TLG 2589 001 :: OLYMPIODORUS :: Εἰς τὸ κατ’ ἐνέργειαν ζωσίμου ὅσα ἀπὸ Ἑρμοῦ καὶ τῶν φιλοσόφων ἦσαν εἰρημένα (= De arte sacra) (sub nomine Olympiodoriphilosophi Alexandrini) (e cod. Venet. Marc. 299, fol. 163r)

OLYMPIODORUS Alchem., fiq Olympiodorus Phil.
(A.D. 5/6?)

Cf. et OLYMPIODORUS Phil. (4019)

Εἰς τὸ κατ’ ἐνέργειαν ζωσίμου ὅσα ἀπὸ Ἑρμοῦ καὶ τῶν φιλοσόφων ἦσαν εἰρημένα (= De arte sacra) (sub nomine Olympiodoriphilosophi Alexandrini) (e cod. Venet. Marc. 299, fol. 163r)

Source: Berthelot, M., Ruelle, C.É. (eds.), Collection des anciens alchimistes grecs, vol. 2. Paris: Steinheil, 1888 (repr. London: Holland Press, 1963): 69–104.

Citation: Volume — page — (line)

2

.

69

(12t)

ΟΛΥΜΠΙΟΛΩΡΟΥ ΦΙΛΟΣΟΦΟΥ ΑΛΕΞΑΝΔΡΕΩΣ ΕΙΣ
13tΤΟ ΚΑΤ’ ΕΝΕΡΓΕΙΑΝ ΖΩΣΙΜΟΥ ΟΣΑ ΑΠΟ ΕΡΜΟΥ ΚΑΙ ΤΩΝ ΦΙΛΟΣΟΦΩΝ
14tΗΣΑΝ ΕΙΡΗΜΕΝΑ.
15Γίνεται δὲ ἡ ταριχεία ἀπὸ μηνὸς μεχὶρ κεʹ [καὶ] ἕως μεσωρὶ69

2

.

70

κεʹ· ὅσα ἂν δύνῃ ταριχεῦσαι καὶ πλῦναι ἕως ἀφῇς τὰ αὐτὰ ἐν ἀγγείοις ἀποκείμενα. Καὶ ἐὰν δύνῃ ποιῆσαι, ποίησον τῆς ταριχείας τὴν ἐνέργειαν, κάλλιστε τῶν σοφῶν. Ἔθος γὰρ τοῖς ἀρχαίοις συγκαλύπτειν τὴν ἀλήθειαν καὶ τὰ πάντη
5τοῖς ἀνθρώποις εὔδηλα, δι’ ἀλληγοριῶν τινων καὶ τέχνης ἐμφιλο‐ σόφου ἀποκρύπτειν, οὐ μόνον δὲ ὅτι τὰς τιμίας ταύτας τέχνας τῇ ἀφεγγεῖ αὐτῶν καὶ σκοτεινοτάτῃ ἐκδόσει συνεσκίασαν, ἀλλὰ καὶ αὐτὰ τὰ κοινὰ ῥήματα δι’ ἄλλων τινῶν ῥημάτων μετέφρασαν· ὡς ἔχει ἐπὶ τοῦ ἐν ὑποκειμένῳ καὶ οὐκ ἐν ὑποκειμένῳ· ὡς καὶ αὐτὸς γινώσ‐
10κεις, φιλόσοφε δέσποτα, εἰς τοῦτο αὐτὸ Πλάτωνα καὶ Ἀριστο‐ τέλην ἀλληγορήσαντας, καὶ πρὸς τὰ ῥήματα ταῦτα διαφερομένους. Ἀριστοτέλης γὰρ τὴν οὐσίαν φησὶν οὐκ ἐν ὑποκειμένῳ εἶπε, τὸ δὲ συμβεβηκὸς ἐν ὑποκειμένῳ. Πλάτων δὲ πάλιν τοὐναντίον ποιεῖ καὶ τὸ οὐκ ἐν ὑποκειμένῳ τὴν οὐσίαν καὶ τὸ ἐν ὑποκειμένῳ τοῦ
15συμβεβηκότος, καὶ ἁπλῶς ὥσπερ ὅσα τοιαῦτα καὶ τοσαῦτα κατὰ τὸν δοκήσαντα αὐτοῖς τρόπον ἐξέθεντο. Οὕτω καὶ ἐπὶ τῆς τιμίας ταύ‐ της τέχνης πᾶσα σπουδὴ γέγονεν τοῖς ἀρχαίοις, ἑνὸς ὄντος τοῦ πράγ‐ ματος καὶ μιᾶς τέχνης διά τινων θεωριῶν καὶ αἰνιγμάτων ἐκθέσθαι· ἵνα ἐκ τῶν φυσικῶν πραγμάτων ἀκοντίσαντες τοὺς ζητητὰς, εἰς
20τὰ οὐ φυσικὰ πράγματα μεθοδεύσωσιν, ὃ δὴ καὶ γέγονεν.
Ἐκ τῶν ἑξῆς γὰρ ὁ παρὼν δηλώσει τρόπος.70

2

.

71

Γίνεται δὲ ἡ ταριχεία περὶ τῆς πηλώδους γῆς. —Ἐνταῦθα διαλέγεται ὁ φιλόσοφος τῆς ὀφειλούσης πλύνεσθαι· πλῦναι γὰρ χρὴ καὶ πλῦναι μέχρις ἂν τὸ πηλῶδες ἐξέλθῃ, κατὰ τὴν θείαν Μαρίαν. Πᾶσα γὰρ γῆ τοιαύτη σωματοφόρος, πλυνομένη, εἰς ψάμμον κατα‐
5λήγει. Μετὰ οὖν τὴν βεβαίαν καὶ καθαρὰν πλύσιν εὑρήσεις τὰ σώματα εἰς τὴν ψάμμον, τουτέστιν τὰ πέταλα τοῦ χρυσοῦ, ἀργυρί‐ ζοντα ἢ μολυβδίζοντα, ὅ ἐστιν ἀργύρου ἢ μολύβδου τὴν χρόαν ἔχοντα, ὡς καὶ τοὺς λίθους, αὐτὴν δηλαδὴ τὴν ψάμμον ἄνωθεν οὐσιοῦσαν· ἥν τινα οἱ ἀρχαῖοι διὰ τὸ κύριον ὄνομα ἐπέθηκαν λιθάρ‐
10γυρον, καὶ εἰς αὐτήν ἐστιν εὑρεῖν καὶ τὸ τετρασύλλαβον καὶ τὸ ἐννεάγραμμον. Τὸ γὰρ «ἀπὸ μηνὸς μεχὶρ» οὐδέν ἐστιν· τοῦτο γὰρ ἐτέθη ἵνα ὁ ἐντυγχάνων δόξῃ ἀπὸ τοῦ χρονικοῦ διαστήματος ξηρίον εἶναι καὶ σκευὴν, καὶ ἐάσας τὴν εὐθεῖαν ὁδὸν, πρὸς τὴν ἀκανθώδη ἀναδράμῃ
15πλάνην. Τὸ δὲ «ἐν ἀγγείοις ἀποκείμενα» τὰ ὀστράκινα βωτάριά εἰσι ὧν τινων Ζώσιμος μόνος μέμνηται. Τῷ δὲ «ποιῆσαι τῆς ταριχείας ἐνέργειαν» πρὸς τὴν ἔμπρακ‐ τον ἐργασίαν προτρέπεται. Καὶ ἡ ἐνέργεια γὰρ ἐνταῦθα εἰς τὴν
20πρᾶξιν ἐκλαμβάνεται. Ἔστω σοι γνωστὸν, ὡς καὶ ὅτι τις ταριχεύων τι τῶν ὄψων καὶ χρόνου τινὸς δεῖται, καὶ ἡ ὥρα χρόνος ἐστίν· αὐτῇ
γοῦν τῇ ὥρᾳ πλυθεὶς ὁ πηλὸς εἰς τὴν ψάμμον καταλήξας ψύγεται.71

2

.

72

Τῷ δὲ «ἀπὸ μηνὸς μεχὶρ κεʹ ἕως μεσωρί κεʹ» ἐσήμανεν ὅτι ἀπὸ τῆς ταριχείας εἰς τὸ πῦρ βάλλεται. Οὐκ εἶπε δὲ ὅτι μετὰ τὸ τέλος τοῦ μεσωρὶ εἰς τὸ πῦρ βάλλεται, ἀλλ’ ἀπὸ τῆς ταρι‐ χείας ἤτοι πλύσεως, μᾶλλον δὲ ξηράνσεως.
5 Τῷ δὲ «ὅσα ἂν δύνῃ ταριχεῦσαι καὶ πλῦναι», ἐσήμανε τὸ τῆς οὐσίας εἶδος καὶ τὸ τῆς ξηράνσεως, τῷ μὲν «ὅσα ἂν δύνῃ» τὸ τῆς οὐσίας εἶδος, τῷ δὲ «ταριχεῦσαι καὶ πλῦναι» τὸ τῆς ξηράνσεως· δεῖται γὰρ ταύτης πάντοτε· καὶ οὕτως πλύνεται, καὶ τὸ τῆς οὐσίας εἶδος ἐδηλώθη τῷ δεσπότῃ μου, τίς ἡ ταριχεία, καὶ τίς ἡ πλύσις, καὶ τίς ἡ
10ξήρανσις, ἤτοι ψύξις· ὡς καί που Δημόκριτός φησι στυπτηρίαν ἐξυποθεῖσαν, 〈οὐκ〉 ἠθέλησεν ὁ φιλόσοφος φαντάσαι τοὺς ἐντυγχάνοντας εἴς τε στυπτηρίας τινὰς ἀποβλέποντας, καὶ πρὸς στυπτικὸν ἤδη πλαζομέ‐ νους ἀκήρατον χρόνον ἐκδαπανῆσαι. Τὸ δὲ τῆς πλύσεως διττὸν, τὸ μὲν μυστικὸν, τὸ δὲ ἀπολελυμένον. Πλύσιν οὖν εἰρήκασιν μυστικὴν καὶ πλύ‐
15σιν ἀπολελυμένην. Καὶ πλύσις μυστικὴ ταὐτόν ἐστι, καὶ ἀδιαφορεῖ ἤ τις γίνεται διὰ τοῦ θείου ὕδατος. Ἡ γὰρ πλύσις πλύσις ἐστὶν ἡ δι’ εὐφημίας καὶ μόνης πειθήνιον τῶν ὁμορρευστησάντων φευκτῶν, ἤγουν τὴν τῶν ἀσωματωθέντων σωμάτωσιν καὶ τῶν πνευμάτων, τουτέστιν τῶν ψυχῶν αὐτῶν διὰ μόνης τῆς φύσεως τελούμενα καὶ οὐ διὰ χει‐
20ρῶν ὥς τινες νομίζουσιν. Ὁ γὰρ Ἑρμῆς φησιν· «Ὅταν λάβῃ μετὰ
τὴν μεγάλην θεραπείαν, τουτέστιν τὴν πλύσιν τῆς ψάμμου», ἰδοὺ72

2

.

73

τὴν οὐσίαν ψάμμον ἐκάλεσεν, τὴν δὲ πλύσιν, τουτέστιν τὴν μεγάλην θεραπείαν. Καὶ Ἀγαθοδαίμων εἰς τοῦτο συνηγορεῖ. Βαβαὶ τῆς τοῦ φιλοσόφου ἀφθονίας! οὐδεὶς τῶν ἀρχαίων οὕτως τὸ πρᾶγμα ἐφώ‐ τισεν, καὶ ὀνομαστὶ τὸ εἶδος ἐξεῖπεν, εἰ μὴ οὗτος ὁ ἄριστος καὶ
5πάνσοφος ἀνήρ· ἡ γὰρ καθαρὰ πλύσις δῆλον ὅτι μεγάλη θεραπεία ἐστίν. Ὑποθήσομαι δέ σοι καὶ τὴν τῆς χρυσοκόλλης οἰκονομίαν. ΠΕΡΙ ΧΡΥΣΟΚΟΛΛΗΣ. —Χρυσόκολλά ἐστιν, του‐ τέστιν τὸν χρυσὸν πρὸς τὸν χρυσὸν κολλῆσαι, ἅ τινά ἐστι τὰ πέταλα τοῦ χρυσοῦ τὰ χωρισθέντα ἀπὸ τῶν ψάμμων. Πῶς χρὴ αὐτὰ
10ἑνῶσαι, ἤτοι κολλῆσαι, καὶ πρὸς ἑαυτὰ συνελθεῖν, ἵνα τὸ πνεῦμα αὐτῆς τὸ βαπτικὸν συντηρηθῇ; Τὸ πνεῦμα λέγει τοῦ πυρὸς τὴν χθαμαλωτέραν καῦσιν, ἵνα μὴ τῇ πολλῇ ἐκπυρώσει τὰ μὴ καθή‐ κοντα γενῶνται. Ἀλλὰ κυρίως κολακείᾳ τινὶ καὶ ἐπιεικείᾳ τὸ πῦρ καίηται· ἵνα μὴ ἐκκαπνισθεῖσα ἡ νεφέλη ἐξαναλωθῇ, ἡ νεφέλη
15ἐστὶν ἡ τρέχουσα· ἡ δὲ τρέχουσά ἐστιν ἡ ὑδράργυρος, ἥτις ἐστὶ νεφέλη. Αὕτη οὖν ἡ νεφέλη ἤτοι ὑδράργυρος τῷ πυρὶ προσομιλοῦσα ἐκκαπνίζεται, 〈καὶ〉 ὡς καπνὸς μόνος διὰ τῆς χώνης ἐξέρχεται, οὕτω καὶ τὰ πέταλα τοῦ χρυσοῦ, ἅ τινα ὁ Ζώσιμος κλαυδιανὰ πέταλα καλεῖ, τῇ βίᾳ τοῦ πυρὸς ἀφυῶς καιόμενα ἐκκαπνίζονται.
20Μάθοις ἂν, ὦ φίλε τῶν Μουσῶν, ὅτι τὸ τῆς οἰκονομίας
ὄνομα, τί ποτέ ἐστιν. Καὶ μὴ ὑπολάβῃς ὥς τινες τὴν διὰ χειρῶν73

2

.

74

ἐνέργειαν μόνον ἀρκοῦσαν εἶναι, ἀλλὰ καὶ τὴν διὰ τῆς φύσεως γινομένην, ὑπὲρ ἄνθρωπον οὖσαν. Ὅτε χρυσὸν ἔλαβες, ὀφείλεις οἰκονομῆσαι, καὶ εἰ προσεχῶς οἰκονομήσεις, τὸν χρυσὸν ἕξεις. Καὶ μὴ ὑπολάβῃς, φησὶν, ἀπὸ ἄλλων τινῶν ἐννοιῶν καὶ βοτανῶν
5βαφὴν εἶναι, ἀλλὰ αὐτῇ τῇ φυσικῇ χρήσει σχόλασον, καὶ ἕξεις τὸ ζητούμενον. Καὶ τὸ τῆς οἰκονομίας ὄνομα ἐν μυρίοις τόποις λέλεκ‐ ται δι’ ὅλων τῶν ἀρχαίων· κάτοχον γὰρ τρόπον τινὰ βούλονται εἶναι. Τί δὲ κάτοχον τίνος, εἰ μὴ ἄρα φεύγοντός τινος ἡ κάτοχος ὑδράργυρος; καὶ αὕτη φεύγει τὸ πῦρ. Λέγει γὰρ Ζώσιμος·
10«Πῆξον τὴν ὑδράργυρον τῷ τῆς μαγνησίας σώματι». Χρυσόκολλαν δὲ εἰρήκασι τὴν μίξιν ἀμφοτέρων· τὸ δὲ ἐκ τούτων ἐξιὸν ἐγκάτοχον τῷ μισγομένῳ οἶδα συντηρεῖν· τὴν μὲν γὰρ νεφέλην οἴδαμεν φευκτήν· καὶ τοῦτο ἐν μυρίοις τόποις κατηγορεῖ‐ ται οὐ μόνον τὴν νεφέλην οὖσαν φευκτὴν, ἀλλὰ καὶ
15ὅλα τὰ τοῦ καταλόγου· ἄνω καὶ κάτω, ὁ φιλόσοφος πρὸς τὴν ὑδράργυρον ἀποτείνεται, τὰ δὲ οἷον καὶ ὅλα τοῦ καταλόγου φευκτὰ, οἵωνπερ δὴ οἱ ἀρχαῖοι ἐμνημόνευσαν χρωτῶν καὶ βοτανῶν καὶ ἑτέρων τινῶν, ὅτι πάντα προσομιλοῦντα τῷ πυρὶ φευκτά εἰσιν. Ἵνα οὖν τὰς τάξεις μὴ προφέρω διὰ τὸ πλῆθος καὶ τὰς
20μαρτυρίας τῶν ἀρχαίων εἰς τοῦτο συνηγορούντων καὶ χρόνον ἄκαιρον δαπανήσωσιν, ὀλίγα παραθήσομαι ὡς τὰ κάλλιστα καὶ εὐσύνοπτα καὶ πολλῆς φλυαρίας ἐκτὸς ὄντα. Ἐνταῦθα τοὺς ἀρχαίους αἰνίττεται
ὥς τινας αὐτῶν φλαυρήσαντας καὶ εἰς ἄπειρον χρόνον τοὺς ζητοῦν‐74

2

.

75

τας ἀκοντίσαντας. Γνώτω τοίνυν ἡ σὴ πάνσοφος χρηστότης ὅτι τρεῖς πίνους ποιοῦσιν οἱ ἀρχαῖοι, ἕνα· τὸν ταχέως φεύγοντα, ὡς τὰ θεῖα, ἕνα βραδέως, ὡς τὰ θειώδη, ἕνα μηδὲ ὅλως, ὡς τὰ σώματα τὰ χυτὰ καὶ τοὺς λίθους.
5 ΠΙΝΟΣ ΠΡΩΤΟΣ Ο ΔΙΑ ΤΟΥ ΑΡΣΕΝΙΚΟΥ Ο ΒΑΠΤΩΝ ΤΟΝ ΧΑΛΚΟΝ, ΩΣ ΕΝ ΤΟΥΤΟΙΣ. —Ἀρσένικον ὅ ἐστι θεῖον καὶ ταχέως φεῦγον· φεύγει δὲ δηλονότι πρὸς τὸ πῦρ· καὶ ὅσα ὅμοιά εἰσιν τῷ ἀρσενίκῳ καὶ θεῖα λέγονται καὶ φευκτά. Ἡ δὲ σκευὴ οὕτως ἔχει· λαβὼν ἀρσενίκου σχιστοῦ τοῦ χρυσίζοντος 𐆄 ιδʹ, κόψας, σείσας, χνοώδη ποιήσας,
10ἔμβρεξον ἐν ὄξει νυχθήμερα δύο ἢ γʹ εἰς ὑελοῦν ἀγγεῖον στενόσ‐ τομον ἄνωθεν κατησφαλισμένος, ἵνα μὴ διαπνεύσῃ. Κινῶν αὐτὸ ἅπαξ τῆς ἡμέρας ἢ δὶς, τοῦτο ποιῶν ἐπὶ ἡμέρας πολλάς· καὶ μετὰ τοῦτο κενώσας, πλῦνον καθαρῷ ὕδατι μέχρις οὗ ἡ ὄσφρησις μόνον τοῦ ὄξους φύγῃ, φύλαττε δὲ δηλαδὴ τὸ λεπτότατον τῆς οὐσίας·
15καὶ μὴ συναποχέει αὐτὸ τῷ ὕδατι. Εἶτα μετὰ τοῦτο ξηράνας ἤτοι στύψας ἐν ἀέρι, μίγνυε καὶ συλλείου αὐτῷ ἅλατος καππαδοκικοῦ 𐆄 εʹ. Τὸ δὲ ἅλας ἐπενοήθη ἐκ τῶν ἀρχαίων, ἵνα μὴ κολληθῇ ὁ ἀρσένικος εἰς τὸ ὑελοῦν κυθρίδιον, ὅπερ ὑελοῦν κυθρί‐ διον ἀσύμποτον Ἀφρικανὸς ἐκάλεσεν. Πηλοῦται τοίνυν ἡ κύθρα
20αὕτη πηλῷ, ἤτοι φιάλη ἢ φανὸς ὑελοῦς αὐτῷ ἐπικείμενος καὶ ἄνωθεν σκέπεται ἑτέρα φιάλη, καὶ κατασφαλίζεται πανταχόθεν ἵνα
μὴ καιόμενον τὸ ἀρσένικον διαπνεύσῃ. Καίεται οὖν πολλάκις καὶ75

2

.

76

λειοῦται μέχρις οὗ λευκανθῇ, καὶ γίνεται στυπτηρία λευκὴ καὶ στερέμ‐ νιος. Εἶτα χωνεύεται χαλκὸς 〈μετὰ〉 χαλκοῦ νικαηνοῦ ἄσπρου· καὶ λαμβάνεις ἀφρόνιτρα κάτω εἰς τὴν χώνην δύο ἢ τρία διὰ τὴν μάλαξιν. Εἶτα ἐπιβάλλεις τὸ ξηρίον μετὰ κερκίδος σιδηρᾶς τῇ 𐆄 τοῦ χαλκοῦ
5λίτρας δύο. Καὶ μετὰ τοῦτο ἐπιρρίπτεις εἰς τὴν χώνην τῇ 𐆄 τοῦ ἀργυ‐ ρίου μιλιαρίσιον ἓν διὰ τὸ συγκραθῆναι τὴν βαφήν. Μετὰ τοῦτο πάλιν ἐπιρρίπτεις ἐν τῇ χώνῃ ἅλατος βραχύ τι· καὶ ἕξεις ἄσημον κάλλιστον. ΠΙΝΟΣ ΔΕΥΤΕΡΟΣ Ο ΒΡΑΔΕΩΣ ΦΕΥΓΩΝ. —Ὁ τῶν μαργάρων χαλκὸς κεκαυμένος καὶ τὸ σήρικον καὶ τὰ τοιαῦτα φεύγουσι μὲν, οὐ ταχέως
10δὲ, ἀλλὰ βραδέως· καὶ χρὴ εἰδέναι ἐκ τῆς ποιήσεως τοῦ σμαράγδου ἥ‐ τις ἔχει οὕτως· κρυστάλλου καλοῦ 𐆄 δύο, χαλκοῦ κεκαυμένου S γʹ. Πρότερον ποίει τὸν κρύσταλλον ἀκρόπυρον, καὶ βάλλε αὐτὸν εἰς ὕδωρ καθαρὸν, καὶ σμῆχε, ἵνα μὴ ἔχῃ ῥύπον. Εἶθ’ οὕτως λειοῖς αὐτὸν εἰς θυείαν ἤτοι ἰγδίον καθαρὸν, μὴ ἀπολλύων, καὶ συλλειοῖς αὐτῷ καὶ τὸ
15σήρικον καὶ τὸν χαλκὸν τὸν κεκαυμένον· καὶ χωνεύεις αὐτὰ εἰς κάρβωνα λιτρῶν δʹ. Περιπηλώσας πρῶτον καὶ πωμάσας ἄνωθεν τὴν χώνην, καὶ ἐάσας καίεσθαι ἐν ἴσῳ πυρὶ, μὴ εἰς τὸ ἓν μέρος ὀφείλοντα ἅπτειν, εἰς δὲ τὸ ἕτερον μὴ ἅπτειν, ἀλλ’ ἴσως, [καὶ] ἔξεις τὸ ζητού‐ μενον. Κρεῖττον δέ ἐστιν χωνεῦσαι εἰς χώνην πηλοῦ ὠμοῦ, μὴ ὀπτη‐
20θέντος· ἐπεὶ εἰς τὰ χρυσοχοϊκὰ χωνεῖα συλλιπαίνεται ὁ σμάραγδος καὶ ἔρχεται εἰς τὸ χωρῆσαι αὐτὸν ἐκεῖθεν, καὶ κλᾷ αὐτόν. Θέλει δὲ συμ‐ ψυγῆναι εἰς τὸ καμίνιον, καὶ οὕτως ἐπαρθῆναι, ἐπεὶ ζέοντος αὐτοῦ ἐὰν
ἐπάρῃς, εὐθέως κλᾶται.76

2

.

77

ΠΙΝΟΣ ΤΡΙΤΟΣ Ο ΜΗΔΕ ΟΛΩΣ ΦΕΥΓΩΝ. —Φεύγειν δὲ εἰρήκασι δηλονότι πρὸς τὸ πῦρ· καὶ ἐκτίθενται δύο μυστήρια, ἓν τὸ φεῦγον καὶ ἓν τὸ διῶκον· ὡς καί που Δημόκριτος τοὺς ἀρχαίους τρεῖς ἐποίησεν· ἕνα μὲν ταχέως φεύγοντα, τουτέστιν ἐν τῇ ἀναγωγῇ τῶν ὑγρῶν, ἤγουν ἐν τῇ
5ἄρσει τῆς νεφέλης. Καὶ διὰ τοῦτό φησιν· «Τὰ φεύγοντα ὡς τὰ θεῖα· ὀξύτατα γὰρ τῷ καπνῷ τὰ θεῖα· ἐὰν δὲ βραδέως, ὡς τὰ θειώδη. Λέγει δὲ τὴν καταρχὴν τῆς πήξεως τῶν αὐτῶν φευκτῶν ὑγρῶν ὅτε καὶ βραδύτερα γίνονται πρὸς τὴν φυγὴν ὄντα, φευκτῶν καὶ ἀφεύκτων, καὶ σωμάτων. Εἶτα τρίτον λέγει· «Φεύγοντα ὡς τὰ
10σώματα τὰ χυτά· ὅστις καὶ κυρίως λέγεται πίνος. Μετὰ γὰρ τὸ ᾠκονομηκέναι καὶ τιθέναι ἡμᾶς μερικῶς ἄφευκτα τὰ φευκτά.» Τοῦτο γὰρ εἰς ἅπαξ δράσαι ἀδύνατον, ἀλλὰ κατὰ πρόβασιν ἀνα‐ ξηραίνοντες ἕως τέλους ἀφευκτότατα, Θεοῦ συνεργίᾳ, ποιοῦμεν, ὡς τὰ σώματα τὰ χυτά.
15 Δῆλον δὲ ὅτι διὰ τοῦ πυρὸς τοῦ καὶ διώκοντος αὐτὰ τὸ πρὶν ἡνίκα ἧν φευκτὰ, οὗτινος τυχόντα, διὰ τῆς παντελοῦς ἀφευκτότητος ἀνεξάλειπτον ἕξει τὴν φύσιν τῆς βαφῆς ἐν τοῖς σώμασιν οἷς καὶ ὅμοια κατὰ τὸ πυρίμαχον καὶ τὴν ἀφευξίαν, ἐχρημάτι‐ σεν. Ἐὰν τὸ φεῦγον τοῦ διώκοντος τύχοι, ἀνεξάλειπτον ἕξει τὴν
20φύσιν φύσιν δὲ ἐὰν ἀκούσῃς τὴν διὰ παντὸς οὖσαν, καὶ ἕως τέλους
νόει συνοῦσαν ἀδιάσπαστον καὶ μένουσαν ἀεί· τοῦτο δέ ἐστιν τὸ77

2

.

78

ἀνεξάλειπτον καὶ ἀεὶ ὂν ἀναλλοίωτον. Οἴδασι δὲ πάντα ἀνυπόστατα τὰ τοῦ καταλόγου· καὶ οὗτος ὁ σκοπὸς αὐτοῖς, ἵνα οἱ ἐχέφρονες νοήσωσι ποῖά εἰσιν ὑποστατικὰ καὶ ποῖα ἀνυπόστατα. Καὶ διὰ τοῦτο πᾶσαν ὕλην ἐξέθεντο στερεῶν καὶ ὑγρῶν. Ἴστε γὰρ ὅτι ἡ τέχνη
5αὕτη διὰ πυρὸς οὐ γίνεται. Ὡς οὖν νοήμοσι προσομιλοῦντες γεγρα‐ φήκασι, καὶ οὗτος ὁ σκοπὸς αὐτοῖς. Ἀμέλει καὶ ὁ Ζώσιμος ἴδιον λόγον περὶ πυρὸς ποιεῖται. Οὐ μὴν ἀλλὰ καὶ ἐν ἑκάστῳ γνησίῳ αὐτοῦ λόγῳ, τοῦ πυρὸς φροντίζει, ὡς καὶ πάντες οἱ ἀρχαῖοι. Καὶ γὰρ πρῶτον αἴτιον καὶ μάλιστα τῆς ὅλης τέχνης τὸ πῦρ ἐστιν, ὡς
10καὶ τῶν δʹ στοιχείων πρῶτον τυγχάνον· οὕτω γὰρ βούλονται οἱ ἀρ‐ χαῖοι διὰ τῶν δʹ στοιχείων τὴν τέχνην αἰνίττεσθαι. Καὶ ἀκριβούσθω ἡ σὴ ἀρετὴ, ἐν ταῖς τέσσαρσι βίβλοις ἐστὶ Δημοκρίτου ὅτε κατὰ τὰ τέσσαρα στοιχεῖα λελάληκεν, ὡς φυσικὸς ὑπάρχων. Ἐξέθετο γὰρ πῆ μὲν πραέῳ πυρὶ, πῆ δὲ λάβρῳ, καὶ ἄνθραξι, καὶ ὅσα τοῦ πυρὸς
15δεῖται, πάλιν τὸν ἀέρα, ὅσα τοῦ ἀέρος, οἷον ἀεροπόρα ζῷα· ὡσαύτως καὶ τὰ τούτων ὑδάτων, καὶ χολὰς πάλιν ἰχθύων, καὶ ὅσα δι’ ἰχθύων σκευάζεται, καὶ δι’ ὑδάτων· πάλιν τὰ τῆς γῆς, ὡς ἅλας καὶ μέταλλα 〈καὶ〉 βοτάναι. Καὶ τούτων πάντων ἕκαστον πρὸς ἕκαστον διακέκριται χροιαῖς καὶ φύσεσιν ἀλλεπαλλήλοις, ἰδικαῖς καὶ γενικαῖς ἀρρενοθήλη
20ὄντα.
Καὶ ταῦτα εἰδότες πάντες οἱ ἀρχαῖοι διὰ τούτων τὴν τέχνην78

2

.

79

ἐκάλυψαν τῇ πολυπληθείᾳ τῶν λόγων. Πάντως γὰρ δεῖται ἡ τέχνη τινὸς τούτων· ἐκτὸς γὰρ τούτων οὐδέν ἐστιν ἀσφαλές. Φησὶ γὰρ ὁ Δημόκριτος· «Οὔτε γὰρ συσταίη ποτέ τι χωρὶς τούτων.» Ἴσθι δὲ, ἴσθι ὅτι κατὰ δύναμιν γεγράφηκα, ἀσθενὴς ὑπάρχων οὐ
5μόνον τῷ λόγῳ, ἀλλὰ καὶ τῷ νῷ. Καὶ μή μοι μηνιείτω παρακαλῶ εὐχαῖς ὑμῶν ἡ θεία δίκη, ὅτι ἐτόλμησα σύγγραμμα ποιῆσαι· ἵλεών μοι γένοιτο κατὰ πάντα τρόπον· αὕται αἱ Αἰγυπτίων γραφαὶ, καὶ ποιήσεις, καὶ δόξαι, χρησμοί τε δαιμόνων καὶ ἐκθέσεις προφητῶν· νοῦς τε ἀπέραντος ἐπὶ τὸ προκείμενον προσπελάζει· καὶ εἰς ἓν πέρας
10λήγει τὸ προκείμενον. Τοίνυν γνώτω ἡ ὑμετέρα ἀγχίνοια ὅτι ὀνόμασι πολλοῖς ἐχρή‐ σαντο κατὰ τοῦ θείου ὕδατος· τοῦτο γὰρ τὸ θεῖον ὕδωρ ἐστὶ τὸ ζητούμενον· καὶ διὰ τοῦ ὀνόματος τοῦ θείου ὕδατος ἐκάλυψαν τὸ ζητούμενον. Ἵνα δέ σοι μικρὸν λογύδριον παρενδείξω, ἄκουε σὺ ὁ
15πάσης ἀρετῆς ἐντὸς γενόμενος. Οἶδα γὰρ τὸν πυρσὸν τῶν φρενῶν σου καὶ τὸ ἀγαθὸν καὶ τὸ ἀνεξίκακον. Θέλω γάρ σοι παραστῆσαι τὸν νοῦν τῶν ἀρχαίων, ὅτι κυρίως φιλόσοφοι ὄντες ἐν φιλοσόφοις λελα‐ λήκασι καὶ παρεισήνεγκαν τῇ τέχνῃ διὰ τῆς σοφίας τὴν φιλοσοφίαν, μηδὲν ἀποκρύψαντες, ἀλλὰ πάντα φανερῶς γράψαντες· καὶ ἐν τού‐
20τοις εὐορκοῦσιν. Δόξαι γάρ εἰσιν αἱ γραφαὶ αὐτῶν, καὶ οὐκ ἔργα· τινὲς γὰρ τῶν φυσικῶν φιλοσόφων τὸν 〈περὶ〉 τῶν στοιχείων λόγον ἐπὶ τὰς ἀρχὰς ἀναφέρουσιν, ὡς καθολικωτέρας οὔσας τῶν στοιχείων. Εἴπωμεν τοίνυν πῶς ἡ ἀρχὴ καθολικωτέρα ἐστὶ τῶν στοιχείων·
αὕτη γὰρ τὸ πᾶν τῆς τέχνης ἀναφέρεται· ὡς καὶ Ἀγαθοδαίμων79

2

.

80

τὴν ἀρχὴν ἐν τῷ τέλει θεὶς, καὶ τὸ τέλος ἐν τῇ ἀρχῇ. Δράκων γὰρ οὐροβόρος βούλεται εἶναι, οὐ φθονῶν ὡς δοκοῦσί τινες ἀμύητοι· ἀλλὰ φανερὸν τοῦτό ἐστιν, ὦ μύστα, πληθυντικῇ τῇ φωνῇ, ὠά. Καὶ ὅρα, πανίστορ, καὶ νόει ὅτι ὁ Ἀγαθοδαίμων ἄρα τίς ἐστιν· ὡς μέν τινες
5μυθεύουσιν ὅτι τις ἀρχαῖός ἐστι τῶν πάνυ παλαιῶν ἐν Αἰγύπτῳ φιλοσοφήσας· ἄλλοι δέ φασιν εἶναι αὐτὸν μυστικώτερον ἄγγελόν τινα, ἢ Ἀγαθοδαίμονα ἀγαθὸν 〈δαίμονα〉 τῆς Αἰγύπτου· πάλιν τινὲς Οὐρανὸν αὐτὸν ἐκάλεσαν· καὶ τάχα ὧδε ἔχει λόγον διὰ τὸ κοσμικὸν μίμημα. Ἱερογραμματεῖς γάρ τινες τῶν Αἰγυπτίων βουλό‐
10μενοι κόσμον ἐγχαράξαι ἐν τοῖς ὀβελίσκοις ἢ ἐν τοῖς ἱερατικοῖς γράμ‐ μασιν, δράκοντα ἐγκολάπτουσιν οὐροβόρον· τὸ δὲ σῶμα αὐτοῦ κατάσ‐ τικτον ὑπάρχει πρὸς τὴν διάθεσιν τῶν ἀστέρων. Ταῦτα δέ μοι εἴρηται ὡς διὰ τὴν ἀρχήν· ὃς καὶ βίβλον ἐκτίθησιν χημευτικὴν, καὶ τοῦτον προ‐ σωποποιησάμενοι, ἐρευνῶμεν τοίνυν πῶς ἡ ἀρχὴ καθολικωτέρα ἐστὶ
15τῶν στοιχείων, καὶ λέγομεν ὅτι εἴ τι ἡμῖν στοιχεῖον, τοῦτο καὶ ἀρχή· τὰ γὰρ τέσσαρα στοιχεῖα ἀρχὴ τῶν σωμάτων εἰσίν· οὐκ εἴ τι δὲ ἀρχὴ, τοῦτο καὶ στοιχεῖον. Ἰδοὺ γὰρ τὸ θεῖον καὶ τὸ ὠὸν, καὶ τὸ μεταξὺ καὶ τὰ ἄτομα ἀρχαὶ μέν εἰσι κατά τινας, στοιχεῖα δὲ οὐκ εἰσίν. Φέρε δὴ εἴπωμέν πως ἡ τε ἐστίν· ἡ ἀρχὴ τοίνυν παντὸς
20πράγματος κατά τινας ἢ μία ἐστὶν, ἢ πολλαὶ, καὶ εἰ μέν ἐστι μία,80

2

.

81

ἢ ἀκίνητός ἐστιν, ἢ ἄπειρος, ἢ πεπερασμένη ὡσαύτως καὶ εἰ μὲν πολλαὶ ἀρχαί εἰσιν, πάλιν αὕται ἢ ἀκίνητοί εἰσιν, ἢ πεπερασμέναι, ἢ ἄπειροι. Μίαν τοίνυν ἀκίνητον 〈καὶ〉 ἄπειρον ἀρχὴν πάντων τῶν ὄντων ἐδόξαζεν 〈ὁ〉 Μιλήσιος τὸ ὠὸν, λέγων ὅτι τὸ ὠὸν τὸ
5ὕδωρ θείου ἀπύρου· τοῦτο γὰρ καὶ ἕν ἐστι καὶ ἀκίνητον· πάσης γὰρ σημαινομένης κινήσεως ἀπήλλακται. Ἀλλὰ μὴν πρὸς τούτοις καὶ ἄπειρόν ἐστιν· ἀπειροδύναμον γὰρ τὸ θεῖον, καὶ οὐδεὶς ἐξαριθμή‐ σασθαι δύναται τὰς τούτου δυνάμεις. Μίαν δὲ ἀκίνητον πεπερασμένην δύναμιν ἔλεγεν ὁ Παρμενίδης
10τὸ θεῖον, καὶ αὐτὸς λέγων ἀρχήν· τοῦτο γὰρ ὡς εἴρηται καὶ ἕν ἐστιν, καὶ ἀκίνητον, καὶ πεπερασμένη ἡ ἀπ’ αὐτοῦ ἐνέργεια. Καὶ σκόπει ὅτι ὁ Μιλήσιος Θαλῆς πρὸς τὴν οὐσίαν τοῦ Θεοῦ ἀποβλέπων ἔλεγεν αὐτὸν ἄπειρον· ἀπειροδύναμος γὰρ ὁ Θεός. Ὁ δὲ Παρμενίδης πρὸς τὰ ἐξ αὐτοῦ προαγόμενα ἔλεγεν αὐτὸν πεπερασμένον· πάντη
15γάρ που δῆλον ὡς πεπερασμένης ἐστὶ δυνάμεως τὰ ὑπὸ Θεοῦ προα‐ γόμενα· πεπερασμένης δὲ δυνάμεως, ἄκουε τὰ φθειρόμενα, πλὴν τῶν
νοερῶν πραγμάτων. Ἀλλὰ τούτους τοὺς δύο, τὸν Μιλήσιόν φημι81

2

.

82

καὶ Παρμενίδην ἐκ τοῦ χοροῦ τῶν φυσικῶν ὁ Ἀριστοτέλης δοκεῖ ἐκβάλλειν. Θεολόγοι γὰρ οὗτοι τῶν φυσικῶν ἠλλοτριοῦντο δογμάτων, παρὰ τὰ μὴ κινούμενα σχολάζοντες· τὰ γὰρ φυσικὰ κινοῦνται· φύσις γάρ ἐστιν ἀρχὴ κινήσεως καὶ ἠρεμίας.
5 Μίαν δὲ πεπερασμένην ἀρχὴν τῶν ὄντων ἐδόξαζεν Θαλῆς τὸ ὕδωρ, ἐπειδὴ γόνιμόν ἐστιν καὶ εὐδιάπλαστον· γόνιμον γὰρ οὕτω, ἐπειδὴ γεννᾷ ἰχθύας· εὐδιάπλαστον δὲ, τὸ δυνάμενον διαπλᾶσθαι ὡσὰν βούλῃς νῦν· καὶ τὸ ὕδωρ ὡσὰν θέλῃς διαπλάττεις· ἐν ᾧ γὰρ ἀγγείῳ βάλῃς τοῦτο, πρὸς αὐτὸ διαπλάττεις τὸ ὕδωρ, καὶ πρὸς ξέστην, καὶ
10πρὸς κεράμιον, καὶ πρὸς τρίγωνον, καὶ πρὸς τετράγωνον ἄγγος, καὶ ὡς ἐθέλεις. Καὶ μία ἐστὶν αὐτοῦ ἡ ἀρχὴ κινουμένη· κινεῖται γὰρ τὸ ὕδωρ. Πεπερασμένη δέ· οὔτε γὰρ ἀΐδιόν ἐστιν τοῦτο. Ὁ δὲ Διογένης τὸν ἀέρα, ἐπειδὴ οὗτος πλούσιός ἐστιν καὶ γόνιμος· τίκτει γὰρ ὄρνεα· καὶ εὐδιάπλαστος καὶ αὐτός· ὡς γὰρ
15θέλεις διαπλάττεις καὶ τοῦτον· ἀλλὰ καὶ εἷς ἐστιν οὗτος καὶ κινού‐ μενος, καὶ οὐκ ἀΐδιος. Ἡράκλειτος δὲ καὶ Ἵππασος τὸ πῦρ ἐδόξασαν εἶναι ἀρχὴν πάντων τῶν ὄντων, ἐπειδὴ δραστικόν ἐστιν τοῦτο· δραστικὴ δὲ βούλε‐ ται εἶναι ἡ ἀρχὴ τῶν γινομένων ὑπ’ αὐτὴν πλέον, ὡς δέ τινες
20λέγουσι, καὶ γόνιμόν ἐστιν τὸ πῦρ· γίνεται γὰρ ἐν τῷ ὑπεκκαύματι.
Τὴν γὰρ γῆν οὐδεὶς ἐδόξασεν εἶναι ἀρχὴν, εἰ μὴ Ξενοφάνης82

2

.

83

ὁ Κολοφώνιος· διὰ δὲ τὸ μὴ εἶναι αὐτὴν γόνιμον, οὐδεὶς αὐτὴν στοιχεῖον ἐδόξασεν. Καὶ ἀκριβούτω ὁ πάσης ἀρετῆς ἐντὸς γενόμενος τὸ τὴν γῆν μὴ δοξάζεσθαι ὑπὸ τῶν φιλοσόφων στοιχεῖον εἶναι, ὡς μὴ οὖσαν γόνιμον, καὶ ὧδε ἔχει λόγον εἰς τὸ ζητούμενον. Καὶ γὰρ
5Ἑρμῆς πού φησιν· «Παρθένος ἡ γῆ εὑρίσκεται ἐν τῇ οὐρᾷ τῆς παρθένου.» Μίαν δὲ κινουμένων ἄπειρον ἀρχὴν πάντων τῶν ὄντων δοξάζει Ἀναξιμένης τὸν ἀέρα. Λέγει γὰρ οὕτως· «Ἐγγύς ἐστιν ὁ ἀὴρ τοῦ ἀσωμάτου· καὶ ὅτι κατ’ ἔκροιαν τούτου γινόμεθα, ἀνάγκη
10αὐτὸν καὶ ἄπειρον εἶναι καὶ πλούσιον διὰ τὸ μηδέποτε ἐκλείπειν. Ἀναξίμανδρος δὲ τὸ μεταξὺ ἔλεγεν ἀρχὴν εἶναι· μεταξὺ δὲ λέγω τὸν ἀτμὸν ἢ τὸν καπνόν· ὁ μὲν γὰρ ἀτμὸς μεταξύ ἐστιν πυρὸς καὶ γῆς, καὶ καθόλου δὲ εἰπεῖν, πᾶν τὸ μεταξὺ θερμῶν καὶ ὑγρῶν ἀτμός ἐστι· τὰ δὲ μεταξὺ θερμῶν καὶ ξηρῶν, καπνός.
15 Ἔλθωμεν δὲ ἐπὶ τὴν ἑκάστου τῶν ἀρχαίων οἰκείαν δόξαν, καὶ ἴδωμεν πῶς ἕκαστος βούλεται δοξάζειν, καὶ πρὸς τὸν ἴδιον σκο‐ πὸν αἰρεσιαρχεῖν. Ἔνθεν γὰρ ἔνθεν ἔλλειψις γέγονεν 〈ἐκ〉 τῆς πολυπλόκου πλάνης. Ἀνακεφαλαιωσώμεθα τοίνυν μερικῶς καὶ δείξο‐ μεν πῶς ἐκ τῶν φιλοσόφων οἱ ἡμέτεροι φιλόσοφοι τὰς ἀφορμὰς
20λαβόντες συνέταξαν. Ζώσιμος τοίνυν, τὸ στέφος τῶν φιλοσόφων, ἡ ὠκεανόβρυτος γλῶσσα, ὁ νέος θεηγόρος, Μελίσσῳ τὸ πλεῖστον ἀκο‐
λουθήσας κατὰ τὴν τέχνην ὡς καὶ θεὸς εἷς, μίαν τὴν τέχνην ἔλεγεν83

2

.

84

εἶναι· καὶ ταῦτα ἐν μυρίοις τόποις πρὸς τὴν Θεοσέβειαν θεηγορεῖ, καὶ ἀληθὴς ὁ λόγος. Θέλων γὰρ αὐτὴν ἐλευθερῶσαι τῆς πολυ‐ πληθείας τῶν λόγων καὶ τῆς ὕλης ἁπάσης, ἐπὶ τὸν ἕνα θεὸν καταφεύγειν παραινεῖ, καί φησιν· «Οἴκαδε καθέζου ἐπιγνοῦσα ἕνα θεὸν
5καὶ μίαν τέχνην, καὶ μὴ ῥέμβου ζητοῦσα θεὸν ἕτερον· Θεὸς γὰρ ἥξει πρὸς σὲ, ὁ πανταχοῦ ὢν, καὶ οὐκ ἐν τόπῳ ἐλαχίστῳ, ὡς τὸ δαιμόνιον. Καθεζομένη δὲ τῷ σώματι, καθέζου καὶ τοῖς πάθεσιν, καὶ οὕτως σαυτὴν διευθύνασα, προσκαλέσῃ πρὸς ἑαυτὴν τὸ θεῖον, καὶ ὄντως ἥξει πρὸς σὲ τὸ θεῖον τὸ πανταχοῦ ὄν. Ὅταν δὲ ἐπιγνῷς σαυ‐
10τὴν, τότε ἐπιγνώσῃ καὶ τὸν μόνον ὅντως θεόν· καὶ οὕτως ἐνερ‐ γοῦσα ἐπιτεύξῃ τῶν γνησίων καὶ φυσικῶν, καταπτύουσα τῆς ὕλης.» Ὁμοίως καὶ ὁ Χήμης τῷ Παρμενίδῃ ἀκολουθήσας φησίν· «Ἓν τὸ πᾶν, δι’ οὗ τὸ πᾶν· τοῦτο γὰρ εἰ μὴ ἔχοι τὸ πᾶν, οὐδὲν τὸ πᾶν.» Καὶ οἱ μὲν θεολόγοι ὡς πρὸς τὰ θεῖα, οἱ δὲ φυσι‐
15κοὶ, ὡς πρὸς τὴν ὕλην, καὶ ὁ μὲν Ἀγαθοδαίμων ὡς πρὸς [τὸν Ἀναξιμένην] τὸν ἀέρα ἔλεγεν. Καὶ Ἀναξίμανδρος ἔλεγε τὰ μεταξὺ, τουτέστιν τὸν καπνὸν ἢ τὸν ἀτμόν. Ἀγαθοδαίμων γάρ· «Ὅλως αἰθάλη ἐστὶν,» ὥς φησιν ὁ Ζώσιμος. Καὶ τούτοις μᾶλλον ἠκολούθησαν οἱ πλεῖστοι τῶν ταύτην τὴν τέχνην φιλοσοφησάντων.
20Καὶ γὰρ Ἑρμῆς περὶ τοῦ καπνοῦ φησιν, ὡς δῆθεν περὶ τῆς μαγνη‐
σίας λέγων· «Ἄφες αὐτὴν, φησὶν, ἀπέναντι τῆς καμίνου καίεσθαι84

2

.

85

λεπύροις φοινίκων κωβαθίων· ὁ γὰρ καπνὸς τῶν κωβαθίων, λευκὸς ὢν, λευκαίνει τὰ σώματα· ὁ γὰρ καπνὸς μεταξύ ἐστιν θερμοῦ καὶ ξηροῦ· κἀκεῖ μὲν ἡ αἰθάλη, καὶ τὰ δι’ αἰθάλης πάντα· ὁ δὲ ἀτμὸς μεταξύ ἐστιν θερμῶν καὶ ὑγρῶν. Καὶ σημαίνει αἰθάλας ὑγρὰς, οἷον
5τὰ δι’ ἀμβίκων καὶ τὰ τούτοις ὅμοια. Καὶ ἵνα τὸ μῆκος τῆς φράσεως παραιτησάμενος, σύντομόν σοι παράδοσιν ποιήσωμαι, πάντα τὰ διὰ τῶν ἀρχαίων ἀναφανδὸν εἰρημένα διαγορεύσω, ὦ γέννημα κλυτῶν Πιερίδων, (ἐννέα λέγω Μουσῶν), κεφαλὴ τῶν ῥητόρων· θεὸς γάρ σε προῆκεν ἐν
10τούτοις, μάθοις δι’ εὐτελοῦς γραφῆς μέγιστα πράττειν. Ἐπαμφοτε‐ ρίζειν γάρ σε πειρᾶται καὶ πρὸς μὲν θεοσέβειαν τοῖς ἄνω γνώριμον, πρὸς δὲ καλλιεργίαν τοῖς κάτω φιλάνθρωπον. Ἴσθι τοίνυν, ἴσθι ὡς πρὸς τὰ κελευσθέντα ὑπὸ σοῦ συντομίας χάριν, ὡς πρὸς τὰ ἐξ ἀρχῆς εἰρημένα συνάψω τὸν λόγον. Εἴρηται δὲ ὑμῖν, ὦ μέγιστοι, ὅτι διὰ
15τῶν τεσσάρων στοιχείων λελαλήκασιν οἱ ἀρχαῖοι. Ἴστε γὰρ ὅτι διὰ τῶν τεσσάρων στοιχείων τὰ τῇδε συνίστανται ξηρὰ καὶ ὑγρὰ, θερμὰ καὶ ψυχρὰ, ἄρρεν καὶ θῆλυ. Δύο ἀνωφερῆ, καὶ δύο κατωφερῆ· καὶ τὰ μὲν ἀνωφερῆ δύο, πῦρ καὶ ἀὴρ, τὰ δὲ κατωφερῆ δύο, γῆ καὶ ὕδωρ. Διὰ γοῦν τῶν τεσσάρων τούτων πᾶσαν συνιστήσαντο τὴν
20γραφὴν τῆς τέχνης, καὶ συνέκλεισαν μετὰ εὐόρκων θεσμοφορίων. Ἴστε γὰρ αὐτοὶ πάντα τὰ τοῦ καταλόγου ὅσα ἀπὸ τοῦ πυρὸς, καὶ ἀέρος, καὶ ὕδατος, καὶ γῆς συνέστηκεν. Ὅπως δὲ ἡ ἀκρίβεια τοῦ
παντὸς σκευάζηται, εὔξασθε παρὰ Θεοῦ μαθεῖν, φησὶν ὁ Ζώσιμος·85

2

.

86

οἱ ἄνθρωποι γὰρ οὐ παραδιδόασι, καὶ ...... φθονοῦσι· καὶ ἡ ὁδὸς οὐχ εὑρίσκεται· σοφοὶ ζητοῦνται, καὶ αἱ γραφαὶ ἀδιάγνωστοι· καὶ πολλὴ ὕλη, καὶ πολλὴ ἀμηχανία γίνεται· καὶ εἰ μὴ πολλῷ μόχθῳ τὸ τοιοῦτον οὐκ ἐξανύεται, μάχη, καὶ βία, καὶ πόλεμος ἔσται.
5Καὶ ἐν τούτοις ὀλιγωρίαν ἐμβάλλει ὁ ὀφιοῦχος ὁ δαίμων, κωλύων ἡμᾶς τοῦ ζητουμένου, πανταχόθεν ἕρπων, ἔνδοθεν καὶ ἔξωθεν, ποτὲ ὀλιγωρίας προσάγων, ποτὲ φόβον, ποτὲ ἀπροσδοκίαν, ἄλλοτε καὶ λύπαις πραγμάτων ποτὲ καὶ ζημίαις, ὡς καὶ ἀπαλλάττεσθαι ἡμᾶς. Ἀλλ’ ἐγὼ πρὸς αὐτὸν, ὡς δὲ ἂν καὶ ὑπάρχει ὁ δαίμων, οὐκ ἄν σοι παραχωρήσω.
10ἀλλ’ ἐμμενῶ ἕως ἂν τελεσιουργήσας, γνῶ τὸ ἀποτέλεσμα· οὐκ ἀποκάμνω ἔχων τὴν καρτερίαν ἀντιστρατευομένην σὺν βίῳ ἀγαθῷ καὶ ἀγνείαις ἐν‐ φιλοσόφοις. Τοίνυν τῶν σοφῶν ἀναλεξάμενος τὰ χρήσιμα, ὡς ἐξ ὑπαρχῆς ἐκ τῶν ἀρχαίων σοι παραστήσω· οὐ γὰρ ξενοφωνεῖται ἡ ὑμετέρα ἀγχίνοια παρὰ τῶν μυρίων εἰδῶν ὧν καταλέγουσιν οἱ ἀρχαῖοι,
15ὑγρῶν τε καὶ στερεῶν. Ἐν τούτοις χρωμάτων διαφόρων ὠμῶν ἔτι αὐτῶν ὄντων, καὶ ὀπτῶν, καὶ ἐν τῷ ὀπτᾶσθαι, χρώματα ἀναδεικ‐ νυόντων καὶ τηρουμένων ἐν ταῖς ὀπτήσεσι πρὸς τὸ μὴ ἐναλλάσσειν τὰ χρώματα, ποῦ μὲν λαύρῳ πυρὶ, ποῦ δὲ πραέῳ, καὶ πολλὴν παρα‐ τήρησιν εἰσιόντων τῇ τέχνῃ.
20Ταῦτα δέ μοι εἴρηται διὰ τὸ γιγνώσκειν ὑμὰς ὅτι αἱ μυρίαι86

2

.

87

τάξεις, ἃς ἐκτίθενται οἱ ἀρχαῖοι διὰ τούτων καὶ ἄλλων μυρίων παρέρχονται λειώσεων ἢ ἑψήσεων ἢ σήψεων διαφόρων, θερμῶν καὶ ψυχρῶν, δροσισμῶν, αἰθριάσεων, καὶ ἄλλων μυρίων. Καὶ τῇ πολυ‐ πληθείᾳ τῶν λόγων καὶ ταῖς ἀφάτοις οἰκονομίαις συγχεῖται ὁ νοῦς
5τῶν προσπελαζόντων τῇ τέχνῃ ταύτῃ. Καὶ τούτων ἁπάντων ἐλευ‐ θέρους ὑμᾶς κατέστησεν ὁ Θεὸς ὁ πάντων τῶν ἀγάθων δοτήρ. Ἄκουε τοίνυν, ὁ ἔνθεος νοῦς, ὅτι ὡς πρὸς Αἰγυπτίους γεγρα‐ φήκασι, καὶ οὐκ ἐξέρχονται τοῦ ζητουμένου. Καὶ μυρία χρυσωρυχεῖα γεγραφήκασι, ἀλλὰ καὶ ἱεράτευσαν αὐτὰ, καὶ μέτρα δεδώκασι τῶν
10ὀρυγμάτων καὶ τῶν διαστημάτων, ἀλλὰ καὶ θέσεις τῶν ἱερῶν τῆς εἰσβάσεως αὐτῶν πρὸς τὰ τέσσαρα κλίματα ἀφορῶντες, ποῦ μὲν τὴν ἀνατολὴν διαδόντες τῇ λευκῇ οὐσίᾳ, τὴν δὲ δύσιν τῇ ξανθῇ· καὶ τὰ χρυσωρυχεῖα τοῦ ἀρσενοήτου ἐν τῇ ἀνατολικῇ θύρᾳ, τουτέστιν ἐν τῇ εἰσβολῇ τοῦ ἱεροῦ εὑρίσκεις λέγοντα
15τὴν λευκὴν οὐσίαν· ἐν δὲ σκίθῃ καὶ ἐν Τερενούθι, ἐν τῷ ἱερῷ τῆς
Ἴσιδος, ἐν τῇ δυτικῇ εἰσβολῇ τοῦ ἱεροῦ, εὑρήσεις ξανθὴν ψάμμον87

2

.

88

μετὰ ὀρύγματος πηχῶν τριῶν, ποῦ δὲ πήχεως ἥμισυ. Εἰς τὸ ἥμισυ τῶν τριῶν πηχῶν εὑρήσεις ζώνην μέλαιναν· ἄρας οἰκονόμει καὶ ἀλλαχοῦ χλωράν· καὶ ἐν τῷ ἀπηλιώτῃ καὶ τῷ λιβυκῷ ὄρει γεγραμ‐ μένα χρυσωρυχεῖα, πάντα ἐν μυστηρίῳ εἰρημένα. Καὶ μὴ παραδράμῃς·
5μέγαλα μυστήριά εἰσι. Παρατήρει ὅτι ἀληθῆ πεφανέρωται πάντα. Ἐντεῦθεν τὴν ἀρχὴν τῆς ἐργασίας ποιεῖται· διὸ καὶ εἶπεν ὅτι τῇ ἀνατολῇ διδόντες τὴν λευκὴν οὐσίαν, τουτέστιν τὴν ἀρχὴν τῆς ἐργασίας ἀπονέμοντες τῇ ἀρχῇ τῆς ἡμέρας ἥτις ἐστὶν τοῦ ἡλίου ὑπὲρ γῆν ἀνατολή. Δῆλον γὰρ ὅτι ἡ λεύκωσις, ὡς πρὸς τὴν
10ξάνθωσιν, ἀρχὴ τῆς ὅλης ἐργασίας ἐστίν· εἰ καὶ οὐκ εὐθὺς παρ’ αὐτὰ ἀρχομένη ἡμῖν αὐτὴ γίνεται ἕως ἂν ἡ χωρὶς πυρὸς σῆψις γένηται. Ἀλλ’ ἱερεῖ πῶς ἔχομεν νοεῖν λέγεσθαι παρὰ τὴν ἀρχὴν τὸν πρὸ τῆς λευκώσεως καιρὸν, ἄκουε τοίνυν τοῦ Ἀπόλλωνος λέγοντος· «Οἰκονο‐
15μηθεῖσα, ἕωθεν λαμβανομένη.»· Τὸ δὲ «ἕωθεν» δηλονότι πρὸ τῆς ἀνατολῆς ἐστιν ἡ πρὸ τῆς λευκώσεως τοῦ ἔργου παντὸς καταρχή. Εἶτα τὴν τοῦ παντὸς ἔργου τελείωσιν (λέγω δὲ τὴν ξάνθωσιν) τῇ δύσει ἀπένειμεν, ἥτις ἐστὶ πλήρωμα τῆς ὅλης ἡμέρας· Τὸ δὲ «εἰς τὸ ἥμισυ τῶν τριῶν πηχῶν, εὑρήσεις ζώνην μέλαιναν» εἴρη‐
20ται περὶ τῶν θειωδῶν, τουτέστιν τοῦ μολύβδου ἡμῶν, τοῦ μετὰ τὴν λεύκωσιν εὐθέως διὰ τῆς θερμῆς σήψεως καὶ πήξεως κατασπωμένου σκωριδίου, εὐτελοῦς τῷ εἴδει· ὃν, φησὶν, ἐπεθύμησαν ἰδεῖν οἱ Αἰγυπ‐ τίων προφῆται.
Καὶ ὅρα ὅτι ὁ σκοπὸς οὗτος ὁ τῶν ψάμμων ἀλληγορία88

2

.

89

ἐστὶν, οὐχὶ τὴν ψάμμον αἰνίττονται, ἀλλὰ τὰς οὐσίας. Πόθεν δὲ στηριζόμεθα ὅτι ἡ ἀνατολὴ τῷ ἄρρενι ἀπενεμήθη, ἡ δὲ δύσις τῇ θηλείᾳ; καὶ ἐκ τοῦ Ἀδάμ· οὗτος γὰρ πάντων ἀνθρώπων πρῶτος ἐγένετο ἐκ τῶν τεσσάρων στοιχείων. Καλεῖται δὲ καὶ παρ‐
5θένος γῆ, καὶ πυρὰ γῆ, καὶ σαρκίνη γῆ, καὶ γῆ αἱματώδης. Ταῦτα δὲ εὑρήσεις ἐν ταῖς Πτολεμαίου βιβλιοθήκαις. Ταῦτα δέ μοι ἐρρέθη· ὡς διὰ τὸ παραστῆσαι περὶ τῶν ἱερῶν, ὅτι οὐκ ἀλόγως ἐρρέθη τοῖς ἀρχαίοις τι τῶν ὄντων. Τῇ δὲ θηλείᾳ ἡ δύσις· Καὶ Ζώσιμος ἐν τῇ κατ’ ἐνέργειαν βίβλῳ τοῦ λόγου· ὅτι ἀληθῆ σοι προσφωνῶ μάρτυρα
10καλῶ Ἑρμῆν λέγοντα· «Ἄπελθε πρὸς Ἀχαὰβ τὸν γεωργὸν, καὶ μαθήσῃ ὡς ὁ σπείρων σῖτον σῖτον γεννᾷ. Οὕτω γάρ σοι κἀγὼ ἔλεγον τὰς οὐσίας ἀπὸ τῶν οὐσιῶν βάπτεσθαί φησιν ἡ γραφή· τὸ δὲ βάπ‐ τεσθαι εἰς οὐδὲν ἄλλο διαιρεῖται, εἰ μὴ εἰς σῶμα καὶ ἀσώματον. Ἡ δὲ τέχνη αὕτη ἀμφότερα δέχεται.» Τὰ μὲν σώματα λέγει εἶναι τὰ
15χυτὰ, τὰ δὲ ἀσώματα, λίθους· οἷον ἀνούσια λέγει τὰς ψάμμους· τὰ δὲ χωρὶς πυρὸς, διὰ τὴν πρώτην ἐργασίαν. Πελάγιός φησιν πρὸς τὸν Παύσηρην· «Θέλεις ἵνα βάλωμεν αὐτὸν εἰς τὴν θάλασσαν πρὶν ἢ συλ‐ λάβῃ τὰ μίγματα;» Καὶ φησὶν ὁ Ἑρμῆς· «Καλῶς ἔφης καὶ ἀκρι‐
βέστατα»· Ἡ δὲ θάλασσά ἐστιν, ὥς φησιν ὁ Ζώσιμος, ἀρρενόθηλυς.89

2

.

90

Ὅτι οἰκονομηθεῖσά ἐστιν ἕωθεν λαμβανομένη, ἔχουσα ἔτι τὴν δρόσον ἐν ἑαυτῇ· ἀνατείλας γὰρ ὁ ἥλιος ἀρύεται διὰ τῶν ἀκτίνων αὑτοῦ τὴν ἐπικειμένην αὐτῇ πρὸς τροφὴν δρόσον. Καὶ εὑρίσκεται, ὥσπερ χῆρα καὶ ἄνανδρος, ὥς φησιν καὶ Ἀπόλλων· τὸ θεῖον ὕδωρ,
5τὴν ἐμὴν δρόσον λέγω, τὸ ἀέριον ὕδωρ. Καὶ ἰδοὺ πόσαι μαρτυρίαι ὅτι πρῶτον ὑγροῦ τινος δεῖται τὸ αὐτὸ σύνθεμα· ἵνα, φησὶν, ἡ ὕλη φθαρεῖσα ἀμετάτρεπτον τὸ εἶδος φυλάξῃ. Καὶ ἐκ τοῦ «φθαρεῖσα» ἐσήμανεν ὅτι χρόνου τινὸς δεῖται εἰς τὸ σήπεσ‐ θαι· σῆψις γὰρ οὐ γίνεταί ποτε εἰ μὴ δι’ ὑγροῦ τινος. Ὁ γὰρ
10κατάλογος τῶν ὑγρῶν, φησὶν, ἐπιστεύθη τὸ μυστήριον. Περὶ δὲ τῶν ψάμμων, ὅτι περὶ αὐτῶν πάντες οἱ ἀρχαῖοι φροντίζουσι· καὶ ὅτι πρὸς Αἴγυπτον ποιοῦνται τὸν λόγον, παραθήσω πάλιν ἐξ αὐτῶν μαρτυρίας χάριν τῆς σῆς δυσπιστίας. Ζώσιμος τοίνυν ἐν τῇ τελευταίᾳ ἀποχῇ, πρὸς Θεοσέβειαν
15ποιούμενος τὸν λόγον, φησίν· «Ὅλον τὸ τῆς Αἰγύπτου βασίλειον, ὦ γῦναι, ἀπὸ τῶν τριῶν κ. τ. λ. Μόνοις δὲ Ἰουδαίοις ἐξὸν ἦν λάθρα ταῦτα ποιεῖν καὶ γράφειν, καὶ ἐκδιδόναι. Διὸ καὶ εὑρίσκομεν Θεόφιλον τὸν Θεογένους γράψαντα ὅλα τὰ τῆς χωρογραφίας χρυσω‐ ρυχεῖα, καὶ Μαρίας τὴν καμινογραφίαν, καὶ ἄλλους Ἰουδαίους.
20 Καὶ Συνέσιος πρὸς Διόσκορον γράφων φησὶ περὶ τῆς ὑδραρ‐ γύρου τῆς ἐτησίας τῆς νεφέλης, ἐπειδὴ οἴδασιν αὐτὴν πάντες οἱ
ἀρχαῖοι λευκὴν καὶ φευκτὴν καὶ ἀνυπόστατον, δεχομένην δὲ πᾶν90

2

.

91

σῶμα χυτὸν καὶ εἰς ἑαυτὴν ἕλκουσαν, ὡς καὶ ἡ πεῖρα ἐδίδαξεν, καὶ φησὶν οὕτως· «Ἐὰν βούλῃ τὸ ἀκριβὲς γνῶναι κ. τ. λ. ..... «Καὶ διὰ τοῦτο Πηβίχιος πολλὴν συγγένειαν ἔχειν ἔλεγεν. — Καλῶς ἐδίδαξας, φιλόσοφε.»
5 Τούτων πλέον τί ἔχομεν ἀκοῦσαι; Ὡς ὅτι ἡ ὑδράργυρος φιλοτεχνουμένη ὑποστατικὴ γίνεται, ἀνυποστάτου αὐτῆς οὔσης συμ‐ μεταβαλλομένη παντὶ σώματι χυτῷ; ἀπὸ ἀφυΐας δὲ γινομένη φευκτὴ γίνεται. Οὕτως καὶ ἡ ἡμῶν μαγνησία, ἢ τὸ στίμμι, ἢ οἱ πυρίται, ἢ ψάμμοι, ἢ ὅσα φημίζουσιν ἡμῖν σώματα κατασπώμενα
10νιτρελαίῳ ἢ αὐτοματαρείῳ ἢ φυσητηρίῳ ἢ ὅπως ἂν ὀνομάζειν ἐθέ‐ λοιεν, κατασπώμενα ὑπὸ εὐφυΐας ἐκτεφροῦνται. Καὶ γὰρ σῶμα ὑποσ‐ τατικὸν, ὁ φημιζόμενος παρ’ αὐτοῖς μόλυβδος μέλας, ὃν ἐπεθύμησαν εἰδέναι οἱ Αἰγυπτίων προφῆται, καὶ οἱ τῶν δαιμόνων χρησμοὶ ἐξέ‐ δωκαν, σκωρίδια καὶ τέφραι Μαρίας. Ἐξ ἀρχῆς γὰρ αὐτὰ ἴσασιν
15εἶναι. Διὰ τοῦτο μέλανσις· καὶ ἐν τῇ ἐργασίᾳ, ἀπομέλανσις, ἤτοι λεύκωσις· οὐδὲν γὰρ ἄλλο σημαίνει ἡ λεύκωσις, εἰ μὴ τὸ ἐκμελα‐ νίσαι κατὰ στέρησιν τοῦ μέλανος. Καὶ ὅρα ἀκρίβειαν, ὦ σοφέ. Ὧδε γὰρ ἔχεις πάντα τὸν μόχθον αἰχμαλώτου· ὧδε ἔχεις τὸ ἀπ’ αἰῶνος ζητούμενον· οἶδα σοῦ τὸ ἀνεξίκακον τῆς σοφίας.
20Τοσαύτη κλεῖς λόγου τῆς ἐγκυκλίου τέχνης ἡ σύνοψις. Μὴ
παραδράμῃς τι τῶν ἐνθάδε· ἀνοίξει γάρ σοι πύλας τοῦ θεωρητικοῦ91

2

.

92

καὶ πρακτικοῦ, γνοὺς ὅτι τὰ σκωρίδιά εἰσιν τὸ ὅλον μυστήριον· ὅλοι γὰρ εἰς αὐτὰ κρέμανται καὶ ἀποβλέπουσι· καὶ τὰ μυρία αἰνίγματα εἰς αὐτὰ ἀνατρέχει· καὶ αἱ βίβλοι αἱ τοσαῦται αὐτὰ αἰνίττονται· λεύκωσιν γὰρ καὶ ξάνθωσιν ὑποτίθενται. Δύο γάρ εἰσιν ἄκρα χρώ‐
5ματα, λευκὸν καὶ μέλαν· καὶ τὸ μὲν λευκὸν διακριτικόν ἐστιν, τὸ δὲ μέλαν συνεκτικόν. Καὶ τοῦτο Ζώσιμος αἰνιττόμενός φησιν· «Τὴν κόρην τοῦ ὀφθαλμοῦ παραφέρει καὶ τὴν ἶριν τὴν οὐρανίαν». Καὶ οὐκ αἰσθάνονται οἱ ἀνόητοι τί ἐστιν τὸ διακριτικὸν καὶ συνεκτικόν. Τὸ μὲν γὰρ συνεκτικὸν καὶ συνεχόμενον εἰς αὐτὸ πυκνόν ἐστιν κατα‐
10κομιζόμενον ὑπὸ τῶν ἰδίων σωμάτων. Κατακομίζεται γὰρ ὑπὸ τῆς ὑγρᾶς οὐσίας καθελκομένη ἡ φύσις τοῦ μολύβδου, ὥς φησιν ὁ ἔνθεος Ζώσιμος, πάσης ἀληθείας ἐστήρικται γνώσεως θεοῦ· καὶ τὸν ἀόρατον κόσμον μηκέτι ἐν ἑαυτῇ ἐπιδεικνύουσα, τουτέστιν ἡ ψυχὴ ἄλλως ἐν ἄλλῳ σώματι τοῦ ἀργύρου ἐπιδεικνύει, ἐν τῷ ἀργύρῳ τὸ
15πυρροῦν αἷμα, τουτέστιν τὸν χρυσόν. Ὦ ἀφθόνως ἔχων φίλε μοι, στῆσον ὡς ἐν παρατάξει τὸν σὸν λόγον, ἀμυντηρίοις χρώμενος τῆς σῆς καλοκαγαθίας· τὸ πρᾷον καὶ ἀνεξίκακον πρὸς τὸ ῥᾴθυμον τῆς πολυφλοίσβου σπουδῆς, οὐ τὴν σπου‐ δὴν λοιδορῶν μὴ γένοιτο, ἀλλὰ τὸ ῥᾴθυμον τῆς σπουδῆς. Τοίνυν τὸ
20διακριτικόν ἐστιν τὸ λευκόν· τὸ γὰρ λευκὸν χρῶμα οὐ λέγεται κυρίως·92

2

.

93

πᾶν γὰρ χρῶμα δέχεται καὶ διακρίνει· τὸ γὰρ μέλαν χρῶμά ἐστι κυρίως, καὶ τοῦ μέλανος πολλαὶ διαφοραί. Καὶ περὶ χρωμάτων δια‐ λεγόμενοι, συγχεῖται ὁ νοῦς τῶν ἀμυήτων· ἀλλ’ ἡμεῖς μὴ μεταβῶμεν τῶν λογισμῶν. Μέλανα γὰρ οἴδασιν οἱ ἀρχαῖοι τὸν μόλυβδον. Ἔστι
5δὲ ὁ μόλυβδος ὑγρᾶς οὐσίας· καὶ βλέπε ἀκρίβειαν διὰ τὸ λέγειν ἡμᾶς ἀνωτέρω περὶ τῆς καθελκομένης ψυχῆς ὑπὸ τῆς ὑγρᾶς οὐσίας. Τῷ βάρει γὰρ καταδύεται καὶ ἐφέλκεται εἰς ἑαυτὴν πάντα. Καὶ ὧδε ἔχεις πάντα τὰ φημιζόμενα μυστήρια. Καὶ δέον πρῶτον παραθέσθαι μαρτυρίας ὀλίγας, καὶ πάλιν εἰς
10τὸ ἡμέτερον ἐπανιέναι. Ἡ Μαρία τοίνυν ἐξ ἀρχῆς μέλανα μόλυβδον ὑποτίθεται, καί φησιν· «Ἐὰν ὁ μόλυβδος ἡμῶν μέλας γένηται, ἰδοὺ γεγένηται· ὁ γὰρ μόλυβδος ὁ κοινὸς ἐξ ἀρχῆς μέλας ἐστίν». Οὐκοῦν οὐ περὶ μολύβδου κοινοῦ λέγει, ἀλλὰ τοῦ γινομένου. Καὶ «πῶς γίνεται; φησὶν ἡ Μαρία. Ἐὰν μὴ τὰ σώματα ἀσωματώσῃς καὶ τὰ ἀσώματα
15σωματώσῃς, καὶ ποιήσῃς τὰ δύο ἓν, οὐδὲν τῶν προσδοκωμένων ἔσται.» Καὶ ἀλλαχοῦ· «Ἐὰν μὴ τὰ πάντα τῷ πυρὶ ἐκλεπτυνθῇ, καὶ ἣ αἰθάλη πνευματωθεῖσα βασταχθῇ, οὐδὲν εἰς πέρας ἀχθήσεται.» Καὶ ἀλλαχοῦ· «Ὁ χαλκομόλυβδος ἐτήσιος λίθος.» Ἐξίσου τὰ πάντα ὁμορρευστήσαντα χρύσοπτα πάντα ποιεῖ· δυνάμει τὰ ὠμὰ
20ὀπτὰ ποιεῖ, τὰ ὀπτὰ διπλοῖ· εἰ δὲ καὶ λευκάναι εὕροις ἢ ξανθῶσαι. οὐκέτι δυνάμει, ἀλλὰ καὶ ἐνεργείᾳ. «Ἐγὼ δὲ λέγω αὐτὸν, φησὶν ἡ Μαρία, χαλκὸν μόλυβδον εἶναι διὰ οἰκονομίας ὄντα.» Ἡ οὖν οἰκονο‐
μία τῶν σκωριδίων, ἡ διδαχή ἐστιν αὕτη. Ἐτήσιον ἢ λιθοφρύγιον93

2

.

94

ὄξυνε· προκατάβαπτε, χλιάνας, λείου καὶ ἔχε. Καὶ Δημόκριτος· «Ἀπὸ στίμμεως καὶ λιθαργύρου κατάσπα μόλυβδον.» Καὶ παρεγγυᾶται, οὐχ ἁπλῶς λέγων, ἵνα μὴ πλανηθῇς, ἀλλὰ μέλανι τῷ ἡμῶν. Καὶ Ἀγαθοδαίμων διὰ μολύβδου τοῦ ἡμῶν ποιεῖται τὰς ἰώσεις, καὶ σκευ‐
5άζει μέλανα ζωμὸν ἀπὸ μολύβδου λειῶν καὶ ἐξ ὑδάτων διὰ τὸ ψαφα‐ ρωθῆναι τὸν χρυσόν. Ἰδοὺ ὅλως σκευάζουσιν μέλανα μόλυβδον· ὡς γὰρ εἶπον, ὁ κοινὸς μόλυβδος ἐξ ἀρχῆς μέλας ἐστίν· ὁ δὲ ἡμέτερος γίνεται μέλας, μὴ ὄντος αὐτοῦ τοιούτου. Ἡ πεῖρα διδάσκαλος, πάλιν τε ἀληθεῖς
10ἀποδείξεις καὶ πιθανὰς συνάδειν τῷ προκειμένῳ, καὶ εἰς τὸ πρότερον ἡμέτερον ἐπανιέναι πειρῶμαι. Οὐ γὰρ, ὥς φησιν, ὁ ἄσημος γίνεται χρυσὸς, μὴ γένοιτο, ἀλλ’ ἡ ἐργασία ἐστίν. Οὐ γὰρ ἐκφαυλίζειν δίκαιον τοὺς ἀρχαίους· «τὸ μὲν γὰρ γράμμα ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ.» Τοῦτο συνᾴδει καὶ πᾶσι τοῖς λεγομένοις ὑπὸ τῶν ἀρχαίων
15τῶν εἰς ταῦτα ἠσχολημένων, τὸ ὑπὸ τοῦ Κυρίου εἰρημένον τοῖς ἐρωτήσασιν αὐτὸν μὴ λογιζομένων. Εἰ καὶ τὴν κεκρυμμένην τέχνην τῆς χυμείας ἐπίσταται, φησὶν πρὸς αὐτοὺς ὅτι «πῶς μεταβολὴν νῦν ὁρῶ; πῶς τὸ ὕδωρ καὶ τὸ πῦρ, ἐχθρὰ καὶ ἐναντία ἀλλήλοις καὶ 〈πρὸς τὴν〉 ἀντιπαράθεσιν πεφυκότα εἰς τὸ αὐτὸ συνῆλθον ὁμονοίας
20καὶ φιλίας χάριν» καὶ τὰ ἑξῆς. Ὢ παραδόξου κρά‐ σεως! πόθεν ἥτις ἡ τῶν ἐχθρῶν ἀπροσδόκητος φιλία; Πάλιν οἱ χρησμοὶ τοῦ Ἀπόλλωνος συνηγοροῦσι· ταφὴν
γὰρ, Ὠσίρεως ὑποτίθενται. Ἡ δὲ ταφὴ τοῦ Ὠσίρεως τί ἐστιν;94

2

.

95

Νεκρός ἐστιν κηρίαις κατισχημένος, τὸ πρόσωπον μόνον γυμνὸν ἔχων. Καί φησιν ἑρμηνεύων ὁ χρησμὸς τὸν Ὤσιριν· «Ὤσιρίς ἐστιν ἡ ταφὴ ἐσφιγμένη, κρύπτουσα πάντα τὰ Ὠσίριδος μέλη, μόνον πρό‐ σωπον ἐμφαίνουσα τοῖς βρότοις, τὰ δὲ σώματα κρύψασα ἐθάμβησεν
5ἡ φύσις· αὐτὸς γὰρ ἀρχὴ ὑγρᾶς οὐσίας πάσης, κάτοχος ὑπάρχων ταῖς τοῦ πυρὸς σφαίραις. Αὐτὸς τοίνυν συνέσφιγξεν μολύβδου τὸ πᾶν.» Καὶ τὰ ἑξῆς. Καὶ ἄλλος χρησμὸς αὐτοῦ οὕτως φησίν· «Χρυσόλιθον λάβε, ὃν καλοῦσιν ἄρρενα τὸν χρυσοκόλλης καὶ ἄνδρα συμπεφυρμένον. Στα‐
10γόσιν γὰρ αὐτοῦ τίκτει τὸ χρυσίον Αἰθιοπίδος γῆς. Ἔνθα μυρμήκων γένος χρυσόν τε ἐκφέρει, καὶ ἀνάγει, καὶ τέρπεται. Καὶ θὲς σὺν αὐτῷ γυναῖκα ἀτμίδος ἕως ἐκστραφῇ· ὕδωρ δὲ θεῖον πικρόν· εἰ δὲ ἐστυμ‐ μένον, ἢ καὶ ἰῶνται κύπριον καὶ Αἰγυπτίας χρυσοβοστρύχου χυλόν· χρίε πέταλα τῆς φαεσφόρου θεᾶς καὶ κυπρίδος πυρρᾶς τε.
15Καὶ χώνευε χρυσὸν ἀγκαλούμενος. Πάλιν Πετάσιος ὁ φιλόσοφος περὶ τῆς καταρχῆς τοῦ ἔργου συνάδει τοῖς εἰρημένοις περὶ τοῦ μολύβ‐ δου τοῦ ἡμῶν, καί φησιν· «Ἡ τοῦ πυρὸς σφαῖρα κατέχεται καὶ σφίγγεται διὰ τῆς μολύβδου. Καὶ αὐτὸς ἑαυτὸν ἐρμηνεύων φησίν· «Τουτέστιν ἀπὸ τοῦ ἐρχομένου ἀπὸ τοῦ ἀρρενικοῦ ὕδωρ.» Ἔστι δὲ
20τὸ ἀρρενικὸν ὅπερ εἶπεν σφαῖραν τοῦ πυρός. Τοσαύτης δὲ δαιμονιο‐ πληξίας καὶ ἀναιδείας τὸν μόλυβδον 〈εἶναι〉 εἶπεν ὅτι οἱ θέλοντες
μαθεῖν μανίαν περιπίπτουσι διὰ τὴν ἄγνοιαν.95

2

.

96

Ἰδοὺ ἐξ ἀρχῆς εἰρημένον περὶ τῶν στοιχείων, καὶ ἐνταῦθα δημηγόρειται. Τὸν γὰρ μόλυβδον εἶπον ὠὸν τὸ ἐκ τῶν τεσσάρων σωμάτων, ὥς πού φησιν ὁ Ζώσιμος. Τὸ δὲ πᾶν τῷ μολύβδῳ κατα‐ λήγει· οἷον γὰρ εἶδος καταλέγουσιν, τὸ ὅλον αἰνίττονται· τὰ δὲ τέσ‐
5σαρα ἕν, φησὶν ἡ Μαρία. Ἐὰν γὰρ ψάμμους ἀκούσῃς, τὰ εἴδη νόει· ἐὰν δὲ εἴδη ἀκούσῃς, τὰς ψάμμους νόει. Τὰ γὰρ τέσσαρα σώματα ἡ τετρασωμία ἐστίν· περὶ ἧς τετρασωμίας φησὶν ὁ Ζώσιμος· «Εἶτα οὕτως ἡ τάλαινα ἐν σώματι τετραστοίχῳ πεσοῦσα ἢ καὶ πεδηθεῖσα, εὐθέως καὶ χρώμασιν ὑποπίπτει οἷς βούλεται ὁ τῇ τέχνῃ πεδήσας
10ἢ λευκὸν, ἢ ξανθὸν, ἢ μέλαν αὐτὴν, ἢ μέλανι ἢ λευκῷ, ἢ ξανθῷ. Εἶτα ὑποδεξαμένη τὰ χρώματα καὶ κατ’ ὀλίγον ἡβῶσα ἕως γήρους ἔρχεται καὶ τελευτᾷ ἐν τῷ τετραστοίχῳ σώματι, τουτέστιν χαλκῷ, σιδήρῳ, κασσιτέρῳ καὶ μολύβδῳ, καὶ συντελευτᾷ ἐν τῇ ἰώσει, τού‐ τοις ὡς φθειρομένη, καὶ μάλιστα τότε μὴ δυναμένη φεύγειν· ἅτε
15δὴ συμπλακεῖσα αὐτοῖς, καὶ μὴ δυναμένη φεύγειν. Πάλιν μετ’ αὐτὼν ἀντεπιστρέφει, συνδεδεμένον ἔχουσα τὸν διώκοντα καὶ ἔξωθεν ὑπὸ ὀργάνου κυκλικοῦ.» Τὸ δὲ ὄργανον τὸ κυκλικὸν τί ἐστιν; ἢ τὸ πῦρ καὶ σφαιροειδοῦς τῆς φιάλης ἀνεξόδευτον ἔχει τῆς φυγῆς τὸ αἴτιον, ὥσπερ ἐν νόσῳ τοῦ προτέρου αἵματος φθαρέντος, καὶ ἐν τῇ ἀναλή‐
20ψει νέον αἷμα γεννήσασα ἐπιδεικνύει ἐν τῷ ἀργύρῳ τὸ πυρρὸν αἷμα, τουτέστιν χρυσόν. Ἰδοὺ πᾶσαι μαρτυρίαι κατὰ τὸ δυνατὸν 〈ἀντὶ〉 τῶν πολλῶν
ὁμιλιῶν ἐκκόψας ὡς διὰ τὸν χάρτην, οὐχ ὅτι σπανιοῦμεν τοῦ96

2

.

97

χάρτου: ποῖος γὰρ χάρτης δυνήσηται τὰς τηλικαύτας δυνάμεις τῶν ἐγκωμίων τῆς τέχνης; Τοσοῦτον δέ μοι χάρτην ἐτοίμασον ὅσος καὶ πηλίκος ἐστὶν ὁ οὐρανὸς, ἵνα κἄν τι μόριον δυνήσωμαι ἐντάξαι ὅσον κατὰ τὴν ἔνσωμον ὕλην. Τοῦ γὰρ τελείου καὶ ἀρρήτου
5νοῦ ὁμοίωμά ἐστιν. Διὸ γυμνάζεσθαι ὀφείλομεν, κατὰ τὸν θεῖον Δημόκριτον· (ἀφομοίωσίς ἐστιν.) «Διὸ γυμνάζεσθαι ὀφείλομεν καὶ συνετὸν καὶ ὀξὺν ἔχειν τὸν νοῦν». Καὶ ὁ Ζώσιμός φησιν· «Εἰ μὲν γυμναζόμενος ἐπέτυχες, ἔσχες τῶν γυμνασίων τὸν κάματον· ἡ γὰρ τέχνη, φησὶν, νοὸς χρῄζει, καὶ γίνεται.
10 Καὶ ὅρα ὅτι πάντα εὐσύνοπτά σοι καθέστηκεν, ἀναλεξάμενος ἀπὸ τῶν ἐξ ἀρχῆς εἰρημένων, ἀναλογίαν ποιούμενος τῶν παρατεθέν‐ των σοι πάντων. Τὸ γὰρ εἰρηκέναι αὐτοὺς περὶ ὑγρῶν οὐσιῶν καὶ ξηρῶν πλάνην ποιεῖ τοῖς ἐντυγχάνουσιν. Τὸ γὰρ ὑγρὸν διττῶς νοεῖται· τὸ μὲν γὰρ κυρίως ὑγρόν ἐστιν, ὡς τὸ ὕδωρ· τὸ δὲ πάλιν ὑγρὸν καλεῖ‐
15ται παρὰ τοῖς τεχνίταις τὸ τραυλὸν τῶν λίθων. Καὶ δύο ἐναντία κατὰ ἑνὸς ἐκφέρεσθαι ἀμήχανον. Καὶ ὧδε ἐστὶν τὸ ἀληθὲς εἰρημένον ὑπὸ Πετασίου τοῦ φιλοσόφου· «Τοσαύτης δαιμονοπληξίας καὶ αὐθαδείας τὸν μόλυβδον ὄντα φησὶν ὅτι οἱ θέλοντες μαθεῖν μανίας περιπίπτουσιν, ἀλλ’ οὐ νοΐ. Ἀγαθὲ, μοὶ λάμψον τοῖς ἐσκοτισμένοις φῶς. Ὅμως
20οἰχήσεται πᾶν ψεῦδος. Οἴδασι γὰρ οἱ ὄντες τῆς ἀφθονίας ἀρχηγοὶ πάντα ἀληθῆ· ἀλλὰ συγγνώμης τύχω· δυνατὸν γὰρ τὸ ἐμὸν ἁμάρτημα δι’
ὑμῶν κατορθοῦσθαι, καὶ γενέσθαι πάλιν κάλυμμα οἷς οὐ θέμις.97

2

.

98

Τὰ γὰρ μολύβδῳ τὰ δύο ἐναντία ἀνατίθησιν, ἐπεὶ ὑγρός ἐστιν καὶ ξηρὸς κατὰ τὴν αἴσθησιν. Καὶ τὰ τρία ἔχει ἐν ἑαυτῷ· ἔστιν γὰρ λευκὸς καὶ ξανθὸς καὶ μέλας ἀλλὰ καὶ ὑγρός. Ἰδοὺ τέσσαρα γί‐ νονται καὶ χρώματα τοῦ ξανθοῦ διάφορα. Ἔχει καὶ δύο οἰκονομίας.
5Καὶ δικαίως ἐν αὐτῷ ἀνατίθησι τὴν τέχνην, καὶ ψεῦδος αὐτῷ προσ‐ κυροῦσιν τὸ ὑποκριτικὸν, τὸ φαινόμενον, ὡς ἀλήθεια, τουτέστιν τὸ αὐτὸ ἀστέρι. Καὶ διὰ τὴν τοιαύτην αὐτοῦ φύσιν οἱ πλεῖστοι τῶν ἀρχαίων εἰς αὐτὸν ἀνατιθέασιν τὴν τέχνην, ὥς φησιν ὁ Ζώσιμος· «Τὸ δὲ πᾶν τῷ μολύβδῳ καταλήγει.» Καὶ ἀλλαχοῦ· «Ὁ δὲ μόλυβδός
10ἐστιν ἡμῶν ἡ μαγνησία, ὑγροῦ αὐτοῦ ὄντος κατὰ τὴν φύσιν.» Ἀλλὰ καὶ τὸ σκωρίδιον αὐτοῦ ἔοικεν αὐτῷ τῷ σκωριδίῳ τῷ ἐκφε‐ ρομένῳ διὰ τῆς χωνείας τῆς χρυσάμμου. Διὰ τοῦτο καὶ μάλιστα εἰς αὐτὸν ἀνατιθέασιν τὴν τέχνην. Δεῖ οὖν τὸ σῶμα τοῦ σκωριδίου τὸ πᾶσι τοῖς θεωμένοις ἄποιον
15καὶ εὐτελὲς καὶ καταφρονούμενον εἰς αὐτὸ προσκυρῶσαι τὰ εἰρημένα ἐγκώμια καὶ σὺν πᾶσι τοῖς ἀρχαίοις δοξάσαι, καὶ αὐτῷ τὸ κλέος ἀνα‐ πέμπειν, καὶ τοῦτο τεχνιτεύειν. «Καὶ ἵνα μὴ ὑπὸ τῆς ἀπειρίας δει‐ λανθῇς, φησὶν ὁ Ζώσιμος, ὅτε ἴδῃς πάντα σποδὸν γενόμενα, τότε νόει ὅτι καλῶς ἔχει, ...... καὶ εὑρήσεις τὸ ζητούμενον.»
20Καὶ ἡμεῖς μὲν ἀδύνατοι ὄντες πέρας ἐπιθῆναι τῷ λόγῳ διὰ τὴν ἄφατον εὔκλειαν τῶν ἐγκωμίων τῆς τέχνης, ὁ λόγος ἑαυτὸν σεμνύ‐
νας ἑαυτῷ πέρας ἐπέθηκεν· καὶ οἶκον αἰνίττεται φιλοσόφων ψυχῶν,98

2

.

99

καί φησιν· «Οἶκος ἦν σφαιροειδὴς ἢ ὠοειδὴς ταῖς δυσμαῖς βλέπων εἰς ἃς εἶχεν τὴν εἴσοδον, κοχλιοειδὴς ὑπάρχων· εὑρήσεις δὲ αὐτοῦ τὴν διαγραφὴν ἐν τῷ μνημονευθέντι σοι λόγῳ. Πάλιν ἀναφέρουσι τὴν τέχνην εἰς ἥλιον καὶ σελήνην. Καὶ ὁ μὲν
5ἥλιος τῆς ἀνατολῆς ἄρχει, ἡ δὲ σελήνη τῆς δύσεως. Καὶ πιθανὰς ἀποδείξεις ἀναφέρουσιν περὶ τούτων, ὅτι περὶ ψάμμου τι λελαλή‐ κασιν, τὰς οὐσίας αἰνιττόμενοι. Ταριχεύοντες δὲ τὰ θειώδη τινὲς, τοῦ φαρμουθὶ μηνὸς ἐλθόντος, ἕκαστον τῶν εἰδῶν βάλλοντες εἰς λινοῦν στερεὸν καὶ πυκνὸν ῥάκος, ζεννύουσι τῇ θαλάσσῃ τὰ εἴδη,
10ἀποβάλλοντες τὸ ζέμα πεποιημένον, καὶ πάλιν ἐῶντες ἐν τῇ θαλάσσῃ βρέχεσθαι, οὐκ ἀφ’ ἑαυτῶν οὐδὲ τοῦτο τεκμηράμενοι, ἀλλ’ ἀπ’ ἐκείνων ὧν φησιν Ἑρμῆς εἰς πολλοὺς τόπους, ὅτι «Ζέσον εἰς ῥάκος λινοῦν στερεόν.» Αὐτὸς μὲν βοτάνην εἴρηκεν ζεννύσθαι, καὶ δικαίως· «Αὔξησιν γὰρ λαμβάνει·» ἡ γὰρ αὔξησις οὐκ ἔστιν ματαία· εἰς γὰρ
15τροφὴν καὶ σπερμάτωσιν αὐξάνουσιν. Καὶ μέμνηνται πολλοὶ τῶν ἀρχαίων τῶν ζέσεων· καὶ Μαρία καὶ Δημόκριτος ὅτι «Πλῦ‐ νον καὶ πλῦνον ἕως φύγῃ ἡ μελανία τοῦ στίμμεως· καὶ ταύτην τὴν πλύσιν λεύκωσιν αἰνίττονται, ὡς καὶ ἀνωτέρω εἴρηται. Πάλιν περὶ τῆς ξανθῆς οὐσίας φροντίζοντες κατάλογον
20ξανθῶν εἰδῶν ποιοῦνται· καί φησιν· «Δύο εἰσὶ λευκώσεις, ὡς καὶ δύο ξανθώσεις, καὶ δύο συνθέματα, ξηρὸν καὶ ὑγρὸν, τουτέστιν ἐν τῷ καταλόγῳ τοῦ ξανθοῦ βοτάνας καὶ μέταλλα, καὶ ζωμοὺς δύο, ἕνα ἐν τῷ ξανθῷ, καὶ ἕνα ἐν τῷ λευκῷ· καὶ ἐν μὲν τῷ ξανθῷ
ζωμῷ, τὰ διὰ τῶν ξανθῶν βοτανῶν, οἷον κρόκου καὶ ἐλυδρίου, καὶ99

2

.

100

τῶν ὁμοίων· καὶ ἐν τῷ λευκῷ πάλιν συνθέματι, καὶ ἐν μὲν τῷ ξηρῷ πάντα τὰ λευκὰ, οἷον γῆ κρητικὴ, κιμωλία, καὶ ὅσα τοιαῦτα. Καὶ πάλιν ἐν τῷ ὑγρῷ τοῦ λευκοῦ, ὅσα λευκὰ ὕδατα, οἶον ζύθον καὶ χυλοὺς καὶ ὁποὺς βοτανῶν· Καὶ ταῦτα πάντα περὶ χρωμάτων αἰνιτ‐
5τόμενοι, ποιοῦνται τὴν φροντίδα. Αὐτοὶ δὲ, ὡς συνετοὶ, κρίνατε, προ‐ γεγυμνασμένοι ἐν τούτοις. Ἡμεῖς μὲν γὰρ πάντων τούτων καταφρο‐ νήσαντες, κατὰ τὸν Δημόκριτον· «Ἴσμεν γὰρ τῆς ὕλης τὴν διαφορὰν, καὶ ἐπὶ τὰ χρησιμώτατα χωροῦμεν.» Καὶ ὅρα πῶς ἐν τῇ κατ’ ἐνέργειαν βίβλῳ, τῷ δευτέρῳ λόγῳ, τί φησιν περὶ τῆς λευκώσεως
10τῆς λευκῆς· «Δύο εἰσὶν λευκώσεις, ὡς καὶ δύο ξανθώσεις· μία διὰ λειώσεως, καὶ ἑτέρα διὰ ἑψήσεως. Ἡ οὖν διὰ λειώσεως γίνεται· οὐ γὰρ ἁπλῶς συλλειοῦται, ἀλλ’ ἐν δώματι ἱερατικῷ· ἐκ δὲ τοῦ δώματος ἐκείνου τοῦ ἱεροῦ οἴκου, ἐφ’ ἴσα τὰ μέρη, πανταχόθεν λίμναι καὶ κῆποι παρακείσθωσαν· ἵνα μὴ ὁ ζέφυρος πνέων καὶ κόνιν ἐκ
15τοῦ σύνεγγυς ἐπισύρηται κατὰ τῆς θυείας.» Ἰδοὺ τὸν τόπον τῆς λειώσεως εἶπεν μυστικῶς. «Καὶ αὐτοὶ, ὡς συνετοὶ, κρίνατε τὸ μέσον τοῦ δώματος.» Καὶ τὸ «λίμναι καὶ κῆποι,» τί ἐστιν. Ἑρμῆς τοίνυν μικρὸν κόσμον ὑποτίθεται τὸν ἄνθρωπον, λέγων ὅτι ὅσα ἔχει ὁ μέγας κόσμος, ἔχει καὶ ὁ ἄνθρωπος. Ἔχει ὁ
20μέγας κόσμος ζῷα χερσαῖα καὶ ἔνυδρα· ἔχει καὶ ὁ ἄνθρωπος ψύλλους καὶ φθεῖρας, καὶ [ἔνυδρα] ἕλμιγγας. Ἔχει ὁ μέγας κόσμος ποταμοὺς, πηγὰς, θαλάσσας· ἔχει ὁ ἄνθρωπος τὰ ἔντε‐
ρα. Ἔχει ὁ μέγας κόσμος τὰ ἀέρια ζῷα· ἔχει καὶ ὁ ἄνθρωπος100

2

.

101

τοὺς κώνωπας. Ἔχει ὁ μέγας κόσμος πνεύματα ἀναδιδόμενα, οἷον ἀνέμους· ἔχει καὶ ὁ ἄνθρωπος τὰς φύσας, οἷον τῷδε. Ἔχει ὁ μέγας κόσμος ἥλιον καὶ σελήνην· ἔχει καὶ ὁ ἄνθρωπος τοὺς δύο ὀφθαλ‐ μοὺς, καὶ τὸν μὲν δεξιὸν ὀφθαλμὸν τῷ ἡλίῳ ἀνατιθέασι, τὸν δὲ ἀρισ‐
5τερὸν τῇ σελήνῃ. Ἔχει ὁ μέγας κόσμος ὄρη καὶ βουνούς· καὶ ὁ ἄνθρωπος τὰ ὀστέα. Ἔχει ὁ μέγας κόσμος τὸν οὐρανόν· ἔχει καὶ ὁ ἄνθρωπος τὴν κεφαλήν. Ἔχει ὁ οὐρανὸς τὰ δώδεκα ζῴδια ἀπὸ κριοῦ τῆν κεφαλὴν ἕως ἰχθύων τοὺς πόδας. Καὶ τοῦτό ἐστι τὸ φημιζό‐ μενον παρ’ αὐτοῖς τὸ κοσμικὸν μίμημα ὃ καὶ ἐν τῇ βίβλῳ τῆς ἀρέτης
10μέμνηται ὁ Ζώσιμος. Τοῦτό ἐστιν καὶ ἡ γῆ τοῦ κόσμου. Καὶ μὴν ἄνθρωπον ἔχομεν λειῶσαι καὶ ἐπιβαλεῖν; φησὶν ὁ φιλό‐ σοφος πρὸς τὸν Ζώσιμον. Ὁ δέ φησιν· «Ἐτεκμηράμην ὡς ἐκ τοῦ κοσ‐ μικοῦ, τοῦτο ὠὸν εἶναι.» Πάλιν ἐν τῇ πυραμίδι ὁ Ἑρμῆς τὸ ὠὸν αἰνιτ‐ τόμενος, κυρίως οὐσίαν καὶ χρυσοκόλλης καὶ σελήνης ἔλεγεν τὸ ὠόν.
15Καὶ γὰρ τὸ ὠὸν προκαλεῖται τὸν χρυσόκομον κόσμον· ἄνθρωπον γὰρ εἶναί φησιν τὸν ἀλεκτρυόνα ὁ Ἑρμῆς καταραθέντα ὑπὸ τοῦ ἡλίου. Ταῦτα λέγει ἐν τῇ ἀρχαϊκῇ βίβλῳ. Ἐν αὐτῷ δὲ μέμνηται καὶ περὶ τοῦ ἀσπάλακος, ὅτι καὶ αὐτὸς ἄνθρωπος ἦν· καὶ ἐγένετο θεοκατάρατος, ὡς ἐξειπὼν τὰ τοῦ ἡλίου μυστήρια. Καὶ ἐποίησεν αὐτὸν τυφλόν. Ἀ‐
20μέλει καὶ ἐὰν φθάσῃ θεωρηθῆναι ὑπὸ τοῦ ἡλίου, οὐ δέχεται αὐτὸν ἡ γῆ101

2

.

102

ἕως ἑσπέρας. Λέγει ὅτι «ὡς καὶ γιγνώσκων τὴν μορφὴν τοῦ ἡλίου ὁποία ἦν.» Καὶ ἐξώρισεν αὐτὸν ἐν τῇ μελαίνῃ γῇ, ὡς παρανομήσαντα, καὶ ἐξειπόντα τὸ μυστήριον τοῖς ἀνθρώποις. Ὁμοίως τὸ συναγόμενον ἐκ τούτων συντομίας χάριν· ἔσω γινώσ‐
5κων ὡς πρὸς τὰς γονὰς γένος ὑπάρχει καὶ τῷ εἴδει μόνον δια‐ φέρον κατὰ τῶν πτηνῶν διὰ τὸ πρόχειρον, καὶ ὑπὸ ἐαυτοῦ φρουρού‐ μενόν ἐστιν, κἄν τε τῶν χαμερπῶν ζῴων, κἂν τετραπόδων, κἂν διενη‐ νόχασιν ἀλλήλων πρὸς εἶδος, ἀλλὰ τῇ δυνάμει συμφωνοῦσιν. Ὁ δὲ ἄνθρωπος ὡς τιμιώτερος πάντων τῶν ἀλόγων ζῴων, τοῦτο φέρουσιν ἐπὶ
10μνήμης πάλιν, Συνεσίου πρὸς Διόσκορον γράφοντος. Φησίν· «Προ‐ τετίμηται ὁ ἄνθρωπος πάντων τῶν ζῴων τῶν ἐπὶ τῆς γῆς.» Τὸ γὰρ κυρίως τῆς ὅλης τέχνης, φησὶν Ὧρος «λαθραίως εἰληφέναι τὸ τοῦ ἄρρενος σπέρμα, ἀλλὰ πάντα ἀρρενόθηλυ ὑπάρχειν,» ὥς πού φησιν ἡ Μαρία· «Ζεύξατε ἄρρενα καὶ θήλειαν, καὶ εὑρήσεται τὸ ζητούμενον·
15χωρὶς γὰρ ταύτης τῆς οἰκονομίας τῆς συζυγίας, οὐδὲν δύναται κατορ‐ θωθῆναι· ἡ γὰρ φύσις τῇ φύσει τέρπεται». Καὶ τὰ ἑξῆς. Ὁ δὲ Δημόκριτος ἐκ τούτων λαβὼν 〈ἀφορμὰσ〉 συνεγράψατο βιβλία τέσσαρα τῷ τῆς ἀφορμῆς ὀνόματι. Καὶ Μαρία· «Λαβὼν πέτα‐ λον τὸ μήνης ...» Καὶ ἀλλαχοῦ· «Τὸ πέταλον τῆς κηροτακίδος ...»
20κηροτακίδα καλήσασα τὴν θάλψιν τὴν διὰ πετάλου. Καὶ γὰρ τὸ πέτα‐
λον ῥάκος ἐκ βοτάνης ἐστὶν εἰργασμένον ...» Καὶ ἀλλαχοῦ ἡ αὐτή·102

2

.

103

«τῷ αὐτῷ μωταρίῳ τῆς ξανθῆς σανδαράχη. Ἰδοὺ καὶ θηλυκὸν ὄνομα σανδαράχη· τὰ γὰρ μωτάρια, ὡς ἴστε, ἐκ ῥάκους εἰσὶν, καὶ ἐν τῇ στήλῃ τῆς ἀρσενοειδοῦς ὑποκάτω τοῦ ζῳδίου Μαρίας ἐστὶν τὰ ὧδε· «Σὺν καὶ πᾶσι χρήμασι.» Καὶ ἀλλαχοῦ· «Πύρινον φάρμακον ...» Καὶ ἀλλαχοῦ
5φησὶν ἡ Μαρία· «Μὴ θέλε ψαύειν χειροῖν· οὐκ εἶ γένους Ἀβρα‐ μιαίου· καὶ εἰ μὴ εἶ ἐκ τοῦ γένους ἡμῶν ...» Καὶ ὅρα ὅτι εἰδική ἐστιν ἡ τέχνη καὶ οὐ κοινὴ, ὥς τινες δοκοῦσιν, καὶ πρὸς εἰδότας ἢ λαβόντας λελαλήκασιν. Ἀλλὰ σὺ, κάλλιστε υἱὲ, τὰ δοκοῦντα χρήσιμα ἀναλέγου, παραινούμενος παρὰ τοῦ φιλοσόφου ὡς· «Νοήμοσι λέγω,
10γυμνάζων ὑμῶν τὰς φρένας εἰς τὸ τίσι δεῖ κεχρῆσθαι». Καὶ εἰ ἐν τού‐ τοις ὑπῆρχον ἀσκούμενοι οἱ νέοι, οὐκ ἂν ἐδυστύχουν κρίσει ἐπὶ τὰς πράξεις ὁρμῶντες. Καὶ· «Γίνεσθε παῖδες ἰατρῶν, ἵνα νοῆτε τὰς φύσεις, ὁπηνίκα αὐτὸ ὑγιεινὸν φάρμακον κατασκευάσαι βουλόμενοι, τοῦτο οὐκ ἀκρίτῳ ὁρμῇ πράττειν ἐπιχειροῦσιν». Καὶ τὰ ἑξῆς.
15 Βλέπε οὖν πῶς ἐρρέθη ὅτι ἡ τέχνη εἰδική ἐστιν, καὶ οὐ κοινή. Ἀκούετε τοίνυν, ἄφρονες, τί φησιν Ὧρος ὁ χρυσωρυχίτης πρὸς Κρο‐ νάμμονα περὶ τῆς μερικῆς τέχνης τε καὶ τῶν εἰδῶν. «Μικρὸν λογύ‐ δριον παρενθήσω τῆς ἀληθίνης φύσεως τὴν ἑρμηνείαν ποιησάμενος, τοσοῦτον παρ’ ἡμῖν μνημονευθεισῶν τάξεων, καὶ μηδαμοῦ τῆς ἀλη‐
20θείας τῆς διὰ ψάμμων καὶ λίθων ἐκδοθείσης· ἀλήθειαν εἶπον τῆς διὰ ψάμμων· τῶν γὰρ τάξεων μηδαμῶς εἰς πέρας ἀχθεισῶν. Τίς γὰρ οὐκ οἶδεν ὅτιπερ καὶ χρυσὸς καὶ ἄργυρος καὶ χαλκὸς καὶ σίδηρος καὶ μόλυβδος καὶ κασσίτερος καὶ γαῖ καὶ λίθοι καὶ μέταλλα ἐκ τῆς γῆς εἰσιν καὶ χρήσιμα τυγχάνουσι; Καὶ ἐκ τούτων τὴν συγγραφὴν ἐποιή‐
25σαντο, ποιήσαντες καὶ ζωμοὺς ἐκ βοτανῶν χυλῶν καὶ ὁπῶν, δένδρων103

2

.

104

καὶ καρπῶν καὶ ξύλων ξηρῶν καὶ ὑγρῶν· ἐκ τούτων ζωμοὺς κατασ‐ τήσαντες, συνεστήσαντο τὴν τέχνην ἐκ ταύτης τῆς μιᾶς, ὡς ἓν δέν‐ δρον εἰς μυρίους κλάδους διελόντες, μυρίας τάξεις ἐποιήσαντο. Ἔχεις οὖν ὧδε ὅλῃ δυνάμει τὸ ὅλον τοῦ ἔργου· χαλκομόλυβδος,
5ἐτήσιος λίθος ἐξίσου ὁμορρευστήσαντα χρύσοπτα πάντα ποιεῖ. Τὸ δὲ «ὁμορρευστήσαντα» οὐδὲν ἄλλο σημαίνει, ἢ τὸ ὁμοῦ καὶ κατ’ αὐτὸν ῥεύ‐
σαντα, δηλονότι διὰ τοῦ πυρός.104