TLG 2586 002 :: MENANDER :: Περὶ ἐπιδεικτικῶν

MENANDER Rhet.
(Laodicensis: A.D. 3/4)

Περὶ ἐπιδεικτικῶν

Source: Russell, D.A., Wilson, N.G. (eds.), Menander rhetor. Oxford: Clarendon Press, 1981: 76–224.

Cap. 1 (pp. 76–94): Dup. partim JOSEPHUS RHACENDYTA Phil. (3151 002)

Citation: Spengel page — (line)

368

(1t)

ΜΕΝΑΝΔΡΟΓ ΡΗΤΟΡΟΣ
2tΠΕΡΙ ΕΠΙΔΕΙΚΤΙΚΩΝ
3 Ὁ βασιλικὸς λόγος ἐγκώμιόν ἐστι βασιλέως· οὐκ‐ οῦν αὔξησιν ὁμολογουμένην περιέξει τῶν προσόντων
5ἀγαθῶν βασιλεῖ, οὐδὲν δὲ ἀμφίβολον καὶ ἀμφισβη‐ τούμενον ἐπιδέχεται διὰ τὸ ἄγαν ἔνδοξον τὸ πρόσωπον εἶναι, ἀλλ’ ὡς ἐφ’ ὁμολογουμένοις ἀγαθοῖς τὴν ἐργα‐ σίαν ποιήσῃ. λήψῃ τοίνυν ἐν τούτῳ τὰ προοίμια δη‐ λονότι ἀπὸ τῆς αὐξήσεως, μέγεθος περιτιθεὶς τῇ
10ὑποθέσει, ὅτι δυσέφικτος, καὶ ὅτι καθῆκας ἑαυτὸν εἰς ἀγῶνα οὐ ῥᾴδιον κατορθωθῆναι λόγῳ, ἢ τοὺς ἑαυτοῦ λόγους μακαριεῖς, ὅτι καθῆκαν εἰς πεῖραν πραγμάτων, μετ’ ἀγαθῆς καὶ λαμπρᾶς τῆς τύχης, ἧς εἰ τύχοιεν, μεγίστην ἄρασθαι δυνήσονται
15δόξαν· ἢ ὅτι ἄτοπόν ἐστι τοσούτων ἀγαθῶν παρὰ βασιλέων πειρωμένους μὴ τὸν πρέποντα καὶ ὀφει‐ λόμενον αὐτοῖς ἔρανον ἀποδιδόναι· ἢ ὅτι δύο τὰ μέ‐ γιστα τῶν ὑπαρχόντων ἐν τῷ βίῳ τῶν ἀνθρώπων ἐστὶν εὐσέβεια περὶ τὸ θεῖον καὶ τιμὴ περὶ βασι‐
20λέας, ἃ προσήκει καὶ θαυμάζειν καὶ ὑμνεῖν κατὰ δύνα‐ μιν. δέχεται δὲ τὰ προοίμια τοῦ λόγου καὶ ἐκ παραδειγμάτων ἀορίστων αὐξήσεις, οἷον ὡς ἂν εἰ λέγοιμεν, ὥσπερ δὲ πελάγους ἀπείρου τοῖς ὀφθαλμοῖς

369

μέτρον οὐκ ἔστι λαβεῖν, οὕτω καὶ βασιλέως εὐφη‐ μίαν λόγῳ περιλαβεῖν οὐ ῥᾴδιον. οὐ μόνον δὲ ἐπὶ τοῦ βασιλικοῦ τοῦτο εὕροις ἄν, ἀλλὰ καὶ ἐπὶ πάσης ἐπιδεικτικῆς ὑποθέσεως, καὶ μάλιστα ἐν τοῖς συν‐
5τόνοις τῶν ἐπιδεικτικῶν. ὥσπερ οὖν τὸ κρεῖττον
ὕμνοις καὶ ἀρεταῖς ἱλασκόμεθα, οὕτω καὶ βασιλέα λόγοις. λήψει δὲ δευτέρων προοιμίων ἐννοίας, ὅταν αὐξήσεως ἕνεκα παραλαμβάνηται, ἢ ἀπὸ Ὁμήρου τῆς μεγαλοφωνίας, ὅτι ταύτης μόνης ἐδεῖτο ἡ ὑπόθεσις,76
10ἢ ἀπὸ Ὀρφέως τοῦ Καλλιόπης ἢ ἀπὸ τῶν Μουσῶν αὐτῶν, ὅτι μόλις ἂν καὶ αὗται πρὸς ἀξίαν τῆς ὑπο‐ θέσεως εἰπεῖν ἠδυνήθησαν, ὅμως δὲ οὐδὲν κωλύει καὶ ἡμᾶς ἐγχειρῆσαι πρὸς δύναμιν. ἡ τρίτη δὲ τοῦ προοιμίου ἔννοια (καθόλου δὲ τούτου μέμνησο τοῦ
15παραγγέλματος) προκαταρκτικὴ γενέσθω τῶν κεφα‐ λαίων, οἷον ὡς διαποροῦντος τοῦ λέγοντος ὅθεν χρὴ τὴν ἀρχὴν τῶν ἐγκωμίων ποιήσασθαι. Μετὰ τὰ προοίμια ἐπὶ τὴν πατρίδα ἥξεις. ἐν‐ ταῦθα δὲ διασκέψῃ κατὰ σαυτόν, πότερον ἔνδοξός
20ἐστιν ἢ οὔ [καὶ πότερον πατρίδος περιβλέπτου καὶ λαμπρᾶς ἢ οὔ]. κἂν μὲν ἔνδοξος ἡ πατρὶς τυγχάνῃ, προ‐ θήσεις τὸν περὶ ταύτης λόγον, καὶ πρὸ τοῦ γένους ἐρεῖς, οὐκ ἐνδιατρίβων μὲν εἰς τὸ τοιοῦτον οὐδὲ προχέων ἐνταῦθα πολλοὺς τοὺς λόγους· οὐ γὰρ ἴδιον
25τοῦτο μόνου βασιλέως τὸ ἐγκώμιον, ἀλλὰ κοι‐ νὸν πρὸς πάντας τοὺς οἰκοῦντας τὴν πόλιν· διόπερ τὰ μὴ ἀναγκαῖα λυσιτελεῖ παρατρέχειν. ἂν δὲ μὴ ἡ πόλις ἔνδοξος ᾖ, ζητήσεις τὸ ἔθνος ἅπαν, εἰ ἀνδρεῖον ὑπείληπται καὶ ἄλκιμον, εἰ περὶ λόγους ἔχει ἢ κτῆσιν
30ἀρετῶν, ὡς τὸ Ἑλληνικόν, εἴτε νόμιμον, ὡς τὸ Ἰτα‐ λικόν, ἢ ἀνδρεῖον, ὡς τὸ τῶν Γαλατῶν καὶ Παιό‐ νων, καὶ ἀντὶ τῆς πατρίδος ἀπὸ τοῦ ἔθνους λήψῃ

370

βραχέα, προσοικειῶν κἀνταῦθα τοῦ βασιλέως τὸν ἔπαι‐ νον καὶ κατασκευάζων, ὅτι ἀναγκαῖον τὸν ἐκ [τῆς τοιαύ‐ της πόλεως ἢ] τοῦ τοιούτου ἔθνους τοιοῦτον εἶναι, καὶ ὅτι τῶν ὁμοφύλων πάντων ἐπαινετῶν ὄντων αὐτὸς μό‐
5νος διήνεγκεν· οὗτος γοῦν καὶ μόνος ἠξιώθη τῆς βασι‐ λείας· εἶτα ἐξ ἱστορίας παραδείγματα, ὅτι πάντων
ὄντων ἀνδρείων Θετταλῶν ὁ Πηλέως ἠξιώθη τῆς ἡγε‐ μονίας τοῦ γένους, δηλονότι τῷ πάντων διαφέρειν. ἐὰν δὲ μήτε ἡ πατρὶς μήτε τὸ ἔθνος τυγχάνῃ περίβλε‐78
10πτον, ἀφήσεις μὲν τοῦτο, θεωρήσεις δὲ πάλιν, πότε‐ ρον ἔνδοξον αὐτοῦ τὸ γένος ἢ οὔ. κἂν μὲν ἔνδοξον ᾖ, ἐξεργάσῃ τὰ περὶ τούτου, ἐὰν δὲ ἄδοξον ᾖ ἢ εὐτελές, μεθεὶς καὶ τοῦτο ἀπ’ αὐτοῦ τοῦ βασιλέως τὴν ἀρχὴν ποιήσῃ, ὡς Καλλίνικος ἐποίησεν ἐν τῷ μεγάλῳ βασιλικῷ·
15ἢ ἄλλως τοιαῦτα ἄττα περὶ τοῦ γένους ἐρεῖς, ὅτι εἴχο‐ μεν εἰπεῖν τι περὶ τοῦ γένους, ἐπεὶ δὲ νικᾷ τὰ τοῦ βα‐ σιλέως, σπεύδωμεν ἐπὶ βασιλέα. οἱ μὲν οὖν ἄλλοι γένη κοσμείτωσαν καὶ λεγόντων περὶ αὐτῶν ἃ βούλονται, ἐγὼ δὲ μόνον ἐπαινέσω τοῦτον ἄνευ τοῦ γένους· ἀρκεῖ
20γὰρ αὐτὸς χωρὶς ἐπεισάκτου τινὸς εὐφημίας ἔξωθεν. ἢ οὕτως· πολλοὶ τῷ μὲν δοκεῖν ἐξ ἀνθρώπων εἰσί, τῇ δ’ ἀληθείᾳ παρὰ τοῦ θεοῦ καταπέμπονται καί εἰσιν ἀπόρ‐ ροιαι ὄντως τοῦ κρείττονος· καὶ γὰρ Ἡρακλῆς ἐνομί‐ ζετο μὲν Ἀμφιτρύωνος, τῇ δ’ ἀληθείᾳ ἦν Διός· οὕτω
25καὶ βασιλεὺς ὁ ἡμέτερος τῷ μὲν δοκεῖν ἐξ ἀνθρώπων, τῇ δ’ ἀληθείᾳ τὴν καταβολὴν οὐρανόθεν ἔχει. οὐ γὰρ ἂν τοσούτου κτήματος καὶ τοσαύτης ἀξίας ἔτυχε, μὴ οὐχὶ ὡς κρείττων γεγονὼς τῶν τῇδε. ταῦτα καὶ τὰ τοιαῦτα περὶ τοῦ γένους ἀφοσιωσάμενος πάλιν ζήτει τὰ περὶ
30γενέσεως αὐτοῦ τοῦ βασιλέως. εἰδέναι δὲ χρὴ τοῦτο ἀκριβῶς, ὅτι, ἐὰν μὲν ἔχωμεν μεθόδῳ τινὶ κρύψαι τὸ ἄδοξον, ὥσπερ ἐπὶ τοῦ γένους εἰρήκαμεν ὅτι, ἐὰν μὴ

371

ὑπάρχῃ τοῦτο ἔνδοξον, ἐρεῖς αὐτὸν ἐκ θεῶν γενέ‐ σθαι, καὶ δὴ τοῦτο ποιήσομεν· εἰ δὲ μή, παρελευσό‐ μεθα. οὐκοῦν ἔστω σοι μετὰ τὴν πατρίδα καὶ μετὰ τὸ γένος τρίτον κεφάλαιον τὸ περὶ τῆς γενέσεως, ὡς ἔφα‐
5μεν, 〈καὶ〉 εἴ τι σύμβολον γέγονε περὶ τὸν τόκον ἢ κατὰ γῆν ἢ κατ’ οὐρανὸν ἢ κατὰ θάλασσαν, [καὶ] ἀντεξέτασον τοῖς περὶ τὸν Ῥωμύλον καὶ Κῦρον καὶ τοιούτοις τισί. [τὰ] κατὰ τὴν γένεσιν [καὶ] γὰρ κἀκείνοις συνέβη τινὰ θαυ‐ μάσια, τῷ μὲν Κύρῳ τὰ τῆς μητρὸς ὀνείρατα, τῷ δὲ
10τὰ περὶ τὴν λύκαιναν· κἂν μὲν ᾖ τι τοιοῦτον περὶ τὸν βασιλέα, ἐξέργασαι, ἐὰν δὲ οἷόν τε ᾖ καὶ πλάσαι καὶ ποιεῖν τοῦτο πιθανῶς, μὴ κατόκνει· δίδωσι γὰρ ἡ ὑπόθεσις διὰ τὸ τοὺς ἀκούοντας ἀνάγκην ἔχειν ἀβασα‐ νίστως δέχεσθαι τὰ ἐγκώμια. μετὰ τὴν γένεσιν ἐρεῖς80
15τι καὶ περὶ φύσεως, οἷον ὅτι ἐξέλαμψεν ἐξ ὠδίνων εὐειδὴς τῷ κάλλει καταλάμπων τὸ φαινόμενον ἀστέρι καλλίστῳ τῶν κατ’ οὐρανὸν ἐφάμιλλος. ἑξῆς δὲ κεφάλαιόν ἐστιν ἡ ἀνατροφή, εἰ ἐν βασιλείοις ἀνετρά‐ φη, εἰ ἁλουργίδες τὰ σπάργανα, εἰ ἐκ πρώτης βλάστης
20ἐν βασιλικοῖς ἀνετράφη κόλποις· ἢ οὐχ οὕτως μέν, ἀνελήφθη δὲ εἰς βασιλείαν νέος ὢν ὑπό τινος μοίρας εὐτυχοῦς. κἀνταῦθα θήσεις παραδείγματα ζητήσας ὅμοια, ἐὰν ᾖ· ἐὰν δὲ μὴ τὴν ἀνατροφὴν ἔνδοξον ἔχῃ, ὡς Ἀχιλλεὺς παρὰ Χείρωνι, ζητήσεις τὴν παιδείαν καὶ
25ἐνταῦθα προσεπισημαίνων, ὅτι βούλομαι δὲ ἐπὶ τοῖς εἰρημένοις καὶ τὴν φύσιν τῆς ψυχῆς αὐτοῦ διεξελθεῖν, ἐν ᾧ ἐρεῖς τὴν φιλομάθειαν, τὴν ὀξύτητα, τὴν περὶ τὰ μαθήματα σπουδήν, τὴν ῥᾳδίαν κατάληψιν τῶν διδα‐ σκομένων. κἂν μὲν ἐν λόγοις ᾖ καὶ φιλοσοφίᾳ καὶ λό‐
30γων γνώσει, τοῦτο ἐπαινέσεις· ἐὰν δ’ ἐν μελέτῃ πολέ‐ μων καὶ ὅπλων, τοῦτο θαυμάσεις, ὡς ἀγαθῇ μοίρᾳ γενό‐ μενον προμνηστευσαμένης αὐτῷ τῆς τύχης τὰ μέλλοντα·

372

καὶ ὅτι ἐν οἷς ἐπαιδεύετο διαφέρων τῶν ἡλίκων ἐφαίνετο, ὡς Ἀχιλλεύς, ὡς Ἡρακλῆς, ὡς οἱ Διόσκουροι. τὰ δὲ ἐπιτηδεύματα χώραν ἐξετάσεως ἕξει, ἐπιτηδεύματα δ’ ἐστὶν ἄνευ ἀγωνιστικῶν πράξεων ἤθη· τὰ γὰρ ἐπιτη‐
5δεύματα ἤθους ἔμφασιν περιέχει, οἷον ὅτι δίκαιος ἐγένετο ἢ σώφρων ἐν τῇ νεότητι, καθάπερ καὶ Ἰσοκρά‐ της ἐποίησεν ἐν τῷ Εὐαγόρᾳ, ἐν οἷς καὶ μικρὸν προελ‐ θὼν εἶπεν, ἀνδρὶ δὲ γενομένῳ ταῦτά τε πάντα συνηυξήθη καὶ ἄλλα προσεγένετο, ὡς καὶ
10Ἀριστείδης ἐν τῷ Παναθηναϊκῷ, ὅτι φιλάνθρωπος ἡ
πόλις (ὡς ἐπιτήδευμα γὰρ τοῦτο ἐξήτασεν) ὑποδε‐ χομένη τοὺς καταφεύγοντας. ἀκολουθεῖ τοίνυν τοῖς ἐπιτηδεύμασι λοιπὸν ὁ περὶ τῶν πράξεων λόγος. Χρὴ δὲ γινώσκειν καὶ φυλάττειν τὸ παράγγελμα82
15ὅτι, ὅταν μέλλῃς ἀπὸ κεφαλαίου μεταβαίνειν εἰς κεφά‐ λαιον, δεῖ προοιμιάζεσθαι περὶ οὗ μέλλεις ἐγχειρεῖν, ἵνα προσεκτικὸν τὸν ἀκροατὴν ἐργάσῃ καὶ μὴ ἐᾷς λαν‐ θάνειν μηδὲ κλέπτεσθαι τῶν κεφαλαίων τὴν ζήτησιν· αὐξήσεως γὰρ οἰκεῖον τὸ προσεκτικὸν ποιεῖν τὸν ἀκροα‐
20τὴν καὶ ἐπιστρέφειν ὡς περὶ μεγίστων ἀκούειν μέλλοντα. τίθει δὲ καὶ σύγκρισιν ἐφ’ ἑκάστῳ τῶν κεφαλαίων τού‐ των, ἀεὶ συγκρίνων φύσιν φύσει καὶ ἀνατροφὴν ἀνα‐ τροφῇ καὶ παιδείαν παιδείᾳ καὶ τὰ τοιαῦτα, ἀνευρὼν καὶ παραδείγματα, οἷον Ῥωμαίων βασιλέων καὶ στρα‐
25τηγῶν καὶ Ἑλλήνων ἐνδοξοτάτων. τὰς τοιαύτας τοί‐ νυν πράξεις διαιρήσεις δίχα εἴς τε τὰ κατ’ εἰρήνην καὶ τὰ κατὰ πόλεμον. καὶ προθήσεις τὰς κατὰ τὸν πόλεμον, ἐὰν ἐν ταύταις λαμπρὸς ὁ ἐπαινούμενος φαίνηται· δεῖ γὰρ τὰς τῆς ἀνδρείας πράξεις πρώτας παραλαμβάνειν ἐπὶ
30τῶν τοιούτων ὑποθέσεων εἰς ἐξέτασιν· γνωρίζει γὰρ βασιλέα πλέον ἡ ἀνδρεία. ἐὰν δὲ μηδὲ εἷς πόλεμος αὐτῷ πεπραγμένος τύχῃ, ὅπερ σπάνιον, ἥξεις ἐπὶ τὰ

373

τῆς εἰρήνης ἀναγκαίως. εἰ μὲν οὖν τὰ κατὰ τὸν πόλε‐ μον ἐγκωμιάζεις, ἀπὸ τῆς ἀνδρείας ἐρεῖς μόνον, οὐκ ἀφ’ ἑτέρων τινῶν· εἰ δὲ τὰ κατὰ τὴν εἰρήνην, τῆς μὲν
5ἀνδρείας οὐκέτι, ἑτέρων δέ τινων· διαίρει γὰρ ἁπαντα‐ χοῦ τὰς πράξεις ὧν ἂν μέλλῃς ἐγκωμιάζειν εἰς τὰς ἀρετάς (ἀρεταὶ δὲ τέσσαρές εἰσιν, ἀνδρεία, δικαιοσύνη, σωφροσύνη, φρόνησις) καὶ ὅρα τίνων ἀρετῶν εἰσιν αἱ πράξεις, καὶ εἰ κοιναί τινές εἰσι τῶν πράξεων τῶν
10τε κατὰ τὸν πόλεμον καὶ κατ’ εἰρήνην ἀρετῆς μιᾶς, ὥσπερ [ἐπὶ] τῆς φρονήσεως· φρονήσεως γάρ ἐστι καὶ τὸ στρατηγεῖν καλῶς ἐν τοῖς πολέμοις, φρονήσεως δὲ καὶ τὸ καλῶς νομοθετεῖν καὶ τὸ συμφερόντως διατιθέναι καὶ διοικεῖν τὰ κατὰ τοὺς ὑπηκόους. οὐκοῦν ἐν ταῖς
15πράξεσι τοῦ πολέμου τὰ κατὰ τὴν ἀνδρείαν ἐρεῖς καὶ τὰ τῆς φρονήσεως, ὅσα τῶν κατὰ τὸν πόλεμον οἰκεῖα ταύτῃ. διαγράψεις δὲ ἐν ταῖς πράξεσι ταῖς τοῦ πολέμου καὶ φύσεις καὶ θέσεις χωρίων ἐν οἷς οἱ πόλεμοι, καὶ ποταμῶν δὲ καὶ λιμένων καὶ ὀρῶν καὶ πεδίων, καὶ εἰ84
20ψιλοὶ ἢ δασεῖς οἱ χῶροι, καὶ εἰ 〈λεῖοι ἢ〉 κρημνώδεις. ἐκφρά‐ σεις δὲ καὶ λόχους καὶ ἐνέδρας καὶ τοῦ βασιλέως κατὰ τῶν πολεμίων καὶ τῶν ἐναντίων κατὰ τοῦ βασιλέως· εἶτα ἐρεῖς, ὅτι σὺ μὲν τοὺς ἐκείνων λόχους καὶ τὰς ἐνέ‐ δρας διὰ φρόνησιν ἐγίνωσκες, ἐκεῖνοι δὲ τῶν ὑπὸ σοῦ
25πραττομένων οὐδὲν συνίεσαν. καὶ μὴν καὶ πεζομαχίας ἐκφράσεις καὶ ἱππέων διασκευὰς εἰς ἱππομαχίαν καὶ ὅλου στρατοπέδου πρὸς ὅλον στρατόπεδον μάχην, ἤδη δέ που καὶ ναυμαχίαν, εἰ γένοιτο· οἷα πολλὰ παρὰ τοῖς συγγραφεῦσιν, ἐν τοῖς Μηδικοῖς παρὰ Ἡροδότῳ, παρὰ
30Θουκυδίδῃ πάλιν ἐν τοῖς Πελοποννησιακοῖς, καὶ παρὰ Θεο‐ πόμπῳ ἐν τοῖς Φιλιππικοῖς καὶ Ξενοφῶντι ἐν τῇ Ἀναβά‐ σει καὶ τοῖς Ἑλληνικοῖς βιβλίοις. καὶ μὴν καὶ αὐτοῦ τοῦ

374

βασιλέως ἐκφράσεις μάχας καὶ περιθήσεις ἅπασαν ἰδέαν καὶ ἐπιστήμην, ὡς Ἀχιλλεῖ, ὡς Ἕκτορι, ὡς Αἴαντι περιτίθησιν ὁ ποιητής. διαγράψεις δὲ καὶ πανοπλίαν βασιλέως καὶ ἐπιστρατείας, ἐπιτείνας μὲν τῷ καιρῷ τῆς
5ἀριστείας καὶ τῆς συμπλοκῆς, ὅταν βασιλέως ἀριστείαν ἐκφράζῃς. ἐνταῦθα καιρὸν ἕξεις καὶ ἀνεῖναι κατὰ μέσον τὸν λόγον (καὶ γὰρ τοῦτο παρειλήφαμεν παρὰ τῶν νεω‐ τέρων καινοτομηθέν) καὶ φωνὴν καθάπερ ἐν δράματι ἢ χώρᾳ ἢ ποταμῷ περιτιθέναι· ποταμῷ μέν, ὡς ὁ ποιητής,
10 ὦ Ἀχιλεῦ, πέρι μὲν κρατέεις, πέρι δ’ αἴσυλα ῥέζεις, χώρᾳ δὲ ὁμοίως, ὅταν εἴπωμεν ἐκείνην καταμέμφεσθαι τὴν θρασύτητα τὴν τῶν τολμησάντων ἀντιστῆναι, καὶ ὅτι ἐστενοχωρεῖτο τοῖς τῶν πεσόντων σώμασιν· οἷον κἀμοὶ δοκεῖν, εἰ ποιητικὸς ἦν ὁ Ἴστρος, ὥσπερ ὁ ποτα‐
15μὸς ἐκεῖνος ὁ ποιητικὸς Σκάμανδρος, εἶπεν ἄν, ἐξ ἐμέθεν γ’ ἐλάσας πεδίον κάτα μέρμερα ῥέζε· πλήθει γὰρ δή μοι νεκύων ἐρατεινὰ ῥέεθρα,
οὐδέ τι πῆ δύναμαι προχέειν ῥόον καὶ τὰ τοιαῦτα. μετὰ δὲ τὴν ἄνεσιν ἐπάξεις πάλιν καὶ86
20ἄλλα κατορθώματα, καὶ τρόπαια τροπαίοις συνάψεις, καὶ νίκας νίκαις, ἱππέων φυγάς, πεζῶν φόνους. ἐν‐ ταῦθα δὲ καιρὸν ἕξεις καὶ ἐπισυνάψαι περὶ φρονήσεως, ὅτι αὐτὸς ἦν ὁ διαταττόμενος, αὐτὸς ὁ στρατηγῶν, αὐ‐ τὸς ὁ τὸν καιρὸν τῆς συμβολῆς εὑρίσκων, σύμβουλος
25θαυμαστός, ἀριστεύς, στρατηγός, δημηγόρος. μετὰ τὸ τέλος τῶν πράξεων ἢ καὶ πρὸς τῷ τέλει τῶν πράξεων ἐρεῖς τι καὶ περὶ τρίτης ἀρετῆς, λέγω δὴ τῆς φιλαν‐ θρωπίας. μόριον δὲ τῆς φιλανθρωπίας ἡ δικαιοσύνη, ὅτι νικήσας ὁ βασιλεὺς οὐ τοῖς ὁμοίοις ἠμύνατο τοὺς
30ἄρξαντας ἀδίκων ἔργων, ἀλλ’ ἐμέρισε κατὰ τὸ δί‐ καιον τὰς πράξεις τιμωρίᾳ καὶ φιλανθρωπίᾳ, καὶ ὅσα ἡγεῖτο πρὸς σωφρονισμὸν ἀρκεῖν ἐργασάμενος, ἐν‐

375

ταῦθα στήσας φιλανθρωπίᾳ τὰς πράξεις ἀνῆκε συγχω‐ ρήσας τὸ λείψανον τοῦ γένους σώζεσθαι, ἅμα μὲν ἵνα μνημεῖον τοῦ πάθους τοῦ γεγονότος σώζηται τὸ λειπό‐ μενον, ἅμα δὲ ἵνα καὶ τὴν φιλανθρωπίαν ἐνδείξηται.
5τέλος δ’ ἐπιθεὶς ταῖς κατὰ τὸν πόλεμον πράξεσι μετα‐ βήσῃ λοιπὸν ἐπὶ τὸν λόγον τὸν περὶ τῆς εἰρήνης. τοῦ‐ τον δὲ διαιρήσεις εἰς σωφροσύνην, εἰς δικαιοσύνην καὶ εἰς φρόνησιν. καὶ ἐν μὲν τῇ δικαιοσύνῃ τὸ ἥμερον τὸ πρὸς τοὺς ὑπηκόους ἐπαινέσεις, τὴν πρὸς τοὺς δεο‐
10μένους φιλανθρωπίαν, τὸ εὐπρόσοδον. οὕτως οὐ μόνον ἐν τοῖς κατὰ τὸν πόλεμον ἔργοις ὁ βασιλεὺς ἡμῖν θαυ‐ μάσιος, ἀλλὰ καὶ ἐν τοῖς κατ’ εἰρήνην θαυμασιώτερος· τίς γὰρ οὐκ ἂν ἀγάσαιτο τῶν ἔργων; καὶ προσθήσεις ὅτι καθάπερ οἱ Ἀσκληπιάδαι σώζουσι τοὺς ἀρρωστοῦντας,
15ἢ καθάπερ τοὺς καταφεύγοντας ἐπὶ τὰ ἄσυλα τεμένη τοῦ κρείττονος ἔστιν ἰδεῖν ῥᾳστώνης τυγχάνοντας (οὐ γὰρ ἀπο‐ σπᾶν ἐπιχειροῦμεν οὐδένα) οὕτως ὁ βασιλέως ὄψεσιν ἐντυχὼν τῶν δεινῶν ἀπήλλακται. καὶ ἐρεῖς ὅτι δικαίους ἄρχοντας κατὰ ἔθνη καὶ γένη καὶ πόλεις ἐκπέμπει φύ‐
20λακας τῶν νόμων καὶ τῆς τοῦ βασιλέως δικαιοσύνης ἀξίους, 〈οὐ〉 συλλογέας πλούτου. ἐρεῖς ἔτι καὶ περὶ τῶν φόρων οὓς ἐπιτάττει καὶ τοῦ σιτηρεσίου τῶν στρα‐ τευμάτων ὅτι στοχάζεται καὶ τοῦ κούφως καὶ ῥᾳδίως δύνα‐ σθαι φέρειν τοὺς ὑπηκόους. ἐρεῖς τι καὶ περὶ νομο‐88
25θεσίας, ὅτι νομοθετεῖ τὰ δίκαια, καὶ τοὺς μὲν ἀδίκους τῶν νόμων διαγράφει, δικαίους δὲ αὐτὸς θεσπίζει· τοιγάρτοι νομιμώτεροι μὲν οἱ νόμοι, δικαιότερα δὲ τὰ συμβόλαια τῶν ἀνθρώπων πρὸς ἀλλήλους. ἂν δέ τις ὑπολάβῃ τὴν νομοθεσίαν φρονήσεως εἶναι μόνης, γινω‐
30σκέτω ὅτι τὸ μὲν νομοθετῆσαι μόνης φρονήσεως, τὸ δὲ προστάττειν πράττειν τὰ δέοντα δικαιοσύνης, οἷον ὁ μὲν τύραννος πολλάκις συνίησι διὰ φρόνησιν ἃ συμ‐

376

φέρει αὐτῷ νομοθετεῖν ἢ μή, νομοθετεῖ δὲ τὰ ἄδικα, ὁ δὲ βασιλεὺς τὰ δίκαια. μετὰ τὴν δικαιοσύνην ἐπαινέσεις αὐτοῦ τὴν σωφροσύνην· ἀκολουθεῖ γὰρ μάλιστα τῇ δι‐ καιοσύνῃ ἡ σωφροσύνη· τί οὖν ἐνταῦθα ἐρεῖς; ὅτι διὰ
5βασιλέα σώφρονες μὲν οἱ γάμοι, γνήσιοι δὲ τοῖς πατρά‐ σιν οἱ παῖδες, θέαι δὲ καὶ πανηγύρεις καὶ ἀγῶνες μετὰ τοῦ προσήκοντος κόσμου καὶ τῆς πρεπούσης σωφροσύ‐ νης γίνονται· οἷον γὰρ ὁρῶσι τὸν βασιλέως βίον, τοι‐ οῦτον ἐπανῄρηνται. εἰ δὲ ἐπ’ ἀξίας εἴη καὶ τιμῆς με‐
10γίστης ἡ βασιλίς, ἐρεῖς τι καὶ κατὰ καιρὸν ἐνθάδε· ἣν θαυμάσας ἠγάπησε, ταύτην κοινωνὸν τῆς ἑαυτοῦ βασιλείας πεποίηται, καὶ οὐδ’ εἰ ἔστιν ἄλλο οἶδε γυναι‐ κεῖον φῦλον. ἥξεις ἐπὶ τὴν φρόνησιν μετὰ ταῦτα. ἀεὶ δὲ μέλλων ἄρχεσθαι ἑκάστης τῶν ἀρετῶν χρῶ προοι‐
15μιακαῖς ἐννοίαις, ὡς ἔφαμεν. ἐρεῖς τοίνυν ἐπὶ τῇ φρονήσει, ὅτι σύμπαντα ταῦτα οὐκ ἂν ἤρκεσε πρᾶξαι βασιλεύς, οὐδ’ ἂν τοσούτων πραγμάτων ὄγκον διήνεγ‐ κεν, εἰ μὴ φρονήσει καὶ συνέσει τῶν ἐπὶ γῆς ὑπερέφερε, δι’ ἣν καὶ νομοθεσίαι καὶ σωφροσύναι καὶ αἱ λοι‐
20παὶ κατορθοῦσθαι πεφύκασιν ἀρεταί· εἶτα ὀξὺς ἰδεῖν,
ἐνθυμηθῆναι δεινός, προϊδέσθαι τὸ μέλλον κρείττων μάντεως, ἄριστος γνώμων κρῖναι τὴν ἑτέρων εὐβου‐ λίαν, ἱκανὸς τὰ δυσχερῆ καὶ ῥᾴδια γνῶναι. Ἐπὶ τούτοις μὲν καταπαύσεις τὸν λόγον τὸν περὶ90
25τούτων, μνημονεύσεις δὲ μετὰ τοῦτο τῆς τύχης, λέγων ὅτι συμπαρομαρτεῖν δὲ ἔοικεν ἐφ’ ἅπασι καὶ πράξεσι καὶ λόγοις τῷ βασιλεῖ τῷ μεγάλῳ τύχη λαμπρά· κατορ‐ θοῖ γὰρ ἕκαστον κρεῖττον εὐχῆς, καὶ ὅτι παίδων γένε‐ σις αὐτῷ δεδώρηται, ἂν οὕτω τύχῃ, καὶ φίλοι πάντες
30εὖνοι καὶ δορυφόροι κινδυνεύειν ὑπὲρ αὐτοῦ πρόθυ‐ μοι. ἥξεις δὲ ἐπὶ τὴν τελειοτάτην σύγκρισιν, ἀντεξετά‐ ζων τὴν αὐτοῦ βασιλείαν πρὸς τὰς πρὸ αὐτοῦ βασιλείας,

377

οὐ καθαιρῶν ἐκείνας (ἄτεχνον γάρ) ἀλλὰ θαυμάζων μὲν ἐκείνας, τὸ δὲ τέλειον ἀποδιδοὺς τῇ παρούσῃ. οὐκ ἐπιλήσῃ δὲ τοῦ προειρημένου θεωρήματος, ὅτι ἐν ἑκάστῳ τῶν κεφαλαίων ποιήσεις συγκρίσεις, ἀλλ’ ἐκεῖ‐
5ναι μὲν ἔσονται μερικαί, οἷον παιδείας πρὸς παιδείαν ἢ σωφροσύνης πρὸς σωφροσύνην, αὗται δὲ περὶ ὅλης ἔσονται τῆς ὑποθέσεως, ὡσανεὶ βασιλείαν ὅλην ἀθρόως καὶ ἐν κεφαλαίῳ πρὸς ὅλην βασιλείαν συγκρίνομεν, οἷον τὴν Ἀλεξάνδρου πρὸς τὴν παροῦσαν. μετὰ τὴν
10σύγκρισιν οἱ ἐπίλογοι. ἐν τούτοις ἐρεῖς τὰς εὐετηρίας, τὰς εὐδαιμονίας τῶν πόλεων, ὅτι πλήρεις μὲν ὠνίων αἱ ἀγοραί, πλήρεις δὲ ἑορτῶν καὶ πανηγύρεων αἱ πό‐ λεις, γεωργεῖται μετ’ εἰρήνης ἡ γῆ, πλεῖται ἡ θάλασσα ἀκινδύνως, εὐσέβεια δὲ ἡ περὶ τὸ θεῖον ηὔξηται, τιμαὶ
15δὲ κατὰ τὸ προσῆκον ἑκάστοις νέμονται, οὐ δεδοίκαμεν βαρβάρους, οὐ πολεμίους, ὀχυρώτερον τοῖς βασιλέως ὅπλοις τετειχίσμεθα ἢ τοῖς τείχεσιν αἱ πόλεις, αἰχμαλώ‐ τους οἰκέτας κεκτήμεθα αὐτοὶ μὴ πολεμοῦντες, παρὰ δὲ τῆς βασιλέως χειρὸς νικώσης δεχόμενοι. τίνας οὖν
20εὐχὰς εὔχεσθαι δεῖ τῷ κρείττονι τὰς πόλεις ἢ ὑπὲρ βασιλέως ἀεί; τί δὲ μεῖζον αἰτεῖν παρὰ τῶν θεῶν ἢ βασιλέα σώζεσθαι; ὄμβροι γὰρ κατὰ καιρὸν καὶ θαλάσ‐ σης φοραὶ καὶ καρπῶν εὐφορίαι διὰ τὴν βασιλέως δικαιοσύνην ἡμῖν εὐτυχοῦνται· τοιγάρτοι καὶ ἀμει‐
25βόμεναι αὐτὸν αἱ πόλεις καὶ ἔθνη καὶ γένη καὶ φυλαὶ στεφανοῦμεν, ὑμνοῦμεν, γράφομεν, πλήρεις εἰκόνων αἱ πόλεις, αἱ μὲν πινάκων γραπτῶν, αἱ δέ που καὶ τιμιωτέρας ὕλης. ἐπὶ τούτοις εὐχὴν ἐρεῖς αἰτῶν παρὰ θεοῦ εἰς μήκιστον χρόνον προελθεῖν τὴν βασιλείαν, δια‐92
30δοθῆναι εἰς παῖδας, παραδοθῆναι τῷ γένει.
31tΠΕΡΙ ΕΠΙΒΑΤΗΡΙΟΥ
32Ἐπιβατήριον ὁ βουλόμενος λέγειν δῆλός ἐστι βου‐

378

λόμενος προσφωνῆσαι ἢ τὴν ἑαυτοῦ πατρίδα ἐξ ἀποδη‐ μίας ἥκων, ἢ πόλιν ἑτέραν, εἰς ἣν ἂν ἀφίκηται, ἢ καὶ ἄρχοντα ἐπιστάντα τῇ πόλει. οὐκοῦν ἐν τούτοις ἅπασι τὸ προοίμιον ἐκ περιχαρείας εὐθύς· δεῖ γὰρ συνηδό‐
5μενον φαίνεσθαι ἢ ταῖς πόλεσιν, ὅτι θαυμάσιόν τινα καὶ ἐπαινούμενον ἄρχοντα δέχονται, ἢ τῷ ἄρχοντι, ὅτι ἐπ’ ἀγαθῇ μοίρᾳ ἥκει, ἢ καὶ αὐτὸν ἑαυτῷ τὸν λέ‐ γοντα ὅτι τεθέαται ἢ πόλιν ἢ ἄρχοντα, ὃν πάλαι τε καὶ ἐκ πλείονος ἰδεῖν ἐπεπόθει· κἂν μὲν ἄρχοντα, εὐθὺς
10ἐρεῖς· ἀλλ’ ἥκεις μὲν ἐπ’ αἰσίοις συμβόλοις ἐκ βασιλέως λαμπρός, ὥσπερ ἡλίου φαιδρά τις ἀκτὶς ἄνωθεν ἡμῖν ὀφθεῖσα· οὕτω πάλαι μὲν ἀγαθὴ φήμη διήγγειλε τὴν ἐπ’ αἰσίοις ἄφιξιν καὶ εὐκταιοτάτην μοῖραν τῶν ὑπη‐ κόων· εἶτα κατασκευάσεις ὅτι βεβαιοῖς ἐν ἔργῳ τὴν
15φήμην, ἢ ὅτι ὑπερβάλλεις τὴν φήμην, ἢ ὡς ἂν ὁ καιρὸς διδῷ. εἶτα μετὰ τὸ προοίμιον τοῦτο ἥξεις εἰς τὸν περὶ τῶν ὑπηκόων λόγον. διπλοῦς δ’ οὗτος· ἢ γὰρ κακῶς πεπονθότων αὐτῶν παρὰ τοῦ μικρῷ πρόσθεν ἄρχοντος διατυπώσεις καὶ αὐξήσεις τὰ δυσχερῆ, μη‐
20δὲν βλασφημῶν τὸν παυσάμενον, ἀλλὰ ἁπλῶς τὴν δυστυχίαν τῶν ὑπηκόων λέγων, εἶτα ἐπάξεις ὅτι ὥσπερ νυκτὸς καὶ ζόφου τὰ πάντα κατειληφότος αὐτὸς καθά‐ περ ἥλιος ὀφθεὶς πάντα ἀθρόως τὰ δυσχερῆ διέλυσας,
καὶ ἐργάσῃ τοῦτο καὶ οὐ παραδραμεῖς, ὅτι τοίνυν ἀν‐94
25έπνευσαν ἅπαντες ὥσπερ νέφους τινὸς τῶν δεινῶν πα‐ ρελθόντων· ἢ οὐδὲν πεπονθότων ἐρεῖς· αὐτίκα μὲν ἐπαυσάμεθα μεγίστας εὐεργεσίας ὁμολογοῦντες τῷ ἄρ‐ χοντι, ἄρτι δὲ ἀκούσαντες ἀγαθῶν ἀγγελίαν καὶ μέλλοντες ἀφ’ ἱερῶν ἐφ’ ἱερά, ὡς ἂν εἴποι τις, καὶ ἐκ τῶν 〈καλῶν ἐμ‐
30πεσεῖν εἰσ〉 καλλίονα φαιδροὶ καὶ γεγηθότες προαπηντήκα‐ μεν. εἶτα μετὰ ταῦτα πάλιν ἐρεῖς ὅτι τάς τε ἄλλας χάριτας μεγίστας τοῖς βασιλεῦσιν ὀφείλοντες, ἐφ’ οἷς ὑπὲρ ἡμῶν

379

ἀθλοῦσι, καὶ ἐπὶ τούτοις ἂν δικαίως μείζους ὁμολογήσαιμεν, ὅτι τοιοῦτον ἡμῖν κατέπεμψαν. πειρῶ δ’ ἐν τοῖς τοιού‐ τοις λόγοις ἀεὶ συντέμνειν τὰ βασιλέως ἐγκώμια, καὶ μηδὲν διατρίβειν, ἵνα μὴ διπλῆν ποιήσῃς τὴν ὑπόθεσιν.
5ἐὰν μὲν οὖν ἔχῃς πράξεις εἰπεῖν τοῦ ἄρχοντος, ἐρεῖς· εἰ δὲ μή, περιέργως ἢ πατρίδα ἢ ἔθνος ἐκφράσεις καὶ χωρογραφήσεις τῷ λόγῳ ἀπὸ τῶν ἐπισημοτάτων καὶ θρυλουμένων περὶ τῆς χώρας ἢ τῆς πατρίδος, 〈οἷον〉 ὅτι Ἰτα‐ λιώτης, ἐκ ποιᾶς δὲ [χώρας ἢ] πόλεως περιωνύμου, οἷον
10τῆς Ῥώμης. ζητήσεις δὲ καὶ τοῦ γένους πράξεις. εἰ δὲ ἀποροίης πράξεων τοῦ ἐπαινουμένου, ἐκ τούτων θη‐ ράσεις τὸν ἔπαινον, ὥστε μὴ αὐχμηρὰν καὶ ἄγονον παρασχέσθαι τὴν ὑπόθεσιν. ἔπειτα λέγε· πείθομαι δὲ τὸν ἐκ τοιούτων γεγονότα πρὸς τοὺς ἑαυτοῦ πατέρας
15ἁμιλλώμενον ἀγαθὸν περὶ ἡμᾶς γενήσεσθαι καὶ δίκαιον· καὶ γὰρ καὶ ἐκεῖνοι δίκαιοι· οὐκοῦν δικάσει μὲν ἡμῖν ὑπὲρ τὸν Αἰακόν, ὑπὲρ τὸν Μίνωα, ὑπὲρ τὸν Ῥαδά‐ μανθυν· καὶ τούτου ἄμεινον ἤδη προμαντεύομαι, ὦ Ἕλ‐ ληνες. καὶ εἰπὼν τὰ τοιαῦτα καὶ πλείω περὶ δικαιοσύ‐
20νης, ὅτι οὐδεὶς ἀδίκως οἰκήσει τὸ δεσμωτήριον ἢ δίκην δώσει τῷ νόμῳ, οὐ προκριθήσεται πλούσιος, οὐ χαμαὶ πεσεῖται λόγος τοῦ πένητος δίκαιος, πεπαύσθωσαν
ἡμῖν οἱ πλούσιοι ταῖς περιουσίαις κομπούμενοι, πε‐ παύσθωσαν οἱ πένητες ὀδυρόμενοι τὴν ἀσθένειαν, ἥξεις96
25ἐπὶ τὸν τῆς ἀνδρείας ἔπαινον, ὅτι πρεσβεύσει πρὸς βασιλέα ὑπὲρ ἡμῶν τοῖς γράμμασι· καὶ γὰρ οἱ πατέρες ἀεὶ ἐπρέσβευσαν αὐτοῦ, εἰ πολλάκις ἄρχοντας ἔχοις λέγειν. ἀντιστήσεται τοῖς δεινοῖς, ὥσπερ ἀγαθὸς κυ‐ βερνήτης ὑπὲρ τοῦ σκάφους ὑπερέχοντος τοῦ κλύδωνος.
30καὶ τὰς ἀρετὰς δὲ τὰς ἄλλας οὕτως ἐκ μεθόδου προάξεις, προλέγων ὅτι τοιόσδε δὲ ἔσται καὶ τοιόσδε, οἷον ὅτι σώφρων τυγχάνων ἔσται κρείττων κέρδους, κρείττων

380

ἡδονῶν· καὶ ἐπάξεις μετὰ ταῦτα τὸν περὶ τῆς φρονή‐ σεως λόγον, ἐπισφραγιζόμενος τὰ προειρημένα, ὅτι πάντα δὲ ταῦτα ποιήσει διὰ φρόνησιν καὶ σύνεσιν· ὃς γὰρ ἀγνοεῖ τῶν προσηκόντων οὐδέν, περὶ πάντων δὲ
5ἀκριβῶς ἐπισκέπτεται, πῶς οὐ δῆλός ἐστιν ὁμολογου‐ μένως μέλλων ἄρχειν ἐπ’ ἀγαθῷ τῶν ὑπηκόων καλῶς; τάξεις δ’ ἀεὶ τὰς ἀρετὰς ἐν ἁπάσῃ ὑποθέσει, ὡς ἄν σοι συμφέρειν ὁρᾷς, καὶ ὡς ἂν ἴδῃς ἐπιδεχομένην τὴν ἀκο‐ λουθίαν τοῦ λόγου. ἐπειδὴ δὲ συγκρίσεις οὐ δυνάμεθα
10τάττειν πρὸς τὰς πράξεις διὰ τὸ μηδέπω πεφηνέναι τοῦ ἄρχοντος πράξεις, συγκρίνομεν αὐτοῦ τὸ γένος γένει ἐνδόξῳ ἢ τῶν Ἡρακλειδῶν ἢ τῶν Αἰακιδῶν. ἐν δὲ ταῖς ἀρεταῖς οὐ συγκρίνομεν· τί γὰρ ἂν καὶ συγκρίναιμεν μηδέπω μηδενὸς γεγονότος; ἐκ μεθόδου δὲ εἰσάξομεν,
15ἐν μὲν τῇ δικαιοσύνῃ οὕτως· οὐ γὰρ δὴ Φωκίων μὲν καὶ Ἀριστείδης καὶ εἴ τις τοιοῦτος ἕτερος τῆς ἐκ τῶν ἔργων εὐδοξίας ἐπεθύμησαν, ὁ δὲ ἡμέτερος παρόψεται τὴν ἐκ τούτων εὔκλειαν, ἀλλ’ ὥσπερ ἐκεῖνοι δι’ ἀρε‐ τὴν ἀείμνηστοι γεγόνασιν, οὕτως καὶ αὐτὸς ἐπιθυμή‐
20σει μνήμην καλλίστων ἔργων ἐν ταῖς διανοίαις ταῖς ἡμε‐ τέραις καταλιπεῖν, ζηλώσει τὸν Μίνωα, μιμήσεται τὸν Ῥαδάμανθυν, ἁμιλληθήσεται πρὸς τὸν Αἰακόν· καὶ καθ’ ἑκάστην τῶν ἀρετῶν οὕτως ποιήσεις, ἀπὸ τοῦ μέλλοντος κατ’ εἰκασμὸν καὶ κατὰ τὸ ἀκόλουθον τὸν
25ἔπαινον ἐργαζόμενος. τὰς δὲ συγκρίσεις τὰς πρὸς ὅλην τὴν ὑπόθεσιν ἐργασόμεθα οὕτως· ὅσοι μὲν οὖν γεγό‐ νασιν ἄρχοντες καὶ παρ’ ἡμῖν καὶ παρ’ ἑτέροις, ἢ τῷ γένει μόνῳ σεμνύνεσθαι ἔδοξαν, ἢ φρόνησιν προὐ‐ βάλλοντο ἢ τῶν ἄλλων μίαν ἀρετῶν· οὗτος δὲ ὅτι τῷ98
30γένει πάντων κρείττων ἐστί, καθάπερ καὶ ὁ 〈ἥλιοσ〉 τῶν ἀστέρων δέδεικται, μετὰ μικρὸν δὲ καὶ ἐπὶ ταῖς ἀρεταῖς θαυμασθήσεται, κρείττων μὲν ἐν δικαιοσύνῃ τῶν ἐπὶ δικαιο‐

381

σύνῃ φρονούντων ὀφθείς, κρείττων δὲ ἐν ἀνδρείᾳ, καὶ [κρείτ‐ των δὲ] ἐν φρονήσει 〈καὶ〉 σωφροσύνῃ, ἢ οὐκ ἐλάττων τῶν ἐπὶ τοῖς ἔργοις τοῖς ἐκ τούτων δοξάντων μέγα φρονεῖν. ἐξέσται δέ σοι καὶ ἡμιθέων καὶ στρατηγῶν μνημονεῦσαι ἐν
5τῇ συγκρίσει πάσας ἐνταῦθα τὰς ἀρετὰς ἀθρόως συγκρίνοντι. τοὺς δὲ ἐπιλόγους ἐργάσῃ, ὡς ἀπὸ τοῦ σκοποῦ τῆς ὑπο‐ θέσεως †δεξιούμενος† τοὺς ὑπηκόους, οἷον ὅτι προαπην‐ τήκαμεν δέ σοι ἅπαντες ὁλοκλήροις τοῖς γένεσι, παῖδες, πρεσβῦται, ἄνδρες, ἱερέων γένη, πολιτευομένων
10συστήματα, δῆμος περιχαρῶς δεξιούμενοι, πάντες φι‐ λοφρονούμενοι ταῖς εὐφημίαις, σωτῆρα καὶ τεῖχος, ἀστέρα φανότατον ὀνομάζοντες, οἱ δὲ παῖδες τροφέα μὲν ἑαυτῶν, σωτῆρα δὲ τῶν πατέρων· εἰ δὲ δυνατὸν ἦν καὶ ταῖς πόλεσιν ἀφεῖναι φωνὴν καὶ σχήματα λαβεῖν
15γυναικῶν ὥσπερ ἐν δράμασι, εἶπον ἄν· ὦ μεγίστης ἀρχῆς, ἡδίστης δὲ ἡμέρας, καθ’ ἣν ἐπέστης· νῦν ἡλίου φῶς φαιδρότερον· νῦν ὥσπερ ἔκ τινος ζόφου προσβλέ‐ πειν δοκοῦμεν λευκὴν ἡμέραν· μετὰ μικρὸν ἀναθήσο‐ μεν εἰκόνας, μετὰ μικρὸν ποιηταὶ καὶ λογοποιοὶ καὶ
20ῥήτορες ᾄσουσι τὰς ἀρετὰς καὶ διαδώσουσιν εἰς γένη πάντων ἀνθρώπων· ἀνοιγέσθω θέατρα, πανηγύρεις ἄγωμεν· ὁμολογῶμεν χάριτας καὶ βασιλεῦσι καὶ κρείτ‐ τοσι. καὶ ταῦτα μὲν περὶ ἄρχοντος ἄρτι τοῖς ὑπη‐ κόοις ἐπιστάντος εἰρήκαμεν, ἐὰν δέ τινος λέγωμεν ἐπι‐
25βατήριον ἄρχοντος μὲν πάλαι τοῦ ἔθνους, ἄρτι δὲ
ἐπιστάντος τῇ ἡμετέρᾳ, τὰ μὲν αὐτά, οἷα καὶ ἐκ περι‐ χαρείας εἰρήκαμεν, δεῖ λαμβάνειν· ἐρεῖς δὲ τὰς πράξεις καθ’ ἑκάστην μὲν τῶν ἀρετῶν, μετὰ δὲ τὰ ἐκ περι‐ χαρείας. οὕτω δὲ διαιρήσεις τὸν λόγον· βασιλέως δι’100
30ὀλίγων ἐρεῖς ἐγκώμιον, γένος ἐὰν ἔχῃ λαμπρόν, διὰ βραχέων ὁμοίως καὶ τοῦτο, εἶτα τὰς πράξεις καθ’ ἑκά‐ στην τῶν ἀρετῶν ἰδίᾳ συγκρινεῖς, εἶτα ἀθρόαν σύγκρι‐

382

σιν, εἶτα τοὺς ἐπιλόγους. δοκεῖ δὲ περιττὸν ἔχειν ὁ ἐπιβατήριος λόγος κατὰ τοῦ προσφωνητικοῦ τὸ ἐκ περι‐ χαρείας κεφάλαιον μετὰ τὰ προοίμια, καὶ ταῦτα ἐκ περιχαρείας λαμβανόμενα· ὅμως οὐδὲν κωλύει μετὰ
5τὰ προοίμια τελείαν ἐργασίαν τῶν κεφαλαίων δίδοσθαι. χρήσῃ δὲ ἐν ταῖς τοιαύταις ὑποθέσεσι ταῖς τῶν προσ‐ φωνητικῶν καὶ τῶν ἐπιβατηρίων ἢ ἑνὶ προοιμίῳ ἢ καὶ δευτέρῳ πολλάκις, ἔστι δὲ ὅτε καὶ τρισὶ χρήσῃ, ὅταν ἀπαιτῇ καὶ τοῦτο ἡ ὑπόθεσις.
10 Ἐὰν δέ τις τῷ εἴδει τούτῳ [τῷ ἐπιβατηρίῳ] καὶ πρὸς πόλιν θέλῃ χρήσασθαι, ἴστω ὅτι ἀπὸ τῆς διαθέσεως καὶ τῆς εὐνοίας τῆς περὶ τὴν πόλιν, ἣν ἔχει, καὶ ἀπὸ τῆς ὄψεως τῆς φανερᾶς τῆς πόλεως λήψεται τὴν χορηγίαν τοῦ λόγου ἐκ μεθόδου καὶ τῶν πατρίων μεμνημένος·
15οἷον ἐπόθουν μὲν πάλαι καὶ γυμνάσια καὶ θέατρα ταῦτα καὶ ἱερῶν κάλλη καὶ λιμένων τῆσδε τῆς πόλεως· τίς γὰρ οὐκ ἂν ἀγάσαιτο τῶν παρ’ ἡμῖν ἐξαιρέτων τὰς ὑπερ‐ βολάς; εἶδον δὲ καὶ νῦν ἀσμένως καὶ γέγηθα τῇ ψυχῇ [τὰ ἐξαίρετα]· ἄλλοι μὲν γὰρ ἄλλοις χαίρουσιν, οἱ μὲν
20ἵπποις, οἱ δὲ ὅπλοις, ἐγὼ δὲ ἀγαπῶ τὴν ἐμαυτοῦ πα‐ τρίδα καὶ νομίζω μηδὲν διαφέρειν τὴν περὶ ταύτην ἐπι‐ θυμίαν τῆς περὶ τὴν ἀκτῖνα, ἣν ὁ ἥλιος ἐξ ὠκεανοῦ ἐκτείνει φανείς· τί γὰρ ἂν γένοιτο μεῖζον πόλεως, ἣν ὁ δεῖνα ἔκτισεν; εἶτα ἔπαινον ἐρεῖς διὰ βραχέων τοῦ κτί‐
25σαντος, κἂν μὲν βασιλέως ἔργον ἡ πόλις τυγχάνῃ, συνῳδοὶ δ’ ὦσιν οἱ νῦν βασιλεύοντες τῷ τότε, ἐρεῖς ὅτι ὁ τούτων πρόγονος ἔκτισεν· ἡ γὰρ βασιλεία καὶ τὸ
ἀξίωμα συνάπτει τὰ γένη· ἐὰν δὲ ὡς τύραννον μισῶ‐ σιν, ὅτι πάσης τῆς οἰκουμένης ἡ πόλις, καὶ ὅτι τινὰς102
30μὲν τῶν πόλεων ἀνὴρ εἷς ἢ βασιλεὺς εἷς ἔκτισε, ταύ‐ την δὲ ἡ οἰκουμένη σύμπασα. οὐκοῦν μετὰ τὰ προοί‐ μια ὄντα ἐκ περιχαρείας κεφάλαιον ἐργάσῃ ἔχον ἐναν‐

383

τίου αὔξησιν οὕτως· ὅτι ἐδυσχέραινον δὲ ὡς ἔοικεν τὸν παρελθόντα χρόνον καὶ ἠνιώμην ἀθεάμων ὑπάρχων κάλλεων τοσούτων καὶ πόλεως, ἣν μόνην καλλίστην πόλεων ὁ ἥλιος ἐφορᾷ· ἐπειδὴ δὲ εἶδον, ἐπαυσάμην
5τῆς λύπης, ἀπεσεισάμην δὲ τὴν ἀνίαν, ὁρῶ δὲ ἅπαντα ὧν ἐπόθουν τὴν θέαν, οὐκ ὀνειράτων εἰκόνας οὐδὲ ὥσπερ ἐν κατόπτρῳ σκιάς, ἀλλ’ αὐτὰ τὰ τεμένη, αὐτὴν τὴν ἀκρόπολιν, αὐτοὺς τοὺς νεὼς καὶ λιμένας καὶ στοάς. δεύτερον δὲ κεφάλαιον ἐρεῖς μετὰ τοῦτο αὐτοῦ
10τοῦ κτίσαντος ἔπαινον σύμμετρον. τρίτον κεφάλαιον, ἐν ᾧ τὴν φύσιν τῆς χώρας ἐκφράσεις, ὅπως μὲν ἔχει πρὸς θάλασσαν, ὅπως δὲ πρὸς ἤπειρον, ὅπως δὲ πρὸς ἀέρας· διεξεργάσῃ δὲ τούτων ἕκαστον συμμέτρως, καὶ ἐν μὲν τῷ κατ’ ἤπειρον ἐκφράσεις πεδίων κάλλη, πο‐
15ταμῶν, λιμένων, ὀρῶν· ἐν δὲ τῷ κατὰ θάλατταν, ὅπως ἐπιτηδείως ἔχει πρὸς τοὺς καταίροντας καὶ τίσι πελά‐ γεσι περικλύζεται, ἐν ᾧ καὶ ἔκφρασις πελάγους· ἐν δὲ τῷ κατὰ τοὺς ἀέρας, ὅτι ὑγιεινῶς ἔχει. καὶ συγκρινεῖς τούτων ἕκαστον, τὴν μὲν χώραν ἑτέρᾳ χώρᾳ, οἷον ὅτι
20ἐν καλῷ μὲν κεῖται, καθάπερ ἡ Ἰταλία, διαφέρει δὲ τῷ ἐκείνην μὲν ἐν μέρει τινὶ τῆς οἰκουμένης πλησίον βαρβάρων κεῖσθαι ἢ καὶ πρὸς τῷ τέλει τῆς οἰκουμένης, ταύτην δὲ ἢ πλησίον Ἑλλάδος εἶναι ἢ κατὰ τὸ μέσον τῆς οἰκουμένης, καὶ εὐφυέστερον ἔχειν πρὸς ἤπειρον καὶ
25πρὸς θάλασσαν· τὸ δὲ πρὸς ἀέρας ἢ πρὸς τοὺς Ἀθηναίων ἀέρας ἢ πρὸς τοὺς Ἰώνων. εἶτα μετὰ τὰς συγκρίσεις ταύτας καὶ τὴν ἐργασίαν τῶν ἐπιχειρημάτων συνάψεις τὰ κατὰ τὴν πόλιν, ὅπως ἔχει καὶ αὐτὴ θέσεως ἐν τῇ χώρᾳ· ἀκολουθεῖ γὰρ τῷ λόγῳ τῷ περὶ
30φύσεως τῆς χώρας καὶ ὁ λόγος ὁ περὶ τῆς θέσεως τῆς
πόλεως, ἐν ᾧ ἐρεῖς, πότερον ἐν μέσῳ κεῖται τῆς χώρας, ἢ πρὸς θάλασσαν μᾶλλον, ἢ πρὸς τοῖς ὄρεσιν. ἰδίαν104

384

μέντοι ἐργασίαν ὁ περὶ τῆς θέσεως τῆς πόλεως ἕξει, ἄμφω δὲ εἰς ἓν κεφάλαιον ἀνάγειν τό τε κατὰ τὴν φύσιν τῆς χώρας καὶ τὸ κατὰ τὴν θέσιν τῆς πόλεως οὐδὲν κω‐ λύει, λέγω δὲ εἰς τὸ τῆς φύσεως κεφάλαιον· ταὐτὸν
5γάρ ἐστιν ἐπὶ τῆς χώρας καὶ φύσις καὶ θέσις, πλὴν ὅτι ἡ μὲν θέσις τὸ κεῖσθαι σημαίνει, ἡ δὲ φύσις τὰ ἐν τῇ θέσει, ὥσπερ βλαστήματα καὶ ὄρη καὶ πεδία καὶ ποτα‐ μοὺς καὶ φυτά, ὥστε ἡ μὲν θέσις ἔσται καὶ φύσις, οὐ πάντως δὲ ἡ φύσις θέσις· φυτὰ γὰρ καὶ ποταμοὺς καὶ
10ὀρῶν ὑπεροχὰς καὶ τὰ τοιαῦτα ὁ τῆς φύσεως περιέχει λόγος· ἵνα δὲ συντόμως εἴπω, ὁ περὶ τῆς φύσεως τῆς χώρας λόγος διττός ἐστιν· ὁ μὲν γάρ ἐστι τῆς θέσεως, ὡς ἔχει πρὸς ἑκάτερον τῶν στοιχείων, ὁ δὲ τῶν ἐν τῇ χώρᾳ βλαστημάτων. μετὰ δὲ τὸν περὶ τῆς
15φύσεως λόγον τὸν περὶ τῆς ἀνατροφῆς θήσεις, ἐὰν ἔχῃς ἐν πατρίοις, ὡς ὁ Ἀριστείδης εὐπόρησεν εἰπὼν ὡς Ἀθηναῖοι παρὰ τῆς Δήμητρος τοὺς καρποὺς ἔλαβον καὶ λαβόντες τοῖς ἄλλοις μετέδοσαν· ἐὰν δὲ μὴ ἔχῃς, ἐπαί‐ νεσον τὰ ἔθη, ὡς ἐν κεφαλαίῳ τῶν ἐπιτηδευμάτων·
20ἐπιτηδεύματα γάρ ἐστιν ἔνδειξις τοῦ ἤθους καὶ τῆς προαιρέσεως τῶν ἀνδρῶν ἄνευ πράξεων ἀγωνιστικῶν. ἐρεῖς οὖν ὅτι πρὸς τοὺς ξένους φιλάνθρωποι, ὅτι πρὸς τὰ συμβόλαια νόμιμοι, ὅτι μεθ’ ὁμονοίας συνοικοῦσιν ἀλλήλοις, καὶ ὅτι ὁποῖοι πρὸς ἀλλήλους, τοιοῦτοι καὶ
25πρὸς τοὺς ἔξωθεν. ἐφ’ ἅπασι δὲ τούτοις τοῖς κεφα‐ λαίοις, ἐπειδήπερ ἐπιβατήριον ὑπεθέμεθα, προσθήσεις ἐκεῖνα συχνότερον, ἵνα μὴ ἀπᾴδῃ τῆς ἐπαγγελίας ὁ λόγος· ταῦτά με ἦν τὰ ἐφελκόμενα, ταῦτα ἐπόθουν, διὰ τοῦτο οὔτε νύκτωρ οὔτε μεθ’ ἡμέραν ἐδόκουν ἡσυχάζειν
30φλεγόμενος τοῖς περὶ ταῦτα ἔρωσι· καὶ οὐ ταῦτά με μόνον πρὸς τὸν πόθον διήγειρεν, ἀλλὰ τούτων πλείω καὶ θαυμασιώτερα, οἷς συνάψεις τὰ ἑξῆς ἐγκώμια.

385

Ἐὰν δὲ μὴ ἐπιβατήριος ὁ λόγος ᾖ, ἄλλως δὲ πά‐
τριος, περὶ μὲν ἐρώτων καὶ περιχαρείας ἐρεῖς οὐδέν, ἁπλῶς δὲ ἄνευ τῆς τοιαύτης προσθήκης ἐργάσῃ τὸ ἐγ‐ κώμιον [πατρίοις] χρώμενος τοῖς κεφαλαίοις ἐφεξῆς, ὡς106
5προείρηται καὶ ῥηθήσεται. ἔστι δὲ κεφάλαια ἐκεῖνα περὶ ὧν εἰρήκαμεν, φύσις, ἀνατροφή, ἐπιτηδεύματα, ἰδιάζον δὲ κεφάλαιον τοῦ ἐπιβατηρίου τὸ ἐκ περιχαρείας, τὰ δὲ λοιπὰ κοινά. μετὰ τοίνυν τὰ ἐπιτηδεύματα διαιρήσεις τὰς πράξεις εἰς τέσσαρας ἀρετάς. δικαιοσύνην· ἐν ᾗ
10μαρτυρίαν λήψῃ τῶν περιοίκων, ὅτι ταύτην ἡγού‐ μενοι τὴν πόλιν ὅρον εἶναι δικαιοσύνης ἥκουσι παρ’ ἡμᾶς δικασόμενοι· καθάπερ οἱ Ἀθηναῖοι τὸν Ἄρειον πά‐ γον δικαιοσύνης ἀγωνιστήριον παρειλήφασιν, οὕτω καὶ τὴν πόλιν τὴν ἡμετέραν οἱ ἀστυγείτονες, καὶ οὐδεὶς ἐνεκάλεσεν
15οὔτε ξένος οὔτε ἰδιώτης τῶν παρ’ ἡμῖν οὔτε ἀστυγει‐ τόνων πόλις τῇ ἡμετέρᾳ οὔτε περιοίκων, οὔτε περὶ ὅρων, οὔτε περὶ ὧν εἰώθασιν ἀμφισβητεῖν αἱ πόλεις· εἶτα ἀπὸ τῶν καταπλεόντων ἐμπόρων, ὅτι αἱροῦνται τὰς ἄλλας πόλεις καταλιπόντες εἰς τὴν ἡμετέραν καταί‐
20ρειν πεπειραμένοι τῆς ἡμετέρας φιλανθρωπίας· εἶτα κατασκευάσεις ὅτι μὴ τὸ τέλος φορτικὸν εἰσπραττόμεθα, ὅτι μηδὲ ζημιοῦνται παρὰ τοὺς νόμους. τὴν δὲ σω‐ φροσύνην ἀπὸ ἐγκρατείας ἐρεῖς, ἀπὸ τῆς τῶν νέων ἀγωγῆς, καὶ κατασκευάσεις ὅτι οἱ μὲν περὶ λόγους
25καὶ φιλοσοφίαν ἔχουσιν, οἱ δὲ περὶ τέχνας καὶ ἄλλας ἐπιστήμας. ἀνάγκη δὲ τοὺς περὶ ταῦτα ἔχοντας Ἀφρο‐ δίτης μὲν ἀτόπων νόμων ὑπερορᾶν, παρασκευάζειν δὲ τὴν ψυχὴν τὰ βελτίω περιεργάζεσθαι. περὶ δὲ τῆς φρο‐ νήσεως οὕτως ἐρεῖς, ὅτι θαυμάζοντες οἳ τὸ αὐτὸ ἔθνος
30καὶ γένος εἰλήχασι παρ’ ἡμᾶς ἥκουσι συσκεψόμενοι περὶ τῶν κοινῶν, ὥσπερ τὸ παλαιὸν παρ’ Ἀθηναίους οἱ Ἕλληνες, καὶ κοινόν ἐστι συνέδριον καὶ βουλευτήριον

386

τοῦ [κοινοῦ] γένους ἡ ἡμετέρα πόλις· καὶ ὅτι εἰ ἔδει νῦν νομοθετεῖν, ἐνομοθέτησεν ἂν τῷ κοινῷ γένει τῶν ἀν‐
θρώπων, ὥσπερ τὸ παλαιὸν ἡ τῶν Λακεδαιμονίων καὶ Ἀθη‐ ναίων τοῖς Ἕλλησι· ποῦ μὲν γὰρ Σόλωνες πλείους τῶν108
5παρ’ ἡμῖν; ποῦ δὲ Λυκοῦργοι βελτίους; ποῦ δὲ Μί‐ νωες καὶ Ῥαδαμάνθυες [οἱ τῶν Κρητῶν νομοθέται]; περὶ δ’ ἀνδρείας ἐρεῖς ὅτι πολλῶν πολλάκις πρεσβειῶν πρὸς βασιλέα καὶ ἐκ πολλῶν ἐθνῶν γενομένων οὐδένες μετὰ πλείονος παρρησίας καὶ σεμνότητος διελέχθησαν
10τῶν ἀπὸ τῆς ἡμετέρας. εἶτα ἐφ’ ἑκάστῃ τῶν ἀρετῶν συγκρίσεις ἐργάσῃ, ἰδίαν μὲν καθ’ ἑκάστην, μετὰ δὲ ταύτην ἐφ’ ἁπάσαις αὐταῖς ἀθρόαν σύγκρισιν ἐργάσῃ πόλεως πρὸς πόλιν, συλλαμβάνων ἅπαντα καὶ τὰ πρὸ τούτων ὁμοίως, φύσιν, ἀνατροφήν, ἐπιτηδεύματα,
15πράξεις· καὶ ἐν οἷς μὲν ἂν τούτων εὕρῃς σωζομένην τὴν ἰσότητα ἢ καὶ πλεονεξίαν παρὰ τῇ πόλει ἣν ἐπαινεῖς, ταῦτα ἀντεξετάσεις ἐν τῇ συγκρίσει, ἐν οἷς δ’ ἂν εὑ‐ ρίσκῃς αὐτὴν ἐλαττουμένην, ταῦτα παραδραμεῖς· καὶ γὰρ Ἰσοκράτης συγκρίνων Θησέα Ἡρακλεῖ, ἐν οἷς μὲν
20εὗρεν αὐτὸν πλεονεκτοῦντα, ἀντεξήτασεν, ἐν οἷς δὲ τὸν Ἡρακλέα, ταῦτα ἐσίγησε. μετὰ τὴν σύγκρισιν ἥξεις ἐπὶ τοὺς ἐπιλόγους, ἐν οἷς διαγράψεις αὐτὸ τὸ σχῆμα τῆς πόλεως, καὶ ἐρεῖς στοάς, ἱερά, λιμένας, εὐετηρίας, ἀφθονίαν, τὰ ἐκ τῆς θαλάσσης ἐπεισαγόμενα ἀγαθά,
25ἵππων δρόμους, ἂν ἔχῃ, ἀγώνων διαθέσεις, λουτρῶν ἀπολαύσεις, ὑδάτων ἐπιρροάς, ἄλση ἐν αὐτῇ τῇ πόλει, τὰ περὶ τὴν πόλιν, οἷον ἂν ἱερὸν πλησίον πολυτελὲς ᾖ, ἂν μαντεῖον, ἂν τέμενος θεοῖς ἀνακείμενον· καὶ γὰρ ταῦτα συντελεῖ πρὸς κόσμον τῇ πόλει· ἐφ’ ἅπασι δὲ
30τούτοις τοῖς παραγγέλμασιν ἐντεύξει Καλλινίκου λόγοις καὶ Ἀριστείδου καὶ Πολέμωνος καὶ Ἀδριανοῦ, καὶ μι‐ μήσῃ τὰς ἐργασίας ἐν μὲν τῷ τῆς φύσεως τόπῳ, ἐν δὲ

387

τοῖς λοιποῖς ὡσαύτως· οὐχ ἧττον δὲ κἀν τοῖς ἐπιλόγοις τὸν ἐκείνων τρόπον ζηλώσεις. Τὰ μὲν οὖν εἰρημένα καθολικῶς εἴρηται περὶ τοῦ πατρίου καὶ ἐπιβατηρίου· καὶ διακέκριται τὸ ἴδιον ἑκάστου
5ἐν τῇ διαιρέσει, ἐὰν δέ ποτε βουληθῇς εἰπεῖν, ὦ γλυκύτατε τῶν ἑταίρων, καὶ Τρωϊκόν, 〈ἐρεῖσ〉 μὲν ἐγκώμιον τῆς
χώρας πρῶτον, οὐδὲν δ’ ἄλλο ἐστὶν ἢ λόγος περιέχων ἔκ‐ φρασιν τῆς φύσεως καὶ τῆς θέσεως αὐτῆς ὅπως ἔχει πρὸς τὴν παρακειμένην ἤπειρον, ὅπως ἔχει πρὸς τὴν γειτνιῶ‐110
10σαν θάλασσαν, ὅπως ἀέρων ἔχει εὐκρασίας, εἶτα ἐπὶ τού‐ τοις λαμπρῶς καὶ διειργασμένως ἐκφράσεις, ἐρεῖς δὲ καὶ περὶ ποταμῶν καὶ ὀρῶν [καὶ ἵππων] καὶ πεδίων καὶ σπερμάτων καὶ δένδρων, ὅπως ἐπιτηδείως ἔχει πρὸς ταῦτα σύμπαντα, καὶ ὅτι τούτων οὐδενός ἐστιν ἐνδεής. καὶ
15τοῦτο μὲν δὴ κεφάλαιον περὶ τῆς θέσεως, πρὸς δὲ ἀπό‐ δειξιν τούτου τοῦ κεφαλαίου λήψῃ ἀρχαῖα διηγήματα πρὸς πίστιν λέγων οὕτως· τοιγάρτοι διὰ τοῦτο καὶ κα‐ τὰ τοὺς παλαιοὺς χρόνους βασιλείας μεγίστας καὶ περι‐ βοήτους †εὐτυχήσαντας Δαρδάνου τοῦ Τρωὸς τὴν ἀρχὴν
20τοῦ Λαομέδοντος† καὶ οἱ πατέρες ἡμῶν ἦρξαν οὐ μικρῶν θαλάσσης μέτρων, οὐδὲ νήσων τινῶν [ἄρχουσιν], οὐδὲ περιγεγραμμένων τόπων, καθάπερ ἡ Πελοπόννησος, ἀλλ’ ἦρξαν μὲν Λυδίας, ἐπῆρξαν δὲ Καρίας, καὶ προῆλθον τὴν ἑῴαν ἅπασαν καταστρεφόμενοι, καὶ ὡμολόγησαν
25ἡμῖν δουλεύειν Αἰγύπτιοι καὶ Βλέμμυες καὶ Ἐρεμβῶν γένη, εἴπερ αὐτοὶ καὶ ἐν τοῖς τελευταίοις χρόνοις φαί‐ νονται ὑπακούοντες ἡμῖν ἐν ταῖς συμμαχίαις καὶ κλήσε‐ σιν. ἡ μὲν οὖν ἀπόδειξις τοῦ κεφαλαίου τοιαύτη, ὥστε συμπεπλήρωται τὸ κεφάλαιον τοῦτο τὸ περὶ τῆς φύσεως
30καὶ θέσεως τῆς χώρας ἀπὸ τῆς ἱστορίας. μετὰ ταῦτα ἐμβαλεῖς τὸν περὶ τῆς πόλεως λόγον οὕτω πως· τὸ μὲν οὖν παλαιὸν ἐρασθέντες τῆς χώρας θεοὶ καὶ Ποσειδῶν

388

καὶ Ἀπόλλων μικρὸν ἀνωτέρω θαλάττης τὸ Ἴλιον τει‐ χίζουσιν, ὥσπερ τῆς ὅλης χώρας ἀκρόπολιν. εἴπερ οὖν περὶ τῶν Ἀθηναίων ἐρίζοις, εἶτα τὴν ἐκ κοινῆς γνώμης κατασκευήν, οὐ δι’ ἀπεχθείας ἀλλήλοις ἥκοντες, ὥσπερ
5ἐπὶ τῆς Ἀθηναίων πόλεως, ἀλλ’ ὁμογνωμονοῦντες ἀμφό‐ τεροι ὥσπερ οὐδὲν κάλλιον νομίζοντες. Ἀλέξανδρος δὲ μετὰ ταῦτα, ὁ μηδὲ Ἡρακλέους λειπόμενος μηδὲ Διο‐
νύσου νομισθεὶς εἶναι χείρων, ὁ τῆς οἰκουμένης τὸ μέ‐ γιστον καὶ πλεῖστον μέρος μιᾷ χειρὶ Διὸς παῖς ὄντως112
10χειρωσάμενος, ἐπιτηδειότατον τοῦτον χῶρον ὑπολαβών, μεγίστην πόλιν καὶ ὁμώνυμον αὑτῷ κατασκευάσας, εἰς ταύτην τὴν ἡμετέραν ἤγειρε. μετὰ ταῦτα ἐρεῖς καὶ περὶ τῆς πόλεως, ὅπως καὶ αὐτὴ ἐν μέσῃ τῇ χώρᾳ κεῖται ἢ μικρὸν ἐπικλίνει πρὸς τὴν θάλασσαν, εἶθ’ ἑξῆς ὥσπερ
15ἔχει σύμπασα ἡ διαίρεσις.
16tΠΕΡΙ ΛΑΛΙΑΣ
17 Τὸ τῆς λαλιᾶς εἶδος χρησιμώτατόν ἐστιν ἀνδρὶ σοφι‐ στῇ, καὶ ἔοικε δύο εἴδεσι τῆς ῥητορικῆς ὑποπίπτειν τῷ τε συμβουλευτικῷ καὶ τῷ ἐπιδεικτικῷ· πληροῖ γὰρ ἑκα‐
20τέρου τὴν χρείαν· καὶ γὰρ ἄρχοντα ἐὰν ἐγκωμιάσαι βουλώμεθα, πολλῶν ἐγκωμίων παρέχει τὴν ἀφθονίαν· καὶ γὰρ δικαιοσύνην αὐτῷ καὶ φρόνησιν καὶ τὰς λοιπὰς ἀρετὰς διὰ τῆς λαλιᾶς καταμηνύειν δυνάμεθα. καὶ μὴν καὶ συμβουλεῦσαι διὰ λαλιᾶς ὅλῃ πόλει καὶ ἀκροαταῖς
25πᾶσι καὶ ἄρχοντι, εἰ βουλοίμεθα, προσδραμόντι πρὸς τὴν ἀκρόασιν ῥᾴδιον. καὶ μὴν καὶ αὑτοῦ καταμηνῦσαί τινα ὀργὴν ἢ λύπην ἢ ἡδονὴν πρὸς τοὺς ἀκροατὰς διὰ λαλιᾶς οὐ κεκώλυται, ἔξεστι δὲ καὶ σχηματίσαι διάνοιαν ὅλην ἢ ἀποσκώπτοντα ἢ κωμῳδεῖν ἐπιχειροῦντα ἦθός
30τινος [προαιρούμενον], ἢ ψέγοντα βίον, ἢ ἄλλο τι τῶν τοιούτων. εἰπόντες δὲ τούτων παραδείγματα πειρα‐

389

σόμεθα καὶ περὶ τῶν ὑπολοίπων τοῦ γένους διεξελ‐ θεῖν. Ἄρχοντός τινος ἔθνους διὰ λαλιᾶς πρόκειται ἡμῖν ἐγκώμιον. οὐκοῦν ζητήσομεν ὁποῖός ἐστι περὶ βασι‐
5λέας, ὁποῖός ἐστι περὶ κατασκευὰς τῶν πόλεων καὶ τῶν δημοσίων οἰκοδομημάτων, περὶ τὰς κρίσεις τῶν ἰδιωτῶν, ὁποῖος δὲ καὶ καθ’ ἑαυτὸν τὸν τρόπον, ὁμιλητικὸς καὶ πρᾷος ἢ τοὐναντίον αὐστηρὸς καὶ κατε‐ στυμμένος. οὐκοῦν ληψόμεθα πρὸς τοῦτο [τὸ] παρά‐
10δειγμα ἱστορίαν ἀρχαίαν ἢ πλάσαντες αὐτοί, ἵνα μὴ δοκῶμεν αὐτοῖς γυμνοῖς τοῖς πράγμασιν ἐγχειρεῖν· οὐ γὰρ ἔχει τοῦτο ἡδονήν· χαίρει γὰρ τὸ τῆς λαλιᾶς εἶδος τῇ γλυκύτητι καὶ τῇ τῶν διηγημάτων ἁβρότητι. παρα‐ γένοιτο δ’ ἂν ἡ γλυκύτης τῷ λόγῳ, εἰ παραδείγματα114
15λέγοιμεν δι’ ὧν ἐμφανιοῦμεν ὃ προαιρούμεθα, ἱστο‐ ρίας ἡδίστας τοῖς ἀκροαταῖς μαθεῖν ἐκλεγόμενοι, οἷον περὶ θεῶν, ὅτι καὶ θεοὶ πεφύκασιν ἐπιμελεῖσθαι τῶν ἀνθρώπων, οἷον εἰ Ἡρακλέους μνημονεύοιμεν ὡς πειθο‐ μένου μὲν ἀεὶ τῷ Διῒ προστάττοντι, ἀθλοῦντος δὲ ὑπὲρ
20τοῦ βίου τῶν ἀνθρώπων, καὶ τοὺς μὲν ἀδίκους ἐξαι‐ ροῦντος, τοὺς ἀγαθοὺς δὲ ἐγκαθιστάντος πρὸς ἐπι‐ μέλειαν τῶν πόλεων, 〈ἢ〉 εἰ Ἀγησίλαον λέγοιμεν, ὡς πειθόμενον Λακεδαιμονίων τοῖς προστάγμασιν, ἄρξαντα δὲ τῆς Ἰωνίας καὶ τοῦ Ἑλλησπόντου λαμπρῶς καὶ θαυ‐
25μασθέντα οὕτως ὥστε καὶ ταινίαις ἀναδεθῆναι παρὰ τῶν ὑπηκόων καὶ ἄνθεσι βάλλεσθαι ταῖς πόλεσιν ἐπι‐ δημοῦντα. μεστὴ δὲ καὶ ἡ ἱστορία Ἡροδότου γλυκέων διηγημάτων· ἐν οἷς ἡδονὴ παντοδαπὴς παραγίνεται τῷ λόγῳ, οὐ μόνον ἀπὸ τῆς ξένης τῶν διηγημάτων ἀκοῆς,
30ἀλλὰ καὶ ἀπὸ τῆς ποιᾶς συνθέσεως, ὅταν μὴ τραχείᾳ χρώμεθα τῇ ἐξαγγελίᾳ, μηδὲ περιόδους ἐχούσῃ καὶ ἐνθυμήματα, ἀλλ’ ὅταν ἁπλουστέρα τυγχάνῃ καὶ ἀφε‐

390

λεστέρα, οἵα ἡ Ξενοφῶντος καὶ Νικοστράτου καὶ Δίωνος τοῦ Χρυσοστόμου καὶ Φιλοστράτου τοῦ τὸν Ἡρωι‐ κὸν καὶ τὰς Εἰκόνας γράψαντος ἐρριμμένη καὶ ἀκατασκεύαστος. χρὴ δὲ καὶ ὀνείρατα πλάττειν καὶ
5ἀκοήν τινα προσποιεῖσθαι ἀκηκοέναι, καὶ ταύτην βού‐ λεσθαι ἐξαγγέλλειν τοῖς ἀκούουσιν· ὀνείρατα μέν, ὡς εἰ λέγοιμεν ὅτι παραστὰς νύκτωρ ὁ Ἑρμῆς προσέταττε κη‐ ρύττειν τὸν ἄριστον τῶν ἀρχόντων, καὶ πειθόμενος τοῖς ἐκείνου προστάγμασιν ἐρῶ κατὰ μέσον θέατρον
10ἅπερ ἐκείνου λέγοντος ἤκουσα· ἀκοὴν δέ, ὡς εἰ λέ‐ γοιμεν οὕτως, ὅτι ἀπήγγειλέ τις ἐμοὶ τῶν ἀπὸ ἀστυγεί‐ τονος πόλεως πολλὰς ἀρετὰς καὶ θαυμαστάς, ἃς ἐν ὑμῖν, εἰ σχολὴν ἀκούειν ἄγοιτε, φράσαι προαιροῦμαι.
Συμβουλεύσεις δὲ διὰ λαλιᾶς περὶ ὁμονοίας πό‐116
15λει, ἀκροαταῖς, φίλοις, ἀντιπολιτευομένοις καὶ ταράτ‐ τουσι συναγαγεῖν αὑτοὺς εἰς εὔνοιαν τὴν πρὸς ἀλλή‐ λους· συμβουλεύσεις δέ ποτε καὶ ἐθέλειν ἀκούειν λό‐ γων, εἰ μισολόγους γινώσκεις καὶ δυσχερῶς συνιόντας. ἐξαγγελεῖς δὲ σαυτοῦ πάθος, οἷον ὡς ἐν ὑποδείγματι,
20εἰ λέγοις ὅτι οὐκ ἀπαιτοῦσιν συνεχῶς αἱ ἀκροάσεις οὐδὲ ἀναγκάζουσι λέγειν, πλάσας τοιοῦτον λόγον, ὅτι Ἀπόλλων πολὺς ἦν θεσπίζων περὶ τοὺς τρίποδας καὶ καταλαβὼν Κασταλίαν καὶ τοὺς Δελφοὺς ἐπλήρου τὴν προφῆτιν μαντικοῦ [τοῦ] πνεύματος, τῶν δὲ Μουσῶν
25ἠμέλει· χαλεπαίνουσαι οὖν αἱ Μοῦσαι ἀξιοῦσι μαθεῖν τὴν αἰτίαν, διότι οὐ μετέχει χορείας τῆς ἐν Ἑλικῶνι μετὰ Μουσῶν, ἰδίᾳ δὲ φοιβάζει [Μουσῶν] ἐν τοῖς ἀδύ‐ τοις καὶ ποθεῖ μᾶλλον τοὺς τρίποδας. σχηματίζων δὲ πρός τε σαυτὸν ἐρεῖς ταῦτα καὶ πρὸς τοὺς ἀκροατάς,
30ὅτι Ζεὺς ᾐτιᾶτο τὰς Μούσας, ὅτι οὐ προτρέπουσι τὸν Ἀπόλλωνα συγχορεύειν αὐταῖς καὶ πλήττειν τὴν λύ‐ ραν· ἐμφανιεῖς δὲ καὶ ἡδονὴν σεαυτοῦ πρὸς τοὺς ἀκού‐

391

οντας οὕτως, ὅταν ἀποδέχῃ τὴν ἀκοὴν αὐτῶν ὡς κριτι‐ κῶς ἀκροωμένων, ὅτι ἥσθης ἐπὶ τῇ τοιαύτῃ διαθέσει τῶν ἀκροατῶν, ὥσπερ Ἰσοκράτης ἥσθη τοῖς Ἕλλησιν ἀναγνοὺς ἐν Ὀλυμπίᾳ τὸν πανηγυρικὸν λόγον, αἰσθανό‐
5μενος ὅτι κατεῖδον ἀκριβῶς τὸ μεγαλεῖον τοῦ λόγου. ἀποσκώψεις δὲ πολλάκις καὶ ψέξεις ἀνωνύμως ὑπο‐ γράφων τὸ πρόσωπον, εἰ βούλοιο, καὶ τὸ ἦθος διαβάλ‐ λων, καὶ ὥσπερ ἐν τῷ ἐπαινεῖν ἐξῆν ἐκ πάσης ἀρετῆς λαμβάνειν τὰ ἐγκώμια, οὕτως ἔξεστί σοι ἀπὸ πάσης
10κακίας διαβάλλειν καὶ ψέγειν, ὅταν ἐθελήσῃς. ἔστι δέ ποτε καὶ ἀπολογήσασθαι καὶ διαθεῖναι τὸν ἀκροα‐ τὴν ἐπὶ παρόδου, ἣν μέλλει ποιεῖσθαι, πολλάκις μὲν ἠθικῶς μετριάζοντα, ὅτι τέττιξ μιμεῖται τοὺς ᾠδι‐ κοὺς τῶν ὀρνίθων, πολλάκις δὲ αἰτήσεις συγγνώμην
15φάσκων ἐξ ὑπογύου σοι γεγενῆσθαι τὸ σπούδασμα, ἢ
ὅτι τῶν λόγων τὰς ἀπαρχὰς ἀνατίθης τῇ πατρίδι καὶ τοῖς πολίταις, ὥσπερ τῇ Δήμητρι καὶ τῷ Διονύσῳ οἱ γεωργοὶ τὰ θαλύσια. Ἁπλῶς δὲ χρὴ γινώσκειν, ὅτι λαλιὰ τάξιν μὲν οὐ‐118
20δεμίαν θέλει σώζειν καθάπερ οἱ λοιποὶ τῶν λόγων, ἀλλὰ ἄτακτον ἐπιδέχεται τὴν ἐργασίαν τῶν λεγομένων· ἃ γὰρ βούλει τάξεις πρῶτα καὶ δεύτερα, καὶ ἔστιν ἀρίστη τάξις τῆς λαλιᾶς τὸ μὴ κατὰ τῶν αὐτῶν βα‐ δίζειν συνεχῶς, ἀλλ’ ἀτακτεῖν ἀεί· ἀπὸ τοῦ γένους
25ποτὲ ἐγκωμιάσεις, ἄλλοτε πάλιν ἀπὸ προαιρέσεως ἐγκω‐ μιάσεις, ἄλλοτε ἀπὸ τῶν χθὲς καὶ πρώην συμβεβηκό‐ των περὶ αὐτόν. καὶ ἀπὸ τύχης ἐγκωμιάσεις ἄλλοτε καὶ ἀπὸ πράξεως μιᾶς ἄλλοτε. καὶ ταῦτα μὲν περὶ τούτων, λεχθήσεται δὲ καὶ ἕτερα. ἐρεῖς τι καὶ εἰς τὴν σεαυτοῦ
30πατρίδα ὡς χρονίως μὲν ἐπανελθὼν ἐπ’ αὐτήν, ἀσμε‐ νέστατα δὲ αὐτὴν θεασάμενος, καὶ τὸ Ὁμηρικὸν

392

ἐπιφωνήσεις “κύσε δὲ ζείδωρον ἄρουραν”, “χαίρων ᾗ γαίῃ πατρῴῃ”, καὶ ἀσπάσῃ τῷ λόγῳ τῶν ἀκροατῶν τὸ θέατρον, 〈καὶ〉 κοινῇ πάντας καὶ καθ’ ἕνα ἕκαστον, ἀνωνύμως μέντοι, ὡς μὴ ἐκ τοῦ προφανοῦς ὄνομα
5λέγειν ἀλλὰ συγχαίρειν ἑαυτῷ ὅτι πρεσβύτας εἶδες οὓς κατέλιπες ἀκμάζοντας, καὶ εἰς ἄνδρας τελοῦντας οὓς ἐν ἐφήβοις εἴασας, καὶ νεανίσκους εἶδες τελοῦντας εἰς παῖδας, καὶ ὅτι οὐδὲν γλύκιον ἧς πατρίδος οὐδὲ το‐ κήων γίνεται. ἁπλῶς δὲ χρὴ γιγνώσκειν περὶ λαλιᾶς,
10ὅτι πάντα ὅσα βουληθῶμεν ἐμφανίσαι δι’ αὐτῆς, ταῦτα ἔξεστιν ἡμῖν λέγειν τάξιν μηδεμίαν ἐκ τέχνης φυλάττουσιν, ἀλλ’ ὡς ἂν προσπίπτῃ, στοχάζεσθαι μέντοι δεῖ ἑκάστου καιροῦ τῶν λεγομένων καὶ συνιέναι ποῖον χρήσιμον εἰπεῖν πρῶτον, ποῖον δὲ δεύτερον. χρὴ
15δὲ καὶ μνημονεύειν αὐτῶν Ἀθηνῶν, ἐξ ὧν ἡ πάροδος, καὶ ἱεροφαντῶν καὶ δᾳδούχων καὶ Παναθηναίων καὶ
λόγων ἀγώνων καὶ μουσείων καὶ παιδευτῶν καὶ νεο‐ λαίας· φέρει γὰρ ταῦτα πολλὴν γλυκύτητα. χρὴ δέ σε καὶ κιθαρῳδῶν ὀνόματα διαφόρων εἰδέναι, Ὀρφέως,120
20Ἀρίονος, Ἀμφίονος καὶ τῶν περὶ αὔλησιν εὐδοκίμων καὶ μάντεων, καὶ ὅλως ἐνδόξων τεχνιτῶν πλεονεκτή‐ ματα ἐρεῖς· ἔτι δὲ περὶ ὀρῶν ἐπισήμων, Ὀλύμπου, Πιερίας, Ἴδης, Ἑλικῶνος, Παρνασοῦ· πλείστην γὰρ ἡδονὴν ταῦτα παρέξει τῷ εἴδει τῆς λαλιᾶς. πολὺς δὲ
25καὶ ὁ Διόνυσος ἔστω καὶ χορεῖαι καὶ Σειληνοὶ καὶ Σάτυροι, καὶ Ὠκεανὸς ποταμὸς καὶ Νεῖλος καὶ Ἴστρος καὶ Ἀχελῷος καὶ Εὐρυμέδων καὶ Θύμβρις, καὶ εἴ τις ἄλλος ἐπίσημος. χρησιμώτατοι δὲ πρὸς λαλιὰν καὶ οἱ Πλουτάρχειοι βίοι, ὥσπερ εἰς ἄλλην πολλὴν καὶ παν‐
30τοδαπῆ παίδευσιν· καὶ γὰρ πλήρεις εἰσὶν ἱστοριῶν καὶ ἀποφθεγμάτων καὶ παροιμιῶν καὶ χρειῶν· ταῦτα γὰρ πάντα καταμιγνύναι ταῖς λαλιαῖς χρήσιμον, ἵνα

393

πανταχόθεν τὴν ἡδονὴν θηρεύσωμεν. δεῖ δὲ ζητεῖν καὶ μεταμορφώσεις φυτῶν καὶ ὀρνέων [καὶ δένδρων]. γέγραπται δὲ καὶ Νέστορι ποιητῇ καὶ σοφισταῖς μετα‐ μορφώσεις φυτῶν καὶ ὀρνέων· τούτοις δὲ τοῖς συγγράμ‐
5μασιν ἐντυγχάνειν πάνυ λυσιτελεῖ. ἔχειν δὲ δεῖ σε μνήμην καὶ ποιητῶν ἐπισήμων Ὁμήρου, Ἡσιόδου, τῶν λυρικῶν. αὐτοί τε γὰρ καθ’ ἑαυτοὺς ἄξιοι μνήμης, καὶ πολλοὺς μὲν ἐνεκωμίασαν, πολλοὺς δὲ ἔψεξαν, παρ’ ὧν δυνήσῃ λαβεῖν παραδείγματα. (καὶ Ἀρχιλόχου δὲ
10οὐκ ἀμελήσεις, ἱκανῶς κολάσαντος τοὺς ἐχθροὺς τῇ ποιήσει, ἵνα καὶ αὐτὸς ὅταν ἐθέλῃς ψέγειν τινάς, ἔχῃς ἀποχρήσασθαι τἀνδρί.) καλοὶ μὲν γὰρ αὐτοὶ καθ’ ἑαυ‐ τούς, ἀεὶ συνόντες βασιλεῦσι καὶ τυράννοις συμβου‐ λεύοντες τὰ ἄριστα, καλὴ δὲ καὶ ἡ ἀπὸ τῶν ποιημάτων
15αὐτῶν ἐπιφώνησις καὶ μνήμη· γλυκεῖς γὰρ οἱ ἄνδρες καὶ ἡδονὴν ἐμποιῆσαι λόγῳ μάλιστα προσφορώτατοι. Ὅτι μὲν οὖν ἐγκωμιάζειν καὶ ψέγειν καὶ 〈προτρέπειν καὶ〉 ἀποτρέπειν διὰ λαλιᾶς ἔξεστι, καὶ ὅτι διαθέσεις τῆς ψυχῆς καταμηνύειν δέδοται διὰ τῆς λαλιᾶς, οἷον λύπην
20ἡδονὴν ὀργὴν ἤ τι τῶν τοιούτων, ἱκανῶς ἡμῖν προείρηται· ὁποῖον δὲ δεῖ τὸ εἶδος τῆς ἀπαγγελίας εἶναι, καὶ τοῦτο προστέθειται, ὅτι ἁπλοῦν καὶ ἀφελὲς καὶ ἀκατάσκευον· καὶ ὅτι οὐδεμίαν τάξιν ἀπὸ τῆς τέχνης νενομοθετημέ‐ νην ἐπιδέχεται, καὶ τοῦτο μεμαθήκαμεν. προσκείσθω122
25δὲ ὅτι οὐδὲ μακρὰς τὰς λαλιὰς εἶναι δεῖ, πλὴν εἰ μή τις δι’ αὐτῶν ἐθέλοι μόνων τὴν ἐπίδειξιν ποιήσασθαι· καλὸν γὰρ ἡ συμμετρία, καθάπερ τὸ ἀδολεσχεῖν καὶ πολλοὺς ἀναλίσκειν λόγους, ἱστορίας ἱστορίαις συνάπτοντα καὶ μύθους μύθοις καὶ διηγήματα διηγή‐
30μασιν, ἀπειρόκαλον εἶναι πεπίστευται. Ἔστι δὲ καὶ συντακτικὴ λαλιά, ὡς ἐὰν μέλλοντες ἀνά‐ γεσθαι ἀπὸ τῶν Ἀθηνῶν ἐπὶ τὴν ἐνεγκοῦσαν ἢ αὖ

394

πάλιν ἀπὸ τῆς ἐνεγκούσης ἐπὶ τὰς Ἀθήνας ἐμφανίζω‐ μεν ὅτι δυσχεραίνομεν τὴν ἀπόλειψιν, ἐνδεικνύμενοι †τοὺς ἀνιωμένους†· εἶτα ἐκ μεθόδου ἥξομεν ἐπὶ τὰ ἐγκώ‐ μια τῆς πόλεως, ἣν ἂν ἀπολιπεῖν μέλλωμεν, οἷον τίς
5ἂν ἕλοιτο ἀδακρυτὶ παραλιπεῖν—ὡς εἰ ἐπ’ Ἀθηνῶν λέγοις—μυστήρια, κηρύγματα ἱερὰ Ἐλευσῖνάδε προσ‐ τάττοντα βαδίζειν, καὶ ἄστυδε πάλιν ἀπ’ Ἐλευσῖνος· τίς δ’ ἂν ἀνάσχοιτο ἀκροπόλεως τοιαύτης κάλλος κατα‐ λιπεῖν, ἱερά, Διονύσια, Παναθήναια, ἄνδρας λογάδας
10σοφίας καὶ ἀρετῆς τροφίμους; καὶ ὅλως ἐφαρμόσομεν τὰ τῆς πόλεως ἐξαίρετα, τὰ κάλλη τῶν οἰκοδομημάτων καὶ πανηγύρεων πολυτελείας. Ἔστι δὲ καὶ ἐπιβατήριον εἰπεῖν λαλιὰν εὐθὺς ἐπι‐ στάντα τῇ πατρίδι, ὡς μικρῷ πρόσθεν ἐμνημονεύσαμεν,
15ἐν οἷς περὶ τῶν ἐπιφωνήσεων τῶν Ὁμηρικῶν ἐλέγομεν, ἐν ᾗ πάντως τὸν ἔρωτα τὸν περὶ τὴν πόλιν ἐνδείξεται ὁ λέγων ἀπὸ τοῦ παρεστῶτος χρόνου λαβὼν τὴν ἀρχήν, ὡς γεγηθώς, ὡς ἄσμενος προσέπλευσεν τοῖς λιμέσιν, ὡς εἶδε κάλλη πεδίων, ὡς προσέβαλεν ἀκροπόλει, ὡς
20περιεπτύξατο τῶν πολιτῶν ἅπαντας καὶ ἕκαστον καὶ ἔργῳ καὶ λόγῳ, ὡς πάντας ἐνόμισεν ἀδελφοὺς εἶναι αὑτοῦ τοὺς
ἡλικιώτας καὶ πατραδέλφους τοὺς ἄλλους, καὶ γένος ἓν πᾶ‐ σαν τὴν πόλιν, καὶ ὅτι οὐκ ἐπελέληστο τῆς πατρίδος ἀποδημῶν †προσθήσεις· ἀλλ’ ἄγε διηγοῦ† τὰ ἐξαίρετα124
25καὶ πάτρια, οἷα ταῖς ἄλλαις οὐ πρόσεστι πόλεσιν. εἶτα ἥξεις εἰς ἐγκώμιον ἄρχοντος, ἐὰν ὁ ἄρχων παρῇ, ἐπὶ τὸ τοῦ πατρὸς ἢ ἐπὶ τὸ τῆς πολιτείας, ὅτι τίς οὐκ ἂν ἐρασθείη τοιαύτης πολιτείας, ἐν ᾗ ὁμόνοια καὶ φιλία καὶ πάντες ἀρετῇ σύντροφοι, καὶ ὅσα τοιαῦτα. καὶ
30ἁπλῶς πολυσχιδὴς ἡ τῆς λαλιᾶς χρεία. οἶδε γὰρ καὶ πᾶσαν ὑπόθεσιν πρέπουσαν ἀνδρὶ πολιτικῷ περιεργάζεσθαι.

395

(1t)

ΠΕΡΙ ΠΡΟΠΕΜΠΤΙΚΗΣ
2 Ἡ προπεμπτικὴ λαλιὰ λόγος ἐστὶ μετ’ εὐφημίας τινὸς προπέμπων τὸν ἀπαίροντα. χαίρει δὲ ἁβρότητι καὶ διηγημάτων ἀρχαίων χάρισι. πολλοὶ δὲ τῆς προ‐
5πεμπτικῆς τρόποι. εἷς μὲν ὁ δυνάμενος συμβουλὴν κατὰ μέρος δέξασθαι, τῶν λοιπῶν μερῶν δεχομέ‐ νων καὶ ἐγκώμια καὶ λόγους ἐρωτικούς, εἰ βούλεται προστιθέναι καὶ ταῦτα ὁ λέγων· δύναται δὲ συμβου‐ λὴν ἐπιδέξασθαι, ὅταν ὁ πολλῷ κρείττων προπέμπῃ τὸν
10ἥττονα, ὡς ὅταν ὁ παιδευτὴς προπέμπῃ τὸν ἀκροατήν· δίδωσι γὰρ αὐτῷ συμβουλευτικὸν ἦθος τὸ οἰκεῖον ἀξίωμα. ἕτερος δὲ τρόπος ἂν γένοιτο, ἐν ᾧ δυνήσεταί τις ἐνδείξασθαι ἦθος ἐρωτικὸν καὶ διάπυρον περὶ τὸν προπεμπόμενον, συμβουλὴν μὴ καταμιγνύς, τῆς ἀξίας
15ὑπαρχούσης ἐφαμίλλου καὶ τῆς δόξης ἴσης τῷ προπέμ‐ ποντι καὶ τῷ προπεμπομένῳ, ὡς ὅταν ἑταῖρος ἑταῖρον προπέμπῃ· καὶ γὰρ εἰ βελτίων εἴη ὁ προπέμπων ἐν‐ ταῦθα τοῦ ἀπαίροντος, ἀλλ’ οὖν ἡ κοινωνία τοῦ ὀνό‐ ματος καὶ τὸ ἀμφοτέρους εἶναι φίλους ἀφαιρεῖται τὸ
20ἀξίωμα τῆς συμβουλῆς τὸν λέγοντα. γένοιτο δ’ ἂν καὶ ἄλλος τρόπος πλείονα διατριβὴν ἔχων περὶ τὰ ἐγκώμια μᾶλλον, σχεδὸν δὲ εἰπεῖν μικροῦ σύμπασαν, ὅταν ἐθέλῃ προΐστασθαι τῷ μὲν δοκεῖν προπεμπτικὸν λόγον, τῇ δ’ ἀληθείᾳ ἐγκώμιον, ὥσπερ ἂν εἰ μέλλοιμεν προ‐
25πέμπειν ἄρχοντα ἢ τῆς ἀρχῆς πεπαυμένον ἢ ἀφ’ ἑτέρας εἰς ἑτέραν πόλιν μέλλοντα ἀπιέναι. λέγω δὲ ταῦτα οὐκ ἀποστερῶν οὐδένα τῶν προειρημένων τρόπων τῆς προ‐ πεμπτικῆς τῶν ἐρωτικῶν παθῶν—χαίρει γὰρ ἡ προ‐ πεμπτικὴ πανταχοῦ τούτοις—ἀλλ’ ἐνδεικνύμενος ὅτι126
30ὅπου μὲν μᾶλλόν ἐστιν αὐτοῖς καταχρῆσθαι, ὅπου δὲ ἐπ’ ἔλαττον. παραλήψῃ δὲ ἐπὶ τοῦ ἄρχοντος καὶ πόθον πόλεων ὁλοκλήρων περὶ αὐτὸν καὶ ἔρωτας.

396

Διαιρήσεις δὲ τὴν προπεμπτικὴν οὑτωσί πως· ὑποκείσθω δὲ ἡμῖν νέος συνήθης προπέμπων φίλον. οὐκοῦν ὁ τοιοῦτος ἐνταῦθα ὥσπερ τι πεπονθὼς τῶν ἀτόπων καὶ ἀπροσδοκήτων σχετλιάσει πρὸς τὴν τύχην
5ἢ πρὸς τοὺς ἔρωτας, ὅτι μὴ συγχωροῦσι θεσμὸν φιλίας διαμένειν βέβαιον, ἀλλ’ ἄλλοτε ἄλλους πόθους ἐμβάλ‐ λοντες παρασκευάζουσι τὸν πάλαι συνθέμενον καὶ ὁμολογήσαντα φιλίαν ἄλυτον διαφυλάξειν πάλιν ἐρᾶν πατρίδος, πάλιν γονέων ἐπιθυμεῖν, ὥσπερ ἐπιλανθα‐
10νόμενον τῶν πρὸς τὸν φίλον αὐτῷ περὶ φιλίας συνθη‐ κῶν· ἢ εἰσελεύσεται πρὸς τοὺς ἀκροατὰς ὥσπερ πρός τινας δικαστὰς γραφὴν ἀποφέρων κατὰ τοῦ φίλου, προσποιούμενος δῆθεν κατὰ τὴν πρὸς τὸν ἑταῖρον συνθήκην. καὶ ἐπάξεις πάλιν παρακαλῶν τοὺς ἀκροα‐
15τὰς μὴ περιορᾶν παραβαίνοντα. ἐν οἷς καὶ ἱστορίας ἐρεῖς καὶ παραδείγματα· ἱστορίας μέν, ὅτι Θησεὺς καὶ Ἡρα‐ κλῆς ἑταῖροι γενόμενοι καὶ Διομήδης καὶ Σθένελος καὶ Εὐρύαλος δυσαπαλλάκτως ἀλλήλων εἶχον· ἐξ ἀλό‐ γων δὲ παραδείγματα, ὅτι κἀν ταῖς ἀγέλαις καὶ ἵπποι
20καὶ μόσχοι συναφθέντες ἀλλήλοις συνηθείᾳ καὶ ὄρνιθες δυσχερῶς ἀλλήλων χωρίζονται. προϊὼν δὲ τῷ λόγῳ ὑπομνησθήσῃ, ἂν οὕτω τύχῃ, καὶ ἀσκήσεως κοινῆς καὶ παλαίστρας καὶ γυμνασίων τῶν αὐτῶν. μετὰ τὸν πρὸς τοὺς ἀκροατὰς λόγον, οὓς ὥσπερ δικαστὰς ὑπεθέμεθα,
25τρίτον ἐπὶ τούτοις εἰσάξεις πρὸς ἐποχὴν δῆθεν καὶ τὰ τῆς πόλεως ἐγκώμια· οὐδ’ οὕτως ὁ τῶν Ἀθηναίων αἱρεῖ σε πόθος, οὐδὲ μυστηρίων καὶ τελετῶν, οὐδὲ
μουσεῖα καὶ θέατρα λόγων, οὐδὲ παιδευτῶν φιλοτι‐ μίαι περὶ τοὺς λόγους; ... Ἄρειος δὲ πάγος καὶ Λύκειον128
30καὶ Ἀκαδημία καὶ ἀκροπόλεως κάλλος, ἃ διείργασται φιλοπόνως ἅμα καὶ χαριέντως ... ἀνέραστος ἄρα ὡς ἔοι‐ κεν ἦσθα·

397

πῇ δὴ συνθεσίαι τε καὶ ὅρκια βήσεται ἡμῖν; οἷος γὰρ ἦν ἄρα μεγαλοφρονῶν ἐπὶ φίλοις ἐγώ, οἷον δὲ τεῖχος ἐδόκουν περιβεβλῆσθαι τὸν φίλον· νῦν δὲ γεγύμ‐ νωμαι καὶ περιῄρημαι καθάπερ Αἴας τῆς ἀσπίδος, οἰκήσω
5τόπους ἐρήμους [καὶ ἐρημίας] μισάνθρωπος ἐπικληθείς, ὥσπερ τὸν Τίμωνά φασι· τί γάρ μοι συντίθεσθαι φιλίαν, ἵνα πάλιν καὶ παραβαίνοντος ἀνιαθῶ; μακαρί‐ ζω τῶν θηρίων ἐκεῖνα ὅσα τὸν μονήρη βίον ἔοικεν ἀγαπᾶν. ταῦτα μὲν οὖν καὶ τὰ τοιαῦτα τὸ πρῶτον
10μέρος τῆς προπεμπτικῆς ἕξει, καὶ τοιοῦτον ἦθος ἐνδείξῃ πρὸς συνήθη καὶ φίλον τὰ ἐρωτικὰ εἰπὼν ἐν τούτοις τῆς προπεμπτικῆς κατὰ 〈τὴν〉 διαίρεσιν. ἐπειδὰν δὲ ἐπὶ τὸ λειπόμενον μέρος ἔλθῃς τῆς λαλιᾶς, σχετλιάσεις πάλιν ὡς βουληθεὶς πεῖσαι εἶτα ἀποτυχών, καὶ ἐπάξεις
15λέγων· οὐκοῦν ἐπειδὴ δέδοκται καὶ νενίκημαι, φέρε δὴ καὶ τῇ βουλήσει συνδράμωμεν. ἐνταῦθα τοίνυν ἥξεις ἐπὶ τὰ ἐγκώμια ἐκ μεθόδου, ὡς εὐτυχεῖς μὲν οἱ γονεῖς τῆς βλάστης, εὐδαίμων δὲ καὶ ἡ πόλις ἐπὶ σοί· τοὺς μὲν γὰρ εὐφρανεῖς ταῖς ἀρεταῖς, τῆς δὲ προστήσῃ
20ἐν δικανικαῖς ἀγοραῖς, ἐν ῥητόρων ἀγῶσιν, ἐν πρε‐ σβείαις καὶ λόγων φιλοτιμίαις. ἵνα δὲ σύστασιν λάβῃ ταῦτα, ἐρεῖς ὅτι σύνοιδας αὐτῷ δικαιοσύνην καὶ σω‐ φροσύνην καὶ φρόνησιν καὶ ἀνδρείαν καὶ ἀρετὴν ἐκ λόγων, καὶ οὐκ αὐτὸς μόνος, ἀλλὰ καὶ οἱ παιδευταὶ καὶ
25ὅσοι συνήθεις γεγόνασιν. ἐν οἷς καὶ πράξεις ἐρεῖς πρὸς ἀπόδειξιν τῶν ἀγαθῶν, ἂν εὐπορῇς καὶ πράξεων· καὶ ὅτι βασιλεῦσι χρήσιμος ἔσται γνωσθεὶς διὰ τὴν ἀρετήν, καὶ ὅτι παιδευτηρίων προστήσεται ἴσως, οὐ μέντοι
Ἰσοκράτης ἢ Ἰσαῖος ἢ Λυσίας ἤ τις τοιοῦτος ὅμοιος ἔσται·130
30ἐρεῖς δὲ ταῦτα, ἐὰν πάνυ πεπαιδευμένον ὄντα λόγων προπέμπῃς τινά· τούτῳ γὰρ ἁρμόσει τὸ τοιοῦτον ἐγ‐ κώμιον, ὅτι προστήσεται τυχὸν καὶ λόγων καὶ παιδεύσει

398

νέους· ἐὰν γὰρ τῶν μὴ προσόντων αὐτῷ μνησθῇς, ἃ πάντες ἴσασιν ὅτι τούτων οὐδὲν αὐτῷ πρόσεστιν, καὶ ἀπίθανον εἶναι δοκεῖ καὶ περὶ τῶν ἄλλων λόγων ὕποπτον καταστήσεις σεαυτὸν ἐκ τούτου καὶ
5προσάντη τὸν ἀκροατὴν τῷ λόγῳ. δεῖ γὰρ τοῖς ὁμολο‐ γουμένοις πανταχοῦ συντρέχειν. ἐρεῖς δὲ καὶ ἐπὶ τῶν τοιούτων ὅτι καὶ ὅτε ἅμιλλαι λόγων ἐπὶ τῶν μουσείων ἦσαν, ἐπῃνεῖτο παρὰ τῶν καθηγεμόνων τῶν ἡλικιωτῶν μᾶλλον. καὶ ὥσπερ Ἔφορος ἐστεφανοῦτο καὶ Θεό‐
10πομπος, οἱ μαθηταὶ Ἰσοκράτους, ὡς διαφέροντες τῶν ἄλλων (καὶ γὰρ Ἰσοκράτης ἀρετῆς προὐτίθει ἀγῶνα τοῖς ἀρίστοις τῶν ἀκροατῶν κατὰ μῆνα στέφανον), οὕτω καὶ οὗτος διαφέρων ἐφαίνετο καὶ ἐπαίνων ἠξιοῦτο οὐκ ἐλαττουμένων στεφάνων. ἐπειδὴ δὲ [καὶ] εἰς εὐδαιμο‐
15νίαν συντελεῖ καὶ σώματος κάλλος, γράψον καὶ τὸν νεανίαν, οἷος μὲν ἰδεῖν, οἷος δ’ ὀφθῆναι. ἐν ᾧ δια‐ γράψεις αὐτοῦ καὶ ἴουλον καὶ ὀφθαλμοὺς καὶ κόμην καὶ τὰ λοιπά. ἵνα δὲ τὸν λόγον σεμνὸν ποιῇς τὸν περὶ τῆς γραφῆς καὶ τὴν διαβολὴν ἐκφύγῃς τὴν ἐκ τοῦ κάλλους,
20ἀπέργασαι τὸ ἦθος σεμνότερον, λέγων ὅτι κοσμεῖ δὲ τὸ εἶδος τῇ τῶν ἠθῶν ἐγκρατείᾳ, καὶ τῷ μὴ πολλοῖς ῥᾳδίως ἑαυτὸν ἐνδιδόναι, ἀλλὰ μόνοις συνεῖναι τῶν ἀνδρῶν τοῖς ἀρίστοις καὶ λόγοις καὶ βιβλίοις. καιρὸν ἔχεις μετὰ ταῦτα καὶ τὴν πατρίδα ἐπαινέσαι τὴν ἐκείνου, ὅτι λαμ‐
25πρὰ καὶ ἔνδοξος καὶ οὐ μείων τῶν πολυθρυλήτων, ἐν ᾗ λαμπρὸς ὀφθήσεται ἐν λαμπρᾷ καὶ εὐδαίμονι. εἶτα ἐπὶ τούτοις ἅπασιν ἀξιώσεις αὐτὸν μεμνῆσθαι τῆς πάλαι συνηθείας, τῆς εὐνοίας, τῆς φιλίας, καὶ παραμυθεῖσθαι
τὴν ἀπόστασιν μνήμαις καὶ λόγοις, κἂν μὲν πεζεύειν132
30μέλλῃ, διάγραφε τὴν ὁδὸν καὶ τὴν γῆν δι’ ἧς πορεύεται, οἷος μὲν ἔσται, ἐὰν οὕτω τύχῃ, διὰ τῆς Θρᾴκης διϊών, ἐπαινούμενος καὶ προπεμπόμενος, ἐπὶ τοῖς λόγοις θαυ‐

399

μαζόμενος, οἷος δὲ διὰ Λυδίας καὶ Φρυγίας· ἐὰν δὲ διὰ θαλάττης ἀνάγηται, ἐκεῖ σοι μνήμη θαλαττίων ἔσται δαιμόνων, Αἰγυπτίου Πρωτέως, Ἀνθηδονίου Γλαύ‐ κου, Νηρέως, προπεμπόντων τε καὶ συνθεόντων τῇ
5νηΐ, καὶ συνηδομένων δελφίνων τε ἅμα καὶ κητῶν, τῶν μὲν σαινόντων, τῶν δὲ ὑποφευγόντων, ὡς Ποσει‐ δῶνος αὐτοῦ τὴν ναῦν προπέμποντος· ἡ δὲ ναῦς θείτω θεοῖς ἐναλίγκιον ἄνδρα φέρουσα, ἕως ἂν προσαγάγῃς αὐτὸν τοῖς λιμέσι τῷ λόγῳ, καταστρέψεις δὲ εἰς εὐχὴν
10τὸν λόγον αἰτῶν αὐτῷ παρὰ τῶν θεῶν τὰ κάλλιστα.
11tΠΕΡΙ ΕΠΙΘΑΛΑΜΙΟΥ
12 Ὁ ἐπιθαλάμιος λέγεται ὑπό τινων καὶ γαμήλιος, λόγος δ’ ἐστὶν ὑμνῶν θαλάμους τε καὶ παστάδας καὶ νυμφίους καὶ γένος, καὶ πρό γε πάντων αὐτὸν τὸν
15θεὸν τῶν γάμων· χαίρει δὲ διηγήμασιν ἐπαφροδίτοις τε καὶ ἐρωτικοῖς· ταῦτα γὰρ οἰκεῖα τῇ ὑποθέσει. μετε‐ χειρίσαντο δὲ τὸ εἶδος οἱ μὲν συντόνως, οἱ δὲ συγ‐ γραφικώτερον, καὶ δῆλον ὅτι ὁ μὲν σύντονος συνέ‐ στραπται λόγος ἅτε πολιτικῶς προϊών, καὶ ἕξει τὰς
20ἀρετὰς τοῦ πολιτικοῦ λόγου προοίμιά τε ἐγκατεσκευα‐ σμένα, 〈ἐν οἷσ〉 ἢ μέγεθος περιθήσεις τῇ ὑποθέσει αὔξων αὐτὴν ἀπὸ τῶν προσώπων τῶν ζευγνυμένων, ἂν ὦσιν οἱ νυμφίοι τῶν ἐνδόξων, ἢ τὴν αἰτίαν ἐν αὐτοῖς ἐρεῖς, δι’ ἣν παρελήλυθας ἐπὶ τὸ λέγειν, ὅτι συγγενὴς τῶν
25γαμούντων, ὅτι παρακληθεὶς ἦλθον ἐπὶ τὸν λόγον, ὅτι ἔρανον ἀποδιδοὺς αὐτῷ προειληφὼς πρότερον χάριτας, ἢ καὶ ἄλλως, ὅτι φιλίᾳ χαριζόμενος, ἢ ὅτι περ ἂν παραπέσῃ τοιοῦτον, ἢ ὅτι ἀρχόντων καὶ πόλεων καὶ ἐθνῶν συνελθόντων καὶ συνεορτάζειν αἱρουμένων
30ἄτοπον ἦν αὐτὸν σιγᾶν καὶ μὴ χαρίζεσθαι τοσαύτῃ
συνόδῳ καὶ συνεορτάζειν ἐθέλειν τοῖς παροῦσιν ἅπασιν.134

400

μὴ ἀμοιρείτω μέντοι τὰ προοίμια χάριτος, κἂν σύντονα τυγχάνῃ, ἀλλ’ ἐχέτω μὲν ἐννοίας ἡδίστας ὡς ἔνι μάλιστα πρεπούσας τῇ ὑποθέσει· εἰ δὲ μή, ὀνόματα γοῦν ἐπα‐ φρόδιτα καὶ κεχαρισμένα παστάδων, ὑμεναίων, γάμων,
5Ἀφροδίτης, ἐρώτων, ἵνα καὶ οἰκεῖα γένηται τῇ ὑποθέ‐ σει καὶ τοῖς ἀκούουσιν ἥδιστα. Καὶ τὰ μὲν προοίμια τοῦ συντόνου ταῦτα καὶ τού‐ τοις παραπλήσια, τοῦ δὲ ἀνέτου καὶ συγγραφικοῦ λόγου ἧττον μὲν ἐγκατάσκευα, οὐκ ἐμπερίβολα δέ, ἀλλ’ ὡς
10ἐν συγγραφῇ ἡπλωμένα μᾶλλον ἐννοίας ἔχοντα τὰς αὐ‐ τάς. ἔστι δέ ποτε ἐν ἀνέτῳ λόγῳ καὶ ἀπὸ διηγήματος ἄρξασθαι ἀνύοντά τι διὰ τοῦ διηγήματος τῶν προειρη‐ μένων ἐννοιῶν, οἷον εἰ λέγοις ὅτι γαμοῦντος Διονύσου τὴν Ἀριάδνην παρῆν ὁ Ἀπόλλων νέος ὢν καὶ τὴν
15λύραν ἔπληττεν· ἢ ὅτι Πηλέως γαμοῦντος παρῆσαν μὲν ἅπαντες οἱ θεοί, προσῆσαν δὲ Μοῦσαι, καὶ οὐκ ἠμέλει τῶν παρόντων ἕκαστος πρέπουσαν αὑτῷ δωρεὰν χαρίζεσθαι τῷ γάμῳ, ἀλλ’ ὁ μὲν ἐδίδου δῶρα, ὁ δὲ ἔπληττε λύραν, αἱ δὲ ηὔλουν, αἱ δὲ ᾖδον, Ἑρμῆς δὲ
20ἐκήρυττε τὸν ὑμέναιον· ὁρῶ δὲ καὶ νῦν παρ’ ἡμῖν ὅμοια. καὶ γὰρ οἱ μὲν σκιρτῶσιν, οἱ δὲ ἀνευάζουσιν, ἐγὼ δὲ λέγω καὶ ᾄδω τοὺς γάμους. ἢ ἄλλως· ὅτε ὁ Με‐ γακλῆς ἐγάμει τὴν Ἀγαρίστην καὶ συνῆλθον τῶν Ἑλ‐ λήνων οἱ ἄριστοι, τότε οὐδεὶς μὲν ποιητής, οὐδεὶς δὲ
25λογοποιὸς ὑστέρει, ἀλλ’ ὁ μὲν ῥήτωρ ἔλεγεν, ὁ δὲ συγ‐ γραφεὺς βίβλους ἐν μέσοις ἀνεγίνωσκε, ἅπαντες δὲ ἀνύμνουν τὸν γάμον· τῆς δὲ [τῆς] Σικυωνίας οὐ χείρων ἡ παρ’ ἡμῖν, ὥστε καὶ ταὐτὰ δεύτερα γίνεσθαι. Καὶ περὶ μὲν προοιμίων τοσαῦτα· δώσει γὰρ ἡμῖν
30ἡ ὑπόθεσις πρὸς τὰ τότε παρόντα πρόσφορα ἀληθεστέ‐ ρας ἐννοίας καὶ μᾶλλον ἴσως οἰκείας· τὰ δὲ μετὰ τὰ προοίμια ἔστω περὶ τοῦ θεοῦ τοῦ γάμου λόγος ὥσπερ

401

θετικὸς καθόλου τὴν ἐξέτασιν περιέχων ὅτι καλὸν ὁ γά‐ μος, ἄρξῃ δὲ ἄνωθεν, ὅτι μετὰ τὴν λύσιν τοῦ χάους
εὐθὺς ὑπὸ τῆς φύσεως ἐδημιουργήθη ὁ γάμος, εἰ δὲ βούλει, ὡς Ἐμπεδοκλῆς φησι, καὶ 〈ὁ〉 ἔρως. γενόμενος δὲ136
5ὁ θεὸς οὗτος συνάπτει μὲν οὐρανὸν τῇ γῇ, συνάπτει δὲ Κρόνον τῇ Ῥέᾳ, συνεργοῦντος αὐτῷ πρὸς ταῦτα τοῦ ἔρωτος· εἶτα ἐφεξῆς ἐρεῖς ὅτι ἡ τῶν ὅλων διακόσμη‐ σις διὰ τὸν γάμον γέγονεν, ἀέρος, ἀστέρων, θαλάσ‐ σης· τοῦ γὰρ θεοῦ τούτου τὴν στάσιν παύσαντος καὶ
10συνάψαντος ὁμονοίᾳ καὶ τελετῇ γαμηλίῳ τὸν οὐρανὸν πρὸς τὴν γῆν, ἅπαντα διεκρίθη καὶ στάσιν οἰκείαν ἔλα‐ βεν. ὑποβαίνων δὲ πάλιν ἐρεῖς ἐξ ἀκολουθίας ὅτι καὶ αὐτὸς τῇ βασιλείᾳ τῶν ὅλων τὸν Δία δημιουργήσας ἐπέστησε, καὶ οὐκ ἄχρι τῶν θεῶν ἔστη μόνον, ἀλλὰ καὶ
15τοὺς ἡμιθέους αὐτὸς παρήγαγεν πείσας θεοὺς συνελ‐ θεῖν τοὺς μὲν γυναιξί, τοὺς δὲ νύμφαις. μετὰ ταῦτα πάλιν ἐρεῖς ὅτι αὐτὸς τὸν ἄνθρωπον ὁμοίως φῦσαι παρε‐ σκεύασε καὶ σχεδὸν ἀθάνατον ἐφιλοτέχνησε, συμπαρα‐ πέμπων ἀεὶ τὰς διαδοχὰς τοῦ γένους τῷ μήκει τοῦ
20χρόνου, καὶ ὅτι βελτίων Προμηθέως ἡμῖν· ὁ μὲν γὰρ τὸ πῦρ μόνον κλέψας ἔδωκεν, ὁ δὲ γάμος ἀθανασίαν ἡμῖν πορίζεται. ἐμπλεονάσεις δὲ τούτῳ τῷ μέρει δει‐ κνὺς ὅτι δι’ αὐτὸν θάλαττα πλεῖται, δι’ αὐτὸν γεωρ‐ γεῖται γῆ, ὅτι φιλοσοφία καὶ γνῶσις τῶν οὐρανίων δι’
25ἐκεῖνόν ἐστι καὶ νόμοι καὶ πολιτεῖαι καὶ πάντα ἁπλῶς τὰ ἀνθρώπινα· εἶτα οὐδὲ μέχρι τούτων στήσῃ, ἀλλ’ ὅτι καὶ μέχρι πηγῶν καὶ ποταμῶν διικνεῖται ὁ θεὸς καὶ νηκτῶν καὶ χερσαίων καὶ ἀερίων. ἐν δὲ τούτοις ἅπασι διηγήματα θήσεις· ποταμῶν μέν, ὅτι Ἀλφειὸς ὁ Πι‐
30σαῖος ἐρᾷ πηγῆς Σικελικῆς Ἀρεθούσης, καὶ βιάζεται τὴν φύσιν, καὶ καθάπερ νυμφίος ἐρωτικὸς κελαρύζων διὰ τῆς θαλάττης ἔπεισι ζέων εἰς τὴν νῆσον τῆς Σικελίας,

402

καὶ εἰς κόλπους ἐμπίπτει τῆς ἐρωμένης Ἀρεθούσης καὶ μίγνυται· νηκτῶν δέ· δῆλον γὰρ ὅτι καὶ αὐτὰ τὰ ζῷα τὰ κατὰ θάλατταν τελετὴν οἶδε γάμου, καὶ τὰ χερσαῖα καὶ τὰ πετεινὰ πάντα, καὶ τὸν ἀνήμερον
5λέοντα καὶ φοβερὰ βρυχώμενον ἤγαγεν εἰς τὴν τελετὴν καὶ ὑπέζευξεν Ἀφροδίτης νόμῳ, καὶ τὰς ἀγριωτάτας παρδάλεις καὶ ὅσα τοιαῦτα. περὶ δὲ δένδρων ἐρεῖς, ὅτι κἀκεῖνα οὐκ ἄμοιρα γάμων· οἱ γὰρ ἐπὶ ταῖς κόμαις σύν‐ δεσμοι φιλοτεχνήματα γαμούντων δένδρων εἰσί, καὶ138
10τοῦ θεοῦ ταῦτά ἐστιν εὑρήματα. ἔτι δὲ τούτου ἀνωτέρω ἐν τῇ μνήμῃ τῶν θεῶν ἐρεῖς διηγήματα ἓν ἢ καὶ δεύ‐ τερον, ἢ περὶ Ποσειδῶνος γαμοῦντος τὴν Τυρὼ ἐν ταῖς προχοαῖς Ἐνιπέως, [ποταμὸς δὲ Θετταλίας ὁ Ἐνι‐ πεύς,] ἢ περὶ Διὸς γήμαντος τὴν Εὐρώπην καὶ τὴν Ἰὼ
15καὶ ὅσα παραπλήσια τούτοις. πολλὴ δὲ ἱστορία τοιαύτη παρὰ ποιηταῖς καὶ συγγραφεῦσι, παρ’ ὧν καὶ λήψῃ τὴν χορηγίαν, ἐπιφωνήσεις δὲ καὶ τῶν Σαπφοῦς ἐρω‐ τικῶν καὶ τῶν Ὁμήρου καὶ Ἡσιόδου· πολλὰ δὲ αὐτῷ ἐν τοῖς Καταλόγοις τῶν γυναικῶν εἴρηται περὶ θεῶν
20συνουσίας καὶ γάμου. Μετὰ τὸν περὶ τοῦ γάμου λόγον, ἐν ᾧ τὸν θεὸν ὕμνησας, ἥξεις ἐπὶ τὰ τῶν γαμούντων ἐγκώμια. κοινὰ δὲ τὰ προειρημένα πάντα καὶ 〈τὰ〉 ῥηθησόμενα τοῦ τε συν‐ τόνου καὶ τοῦ ἀνέτου λόγου, διοίσουσι δὲ τῷ χαρακτῆρι
25μόνῳ τῆς ἀπαγγελίας· τὰ 〈δὲ〉 τοιαῦτα ἐγκώμια διττὴν [δ’] ἔχει τὴν μέθοδον· ἢ γὰρ γένος γένει συνάψεις οὐ συγκρί‐ νων, ἵνα μὴ δοκῇς τὸ μὲν ἐλαττοῦν, τὸ δὲ αὔξειν, ἀλλὰ κατὰ ἀντεξέτασιν προάγων τὸν λόγον, ὅτι ὅμοιον ὁμοίῳ συνάπτεται· παρακολουθεῖ δὲ τῷ εἴδει τούτῳ
30ἀσάφειά τις καὶ αὐχμηρότης διὰ τὴν μῖξιν, ἣν ὡς δυνα‐ τὸν φυλαττομένους χρὴ προάγειν σαφηνείας φροντί‐ ζοντας. ἢ οὐ συνάψεις μὲν οὐδ’ ἀντεξετάσεις, ἰδίᾳ δὲ

403

ἐπαινέσεις πρότερον μὲν τὸ τοῦ νυμφίου, ἂν οὕτω τύχῃ, δεύτερον δὲ τὸ τῆς κόρης. δεῖ δὲ ζητεῖν τὸ ἐν‐ δοξότερον ἐν τούτοις τοῖς καιροῖς καὶ τοῦτο προτάττειν, οὐκ ἐνδιατρίψεις δὲ σφόδρα τῷ περὶ τοῦ γένους λόγῳ
5τὴν τοῦ μήκους ἀηδίαν προφυλαττόμενος καὶ τῷ μηδὲ ἐπάγγελμα τοῦτο ἔχειν τὴν ὑπόθεσιν, ἀλλὰ τοὺς γά‐
μους μᾶλλον καὶ τὴν παστάδα. πρέπει δέ τί σοι ὀλίγα τεχνολογῆσαι περὶ τοῦ γένους. ἐὰν μὲν οὖν ἔνδοξα σφόδρα τυγχάνῃ τὰ γένη, αὔξειν δεῖ ταῦτα συλλαμβά‐140
10νοντα ἀθρόως τὸν περὶ αὐτῶν λόγον δι’ ὀλίγων, εἶτα ἀπὸ τῶν ἰδίων πάλιν αὔξειν ἀεὶ πράξεις αὐτῶν λέγοντα καὶ φιλοτιμίας. ἐὰν δὲ τῶν μετρίων καὶ μὴ περιβλέ‐ πτων τυγχάνῃ, δεῖ ζητεῖν τοὺς ἐγγὺς πατέρας, εἰ λαμ‐ προὶ εἶεν κατὰ τὴν πόλιν ἢ εὐδόκιμοι, καὶ ἀπὸ τούτων
15μᾶλλον ἐπιχειρεῖν. εἰ δὲ οἱ ἐγγὺς μὲν πατέρες ἀφανεῖς, τὸ δὲ γένος ἐπισημότερον, μᾶλλον ἀπὸ τοῦ γένους πει‐ ρᾶσθαι χρὴ τὰ ἐγκώμια παραλαμβάνειν· θηρευέτω γὰρ ὁ λόγος τὰ ἐνδοξότερα. ἐὰν δὲ τὸ μὲν ἔνδοξον τῶν γενῶν τυγχάνῃ, τὸ δὲ μὴ πάνυ, ἀντίθες τῷ ἐν‐
20δόξῳ τὰς ἀρετάς, σωφροσύνην, ἐπιείκειαν τοῦ ἑτέρου γένους· οὐ γὰρ ἀπορήσεις ἀφορμῶν. εἰ δὲ μηδέτερον τῶν γενῶν ἔχοι μηδεμίαν λαμπρότητα, χρὴ τὸ ἦθος καὶ τὸν τρόπον καὶ τὴν ἐπιείκειαν ἐπαινέ‐ σαντα διὰ βραχέων καὶ παρακλέψαντα τὸν περὶ αὐτῶν
25λόγον ἀναδραμεῖν ἐπὶ τοὺς νυμφίους. Τρίτος τόπος ἐστὶν ὁ ἀπὸ τῶν νυμφίων, χαριέστα‐ τος δ’ ἂν οὗτος γένοιτο εἰ κατὰ συμπλοκὴν ἀντεξετα‐ στικῶς προέλθοι, ὅτι θαυμάσιος μὲν ὁ νεανίας, θαυ‐ μασία δὲ ἡ κόρη, ἐν παιδείᾳ σοφὸς οὗτος, ἐν λύρᾳ, καὶ
30ἐν μούσαις οὗτος ἀρίζηλος, ἐκείνη δὲ ἐν σεμνότητι· εἰ δ’ οὐκ ἔχοις τοῦτο, λέγε, ὅτι οὗτος μὲν ἐν λόγοις, ἐκείνη δὲ ἐν ἱστουργίαις καὶ Ἀθηνᾶς καὶ Χαρίτων ἔρ‐

404

γοις. καὶ ἄνευ μὲν ἀντεξετάσεως, κατὰ συμπλοκὴν δὲ ἄλλως· ἀμφοτέρων δὲ τίς οὐκ ἂν τὰς ἀρετὰς ἐπαινέσειε, καὶ τὴν προσοῦσαν σωφροσύνην, καὶ τὴν ἐνυπάρχου‐ σαν ἐπιείκειαν; δυνατὸν δὲ καὶ ἰδίᾳ καὶ χωρὶς ἑκάστου
5διελόμενον τὸν ἔπαινον ἐπαινεῖν, κάλλος δὲ παρ’ ἀμ‐ φοῖν κατὰ ἀντεξέτασιν πάντως· οὐχ ἡ μὲν φυτῶν καλ‐
λίστῳ ἐλαίᾳ, ὁ δὲ φοίνικι παραπλήσιος; καὶ ὅτι ὁ μὲν ῥόδῳ προσέοικεν, ἡ δὲ μήλῳ. διαγράψεις δὲ καὶ τὸν νεανίαν οἷος ἰδεῖν, οἷος ὀφθῆναι, ὡς χαρίεις καὶ εὐ‐142
10πρόσωπος, ὡς ἰούλοις κατάκομος, ὡς ἄρτι ἡβάσκων· τῆς παρθένου δὲ φυλάξῃ διὰ τὰς ἀντιπιπτούσας δια‐ βολὰς κάλλος ἐκφράζειν, πλὴν εἰ μὴ συγγενὴς εἴης καὶ ὡς εἰδὼς ἀναγκαίως 〈λέγοις, ἢ〉 λύοις τὸ ἀντιπῖπτον τῷ λέγειν ‘ἀκηκόαμεν ταῦτα‘.
15 Τέταρτος τόπος ἐστὶν ἀπὸ τοῦ 〈τὰ〉 περὶ τὸν θάλαμον καὶ παστάδας καὶ θεοὺς γαμηλίους ἐρεῖν, ὡς ὅταν λέγωμεν, συνελήλυθε μὲν οὖν ἡ πόλις, συνεορτάζει δὲ ἅπασα, πε‐ πήγασι δὲ παστάδες οἷαι οὐχ ἑτέρῳ ποτέ, θάλαμος δὲ πεποίκιλται ἄνθεσι καὶ γραφαῖς παντοίαις, πολλὴν δὲ
20τὴν Ἀφροδίτην ἔχει· πείθομαι δὲ καὶ ἔρωτας παρεῖναι τόξα μὲν ἐντειναμένους, βέλη δὲ ἐφαρμόττοντας, φαρμά‐ κοις πόθων τὰς ἀκίδας χρίσαντας, δι’ ὧν τὰς ψυχὰς †συγκυρώσουσιν ἀναπνεῖν† ἀλλήλαις, ὑμέναιος δὲ ἀνά‐ ψει λαμπάδας ἡμῖν καὶ δᾷδας γαμηλίῳ πυρί· χαρί‐
25των τε μνημονεύσεις καὶ Ἀφροδίτης, καὶ μετὰ μικρὸν λοχείας Ἀρτέμιδος, ὅτι ὀλίγῳ ὕστερον διαδέξεται λοχεία Ἄρτεμις καὶ μαιεύσεται, καὶ τέξετε παῖδας ὑμῖν τε ὁμοίους καὶ ἐν ἀρετῇ λαμπρούς. εἶτα εἰς εὐχὴν κατα‐ στρέψεις τὸν λόγον. ἐξέσται δέ σοί ποτε καὶ φιλοτιμου‐
30μένῳ τὸν θεὸν τῶν γάμων ἐκφράσαι, οἷός ἐστι, κατ’ ἀρ‐ χὰς τοῦ λόγου ἐν τῇ θέσει, ὅτι νέος ἐστὶν ἀειθαλὴς ὁ Γάμος, λαμπάδα φέρων ἐν ταῖν χεροῖν, ῥαδινός, ἐρυ‐

405

θήματι τὸ πρόσωπον καταλαμπόμενος, ἵμερον ἀποστά‐ ζων ἐκ τῶν ὀμμάτων καὶ τῶν ὀφρύων. ἐξέσται δέ σοί ποτε καὶ ἀντὶ τοῦ Γάμου τὸν Ἔρωτα ἐκφράσαι ἢ ἐν ἀρχῇ τοῦ λόγου ἢ πρὸς τῷ τέλει· ἂν μὲν γὰρ τὸν Γάμον ὑποστήσῃ κατ’
5ἀρχάς, τὸν Γάμον ἐκφράσεις δηλονότι· ἐὰν δὲ τὸν
Ἔρωτα, τοῦτον τὸν θεὸν ἐκφράσεις. ἐκφράσεις δὲ ἀκο‐ λούθως ποτὲ χοροὺς παρθένων καὶ χοροὺς ἠϊθέων καὶ κυβιστῶντας, οἷα παρ’ Ὁμήρῳ ἐν τῇ ἀσπίδι· πρέποι δ’ ἂν ταῦτα λέγειν πρὸς τῷ τέλει τοῦ λόγου,144
10ὅταν ὁ λόγος εἰς τὸν θάλαμον καταντήσῃ· τοιούτων γὰρ ἐνταῦθα ὁ καιρός, ἐν δὲ τῷ θετικῷ λόγῳ κατ’ ἀρχὰς καιρὸν ἔχεις μᾶλλον ἐκφράζειν τὸν θεὸν τῶν γάμων ἢ τὸν Ἔρωτα, ὁπότερον ἂν τούτων ὑποστήσῃ.
14tΠΕΡΙ ΚΑΤΕΥΝΑΣΤΙΚΟΥ
15 Ὁ κατευναστικὸς λόγος ἐστὶ συντομώτατος διὰ τῶν καιρίων βαδίζων, καίρια δέ ἐστι τὰ πρόσφορα, πρόσ‐ φορα δέ ἐστιν ὅσα τῷ θαλάμω ἁρμόζει καὶ τῇ τοῦ νυμ‐ φίου συζυγίᾳ καὶ ταῖς παστάσι καὶ ἔρωσί τε καὶ ὑμε‐ ναίοις καὶ τελετῇ γάμου. οἱ μὲν οὖν ποιηταὶ διὰ τοῦ
20παρορμᾶν ἐπὶ τὸν θάλαμον καὶ προτρέπειν προάγουσι τὰ κατευναστικὰ ποιήματα, καὶ ἡμεῖς δὲ οὐ πόρρω τούτων στησόμεθα, ἀλλὰ παροξυνοῦμεν καὶ προτρέψο‐ μεν· ἔστι γὰρ ὁ κατευναστικὸς προτροπὴ πρὸς τὴν συμπλοκήν. ἐν τούτοις τοίνυν τὸν Ἡρακλέα παραλαμ‐
25βάνωμεν καὶ ἕτερον εἴ τις ἀνδρεῖος περὶ γάμους γέγο‐ νεν, οὐ τῇ πάσῃ ἐπεξιόντες τοῦ Ἡρακλέος ἀλκῇ, ἀλλὰ τοῖς περὶ γάμων αὐτῷ καὶ γυναικῶν καὶ νυμφῶν πε‐ πραγμένοις, ἵνα καὶ χάριτας ὁ λόγος ἔχειν δοκῇ. ἐροῦ‐ μεν δὲ ἐγκώμιον τῆς νύμφης διὰ βραχέων, οὐ τὸ ἀπὸ τῆς
30σωφροσύνης οὐδὲ τὸ ἀπὸ τῆς φρονήσεως οὐδὲ τῶν λοιπῶν ἀρετῶν τῆς ψυχῆς, ἀλλὰ τὸ ἀπὸ τῆς ὥρας καὶ τοῦ κάλλους

406

—τοῦτο γὰρ οἰκεῖον καὶ πρόσφορον μόνον—τοῦ δὲ νεανίσκου τὴν ἀλκὴν καὶ τὴν ῥώμην, παραινοῦντες μὴ καταισχῦναι ταῦτα τοσούτων μαρτύρων γενησομένων τῇ ὑστεραίᾳ τῆς τελετῆς. φυλακτέον δ’ ἐν τούτῳ, μή τι τῶν αἰσχρῶν
5μηδὲ τῶν εὐτελῶν ἢ φαύλων λέγειν δόξωμεν, καθιέν‐ τες εἰς τὰ αἰσχρὰ καὶ μικρά, λέγειν γὰρ δεῖ ὅσα ἔνδοξά
ἐστι καὶ ὅσα σεμνότητα φέρει καί ἐστιν εὐχαρῆ. ἄρξῃ δ’ οὕτω πως· τὴν μὲν παρασκευὴν τοῦ γάμου καὶ τῶν ἀναλωμάτων τὸ πλῆθος καὶ τῶν ἀρίστων ἀνδρῶν146
10τὴν σύνοδον οὐδενὸς ἕνεκα, ὦ νεανία, πεποιήμεθα, ἀλλ’ ἢ τῆς ἀλκῆς ἧς ἔχεις καὶ ῥώμης ἐπίδειξιν βουλό‐ μενοί σε ποιήσασθαι, ἵνα ἐπί σοι σεμνυνώμεθα αὐτοί τε οἱ τοῦ γένους καὶ ἡμεῖς οἱ ἡλικιῶται· σὺ δὲ μὴ ἐν φαύ‐ λῳ τὰ τῆς ἐπιδείξεως ποιήσῃ· καὶ εἰ μὲν ἀθληταὶ ἦμεν,
15καὶ ἀγωνίζεσθαι Ὀλυμπίασιν ἔδει ἢ Πυθοῖ πρὸς ἄνδρας ἀθλητάς, ἐχρῆν καὶ βραβεῖον προκεῖσθαι καὶ κήρυκα παρεῖ‐ ναι καὶ κριτήν τινα τῆς νίκης καὶ στάδιον ὑπάρχειν δημόσιον· ἐπεὶ δὲ τελετὴ γάμου τὰ δρώμενα, βραβευ‐ τὴς δὲ Ἔρως, κῆρυξ δὲ Ὑμέναιος, καὶ στάδιον ὑμῖν ὁ
20θάλαμος, φέρε μὴ τὰ τῶν φευγόντων ἐν τοῖς πολέμοις πάθῃς δεδοικὼς καὶ πρὸ τῆς συμβολῆς τὴν τροπήν, ἀλλὰ νόμισον ἔνθεν μὲν παρεστάναι σοι Πόθον, ἔνθεν δὲ Γάμον, Ἔρωτα δὲ συμβραβεύειν, Ὑμέναιον δ’ ἐπιφω‐ νεῖν, Ἴθι, τῶν πατέρων ἀξίως ἀγωνιούμενος. καιρὸς
25δὲ τελετῆς ὃς καὶ φίλος ἐστὶ τῷ θεῷ τῶν γάμων· ἕσπερος μὲν γάρ ἐστιν ὕπαιθρος καὶ λαμπρός, ἅμαξα δὲ διαφα‐ νὴς ἤδη, καὶ ὁ τῆς Ἀφροδίτης ἀστὴρ καταυγάζει τὸ φαινόμενον, οὐρανὸς δὲ πεποίκιλται τοῖς χοροῖς τῶν ἄστρων. καί τινα τοιαῦτα διεξελθὼν ἁβρῶς περὶ τοῦ
30καιροῦ πάλιν ἐπιχειρήσεις ἀπὸ τῶν ἑστιωμένων, ἀπὸ τῶν παρόντων, ὅτι οἱ μὲν ἐπικροτοῦσιν, οἱ δέ σε νῦν ἐπὶ στόματος καὶ γλώσσης ἔχουσι καὶ τὴν κόρην, ὁπό‐

407

τερος ἄρ’ ἰσχυρότερος πρὸς τὴν τελετὴν φανήσεται· διηγεῖται δὲ ἴσως ἕκαστος αὐτῶν πρὸς τὸν πλησίον οἰ‐ κεῖα νεανιεύματα· εἰσὶ δὲ οἳ καὶ εὔχονται σφίσιν αὐ‐ τοῖς γενέσθαι παραπλησίαν πανήγυριν. προτρέψῃ δ’
5αὐτὸν καὶ ἀπὸ τοῦ κάλλους τοῦ θαλάμου, ὃν αἱ Χάριτες κατεποίκιλαν, καὶ ἀπὸ τῆς ὥρας τῆς κόρης καὶ ὁποῖοι περὶ ἐκείνην θεοὶ γαμήλιοι· Ἀφροδίτη καὶ Ἵμερος προ‐ δώσουσί σοι ταύτην καὶ ἐγχειρίσουσιν, ἵνα δημιουργή‐ σητε παῖδας ὁμοίους μὲν σοί, ὁμοίους δὲ ἐκείνῃ· ἐὰν
10δέ σε καὶ ἀπατᾶν ἐπιχειρήσῃ αἱμύλα κωτίλλουσα, φύ‐ λαξαι τὴν ἀπάτην· περίκειται γὰρ καὶ Ἀφροδίτης κε‐ στόν, ἐν ᾧ διὰ λόγων ἐστὶν ἀπάτη. [προτρέψῃ δ’ αὐ‐ τὸν καὶ ἀπὸ τῆς ὥρας τῆς κόρης καὶ τῆς ἰδέας καὶ τοῦ κάλλους] καὶ ἐπάξεις ὅτι ὀνειράτων ὄψεις ἡδίστας148
15ὄψεσθε μαντευομένας ὑμῖν ἐπ’ αἰσίοις τὰ μέλλοντα, παίδων γενέσεις, βίου παντὸς ὁμόνοιαν, οὐσίας αὔξη‐ σιν, οἰκονομίαν τῶν ὄντων ἐπαινετήν. χρὴ δὲ παραγ‐ γέλλειν τῷ νυμφίῳ μέλλοντι ταῖς πράξεσιν ἐπιχειρεῖν εὐχὰς ποιεῖσθαι τῷ Ἔρωτι, τῇ Ἑστίᾳ, τοῖς γενεθλίοις,
20ἵνα συλλαμβάνωνται αὐτῷ πρὸς τὸ ἐγχείρημα. εἶτα εὐχὴν ἐπάξεις αἰτῶν παρὰ τῶν κρειττόνων αὐτοῖς εὐμέ‐ νειάν τε καὶ ὁμόνοιαν, συμπλοκῆς †ἑστίαν†, κρᾶσιν ψυ‐ χῶν ὥσπερ καὶ τῶν σωμάτων, ἵνα οἱ παῖδες ἀμφο‐ τέροις ὅμοιοι γένωνται. οὕτω μὲν οὖν πως προάγειν
25τοὺς τοιούτους λόγους διὰ συντόμων δυνήσῃ· κἂν μὲν ἀδελφὸς ἢ συγγενὴς ᾖ ὁ συναπτόμενος, λέγε τὰ πρόσ‐ φορα πρὸς συγγενεῖς, ὅτι ὁ προτρεπόμενός σοι οὐκ ἀλλό‐ τριος, ἀλλὰ φίλος καὶ εὔνους, τῶν καὶ εἰς τὰ μάλιστά σοι συνηδομένων, καὶ πείθεσθαί σε δεῖ. ἂν δὲ προειλη‐
30φὼς ᾖς τῷ γεγαμηκέναι αὐτός, λέγε ὅτι καὶ αὐτὸς ἔμ‐ πειρός εἰμι τῶν τοιούτων ἀγώνων, καὶ οὐχ ᾑρέθην οὐδ’ ἡττήθην, ἀλλ’ εἰ προὔκειτο στέφανος, ἐγὼ ἂν

408

ἀπηνεγκάμην, ἄριστα διαθλήσας τότε. ἂν δὲ ἀλλότριος τυγχάνῃ, πάλιν καὶ τοῦτο διαιρήσεις· ἐὰν μὲν γὰρ νέος πρὸς νέον, ἐρεῖς τὸ Ὁμηρικὸν ἐκεῖνο ἄλκιμος ἔσς’ ἵνα τίς σε καὶ ὀψιγόνων ἐῢ εἴπῃ·
5ἐὰν δὲ προεληλυθὼς τὴν ἡλικίαν, μὴ δοῦναι ὑπόνοιαν τοῖς παροῦσι περὶ σαυτοῦ ὡς ἀσθενοῦς. προσθήσεις δ’ ὡς ἵνα καὶ παῖδας φυτεύσητε τῇ πατρίδι λόγοις ἐνακμάσον‐ τας, φιλοτιμίαις, ἐπιδόσεσι. προσθήσεις δέ που καὶ ἀπὸ τοῦ καιροῦ τι· εἰ μὲν γὰρ εἴη ἔαρ, ὅτι ἀηδόνες καὶ
10χελιδόνες ὑμᾶς καταμουσίζουσαι καὶ κατακηλοῦσαι νῦν μὲν εἰς ὕπνον καθέλκουσι, νῦν δὲ πάλιν ὑπὸ τὴν αὐ‐ γὴν τερετίζουσαι ἀναστήσουσι μεμυημένους, καὶ ὅτι
νῦν ἡ γῆ ἄνθεσι καλλωπίζεται καὶ ὡραΐζεται τοῖς βλα‐ στήμασιν, ὥσπερ καὶ ὑμεῖς ἐν ὥρᾳ καὶ ἀκμῇ τοῦ κάλ‐150
15λους τυγχάνετε, καὶ δένδρα δένδρεσιν ἐπιμίγνυται, ἵνα τοῦτο γένηται τελετὴ καὶ γάμος. ἐὰν δὲ μετόπωρον, ὅτι καὶ νῦν οὐρανὸς γαμεῖ τὴν γῆν ὄμβροις ἐπάρδων, ἵνα μετὰ μικρὸν ἐκφύσῃ καὶ κοσμήσῃ αὑτὴν δένδροις τε καὶ βλαστήμασι. ἂν δὲ χειμών, ὅτι συνάγει ἡμᾶς εἰς θα‐
20λάμους καὶ οἰκουρεῖν ἀναγκάζει, καὶ ταῖς νύμφαις τοὺς νυμφίους συμπλέκεσθαι, καὶ πάντα ἐν θαλάμοις εἶναι πείθει, τὰς ἀνάγκας ἡμῖν καὶ φόβους ἐκ τῆς σφοδρό‐ τητος τῶν ἀέρων ἐπάγων καὶ ὥσπερ ἀναγκάζων γαμεῖν. ἐὰν δὲ θέρος, ὅτι νῦν μὲν τὰ λήϊα κομᾷ τοῖς ἀστάχυσι
25καὶ ἡμερίδες τοῖς βότρυσι καὶ 〈ἀκρόδρυα〉 τοῖς ὡραίοις, καὶ κατάκομα τῶν δένδρων ἄλση καὶ γεωργία πᾶσα. εἶτα προσθήσεις, οἵας μὲν εὐχὰς εὔξονται ὑπὲρ ὑμῶν οἱ πατέρες, οἷα δὲ ηὔξαντο ταύτην ἐπιδεῖν τὴν ἡμέραν· πληροῦτε οὖν αὐτῶν τὸν πόθον, πληροῦτε τοῦ γένους
30τὰς ἐλπίδας. προσθήσεις δέ τι καὶ ἀπὸ ἱστορίας περὶ γάμου καὶ συμπλοκῆς, εἰ ἔχοις τινὰς †νεανίας† εἰπεῖν ἢ καὶ δένδρων ἔρωτας. ἐρεῖς τι καὶ περὶ Διονύσου, ὅτι

409

καλὸς πρὸς γάμους ὁ θεός, ἀλκῆς ἐμπιπλῶν, θάρσους πληρῶν, εὐτολμίαν διδούς· καὶ γὰρ αὐτὸς οὐκ ὀκνη‐ ρός, ἀλλ’ εὔτολμος περὶ γάμους ὁ θεός. “οὕτω καὶ Αἰακὸς Αἴγιναν τὴν Ἀσώπου κατενύμφευσεν, οὕτω καὶ
5Πηλεὺς τὴν Θέτιν, καὶ ὁ Ζεὺς τὴν Λήδαν, οὕτω καὶ Τηλέμαχος Πολυκάστην τὴν Νέστορος, οὕτω καὶ τὴν Ἀφροδίτην Ἀγχίσης ὁ βασιλεὺς τῆς περὶ τὸ Ἴλιον χώ‐ ρας.” ἐρεῖς τι καὶ πρὸς τοὺς ἀκούοντας, ὅτι ἕως αὐτοὶ τελοῦσι τὰ ὄργια τοῦ γάμου καὶ τελοῦνται, ἡμεῖς ῥόδοις
10καὶ ἴοις στεφανωσάμενοι καὶ λαμπάδας ἀνάψαντες περὶ τὸν θάλαμον παίξωμεν καὶ χορείαν στησώμεθα, καὶ τὸν ὑμέναιον ἐπιβοώμεθα, τὸ δάπεδον πλήττοντες τοῖς πο‐ σίν, ἐπικροτοῦντες τὼ χεῖρε, ἐστεφανωμένοι πάντες· καὶ ὅσα προσέοικε τῇ τοιαύτῃ ὕλῃ προσάψεις.
15 εἴρηνται δ’ ἀφορμαὶ πλείους ἢ πρὸς ἓν σύνταγμα, ἵνα ᾖ σοι διαφόρως χρήσασθαι ἐν πλείοσιν ὑποθέσεσιν· οὐ γὰρ ἅμα πάντα ἐρεῖς, ἀλλ’ ἀρκέσει σοι ἓν καὶ δεύτερον τῶν εἰ‐ ρημένων. ὁδοποιήσει δέ σοι καὶ τὰ λοιπὰ ἡ θεωρία καὶ ἀναστρέψεις τὰ πολλάκις ῥηθέντα, οἷον τὰ πρῶτα152
20τελευταῖα ποιήσεις, καὶ τὰ τελευταῖα πρῶτα, καὶ ὅλως ἡ ἐξαλλαγὴ καὶ ἡ καινοτομία δόξαν παρέξει σοι τοῦ μὴ ταὐτὰ λέγειν· ἔστι γὰρ οὐκ ἀποδεδειγμένη διαίρεσις περὶ τοῦ τοιούτου εἴδους τοῦ λόγου, ἡμεῖς δὲ τὴν εἰρημένην ἐπινενοήκαμεν, ἣν οὐ πάντως φυλάττειν ἀναγκαῖον, διὰ
25τὸ μηδένα ὁμότεχνον τὰ τοιαῦτα ὁρίζειν· ὡς ἐμὲ γοῦν εἰδέναι οὐδέπω μέχρι καὶ τήμερον διαίρεσις ἐπεδείχθη τοιούτου λόγου. εἴ τι δὲ δεῖ στοχασάμενον τοῦ πρέ‐ ποντος καὶ ἐγγὺς γενόμενον τοῦ δοκοῦντος εὖ ἔχειν εἰπεῖν, καλῶς ἂν ἔχοι προοιμιάζεσθαι μὲν οὐ μακρῷ
30προοιμίῳ, ἢ ἀπὸ τῶν παρόντων ὡς οὐ καλῶς ἐπέχοιεν ἔτι τὸν νεανίαν, ἢ ἀπὸ τοῦ νεανίσκου ὡς οὐκ ὀρθῶς ῥᾳθυμοῦντος τῆς ἀγωνίας, ἢ ἀπ’ αὐτοῦ τοῦ λέγοντος,

410

ὅτι συμβουλήν τινα ἥκω φέρων τῷ νεανίᾳ εἰς μέσον πεφροντικὼς ὑπὲρ αὐτοῦ καὶ σπουδάζων αὐτὸν καλὸν ἐν ὑμῖν ὀφθῆναι. ἔσται δ’ οὐκ ἐγκατάσκευον τὸ προοί‐ μιον, ἀλλ’ ἀφελὲς καὶ ἁπλοῦν. ἔστι δ’ ὅτε καὶ ἀπ’ αὐ‐
5τοῦ τοῦ πράγματος ληφθήσεται ἡ ἔννοια· τίνος ἕνεκεν ἡμῖν ἡ σύνοδος γέγονεν αὕτη; γάμου τοῦ νεανίου δη‐ λονότι καὶ τελετῆς ἐρωτικῆς· τί οὖν οὐκ ἤδη τὸ πρᾶγμα τελεῖται, ἐφ’ ᾧ δὴ καὶ συνεληλύθαμεν, συνησθησό‐ μενοι τοῖς γινομένοις; εἶτα μετὰ τὸ προοίμιον ἥξεις ἐπὶ
10τὴν τοῦ νεανίσκου προτροπήν· ᾔδειν σε ἐν τῷ πρὸ τούτου χρόνῳ οὐδενὸς δεύτερον, ᾔδειν τὰς ἀρετὰς ἐν κυνηγεσίοις, ἐν παλαίστραις· ταύτην ἐπίδειξαί μοι τὴν ῥώμην καὶ τὴν ἀλκὴν ἐπὶ τοῦ παρόντος, μηδένα τῶν παρόντων ὡς ὀνειδίζειν μέλλοντα φυλασσόμενος· γάμου γὰρ παῖδες
15ἅπαντες, καὶ οἱ μὲν ἐτελέσθησαν, οἱ δὲ μέλλουσιν, οἱ δὲ εὔχονται. εἶτα παρακαλέσεις καὶ τοὺς ἀκροατὰς συμ‐
προτρέψασθαι καὶ ἑκόντα καὶ ἄκοντα παραπέμπειν ἐπὶ τὸν θάλαμον. μετὰ ταῦτα ἥξεις ἐπὶ τὸν καιρὸν καὶ τὴν ἑσπέραν, ἐν ᾧ διασκευάσεις καὶ διαγράψεις τὰ κάλλη τῆς154
20νυκτός, τοὺς ἀστέρας, τὰ φέγγη τούτων, τὸν Ὠρίωνα, καὶ προσθήσεις ὅτι, ὥσπερ ἑκάστη τελετὴ καιρὸν οἰκεῖον καὶ ἐπιτήδειον ἔχει, οὕτω καὶ ὁ γάμος γέρας εἴληφε τὴν νύκτα παρὰ τῶν θεῶν. Πύθια μὲν γὰρ καὶ Ὀλύμ‐ πια καθ’ ἡμέραν τελεῖται, 〈τὰ〉 Βάκχου δὲ καὶ Ἀφροδίτης
25νυκτός· ἔρωτι γὰρ καὶ γάμῳ καὶ ὑμεναίῳ καθιέρωται νύξ. εἶτα ἀπὸ τοῦ παρελθόντος προτρέψῃ χρόνου λέγων· ἀναμνήσθητι τῆς μνηστείας, ἐν ὅσῳ χρόνῳ γέγονεν, ἐν ὅσοις ἔτεσι μόλις ὑμῖν κατωρθώθη, καὶ ὅτι ἐπένευσαν [ἡμῖν] οἱ πατέρες τῆς κόρης ὀψέ ποτε· εἶτα ταύτην ἔχων
30παρὰ σαυτῷ ῥᾳθυμεῖς, ὥσπερ ἐπιλελησμένος; μετὰ ταῦτα καὶ ἀπὸ τῆς ὥρας τοῦ ἔτους ἐπιχειρήσεις [ἔαρος, μετοπώρου, χειμῶνος, θέρους] ὡς ἤδη προείρηται [ἀπὸ

411

τῶν περὶ ἕκαστον καιρὸν ἐξαιρέτων, ὡς ὑποδέδεικται ἤδη]. καιρὸν ἔχεις μετὰ ταῦτα καὶ ἱστοριῶν μεμνῆσθαι, ἐν αἷς ἕτεροι φαίνονται συναφθέντες γάμοις θεοὶ καὶ ἡμίθεοι καὶ στρατηγῶν οἱ ἄριστοι καὶ ἀριστέων οἱ ἐπι‐
5φανέστατοι. ἐπὶ τούτοις μνημονεύσεις καὶ τοῦ κάλλους τῆς κόρης καὶ τοῦ κάλλους τοῦ θαλάμου καὶ τῶν παστά‐ δων. καὶ τῶν θεῶν δ’ οὐκ ἀμελήσεις τῶν περὶ τὸν θάλα‐ μον ὡς συνεργούντων καὶ συλλαμβανομένων τῷ μέλ‐ λοντι νυμφεύειν· καὶ καθ’ ἡδονὴν δὲ θεοῖς ὁ γάμος. ἐν
10ᾧ καὶ θέσιν βραχεῖαν ἐρεῖς, ὅτι βουληθέντες αὐξάνεσθαι τῶν ἀνθρώπων τὸ γένος γάμον ἐπενόησαν καὶ μίξεις σώφρονας, καὶ εἰκὸς παρεῖναι τοὺς αὐτὰ νομοθετή‐ σαντας, Ἀφροδίτην, ἔρωτας, ὑμεναίους, γάμους. εἶτα ἀπὸ τῆς ἐκβάσεως ἐπιχειρήσεις· τί οὖν τὸ ἀπὸ τοῦ
15γάμου κέρδος; ὁμόνοια οἴκου καὶ περιουσίας σω‐ τηρία καὶ αὔξησις, καὶ τὸ μέγιστον παίδων γένεσις δια‐ δόχων τοῦ γένους, φιλοτιμησομένων πατρίδι, δια‐
θησόντων ἀγῶνας. εἶτα εὐχὴν ἐπιθήσεις τοῖς εἰρημέ‐ νοις, αὐτὸς αἰτῶν αὐτοῖς παρὰ τῶν κρειττόνων συζυ‐156
20γίαν ἡδίστην, εὐδαιμονίαν, βίον ἐπέραστον, παίδων γενέσεις καὶ ὅσα προείρηται. πειράσεις δὲ καὶ συντό‐ μως ἅπαντα προαγαγεῖν ταῦτα πανταχοῦ τῆς χάριτος μόνον καὶ τῆς ὥρας φροντίζων. παραγίνεται δὲ χάρις καὶ ὥρα τῷ λόγῳ οὐκ ἐκ τῶν ἱστοριῶν μόνον καὶ ἐκ
25τοῦ διηγήματος, ἀλλ’ ἐκ τῆς ἀφελείας καὶ ἁπλότητος τοῦ ἤθους τοῦ λέγοντος. ἀκατάσκευον γὰρ τὸν λόγον εἶναι δεῖ καὶ τὰ πολλὰ ἀσύνδετον, οὐ κώλοις οὐδὲ περιόδοις συγκείμενον, ἀλλὰ συγγραφικώτερον, οἷόν ἐστι καὶ τὸ τῆς λαλιᾶς εἶδος. γένοιτο δ’ ἂν καὶ ἀπὸ
30λέξεως ἐπιτετηδευμένης καὶ κεκαλλωπισμένης χάρις ἐν λόγῳ, οἵα ἐστὶν ἡ Πλάτωνος καὶ Ξενοφῶντος καὶ τῶν νεωτέρων, Δίωνος καὶ Φιλοστράτου καὶ τῶν σοφι‐

412

στῶν ὅσοι καὶ συντιθέναι τὸ συγγραφικὸν εἶδος ἔδοξαν χαριέντως.
3tΠΕΡΙ ΓΕΝΕΘΛΙΑΚΟΥ
4Ὁ γενεθλιακὸς λόγος διαιρεῖται οὕτως. πρῶτον μὲν
5ἐρεῖς προοίμια, μετὰ τὰ προοίμια τὴν ἡμέραν ἐπαινέ‐ σεις καθ’ ἣν ἐτέχθη ὁ ἐπαινούμενος, καὶ εἰ μὲν ἐν ἱερομηνίᾳ ἢ ἄλλῃ τινὶ πανηγύρει, ἐρεῖς ἐγκώ‐ μιον ἀπὸ τῶν τῆς ἡμέρας, ὅτι ἐν ἱερομηνίᾳ ἐτέχθη, ὅτι ἐν πανηγύρει· εἰ δὲ μηδὲν ἔχοις εἰπεῖν τοιοῦτον,
10ἐπαινέσεις τὴν ἡμέραν ἀπὸ 〈τοῦ〉 καιροῦ, ὅτι θέρους ὄντος ἐτέχθη, ὅτι ἔαρος ἢ χειμῶνος ἢ μετοπώρου, εἰ οὕτω τύχοι, καὶ ἐρεῖς τοῦ καιροῦ τὰ ἐξαίρετα. μετὰ τὸν τῆς ἡμέρας ἔπαινον ἐπὶ τὸ ἐγκώμιον ἥξεις αὐτοῦ τοῦ γένους, εἶτα τῆς γενέσεως, εἶτα τῆς ἀνατροφῆς, εἶτα
15τῶν ἐπιτηδευμάτων, εἶτα τῶν πράξεων. ἐρεῖς δὲ καθ’ ἕκαστον τῶν κεφαλαίων, ὡς ἤδη φθάσαντες πολλάκις εἰρήκαμεν, σύγκρισιν, εἶτα μετὰ τὸ καθ’ ἕκαστον τῶν κεφαλαίων ἰδίαν σύγκρισιν ἐργάσασθαι ἐρεῖς τελευ‐ ταῖον σύγκρισιν πρὸς ὅλην τὴν ὑπόθεσιν. μετὰ ταῦτα
20πάλιν ἐπαίνει τὴν ἡμέραν οὕτως· ὢ πανευδαίμονος ἡμέρας ἐκείνης καθ’ ἣν ἐτίκτετο, ὢ μητρὸς ὠδῖνες εὐ‐ τυχῶς ἐπὶ τοῦτο λυθεῖσαι. †πρότερον† ταῦτα καὶ τὰ τοιαῦτα ἐρεῖς. ἐὰν δὲ κομιδῇ τινος νέου γενεθλιακὸν μέλλῃς λέγειν, ἐρεῖς ὅτι τοῦτο αὐτὸ τοῦ νέου τὸ μέγι‐158
25στον, ὅτι τοὺς λόγους ἐφ’ ἑαυτὸν ἤδη κεκίνηκεν, εἶτα μετὰ τὰ προοίμια τὴν ἡμέραν ἐγκωμιάσεις, καθ’ ἣν ἐτέχθη, τῇ μεταχειρίσει τῇ προειρημένῃ χρώμενος. μετὰ ταῦτα τὸ γένος ἐρεῖς, εἶτα τὴν γένεσιν, εἶτα τὴν φύσιν· ἐπεὶ δὲ οὐδὲν ἔχεις ἕτερον παρὰ ταῦτα εἰπεῖν
30[τοῦ νέου] (νέος γὰρ ὢν οὐδέπω πράξεις ἐπεδείξατο), ἐρεῖς ἐκ μεθόδου ἐγκωμιάζων οὕτω· τοῦτο δὴ τεκμαιρό‐

413

μενος περὶ τῶν μελλόντων μαντεύομαι, ὅτι παιδείας εἰς ἄκρον ἥξει καὶ ἀρετῆς, ὅτι φιλοτιμήσεται πόλε‐ σιν, ἀγῶνας διαθήσει, κοσμήσει πανηγύρεις, καὶ τὰ τοιαῦτα.
5tΠΕΡΙ ΠΑΡΑΜΥΘΗΤΙΚΟΥ
6 Παραμυθητικὸν δὲ ὁ λέγων ὀδύρεται μὲν καὶ αὐτὸς τὸν πεπτωκότα καὶ ἐπὶ μέγεθος ἐγείρει τὴν συμφοράν, αὔξων ὡς οἷόν τέ ἐστι τῷ λόγῳ τὸ πάθος ἐκ τῶν ἀφορ‐ μῶν ὧν εἴπομεν περὶ μονῳδίας· χρὴ δὲ εἰδέναι ὅτι
10συνίσταται ἡ μονῳδία ἐκ τῶν ἐγκωμιαστικῶν [γένους, φύσεως, ἀνατροφῆς, παιδείας, ἐπιτηδευμάτων, πράξεων]. οὐ μὴν φυλάξει τὴν ἀκολουθίαν τῶν ἐγκωμίων διὰ τὸ μηδ’ ἑαυτοῦ δοκεῖν εἶναι τὸν λέγοντα, ἀλλ’ ἐξεστηκέναι ὑπὸ τοῦ πάθους. τὰ δὲ ἐγκώμια διαιρήσεις κατὰ τοὺς
15τρεῖς χρόνους, ὡς προείρηται· ὁ μέντοι γε παραμυθούμενος ἐπιχειρήσας ἐκ τούτων ἐν τῷ πρώτῳ μέρει τοῦ λόγου, οἷον ὅτι νέος ὢν (ἂν οὕτω τύχῃ) παρ’ ἡλικίαν πέπτω‐ κεν, οὐχ ὡς ἂν εὔξαιτό τις, καὶ γένος ἐστέρησεν τῆς ἐλπίδος καὶ γονέας καὶ πατρίδα· οὐ γὰρ ἦν ὁ τυχών,
20ἀλλὰ τοῖος καὶ τοῖος· διὸ οὐδὲ μέμφομαι ποθοῦντας καὶ ζητοῦντας τοιοῦτον. καὶ τὸν ἐπ’ αὐτῷ θρῆνον αὐξή‐ σας, ὡς ἐνδέχεται, ἐπὶ δεύτερον ἥξει μέρος τοῦ λόγου τὸ παραμυθητικόν, ἄρξεται δὲ οὕτω πως· θαυμάζω δὲ εἰ μὴ ἐπελήλυθεν ὑμῖν, ὦ παρόντες γονεῖς, ἐννοεῖν, ἅ160
25φησιν ἄριστος ποιητὴς Εὐριπίδης, ἄξιος ὡς ἀληθῶς Μουσῶν νομίζεσθαι τρόφιμος· χρὴ γὰρ τὸν μὲν
φύντα θρηνεῖν εἰς ὅς’ ἔρχεται κακά· τὸν δ’ αὖ θανόντα καὶ πόνων πεπαυμένον χαίροντας, εὐφημοῦντας ἐκπέμπειν δόμων.
30οὐ θήσεις δὲ ἐξ ἅπαντος τὰ ἰαμβεῖα διὰ τὸ εἶναι αὐτὰ συνήθη τοῖς πολλοῖς καὶ γνώριμα, ἀλλὰ παρῳδήσεις

414

μᾶλλον· καὶ ὅσα Ἡροδότῳ περὶ Κλεόβιδος καὶ Βίτωνος εἴρηται. καὶ φιλοσοφῆσαι δὲ ἐπὶ τούτοις οὐκ ἀπειρό‐ καλον καθόλου περὶ φύσεως ἀνθρωπίνης, ὅτι τὸ θεῖον κατέκρινε τῶν ἀνθρώπων τὸν θάνατον, καὶ ὅτι πέρας
5ἐστὶν ἅπασιν ἀνθρώποις τοῦ βίου ὁ θάνατος, καὶ ὅτι ἥρωες καὶ θεῶν παῖδες οὐ διέφυγον. ἐν ᾧ καὶ καιρὸν ἔχεις θεῖναι καὶ διηγήματα, καὶ ὅτι πόλεις ἀπόλλυνται, καὶ ἔθνη ἐστὶν ἃ παντάπασιν ἐξέλιπεν, καὶ ὅτι βελτίων ἐστὶ τάχα ἡ μετάστασις τοῦ τῇδε βίου, ἀπαλλάττουσα
10πραγμάτων [ἀδίκων], πλεονεξίας, ἀδίκου τύχης· οἷον γὰρ τὸ πλεῖον τὸ πράγμασιν ἀνθρωπίνοις συμπλέκε‐ σθαι, νόσοις, φροντίσι. ἐρεῖς δὲ μετὰ ταῦτα ὅτι εἰ μὲν κέρδος τὸ βιοῦν, ἱκανῶς ἀπολέλαυκε, καὶ λέξεις ἃ σύνοι‐ δας περὶ αὐτοῦ· ὤφθη μὲν ἐν λόγοις (εἰ οὕτω τύχοι), ἐν
15πολιτείαις· εἰ δὲ ἀτύχημα, τύχης τὸ πίπτειν ἐνθάδε, ἐξέ‐ φυγεν ἀνιαρὰ τοῦ βίου· εἶτα ὅτι πείθομαι τὸν μετα‐ στάντα τὸ Ἠλύσιον πεδίον οἰκεῖν, ὅπου Ῥαδάμανθυς, ὅπου Μενέλεως, ὅπου παῖς ὁ Πηλέως καὶ Θέτιδος, ὅπου Μέμνων· καὶ τάχα που μᾶλλον μετὰ τῶν θεῶν διαιτᾶ‐
20ται νῦν, περιπολεῖ τὸν αἰθέρα καὶ ἐπισκοπεῖ τὰ τῇδε· καὶ τάχα που καὶ μέμφεται τοῖς θρηνοῦσι· συγγενὴς
γὰρ οὖσα τοῦ θείου ἡ ψυχὴ κἀκεῖθεν κατιοῦσα σπεύδει πάλιν ἄνω πρὸς τὸ συγγενές· οὕτω καὶ τὴν Ἑλένην, οὕτω καὶ τοὺς Διοσκούρους καὶ τὸν Ἡρακλέα λέγουσιν162
25συμπολιτεύεσθαι μετὰ τῶν θεῶν· ὑμνῶμεν οὖν αὐτὸν ὡς ἥρωα, μᾶλλον δὲ ὡς θεὸν αὐτὸν μακαρίσωμεν, εἰ‐ κόνας γράψωμεν, ἱλασκώμεθα ὡς δαίμονα. ἔστω δὲ σύμμετρον καὶ τούτου τοῦ λόγου τὸ μῆκος. γνωστέον δὲ ὅτι καὶ συντόνῳ λόγῳ παραμυθεῖσθαι δυνατὸν καὶ
30συγγραφικῷ πάλιν, ὡς ἄν τις βούληται.
31tΠΕΡΙ ΠΡΟΣΦΩΝΗΤΙΚΟΥ
32Ὁ προσφωνητικὸς λόγος ἐστὶν εὔφημος εἰς ἄρχοντας

415

λεγόμενος ὑπό τινος, τῇ δὲ ἐργασίᾳ ἐγκώμιον, οὐ μὴν τέλειον· οὐ γὰρ ἔχει πάντα τὰ τοῦ ἐγκωμίου, ἀλλὰ κυρίως ὁ προσφωνητικὸς γίνεται, ὅταν ἐξ αὐτῶν τῶν πραττομένων ὑπ’ αὐτοῦ πράξεων ὁ λόγος τὴν αὔξησιν
5λαμβάνῃ. διαιρεῖται δὲ οὕτως. μετὰ τὰ προοίμια ἥξεις ἐπὶ τὸν τῶν βασιλέων ἔπαινον, καὶ τοῦτον ἐρεῖς διὰ πάνυ βραχέων διαιρῶν αὐτὸν δίχα εἰς τὰ κατὰ πόλεμόν τε καὶ εἰρήνην, οὐκ ἐνδιατρίψεις δὲ διότι οὐ τέλειόν ἐστι βασιλέων ἐγκώμιον· αὐξήσεως γὰρ ἕνεκα παρα‐
10λαμβάνεται ἐν τῷ προσφωνητικῷ τῶν ἐπαίνων τοῦ ἄρ‐ χοντος. ἀπὸ δὲ τοῦ λόγου τοῦ κατὰ τοὺς βασιλέας ἥξεις ἀκολούθως ἐπὶ τοῦ προσφωνουμένου ἔπαινον, λέγων ὅτι τά τε ἄλλα θαυμάσιοι οἱ βασιλεῖς καὶ ἐν ταῖς τῶν ἀρχόντων αἱρέσεσιν· οἷον γὰρ ἡμῖν νῦν τοῦτον τὸν
15γεννάδαν κατέπεμψαν ἐπὶ σωτηρίᾳ τοῦ γένους. καὶ εὐ‐ θέως ἐπαινέσεις μάλιστα μέν, ὡς ἔφην, ἀπὸ τῶν πρά‐ ξεων, οὕτω γὰρ ἄμεινον, εἰ δ’ ἄρα φιλότιμον καὶ σφό‐ δρα ἔνδοξον εἴη τὸ γένος, μνημονεύσεις διὰ βραχέων καὶ γένους, εἶθ’ οὕτω τῶν πράξεων, καὶ μάλιστα μὲν
20ἀπὸ τοῦ παρόντος χρόνου καὶ τῆς παρούσης ἀρχῆς τῶν ἐν χερσί· μνημονεύσεις δὲ καί, ἂν τύχῃ ἄρξας
ἑτέραν ἀρχὴν καὶ ἐνδόξους ἔχῃ τὰς πράξεις, τῶν τότε πράξεων. ὑπομεριεῖς δὲ τὸν ἐπὶ ταῖς πράξεσιν ἔπαινον164
25εἰς τέσσαρας ἀρετάς, φρόνησιν, δικαιοσύνην, σωφροσύ‐ νην, ἀνδρείαν· καὶ ἐν μὲν τῇ φρονήσει τὴν ἐμπειρίαν τῶν νόμων, τὴν παίδευσιν ἐπαινέσεις, τὸ προορᾶσθαι τὰ μέλλοντα, τὸ περὶ τῶν παρόντων ἀκριβῶς βουλεύε‐ σθαι δύνασθαι, τὸ βασιλεῦσιν ἀντιγράφειν περὶ ὧν
30ἂν ἐπιστέλλωσιν οὕτως ὥστε ἐκείνους ἐπαινεῖν καὶ θαυμάζειν, τὸ διελέγχειν τοὺς ῥήτορας, τὸ γινώσκειν ἐκ προοιμίων τὴν ὅλην διάνοιαν τῆς ὑποθέσεως. ἐν ᾧ καὶ

416

καιρὸν ἕξεις Δημοσθένους μνήμην καὶ Νέστορος καὶ νομο‐ θετῶν ἀρίστων ποιεῖσθαι· τεχνικὸν γὰρ καθ’ ἕκαστον μέρος ἀρετῆς καὶ συγκρίσεις οἰκείας παραλαμβάνειν, ἵνα ὁ λόγος δι’ αὐτῶν πλείους τὰς αὐξήσεις λαμβάνῃ.
5ἐν δὲ τῇ δικαιοσύνῃ πάλιν ἐρεῖς τὴν πρὸς τοὺς ὑπη‐ κόους φιλανθρωπίαν, τὸ ἥμερον τοῦ τρόπου, τὸ ὁμι‐ λητικὸν πρὸς τοὺς προσιόντας, τὸ καθαρὸν ἐν ταῖς δίκαις καὶ ἀδωροδόκητον, τὸ μὴ πρὸς χάριν μηδὲ πρὸς ἀπέχθειαν κρίνειν τὰς δίκας, τὸ μὴ προτιμᾶν τοὺς
10εὐπόρους τῶν ἀδυνάτων, τὸ πόλεις ἐγείρειν· ἐν ᾧ μέρει καὶ Ἀριστείδης ἔστω καὶ Φωκίων καὶ εἴ τις Ῥω‐ μαίων ἐξ ἱστορίας λαμπρὸς ἐκ δικαιοσύνης. οὐχ ἁπλῶς δὲ ἐρεῖς τὰς ἀρετάς, ὅτι δίκαιος, ἀλλὰ καὶ ἐκ τοῦ ἐναντίου ἐπιχειρήσεις πάλιν, ὅτι οὐκ ἄδικος, οὐκ ὀργίλος, οὐ
15δυσπρόσοδος, οὐ χάριτι κρίνων, οὐ δωροδέκτης· πέφυκε γὰρ ὁ λόγος αὔξησιν λαμβάνειν ὅταν καὶ τὰς κακίας ἐξαιρῇς καὶ τὰς ἀρετὰς αὔξειν ἐθέλῃς. μετὰ ταύτην ἥξεις ἐπὶ τὴν σωφροσύνην, ἐν δὲ ταύτῃ πάλιν ἐρεῖς τὴν περὶ τὰς ἡδονάς, τὴν περὶ γέλωτα ἐγκράτειαν.
20ἐνταῦθα Διομήδης ἔχει καιρὸν πρὸς τὴν σύγκρισιν ὁ τιτρώσκων τὴν Ἀφροδίτην διὰ σωφροσύνην· μόνος γὰρ ἀνάλωτος τῶν Ἀφροδίτης παθῶν. καὶ Ἱππόλυτος δ’ ἔστω· καὶ γὰρ καὶ οὗτος σώφρων ὑπείληπται. τὴν δὲ ἀνδρείαν θαυμάσεις ἀπὸ τῆς πρὸς τοὺς βασιλέας παρρη‐
25σίας, ἀπὸ τῆς ὑπὲρ τῶν ὑπηκόων πρὸς τὰ λυποῦντα μά‐
χης, ἀπὸ τοῦ μὴ ὀκλάζειν μηδὲ ἐνδιδόναι πρὸς φόβους, ἐν ᾧ καὶ οἱ Αἴαντες καὶ Περικλῆς καὶ Ἀλκιβιάδης καὶ εἴ τις τοιοῦτος. οὐκ ἐνδιατρίψεις δὲ τούτοις οὐδὲ ἐπεξε‐ λεύσῃ ἀκριβῶς ἅπασι (τοῦτο γὰρ ἐγκωμίου τελείου), ἀλλὰ166
30γέγραπται μὲν ἐνθάδε ὑφ’ ἡμῶν καὶ εἴρηται, ἵνα μηδὲν παραλιπεῖν δοκῶμεν ἀλλ’ ἔχῃς εὐπορίαν πανταχόθεν· χρήσῃ δὲ τοῖς κατεπείγουσιν· ἔστι γὰρ ὁ προσφωνητι‐

417

κὸς ἐγκωμίου εἰκών, ἀκροθιγῶς τῶν ἐγκωμιαστικῶν τόπων ἐφαπτόμενος, οὐκ ἐνδιατρίβων δ’ ὡς 〈ἐν〉 ἐγκωμίῳ τελείῳ, εἰ μή τις ἐθέλοι διὰ φιλοτιμίαν ὥσπερ τελείαν ὑπόθεσιν τὸν προσφωνητικὸν ἀπεργάζεσθαι.
5 Ἥξεις μετὰ τὰς ἀρετὰς ἐπὶ σύγκρισιν· ἄλλο γάρ ἐστι τὸ συγκρίνειν ἀθρόως, καὶ ἄλλο τὸ κατὰ μέρος. κατὰ μέρος μὲν γάρ ἐστι συγκρίνειν, οἷον ὅταν δικαιοσύνην συγκρίνωμεν δικαιοσύνῃ, φρόνησιν φρο‐ νήσει, ἀθρόως δέ, ὅταν ἀρχὴν ὅλην πρὸς ὅλην ἀρχήν.
10ἐρεῖς δ’ ὡς Ὅμηρος πρόσθε μὲν ἐσθλὸς ἔφευγε, δίωκε δέ μιν μέγ’ ἀμείνων.
13οἷον πολλοὶ πολλάκις γεγόνασιν ἄρχοντες καλοὶ κἀγα‐ θοί, οἱ μὲν ἐπὶ τῆς Ἀσίας, οἱ δὲ ἐπὶ τῆς Εὐρώπης,
15ἐπαινετοὶ μὲν κἀκεῖνοι καὶ οὐδενὸς τῶν εἰς ἀρετὴν ἐνδεεῖς, ἀλλὰ σοῦ βελτίων οὐδείς· ὑπερβέβηκας γὰρ ἀθρόως ἅπαντας. εἶτα ἐπίλογον ἐπὶ τούτοις ἐργάσῃ. (πρὸ δὲ τοῦ ἐπιλόγου ἐὰν τὴν πόλιν, ἐν ᾗ καὶ ὁ λόγος, βουληθῇς ἐπαινέσαι—οὐ γὰρ ἀεὶ τοῦτο ποιήσεις, πλὴν
20εἰ βούλοιο—ἐρεῖς τι καὶ περὶ αὐτῆς ὧδέ πως, ὅτι λαμ‐ πρὰ μὲν ἡ πόλις ἡμῖν ἄνωθεν λιμένων κατασκευαῖς καὶ οἰκοδομημάτων κάλλεσι καὶ ἀέρων εὐκρασίαις καὶ τεί‐ χεσι, σὺ δ’ αὐτὴν περιβλεπτοτέραν ἀπειργάσω.) οἱ δὲ ἐπίλογοι ἕξουσιν ἄλλα τοιαῦτα· ἀναθῶμεν τοῦτο τὸ
25ξίφος μὴ Ἄρεϊ μηδὲ Δειμῷ μηδὲ Φόβῳ, τοῖς Ἄρεος παισίν, ἀλλὰ Δίκῃ καὶ Θέμιδι ἀνάθημα καθαρὸν φό‐
νων, καὶ εὐαγεῖς χοροὺς ἱστάτωσαν αἱ πόλεις, ᾀδέτω‐ σαν, εὐφημείτωσαν, ψηφίσματα γράφωμεν πρὸς βασιλέας, ἐπαινοῦντες θαυμάζοντες αἰτοῦντες χρόνους εἰς ἀρχὴν πλεί‐168
30ονας, πέμπωμεν εἰκόνας εἰς Δελφούς, εἰς Ὀλυμπίαν, Ἀθή‐ ναζε, πρῶτον πληρώσαντες τὰς πόλεις τὰς ἡμετέρας· γραφέσθω δὲ νῦν περὶ αὑτὸν ἔχων κύκλῳ τὸ γένος τῶν

418

ὑπηκόων, εὐφημοῦντας ἅπαντας, ἐπικροτοῦντας, προη‐ γείσθωσαν 〈ἐν〉 τῷ πίνακι καὶ πόλεις ἐν γυναικῶν σχή‐ ματι, φαιδραὶ καὶ γεγηθυῖαι. καὶ ὅσα ἐνδέχεται ἀπὸ τῶν πραγμάτων τούτοις προσθήσεις.
5tΠΕΡΙ ΕΠΙΤΑΦΙΟΥ
6 Λέγεται μὲν παρ’ Ἀθηναίοις ἐπιτάφιος ὁ καθ’ ἕκα‐ στον ἐνιαυτὸν ἐπὶ τοῖς πεπτωκόσιν ἐν τοῖς πολέμοις λε‐ γόμενος λόγος, εἴληφε δὲ τὴν προσηγορίαν οὐδαμόθεν ἄλλοθεν ἢ ἀπὸ τοῦ λέγεσθαι ἐπ’ αὐτῷ τῷ σήματι, οἷοί
10εἰσιν οἱ τρεῖς Ἀριστείδου λόγοι· οἵους γὰρ ἂν εἶπεν ὁ πολέ‐ μαρχος, ἐπειδὴ καὶ τούτῳ τὸ τῆς τιμῆς ταύτης ἀποδέ‐ δοται παρ’ Ἀθηναίοις, τοιούτους ὁ σοφιστὴς συνέταξεν. ἐκνενίκηκε δὲ διὰ τὸ χρόνον πολὺν παρεληλυθέναι ἐγ‐ κώμιον γενέσθαι· τίς γὰρ ἂν ἔτι θρηνήσειε παρ’ Ἀθηναίοις
15τοὺς πρὸ πεντακοσίων ἐτῶν πεπτωκότας; Θουκυδίδης δὲ λέγων ἐπιτάφιον ἐπὶ τοῖς πεσοῦσιν ἐπὶ τοῖς Ῥειτοῖς κατ’ ἀρχὰς τοῦ Πελοποννησιακοῦ πολέμου οὐχ ἁπλῶς ἐγκώμιον μόνον εἶπε τῶν ἀνδρῶν, ἀλλὰ καὶ ἐπεσημήνατο ὅτι πεσεῖν ἐδύναντο· ἀλλὰ καὶ 〈τὸν〉 ἀπὸ τοῦ θρήνου τόπον ἐφυλάξατο
20διὰ τοῦ πολέμου τὴν χρείαν, οὐ γὰρ ἦν ῥήτορος 〈ποιεῖν〉 δακρύειν οὓς προετρέπετο πολεμεῖν· ἔθηκε δὲ τὸν ἀπὸ τῆς παραμυθίας τόπον. οὕτω καὶ Ἀριστείδης, εἴ ποτε ἔλεγε τούτους τοὺς λόγους ἐπὶ τοῖς προσφάτως πεσοῦσιν, ἐχρήσατο ἂν τοῖς τοῦ ἐπιταφίου κεφαλαίοις, ὅσα ἐστὶν
25αὐτῷ οἰκεῖα· νῦν δὲ χρόνος πολὺς παρεληλυθὼς οὐκέτι
δίδωσι χώραν οὔτε θρήνοις οὔτε παραμυθίαις· λήθη τε γὰρ ἐγγέγονε τῷ χρόνῳ τοῦ πάθους, καὶ ὃν παρα‐ μυθησόμεθα οὐκ ἔχομεν· οὔτε γὰρ πατέρες ἐκείνων οὔτε τὸ γένος γνώριμον. ἄτοπον δὲ ὅλως εἰ καὶ γνώ‐170
30ριμον τυγχάνοι, καὶ προσέτι ἄκαιρον τὸ μετὰ πολὺν χρόνον ἐγείρειν εἰς θρῆνον ἐθέλειν κεκοιμισμένης ἤδη

419

τῷ χρόνῳ τῆς λύπης. οὐκοῦν ὁ μετὰ χρόνον πολὺν λεγόμενος ἐπιτάφιος καθαρόν ἐστιν ἐγκώμιον, ὡς Ἰσο‐ κράτους ὁ Εὐαγόρας. εἰ δὲ μὴ πάνυ μετὰ πολὺν λέγοιτο, ἀλλ’ ἑπτά που μηνῶν ἢ ὀκτὼ παρελθόντων, ἐγκώμιον
5μὲν λέγειν δεῖ, πρὸς δὲ τῷ τέλει χρῆσθαι τῷ παραμυ‐ θητικῷ κεφαλαίῳ οὐδὲν κωλύσει, πλὴν ἐὰν μὴ συγγε‐ νὴς ἐγγυτάτω τυγχάνῃ τοῦ τεθνεῶτος ὁ λέγων. τούτῳ γὰρ οὐδὲ μετ’ ἐνιαυτὸν δίδωσιν ἀνάπαυλαν τοῦ πάθους ἡ μνήμη· διόπερ οὗτος σώσει καὶ μετ’ ἐνιαυτὸν τοῦ
10παθητικοῦ λόγου τὸν χαρακτῆρα. Διαιρεθήσεται δὲ ὁ ἐπιτάφιος λόγος, ὁ παθητικός, ὁ ἐπὶ προσφάτῳ τῷ τεθνεῶτι λεγόμενος, τοῖς ἐγκωμια‐ στικοῖς κεφαλαίοις, πανταχοῦ ἐφεξῆς ἑκάστῳ τῶν κεφαλαίων παραμιγνυμένου τοῦ πάθους ἐκ μεταχει‐
15ρίσεως οὕτως· ὢ πῶς συνοδύρωμαι τῷ γένει τὸ πάθος, ὢ τὴν ἐπιβολὴν τοῦ θρήνου πόθεν ποιήσομαι; ἀπὸ τοῦ γένους εἰ βούλεσθε πρῶτον· τοῦτο γὰρ αὐτὸ κρη‐ πὶς τῶν ὅλων. οὐκοῦν ὅτι λαμπρὸν τοῦτο ἐρεῖς, καὶ τῶν ἐν τῇ πόλει μᾶλλον ἐνδοξότατον, ἀλλ’ ὥσπερ λαμ‐
20πάδα ἡμμένην ἐν τῷ γένει τὸν πεπτωκότα τοῦτον δαίμων ἀπέσβεσε. χρὴ γὰρ τὰ κεφάλαια μὴ καθαρεύειν τῶν θρήνων, ἀλλὰ κἂν γένος λέγῃς, θρηνεῖν κατ’ ἀρχὰς τοῦ γένους τὸν πεπτωκότα καὶ μεσοῦντος τοῦ γένους καὶ τελευτῶντος, κἂν ἕτερόν τι κεφάλαιον. εἶτα
25μετὰ τὸ γένος τὰ περὶ τὴν γένεσιν αὐτοῦ ἐρεῖς· ὢ ματαίων μὲν ἐκείνων συμβόλων, ματαίων δὲ ὀνειράτων ἐπ’ ἐκείνῳ φανέντων ὅτε ἐτίκτετο, ὢ δυστυχοῦς μὲν τῆς ἐνεγκούσης, ὠδῖνος δὲ ἐπὶ τούτοις δυστυχεστέρας·
†ὤδινε† γὰρ ἡ μήτηρ σύμβολα· ὁ δεῖνα δὲ προεφήτευσεν172
30†αὐτὰ† κάλλιστα, τῶν δὲ οἰκείων καὶ τῶν φίλων εὔελπις ἦν ἕκαστος, ἔθυον δὲ θεοῖς γενεθλίοις, βωμοὶ δὲ ᾑμάτ‐ τοντο, ἦγε δὲ πανήγυριν ὁ σύμπας οἶκος· δαίμων δέ,

420

ὡς ἔοικεν, ἐπετώθασε τοῖς γινομένοις. παρεδίδοτο δὲ τροφεῦσιν ὁ παῖς· κρείττους εἶχον ἐν τούτῳ τὰς ἐλπί‐ δας οἱ τρέφοντες. ἀλλ’ οἴμοι τῶν κακῶν, καὶ γάρ τοι νῦν οὗτος ἀνήρπασται. ὁμοίως δὲ καὶ τοῖς λοιποῖς ἐπεξε‐
5λεύσῃ κεφαλαίοις τοῖς ἐγκωμιαστικοῖς, αὔξων δὲ καὶ τὸν θρῆνον. δεῖ δήπου καὶ ἡπλωμένην 〈εἶναι τὴν〉 ἀπαγ‐ γελίαν τῶν θρήνων, ἵνα καὶ ἡ λαμπρότης τῶν προσώπων φαίνηται, ἐπιστρέφῃς δὲ τὸν ἀκροατὴν αὖθις ἐπὶ τὸν θρῆνον. καὶ ὕλη σοι γινέσθω τὰ ἐγκώμια τῶν θρήνων.
10ἐγκωμιάσεις δὲ ἀπὸ πάντων τῶν τόπων τῶν ἐγκωμια‐ στικῶν, γένους, γενέσεως, φύσεως, ἀνατροφῆς, παι‐ δείας, ἐπιτηδευμάτων, τεμεῖς δὲ τὴν φύσιν δίχα, εἴς τε τὸ τοῦ σώματος κάλλος, ὅπερ πρῶτον ἐρεῖς, εἴς τε τὴν τῆς ψυχῆς εὐφυΐαν. πιστώσῃ δὲ τοῦτο διὰ τριῶν
15κεφαλαίων τῶν ἑξῆς, λέγω δὲ διὰ τῆς ἀνατροφῆς καὶ τῆς παιδείας καὶ τῶν ἐπιτηδευμάτων· ἐργαζόμενος γὰρ αὐτοῦ τὸ ἐγκώμιον διὰ τούτων ἑκάστου ἐρεῖς μὲν τὴν ἀνατροφήν, ὅτι ἐνέφηνε διὰ τούτων τῆς ψυχῆς τὴν εὐφυΐαν εὐθὺς τρεφόμενος καὶ ὀξύτητα—δευτέραν τιθεὶς
20ταύτην, 〈πρώτην〉 δὲ τὴν εὐφυΐαν—ἐρεῖς δὲ τὴν παιδείαν, ὅτι ἐδείκνυε καὶ ἐπὶ τούτῳ προσχεῖν τῶν ἡλίκων. διὰ δὲ τῶν ἐπιτηδευμάτων πιστώσῃ τὸ κεφάλαιον οὕτως, ὅτι δίκαιον παρεῖχεν ἑαυτόν, φιλάνθρωπον, ὁμιλητικόν, ἥμερον. τὸ δὲ μέγιστον κεφάλαιον τῶν ἐγκωμιαστικῶν
25εἰσιν αἱ πράξεις, ἅστινας θήσεις μετὰ τὰ ἐπιτηδεύ‐ ματα· οὐκ ἀφέξῃ δὲ τοῦ καὶ ἐν ἑκάστῃ πράξει θρῆνον ἐπεμβαλεῖν. θήσεις δὲ μετὰ τὰς πράξεις καὶ τὸν ἀπὸ
τῆς τύχης τόπον, λέγων ὅτι παρωμάρτησεν αὐτῷ καὶ δεξιά τις τύχη ζῶντι ἐφ’ ἅπασι, πλοῦτος, παίδων174
30εὐτυχία, φίλων περὶ αὐτὸν ἔρωτες, τιμὴ παρὰ βασι‐ λέων, τιμὴ παρὰ πόλεων. εἶτα τὰς συγκρίσεις μετὰ ταῦτα θήσεις πρὸς ὅλην τὴν ὑπόθεσιν, ὡς κεφάλαιον

421

ἴδιον, οὐκ ἀπεχόμενος μὲν οὐδὲ ἐφ’ ἑκάστῳ κεφαλαίῳ συγκρίσεως 〈ἣν〉 πρὸς ἐκεῖνο τὸ κεφάλαιον ὃ λέγεις παρα‐ λαμβάνειν δεῖ. καὶ ἐνταῦθα δὲ προδήλως πρὸς ὅλην τὴν ὑπόθεσιν παραλήψῃ τὴν σύγκρισιν, οἷον ἄνωθεν
5ἐπιδραμὼν τὰ κεφάλαια ἐρεῖς ὅτι ἐὰν τοίνυν ἐξετάσωμεν ταῦτα σύμπαντα περί τινος τῶν ἡμιθέων ἢ τῶν νῦν ἐναρέτων, οὐδενὸς δευτέρῳ τῷδε ταῦτα †ἄμεινον† ὑπῆρξεν· δεῖ γὰρ καλοῦ καλλίονα ἀποδεικνύναι ἢ ὁτῳοῦν ἐνδόξῳ ἐφάμιλλον, οἷον ἢ τῷ Ἡρακλέους βίῳ τὸν
10βίον αὐτοῦ ἢ τῷ Θησέως παραβάλλοντα. ἐπὶ τούτοις πάλιν κεφάλαιον θήσεις τὸν θρῆνον, ὅτι διὰ ταῦτα τοῦτον ὀδύρομαι, ἐργασίαν δοὺς ἰδιάζουσαν, καθα‐ ρεύουσαν λοιπὸν ἐγκωμίων, οἶκτον κινῶν, εἰς δάκρυα συγχέων τοὺς ἀκούοντας. μετὰ τοῦτο τὸ κεφάλαιον
15θήσεις κεφάλαιον ἕτερον τὸ παραμυθητικὸν πρὸς ἅπαν τὸ γένος, ὅτι οὐ δεῖ θρηνεῖν· πολιτεύεται γὰρ μετὰ τῶν θεῶν, ἢ τὸ Ἠλύσιον ἔχει πεδίον. ἰδίᾳ δ’ αὖ πάλιν τὰ νοήματα μεριεῖς τῶν κεφαλαίων οὕτως· ἰδίᾳ μὲν πρὸς τοὺς παῖδας, ἰδίᾳ δὲ πρὸς τὴν γυναῖκα, ἐξάρας
20πρότερον τὸ πρόσωπον τῆς γυναικός, ἵνα μὴ πρὸς φαῦλον καὶ εὐτελὲς διαλέγεσθαι δοκῇς πρόσωπον· ἐπὶ γὰρ τῶν ἀνδρῶν οὐ φέρει ψόγον ὁ λόγος ἄνευ τινὸς προκατασκευῆς λεγόμενος, ἐπὶ δὲ γυναικὸς ἀναγκαίως προκαταλήψῃ τὸν ἀκροατὴν τῇ ἀρετῇ τῆς γυναικός.
25ἐὰν δὲ νέαν ἄγωσι πάνυ τὴν ἡλικίαν οἱ παῖδες, συμβου‐ λευτικὸν μᾶλλον θήσεις τὸν τόπον, οὐ παραμυθητικόν· οὐ γὰρ αἰσθάνονται τοῦ πάθους· μᾶλλον δὲ οὕτω προσθήσεις τινὰ τῷ παραμυθητικῷ συμβουλὴν καὶ ὑποθήκην πρὸς τὴν γυναῖκα καὶ πρὸς τοὺς παῖδας, εἰ
30ἄγαν νέοι τυγχάνοιεν ὄντες, τὴν μὲν ζηλοῦν τὰς ἀρχαίας καὶ ἀρίστας τῶν γυναικῶν καὶ ἡρῴνας, τοὺς δὲ παῖδας ζηλοῦν τὰς τοῦ πατρὸς ἀρετάς. εἶτα ἐπαινέσεις τὸ176

422

γένος, ὅτι οὐκ ἠμέλησαν τῆς κηδεύσεως οὐδὲ τῆς κατασκευῆς τοῦ μνήματος. εἶτα εὐχὴν πρὸς τῷ τέλει τοῦ λόγου θήσεις εὐχόμενος αὐτοῖς παρὰ τῶν θεῶν ὑπάρξαι τὰ κάλλιστα.
5tΠΕΡΙ ΣΤΕΦΑΝΩΤΙΚΟΥ
6 Ἐν τῷ στεφανωτικῷ προοιμιάσῃ εὐθὺς ἀπὸ τοῦ στεφάνου καὶ τῆς δόξης τοῦ βασιλέως, καὶ ὅτι φθάνει μὲν τὸ κρεῖττον αὐτῇ τῇ βασιλείᾳ στεφάνῳ τιμῶν, καὶ ἡ σύμπασα οἰκουμένη τῷ μεγίστῳ στεφανοῦσα στεφάνῳ,
10ταῖς εὐφημίαις· ἥκει δὲ παρά σε καὶ ἡ πόλις ἡ ἡμε‐ τέρα, οὐδεμιᾶς τῶν [σῶν] ὑπηκόων οὔτε δόξαις οὔτε μεγέθεσιν οὔτε κάλλεσιν ἡττωμένη, λόγοις τε ἅμα στεφανοῦσα καὶ χρυσῷ τῷ στέμματι. ἐὰν μὲν σχῇ γένος εὐδόκιμον, μετὰ τὸ προοίμιον ποιήσῃ τοῦ βασιλέως τὸ
15ἐγκώμιον ἀπὸ τοῦ γένους· εἰ δὲ μή γε, εὐθὺς ἀπὸ τῆς τύχης ἀντὶ τοῦ γένους, ὅτι θεὸς κατοικτείρας ἄνωθεν τὸ ἀνθρώπινον γένος καὶ βουληθεὶς ταῖς εὐδαιμονίαις παραμυθήσασθαι τὴν σὴν παρήγαγε γένεσιν ἐπ’ ἀγαθῇ μοίρᾳ τῆς οἰκουμένης. εἶτα ἐρεῖς ἐὰν ἔχῃς παιδείαν καὶ
20ἀνατροφὴν ἔνδοξον. εἶτα ἐφάψῃ τῶν ἀρετῶν ἐπὶ τού‐ τοις, τῆς ἀνδρείας πρώτης· ὅτι 〈καὶ〉 γάρ τοι διατελεῖς ἐν δουρὶ καὶ ἵππῳ καὶ ἀσπίδι ἄθλους μεγίστους ἀγωνιζό‐ μενος ὑπὲρ τῆς ὑφ’ ἥλιον, καθάπερ Ἡρακλέα φασὶ τὸν Διός· ἐν ᾧ μνημονεύσεις ὅτι βαρβάρων οἱ μὲν τελέως
25ἀπολώλασιν, οἱ δὲ δυστυχοῦσιν, οἱ δ’ αἰχμάλωτοι παρ’ ἡμᾶς ἤχθησαν, οἱ δὲ οὐδὲ ἀντέχειν δύνανται, ὥσπερ οὐδὲ πρὸς τὰς ἡλίου βολὰς ἀτενίζειν τολμῶντες. μετὰ τὴν ἀνδρείαν, ἐν ᾗ καὶ τὰ κατὰ τὸν πόλεμόν ἐστιν, ἐρεῖς λοιπὸν περὶ τῶν κατὰ εἰρήνην, καὶ μετὰ ταῦτα ἐπάξεις
30ὅτι τοιγάρτοι διὰ τοῦτο στεφανοῖ σε ἡ πόλις, ἅμα μὲν
χάριτας ἐκτιννῦσα ὑπὲρ ὧν ὁσημέραι εὐεργετούμεθα,178

423

ἅμα δὲ καὶ δεομένη καὶ ἱκετεύουσα καὶ θαρροῦσα τῇ σῇ περὶ πάντα φιλανθρωπίᾳ, ὅτι οὐδενὸς ἀποτεύξεται. εἶτα ἀξιώσεις ἀναγνωσθῆναι τὸ ψήφισμα. ἔστω δέ σοι ὁ λόγος μὴ πλειόνων ἑκατὸν πεντήκοντα ἢ καὶ δια‐
5κοσίων ἐπῶν.
6tΠΕΡΙ ΠΡΕΣΒΕΥΤΙΚΟΥ
7 Ἐὰν δὲ ὑπὲρ πόλεως καμνούσης δέῃ πρεσβεῦσαι, ἐρεῖς μὲν καὶ ταῦτα ἃ προείρηται ἐν τῷ στεφανωτικῷ, πανταχοῦ δὲ τὸ τῆς φιλανθρωπίας τοῦ βασιλέως αὐξή‐
10σεις, καὶ ὅτι φιλοικτίρμων καὶ ἐλεῶν τοὺς δεομένους, καὶ ὅτι διὰ τοῦτο ὁ θεὸς αὐτὸν κατέπεμψεν, ὅτι ᾔδει αὐτὸν ἐλεήμονα καὶ εὖ ποιοῦντα τοὺς ἀνθρώπους. καὶ ὅταν εἴπῃς τὰ ἀπὸ τῆς ἀνδρείας ἐν τοῖς πολέμοις καὶ τὰ ἀπὸ τῆς εἰρήνης ἀγαθά, ἥξεις ἐπὶ τὴν μνήμην τῆς
15πόλεως, ὑπὲρ ἧς πρεσβεύεις. ἐν δὲ ταύτῃ δύο τόπους ἐργάσῃ, ἕνα μὲν τὸν ἀπὸ τῆς τοῦ ἐναντίου αὐξήσεως, οἷον· ἦν ποτε τὸ Ἴλιον πόλις λαμπρὰ καὶ ὀνομαστοτάτη τῶν ὑφ’ ἥλιον πασῶν, καὶ ἀντέσχεν πρὸς τοὺς ἀπὸ τῆς Εὐρώπης πολέμους τὸ παλαιόν· εἶτα τὸν ἐκ διατυπώ‐
20σεως, ἐν ᾧ καὶ διασκευάσεις τὴν παροῦσαν τύχην, ὅτι πέπτωκεν εἰς ἔδαφος, καὶ μάλιστα ἐκείνων μνημονεύ‐ σεις ἃ πρὸς τὴν χρείαν καὶ τὴν ζωὴν συμβάλλεσθαι πέφυκε, καὶ ὧν εἰώθασιν οἱ βασιλεῖς προνοεῖσθαι, οἷον ὅτι λουτρὰ συμπέπτωκεν, ὑδάτων ὀχετοὶ διεφθά‐
25ρησαν, κόσμος ὁ τῆς πόλεως συγκέχυται· καὶ τὰ τοιαῦτα ἐλεεινολογησάμενος ἐπάξεις ὅτι διὰ ταῦτα ἱκετεύομεν, δεόμεθα, πρὸ τῶν γονάτων πίπτομεν, τὰς ἱκετηρίας προτείνομεν· νόμιζε γὰρ τὴν τοῦ πρεσβευτοῦ φωνὴν εἶναι πάσης τῆς πόλεως, δι’ ἧς [νόμιζε] καὶ παῖδας καὶ
30γυναῖκας καὶ ἄνδρας καὶ πρεσβύτας δάκρυα προχέειν,

424

παρακαλεῖν σε πρὸς ἔλεον. εἶτα ἀξιώσεις ἐπινεῦσαι
αὐτὸν δεχθῆναι τὸ ψήφισμα.180
3tΠΕΡΙ ΚΛΗΤΙΚΟΥ
4Ἐὰν ἄρχοντα καλῇς εἰς πανήγυριν, ὡς ἔθος,
5ἐρεῖς μὲν ἐν τοῖς προοιμίοις τὴν αἰτίαν τῆς ἀφίξεως καὶ τῆς κλήσεως, ὅτι πέπομφεν ἡ πόλις πάλαι μὲν καὶ ἄνευ προφάσεως ποθοῦσα καὶ βουλομένη τῶν σοι προσόντων ἐξαιρέτων μετέχειν ὁσημέραι· πολὺ δὲ πλεῖον ἐπὶ τοῦ παρόντος, ὅτι καὶ πανήγυριν ἄγει καὶ δεῖται μείζονος
10θεατοῦ πρὸς τὰ δρώμενα. εἶτα ἐρεῖς ἐγκώμιον τῆς πανηγύρεως, ἐφ’ ἣν ἡ κλῆσις, εἰπὼν ὧδέ πως· ἵνα δὲ γνῷς τὴν ὑπόθεσιν καὶ τὴν πανήγυριν ἐφ’ ἣν ἡ κλῆσις, μικρὸν ἄνωθεν ἄρξομαι. καὶ ἐρεῖς [τῆς πανηγύρεως ἐγκώμιον, μετὰ δὲ τὴν πανήγυριν ἐπαινῶν καὶ λέγων]
15ὅτι τίθεται θεῶν τινι ἢ ἡρώων. μετὰ δὲ τὸν τῆς πανηγύ‐ ρεως ἔπαινον ἐρεῖς ἐγκώμιον τῆς πόλεως, εἴ τι ἀρχαῖον ἔχεις, εἶτα τοῦ ἄρχοντος ἀναγκαίως. δεῖ γὰρ πρότερον ἐγ‐ κωμιάσαι τὴν πανήγυριν (τοῦτο γὰρ ἐνταῦθα τὸ προηγού‐ μενον καὶ ἀπὸ τῶν προηγουμένων ἄρχεσθαι μάλιστα δεῖ),
20εἶτα τὴν πόλιν, καὶ μετὰ ταῦτα τὸν ἄρχοντα. προσθήσεις δὲ πανταχοῦ τὸ τῆς πανηγύρεως· πλέον γάρ τι ἐχέτω καὶ οὗτος ὁ λόγος τὸ τῆς πανηγύρεως, διότι οὐχ ἁπλῶς κλῆ‐ σίς ἐστιν, ἀλλὰ καὶ ἐπὶ πανήγυριν. ἔφαμεν δὲ δεῖν πανταχοῦ τὸ ἐξαίρετον τῆς ὑποθέσεως πλεονάζειν. λέγε
25δὲ τὰ κατὰ τὴν πανήγυριν μετὰ τὸν ἄρχοντα οὕτως, ὅτι σεμνὴ καὶ ὅτι θαύματος ἀξία πολλοῦ, καὶ ὅτι θεάσῃ δήμους, πόλεις συνεληλυθυίας, ἀθλητὰς πανταχόθεν τοὺς ἀρίστους, κιθαριστάς, αὐλητάς, οὐκ ὀλίγους τῶν τὴν μουσικὴν μετιόντων ἀνδρῶν· οἵ σε περιμένουσι
30καὶ οὐδὲ τούτων οὐδεμίαν ἀπόλαυσιν ἕξειν ἡγούμενοι χωρὶς τῆς σῆς ἐπιδημίας καλοῦσιν ἐπὶ τὴν πανήγυριν

425

νῦν, ἵνα ὑπὸ σοὶ θεατῇ ταύτην τελέσωσι. τίς δὲ οὐ θαυμάσει πεισθέντα σε; τίς δ’ οὐ θέαμα τῆς πανηγύ‐ ρεως αὐτῆς τάχα σεμνότερον ἴδοι σέ; εἶτα ἐρεῖς· αἰδεῖ‐ σθαι δέ σε δεῖ καὶ τὸν θεόν, ᾧ τελεῖται τὰ τῆς πανη‐182
5γύρεως, καὶ χαρίζεσθαι τούτῳ· καὶ γὰρ εὐσεβὴς ὁμοῦ καὶ πείθεσθαι δόξεις. εἶτα ἐρεῖς· καὶ τὰ μὲν τῆς πα‐ νηγύρεως ἅπαντα παρεσκεύασται, μόνος δὲ σὺ ταύτῃ λείπεις, ὥστε ἥκοις ἄν. εἶτα συγκρινεῖς τὴν πανήγυριν ἑτέρᾳ πανηγύρει, δεικνὺς οὐκ εἰς μικράν τινα καὶ εὐ‐
10τελῆ καλῶν ἑορτήν. προσθήσεις δὲ ὅτι εἰ μὲν πεισθείης, ἐνδοξότερος ἐγὼ πείσας, ἐνδοξότερα δὲ τὰ δρώμενα, σεμνοτέρα δὲ ἡ πόλις, ὁ δὲ θεὸς ἡσθήσεται· εἰ δὲ ἀποτύχοιμι, ὅπερ οὐκ οἴομαι μηδὲ εἴη, ἄλλην μὲν ὁδὸν ἐγὼ τραπήσομαι—τίς γάρ μοι τῆς πατρίδος ἔτι
15πόθος ἀποτυχόντι τῆς τοσαύτης πρεσβείας; —ἡ δὲ πόλις ἀντὶ πανηγύρεως ἕξει συμφοράν, ὅπερ οὐδὲ λέγειν ἄξιον· οὐκοῦν σπεῦδε θᾶττον ἐπ’ αἰσίοις συμβόλοις πεισθεὶς τῇ πόλει παρακαλούσῃ, σπεῦδε εἰς τὴν πανή‐ γυριν—ὁ γὰρ τοῦ πρεσβευτοῦ λόγος φωνὴ τῆς πόλεως—
20ἵνα σου μετὰ τῶν ἄλλων πράξεων καὶ τοῦτο κατα‐ λέγωμεν. Ἐὰν δὲ μήτε πανήγυρις μήτε ἱερομηνία τυγχάνῃ, δι’ ἣν ἡ κλῆσις, ἀλλ’ ἁπλῶς ἐπὶ πόλιν καλῇς, εὐθέως ἐν προοιμίοις ἐρεῖς· φθάνεις μὲν ἴσως καὶ πρὸ τῶν
25ἡμετέρων λόγων εὖ διακείμενος πρὸς τὴν πόλιν τὴν ἡμετέραν καὶ πόθον ἔχων τῆς θέας· καὶ γὰρ τοῦτο τεθρύληται· ὅμως δὲ κέρδος μέλλοντες κερδαίνειν οὐχὶ σμικρὸν ἥκομεν τῆς προαιρέσεως χάριν ἐκτιν‐ νύντες διὰ τῆς εὐφημίας, καλοῦντες δὲ οὐδὲν ἧτ‐
30τον καὶ παρακαλοῦντες ἐφ’ ἣν σπεύδεις ἐλθεῖν. εἶτα ἐὰν ἀξίωμα ὁ καλῶν ἔχῃ λαμπρόν, ἐρεῖς τι καὶ περὶ τούτου ἐν προοιμίῳ δευτέρῳ· πολλοὶ μὲν οὖν τὴν

426

χειροτονίαν ταύτην ἐμνήστευον καὶ πρέσβεις αἱρε‐ θῆναι παρὰ τὴν σὴν μεγαλοπρέπειαν ἔσπευδον, ἡ πόλις δὲ εἵλετο τάχα που τῶν μνηστευσάν‐ των οὐ τὸν χείρω, πάντως δὲ ἔξεστί σοι μαθεῖν
5τῶν Ἀθηναίων λόγων τὸν τρόφιμον. ἀτύφως δὲ ἐρεῖς τὸ προοίμιον ἐμφαίνων μὲν τὸ ἀξίωμα, μὴ παρε‐ χόμενος δὲ φορτικὸν τὸν λόγον. μετὰ δὲ τὰ προοίμια ἥξεις ἐπὶ τὰ ἐγκώμια τῆς πόλεως, οὐ θέσιν μὲν ἐν‐ ταῦθα ἐκφράζων, οὐδὲ ἀέρων φύσεις, ἐπὶ δὲ τὰς πρά‐184
10ξεις καὶ τὴν ἀξίαν μᾶλλον τρέψεις τὸν λόγον οὕτω πως· πάλαι μὲν οὖν ἐσεμνύνετο παλαιοῖς διηγήμασιν ἡμῖν ἡ πόλις Ἀλεξάνδρου καὶ τοῖς κάλλεσι τῶν οἰκοδο‐ μημάτων, νυνὶ δὲ ἁπάντων ἀμελήσασα τῶν τοιούτων ἐπὶ σοὶ μόνῳ σεμνύνεται. εἶτα εὐθὺς ἐρεῖς, εἴ τι λέγειν
15ἀρχαῖον ἔχοις τῆς πόλεως, καὶ μετὰ ταῦτα τὸν τοῦ ἄρχοντος ἔπαινον· τίς δὲ οὐκ ἂν ἄνδρα ταῖς ἀρεταῖς ὑπερβάλλοντα θαυμάσειεν; εἶτα ἐρεῖς περὶ τῶν ἀρετῶν τῶν τοῦ ἄρχοντος οἷός ἐστι· καὶ ἐὰν μὲν πρώ‐ τως ἐπιδημεῖν μέλλῃ, μετὰ τὰ ἐγκώμια τοῦ ἄρχοντος
20ἐρεῖς ἔκφρασιν διὰ βραχέων τῆς χώρας, εἶτα τῆς πό‐ λεως, ὥσπερ προείρηται, λοιπὸν παρακαλέσεις ἐπὶ ταῦτα ἐλθεῖν· ἴθι τοιγαροῦν ταῦτα ἐποψόμενος, ἴθι προσθήσων τοῖς κάλλεσιν, ἄλλος Ἀλέξανδρος ἡμῖν γενόμενος· †εὐτυχήσας† πρὸς ὑποδοχὰς τῶν ἀρχόντων
25†οὐδέποτ’†, οὐκ ἀέρων χάριν, οὐκ ἦθος ἀνδρῶν, οὔτε μετριότητα τρόπων, οὔτ’ ἄλλην σεμνότητα· ἔστι γὰρ ἡμῖν ἡ πόλις ὥσπερ τέμενος ἀρετῶν. Ἀθηναῖοι μὲν οὖν ἐπὶ παλαιοῖς σεμνύνονται διηγήμασι καὶ μουσείοις καὶ λόγοις, ἡμῶν δὲ πολλοὶ τὰ τῶν Ἀθηνῶν ἠρανίσαντο,
30μουσεῖον δὲ οὐδὲν ἧττον τὸ παρ’ ἡμῖν τῶν παρ’ ἐκεί‐ νοις· καὶ γὰρ ἀρίστους ἐκπέμπομεν καὶ τελείαν τὴν ἀρετὴν κτησαμένους παρ’ ἐκείνων δεχόμεθα· οὗτοί

427

σε δορυφορήσουσιν, οὗτοί σε δεξιώσονται. εἶτα συγ‐ κρινεῖς τὴν πόλιν ἢ ταῖς Ἀθήναις ἢ τῇ Ῥώμῃ ἢ ἄλλῃ τινὶ τῶν ἐνδόξων πόλεων· καὶ διὰ ταῦτα οὖν, ὅτι οὐ‐ δεμιᾶς τῶν μεγίστων λείπεται, προσήκει σοι ταύτην
5ἰδεῖν· ὥσπερ γὰρ ὁ πλούτῳ κομῶν καὶ περιουσίαν ἔχων
τοῖς ἐξαιρέτοις τῶν κτημάτων ὡραΐζεται, οὕτω προσήκει καὶ τὸν ἄρχοντα ταύταις ταῖς μεγίσταις τῶν πόλεων σεμνύνεσθαι καὶ παρὰ ταύτας σπεύδειν, ὅσαι τὸ μεῖζον ἔχουσι πλεονέκτημα, τοὺς λόγους, καὶ τὰ λοιπὰ πρὸς186
10ἀρετὴν ἥκοντα. εἶτα διαγράψεις τῷ λόγῳ τὸν ὅλον τόπον †ὡς ἐπιλογικόν†, ὃν δὴ διϊὼν ὄψεται, καὶ ὅλην παραπέμψεις αὐτὸν τῷ λόγῳ τὴν ὁδὸν ἐκφράζων ἠπείρους, ὄρη, πελάγη. εἶτα μετὰ ταῦτα ἐπιστήσας αὐτὸν τῇ πόλει ἐρεῖς οἷα κάλλη διαδέξεται αὐτόν, καὶ
15οἷα προαπαντήσει αὐτῷ τῆς πόλεως θεάματα, ἄλση καὶ ποταμοὶ καὶ ὅσα τοιαῦτα. προσθήσεις δὲ τοῖς ἐπιλόγοις καὶ ὅτι ἕστηκεν ἡ πόλις ἤδη πρὸ τῶν πυλῶν σὺν ὁλοκλήροις τοῖς γένεσι προαπαντῶσα, δεξιουμένη, εὐχομένη τῷ κρείττονι οὐκ εἰς μακράν σε θεάσασθαι·
20μὴ τοίνυν διαψεύσῃς αὐτὴν τῆς ἐλπίδος μηδὲ εἰς ἀηδίαν τὴν προσδοκίαν αὐτῆς μεταβάλῃς. ὥσπερ γὰρ τὸν Ἀπόλλω πολλάκις ἐδέχετο τοῖς Σμινθίοις, ἡνίκα ἐξῆν θεοὺς προφανῶς ἐπιδημεῖν εἰς ἀνθρώπους, οὕτω καὶ σὲ ἡ πόλις προσδέχεται, καὶ ποιηταὶ μὲν εὐτρε‐
25πεῖς ἔχοντες ἤδη Μουσῶν ἔργα πεποιημένα, καὶ συγ‐ γραφεῖς καὶ πάντες πρὸς ὕμνον σὸν καὶ εὐφημίαν εὐτρεπεῖς· καὶ νόμιζε τὴν πόλιν αὐτὴν παρεστῶσαν παρακαλεῖν καὶ τῶν αὑτῆς ἀρχαίων ὑπομιμνή‐ σκειν, ὡς οὐδεμιᾶς τῶν ὑπηκόων λείπεται, τάχα που
30καὶ πολλῶν κρείττων· δίδου τι καὶ σεμνύνεσθαι τῷ πρεσβεύσαντι, καὶ γὰρ ἀκήκοας ὡς οὐ φαῦλος ἐν πρώτοις

428

τῶν μὴ σύ γε μῦθον ἐλέγξῃς μηδὲ πόδας, καθάπερ τις ἥρως πρεσβεύων παρ’ Ὁμήρῳ φησί. πεί‐ θομαι δὲ σὺν ἐμαυτῷ καὶ τὸν Ἀπόλλω παρεῖναι τὸν
5Σμίνθιον· τί γὰρ οὐκ ἔμελλεν ἀνδρὶ μουσικῷ καὶ λογίῳ σοὶ προσεῖναι; Ἐὰν δὲ τύχῃ φθάσας τὴν θέαν τῆς πόλεως πρὸς ἣν ἡ κλῆσις αὐτῷ, αὐτὰ πάλιν ταῦτα τὰ τῆς πόλεως ὡς πρὸς εἰδότα ὑπομιμνήσκων λέγε, τὴν μὲν αὐτὴν ἀκο‐
10λουθίαν τῶν κεφαλαίων σώζων ὡς διῃρήκαμεν, με‐ θοδεύων δὲ ἄλλως τὰ ἐγκώμια, οἷον τυγχάνεις μὲν θεασάμενος τὸ κάλλος τῆς πόλεως καὶ τὴν θέσιν, εἰ δέ σε ᾕρηκεν ὁ πόθος, ἴθι καὶ δεύτερον καὶ πολλάκις· οἱ γὰρ ἐρασταὶ τῶν ἐρωμένων εἰώθασιν ἐμπίπλασθαι μὲν188
15πολλάκις, ἀποσχισθέντες δὲ καὶ †εὐθὺς† ἐρᾶν. καὶ τοι‐ ούτοις χρήσῃ νοήμασιν ἐν τοῖς κεφαλαίοις. εἰ δὲ βού‐ λει καὶ ἀπὸ προοιμίων ἀκούειν, λεγέσθω πάλιν διὰ βραχέων. οὐκοῦν ἐν μὲν τῷ προοιμίῳ εὐθὺς ἐρεῖς· ᾕρηκας τὴν πόλιν τὴν ἡμετέραν τῷ πόθῳ, ὦ πάντων
20ἀρχόντων ἄριστε, καὶ τοῦτό σοι τῶν ἐρώτων σημεῖον ἔσται, πέπομφε πάλιν καλοῦσα καὶ δεύτερον, οὐδεμίαν ἡμέραν ἐνεγκεῖν δυνηθεῖσα, ἀλλ’ ὥσπερ οἱ μανικῶν τόξοις πληγέντες ἐρώτων οὐκ ἀνέχονται μὴ τοὺς ἐρω‐ μένους ὁρᾶν, οὕτως ἐπὶ σοὶ ἐκχυθεῖσα ἡ πόλις μικροῦ
25μὲν ἅπασα ἐκινδύνευεν εἰσδραμεῖν· πέπομφε δὲ ὃν ᾤετο μάλιστα πείσειν σε τὸ δεύτερον· ηὔχετο μὲν οὖν τῷ θεῷ μηδὲ τὴν ἀρχὴν ἀπολιπεῖν, μηδὲ ἄλλην προτι‐ μοτέραν ἑαυτῆς ἡγήσασθαι. ἐπεὶ δὲ νικᾷς ἐν πᾶσι καὶ ἔδει παραχωρεῖν ἕως ἐξῆν, συγχωρήσασα πάλιν ἱκε‐
30τεύει παρ’ αὑτὴν ἐλθεῖν σε καὶ δεύτερον. εἶτα ἐπιβα‐ λεῖς τὰ ἐγκώμια τῆς πόλεως ἐκ μεταχειρίσεως λέγων· εἰ μὲν οὖν ἠγνόεις παρ’ ἣν σπεύδεις, ἔδει καὶ διδάσκειν

429

τυχόν· εἰ δὲ τὴν Ἀλεξάνδρου πόλιν τοῦ Διὸς οὐκ ἀγνοεῖς, οὐδὲ τῶν ἀρχαίων [οὐδὲ] τῶν παρ’ ἡμῖν οὐδὲν ἴσως ἀγνοοῦντι 〈τί〉 σοι ἐρῶ; καὶ ἕξεις λοιπὸν τῆς μνήμης καιρὸν τῶν ἀρχαίων· διὰ γὰρ τούτων σε ἐλθεῖν παρ’
5ἑαυτὴν ἔπεισε καὶ πρότερον, νῦν δὲ οὐκ ἀξιοῦσα πάλιν ὀφθῆναι μᾶλλον ταύτην πεποίηται τὴν κλῆσιν, ἀλλὰ τοὐναντίον ἀξιοῦσα σὲ διὰ τὰς ἀρετὰς ἰδεῖν· οὐ γὰρ ἀγνοεῖ τὴν σὴν δικαιοσύνην· οἷς καὶ συνάψεις αὐτοῦ τὰ ἐγκώμια πανταχοῦ προστιθεὶς ἐφ’ ἑκάστου τῶν
10ἐπιχειρημάτων τὸ ὅτι διὰ ταῦτά σε καλεῖ. δεῖ γὰρ ἐν τοῖς κλητικοῖς καὶ τὰς αἰτίας τῆς κλήσεως προστιθέναι, ἵνα τὸ ἴδιον ἔχῃ τοῦ κλητικοῦ, ὥσπερ καὶ ἐν ταῖς ἄλλαις ὑποθέσεσι τὰ ἑκάστῃ οἰκεῖα. μετὰ δὲ τὰ ἐγκώμια τοῦ ἄρχοντος ἐκ μεθόδου πάλιν ἐρεῖς πρότερον μὲν τὴν190
15θέσιν τῆς χώρας καὶ τῆς πόλεως, εἶτα τὸ κάλλος τῆς πόλεως· ὡραΐζεται μὲν γὰρ ἡ πόλις κάλλεσιν ἱερῶν καὶ στοῶν καὶ λουτρῶν μεγέθεσιν, ὡς αὐτὸς ἑώρακας, ἀλλὰ ταῦτα σύμπαντα μικρὰ πρὸς τὴν σὴν θέαν ὑπο‐ λαμβάνει· τί γὰρ οὐκ ἐξαίρετον τῶν παρ’ ἡμῖν; τί δ’
20οὐ κάλλιστον; οὐχ ἵππων ἅμιλλαι; οὐ θεάτρων τέρψεις καὶ πανηγύρεων; καὶ ὅσα τοιαῦτα προείρηται ἡμῖν ἐπὶ τοῦ 〈μὴ〉 φθάσαντος [κλητικοῦ] ἐρεῖς. Εἰ δὲ παρὰ πόλιν καλοίης ἄρχοντα μὴ πάνυ τι σεμνὸν μηδὲ ἀρχαῖον ἔχουσαν, ὅπερ οὐκ οἶμαι, τὴν
25θέσιν ἐρεῖς μετὰ τὰ προοίμια τῆς χώρας, εἶτα τῆς πόλεως, εἶτα τοῖς ὅλοις ἐφεξῆς χρήσῃ κεφαλαίοις· ἀνα‐ πληρώσει γάρ σοι ἡ θέσις τὸν τῆς πόλεως ἔπαινον. ἔνιοι δὲ διαιροῦσι τὸν κλητικὸν μετὰ τὰ προοίμια ἑτέρως, κατὰ ἕνωσιν ὡς ἂν εἴποι τις τὸ τῆς πόλεως
30ἐγκώμιον καὶ τὸ τοῦ ἄρχοντος προάγοντες, τοῖς δὲ ἄλλοις οὕτως, ὡς ἤδη φθάσαντες εἴπομεν, χρώμενοι· κατὰ ἕνωσιν δὲ ἔφην οὕτως, οἷον θαυμαστὸν μὲν ἡμεῖς

430

αὐχοῦμεν οἰκιστήν, οὗτος δὲ γένος· φιλάνθρωπος ἡ πόλις· καὶ τούτου τὸ πλεονέκτημα. ἢ τοὐναντίον τὰ τοῦ ἄρχοντος προτάττουσιν, ὅπερ ἄμεινον, τὰ δὲ τῆς πόλεως τοῖς ἐκείνου ὑποβάλλουσιν, οἷον γένος σοι
5λαμπρὸν καὶ ἡμῖν οἰκιστὴς θαυμαστός· δίκαιος 〈εἶ〉, οὐδὲ ἡ πόλις ἀμοιρεῖ τοῦ πλεονεκτήματος· φιλανθρωπίαν τιμᾷς, καὶ ἡ πόλις ἡ καλοῦσα φιλάνθρωπος. προάξεις
δὲ καὶ τὸν κλητικόν, ὡς ἂν αὐτὸς ἔχειν δοκιμάσῃς.192
9tΠΕΡΙ ΣΥΝΤΑΚΤΙΚΟΥ
10 Ὁ συνταττόμενος δῆλός ἐστιν ἀνιώμενος ἐπὶ τῷ χωρισμῷ, καὶ εἰ μὴ ὄντως ἀνιῷτο, προσποιήσεται πεπον‐ θέναι πρὸς ἐκείνους ἐρωτικὸν οἷς συντάττεται. προὔλαβε μὲν οὖν ὁ θεῖος Ὅμηρος καὶ τοῦτο τὸ εἶδος· κινῶν γὰρ ἐκ τῆς Φαιακίας Ὀδυσσέα ποιεῖ συνταττόμενον αὐτὸν Ἀλκι‐
15νόῳ καὶ Φαίαξι καὶ μικρὸν ὕστερον Ἀρήτῃ τῇ Ἀλκι‐ νόου, καὶ περιτέθεικεν αὐτῷ συνταττομένῳ τῇ γυναικὶ ταῦτα τὰ ἔπη· χαῖρέ μοι, ὦ βασίλεια, διαμπερὲς εἰσόκε γῆρας ἔλθοι καὶ θάνατος, τά τ’ ἐπ’ ἀνθρώποισι πέλονται,
20 αὐτὰρ ἐγὼ νέομαι, σὺ δὲ τέρπεο τῷδ’ ἐνὶ οἴκῳ παισί τε καὶ λαοῖσι καὶ Ἀλκινόῳ βασιλῆι. πρὸς δὲ τοὺς Φαίακας καὶ Ἀλκίνοον ἡνίκα συνετάττετο φησὶν αὐτὸν εἰρηκέναι ἐν τῇ ῥαψῳδίᾳ ταῦτα· Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
25 πέμπετέ με σπείσαντες ἀπήμονα, χαίρετε δ’ αὐτοί· ἤδη γὰρ τετέλεσται ἅ μοι φίλος ἤθελε θυμός, πομπὴ καὶ φίλα δῶρα, καὶ τὰ ἑξῆς. ἐπειδὴ δὲ δεῖ τὸν ῥήτορα καὶ περιεργό‐ τερον χρῆσθαι τῷ εἴδει καὶ ἐξεργασίᾳ πλείονι, φέρε
30μὴ ἀφιστάμενοι τοῦ Ὁμηρικοῦ ἔθους διέλωμεν. χάριν ὁμολογήσει τῇ πόλει, ἐξ ἧς ἡ ἐπάνοδος, ἐπαινέσει δὲ

431

αὐτήν, ὁπόθεν ἂν ὁ καιρὸς αὐτῷ διδῷ τὰ ἐγκώμια, οἷον ἀπὸ τῶν ἀρχαίων εἴ τι σεμνὸν ἔχοι, ἀπὸ τῶν ἀέρων, ἀπὸ τοῦ εἴδους τοῦ κάλλους, οἷον ἀπὸ στοῶν καὶ λιμένων καὶ ἀκροπόλεως καὶ ἱερῶν πολυτελῶν καὶ
5ἀγαλμάτων. ἐπαινέσει δὲ μετὰ ταῦτα καὶ τὰς ἐν αὐτῇ πανηγύρεις καὶ ἱερομηνίας καὶ μουσεῖα καὶ θέατρα καὶ
ἀγώνων διαθέσεις, πανταχοῦ παραπλέκων, ἵνα μὴ ἁπλοῦν γένηται ἐγκώμιον, τὸ ὅτι ἀνιᾶται μέλλων τού‐ των χωρίζεσθαι ἐφ’ ἑκάστῳ σχεδὸν εἰπεῖν τῶν νοημά‐194
10των, ἵνα συντακτικὸν εἶδος ὁ λόγος λάβῃ. ἐπαινέσει δὲ καὶ τοὺς ἄνδρας, οἷον ἱερέας, εἰ τύχοι, δᾳδούχους τε καὶ ἱεροφάντας, καὶ τὰ ἤθη τῶν ἀνδρῶν, ὅτι ἥμεροι καὶ φιλόξενοι· καὶ ἑταίροις δὲ ὁμοίως συντάξεται, κἀνταῦθα ἐνδεικνύμενος τὸ ἀλγεῖν καὶ δακρύειν
15ἐπὶ τῷ χωρισμῷ. μετὰ δὲ τὸ πρῶτον μέρος ἥξει πάλιν ἐφ’ ἕτερον μέρος, ἐν ᾧ μνησθήσεται καὶ τῶν τόπων εἰς οὓς ἐπελεύσεται. καὶ εἰ μὲν εἶεν ἄγνωστοι οἱ ἄνδρες παρ’ οὓς καὶ σπεύδειν ἔκρινεν, ἐρεῖ· πῶς ἄρα ἡμᾶς ὑποδέξονται, τίνες ἄρα πάλιν συνήθεις; εἰ δὲ
20παρὰ τὴν αὑτοῦ πατρίδα σπεύδει, ἐρεῖ· τίς γὰρ οὐκ ἂν ποθήσειε τὴν οἰκείαν; ἴσως γὰρ ἀκούετε καὶ ὑμεῖς· ἔν‐ δοξος γὰρ καὶ λαμπρὰ παρὰ πᾶσιν ἡμῶν ἡ πόλις. εἶτα συνεύξῃ που τούτοις παρὰ τῶν ποιητῶν ἐξελὼν τὰ κάλλιστα, καὶ ὅτι πολλῶν ἂν χρημάτων προτιμήσειας
25πυνθάνεσθαι δὴ περὶ αὐτῶν τὰ βελτίω, καὶ ὅτι ἐπι‐ λήσῃ αὐτῶν οὐδέποτε, καὶ ὅτι διαδώσεις λόγον ἁπαν‐ ταχοῦ θαυμάζων αὐτῶν τὰ ἐξαίρετα. συνεύξῃ δὲ ἑαυτῷ καὶ πλοῦν ἀγαθὸν καὶ ἐπάνοδον χρηστήν, καὶ ὅτι, ἂν οὕτω τύχῃ καὶ εἰ παῖδας ποιήσειας, ἀποστελεῖς αὐτοὺς
30ὀψομένους αὐτῶν πόλιν. Ἐὰν δὲ τῇ πατρίδι συντάττεσθαι μέλλῃς, ἔστω μέν σοι ὁμοίως τὰ πρῶτα ἐρωτικά, καὶ ἐχέτω ἔνδει‐

432

ξιν τῆς λύπης ὁ λόγος, ἣν ἔχεις τῶν τοσούτων καλῶν κἀγαθῶν χωριζόμενος, τὰ δὲ δεύτερα τοῦ λόγου ἐχέτω ἔπαινον τῆς πόλεως ἐφ’ ἣν σπεύδεις, οἷον τῆς δόξης, τῆς εὐκλείας, ὅτι πυνθάνομαι τὴν πόλιν εἶναι μεγάλην
5καὶ θαυμαστήν, ὅτι ἀκούω λόγων αὐτὴν εἶναι καὶ Μουσῶν ἐργαστήριον. ἐνδιατρίψεις δὲ τῷ λόγῳ τῷ περὶ τῆς χρείας καὶ τῆς αἰτίας δι’ ἣν ἐπείγῃ, ὅτι ἐκεῖ
πυνθάνομαι Πιερίαν ὄντως, ἐκεῖ τὸν Ἑλικῶνα· καὶ ὅταν αὐξήσῃς τοῦτο τὸ μέρος, καὶ τὴν χρείαν ἐρεῖς δι’196
10ἣν σπεύδεις· δεῖ γὰρ ταῖς ἀνάγκαις τοῦτο θεραπεύειν· ὁρῶμεν δὲ καὶ τὴν φύσιν τοῦ παντὸς πειθομένην ταῖς τῆς φύσεως ἀνάγκαις καὶ οἷς ὁ πατὴρ τῶν ὅλων ἐνο‐ μοθέτησε. διὸ καὶ πᾶσα ἀνάγκη τῷ νόμῳ πείθεσθαι τῆς πατρίδος. τοῦτο δέ σοι ἁρμόσει λέγειν οὐχ ὅταν
15ἀπὸ τῆς αὑτοῦ πατρίδος ἐφ’ ἑτέραν σπεύδῃς γῆν, ἀλλ’ ὅταν ἀπ’ ἄλλης εἰς τὴν σαυτοῦ πατρίδα καλῇ. ἐρεῖς δὲ ἐν τούτῳ ὅτι λαμπρὰ καὶ μεγάλη ἡ πατρὶς καὶ ἀξία ποθεῖσθαι, ἀλλ’ ὅμως ὑμεῖς ἐμοὶ ποθεινότεροι. καλὸν μὲν καὶ τὸ περιπτύξασθαι γονέας καὶ ἀδελφοὺς καὶ
20γένος, ἀλλ’ ὅμως οὐ μείονας ἔχω καὶ περὶ ὑμᾶς τοὺς ἔρωτας· ἀλλὰ τί γὰρ δεῖ ποιεῖν· ἀνάγκη γὰρ ἐπείγει. ταῦτα δὲ ἐρεῖς, ὅταν εἰς τὴν ἑαυτοῦ πατρίδα, ὡς ἔφα‐ μεν, ἀπὸ τῆς ἀλλοδαπῆς ἀπαίρειν μέλλῃς. ἐρεῖς δὲ ἐν ἀρχῇ τοῦ δευτέρου μέρους τῆς συντακτικῆς ταῦτα
25εὐθὺς μετὰ τὰ ἐρωτικά, εἶτα δὲ ἄλλα τάξεις ἐφεξῆς, ὡς ἔφαμεν. Ἐπανέλθωμεν δὴ πάλιν εἰς τὸν προκείμενον λόγον, ὅταν τις ἀπαίρειν ἀπὸ τῆς ἰδίας πατρίδος εἰς ἄλλην πόλιν βούληται. οὐκοῦν ἐφεξῆς μετὰ τὰ προειρημένα
30περὶ τούτου, λέγω δὴ μετὰ τὸ εἰπεῖν ὅτι πυνθάνομαι τὴν Πιερίαν ὄντως ἐκεῖ τυγχάνειν καὶ τὸν Ἑλικῶνα, 〈ἐρεῖσ〉 ὡς ἐνδέχεται ἔτι τὰ τῆς ἡλικίας λόγους πονεῖν. εἶτα ἐπά‐

433

ξεις πάλιν ὅτι ἐρανιοῦμαι καὶ λόγους καὶ φιλοσοφίαν, μαθήσομαι δι’ ὑμᾶς καὶ τὴν κοινὴν πατρίδα, καὶ ὅταν αἴσθωμαι τελέως οἷός τε ὢν τὴν ἐνεγκοῦσαν ὠφελεῖν, τότε πάλιν ποθήσω τὴν πόλιν καὶ τὸ γένος. τίς γὰρ
5Σειρῆσι παρατυχὼν ἢ παρὰ Λωτοφάγους ἀφικόμενος οὐκ ἂν ὑμᾶς προτιμήσειεν; ὡς οὐδὲν γλύκιον ἧς πατρίδος οὐδὲ τοκήων, ὡς Ὅμηρός πού φησι, ἧς γαίης καὶ καπνὸν ἀποθρώσκοντα νοῆσαι.
10μετὰ δὲ ταῦτα συνεύξῃ τῇ τε πόλει τὰ κάλλιστα, καὶ σαυτῷ περὶ τῆς ὁδοῦ καὶ περὶ τοῦ τυχεῖν τούτων ὧνπερ σπουδάζεις σὺν ἀγαθῇ καὶ λαμπρᾷ τύχῃ, καὶ περὶ τῆς ἐπανόδου πάλιν· καλλωπίσεις δὲ τὸν λόγον καὶ εἰκόσι καὶ ἱστορίαις καὶ παραβολαῖς καὶ ταῖς ἄλλαις γλυκύτησι198
15καὶ ἐκφράσεσί τισιν ἐν τῷ ἐπαίνῳ τῆς πόλεως, στοῶν καὶ λιμένων καὶ ποταμῶν καὶ πηγῶν καὶ ἄλσεων, καὶ ἦθος δὲ περιθήσεις τῷ λόγῳ μέτριον καὶ ἁπλοῦν καὶ δεξιόν, τὴν ἐπιείκειαν πανταχοῦ ἐμφανίζων μετὰ τοῦ μὴ καθαιρεῖν τὸ ἀξίωμα μηδὲ ὑποπεπτωκέναι. μεμνῆ‐
20σθαι δέ σε χρὴ τοῦ θεωρήματος ὅτι πᾶσα ἀνάγκη καὶ πρώτην ἐπαινεῖν καὶ πρώτην θαυμάζειν τὴν πόλιν πρὸς ἣν ἂν ὁ λόγος σοι γίγνηται, ἀφορᾶν δὲ χρὴ καὶ πρὸς τὰς πόλεις εἰς ἃς σπεύδει τις, καὶ εἰ μὲν ἐφά‐ μιλλοί εἰσιν αἱ πόλεις ἢ ὀλίγῳ βελτίους ἢ καὶ πολλῷ
25τῆς πόλεως πρὸς ἣν ἂν συντάττηταί τις, ἐρεῖς ὅτι οὐ μείων ἐκείνης αὕτη· δεῖ γὰρ μηδαμῶς καθαιρεῖν τὴν πόλιν ἣν ἐπαινεῖν προειλόμεθα καὶ πρὸς ἣν συν‐ ταττόμεθα. εἰ δὲ πολλῷ ἐλάττους εἶεν αἱ πόλεις παρ’ ἃς ἂν σπεύδῃ τις, τότε τὴν χρείαν μᾶλλον αὐξήσεις δι’ ἣν
30σπεύδεις, ὅτι κρείττων μὲν ἡ ὑμετέρα πόλις πρὸς ἣν συντάττομαι, ἡ δὲ ἀναγκαία χρεία τοῦ κτήματος, ὃ βούλομαι ἐρανίσασθαι, μόλις ἂν δι’ ἐκείνης γένοιτο.

434

ἔστω δέ σοι τὸ μέτρον τοῦ λόγου ἡ χρεία. καὶ εἰ μὲν ὡς ἐν λαλιᾷ, βραχὺς δὲ ὁ τῆς λαλιᾶς λόγος, διὰ συν‐ τόμων ἐρεῖς, καὶ μάλιστα ὅταν πρὸς τῇ λαλιᾷ ταύτῃ μέλλῃς ἕτερον εὐθὺς παρέχεσθαι λόγον· εἰ δὲ συν‐
5τάξασθαι μόνον προθυμηθείης, καὶ ταύτην ἐπίδειξιν μόνην κατ’ ἐκείνην τὴν ἡμέραν ποιήσασθαι, προάξεις τὴν συντακτικὴν συγγραφικῶς καὶ ἄχρι διακοσίων στί‐ χων ἢ τριακοσίων, εἰ βουληθείης, καὶ οὐδείς σοι μέμψεται εὖ φρονῶν.
10tΠΕΡΙ ΜΟΝΩΙΔΙΑΣ
11 Ὅμηρος ὁ θεῖος ποιητὴς τά τε ἄλλα ἡμᾶς ἐπαίδευσε καὶ τὸ τῆς μονῳδίας εἶδος οὐ παραλέλοιπε· καὶ γὰρ
Ἀνδρομάχῃ καὶ Πριάμῳ καὶ τῇ Ἑκάβῃ λόγους μονῳ‐ δικοὺς περιτέθεικεν οἰκείους ἑκάστῳ προσώπῳ, ὥσπερ200
15ἐκδιδάξαι βουλόμενος ἡμᾶς μηδὲ τούτων ἀπείρως ἔχειν. χρὴ τοίνυν λαβόντας παρὰ τοῦ ποιητοῦ τὰς ἀφορμὰς ἐπεξεργάζεσθαι ταύτας γνόντας τὸ θεώρημα ἐξ ὧν ὁ ποιητὴς παρέδωκεν. τί τοίνυν ἡ μονῳδία βούλεται; θρηνεῖν καὶ κατοικτίζεσθαι, κἂν μὲν μὴ προσήκων ᾖ
20ὁ τεθνεώς, αὐτὸν μόνον θρηνεῖν τὸν ἀπελθόντα, παρα‐ μιγνύντα τὰ ἐγκώμια τοῖς θρήνοις, καὶ συνεχῶς τὸν θρῆνον ἐμφανίζειν, ἵνα μὴ ἀπολύτως ἐγκώμιον ᾖ, ἀλλ’ ἵνα πρόφασις τοῦ θρήνου ᾖ τὸ ἐγκώμιον· ἂν δὲ προσή‐ κων ᾖ, οὐδὲν ἧττον καὶ αὐτὸς ὁ λέγων οἰκτίσεται ἢ ὅτι
25ὀρφανὸς καταλέλειπται ἢ ὅτι ἀρίστου πατρὸς ἐστέρη‐ ται καὶ τὴν ἐρημίαν ὀδύρεται τὴν ἑαυτοῦ αὐτός. ἐὰν δὲ καὶ πόλεως τύχῃ προεστὼς ὁ μεταστάς, ἐρεῖς τι καὶ περὶ αὐτῆς τῆς πόλεως, μεταχειριζόμενος καὶ ταύτης τὰ ἐγκώμια πρὸς τὴν ὑπόθεσιν, ὅτι λαμπρὰ μὲν ἡ
30πόλις, ὁ δὲ ἐγείρας αὐτὴν ὁ πεπτωκώς ἐστιν. ἢ οὕτω· τίς ἐπιμελήσεται, τίς διασώσει, καθάπερ ἐκεῖνος; ἐὰν

435

δὲ νέος τύχῃ ὁ τελευτήσας, ἀπὸ τῆς ἡλικίας τὸν θρῆνον κινήσεις, ἀπὸ τῆς φύσεως ὅτι εὐφυής, ὅτι μεγάλας παρέσχεν τὰς ἐλπίδας, καὶ ἀπὸ τῶν συμβάν‐ των, ὅτι †ἀνύοντι† αὐτῷ ἔμελλε μετὰ μικρὸν ὁ θάλαμος,
5ἔμελλον αἱ παστάδες· ἀπὸ τῶν περὶ τὴν πόλιν, ὅτι ἡ πόλις ἐπίδοξος ἦν ἕξειν τὸν προστησόμενον, τὸν δημηγορήσοντα, τὸν ἀγῶνας διαθήσοντα. πανταχοῦ δὲ ἐκ μεταχειρίσεως αὐτὰ ταῦτα ἀφορμὰς ποιεῖσθαι τῶν θρήνων δεῖ. χρὴ τοίνυν ἐν τούτοις τοῖς λόγοις
10εὐθὺς μὲν σχετλιάζειν ἐν ἀρχῇ πρὸς δαίμονας καὶ πρὸς μοῖραν ἄδικον, πρὸς πεπρωμένην νόμον ὁρίσα‐ σαν ἄδικον, εἶτα ἀπὸ τοῦ κατεπείγοντος εὐθὺς λαμ‐ βάνειν· οἷον ἐξήρπασαν, οἷα κατὰ τοῦ πεσόντος
ἐκώμασαν. ἀλλ’ ἵνα μὴ πολλάκις ταὐτὰ λέγωμεν, ἁπλῶς202
15χρήσῃ ταύτῃ τῇ τέχνῃ, καὶ διαιρήσεις πρὸς τὰς τοι‐ αύτας ὑποθέσεις τὸν λόγον. διαιρήσεις δὲ τὴν μονῳ‐ δίαν εἰς χρόνους τρεῖς, τὸν παρόντα εὐθὺς καὶ πρῶτον· μᾶλλον γὰρ ὁ λόγος κινητικώτερος εἰ ἀπὸ τῶν ἐπ’ ὄψιν καὶ τῶν νῦν συμβάντων οἰκτίζοι τις,
20εἰ τὴν ἡλικίαν ἢ τὸν τρόπον τοῦ θανάτου λέγοι τις, εἰ μακρᾷ νόσῳ περιπεπτωκὼς εἴη, εἰ ὀξὺς ὁ θάνατος· 〈ἢ〉 ἀπὸ τῆς συνόδου τῶν παρόντων, ὅτι συνεληλύθασιν οὐκ εἰς θέατρον εὔδαιμον, οὐκ εἰς θέαν εὐκταίαν. εἶτα ἀπὸ τοῦ παρεληλυθότος χρόνου, οἷος ἦν ἐν
25νέοις ὅτε ἦν νέος, οἷος ἐν ἀνδράσιν ἀνὴρ τυγχάνων, ὅπως ὁμιλητικός, ὅπως ἤπιος, ὅπως ἐπὶ λόγοις δια‐ πρέπων, ὅπως ἐν νεανίσκοις καὶ ἡλικιώταις γαῦρος, οἷος ἐν κυνηγεσίοις, οἷος ἐν γυμνασίοις· ἀπὸ δὲ τοῦ μέλλοντος, οἵας εἶχεν ἐλπίδας ἐπ’ αὐτῷ τὸ γένος,
30εἶτα ἀποστροφῇ χρήσῃ· ὦ γένος λαμπρὸν καὶ εὐδόκι‐ μον ἄχρι τῆς παρούσης ἡμέρας, ἐκόμας μὲν ἐπὶ χρυσῷ καὶ ὄλβῳ καὶ εὐγενείᾳ τῇ θρυλουμένῃ, ἀλλ’ ἅπαντα

436

συνέχεεν καὶ ἀνεσκεύασεν ὁ πεσών. τί τοιοῦτον κειμή‐ λιον κέκτησαι οἷον ἀποβέβληκας; συνοδύρου οὖν καὶ πατρὶ καὶ μητρί, καὶ αὐξήσεις τὸν οἶκτον· οἵων ἐλπίδων ἐστέρηνται. καὶ ἀπὸ τῆς πόλεως ἐπιχειρή‐
5σεις λέγων πάλιν, οἷος ἂν περὶ αὐτὴν ἐγένετο, οἷον ἂν παρέσχεν ἑαυτὸν εἰς φιλοτιμίαν, καὶ οἷον παρεῖ‐ χεν. κἂν μὲν τῶν πολιτευομένων ᾖ, ἐρεῖς τούτων τὰ πολλὰ ἐν τῷ παρεληλυθότι χρόνῳ· εἰ δὲ τῶν μελλόν‐ των προστατεῖν, ταῦτα ἐρεῖς ἐν τῷ μέλλοντι, καὶ ὅλως
10ἐφαρμόσεις τοῖς χρόνοις ἀεὶ τὰ ἀπὸ τῶν προσώπων. εἶτα μετὰ τοὺς τρεῖς χρόνους διαγράψεις τὴν ἐκφοράν, τὴν σύνοδον τῆς πόλεως· εἴθε μὲν οὖν προεπέμπετο εἰς θάλαμον, εἴθε μὲν οὖν εἰς ἀποδημίαν ἐξ ἧς ἔμελλεν ἐπανιέναι, εἴθε ἀκροασόμενοι λόγων αὐτοῦ
15συνεληλύθειμεν. εἶτα διατυπώσεις τὸ εἶδος τοῦ σώματος· οἷος ἦν, οἷον ἀποβέβληκε τὸ κάλλος, τὸ τῶν παρειῶν
ἐρύθημα, οἵα γλῶττα συνέσταλται, οἷος ἴουλος φαί‐ νεται μαρανθείς, οἷοι βόστρυχοι κόμης οὐκέτι λοιπὸν περίβλεπτοι, ὀφθαλμῶν δὲ βολαὶ καὶ γλῆναι κατακοι‐204
20μηθεῖσαι, βλεφάρων δὲ ἕλικες οὐκέτι ἕλικες, ἀλλὰ συμπεπτωκότα πάντα. εὔδηλον δὲ ὡς αἱ μονῳδίαι εἰώθασιν ἐπὶ νεωτέροις λέγεσθαι, ἀλλ’ οὐκ ἐπὶ γεγη‐ ρακόσι· τοὺς γὰρ πρεσβύτας ὡς νέους ἐν μονῳδίᾳ θρηνεῖν πῶς οὐ περιττὸν ὄντως καὶ μάταιον; ῥηθείη
25δ’ ἂν μονῳδία καὶ ἀνδρὸς ἐπὶ τῇ αὐτοῦ γυναικὶ λέ‐ γοντος· ἐχέτω δὲ μνήμην καὶ ζώων ἀλόγων, οἷον οὐδὲ ἄλογα ζῶα, οἷον βοῦς ἢ ἵππος ἢ κύκνος ἢ χελι‐ δών, ἀνέχεται χωριζόμενα ἀλλήλων, ἀλλ’ ἐπισημαίνει τῇ φωνῇ ὀδυρόμενα, οἷον ὁ κύκνος ἀνεὶς τὸ πτερὸν
30τῷ ζεφύρῳ δακρύει τὸν σύννομον καὶ ὀδύρεται, καὶ 〈ἡ〉 χελιδὼν τὴν μουσικὴν εἰς θρῆνον μεταβάλλει πολλάκις καὶ ἐπὶ τῶν πετάλων τῶν δένδρων ἱζάνουσα κατο‐

437

δύρεται. ἔστω δὲ μὴ πέρα τῶν ἑκατὸν πεντήκοντα ἐπῶν ὁ λόγος διὰ τὸ μὴ ἀνέχεσθαι τοὺς πενθοῦντας μακρᾶς σχολῆς μηδὲ λόγων μήκους ἐν συμφοραῖς καὶ ἀκαιρίαις. ἡ μονῳδία δὲ ἀεὶ ἄνετος.
5tΠΕΡΙ ΣΜΙΝΘΙΑΚΟΥ
6 Δεῖ μὲν ὁμολογεῖν σε εὐθὺς ἐν προοιμίῳ τῷ πρώ‐ τῳ ὅτι δεῖ τὸν λόγους κτησάμενον ἀποδοῦναι λογίῳ θεῷ τὰς χάριτας διὰ τῶν λόγων οὓς δι’ αὐτὸν τὸν μου‐ σηγέτην κεκτήμεθα, ἄλλως τε καὶ ὅτι προστάτης καὶ
10συνεργὸς τῆς ἡμετέρας πόλεως, οὐ μόνον νῦν ἀλλὰ καὶ ἀνέκαθεν, ὥστε διπλῆν τὴν χάριν ὀφείλεσθαι, ὑπέρ τε τῶν λόγων ὑπέρ τε τῶν εὐεργεσιῶν, καὶ τρί‐ τον ὅτι καὶ ἄλλως ὁμολογούμενόν ἐστι δεῖν ἀνυμνεῖν τοὺς κρείττονας καὶ τῆς εἰς αὐτοὺς εὐφημίας μηδέ‐
15ποτε ῥᾳθυμεῖν. τὸ δεύτερον ἐργάσῃ λαβὼν τοιαύτην ἔννοιαν· Ὅμηρος μὲν οὖν πάλαι 〈καὶ ἐν〉 ὕμνοις καὶ τῇ με‐ γάλῃ ποιήσει τοὺς πρὸς ἀξίαν ὕμνους εἴρηκε τοῦ θεοῦ καὶ παρέλιπε τοῖς μετ’ αὐτὸν ὑπερβολὴν οὐδεμίαν· καὶ ὅτι αἱ Μοῦσαι καθ’ Ἡσίοδον πρὸς τὴν ἀξίαν ὑμνοῦσιν
20ἀεὶ τὸν Ἀπόλλωνα· προὔλαβε δὲ καὶ Πίνδαρος ὕμνους γράφων εἰς τὸν θεὸν ἀξίους τῆς ἐκείνου λύρας· ὅμως δ’ ἐπειδήπερ εἰώθασιν οἱ κρείττους καὶ τὰς σμικρο‐ τάτας τῶν θυσιῶν ἀποδέχεσθαι, ὅταν γίγνωνται εὐα‐ γῶς, οὐκ ἀφέξομαι δὴ καὶ αὐτὸς κατὰ δύναμιν ὕμνον206
25ἀναθεῖναι τῷ Ἀπόλλωνι. εὔχομαι δὲ αὐτῷ τῷ Σμινθίῳ Ἀπόλλωνι δύναμιν ἐμποιῆσαι τῷ λόγῳ ἀρκοῦσαν πρὸς τὴν παροῦσαν ὑπόθεσιν. τρίτον· εἰ μὲν οὖν ἡρώων τινὸς ἔμελλον λέγειν ἐγκώμιον, οὐκ ἂν διηπόρησα περὶ τῆς ἀρχῆς, οὐδ’ ὅθεν δεῖ πρῶτον τὴν ἀρχὴν
30τοῦ λόγου ποιήσασθαι. ἐπεὶ δέ μοι καὶ ὁ λόγος τετόλ‐ μηκεν †εἰς† τὸν μέγιστον τῶν θεῶν, ἐδεήθην μὲν

438

χρησμῳδῆσαί μοι τὴν Πυθίαν σεισθέντων τῶν τριπό‐ δων, ὅθεν δεῖ κατατολμῆσαι τοῦ πράγματος, ἐπεὶ δὲ κρύπτει τέως ἡμῖν τὰ μαντεύματα, τοῦτο δόξαν ἴσως τοῖς κρείττοσιν, αἰτήσω παρὰ τῶν Μουσῶν μανθά‐
5νειν, καθάπερ Πίνδαρος τῶν ὕμνων πυνθάνεται, ἀναξιφόρμιγγες ὕμνοι, πόθεν με χρὴ τὴν ἀρχὴν ποιήσασθαι; δοκεῖ δ’ οὖν μοι πρῶτον ἀφε‐ μένῳ τέως τοῦ γένους ὕμνον εἰς αὐτὸν ἀναφθέγ‐ ξασθαι.
10 Μετὰ τὰς ἐννοίας ταύτας τὰς προοιμιακὰς ἐρεῖς εἰς αὐτὸν ὕμνον τὸν θεόν, ὅτι, ὦ Σμίνθιε Ἄπολλον, τίνα σε χρὴ προσειπεῖν; πότερον ἥλιον τὸν τοῦ φωτὸς ταμίαν καὶ πηγὴν τῆς οὐρανίου ταύτης αἴγλης, ἢ νοῦν, ὡς ὁ τῶν θεολογούντων λόγος, διήκοντα μὲν διὰ τῶν
15οὐρανίων, ἰόντα δὲ δι’ αἰθέρος ἐπὶ τὰ τῇδε; ἢ πό‐ τερον αὐτὸν τὸν τῶν ὅλων δημιουργόν, ἢ [πότερον] δευτερεύουσαν δύναμιν; δι’ ὃν σελήνη μὲν κέκτηται σέλας, γῆ δὲ τοὺς οἰκείους ἠγάπησεν ὅρους, θάλαττα δὲ οὐχ ὑπερβαίνει τοὺς ἰδίους μυχούς. φασὶ γὰρ τοῦ
20χάους κατειληφότος τὰ σύμπαντα καὶ πάντων συγκε‐ χυμένων καὶ φερομένων τὴν ἄτακτον ἐκείνην καὶ †ἀμειγῆ† φοράν, σὲ ἐκ τῶν οὐρανίων ἀψίδων ἐκλάμ‐ ψαντα σκεδάσαι μὲν τὸ χάος ἐκεῖνο, ἀπολέσαι δὲ τὸν
ζόφον, τάξιν δ’ ἐπιθεῖναι τοῖς ἅπασιν. ἀλλὰ ταῦτα208
25μὲν σοφῶν παισὶ φιλοσοφεῖν παραλείπω, ἣν δὲ ἀκήκοα μυθολογούντων γένεσιν, ταύτην καὶ δὴ πειράσομαι λέγειν· πάντως δὲ οὐδὲ οὗτος ἀπὸ τρόπου σοι ὁ λόγος, ὃς κεκρυμμένην εἶχεν ἐν ἑαυτῷ τὴν ἀληθεστέραν γνῶ‐ σιν. εἶτα ἐρεῖς κεφάλαιον μετὰ τὸν ὕμνον δεύτερον
30τὸ γένος, ἄρξῃ δὲ ἐκεῖθεν· Ζεὺς ἐπειδὴ κατέλυσε τοὺς Τιτᾶνας ἀρχὴν ἄνομον καὶ ἀκόλαστον ἄρχοντας, μᾶλλον δὲ ὥσπερ βίαιον τυραννίδα διέποντας, καὶ

439

Ταρτάρου μυχοῖς παραδέδωκεν, τότε γένεσιν παίδων δημιουργεῖν ἐνενόησεν, μεθ’ ὧν τὰ πάντα ἄριστα καταστήσειν ἔμελλεν, καὶ μίαν τῶν Τιτανίδων νύμ‐ φην ἐξελόμενος, ἐπειδὴ τοὺς πρὸς Ἥραν θεσμοὺς
5†ἑτέροις τόκοις† ἐφύλαττεν, ἐδημιούργει μετ’ ἐκείνης τὸν τόκον· κάλλει μὲν γὰρ καὶ ὥρᾳ σώματος διέφερεν, ἔπρεπε δὲ γενέσθαι μητέρα Ἀπόλλωνος καὶ Ἀρτέμιδος. καταλαμβάνει δὲ τὴν Δῆλον μέλλουσα τίκτειν ἡδέως, οἱ δέ φασι τὴν Λυκίαν. καὶ λέγουσι μὲν οἱ τὴν Δῆλον
10εὐτυχῆσαι φάσκοντες τὴν ὑποδοχὴν ἀνασχεῖν μὲν ἐκ θαλάττης πρὸ τοῦ κρυπτομένην καὶ οὖσαν ὕφαλον, ὑπο‐ δέξασθαι 〈δὲ〉 πλανωμένην τὴν θεὸν ἐκ Σουνίου τῆς Ἀττι‐ κῆς ἐπιβᾶσαν τῇ νήσῳ· Ὅμηρος δὲ οἶδε μὲν ἐν Λυ‐ κίᾳ γεννώμενον—λέγει γάρ που
15
Λυκηγενέϊ κλυτοτόξῳ— καὶ τὸν τόπον ἐκεῖνον εὐτυχήσαντα τοῦ θεοῦ τὴν γένεσιν. φασὶ δ’ οὖν ἐκφανέντα τῶν ὠδίνων τὸν θεὸν λάμψαι μὲν τοσοῦτον, ὅσον ἐπισχεῖν γῆν καὶ θάλατταν καὶ οὐράνιον κύκλον, Χάριτας δὲ καὶ Ὥρας περιχορεῦ‐
20σαι τὸν τόπον, καὶ τί γὰρ οὐ σύμβολον αἴσιον ἐκ γῆς καὶ θαλάττης καὶ οὐρανοῦ δειχθῆναι. ἐκ δὲ Λυκίας παρ’ ἡμᾶς ἀφικέσθαι λέγουσι τὸν θεὸν καὶ καταλαμβά‐ νοντα τὸ Σμίνθιον μαντεῖον ἐγκαταστῆσαι τῷ τόπῳ καὶ κινῆσαι τρίποδας.
25 Ἐπειδὴ δὲ τὰ κατὰ τὸν τόπον τῆς γενέσεως τοῦ θεοῦ ζητεῖται, τῶν μὲν λεγόντων ὅτι ἐν Δήλῳ, τῶν
δὲ ὅτι ἐν Λυκίᾳ, κατασκευάσεις ὅτι ἀξιόπιστος μάρτυς ὁ ποιητὴς πρὸς τὸ σαυτῷ συμφέρον, ὅτι Λυκηγενῆ αὐτὸν εἴωθεν καλεῖν [ὁ ποιητής]. ἐπάξεις ἀκολούθως ὅτι210
30εἰκὸς ἐν Λυκίᾳ γεννηθέντα καὶ παρ’ ἡμῖν πρῶτον ὀφθῆναι. οὐ γὰρ ἂν μέλλων διαβαίνειν ἐπὶ τὰς νήσους καὶ Κασταλίαν καὶ Δελφοὺς τῶν μὲν παρ’ ἡμῖν ἠμέ‐

440

λησεν, παρὰ δὲ ἐκείνους ἔδραμεν, ἄλλως τε καὶ ὅτι τιμῶν τοὺς ἡμετέρους πατέρας καὶ ῥυόμενος κινδύνων φαίνεται· οὐκ ἂν δὲ τοῦτο ἐποίησε μὴ πάλαι καὶ πρότερον εὐμενῶς πρὸς τὴν χώραν διακείμενος.
5Δελφοὶ μὲν οὖν μεγαλαυχούμενοι τὴν Πυθίαν προβάλλονται καὶ Παρνασσὸν καὶ Κασταλίαν, καὶ τὸν θεὸν μόνοι τῶν ἁπάντων αὐχοῦσιν ἔχειν, ἐγὼ δὲ εἰ δεῖ τἀληθὲς εἰπεῖν συνήδομαι μὲν αὐτοῖς τῆς χάριτος, οὐ μὴν κρίνω γε πράττειν αὐτοὺς τῶν παρ’
10ἡμῖν εὐχερέστερον· καὶ γὰρ ἡμεῖς μετέσχομεν τούτων πρῶτοι τῶν μαντείων, καὶ δεξάμενοι τὸν θεὸν τοῖς ἄλλοις περιεπέμψαμεν, καὶ τὴν παρ’ ἡμῶν ἀπορροὴν ἐκεῖνοι ἀφ’ ἡμῶν κέκτηνται· ἐπίσης τε χαίρει ταῖς προσωνυμίαις τῶν τόπων ὁ θεός, καὶ ὥσπερ ὁ Πύθιος,
15οὕτω καὶ ὁ Σμίνθιος. μετὰ ταῦτα ἐρεῖς ἐγκώμιον τῆς χώρας, ὅτι εἰκότως δὲ τὴν ἡμετέραν χώραν ἠγά‐ πησεν ὁ θεός, ἰδὼν αὐτὴν κάλλει διαφέρουσαν· ἐν ᾧ καὶ ἐκφράσεις τὴν χώραν οἵα ἐστίν, οὐκ ἀκριβῶς μέν, ἐπεξιὼν [τῇ χώρᾳ, γράφε] δὲ τῆς χώρας ἃ δυνατὸν
20κινῆσαι τὸν ἀκροατήν, τὰ μᾶλλον ἐξαίρετα λέγων. εἶτα μετὰ τὴν χώραν ἐπάξεις ἀκολούθως, ὅτι τοιγάρτοι καὶ τιμῶν καὶ συμμαχῶν τοῖς ἡμετέροις διετέλεσεν, ἐν πολέ‐ μοις, ἐν χρησμῳδίαις διαφθείρων παντοδαπῶς τοὺς πο‐ λεμίους. εἶτα μετὰ τοῦτο τὸ κεφάλαιον πάλιν διαιρήσεις
25εἰς τέσσαρα μέρη τὴν δύναμιν τοῦ θεοῦ καὶ ἐρεῖς οὕτως· ἀλλὰ γὰρ οὐκ οἶδα πῶς ἡ μνήμη τῆς χώρας παρήνεγκεν ἡμᾶς τῆς συνεχοῦς μνήμης τοῦ θεοῦ, διόπερ ἐπανα‐ κτέον πάλιν. διὰ τοῦτο δὲ μετὰ τὴν γένεσιν εὐθὺς ἐμνημονεύσαμεν τῆς χώρας, ἵνα μήτε ἀπόλυτος ὕμνος
30γένηται [ὕμνους γὰρ καλοῦσι τὰ τῶν θεῶν ἐγκώμια], μήτε κοινὸς ἁπλῶς πρὸς πᾶσαν θεῶν ὑπόθεσιν, ἀλλ’ ἵνα ἔχῃ τὸ ἴδιον τοῦ Σμινθιακοῦ ἐκ τοῦ τόπου. τίνες212

441

γοῦν εἰσιν αἱ δυνάμεις τοῦ θεοῦ; τοξική, μαντική, ἰατρική, μουσική. Μέλλων οὖν ἄρχεσθαι μιᾶς δυνάμεως προοιμιάσῃ πρῶτον (καλῶς δ’ ἂν ἔχοι τῆς τοξικῆς πρώτης,
5ἐπειδὴ καὶ ταύτης πρώτης ἅψασθαι λέγεται μετὰ τὴν γένεσιν)· βούλομαι δὲ τὰς ἀρετὰς μὴ πάσας ἅμα, μηδὲ συναθροίσας τῷ λόγῳ δοκεῖν συγχεῖν, ἀλλὰ διε‐ λόμενος χωρὶς καθ’ ἑκάστην περὶ αὐτῶν διελθεῖν ὅσον οἷόν τε μνησθῆναι· οὐ γὰρ εἰπεῖν ἅπαντα ῥᾴδιον.
10λέγεται τοίνυν, ἐπειδὴ πρῶτον ἀγωνισμάτων εἴχετο τὰ τόξα μεταχειρισάμενος καὶ τὴν φαρέτραν λαβών, τού‐ τοις γὰρ αὐτὸν ὥπλισεν ὁ πατήρ, ἀμύνεσθαι τῆς τόλμης τὸν Τιτυόν, ἀνθ’ ὧν εἰς τὴν μητέρα ἠσέβησε Διὸς κυδρὴν παράκοιτιν, Πύθωνά τε κατειληφότα
15Δελφοὺς κτεῖναι τοῖς ἑαυτοῦ βέλεσιν. ἵνα δὲ Πύθων ὅστις ἦν εἴπω, μικρὸν ἀναλήψομαι. ἤνεγκεν ἡ γῆ δράκοντος φύσιν οὔτε λόγῳ ῥητὴν οὔτε ἀκοῇ πιστευ‐ θῆναι ῥᾳδίαν· οὗτος πᾶσαν λυμαινόμενος γῆν, ὅση πρόσοικος Δελφοῖς καὶ Φωκίδι, καταλαμβάνει τὴν Παρ‐
20νασσόν, ὄρος τῶν ὑπὸ τὸν οὐρανὸν τὸ μέγιστον, οὐκ Ὀλύμπου χεῖρον οὐδ’ Ἴδης τῆς ἡμετέρας λειπόμενον. τοῦτο τοίνυν ἐκάλυπτε μὲν ταῖς σπειραῖς καὶ τοῖς ἑλιγ‐ μοῖς, καὶ ἦν τοῦ ὄρους γυμνὸν οὐδέν, τὴν κεφαλὴν ὑπὲρ αὐτὴν τὴν ἄκραν ἔχων, ἄνω μετεωρίζων
25πρὸς αὐτὸν τὸν αἰθέρα. καὶ ἡνίκα μὲν πίνειν ἔδει, ποταμοὺς ὁλοκλήρους ἐδέχετο, ἡνίκα δ’ ἐσθίειν, πάσας ἀγέλας ἠφάνιζεν· οὗτος ἀβάτους μὲν ἐποίει Δελφοὺς τοῖς ἅπασιν, ᾤκει δὲ τὸν τόπον οὐδείς, ἦν δὲ τὸ Θέ‐ μιδος μαντεῖον ἔρημον. ἄτοπα δὲ καὶ ἀμήχανα ὁ θεὸς
30τοὺς ἀνθρώπους πάσχειν ὑπολαβὼν καὶ βουλόμενος πανταχόθεν αὐτοῖς θεσπίζειν τὰ συμφέροντα δι’ ὧν
ὁ βίος εὐδαιμονεῖν ἔμελλε, κτείνει καὶ τοῦτον μιᾷ214

442

τοξείᾳ ταῖς αὐταῖς ἀκίσι καὶ βέλεσι. τὰ δὲ παρ’ ἡμῖν ἀγωνίσματα τίς ἂν εἴποι τοῦ θεοῦ κατ’ ἀξίαν, τὰ κατὰ τῶν Ἀχαιῶν ἀσεβούντων εἰς τοὺς θεούς, τὰ κατὰ τοῦ Πηλέως μήνιδι τῶν περὶ Ἕκτορα τολμηθέντων
5-6παρανόμων· καὶ ὅτι κυνηγέτης ὁ θεὸς καὶ τοῖς τόξοις
6-7αἱρεῖν εἴωθε τὰ θηρία, καὶ ὅτι τοξικὴν αὐτὸς εὗρε πρῶτος
8ἅμα τῇ ἀδελφῇ τῇ Ἀρτέμιδι. Μέλλων δὲ ἐμβάλλειν εἰς ἕτερον κεφάλαιον ὁμοίως
10ἐρεῖς τοῦ θεοῦ τὸ μέγιστον καὶ ἐξαίρετον, ὅτι μάντις. ἐνταῦθα δὲ καὶ θέσιν διὰ βραχέων περανεῖς, ὅτι ἀγα‐ θὸν ἡ μαντική, καὶ διὰ ταύτης τὰ μέγιστα τῶν ἀν‐ θρωπίνων κατορθοῦσθαι πέφυκε, ταύτην δὲ μάλιστα Ἀπόλλων ἐτίμησε καὶ ἐθαύμασε· καὶ ὅτι ἐπὶ τῶν τρι‐
15πόδων θεσπίζων ᾤκισε τὴν ἤπειρον, ᾤκισε δὲ τὴν θάλασσαν, νῦν μὲν εἰς Λιβύην ἐκπέμπων, νῦν δὲ οἰκί‐ ζων τὸν Ἑλλήσποντον, τὴν Ἀσίαν, τὴν ἑῴαν πᾶσαν. τοῦτο δὲ τὸ μέρος αὐξήσεις τῷ μεγέθει τῶν ἐγκωμίων ἐπεργαζόμενος, ὅτι ἐκινδύνευσε μὲν ἀοίκητος εἶναι γῆ
20πᾶσα, εἰ μὴ τὰ μαντεῖα τοῦ θεοῦ πανταχοῦ δὴ γῆς ἐπεφοίτησε παρ’ ἡμῶν, ἐκ Δελφῶν, ἐκ Μιλήτου· ἐν ᾧ μέρει, ἐάν τι μάθῃς ἐκ πατρίων ἐνεργήσαντα τὸν θεὸν ἀπὸ τῶν μαντευμάτων, πρόσθες. Μετὰ τοῦτο τὸ κεφάλαιον †ἄλλο τῶν πράξεων†, ὅτι
25μουσικὸς ὁ θεός. ἐνταῦθα καιρὸν ἕξεις, ὅπως μὲν κατ’ οὐρανὸν μέσος ἐν μέσοις θεοῖς πλήττει τὴν λύραν, ὅπως δὲ μετὰ τῶν Μουσῶν ἐν Ἑλικῶνι καὶ ἐπὶ τῆς Πιερίας. καὶ φιλοσοφήσεις μετρίως ἐνταῦθα· εἰ δὲ δεῖ καὶ τὸν ἀπορρητότερον λόγον εἰπεῖν, ὃν φιλοσόφων
30παῖδες πρεσβεύουσι, λέγουσιν αὐτὸν [μὲν] ὄντα τὸν ἥλιον μουσικῇ μὲν αὐτὸν κινεῖσθαι, κατὰ μουσικὴν δὲ περι‐ δινεῖν περὶ αὑτὸν τὸν πόλον, καὶ δι’ ἁρμονίας ἅπαντα

443

τὸν κόσμον διοικεῖν. οὐ μὴν ἀλλ’ ἐπειδὴ ταῦτα τοῖς θεολόγοις παρεῖναι δεῖ, λέγωμεν μᾶλλον τὰ γνωριμώ‐
τατα· ὁ γὰρ Ὀρφεὺς ὁ δι’ αὐτὸν εὐδόκιμος εἰς τοσοῦτον εὐμουσίας προῆλθεν, ὥστε καὶ θηρία συλ‐216
5λέγειν, εἰ πλήττοι τὴν λύραν, καὶ λίθους κινεῖν καὶ πᾶν ὁτιοῦν καταθέλγειν πιπτούσης εἰς αἴσθησιν αὐτῶν τῆς ἁρμονίας. Ἀμφίονος μνημονεύσεις, Ἀρίο‐ νος, ὅτι ὁ μὲν τὰς Θήβας ἐτείχισε τῇ λύρᾳ τὰς πέτρας μετάγων, ὁ δὲ τὸ Τυρρηνικὸν ἔπλευσεν ἐπὶ
10δελφῖνος ὀχούμενος. ἀνοίσεις δὲ τὰ ἐγκώμια ἐπὶ τὸν μουσηγέτην, ὡς παρ’ ἐκείνου λαμβανόντων τὴν μουσικήν. Μετὰ δὲ τὴν ἀρετὴν ταύτην τοῦ θεοῦ ἥξεις ἐπὶ τὴν τετάρτην, ὅτι καὶ ἰατρός, ἀεὶ δὲ προοιμιάσῃ καθ’
15ἑκάστην τῶν ἀρετῶν, ὡς μὴ δοκεῖν μικρὰ μηδὲ φαῦλα τὰ ῥηθησόμενα· αἱ γὰρ διὰ μέσων τῶν λόγων ἔννοιαι προ‐ οιμιακαί, προπαρασκευάζουσαι τὸν ἀκροατὴν καὶ προσεχέ‐ στερον διατιθεῖσαι, ταῖς ὑποθέσεσιν αὐξήσεις ἐργάζον‐ ται. οὐκοῦν ἐρεῖς ὅτι καὶ τὴν ἰατρικὴν ταύτην ὁ
20θεὸς ἡμῖν ἐξεῦρεν· ἐν ᾧ καὶ θέσιν ἐρεῖς ὅτι διαφθει‐ ρομένου τοῦ γένους ταῖς νόσοις καὶ τοῖς πόνοις κατοι‐ κτείρας ἡμᾶς τὴν ἰατρικὴν ἐξεῦρεν, ἧς τί ἂν γένοιτο τοῖς ἀνθρώποις χρησιμώτερον; τίς μὲν γὰρ ἂν εἰργά‐ σατο γῆν, τίς ἂν ἔπλευσε θάλασσαν, τίς δ’ ἂν πόλεις
25ἔκτισε, τίς δ’ ἂν νόμους ἡμῖν ἔθηκε μὴ τῆς ἰατρικῆς παρελθούσης; ὅθεν καὶ παιᾶνα αὐτὸν καὶ πέπονα καὶ ἀλαλκέα ὀδυνῶν καὶ σωτῆρα καλεῖν εἰώθασι καὶ ποιηταὶ καὶ 〈συγγραφεῖσ〉 σύμπαντες. θήσεις δὲ ἐπὶ τούτοις καὶ τὴν Ἀσκληπιοῦ γένεσιν· βουλόμενος δὲ αὐξῆσαι τὴν τέχνην ὁ
30θεὸς καὶ μεταδοῦναι ταύτην τῷ τῶν ἀνθρώπων γένει τὴν Ἀσκληπιοῦ γένεσιν ἐδημιούργησεν, ἧς πῶς ἄν τις κατ’ ἀξίαν μνησθείη; ζητήσεις δὲ ἐφ’ ἑκάστῳ τῶν

444

κεφαλαίων τῶν πατρίων τινὰ καὶ τῶν μυθευομένων καὶ προσθήσεις, ἵνα μᾶλλον οἰκεῖον γένηται. μετὰ ταῦτα κεφάλαιον θήσεις τοιοῦτον περὶ τῆς πόλεως, ὅτι τοιγαροῦν Ἀλέξανδρος τὴν Εὐρώπην χειρωσάμενος καὶ
5διαβεβηκὼς ἐπὶ τὴν Ἀσίαν ἤδη, ἐπειδὴ προσέβαλε τῷ ἱερῷ καὶ τοῖς τόποις, σύμβολα †μὲν ἐκίνησεν† ἐπὶ τὴν κατασκευὴν τῆς πόλεως, τοῦ θεοῦ ταῦτα καταπέμπον‐ τος, καὶ κατασκευάζει τὴν εὐδαίμονα ταύτην πόλιν, καθιερώσας αὐτὴν Ἀπόλλωνι τῷ Σμινθίῳ, δίκαιον218
10αὐτοῦ προφαίνοντος κρίνας αὐτοῦ δεῖν κατοικίζειν πόλιν, καὶ τὸν τόπον 〈τὸν〉 πάλαι τῷ θεῷ καθιερωμένον μὴ περιϊδεῖν ἔρημον καὶ ἀοίκητον τὴν χώραν. τοιγάρτοι καὶ ἡμεῖς πειρώμενοι ἀεὶ τῆς τοῦ θεοῦ προνοίας τε καὶ εὐμενείας οὐ ῥᾳθυμοῦμεν τῆς περὶ αὐτὸν εὐ‐
15σεβείας, καὶ ὁ μὲν διατελεῖ καρπῶν ἀφθόνων δι‐ δοὺς φορὰν καὶ ῥυόμενος κινδύνων, ἡμεῖς δὲ ὕμνοις ἱλασκόμεθα· τοιγάρτοι κρείττονα ἀγῶνα τὸν ἱερὸν τοῦτον διὰ ταῦτα τίθεμεν καὶ πανηγύρεις συγκροτοῦ‐ μεν καὶ θύομεν, χάριτας ἐκτιννύντες ἀνθ’ ὧν εὖ
20πάσχομεν. καὶ διαγράψεις τὴν πανήγυριν, ὁποία καὶ ὅπως πλήθουσα ἀνθρώπων συνιόντων, καὶ ὅτι οἱ μὲν ἐπιδείκνυνται τὰς αὑτῶν ἀρετὰς ἢ διὰ λόγων ἢ διὰ σώματος εὐεξίας, καὶ τὰ τοιαῦτα, οἱ δὲ θεαταί, οἱ δὲ ἀκροαταί· καὶ διὰ βραχέων ἐργάσῃ θέσιν, ὡς
25Ἰσοκράτης ἐν τῷ Πανηγυρικῷ, λέγων ὅσα ἐκ τῶν πανη‐ γύρεων καὶ τούτων τῶν συνόδων εἴωθεν 〈ἀγαθὰ γίγνεσθαι〉. καθόλου δέ σοι ἔστω τὸ τοιοῦτο θεώρημα ἐν τοῖς τοιούτοις, λέγω δὴ τοῖς ὁμολογουμένοις ἀγαθοῖς ἤτοι ἐνδόξοις προ‐ τάττειν μὲν τὴν θέσιν, οἷον ὅτι καλὸν ἡ μουσική, καλὸν
30ἡ τοξική, καλὸν ἡ πανήγυρις, ἐπάγειν δὲ τὰ καθ’ ἕκαστον· οὐ μὴν ἐνδιατρίψεις ταῖς θέσεσι ταύταις, ἐπει‐ δὴ δοκοῦσιν ἐν τῇ ὑποθέσει ταύτῃ πλείους εὑρίσκεσθαι.

445

μετὰ δὲ τὴν ἔκφρασιν τῆς πανηγύρεως ἐκφράσεις τὸν νεών· εἰ μὲν ὑψηλὸς εἴη οἷον ἀκροπόλει ἐξει‐ καστέος, ὡς μεγέθει μὲν †τοὺς τοιούτους† καὶ ὑπερμε‐ γέθεις ὑπερφέρων, ὕψει δὲ τὰ ὑψηλότατα τῶν ὀρῶν·
5εἰ δὲ ἐναρμόνιος εἴη ἢ ἐκ λίθου τοῦ [τῶν ὀρῶν] καλ‐
λίστου, ἔτι τοίνυν τὴν τοῦ νεὼ στιλπνότητα καὶ τὴν αὐγὴν τίς οὐκ ἂν ἐκπλαγείη; καὶ τὴν ἁρμονίαν τοῦ λίθου εἴποις ἂν τῇ λύρᾳ τοῦ Ἀμφίονος συντεθεῖσθαι. ποῖα μὲν οὕτω τείχη Βαβυλώνια κατεσκευάσθη [καὶ λέ‐220
10γεται]; ποῖα δὲ τείχη Θηβαῖα; ποῖος νεὼς τῶν παρ’ Ἀθηναίοις; τάχα που καὶ αὐτῇ τῇ λύρᾳ τοῦ θεοῦ καὶ τῇ μουσικῇ συνετέθη· τὰ μὲν γὰρ Λαομέδοντος τείχη Ἀπόλλων καὶ Ποσειδῶν κατασκευάσαι λέγονται, τὸν δὲ παρ’ ἡμῖν νεὼν Ἀπόλλων σὺν Ἀθηνᾷ καὶ Ἡφαίστῳ
15μᾶλλον δεδημιούργηκεν. ἐπὶ τούτοις ἐκφράσεις τὸ ἄγαλμα τοῦ θεοῦ παραβάλλων τῷ Ὀλυμπίῳ Διΐ, καὶ Ἀθηνᾷ τῇ ἐν ἀκροπόλει τῶν Ἀθηναίων. εἶτα ἐπάξεις, ποῖος Φειδίας, τίς Δαίδαλος τοσοῦτον ἐδημιούργησε ξόανον; τάχα που ἐξ οὐρανοῦ τὸ ἄγαλμα τοῦτ’ ἐρρύη.
20καὶ ὅτι ἐστεφάνωται δάφναις, φυτῷ προσήκοντι τῷ θεῷ κατὰ Δελφούς. καὶ τὸ ἄλσος ἐκφράσεις καὶ ποτα‐ μοὺς τοὺς ἐγγὺς καὶ τὰς πηγάς· καὶ ὅτι οὐ πολὺ τὸ διάστημα, καὶ ὅτι πᾶσα ἡ ἄνοδος ἡ ἐπὶ τὸ ἱερὸν ἱερὰ καὶ ἀνακειμένη Ἀπόλλωνι.
25 Μέλλων δὲ πληροῦν τὴν ὑπόθεσιν χρήσῃ ἀνακλη‐ τικοῖς ὀνόμασι τοῦ θεοῦ οὕτως· ἀλλ’ ὦ Σμίνθιε καὶ Πύθιε, ἀπὸ σοῦ γὰρ ἀρξάμενος ὁ λόγος εἰς σὲ καὶ τελευτήσει, ποίαις σὲ προσηγορίαις προσφθέγξομαι; οἱ μὲν σὲ Λύκειον λέγουσιν, οἱ δὲ Δήλιον, οἱ δὲ Ἀσκραῖον,
30ἄλλοι δὲ Ἄκτιον, Λακεδαιμόνιοι δὲ Ἀμυκλαῖον, Ἀθη‐ ναῖοι πατρῷον, Βραγχιάτην Μιλήσιοι· πᾶσαν πόλιν καὶ πᾶσαν χώραν καὶ πᾶν ἔθνος διέπεις καὶ καθάπερ

446

τὸν οὐρανὸν περιχορεύεις ἔχων περὶ σεαυτὸν τοὺς χοροὺς τῶν ἀστέρων, οὕτω καὶ τὴν οἰκουμένην πᾶσαν διέπεις· Μίθραν σε Πέρσαι λέγουσιν, Ὧρον Αἰγύπτιοι (σὺ γὰρ εἰς κύκλον τὰς ὥρας ἄγεις), Διόνυσον Θηβαῖοι,
5Δελφοὶ δὲ διπλῇ προσηγορίᾳ τιμῶσιν, Ἀπόλλωνα καὶ Διόνυσον λέγοντες· περὶ σὲ †θοῦραι†, περὶ σὲ Θυάδες,
παρὰ σοῦ καὶ σελήνη τὴν ἀκτῖνα λαμβάνει, Χαλδαῖοι δὲ ἄστρων ἡγεμόνα λέγουσιν· εἴτε οὖν ταύταις χαίρεις ταῖς προσηγορίαις, εἴτε τούτων ἀμείνοσι, σὺ μὲν ἀκμά‐222
10ζειν ἀεὶ ταῖς εὐδαιμονίαις τὴν πόλιν τήνδε δίδου, ἐσαεὶ δὲ τήνδε συγκροτεῖσθαί σοι τὴν πανήγυριν· νεῦσον δὲ καὶ χάριν τοῖς λόγοις· παρὰ σοῦ γὰρ καὶ οἱ λόγοι
καὶ ἡ πόλις.224