TLG 2589 002 :: OLYMPIODORUS :: De arte sacra (appendices e codd. Venet. Marc. 299 + Paris. B.N. gr. 2250)

OLYMPIODORUS Alchem., fiq Olympiodorus Phil.
(A.D. 5/6?)

Cf. et OLYMPIODORUS Phil. (4019)

De arte sacra (appendices e codd. Venet. Marc. 299 + Paris. B.N. gr. 2250)

Source: Berthelot, M., Ruelle, C.É. (eds.), Collection des anciens alchimistes grecs, vol. 2. Paris: Steinheil, 1888 (repr. London: Holland Press, 1963): 104–106.

  • Appendix 1 (e cod. Venet. Marc. 299, fol. 1r): pp. 104–105
  • Appendix 2 (e cod. Paris. B.N. gr. 2250, semifol. 1): pp. 105–106
  • Appendix 3 (e cod. Paris. B.N. gr. 2250, semifol. 1): p. 106

Citation: Volume — page — (line)

9tAPPENDICE I
17 Λαβὼν τὴν ἀπομένουσαν ξηρὰν καὶ μελανουμένην τρυγέαν, λεύκανον οὕτως ... Ἔστω σοί τινι προκατεσκευασμένον τὸ δι’ ἀσβέστου ὕδωρ, ἤτοι διατεταγμένον διὰ σποδοῦ ἀλαβαστρίνου ὡσεὶ σαπουναρικῇ στακτῇ.
20Ἐπίβαλε τήν τε ἐν τούτῳ καὶ πλῦνον αὐτὰ καλῶς ἕως οὗ μελάνωσις τῷ ὕδατι γένηται· καὶ ἠθοῦ· κατάγγιζε τὸ ὕδωρ ἀπ’ αὐτοῦ. Ἕτερον· ἐπίβαλον καὶ, εἰ βούλει, προκαταχώσας ἡμέρας τινὰς, ἠθοῦ τὸ ἀγ‐
γεῖον· πλῦνον ὁμοίως κατὰ τὴν προδηλωθεῖσαν τάξιν. Εἶτα καταγγίσας104

2

.

105

αὖθις, τὸ μελανίζον γὰρ ὕδωρ ἐπὶ τὸ ἄλλο μέρος συνεπίβαλε. Εἶτα χώσας τοσαύτας ἡμέρας, ἠθοῦ τος ἀνῖγε (?), καὶ πλῦνον. Καὶ τοῦτο ποιῶν ἀναλίσκεται ἡ μελάνωσις δι’ ἐπιφανείας, καὶ λευκόχροος γίνεται. Τὰ δὲ προσμελανισθέντα ὕδατα ἔμβαλε ἐν σκεύει τινὶ ὑελίνῳ, καὶ περιπη‐
5λώσας, ξηράνας κατάχωσον ἡμέρας τινάς. Καὶ ὡς ἰὸν γενόμενον, ἄνιγε (?) δι’ ὀργάνου μασθωτοῦ· καὶ λευκὸν πάλιν γίνεται. Ταῦτα οὕτως προσ‐ λευκάνας καθὰ προλέλεκται, ξήρανον καὶ βάλε ἐν ἰγδίῳ· ἐπίβαλε αὐ‐ τοῖς ἐκ τὸν προητημασμένον (?) λευκὸν ὕδωρ· κατ’ ὀλίγον [ὀλίγον] ἐπί‐ βαλε καὶ τρίβε, ἄχρις ἂν καλῶς προπλυθῇ καὶ κτήσηται 〈ἐν〉 καιρῷ
10σύστασιν τε καὶ μορφήν. Καὶ ξηράνας τοῦτο, βάλε ἐν βικίῳ ὑελίνῳ, καὶ ἀσφαλισάμενος, κατάχωσον ἡμέρας τινὰς, τουτέστι ἄχρις οὗ τέφρα διηθη‐ θεῖσα ἀραιωθεῖσα καὶ πρὸς ἱκανὴν ἔλθῃ λεύκωσιν· διαλειοῖ, καὶ ἀραι‐ οῦται· καὶ τεθεῖσα ἐπάνω τινὸς ὄξους, καὶ προσδεχόμενος τὰς δριμείας αὐτοῦ ἀτμίδας, παραλειοῦται, δηλαδὴ λευκὸν γίνεται δίκην ψιμυθίου
15τὸ ἀπὸ μολύβδου γινόμενον. Δυνατὸν γὰρ οὕτως γενέσθαι καὶ ἄσβεστος· τεθέντα δηλαδὴ τὸν ἡμέτερον λίθον ἐπάνω τοῦ ὄξους δριμέον ἀτμὸν, μολύβδινον πέταλον. Εἰ δὲ ξανθὸν ταῦτα κατασκευάσαι βούλιον μέτα (?) ἱκανῶς πλυθῆναι καὶ ξηρανθῆναι [καὶ ξηρανθῆναι] ξανθοῖς σεσημμένοις ὕδασιν ποτισθῆναι καὶ πλυθῆναι, καὶ πλασθῆναι αὐτὰ λευκὸν, καὶ μετέ‐
20πειτα ξηρανθῆναι, καὶ καλῶς θῆναι· καὶ ἐπληρώθη σὺν Θεῷ χρίσις Ἰουστινιανοῦ.
23tAPPENDICE II
24Ἔχει καὶ ὁ ἄνθρωπος ψύλλους κ. φθ., χερσαῖα, καὶ ἕλμινθας,
25ἔνυδρα. Ἔχει ὁ μέγας κόσμος ποτ., πηγ., θαλ.· ἔχει κ. ὁ ἄνθρ.
ἔντερα, φλέβας, ἐξέδρας. Ἔχει ὁ μ. κ. ἀέρια ζ.· ἔχει κ. ὁ ἄνθρ.105

2

.

106

κών., μυίας, καὶ τὰ ἑξῆς. Ἔχει ὁ μ. κ. πνεύματα ἀναδ., οἷον. ἀν. βροντὰς, ἀστραπάς· ἔχει κ. ὁ ἄνθρ. τὰς φύσας, καὶ τὰς πορδὰς, καὶ τὰς ἀσθενείας, καὶ τοὺς κινδύνους, καὶ τὰ ἑξῆς. Ἔχει ὁ μ. κ. τοὺς δύο φωστῆρας, τὸν ἥλιον κ. τ. σελ.· ἔχει καὶ ὁ ἄνθρ. τοὺς
5δύο φωστῆρας, τοὺς ὀφθ., τὸν μὲν δεξιὸν ὀφθ., ὡς τὸν ἥλιον, τὸν δὲ ἀρ., ὡς τὴν σελήνην. Ἔχει ὁ μ. κ. ὄρη καὶ β.· ἔχει κ. ὁ ἄνθρ. ὀστέα καὶ κρέας. Ἔχει ὁ μ. κ. τὸν οὐρ., καὶ τοὺς ἀστέρας· ἔχει κ. ὁ ἄνθρ. τὴν κεφ. καὶ τὰ ὦτα. Ἔχει ὁ μ. κ. τὰ δώδεκα ζώδια τοῦ οὐρανοῦ, ἤγουν κριὸν, ταῦρον, δίδυμον, καρκῖνον, λέοντα, παρ‐
10θένον, ζυγὸν, σκορπίον, τοξότην, αἰγόκερον, ὑδροχόον, ἴχθυας· ἔχει κ. ὁ ἄνθρ. αὐτὰ ἀπὸ κεφαλῆς, ἤγουν ὡς ἀπὸ τοῦ κριοῦ μέχρι τῶν ποδῶν, οἵ τινες νομίζονται οἱ ἴχθυες, καὶ τοῦτο .........
13tAPPENDICE III
15 Ἴστε τοίνυν, ὦ φίλοι χρυσοτεχνῖται, ὅτι δεῖ καλῶς καὶ εὐτεχνεστάτως κατασκευάζειν τὰς ψάμμους, ὧν καὶ πρότερον ἑρμήνευσα· ἄνευ γὰρ τούτων μηδαμῶς ἡ πρᾶξις εἰς πέρας ἀχθήσεται. Καλοῦνται δὲ ψάμμοι ἐκ τῶν ἀρχαίων πάντα τὰ ἑπτὰ μέταλλα· ἐκ τῆς γῆς γάρ εἰσι, καὶ λιθώδη, καὶ χρήσιμα τυγχάνουσι· καὶ περὶ
20τούτων ἅπαντες συνεγράψαντο. Ἔτι δὲ καὶ οἱ ζωμοὶ, οἱ ἐκ βοτανῶν, καὶ χυλῶν, καὶ ὀπῶν δένδρων, καὶ καρπῶν, καὶ ξύλων ξηρῶν καὶ ὑγρῶν· ἐκ τούτων γὰρ συνεστήσαντο τὴν τέχνην, ἣν ὡς δένδρον ποιήσαντες, εἰς μυρίους κλάδους πανταχόσε διῆκον εἰς μυρίας τάξεις καὶ πράξεις κατεσκευάσαντο ταύτην. Ἔχεις οὖν ὧδε, ὅλῃ δυνάμει,
25ὅλον τὸ ἔργον τοῦ χαλκοῦ· ὅς ἐστιν ὁ αἰτήσιος λίθος· ὃν ἐξ ἴσου ὁμορ‐ ρεύσαντα χρυσόπτα καὶ πάντα ποίει τὰ τῆς τέχνης. Τὸ δὲ «ὁμορ‐ ρεύσαντα» οὐδὲν ἀλλὸ σημαίνει ἢ τὸ ὁμοῦ καὶ κατὰ ταὐτὸν ῥεύσαντα,
δηλονότι, διὰ τοῦ πυρός. Τέλος τοῦ Ὀλυμπιοδώρου.106