οὕτω δὲ ἐγένετο. τὸ κὴρ, κηρὸς, καρὸς, κατὰ συστολὴν κτητικῷ τύπῳ, κάριος, καὶ κατὰ στέρησιν, ἀκάριος, καὶ πλεονασμῷ τοῦ μ, μακάριος, ὡς ἴα μία, ἀποκοπῇ δὲ δύο συλλα‐ | |
20 | βῶν, μάκαρ, ἐν δὲ συγκοπῇ, μάκαρς, ἀπὸ τοῦ μα‐ κάριος, ὅθεν ἔμεινε τὸ ς. Μηκίων παρὰ τὸ μακρὸς μακρίων, καὶ μακίων, καὶ τροπῇ τοῦ α εἰς η, μηκίων. ἔνθεν τὸ μήκιστος, καὶ τρίτος τύπος μάσσων. | |
25 | Μέτρον. παρὰ τὸ μείρω τὸ μερίζω, μεῖτρον καὶ μέ‐ τρον, ὡς τὸ δέρω δέρτρον. Μενθῆραι. αἱ φροντίδες, ἀντὶ τοῦ μενεθῆραι, αἱ θηρώ‐ μεναι τὸ μένος, τουτέστι τὴν ψυχήν· οὐ γὰρ ἄλλῳ θηρᾶται ἡ ψυχὴ καὶ κρατεῖται ἢ ταῖς φροντίσιν. | |
30 | Μαστροπός. παρὰ τὸ μαίεσθαι τοὺς τρόπους τῶν πορ‐ νευουσῶν γυναικῶν. Μελέαγρος. παρὰ τὸ μελαίαν ἀγρεύειν ἄγραν. | |
Μέταλλον. ἀπὸ τοῦ ζητεῖν ἐν ἑαυτῷ τι. | ||
mu102 | Μοχθηρός. κυρίως ὁ περὶ μόχθον ἀναστρεφόμενος καὶ πονηρός. ἀπὸ δὲ τοῦ σώματος ἐπὶ τὴν διάνοιαν μετε‐ νήνεκται, ὁ τῇ διαθέσει κακός. Μυλωθρός. πλεονασμῷ τοῦ ρ, οἷον ὁ τὴν μέλην ὠ‐ | |
5 | θῶν, μυλωθός τις ὤν. Μήνη. ἡ σελήνη. ἀπὸ τοῦ μὴ μένειν ἐν τῷ αὐτῷ, ἀλ‐ λὰ ποτὲ μὲν μειοῦσθαι, ποτὲ δὲ αὔξεσθαι. Μήνυνθα. παρὰ τὸ μηνύθω, μήνυθα, καὶ πλεονασμῷ τοῦ ν, μήνυνθα. | |
10 | Μῦς. παρὰ τὸ μῦσος. Μόρος. παρὰ τὸ μείρω, τὸ μερίζω, ὁ μεμερισμένος ἑκά‐ στῳ. Μήλη. παρὰ τὸ μήσω μέλλοντα. μήδω δὲ, οὗ παθητι‐ κὸν μήδομαι, δηλοῦν τὸ ἐργάζομαι. μήλη οὖν, ἡ πολ‐ | |
15 | λῶν κατὰ τὴν ἰατρικὴν ἐργάτις. Μῶμος. παρὰ τὸ μῶ, οὗ μέλλων μώσω. δηλοῖ δὲ τὸ ζητῶ. μῶμος οὖν, ὁ ἀεὶ ἐπιζητῶν, καὶ μηδὲν τῶν ἄλλων ἱκανὸν εἶναι νομίζων, ἀλλ’ ἐνδεῖν τοῦ κρείττο‐ νος, ἀεὶ πᾶν ὁτιοῦν λέγων καὶ διασύρων. | |
20 | Μακκοᾶν. παρὰ τὸ μὴ κοεῖν, ὅ ἐστι νοεῖν. καὶ συνθέτως τὸ μὴ κοεῖν μακκοᾶν ἔλεγον. ὅθεν θυοσκόος ὁ μάν‐ τις, ἀπὸ τῶν θυομένων κοῶν, καὶ νοῶν τὸ μέλλον. Μακάριος. ὁ μὴ κηρὶ, τουτέστι τῆ φθορᾷ ὑποκείμενος. οἱ δὲ πλεονάζειν λέγουσι τὸ μα, κάριος καὶ μακάριος, | |
25 | οἷον ἄλευρον μάλευρον. εἴρηται οὖν ἀκάριος ὁ μὴ φθο‐ ρᾷ ὑποκείμενος. Μάκτρα. παρὰ τὸ μάττειν ἐν αὐτῇ τὴν μάζαν. Μέλισσα. παρὰ τὸ μέλλειν. οἰκονομικὸν γὰρ τὸ ζῶον. | |
30 | ἢ μέλιζά τίς ἐστιν, ἡ πᾶσιν ἐφιζάνουσα τοῖς καρ‐ ποῖς. Μῆλον λέγεται κατὰ πάντων τῶν καρπῶν. καὶ πολό‐ | |
μηλος γῆ, ἡ πολύκαρπος. | ||
mu103 | Μένος. ἡ δύναμις. παρὰ τὸ μένω ῥῆμα καὶ παραμένω, ὡς παρὰ τὸ σθένω σθένος. Μοχλός. παρὰ τὸ ὁμοῦ καὶ τὴν κλεῖν ἔχειν ὠνομᾶσθαι, ὡς ἅμα αὐτῷ τὴν κλεῖν ἔχειν. οὕτω Φιλόξενος ἐν | |
5 | τῇ περὶ Ῥωμαίων διαλέκτῳ. ἀλλαχοῦ δὲ φησὶ, πα‐ ρὰ τὸ μόλω μοχλός, πλεονασμῷ τοῦ χ. ὁ δὲ Ἡρωδια‐ νὸς παρὰ τὸ ὄχω τὸ συνέχω. ἐπεὶ καὶ Ὅμηρος ὀχῆα λέγει τὸν μοχλόν. Μόρφνος. ἐπὶ τοῦ ἀετοῦ. Ὁμήρῳ. παρὰ τὸ μάρ‐ | |
10 | πτω ἐσχημάτισται· μαρπνὸς, ὡς στίλβω στιλπνὸς, τροπῇ τοῦ α εἰς η, καὶ μεταθέσει τοῦ π. μόρφνος ὁ ταχὺς καὶ δυνατὸς καταλαβεῖν. οἱ δὲ φασὶ φόνιος, οἷον μοροφόνος, ὁ μεμοιρημένος καὶ πεπονημένος περὶ τοὺς φόνους, καὶ συγκοπῇ, μόρφνος. | |
15 | Μέγεθος. παρὰ τὸ μέγα μέγαθος, καὶ μεταθέσει τοῦ α εἰς ε, μέγεθος, ὡς βάλλω βάλλος καὶ βέλος. Μιαρός. παρὰ τὸ μίασμα, καὶ μιαίνω ῥῆμα. τὸ δὲ μια‐ ρὸς παρώνυμον. Μίς. ὡς παρὰ τὸ ῥήσσω, ῥηγμὶς, οὕτω παρὰ τὸ μειῶ | |
20 | μίς. δισύλλαβον ἐσχημάτισται μακρῶς ἅμα καὶ ὀξυτό‐ νως. παρὰ δὲ τὸ μεῖος εἴρηται, ὅτι μειουμένης εἰς ἄ‐ κρον τῆς σελήνης, πληροῦται ὁ μήν. οὕτω Φιλόξενος ἐν τῇ περὶ Ἰάδος διαλέκτῳ. Μήν. παρὰ τὸ μεῖος. ὁ αὐτὸς ἀνὴρ οὕτω φησὶ, μεῖος | |
25 | μειὴν, καὶ συγκοπῇ, μήν· ἀφ’ οὗ καὶ ἡ μήνη. Μῆτις. παρὰ τὸ μήδω, μήσω μέλλων. ῥηματικὸν ὄνομα μῆσις. καὶ μεταθέσει τοῦ ς εἰς τ, μῆτις. ἀπὸ δὲ τοῦ μήδος τὸ μῆδος, καὶ βασιλεῖς οἱ μέδοντες παρὰ τὸ μήδω ὁμοίως, οἷς εὐβουλίας δεῖ· ὅθεν βουληφόροι | |
30 | εἴρηνται. Μακεδνός. Ὁμήρῳ· μακεδνῆς αἰγείροιο. μῆκος, μη‐ κεδανὸς, καὶ μακεδνὸς, καὶ μακεδνή. Μολοβρός. συγκοπὴ, μολόβορός τις ὤν, παρὰ τὸ ἐπὶ | |
τὴν βορὰν μολεῖν. | ||
mu104 | Μάχη. παρὰ τὸ ἄχος, πλεονασμῷ τοῦ μ, ὡς ἴα μία. Μειδιᾶν. παρὰ τὸ μεῖον γελᾶν. Μαυροῦσι. κατ’ ἀντίφρασιν τοῦ μαίρω, δηλοῦντος τὸ λάμπω. | |
5 | Μάραγδος. παρὰ τὸ μαίρω, οὗ παράγωγον μαράσσω, ὄνομα μάραγδος· τὸ διαυγὲς μάραγδον ἔλεγον οἱ πα‐ λαιοί. Μαρμαρυγή. μαίρω ἐστὶ ῥῆμα. ἀφ’ οὗ μαρμαίρω ἕτερον ὄνομα. παράγωγον μαρμαιρύζω. ῥηματικὸν ὄνομα | |
10 | μαρμαρυγή. ὡς καὶ ἀπὸ τοῦ ἁρπάζω ἁρπαγὴ, ὀλολύζω ὀλολυγὴ, καὶ ἀπὸ τοῦ μαρμαρύζω μαρμαρυγή. οὕτω Φιλόξενος ἐν τῷ περὶ Ἀναδιπλασιασμοῦ. Μυκήνη. μύκης ἐστὶν ἡ λαβὴ τοῦ ξίφους, καὶ ἀπὸ τοῦ μύκητος τοῦ ξίφους Περσέως ἐκλήθη ἡ πόλις Μυκήνη. | |
15 | Μασχάλη. σχῶ σχήσω, ὡς στήσω στήλη, καὶ μετα‐ θέσει τοῦ η εἰς α, σχάλη, καὶ κατ’ ἀναδιπλασια‐ σμὸν τῆς μα συλλαβῆς, μασχάλη. Μασῶμαι. παρὰ τὸ σῶ, ὃ δηλοῖ τὸ σείω καὶ κινῶ, ἀφ’ οὗ τὸ σήθω, καὶ προσλαβὼν τὴν μα συλλαβὴν ἐ‐ | |
20 | ποίησε τὸ μασσῶμαι, τὸ εἰς λεπτὰ τὴν τροφὴν κερμα‐ τίζειν καὶ κατακόπτειν. οὕτω Φιλόξενος ἐν τῷ περὶ Ἀναδιπλασιασμοῦ. Μάχλος. παρὰ τὸ χαλῶ, μαχαλὸς, πλεονασμῷ καὶ συγκοπῇ μάχλος, ὁ κατωφερὴς, καὶ παρωνύμως μά‐ | |
25 | χλας. Μαθεῖν. μήθω ἐστὶ ῥῆμα. ἀφ’ οὗ ἔμαθον δεύτερος ἀό‐ ριστος, καὶ μαθεῖν βʹ ἀόριστος. Μοιχός. τὸ ν τρέπεται εἰς μ, ὡς ἐν τῷ μοιχὸς ἀν‐ τὶ τοῦ νυχὸς, ὁ ἐσώτατος τόπος καὶ σκοτεινός. τροπὴ | |
30 | δὲ ἐστὶν ἀντὶ στοίχου, καὶ νῦν ἐν τῷ μοιχῷ ἀπὸ τοῦ οἶκος καὶ τοῦ στερητικοῦ, ἢ ὁ στερημένος, καὶ ἔξω ὢν τοῦ οἴκου. τὸ δὲ νω στερητικὸν κατὰ μετάθε‐ σιν τοῦ ο εἰς ω, ὡς ἐν τῷ νώσος παρὰ τοῦ ἐστερῆ‐ | |
σθαι τοῦ σώθω. | ||
mu105 | Μακρός. παρὰ τὸ μῆκος ἐστὶ μηκὸς, καὶ μακρὸς, τρο‐ πῇ τοῦ η εἰς α, ὡς κύδρος κυδρὸς, ψύχος ψυχρός. Μέγεθος. παρὰ τὸ μέγα, μέγαθος καὶ μέγεθος. Μεγαίρω. παρὰ τὸ μέγα. οἱ γὰρ μεγάλοι φθονοῦν‐ | |
5 | ται διὰ τὸν πλοῦτον, ἢ τὴν ἀρετήν. μεγαίρω μεγαρ‐ τοὶ, ὡς καθαίρω καθαρτὸς, ἀκάθαρτος. Μερμερίζειν. παρὰ τὸ μείρω, ἀφ’ οὗ τὸ μέρος ὄνο‐ μα. παρὰ τοῦτο μερίζω, διπλασιασμὸς μερίζω. οἱ γὰρ φροντίζοντες μερίζονται τὴν γνώμην. | |
10 | Μέριμνα. παρὰ τὸ μερίζω μέριδνα, ὡς λεπίζω λέπα‐ δνα, καὶ τροπῇ τοῦ δ εἰς μ, μέριμνα. οὕτως Ἡρωδια‐ νὸς ἐν Ἐπιμερισμοῖς. Μέρμερα. παρὰ τὸ μείρω, τὸ μερίζω, ἀφ’ οὗ τὸ φροντίζω, οἷον τὰ φροντίδος ἄξια. | |
15 | Μέρμις. παρὰ τὸ εἴρω, ἕρμα ἐστὶ καὶ ἕρμις, πλεονα‐ σμῷ τοῦ μ, μέρμις. Μεστός. ἔω ἐστὶ τὸ πληρῶ. ἐπεὶ κεῶμεν κορέσσω πο‐ λέμοιο. ἔω, ἔσω, ἐστὸς, πλεονασμῷ τοῦ μ, με‐ στός. | |
20 | Μάκαρ. παρὰ τὴν κῆρα. ὁ μὴ κηρὶ ὑποκείμενος. Μάραθον. κατὰ ἀποβολὴν τοῦ ν. μάρανθον γὰρ ἐστὶ, παρὰ τὸ μαραίνειν εὐθέως τὸ ἄνθος. Μελεδήματα. παρὰ τὸ ἔδειν τὰ μέλη καὶ βλάπτειν. Μέλαν. παρὰ τὸ μὴ, καὶ τὸ λάον, τὸ μὴ βλέπον, ἢ τὸ | |
25 | μὴ βλεπόμενον. λάειν γὰρ τὸ μὴ βλέπειν. ὅθεν | |
ὁ λαὸς ὁ τυφλός. | ||
mu106 | Μαλλός. ἀπὸ τοῦ μήλου, τοῦ δηλοῦντος τὸ πρόβατον, καὶ πλεονασμῷ τοῦ ἄλλου λ, μαλλός. Μεμαὼς καὶ μεμαυῖα. παρὰ τὸ μῶ, οὗ παράγωγον τὸ μένω, ὃ δηλοῖ τὸ προθυμοῦμαι. ὅθεν τὸ μαίμονα | |
5 | μέσου παρακειμένου, ὃς ἀεὶ φυλάττει τὸ σύμφωνον— τοῦ ἐνεστῶτος· πείθω, πείσω, πέπεικα, καὶ πέποι‐ θα κατ’ Αἰολέας. τρέπουσι γὰρ τὴν ει δίφθογγον εἰς τὴν οι δίφθογγον οἱ μέσοι. μέμονα οὖν. ὁ γὰρ ἐν‐ εργητικὸς μέμακα, ἀποβαλλομένου τοῦ ν, ὡς πέπλυ‐ | |
10 | κα, κέκλικα. τὰ γὰρ εἰς νω ῥήματα δισύλλαβα ἑνὶ φωνήεντι παραληγόμενα ἀποβάλλει τὸ ν κατὰ τὸν παρακείμενον. Μύρεσθαι. παρὰ τὸ ῥεῖν τὰ δάκρυα. ἔνθεν τὸ ἀλ μυ‐ ριέντων, παρὰ τὸ μύρεσθαι καὶ ἕλκεσθαι ἐν τῷ | |
15 | γίνεσθαι. Μελδόμενος. ὁ τηκόμενος κνίσσῃ, παρὰ τὸ τὰ μέλη ἔδειν καὶ ἐσθίειν. ἀφ’ οὗ τὸ ἀναλίσκειν καὶ τήκειν. Μόθος. παρὰ τὸ ὁμοῦ θεῖν τοὺς μαχομένους. Μῶλος. ἀποβολὴ ἐστὶ τοῦ α. ἄμωλος γὰρ ἐστὶ, παρὰ | |
20 | τὸ ἅμα ὀλλῦναι. Ὅμηρος· ξυνὸς Ἐνυάλιος, καί τε κτανέοντα κατέκτα. Μαντική. μαντική τις ἐστίν· οἷον ζητητικὴ τῶν ἐσομέ‐ | |
νων, καὶ οὐκ ἐστὶ τὴν μανίαν, ὥς τινες. | ||
nu105(t) | ΑΡΧΗ ΤΟΥ Ν. | |
1 | Νόσος. παρὰ τὸ ἐστερῆσθαι τοῦ σώου. τὸ γὰρ νω στε‐ ρητικόν· κατὰ δὲ μεταβολὴν τοῦ νω εἰς νο γίνεται. | |
Νῶροψ. ὁ μὴ ἐῶν ἐφορᾶν εἰς αὐτὸν τὴν ὄψιν, διὰ τὸ | ||
nu106 | ἄγαν λαμπρόν. ἀμαυροῖ γὰρ τὴν ὄψιν τὰ πάνυ λαμ‐ πρά· οἱ δὲ διὰ τὸ διαχεῖν τὴν ὄψιν ἐν τῷ ὁρᾶν. | |
Νέκταρ. τὸ συνέχον αὐτὸ ἐν νεότητι, οἷον νεόεκταρ. | ||
nu107 | διόπερ ὃ βῆ αὐτὸ κιρνᾷ· οἱ δὲ παρὰ τὸ στέρεσθαι τοῦ κτᾶσθαι καὶ φονεύεσθαι τοὺς πίνοντας, οἷον τοῦ θανεῖν· ἀφ’ οὗ τὸ ἀθάνατον δηλοῦσθαι. Νωλεμέως. κατὰ μετάθεσιν τοῦ π εἰς μ, οἷον νωλεπέως, | |
5 | κατὰ στέρησιν τοῦ λείπεσθαι καὶ παύεσθαι, οἷον ἀδια‐ λείπτως. Νότος. παρὰ τὸ νόθους ποιεῖν τοὺς καρποὺς καὶ χεί‐ ρους· οἷον ὀνοτοὺς ποιεῖν αὐτοὺς, καὶ ἀφανίζειν. Νόθος. ὀνοτός τις ὢν, κατ’ ἀποβολὴν τοῦ ο, καὶ τροπῇ | |
10 | τοῦ τ εἰς θ. Νοῦς. παρὰ τὸ νῆσσα, καὶ σωρεῦσαι ἀπὸ τῶν ἐν‐ τιθεμένων αὐτῇ φορτίων· οἱ δὲ παρὰ τὸ νεῖσθαι. Νυστάζειν· οἷον νευστάζειν. παρὰ τὸ νεύειν κάτω διὰ τὴν τοῦ ὑπτίου καταφοράν. | |
15 | Ναστός. ὁ πεπιλημένος ἄρτος· ἀπὸ τοῦ νάσεσθαι ἀρτύ‐ μασι τισὶν καὶ τραγήμασι. Νύμφη. ἡ νέον φαινομένη. ὡς παρὰ τὸ νέος νύος, οὕ‐ τω παρὰ τὸ νέη νύμφη. καὶ ἔγκειται τὸ φῶ, ὅπερ τὸ φαίνω σημαίνει. | |
20 | Νέρθεν. ἀποβολῇ τοῦ ε, παρὰ τὴν ἔραν, ἔνερος, ἐνέρε‐ θεν, ἔνερθεν, συγκοπῇ νέρθεν. Νύσσα. παρὰ τὸ νεύω νεύσω, καὶ ἀποβολῇ τοῦ ε, καὶ πλεονασμῷ τοῦ ς, νύσσα. οἱ δὲ παρὰ τὸ νύσσω, ἐπεὶ ἐκεῖ νύσσονται οἱ ἵπποι. | |
25 | Νίκη. ἀποβολῇ τοῦ ε, ἡ ἑνὶ γινομένη, ἐνίκη τις οὖσα. Νίτρον. παρὰ τὸ νίζω νίτρον, ὡς φέρω φέρτρον, ὡς μάσσω μάκτρον, πλήσσω πλῆκτρον. Νεαρός. παρὰ τὸ κῆρ νεκηρὸς καὶ νεκρὸς, ὁ τῆς ψυχῆς ἐστερημένος, παρὰ τὸ νη στερητικόν. καὶ ὡς | |
30 | ἵππος ἵππυς, κότος κότυς, νεκρὸς καὶ νέκρυς, καὶ ἀ‐ ποβολῇ τοῦ ρ, νέκυς. Νηδύς. ἀπὸ τοῦ διανενῆσθαι τὰ τῆς τροφῆς, ὅ ἐστι σε‐ σωρεῦσθαι καὶ πεπληρῶσθαι· ἢ ὅτι ἐπάρδευσις τῷ σώ‐ ματι τῆς τροφῆς ἀπὸ ταύτης γίνεται. νάειν γὰρ ἐστὶ | |
35 | τὸ ῥεῖν. | |
nu108 | Νῆστις. ἔντερον οὕτω, οἷον νηστιτὴς, παρὰ τὸ κε‐ νὸν εἶναι σιτίων· καὶ ὁ νῆστις ὁμοίως ἄνθρωπος, πα‐ ρὰ τὸ αὐτὸ, καὶ τὸ νηστεύειν, παρὰ τὸ στερεῖσθαι σι‐ τίων. | |
5 | Νεφροί. παρὰ τὸ νείφεσθαι τῷ οὔρῳ, ὅ ἐστι βρέχε‐ σθαι. φέρεται γὰρ εἰς αὐτούς. τὸ δὲ νείφειν κυ‐ ρίως ἐπὶ τῶν ὑδάτων τοῦ νιφετοῦ, καὶ ἐπὶ τῆς ἐκ νέ‐ φους καταφορᾶς τῶν ὑδάτων. Νέφος. οἷον νεφάος, τὸ ἐστερημένον φωτός. ἢ πα‐ | |
10 | ρὰ τὸ νήφειν. οὕτω Φιλόξενος. Νήπιος. παρὰ τὸ ν στερητικόν· κατὰ στέρησιν τοῦ εἰ‐ πεῖν καὶ λαλεῖν, οἷον νὴ ἔπιος. Νῶτος. ἐπειδὴ τῶν ἄλλων μερῶν νοτίζεται μᾶλλον, καὶ ἐς τοῦτο τὸ μέρος ὁ ἱδρὼς καταῤῥεῖ, ὥστε τροπὴ εἶναι | |
15 | τοῦ ο εἰς ω. καὶ παρ’ Ὁμήρῳ· κατὰ δὲ νότιος ῥέεν ἱδρώς. ἀντὶ τοῦ κατὰ νῶτον ἐφέρετο. Νάνος. παρὰ τὸ ἄνω, δηλοῦν τὸ αὔξω. ἄνω ἄνος νά‐ νος, ὁ μὴ αὐξανόμενος. ἔγκειται γὰρ τὸ ν στερητικόν. νάνος νήανος. | |
20 | Νάπυ. κατὰ στέρησιν τοῦ ἠπίου, διὰ τὴν δριμύτητα. Νεῖκος. τὸ τοῖς νέοις ἐοικός. Νεῖλος. παρὰ τὸ νέος παρνῆται, νέϊλός τις ὢν, ὁ ἀεὶ νέαν ἄγων ἰλὺν ἐν τῇ ἀναβάσει. ὅτι κατ’ ἔτος νέος φαίνεται. | |
25 | Νέαιρα. τὸ ἔσχατον τῆς κοιλίας. νέον νέατον τὸ ἔσχα‐ τον. ὅθεν καὶ λαγὼν παρὰ τὸ λήγειν. Ἡρωδιανὸς ἐν Ὀρθογραφίᾳ. Νήφω. παρὰ τὸ νήφω. ἀπὸ τῆς τοῦ ὕδατος προφο‐ ρᾶς. οἱ γὰρ τούτῳ κεχρημένοι νηφάλιοι, καὶ νηφάλια | |
30 | θύειν λέγεται, ὅταν ἐπισπένδωσιν οἶνον. Νάρθηξ. ἰατρικὸν τεῦχος. καταχρηστικῶς δὲ τὸ ἐξ οἵας δήποτε ὕλης. Νωθρός. νω καὶ νη στερητικὰ μόρια, ὁ τοῦ θορεῖν ἐστε‐ | |
ρημένος. ὃ ἐστὶν ὀξέως κινεῖσθαι. | ||
nu109 | Νωχελής. τὸ χ ἀντὶ τοῦ κ. νωκελής τις ὢν, ὁ μὴ κέλ‐ λων. κέλλειν δὲ τὸ ταχέως τρέχειν· ἀφ’ οὗ καὶ κέ‐ λες, δρομικὸς πῶλος. Νέκυς. κικὺς, ἡ δύναμις, καὶ κλίνεται, κικύος. ὁ ἐστε‐ | |
5 | ρημένος ἐξ αὐτοῦ κικύος. Νότος. ὁ ἄνεμος. ἀπὸ τοῦ νοτεῖν καὶ τῆς νοτίδος. αὕ‐ τη δὲ ἡ νοτὶς ἀπὸ τοῦ νεῖσθαι. οὕτως ὁ Ἡρακλείδης. Νύξ. παρὰ τὸν γινόμενον ἐκ τῶν προκόψεων τοῦ σκότου νυγμόν. αὐτὸ δὲ τὸ νύξαι ἀπὸ τοῦ νύσσω, | |
10 | τοῦ δηλοῦντος τὸ πλῆξαι. Νέος. ἀπὸ τοῦ νέεσθαι καὶ ἔρχεσθαι εἰς αὔξεσιν, ἢ παρὰ τὸ ὁρμᾶσθαι· ὁρμῆς γὰρ ἡλικία ἀνάπλεως. Νεοῦν. ἀπὸ τοῦ νέαν ἀναλαμβάνεσθαι τὴν γῆν ἀπὸ τῆς ἀροτριάσεως. | |
15 | Νεῦρον. παρὰ τὸ νεῖσθαι ἅπαν τὸ κινούμενον καὶ ἐπὶ πάντα προϊὸν ἐν ἡμῖν. τί γὰρ ὁρμητικώτερον νοῦ; Νόσφι. παρὰ τὸ νο στερητικὸν καὶ τὸ ἕπεσθαι. ᾥπερ γὰρ ὁ χωριζόμενος οὐκ ἀκολουθεῖ τινὶ καὶ οὐ σύνεστιν· ἐχωρίζετο γάρ· οὕτω τὸ νόσφι τὸ χωρὶς εἶναι τοῦ ἕ‐ | |
20 | πεσθαι. Νήχω. νῶ καὶ νέω. ἐστὶ δὲ τὸ κολυμβῶ, προθέσει τοῦ χ καὶ μεταθέσει τοῦ ε εἰς η, νήχω. Φιλόξενος. Νῆσος. παρὰ τὸ νῶ, οὗ μέλλων νήσω, δηλοῦν τὸ νήχο‐ μαι. πᾶν γὰρ μέρος ἔχει ἐν τῇ θαλάσσῃ, ὡσπερὰν | |
25 | τῶν σωμάτων τὰ νηχόμενα. Ναῦς. παρὰ τὸ νέω, ὁμοίως τὸ κολυμβῶ. παράγωγον νεύω, νεύσω ὁ μέλλων, ὡς παρὰ τὸ χέω χεύσω, οὕ‐ τω νεύσω, νεύς καὶ ναῦς, τροπῇ τοῦ ε εἰς α. οὕτω Φιλόξενος. | |
30 | Νεβρός. παρὰ τὸ νη καὶ νε, ὁ μὴ δυνάμενος βορὰν λα‐ βεῖν, νεβορός τις ὢν, ἀλλ’ ὁ γάλακτι τρεφόμενος. Νάμα. παρὰ τὸ νῶ τὸ ῥέω, οὗ μέλλων νάσω, νάμα, | |
ὡς δράσω δράμα. | ||
nu110 | Ναρόν. παρὰ τὸ αὐτὸ ῥῆμα, νῶ, νάσω, ναρόν. Σοφο‐ κλῆς Τρωΐλῳ· ναρός ναρὰ δὲ κρηναῖα χωροῦμεν πο‐ τά. οὕτω Φιλόξενος ἐν τῷ περὶ μονοσυλλάβων ῥημά‐ των. καὶ ἴσως ἡ συνήθεια τρέψασα τὸ α εἰς ε, λέ‐ | |
5 | γει νερόν. Νόμος. παρὰ τὸ νέμω ῥῆμα. ὁ νέμων πᾶσι τὸ δέον. Νεογνός. συγκοπῇ. νεόγονός τις ὢν, ὁ νεοστὶ γενό‐ μενος. Νειός. ἡ ἀρόσιμη γῆ. παρὰ τὸ νεῶ. ἀνανεοῦται | |
10 | γὰρ ἡ γῆ ἀρουμένη. Νείφω. παρὰ τὸ νέφος. ἀφ’ οὗ γίνεται ἡ καταφορὰ τοῦ ὕδατος. Νωθείς. ὁ στερημένος τοῦ θεῖν. Νῶκαρ. τὸ δυσκίνητον καὶ οὐδ’ ὁπωσοῦν ἐῤῥωμένον· σκαί‐ | |
15 | ρω γὰρ ἐστὶ ῥῆμα. ἀποβολῇ τοῦ ς, καίρω, καὶ μετὰ τῆς νω στερήσεως, νωκαίρω, καὶ ἀποβολῇ τοῦ ω. νῶκαρ. ἔγκειται δὲ τὸ νω στερητικόν. σκαίρω δὲ τὸ τρέχω, ἀφ’ οὗ καὶ τὸ εὔκαρθμος, καὶ εὐκάρθμοιο Μυρίνης. | |
20 | Νῆϊς. εἴδω ἐστὶ ῥῆμα, οὗ μέλλων εἴσω καὶ εἴσομαι· ἀ‐ ποβολῇ τοῦ ω, καὶ τοῦ ε, ἴς, καὶ μετὰ τῆς νη στερή‐ σεως, νῆϊς. Νῆσσα. παρὰ τὸ νέω τὸ κολυμβῶ, νέσα καὶ νῆσσα, τρο‐ πῇ τοῦ ε εἰς η. | |
25 | Νῆστης. παρὰ τὸ ἔδω τὸ ἐσθίω, οὗ μέλλων ἔσω ἔ‐ στης, καὶ μετὰ τοῦ στερητικοῦ νε, νεέστης, οὗ παρώ‐ νυμον νῆστης. οὕτως Ἡρωδιανός. Νυίς. ἡ νύμφη. παρὰ τὸ νέος, τροπῇ τοῦ ε εἰς υ, νυός. οὕτως Ἡρωδιανὸς ἐν Ἐπιμερισμοῖς ὀξυτόνως. | |
30 | ὥσπερ τὸ νῆϊς βαρυτόνως δηλοῖ τὸ ἄπειρος, νῆϊς ἀέ‐ | |
θλων, οὕτω καὶ νηΐς ὀξυτόνως ἐπὶ τῆς Ναΐδος, | ||
nu111 | ἄπειρος γάμων. οἱ δὲ κατὰ παράλειψιν τοῦ ν φασὶ ἦνις τὸ πρωτότυπον, οἷον νεάνις, καὶ πρῶτον ἐπὶ τὸ νεάνις· εἶτα κατὰ συναλοιφὴν, νῆνις, καὶ ἀποβο‐ λῇ τοῦ ν, νῆϊς· οἱ δὲ παρὰ τὸ νάω τὸ ῥέω· οὕτως Ἡ‐ | |
5 | ρωδιανὸς ἐν Ἐπιμερισμοῖς. | |
nu112 | Νέεσθαι. κυρίως πορεύεσθαι καὶ πλεῖν ἐπὶ θαλάσσης, καταχρηστικῶς δὲ καὶ ἐπὶ γῆς. Νύμφη. ἡ νέα φαινομένη. ὡς παρὰ τὸ νέος νυός, οὕ‐ τω καὶ παρὰ τὸ νέον ἡ νύμφη, καὶ ἔγκειται τὸ φῶς, | |
5 | ὅπερ σημαίνει τὸ φαίνω. | |
xi111(t) | ΑΡΧΗ ΤΟΥ Ξ. | |
1 | Ξύνιον. ἡ μεταφορὰ ἀπὸ τῶν ἐπὶ σκοπὸν βαλλόντων. ξυνίειν γὰρ τὸ ἐπὶ τὸ αὐτὸ τῇ τοῦ συμβουλεύοντος φέρεσθαι γνώμῃ. Ξίφος. παρὰ τὸ ξέειν. οὕτως εὗρον ἐν Ὑπομνήμα‐ | |
5 | τι .... Ξύλον. παρὰ τὸν ξύσω μέλλοντα. οὐδεμία γὰρ ὕλη πρὸς ξύσιν ἐπιτηδειοτέρα τοῦ ξύλου. οὕτως Φιλό‐ ξενος. | |
Ξηρόν. παρὰ τὸ ξέω. ἀπὸ μεταφορᾶς τῆς ὕλης τῶν ξύ‐ | ||
xi112 | λων. εἴ τι γὰρ ἔξυσται, ξηρὸν γίνεται. τροπῇ τοῦ θ εἰς η. οὕτω Φιλόξενος. Ξυρόν. παρὰ τὸ ξύω, ξυρόν. Ξόανον. παρὰ τὸ ξέω ξέανον, καὶ τροπῇ τοῦ ε εἰς ο, | |
5 | ξόανον. Ξέστης. Ῥωμαϊκὸν ἐστὶ τὸ ὄνομα. τὸ γὰρ παρ’ ἡ‐ μῖν ἓξ ἀριθμὸν αὐτοὶ λέγουσι σέξ, καὶ μέτρου τινὸς παρ’ αὐτοῖς τὸ ἕκτον λέγεται σέξτον· διὰ δὲ εὐφω‐ νίας τὸ σέξτης λέγεται ξέστης, μεταθέσει τοῦ ξ. | |
10 | οὕτω Φιλόξενος ἐν τῷ περὶ Ῥωμαίων διαλέκτου. | |
omicron111(t) | ΑΡΧΗ ΤΟΥ Ο. | |
1 | Ὅρκος. παρὰ τὸ ἐπαρκεῖν καὶ βοηθεῖν. ὥσπερ γὰρ βοηθήματι αὐτῷ χρῶνται οἱ ἀδικούμενοι. κατὰ μετά‐ θεσιν τοῦ α εἰς τὸ ο. ὡς ἐν τῷ ἀκριόεις, παρὰ τὰς ἄκρας καὶ ἐξοχὰς, καὶ Ὄθρυς τὸ ὄρος, οἷον ἄθρυς, | |
5 | ὅθεν ἐστὶ μακρότερον. οἱ δὲ παρὰ τὸ εἴργω. ἐπι‐ σχετικὸς γὰρ ἐστὶ παραβαινόντων· ὥστε εἶναι μετά‐ θεσιν τοῦ γ εἰς τὸ κ. ὡς παρὰ τὸ γῆρυς κηρύσσω. ἐγὼ δὲ, φησὶν Ἡρωδιανὸς, ἡγοῦμαι πλεονασμὸν εἶναι τὸ κ. ὅρος γάρ τι ἐστίν. οἱ γὰρ ὀμνύντες ὁρί‐ | |
10 | ζονται καὶ ὁμολογοῦσιν. | |
Οἰωνός. ὅτι καὶ χωρὶς μίξεως πέφυκε πολλάκις τίκτειν | ||
omicron112 | ἐξ ἀνέμου. κυρίως δὲ φασὶν ἐπὶ γυγῶν τοῦτο τὸ ἐξ ἀνέμου μᾶλλον τίκτεσθαι αὐτούς. ὠὰ ὑπονέμια τίκτουσι. οἱ δὲ, ὅτι μόνοι οὐκ ἀγεληδὸν ἵπτανται ὥσ‐ περ οἱ ἄλλοι. | |
5 | Ὀρεύς. παρὰ τὸ ἐν ὄρεσι μᾶλλον δύνασθαι ἐργάζε‐ σθαι. οἱ δὲ παρὰ τὸ ὀρῶδες ἔχειν τὸ σπέρμα καὶ μὴ τίκτειν, ἀλλ’ ἐξ ἵππου καὶ ὄνου τίκτεσθαι. ἱστο‐ ρεῖ δὲ Ἀριστοτέλης, ὅτι ἐν Σικελίᾳ ἔτεκεν ἡμίονος. Ὁμίχλη. ἀπὸ τοῦ τοῖς ὄμμασι παρέχειν ἀχλύν. οἱ δὲ, | |
10 | ὁμοείλη τις ἐστὶ, παρὰ τὴν ὁμοῦ εἵλησιν τῶν νεφῶν. | |
omicron113 | Ὄνειρος. ἤτοι παρὰ τὴν ὄνησιν, ἢ οἷον παρὰ τὸ ὀνῶ ὄ‐ νειρος, ὡς παρὰ τὸ πέπω πέπειρος, ἢ παρὰ τὸ εἴρειν καὶ λέγειν, ἢ κατὰ μετάθεσιν τοῦ ο. νοηρός τις ὤν. Οὐρούς. τὰ νεώρια, διὰ τὸ ἐπ’ αὐτῶν ὀρούειν τὰς ναῦς. | |
5 | Ὅμαδος. ὅμαυδός τις ὤν. Ὀφείλημα. παρὰ τὸ ὠφέλειν, ὅ ἐστιν αὔξεσθαι τὸ δάνειον τὸ αὐξανόμενον τόκῳ. Οἶτος. ὁ θάνατος. παρὰ τὸ οἲ καὶ οἴμοι τοῦ στενα‐ γμοῦ. παρὸ καὶ τὸν μόχθον δηλοῖ. ὁ δὲ Ἡρωδιανὸς | |
10 | ἐν τοῖς Ἐπιμερισμοῖς λέγει, παρὰ τὸ οἴω, οὗ ὁ μέλ‐ λων οἴσω, τὸ δηλοῦν τὸ φέρω. ὁ πάντας ἀποφέρων θάνατος. Οὐλαμός. ἡ συνεστραμμένη τάξις. παρὰ τὸ εἱλεῖσθαι. ὅθεν καὶ τὰς τρίχας οὐλὰς φαμέν. | |
15 | Ὅρπεξ. παρὰ τὸ ἕρπειν πεποίηται καὶ τὸ ὀρούειν. Ὄκνος. ὁ ποιῶν ἀκινήτους. τροπῇ τοῦ α εἰς ο, οἷον ἄ‐ κινός τις ὢν, καὶ συγκοπῇ ἄκνος καὶ ὄκνος, ὡς ἀκριό‐ εις ὀκριόεις, ἀρχὴ ἄρχαμος ὄρχαμος. Ὀλοφυρόμενος. κυρίως τὸ μετὰ τιλμοῦ τῶν τριχῶν κλαί‐ | |
20 | ειν. Καλλίμαχος φησί· ὀλόψατο χαίτας, ἀντὶ τοῦ ἔτιλλεν. Ὀτρηρός. ὁ ἀφ’ ἑαυτοῦ παροτρυνόμενος πάντα ποιεῖν. Ὅπλα τὰ ἐργαλεῖα. ὀφελήματά τινα ὄντα. οἷς τὰ ἐξελαυνόμενα ἐπὶ τοῦ ἄκμονος αὔξεται καὶ ὀφέλλεται. | |
25 | Ὀβελίσκος. ὀφελίσκος τὶς ὢν, ὁ εἰς μῆκος ὀφελλόμενος καὶ ἐξελαυνόμενος. Ὄσσε. οἱ ὀφθαλμοὶ, παρὰ τὴν ἕσιν καὶ βολὴν τῆς ὄψεως. Ὄρχατος. ἡ ἐπ’ εὐθείας φυτεία, παρὰ τὸ δι’ αὐτῆς ἡ‐ | |
30 | μᾶς ἔρχεσθαι. Ὀρχός. ὅπου ἐντίθεται τὸ φυτόν. ὀρυχός τις ὤν. Ὄχνη. ἡ ἀχνὰς, οἷον ἀχοὴ, διὰ τὸ μὴ ποτίζεσθαι. ξηρᾷ γὰρ ἥδεται γῇ ἡ ὀπώρα αὕτη καὶ ἄπιος, ἡ ἥ‐ | |
κιστα πίνουσα. | ||
omicron114 | Οἴμη. ἡ ᾠδή. παρὰ τὸ ἐν τοῖς οἴμοις, τουτέστιν ἐν ταῖς ὁδοῖς ᾄδεσθαι. Οἶμος. ἡ ὁδός. παρὰ τὸ οἰμῆσαι. ὁ δὲ Φιλόξενος παρὰ τὸν οἴσω μέλλοντα. | |
5 | Ὀρχήσασθαι. παρὰ τὸ ὀρέγειν καὶ ἐκτείνειν τὰς χεῖρας. ἢ παρὰ τοὺς ὄρχους, ἐν οἷς ἐχόρευον, καὶ ὁ χορὸς, ὀρ‐ χός τις ἐστὶ, κατὰ μετάθεσιν στοιχείου. Ὅρμος. παρὰ τὸ ἕρμα τὸ ἀσφάλισμα. ὅθεν καὶ ὁρμῆ‐ σαι, τὸ ἐν ἀσφαλῆ εἶναι τὴν ναῦν. | |
10 | Ὀπύειν. ὁμιλεῖν, συνουσιάζειν. παρὰ τὸ εἰς ὄπα ἐλ‐ θεῖν. ἢ κατὰ μετάθεσιν τοῦ μ εἰς π, ὁμύειν, ὁμοῦ συνιέναι. Ὀλοφώϊος. παρὰ τὸ φῶτας ὀλλύειν, οἷον ὀλοθρευ‐ τικόν. | |
15 | Ὄσσετο θυμός. ἀπὸ δ’ ὄσσων τῶν ὀφθαλμῶν. οἷον προεωρᾶτο, τουτέστιν ἡ κατ’ ἐπίνοιαν πρόγνω‐ σις. Ὄμος ὁ περιτραχήλιος κόσμος. παρὰ τὸ εἵρεσθαι. Ὅμηρος· μετὰ δὲ λέκτοισι ἕερτο. | |
20 | Οὐλή. Ἡρωδιανὸς ἀπὸ τοῦ εἰλῶ τὸ συστρέφω, οἷον ἡ συνεστραμμένη σάρξ. τὸ γοῦν ἐναντίον, ἀπὸ τοῦ διελ‐ κύσαι ἕλκος. οὐλὴ οὖν ἡ συναχθεῖσα σὰρξ, ἀπὸ τοῦ ἑλῶ, ὀλὴ καὶ οὐλή. Ὄαροι. αἱ γαμεταὶ, ὁμοίαροί τινες οὖσαι. παρὰ τὸ ὁμοῦ | |
25 | ἀρηρέναι γάμῳ. Οὖλαι. αἱ τρίχες. παρὰ τὸ εἱλεῖσθαι, ὡς καὶ αἱ ἐναν‐ τίαι τεταναὶ λέγονται, παρὰ τὸ τετᾶσθαι. Ὄγμος. ἡ ἐπίστιχος φυτεία τῶν δένδρων, κατὰ μετά‐ θεσιν τοῦ ε εἰς ο, οἷον ἔγμος, παρὰ τὸ ἔχεσθαι ἄλλο | |
30 | ἄλλου, ὅπερ καὶ ἐπισχερῶ λέγεται, παρὰ τὸ σχέ‐ σιν ἔχειν πρὸς ἄλληλα. δηλοῖ δὲ ὁμοίως τὴν τομὴν τοῦ ἀρότρου, παρὰ τὸ εἰδέσθαι τὴν γῆν ἀπὸ τοῦ ἀροῦντος. Ὁμιλεῖν. ἐπὶ τοῦ πολεμεῖν. παρὰ τὸ ὁμοῦ τὰς ἴλας | |
συλλαβεῖν. | ||
omicron115 | Ὀκλαδίαι καὶ ὀκλάζειν. παρὰ τὸ ἐγκλᾶν, καὶ κάμπτειν τὰ γόνατα ἐν τῷ καθέζεσθαι. καὶ τὸ ὀκλὰξ ἐπίῤῥημα, παρὰ τὸ κλῶ κλάσω, ῥηματικὸν ὄνομα κλᾶς, καὶ κατὰ Δωριέας κλάξ. τρέπουσι γὰρ πολλάκις τὸ ς εἰς ξ. | |
5 | καὶ πλεονασμῷ τοῦ ο. Οὖρος. ὁ φύλαξ. κυρίως ἐπὶ τῶν ὁρίων τεταγμένος φύλαξ καὶ προορῶν, ὃς καὶ φρουρὸς λέγεται· πρόορός τις ὤν. Οὖρος. ἐπὶ ἀνέμου· παρὰ τὸ ὀρούειν καὶ ὁρμῆς αἴτιον | |
10 | εἶναι. Οἰήϊον. τὸ πηδάλιον. δι’ οὗ φέρεται ἡ ναῦς. οἴω τὸ φέρω οἴσω. ἢ κατ’ ἔλλειψιν τοῦ κ, οἰήκιον, καὶ οἰήϊον. οἴαξ δὲ ὁ κανὼν, δι’ οὗ τὸ πηδάλιον φέρεται. Ὀμφαλός. κυρίως ἐπὶ τοῦ ἡμετέρου σώματος εἴρηται | |
15 | ὀπνεῖν, ὅ ἐστιν ἀναπνεῖν· παρ’ οὗ καὶ ὄμπνη ὁ Δημη‐ τριακὸς καρπός. τὸ δὲ βρέφος κατὰ γαστρὸς ὂν διὰ τοῦ ὀμφαλοῦ ἀναπνεῖ καὶ τρέφεται. μεταφορικῶς δὲ καὶ ἐπὶ τοῦ ζυγοῦ καὶ ἐπὶ τῆς ἀσπίδος, καὶ ἐπὶ τῶν ἄλλων τὸ μέσον. | |
20 | Ὀδύναι. παρὰ τὸ ἔδειν καὶ ἐσθίειν τὴν ψυχήν. Ὄρθρος. παρὰ τὸ αἴρειν ἡμᾶς λεχήρεις ὄντας. ὅθεν ἦρι ὁμοίως ἔλεγον παρὰ τὸ αἴρειν. Οὖας. αὔω αὖας· τροπῇ τοῦ α εἰς ο, οὖας. Ὀβελός. πλεονασμῷ τοῦ ο, παρὰ τὸ βάλλω βέλος, | |
25 | καὶ ὀβελός. οὕτως ἐν τῷ περὶ Παθῶν Ἡρωδιανός. οἷον ὁ ἐοικὼς βέλειν. Οὖλος. ὁ ὀλέθριος. παρὰ τὸ ὄλλω καὶ ὀλλύω. Οὐρά. κυρίως ἐπὶ τοῦ λέοντος, παρὰ τὸ ὄρω τὸ ὁρμῶ· παρορμητική τις οὖσα, καὶ πλεονασμῷ τοῦ υ, | |
30 | οὐρά. Οὐλοχύται. παρὰ τὸ ὅλον, ὡς πρὸς τὰς ἀλελεσμένας κριθάς. Ὀδμή. ὄζω, καὶ ὁ μέλλων ὄσω, ὀδὴ, καὶ πλεονασμῷ τοῦ α, ὀδμή. | |
35 | Ὄρνις. ὄρω τὸ ὁρμῶ, ὄρις, καὶ πλεονασμῷ τοῦ ν, | |
ὄρνις. | ||
omicron116 | Ὀσχεός. πλεονασμῷ τοῦ ς, ὡς παρὰ τὸ φωλεύω φω‐ λεὸς, ὀχεύω ὀχεὸς καὶ ὀσχεός. τὸ ἀπὸ ἤτρου χαλώ‐ μενον δέρμα, ὀχεὸς σὺν τοῖς περιεχομένοις, ἀπὸ τοῦ περιέχειν καὶ ἀνοχεῖν. | |
5 | Ὄρχις. διὰ τὸ πρὸς τὰ ἀφροδίσια παρέχειν ὄρεξιν· ἢ παρὰ τὸ ὀρούειν· τὸ μόριον. οἷον ἔρχεις, εἰς οὓς ἔρ‐ χεται ἡ γονή. Οὖρον. οἷον ὅρος τῆς συμπάσης τροφῆς. Ὀρτάλιχος. παρὰ τὸ γλίχεσθαι τοῦ ὀρούειν καὶ πέ‐ | |
10 | τεσθαι. Ὄνυξ. πλεονασμῷ τοῦ ο, νύσσω νύξω, ἀποβολῇ τοῦ ω, νὺξ, καὶ προθέσει τοῦ ο, ὄνυξ. Ὀτρύνω. πλεονασμῷ τοῦ τ, ὄρω, ὀρύνω, καὶ ὀτρύνω. Ὁδεῖνα. ὅδε, ὅδει, ὡς ἐνθάδε ἐνθαδί, καὶ ἐπεκτάσει | |
15 | ὁδεῖνα. Ὀργυιά. ἔκτασις τῶν δύο χειρῶν σὺν τῷ πλάτει τοῦ στήθους, παρὰ τὸ ὀρέγειν καὶ ἐκτείνειν τὰ γυῖα, ὅ ἐστι τὰς χεῖρας. γυῖα γὰρ ἐπὶ τῶν χειρῶν καὶ ποδῶν κυρίως. ὡς καὶ Ὅμηρος· γυῖα δ’ ἔθηκεν ἐλαφρὰ, | |
20 | χεῖρας, καὶ πόδας ὕπερθεν. Ὀσφύς. ὡς Ἀριστοτέλης, ἡ ἴση πρὸς τὸ ἄνω καὶ κάτω πεφυκυῖα, οἷον ἴσοφυς. ὡς δὲ Ἀπολλόδωρος, ὀστο‐ φυὴς, ὅτι ὀστώδης. Ὀμφαλός. οἱ μὲν παρὰ τὸ φαλλὴν, ὡς ἐοικέναι, ὅ | |
25 | ἐστι τὸ μόριον. ἐκκρεμὴς γὰρ ἐστὶ ἐν ἀρχῇ, πρὸ τῆς ἀποτομῆς. οἱ δὲ ἀπὸ τοῦ περὶ αὐτὸν εἰλεῖσθαι τὸ γεννώμενον. οἱ δὲ ἀπὸ τῆς εἰς τὸ ἔμβρυον ἐμφυ‐ σήσεως. Ὄστλιγγες. αἱ τρίχες. Καλλίμαχος ἐν αʹ Αἰτιῶν· αἰὲν | |
30 | ἄλειφα ῥέει. παρὰ τὸ ὀστοῦν εἰλεῖσθαι. ἢ ὅτι μετὰ τὴν γέννησιν τοῦ ἀνθρώπου πρῶται ἀναφύονται τρίχες περὶ τὰ ὀστώδη μέρη τῆς κεφαλῆς, εἰλουμέ‐ νους καὶ συνηθροισμένους. Ὀφθαλμοί. παρὰ τὸ ὀφθῆναι παρέχειν ἅπαντα· κατὰ | |
35 | δὲ τινὰς, ὀφθαλλοί τινες εἰσὶν, ἐξ ὧν ἅλλεται ἡ | |
ὄψις, ἢ ὀπῶν ὀφθαλμοί. | ||
omicron117 | Ὅρασις. ἀπὸ τοῦ ὅρισις εἶναι καὶ τὰ πέρατα τῶν σωμάτων καταλαμβάνειν. οὕτω Σωρανός. Ὄμματα. οἷον νέματα καὶ οἴματα· ἐπεὶ δι’ αὐτῶν ἀφιᾶται καὶ ὁρμᾶται τὸ ὁρατικόν. Αἰολεῖς δὲ ὄππα | |
5 | τὰ παρὰ τοὺς ὦπας. Ὀφρύες. ἤτοι ὠποφρύες εἰσὶν, ἢ ὠπορύες· παρὰ τὸ φρουρεῖν καὶ ῥύεσθαι· τὰς ὦπας ἀπό τε τῶν ὄμβρων καὶ τῶν ὕπερθεν ἱδρώτων· ἢ ὠπότρυες. αἱ ἐπὶ τῶν ὠπῶν πεφυκυῖαι. ἢ οἷον ἐνποροφύες εἰσὶν, | |
10 | οἷον ὄροφοι τῶν ὠπῶν· οὕτω Σωρανός. Ὀδόντες. παρὰ τὸ ἔδειν καὶ ἐσθίειν, ἐδόντες καὶ ὀδόν‐ τες. Οὖλον. ἡ συνέχουσα τὰς ὀδόντας σὰρξ ὠνόμασται διὰ τὸ τρυφερόν. οὖλον γὰρ τὸ ἁπαλόν· ἢ παρὰ τὸ εἰλεῖν· | |
15 | τρόπῳ γὰρ τινὶ τείχους ἔχει τάξιν εἰς διακράτησιν τῶν ὀδόντων· ἢ ὅτι οὐλὴν ἔχει τὴν ἐπιγινομένην ἐκ τῶν φυομένων ὀδόντων διακοπήν. οὕτω Σωρανός. Οὐρανίσκος. ὅτι μετεωρότατος ἐστὶ τῆς εὐρυχωρίας οὗτος ὁ τόπος, ὡς ἐν τοῖς ὅλοις τοῦ κόσμου ὁ οὐρανός. οὐ‐ | |
20 | ρανίσκος δὲ ὑποκοριστικῶς, οἷον μικρὸς οὐρανός. Ὁμαρτῶ. ἄρσω γίνεται ὄνομα ἀρτὸς, καὶ ἀρτῶ· ῥῆμα σύνθετον ὁμαρτῶ· ὁμαρτήσαντες, ὁμοῦ ἁρμοσά‐ μενοι. Ὄρθρος. ὄρω, μέλλων Αἰολικὸς ὄρσω, ὄνομα ὄρτος, καὶ | |
25 | μεταθέσει τοῦ τ εἰς θ, ὄρθρος. Οἶμα. οἰμῶ οἰμήσω, οἴμημα, καὶ συγκοπῇ οἶμα. Ὀροθύνω. παρὰ τὸ ῥοθῶ ῥοθίνεω, καὶ πλεονασμῷ τοῦ ο, ὀροθύνω. ἢ παρὰ τὸ ὄρω καὶ θύνω. ἐν τῷ περὶ Παθῶν Ἡρωδιανός. | |
30 | Ὀθνεῖον. ὑπέρθεσις στοιχείου, ὡς ἄριστος ἀριστεῖον, νόθος νοθεῖον. μεταθέσει τοῦ ν, ὀθνεῖον. Ὄμβρος. παρὰ τὸ ὁμοῦ ῥεῖν, ὅμορος, συγκοπὴ καὶ | |
πλεονασμὸς, ὄμβρος. | ||
omicron118 | Οἶκος. παρὰ τὸ ὑποχωρῶ οἶκος· ὑφ’ ὂν χωροῦμεν. Ἡρωδιανὸς ἐν τῇ Ὀρθογραφίᾳ. Ὄβριμος. βρι ἐπιτατικόν. ἐστι μόριον, καὶ πλεονασμῷ τοῦ ο, ὄβριμος. | |
5 | Ὄμφαξ. οἷον ὠμόφαξ, ἡ ὠμὴ εἰς φαγήν. Ὀπήτιον. παρὰ τὸ ὀπὰς ἐμποιεῖν. Ὄνος παρὰ τὴν ὄνησιν τὴν ἐν τοῖς ἔργοις. ὁ δὲ παρὰ τοῖς τέκτοσι, παρὰ τὸ βαστάζειν. Ὅμιλος. παρὰ τὸ ὁμοῦ εἰλεῖσθαι· ἢ παρὰ τὸ ὁμοῦ τὰς | |
10 | ἴλας ἔχειν. Ὄξος. ἐπεὶ τέμνει καὶ κεντίζει ὡς εἰπεῖν τὴν γεῦσιν. καὶ ὀξεῖαν σταφυλὴν λέγομεν τὴν κεντρίζουσαν ἡμῶν τὴν γεῦσιν. Κυρηναῖοι δὲ τὸ ὄξος ἧδος λέγουσι κατ’ ἀντίφρασιν. δύναται δὲ τὸ ὀξὺ, τὸν μεταβεβληκότα | |
15 | οἶνον εἰρῆσθαι· ὀξὺς ὄξος, ὡς ταχὺς τάχος, εὑρὺς εὗρος. οὕτω Φιλόξενος. Ὀβολός. τροπῇ τοῦ ε εἰς ο. πρὸ τούτου γὰρ ὀβελίσκοις τραχέσιν ἐνομίστευον τὰ πρὸς σταθμόν. οἱ μὲν οὖν Ἴωνες ὀβελὸς, ἡμεῖς δὲ ὀβολός. πρῶτος δὲ πάντων | |
20 | Φείδων Ἀργεῖος νόμισμα ἔκοψεν ἐν Αἰγίνῃ, καὶ διδοὺς τὸ νόμισμα, καὶ ἀναλαβὼν τοὺς ὀβελίσκους, ἀνέ‐ θηκε τῇ ἐν Ἄργει Ἥρᾳ. ἐπειδὴ τότε οἱ ὀβελίσκοι τὴν χεῖρα ἐπλήρουν, τουτέστι, τὴν δράκα, ἡμεῖς. καίπερ μὴ πληροῦντες τὴν χεῖρα τοῖς ἓξ ὀβολοῖς. δρα‐ | |
25 | χμὴν αὐτὴν λέγομεν, παρὰ τὸ δράξασθαι. Ὅθεν ἔτι καὶ νῦν ὀβολοστάτην καλοῦμεν τὸν τοκιστήν, ἐπειδὴ σταθμοῖς τοὺς ὀβελίσκους παρεδίδουν οἱ ἀρχαῖοι. οὕ‐ τως Ἡρακλείδης ὁ Ποντικός. Οὐρανός. ἀπὸ τοῦ οὐρεῖν καὶ φυλάττειν πάντα, καὶ κη‐ | |
30 | πωρὸς, καὶ θυρωρὸς, παρὰ τὸ οὐρεῖν. Ἡσίοδος· Γαῖα μέν τοι πρῶτον ἐγείνατο ἶσον αὑτῇ Οὐρανὸν ἀστε‐ ρόενθ’, ἵνα μιν περὶ πάντα καλύπτῃ. καὶ οὖρος ὁ φύ‐ | |
λαξ ἐν τοῖς ἀγροῖς. ὅροι λέγονται οἱ φυλάττοντες τὸ | ||
omicron119 | ἴδιον ἀπὸ τοῦ ἀλλοτρίου. οὕτως Ἡρακλείδης ὁ Πον‐ τικός. Ὀπώρα. παρὰ τὸ ἕπεσθαι τῇ ὥρᾳ. Ἡρακλείδης οὕτω. Οἰζύω. ὥσπερ παρὰ τὸ λίαν, λιάζω, οὕτω καὶ παρὰ τὸ | |
5 | οἲ ἐπίῤῥημα, οἴζω, καὶ παραγώγως οἰζύω. οὕτως Ἀπολλώνιος ἐν τῷ περὶ Ἐπιῤῥημάτων. Οὐσία. ἡ οὖσα ἀεί. παρὰ τὴν ὢν μετοχὴν, ὕπαρξιν δηλοῦσαν, ὡς καὶ γέρων γερούσιος, ἑκὼν ἑκούσιος, καὶ ὢν οὔσιος, καὶ ἐνούσιος ὁ ὑποστατικὸς, καὶ οὐσία θη‐ | |
10 | λυκόν. Οἰμώζειν. παρὰ τὸ οἴμοι ὁμοίως πεποίηται. οὕτως Ἀπολλώνιος. Ὄτλος. παρὰ τὸ τλῶ τὸ κακοπαθῶ καὶ πλεονασμῷ τοῦ ο. ἢ παρὰ τὸ α τὸ ἐπιτατικόν. μεταβέβληται εἰς | |
15 | ο, ἄτλος καὶ ὄτλος. Οἶδμα. οἰδῶ οἰδήσω οἴδημα, καὶ συγκοπῇ, οἶδμα. Ὄνειαρ. ὀνῶ, ὄναρ, καὶ πλεονασμῷ τῆς διφθόγγου, ὄνειαρ. Ὀρεσκῷος. παρὰ τὸ κῶ δηλοῦν τὸ κοιμῶμαι, οὗ | |
20 | μέλλων κώσω, ῥηματικὸν ὄνομα κὼς, σύνθετον ὀρεσ‐ κὼς, πλεονασμῷ τοῦ ω, ὀρεσκῷος. οὕτω Φι‐ λόξενος. Ὀλίγωρος. παρὰ τὴν ὥραν τὴν φροντίδα. τὸ δὲ ὀλί‐ γον καὶ ἐπὶ τοῦ μηδαμῶς, ἢ ὀλίγον οἷ παῖδα, ἀντὶ | |
25 | τοῦ οὐδαμῶς. Ὀπή· τόπος τετριμμένος. ἀφ’ οὗ τις δύναται ὀπή‐ σασθαι καὶ περιβλέψασθαι. οὕτως Ἀριστόνικος ἐν τοῖς Σημείοις τοῦ Ποιητοῦ. Ὀψέ. παρὰ τὸ τὴν ὥραν ἐπιτηδείαν εἶναι εἰς τὸ ἂψ | |
30 | ἰέναι. | |
omicron120 | Ὄνειρος. τὸ ὂν εἴρων καὶ λέγων. ἐπὶ δὲ τῶν ἀληθῶν ὁ λόγος. Ὀκλάσας. κατὰ πλεονασμὸν τοῦ ο. ἐστὶ γὰρ κλᾶσαι. διὰ τὸ ὥσπερ κλάσιν ὑπομένειν τὰ γόνατα. | |
5 | Ὀϊστός. κατὰ πλεονασμὸν τοῦ ο. ἵημι γὰρ ἐστὶ τὸ ῥῆμα, οὗ ῥηματικὸν ἱστὸς, καὶ πλεονασμῷ τοῦ ὀϊστός. Ὀρόδαμνος, καὶ ὅρπηξ. ἐπὶ τοῦ κλάδου. ἀπὸ τῆς ὀρού‐ σεως τῆς κατὰ τὴν αὔξησιν. Ὀρεκτῇσι μελίῃσι παρ’ Ὁμήρῳ· αἷς ὀρέγδην χρῶνται | |
10 | ἐκ χειρὸς νύσσοντες. Ὄπα. τὴν φωνήν. Φιλόξενος ἐν τῷ περὶ Μονοσυλλά‐ βων, παρὰ τὸν ἔψω μέλλοντα, οὗ θέμα ἔπω ἔψω, καὶ τροπῇ τοῦ ε εἰς ο, ὄψ. ὡς ἀπὸ τοῦ ἔλξω ἔλξον ὄνομα, καὶ τροπῇ τοῦ ε εἰς ο, ὄλξον, καὶ ἐπεκτάσει, | |
15 | ὦλξ. ὦλκα βαθεῖαν ὅμηρος. Ὀπωπή. ὄπτω, καὶ ἐξ αὐτοῦ ὄνομα ῥηματικὸν ὀπὴ, καὶ διπλασιασμὸς ὀπωπή. οὕτω Φιλόξενος ἐν τῷ περὶ Ῥω‐ μαίων διαλέκτου. Ὄτριχας. οἰετέας. οἷον ὁμότριχας καὶ τὸ οἰετέας | |
20 | ἐπλεόνασε τὸ ι ὀμοετέας. Ὁλκός. παρὰ τὸ ἕλκω, ὀλκὴ καὶ ἔχω ὄχος. Ὀπαδός. τὸ πρωτόπυπον τῆς λέξεως ἕπω, οὗ παθητικὸν ἕπομαι. ὥσπερ ἀπὸ τοῦ πέμπω πέμπομαι, ἕλκω ὁλ‐ κὸς, οὕτω καὶ ἕπω ὀπὸς ὀξύτονον. τούτου ῥῆμα πα‐ | |
25 | ράγωγον ὀπάζω, ὡς γυμνὸς γυμνάζω, ἵππος ἱππάζω, μόνος μονάζω, οὕτω καὶ ὀπάζω ὀπαδός. Ὄπις. ἡ ἐξόπισθεν ἑπομένη κτήσις. ἀπὸ δὲ τῶν εἰς ζω καὶ διὰ τοῦ ς κλινομένων μελλόντων, ῥημα‐ τικὰ ἐκπίπτει ὀνόματα διὰ τοῦ δ· οἷον φράζω φραδὴ, | |
30 | κομίζω κομιδή· οὕτως ἀπὸ τοῦ ὀπάσω μέλλοντος ὀπα‐ | |
omicron121 | δός. γίνεται δὲ, τοῦ α βραχέος μεταληφθέντος εἰς η, ὀπηδός. Ὅμηρος· γέρων δὲ τοιοῦτος ὀπήδει. Φιλόξενος. Ὀχθήσας. τροπῇ τοῦ α εἰς ο. παρὰ τὸ ἄχθω καὶ | |
5 | ἄχθομαι βαρύτονον, καὶ ἀχθῶ περισπώμενον· ἀφ’ οὗ τὸ ἤχθημα καὶ ἀπήχθημαι, καὶ ἠχθέσθην. ὀχθή‐ σας οὖν ἀντὶ τοῦ ἀχθεσθείς. οὕτω Φιλόξενος ἐν τῷ περὶ Ἰάδος διαλέκτου. Ὀτρηρός. Φιλόξενος ἀπὸ τοῦ τρεῖν τὸ φοβοῦμαι, οὗ | |
10 | ὄνομα ῥηματικὸν τρεερός· ὡς φαίνω φανερὸς, καὶ τήκω τακερός. τῶν δὲ δύο εε συνελθόντων εἰς η, τρηρὸς ἐγένετο, ὁ δειλὸς, οὗ παρώνυμον τρήρων. τῆς δὲ α στερήσεως συνελθούσης, καὶ αὐτῆς εἰς ο μετα‐ βληθείσης, ἐγένετο ὀτρηρὸς, ὁ δραστικὸς, καὶ ἐῤῥωμέ‐ | |
15 | νος, καὶ σπουδαῖος. Ὄβριμος. παρὰ τὸ βρι, δηλοῦν ἐπίτασιν, καὶ πλεο‐ νασμῷ τοῦ ο, ὄβριμος. Ὄρχαμος. τροπῇ τοῦ α εἰς ο, ἀρχὸς ἄρχαμος, ὡς πλό‐ κος πλόκαμος, πύῤῥος πύῤῥαμος. | |
20 | Ὀῤῥωδῶ, τὸ φοβοῦμαι. ῥῶ ἐστὶ ῥῆμα, ἀφ’ οὗ τὸ ἔῤῥω‐ μαι, παράγωγον ῥώζω, καὶ μεταθέσει τοῦ ζ εἰς δ, ῥωδῶ, ὡς μύζω μυδῶ, χάζω χαδῶ· ἔνθεν τὸ κεχαν‐ δότα, πλεονασμῷ τοῦ ν. ῥώζω οὖν ῥώδω, καὶ μετὰ τῆς α στερήσεως, ἀῤῥωδῶ, καὶ μεταθέσει τοῦ α | |
25 | εἰς ο, ὀῤῥωδῶ, τὸ μὴ ἐῤῥῶσθαι τὴν ψυχὴν ἀπὸ τοῦ φόβου. καὶ Ἡρόδοτος ἀῤῥωδῶ λέγει ἐν τῇ πρώτῃ· ἀπεμάχετο ἀῤῥωδέων. οὕτω Φιλόξενος ἐν τῷ περὶ Ἰάδος διαλέκτου. τινὲς δὲ παρὰ τὸ ἰδίειν τὸν ὀῤ‐ ῥόν· ὅ ἐστιν ἱδροῦν ἐν τῷ φόβῳ. | |
30 | Ὁμαρτεῖν. συγκοπῇ ἐκ τοῦ ἅμα ἐπιῤῥήματος, καὶ τοῦ | |
ἄργω βαρυτόνου ῥήματος. | ||
omicron122 | Ὁμηρεῦσαι. παρὰ τὸ ἀρῶ τὸ ἁρμόζω, ταῖς φωναῖς ἀλλήλαις εἱρμοσμέναι τε καὶ ἀρηρυῖαι. Ὅμηροι. οἱ ἐπὶ ὁμονοίᾳ διδόμενοι. παρὰ τὸ ἀρῶ τὸ ἁρ‐ μόζω καὶ τὸ ὁμοῦ. | |
5 | Ὀκριόεις. ὁ τραχὺς λίθος. τροπῇ τοῦ α εἰς ο, ἀκριόεις τις ὤν. ἀκρίας δὲ τὰς πέτρας ὁ Ποιητὴς καλεῖ· δι’ ἄκριας ἠνεμοέσσας. καὶ ἐστὶν ἀκρὸς ἀκρόεις, καὶ πλεονασμῷ τοῦ ι, ἀκριόεις, ὡς βροτὸς βροτόεις. Ὀμιχεῖν. τὸ οὐρεῖν. παρὰ τὴν ἀμίδα καὶ τὸ χέω, οἷον | |
10 | ἀμιδαχεῖν, τροπῇ τοῦ α εἰς ο, καὶ συγκοπῇ, ὀμιχεῖν. Ὄρος. τὸ οὐδέτερον. παρὰ τὸ αἴρω ἄρος ἐστὶ καὶ ὄρος, τὸ ἐπαιρόμενον εἰς ὕψος ἀπὸ τῆς γῆς· ἢ παρὰ τὸ ὄρω τὸ ὁρμῶ, οὗ παράγωγον ὀρούω, καὶ περισπώμενον ὀρῶ. αὐτίκα δ’ ἄμμι παρ’ αὐτόθι νεῖκος ὀρεῖται. | |
15 | Ὄρφνη. παρὰ τὸ ἐρέψω, ὅ ἐστι σκέπω, ὀροφή, καὶ συγκοπῇ ὄρφνη, ἡ σκέπουσα τὸ φῶς. οὕτω Φιλόξενος ἐν τῷ περὶ Ἀναδιπλασιασμοῦ. Ὅσιος. ἀπὸ τοῦ ἅζω, τροπῇ τοῦ α εἰς ο, ὅσιος. Ὀπιπεύω. πλεονασμῷ τῆς πι συλλαβῆς. ὄπτω γὰρ | |
20 | ἐστὶν, ἀφ’ οὗ ὄψομαι, καὶ παράγωγον ὀπτεύω. δι‐ πλασιασμὸς ὀπιπεύω. Ὄσπρεον. καθ’ ὑπέρθεσιν τοῦ ο. σπόριον γὰρ ἐστὶ τὸ ὄσπριον. Ὄνειδος. παρὰ τὸ ὀνόσασθαι. ἴσως δὲ ὅτι πᾶν τὸ ὂν | |
25 | πλημμελὲς τότε φαίνεται· ὥστε ἔγκειται τὸ εἴδεσθαι. οὕτω Εὐδαίμων ἐν τῇ Ὀρθογραφίᾳ. Ὁδεῖνα. παρὰ τὸ ὅδε, οὐ παρὰ τὸ ὁδί. ἀλλ’ ἐστὶν ὅδε, ὅδεϊ, ὡς οὑτωσὶ, καὶ συναίρεσις ὅδεϊ, καὶ ὁδεῖνα. Ὄχλος. χλῶ ἐστὶ ῥῆμα παρὰ Πινδάρῳ ἐν ταῖς Ὀλυμ‐ | |
30 | πιονίκαις. τριπλόος ὁ κεχαλαδὼς, ὁ πληθύων. ἀπὸ τοῦ χλῶ, παράγωγον χλάζω· καὶ ἀναδιπλα‐ | |
σιασμὸς καχλάζω, οὗ παρατατικὸς ἐκάχλαζον. τὸ οὖν | ||
omicron123 | χλῶ ῥῆμα ὄνομα ῥηματικὸν ποιεῖ, ἐπεκτάσει τῇ διὰ τοῦ ο αὔξησιν λαβὸν, ἀπέφαινεν ὄνομα ὄχλος, τὸ πλη‐ θύος σύστημα. οὕτω Φιλόξενος ἐν τῷ περὶ Ἀναδιπλα‐ σιασμοῦ. ὁ δὲ Ἡρωδιανὸς παρὰ τὸ ὀλῶ τὸ συστρέ‐ | |
5 | φω, πλεονασμῷ τοῦ χ, ἐν Ἐπιμερισμοῖς. Ὀτραλέως. ὄνομα ῥηματικὸν τρεερὸς, ὡς στήκω στηκε‐ ρὸς, καὶ συναλοιφῇ τῶν δύο εε εἰς η, τρηρὸς, μετὰ τοῦ α στερητικοῦ, ἀτρηρὸς, καὶ τροπῇ τοῦ α εἰς ο, ὀτρηρός. ἀπὸ δὲ τούτου ἄλλο παράγωγον ὄνομα ῥημα‐ | |
10 | τικὸν τρέης, ὅπερ κατὰ συναλοιφὴν καὶ πλεονασμὸν τοῦ ο, ὀτρὴς, ἀφ’ οὗ ἐπίῤῥημα εἰς ως, ὡς εὐτυχὴς εὐτυχέως, ὀτρὴς ὀτρέως, καὶ προσελθόντος τοῦ αλ μορίου, ὀτραλέως. Οἶσα. οἴω τὸ κομίζω, οἴσω· ὄνομα οὐδέτερον οἶσον | |
15 | καὶ οὖσον τὸ σχοινίον, τροπῇ τοῦ ι εἰς υ, ὡς παρὰ τὸ καίω καύσω. Ὀρταλίζειν. ὀρῶ ἐστὶ βαρύτονον ῥῆμα, ὄνομα ῥηματι‐ κὸν ὄρτος· τὸ δὲ ὄρτος ῥῆμα ποιεῖ ὀρτίζω, ὡς λόγος λογίζω, Ὅμηρος ὁμηρίζω. τὸ δὲ ὀρτίζω προσελθόντος | |
20 | τοῦ αλ ἐποίησεν ὀρταλίζω. Οὐδαμῶς. ὄνομα ἐστὶν οὐδαμὸς, ἀφ’ οὗ οὐδαμόθεν. τὸ δὲ ἀρσενικὸν οὐδαμῶς ποιεῖ ἐπίῤῥημα μεσότητος οὐ‐ δαμῶς. τὸ δὲ οὐδαμῇ, ὡς ἀπὸ θηλυκοῦ παρακειμένη τοῦ οὐδαμὸς, ὡς ἄλλος ἄλλῃ. ὅθεν ἔχει τὸ ι, ὡς ἀπὸ | |
25 | δοτικῆς τὰ τοιαῦτα ἐπιῤῥήματα ἐστί. δῆλον δὲ ἀπὸ ταύτη ἀπιέναι καὶ οὐχὶ αὐτὴ λέγομεν. οὕτως Ἀπολλώνιος ἐν τῷ περὶ Ἐπιῤῥημάτων. Ὄφλω. ἐκ τοῦ ὀφείλω συγκέκοπται. Ὁμοκλή. κλῶ ἐστὶ ῥῆμα δηλοῦν τὸ φωνῶ. ὅπερ γέγο‐ | |
30 | νεν ἀπὸ τοῦ καλῶ, κατὰ συγκοπὴν κλῶ, καὶ τροπῇ τοῦ λ εἰς ρ, κρῶ· ὅθεν κράζω· παράγωγον τὸ δέ. κλῶ τὸ φωνῶ παρ’ Ὁμήρῳ. ὁμοκλὴ οὖν ἡ πᾶσι λεγομένη φωνή. | |
Ὄχθαι. τὰ χείλη τῶν ποταμῶν τὰ ἐξέχοντα. ἔχω | ||
omicron124 | ὄχος ἔξοχος, καὶ θηλυκὸν ὄχη, καὶ πλεονασμῷ τοῦ θ, ὄχθη. Ἡρωδιανὸς ἐν Ἐπιμερισμῷ. Ὁδός. παρὰ τὸ ἕω τὸ ἐκπέμπω ὁδός. Οἶος. ὁ μόνος. πλεονασμῷ τοῦ ο. ἰὸς γὰρ ἐστὶ ὁ μό‐ | |
5 | νος· ἔνθεν· ἰῇ δὲ νυκτὶ ἐγένοντο. οὕτως Ἡρωδια‐ νὸς ἐν Ἐπιμερισμοῖς. Ὅρκος. παρὰ τὸ ἐπαρκεῖν καὶ βοηθεῖν, κατὰ μετάθε‐ σιν τοῦ α εἰς ο. ὁ δὲ Ἡρωδιανὸς, πλεονασμὸν εἶναι τοῦ κ. ὅρος γάρ τίς ἐστιν· οἱ γοῦν ὀμνῦντες ὁρίζον‐ | |
10 | ται καὶ ὁμολογοῦσιν. Ὀθόνη. παρὰ τὸ ὄθω τὸ δηλοῦν τὴν κίνησιν. ἔνθεν, οὐδ’ ὄθομαι τοῦ κοτέοντος· καὶ ψεδνὴ δ’ ἐπενή‐ νοθε λάχνη· ἐνόθω ἔνοθεν ἐνήνοθεν, ἀντὶ τοῦ ἔκειτο. ὀθόνη οὖν εὐκίνητος διὰ λεπτότητα. οὕτως | |
15 | Ἡρωδιανὸς ἐν τῷ Συμποσίῳ. δύναται δὲ τὸ λεπτὸν καὶ διαφανὲς ἱμάτιον, παρὰ τὸ ὄθμα τὸ ὄμμα, καὶ κατὰ ἀποβολὴν τοῦ μ, ὀθάμη καὶ ὀθόνη. Ὄζος παρὰ τὸ ἕζω ἕζος καὶ ὄζος. τὸ ἐγκαθήμενον καὶ ἐμπεπαρμένον τῷ ξύλῳ. | |
20 | Ὁπλή. μεταθέσει τοῦ α εἰς ο, ἁπλή τις ἐστὶ καὶ ὁπλή. Ὀρυγμαδός. κυρίως ὁ ἐν ὄρει θόρυβος. οἱ δέ φασιν εἶ‐ ναι παρὰ τὸ θόρυβος θορυβάζω τι ῥῆμα παράγωγον, ἀφ’ οὗ τὸ θορυβαδὸς, καὶ μεταθέσει τοῦ β εἰς μ, | |
25 | καὶ ἀποβολῇ τοῦ θ, ὀρυγμαδὸς, ὡς θαλερὸν, ἁλυ‐ κρόν. Οἶδα. ἔδω ἐστὶ ῥῆμα βαρύτονον καὶ περισπώμενον, δηλοῦν τὸ ἐπίσταμαι· τοῦ εἴδω παρακείμενος οἶδα, τροπῇ τοῦ ε εἰς ο, οἶδα κατ’ Αἰολέας. οὕτως Ἡρω‐ | |
30 | διανός. Οἶσθα. εἰδῶ περισπωμένως, οὗ μέλλων εἰδήσω· τοῦ εἰδῶ παράγωγον εἴδημι, ὡς τιθῶ τίθημι, δεύτερον πρόσωπον εἴδης, ἐπεκτάσει εἴδησθα, καὶ τροπῇ τοῦ ε | |
εἰς ο, οἴδησθα, καὶ συγκοπῇ οἶσθα. καὶ ἀπὸ μὲν τοῦ | ||
omicron125 | εἰδήσω μέλλοντος εἰδήμην· ὄνομα ἀπὸ τοῦ εἴσω ἴσμων, ἀποβολῇ τοῦ ε. Ὄχανος. ἐξ οὗ ἀποκρέμαται ἡ ἀσπὶς, παρὰ τὸ ἔχεσθαι. | |
5 | Ὀστέον. πλεονασμῷ τοῦ ο, παρὰ τὸ στέω, στέον, τὸ | |
αἴτιον τῆς στάσεως τοῦ σώματος. | ||
omicron126 | Ὀψία. ἀψία ἦν, παρὰ τὸ ἂψ ἰέναι ἀπὸ τῶν ἔργων, καὶ τὸ ἐναντίον. Οὐρῆας. παρὰ τὸ οὖρον. οὐρώδης γὰρ ἐστὶν αὐτῶν ὁ σπόρος· ὅθεν οὐ τίκτουσιν. | |
5 | Ὄρπηκες. παρὰ τὸ ὀρούειν ἐν τῷ αὔξεσθαι, ἢ ὄρφηκές | |
τινες εἰσὶν, οἱ εἰς ὄροφον εὔθετοι. | ||
pi125(t) | ΑΡΧΗ ΤΟΥ Π. | |
1 | Παστός. ποικίλος οἶκος νυμφικὸς, παρὰ τὸ πάσσειν, ὅ ἐστι ποικίλλειν. πολέας δ’ ἐνέπασσεν ἀέθλους. Παιφάσκειν. παρὰ τὸ πάντα τὰ φάη περιάγειν. | |
10 | Πῆμα. παρὰ τὸ πήθω, ὡς παρὰ τὸ νήθω, νήσω, νῆμα. Πηός. κυρίως, ὁ κατ’ ἐπιγαμίαν οἰκεῖος, οἷον ἐπίκτητος. παρὰ τὸ πάσασθαι, καὶ ὁ αἵματι συγγενής. πῶ‐ μαι γὰρ τὸ κτῶμαι. ἔνθεν πάσω μέλλων, καὶ πάμων | |
15 | ὄνομα ῥηματικόν. Πυός. τὸ σεσηπὸς αἷμα. παρὰ τὸ πύθεσθαι, ὅ ἐστι σήπεσθαι. Παπταίνω. οἷον φαπταίνω. παρὰ τὸ φάη πεταννύω. Πρηνής. παρὰ τὸ προνενευκέναι. | |
20 | Πόρτις. παρὰ τὸ ἄρτι εἰς πορείαν ἔρχεσθαι καὶ νομήν. Πρύμνην. οἷον περιμενόν τι ὂν, παρὰ τὸ πέρας. Πέπλος. κατὰ συγκοπὴν, περίπελός τις ὢν, ὁ περὶ τὸν φοροῦντα περιπελόμενος καὶ περιειλούμενος, καὶ ἀπο‐ βολῇ τοῦ ρ, πέπελος καὶ πέπλος. οὕτως Ἐπαφρό‐ | |
25 | διτος. Πόνος. ἐπὶ τοῦ πολέμου, ἀπὸ τοῦ πένω. Πότμος. ὁ θάνατος, καὶ ἡ ἐσχάτη σύμπτωσις τοῦ βίου. ἀπὸ τοῦ πεσεῖν. ἐπὶ δὲ τῆς τύχης, παρὰ τὸ μετα‐ πίπτειν. ἡ ὑπὸ τὴν πρώτην γένεσιν τοῦ βρέφους καὶ | |
30 | πτῶσιν ἐπιμεριζομένη τύχη. Πόρκης. ὁ δάκτυλος, παρὰ τὸ περιέχειν. | |
Πόλεμος. παρὰ τὸ πολλοὺς μειοῦν. | ||
pi126 | Πηλίς. ἀπὸ τοῦ πάλλειν καὶ σείεσθαι. Πευκαλίμας. τὰς συνετάς· παρὰ τὰς πεύκας, οἷον δρι‐ μεῖαι καὶ σώφρονες. | |
10 | Πρόχνυ. οἷον προΰγη κατὰ συγκοπὴν, ὅ ἐστι ὀκλά‐ σαι. καὶ ἡ πρὸ ἀντὶ τῆς ἐπὶ, ἐπὶ γόνυ. Παλλακίς. ἡ νέα κατὰ ἡλικίαν. καὶ γὰρ ὁ παῖς κατὰ Δωριέας πάλλαξ λέγεται. τὸ λευκᾶναι· παρὰ τὴν πάλην, ἣ Ἀττικῶς πεπάλη λέγεται. ἐστὶ δὲ τὸ | |
15 | λεπτὸν ἄλευρον. Πρότμηστιν. τὸ ὑπὸ τὸν ὀμφαλὸν μέρος. ἀπὸ τοῦ προτέμνεσθαι. κυρίως ἐπὶ τῶν ἀλόγων. Παιπαλόεντα. παρὰ τὸ αἶπος, αἰπαλόεν, τὸ τραχὺ, καὶ παιπαλόεν. | |
20 | Πρόβατον. πολλάκις δηλοῖ πάντα τὰ βοσκόμενα. παρὰ τὸ πρὸ τῆς ἑτέρας βάσεως τὴν ἑτέραν βάσιν ἐπάγειν. Πυπνοίειν. τὸ μετὰ πνεύματος τὶ ποιεῖν. ἔγκειται οὖν τὸ ποιεῖν καὶ τὸ πνεῦσαι. Πεπρωμένη. ἡ τὸ τέλος τοῦ βίου περαιοῦσα, οἷον πεπε‐ | |
25 | ρατωμένη. Πτέλας. ξύλινα ἀγγεῖα, ἀπὸ τοῦ πεπλεκεῖσθαι. Πόρνη. ἡ τὴν μίξιν πωλοῦσα. πέρνη τὶς οὖν ἐστὶ καὶ πόρνη. Πείρινθα. τὸ ἐκ ῥιπῶν πεπλασμένον πλινθίον. ῥίπεν‐ | |
30 | θα, καὶ μετάθεσις, πέρινθα πείρινθα. Πεσσοί. πεσσὰ δὲ ἡ γεγραμμένη, καὶ ἡ ψῆφος ὁμω‐ | |
νύμως. πέντε δὲ ἦσαν οἷς ἐχρῶντο, κατὰ Σοφοκλέα· | ||
pi127 | καὶ πεσσὰ πεντάγραμμα. καὶ τάχα ἡ πεττεία, πεντεία τις οὖσα. εὗρε δὲ αὐτὴν Παλαμήδης, ὡς εἴρηται παλαιῷ· εὗρε σοφὸς λιμοῦ με παραιφα‐ σὶν Παλαμήδης. καὶ ἐστὶν ὁ στίχος γραμμάτων | |
5 | λϛʹ, ἰσάριθμος τοῖς τόποις. ἢ παρὰ τὸ πέτω, οὗ μέλ‐ λων πέσω, πεσὸς, καὶ πλεονασμὸς πεσσὸς, ὁ πίπτων ἐν τῷ βάλλεσθαι. Πύελος. ἐστὶ μὲν ὅπου λούονται. κυρίως δὲ ὅπου τοὺς πυέλους πλύνουσι. | |
10 | Πένθος. κυρίως ἐπὶ τοῖς κατοιχομένοις πάθεσι. διὰ τὸ ἐν βαθύτητι εἶναι τοῦ τεθνηκότος. τὸ δὲ κα‐ τωτάτω καὶ ἀφανὲς, βένθος ἔλεγον, καὶ μεταθέ‐ σει τοῦ β εἰς π, πένθος. δύναται δὲ τὸ τοῦ βάθους τῆς ψυχῆς ἀπομένον. Ἡρωδιανὸς δὲ φησὶ, παρὰ | |
15 | τὸ πάθος, μεταθέσει πέθος, καὶ πλεονασμῷ τοῦ ν, πένθος, ὡς βάθος βένθος. Πίσυρες. κατὰ κοινωνίαν τοῦ τ πρὸς τὸ π, καὶ τοῦ ρ πρὸς τὸ ι, πίσυρες· οἷον .... Πάγουροι. παρὰ τὸ οὐρεῖν καὶ φυλάττειν ἐν τοῖς πά‐ | |
20 | γοις. πάγοι δὲ οἱ κρημνώδεις τόποι. Προοίμιον. τὸ λεγόμενον πρὸ τῆς οἴμης. οἴμη δὲ ἡ ᾠδή. Πρᾶσις. διαπέρασίς τις οὖσα. ἀπὸ τοῦ ἐξ ἑτέρου μετα‐ | |
βαίνειν τὸ πιπρασκόμενον. | ||
pi128 | Πήρα. ἤτοι φερά τις οὖσα. παρὰ τὸ φέρειν, ἢ παρὰ τὸ παρηρτῆσθαι. ἢ τροπῇ τοῦ τ εἰς π. οἷον τήρα τις οὖσα, παρὰ τὸ τηρεῖν. Περόνη. παρὰ τὸ πείρειν. | |
5 | Πλῆμναι. παρὰ τὸ πληροῦσθαι ὑπὸ τοῦ ἄξονος. Πλαγγών. παρὰ τὸ πλάζω. πλαγὼν, καὶ πλεονασμῷ τοῦ γ, πλαγγών. τοῦτο γὰρ εἰς πλάνην γίνεται τῶν κηρῶν καὶ ἀπάτην. Πορθμός. πλεονασμῷ τοῦ θ. πορμὸς γὰρ καὶ πορθμὸς, | |
10 | ὡς καὶ παρὰ τὸ ἴω ἰσμὸς καὶ ἰσθμός. Παμφαλῶ. παμφαῶ, καὶ ἐξ αὐτοῦ παμφαλῶ. Πόρπη. παρὰ τὸ τειρῶ, πόρη καὶ πόρπη. Πτίλα. παρὰ τὸ τίλλω, τίλλα, πλεονασμῷ τοῦ π, πτίλα. | |
15 | Παφίη. παρὰ τὴν Πάφον, ἀποβολῇ τοῦ α, παρὰ τὸ παφίσκειν, τὸ ἀπατᾶν. παφῶ γὰρ— Πύματος. πύθματός τις ἐστι, παρὰ τὸν πυθμένα. Παραστάται. ὑπ’ ἐνίων καλοῦνται γόνιμοι φλέβες, καὶ οἱ τῇ γενέσει παρεστῶτες. | |
20 | Πρωκτός. προακτός τις ἐστὶ, παρὰ τὸ δι’ αὐτοῦ προάγε‐ σθαι τὰ περιττώματα. | |
Ποῦς. παρὰ τὸ πεπαῦσθαι τοῦ ὅλου. | ||
pi129 | Πέλμα. παρὰ τὸ πεπιλῆσθαι τοῦ ἄλλου δέρματος πλέον· ἢ παρὰ τὸ πέλας ἀεὶ καθεστάναι τῶ πέδω. Πνεῦμα. παρὰ τὸ πνεύσω πνεῦμα. Περίττωμα. παρὰ τὸ περίσσωμα εἶναι, καὶ μὴ ἐν | |
5 | τῷ σώματι μενόν. Πιμελή. παρὰ τὴν πῆξιν τῆς τροφῆς. πιομελή τις ἐστί· παρὰ τὸ πιεῖν, ἡ ὑγραίνουσα τὸ σῶμα. Πέσκος. κυρίως τὸ τοῦ προβάτου δέρμα· παρὰ τὸ πείκω πέκος, καὶ πλεονασμῷ τοῦ ς, πέσκος. | |
10 | Πόκος. παρὰ τὸ πείκω ῥῆμα. Πολιά. οἷον παλαιὰ καὶ πολιά. Πώγων. ὥσπερ Ἀπολλόδωρος, ὅτι πῆξιν ἡλικίας ση‐ μαίνει. ὡς δὲ ἄλλοι, ὅτι ἐπὶ τὸ εἰπεῖν λέγει· ἱκανοὶ γὰρ οἱ γενιῶντες πρὸς τὸ λέγειν. Σωρανός. | |
15 | Πρόσωπον. ἀπὸ τοῦ πρόσω καὶ ἔμπροσθεν τοὺς ὦπας ἔχειν. Παρίθμια. παρὰ τὸ παρακεῖσθαι τῷ ἰθμῷ, δι’ οὗ ἐστιν ἰέναι τὴν πνοήν. λέγονται καὶ ἀντιάδες, ἀπὸ τοῦ ἀντικεῖσθαι ἀλλήλων. | |
20 | Πνεύμων. ἀναλόγως διὰ τοῦ ν. ταμίας γὰρ τοῦ πνεύ‐ ματος. Παλάμη. ἀπὸ τοῦ πάλλειν. δι’ αὐτῶν γὰρ πεπαλαμή‐ μεθα. Παλαιστή. θηλυκῶς, ὅτε συνάγονται οἱ δάκτυλοι, οἷον | |
25 | πελαστή τις οὖσα· ὅτι πέλας συνήγαγε τὰ ὀστᾶ, οἷον | |
τοὺς δακτύλους, καὶ δόχμη λέγεται, ὅτι πλαγίᾳ τῇ | ||
pi130 | χειρὶ μετροῦμεν· ποιεῖ δὲ ἀπὸ τοῦ μεγάλου δακτύ‐ λου πρὸς τὸν λιχανὸν ἄκρον· ὃ ποιεῖ δακτύλους δέκα, λέγεται δὲ δόχμη ἐπὶ τῆς παλαιστῆς, ὡς Σω‐ ρανὸς λέγει. ἡ δὲ σπιθαμὴ ἔχει δόχμας τρεῖς, οἷον | |
5 | παλαιστὰς, δακτύλους ιβʹ. ἀπὸ δὲ τοῦ μικροῦ διϊ‐ σταμένων τῶν δακτύλων, ἕως τοῦ ἀντίχειρος, λέγεται σπιθαμὴ, διὰ τὸ ἀποστάντων ποιεῖν· ὡς δὲ Χρύ‐ σιππος, διὰ τὸ σπᾶσθαι καὶ τείνεσθαι τὴν χεῖρα· ποιεῖ δὲ δόχμας τρεῖς, δακτύλους ιβʹ. τὸ δὲ ἀπὸ τοῦ | |
10 | ὀλεκράνου πρὸς μὲν τὸ τοῦ μέσου δακτύλου ἀκρονή‐ χεως μέτρον. πρὸς δὲ τοῦ μικροῦ μετακόνδυλον, ὅ ἐστι μετὰ τὸν μέσον κόνδυλον. τοῦ γὰρ δακτύλου ὁ μὲν πρῶτος δάκτυλος λέγεται προκόνδυλος· ὁ δὲ μετὰ τοῦτον μεσοκόνδυλος· ὁ δὲ μετὰ τὸν μεσοκόνδυ‐ | |
15 | λον μετακόνδυλος. ἀπὸ δὲ τοῦ ὀλεκράνου πρὸς τὸ τοῦ μικροῦ μετακονδύλου, πυγών, ἐξ ὧν ὁ πῆχυς· σπι‐ θαμαὶ δύο, δόχμαι δὲ ἕξ, δάκτυλοι δὲ κδʹ. πυγών, ὡς ἀπὸ τῆς πυγμῆς· ἐπεὶ μὴ ὥσπερ ὁ πῆχυς πρὸς ἐκτεταμένους μετρεῖται δακτύλους, οὕτω καὶ ἡ πυ‐ | |
20 | γὼν, ἀλλὰ συνεσταλμένους, ὥστε ἔλαττον εἶναι τοῦτο τὸ μετὰ τοῦ πήχεως. ἴσως δὲ ὁ μέχρι πυ‐ γῆς ἐκ ποδής. τῷ δ’ ὀνόματι κέχρηται Ὅμηρος· βόθρον δ’ ὀρύσσοντες πυγάσιον ἔνθα καὶ ἔνθα. ἡ δὲ ὀργυιὰ σὺν τῷ πλάτει τοῦ στήθους ἔχει πήχεις δʹ. | |
25 | τηλικαῦται κατὰ μέγεθος αἱ χεῖρες οὖσαι κάτω ἐκτα‐ θεῖσαι, οὐκ ἀφικνοῦνται τῶν γονάτων, ἀλλ’ ἀποδέουσι | |
σπιθαμήν. διὸ καὶ τοῦ μακρόχειρα δόξαντα κεχρῆ‐ | ||
pi131 | σθαι, εἴ τε ἦν Οἰδάπου, εἴ τε Ξέρξης, διὰ τὸ μὴ ἐφίπτεσθαι τῶν γονάτων, οὕτως ὠνομάσθαι· διὰ δὲ τὸ ἐπιμήκιστον ἐκτεῖναι τὴν δύναμιν τῆς βασι‐ λείας. οὕτω Σωρανὸς ἐν τῷ περὶ Ἐτυμολογιῶν τοῦ | |
5 | Ἀνθρώπου. Πλευραί. οἷον πλήρεις καὶ ἀμύχωτοι, ἢ οἷον πλευ‐ μονωροὶ οὖσαι, αἳ φυλάττουσι τὸν πνεύμονα. ἢ οἷον πέλυροι, ὡς πλατεῖαι. Πίσυνος. πιστὸς πιστόσυνος, καὶ συγκοπῇ πίσυνος. | |
10 | Πινυτός. πνείω ἐστὶ ῥῆμα, καὶ πνύω παράγωγον· πλεονασμῷ πινύω. παρὰ τὸ πεπνύω ὄνομα πνυτὸς, καὶ πλεονασμῷ τοῦ ι, πινυτός, ὁ διεγηγερμένος. καὶ γὰρ τὸ ἦτορ παρὰ τὸ ἄω ἐστὶ τὸ πνέω, ἀῆτορ, καὶ ἀποβολῇ τοῦ α, ἦτορ. | |
15 | Παῤῥησία. παντορησία, καὶ συγκοπῇ παῤῥησία. δύναται καὶ παρὰ τὸ πᾶν παῤῥησίαν. Πλοχμός. παρὰ τὸ πλέκω πλοχμός. Πρόμος. παρὰ τὸ βῶ, πρόβος, καὶ πρόμος. οἷον παρὰ τὸ νέω, καὶ νῶ τὸ πορεύομαι, πρόνος καὶ πρόμος. | |
20 | Πυῤῥός. παρὰ τὸ πῦρ πυρὸς, καὶ πλεονασμῷ τοῦ ρ, πυῤῥός. Πίτυλος. παρὰ τὸ τύπτω τύπιλος, καὶ μεταθέσει τῆς ἀρχούσης πίτυλος. Πταίω. πέτω, καὶ συγκοπῇ πτῶ, καὶ διπλασιασμὸς πί‐ | |
25 | πτω. τὰ γὰρ πετώμενα τοῖς πίπτουσιν ἔοικε· πτῶ οὖν καὶ πταίω. Πύματος. ἔλλειψις τοῦ θ. παρὰ τὸ πυθμήν. ὁ πυθμὴν οὖν, πύθματος, καὶ ἀποβολῇ τοῦ θ, πύματος. | |
Παγός. παρὰ τὸ πεπῆχθαι. | ||
pi132 | Πατήρ. παρὰ τὸ πατεῖν ἐν τῇ συνουσίᾳ· κυρίως δὲ ἐπὶ τῶν ἀλόγων ζώων. Πυθμήν. φυτοθεμὴν ἐστὶ, οἷον ἡ τοῦ φυτοῦ θέσις, καὶ τροπῇ τοῦ φ εἰς π, πυθμήν. | |
5 | Πέδιλα. ποδάεγλα τινὰ ὄντα, παρὰ τὸ ἐν τῷ πόδε εἰλεῖσθαι, καὶ ἔδει πέδιλα διὰ τῆς ει διφθόγγου γρά‐ φεσθαι· ἀλλ’ οὐ πάντως τὰ ῥήματα τῶν ὀνομάτων φυλάττει τὴν γραφὴν τοῦ ῥήματος. ἰδοὺ γὰρ τὸ εἴρω ἶρις, νείφω νιφὰς, λείβω λιβὰς, καὶ τὰ ὅμοια. | |
10 | Πίδα. τὸ πιεῖν. τινὲς δὲ παρὰ τὸ πηδᾶν, καὶ κατὰ μεταβολὴν τοῦ η εἰς ι. Βοιωτικῶς. Πάχνη. παρὰ τὴν πῆξιν, πάγη τὶς οὖσα. Πλειών. ὁ ἐνιαυτός. ἀπὸ τοῦ πάντα εἶναι πλήρη ἐν αὐτῷ. | |
15 | Πωλεῖσθαι. ἐπειδὴ ὁ πωλούμενος καὶ ὁ πωλῶν περὶ τὸν αὐτὸν τόπον ἀναστρέφεται, ἵνα θεωρῆται ὑπὸ πάντων. Πόλοι. οἱ ἐν τῷ οὐρανῷ. παρὰ τοῦ περὶ αὐτοὺς ἀνα‐ στρέφεσθαι τὸν κόσμον, τουτέστι τὸν οὐρανόν. Πῆχυς. ἀπὸ τοῦ πεπηγέναι ἄκρῳ τῷ βραχίονι. | |
20 | Πένης. ὁ ἀπὸ τοῦ πόνου καὶ τῆς πενίας τὸ ζῆν ἔχων. Πλούσιος. πολυούσιός τις ὤν. Πεσεῖν. ἀπὸ τοῦ πέδου. Πεσσός. ὁ πίπτων ὁμοίως ἐν τῷ βάλλεσθαι. | |
25 | Πυραμίς. ἡ ἐκ πυρῶν καὶ μέλιττος. τινὲς δὲ ἀπὸ τοῦ συμβαίνοντος· αὐτῇ σχήματος, πλατέος κάτωθεν καὶ εἰς ὀξὺ λήγοντος, ὅ ἐστι τῇ φλογὶ ἀναφερομένῃ ἐοικός· τοιοῦτος δὲ καὶ ὁ πύραμος. οὕτως Ἡρα‐ | |
κλείδης. | ||
pi133 | Πονηρός. κυρίως ὁ περὶ πόνους ἀναστρεφόμενος, ὥσπερ μοχθηρὸς ὁ περὶ μόχθους. ἀπὸ δὲ τοῦ σώματος ἐπὶ τὴν διάνοιαν μετετέθη. ὁ τῇ διαθέσει κενός. οὕτως Ἡρακλείδης. | |
5 | Πρέσβεις. παρὰ τὸ προβεβηκέναι καὶ παρελθεῖν τὴν ἥβην. Πρεσβεύω, πρεσβεύσω, πρεσβεὺς, ὡς ἱππεύω, ἱππεύσω, ἱππεύς. Πῦρ. φῦρ ἐστὶν, ὅτι φεγγόμενον ἐξανίσταται, ἢ παρὰ | |
10 | τὸ φύω φῦρ, τί γὰρ εὐφυέστερον πυρός; Πάππος. παρὰ τὴν προσφώνησιν τῶν παίδων. Ὅμη‐ ρος· οὐδέ τί μιν παῖδες ποτὶ γούνασι παππάζουσιν. Παῖς. οἱ μὲν παρὰ τὸ παίω, παίσω, κατ’ ἀποβολὴν τοῦ ω· ἢ παρὰ τὸ παίζω, παίσω, παῖς. | |
15 | Πρωΐ. ὑπὸ τοῦ προϊέναι ἡμᾶς. Πόσις. ὁ ἀνήρ. παρὰ τὴν τοῦ ὕδατος φύσιν. ἐπεὶ καὶ τὸ ὕδωρ μιγνύμενον τῇ γῇ γεννητικὸν γίνεται. μιγνύ‐ μενος δὲ καὶ ὁ ἀνὴρ τῇ γυναικὶ γενέσεως αἴτιος γί‐ νεται. | |
20 | Προΐξ. ἀπὸ τοῦ προϊκνεῖσθαι τοῦ γάμου. Πτέρνα. ἀπὸ τοῦ ἐπιπεπτωκέναι αὐτῇ ὅλον τὸ σῶμα. Πορεία. ἀπὸ τοῦ πορεύεσθαι. αὐτὸ δὲ ἀπὸ τοῦ εἰς πέ‐ ρας ἔρχεσθαι. Προΐκτης. παρὰ τὸ προϊκνεῖσθαι· ἢ, ὡς τινὲς ψιλοῦσι, | |
25 | παρὰ τὸ προΐξασθαι, ὅ ἐστι δωρεάν τινα λαμ‐ βάνειν. Πρόνοια. ἡ πρὸ ἀντὶ τῆς ὑπέρ. ἡ ὑπέρ τινων νοοῦσα. Προπετής. ὁ ἄγαν ἐκπίπτων τοῦ δέοντος. Πύξ. παρὰ τὸ πτύσσω, οὗ μέλλων πτύξω, ἀποβολῇ | |
30 | τοῦ ω καὶ τοῦ τ, πύξ. παρὰ τὸ πτύσσειν τοὺς δακτύ‐ λους ἐν τῷ πλήττειν. Παιών. ὁ παύων τὰς νόσους. τροπῇ δὲ τοῦ υ εἰς ι, Παιών. Πτώξ. τοῦ πτῶ παράγωγον πτήσω, ὁ μέλλων | |
35 | πτώξω, καὶ πτὼξ, ἀποβολῇ τοῦ ω. | |
pi134 | Πίθηκος. παρὰ τὸν πιθήσω μέλλοντα. ἀπὸ τοῦ πιθῶ. πείθει γὰρ ἡμᾶς τὸ ζῶον. Παλαίω. παρὰ τὸ πάλλω παλαίω. Πόντος. παρὰ τὸ πόνος, καὶ τοῦ πένω, τὸ ἐνεργητι‐ | |
5 | κὸν, τὸ δηλοῦν τὸ κάμνω· ἀφ’ οὗ πόντος, καθ’ ὃν πεπόνηται τὸ τῶν ἀνθρώπων γένος περιπλέον. τοῦ πόνου οὖν ὁ πόντος. Φιλόξενος. Ποταμός. παρὰ τὸ ποτὸς ὀξυνόμενον. παρώνυμον ποτα‐ μός. | |
10 | Παρθένος. ὡς τινὲς, παρ’ οὐδένα λαβοῦσα ἕδνον. Πόῤῥω. παρὰ τὴν πρὸς πρόθεσιν πρόσω, καὶ μεταθέσει πόρσω, κατ’ Ἀττικοὺς τροπῇ τοῦ ς εἰς ρ, πόῤῥω, ὡς μυρσίνη μυῤῥίνη. Παιδνός. παρὰ τὸ παίζω, ὡς παρὰ τὸ ἀλαπάζω, ἀλα‐ | |
15 | παδνός. Πάσσαλος. παρὰ τὸ πήσσω. Πρόφρασσα. παρὰ τὸ φρῶ, ὅπερ ἐστὶ ἀπὸ τοῦ προΐω, φρῶ φρῆσσα, φράσσα καὶ πρόφρασσα. παρὰ τὸ προϊ‐ έναι καὶ προθυμεῖσθαι. | |
20 | Πιτύζειν. παρὰ τὸ πτύω, πτυτίζω παράγωγον, καὶ ἀποβολῇ τοῦ τ, πιτύζω. Πυδαρίζειν. ἐπὶ τοῦ ἅλλεσθαι, ἢ ποδαρίζειν. ὡς ὄνομα ὄνυμα κατ’ Αἰολέας, καὶ ὀνυμάζειν. πυσαρίζειν παρὰ τὴν πηγὴν, καὶ τροπῇ τοῦ γ εἰς δ, πυδαρίζειν, ὡς | |
25 | γνόφος δνόφος. Πέλας. παρὰ τὸ πελάζω, ῥῆμα. ὁ μέλλων πελάσω, καὶ ἀποβολῇ τοῦ ω, πέλας, τὸ ἐπίῤῥημα· ὡς παρὰ τὸ χωρίζω, χωρίσω, χωρίς. Πρόκροσσοι. πρόκροσσοι εἰσὶ μία ἐπὶ μιᾷ, οἷον προκάρο‐ | |
30 | σοι. παρὰ τὸ κάρα· αἱ κατὰ κεφαλὴν συντεθέμεναι· οἷον τὰς κεφαλὰς καὶ τὰς ἀρχὰς ἐπ’ ἀλλήλαις· ἐπεὶ καὶ συνήθως λέγομεν τῶν ὀθονίων κροσσοὺς τὰς κεφα‐ λὰς καὶ τὰς ἀρχάς· καὶ τῶν τοίχων αἱ κεφαλαὶ καὶ αἱ ἀρχαὶ κροσσοί. Ἀπολλώνιος ἐν ἐξηγήσει γλωσ‐ | |
35 | σῶν. | |
pi135 | Πτιλλός. ὁ καταπεπτωκὼς τῶν ἴλλων. ἢ κατὰ πλεο‐ νασμὸν τοῦ π. ἐπὶ τῶν ἀποτετιλμένων τὰ βλέφαρα. Ποτνιᾶσθαι. Κυρίως ἄν τις φήσειεν ἐπὶ γυναικῶν, ὅταν γυνὴ κακόν τι πάσχει, καὶ θέλει ἱκετεύειν θεῶν· ὢ | |
5 | Πότνια· ὅταν δὲ εἴποι τις ἄνδρα ποτνιᾶσθαι, ἁμαρ‐ τάνει. οὕτω Βηγαντῖνος. Πιφάσκω. φῶ ἐστὶ ῥῆμα, δηλοῦν τὸ λέγω, οὗ πα‐ ράγωγον φάζω, καὶ φάσκω· πλεονασμῷ τοῦ υ, φαύ‐ σκω. διπλασιασμὸς πιφαύσκω. Φιλόξενος, φῶ, φαύω, | |
10 | οὗ μέλλων φαύσω, καὶ φαύσκω, πιφαύσκω. Πρόσφατος. κυρίως ὁ νεωστὶ πεφονευμένος· παρὰ τὸ φῶ τὸ φονεύω, οὗ παράγωγον φημί. ὁ μέλλων φάσω· ὅθεν φατὸς ῥηματικὸν ὄνομα, καὶ πρόσφατον. Παραβλώψ. παρὰ τὸν βλέψω μέλλοντα, βλὲψ, ἀπο‐ | |
15 | βολῇ τοῦ ω, καὶ τροπῇ τοῦ ε εἰς ο, καὶ ἐπεκτάσει τοῦ ο εἰς ω, βλώψ, καὶ σύνθετον παραβλώψ. Πάσσων. παρὰ τὸ παχὺς πάσσων, ὡς βραδὺς βράσσων. Πάλος. ὁ κλῆρος. παρὰ τὸ πάλλω. Πτισάνη. ἡ λελεπισμένη κριθή. παρὰ τὸ πτίσσω, τὸ | |
20 | καθαίρω· καὶ ἐπτισμένον τὸ κεκαθαρμένον. Παγίς. παρὰ τὸ πήσσω πηγὶς καὶ παγίς. Ποίμνιον. ποιμένιον, καὶ συγκοπῇ ποίμνιον. Πέδον καὶ πεζεύειν. παρὰ τοὺς πόδας· ἐφ’ οὗ βεβήκα‐ μεν τοῖς ποσί. | |
25 | Πομφόλυξ. παρὰ τὸ παφλάζω ῥῆμα. ἄλλο παράγωγον γίνεται παμφλάζω, ὁ μέλλων παμφαλύζω. ῥημα‐ τικὸν ὄνομα παμφάλυξ, καὶ τροπῇ τῶν δύο οο, πομφόλυξ. Πλεῖν. συναλοιφὴ τοῦ πλέον, ὡς τὸ δέον δεῖν. οὕτω | |
30 | Φιλόξενος. Παροινία. κυρίως ἡ ἐν τῷ οἴνῳ ἀταξία. Πάσασθαι. τροπῇ τοῦ μ εἰς π· οἷον μασᾶσθαι. Πειραιεύς. πλεονασμῷ τοῦ ι, πειραεύς τις ὤν, ἦν γὰρ ὅτε οὐ συνήπτετο τῇ γῇ, ἀλλ’ ἦν νῆσος. | |
35 | Πεπάλη. πέσω πάλη, καὶ ἀναδιπλασιασμὸς πεπάλη. | |
pi136 | Πτωχός. ὁ ἐκπεπτωκὼς τοῦ ἔχειν. Πίθος. παρὰ τὸ πίω, ἀφ’ οὗ ἐστὶ πιεῖν. Πιμελή. παρὰ τὸ πῖον τὸ λιπαρὸν, πιομέλη τὶς οὖσα. Πῖλος. παρὰ τὸ ῶ· ὁ πεπιλημένος. | |
5 | Πεινῶ. παρὰ τὸ πένω καὶ πένομαι. ᾧ παρέπεται πολ‐ λάκις τοῦτο. Πρυτανεῖον. πυροτανεῖον ἐστὶν, ἐν τῷ πυρὸν φυλάτ‐ τειν. Πολυκαγκέα δίψαν. παρὰ τὸ κῶ τὸ καίω, οὗ παρά‐ | |
10 | γωγον κείω, πῦρ μετακειόμενοι, καὶ παρὰ τὸ κῶ πο‐ λυκὴς, καὶ ἀναδιπλασιασμὸς πολυκαὴς, καὶ πλεονασμῷ τοῦ γ, πολυκαγκής. Πτύον τὸ ἀποπτύον καὶ ἀποῤῥίπτον τῶν καρπῶν τὰ ἄχυρα. | |
15 | Πάππα φίλε. εἴρηται Ὁμήρῳ. οὕτω δὲ ἐγένετο παρὰ Συρακουσίοις, ὁ πατὴρ πᾶς, καὶ ἀναδιπλα‐ σιασμὸς πάπας, καὶ πλεονασμῷ τοῦ π, πάππας. Παπταίνω. πέτω ῥῆμα, οὗ παθητικὸν πέτομαι. ὅπερ κατὰ συγκοπὴν γίνεται πτῶ, οὗ παράγωγον πταίνω, | |
20 | ὡς βῶ βαίνω, ἀναδιπλασιασμὸς παπταίνω. Παφλάζων. παρὰ τὸ φλέω, ὅπερ καὶ φλύω λέγεται. μονοσυλλαβῆσαν φλῶ ἐγένετο. καὶ παράγωγον φλάζω, ὡς ῥίπτω ῥιπτάζω. τὸ δὲ φλάζω διπλασιασμὸν ἐποι‐ ήσατο παφλάζω. | |
25 | Πευκεδμός. δηλοῖ τὸ θερμὸν, καὶ καυστικόν. παρὰ τὴν πεύκην τὴν ἐπιτηδείαν πρὸς καῦσιν. Πρόβασις. ἡ τῶν συμμίκτων θρεμμάτων κτῆσις. πρόβασις δὲ λέγεται ἀπὸ τῶν προβάτων τῶν παρὰ τοῖς παλαιοῖς τιμίων. | |
30 | Παιφάσσειν. φῶ ἐστὶ ῥῆμα, τὸ δηλοῦν τὸ φαίνω, οὗ παράγωγον φάσσω, διπλασιασμὸς παφάσσω καὶ παι‐ φάσσω. Πραπίδες. φρῶ ἐστὶ ῥῆμα κατὰ συναλοιφὴν γενόμενον τοῦ προΐω. ἀπὸ δὲ τοῦ προΐω, πρῶ, καὶ φρῶ, κατὰ μετά‐ | |
35 | θεσιν τοῦ π εἰς φ, ἔνθεν καὶ φρήν. ἄλλο ἁπαντοῦ | |
pi137 | παράγωγον φραπὶς, ὡς λέπω λεπίς. οὐδὲν γὰρ εἰς ην μονοσύλλαβον ἐν μόνῳ θηλυκὸν γένει συνεσταλμέ‐ νον. τὸ γὰρ ις καὶ ιν εὐθεῖαν ἔχει εἰς σν καὶ ἐκτέ‐ ταται. φρῶ οὖν φραπὶς καὶ πραπίς. ἀφ’ ἧς | |
5 | προΐεται τὰ βουλεύματα. οὕτω Φιλόξενος. Περίπατος. ἡ περὶ σχέσιν σημαίνει, ὡς τὸ περιέρ‐ χεσθαι, καὶ περικάμπτειν, περιφερής. οὕτως ἔχει καὶ ὁ περίπατος. πάτος γὰρ τὸ πατούμενον. ἐξ οὗ τὸ κατὰ κυκλοτέρειαν περίπατος λέγεται. | |
10 | Πέτεσθαι. παρὰ τὸ πέτω τὸ πίπτω, ἀφ’ οὗ τὸ ἔπεσα. παντὶ γὰρ τῷ σώματι δοκεῖ πίπτειν τὰ πετώμενα ἐπὶ τοῦ ἀέρος. Πώμαλα. τὰ τῷ ο παραληγόμενα ἐπιῤῥήματα ἀπο‐ κοπῇ τοῦ θεν καὶ ἐπεκτάσει τοῦ ο εἰς ω γίνεται παρὰ | |
15 | Δωριεῦσιν· αὐτόθεν αὐτῶ, πόθεν πώ. Σώφρων ἐν τοῖς Μίμοις, πώ τις ὄνον ὀνασεῖται. τὸ δὲ πώμαλα παρὰ Ἀττικοῖς παρολκῇ τοῦ μαλα γίνεται, καθάπερ ἦ μάλα δὴ τέθνηκεν. ἦ μάλ’ ἐλαφρὸς ἀνήρ. τὸ δὲ πόθεν ἀντὶ τῆς οὐ ἀρνήσεως συνεχῶς λεγόμενον, | |
20 | οἷον, ἔγραψας πόθεν; ἀντὶ τοῦ οὐ. καὶ κατὰ τοιαύ‐ την σημασίαν τὸ πώμαλα παρ’ Ἀττικοῖς. Πότμος. ἡ τύχη. παρὰ τὴν μετάπτωσιν καὶ μεταβολὴν τῶν πραγμάτων. Πλησίος. πλέω, παράγωγον πελάω, ὁ μέλλων πελάσω, | |
25 | ῥηματικὸν ὄνομα, κατὰ συγκοπὴν πλητὸς, οὗ παράγω‐ γον πλητίος, καὶ τροπῇ τοῦ τ εἰς ς, πλησίος, ὡς ἄμβροτος καὶ ἀμβρόσιος. Πανήγυρις. παρὰ τὴν ἄγυριν τὸ ἄθροισμα, εἰς ἣν πάν‐ τες ἀθροίζονται. | |
30 | Πελωρίς. παρὰ τὸ πέλωρον· μεῖζον γὰρ ἐστὶ τῆς χή‐ μης καὶ τῶν ἄλλων ὁμοίων ὀστρέων. οὕτω Ἡρωδιανὸς | |
ἐν Συμποσίῳ. | ||
pi138 | Πάγχυ. παρὰ τὸ πάνυ, πλεονασμῷ τοῦ χ, καὶ τροπῇ τοῦ ν εἰς γ. Πηλός. ὁ οἶνος. παρὰ τὸ πάλλειν καὶ σείειν ἡμᾶς πί‐ νοντας. Ἡρωδιανὸς ἐν Συμποσίῳ. | |
5 | Πυρούς. οἱ μὲν παρὰ τὴν ἔκφυσιν, φυροὺς καὶ πυρούς· οἱ δὲ σποροὺς, σπυροὺς καὶ πυροὺς, ὅτι πανταχοῦ καὶ παρὰ πᾶσι σπειρόμενοι. Πυκνός. παρὰ τὸ πτύσσω, πτυκνὸς καὶ πυκνός. Πτερόν. πέτω πετερὸν, καὶ κατὰ συγκοπὴν πτερόν. | |
10 | οἱ δὲ παρὰ τὸ πτέρω πτερόν. ἔνθεν τὸ ἀπεπτε‐ ρώθη. Παίζω. παρὰ τὴν παιδὶ δοτικὴν παιδίζω, ὡς ποδὶ πο‐ δίζω, ὑπασπίδια προποδίζων. παιδίζω οὖν συγκοπῇ παίζω. οὐδὲν γὰρ εἰς ζω λῆγον φιλεῖ διφθόγγῳ πα‐ | |
15 | ραλήγεσθαι, ἢ μόνον τὸ δανείζω· καὶ ὡς δώσω δὼς, σάω σῶς, οὕτω παίσω παῖς. Πηγή. παρὰ τὸ πηδῶ ῥῆμα. πηδὴ καὶ πηγή. Ἡρωδια‐ νὸς ἐν Ἐπιμερισμοῖς. Πάμπαν. παρὰ τὸ πᾶν. διπλασιασμὸς πάμπαν. | |
20 | Πλήν. ἐπίῤῥημα κατ’ ἀντίφρασιν, ἀπὸ τοῦ πλη‐ σιάζω. Πείσεται καὶ παθεῖν. πείσω ἐστὶ ῥῆμα, ἀφ’ οὗ μέλλων παθητικὸς πείσομαι, τροπῇ τοῦ η εἰς ει δίφθογγον, πείσομαι. | |
25 | Πῖον. τὸ λιπαρόν. παρὰ τὸ πίω καὶ πίσω. ἔνθεν πί‐ σεα ποιήεντα. Πασσυδία. παρὰ τὸ ὁμοῦ πάσσεσθαι, καὶ σεύ‐ εσθαι. Προμνηστῖνοι. ἀπὸ τοῦ μένω μένιστος. δύνα‐ | |
30 | ται καὶ μενητὸς μενητῖνος, καὶ πλεονασμῷ τοῦ ς | |
μενηστῖνος. οὕτως Ἡρωδιανὸς ἐν Ἐπιμερισμοῖς. | ||
rho139(t) | ΑΡΧΗ ΤΟΥ Ρ. | |
1 | Ῥῆγος. τὸ βαπτὸν στρῶμα. ῥέξαι γὰρ τὸ βάψαι· οἱ δὲ τὸν τάπητα κατὰ τῶν μαλλῶν διακρίσεις, οἱονεὶ διεῤῥώγασι, καὶ ῥηγεῖς ἔλεγον τοὺς βαφεῖς οἱ πα‐ λαιοί. Ἐπίχαρμος Ὀδυσσεῖ, ἀλλὰ καὶ ῥέζει τι | |
5 | χρῶμα, ἀντὶ τοῦ βάπτει. ῥέγος οὖν ἐστὶ καὶ ῥῆγος, ὡς παρὰ τὸ ῥέζω ῥεξήνωρ καὶ ῥηξήνωρ. Ῥίμφα. παρὰ τὸ ῥίπτειν ἑαυτὸν διὰ τάχους· ὡς παρὰ τὸ κρύπτω κρύφα, ῥίπτω ῥίφα, καὶ ῥίμφα, πλεο‐ νασμῷ τοῦ μ. | |
10 | Ῥαιστήρ. ἡ σφύρα. φθείρω, φθαίρω κατὰ Δωριέας, καὶ ἀποβολῇ τοῦ φ θαίρω, ὑπερθέσει ῥαίθω ῥαίσω ῥαιστήρ. Ῥόχθει. πλεονασμῷ τοῦ χ. παρὰ τὸ ῥόθιον, τὸ κῦμα, ῥόθω, ῥόθει. | |
15 | Ῥώψ. βοτάνη ἁπαλή. παρὰ τὸ ῥέπω, ῥέψω, ῥὲψ, καὶ ῥὸψ, καὶ τροπῇ τοῦ ο εἰς ω, ῥώψ. Ῥόδος. ἡ νῆσος. παρὰ τὸ πολὺν ῥοῦν αὐτόθι, πρὶν φανῆναι τὴν νῆσον. Ῥιρός. τὸ δέρμα, ὅτι δι’ αὐτῆς ῥέουσιν οἱ ἱδρῶτες. | |
20 | Ῥίν. παρὰ τὸ ῥέειν δι’ αὐτῆς τὰ ὑγρὰ τῆς κεφαλῆς. εἰ δὲ σημαίνει τὸ πρόβατον, ῥὴν, παρὰ τὸ ἀρῶ τὸ εὔχομαι. τὸ πρὸς εὐχὴν παρὰ τῶν παλαιῶν θυό‐ μενον. Ῥάκος. παρὰ τὸ ῥήσω, ῥήξω, ῥῆκος καὶ ῥάκος. | |
25 | Ῥυτήρ. ἀποβολῇ τοῦ ς. παρὰ τὴν ῥάσιν, ἐρύσω, ἐρυτὴρ καὶ ῥυτήρ. Ῥῖγος. ἐὰν διὰ τοῦ φ, φρίγος, παρὰ τὸ φρίσσω, καὶ ῥῖγος. ἔνθεν διὰ τοῦ ι γράφεται· εἰ δὲ ἀποβολῇ | |
ἔκτασιν πεποίηκε τοῦ ι. | ||
rho140 | Ῥᾷον παρὰ τὸ ῥέω. τὸ γὰρ εὐχερῶς γενόμενον ῥύσει | |
1 | ἔοικε. Ῥίζα. δι’ ἧς ῥέει τὸ ζῆν ἄνω τοῖς δένδροις. τινὲς δὲ φασὶ πλεονασμὸν εἶναι τοῦ ρ, ἵζα τις οὖσα, παρὰ τὸ προϊζάνειν τὴν γῆν, καὶ ἔγκειται ἡ ῥέα ἡ γῆ, | |
5 | ἔριζά τις οὖσα, κατ’ ἀποβολὴν τοῦ ε. Ῥωχμὸς ἔην γαίης. Ὁμήρῳ. παρὰ τὸ ῥήσσω, ῥη‐ γμὸς, καὶ μεταθέσει τοῦ γ εἰς χ, καὶ τοῦ η εἰς ω, ῥωχμός. | |
10 | Ῥῆσις. παρὰ τὸ ῥῶ τὸ λέγω, ῥῆσις. Ῥωγάς. παρὰ τὸ ῥήσσω, τροπῆς γενομένης τοῦ η εἰς ω, ῥωγός. παρὰ δὲ τὸ ῥήσσω, καὶ ῥωγάδες. Ῥυμός. παρὰ τὸ ἐρύω, οὗ μέλλων ἐρύσω. ὄνομα ῥη‐ ματικὸν ἐρυγμός. ἀποβολῇ τοῦ ε καὶ ς, ῥυμός. | |
15 | Ῥυμβός. ῥύω ἐστὶ ῥῆμα, ἀφ’ οὗ ῥύσις καὶ ῥυτὸς καὶ ῥυσμός· καὶ ἀπὸ τοῦ αὐτοῦ ῥήματος ἐλλείψει τοῦ ς, καὶ πλεονασμῷ τοῦ β, ῥυμβὸς κατ’ Αἰολέας. πεφύ‐ κασι γὰρ πλεονάζειν τὸ β. Σαπφώ, ῥόδον βρό‐ δον. | |
20 | Ῥύμη ῥέω ἔστι ῥῆμα, καὶ τροπῇ τοῦ ε εἰς υ, ῥύω, ὁ μέλλων ῥύσω, ῥηματικὸν ὄνομα ῥύμη καὶ ῥυτόν. Ῥιγεδανός. παρὰ τὸ ῥίγος. ὡς μῆκος μηκεδανός. Ῥόδον. τὸ ἄνθος. παρὰ τὸ ὄζω ὄδον ἐστὶ, καὶ πλεο‐ νασμῷ τοῦ ρ, ῥόδον. οὕτως Ἡρωδιανὸς ἐν Ἐπιμερι‐ | |
25 | σμοῖς. Ῥυθμός. ῥύω ἐστὶ ῥῆμα, οὗ μέλλων ῥύσω, ῥηματικὸν ὄνομα ῥυσμὸς, τροπῇ τοῦ ς εἰς θ, ῥυθμός. ὡς μη‐ νίσω, μηνισμὸς καὶ μηνιθμός· ὀρχήσω, ὀρχησμὸς καὶ | |
30 | ὀρχηθμός. οὕτως Ἡρωδιανὸς ἐν Ἐπιμερισμοῖς. | |
sigma141(t) | ΑΡΧΗ ΤΟΥ Σ. | |
1 | Σκῆπτρον. παρὰ τὸ σκήπτεσθαι, καὶ ἐπερείδεσθαι αὐτῷ, καὶ πλεονάζει τὸ ρ. Στεῖραν. ἐπὶ πλοίου. παρὰ τὸ στεῤῥὰν εἶναι καὶ εὔ‐ τονον. ἀφ’ οὗ τὴν μὴ τετοκυῖαν ἔλεγον, διὰ τὸ στε‐ | |
5 | ρεωτέραν εἶναι τῆς τετοκυίας. Σμῶδιξ. παρὰ τὸ σμῶξαι. οὕτω δὲ λέγουσιν Ἴωνες τὸ πατάξαι. Σέλινον. κυρίως τὸ ἐξ ἕλους σευόμενον. Ὅμηρος ἑλεόθρεπτον σέλινον. | |
10 | Σιγαλόεν. τὸ ποικίλον. οἷον στιγαλόεν τι ὄν. Σμερδνόν. ἀπὸ τοῦ μερίζειν τὴν ψυχὴν τῶν ὁρώντων τῷ φόβῳ καὶ μὴ ἐᾶν ἐν αὐτῷ εἶναι. Σκαιή. παρὰ τὸ σκάζειν περὶ τὰς πράξεις ἔνδον οὖ‐ σαν, ὅτι ἀσθενεστέρα τῆς δεξιᾶς. ὅθεν καὶ ὁ τῇ | |
15 | βάσει λειπόμενος σκάζειν λέγεται, καὶ ὁ σκαιὸς ἄν‐ θρωπος σκαμβός τις ὢν, καὶ μὴ ὀρθός. Στεῦται. παρὰ τὸ στῆθος, οἷον ἐν τοῖς στήθεσι δια‐ νοεῖται. ἐκεῖ γὰρ τὸ λογιστικὸν, καθ’ Ὅμηρον· στῆθος δὲ πλήξας, κραδίην ἠνίπαπε μύθῳ. Φιλόξενος | |
20 | δὲ οὕτω φησὶν, ὡς παρὰ τὸ ἀθλῶ ἀθλεύω, οὕτω καὶ τὸ στῶ στεύω στεύεται, ἐπὶ τοῦ ὡρισμένου τῇ ψυχῇ καὶ στάσιν λαμβάνοντος καὶ ὑποθεμένου τι περὶ οὗ διϊσχυρίζεται εἰπεῖν. Σανίς. οἷον τανίς. παρὰ τὸ τετάσθαι τὸ ἐπίμηκες ξύ‐ | |
25 | λον. Σαυρωτήρ. ὅπου ἐμπήγνυται τὸ σιδήριον τοῦ δόρατος. παρὰ τὸ σταυροῦσθαι καὶ ὀρθοῦσθαι ὑπ’ αὐτοῦ τὸ δόρυ. σταυρωτήρ τις ὤν. οἱ δὲ αὐτὸ τὸ σιδήριον σταύ‐ ρακα καλοῦσιν. | |
30 | Σχεδόν. ἐγγὺς, παρὰ τὸ σχέσιν ἔχειν ἄλλον πρὸς ἄλλο. Πέος. τὸ σπήλαιον, ἀφώτιστόν τι οἴκημα· παρὰ τὴν σβέσιν τοῦ φωτὸς ἐν τούτῳ· σβέος τι ὂν, καὶ σπέος. οἱ δὲ παρὰ τὸ σβέω σβολος, καὶ σποδός. | |
ὅθεν καὶ φησί· δῦνε σπέος ἠεροειδές. | ||
sigma142 | Σφεδανόν. τὸ σύντονον. τινὲς οὕτω· ἀφ’ οὗ καὶ σφὴν, ὁ συντείνων καὶ σφίγγων· ἢ σπαδανόν ἐστιν, οἷον κα‐ τεσπαμένον. Σέλας. παρὰ τὸ σαλεύεσθαι τῇ πνοῇ. | |
5 | Σπεῖσαι. παρὰ τὸ πίσαι, ὅ ἐστι ποτίσαι τὴν γῆν ἐν τῷ οἴνῳ. Σῶκος. ἐπίθετον Ἑρμοῦ· ἤτοι ὁ ἰσχυρός. σωκεῖν ἀντὶ ἰσχύειν. ἢ σάοικος, ἢ ὁ ὠκέως σευόμενος, ἢ ὁρμῶν· ἄγγελος γάρ. | |
10 | Στυφελίζειν. σκληρὸς διατιθέναι. κυρίως τὸ ἀπὸ πέτρας στυφελοῦ σφάλλεσθαι· στυφελὸν γὰρ τὸ σκληρόν. ἢ στυφελίζειν, ἀπὸ τοῦ τοῖς στύπεσιν ἐλαύνειν, ὅ ἐστι στελέχεσι. Σορός. ἀπὸ τοῦ ἔσωθεν ὠρεύειν καὶ φυλάττειν τὰ σώ‐ | |
15 | ματα. Σκυδμαίνειν. σκυθρωπεύειν καὶ ὀργίζεσθαι. κυρίως δὲ ἐπὶ τῶν λεαίνων, τῶν ἐπὶ τοῖς ἀφαιρουμένοις σκύ‐ μνοις ὀργιζομένων, ὥστε παρὰ τοὺς σκύμνους εἶναι· καὶ μαινεαίνειν τὸ σκυδμαίνειν. | |
20 | Σταμῖνας. τὰ ὀρθὰ ξύλα, οἷον στήμονος τάξιν ἐπέ‐ χοντα. Σπείρα. παρὰ τὸ συνεσπειραμένην ἔχειν ἐν αὐτῷ τὴν τῆς δυνάμεως τελειότητα. Σπινθήρ. παρὰ τὸ σπεῖραι πεποίηται. ὁ τὸν τοῦ πυρὸς | |
25 | ἔχων σπόρον. οἷον σπορεύς τις ὢν τοῦ θέροντος πυ‐ ρός. παρὰ τὸ σπεῖραι οὖν, καὶ παρὰ τὸ θέρω, σπιν‐ θήρ. Συνάορος. παρὰ τὸ συναρηρέναι· συνηαρός τις καὶ συν‐ όμιλος, καὶ μεταθέσει τοῦ ο, συνάορος. ἡ γυνή. | |
30 | Σφαῖρα. παρὰ τὸ σπαίρειν καὶ ἐν κινήσει εἶναι, κατὰ μετάθεσιν τοῦ π εἰς φ. ἢ τοῦ κ εἰς π. τὸ γὰρ σπαίρειν, σκαίρειν ἐστίν. οὕτω καὶ τὸ πῶς, κῶς εἴ‐ | |
ρηται κατὰ Ἴωνας, καὶ ὅπως ὅκως. | ||
sigma143 | Σφαραγῶντο. ἦχον προΐεντο. ὀνόματι πεποίη‐ ται δὲ ἡ λέξις. ἔνθα καὶ ὁ βρόχος, ᾧ τὴν φωνὴν ἀφιέμεθα, ἀσφάραγος καλεῖται. Σταθμός. παρὰ τὴν στάσιν τὴν ἐν αὐτῷ τῶν ζώων. | |
5 | Συβαρός. παρὰ τὸ σεσοβεῖσθαι. συῶ συαρὸς, καὶ, πλεονασμῷ τοῦ β, συβαρός. Σίβδαι. πλεονασμῷ τοῦ β. σίδαι δὲ αἱ ῥοιαί. Στράγξ. πλεονασμῷ τοῦ ρ καὶ τοῦ γ, στάζω, στὰξ, καὶ στράγξ. | |
10 | Στρυφνός. παρὰ τὸ στύφω, στυφνὸς, καὶ στρυφνὸς, πλεονασμῷ τοῦ ρ. Σαργάνη. σάσσω ἐστὶ ῥῆμα, καὶ σωγάνη, καὶ πλεο‐ νασμῷ τοῦ ρ, σαργάνη. Σπυρίς. πλεονασμῷ τοῦ ς. ἐστὶ γὰρ παρὰ τοὺς πυροὺς, | |
15 | πυρὶς καὶ σπυρίς. Στυππίον. πλεονασμῷ τοῦ ς. τύποις γὰρ καὶ αὐτὸ, παρὰ τὸ τύπτω. Σειρά. παρὰ τὸ εἴρω, πλεονασμῷ τοῦ ς. Συρφετός. ὡς παρὰ τὸ ὕω ὑετὸς, οὕτω καὶ σύρω συρε‐ | |
20 | τός, καὶ πλεονασμῷ τοῦ φ, συρφετός. Σκορακισμὸς καὶ σκορακίζειν. ἀποβολῇ τοῦ ς. ἐς κόρακας γὰρ, ὃ λέγεται εἰς κόρακας. Σιωπή. ἀποβολῇ τοῦ γ. σιγωπὴ γὰρ ἐστί. παρὰ τὴν ὄπα τὴν φωνήν. | |
25 | Σμερδαλέον. παρὰ τὸ σμερδανὸν, παράγωγον σμερ‐ δναλέον. ἀποβολῇ τοῦ σμερδαλέον. Σπλήν. οἷον σπὴν, ἀπὸ τοῦ ἐφ’ ἑαυτὸν ἐπισπᾶσθαι τὰ φαυλισθέντα τῶν ὑγρῶν. Σπλάγχνον. διὰ τὸ πλησίον ἀλλήλων ὑπάρχειν, ἢ οἷον | |
30 | σπλάγχυον. παρὰ τὸ ἀγχοῦ, καὶ τὸ πλησίον ἀλλήλων. | |
sigma144 | Σφυρόν. παρὰ τὸ συνεσφίχθαι τὸ ἄρθρον τῇ συνθέσει καὶ τοῖς νεύροις. Σίαλος. τὸ λεπτὸν, καὶ οἷον ὁ ὀρὸς τῶν ἄλλων ὑγρῶν, οἷον ἀποσειόμενον ἅλες καὶ ἀθροῦν. διαφέρει δὲ σίαλος | |
5 | καὶ πτύελος. καὶ πτύελος μὲν ὁ ἀποπτυόμενος κατὰ προαίρεσιν κατὰ τὴν τῶν χειλῶν ἐπίπτυξιν. ὁ δὲ σίαλος αὐτομάτως ῥεῖ. διὸ καὶ σιαλίζει τὰ βρέφη καὶ ὑπεργηράσαντες, οὓς καὶ ἀναισθήτους λέγομεν. πιθανὸν δὲ κᾀκ τοῦ παρακολουθοῦντος ἐν τῷ πτύειν | |
10 | ψόφου αὑτῆς τε τυχεῖν τῆς ὀνομασίας. λέγεται δὲ σίαλος, καὶ ὁ εὐτραφεὶς σῦς, παρὰ τὸ ἀφρὸν προΐεσθαι, ὃν λέγομεν σίαλον. Σκύβαλον. τὸ δι’ ἐντέρων ἐκδιδόμενον, οἷον κευθίβα‐ λον. | |
15 | Σύφαρ. οὐχ ἁπλῶς τὸ γῆρας, ἀλλ’ ὡς ἐπιγέννημα τοῦ γῆρους καὶ τῆς ἐσχάτης ἡλικίας. Σώφρων ξύ‐ σιλον τὸν γέροντα εἶπεν ἀπὸ τοῦ κνᾶσθαι καὶ ξύειν τὸ δέρμα. κᾄπειτ’ ἀποκρινόμενον, σύφαρ ἀντ’ ἀν‐ δρὸς, τουτέστι δέρμα ψιλὸν, ὡς τῶν ἀνδρῶν ἤδη | |
20 | δεδαπανημένων. τινὲς δὲ καὶ τὸ τοῦ ὄφεως γῆρας σύ‐ φαρ λέγουσι, καὶ ἐπὶ τοῦ ἀνθρώπου. σύφαρ ἐστὶν, οἷον τὸ ἀπόσυρμα καὶ ἐῤῥυσσωμένον δέρμα. Σῶμα. ὡς Πλάτων φησὶ, σῆμα ἐστὶ τῆς ψυχῆς. ὥσπερ γὰρ ἐντέθαπται αὐτῷ. | |
25 | Σέρφος. παρὰ τὴν στρυφνότητα καὶ πυκνότητα. ἢ παρὰ τὸ ἐρέφειν, καὶ σκέπειν τὸ σῶμα, ἔρεφος, καὶ στέρεφος, καὶ στέρφος. οἱ δὲ παρὰ τὸ στέφειν, ὅ ἐστι σκεπάζειν, πλεονασμῷ τοῦ ρ, στέφος καὶ στέρ‐ | |
φος. | ||
sigma145 | Σκῆνος. παρὰ τὸ σκήνωμα καὶ σκηνὴν εἶναι τῆς ψυχῆς, οἷον οἰκητήριον. Σήραγγες. οἱ κοῖλοι τόποι, παρὰ τὸ σεσηρέναι. Σιαγόνες. ὅτι σείονται περιαγόμεναι, καὶ συνάγονται αἳ | |
5 | εἰσὶν ὑποκάτω τῆς γένυος. οἱ δὲ, παρὰ τὸ σιγᾶν· αἷς ἐστὶ σιγᾶν καὶ λέγειν ἀνοιγομέναις· ἢ δι’ ὧν ἕλκεται καὶ ἄγεται τὰ ἐσθιόμενα. οὕτω Σωρανός. Στόμα. τόμα τὶ ἐστὶ, τὸ τέμνον τὰ σιτία. Στόμαχος. δι’ οὗ καταπίνομεν τὴν ὑγρὰν καὶ ξηρὰν | |
10 | τροφήν. ἢ στόμα ἐπὶ τῶν χεομένων. ἢ ὅτι τὰ ἀπὸ στόματος εἰς αὐτὸν χεῖται. ἢ στόμαχος, οἷον σι‐ τόμαχος, ὁ τοῖς σιτίοις μαχόμενος τοῖς θλίβουσιν αὐ‐ τόν. ἢ ὁ θλίβων ἔμπαλιν αὐτὰ, ἵνα καταβιβασθῇ. ἢ στόμαχος, οἷον τῶν σιτίων μῆχος καὶ μηχανὴ, ὥσ‐ | |
15 | περ ἀλήθων αὐτά. Σπιθαμή. παρὰ τὸν ἀποσπασμὸν, τὸν ἀπὸ τοῦ μεγά‐ λου δακτύλου πρὸς τὸ τοῦ μικροῦ ἄκρον. ἡ δραχμὴ ἔχει δʹ δακτύλους· ἡ δὲ σπιθαμὴ, ιβʹ. Σπάθαι. αἱ τῶν πλευρῶν. ἀπὸ τοῦ ἐπισπᾶσθαι πρὸς | |
20 | ἐπικαμπίαν. Στέρνον. παρὰ τὸ στερεόν. Στῆθος. ὅτι ἕστηκεν ἀσάλευτον· ὡς δὲ ἄλλοι, ὅτι ἐν αὐτῷ τὸ ἡγεμονικὸν ἕστηκεν· ἢ ὅτι δι’ αὐτοῦ τὰ σιτία διωθεῖται, οἷον σιτίωθος. Σωρανὸς οὕτω. | |
25 | Σπλάγχνα. οἷον πέλαγχνα, διὰ τὸ πλησίον ἀλλήλων ὑπάρχειν, καὶ διὰ τὸ σπᾶν τὴν τροφήν. Σκέλη. ἢ διὰ τὴν σχίσιν· διέσχισται γὰρ ἀπ’ ἀλλήλων, ἢ παρὰ τὸ κέλευθον, δι’ ἧς βαδίζομεν, πλεονάσαν‐ τος τοῦ ς. ἢ παρὰ τοῦ ς. ἢ παρὰ τὸ κατεσκλη‐ | |
30 | κέναι, καὶ σκληρότερον εἶναι τῶν ὕπερθεν. οὕτω Σωρανός. Στυγνός. ὡς παρὰ τὸ ἔτραγον τραγανὸς, ἔπιθον πιθα‐ νὸς, οὕτω παρὰ τὸ ἔστυγον στυγανὸς, καὶ συγκοπῇ στυγνός. οἱ δὲ παρὰ τὴν Στύγα φασὶν εὐρῆσθαι. | |
35 | οἱ γὰρ ἀρχαῖοι τὰ μὲν ἀηδῆ καὶ λυπηρὰ ἀπὸ ψυχροῦ ὀνομάζουσιν· τὰ δὲ ἡδέα καὶ τερπνὰ ἀπὸ τῶν θερμῶν. τὸ οὖν στυγεῖν καὶ φοβεῖσθαι ἀπὸ τῆς Στυγὸς, ἥπερ | |
μυθεύεται ψυχρότατον παρέχειν ὕδωρ. καὶ ὁμοίως ὁ | ||
sigma146 | στυγνὸς παρ’ αὐτὴν εἴρηται. τὴν δὲ τέρψιν θαλπω‐ ρὴν, παρὰ τὸ τέρπεσθαι καὶ ἰαίνεσθαι· καὶ φόβου κρυόεντος. Φιλόξενος ἐν τῷ περὶ Ῥωμαίων διαλέκτου. Σπάργανον. σπαράσσω σπαράγενον, καὶ συγκοπῇ σπάρ‐ | |
5 | γανον. Στεῤῥός. παρὰ τὸ στῆναι, στεῤῥός. τὰ γὰρ εἰς ναι λήγοντα ἀπαρέμφατα ποιεῖ εἰς ρος ὀνόματα ἰσοσύλ‐ λαβα, οἷον μιάναι μιαρὸς, σταθῆναι σταθερός. οὕτω καὶ στῆναι στερὸς, καὶ πλεονασμῷ τοῦ ἑτέρου ρ, στεῤ‐ | |
10 | ῥὸς, καὶ πλεονασμῷ τοῦ ε, στερεός. Στρηνιᾶν. παρὰ τὸ στερεῖν καὶ ἀποσπᾶν τὰς ἡνίας. καὶ εἴρηται ἀπὸ μεταφορᾶς τῶν ἀλόγων ζώων· τινὲς δὲ παρὰ τὸ στρηνὲς, τὸ σκληρόν. στρηνὴς δὲ χρόμαδος γενύων ἐγένετο. | |
15 | Στεροπή. παρὰ τὸ στέρεσθαι τοὺς ὦπας τοῦ βλέπειν. πλεονάζει δὲ τὸ α ἐν τῷ ἀστεροπή. Σῦς. δύναται δὲ καὶ εἶναι παρὰ τὸ ὕεσθαι. ὕω ὕσω ὕεσθαι, ὅ ἐστι βρέχεσθαι· ἐπεὶ τοῖς ὕδασι τέρπεται, καὶ πλεονασμῷ τοῦ ς, ὡς σῖτος, παρὰ τὸ σείω σει‐ | |
20 | στὸς, καὶ ἀποβολῇ τοῦ ς, καὶ ἐναλλαγῇ τόνου σίτος, ὡς ἐργαστὴς ἐργατής. Σκίπων. παρὰ τὸ σκηρίπω, καὶ συγκοπῇ σκήρπω σκί‐ πων. Σιρμός. σιγμός τις. κατὰ ἀποβολὴν τοῦ γ. | |
25 | Στρόβιλος. παρὰ τὸ στρέφω στρόφιλος καὶ στρόβιλος. τρία δὲ σημαίνει, ἀνέμου συστροφὴν, ὀρχήσεως εἶδος, καὶ τὸν κοχλίαν. Σπόνδυλος. οἷον σφόνδυλος. παρὰ τὸ ἐσφίχθαι παρ’ ἀλλήλους. | |
30 | Στέαρ. παρὰ τὴν στάσιν καὶ πῆξιν. Σκελετός. ὁ ἀπεξηραμμένος. παρὰ τὸ σκλῆναι, ὃ ἐστὶ ξηρᾶναι. Σύριγξ. κατὰ μίμησιν τοῦ ἀποτελουμένου ἤχου. οὕτως Ἡρακλείδης. | |
35 | Σείριος. ἀπὸ τοῦ σείεσθαι καὶ ὁρμᾶσθαι. ἐπὶ δὲ τοῦ κοινὸς, ἀπὸ τοῦ σεσηρέναι. Σπάθη. τὸ ὑφαντικὸν ἐργαλεῖον, ἀπὸ τοῦ κατασπᾶν | |
τὴν κρόκην. | ||
sigma147 | Σπάδων. παρὰ τὸ σπᾶσθαι τί μέρος αὐτοῦ. οὕτως Ἡρακλείδης. Σελήνη. παρὰ τὸ σέλας ἀείναον ἔχειν, ὅ ἐστι νέον. ὅθεν καὶ ἔνος ὁ ἐνιαυτὸς, ὁ ἀεὶ νεάζων. οὕτως Ἡρακλείδης. | |
5 | Σκότος. ἀπὸ τοῦ σκιάζειν ὠνομᾶσθαι. οἱ δὲ φασὶν ὅτι σκοπὸς ἐστί. ὅτι δεῖ προσκοπεῖσθαι τὸν προερχό‐ μενον ἐν αὐτῷ· οὕτως Ἡρακλείδης. ὁ δὲ Ἡρωδια‐ νὸς παρὰ τὸ σκέθειν ἡμᾶς, ὅτι ἐπέχει πολλάκις προϊέναι. | |
10 | Σκιά. παρὰ τὸ συγκινεῖν καὶ συμπορεύεσθαι τινί. οὕτως Ἡρακλείδης. Σάρκα. ἐτυμοτέρως λέγουσιν Αἰολεῖς σύρκα, παρὰ τὸ ἀποσύρεσθαι τὸ δέρμα ἀπ’ αὐτῆς. οὕτως Ἡρακλείδης. Σάτυρος. παρὰ τὴν σάθην σάθηρος, ὡς ἅλμη ἁλ‐ | |
15 | μυρὸς, καὶ τροπῇ τοῦ θ εἰς τ, σάτυρος. κατωφερὲς γὰρ τὸ γένος τῶν σατύρων. Θεόκριτος· τό τοι γέ‐ νος ἦ σατυρίσκων. Στρεβλός. παρὰ τὸ στρέφω καὶ διαστρέφω. Συλλήβδην. λήβω, λήψω, λήψομαι παθητικόν. λήβδην | |
20 | καὶ συλλήβδην. Σαπρός. παρὰ τὸ σήπω, ὡς παρὰ τὸ λέπω λεπρός. Σκληρός. παρὰ τὸ σκλῶ μονοσύλλαβον, ὅ ἐστι ἀπὸ τοῦ σκέλλω. Στεῖρα. παρὰ τὸ στῶ, οὗ παράγωγον στείω, στεῖρα, ἡ | |
25 | τοῦ κυῆσαι στάσιν ἔχουσα. οὕτω Φιλόξενος· ὁ δὲ Εὐ‐ δαίμων, παρὰ τὸ στέρεσθαι τοῦ τίκτειν. Σπείρω, παράγωγον τοῦ σπῶ. ἅμα γὰρ τῷ καταβληθῆ‐ ναι τὴν σπορὰν, σπᾶται ὑπὸ τῆς γῆς τὸ χωρῆσαν εἰς αὐτήν. οὕτω Φιλόξενος. ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τῶν | |
30 | θηλειῶν, ὅτε δέχονται τὸ σπέρμα. Στιλπνός. παρὰ τὸ στίλβω, ὡς τέρπω τερπνός. Σεμνός. παρὰ τὸ σέβω. οὕτω Φιλόξενος ἐν τῷ περὶ μονοσυλλάβων ῥημάτων. Σόλος. ὁ δίσκος. παρὰ τὸ σῶ, τὸ ὁρμῶ καὶ κινῶ. | |
35 | ἀπὸ δὲ τοῦ σῶ, ὁ μέλλων σώσω, καὶ ῥηματικὸν ὄνομα κατὰ συστολὴν τοῦ ω εἰς ο, σόλος. παρὰ τὸ ὅλον | |
σεύεσθαι, ὡς στρογγύλον. οὕτω Φιλόξενος. | ||
sigma148 | Σαλάμβη. ἡ θυρὶς ἡ ἐν σάλῳ οὖσα, ἢ παρὰ τὸ σέ‐ λας βαίνειν δι’ αὐτῆς. Σαλαμβάς. ἡ δαίμων, παρὰ τὸ ἀεὶ περιφέρεσθαι καὶ ἐν σάλῳ εἶναι· ἢ ὅτι περιέρχεται τὸν Ἄδωνιν | |
5 | θρηνοῦσα. καὶ σηλάζειν Ἀνακρέων ἐπὶ τοῦ θρηνεῖν. σαλεύει γὰρ, καὶ ταράττει τὴν διάνοιαν ἡ τοιαύτη ὀδύνη τοῦ θρήνου. Συστῆσαι. εἴρηται ἀπὸ μεταφορᾶς τῶν ἵππων καὶ τῶν ἡμιόνων. ἐπεὶ μετὰ τῶν συνήθων ἵστανται καὶ εὐστα‐ | |
10 | θοῦσιν ἐν ταῖς φάτναις. Σιλλοί. τιλλοί τινες εἰσί. τίλλειν δὲ τὸ κόπτειν, ὡς λέγει Ἀνακρέων. Σωρός. σωρεύω, σωρεὺς, καὶ κατὰ συγκοπὴν σωρὸς, ὡς φωλεύω φωλεός. | |
15 | Σκυθρωπάσαι. πλεονασμῷ τοῦ ρ, σκυθωπάσαι δὲ ἐστὶ, παρὰ τὸ Σκυθικοὺς ἔχειν ὦπας, ὅ ἐστι καταπληκτι‐ κούς. Σφέλας. τὸ ὑποπόδιον. παρὰ τὸ φλᾶσθαι εἰς αὐτὸ τὰ γόνατα, ὅ ἐστι θλᾶσθαι καὶ κάμπτεσθαι ἐν τῷ | |
20 | καθέζεσθαι. Σφάζω. φῶ ἐστὶ ῥῆμα, δηλοῦν τὸ ἀναιρῶ. οὗ παρά‐ γωγον εἰς μι, φημὶ, ἔνθεν φατὸς, καὶ ἠΐφατος, καὶ τὸ πέφαται, καὶ πεφάσθαι, καὶ τούτου τὸ φῶ παράγωγον φάζω, καὶ πλεονασμῷ τοῦ ς, σφάζω. | |
25 | Στατήρ. παρὰ τὸ ἵστημι, στήσω, στατὴρ, καὶ παρ’ ἡμῖν ἐπὶ τοῦ νομίσματος τίθεται. Σταγών. παρὰ τὸ στῶ ῥῆμα, οὗ παράγωγον στάζω, οἷον οὐ ῥύδην, ἀλλὰ διάστασιν τῆς φορᾶς τοῦ ὑγροῦ λαβούσης. | |
30 | Στήλη. παρὰ τὸ στῶ ῥῆμα, στήσω, στήλη. Σιτοδεία. σίτου ἔνδεια, καὶ συγκοπῇ σιτοδεία. Σκνιπὸς καὶ σκνιφός. ὁ μικρολόγος. παρὰ τοὺς κνίπας, καὶ τὴν τούτων μικρότητα. σκνὶψ δὲ κωνωποειδὲς πτηνόν. | |
35 | Σίφων. παρὰ τὸν ποιὸν ἦχον ἐν τῷ ἀνενέγκαι ποιεῖν. Σκαρθμός. παρὰ τὸ σκαίρω, σκαρμὸς, καὶ πλεονασμῷ | |
τοῦ θ, σκαρθμός. | ||
sigma149 | Σκαρδαμύττειν. παρὰ τὸ μύω μύσω, καὶ παράγωγον, ὡς ἀφύω ἀφύσσω. παρὰ τὸ σκαίρειν τὸ μύειν ἐν τῇ συνεχεῖ κινήσει τῶν βλεφαρίδων. Σκάφος. παρὰ τὸ σκάπτω, δηλοῦν καὶ τὸ κοιλαίνω. | |
5 | Στραβός. παρὰ τὸ στρέφω, τροπῇ τοῦ ε εἰς α, καὶ τοῦ φ εἰς β. οἷον ὁ διεστραμμένος τοὺς ὀφθαλμούς. Σήθω. παρὰ τὸ σῶ, ὃ δηλοῖ τὸ σείειν ἐν τῷ κοσκίνῳ. ἀπὸ δὲ τούτου τοῦ σήθειν, Ἡρόδοτος τοῦ σῶ τὸ τρίτον πρόσωπον τῶν παθητικῶν λέγει σῶσιν, ἀντὶ | |
10 | τοῦ σήθουσιν. ὡς παρὰ τὸ κνῶ, κνήθω, ἀλῶ ἀλήθω, πλῶ, ὅθεν τὸ πλῆμι, καὶ διπλασιασμὸς πίμπλημι, καὶ παράγωγον τοῦ πλῶ πλήθω, οὕτω τοῦ σῶ σήθω. Στροφάλιγξ. παρὰ τὸ στρέφω εἰς ιξ γίνεται παρώνυμον ἀπὸ τῶν εἰς ος· καὶ ὡς φοῖνος φοῖνιξ, λάος λάϊγξ, | |
15 | καὶ πλεονασμῷ τοῦ γ, στρόφιγξ, καὶ πάλιν προσελ‐ θόντος τοῦ αλ, στροφάλιγξ. Σεῖστρον. παρὰ τὸ σείω. Στήμων. στῶ, στήσω, στήμων, καὶ φιλῶ, φιλήσω, φιλήμων. | |
20 | Στίζω. παρὰ τὸ στῶ στίζω. τὸ τὸν διακεχυμένον καὶ πεπλανημένον λόγον στῆσαι. ὁ δὲ Φιλόξενος, ἐν τῷ περὶ μονοσυλλάβων ὀνομάτων, στίζειν ἐστὶ τὸ τὰς ἐν τῇ ἀναγνώσει φορὰς ἐν στάσει ποιεῖν, στίζειν λέγομεν. ἀπὸ τοῦ στίζω στιγμή. | |
25 | Σταλαγμός. στῶ ἐστὶ ῥῆμα, οὗ παράγωγον στάσσω, οὗ μέλλων στάξω, καὶ ἐπεισελθόντος τοῦ αλ, στα‐ λαγμός. τὸ δὲ στάσσω καὶ αὐτὸ προσλαβὸν τὸ αλ, | |
ἐποίησε τὸ σταλάσσω. | ||
sigma150 | Σύλος. ὡς πλήθω πληθύω, ἄνω ἀνύω, οὕτω καὶ στῶ στύω, στύσω, στύλος. οὕτω καὶ χῶ, χύω, χύσω, χυλός, ὀξυτόνως. τὰ γὰρ ῥηματικὰ ταῦτα ὀνό‐ ματα διαφόρως τονίζεται. | |
5 | Σποδός. παρὰ τὸ σβέω σβέσω, σβοδὸς καὶ σποδός· ἡ ἐκ τοῦ ἐσβεσμένου πυρός. Στολή. παρὰ τὸ στέλλω στολή. Σκῆψις. σκέψις ἐστὶ, καὶ τροπῇ τοῦ ε εἰς η, σκῆψις. οἱ γὰρ προφασιζόμενοι σκέπτονται τί εἴπωσι. | |
10 | Σκῶλον. παρὰ τὸ σκῶ, τὸ ξηραίνω. σκόλος ἐστὶ, καὶ ἐπεκτάσει τοῦ ο εἰς ω, σκῶλος. Ὅμηρος· ὥστε σκῶλος πυρίκαυστος, ὁ ὑπὸ πυρὸς ἐξηραμμένος. οὕτως Ἡρωδιανὸς ἐν Ἐπιμερισμοῖς. Σιφλός. πλεονασμῷ τοῦ φ. κυρίως δὲ ὁ σεσινωμένος | |
15 | τοὺς ἴλλους. κατὰ δὲ καὶ ἐπὶ ἄλλου μέρους τοῦ σώματος. οὕτως Ἡρωδιανός. Συρία. παρὰ τὸ σύρεσθαι ὑπὸ τοῦ κατακλυσμοῦ. ἐκ τοῦ ἐναντίον, Ἀσσυρία, παρὰ τὸ μὴ σύρε‐ σθαι τότε. εἰσὶ δὲ οἱ Πέρσαι. ἐκεῖσε γὰρ οὐκ ἐστὶ | |
20 | θάλασσα. Σπόγγος. εἰ μὲν διὰ τοῦ π, παρὰ τὸ σπᾶν τὰ ὑγρά. διὰ δὲ τοῦ φ, παρὰ τὸ σφίγγειν. κατὰ τὰς ἐκθλίψεις. οὕτως Ἡρωδιανός. Συνημοσύναι. παρὰ τὸν ἥσω μέλλοντα. ἀπὸ τοῦ εἰς | |
25 | ταὐτὸν ἀφεῖναι τὰ τῆς διανοίας. οὕτως Ἡρωδιανὸς ἐν τῇ Ὁμηρικῇ προσωδίᾳ. Στηκός. τηκός, οἷον στηκῶος ἐστὶν, ὃν στήκουσιν εὐχώμενοι. | |
Στράτα. ἡ ἐστρωμένη ὁδὸς καλεῖται τῇ Λατίνων φωνῇ. | ||
tau149(t) | ΑΡΧΗ ΤΟΥ Τ. | |
1 | Τράπεζα. κατὰ ἀποβολὴν, τουτέστι, τετράπεζα, τέσ‐ σαρας πόδας ἔχουσα. αἱ γὰρ τῶν παλαιῶν τράπεζαι | |
τετράγωνοι ἦσαν. | ||
tau150 | Τέναγος. παρὰ τὸ τέγγω τὸ βρέχω. τέγγος τέναγος, ὁ ὑπόβροχος τόπος. | |
Τάφρος. πλεονασμῷ τοῦ ρ. παρὰ τὸ ἀφαιρεῖσθαι | ||
tau151 | ἐν τῷ σκάπτεσθαι, ἄφαρος, ἄφρος, τάφρος. ὁ δὲ Ἡρωδιανὸς ἐν Ἐπιμερισμοῖς φησὶ, παρὰ τὸ τρέπω, τὰ πρὸς οἷον τροπὴν ποιουμένη τῶν πολεμίων, καὶ μεταθέσει τοῦ π εἰς φ, τάφρος. | |
5 | Τέκνον. τέκω, τέκανον, τέκνον. Τύμπανον. τύπτω, τύπανον, πλεονασμῷ τοῦ μ, τύμ‐ πανον. Τήγανον. τήκω, τήκανον, καὶ μεταθέσει τοῦ κ εἰς γ, τήγανον. | |
10 | Τριτογένεια. ἤτοι ἡ παρὰ τῷ Τρίγωνι ποταμῷ γεν‐ νηθεῖσα, ἢ ἡ τρεῖς ποιοῦσα τοὺς ἐν τῷ πολέμῳ. ἢ ἐπειδὴ ἡ αὐτὴ ἐστὶ τῇ σελήνῃ. αὕτη δὲ τριταία οὖσα φανερὰ γίνεται, τουτέστιν ὅτε τρίων δρόμων. Τρίβον. ὁ τρίπους, ὁ τὴν τριβὴν, ὁ τρεῖς βάσεις | |
15 | ἔχων. Τάριχος. παρὰ τὸ ἐν τῇ ταριχείᾳ ἰσχναίνεσθαι, ἢ παρὰ τὸν γάῤῥον ἴσχειν καὶ εἰς χ γάῤῥον ἐξιχωρίζε‐ σθαι. οὕτως Ἡρωδιανὸς ἐν τῷ Συμποσίῳ. καὶ ἐστὶ τροπὴ τοῦ γ εἰς τ. | |
20 | Τανύηκες. ἐπὶ τοῦ ξίφους. τὸ τεταμένην ἔχον τὴν ἀκὴν, τουτέστι ἠκονημένην. ἡ δὲ ἀκὴ παρὰ τὸ εἵκω, ὡς παρὰ τὸ τρίβω τριβή. ἥκειν δὲ καὶ προήκειν, τὸ εἰς ὀξὺ νενευκέναι. Τροχός. παρὰ τὸ τρέχειν, ὡς παρὰ τὸ δραμεῖν δρόμος. | |
25 | Τείρεα. παρὰ τὸ τείρειν, ὅ ἐστι δαμάζειν, βλάπτειν. εἰσὶ γὰρ ἀστρόβλητοί τινες. ἢ παρὰ τὸ τέρας, τὸ σημεῖον. σημαντικὰ γὰρ εἰσὶ τινῶν μελλόντων. Τηθύς. παρὰ τὴν τιτθὴν καὶ τὴν τήθην. τὰ γὰρ πάν‐ τα τρέφει. | |
30 | Τάφος. θήπω ἐστὶ ῥῆμα. τὸ ταράττω καὶ ἐκπλήτ‐ τομαι. ἔνθεν τὸ τέθηπέ τις. ἐστὶν οὖν θήπω· καὶ ῥηματικὸν ὄνομα θάπος, τροπῇ κατ’ Ἴωνας τοῦ θ εἰς τ, καὶ τοῦ π εἰς φ, τάφος. Ἀπολλώνιος ἐν τῷ περὶ Ἐπιῤῥημάτων. | |
35 | Τάφος. ἔνθα τὰ λείψανα. παρὰ τὸ θῶ τιθῶ, παρά‐ | |
tau152 | γωγον θάπτω, καὶ πάλιν τροπῇ τοῦ θ εἰς τ, καὶ τοῦ π εἰς φ. περιττὸν γὰρ ἐστὶ τὸ τ ἐν τῷ ῥήματι. Φιλόξενος ἐν τῷ περὶ μονοσυλλάβων ῥημάτων. Τηλοῦ. παρὰ τὸ τέλος τελοῦ ἐστὶ, καὶ τροπῇ τοῦ ε εἰς | |
5 | η, τηλοῦ. τὰ γὰρ ἐπὶ τέλους συντείνοντα μεγεθύνε‐ ται. οὕτως Ἀπολλώνιος ἐν τῷ περὶ Ἐπιῤῥημάτων. Τάλας. παρὰ τὸ τάλλω, καὶ τλῶ κατὰ συγκοπήν. Τλήμων. τλῶ, τλήσω, τλήμων. Τρύχειν. τρῶ ἐστὶ ῥῆμα, δηλοῦν τὸ βλάπτειν καὶ κα‐ | |
10 | κοῦν, οὗ παράγωγον τρώω. Ὅμηρος· οἶνός σε τρώει μελιηδής. τοῦ τρῶ ἄλλο παράγωγον τρύω, καὶ προσθέσει τοῦ χ, τρύχω. Τρώσω. τρῶ παράγωγον, σημαίνει τὸ κατεργάζεσθαι, καὶ μὴ ἐὰν τινὰ ἂν τρώσῃ τις ὑγρᾶ. οὕτω Φι‐ | |
15 | λόξενος. Τρῶκται. οὕτω τοὺς Φοίνικας φασίν. Ὅμηρος· δὴ τότε Φοίνιξ ἦλθεν ἀνὴρ, ἀπατήλια εἰδὼς, τρώκτης. ἐκ τοῦ τρώω σημαίνοντος τὸ βλάπτω. παράγωγον τρώσω, οὗ μέλλων τρώξω, ῥηματικὸν ὄνομα, τρώκτης, | |
20 | ὁ ἐπὶ βλάβῃ τισὶν ἐγκαταμίσγων. Φιλόξενος. Τέρτρον. τρῶ τρᾷς ἐστὶ ῥῆμα, ὅπερ ἐστὶ κατὰ συγκο‐ πὴν τοῦ τείρω. παρὰ δὲ τὸ τείρω τέρτρον, ὡς παρὰ τὸ φέρω φέρτρον, λέγω ἐπὶ τοῦ κοιμῶμαι λέκτρον. Τρίζω. παρὰ τὸ τρῶ τρίζω παράγωγον. δηλοῖ δὲ ὀδυνη‐ | |
25 | ράν τινα φωνήν. ἔνθ’ ὅγε τοὺς ἐλεεινὰ κα‐ τήσθιε τετριγῶτας. Τανηλεγής. παρὰ τὸ λέγω τὸ κοιμῶμαι, καὶ παρὰ τὸ ταναόν, ταναλεγὴς καὶ τανηλεγής, ὁ αἰώνιον κοίμημα καὶ μακροχρόνιον ἔχων. | |
30 | Τέρσεσθαι. παρὰ τὸν θέρσω, μέλλοντα Αἰολικὸν, καὶ τροπῇ τοῦ θ εἰς τ. Τιθήνη. παρὰ τὸν τιτθὸν, ἀποβολῇ τοῦ ἑνὸς τ. οὕτω Φιλόξενος ἐν τῷ περὶ μονοσυλλάβων ῥημάτων. ὁ αὐ‐ τὸς καὶ περὶ τὸν θήσω μέλλοντα, δηλοῦντα τὸ | |
35 | τρέφω, ὄνομα θήνη, καὶ διπλασιασμὸς τιθήνη. | |
tau153 | Τυρός. τροπῇ τοῦ η εἰς υ. παρὰ τὸ τηρεῖσθαι. γάλα γὰρ τηρούμενον ἐστὶν ὁ τυρός. ὡς παρὰ τὴν ἅλμην ἁλμυρὸς, οὕτω καὶ τυρός. Βησαντῖνος ἐν τῷ περὶ Χρηστομαθίας. | |
5 | Τριτογένεια. ἡ Ἀθηνᾶ. κατὰ Δημόκριτον, φρόνησις νομίζεται. γίνεται δὲ ἐκ τοῦ φρονεῖν τρία ταῦτα· βουλεύεσθαι καλῶς, λέγειν ἀναμαρτήτως, καὶ πράτ‐ τειν ἃ δεῖ. Τροπός. ὁ τροπωτὴρ τῆς κώπης. παρὰ τὸ τρέπειν ὅπου | |
10 | δεῖ τὴν κώπην. τρέπω τροπὸς, ὡς πέμπω πομπός. Τρίβακος. τριβὴ τρίβαξ παρώνυμον, καὶ ἡ γενικὴ εὐθεῖα γίνεται πολλάκις, ὡς φύλαξ φύλακος, καὶ ὁ φύλακος, ῥόος ῥοάξ, καὶ μεταθέσει τοῦ ο εἰς υ, ῥύαξ. οὕτω Φιλόξενος ἐν τῷ περὶ τῆς Ἰάδος δια‐ | |
15 | λέκτου. Τρήρων. παρὰ τὸ τρέω τὸ φοβοῦμαι. τρεερὸς ὄνομα ῥηματικὸν, τῶν δύο εε εἰς η συναλοιφῇ, ἐξ οὗ καὶ τρήρων. Τόξον. τάζω ἐστὶ ῥῆμα, ἀφ’ οὗ ἔταγον δεύτερος ἀόρι‐ | |
20 | στος, καὶ ταγὼν μετοχὴ, καὶ κατὰ ἀναδιπλασιασμὸν τεταγὼν, ὡς πείθω πιθὼν καὶ πεπιθών. παρὰ τὸ τάζω οὖν, καὶ τάξω μέλλων, τάξον ἐστὶ, καὶ τόξον τροπῇ τοῦ α εἰς ο. Φιλόξενος ἐν τῷ περὶ Ἰάδος δια‐ λέκτου. | |
25 | Τραπέουσι. δηλοῖ τὸ πατοῦσι. παρὰ τὸ τρέπω. Τρώγλη. παρὰ τὸ τρώγω τρώξω τρώγλη, τὸ διαβεβρω‐ | |
μένον καὶ τετρυπημένον μέρος τοῦ τοίχου. | ||
tau154 | Τρυφή. παρὰ τὸ θρύπτω καὶ θρυπτή, τρυφή. Τάλαντον. τὸ ζυγόν. παρὰ τὸ ταίνω ῥῆμα, ὅπερ κατὰ ἀναδιπλασιασμὸν τιταίνω. ὡς φαίνω φαντὸς καὶ ἄφαν‐ τος, καὶ χραίνω χραντὸς καὶ ἄχραντος, οὕτω τιταίνω | |
5 | ταντὸς, καὶ οὐδέτερον ταντὸν, καὶ πλεονασμῷ τοῦ αλ, τάλαντον, καὶ σύνθετον ἀτάλαντον. Τηλία. ἡ περιφέρεια τοῦ κοσκίνου. παρὰ τὸ σῶ, δηλοῦν τὸ σείω, καὶ σήθω, καὶ κινῶ. σῶ, σήθω, ἀφ’ οὗ ὄνομα σηλία καὶ τηλία. τρέψαντες γὰρ οἱ | |
10 | Ἀττικοὶ τὸ ς εἰς τ, τὸ σῶ θῶ λέγουσι. καὶ ἐν συν‐ θέσει διάττω, καὶ πλεονασμῷ τοῦ τ, τῶ, διάω, διάττω. Ταινία. παρὰ τὸ ταίνω ῥῆμα. διπλασιασμὸς γίνεται τι‐ | |
15 | ταίνω. Τελαμών. παρὰ τὸ ταλάσσω, ταλαμών, καὶ τροπῇ τοῦ α εἰς ε, τελαμών. Τέρεν κατὰ δάκρυον εἴβει. παρὰ τὸ θέρω θέρεν καὶ τέρεν, τὸ ὡς τεθρασμένον καὶ διακεχυμένον. | |
20 | Τέρεν. τὸ ἁπαλόν. παρὰ τὸ διακεκῦσθαι, ἢ μὴ | |
20 | τραχὺ εἶναι. οἷον τὸ ὑπὸ θερμότητος δυνάμενον δια‐ χυθῆναι· ὅπερ ἐστὶ ἁπαλόν. οὕτως Ἡρωδιανὸς ἐν Ἐπιμερισμοῖς. Τροία. βιωτικὸν ὄνομα, Τρὼς Τρωὸς, Τρωΐα καὶ Τροία. | |
25 | Τρύγοιπος. ὁ ὑλιστήρ. παρὰ τὸ ἰποῦσθαι τὴν τρύγα. Τέκμωρ. παρὰ τὸ τέκω τέκμωρ, καὶ πλεονασμῷ | |
τοῦ μ, τέκμωρ. | ||
upsilon153(t) | ΑΡΧΗ ΤΟΥ Υ. | |
1 | Ὑπεροπλία. ἀπὸ τῶν ὑπὲρ ἑαυτοὺς ὅπλα φερόντων. Ὑψηχέες ἵπποι. παρὰ τὸ εἰς ψύχος ἔχειν τὴν ἀνα‐ φορὰν, καὶ παρὰ τὸ εἰς ὕψος ἀναφέρειν τὸν ἦχον τῶν ποδῶν. | |
5 | Ὑσμίνη. συγκοπῇ, καὶ πλεονασμῷ τοῦ ς, ὑπομείνη τις οὖσα. χρεία γὰρ ὑπομονῆς τοῖς μαχομένοις. πλεονα‐ σμὸς ἐστὶ τοῦ δ, δυσμίνη καὶ ὑσμίνη, ὡς διωκὴ καὶ | |
ἰωκή. | ||
upsilon154 | Ὑπερφίαλος. τροπῇ τοῦ υ εἰς ι, ὑπερφίαλός τις ὢν, καὶ ὑπερφυής. Ὑπέραι. αἱ ἐξηρτημέναι τοῦ κέρατος σχοῖνοι, παρὰ τὸ ὑπεράνω εἶναι. | |
5 | Ὑβόν. κυφὸν ἐστὶν ἀποβολῇ τοῦ κ, καὶ τροπῇ τοῦ φ εἰς β. Ὑστέρα. ἀπὸ τῆς μήτρας, ἤτοι ἀπὸ τῆς θέσεως, ἢ ἀπὸ τοῦ μὴ εὐθὺς, ἀλλ’ ὕστερον ἀποδιδόναι τὰς ἰδίας | |
ἐνεργείας. | ||
upsilon155 | Ὑπήνη. αἱ ὑποκάτω τοῦ γενείου τρίχες, ἀπὸ τοῦ ὑπεῖναι καὶ ὑποκεῖσθαι τῷ γενείῳ. οἱ δὲ παρὰ τὸ ἴημι, οὗ μέλλων ἤσω, ἤνη καὶ ὑπήνη, παρὰ τὴν ἕσιν τῶν τριχῶν. οὕτω Φιλόξενος. | |
5 | Ὑπώπια. τὰ ὑπὸ τοὺς ὦπας, ὅ ἐστι τοὺς ὀφθαλμοὺς πελιώματα. Ὑπερώα. ὁ οὐρανίσκος. Ὅμηρος· χείλεα μέν τ’ ἐδίῃν’, ὑπερῴην δ’ οὐκ ἐδίῃνε. παρὰ τὸ ὑπ’ αὐτὴν ὁρ‐ μᾶσθαι τὴν τροφήν· ἐρωὴ γὰρ ἡ ὁρμή. ἢ μετενήνε‐ | |
10 | κται ἀπὸ τῶν ὑπερῴων οἰκοδομημάτων καὶ μετεωρισμέ‐ νων ὑπὲρ τὴν ἔραν, τουτέστι τὴν γῆν. ἡ αὐτὴ δὲ ἐτυμολογία καὶ ἐπὶ τοῦ ὑπερῶον. Ὕστερος. συγκοπῇ τῆς πη συλλαβῆς, καὶ πλεονασμῷ τοῦ ς. ὡς γὰρ πρὸ πρότερος, καὶ ὑπὸ ὑπότε‐ | |
15 | ρος, καὶ ὕστερος. ὑπὸ ἑνὸς γὰρ ἑτέρον λέγεταί τις ὕστερος, ὥστε πλεονασμὸν εἶναι τοῦ ς. Ὕσπληξ. ὑπόπληξ. συγκοπῇ καὶ πλεονασμῷ τοῦ ς, ὑπό‐ σπληξ καὶ ὕσπληξ. οἱ δέ τινες παρὰ τὴν ἕσιν καὶ πλῆξιν ἔσπληξ καὶ ὕσπληξ, ἀντίθεσις τοῦ ε εἰς υ, ἀπὸ τοῦ | |
20 | ὑποπλήσσειν τὴν σπάρτον ἀφιεμένην ὑπὸ τῶν δρομέων. Ὑπερώσιος. ἔκτασις τοῦ ο εἰς ω, παρὰ τὸ ὅσιον. Ὕμνος. οἷον ὑπόμονός τις ὢν, καθὸ εἰς ὑπομονὴν καὶ μνήμην ἄγει τὰς τῶν ἐπαινουμένων πράξεις· κεχώρι‐ σται δὲ τῶν ἐγκωμίων καὶ τῶν προσῳδιῶν, καὶ παιά‐ | |
25 | νων, οὐχ ὡς κἀκείνων μὴ ὄντων ὕμνων, ἀλλ’ ὡς γένος ἀπὸ εἴδους. πάντα γὰρ εἰς τοὺς ὑπερέχοντας γραφόμενα, ὕμνους ἀποφαινόμεθα· καὶ ἐπιλέγομεν τὸ εἶδος τῷ γένει, ὕμνος προσῳδιῶν, ὕμνος ἐγκωμίου, ὕμνος παιᾶνος. σημαίνει δὲ τοῖς ἐν ὑπεροχαῖς τὰ | |
30 | γενικὰ καὶ τὰ ἰδικὰ, καὶ τὰ κύρια ὀνόματα· ὥστε μὴ προστιθεμένου τοῦ εἰδικοῦ, ἀπὸ τοῦ γενικοῦ νοεῖ‐ σθαι τὸ ἰδικὸν, ὡς ἐπὶ Ὁμήρου· ποιητὴν γὰρ αὐτὸν | |
ἰδικῶς λέγομεν καὶ θεῖον. ὅταν λέγομεν ἰδίως, | ||
upsilon156 | τὸν ὑπερέχοντα νοοῦμεν ἐκ τοῦ κοινοῦ, διὰ τὴν ὑπερ‐ οχήν· οὕτω καὶ ὕμνον ἰδίως λέγομεν διὰ τὴν σεμνό‐ τητα, καὶ περὶ τῶν ἄλλων, ὕμνων ὄντων. κεχώρι‐ σται δὲ τῶν προσῳδιῶν, καὶ κατὰ τοῦτο ἐστὶ τὰ | |
5 | μὲν προσῴδια, καθὰ καὶ κέκληται, προϊόντες ναοῖς ἢ βωμοῖς πρὸς αὐλὸν ᾖδον· τὸν δὲ ὕμνον πρὸς κιθάραν. οὕτω Δίδυμος ἐν τῷ περὶ Λυρικῶν ποιητῶν. Ὕαλος. παρὰ τὸ ὕειν ἐσχημάτισται, καθ’ ὁμοιότητα τῆς γινομένης συστάσεως καὶ πήξεως τοῦ ὕδατος, ὑάλῳ | |
10 | ὁμοίως. Ἡρακλείδης. Ὑμήν. ὑφήν τις ἐστίν. ἀπὸ τοῦ ὡς ὕφασμα εἶναι, λεπτὸν ὄντα. Ἡρακλείδης. Ὕπουλος. ἀπὸ μεταφορᾶς τῶν τραυμάτων ὑπονεμομέ‐ νων οὕλῳ. λέγεται· ὁ μὴ προφανῶς πονηρός. | |
15 | Ὑδρία. τὸ εἰς ὕδωρ εὔθετον ἀγγεῖον. Ὕλη. παρὰ τὴν ἱλήν. ἡ δὲ ἱλὴ παρὰ τὸ ὕεσθαι καὶ βρέχεσθαι, καὶ ὕλη, ἡ διὰ τοῦ ὑγροῦ αὐξανομένη. Ὕδωρ. παρὰ τὸ ὕω τὸ βρέχω, ὕωρ, καὶ πλεονασμῷ τοῦ δ, ὕδωρ. οὕτως Ἡρωδιανός. | |
20 | Ὑγρόν. ὑδρόν τι ὄν. ὁ δὲ Ἡρωδιανὸς παρὰ τὸν ὕσω μέλλοντα φησὶν ὑρὸς, καὶ πλεονασμῷ τοῦ γ, ὑγρὸς καὶ ὑγρόν. Ὑάδες. παρὰ τὸ ὕσειν. ὑετοῦ γὰρ παρασκευαστικαὶ εἰσὶ δύνουσαι. | |
25 | Ὕπαρ. ὦ ἐστὶ ῥῆμα, δηλοῦν τὸ ὑπάρχω. ἀφ’ οὗ ῥη‐ ματικὸν ὄνομα ἀρ, ὡς θένω θέναρ, ἔβω ἔβαρ καὶ εἶδας, καὶ μετὰ τῆς ὑπὸ προθέσεως, ὕπαρ. Φι‐ λόξενος ἐν τῷ περὶ μονοσυλλάβων ῥημάτων. Ὑποβλήδην. βλῶ ἐστὶ ῥῆμα, οὗ μέλλων βλήσω, βλῆσις | |
30 | ὄνομα, καὶ ἀνάβλησις. ἀπὸ τοῦ βλῶ βλήσω βλήδην ἐπίῤῥημα, καὶ σύνθετον ὑποβλήδην. οὕτω Φιλόξενος. Ὑπερφίαλος. παρὰ τὸ φῶ, οὗ παράγωγον φαίνω. ὁ | |
ὑπερφαίνειν τῶν ἄλλων ἑαυτὸν ἐπιχειρῶν δεῖξαι, ὃ | ||
upsilon157 | ἐστὶν ὑπερήφανος. ἐὰν δὲ παρὰ τὸ φῶ τὸ λέγω, ὁ ὑπὲρ τὴν ἑαυτοῦ δύναμιν λέγων καὶ ἐπαγγελλό‐ μενος. Ὑπηρέσια. κυρίως ἐπὶ τῶν ἐρετῶν, ἐφ’ ὧν καθέζον‐ | |
5 | ται ἐρέττοντες. οὕτως Ἡρηναῖος Ἀττικιστής. Ὑπόδρα. ῥῆμα ἐστὶ δέρκω, ὃ κατὰ συγκοπὴν γίνεται δρῶ τὸ ὁρῶ. καὶ ὑποδρώμενοι εἴρηται ἀντὶ τοῦ ὑφορώ‐ μενοι. καὶ ὡς μίσγω μίγδα, καὶ ἠρεμῶ ἠρέμα, οὕτω καὶ δρῶ δρά, καὶ συνθέτως ὑπόδρα. οὕτω Φιλόξενος | |
10 | ἐν τῷ περὶ μονοσυλλάβων ῥημάτων. Ὑπέρινον. τὸ σφόδρα λεπτόν. ἰνῶ ἐστὶ ῥῆμα τὸ ἐκκε‐ νῶ· ὅθεν ὑπέρινον ἄνδρα λέγουσι τὸν λεπτὸν, καὶ κενὸν σαρκῶν. Φιλόξενος ἐν τῷ περὶ τῆς Ῥωμαίων διαλέκτου. | |
15 | Ὑπερβασία. κυρίως ἐπὶ τῶν ὑπερβαινόντων τοὺς ἰδίους ὅρους. ταὐτὸ δὲ καὶ ἐπὶ τῆς ὑπερηφανίας. δοκοῦσι γὰρ οἱ ὑπερήφανοι ποιεῖν τι ὑπὲρ ἑαυτούς. | |
Ὑπόνοια. ἡ ὑπὸ πρόθεσις ἐντελοῦς διαθέσεως ἔλλειψιν | ||
upsilon158 | δηλοῖ. ὑπονοεῖν οὖν τὸ μὴ τελέως νοεῖν τὸ προκεί‐ μενον. Ὑποκριτής. ἤτοι ἡ ὑπὸ κεῖται ἀντὶ τῆς ἀπὸ, οἷον ἀπο‐ κριτής. τὸ γὰρ, ὑποκρίνονται, ἵν’ εἰδῇς, ἀντὶ τοῦ | |
5 | ἀποκρίνονται. οὕτως Ἀπολλώνιος ἐν τῷ περὶ Προθέ‐ σεως. Ὕψος. παρὰ τὸ ὄπτω τὸ βλέπω ὄψος, καὶ τροπῇ τοῦ ο εἰς υ, ὕψος. ἀφ’ οὗ ἐστὶ τὸ ὁρᾶν πάντα. Ὑπεραέϊ. παρὰ τὸ ἄω ὄνομα ἐστὶ ὑπεραὴς, γενικὴ ὑπερ‐ | |
10 | αοῦς, καὶ ὑπεραέος, καὶ ὑπεραέϊ δοτική. Ὕνις. ἀποβολῇ τοῦ δ, δύνις τις οὖσα, ἐπεὶ κατὰ γῆς δύνει. Ὑγιής. ὁ ἐν ὑγρῷ ὢν καὶ ζῶν, οἷον ὁ ὑγριὴς, καὶ ὑγιής. οὕτως Ἡρωδιανὸς ἐν Ἐπιμερισμοῖς. ἔνθεν | |
15 | διερὸς βροτὸς καὶ ἀλίβας ὁ νεκρός. Ὑπερκύδαντος. παρὰ τὸ κῦδος. οἱ δὲ παρὰ τὸ κυδαίνω. ὑπερκυδήνωντος. συγκοπῇ τοῦ η καὶ ν, ὑπερκύδαντος. | |
οὕτως ὁ αὐτὸς ἐν Ἐπιμερισμοῖς. | ||
phi157(t) | ΑΡΧΗ ΤΟΥ Φ. | |
1 | Φοῖβος. φοιβόϊός τις ὢν, ὁ φοίβοις οἷον χρώμενος, ὅ ἐστι καθαροῖς. ὁ φαόβιός τις ὢν, ἐν ἴσῳ τῷ ἀργυρό‐ τοξος. Φέρτερος. ἀπὸ τῶν ἀχθοφόρων. καὶ ἀφαυρότερος, ὁ τοῦ | |
5 | φέρτερος· οἷον τε ἥττονα φορήτερός τις ὤν. Φύλοπις. τροπῇ τοῦ μ εἰς π. παρὰ τὸ ὁμοῦ τὰ φῦλα ἰέναι. οἷον ἡ ἐκ πολλῶν ἄθροισις. ἀπὸ μεταφορᾶς τῶν φύλων. Φρήτρη. φατρία. πλεονασμῷ τοῦ ρ φρατρία ἐστὶν, ὅτε | |
10 | ἀπὸ ἑνὸς καὶ εὐγενοῦς ἀνδρὸς, ὥσπερ πρώτου, καὶ κατὰ διαδοχὰς ἐπέκτασιν λάβῃ τὰ γένη, τό τε ἐπί τινα ἀναφέρεσθαι, ὡς Ἡρακλεῖδαι, καὶ Ἀχαιμενίδαι παρὰ Πέρσαις, ἀπὸ Ἀχαιμένους. Φάλαγγες. οἷον πάλαγγες. παρὰ τὸ πέλας καὶ ἐγγὺς | |
15 | ἀλλήλων εἶναι. Φέρεκλος ἁρμόζον ὄνομα τέκτονι, οἷον φερέκλονός | |
τις ὤν. οὕτως εὗρον ἐν Ὑπομνήματι τοῦ Ποιητοῦ. | ||
phi158 | Φάρος. οἷον φέρος. τὸ φερόμενον ἱμάτιον. Φύκος. παρὰ τὸ φύεσθαι. ἐστὶ δὲ φυτόν τι θαλάτ‐ τιον. Φαλός. ἀσπιδίσκιόν τι λαμπρόν. παρὰ τὸ φάλιον, ὃ | |
5 | δηλοῖ τὸ λευκὸν, παρὰ τὸ φάος. Φρίσσειν. κυρίως τὸ ἐξορθοῦν τὰς τρίχας, οἷον θρίσ‐ σειν. Φρουρός. ὁ φύλαξ. πρόορός τις ὤν. παρὰ τὸ προορᾶν. Φλύαρος. παρὰ τὸ αὐτό. ὁ ὑπερζέων τοῖς λόγοις. | |
10 | Ὅμηρος· ἀνὰ δ’ ἔφλυε καλὰ ῥέεθρα. ἀντὶ τοῦ ἀνέζεσαν. Φιάλη. κατὰ μετάθεσιν τοῦ π εἰς φ. πιάλη τὶς οὖσα. παρὰ τὸν πίω ἐνεστῶτα. Φάρμας. παρὰ τὸ ἄκος φέρειν, φέρακόν τι ὄν. ἐπὶ | |
15 | δὲ τοῦ κακοποιοῦ, παρὰ τὸ ἄχος, ἀπὸ δὲ τοῦ ἄχους | |
τὴν βλάβην. | ||
phi159 | Φωλεός. κυρίως ὁ σκοτεινὸς τόπος, παρὰ τὸ ἀπολωλέ‐ ναι τὸ φῶς ἐκεῖθεν. Φόρμιγξ. κατὰ μετάθεσιν τοῦ ρ. ἐστὶ γὰρ φόρμιγξ παρὰ τὸ προηγεῖσθαι τῆς οἴμης. | |
5 | Φυτροί. κατὰ μετάθεσιν τοῦ υ εἰς ι. φυτροὶ γάρ τινες εἰσίν. ἀπὸ τοῦ φύεσθαι ἀπ’ αὐτῶν τὰ φυτά. Φθόνος. οἱ μὲν παρὰ τὸ φθονεῖν· οἱ δὲ παρὰ τὸ φό‐ νων αἴτιον εἶναι. εἴγε βάσκανος, παρὰ τὸ τοῖς φάεσι καίνειν, φάσκανός τις ὤν. | |
10 | Φύλλον. φύω, φυαλὸν, καὶ συγκοπῇ καὶ πλεονασμῷ τοῦ λ, φύλλον. Φοξός. φάοξός τις ὢν, ἀπὸ μεταφορᾶς τῶν ἐν αὐτῷ περὶ διεστραμμένων ὀστρακίνων ἀγγείων ἐν τῷ ὡπτᾶσθαι. | |
15 | Φλέγμα. κατὰ ἀντίφρασιν. ἐστὶ γὰρ ψυχρόν. φλέγω φλέξω φλέγμα. τὸ δὲ πικρὸν φλέγμα λέγεται, οἷον χολή. οὐδὲ γὰρ ἀποκριθεῖσα πήγνυται. οὕτω λέγει Σωρανὸς, ἐτυμολογῶν τὸν ἄνθρωπον ὅλον. Φαλακρός. ὁ τὸ ἄκρον ἔχων φαλὸν, ὅ ἐστι λευκόν. φά‐ | |
20 | λιον γὰρ τὸ λευκόν. φῶ τὸ λάμπω, φάω φάσω, φα‐ λὸς καὶ φάλιος. φάε δὲ χρυσόθρονος Ἠώς. Φάη. οἱ ὀφθαλμοὶ, ὅτι δι’ αὐτῶν τὸ φῶς προχεῖται· ἢ ὅτι φωτός εἰσι κριτικοὶ καὶ δεικτικοί. Φολκός. παρὰ τὸ τὰ φάη παρέλκεσθαι, ὃ ἐστὶν ἐν τῇ | |
25 | συνηθείᾳ στραβὸς λεγόμενος. Φιλήτης. ὁ λῃστής. τινὲς κατὰ ἀποβολὴν τοῦ υ παρὰ τὸ ὑφελέσθαι. καὶ φασὶν, ὅτι πολλάκις αἱ λέξεις συμπάσχουσι τῷ σημαινομένῳ. ὡς ἐπὶ τοῦ λιμός. ἔλ‐ λειψιν γὰρ δηλοῖ τροφῆς. διόπερ ἡ λέξις ἐνέλειψε | |
30 | τοῦ ι. ἐκ γὰρ τοῦ λείψω ἔδει ἔχειν τὴν ει δί‐ φθογγον. ἐστὶ δὲ καὶ τῶν τοιούτων ὀνομάτων διὰ δύο μμ γραφομένων κομμὸς, γράφω γραμμός. ἔδει λείψω λειμὸς, κατὰ δὲ ἔλλιψιν λιμός. οἱ δὲ κατ’ ἀντίφρασιν φασὶ φίλος φιλήτης. οὐ γὰρ φίλος ὁ κλέ‐ | |
35 | πτης. εἰ γὰρ ἦν παρὰ τὸ ὑφελέσθαι, καὶ ἀποβολῇ ἐγένετο τοῦ υ, ἔδει διὰ τοῦ ει διφθόγγου γράφεσθαι φειλήτης. Φολίς. παρὰ τὸ λέπω λοπίς, ὑπέρθεσις πολίς, με‐ | |
τάθεσις τοῦ π, φολίς. | ||
phi160 | Φακή. φαηκακή τις ἐστὶν, ἡ βλάπτουσα τὰ φάη, τουτέστι τοὺς ὀφθαλμούς. καὶ ὁ ἰατρικὸς λόγος μαρ‐ τυρεῖ. Φιγμός. σφιγμός τις ἐστὶν, ἀποβολῇ τοῦ ς καὶ τοῦ | |
5 | γ, φιγμός. Φειδωλός τις ἐστὶν, ὁ φεύγων τὸ δοῦναι. οὕτως Ἡρω‐ διανὸς ἐν τῇ Ὀρθογραφίᾳ. Φθείρ. ὁ ἀπὸ φθορᾶς σωματικῆς γενόμενος. παρὰ τὸ φθείρειν. | |
10 | Φρόνησις. ἡ φέρουσα ὄνησιν. φερόνησίς τις οὖσα. Φερνή. φερενή τις οὖσα. ἀπὸ τοῦ ἐπιφέρεσθαι. Φωνή. ἡ φωτίζουσα τῷ λόγῳ τὰ τοῦ νοῦ. Φώς. ὁ ἄνθρωπος, ὁ μόνος τὰ τῆς διανοίας φωτίζων τῷ λόγῳ, ἢ παρὰ τὸ φῶ τὸ λέγω. | |
15 | Φόνος. ἀπὸ τῆς φυσήσεως καὶ τοῦ ἤχου τῶν γινομένων ἐν τῇ χύσει τοῦ αἵματος. Φύσις. ἡ φύουσα ἐν ἅπασι. Φυλή. φύω, φύσω, φυλή. Φαρέτρα. φέρτρα. μετὰ πλεονασμοῦ, καὶ τροπῇ τοῦ ε | |
20 | εἰς α, φαρέτρα. ἐπλεόνασε τὸ ε. φάρτρα γὰρ ὤφει‐ λεν εἶναι ἰσοσυλλάβως τῷ ῥήματι, ὡς μάσσω μακτρὸς, καλύπτω καλύπτρα. οὕτω Φιλόξενος. Φάρος. νῆσος, ἡ πρὸ τῆς Αἰγύπτου. παρὰ τὸ φῶ, οὗ παράγωγον φάω, καὶ φαίνω. παρὰ τὸ προφαίνεσθαι | |
25 | αὐτὴν πρὸ τῆς Αἰγύπτου. Φιλόξενος ἐν τῷ περὶ μονο‐ συλλάβων ῥημάτων. Φάσγανον. φῶ τὸ ἀναιρῶ. τοῦ φῶ παράγωγον φάζω, ὡς βῶ βάζω. τοῦ δὲ φῶ μέλλων φάσω, καὶ ῥηματι‐ κὸν ὄνομα φάσγανον. ὡς λείψω λείψανον. ἢ παρὰ | |
30 | τὴν σπάσιν σπάγανον. ἢ παρὰ τὸ σφάζω σφάγανον, καὶ μεταθέσει τοῦ ς, φάσγανον. Φλιαί. αἱ παραστάδες τῶν θυρῶν. παρὰ τὸ θλίβω, θλίψω, θλιαὶ, καὶ μεταθέσει τοῦ θ εἰς φ, φλιαί. Φρούριον. οὐκ ἀπὸ τοῦ φρουρός· ἦν γὰρ ἂν φρουρεῖον, | |
35 | ὡς ἰατρεῖον διὰ τῆς ει διφθόγγου, ἀλλ’ ἀπὸ τοῦ οὐδε‐ τέρου γέγονεν, προόριον φρούριον. ἡ δὲ μετάθεσις τοῦ π εἰς φ, διὰ τὴν ἐπιφερομένην δασεῖαν τοῦ ὁρῶ. Φρέαρ. παρὰ τὸ φρῶ, ἀφ’ οὗ τὸ εἰσφρῶ. ἀπὸ τοῦ προΐω κατὰ συναλοιφήν. φρῶ οὖν φρέαρ. παραδίδωσι | |
40 | γὰρ καὶ προΐησι τῶν ὑδάτων ῥύμην. | |
phi161 | Φρήν. παρὰ τὸ αὐτὸ ῥῆμα φρῶ· τί γὰρ φρονιμότερον τῆς φρηνός; φρήν. Φράζω. κατὰ τὸ αὐτὸ παράγωγον τοῦ φρῶ. ἀπὸ τοῦ προΐω, φρῶ, φράζω. | |
5 | Φύσκη. τὸ παχὺ ἔντερον εἴρηται ἀπὸ τοῦ πεσησθαι πληρούμενον λίπους καὶ αἵματος. Φρύγανα. τὰ εἰς τὸ φρύγειν καὶ καίειν ἐπιτήδεια. Εἰρη‐ ναῖος οὕτως. Φοίνικες. πόθεν οἱ Φοίνικες ᾤκουν παρὰ τῇ Ἐρυθρᾷ | |
10 | θαλάττῃ. φοινικοῖ γὰρ τὴν χροιὰν ἐκεῖνοι, ἀπὸ τῶν παρακειμένων πετρῶν, πορφυρῶν οὐσῶν. Φενίνδα. ἡ παιδιὰ διὰ σφαίρας, ὅταν αὐτὴν εἷς ἑνὶ δείξας, εἶτα λάθρα ῥίψῃ, καὶ ἐστὶ φαινακίνδα, καὶ συγκοπῇ φαινίνδα. ἀπὸ τοῦ φενακίζειν, ὅ ἐστι ἀπα‐ | |
15 | τᾶν. οὕτω Βησαντῖνος. Φώρ. ὁ λῃστής. παρὰ τὸ φέρω φὲρ ἐστὶ καὶ φὼρ, μεταθέσει τοῦ ε εἰς ω, ὁ τὰ ἀλλότρια φέρων. Φοῖνιξ. παρώνυμον. παρὰ τὸ φονὸν, δηλοῦν τὸ πυ‐ ρόν. φοινὸς, φοῖνιξ. | |
20 | Φάρυγξ. ὁμοίως παρὰ τὸ φέρω. δι’ ἧς φέρεται τὸ πνεῦ‐ μα, καὶ ἐστὶ παρώνυμον φέρω φόρος καὶ φάρος, καὶ παρωνύμως φάρυγξ. Φρίκη καὶ φρίξ. παρὰ τὸ φρίσσω, οὗ μέλλων φρίξω, ἀφ’ οὗ φρίκη, καὶ τοῦ φρίξω ἀποβολῇ τοῦ ω, φρίξ. | |
25 | ὡς ἁρπάζω ἁρπάζω, ἅρπαξ. | |
phi162 | Φορμός. ἀπὸ τοῦ φέρω. Φρόνιμος. φρῶ ἐστὶ ῥῆμα, ἀφ’ οὗ ὄνομα φρὼν, οὗ πα‐ ράγωγον φρονέω, φραίνω καὶ εὐφραίνω. ἀπὸ δὲ τοῦ φρῶ ἡ φρήν. παρὰ τὸ ἴω καὶ προΐω, συναλοιφῇ φρῶ. | |
5 | καὶ φρὴν, ἐφ’ ἧς προΐεται τὰ βουλεύματα, καὶ αἱ γνῶμαι. ὁ οὖν φρὼν ὄνομα, γενικὴ ἔχει φρονὸς, οὗ παράγωγον φρόνιμος. Φλέω. ἐστὶ ῥῆμα, ὅπερ καὶ φλύω εἴρηται, ὡς ῥέω ῥύω, ξέω ξύω. παρὰ τὸ φλέω ἐστὶ τὸ φλύω. | |
10 | Φόρτος. παρὰ τὸ φέρω, τροπῇ. τοῦ ε εἰς ο, φέρτος καὶ φόρτος. Φθέγγεσθαι. πλεονασμῷ τοῦ θ. φέγγεσθαι γὰρ ἐστὶ παρὰ τὸ φέγγος, ὅ ἐστι τὸ φῶς. εἴρηται οὖν παρὰ τὸ εἰς φῶς ἄγειν τὰ τοῦ νοῦ κινήματα. | |
15 | Φωριαμός. ἡ κιβωτός. παρὰ τὰ φάρη. ἡ τῶν φαρῶν δεκτική. Φάτνη. παρὰ τὸ φάγω φάγνη, καὶ τροπῇ τοῦ γ εἰς τ, φάτνη. οὕτως Ἡρωδιανὸς ἐν τῷ Συμποσίῳ. δύναται | |
20 | δὲ καὶ παρὰ τὸ πατῶ τὸ ἐσθίω. ὅτι δὲ πατῶ ἐπὶ τοῦ ἐσθίω κεῖται, τίθησι τοῦτο καὶ Καλλίμαχος λέγων· ὁ δὴ μήκωνα πατεῖται. πάτνη οὖν, καὶ τροπῇ τοῦ π εἰς φ, φάτνη. Φοινός. παρὰ τὸ φόνον. φονὸς ἐστὶ ὀξυτόνως, καὶ | |
25 | πλεονασμῷ τοῦ ι, φοινός. | |
chi161(t) | ΑΡΧΗ ΤΟΥ Χ. | |
1 | Χόρτος. αὐλῆς ἐν χόρτῳ. τὸ χωρίον. οὐ μόνον τὸ ἄθροισμα δηλοῖ. δύναται οὖν ὁ χορὸς πλεονασμῷ τοῦ τ, χόρτος. τὸ χώρημα δύναται, καὶ ὁ χῶρος κατὰ συστολὴν, καὶ πλεονασμὸν τοῦ τ, χόρτος. λείηναν δὲ | |
5 | χορόν. τὸν τόπον, καὶ τὸ χώρημα. Χείρων. κυρίως ὁ κατὰ χειρὸς ἥττων. Χείρων. ὁ Κένταυρος. ἀπὸ τῆς διὰ χειρῶν θεραπείας τῆς ἐν ταῖς χειρουργίαις, καὶ ῥιζοτομίαις. Χαράδραι. παρὰ τὰς ῥήξεις τὰς ἀπὸ τῶν φερομένων | |
10 | ὑδάτων, ἢ δι’ ὧν χωρεῖ τὸ τῶν ὄμβρων ὕδωρ. | |
Χαίτη. κυρίως ἡ ἐκτεταμένη θρίξ. παρὰ τὸ κεχύσθαι. | ||
chi162 | Χάρμη. ἡ μάχη, κατ’ εὐφημισμόν. Χώσασθαι. παρὰ τὸ κεχύσθαι τὴν ψυχήν. Χέρειες καὶ χείρονες. οἱ διὰ τῶν χειρῶν πορίζοντες, ὡς καὶ οἱ χερνῆται. | |
5 | Χαλίφρων. κυρίως ὁ μέθῃ ἀφραίνων. χάλις γὰρ ὁ ἄκρατος. παρὰ τὸ χαλᾶν καὶ ἀνιέναι ἀραρυίας τὰς φρένας. Χαῦνος. παρὰ τὸ χαίνω, χανὸς καὶ χαῦνος, ὡς φαίνω φανός. | |
10 | Χθές. ἀποβολῇ τοῦ ε. ἡ γὰρ ἐχθέσασα ἡμέρα καὶ | |
ἐκτὸς γενομένη οὕτως εἴρηται, χθές. | ||
chi163 | Χείρ. ἀφαίρεσις τοῦ ε, παρὰ τὸ ἔχειν, ἐχεὶρ καὶ χείρ. Χυλός. παρὰ τὴν χύσιν. διαφέρει δὲ χυλὸς καὶ χυμὸς, καὶ ἄμφω μὲν ὑγρά. ἀλλὰ τὸ μὲν ἐν πέψει καὶ ἐν | |
5 | αἰσθήσει γεγονός, χυμός. ἐστὶ γὰρ χυμὸς γλυκὺς καὶ πικρός. τὸ ἄπεπτον καὶ ἀνέψητον, πεφθῆναι δὲ δυνάμενον· ὡς τὴν ἐν πόαις καὶ ὀπώραις ὑγρὰν οὐ‐ σίαν. χυλὸς καὶ τοῦ βίου μαρτυροῦντος. τὸ μὲν γὰρ καλῶς ἑφθὸν σύγχυμον καλεῖται, τὸ δὲ ἀνέψητον, | |
10 | ἀσύγχυμον. Χιτών. παρὰ τὸ κεχύσθαι τῷ σώματι. Χορδή. τὸ ἔντερον, διὰ τὸ χωρεῖν δι’ αὐτοῦ τὴν ἐδωδήν. ὁμονύμως δὲ λέγεται ἡ νευρὰ τῶν ὀργάνων χορδὴ, διὰ τὸ ἐκ τῶν ὀργάνων γίνεσθαι. | |
15 | Χαλινά. τὰ ὑποκάτω τῶν γνάθων, οἷον χαιλινά τινα ὄντα, ὅτι χαίνονται δι’ αὐτῶν, ἡ ἔκθεσις γίνεται. Σωρανὸς οὕτως. Χείλη. τὰ θυροῦντα τὸ στόμα, καὶ οἷον ἐχίλη, τὰ καλύπτοντα καὶ συνέχοντα τοὺς ὀδόντας· ἢ ἀπὸ τοῦ δι’ | |
20 | αὐτῶν τὸν χιλὸν, τουτέστι τὴν τροφὴν λαμβάνειν· ἢ ἀπὸ τοῦ αὐτὰ κεχύσθαι καὶ μαλακὰ. ἢ παρὰ τὸ ἕλκειν τὸ κεχυμένον ποτόν. Χεῖρες. ἀπὸ τῆς χρήσεως, ὡσανεὶ χρήσιες οὖσαι, ἢ χρεῖαι. οὐδεμία γὰρ τέχνη προκόπτει δίχα χειρῶν. | |
25 | Ὀρφεύς· χειρῶν ὀλλυμένων ἐῤῥὲν πολυεργὸς Ἀθήνη. ἢ χειαί τινες εἰσὶν, οἷον χωρητική. ὡς δὲ Ἀπολ‐ λόδωρος, ἀπὸ τοῦ διϊστᾶν τοὺς δακτύλους, καὶ διέχειν. καὶ χηραμὸς, ἡ κεχηνυῖα. Χολάδες. ἀπὸ τῆς χύσεως· ἢ διὰ τὸ κατὰ φύσιν δέχε‐ | |
30 | σθαι τὸ χολῶδες ἀπὸ τοῦ ἥπατος. οὕτω Σωρανός. Χορίον. τὸ ἐπὶ τὸ ἔμβρυον, ὡς χορεῖον αὐτοῦ ὂν, τὸ χορηγὸν τῶν διατρεφόντων. Χέδροψ. κατὰ συγκοπήν. χέδροπα γὰρ, τὰ τῇ χειρὶ ἀνασπώμενα. τὰ γὰρ ὄσπρια αἰθερίζεται. | |
35 | Χαμαί. παρὰ τὴν χθόνα. ὅθεν, αὐτὴ δὲ χθα‐ | |
μαλή. ἡ δὲ χθὼν, πλεονάζει τὸ θ. χῶ γὰρ | ||
chi164 | ἐστὶ, τὸ χωρῶ. χαμαλὴ οὖν ἐστὶ, καὶ τὸ χαμαὶ οὖν ἐντεῦθεν. Χρῆμα. κυρίως τὸ διὰ χειρὸς ἔργον, οἷον χέρημα. Χωλός. τροπῇ τοῦ κ εἰς χ. κολοὺς γὰρ ἐκάλουν τοὺς | |
5 | ἀποβεβληκότας τὰ κέρατα. κολὸς οὖν καὶ χολὸς, ὃς τὸ κῶλον βέβλαπται. Χαίρειν. ὅτε λέγει τὶς, χαίρειν σοι λέγω· ἤτοι κατὰ εὐφημισμὸν, ἀντὶ τοῦ πόῤῥωθέν σε ἀσπάζομαι, οἷον οὐ προσποιοῦμαι ὅτι πάρει. | |
10 | Χάλαζα. παρὰ τὸ χαλᾶσθαι ἄνωθεν. Χθών. ἤτοι παρὰ τὸ ἡ κεχυμένη γῆ. Χώρα. ἡ κεχυμένη γῆ· ἡ παρὰ τὸ χῶ τὸ χωρῶ. Χελώνη. κατὰ στέρησιν τοῦ κέλλειν, ὅ ἐστι κινεῖσθαι. τὸ γὰρ ν στερητικόν. νωθὲς δὲ τὸ ζῶον. | |
15 | Χώνη. χοάνη τις ἐστὶ, δι’ ἧς χεῖται τὰ ὑγρά. Χοῖνιξ. παρὰ τὴν χώρησιν. Χεῦμα. παρὰ τὸ ἐκχεῖσθαι. Χρέος. παρὰ τὸ χρέω, τὸ δηλοῦν τὸ ἐνδεῖν. οὕτως Ἀπολλώνιος ἐν τῷ περὶ Ἐπιῤῥημάτων. | |
20 | Χαίρω. παρὰ τὸ χέω, οὗ συναλοιφὴ χῶ, καὶ παράγω‐ γον χαίρω. τὸ διακεχυμένην καὶ ἡδομένην ἔχειν τὴν ψυχήν. Χάσμα. παρὰ τὸ χῶ, οὗ παράγωγον χάζω, ὁ μέλλων χάσω, κέχασμαι, χάσμα. | |
25 | Χαός. χῶ, χείω, χαός· ὡς δαίω τὸ καίω, δαός, ἡ λαμπάς. δηλοῖ δὲ τὸ χαὸς τὸ μέγα καὶ ἀπέραντον χώρημα. Χηλός. τὸ κιβώτιον. χῶ, χήσω, χηλὸς, ὡς παρὰ τὸ βῶ βήσω βηλός. χηλὸς δὲ, ἡ χωροῦσα ἕκαστον τῶν | |
30 | ἐντιθεμένων. Χηραμός. ὁμοίως παρὰ τὸ χῶ τὸ χωρῶ. χῶ χήσω, χῆρος ὁ ἔρεμος, ὁ χωρεῖν δυνάμενος διὰ τὸ κενὸν εἶναι. χῆρος οὖν, καὶ παρώνυμον χηραμός. Χεὰ καὶ Χειά. ὁ φωλεός. παρὰ τὸ χέω, οὗ μέλλων | |
35 | μετὰ περισσοῦ τοῦ ι, χείσω. δηλοῖ δὲ τὸν χωρεῖν δυ‐ | |
νάμενον τόπον· οὕτω Φιλόξενος. Ὅμηρος· ὡς δ’ | ||
chi165 | ὡς ἀμφοτέρους ὅδε χείσεται. καὶ μετὰ περισσοῦ τοῦ ο. Καλλίμαχος· οἱ δ’ ὥστε ἐξ ὀχεῆς σοφί‐ σαι ὅλως αὐχένα ἀναύχην. Χῶρος. παρὰ τὸ χῶ τὸ χωρῶ. Φιλόξενος οὕτως. | |
5 | Χορός. παρὰ τὸ χῶ τὸ χωρεῖν. ἐπὶ τοῦ τόπου. Ὅμη‐ ρος· λείηναν δὲ χορόν. καὶ μετωνυμικῶς ἐπὶ τῶν συνελθόντων εἴρηται χορὸς, ἀπὸ τοῦ περιέχοντος τὸ περιεχόμενον. Χάρτης. περὶ τὸ χῶ, οὗ μέλλων χήσω. ὥσπερ τὸ | |
10 | χῶ διαχέομαι παράγωγον ποιεῖ καὶ τὸ χαίρω· οὕτω καὶ τὸ χῶ ἐπὶ τοῦ χωρῶ παράγωγον ποιεῖ τὸ χωρῶ οὐκεὶ τοῦ σημαινομένου τοῦ χωρεῖν. παρὰ δὲ αὐτὸ τὸ χαίρω χάρτης, χωρητικὴ οὖσα τῶν ἐγγραφομένων. Φιλόξενος ἐν τῷ περὶ μονοσυλλάβων ῥημάτων. | |
15 | Χάρων. παρὰ τὸν χήσω μέλλοντα, δηλοῦντα τὸ χωρῶ. οὕτω Φιλόξενος. Χῆτος. οὕτως οὐδετέρως τὸ δηλοῦν τὴν ἔνδειαν. ὁμοίως παρὰ τὸ χήσω μέλλοντα. παρὰ δὲ τὸ χῆτος, χρῆμα χητίζω, καὶ χατίζω, ὡς θέρος θερίζω, ἀγαθὸς | |
20 | ἀγαθίζω, ἐξανθίζω. Φιλόξενος. Χορτάσαι. παρὰ τὸν χόρτον τὸν παραβαλλόμενον τοῖς ὑποζυγίοις. ἢ ὅτι πρὸ τῆς εὑρέσεως τῶν ἡμέρων τροφῶν χόρτοις ἐκέχρηντο. Χείμεθλα. παρὰ τὸ χέω καὶ χεῖμα. ἐν γὰρ τοῖς χει‐ | |
25 | μῶσι τοῦτο συμβαίνει. Χωρίς. παρὰ τὸ χωρίσω ῥῆμα, ἀποβολῇ τοῦ ω τὸ ἐπίῤ‐ ῥημα ἐγίνετο. | |
Χηρωστής. παρὰ τὸ χηρῶ, ῥῆμα τρίτης συζυγίας. χῆ‐ | ||
chi166 | ρος χηρῶ. χηρωσταὶ δὲ οἱ τοῦ χήρου καὶ ἐρήμου συγ‐ γενῶν οἴκοι κληρονόμοι. Χαλεπαίνω. παρὰ τὸ χαλέπτω ῥῆμα, ἀφ’ οὗ παράγω‐ γον χαλεπαίνω. | |
5 | Χερείων. συγκριτικὸν τοῦ χέρειος. ὅπερ παρῆκται ἀπὸ τῆς χειρὸς, ὅθεν χερειότερος. παρὰ τὸ χέρειος συγκρι‐ τικὸς εἰς ω χερείων, ὡς πλεῖος πλείων. πλεῖος δόμος. καὶ μεῖος μείων, ῥᾷος ῥᾴων. τοῦ δὲ χερείονος δοτικὴ χερείονι, συγκοπῇ χέρειϊ, ὅπερ διὰ τὴν κακοφωνίαν | |
10 | χέρηϊ φησί. χέρειος εἴρηται ὁ διὰ χειρῶν ἥσσων, αἷς ὁ ἄνθρωπος τῶν ἄλλων ζώων διαφέρει τεχνάσα‐ σθαι δυνάμενος. ὅτε δὲ οὐκ ἦν κακοφωνία, ἐτέρησε τὴν ει δίφθογγον· γείνατο ἰοχέρεια μάχη. Χαράδρα. παρὰ τὸ χαράσσω, ὡς ἕξω ἕδρα. τὰ γὰρ | |
15 | δύο σς καὶ τὸ ζ τῆς αὐτῆς συζυγίας ἐστί. Χίμαιρα. ἡ ἐν χειμῶνι τεχθεῖσα, οἷον ἡ ἕνα χειμῶνα ἔχουσα. Χερμάδιον. πλεονασμῷ τοῦ μ, χεράδιον καὶ χερμάδιον, | |
20 | τὸ πληροῦν τὴν χεῖρα. Χλαῖνα. παρὰ τὸ χλιαίνειν, ὅ ἐστι θερμαίνειν. Ἡρω‐ διανὸς ἐν Ἐπιμερισμοῖς. Χρώς. χροῦς ἐστίν. ὅθεν τὸ χρόος· πάντες δ’ ἐν χροῒ πῆχθεν. καὶ μεταβολῇ τῆς ου εἰς ω, χρὼς, ὡς | |
25 | βοῦς βῶς παρὰ Δωριεῦσι. Χηλή. ὑπὸ τῶν διονύχων ζώων· σχηλή τις οὖσα. παρὰ τὸ διεσχίσθαι, ὥσπερ ὁπλὴ, ἀντὶ τοῦ ἁπλῇ. | |
Χαραδριός. ὁ ἡδόμενος ταῖς χαράδριαις. | ||
psi165(t) | ΑΡΧΗ ΤΟΥ Ψ. | |
1 | Ψάμμος. ἡ παραθαλαττία ἄμμος. παρὰ τὸ ψαύεσθαι ὑπὸ θαλάσσης. | |
Ψιάδες. πασιάδες τινὲς οὖσαι. παρὰ τὸ πάσσειν. | ||
psi166 | οὕτως ἐν Ὑπομνήματι τῆς Ἰάδος εὗρον. ὁ δὲ Ἡρω‐ διανὸς ἐν τῷ περὶ Παθῶν φησί· ψακάδες, ψαάδες, | |
ψιάδες, κατὰ ἀποβολὴν καὶ μετάθεσιν. ὁ δὲ Φι‐ | ||
psi167 | λόξενος φησὶν, ὅτι ψῶ, καὶ παράγωγον ψαύω, καὶ ψίω, ἀφ’ οὗ ψιάς. ἡ καταλεπτὸν τοῦ ὕδατος ἔκ‐ δοσις. ὡς λάμπω λαμπὰς, ἰάλλω ἰλλάς· ἰλλάσιν οὐκ ἐθέλοντα βίῃ δήσαντες ἄγουσιν. ψῶ δὲ ῥῆμα, | |
5 | ὅθεν τὸ ψᾶν. οὕτως ἐν τῷ περὶ μονοσυλλάβων ῥημά‐ των Φιλόξενος. Ψύχος. ὅ ἐστι πνεῦμα. Ὅμηρος· ψύχεος ἱμείρων, ἀντὶ τοῦ πνεύματος. ὅθεν ἐκοιμᾶτο ὁ Ἐλπήνωρ ἐν τῷ ὑπερώῳ· καὶ ἐν Ἰλιάδι φησί· ἦκα μάλα ψύξασα, | |
10 | ἀντὶ τοῦ φυσήσασα. πνεῦμα δὲ καὶ ἡ ψυχὴ, τὸ πνεῖν ἡμῖν παρέχουσα. Ψωλίς. παρὰ τὸ ἐμφυσᾶσθαι κατὰ τὴν ὄρεξιν τῶν ἀφροδισίων, καὶ φύσει φυσῶδες ἐστί. οὕτω Σω‐ ρανός. | |
15 | Ψυχρός. ψύχος ψυχρός. οὕτως ἐν τῇ Ὀρθογραφίᾳ Ἡρωδιανός. Ψωμοί. παρὰ τὸ ψήχεσθαι ὑπὸ τῶν ὀδόντων καὶ τρί‐ βεσθαι, καὶ τὰ ψιχία ὁμοίως. ὁ δὲ Ἡρωδιανὸς ἐν | |
20 | τῷ Συμποσίῳ, παρὰ τὸ ψαύω. δηλοῖ γὰρ τοῦ ἐκ τελοῦς ἄρτου τὸ ἐλάχιστον φησί. Ψιλός. παρὰ τὸ ψῶ, καὶ κατὰ ψῶ. οὗ πᾶν ὅ, τιοῦν ἀπαιτεῖται καὶ ἀφῄρηται. | |
Ψώρα. παρὰ τὸ ψῶ ὁμοίως, οὗ παράγωγον ψαύω. | ||
psi168 | ἐπειδὴ ἐν τῷ πάθει ἀνεχόμενοι περιέχουσιν ὁρμὴν ἐπὶ τὸ ψαύειν τε καὶ κνήθειν τὰ πεπονθότα τὰ αὐτῶν μέρη. Ψεδνός. παρὰ τὸ ψῶ, οὗ μέλλων ψήσω, ῥηματικὸν | |
5 | ὄνομα ψεδνὸς, ὁ μαδαρὸς, παρὰ τὸ ἀπεψῆσθαι. οὕτω Φιλόξενος. ὁ δὲ Ἡρωδιανὸς ἐν τῷ Συμποσίῳ φησὶν, ὅτι δηλοῖ τὸ φῶ, τὸ εἰς ἐλάχιστον καὶ μικρὸν ἐκ τινὸς οὐσίας μέρος καθιστάμενον. Ψηνὸς ὁ φαλακρὸς εἴρηται. Σιμωνίδης. παρὰ τὸ ψῶ, | |
10 | ψήσω, ψηνός. Ψύη. οὕτως διὰ τὸ υ παρὰ τὸ ψαύω. ψύη, ἡ ἐπι‐ ψαύουσα σὰρξ, καὶ ἐπιπολλοῖς οὖσα τοῖς ὀστέοις. οὕτως Εἰρηναῖος ἐν τῷ περὶ τῆς Ἀλεξανδρέων διαλέ‐ κτου. ἀποβολῇ τοῦ ε, καὶ τροπῇ τοῦ δ εἰς θ. | |
15 | ψάδος, ψύδος, ψύθος. Ψάλλειν. ἐπὶ τῶν χορδῶν, παρὰ τὸ ψῶ, οὗ παράγω‐ γον ψαύω καὶ ψάλλω. παρὰ τὸ διὰ δακτύλων ἐφά‐ πτεσθαι αὐτῶν. οὕτως Ἡρωδιανὸς ἐν τῷ Συμποσίῳ. | |
20 | Ψιάς. παρὰ τὸ ψίσω τὸ ποτίζω. ὁ δὲ Ἡρωδιανὸς φησί· τὸ ψείω σημαίνει τὸ ἐλατοῦν τὴν οὐσίαν οὗ‐ τινοσοῦν ὑποκειμένου. τοιοῦτον καὶ τὸ ψαύω. τα. Ἀπολλόδωρος μὲν ἀπὸ τοῦ δέχεσθαι τὴν ὄσσαν | |
φησίν. οὕτως ἐν τῷ ς τῆς καθολικῆς Προσῳδίας. | ||
omega169(t) | ΑΡΧΗ ΤΟΥ Ω. | |
1 | Ὦρες. αἱ γυναῖκες. Ὅμηρος· ἀμυνέμεναι ὤρεσσι. ἀπὸ τοῦ ὀαρίζειν, ἢ συναρηρέναι ῥεσσία. ἔνθεν καὶ συνωρίς· παρὰ τὸ συνηρμόσθαι. ἐστὶ δὲ ὄαρ, καὶ ὑπέρθεσις ἄορ, συναλοιφὴ ὦρ. | |
5 | Ὤπυεν. ὡμίλει ἐν τῇ συνουσίᾳ. ἀπὸ τῆς ὀπὸς, ἢ παρὰ τὸ ἕπεσθαι ἀνδρί. ἡ τροπὴ τοῦ μ εἰς π ὤμυεν, παρὰ τὸ ὁμοῦ ἰέναι. Ὤρος. ὁ ἐνιαυτός. παρὰ τὸ τὰς ὥρας, ὅ ἐστι τὰς τροπὰς, ἃς περιέχει. | |
10 | Ὠδύσσατο. ὠργίσθαι. παρὰ τὴν ὀδύνην· ἥ ἐστι παρὰ τὸ ἔδω. οἱ γὰρ χολούμενοι πρότερον ἑαυτοὺς ὀδυνώμενοι κατεσθίουσι. Ὠρακίω. παρὰ τὸ αἰκίζεσθαι τὴν ὥραν, τουτέστι τὴν μορφήν. ἀπὸ τοῦ ὠχριᾶν. σημαίνει δὲ τὸ | |
15 | λειποψυχεῖν. Ὠμόν. τὸ μὴ μεταβαλλόμενον ἐς πέψιν. ὡς καὶ τὴν ἔξω τροφὴν ὠμὴν λέγομεν, οὔτε ἑψημένην, οὔτε ὠπτη‐ μένην, ἢ ὡς Φιλόξενος τὸ ὠμὸν εἰρῆσθαι φησὶ τὸ ἐν ταυτότητι μένον, παρὰ τὸ ὦ τὸ ὑπάρχω, οἷον τὸ ἐν | |
20 | ταυτότητι ὑπάρχον καὶ μὴ μεταβληθέν. Ὠλέναι. αἱ χεῖρες. ἀπὸ τοῦ δι’ αὐτῶν ὁλοῦσθαι τὰς πράξεις, τουτέστι, πληροῦσθαι. οὕτω Σω‐ ρανός. Ὦπες. οἷον ὀπαί τινες οὖσαι τῆς ψυχῆς θεωρηταί. | |
25 | σώζεται δὲ ἐν συνθέτοις καὶ νῦν παρὰ τῷ βίῳ τὸ | |
ὄνομα. ὑπώπια γὰρ λέγεται τὰ ὑπὸ τοὺς ὀφθαλμοὺς | ||
omega170 | πελιώματα. ὡς δέ τινες, ὦπες, ὅτι ὀπῇ καὶ τρήματι ἐοίκασι. Σωρανός. Ὦτα. Ἀπολλόδωρος μὲν, ἀπὸ τοῦ δέχεσθαι τὴν ὄσ‐ σαν· οἱ δὲ, δι’ ὧν ὠθεῖται ἡ φωνή· οἱ δὲ, κατὰ με‐ | |
5 | τάθεσιν τοῦ π εἰς τ. ὠπά τινα ὄντα, παρὰ τὸ ὀπὰς ἔχειν· ἢ παρὰ τὸ δέχεσθαι τὴν ὄπα, ὅ ἐστι φωνήν. Ἡρακλείδης. Ὦχρος. χροῦς, χρὸς, ἄχροος. ἐστὶ δὲ ὁ κακόχρους ὑπέρθεσιν τοῦ ο, ἄοχρος. συναλοιφῇ τοῦ ο καὶ α | |
10 | εἰς ω, ὦχρος. Ὥρα. ἡ τροπὴ, παρὰ τὸ ὡρεῖν καὶ φυλάττειν τετα‐ γμένως τὸν ἴδιον καιρόν. Ὦμος. παρὰ τὸ ὦ τὸ ὑπαρκτικόν. ὁ ὑπομένων τὰ βάρη ἰσχυρῶς. καὶ παρὰ τὸν οἴσω μέλλοντα. ὑφ’ οὗ φέ‐ | |
15 | ρεται τὰ βάρη καὶ τὰ φορτία. οἴσω οἶμος, καὶ τροπῇ τῆς οι εἰς ω, ὦμος. ὡς ἐκ τοῦ ἐναντίου ἀγκὼν ἀγκώ‐ νη ἔδει λέγεσθαι, καὶ τροπῇ τοῦ ω εἰς οι, ἀγκοίνη. τοιοῦτον ἐστὶ καὶ τὸ θοίνη. θῶ τὸ τρέφω, ὁ μέλλων θώσω, θώνη ἔδει, καὶ λέγεται θοίνη. | |
20 | Ὦταν. ἐτὴς ἐστὶν ὁ ἀληθινὸς φίλος. παρὰ τὸ ἐτεὸν, παρώνυμον ἐτὴν, καὶ ἐτὰν μεταθέσει τοῦ η εἰς α, ὡς Ἑρμῆς Ἑρμᾶν. ἐτὴν δηλοῦν τὸν συνήθη. ἐθὴς οὖν ἐστὶ, καὶ μεταθέσει τοῦ θ εἰς τ, ἐτὴς καὶ ἐτὰν, Ἑρμῆς καὶ Ἑρμᾶν. οἱ δὲ βούλονται συναλοιφὴν | |
25 | τοῦ ὦ ἐτὰν καὶ ὦταν. Ὡρολογεῖον. λέγειν τὸ μετρεῖν. ὡρολογεῖον οὖν, ἐν ᾧ τὰς ὥρας μετροῦμεν. οὕτως Ἀπολλώνιος ἐν Γλώσσαις | |
Ἡροδότου. | ||
omega171 | Ὦλκα. ἰεμένω κατὰ ὦλκα. παρὰ τὸν ἔλξω μέλ‐ λοντα, τροπῇ τοῦ ε εἰς ο, ὄλξ, καὶ ἐπεκτάσει τοῦ ο εἰς ω ὤλξ. Ὤμοι. φεῦ μοι. παρὰ τὸ οἴμοι σχετλιαστικὸν ἐπίῤῥη‐ | |
5 | μα, τροπῇ τοῦ ο εἰς ω· οἴμοι, ὤμοι. οὐ γὰρ, ὡς τινὲς, ὦ ἐμοὶ, καὶ συναλοιφῇ ὤμοι. πῶς γὰρ τῇ δο‐ | |
τικῇ ἐπεφέρετο εὐθεῖα, ὤμοι ἐγώ. | ||
omega172 | Ὠμηστής. παρὰ τὸ ἔδω, ὄνομα ῥηματικὸν ἐτὴς, ὠμι‐ στὴς, καὶ τροπῇ τοῦ ι εἰς η, ὠμηστής. Ὥρα. παρὰ τὸ ὁρίζειν, ὅρα καὶ ὥρα. παρὰ τὸ ὁρί‐ ζειν τὰ μέρη τῆς ἡμέρας καὶ τῆς νυκτός. | |
5 | Τέλος τῶν Ἐτυμολογιῶν Ὠρίωνος Θηβαίου Γραμματικοῦ | |
Καισαρείας. |