TLG 2586 001 :: MENANDER :: Διαίρεσις τῶν ἐπιδεικτικῶν (olim sub auctore Genethlio) MENANDER Rhet. Διαίρεσις τῶν ἐπιδεικτικῶν (olim sub auctore Genethlio) Source: Russell, D.A., Wilson, N.G. (eds.), Menander rhetor. Oxford: Clarendon Press, 1981: 2–74. Citation: Spengel page — (line) | ||
331(1t) | ΜΕΝΑΝΔΡΟΓ ΡΗΤΟΡΟΣ | |
2t | †ΓΕΝΕΘΛΙΩΝ† ΔΙΑΙΡΕΣΙΣ ΤΩΝ | |
---|---|---|
3t | ΕΠΙΔΕΙΚΤΙΚΩΝ | |
4 | Τῆς ῥητορικῆς ἁπάσης τριχῶς διαιρουμένης ὡς μέ‐ | |
5 | ρεσιν ἢ εἴδεσιν, ἢ ὅπως δεῖ καλεῖν, εἰς τοὺς λόγους τοὺς ἐν δικαστηρίοις ὑπὲρ κοινῶν [ἤτοι δημοσίων] ἢ ἰδίων, καὶ οὓς ἐν ἐκκλησίαις ἢ ἐν βουλαῖς διατίθενται, καὶ εἰς τρί‐ τους τοὺς ἐπιδεικτικούς, οὓς δὴ ἐγκωμιαστικοὺς ἢ ψεκτικοὺς καλοῦσιν, ἀπολογεῖσθαι συμβαίνει 〈τοῖσ〉 ὑπὲρ | |
10 | τούτων τῶν τὴν τρίτην τάξιν εἰληφότων διδάσκουσιν †ὀρθῶς†. μὴ τοίνυν περὶ ῥητορικῆς προσδόκα ὅλης ἀκροᾶσθαι ἐξ ἀρχῆς, κἂν ἄνωθεν ὑπὲρ παντὸς μέρους διεξιέναι σοι ἐν βραχυτάτῳ προαιρήσωμαι. σκεψώμεθα τοίνυν τὴν μέθοδον, εἰ καθ’ ὁδὸν χωρήσει. | |
15 | Τῶν δὴ ἐπιδεικτικῶν τὸ μὲν ψόγος, τὸ δὲ ἔπαινος· ἃς γὰρ ἐπιδείξεις λόγων πολιτικῶν οἱ σοφισταὶ καλού‐ μενοι ποιοῦνται, μελέτην ἀγώνων εἶναί φαμεν, οὐκ ἐπίδειξιν. τὸ μὲν τοίνυν τοῦ ψόγου μέρος ἄτμητον. ἔπαινος δέ τις γίνεται, ὁτὲ μὲν εἰς 〈θεούς, ὁτὲ δὲ εἰς τὰ θνητά· | |
20 | καὶ ὅτε μὲν εἰσ〉 θεούς, ὕμνους καλοῦμεν, καὶ τούτους αὖ διαιροῦμεν κατὰ θεὸν ἕκαστον· τοὺς μὲν γὰρ εἰς Ἀπόλλωνα παιᾶνας καὶ ὑπορχήματα ὀνομάζομεν, τοὺς δὲ εἰς Διόνυσον διθυράμβους καὶ ἰοβάκχους, καὶ ὅσα | |
τοιαῦτα [εἴρηται Διονύσου], τοὺς δὲ εἰς Ἀφροδίτην | 2 | |
332 | ἐρωτικούς, τοὺς δὲ τῶν ἄλλων θεῶν ἢ τῷ [λόγῳ] γένει ὕμνους καλοῦμεν 〈ἢ〉 μερικώτερον 〈οἷον〉 πρὸς Δία. ὅπως δὲ χρὴ μετιέναι τούτων τῶν εἰδῶν ἕκαστον, καὶ εἰ ἁρ‐ μόττει ὅλως τοῖς καταλογάδην συγγράφουσιν, ἢ πόσα | |
5 | μὲν ἁρμόττει, πόσα δ’ οὔ, ἢ πόσαι μέθοδοι καθ’ ἕκα‐ στον, ἢ τίνες οἱ τρόποι, ἐπειδὰν τὸ ὅλον διελώμεθα, τηνικαῦτα καθ’ ἕκαστα ἐργασόμεθα. Τῶν δ’ αὖ περὶ θνητῶν οἱ μὲν περὶ πόλεις γίνονται ἔπαινοι, οἱ δὲ περὶ ζώων. τὸ μὲν δὴ περὶ τὰς πόλεις | |
10 | καὶ χώρας ἄτμητον, διὸ τὰς διαφορὰς ἐν ταῖς τεχνικαῖς μεθόδοις ἐπιδειξόμεθα. [οἱ μὲν περὶ ἀθανάτων,] οἱ δὲ περὶ ζώων [θνητῶν] οἱ μὲν περὶ λογικόν, ἄνθρωπον, οἱ δὲ περὶ ἀλόγων γίνονται ἔπαινοι. καὶ τὸν μὲν περὶ τὸν ἄνθρωπον μεθῶμεν, τῶν δ’ αὖ περὶ τὰ ἄλογα οἱ | |
15 | μὲν περὶ χερσαῖα, οἱ δὲ περὶ ἔνυδρα ἔπαινοι γίνονται. καὶ τὸ μὲν περὶ τῶν ἐνύδρων πάλιν ἀποτιθέμεθα, τῶν δ’ αὖ ἄλλων [ἐν γῇ] μέρος διττόν, ἢ πτηνὸν ἢ πεζόν. ἐφ’ ἅπασι δὲ τούτοις ἑξῆς [ἀνθέων καὶ φυτῶν] μέτιμεν ἀπὸ τῶν ἐμψύχων ἐπὶ τὰ ἄψυχα. | |
20 | Αἱ μὲν 〈οὖν〉 διαιρέσεις τοῦ ἐπιδεικτικοῦ μέρους παντὸς πᾶσαι αὗται, οὐκ ἀγνοῶ δ’ ὅτι ἐπιτηδευμάτων καὶ τεχνῶν ἤδη τινὲς ἐγκώμια γεγράφασιν, ἀλλ’ ἀφ’ οὗπερ ἡμῖν ὁ λόγος γίνεται περὶ τὸν ἄνθρωπον, πάντα ταῦτα †δείξει†, ὥστε λελήθασιν αὑτοὺς οἱ συγγράφοντες | |
25 | μέρος τι τοῦ παντὸς ἐγκωμίου ὡς ὅλον ἐγκώμιον συν‐ θέντες. οὐ μὴν οὐδ’ ἐκεῖνο ἀγνοῶ, ὅτι καὶ τῶν ἁλῶν καὶ τῶν τοιούτων ἤδη τινὲς τῶν πάλαι σοφιστῶν ἐπαί‐ νους συνεγράψαντο, ἀλλ’ ἀφ’ οὗπερ ἡμῖν ἀπὸ τῶν ἐμψύ‐ | |
χων ἐπὶ τὰ ἄψυχα μεταβέβηκεν ἡ διαίρεσις, ἤδη περιεί‐ | 4 | |
30 | ληφεν καὶ τοῦτο τὸ μέρος. ὅπως δὲ τούτων ἕκαστον τμη‐ τέον, καὶ ὅπη τὰ αὐτὰ κεφάλαια πᾶσιν ὕπεστιν, καὶ ὅπη ἑκάστῳ ἁρμόττει χρήσασθαι, ἐφεξῆς [καὶ δὴ] δείκνυμεν. | |
333(1t) | ΠΕΡΙ ΤΩΝ ΥΜΝΩΝ ΤΩΝ ΕΙΣ ΤΟΥΣ ΘΕΟΥΣ | |
2 | Πρῶτον μὲν οὖν, ὥσπερ ἐξ ἀρχῆς διειλόμεθα, περὶ τῶν ὕμνων ἐπισκεψώμεθα τῶν εἰς θεούς. αὐτῶν γὰρ δὴ τῶν ὕμνων οἱ μὲν κλητικοί, οἱ δὲ ἀποπεμπτικοί, | |
5 | καὶ οἱ μὲν φυσικοί, οἱ δὲ μυθικοί, καὶ οἱ μὲν γενεαλογι‐ κοί, οἱ δὲ πεπλασμένοι, καὶ οἱ μὲν εὐκτικοί, οἱ δὲ ἀπευ‐ κτικοί, οἱ δὲ μικτοὶ ἢ δύο τούτων ἢ τριῶν ἢ πάντων ὁμοῦ. κλητικοὶ μὲν οὖν ὁποῖοί εἰσιν οἱ πολλοὶ τῶν τε παρὰ τῇ Σαπφοῖ ἢ Ἀνακρέοντι ἢ τοῖς ἄλλοις μελικοῖς, | |
10 | κλῆσιν ἔχοντες πολλῶν θεῶν. ἀποπεμπτικοὶ δὲ ὁποῖοι καὶ παρὰ τῷ Βακχυλίδῃ ἔνιοι εὕρηνται, ἀποπομπὴν ὡς ἀποδημίας τινὸς γινομένης ἔχοντες. φυσικοὶ δὲ οἵους οἱ περὶ Παρμενίδην καὶ Ἐμπεδοκλέα ἐποίησαν, τίς ἡ τοῦ Ἀπόλλωνος φύσις, τίς ἡ τοῦ Διός, παρατιθέμενοι. καὶ | |
15 | οἱ πολλοὶ τῶν Ὀρφέως τούτου τοῦ τρόπου. μυθικοὶ δὲ οἱ τοὺς μύθους ἔχοντες, κατ’ ἀλληγορίαν προϊόντες ψι‐ λήν, οἷον Ἀπόλλων ἀνῳκοδόμησε τεῖχος, ἢ ἐθήτευσεν Ἀδμήτῳ ὁ Ἀπόλλων ἢ τὰ τοιαῦτα. γενεαλογικοὶ δὲ οἱ ταῖς τῶν ποιητῶν θεογονίαις ἀκολουθοῦντες, ὅταν Λη‐ | |
20 | τοῦς μὲν τὸν Ἀπόλλωνα, Μνημοσύνης δὲ τὰς Μούσας καλῶμεν. πεπλασμένοι δὲ ὅταν αὐτοὶ σωματοποιῶμεν καὶ θεὸν καὶ γονὰς θεῶν ἢ δαιμόνων, ὥσπερ Σιμωνί‐ δης 〈τὴν〉 Αὔριον δαίμονα κέκληκε, καὶ ἕτεροι Ὄκνον, καὶ ἕτεροι ἕτερόν τινα. εὐκτικοὶ δὲ οἱ ψιλὴν εὐχὴν ἔχοντες | |
25 | ἄνευ τῶν ἄλλων μερῶν ὧν εἴπομεν, καὶ ἀπευκτικοὶ οἱ τὰ ἐναντία ἀπευχόμενοι ψιλῶς. καὶ παρὰ τούτους τοὺς τρόπους οὐκ ἂν ὕμνοι γίγνοιντο εἰς θεούς. τῷ δὲ μυ‐ θικῷ γένει καὶ γενεαλογικῷ τὰ πολλὰ εἰώθασι χρῆ‐ | |
σθαι ἅπαντες γενέσεις διεξιόντες, καὶ ὅσων ἀγαθῶν | 6 | |
30 | ἀνθρώποις αἴτιοι κατέστησαν, ἀπὸ μύθων λαμβάνον‐ τες. ἔστι δὲ τοῦτο ὡς ἐγώ φημι καὶ ζητῆσαι ἄξιον, πό‐ τερον ἑνὶ τούτων ἀεὶ χρηστέον ἢ πᾶσιν ἔξεστιν, ἢ τοῖς | |
334 | μὲν ποιηταῖς ἐξεῖναι χρὴ νομίζειν, τοῖς δὲ συγγραφεῦ‐ σιν ἢ λογοποιοῖς τοῦ μηκέτι ἐξεῖναι ἕνα 〈εἶναι〉 καὶ ἁπλοῦν ὅρον, ὅτι πλείονα τὴν ἐξουσίαν τὴν περὶ ταῦτα ποιήσει μὲν 〈παρέχει〉 ἡ περὶ τὸ θεῖον μερίς, ἀφορμὴ 〈δὲ〉 πλείστη | |
5 | ὑπόκειται τῇ συγγραφῇ ἡ περὶ τὸν ἄνθρωπον. χρηστέον γε μὴν καὶ τῷ συγγραφεῖ καὶ τῷ λογογράφῳ καὶ τούτων ἑκά‐ στῳ εἴδει καὶ ὁμοῦ πᾶσιν, ὅπη καὶ Πλάτωνα περὶ τὴν γραφὴν ἄκρον καὶ ἄριστον εἶναι πεπιστεύκαμεν, ὁρῶ‐ μεν δὲ σχεδὸν τοῦτον πᾶσι τοῖς εἴδεσι κεχρημένον, ἄλλῳ | |
10 | ἄλλοτε, ἀλλὰ καὶ ἐν ἑνὶ βιβλίῳ τοῖς πλείστοις [ταῦτα ἐν τῷ Συμποσίῳ]. ἃ μὲν γὰρ ὁ Φαῖδρος περὶ τοῦ Ἔρω‐ τος 〈λέγει〉, γενεαλογικοῦ τύπου ἂν εἴη, ἃ δὲ Ἀρι‐ στοφάνης κομψεύεται διὰ μύθου, τοῦ μυθολογικοῦ, ἃ δὲ Ἀγάθων, ὡσαύτως τοῦ μυθικοῦ, ἃ δ’ αὖ Σωκράτης, | |
15 | αὐτὸ τοῦτο κατὰ πλάσιν (πλάττει γὰρ Πόρους καὶ Πε‐ νίας), ἐγγυτάτω τοῦ φυσιολογικοῦ. καὶ μὴν ἐν οἷς μὲν καλεῖ τὰς Μούσας ἐν τῷ Φαίδρῳ, τὸν κλητικὸν τύπον δείκνυσιν, ἐν οἷς δ’ αὖ εὔχεται τῷ Πανί, τὸν εὐκτικόν. καὶ ζητῶν ἂν εὕροις πανταχοῦ κεχρημένον, εἰ δὲ μὴ | |
20 | πρὸς κόρον μηδ’ ἐπ’ ἀκριβείας, λογιστέον ὡς ἐξ ἐλάτ‐ τονος ἐξουσίας μέτεστι τῇ συγγραφῇ. πῶς δὲ ἕκαστον τούτων τῶν εἰδῶν μετιτέον τε καὶ μέχρι τίνος προσ‐ ακτέον, καὶ τίς ἑρμηνεία πρέπουσα, ἑξῆς λέγειν πειρά‐ σομαι. | |
25t | ΠΕΡΙ ΤΩΝ ΚΛΗΤΙΚΩΝ | |
26 | ...μέτρον μέντοι τῶν κλητικῶν ὕμνων ἐν μὲν ποιήσει ἐπιμηκέστερον. ἀναμιμνήσκειν γὰρ πολλῶν τόπων ἐκείνοις ἔξεστιν, ὡς παρὰ τῇ Σαπφοῖ καὶ τῷ Ἀλκμᾶνι πολλαχοῦ εὑρίσκομεν. ὁ μὲν γὰρ Ἄρτεμιν ἐκ μυρίων | |
30 | ὀρέων, μυρίων δὲ πόλεων, ἔτι δὲ ποταμῶν ἀνακαλεῖ, ἡ δὲ Ἀφροδίτην 〈ἐκ〉 Κύπρου, Κνίδου, Συρίας, πολλα‐ χόθεν ἀλλαχόθεν ἀνακαλεῖ. οὐ μόνον γε, ἀλλὰ καὶ τοὺς | 8 |
335 | τόπους αὐτοὺς ἔξεστι διαγράφειν, οἷον εἰ ἀπὸ ποτα‐ μῶν καλοίη, ὕδωρ ἢ ὄχθας καὶ τοὺς ὑποπεφυκότας λει‐ μῶνας καὶ χοροὺς ἐπὶ τοῖς ποταμοῖς γινομένους καὶ τὰ τοιαῦτα προσαναγράφουσι. καὶ εἰ ἀπὸ ἱερῶν, ὡσαύτως, | |
5 | ὥστε ἀνάγκη μακροὺς αὐτῶν γίγνεσθαι τοὺς κλητικοὺς ὕμνους. τοῖς δὲ συγγραφεῦσι βραχυτέραν τὴν περὶ ταῦτα διατριβὴν ἀναγκαῖον γίνεσθαι· οὔτε γὰρ ἐκ πολ‐ λῶν τόπων καὶ χωρίων ἀνακαλέσουσιν, οὔτε ἐφ’ ἑκά‐ στου μετὰ διαγραφῆς, ἀλλ’ ὁ μὲν Πλάτων ὥσπερ | |
10 | ἐξηγούμενος τῷ εἴδει κέχρηται, ἄγετε δὴ Μοῦσαι λίγειαι, εἴτε δι’ ᾠδῆς εἶδος εἴτε διὰ γένος μουσικὸν τὸ Λιγύων ταύτην ἔσχετε τὴν ἐπωνυμίαν. | |
13b | Ὁ δὲ Ὅμηρος ἐν κλητικῷ χρῆται τῷ | |
14 | εἴδει μετὰ τῆς ἰσοσυλλαβίας, ἐν οἷς ὁ Χρύσης εὔχεται | |
15 | τῆς Ἰλιάδος ἐν τοῖς πρώτοις, ὃς Χρύσην ἀμφιβέβηκας Κίλλαν τε ζαθέην, Τενέδοιό τε ἶφι ἀνάσσεις. ἓν οὖν τόδε γίνωσκε, ὡς ποιητῇ μὲν ἐξουσία πλείων, τῷ | |
20 | δὲ συγγραφεῖ ἐλάττων. ἑρμηνεία δὲ πρέπουσα, †οἵα καὶ† τοῖς κλητικοῖς, ἡ [τε] δι’ ὥρας προϊοῦσα καὶ κόσμου, διόπερ τὰς διατριβὰς προσλαμβάνουσιν οἱ ποιηταί. | |
22b | σχήματα δὲ τὰ ἀνακλητικὰ ἁρμόττοντα. | |
23 | Οὐ χεῖρον δ’ ἴσως καὶ τὴν μέθοδον, ᾗ κεχρήμεθα ἡμεῖς ἐν τῷ κλητικῷ τοῦ Ἀπόλλωνος | |
25 | ὕμνῳ †βιβλίῳ πως θέσθαι. ὥσπερ ἂν ἡ ὥρα ἐνίη πλείω†, ἅμα τε μήτε ὑπερβαίνοιμεν τὸ μέτρον τὸ τῷ συγγραφεῖ πρέπον, μήτε ἡ περὶ τὴν κατασκευὴν ἁβρότης ὑπερ‐ φθέγγοιτο τὴν συγγραφήν· αὐτοῖς γὰρ τοῖς ποιηταῖς τὸ πλεῖον προστεθείκαμεν, καλοῦσιν ἐκ †τῶνδε† τῶν τόπων, | |
30 | ἐγὼ δὲ οὐκ ἂν καλέσαιμι. καὶ πολλὰ ἂν εὕροις πεποι‐ κιλμένα τῇ μεθόδῳ. γίνωσκε δὲ τόδε τὸ θεώρημα οὐκ ἄχρηστον, ὅτι εἰ μὲν εὐχὴ ἐπακολουθεῖ τῇ κλήσει, ἔτι | 10 |
336 | ἐλάττων ἡ διατριβὴ καὶ τοῖς ποιηταῖς καὶ τοῖς συγγρα‐ φεῦσιν· εἰ δὲ αὐτὸ τοῦτο εἴη ψιλὴ κλῆσις, πλείων ἐστί, καὶ ζητῶν ἂν εὕροις παρὰ τοῖς ποιηταῖς τὴν συνήθειαν ταύτην πεφυλαγμένην. | |
5t | ΠΕΡΙ ΑΠΟΠΕΜΠΤΙΚΩΝ | |
6 | Οἱ τοίνυν ἀποπεμπτικοί εἰσιν, ὡς καὶ τοὔνομα δη‐ λοῖ, τοῖς κλητικοῖς ὑπεναντίοι, ἐλάχιστον δὲ τὸ τοιοῦτον εἶδος, καὶ παρὰ τοῖς ποιηταῖς μόνον εὑρίσκεται. ἐπιλέ‐ γονται δὲ ἀποδημίαις θεῶν νομιζομέναις ἢ γινομέναις, | |
10 | οἷον Ἀπόλλωνος ἀποδημίαι τινὲς ὀνομάζονται παρὰ Δη‐ λίοις καὶ Μιλησίοις, καὶ Ἀρτέμιδος παρὰ Ἀργείοις. εἰσὶ τοίνυν καὶ τῷ Βακχυλίδῃ ὕμνοι ἀποπεμπτικοί. ἀφορμὴ δ’ ὑποβέβληται τοῖς τοιούτοις ὕμνοις ἡ χώρα ἣν κατα‐ λείπει, καὶ πόλεις καὶ ἔθνη, καὶ πρὸς ἣν ἄπεισι πόλιν | |
15 | ὁμοίως ἢ χώραν, καὶ διαγραφαὶ τόπων, καὶ ὅσα τοιαῦτα. γινέσθω δὲ δι’ ἡδονῆς προϊὼν ὁ λόγος· δεῖ γὰρ μετὰ ἀνειμένης τινὸς ἁρμονίας καὶ εὐμενεστέρας προπέμπε‐ σθαι. διατριβὴν δὲ ἐνδέχεται πλείονα, οὐχ ὥσπερ οἱ κλητικοὶ ἐλάττονα. ἐν μὲν γὰρ τοῖς ὅτι τάχιστα ἡμῖν | |
20 | συνεῖναι τοὺς θεοὺς βουλόμεθα, ἐν δὲ τοῖς ὅτι βραδύ‐ τατα ἀπαλλάττεσθαι. ἀνάγκη δὲ εἶναι καὶ εὐχὴν ἐπὶ ἐπανόδῳ καὶ ἐπιδημίᾳ δευτέρᾳ. ταῦτά σοι [καὶ] περὶ ἀποπεμπτικῶν ὕμνων εἰρήσθω. | |
24t | ΠΕΡΙ ΤΩΝ ΦΥΣΙΚΩΝ | |
25 | Περὶ τοίνυν τῶν φυσικῶν ἐφεξῆς ἂν εἴη, ὥσπερ προεθέμεθα, λέγειν. πρῶτον τοίνυν τόδε περὶ αὐτῶν ῥητέον, ὅτι ἐλάχιστα μὲν τοῖς ἀφελεστέροις τὸ εἶδος ἁρμόττει, μάλιστα δὲ τοῖς ἐμψυχοτέροις καὶ μεγαλονου‐ στέροις, ἔπειτα ὅτι ποιηταῖς μᾶλλον ἢ συγγραφεῦσιν ἢ | |
337 | λογογράφοις ἢ πολιτικοῖς ἁρμόττουσιν. εἰσὶ δὲ τοιοῦ‐ | |
τοι, ὅταν Ἀπόλλωνος ὕμνον λέγοντες ἥλιον αὐτὸν εἶναι φάσκωμεν, καὶ περὶ τοῦ ἡλίου τῆς φύσεως διαλεγώ‐ μεθα, καὶ περὶ Ἥρας ὅτι ἀήρ, καὶ Ζεὺς τὸ θερμόν· | 12 | |
5 | οἱ γὰρ τοιοῦτοι ὕμνοι φυσιολογικοί. καὶ χρῶνται δὲ τῷ τοιούτῳ τρόπῳ Παρμενίδης τε καὶ Ἐμπεδοκλῆς ἀκρι‐ βῶς, κέχρηται δὲ καὶ ὁ Πλάτων· ἐν τῷ Φαίδρῳ γὰρ φυσιολογῶν ὅτι πάθος ἐστὶ τῆς ψυχῆς ὁ Ἔρως, ἀνα‐ πτεροποιεῖ αὐτόν. αὐτῶν δὲ τῶν φυσικῶν οἱ μὲν ἐξη‐ | |
10 | γητικοί, οἱ δὲ ἐν βραχεῖ προαγόμενοι· πλεῖστον γὰρ διαφέρει, ὡς εἰδότα ἀναμιμνήσκειν συμμέτρως, ἢ ὅλως ἀγνοοῦντα διδάσκειν. Παρμενίδης μὲν γὰρ καὶ Ἐμπε‐ δοκλῆς ἐξηγοῦνται, Πλάτων δὲ ἐν βραχυτάτοις ἀνυμνεῖ. ἔτι δὲ οἱ μὲν κατ’ αἰνίγματα, οἱ δὲ ἐκ τοῦ φανεροῦ | |
15 | προάγονται· κατ’ αἰνίγματα μέν, ὁποῖοί εἰσιν οἱ Πυ‐ θαγόρειοι φερόμενοι, ἐκ τοῦ φανεροῦ δὲ ὁποίους μικρῷ πρόσθεν ἐφάσκομεν. ὥσπερ δὲ καὶ αὐτῶν τῶν φυσιο‐ λογικῶν διαφορὰς ἐδείκνυμεν ταύτας οὔσας, οὕτω καὶ τῆς συμμετρίας διαφορὰς ὁριούμεθα. οἱ γὰρ κατ’ αἰ‐ | |
20 | νίγματα προϊόντες βραχύτητα ἀπαιτοῦσιν, ἔτι δὲ οἱ καὶ μὴ διδασκαλικοὶ ἄλλως κεφαλαιωδέστεροι. οἱ δὲ ἕτεροι πλείστην καὶ μεγίστην διατριβὴν ἐνδέχονται. ὁ γοῦν Πλά‐ των ὕμνον τοῦ Παντὸς τὸν Τίμαιον καλεῖ ἐν τῷ Κρι‐ τίᾳ, καὶ οἱ φυσικώτεροι ποιηταί, ὧν ἐπεμνήσθημεν, | |
25 | πραγματείας ὅλας κατέθεντο. εὐχῆς δὲ οὐδέν τι πάνυ χρὴ ἐπὶ τούτων. ἐπιτηρεῖν δὲ χρὴ καὶ μὴ εἰς τὸν πολὺν ὄχλον καὶ δῆμον ἐκφέρειν τοὺς τοιούτους ὕμνους· ἀπι‐ θανώτεροι γὰρ καὶ καταγελαστικώτεροι τοῖς πολλοῖς φαίνονται. | |
30 | Ἑρμηνείαν δὲ καὶ πρὸς τὸν διθύραμβον ἀνελθεῖν μικρὸν διαφέρει· οὐ γάρ ἐστιν ὑπὲρ ὧν σεμνοτέρων 〈ἂν〉 ἄνθρωπος φθέγξαιτο. | |
338(1t) | ΠΕΡΙ ΜΥΘΙΚΩΝ | |
2 | Ἑξῆς ἂν εἴη περὶ τῶν μυθικῶν εἰπεῖν, οὓς ἔνιοι μὲν τοὺς αὐτοὺς εἶναι νομίζουσι τοῖς γενεαλογικοῖς, ἔνιοι δὲ οὐχ οὕτως [εἶναι νομίζουσι τοῖς γενεαλογικοῖς]. | |
5 | οἱ μέν γε νομίζοντες οὐδὲν διαφέρειν καὶ τὰς γενεαλο‐ γίας μύθους εἶναί φασιν, οἷον εἰ βούλει, ὅσα γε Ἀκου‐ σίλεως καὶ Ἡσίοδος καὶ Ὀρφεὺς ἐν 〈ταῖσ〉 θεογονίαις εἰ‐ ρήκασιν· εἰσὶ μὲν γὰρ [γενεαλογικαὶ] αἵδε οὐδὲν ἧττον μυθικαί. τάδε δὲ αὖ φασιν οἱ διαφέρειν νομίζοντες, ὅτι καὶ | 14 |
10 | χωρὶς τῶν γενεαλογικῶν εἴησαν 〈ἄν〉 τινες μυθικοὶ ὕμνοι, οἷον ὅτι Διόνυσος Ἰκαρίῳ ἐπεξενώθη, ἢ ὅτι ἐν Ζωστῆρι τὴν ζώνην ἐλύσατο ἡ Λητώ, ἢ ὅτι ἡ Δημήτηρ παρὰ Κελεῷ ἐπεξενώθη, ἢ ὅσα ἕτερα τοιαῦτα. ταῦτα γὰρ [καὶ] γενεαλογίαν μὲν οὐδεμίαν εἴληφε, μυθικὴν δέ τινα | |
15 | ἄλλην ἱστορίαν. ἃ μέντοι ἀμφότεροι λέγοντες τὰ σφῶν αὐτῶν ἑκάτεροι νικᾶν ἀξιοῦσι, σχεδὸν ἀκήκοας, ἐμοὶ δὲ δοκεῖ κάλλιον ἐν ὅρῳ εἶναι ἀκριβῶς διελέσθαι. πά‐ σας μὲν γὰρ γενεαλογίας καὶ πάντας ὕμνους τοὺς διὰ γενεαλογικῶν διὰ μυθικῶν περιστάσεων προάγεσθαι | |
20 | νομίζω, οὐ μὴν πάντας γε τοὺς μυθικοὺς διὰ γενεαλο‐ γίας, ὥστε τὸ μὲν τῶν μυθικῶν ὕμνων [τὸ] μέρος γενι‐ κώτερον ἂν εἴη, τὸ δὲ τῶν γενεαλογικῶν εἰδικώτερον. ταῦτά σοι περὶ διαφορᾶς εἴρηται, ὑπὲρ δὲ τῶν μυθι‐ κῶν χωρὶς ἀποτεμόμενον χρὴ λέγειν. φημὶ δὴ τὸ πρῶ‐ | |
25 | τον μὲν μηδαμῶς μετέχειν αὐτοὺς φυσιολογίας, λέγω φανερᾶς· εἰ γάρ τις ἐγκεκρυμμένη καθ’ ὑπόνοιαν, ὥς γε πολλὰ ἔχει τῶν θείων, οὐδὲν τοῦτό γε διαφέρει. ἔπειτα εἶναι τῷ ποιητῇ μᾶλλον προσφόρους· ἡ γὰρ ἐξουσία καὶ τοῦ κατὰ σχολὴν λέγειν καὶ τοῦ περιστέλ‐ | |
30 | λειν τοῖς ποιητικοῖς κόσμοις καὶ ταῖς κατασκευαῖς οὔτε κόρον οὔτε ἀηδίαν παρίστησι· καίτοι οὐκ ἀγνοῶ ὡς αὐ‐ τῶν ἔνιοι τῶν ποιητῶν προσφέρουσι τὰς ἀκαίρους | |
339 | διατριβάς· συγγραφεῦσι δὲ ἢ λογοποιοῖς ἐλαχίστη ἐξουσία. γυμνοὶ δὲ οἱ μῦθοι τιθέμενοι σφόδρα λυποῦσι καὶ ἐνοχλοῦσι τὰς ἀκοάς. δεῖ τοίνυν ὅτι βραχυτάτοις | |
ἀπαλλάττεσθαι. παραμυθίας οὖν προσακτέον καὶ πρὸς | 16 | |
5 | συντομίαν καὶ πρὸς ἡδονήν, πρῶτον μὲν μὴ ἀπ’ εὐ‐ θείας πάντα εἰσάγειν, ἀλλὰ τὰ μὲν παραλείπειν λέγοντα, τὰ δὲ συγχωρεῖν, τὰ δὲ κατὰ συμπλοκὴν εἰσάγειν, τὰ δὲ προσποιεῖσθαι ἐξηγεῖσθαι, τὰ δὲ μὴ πιστεύειν μηδὲ ἀπιστεῖν. καὶ ὅλως οὐκ ἀπορήσεις μεθόδων, ἕν γε τοῦτο | |
10 | θεώρημα σώζων, ὡς διατριβὴ ἀπρόσφορος. Ἡ δὲ ἑρμηνεία, ὅπερ καὶ περὶ τῆς διατριβῆς ἔφα‐ μεν, ἐπὶ ἐλάττονος ἐξουσίας γινέσθω, σώζουσα μὲν τὸν ἐπιδεικτικὸν κόσμον, πολὺ δὲ τοῦ διθυράμβου ἀποβεβηκυῖα. γίγνοιτο δ’ 〈ἂν〉 τοιαύτη, εἰ τῷ Ἰσοκράτους | |
15 | θεωρήματι χρησόμεθα, καὶ τὸ κάλλος καὶ τὴν σεμνό‐ τητα μὴ ἀπὸ τῶν ὀνομάτων μᾶλλον [ἢ] τῆς ἀρχαιότητος ἢ τοῦ μεγέθους θηρώμεθα, 〈ἀλλ’〉 ἀπὸ τῆς ἁρμονίας καὶ τῶν σχημάτων, ἐπεὶ αὐτό γε τοῦτο, ὃ πάντες θρυλοῦσι, Δήμητρος γὰρ ἀφικομένης εἰς τὴν χώραν | |
20 | ἡμῶν καὶ τὰ ἑξῆς, τίς οὐκ οἶδεν, ὅτι τοῖς μὲν ὀνόμα‐ σιν ἐγγὺς τοῦ πολιτικοῦ καθήκει, τῇ δὲ συνθέσει καὶ τῇ ἁρμονίᾳ καὶ τῷ σχήματι †ὀλίγα καὶ λείπει ἔνια† σε‐ μνότερα εἶναι δοκεῖ; καὶ τὸ Τηρεῖ δὲ τῷ Πρόκνην τὴν Πανδίονος καὶ τὰ ἑξῆς τοῦ αὐτοῦ τύπου, εἰ | |
25 | καὶ περὶ ἀνθρωπίνων εἴρηται. καὶ παρὰ Πλάτωνι, φήμη τις καὶ λόγος διαρρεῖ, ὡς ἄρα ὁ θεὸς οὗτος ὑπὸ μητρυιᾶς οὔσης τῆς Ἥρας ἐκινήθη, καὶ πολλὰ παραδείγματα 〈παρὰ〉 τῷ Πλάτωνι, ὥστε εἰ σώζοις τὸ θεώρημα, φυλακτήριον ἔσται πρὸς ἀρετὴν λόγου. | |
30 | ὅλως δὲ περὶ τῶν μυθικῶν τούτων ὕμνων περί τε ἔν‐ νοιαν καὶ ἑρμηνείαν ἐκεῖνο ἰστέον, ὅτι τῷ ἀξιώματι κατ’ ἄμφω τὸ μυθικὸν [λεῖπον]. | |
340(1t) | ΠΕΡΙ ΓΕΝΕΑΛΟΓΙΚΩΝ | |
2 | Περὶ δὲ τῶν γενεαλογικῶν ἓν μὲν ἤδη τοσοῦτον εἴρηται, ὡς τοὺς αὐτοὺς ᾠήθησαν ἔνιοι τοῖς μυθικοῖς, ἐν ᾧ καὶ τὴν διαφορὰν προσετίθεμεν· ἕτερον δὲ τοσοῦ‐ | |
5 | τον εἰρήσεται, ὡς σπανίως ἔστιν ὕμνον εὑρεῖν θεῶν 〈ἐν | |
ᾧ〉 τὸ γενεαλογικὸν μόνον φέρεται, πλὴν εἰ 〈μή〉 τις ὑπο‐ λαμβάνοι τὰς θεογονίας ὕμνους εἶναι τῶν θεῶν, [ἐν ᾧ τὸ γενεαλογικὸν μόνον φέρεται] ὡς τὰ πολλὰ δὲ ἢ τοῖς μυθικοῖς παρεμπλέκονται ἢ ἄλλοις γε τῶν ὕμνων 〈εἴδεσιν〉 | 18 | |
10 | ἢ ἑνὶ ἢ καὶ πλείοσι. γραῶδες γὰρ καὶ δεινῶς μειρακιῶ‐ δες, ὕμνον Διὸς προελόμενον πραγματείαν, μόνον 〈γο‐ νὰσ〉 ἐκλέξασθαι. ἀλλ’ ἐπεὶ εὕρηται καὶ τοῦτο τὸ εἶδος τῶν ὕμνων παρὰ τοῖς ἀρχαίοις, καὶ ἤδη τινὲς καὶ Διο‐ νύσου γονὰς ὕμνησαν, καὶ Ἀπόλλωνος ἕτεροι, καὶ | |
15 | Ἀλκαῖος Ἡφαίστου καὶ πάλιν Ἑρμοῦ, καὶ τοῦτ’ ἀπο‐ τετμήμεθα τὸ μέρος. χρὴ τοίνυν, εἰ μὲν παρεμπεπλεγ‐ μένον εἴη τοῖς ἄλλοις εἴδεσιν, εἰδέναι, ὅτι καὶ μῆκος προσίεται, εἰ δὲ καθ’ αὑτὸ εἴη τὸ μέρος, ὅτι βραχείας δεῖται διατριβῆς· ἔτι δὲ ὡς ποιητῇ μὲν καθ’ αὑτὸ μό‐ | |
20 | νον τὸ εἶδος χρήσιμον, συγγραφεῖ δὲ οὐδέποτε. ὁ μὲν γὰρ καὶ Χάριτας μαιουμένας καὶ Ὥρας ὑποδεχομέ‐ νας καὶ τὰ τοιαῦτα πραγματεύεται, ὁ δ’ ἐπάναγκες ὅτι βραχύτατα ἐρεῖ. Ἀρετὴ δ’ ἑρμηνείας ἐν τοῖς τοιούτοις καθαρότης | |
25 | καὶ τὸ ἀπροσκορές· γένοιτο 〈δ’〉 ἂν ἐν ποιήσει ἐκ συμμετρίας τῶν περιφράσεων, ἐν δὲ τῇ συγγραφῇ ἐκ τῆς ποικιλίας τῶν κώλων. παρέσχετο δὲ τὴν μὲν ἐν ποιήσει ἀρετὴν Ἡσίοδος, καὶ γνοίη τις ἂν μᾶλλον, εἰ τοῖς Ὀρφέως παρα‐ θείη· τὴν δὲ ἐν τῇ συγγραφῇ πολλαχοῦ μὲν Πλάτων, | |
30 | πολλαχοῦ δὲ καὶ Ἡρόδοτος ἐν τοῖς Αἰγυπτιακοῖς. | |
31t | ΠΕΡΙ ΠΕΠΛΑΣΜΕΝΩΝ | |
32 | Περὶ δὲ τῶν πεπλασμένων ταῦτα ἰστέον, πρῶτον | |
341 | μὲν ὅτι οὐκ ἂν γένοιντο περὶ τοὺς περιφανεῖς τῶν θεῶν ῥᾳδίως, καὶ ὧν αἱ γενέσεις καὶ δυνάμεις πρόδηλοι, ἀλλὰ περὶ τοὺς ἀφανεστέρους ὡς τὰ πολλὰ θεοὺς καὶ δαί‐ μονας, οἷον καὶ περὶ τὸν Ἔρωτα ὁ Πλάτων ποτὲ μὲν | |
5 | ὡς πρὸ γῆς ἐγένετο, ποτὲ δὲ ὡς Ἀφροδίτης ἐστὶ παῖς, πάλιν δὲ πεπλασμένος ὕστερον Πόρου καὶ Πενίας, καὶ | |
πάλιν [ὁ Παυσανίας], ὅτι τῇ τέχνῃ τῇ ἰατρικῇ ἐφέστηκεν ἡ δύναμις τοῦ Ἔρωτος, καὶ [Ἀριστοφάνης] ὅτι συνάγει τὰ ἡμίτομα τῶν σωμάτων, τούτους [γὰρ] τοὺς ὕμνους | 20 | |
10 | ποικίλως σφόδρα πλάσας, τοὺς μὲν περὶ φύσιν, τοὺς δὲ περὶ δύναμιν, τοὺς δὲ περὶ γένος. ἥκει καὶ αὕτη ἡ ἐξουσία παρὰ τῶν ποιητῶν [παρὰ] τοῖς συγγραφεῦ‐ σιν. Ἄρεως μὲν γὰρ θεράποντας Δεῖμον καὶ Φόβον ἀναπλάττουσι, τοῦ δὲ Φόβου τὴν Φυγὴν φίλην, καὶ | |
15 | τοῦ Θανάτου τὸν Ὕπνον ἀδελφόν· ἤδη δὲ καὶ ἡμεῖς τὸν Λόγον Διὸς ἀδελφὸν ἀνεπλάσαμεν, ὡς ἐν ἠθικῇ συνόψει. Ἃ τοίνυν χρὴ ἐν τοῖς πεπλασμένοις τῶν ὕμνων διο‐ ρᾶν, ἔχοιτο ἂν λέγειν. φυλακτέον γὰρ πρῶτον μὲν μὴ | |
20 | ἀπηρτημένως ἀλλὰ συνεχῶς πλάττειν, εἴη δ’ ἂν τὸ τοιοῦτο σωζόμενον, εἰ ἀπ’ αὐτῶν 〈τῶν πραγμάτων〉 λαμβάνοιτο ἡ πλάσις, καὶ μὴ ἀνακεχωρηκυῖα εἴη. ἔπειτα μὴ ἀηδῶς, ἀλλὰ στωμύλως καὶ γλαφυρῶς ἀναπλάττειν, οἷον Μούσας Μνημοσύνης παῖδας, ἢ ὅσα τοιαῦτα. ἔνιαι γὰρ καὶ | |
25 | ἀκοῦσαι ἀηδεῖς, οἷον 〈ὅτι〉 ἐκ τῆς κεφαλῆς τοῦ Διὸς ἀνέ‐ δραμεν ἡ Ἀθηνᾶ. μὴ γὰρ τοῦτο, εἰ καθ’ ὑπόνοιαν εἴ‐ ρηται καὶ πρὸς ἄλλο τι, ἔχει ὀρθῶς, ἄλλως δ’ ἀηδῶς πέπλασται. ἔπειτα δὲ πίστεις λαμβάνειν ἀπὸ τῶν ἀλη‐ θῶν, ἐν οἷς ἂν ψευδώμεθα, ὡς καὶ ἡμεῖς πεποιήκαμεν, | |
30 | πολλάκις δὲ καὶ ὁ Ὅμηρος. ἔτι δὲ καὶ τοὺς πεπλασμέ‐ νους ὕμνους ἑαυτοῖς εἶναι συμφώνους, καὶ μὴ ἐναν‐ τιούμενα ἢ μαχόμενα ἐφέλκεσθαι, ὥσπερ ἐν ἐκείνῳ τῷ | |
342 | μύθῳ, ὅτι Ζεὺς πρὸ πάντων ἐγένετο καὶ θεῶν ἁπάντων ἐστὶ πατήρ, καὶ τὴν Θέμιν οὖσαν τοῦ Κρόνου τὸ πα‐ λαιὸν γυναῖκα ἠγάγετο. εἰ μὲν γὰρ ἦν πρὸ πάντων καὶ 〈πρὸ〉 Θέμιδος· εἰ δ’ ἦν πρὸ Διὸς Θέμις, οὐ πρὸ πάντων. | |
5 | ἔτι πρὸς τούτῳ φυλακτέον ἐν τοῖς πεπλασμένοις ὕμνοις τὸ μῆκος καὶ τὴν περιεργίαν. ἤδη γάρ τινες τῶν νεω‐ | |
τέρων, ἀναπλάσαντες δαίμονά τινα νέον Ζηλοτυπίαν, κρήδεμνον μὲν αὐτῇ Φθόνον προσέθεσαν, ζώνην δ’ αὖ Ἔριν. καὶ μάλιστα ὁ Παυσανίας ἐπιφορὰς ἔχει πρὸς τὴν | 22 | |
10 | κατὰ μέρος ταύτην περιεργίαν. ἔστι δὲ †εντ ... ουσαν† ἀρχαῖον καὶ νέον ἐν ποιήσει μέν, μάλιστα δὲ ἐν συγ‐ γραφῇ. Τὴν ἑρμηνείαν δὲ προσάξεις τοῖς τοιούτοις ὕμνοις πρὸς τὰ πράγματα ὁρῶν, εἰ μὲν ἀνθρώπινόν τι ἀνα‐ | |
15 | πλάττοις, ἀφελεστέραν καὶ κομψοτέραν, λέγω δὲ ἀν‐ θρώπινα ὅσα οὐ παντάπασιν φρικώδη καὶ θεῖα, οἷον Πενίαν καὶ Ἀγρυπνίαν, καὶ ὅσα τοιαῦτα. εἰ δὲ ἀνα‐ πλάττοις θεῖα, οὕτω καὶ τὴν ἑρμηνείαν σεμνοτέραν προσάξεις. χρὴ δὲ εἰδέναι, ὅτι γονιμώτατος καὶ ἐπι‐ | |
20 | νοίας ἐστὶ σημεῖον ὁ τοιοῦτος ὕμνος. | |
21t | ΠΕΡΙ ΑΠΕΥΚΤΙΚΩΝ ΚΑΙ ΠΡΟΣΕΥΚΤΙΚΩΝ | |
22 | Οἱ δὲ ἀπευκτικοὶ καὶ προσευκτικοὶ ὕμνοι σχεδὸν μέν, ὥσπερ ἐφάσκομεν, πᾶσι τοῖς προειρημένοις εἰσὶν ἀναπεπλεγμένοι, ἢ τοῖς γε πλείστοις αὐτῶν. ἅπαντες | |
25 | γὰρ ἀνυμνοῦντες τοὺς θεοὺς εἰς εὐχὰς ἐγκλείουσι τοὺς λόγους. ἤδη δέ τινες καὶ ἀποτόμως καθ’ αὑτοὺς γε‐ γόνασιν, ἀπευκτικὸς μὲν ὁ τοιοῦτος· Ζεῦ κύδιστε μέγιστε, κελαινεφές, αἰθέρι ναίων, μὴ πρὶν ἐπ’ ἠέλιον δῦναι καὶ ἐπὶ κνέφας ἐλθεῖν· | |
30 | προσευκτικοὶ δέ· | |
343 | κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος, ἥτε μοι αἰεὶ ἐν πάντεσσι πόνοισι παρίστασαι. καὶ παρὰ Πλάτωνι, ὦ φίλε Πᾶν καὶ ὅσα ἐν τῷ Φαί‐ δρῳ εὔχεται. δεῖ δὲ τοὺς τοιούτους ὕμνους μὴ κατακο‐ | |
5 | ρεῖς εἶναι. τὰς μὲν γὰρ εὐχὰς δικαίας εἶναι χρή, καὶ [ἀπευχὰς] δικαίας οὔσας καὶ ἁπλᾶς εἶναι δεῖ, τὸ δεῖνα γενέσθαι, εἶναι δὲ [ἁπλᾶς] καὶ βραχείας, ἔτι δὲ οὐ δι‐ δάσκειν τοὺς θεούς, ἀλλ’ αἰτεῖν ἅπερ ἀκριβῶς ἴσασιν. | |
ἔτι δὲ καὶ πάσας εὐχὰς καὶ συγγραφέων ἐπιὼν τὰς | 24 | |
10 | αἰτήσεις [εἰς τοὺς πολίτας] βραχείας οὔσας εὑρήσεις. ἤδη δὲ καὶ εἰς τοὺς πολιτικοὺς τὸ μέρος τοῦτο τῶν ὕμνων κατῆλθε, πλήν γε ὡς ἐπιμαρτυρίαι· τὸ γὰρ πρῶτον μὲν ὦ [ἄνδρες] Ἀθηναῖοι, τοῖς θεοῖς εὔχομαι καὶ τὰ ἑξῆς, καὶ τὸ καλῶν δὲ τὸν Ἀπόλ‐ | |
15 | λω τὸν Πύθιον, τῶν εὐκτικῶν καὶ ἀπευκτικῶν ὕμνων μετείληφεν ἴχνη. Οὐκ ἀγνοῶ δὲ ὅτι ἀπορητικούς τινες τεθείκασι καὶ διαπορητικοὺς καθ’ ἕκαστον τῶν μερῶν, οἷον διηπόρη‐ σαν περὶ γενεαλογίας [περὶ] Ἔρωτος εὐθύς, εἴτε ἐκ | |
20 | χάους ἐγένετο, εἴτε ἐξ Ἀφροδίτης, καὶ πολλὰ τοιαῦτα. καὶ πάλιν περὶ δύναμιν, εἴτε ἀνθρώπιναι πράξεις καὶ διοικήσεις, εἴτε θεῖαι. καὶ συνορᾷς δὴ τοῦτο τὸ εἶδος ὅ φημι πᾶν, ἀλλὰ τὸν τοιοῦτον ὕμνον τῷ μὲν σχήματι διαφέρειν φημί, τῇ δὲ φύσει τὸν αὐτὸν εἶναι ἐκείνων | |
25 | ἑκάστῳ, ὥσπερ καὶ τὴν Τύχην Σοφοκλῆς ὕμνησε δια‐ πορῶν [ὑμνεῖ]. Ἔφην δὲ γενέσθαι τινὰς ὕμνους καὶ ἐξ ὁμοίου τού‐ των ἁπάντων ἢ τῶν πλείστων συντεθέντων, οἵπερ εἰσὶ καὶ τελειότατοι ἔπαινοι καὶ μάλιστα τοῖς συγγραφεῦσι | |
30 | πρέποντες· τῷ μὲν 〈γὰρ〉 ποιητῇ ἐξαρκεῖ καὶ μέρος τι ἀπολαβόντι καὶ κατακοσμήσαντι τῇ ποιητικῇ κατασκευῇ πεπαῦσθαι, ὁ δὲ συγγραφεὺς πειράσεται διὰ πάντων | |
344 | ἐλθεῖν. χαριέστατον δὲ τὸ τοιοῦτον μέρος παρέσχη‐ ται ἐν τοῖς Μαντευτοῖς Ἀριστείδης. οὗτος γὰρ τὸν Ἀσκληπιὸν καὶ τὴν Ὑγίειαν συγγέγραφεν †οὐκέτι μοι ὡς† ἐπαίνων ἀνθρωπίνην περιέργειαν ἔχοντας. | |
5 | Τὸ μὲν δὴ περὶ τῶν εἰς τοὺς θεοὺς βιβλίον τέλος εἴληφεν ἡμῖν, ἐξ ὧν ἡγούμεθα καὶ ποιητὰς καὶ συγ‐ | |
γραφέας καὶ ῥήτορας πάντας ἀνυμνεῖν θεοὺς ἐντέχνως, καὶ ὅπως καὶ ἐν ὁποίοις καιροῖς. ἐφεξῆς δ’ ἂν εἴη περὶ χώρας 〈καὶ〉 πόλεως ἐπαίνων εἰπεῖν· οὕτως γὰρ καὶ εἰς | 26 | |
10 | τοὺς τόμους ἀναγωγὴ γεγένηται. καὶ πρῶτον περὶ τῶν τῆς χώρας ἐγκωμίων, οὐχ ὡς ἀποτόμως [περί] τινὸς ἐγκωμιάσαντος χώραν ἄνευ πόλεως, ἀλλ’ ἐν τοῖς τῶν πόλεων ἐγκωμίοις καὶ τῶν περὶ χώρας ἐπαίνων παρα‐ λαμβανομένων. | |
15t | ΠΩΣ ΧΡΗ ΧΩΡΑΝ ΕΠΑΙΝΕΙΝ | |
16 | Ἔπαινος μὲν χώρας, ὡς ἀνωτάτω διελέσθαι, διτ‐ τός, ἢ κατὰ φύσιν ἢ κατὰ θέσιν. ἢ γὰρ πῶς κεῖται ἐξε‐ τάσαντες ἀξίαν αὐτὴν ἐπαίνου ἀποφαίνομεν, ἢ ὅπως πέφυκε. θέσιν τοίνυν χώρας δοκιμάζομέν τε καὶ κρί‐ | |
20 | νομεν ὅπως κεῖται πρὸς γῆν ἢ 〈πρὸσ〉 θάλατταν ἢ πρὸς οὐρανόν· πρὸς μὲν γῆν, εἰ μεσόγειος εἴη καὶ πλέον ἢ ἔλαττον θαλάττης ἀπέχουσα, ἢ ἐπιθαλαττίδιος καὶ ἐπ’ αἰγιαλοῖς· πρὸς δὲ θάλατταν, εἰ νῆσος ἢ νήσῳ ἐοι‐ κυῖα· πρὸς δὲ οὐρανόν, εἰ ἐν δυσμαῖς, ἢ ἐν ἀνατολαῖς, | |
25 | ἢ ἐν μεσημβρίᾳ, ἢ ἐν ἄρκτῳ, ἢ ἐν τῷ μέσῳ τούτων. ἤδη δέ τινες καὶ κατ’ αὐτοὺς τοὺς ἀστέρας τὴν θέσιν ὡρίσαντο, ὥσπερ οἱ ποιηταί, ὑπὸ Πλειάδας ἢ Ὑάδας, ἢ ὑπὸ Ἀρκτοῦρον ἀνίσχοντα, ἢ ὑπὸ Ἕσπερον. κατὰ γὰρ τοὺς τρεῖς κανόνας θέσιν χώρας δοκιμάζομεν· ἐν | |
30 | γὰρ τῷ περὶ οὐρανοῦ καὶ τὸ τῶν ὡρῶν συνείληπται. τὴν δὲ φύσιν τῆς χώρας δοκιμάζομεν ἁπάσης ἐκ τῶν ἓξ | |
345 | τόπων τούτων, ἢ γὰρ ὀρεινή τίς ἐστιν ἢ πεδινή, ἢ ξηρὰ καὶ ἄνυδρος ἢ λιπαρὰ καὶ εὔυδρος, καὶ ἢ εὔφο‐ ρος καὶ πολυφόρος ἢ ἄφορος καὶ δύσφορος. ἀπὸ γὰρ τούτων χώρας ἀρετὴν καὶ κακίαν διαγινώσκομεν. ἵνα | |
5 | δέ σοι τῶν θεωρημάτων τούτων ἁπάντων παραδείγματα ὑπάρχῃ, ἑκάστου ἐκθήσομαι, δύο εἰπὼν πρότερον πρὸς ἃ [τὰ κεφάλαια] ἀνάγοντας ἐπαινεῖν δεῖ, πρὸς ἡδο‐ | |
νὴν ἢ πρὸς ὠφέλειαν· πρὸς γὰρ ταῦτα τὰ κεφάλαια ὁρῶντα δεῖ τοὺς περὶ χώρας ἐπαίνους ποιεῖσθαι. οἷον | 28 | |
10 | εἰ μεσόγειον ἐπαινοίης, πρὸς μὲν ἡδονήν, ὅτι τῶν ἀπὸ τῆς ἠπείρου ἀγαθῶν βεβαίως ἀπόλαυσις καὶ τέρψις γί‐ νεται, ὀρῶν πεδία περιλαμβανόντων καὶ τῶν πεδίων ληΐοις κατεστεμμένων· πρὸς δὲ ὠφέλειαν, διότι οἱ καρ‐ ποὶ [τε] γνησιώτεροι ἀπὸ τῆς γῆς ἅτ’ οὐ κλυζομένης καὶ | |
15 | τῶν ἀπὸ τῆς θαλάττης ταραχῶν ἀπεχούσης. εἰ δὲ ἐπι‐ θαλάττιον ἐπαινοίης, ὅτι ὅσα καὶ ἐν γῇ καὶ ἐν θαλάττῃ ἡδέα καὶ ὠφέλιμα, συνείληφεν ἡ χώρα. εἰ δὲ νῆσον ἐπαινοίης, καὶ πρὸς ἡδονὴν καὶ πρὸς ὠφέλειαν, ὥσπερ Ἀριστείδης ἐν τῷ Νησιωτικῷ. εἰ δὲ νήσῳ ἐοικυῖαν, | |
20 | ἅ τε περὶ Τύρου Ἀριστόβουλος ἱστόρησε καὶ περὶ Κυ‐ ζίκου Ἀριστείδης ἐν τῷ πρὸς Κυζικηνούς, καὶ Ξενοφῶν ἐν τοῖς Πόροις [τοῖς] περὶ τῆς Ἀττικῆς. καὶ μὴν εἰ μὲν ἀνατολικὴ εἴη, ὅτι πρώτη αὕτη ἡλίῳ ἐντυγχάνει, καὶ ἡγεμών ἐστι φωτὸς ἄλλαις, εἰ δὲ δυτικὴ εἴη, ὅτι ὥσπερ | |
25 | κορωνὶς ἐπίκειται, παραπέμπουσα τὸν θεόν· εἰ δὲ με‐ σημβρινή, ὅτι ὥσπερ ἐπὶ παρατάξεως τοῦ οὐρανοῦ τὸ μέσον κατείληφεν· εἰ δὲ ἀρκτική, ὅτι τὸ ὑψηλότατον τῆς γῆς καὶ ὑπόβορρον ὥσπερ ἀκρόπολις κατέχει· εἰ δὲ τὸ μεσαίτατον, ὃ δὴ περὶ τῆς Ἀττικῆς καὶ τῆς Ἑλλάδος | |
30 | λέγουσιν, ὅτι περὶ αὐτὴν ἡ πᾶσα γῆ κυκλεῖται, καὶ ὥραις ἐστὶν εὔκρατος. ἔτι τοίνυν εἰ μὲν ὀρεινὴ εἴη, ὅτι ἀνδρὶ ἐρρωμένῳ ἔοικε νεύροις διειλημμένῳ· εἰ δὲ πε‐ | |
346 | δινή, ὅτι εὔτακτός ἐστι καὶ οὐκ ἀνώμαλος οὐδ’ ὀστώδης. καὶ μὴν εἰ μὲν ξηρὰ καὶ ἄνυδρος, ὅτι διάπυρός ἐστι κατὰ τὸν περὶ τοῦ αἰθέρος λόγον καὶ τοῦ οὐρανοῦ· πυ‐ ρώδης γὰρ ὁ οὐρανὸς καὶ ἐπίξηρος· εἰ δὲ λιπαρὰ καὶ | |
5 | εὔυδρος, καὶ πρὸς τὴν ἡδονὴν καὶ πρὸς τὴν ὠφέλειαν εὐφυής. καὶ εἰ μὲν πάμφορος, ὅτι γυναικὶ εὔπαιδι ἔοι‐ κεν· εἰ δὲ ἄφορός τε καὶ δύσφορος, ὅτι φιλοσοφεῖν τε καὶ καρτερεῖν διδάσκουσα. | |
Ἐκεῖνό γε μὴν ἰστέον, ὅτι τῶν ἐγκωμίων τὰ μέν | 30 | |
10 | ἐστιν ἔνδοξα, [τὰ δὲ ἄδοξα,] τὰ δὲ ἀμφίδοξα, τὰ δὲ πα‐ ράδοξα. ἔνδοξα μὲν τὰ περὶ ἀγαθῶν ὁμολογουμένων, οἷον θεοῦ ἢ ἄλλου τινὸς ἀγαθοῦ φανεροῦ· [ἄδοξα δὲ τὰ περὶ δαιμόνων καὶ κακοῦ φανεροῦ·] ἀμφίδοξα δὲ ὅσα πῆ μὲν ἔνδοξά ἐστι, πῆ δὲ ἄδοξα, ὃ ἐν τοῖς Παναθη‐ | |
15 | ναϊκοῖς εὑρίσκεται καὶ Ἰσοκράτους καὶ Ἀριστείδου· τὰ μὲν γάρ ἐστιν ἐπαινετά, τὰ δὲ ψεκτά, ὑπὲρ ὧν ἀπολογοῦνται· παράδοξα δὲ οἷον Ἀλκιδάμαντος τὸ τοῦ Θανάτου ἐγκώμιον, ἢ τὸ τῆς Πενίας Πρωτέως τοῦ κυνός. ἐνέταξα δὲ τὸ θεώρημα, ἐπειδὴ ἀφόρους | |
20 | καὶ δυσφόρους χώρας, καὶ τὰς ἀνύδρους καὶ ψαμμώ‐ δεις, ὅπως ἐπαινεῖν χρὴ ὑπέδειξα. ὅτι γὰρ τῶν τοι‐ ούτων [καὶ] παραδόξων καὶ ἀπολογίαν ἐξευρίσκειν ἔστιν, εἰς ἐγκώμιον ἐξαρκεῖ. χώρας μὲν ἀπὸ τούτων ἐγκω‐ μιαστέον, πόλεις δὲ ἐξ ὧν δεῖ ἐπαινεῖν μετὰ ταῦτα ὑπο‐ | |
25 | δεικτέον, ἵνα ἡμῖν κατὰ τὴν τομὴν προΐῃ τὸ σύνταγμα. | |
26t | ΠΩΣ ΧΡΗ ΠΟΛΕΙΣ ΕΠΑΙΝΕΙΝ | |
27 | Οἱ τοίνυν περὶ τὰς πόλεις ἔπαινοι μικτοί εἰσιν ἀπὸ κεφαλαίων τῶν περὶ χώρας εἰρημένων καὶ τῶν περὶ ἀνθρώπους. ἐκ μὲν γὰρ τῶν περὶ χώρας τὴν θέσιν | |
30 | ληπτέον, ἐκ δὲ τῶν περὶ ἀνθρώπους τὸ γένος, τὰς πράξεις, τὰς ἐπιτηδεύσεις· ἀπὸ γὰρ τούτων τὰς πόλεις ἐγ‐ | |
347 | κωμιάζομεν. ὅπως δὲ τῶν κεφαλαίων τούτων ἕκαστον ἐργαζόμεθα, ἐγὼ διδάξω καὶ φράσω. θέσιν πόλεως δοκιμάζομεν κατὰ τοὺς ἄνω τρόπους τοὺς εἰρημένους καὶ καθ’ ἑτέρους πλείονας, ἢ πρὸς οὐρανὸν καὶ ὥρας, | |
5 | ἢ πρὸς ἤπειρον, ἢ πρὸς θάλατταν, ἢ πρὸς τὴν χώραν ἐν ᾗ κεῖται, ἢ πρὸς τὰς περιοίκους χώρας καὶ πόλεις, ἢ πρὸς ὄρη, ἢ πρὸς πεδία. τὸ γὰρ εὔυδρον εἶναι τὴν πόλιν ἢ ποταμοῖς περιειλῆφθαι ἔφην τῶν περὶ χώραν εἶναι. αὐτῶν δὲ τούτων ἕκαστον καὶ πρὸς ἡδονὴν καὶ | |
10 | ὠφέλειαν κατὰ τὴν ἄνω γεγονυῖαν διαίρεσιν. χρὴ δὲ καὶ καθ’ ἕκαστον τούτων ... τὸ εὐμαθέστερον καὶ σαφέ‐ στερον γενέσθαι τὸ σύνταγμα. τὴν γὰρ θέσιν πρῶτον ἔφην κατὰ τὸν οὐρανὸν καὶ κατὰ τὰς ὥρας δεῖν θεωρεῖν. θεωρεῖται δὲ ἢ κατὰ ψύξιν ἢ κατὰ θάλψιν ἢ κατ’ ἀχλὺν | 32 |
15 | ἢ κατὰ καθαρότητα ἢ κατὰ εὐαρμοστίαν πασῶν τῶν ὡρῶν. εἰ γάρ τις 〈κατὰ〉 τὸν οὐρανὸν δοκιμάσει, γίγνεται θέσις πόλεως ἢ κατὰ ταῦτα πάντα ἢ κατὰ τούτων τὰ πλεῖστα ἢ ἔνια. ἂν μὲν οὖν περιῇ δεικνύειν τὴν πόλιν, ἣν ἐγκωμιάζομεν, κατὰ πάντα ταῦτα εὔθετον οὖσαν, | |
20 | θαυμαστὸν γίνεται τὸ χρῆμα καὶ πλείους αἱ ἀφορμαί. εἰ δὲ μή, τὰ πλεῖστα τούτων πειρᾶσθαι δεῖ προσόντα αὐτῇ ἀποδεικνύναι· εἰ δὲ μὴ τὰ πλεῖστα, ἀλλὰ τὰ ἰσχυ‐ ρότατα καὶ τὰ μέγιστα. εἰ δὲ παντάπασιν ἄμοιρος εἴη ἡ πόλις ἐγκωμίων κατὰ τὴν θέσιν (ὅπερ σπανιώτατόν | |
25 | ἐστιν· εὑρήσομεν γὰρ ἢ ἐν ψυχροῖς τόποις οὖσαν ἢ ἐν θερμοῖς ἢ ἐν εὐαρμοστοῖς παρὰ τὴν κρᾶσιν τῶν ὡρῶν), εἰ δέ τινες τὴν Ἄσκρην οἰκοῖεν, ἐχρῆν αὐτὸ τοῦτο εἰς ἐγκώμιον λαμβάνειν [εἰ δ’ αὖ ἄφορός τε καὶ δύσφορος, ἐχρῆν αὐτὸ τοῦτο εἰς ἐγκώμιον λαμβάνειν], ὅτι φιλοσο‐ | |
30 | φεῖν ἀνάγκη τοὺς ἐνοικοῦντας καὶ καρτερικοὺς εἶναι. κατὰ τὸν αὐτὸν δὲ ὅρον, εἰ μὲν θερμότερος εἴη ὁ τόπος, τὰ ἐν τοῖς ψυχροῖς κακὰ λεκτέον· εἰ δὲ ψυχρότερος, τὰ | |
348 | ἐν τοῖς θερμοτέροις. ἄριστα δὲ κεκραμένας χρὴ νομί‐ ζειν τὰς ἱκανὸν χρόνον μέρει ἑκάστῳ παραμενούσας. αὐτῶν δὲ τῶν ὡρῶν αἱ μὲν ἐπὶ τὸ μᾶλλον θεωροῦνται, αἱ δὲ ἐπὶ τὸ ἔλαττον. χειμὼν μὲν γὰρ καὶ θέρος ἐπὶ τὸ | |
5 | ἔλαττον· μᾶλλον γὰρ ἐλάττους καὶ ἀσθενεστέρας ἐπαι‐ νετέον. ἔαρ δὲ καὶ μετόπωρον ἐπὶ τὸ μᾶλλον· μᾶλ‐ λον γὰρ ἰσχύειν τὰς ὥρας ταύτας ἐπαίνου ἄξιον. ἐν δὲ 〈τῷ〉 περὶ τῶν ὡρῶν καὶ ἃ ἑκάστη φέρει τακτέον, αὐτὰ | |
ταῦτα δὲ ἐφ’ ἑκάστῃ κατὰ τὰ τρία ταῦτα θεωρητέον, | 34 | |
10 | χρόνον ποιότητα ποσότητα· χρόνον μὲν εἰ ὅλον μένει ἀκήρατα, εἰ πλεῖστον τοῦ ἔτους· ποιότητα δὲ [εἰ] πρὸς ἡδονὴν καὶ ὠφέλειαν, ὠφέλειαν μὲν εἰ ἀβλαβῆ ἐστιν, ἡδονὴν δὲ εἰ ταῖς αἰσθήσεσι τερπνὰ †γεύσεσιν ὄψεσι καὶ ταῖς ἄλλαις†· ποσότητα δὲ εἰ πολλὰ ταῦτα εἴη. | |
15 | Περὶ μὲν τῆς θέσεως τῆς κατ’ οὐρανὸν καὶ ὥρας ταῦτα, ἐξ ὧν ἄν τις ἐγκωμιάζοι πόλιν, ἐφεξῆς δὲ καὶ περὶ τῶν ἄλλων τῶν τῆς θέσεως στοιχείων ἐπισκεψώ‐ μεθα. ἦν δὲ δεύτερον καὶ τρίτον στοιχεῖον, ὅπως κεῖ‐ ται πρὸς ἤπειρον, ὅπως πρὸς θάλασσαν. ἐὰν μὲν τοίνυν | |
20 | ἠπειρωτικὴ ᾖ καὶ πλεῖστον ἀπέχῃ 〈ἀπὸ〉 τῆς θαλάσσης, τὴν ἀπὸ τῆς ἀποχωρήσεως ἀσφάλειαν ἐγκωμιάσεις, καὶ σοφῶν ἀνδρῶν παραθήσεις γνώμας, αἳ τοὺς κατ’ ἤπειρον οἰκισμοὺς ἐπαινοῦσι καὶ τοὺς πλεῖστον ἀπὸ θα‐ λάττης ἀπέχοντας, καὶ πάντα ἐρεῖς ὅσα ἐν τῷ ἑτέρῳ | |
25 | κακά. ἐὰν δὲ ἡ πόλις θαλαττία ᾖ ἢ νῆσος, τάς τε ἠπείρους ἐρεῖς κακῶς καὶ τοὺς ἠπειρωτικοὺς οἰκισμούς, καὶ ὅσα ἀγαθὰ ἀπὸ θαλάσσης ἀριθμήσῃ. ἰδίως δὲ καὶ περιεργάσῃ τὴν ἑκάστης νήσου ἢ τὴν ἑκάστης πόλεως θέσιν. τὸ γὰρ τοιοῦτον μέρος ἀδύνατον περιστοιχίζε‐ | |
30 | σθαι διὰ τὸ ἄπειρον. ἐὰν δὲ παραθαλάττιος ᾖ καὶ ἐπ’ αἰγιαλοῖς, ὅτι ἀμφότερα ὑπάρχει τὰ ἀγαθά. ἐὰν δὲ ὀλίγον ἀπέχῃ ἀπὸ τοῦ αἰγιαλοῦ, ὅτι τὰ μὲν ἑκατέρω‐ | |
349 | θεν ἐκπέφευγε λυπηρά, τὰ δ’ ἀμφοτέρων ἀγαθὰ ἀνείληφεν. Ἑξῆς ἦν στοιχεῖα θέσεως, ὅπως ἔχει πρὸς τὴν περιοικίδα χώραν, καὶ ὅπως πρὸς τὰς ἀστυγείτονας | |
5 | χώρας. πρὸς μὲν τοίνυν τὴν περιοικίδα χώραν θεω‐ | |
ρητέον, εἰ ἐπ’ ἀρχῆς κεῖται, ἢ ἐν μέσῳ, ἢ πρὸς τῷ τέλει. καὶ εἰ μὲν ἐπ’ ἀρχῆς κεῖται, ὥσπερ προσώπῳ ἀπεικαστέον, καὶ ὅτι ἐντὸς τὴν αὑτῆς χώραν φυλάττει, ὥσπερ μιᾶς οἰκίας προπύλαια. ἐὰν δὲ ἐν μέσῳ, ὅτι | 36 | |
10 | ὥσπερ βασίλεια ἢ ἀρχεῖα ἢ ὀμφαλὸς ἀσπίδος, ὥσπερ Ἀριστείδης εἶπε, [κατείληφεν] ἢ ὥσπερ ἐν κύκλῳ μέσον σημεῖον. ἐὰν δὲ ἐπὶ τέλει, ὅτι ὥσπερ ἐραστὰς ἀποφυ‐ γοῦσα τοὺς προσιόντας. Ἔτι δὲ ὀψόμεθα καὶ ζητήσομεν, πότερον τὰ σκληρὰ | |
15 | προβαλλομένη ἐν πεδινοῖς ἐστιν, ἢ ἐν τοῖς σκληροτά‐ τοις τόποις κατῴκισται τὰ πεδία προβαλλομένη· καὶ ἐὰν ἐν πεδινοῖς ἱδρυμένη, ὅτι ἀποπειρᾶται τῶν ἀφικνου‐ μένων, ὥσπερ ἀγῶνα προτιθεῖσα, ἢ ὅτι εὐερκής ἐστιν, ὥσπερ τείχους ἀνεστηκότος. ἐὰν δὲ τὰ πεδία προβαλ‐ | |
20 | λομένη ἐν τοῖς σκληροῖς φαίνηται ἱδρυμένη, ὅτι ἥμερός ἐστι πρὸς τοὺς ἀφικνουμένους, καὶ ὥσπερ ἀκρόπολις [αὕτη κατείληφεν] ἀφ’ ὑψηλοῦ πυρσεύουσα. ἐὰν δὲ ἀναμὶξ ᾖ ταῦτα καὶ συγκεχυμένως φαίνηται διακείμενα, τὴν ποικιλίαν ἐπαινετέον, ὥσπερ Ἀριστείδης πεποίη‐ | |
25 | κεν. ἔτι δὲ πρὸς τὰ ὕδατα τὰ ἐν τῇ χώρᾳ θεατέον. ὑδά‐ των δὲ φύσεις τριχῆ δεῖ διαιρεῖν, ἢ ὡς πηγῶν, ἢ ὡς ποταμῶν, ἢ ὡς λιμνῶν. κριτέον δ’ αὐτὰ ὥσπερ καὶ τὰ ἄλλα, πρὸς ἡδονὴν καὶ ὠφέλειαν, καὶ ἔτι πρὸς ταύτῃ τῇ διαιρέσει πρὸς πλῆθος καὶ αὐτοφυΐαν· ἐνιαχοῦ | |
30 | γὰρ καὶ θερμαὶ πηγαὶ εὑρίσκονται. Πρὸς τοίνυν τὰς ἐν γειτόνων θεωρητέον ἢ [ὡς πρὸς] πόλεις ἢ [ὡς πρὸς] χώρας, [ἢ] πότερον ἐν ἀρχῇ ἐστιν | |
350 | αὕτη, ἢ πρὸς τῷ τέλει, ἢ πανταχόθεν μέση· καὶ χῶραι καὶ πόλεις εἰ μικραὶ καὶ ἀφανεῖς, 〈ἢ μεγάλαι καὶ ἐπιφα‐ νεῖς,〉 καὶ εἰ ἀρχαῖαι ἢ νέαι. πρὸς μὲν τοίνυν χώρας, | |
οἷον εἰ λέγοι τις, ὅτι [ἡ νῦν καλουμένη Ἀσία] παρῴκι‐ | 38 | |
5 | σται μεγάλῳ ἔθνει, καὶ ὅμως ὑπὸ μεγέθους οὐ κρύπτε‐ ται· πόλεις δ’, ὥσπερ λέγουσι περὶ τῶν πόλεων τῶν Ἀσιανῶν, ὅτι ἐγγὺς ἀλλήλων οὖσαι οὐκ ἀφαιροῦνται ἀλλήλας τὸν κόσμον. καὶ εἰ μὲν ἐπ’ ἀρχῆς τῶν ἄλλων ἐθνῶν, ὅτι προβέβληται ἀντ’ ἄλλου φυλακτηρίου, | |
10 | ὥσπερ ὁ Ἀριστείδης· τοῦτο γάρ φησι περὶ τῶν Ἀθη‐ νῶν. εἰ δὲ μέση κέοιτο ἡ πόλις πολλῶν χωρῶν καὶ πό‐ λεων μεγάλων, ὅτι πανταχόθεν περιβέβληται καὶ ἀντὶ κόσμου προπύλαια καὶ εἰς ἀσφάλειαν περιβόλους. εἰ δὲ πρὸς τέλει, ὅτι ἀντὶ κεφαλῆς ἐπίκειται ταῖς ἄλλαις [χώ‐ | |
15 | ραις] καὶ κορυφῆς. εἰ δ’ ἔνδοξοι εἶεν αἱ πόλεις καὶ ἐπιφανεῖς, ὅτι ἐνδόξων ἐνδοξοτέρα ἐστὶ καὶ ἐπιφανῶν ἐπι‐ φανεστέρα, ἢ ἐπιφανῶν οὐκ ἀφανεστέρα ἢ οὐ πολύ· εἰ δὲ ἄδοξοι καὶ 〈οὐκ〉 ἐπιφανεῖς, ὅτι δι’ αὐτὴν ἀλλ’ οὖν ὀνό‐ ματος καὶ φήμης τυγχάνουσιν. εἰ μὲν ἀρχαῖαι χῶραι | |
20 | εἴησαν, ὅτι ἀνάγκη καὶ αὐτὴν ἀρχαίαν εἶναι τὴν πρόσοικον [χώραν]· εἰ δὲ πόλεις, ὅτι αἱ μὲν κεκμήκασι χρόνῳ, ἡ δ’ ἀνθεῖ· εἰ δ’ αὖ νέα, ὅτι πρὸς φυλακὴν προβέβληται νεωστὶ γεγενημένη. Σκεψώμεθα τοίνυν καὶ τὴν τοπικὴν καλουμένην | |
25 | θέσιν, ἥπερ ἐστὶν ὑπόλοιπος. καλοῦσι δὲ τοπικὴν τὴν τοῦ τόπου φύσιν, ἐν ᾧ ἡ πόλις ἵδρυται. πᾶσα πόλις, ὡς ἀνωτάτω συλλαβεῖν, αὐτὰ γὰρ τὰ καθ’ ἑκάστην σχήματα ἀδύνατον περιλαβεῖν, ἢ πᾶσα ἐν ὄρει καὶ γη‐ λόφῳ 〈ἕστηκεν〉 ἢ πᾶσα ἐν πεδίῳ 〈ἢ πῆ μὲν ἐν ὄρει | |
29b | πῆ δὲ ἐν πεδίῳ〉. ἂν μὲν τοίνυν πᾶσα ἐν ὄρει, | |
30 | καὶ πρὸς ἀσφάλειαν καὶ πρὸς ἡδονὴν ἐπαινετέον ἐκ τού‐ του, κατὰ μὲν εἰρήνην διὰ τὴν τοῦ ἀέρος τοῦ ὑποκει‐ μένου καθαρότητα, κατὰ δὲ πόλεμον ὅτι αὐτοφυὲς | |
351 | τεῖχος καὶ ἀπρόσβατον κέκτηται. ἐλαττώματα δὲ τῶν ἐν γηλόφῳ κειμένων ψύχους ὑπερβολαί, ὁμίχλη, στε‐ | |
νοχωρίαι. δεῖ οὖν ἀποφαίνειν οὐ προσόντα ταῦτα ἢ οὐ μάλιστα. ἐὰν δὲ ἐν πεδίῳ, δεῖ ἐπαινεῖν, ὅτι ἐν | 40 | |
5 | ὀφθαλμῷ ἡ πόλις φαίνεται, ὅτι οὐκ ἔστιν ἀνώμαλος τοῖς ἄρθροις, ὥσπερ σῶμα εὔρυθμον, ὅτι γεωργική τίς ἐστιν ἡ φύσις τῆς πόλεως, ὅτι ὑπ’ ἀνδρείας οὐ πέφευ‐ γεν, ὥσπερ αἱ ἄλλαι πόλεις, εἰς ὄρη. [τὰ ἐλαττώματα τῶν ἐν ὑψηλῷ πόλεων ἱδρυμένων ὀνειδιεῖς, τὰ δὲ τῶν | |
10 | ἐν πεδίῳ φεύξῃ.] ἔστι δὲ ἐλαττώματα αὐχμοὶ καὶ πνιγ‐ μοὶ καὶ ῥᾳστώνη ἐπιθέσεως καὶ ὅσα τοιαῦτα. ταῦτα οὖν ἢ ὡς ἥκιστα ἢ ὡς ἐλάχιστα ἀποδεικνύναι χρὴ προσόντα. ἀλλὰ μὴν εἰ πῆ μὲν πεδινὴ εἴη ἡ πόλις, πῆ δὲ ἐν ὄρεσιν, τό τε πλῆθος ἐπαινέσεις καὶ τὴν ποικιλίαν, | |
15 | ὅτι ἅπερ ἀμφοτέραις ταῖς πόλεσι πρόσεστι, ταῦτα ἀμ‐ φότερα μόνη κέκτηται, 〈καὶ〉 ὅτι τὰ ἀμφοτέρων ἐλαττώ‐ ματα ἐκπέφευγε· πειράσῃ δὲ ἀποδεικνύναι καὶ ὅτι πολ‐ λαῖς ἔοικε πόλεσιν. ἐκ τούτων καὶ περὶ ταῦτα ἡ μέθ‐ οδος. | |
20t | ΠΩΣ ΔΕΙ ΛΙΜΕΝΑΣ ΕΓΚΩΜΙΑΖΕΙΝ | |
21 | Ἐν τούτῳ δὲ τῷ μέρει καὶ τὸ περὶ λιμένων ἔγκειται. λιμένες δὲ ἢ ἐν μέσῳ τῆς πόλεως, καὶ φήσεις ὥσπερ κόλπῳ δέχεσθαι τοὺς καταπλέοντας ὑπὸ τὰς ἀγκάλας· ἢ ἐν ἀρχῇ τῆς θέσεως, καὶ φήσεις ὥσπερ ποσὶν ἐπι‐ | |
25 | στηρίζεσθαι τῷ λιμένι. καὶ ἢ αὐτοφυεῖς εἰσιν ἢ χειροποίη‐ τοι. ἂν μὲν τοίνυν χειροποίητοι ὦσιν, ἐρεῖς 〈ὅτι〉 οὐχ ἡ πόλις δι’ αὐτούς, ἀλλ’ αὐτοὶ διὰ τὴν πόλιν γεγόνα‐ σιν· εἰ δ’ αὐτοφυεῖς, ὅτι ἀπρόχωστοί εἰσι διὰ τὸ αὐ‐ τοφυεῖς εἶναι, ὅσοι δὲ χειροποίητοι, προχοῦνται. καὶ | |
30 | ἢ εἷς ἐστιν ἢ πολλοί. ἂν μὲν εἷς, ὅτι ὥσπερ σώματος εἷς κόλπος ἐστίν· ἐὰν δὲ πολλοί, ὅτι ὑπὸ φιλανθρω‐ | |
352 | πίας πολλὰς χεῖρας προτείνει τοῖς καταίρουσι. λιμένας δὲ ἐπαινέσεις ἢ ὡς ἀκλύστους, ἢ ὡς νηνέμους καὶ ὡς | |
ἐπισκεπεῖς, ἢ ὡς πολύπλους, ἢ ὡς κατὰ πάντα ἄνεμον ἐκπέμποντας, ἢ ὡς πρὸ τῶν μεγάλων πελαγῶν προκει‐ | 42 | |
5 | μένους, ἢ ὡς ἀγχιβαθεῖς. | |
6t | [ΠΩΣ ΔΕΙ ΚΟΛΠΟΥΣ ΕΠΑΙΝΕΙΝ] | |
7 | Ἐν τούτῳ 〈δὲ〉 καὶ τὸ περὶ τῶν κόλπων. κόλπους ἐπαινέσεις εἰς μέγεθος καὶ κάλλος καὶ εὐρυθμίαν καὶ εἰς εὐλιμενότητα καὶ πολυλιμενότητα. | |
10t | [ΠΩΣ ΔΕΙ ΑΚΡΟΠΟΛΙΝ ΕΓΚΩΜΙΑΖΕΙΝ] | |
11 | Ἐν τούτῳ δὲ καὶ τὸ περὶ τῶν ἀκροπόλεων· αἱ μὲν ἐν μέσῳ πόλεών εἰσιν, αἱ δ’ ἐν πλαγίῳ. καὶ αἱ μὲν ὑψηλαί, στεναὶ δὲ τὸ ἄνω δάπεδον, αἱ δὲ βραχεῖαι μέν, εὐρύχωροι δέ· καὶ αἱ μὲν εὔυδροι, αἱ δὲ ἄν‐ | |
15 | υδροι· καὶ αἱ μὲν ἀνώμαλοι τὰς κορυφάς, αἱ δὲ πεδινώ‐ τεραι. ἥτις μὲν οὖν τὰς μὲν ἀρετὰς εἴληφεν τὰς δὲ κακίας ἐκπέφευγεν, αὕτη καλλίστη, ὅμως δ’ ἐξ ὧν ἐπαινετέον τούτων ἑκάστην λεκτέον. ἂν μὲν τοίνυν ἐν πλαγίῳ τῆς πόλεως ᾖ, ὅτι ἀκριβῶς κέλητι ἔοικε· | |
20 | †μετὰ γὰρ πᾶν τὸ σῶμα κεῖται†. εἰ δ’ ἐν μέσῳ, ὅτι περὶ αὐτὴν ἡ πόλις ἵδρυται, ὥσπερ βασιλικαὶ περὶ ἱερὸν περιβολαί. ἂν δ’ ὑψηλὴ μέν, στενὴ δὲ τὸ ἄνω ἔδαφος, ὅτι ὥσπερ ἱερὸν τῷ ὄντι ἅπαν ἀοίκητόν ἐστι πλὴν ὅσα τοῖς κατέχουσι θεοῖς. εἰ δὲ βραχεῖα μέν, εὐρύχωρος δέ, | |
25 | ὅτι πόλει ἔοικεν ἡ ἀκρόπολις ὑπ’ εὐρυχωρίας. καὶ εἰ μὲν ἄνυδρος, ὅτι ὑπὸ ὕψους τοῦτο πέπονθεν, εἰ δὲ εὔυδρος, ὅτι καὶ ὑψηλὴ οὖσα καὶ πρὸς χρείαν ἐστὶν αὐτάρ‐ κης. καὶ εἰ μὲν ἀνώμαλος, ὅτι ὥσπερ ἄλλας ἀκροπό‐ λεις ἐν αὑτῇ ἔχει· εἰ δὲ πεδινή, ὅτι θέσεως ἕνεκα καὶ | |
30 | ῥᾳστώνης καὶ πόλις ... ᾠκίσθη. κράτιστον δὲ ὅπερ ἔφη | 44 |
353 | τὰς ἀρετὰς παρούσας τὰς δὲ κακίας ἀπούσας ἁπάσας δεικνύναι, ἢ πλείονας ἀρετὰς κακιῶν. ταῦτα καὶ περὶ ἀκροπόλεων θέσεως ἡμῖν ἀποδεδείχθω. | |
4t | ΠΩΣ ΔΕΙ ΑΠΟ ΓΕΝΟΥΣ ΠΟΛΙΝ ΕΓΚΩΜΙΑΖΕΙΝ | |
5 | Δεύτερος δ’ ἂν εἴη τόπος ὁ τοῦ γένους καλούμενος, διαιρεῖται δὲ εἰς οἰκιστάς, εἰς τοὺς οἰκήσαντας, εἰς τὸν χρόνον, εἰς τὰς μεταβολάς, εἰς τὰς αἰτίας ἀφ’ ὧν αἱ πόλεις οἰκοῦνται. τούτων δ’ αὖ ἕκαστον πολλαχῆ διαι‐ ρετέον, οἷον εὐθὺς εἰ τίς οἰκιστὴς ζητοῖμεν, εἰ θεός, | |
10 | εἰ ἥρως, εἰ ἄνθρωπος, καὶ πάλιν κατὰ τύχας στρατη‐ γὸς ἢ βασιλεὺς ἢ ἰδιώτης. ἐὰν μὲν τοίνυν θεὸς ᾖ, μέγιστον τὸ ἐγκώμιον, ὥσπερ ἐπ’ ἐνίων λέγεται, ὡς περὶ Ἑρμου‐ πόλεως καὶ Ἡλιουπόλεως καὶ τῶν τοιούτων. ἐὰν δὲ ἡμιθέων καὶ ἡρώων ᾖ καὶ μετὰ ταῦτα θεὸς γενόμενος, | |
15 | ἔλαττον μὲν τὸ ἐγκώμιον, ἔνδοξον δὲ καὶ οὕτως, ὥσπερ ἐφ’ Ἡρακλείας [τῆς πόλεως], καὶ ὅσας ἢ Σαρπηδὼν ἢ Μίνως ᾤκισεν ἢ ἄλλοι ἥρωες. ἐὰν δὲ ἄνθρωπος, ἐὰν μὲν ᾖ στρατηγὸς ἢ βασιλεύς, ἔνδοξον, ἐὰν δὲ ἰδιώτης, ἄδοξον καὶ οὐκ ἐπιφανές. χρὴ οὖν, ὅτε τὸ | |
20 | περὶ τῶν οἰκιστῶν ἡμῖν διῄρηται, ἐκεῖνο τὸ θεώρημα [καὶ τὸ στοιχεῖον] κατὰ πάσης τῆς διαιρέσεως εἰδέναι, ὡς εἰ μὲν ἔνδοξος εἴη ὁ κατοικίσας, τά τε ἄλλα αὐτοῦ ἐγκωμιαστέον ἐν βραχυτάτοις, καὶ ὅτι τὴν πόλιν ᾤκισεν ἣν ἂν ἐπαινῶμεν, ἐὰν δὲ ἄδοξος καὶ ἡ διαδοχὴ ἄδοξος, | |
25 | γίνεται ἢ τῷ αἰσχρὰν ἔχειν δόξαν, ἢ τῷ μηδ’ ὅλως ἔχειν. ἐὰν μὲν τοίνυν μηδ’ ὅλως ἔχῃ, φατέον μόνον, ὅτι ἀπὸ τῆς κτίσεως τῆς πόλεως, ὥσπερ ἐξαρκοῦν, ἠξίωσε γνωρίζεσθαι· εἰ δὲ φαύλην δόξαν εἰληφώς, ὅτι ἀπολογίαν ἱκανὴν ταύτην ἐπὶ τοῖς ἄλλοις ἐξεῦρεν. ἀπὸ | |
30 | μὲν τῆς τομῆς ταύτης τὸν οἰκιστὴν γνωριοῦμεν. | |
Τοὺς δὲ οἰκήσαντας διαιρήσομεν μιᾷ μὲν τομῇ | 46 | |
354 | Ἑλλήνων καὶ βαρβάρων, δευτέρᾳ δὲ βαρβάρων μὲν 〈ἢ〉 τῶν ἀρχαιοτάτων, ὥσπερ Φρυγῶν, ἢ βασιλικωτάτων, ὥσπερ Λυδῶν ἢ Μήδων ἢ Περσῶν ἢ Αἰθιόπων ἢ Σκυ‐ θῶν. καὶ ὅλως δήλη ἐστὶν ἡ ὁδὸς τῷ προϊόντι κατὰ τὸ | |
5 | ἀποδοθὲν θεώρημα. δεῖ γὰρ ἀποφαίνειν τὰ οἰκήσαντα γένη τὴν βάρβαρον πόλιν, ἣν ἂν ἐπαινέσῃς, ἢ πρεσβύ‐ τατα ἢ σοφώτατα ἢ ἀρχικώτατα ἢ ὅλως ἀρετήν τινα σχόντα, ἢ μίαν, ἢ πολλάς, ἢ πάσας, †ἢ† μάλιστα. Ἑλλή‐ νων δ’ αὖ τῶν εὐγενεστάτων νομιζομένων γενῶν· γένη δὲ | |
10 | τὰ ἀνωτάτω καὶ γνωριμώτατα τρία, τὸ Δωριέων, Αἰολέων, Ἰώνων. τὸ μὲν τοίνυν Αἰολέων πολὺ ἰσχυ‐ ρότατον, τὸ δὲ Δωριέων ἀνδρικώτατον, τὸ δὲ Ἰώνων ἐλλογιμώτατον. χρὴ οὖν ἀποφαίνειν τὴν Ἑλληνίδα πόλιν ἐκ τούτων οὖσαν τῶν γενῶν. καὶ οὕτως μὲν | |
15 | τὰ γένη τῶν ἐνοικούντων διαγνωσόμεθα, καὶ τοὺς ἐπαί‐ νους, οὓς ἂν περὶ τῶν γενῶν εἴπωμεν, νομιοῦμεν προσήκειν τοῖς οἰκήσασιν, ὥσπερ εἰ λέγοιμεν, ὅτι ἡ Σμύρνα ἢ Ἔφεσος τοῦ ἐλλογιμωτάτου μέρους ἐστίν, ἢ τῶν ἐν Κρήτῃ πόλεων πολλαὶ καὶ Ῥόδος τοῦ ἀν‐ | |
20 | δρικωτάτου (Δωρικαὶ γάρ εἰσι) καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. Τρίτον ἔφαμεν τοῦ γένους εἶναι τὸν χρόνον, τρισὶ διαιρού‐ μενον ὅροις· ἢ τῶν παλαιοτάτων, ὅταν ἢ πρὸ ἄστρων ἢ μετὰ τῶν ἄστρων φάσκωμεν, ἢ πρὸ κατακλυσμοῦ ἢ μετὰ κατα‐ | |
25 | κλυσμὸν φάσκωμεν οἰκισθῆναι ἢ πόλιν ἢ χώραν, ὥσπερ Ἀθηναῖοι μεθ’ ἡλίου γενέσθαι φασίν, Ἀρκάδες δὲ πρὸ σελήνης, Δελφοὶ δὲ μετὰ τὸν κατακλυσμὸν εὐθύς (δια‐ στήματα γὰρ καὶ ὥσπερ ἀρχαὶ αὗται 〈τοῦ〉 αἰῶνος)· ἢ μέσῳ ὅρῳ λογιούμεθα, οἷον ὅτ’ ἤνθησεν ἡ Ἑλλὰς ἢ ἡ Περσῶν | |
30 | δύναμις ἢ Ἀσσυρίων ἢ Μήδων, ὥσπερ Συρακοῦσαι καὶ ἔνιαι τῶν ἐν Ἰωνίᾳ πόλεων καὶ πλεῖσται τῆς Ἑλλάδος καὶ τῆς βαρβάρου· τῶν δὲ ἐσχάτων καὶ νεωτάτων αἱ | |
355 | ἐπὶ Ῥωμαίων· ὅσαι γὰρ νεώταται πόλεις, παρὰ τού‐ των ἐκτίσθησαν. ἐὰν μὲν τοίνυν ἀρχαιοτάτη ἡ πό‐ λις ᾖ, φήσεις τὸ πρεσβύτατον τιμιώτατον εἶναι καὶ ὅτι αἰώνιός ἐστιν ἡ πόλις, ὥσπερ οἱ θεοί. ἐὰν δὲ τοῦ | 48 |
5 | μέσου ὅρου, ὅτι οὔθ’ ὑπορρεῖ καὶ γεγήρακεν ὥστε πεπονηκέναι, οὔτε νεωστὶ ἀνέστηκεν. ἐὰν δὲ νεωτέρα ᾖ, ὅτι ἀνθεῖ καθάπερ κόρη ἀκμάζουσα, καὶ ὅτι μετὰ πλειόνων καὶ βελτιόνων ἐλπίδων οἰκεῖται. χρὴ δὲ τὰς νεωτέρας μηδὲν ἐλαττουμένας σεμνότητι τῶν παλαιοτέ‐ | |
10 | ρων δεικνύειν, τὰς δὲ ἀπὸ τοῦ μέσου ὅρου πρὸς ἀμφο‐ τέρας αὐτάρκεις. τοσαῦτα καὶ περὶ χρόνου τῶν πόλεων δεδόσθω. Τέταρτος τόπος ὁ τῶν μεταβολῶν, διαιρεῖται δὲ κατὰ τάδε· ἢ γὰρ ἀπῳκίσθη, 〈ἢ συνῳκίσθη, ἢ μετῳ‐ | |
15 | κίσθη,〉 ἢ ἐπηυξήθη, ἢ ὅλως οὐκ οὖσα πρότερον ᾠ‐ κίσθη. ἀπῳκίσθη μέν, ὥσπερ αἱ πλεῖσται τῶν Ἑλ‐ ληνίδων, αἱ ἐν Ἰωνίᾳ, αἱ ἐν Ἑλλησπόντῳ, αἱ νῆσοι· συνῳκίσθη δέ, 〈ὥσπερ〉 Μεγάλη πόλις ἐν Ἀρκαδίᾳ· μετ‐ ῳκίσθη δέ, ὥσπερ περὶ Σμύρνης Ἀριστείδης, φησὶ | |
20 | γὰρ αὐτὴν τρὶς ἀλλάξαι τὸν τόπον· ἐπηυξήθη δέ, ὥσπερ ὅσας πρότερον κώμας οὔσας [ὅλως] πόλεις πεποιήκασι βασιλεῖς· ᾠκίσθησαν δέ, ὅσας πρότερον οὐδ’ οὔσας [κώμας] ὅλως πόλεις τινὲς ἀπέφηναν. Μεταβολὴ δὲ παρὰ ταύτας ἁπάσας γίνεται ἐπ’ | |
25 | ἐνίων πολλάκις περὶ τὸ ὄνομα· τὴν γὰρ αὐτὴν πόλιν ἢ χώραν ποτὲ μὲν Κραναάν, ποτὲ δὲ Κεκροπίαν, ποτὲ δὲ Ἀκτήν, ποτὲ δὲ Ἀττικήν, ποτὲ δὲ Ἀθήνας κεκλή‐ κασι· καὶ Πελοπόννησον ποτὲ μὲν Πελασγίαν, ποτὲ δὲ Ἀπίαν, ποτὲ δὲ ἄλλο τι τοιοῦτον. ἀλλὰ τὸ τοιοῦτον τῆς | |
30 | μεταβολῆς εἶδος οὐκ ἔχει πρόφασιν ἐπαίνου, πλὴν εἴ τις τοὺς ἄνδρας ἐπαινοίη ἢ θεούς, ἀφ’ ὧν αἱ πόλεις ὀνομάζονται. ὅπως δὲ τῶν μεταβολῶν ἕκαστον εἶδος | |
356 | ἐπαινεσόμεθα, διδάξω. ἐὰν μὲν ἀποικίαν, ὅτι ἀπὸ μεγίστης πόλεως ἀπῴκησαν καὶ ἐνδοξοτάτης, ὅτι ἀπῴ‐ κισται ἐνδόξως, ὅτι δυνάμει κατέσχε τὸν τόπον, ὅτι κατὰ φιλίαν ἀπῳκίσθησαν, οὐχὶ στάσει καὶ πολέμοις | |
5 | ἐκπεσόντες, καὶ ὅλως ὑποδέδεικταί σοι πρὸς ἃ χρὴ βλέ‐ πειν κἀν τοῖς τῶν ἀπῳκισμένων πόλεων ἐπαίνοις. εἰ δὲ συνῳκισμένην πόλιν ἐπαινοίης, καὶ τὰ μέρη αὐτὰ καθ’ ἑαυτὰ μέγιστα ἀποφανεῖς· ὅσῳ γὰρ ἂν μειζόνως ἐπαινοίης, μειζόνως τὴν συνῳκισμένην πόλιν ἐγ‐ | 50 |
10 | κωμιάσεις, τὴν 〈δὲ〉 πρόφασιν τοῦ συνοικισμοῦ ἐξετά‐ σεις 〈καὶ〉 τοὺς συνοικήσαντας, οἵτινες ἦσαν· καὶ πάλιν ἡ τούτων ἰδέα σοι ἐπιδέδεικται εἰ δὲ μετῳκισμένη εἴη ἡ πόλις, δεῖ σε δεικνύναι ὅτι οὐ κατὰ συμ‐ φορὰς ἀλλὰ πρὸς κάλλος μεταβαλοῦσα τὸν τόπον, | |
15 | ὅτι μετοικιζομένη μείζων καὶ καλλίων ἐγένετο, καὶ περιεργάσῃ εἴτε ἅπαξ εἴτε πολλάκις· κἂν μὲν ἅπαξ ἢ δίς, ἔκτυπα αὑτῆς πρότερον καταθέσθαι· εἰ δὲ πολλάκις, ὅτι κινουμένῃ καὶ βαδιζούσῃ ἔοικεν ἡ πό‐ λις. καὶ τῶν μετοικισμῶν τὰς αἰτίας, εἰ μὲν εἴησαν | |
20 | φαῦλαι, συγκρύψεις ὡς δυνατόν, οἷον σεισμοὺς ἢ πορθήσεις ἢ λοιμοὺς ἢ τὰ τοιαῦτα· εἰ δ’ εἴησαν ἀγα‐ θαί, ἐγκωμιάσεις καὶ ἀπὸ τούτων. τοιαῦτά σοι περὶ τού‐ των ἀποδέδεικται. εἰ δ’ ἐπηυξημένη ἡ πόλις εἴη, οὐ χαλεπὸν συνιδεῖν, ἀφ’ ὧν ἄν τις ἐγκωμιάζοι. ὥσπερ | |
25 | γὰρ σῶμα αὐξανόμενον, τῷ χρόνῳ φήσεις προεληλυθέ‐ ναι αὐτὴν εἰς μέγεθος, καὶ διὰ τοῦτο προσδοκᾶν αὐτὴν καὶ ἔτι μᾶλλον προελεύσεσθαι. εἰ δ’ ἡ πόλις ἣν ἐπαινεῖς ἅμα οἰκοδομηθεῖσα καὶ πόλις ἦν γενομένη, τὸ ἐκ διαφορᾶς πρὸς τὰς ἐκ κωμῶν μεταβαλούσας πολλὰς | |
30 | ἄν σοι παράσχοι προφάσεις ἐπαίνων, ὅτι, ὥσπερ ἔνιοι ἅμα τῷ τεχθῆναι ἐν ἀξιώματί εἰσι καὶ οὐ πρότερον δοῦλοι εἶτα ἐλεύθεροι, οὐδὲ πρότερον ἰδιῶται εἶτα | |
357 | ἄρχοντες, οὕτως αἱ τοιαῦται πόλεις. καὶ αὕτη ἡ περὶ ταῦτα μέθοδος. εἰ δ’ ἐκ κώμης εἴη μεταβεβληκυῖα, ὅτι, ὥσπερ ἐν στρατοπέδῳ οὗτος ἄριστος στρατηγός, ὅστις χιλίαρχος πρότερον ἐγένετο, καὶ χιλίαρχος ὅστις | |
5 | λοχαγός, καὶ λοχαγὸς ὅστις στρατιώτης, οὕτω καὶ πόλις ἀρίστη, ἥτις ἐν πείραις ἐξητάσθη. καὶ ὅλως οὐκ ἀπο‐ ρήσεις, κατὰ τοῦτο ἰὼν τὸ ἴχνος, ἐξ ὧν ἂν ἐπαινοίης. τοσαῦτά σοι καὶ περὶ τῶν μεταβολῶν καὶ τῶν εἰδῶν τῆς μεταβολῆς 〈εἰρήσθω· τὴν γὰρ περὶ τὸ ὄνομα | 52 |
9b | μεταβολήν〉 φημι οὐδὲν μέγα πρὸς ἐγκώμιον ἔχειν | |
10 | ἢ βραχύ, ἐπαινούντων ἡμῶν ἢ θεὸν ἢ ἄνθρωπον τὸν ἐπώνυμον. Ἦν δὲ μετὰ τὰς μεταβολὰς τόπος ὁ τῶν αἰτιῶν, πενταχῆ δὲ καὶ οὗτος διαιρεῖται, καὶ πῶς τὴν διαίρε‐ σιν ποιησάμενοι τοὺς ἐπαίνους ἂν προσαγάγοιμεν | |
15 | ἑξῆς ἂν εἴη ἀποδεῖξαι. αἰτίαι τοίνυν οἰκισμῶν πό‐ λεων ἢ θεῖαι ἢ ἡρωϊκαὶ ἢ ἀνθρώπιναι. καὶ πάλιν ἢ ἐπ’ εὐφροσύνῃ ἢ πένθει· καὶ πάλιν κατὰ τὰ τελικὰ καλούμενα κεφάλαια, 〈ἢ ὡς διὰ τὸ δίκαιον ἢ ὡς | |
18b | διὰ τὸ καλὸν〉 ἢ ὡς διὰ τὸ συμφέρον, ἢ ὡς διὰ | |
19 | τὸ ἀναγκαῖον. χρὴ δὲ τούτων τὰ παραδείγματα | |
20 | ἐκθέσθαι. θεία μὲν τοίνυν αἰτία ἐστίν, ὁποία περὶ Ῥόδου ἢ Δήλου· περὶ μὲν Ῥόδου ὅτι διαλαχόντες ὁ Ζεὺς καὶ ὁ Ποσειδῶν καὶ Ἅιδης τὰ πάντα Ἡλίῳ μοῖραν οὐ κατέλιπον, ἀναμνησθέντες δὲ ἔμελλον ἀνα‐ κληροῦσθαι, ὁ δ’ Ἥλιος ἀρκεῖν αὑτῷ ἔφη εἰ φανερὰν | |
25 | ποιήσειαν τὴν Ῥόδον· περὶ δὲ Δήλου, ὅτι διὰ τὴν Ἀπόλλωνος καὶ Ἀρτέμιδος γένεσιν ἀνέδραμεν ἐκ θαλάττης. ἡρωϊκαὶ δ’ αἰτίαι 〈αἱ〉 περὶ Σαλαμῖ‐ νος τῆς ἐν Κύπρῳ, ἢ Ἄργους τοῦ Ἀμφιλοχικοῦ· τὴν μὲν γὰρ ὁ Τεῦκρος ᾤκισεν ἐκπεσών, τὴν δὲ | |
30 | Ἀμφίλοχος ὁ Ἀμφιάρεω, καὶ πολλαὶ πόλεις τῶν Ἑλλη‐ νίδων τοιαύτας ἔχουσιν αἰτίας ἡρωϊκάς. ἀνθρώπιναι δέ, ὁποῖαι 〈αἱ〉 περὶ Βαβυλῶνος λεγόμεναι, †οἷον νυινουν† | |
358 | Σεμίραμις ᾠκοδόμησεν [βασίλειαν εἶναί φησι]. καὶ Ῥωμαϊκαὶ δὲ πᾶσαι πόλεις, ἃς Ῥωμαίων ᾤκισαν βασι‐ λεῖς, τοιαύτας ἔχουσι τὰς αἰτίας. αὕτη μὲν δὴ πρώτη διαίρεσις. | |
5 | Ἡ δὲ δευτέρα, ὅτι αἱ μὲν ἐπ’ εὐφροσύνῃ, αἱ δὲ | |
ἐπὶ πένθει. εὐφροσύνῃ μέν, οἷον γάμῳ γενέσει νίκῃ καὶ τοῖς τοιούτοις. δεῖ δὲ καὶ τούτων παραδείγματα γράψαι. γάμων μὲν τοίνυν, 〈ὥσ〉 φασι τὴν Μέμφιν ἐπὶ τῷ γάμῳ τῆς Ἀφροδίτης καὶ τοῦ Ἡφαίστου. νί‐ | 54 | |
10 | κης δέ, οἷόν φασι τὴν Θεσσαλονίκην ἐπὶ τῇ νίκῃ τῶν Θεσσαλῶν οἰκισθῆναι ὑπὸ Μακεδόνων· καὶ τὴν ἐπὶ Ἀκτίῳ Νικόπολιν ὑπὸ Ῥωμαίων ἐπὶ τῇ νίκῃ τῇ κατὰ Κλεοπάτρας. ἐπὶ πένθει δὲ καὶ οἴκτῳ, 〈ὡσ〉 ἱστοροῦσι Βουκέφαλον τὴν ἐν Ἰνδοῖς πόλιν ἐπὶ τῷ | |
15 | ἵππῳ τοῦ Ἀλεξάνδρου τῷ Βουκεφάλῳ ἀνοικισθῆναι· τὴν Ἀντινόου δὲ ἐν Αἰγύπτῳ 〈ἐπὶ τῷ〉 Ἀντινόου θανάτῳ ὑπὸ Ἀδριανοῦ. καὶ δῆλον ἡγοῦμαί σοι γεγενῆσθαι καὶ τὸ τῆς διαιρέσεως ταύτης θεώρημα. Ἦν δὲ ἡ τρίτη διαίρεσις κατὰ τὰ τελικὰ κεφά‐ | |
20 | λαια καλούμενα. τοῦ μὲν τοίνυν δικαίου τὸ κατὰ Ῥήνειαν, ὅτι οἰκίσας αὐτὴν ὁ Μίνως ἀνέθηκε τῷ Ἀπόλ‐ λωνι εὐσεβείᾳ, τὸ δ’ εὐσεβὲς δίκαιον. τοῦ δὲ καλοῦ, ὡς τὸ κατὰ Ἀλεξάνδρειαν, ὅτι εὐδοξίας ἕνεκα καὶ κλέους ὁ Ἀλέξανδρος μεγίστην τῶν ὑφ’ ἡλίῳ πόλεων | |
25 | ἠβουλήθη κατοικίσαι. τοῦ δὲ συμφέροντος, ὡς τὸ καθ’ Ἡράκλειαν τὴν ἐν Πόντῳ, ὅτι τοὺς βαρβάρους ἀναστέλλων Ἡρακλῆς τὸν ἐκεῖ τόπον κατῴκισε. τοῦ δ’ ἀναγκαίου, ὡς τὸ κατὰ τὰς πόλεις τὰς κατ’ Ἴστρον ποταμὸν ὑπὸ Ῥωμαίων κατοικισθείσας, τὰς καλου‐ | |
30 | μένας Καρπίας, ὡς μὴ διαβαίνοντες οἱ βάρβαροι κακουργοῖεν. οὐσῶν δὲ τούτων τῶν αἰτιῶν καὶ τοιου‐ τοτρόπων εἰδέναι σε χρὴ ὅτι ἐνδοξόταται μὲν αἱ | |
359 | θεῖαι, δεύτεραι δὲ αἱ ἡρωϊκαί, τρίται δὲ αἱ ἀνθρωπικαί· καὶ πάλιν πρῶται μὲν αἱ ἐπ’ εὐφροσύνῃ, δεύτεραι δὲ αἱ ἐπὶ πένθει· καὶ πάλιν ἐνδοξότεραι μὲν αἱ ἐκ περιουσίας τῶν τελικῶν κεφαλαίων, χρησιμώτεραι δὲ αἱ ἀπὸ τῶν | |
5 | ἀναγκαίων καὶ συμφερόντων. ἐν μὲν οὖν ταῖς ἐνδοξο‐ | |
τέραις ἐπὶ πλέον διατριπτέον, ἐν δὲ ταῖς ἀδόξοις ἐπ’ ἔλαττον· ὁ μέντοι τόπος ἀναγκαιότατος πρὸς ἔπαινον πόλεων ῥήτορι πανταχοῦ. αὐτῶν δὲ τούτων τῶν αἰτιῶν μυθώδεις μὲν αἱ θεῖαι καὶ ἡρωϊκαί, πιθανώτεραι δὲ αἱ | 56 | |
10 | ἀνθρωπικαί. τὰς μὲν τοίνυν ἀνθρωπικὰς αὐξητέον, τὰς δὲ ἡρωϊκὰς καὶ θείας καὶ πιστωτέον καὶ αὐξητέον. τοσαῦτά σοι καὶ περὶ τῆς τοῦ γένους ἐπιχειρήσεως ἔχο‐ μεν συμβαλέσθαι. τρίτον τοίνυν ἡμῖν βιβλίον γρα‐ φέσθω τόδε περὶ ἐπιτηδεύσεων καὶ πράξεων· καὶ γὰρ ἀπὸ | |
15 | τούτων δεῖν ἔφαμεν τὰς πόλεις ἐγκωμιάζειν. | |
16t | ΠΩΣ ΔΕΙ ΑΠΟ ΕΠΙΤΗΔΕΥΣΕΩΝ ΤΑΣ ΠΟΛΕΙΣ | |
17t | ΕΓΚΩΜΙΑΖΕΙΝ | |
18 | Τῶν τοίνυν ἐπιτηδεύσεων αἱ μὲν κατὰ τὴν τῆς πο‐ λιτείας κατάστασιν θεωροῦνται, αἱ δὲ κατὰ τὰς ἐπιστή‐ | |
20 | μας, αἱ δὲ κατὰ τὰς τέχνας, αἱ δὲ κατὰ τὰς δυνάμεις. αὐτῶν δὲ τούτων τῶν μερῶν ἢ εἰδῶν ὅ τι χρὴ διαιρεῖ‐ σθαι, πειράσομαι ποιῆσαι καταφανές. πολιτεῖαι μέν εἰσι τρεῖς, βασιλεία, ἀριστοκρατία, δημοκρατία, ταύ‐ ταις δὲ παρακείμεναί εἰσι κακίαι, βασιλείᾳ μὲν τυραν‐ | |
25 | νίς, ἀριστοκρατίᾳ δὲ ὀλιγαρχία καὶ πλουτοκρατία λεγο‐ μένη, δημοκρατίᾳ δὲ λαοκρατία. παρὰ πάσας δὲ ταύ‐ τας ἡ μικτὴ ἐκ πάντων τούτων, ὁποία ἥ τε Ῥωμαϊκὴ καὶ ἡ Λακωνικὴ τὸ παλαιόν. εἰ τοίνυν ἐπαινοίης πόλιν, εἰ μὲν τυραννουμένην, ὡς βασιλευομένην ἐπαινεῖν δεῖ, | |
30 | ὡς ἐν τοῖς Νικοκλείοις ὁ Ἰσοκράτης πεποίηκεν, εἰ δὲ λαοκρατουμένην, ὡς δημοκρατουμένην, ὡς ἐν τῷ Παν‐ | |
360 | αθηναϊκῷ Ἰσοκράτης καὶ Πλάτων ἐν τῷ ἐπιταφίῳ· εἰ δὲ πλουτοκρατουμένην, ὡς ἀριστοκρατουμένην· εἰ δὲ μικτήν, ὅτι ἐξ ἁπασῶν εἴληφε τὰ κάλλιστα. τοῦτο δὲ ὁ Πλάτων περὶ τῆς Λακωνικῆς πολιτείας ἐν τοῖς Νό‐ | |
5 | μοις εἴρηκεν καὶ Ἀριστείδης ἐν τῷ Ῥωμαϊκῷ [νόμῳ]. εἴησαν δ’ 〈ἂν〉 ἐπαίνων ἀφορμαὶ παρὰ ταύτας ἁπάσας δεῖ‐ | |
ξαι πόλιν μὴ κατὰ τοὺς αὐτοὺς χρόνους ἁπάσαις κεχρημέ‐ νην ἀλλ’ ἄλλοτε ἄλλῃ, ὅπερ Ἰσοκράτης περὶ τῆς τῶν Ἀθηναίων πόλεως εἴρηκε καὶ Ἀριστείδης ἐν τῷ Παναθη‐ | 58 | |
10 | ναϊκῷ. δεῖ δὲ νομίζειν περὶ πολιτείας ἄριστον εἶναι [καὶ] τὸ ἑκοῦσαν ἀλλὰ μὴ ἄκουσαν ἄρχεσθαι τὴν πόλιν, καὶ τὸ ἀκριβῶς φυλάττειν τοὺς νόμους, ἥκιστα δὲ νό‐ μων δεῖσθαι. τοῦτο δὲ τὸ μέρος τῶν ἐπαίνων κινδυ‐ νεύει σχεδὸν ἀργὸν εἶναι· ὑπὸ γὰρ μιᾶς αἱ Ῥωμαϊκαὶ | |
15 | ἅπασαι νῦν διοικοῦνται πόλεις, τελειότητος δὲ ἕνεκεν ἐχρῆν περὶ αὐτοῦ μνησθῆναι. Αἱ δὲ κατὰ τὰς ἐπιστήμας ἐπιτηδεύσεις, εἰ κατὰ πόλιν εἴησαν εὐδόκιμοι, ἀστρολογία καὶ γεωμετρία ἢ μουσικὴ ἢ γραμματικὴ ἢ φιλοσοφία· αἱ γὰρ τοιαῦ‐ | |
20 | ταί εἰσιν αἱ κατ’ ἐπιστήμην ἐπιτηδεύσεις. φασὶ γὰρ τοὺς Μυτιληναίους ἐπὶ κιθαρῳδίᾳ μέγιστον φρονῆσαι, Θηβαίους δὲ ἐπὶ αὐλητικῇ, [Δηλίους ἐπὶ χοροστατικῇ,] ἔτι δὲ καὶ νῦν τοὺς Ἀλεξανδρέας ἐπὶ γραμματικῇ καὶ γεω‐ μετρίᾳ καὶ φιλοσοφίᾳ. | |
25 | Αἱ δὲ κατὰ τὰς τέχνας ἐπιτηδεύσεις αἱ μέν εἰσι βάναυσοι, αἱ δὲ ἐλευθέριοι. βάναυσοι μὲν χρυσοχοϊκὴ καὶ χαλκευτικὴ καὶ τεκτονικὴ καὶ ὅσαι τοιαῦται. ... ἔστιν οὖν καὶ ἀπὸ τούτων ἐπαινέσαι πόλιν ἢ εἰς πλῆθος ἢ εἰς ἀκρίβειαν. φασὶ γὰρ Ἀθηναίους μὲν | |
30 | ἐπὶ ἀγαλματοποιΐᾳ καὶ ζωγραφίᾳ, καὶ Κροτωνιάτας ἐπὶ ἰατρικῇ μέγιστον φρονῆσαι, καὶ ἄλλους ἐπ’ ἄλλαις τέχναις. | |
361 | Αἱ δὲ κατὰ τὰς δυνάμεις ἐπιτηδεύσεις ῥητορικὴ καὶ ἀθλητικὴ καὶ ὅσαι τοιαῦται. Αἰγινῆται μὲν γὰρ ἐπὶ ἀθλητικῇ καὶ Ἑρμουπολῖται ... μεγαλοφρονοῦσι. Παρὰ πάσας δὲ ταύτας τὰς ἐπιτηδεύσεις καὶ τὰ | |
5 | ἐνεργήματα σκοπούμεθα, εἰ κοσμίως διοικεῖται ἡ πόλις· | |
ἀνήκει δὲ ἐπὶ τὴν τῶν ἀνδρῶν καὶ τὴν τῶν γυναικῶν δίαιταν καὶ τὴν τῶν παίδων ἀγωγήν. δεῖ γὰρ †τὸ αὐτὸ† ἀποφαίνειν προσῆκον καὶ γυναιξὶ καὶ ἀνδράσι καὶ παισὶν ἐπὶ διαίτῃ ἀπονενεμημένον, ὅπερ ὁ Δίων ἐν τῷ | 60 | |
10 | Ταρσικῷ ἐπιγραφομένῳ πεποίηκεν. Ἀπὸ μὲν δὴ τούτων τὰς τῶν πόλεων ἐπιτηδεύσεις δοκι‐ μαστέον, τὰς δὲ πράξεις κατὰ τὰς ἀρετὰς [αὐτῶν] καὶ τὰ μέρη αὐτῶν. χρὴ δὲ καὶ περὶ τούτων σοι διελέσθαι. οὐκοῦν ἀρεταὶ μέν, ὥσπερ ἔφαμεν, τέσσαρες· ἀνδρεία, δικαιοσύνη, | |
15 | σωφροσύνη, φρόνησις. πράξεις δὲ πᾶσαι, ὅσας ἢ ἰδιῶ‐ ται ἢ πόλεις ἀποδείκνυνται, κατὰ ταύτας δοκιμάζον‐ ται, καὶ αὐτὰς καὶ τὰ μέρη αὐτῶν. ἔστι δὲ δικαιοσύνης μὲν μέρη εὐσέβεια, δικαιοπραγία καὶ ὁσιότης. εὐ‐ σέβεια μὲν περὶ τοὺς θεούς, δικαιοπραγία δὲ περὶ τοὺς | |
20 | ἀνθρώπους, ὁσιότης δὲ περὶ τοὺς κατοιχομένους. τῆς δ’ αὖ περὶ τοὺς θεοὺς εὐσεβείας τὸ μέν τί ἐστι θεοφι‐ λότης, τὸ δὲ φιλοθεότης. θεοφιλότης μὲν τὸ ὑπὸ τῶν θεῶν φιλεῖσθαι καὶ παρὰ τῶν θεῶν πολλῶν τυγχάνειν, φιλοθεότης δὲ τὸ φιλεῖν τοὺς θεοὺς καὶ φιλίαν ἔχειν | |
25 | περὶ αὐτούς. τῆς δ’ αὖ φιλοθεότητος τὸ μέν τί ἐστιν ἐν λόγοις, τὸ δέ τι [ἐστιν] ἐν ἔργοις. ἔργα δ’ ἢ ἴδια ἢ δημό‐ σια, 〈δημόσια δ’〉 ἢ κατ’ εἰρήνην ἢ πόλεμον· ἄλλως γὰρ οὐκ ἂν εὐσέβεια φανείη πόλεως. δεῖ δὲ καὶ τούτων παραδείγ‐ ματα ἑκάστων ἐκθέσθαι. τῆς μὲν θεοφιλότητος ἐκεῖνα | |
30 | [ἐγκώμια] ἃ περὶ Ἀθηναίων καὶ Ῥοδίων καὶ Κορινθίων 〈καὶ Δελφῶν〉 λέγεται. περὶ Ἀθηναίων μέν, ὅτι Ἀθηνᾶ καὶ | |
362 | Ποσειδῶν ἤρισαν περὶ γῆς αὐτῶν, περὶ δὲ Ῥοδίων, ὅτι ὗσεν ὁ Ζεὺς χρυσῷ, περὶ δὲ Κορινθίων καὶ Ἰσθμοῦ, ὅτι Ἥλιος καὶ Ποσειδῶν ἤρισαν, περὶ δὲ Δελφῶν Ἀπόλλων καὶ Ποσειδῶν καὶ Θέμις καὶ Νύξ. ἐν δὲ τούτῳ τῷ μέρει | |
5 | ἢ τοὺς πλείστους ἢ τοὺς ἀρίστους τῶν θεῶν ταῖς μεγί‐ σταις τῶν τιμῶν ἢ ταῖς πρώταις ἢ ταῖς πλείσταις ἢ ταῖς ἀναγκαιοτάταις ἀποφαίνειν χρὴ τετιμηκότας· πλείστους μέν, ὡς περὶ Ἀθηναίων λέγεται· καὶ γὰρ | |
Διόνυσον καὶ Ἀπόλλωνα καὶ Ποσειδῶνα καὶ Ἀθηνᾶν | 62 | |
10 | καὶ Ἥφαιστον καὶ Ἄρην ἢ πάντας αὐτοὺς ἢ τοὺς πλείστους τετιμηκέναι λέγουσι· τοὺς ἀρίστους δέ, ὥσπερ Ὀλυμπίαν τὸν Δία καὶ Νεμέαν; ταῖς δὲ μεγί‐ σταις, ὡς περὶ Ἀθηναίων, ὅτι σῖτον αὐτοῖς ἐδω‐ ρήσαντο· πλείσταις δέ, ὡς περὶ Ἀθηναίων· σχεδὸν | |
15 | γὰρ ἅπασαν τοῦ βίου τὴν κατασκευὴν αὐτοῖς ἀξιοῦσι παρὰ τῶν θεῶν γεγενῆσθαι· ταῖς δὲ ἀναγκαιοτάταις, ὡς τὸ περὶ Αἰγυπτίων· ἀστρολογίαν 〈γὰρ〉 καὶ γεωμε‐ τρίαν ἀξιοῦσι παρ’ αὐτῶν γεγενῆσθαι. καὶ †μάλιστα† ὡς τὸ περὶ λόγων καὶ φιλοσοφίας· Ἀθηναίοις γὰρ μάλιστα | |
20 | ταῦτα ὑπάρξαι δοκεῖ. οὕτως μὲν οὖν †ἡ θεοφιλότης ὠνομάσθη, ἣν τῆς τεχνικῆς ἕνεκα χρείας ἐπισκε‐ πτέον†. τὴν δ’ αὖ φιλοθεότητα, ὥσπερ ἔφην, κριτέον ἰδίᾳ μέν, εἰ τῶν πολιτῶν ἕκαστος τῆς περὶ τοὺς θεοὺς θεραπείας ἐπιμελεῖται, δημοσίᾳ δὲ κατὰ πολ‐ | |
25 | λοὺς τρόπους, εἰ τελετὰς κατεστήσαντο, εἰ πολλὰς ἑορ‐ τὰς ἐνόμισαν, εἰ πλείστας θυσίας ἢ ἀκριβεστάτας, εἰ πλεῖστα ἱερὰ ᾠκοδόμησαν ἢ πάντων θεῶν ἢ πολλὰ ἑκάστου, εἰ τὰς ἱερωσύνας ἀκριβῶς ποιοῦνται· ἀπὸ γὰρ τούτων αἱ τῶν πόλεων φιλοθεότητες σκοποῦνται. | |
30 | τὴν μὲν οὖν τῶν καθ’ ἕνα σπάνιον ἐν τοῖς 〈νῦν〉 χρόνοις εὑρεῖν, τῆς δὲ κοινῆς εὐσεβείας καὶ περὶ τοὺς θεοὺς σπουδῆς πολλαὶ ἀντιποιοῦνται πόλεις, ὥστ’, εἰ τούτων | |
363 | μίαν ἀποφαίνοις τὴν ἐγκωμιαζομένην, ἱκανὴν εὐφη‐ μίαν ἔσῃ πεπορισμένος. καὶ περὶ μὲν τῆς εἰς τοὺς θεοὺς εὐσεβείας ταῦτα. Ἡ δ’ αὖ δικαιοπραγία διαιρεῖται εἴς τε τοὺς ἀφι‐ | |
5 | κνουμένους ξένους καὶ εἰς ἀλλήλους, μέρος δ’ αὐτῆς | |
καὶ τὸ τοῖς ἔθεσιν ἴσοις καὶ φιλανθρώποις καὶ τὸ νό‐ μοις ἀκριβέσι καὶ δικαίοις χρῆσθαι. εἰ γὰρ μήτε ξένους ἀδικοῖεν μήτε ἀλλήλους κακουργοῖεν, τοῖς δ’ ἔθεσιν ἴσοις καὶ κοινοῖς καὶ τοῖς νόμοις χρῷντο δικαίοις, οἱ | 64 | |
10 | πολῖται ἄριστα καὶ δικαιότατα τὰς πόλεις οἰκήσονται. ἀλλὰ τὸ τῶν νόμων ἐν τοῖς νῦν χρόνοις ἄχρηστον· κατὰ γὰρ τοὺς κοινοὺς τῶν Ῥωμαίων νόμους πολιτευόμεθα, ἔθεσι δ’ ἄλλη πόλις ἄλλοις χρῆται, ἐξ ὧν προσῆκεν ἐγκωμιάζειν. | |
15 | Τῆς τοίνυν ὁσιότητος διττὸς τρόπος· ἢ γὰρ περὶ τὴν ἐκφορὰν τῶν τετελευτηκότων αἱ τιμαὶ γίνονται ἢ περὶ τὰ νομιζόμενα κατὰ τὰ μνήματα καὶ τοὺς τάφους. περὶ μὲν δὴ τὴν ἐκφοράν, ὡς τὸ Ἀθήνησι πρὸ ἡλίου ἀνίσχοντος, ἢ ἐν Θουρίοις νύκτωρ ἡ πρόθεσις, ἢ προ‐ | |
20 | θέσεως ἡμέρα τακτή, ὡς τὸ Ἀθήνησι καὶ ὅσα ἄλλα τοιαῦτα. περὶ δὲ τὰ ἐτήσια, τίνος ἀπάγουσι χοάς, πόσας τινάς, μέχρι τίνος, ἐν ποίᾳ ἡλικίᾳ, τίνες αἱ ἀποφράδες ἡμέραι· πάντα γὰρ ταῦτα ὁσιότητός εἰσιν. αὕτη τῆς δικαιοσύνης ἡ διαίρεσις αὐτῆς καὶ τῶν μερῶν, πρὸς ἣν | |
25 | τὸν ἐγκωμιάζοντα εἰς δικαιοσύνην ἡντινοῦν τῶν πόλεων δεῖ βλέπειν. Μετὰ δὲ τὴν δικαιοσύνην [καὶ] τὴν σωφροσύνην καὶ τὴν φρόνησιν ἐπισκεψώμεθα. σωφροσύνης μὲν οὖν διττὸς ἔλεγχος, ἔν τε τῇ κοινῇ πολιτείᾳ καὶ τοῖς ἰδίοις | |
30 | οἴκοις. ἐν πολιτείᾳ μὲν κοινῇ περί τε παίδων ἀγωγῆς καὶ παρθένων καὶ γάμων καὶ συνοικήσεων καὶ τῶν νο‐ μίμων τῶν ἐπὶ τοῖς ἁμαρτήμασιν τοῖς ἀκόσμοις. καὶ | |
364 | γὰρ γυναικονόμους πολλαὶ τῶν πόλεων εἰσὶν αἳ χειρο‐ τονοῦσιν. ἐν ἄλλαις δὲ τῶν πόλεων οὔτε πρὸ πληθού‐ σης ἀγορᾶς νέον φαίνεσθαι οὔτε μετὰ δείλην ὀψίαν καλόν, οὐδὲ γυναῖκα καπηλεύειν ἢ ἄλλο τι ποιεῖν τῶν | |
5 | κατὰ τὴν ἀγοράν. ἐν ἐνίαις δὲ πανηγύρεσιν οὐδὲ γυ‐ ναῖκες φαίνονται, ὥσπερ ἐν Ὀλυμπίᾳ. χρὴ τοίνυν καὶ ταῦτα 〈ἐν〉 τοῖς ἐγκωμίοις παρατηρεῖν. ἐν δὲ τοῖς ἰδίοις βίοις ἤδη καὶ εἰ ἐλάχιστα μοιχεία καὶ ἄλλα ἁμαρτήματα ἐν τῇ πόλει φαίνεται. | 66 |
10 | Φρονήσεως δὲ κατὰ τὸν αὐτὸν τρόπον· ἐν μὲν τοῖς κοινοῖς εἰ τὰ νόμιμα καὶ περὶ ὧν οἱ νόμοι τίθεται ἀκρι‐ βῶς ἡ πόλις, κλῆρον ἐπικλήρων, καὶ ὅσα ἄλλα μέρη νό‐ μων· ἀλλὰ καὶ τοῦτο τὸ μέρος διὰ τὸ τοῖς κοινοῖς χρῆσθαι τῶν Ῥωμαίων νόμοις ἄχρηστον. ἰδίως δέ, εἰ πολλοὶ | |
15 | ἐλλόγιμοι γεγόνασιν ἀπὸ τῆς πόλεως ῥήτορες, σοφισταί, γεωμέτραι, καὶ ὅσαι ἐπιστῆμαι φρονήσεως ἤρτηνται. Ἡ δ’ ἀνδρεία κατ’ εἰρήνην καὶ κατὰ πόλεμον δοκιμάζεται· κατὰ μὲν εἰρήνην πρὸς τὰς ἐκ τοῦ δαιμονίου συντυχίας, σεισμούς, λιμούς, λοιμούς, αὐχ‐ | |
20 | μούς, καὶ ὅσα τοιαῦτα. κατὰ δὲ πόλεμον πρὸς τὰς ἐν τοῖς ὅπλοις πράξεις. †πρὸς τὰ τέλη γὰρ νίκην ἢ ἧτταν ἀναγκαῖον γενέσθαι. χρὴ τοίνυν ἧτταν μὲν ἐρρωμένως, νίκην δὲ ἀνθρωπίνως ἀποφαίνειν ἐνηνοχυῖαν τὴν πόλιν. τῶν δ’ ἐν τοῖς ὅπλοις πράξεων† αἱ μὲν πρὸς Ἕλληνας, | |
25 | αἱ δὲ πρὸς βαρβάρους· ἔτι δὲ αἱ μὲν ἐκ περιουσίας, αἱ δ’ ἐξ ἀνάγκης. ἐνδοξότεραι μὲν τοίνυν αἱ ἐκ περιουσίας, δικαιότεραι δὲ αἱ ἐξ ἀνάγκης. τῶν δὲ πράξεων αἱ μὲν ἔνδοξοι, αἱ δὲ ἀμφίδοξοι, αἱ δὲ ἄδοξοι. ἔνδοξοι μέν, ὧν καὶ ἡ πρόφασις καλὴ καὶ τὸ τέλος, ὡς ἡ ἐν Μαρα‐ | |
30 | θῶνι. καὶ γὰρ τὸ τέλος καὶ ἡ [τοῦ τέλους] πρόφασις τῆς βελτίστης μοίρας. ἀμφίδοξοι δέ, ὧν τὸ μὲν τέλος φαῦλον, ἡ δ’ αἰτία καλή, ὡς τὸ ἐν Θερμοπύλαις Λακε‐ | |
365 | δαιμονίων ἔργον· ἢ τὸ μὲν τέλος ἀγαθόν, ἡ δ’ αἰτία φαύλη, ὡς τὸ περὶ Μηλίους Ἀθηναίων ἔργον. ἄδοξοι δέ, ὧν καὶ ἡ αἰτία καὶ τὸ τέλος φαῦλον, ὡς τὸ Λακε‐ δαιμονίων περὶ Καδμείαν ἔργον. αὐτῶν δὲ τῶν πράξεων | |
5 | αἱ μὲν κοιναί, αἱ δὲ ἴδιαι· ἴδιαι μέν, ὡς τὸ περὶ | |
Θυρέαν Λακεδαιμονίου ἔργον, κοιναὶ δέ, ὡς τὸ ἐν Θερμοπύλαις Λακεδαιμονίων ἔργον. ἐνδοξότεραι τοί‐ νυν αἱ κοιναί. ὡς δὲ χρὴ ταύτας τάττειν, ἐν ἄλλοις δείξομεν. | 68 | |
10 | Δοκεῖ δὲ ἴδιος τόπος εἶναι παρὰ τούτους ὁ ἀπὸ τῶν τιμῶν, ὧν τετυχήκασιν αἱ πόλεις παρὰ βασιλέων ἢ ἀρ‐ χόντων ἢ γνωρίμων ἀνδρῶν, οἷον ὅτι αὐτονόμους ἀφῆκαν ἐνίας πόλεις οἱ Ῥωμαῖοι καὶ ἐλευθέρας. ἀλλὰ τοῦτο ἐπιχείρημα ἂν εἴη μᾶλλον ἢ τόπος γενικός· | |
15 | ἔστι γὰρ [ὁ] ἀπὸ κρίσεως ἐνδόξου, ἡμῖν δὲ νῦν οὐκ ἐπιχειρημάτων †συγγράμματος ἔσται σοι ἡ περὶ ταῦτα ἔφοδος, γνωριμωτέρα δὲ† ἡ περὶ τῶν γενικῶν καὶ ἀνω‐ τάτω τόπων, ἀφ’ ὧν πόλεις ἔστιν ἐπαινεῖν. χρὴ δέ σε μηδ’ ἐκεῖνο ἀγνοεῖν, ὅτι καὶ ἐπὶ μέρει τούτων ὅλαι | |
20 | ὑποθέσεις γίνονται. καὶ γὰρ ἐπὶ λουτροῦ μόνου κατα‐ σκευῇ καὶ ἐπὶ λιμένος καὶ ἐπὶ μέρει τινὶ τῆς πόλεως ἀνοικοδομηθέντι ἔστι προσφωνεῖν. ἐπὶ μέντοι τούτων διαμέμνησο μὴ τελέως τέμνειν, †ἀλλὰ μόνον τὸ προσ‐ ταχθὲν ἀναγκαίως βραχύτατα ἐπιδραμεῖν.† | |
25 | Ἔτι τοῖς τῶν πόλεων ἐγκωμίοις κἀκεῖνο χρὴ ἐπισημή‐ νασθαι, ὅτι τὰ ἐγκώμια γίγνεται τὰ μὲν κοινὰ παντὸς τοῦ χρόνου, τὰ δ’ ἴδια καιρῶν, 〈ἴδια μὲν καιρῶν〉 ὅταν ἐν ἑορταῖς ἢ πανηγύρεσιν οἱ λόγοι γίγνωνται, 〈ἢ〉 ἐν ἀγῶνι, ἢ ἐν μονομαχίαις· κοινὰ δέ, ὅταν μηδεμίαν τοιαύτην πρό‐ | |
30 | φασιν ἔχῃ. χρὴ τοίνυν τῶν πανηγυρικῶν πλείστην διατριβὴν περὶ τὸν καιρὸν ἕκαστον ποιεῖσθαι, οἷον εἰ ἑορτὴ εἴη ἢ πανήγυρις ἢ σύνοδος ἐν ἀγῶνι ἢ ἐνοπλίῳ | |
366 | ἢ γυμνικῷ ἢ μουσικῷ. ὅπως δὲ χρὴ τούτων ἕκαστον ἐπαινεῖν, νῦν ἤδη ἄκουε. ἐπαινεῖν χρὴ τὰς συνόδους καὶ πανηγύρεις ἢ ἐκ τῶν ἰδίων ἢ ἐκ τῶν κοινῶν· κοι‐ νῶν μὲν τῶν θετικῶν, ὅσα ἀγαθὰ ἐκ συνόδων γίνεται | |
5 | ἀνθρώποις· ἰδίων δέ, [τὰ περιστατικὰ καλούμενα μό‐ | |
ρια,] ἀπὸ προσώπου τριχῶς, θεῶν εἰ ἑορταὶ ἢ ἡρώων ἢ βασιλέων, τίνες οἱ συνάγοντές εἰσι, τίνες οἱ συνιόν‐ τες· ἀπὸ τοῦ τόπου, εἰ ἐν εὐκαιρίᾳ κεῖται ὁ τόπος, ἔνθα ἡ σύνοδος, ἢ καὶ ἀπὸ τόπων πλεῖστον ἀπεχόντων | 70 | |
10 | συνέρχονται· τὰ γὰρ περισπούδαστα τίμια· ἀπὸ δὲ χρόνου, εἰ τοῦ ἔτους ἐν τῷ ὑγιεινοτάτῳ καὶ ἡδίστῳ καιρῷ· ἀπὸ δὲ αἰτίας, εἰ οἴονται ἡδίους καὶ βελτίους ἔσεσθαι· ἀπὸ ὕλης δέ, ἂν πολυτελεῖς καὶ σεμναί. Δεῖ δ’ ἴσως καὶ παραδείγματα τούτων εἰπεῖν, ἵν’ | |
15 | ὑπάρχῃ ῥᾴδιον παρακολουθῆσαι. τῶν μὲν τοίνυν κοι‐ νῶν ἐστιν, οἷον τὸ Ἰσοκράτους, τῶν τοίνυν τὰς πανηγύρεις καταστησάντων δικαίως ἐπαινου‐ μένων.... ἡ μὲν πανήγυρις ἄγεται θεῷ, ὡς Ὀλύμ‐ πια τῷ Διΐ· ἥρωϊ δὲ τὰ Ἴσθμια Παλαίμονι, καὶ Νέμεα | |
20 | Ἀρχεμόρῳ· βασιλεῖ δέ, ὡς τὰ Σεβάστεια πολλαχοῦ. τῶν δὲ συναγόντων, ὡς τῶν Ἀθηναίων ἢ Ῥωμαίων· συμ‐ βάλλεται γὰρ ἐπὶ δόξαν τῇ πανηγύρει καὶ τὸ ἐνδόξους εἶναι τοὺς ἐπαγγέλλοντας τὴν σύνοδον. τῶν δὲ συνιόν‐ των ὡς πλείστων ἢ ὡς ἐνδοξοτάτων, ἐνδοξοτάτων μέν, | |
25 | ὡς οἱ Ὀλυμπίαζε· οἱ γὰρ γνωριμώτεροι συνέρχονται· πλείστων δέ, ὡς τὸ περὶ τὴν πανήγυριν τῶν Ἑβραίων ἐπὶ τὴν Συρίαν τὴν Παλαιστίνην· ἐξ ἐθνῶν γὰρ πλεί‐ στων συλλέγονται. κατὰ δὲ τὸν τόπον, ἔνθα μὲν ἡ πανήγυρις, ὡς τὸ περὶ Δελφῶν, ὅτι ἐν ὀμφαλῷ τῆς γῆς | |
30 | κεῖται· ὅθεν δὲ ὁρμῶνται οἱ συνιόντες, ὡς ἐπὶ τοῦ Πυθικοῦ ἀγῶνος· ἐκ περάτων γὰρ τῆς γῆς συνίασι· δι’ οὗ δὲ τόπου συνέρχονται, ὡς τὸ περὶ Ὀλυμπίων· χαλε‐ | |
367 | πωτάτη γὰρ ἡ ἄνοδος, ὅμως δὲ παραβάλλονται οἱ ἄν‐ θρωποι. ἀπὸ δὲ χρόνου κατὰ μὲν τὴν περίοδον, ἐὰν μὲν ᾖ ἐνιαύσιος, ὅτι οὐ σπανιότητί ἐστι περισπούδαστος, | |
ὥσπερ αἱ ἄλλαι, καὶ συνεχῶς γινομένη οὐδὲν ἐκείνων | 72 | |
5 | ἀπολείπεται σεμνότητι, ὡς τὰ Ληναῖα, ὡς Ἐλευσίνια ... καὶ Νέμεα καὶ Ἴσθμια· ἐν δὲ πενταετηρικῇ ἢ τετραε‐ τηρικῇ ἢ 〈διὰ〉 πλειόνων, ὡς τὰ Πύθια καὶ Ὀλύμπια καὶ | |
Δαίδαλα ἐν Πλαταιαῖς· δι’ ἑξήκοντα γὰρ ἐτῶν ἄγεται. | 74 |