TLG 2580 002 :: Joannes Laurentius LYDUS :: De mensibus Joannes Laurentius LYDUS Hist. De mensibus Citation: Book — section — (line) | ||
Mens.1t | LIBER PRIMUS. | |
Mens.1.1 | Ὀρθῶς ἄρα οἱ τὰ μυθικὰ 〈συγγράψαντεσ〉 τὸν Κρόνον τοὺς ἑαυτοῦ παῖδας ἀφανίζοντα ποιοῦσιν, αἰ‐ νιττόμενοι δήπου τὸν χρόνον πατέρα τε ἅμα καὶ ὄλε‐ θρον τῶν ὑπ’ αὐτοῦ φυομένων γίνεσθαι. †φάρυγος. | |
Mens.1.2 | Θρίαμβον ὠνόμαζον οἱ Διονύσου θεράποντες τὴν πομπὴν ἀπὸ τῶν θύρσων καὶ τῶν ἰάμβων, οἱονεὶ .... τῶν σκωμμάτων, ὡσανεὶ θυρσίαμβον· ἢ ἀπὸ τοῦ θροεῖν, κατὰ Πλούταρχον. | |
Mens.1.3 | Οἱ Λυδοί φασιν ἐφεῦρον τὸν οἶνον· καὶ οὐκ οἶνον μόνον, ἀλλὰ καὶ τὸ συκῆς φυτόν. | |
Mens.1.4 | Ὅτι μοῦστον τὸν οἶνον οἱ Ῥωμαῖοι ἔγνωσαν καλεῖν ὡσανεὶ μύστην. ὅτι μυστήριον πρῶτοι Σαρ‐ διανοὶ προσηγόρευσαν. | |
Mens.1.5 | Σαβῖνος ἐκ τῆς περὶ τὸν οἶνον γεωργίας φερω‐ νύμως ὠνομάσθη· τὸ γὰρ Σαβῖνος ὄνομα σπορέα καὶ φυτευτὴν οἴνου διασημαίνει. | |
Mens.1.6 | Μεσσαπία ἡ Καλαβρία, ἀπὸ Μεσσάπου. | |
Mens.1.7 | Λουκανίαν τὴν ἀλσωδεστάτην· τὸ γὰρ ἄλσος κατὰ στέρησιν λοῦκον οἱ Ῥωμαῖοι καλοῦσι παρὰ τὸ ἀφεγγές, ὡς ἄξυλον τὴν ὕλην. | 1 |
Mens.1.8 | Ὁ Εὔανδρος πρῶτος γράμματα ἀπὸ τῆς Ἑλλά‐ δος, τὰ λεγόμενα Κάδμου, εἰς τὴν Ἰταλίαν ἐκόμισεν, οὐ τοσαῦτα μέν, ὅσα νῦν ἐστιν—οὐδὲ γὰρ οὕτως ἡ παλαιότης παραδέδωκε—μόνα δὲ ἓξ πρὸς τοῖς δέκα, | |
5 | τοῦ ξ καὶ τοῦ ζ καὶ τοῦ ψ ἀντὶ διπλῶν, τοῦ θ καὶ τοῦ φ καὶ τοῦ χ ἀντὶ δασέων, τοῦ η καὶ τοῦ ω ἀντὶ μακρῶν ὕστερον προσεξευρημένων. πέντε γὰρ ἦν τὰ πάλαι φωνήεντα, τοῦ μὲν ε στοιχείου τὴν τοῦ η παρε‐ χομένου χρείαν, τοῦ δὲ ο τὴν τοῦ ω, ὅπερ ἔτι καὶ νῦν | |
---|---|---|
10 | παρὰ Ῥωμαίοις ἐστὶ καὶ μόνῳ τῷ χρόνῳ τὴν δύναμιν ἀμείβει. ὕστερον δὲ Μάρκος Φλάβιος, γραμματιστὴς Ἰταλός, τοῖς Ἕλλησιν ἀκολουθήσας, τὰ λοιπὰ στοιχεῖα τοῖς Ῥωμαίοις ἐπέγραψεν. φιλεῖ γὰρ ὁ χρόνος ἐναμεί‐ βειν τὰ πράγματα. | |
Mens.1.9 | Φοίνικες πρῶτοι τοκογλύφοι καὶ ὀβολοστάται τυγχάνοντες, γράμματα καὶ σταθμοὺς καὶ ἁπλῶς τὸ κερδαίνειν ἐπενόησαν, ὅθεν καὶ καπήλους αὐτοὺς οἱ ποιηταὶ καλοῦσιν. ἀλλ’ ἐπανίωμεν ὅθεν ἐξεκλίνομεν. | |
Mens.1.10 | Τρισώματον τὸν Γηρυόνην φασίν, οὐχ ὅτι τοσού‐ τοις ἐχρήσατο σώμασιν, ἀλλ’ ὅτι τρεῖς νῆσοι ἐν τῷ ὠκεανῷ κείμεναι συνεμάχουν αὐτῷ. | |
Mens.1.11 | Ὅτι Ἔρυλον τὸν περὶ Ἰταλίαν, ὃν κατασχὼν Εὔανδρος, ὁ τῆς μαντικῆς Καρμέντης υἱός, ἔσχε τὴν | |
χώραν, τρίψυχον γενέσθαι ὁ μῦθος αἰνίττεται φιλο‐ σοφώτατα· τριπλᾶς γὰρ ἔχειν τὴν ψυχὴν δυνάμεις ὁ | 2 | |
5 | ἐν Φαίδωνι Σωκράτης παραδίδωσιν, ἡνίοχον μὲν τὸν νοῦν, ἵππους δὲ τὰς τῆς ψυχῆς δυνάμεις. ταύτῃ καὶ χαλινῶσαι τὴν ψυχὴν θεσπίζει τὰ λόγια· χρὴ δὲ χαλινῶσαι ψυχὴν βροτὸν ὄντα νοητόν, ὄφρα μὴ ἐγκύρσῃ χθονὶ δυσμόρῳ, ἀλλὰ σαωθῇ. | |
10 | τῆς γὰρ τῶν ὅλων φύσεως ἐξ ἐναντίων δυνάμεων τυγ‐ χανούσης, ἀνάγκη καὶ τῇ διὰ πάντων κεχωρηκυίᾳ ψυχῇ τὰς ἐναντίας ἐφαρμόζειν ἀρχάς· τὸ μὲν γὰρ αὐ‐ τῆς λογικὸν ἐκ τῆς μονάδος—τουτέστι τοῦ νοῦ— τὸ δὲ θυμικὸν καὶ ἐπιθυμητικὸν ἐκ τῆς δυάδος—οἷον | |
15 | τῆς ὕλης—ἐστί· κἂν εἰ τὸ λόγιον ὅλην τὴν ψυχὴν τριάδα θείαν παραδίδωσι· φησὶ γὰρ ὁ αὐτός· ψυχαῖον σπινθῆρα δυσὶ κράσας ὁμονοίαις νῷ καὶ νεύματι θείῳ, ἐφ’ οἷς τρίτον ἁγνὸν ἔρωτα, συνδετικὸν πάντων ἐπιβήτορα σεμνόν, ἔθηκεν. | |
Mens.1.12 | Κίρκη τις ἦν ἐν Ἰταλίᾳ τῷ τε γένει περιφανὴς καὶ τῷ κάλλει διαπρεπής, ἥτις καὶ τοῦ Ὀδυσσέως πλα‐ νωμένου ἐν Ἰταλίᾳ σὺν τῷ Διομήδει ἐρασθεῖσα καὶ συγγενομένη τούτῳ ἔτεκεν ἐξ αὐτοῦ τὸν Αὔσονα, τὸν | |
5 | τῆς χώρας πάσης ἐν ὑστέρῳ κρατήσαντα, ἐξ οὗ καὶ Αὐσονία ἡ ἑσπέριος ἐκλήθη. αὕτη γοῦν ἡ Κίρκη διὰ | |
κάλλους ὑπερβολὴν τοῦ Ἡλίου θυγάτηρ εἶναι ἐκόμ‐ παζε καὶ εἰς τιμὴν τοῦ οἰκείου δῆθεν πατρὸς ἱππι‐ κὸν ἀγῶνα πρώτη ἐν Ἰταλίᾳ ἐτέλεσεν, ὃς δὴ καὶ ἐξ | 3 | |
10 | αὐτῆς ὠνομάσθη κίρκος. ἐν δὲ Ἑλλάδι πρότερον Ἐνυάλιος, υἱὸς Ποσειδῶνος, ἐν ἡμέραις Μωυσέως δι‐ πώλῳ ἐχρήσατο, Οἰνόμαος καὶ ὕστερον τετραπώλῳ· οὗτος δὲ ἦν βασιλεὺς Πισαίων, ἦγε δὲ τὸν ἱππικὸν ἀγῶνα μηνὶ Μαρτίῳ εἰκοστῇ τετάρτῃ ὑψουμένου τοῦ | |
15 | Ἡλίου. καὶ αὐτὸς μὲν ἐφόρει χλοανὸν ἤγουν πράσι‐ νον ὑπὲρ τῆς γῆς· ὁ δὲ ἀνταγωνιζόμενος βένετον ὑπὲρ τῆς θαλάσσης, καὶ οἱ μὲν μεσόγειοι ἔχαιρον τῷ πρασίνῳ, οἱ δὲ παράλιοι τῷ βενέτῳ· ἔπαθλον δὲ τῆς ἀγωνίας ταύτης προετίθει Οἰνόμαος τῷ νικήσοντι αὐ‐ | |
20 | τὸν τὴν ἰδίαν θυγατέρα Ἱπποδάμειαν, τὸν δὲ ἡττη‐ θέντα φονεύεσθαι αὐτίκα. μέλλοντα γοῦν τὸν Πέλοπα τῷ Οἰνομάῳ ἀνταγωνίζεσθαι ἐπὶ τοῖς δηλωθεῖσι συν‐ θήμασιν, ἑωρακυῖα Ἱπποδάμεια ἠράσθη τε αὐτοῦ καὶ προδίδωσι τούτῳ τὰ μηχανήματα τοῦ πατρός, δι’ ὧν | |
25 | ἐκράτει τῶν συναμιλλωμένων, καὶ οὕτω παρεσκεύασε νικῆσαι τὸν Πέλοπα. κἀκεῖνος νικήσας εὐθὺς ἀνεῖλε μὲν Οἰνόμαον, ἔγημε δὲ Ἱπποδάμειαν καὶ ἐβασίλευσε μὲν τῆς Ἑλλάδος ἔτη τριάκοντα ὀκτώ, ἐκάλεσε δὲ ταύ‐ την ἐξ ἑαυτοῦ Πελοπόννησον. ἀλλ’ ἐπὶ τὰ πρότερα πά‐ | |
30 | λιν ὁ λόγος ἐπανελθέτω. ἡ γὰρ δὴ προρρηθεῖσα Κίρκη πρώτη τελεῖν ἱππικοὺς ἀγῶνας ἐν Ἰταλίᾳ προκαταρ‐ ξαμένη καὶ ἱπποδρόμιον ἐκεῖσε κατεσκεύασε, τὸ μὲν μῆκος τεσσάρων σταδίων, τὸ δὲ πλάτος ἑνός· τὸ δὲ | |
μέσον αὐτοῦ ἐποίησε ξυλουργές, ὀνομάσασα 〈ταύτην | 4 | |
35 | τὴν κρηπῖδα〉 Εὔριπον, ἐκ τοῦ θαλαττίου ἴσως Εὐρίπου καὶ τῆς ἑπτάκις αὐτοῦ διαυλοδρομίας, ἐπειδὴ κἀκεῖνος ἑπτάκις τῆς ἡμέρας ἀντιστρέφει τὴν κίνησιν. καὶ πυραμὶς δέ ἐστιν ἐν μέσῳ τῷ σταδίῳ, ἡ δὲ πυραμὶς Ἡλίου, ἐπεὶ ἄσκιος ἐγγὺς ὁ τοιοῦτος βωμός· πάντων γὰρ | |
40 | τῶν οὐρανίων φωσφόρων σωμάτων σκιὰν ἀποτελούν‐ των αὐτὸς μόνος ἔξω ταύτης ἐστί. ἐν δὲ τοῖς παρ’ ἑκάτερα τέρμασι τοῦ Εὐρίπου τούτου ἄνωθεν μὲν τῆς πυραμίδος ἐπὶ τοῦ Εὐρίπου βωμοὶ ἵδρυνται τρεῖς· Κρόνου, Διός, Ἄρεος· κάτωθεν δὲ πάλιν βωμοὶ τρεῖς, | |
45 | Ἀφροδίτης, Ἑρμοῦ καὶ Σελήνης· τρίποδες δύο, Ἡλίου καὶ Σελήνης, καὶ ἄγαλμα γυναικὸς φιάλην ἐπιφερο‐ μένης ἐν τῇ κεφαλῇ· ἐστὶ δὲ ἡ γῆ, φέρουσα τὴν θάλασσαν. σάλπιγγες δὲ ἐπὶ τέλει τῶν ἀγώνων τοὺς νικητὰς ἐπὶ τὰ γέρα καλοῦσι, δώδεκα δὲ ὕσπληγες | |
Mens.1.12(50) | κατὰ μίμησιν τῶν δώδεκα ζῳδίων· μαππάριος δὲ κα‐ | |
λεῖται ὁ ἐν τῷ μέσῳ ἱστάμενος καὶ τοῦ δρόμου ἔχων τὸ σύνθημα ἀπὸ τοῦ περὶ τὸ πρᾶγμα συμβαίνοντος τηνικαῦτα· εἰώθησαν γὰρ οἱ ὕπατοι εὐωχεῖσθαι πρό‐ τερον ἐν τῷ θεάτρῳ καὶ μετὰ τὴν εὐωχίαν τὰ τῶν | 5 | |
55 | χειρῶν ἐκμαγεῖα ῥιπτεῖν, ἅπερ τῇ ῥωμαικῇ φωνῇ μάππα λέγονται, ἐξ οὗ καὶ μανδύλια· καὶ ταῦτα ἀναλαμβα‐ νόμενος ὁ λεγόμενος μαππάριος εὐθὺς τὸν ἀγῶνα ἐπετέλει. οὐ πλέον δὲ τῶν ἑπτὰ κύκλων, οὓς σπάτια οἱονεὶ στάδια καὶ μίσους ἀντὶ τοῦ ἄθλους, περὶ τὴν πυ‐ | |
60 | ραμίδα, ἣν νῦν ὀβελὸν καλοῦσι, διεπληκτίζοντο οἱ ἀγω‐ νισταὶ διὰ τὸ ἑπτὰ στάδια εἶναι τὸ μίλιον καὶ διὰ τὸ τοσούτους εἶναι τοὺς τῶν πλανήτων πόλους, οὓς Χαλ‐ δαῖοι στερεώματα καλοῦσιν, ἄνευ τοῦ σεληνιακοῦ, διὰ τὸ μέχρις αὐτοῦ διήκειν τὸ τοῦ παντὸς ὑλικοῦ σκύβαλον | |
65 | κατὰ τὸ λόγιον. τέσσαρσι δὲ καὶ εἴκοσι βραβείοις τὸν πάν‐ τα συνετέλουν ἀγῶνα διὰ τὸν ἐν πυραμίδι λόγον· δυο‐ καίδεκα γὰρ γωνίας ἡ πυραμὶς ἐπιδέχεται, τουτέστι στε‐ ρεὰς τέσσαρας, ὧν ἑκάστη ἐκ τριῶν· δὶς δὲ τὸν δώδεκα ἀριθμὸν εἰς δύο τέμνοντες τὸν τῆς ἡμέρας καιρὸν ἔτι καὶ | |
70 | νῦν τελοῦσι. καὶ ἄλλως δέ πως ἡ πυραμὶς ἁρμοδία ἐστὶ τοῖς ἀγωνιζομένοις, Νεμέσεως γὰρ εἶναι νομίζεται. κατὰ γοῦν μίμησιν, τῆς Κίρκης καὶ Ῥωμύλος ὕστερον κτίσας τὴν Ῥώμην μηνὶ Ἀπριλλίῳ εἰκοστῇ κατασκευά‐ ζει καὶ ἱπποδρόμιον ἐν αὐτῇ τοιοῦτον καὶ κατὰ πάντα | |
75 | ὅμοιον. ἐποίησε δὲ τὸ πρῶτον ἅρματα τρία· ῥούσιον | |
Ἄρεος ἤτοι πυρός, λευκὸν Διὸς ἤτοι ἀέρος, πράσινον Ἀφροδίτης ἤτοι τῆς γῆς. ὕστερον δὲ ἤρισαν οἱ Γάλλοι περὶ ὁμοτιμίας, καὶ προσετέθη τὸ βένετον διὰ τὸ τοι‐ ούτου χρώματος εἶναι τὰ ἱμάτια αὐτῶν, εἰς τιμὴν τοῦ | 6 | |
80 | Κρόνου ἢ μᾶλλον τοῦ Ποσειδῶνος. χρόνοις δὲ ὕστε‐ ρον ἱκανοῖς Σεβῆρος ὁ βασιλεὺς Ῥωμαίων κατὰ Νί‐ γερος ἐκστρατεύσας καὶ εἰς τὸ Βυζάντιον παραγενό‐ μενος, τὴν νῦν Κωνσταντίνου πόλιν καὶ βασιλίδα τῶν πόλεων ἁπασῶν, κτίζει μὲν ἐκεῖσε διὰ τὸ τῆς πόλεως | |
85 | ἐπιτερπὲς λουτρὸν παμμέγεθες· εὑρὼν δὲ καὶ τὸν παρα‐ κείμενον τόπον τοῖς Διοσκόροις ἀνακείμενον ἐποίησε τοῦτον ἱπποδρόμιον, ἰκρίοις καὶ στοαῖς διακοσμήσας αὐτόν, καὶ ἄλσος ἐκκόψας δύο τινῶν ἀδελφῶν ὑποκεί‐ μενον δεσποτείᾳ καὶ εἰς τὸ νῦν ὁρώμενον κάλλος τοῦτο | |
90 | μεταγαγών. ὅτι Ῥωμαῖοι τὰ δίζυγα ἅρματα βίγας ἐκάλουν, ἐξ ὧν καὶ βιγάριοι. | |
Mens.1.13 | Πλεύσας ἐκεῖθεν Αἰνείας μετὰ πολλὰς ὅσας πλάνας κατάγεται ἐν πόλει τῆς Ἰταλίας λεγομένῃ Λαυ‐ ρεντίᾳ, ἣν καὶ Ὀππικήν φασιν ὀνομασθῆναί ποτε, ἐξ ἧς καὶ ὀππικίζειν, καὶ ὡς τὸ πλῆθος, ὀφφικίζειν τὸ | |
5 | βαρβαρίζειν Ἰταλοὶ λέγουσιν. εἶτα ἐπιγαμβρεύσας Λα‐ τίνῳ βασιλεύοντι τῆς χώρας αὐτός τε βασιλεύσας τρι‐ σὶν ἐνιαυτοῖς οἴχεται. τοσούτων οὖν ἐπιξενωθέντων τῆς Ἰταλίας, ὥσπερ ἐδείχθη, Λατίνους μὲν τοὺς ἐπι‐ χωριάζοντας, Γραικοὺς δὲ τοὺς ἑλληνίζοντας ἐκάλουν, | |
10 | ἀπὸ Λατίνου τοῦ ἄρτι ἡμῖν ῥηθέντος καὶ Γραικοῦ, τῶν | |
ἀδελφῶν, ὥς φησιν Ἡσίοδος ἐν Καταλόγοις· Ἄγριον ἠδὲ Λατῖνον. Κούρη δ’ ἐν μεγάροισιν ἀγαυοῦ Δευκαλίωνος Πανδώρη Διὶ πατρί, θεῶν σημάντορι πάντων | 7 | |
15 | μιχθεῖς’ ἐν φιλότητι τέκε Γραικὸν μενεχάρμην. | |
Mens.1.14 | Ῥωμύλος δὲ κτίζει τὴν Ῥώμην τῇ πρὸ δεκα‐ μιᾶς Καλενδῶν Μαΐου, κατὰ τὸ τρίτον τῆς ἕκτης, ἢ ὡς ἕτεροι κατὰ τὸ δεύτερον τῆς ὀγδόης· ἡ δὲ ὥρα τῆς πόλεως ὥρα δευτέρα πρὸ τρίτης, ὡς Ταρρούτιος ὁ | |
5 | μαθηματικὸς κατεστήριξεν, Διὸς μὲν ἰχθῦσι, Κρόνου δὲ καὶ Ἀφροδίτης καὶ Ἄρεος καὶ Ἑρμοῦ Σκορπίῳ, Ἡλίου δὲ Ταύρῳ καὶ Σελήνης Ζυγῷ· 〈ἢ ὡς ἕτεροι〉 Ἠλίου μὲν Ταύρῳ, Σελήνης δὲ Παρθένῳ, Κρόνου δὲ Ζυγῷ, Διὸς δὲ Λέοντι, Ἄρεος Ζυγῷ, Ἀφροδίτης Ταύρῳ, | |
10 | Ἑρμοῦ Κριῷ. ἀρχὴν δὲ ἐνιαυτοῦ δίδωσι Ῥωμύλος τὸν Μάρτιον πρὸς τιμὴν Ἄρεος· ἐξ αὐτοῦ γὰρ αὐτὸν γενέ‐ σθαι λόγος .... δέκα μόνοις μησίν. | |
Mens.1.15 | Ἡ δεκὰς πλήρης ἀριθμός ἐστιν, ὅθεν καὶ παν‐ τέλεια καλεῖται, πάσας τὰς ἰδέας τῶν ἄλλων ἀριθμῶν καὶ λόγων καὶ ἀναλογιῶν καὶ συμφωνιῶν περιέχουσα· γνώμων γὰρ ἐν τοῖς οὖσίν ἐστιν ἡ δεκὰς πάντα χα‐ | |
5 | ρακτηρίζουσα, καὶ ἰδίως τὸ ἐν ἑκάστῳ ἄπειρον ὁρί‐ ζουσα, καὶ πάντων οὖσα συναγωγός τε καὶ συνακτικὴ καὶ ἀποτελεστικὴ τῶν ὅσα ἥ τε νοητὴ περιέχει φύσις ἥ τε ὑπὸ Σελήνην. οὕτως γὰρ ἡμῖν παραδίδωσιν ὁ | |
Παρμενίδης· πρώτιστα μὲν τὰ νοητά, δεύτερα τὰ ἐν | 8 | |
10 | τοῖς ἀριθμοῖς, τρίτα τὰ συνεκτικά, τέταρτα τὰ τελε‐ σιουργά, πέμπτα τὰ διαιρετικά, ἕκτα τὰ ζωογονικά, ἕβδομα τὰ δημιουργικά, ὄγδοα τὰ ἀφομοιωματικά, ἔν‐ νατα τὰ ἀπόλυτα, δέκατα τὰ ἐγκόσμια. ὀρθῶς οὖν αὐτὴν ὁ Φιλόλαος δεκάδα προσηγόρευσεν, ὡς δεκτικὴν | |
15 | τοῦ ἀπείρου, Ὀρφεὺς δὲ κλαδοῦχον, ἐξ ἧς ὡσεὶ κλά‐ δοι τινὲς πάντες οἱ ἀριθμοὶ φύονται. | |
Mens.1.16 | Διέμεινεν ἀπὸ Κρόνου ἕως κτίσεως Ῥώμης κατὰ τὸν ἐν Σελήνῃ δρόμον παραφυλαχθεὶς ὁ ἐνιαυ‐ τός, ἐπὶ δὲ Ῥωμύλου ὁρίζεται, ὡς ἐλέγομεν ἔμπροσθεν, δεκαμηνιαῖος, τῶν μὲν ὑπὲρ τριακάδος ἡμέρας πλείους, | |
5 | τῶν δὲ ἐλάττονας λαχόντων μηνῶν· οὔπω γὰρ ἀπὸ τῆς Ἡλίου κινήσεως ἐφυσιολογεῖτο αὐτοῖς τὸ τοῦ χρόνου διάστημα. | |
Mens.1.17 | Ὁ Πομπίλιος Νουμᾶς, ἐφ’ οὗ Πυθαγόρας ἦν, δυοκαίδεκα μησὶ τὸν ἐνιαυτὸν ἀριθμεῖσθαι διώρισε κατὰ τὸν ἐν Φαίδρῳ Σωκράτην, ὅς φησι τὰς τῶν ὅλων τάξεις τῇ δωδεκάδι περιειλῆφθαι· ἐπὶ τὸ πᾶν γὰρ ὁ | |
5 | θεὸς τῷ ἀριθμῷ τούτῳ κατεχρήσατο διαζωγραφῶν αὐτό, ὥς φησιν ὁ Πλάτων. οἰκεῖον γὰρ τὸ σχῆμα τοῦτο τῇ | |
τοῦ παντὸς ἰδέᾳ· καὶ γὰρ κυκλικόν, ἐπεὶ καὶ θαυμαστή ἐστιν ἡ τῆς δωδεκάδος φύσις, διά τε ἄλλα καὶ ἐπειδὴ συνέστηκεν ἐκ τοῦ στοιχειωδεστάτου καὶ πρεσβυτάτου | 9 | |
10 | τῶν ἐν οὐσίαις εἰδῶν παραλαμβανομένων, ὥς φασιν οἱ ἀπὸ τῶν μαθημάτων, ὀρθογωνίου τριγώνου· αἱ γὰρ τοῦδε πλευραὶ ἐκ τριῶν οὖσαι καὶ τεττάρων καὶ πέντε συμπληροῦσι τὸν ἀριθμὸν τῶν δώδεκα τοῦ ζωο‐ φόρου κύκλου τὸ παράδειγμα· διπλασιασθείσης δὲ ἑξά‐ | |
15 | δος τῆς γονιμωτάτης, ἥτις ἐστὶν ἀρχὴν τελειότητος ἐκ τῶν ἰδίων συμπληρουμένη μερῶν .... διατάττει δὲ Νουμᾶς δυοκαίδεκα μηνῶν τὸν ἐνιαυτὸν πρὸς συντέλειαν τῶν Ἡλίου καὶ Σελήνης δρόμων. καὶ ἐπὶ μὲν Ῥωμύλου ὁ νῦν καλούμενος Μάρτιος μὴν πρῶτος | |
20 | ἦν, ἐπὶ δὲ Νουμᾶ προσετέθησαν Ἰανουάριος καὶ Φε‐ βρουάριος. ἀρχὴν δὲ ἐνιαυτοῦ ὁ Νουμᾶς ἄγειν ἐθέ‐ σπισε Ῥωμαίοις, ὅταν Ἥλιος τὸν Αἰγόκερων μεσάζων αὔξει τὴν ἡμέραν, ἀποστρέφων πρὸς ἡμᾶς ἀπὸ τοῦ νοτίου καμπτῆρος, προστιθεὶς τῇ ἡμέρᾳ ἡμιώριον. καὶ | |
25 | οὐ μόνον οὕτως τὸν ἐνιαυτὸν διετύπωσεν, ἀλλὰ καὶ νόμισμα πρῶτος ἐχάραξεν, ὡς ἐξ αὐτοῦ ἔτι καὶ νῦν νουμόν—οἱονεὶ Νουμανόν—τὸν ὀβολὸν καλεῖσθαι. ἀλλὰ μὴν καὶ τὴν βασιλέων οἰκίαν, ἣ καλεῖται Παλά‐ τιον, κατὰ τὸν ἱερατικὸν διετάξατο θεσμόν. | |
Mens.1.18 | Ἀδριανὸς ἐκ τῆς Αἰλίων ἐτύγχανε φαμιλίας, | |
οἱονεὶ γενεᾶς· ὅθεν ἔδοξεν αὐτῷ τὸ Αἰλίων ὄνομα τοὺς ὑπηκόους προγράφειν· ὅθεν καὶ Αἰλία ἡ Ἱερουσαλήμ· καὶ γὰρ αὐτὸς αὐτὴν ἁλοῦσαν ἐπόλισεν. | 10 | |
Mens.1.19 | Ὅτι Ὑπάτη ὠνομάζετο πρότερον ἡ Θ〈ε〉ονίκη. | |
Mens.1.20 | Ὅτι ἴδιον ἀεὶ γέγονε τῶν ἀρχιερέων τὴν κεφα‐ λὴν σκέπειν ἢ διαδεσμεῖν ταινίᾳ· καὶ τοῦτο δῆλον ἐκ τοῦ μέχρι τήμερον τὴν τοῦ καθ’ ἡμᾶς ἀρχιερέως ται‐ νίαν τοῖς ὤμοις αὐτοῦ περιθέσθαι, τὴν ὡς ἔφην ἐπὶ | |
5 | τῆς κεφαλῆς τιθεμένην πάλαι· ὡς †καικαφόριον ἔτι καὶ νῦν καλεῖσθαι. | |
Mens.1.21 | Ὅτι ὁ Νουμᾶς τὴν βασιλικὴν ἐσθῆτα εἰς τιμὴν Ἡλίου καὶ Ἀφροδίτης ἐκ πορφύρας καὶ κόκκου κατα‐ σκευάζεσθαι διετύπωσεν—καὶ Βλάττα δέ, ἐξ ἧς τὰ βλάττια λέγομεν, ὄνομα Ἀφροδίτης ἐστὶ κατὰ τοὺς | |
5 | Φοίνικας, ὡς ὁ Φλέγων ἐν τῷ περὶ ἑορτῶν φησι. ὅτι τριακοσίοις ἐγγὺς ὀνόμασιν εὑρίσκομεν καλουμένην τὴν Ἀφροδίτην, κεῖται δὲ παρὰ Λαβεῶνι τὰ ὀνόματα— καλέσας αὐτὴν τὴν στολὴν πατρίως τραβαίαν, ἣν λέ‐ γεται πρῶτος ὁ Ἀγαθοκλῆς ὁ Σικελιώτης εὑρεῖν. τρα‐ | |
10 | βαία δὲ εἴρηται ὡσανεὶ τρίβαφος· ἐκ τριῶν γὰρ ἀπο‐ | |
τελεῖται χρωμάτων, πορφύρας, κόκκου καὶ ἰσατίδος βο‐ τάνης ἣ παρὰ τοῖς πολλοῖς λουλάκιον λέγεται, ἥτις ἐστὶν Ἄρεος. εἶτα προεστήσατο τὸν τῆς πόλεως φύ‐ λακα, ὕπαρχον δὲ αὐτὸν νῦν προσαγορεύομεν ἢ ὥς | 11 | |
15 | τινες πολίαρχον ἢ ἀστυδίκην, ὃν πάλαι πραίτωρα οὐρβανὸν ἔλεγον, ὃς καὶ πρωτεύειν τῆς Ῥωμαίων γε‐ ρουσίας φαίνεται· καὶ τοῦτο δῆλον ἐκ τῶν ὑποδημά‐ των αὐτοῦ, ἐν οἷς σεληνίσκος τις ἐκτετύπωται εἰς τύπον τοῦ σίγμα στοιχείου, δι’ οὗ τὸν ἑκατὸν ἀριθ‐ | |
20 | μὸν οἱ Ῥωμαῖοι σημειοῦνται—ἐστὶ γὰρ παρ’ αὐτοῖς τὸ λεγόμενον κάππα μικρόν—ὡς δῆλον εἶναι πρῶ‐ τον αὐτὴν .... ἑκατὸν εὐπατριδῶν· τοσούτους γὰρ ὁ Ῥωμύλος ἐξελέξατο. | |
Mens.1.22 | Ὅτι ἔφερον οἱ στρατηγοὶ ἐπὶ τῶν πολέμων Διὸς καὶ Ἡλίου καὶ Σελήνης, Ἑρμοῦ τε καὶ Ἄρεος σύμ‐ βολα· καὶ Διὸς μὲν ἀετόν, Ἡλίου δὲ λέοντα, Σελήνης δὲ βοῦν, Ἄρεος δὲ λύκον, Ἑρμοῦ δὲ δράκοντα· καὶ | |
5 | γὰρ κηρύκιον ἄν τις καλέσοι τὴν ἐκ δράκοντος ση‐ μαίαν. | |
Mens.1.23 | Πριβιλέγια νόμοι τινὲς ἰδιωτικοὶ ἀλλ’ οὐ γενικοί. | |
Mens.1.24 | Δεκανοὶ οἱ ῥαβδοῦχοι κατὰ Ῥωμαίους. | |
Mens.1.25 | Ἀκῆ〈δε〉 τὸ πρόσελθε σημαίνει. | |
Mens.1.26 | Ὅτι πρῶτος ὁ Διοκλητιανὸς μετὰ Δομετιανὸν δεσπότης καὶ βασιλεὺς Ῥωμαίων ὠνομάσθη, λίθοις ἀντὶ δάφνης τὴν κεφαλὴν καὶ τοὺς πόδας ψηφώσας, | |
ὥς φησιν Εὐτρόπιος. | 12 | |
Mens.1.27 | Ὅτι ἐπὶ τοῦ Διοκλητιανοῦ ἡ πᾶσα τῶν Ῥω‐ μαίων στρατιὰ μυριάδες ἦν ὀκτὼ καὶ τριάκοντα καὶ ἐννακισχίλιοι καὶ ἑπτακόσιοι καὶ τέσσαρες, ναυτικὴ δὲ δύναμις ἡ ἐπὶ τῶν ἐπικαίρων χωρίων ναυλοχοῦσα ἐπί | |
5 | τε τοῖς ποταμοῖς ἐπί τε τῇ θαλάσσῃ τετρακισμύριοι καὶ πεντακισχίλιοι καὶ πεντακόσιοι ἑξήκοντα καὶ δύο. ὅτι πρὸς τοῦτον τὸν ἀριθμὸν ὁ μέγας Κωνσταντῖνος ἐπὶ τῆς ἀνατολικῆς βασιλείας τὸν στρατὸν διέθηκεν, ὡς ἑτέρας τοσαύτας μυριάδας στρατοῦ προστεθῆναι | |
10 | τῇ Ῥωμαϊκῇ πολιτείᾳ. | |
Mens.1.28 | Ἡ παρ’ Ἕλλησιν ὀπτὴ πλίνθος λατέρκουλον παρὰ Ῥωμαίοις λέγεται. ἦν δὲ πλίνθος δημοσία, ἐφ’ οὗ τά τε τῶν βουλευτῶν καὶ τὰ τῶν στρατευμάτων ὀνόματα ἀπεγράφετο, καὶ ἐγράφετο ἐπὶ τείχους εἰς | |
5 | τετράγωνον σχῆμα τύπος τις καὶ γραμμὴ πλίνθος. τίτ‐ λον καὶ αὐτήν τινες ὀνομάζουσιν οὐκ εἰδότες, ὡς τίτ‐ λος κυρίως ἡ προσγραφὴ τῶν ἀξιωμάτων λέγεται, οὐ μὴν ἡ τετράγωνος γραμμή. τὰ τῶν ἄλλων στρατευμάτων | |
ὀνόματα ἐπὶ σανίδος ἀπεγράφετο· λέγεται δὲ παρὰ | 13 | |
10 | Ῥωμαίοις ματρίκιον τὸ πλατὺ καὶ παχὺ ξύλον· οἱ γὰρ ἀρχαῖοι ξύλοις καὶ φλοιοῖς καὶ φιλυρίνοις πίναξι πρὸς γραφὴν ἐκέχρηντο. ἐστὶ δὲ καὶ σανὶς φιλυρίνη, ἐφ’ ἧς τὰ ῥήματα τῆς ἐλευθερίας εἴωθε γράφεσθαι. τιλία δὲ παρὰ τοῖς αὐτοῖς ἡ φιλύρα τὸ ξύλον· ὅθεν κῶδιξ | |
15 | τὸ βιβλίον. κῶδιξ δὲ κυρίως ὁ φιτρὸς παρ’ αὐτοῖς καλεῖται, καὶ λίβερ τὸ βιβλίον. λίβερ δὲ ὁ φλοιός ἐστι κυρίως· ταῦτα καὶ ματρίκιον, καὶ ματρικαρίους τοὺς ξυλουργοὺς καλοῦσιν. ὅθεν ἔτι καὶ νῦν πρὸ τῶν ὑπάτων ἐπιφέρεται ὁ λεγόμενος τοῦ πραίτωρος σκρίβας. | |
20 | χρόνῳ δὲ ὕστερον ὁ Πτολεμαῖος συμβουλεύοντος αὐτῷ Ἀριστάρχου τοῦ γραμματικοῦ τὴν Ῥωμαίων ἀσπάσασθαι προστασίαν πρῶτος χάρτην ἀποστείλας τὴν Ῥώμην ἐξέ‐ νισεν. ἀντευδοκιμεῖται δὲ ὅμως παρὰ τοῦ Περγαμηνοῦ Ἀττάλου, Κράτητος τοῦ γραμματικοῦ ἡγησαμένου τῆς | |
25 | σπουδῆς πρὸς ἔριν Ἀριστάρχου τοῦ ἀντιτέχνου αὐτοῦ· δέρματα γὰρ τὰ ἐκ προβάτων ἀποξέσας εἰς λεπτὸν ἔστειλε τοῖς Ῥωμαίοις τὰ λεγόμενα παρ’ αὐτοῖς μέμβρανα· εἰς μνήμην δὲ τοῦ ἀποστείλαντος ἔτι καὶ νῦν Ῥωμαῖοι τὰ μέμβρανα Περγαμηνὰ καλοῦσιν. | |
Mens.1.29 | Ἰστέον δὲ Ῥωμαίοις τὸ κανοῦν ἐπὶ μὲν τῶν ἱερῶν σατούραν, ἐπὶ δὲ τῶν εὐωχιῶν ἐπουλαρίαν, ἣν ἀπαλαρίαν οἱ πολλοὶ ἐξ ἀγνοίας προσαγορεύουσιν. | |
ἐπούλας γὰρ τὰς εὐωχίας Ῥωμαίοις ἔθος καλεῖν. | 14 | |
Mens.1.30 | Ἐδόκει μὲν μηκέτι ἐπ’ ἀγορᾶς, ἀλλ’ ἐν τῷ Πα‐ λατίῳ τὴν βουλὴν συνάγεσθαι, τὴν δὲ τοιαύτην σύνο‐ δον κομβέντον ἔθος Ῥωμαίοις καλεῖν, ἀντὶ τοῦ συνέ‐ λευσιν. σιγῆς δὲ τοῖς πολλοῖς βουλευομένοις δεῖ· ἐκ | |
5 | τῆς περὶ τὴν σιγὴν σπουδῆς—σιλέντιον δ’ αὐτὴν πατρίως καλοῦσιν—σιλεντιαρίους ἔκριναν ὀνομάζειν αὐτούς. πάντων δὲ σχεδὸν ἐναλλαγέντων διέμεινε τὸ τοῦ λεγομένου μαγίστρου φρόντισμα· ἐπείθετο δὲ αὐ‐ τῷ τάξις τις πεντήκοντα τὸν ἀριθμὸν ἀνδρῶν, οἳ | |
10 | φρουμεντάριοι καὶ κουρίωσοι προσηγορεύοντο, οἷον σι‐ τῶναι καὶ περίεργοι· καὶ οἱ μὲν σιτῶναι τῆς εὐθηνίας τῶν ἐν τῷ Παλατίῳ ἀντείχοντο, οἱ δὲ περίεργοι ἡγοῦντο τοῦ δημοσίου δρόμου. | |
Mens.1.31 | Κλαβουλάριος ὀχηματικός· κλάβον γὰρ τὸν οἴ‐ ακα καλοῦσιν. | |
Mens.1.32 | Βήλωξ, ὀξύς, ὃς καὶ βεραιδαρικὸς ἔτι καὶ νῦν λέγεται. βεραίδους δὲ Ἰταλοῖς εἶναι δοκεῖ τοὺς ὑπο‐ ζυγίους ἵππους .... ὅπερ ἐστίν, ἕλκειν τὸ ὄχημα· ὅθεν καὶ δασύνουσι γράφοντες τὸ ῥαίδας ὄνομα ἐκ τοῦ ῥᾳ‐ | |
5 | δίως ἐπιρρήματος παρηγμένον· οἱ γὰρ βεραίδους τοὺς ῥαίδας ἐκτὸς λέγοντες σφόδρα πλανῶνται. | |
Mens.1.33 | Ἀντικουάριοι οἱ κατὰ Ἕλληνας καλλιγράφοι. | |
Mens.1.34 | Ὁ δὲ Νουμᾶς οὗτος βαρβαρικοῖς ταραττομένην θορύβοις τὴν Ἰταλίαν μεγάλην Ἑλλάδα ᾠκονόμησε κλη‐ θῆναι πάντας τε τοὺς κλεινοὺς τῶν φιλοσόφων ἐξ αὐτῆς προελθεῖν, Ἐμπεδοκλέα λέγω τὸν φυσικὸν καὶ | 15 |
5 | ἄλλους πολλοὺς πρὸ Ἀριστοτέλους. | |
Mens.1.35 | Ὅτι ἐπὶ τοῦ Νουμᾶ καὶ πρὸ τούτου οἱ πάλαι ἱερεῖς χαλκαῖς ψαλίσιν, ἀλλ’ οὐ σιδηραῖς ἀπεκείροντο· ὁ γὰρ σίδηρος κατὰ τοὺς Πυθαγορείους τῇ ὕλῃ ἀνά‐ κειται· μέλας γὰρ καὶ αὐτὸς καὶ διὰ τοῦτο ἐγγὺς ἀν‐ | |
5 | είδεος, πολύκμητός τε καὶ πολύχρηστος ἀλλ’ οὐκ ἀπα‐ θής ἐστιν. | |
Mens.1.36 | Ὅτι μετὰ τὸν Αὔγουστον ἐν ταῖς τοῦ Παλα‐ τίου τάξεσιν ηὑρίσκετο καὶ σύστημα πατρικίων ἑξή‐ κοντα παρ’ οἷς τὰ διοπετῆ ὅπλα ἐφυλάττετο· ἔτι δὲ μὴν καὶ ἄλλοι τριάκοντα, παρ’ οἷς ἐφυλάττοντο οἱ | |
5 | σιβύλλειοι χρησμοί. | |
Mens.1.37 | Ἱερέας γενέσθαι τὸ πρὶν τοὺς ὕστερον ἄρχον‐ τας τοῦ Ῥωμαίων πολιτεύματος οὐδενὶ τῶν πάντων ἠγνόηται, Τυρρηνοῦ ἐπὶ τὴν ἑσπέραν ἐκ τῆς Λυδίας μεταστάντος, τοὺς τότε καλουμένους Ἐτρούσκους— | |
5 | ἔθνος δὲ ἦν Σικανόν—τὰς Λυδῶν τελετὰς διδά‐ ξαντος, οὓς ἐκ τῆς θυοσκοπίας Θούσκους συμβέβηκε μετονομασθῆναι· καὶ τούτων εἰς πλάτος ἐν τῇ πρώτῃ τῆς περὶ μηνῶν γραφείσης ἡμῖν πραγματείας ἴσμεν μνημονεύσαντες. τὰ γὰρ ἐπίσημα τῶν ἀρχόντων ἀπὸ | |
10 | Θούσκων λαβὼν ὁ βασιλεὺς Νουμᾶς τῇ πολιτείᾳ εἰσή‐ γαγεν, ὥσπερ καὶ τῶν ὅπλων τὸ δύσμαχον ἀπὸ Γαλα‐ | |
τῶν. καὶ μάρτυρες μὲν τούτων ὅ τε Καπίτων καὶ Φοντήϊος, ἐξ ὧν καὶ ὁ διδασκαλικώτατος Οὐάρρων, Ῥωμαῖοι πάντες, μεθ’ οὓς Σαλούστιος οὗτος ὁ ἱστο‐ | 16 | |
15 | ρικὸς ἐπὶ τῆς πρώτης ἱστορίας σαφῶς ἀναδιδάσκει. | |
Mens.1.38 | Ῥαμνίτας καὶ Τιτίους ἱστῶν καὶ Λούκερας· τὰς δὲ αἰτίας τουτωνὶ τῶν ὀνομάτων ἐν τοῖς περὶ μηνῶν, ὡς εἴρηται, τεθεῖσιν ἡμῖν ἀποδεδώκαμεν. | |
Mens.1.39 | Γλωσσίδα τινὰ ἤγουν διάβλημα, χρυσοτελὲς καὶ αὐτό, εἰς βότρυος σχῆμα πεποιημένον δι’ ἣν ἐν τῇ περὶ μηνῶν συγγραφῇ ἀποδεδώκαμεν αἰτίαν. | |
Mens.1.40 | Πάλαι γὰρ καὶ νῦν δὲ παρ’ αὐτοῖς τῶν ὅπλων στρατεύμασιν ἐπιφέρεται ὁ τῶν λεγομένων βιάρχων πρῶτος ῥάβδον κλήματι ἐξ ἀργύρου πεποιημένῳ περι‐ πεπλεγμένην πρὸς τιμῆς τοῦ ποτε τιμηθέντος Διονύ‐ | |
5 | σου, ὡς ἐν τοῖς περὶ μηνῶν ἀποχρώντως ἡμῖν ἀνή‐ νεκται. | |
Mens.1.41 | Ὅτι βηξιλλατίωνες οἱ Ῥωμαίων ἱππεῖς καὶ βήξιλλα παραπετάσματα ἐκ πορφύρας καὶ χρυσοῦ εἰς τετράγωνον σχῆμα πεποιημένα· ταῦτα ἐξαρτῶντες ἐπὶ μακρῶν δοράτων, κύκλῳ παραπορευόμενοι τῶν βασι‐ | |
5 | λέων κατασκέπτουσιν αὐτούς. εἶεν δ’ ἂν τὰ λεγό‐ | |
μενα φλάμμουλα. | 17 | |
Mens.2t | LIBER ALTER. Περὶ ἡμέρας. | |
Mens.2.1 | ... ἀναγκαῖόν μοι δοκεῖ περὶ τῶν μηνῶν εἰπεῖν, ὅθεν καὶ ὅπως τὴν προσηγορίαν αὐτῶν ἕκαστος εἴληφε, καὶ ἅπερ καθ’ ἕκαστον αὐτῶν τοῖς Ῥωμαίοις πάλαι παρατετήρηται, ὅσα γε ἡμεῖς ἐκ τῶν Ῥωμαϊκῶν ἱστο‐ | |
5 | ριῶν παρειλήφαμεν· πρὸς τούτοις καὶ περὶ διαφορᾶς ἔτι πρότερον ἐνιαυτῶν, αἰώνων τε καὶ χρόνων καὶ ἀρχῆς ἡμερῶν. γένοιτο ἂν καὶ τοῦτο ὥσπερ ἥδυσμά τι ταῖς τῶν πολλῶν ἀκοαῖς. | |
Mens.2.2 | Ἡ φυσικὴ ἡμέρα ἀπὸ τῶν ἡλίου ἀνατολῶν ἕως δυσμῶν λαμβάνεται, ἀλλ’ οὐ παρὰ πᾶσιν οὕτως. Βαβυ‐ | |
λώνιοι μὲν γὰρ ἀπὸ ἀνατολῶν ἡλίου ἕως αὐτῶν λαμ‐ βάνουσι δυσμῶν, νυκτὸς οὐδ’ ὅλως μνήμην ποιούμενοι, | 18 | |
5 | οἷα οὐ καθ’ ὑπόστασιν ἀλλὰ μᾶλλον κατὰ συμβεβηκὸς γινομένης. Αἰγύπτιοι δὲ καὶ Ἑβραῖοι ἀπὸ ἀρχῆς ἑσπέ‐ ρας τὴν ἐπιφοιτῶσαν συναριθμοῦντες ἡμέραν ἕως τῆς ἐπιούσης πάλιν ἑσπέρας, τὴν προλαβοῦσαν δηλον‐ ότι νύκτα μετὰ τῆς ἐπακολουθούσης ἡμέρας συνενοῦν‐ | |
10 | τες καὶ μίαν ἀμφοτέρας ὀνομάζοντες ἡμέραν, ἀρχόμενοι δὲ πρότερον ἀπὸ τῆς νυκτός, διὰ τὸ ἀρχεγονώτερον εἶναι τὸ σκότος τοῦ φωτὸς καὶ πρὸ τῆς τοῦδε τοῦ παντὸς διακοσμήσεως ἔρεβος καὶ σκότος προϋποτίθεσθαι τοὺς κοσμογράφους, νύκτα δὲ πάντων μητέρα ὀνομάζειν· | |
15 | ὅθεν καὶ οἱ μυθικοὶ ἀπὸ Λητοῦς τεχθῆναι Ἄρτεμιν ποιοῦσι καὶ Ἀπόλλωνα, καὶ πρώτην Ἄρτεμιν, οἱονεὶ ἀερότεμιν Σελήνην, μεθ’ ἣν τὸν Ἥλιον. εἴη δ’ ἂν Λητὼ ἡ νύξ· καὶ γὰρ λήθη κατ’ αὐτὴν καὶ ὕπνος ἐπι‐ | |
γίνεται. οἵ γε μὴν Οὖμβροι, ἔθνος Ἰταλικὸν καὶ ἀστρο‐ | 19 | |
20 | λόγον, ἀπὸ μεσημβρίας τὴν ἀρχὴν τῆς ἡμέρας λαμ‐ βάνουσιν, ἕως πάλιν τῆς ἄλλης μεσημβρίας μίαν λέ‐ γοντες ἡμέραν, ὥσπερ καὶ οἱ ἀστρολόγοι ἐπὶ ταῖς γε‐ νέσεσιν. Ἀθηναῖοι δὲ καὶ αὐτοὶ ἀπὸ δυσμῶν εἰς δυσμὰς ὥσπερ καὶ οἱ Ἑβραῖοι, Ῥωμαῖοι δὲ τὸ μὲν πρῶ‐ | |
25 | τον ἴσα τοῖς Βαβυλωνίοις κατὰ τὸν φυσικὸν νόμον καὶ αὐτοὶ τὴν ἡμέραν μόνην ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν ἡμέραν ὡρίζοντο, τὴν νύκτα μηδὲν λογιζόμε‐ νοι· ὕστερον δὲ ἀπὸ μέσης νυκτὸς ἤγουν τῆς ἀρχῆς τῆς ἑβδόμης ὥρας αὐτῆς καὶ ἕως μέσης πάλιν τῆς | |
30 | ἐπιούσης νυκτὸς ἐτύπωσαν τὴν ἡμέραν καὶ νομίζεσθαι καὶ ὀνομάζεσθαι. | |
Mens.2.3 | Πάντας τοὺς ῥυθμοὺς ἐκ τῆς τῶν πλανήτων κινήσεως εἶναι συμβαίνει· ὁ μὲν γὰρ Κρόνος τῷ Δω‐ ρίῳ, ὁ δὲ Ζεὺς τῷ Φρυγίῳ, ὁ δ’ Ἄρης τῷ Λυδίῳ καὶ οἱ λοιποὶ τοῖς λοιποῖς κινοῦνται κατὰ τὸν Πυθαγόραν | |
5 | πρὸς τὸν ἦχον τῶν φωνηέντων· ὁ μὲν γὰρ Ἑρμοῦ τὸν α, ὁ δ’ Ἀφροδίτης τὸν ε, ὁ δ’ Ἥλιος τὸν η, καὶ ὁ μὲν τοῦ Κρόνου τὸν ι, ὁ δὲ τοῦ Ἄρεος τὸν ο, καὶ Σελήνη τὸν υ, ὅ γε μὴν τοῦ Διὸς ἀστὴρ τὸν ω ῥυθμὸν ἀποτελοῦσιν· ὁ δὲ ἦχος τῶν ῥυθμῶν ὡς ἡμᾶς | |
10 | οὐκ ἀφικνεῖται διὰ τὴν ἀπόστασιν. | 20 |
Mens.2.4 | Ὅτι οἱ περὶ Ζωροάστρην καὶ Ὑστάσπην Χαλδαῖοι καὶ Αἰγύπτιοι ἀπὸ τοῦ ἀριθμοῦ τῶν πλανήτων ἐν ἑβδομάδι τὰς ἡμέρας ἀνέλαβον. καὶ τὴν μὲν πρώτην ἡμέραν μίαν ἐκ τῆς μονάδος, ἀλλ’ οὐ πρώτην ἐκ τῆς | |
5 | ἑβδομάδος κλητέαν κατὰ τοὺς Πυθαγορείους διὰ τὸ μόνην εἶναι καὶ ἀκοινώνητον ταῖς ἄλλαις. πρώτη γὰρ λέγεται ἡ πρωτεύουσα τῶν μετ’ αὐτήν, ἡ δὲ μονὰς ἀμερὴς καὶ ἀμετάβολος καὶ αὐτοκίνητος καὶ ὡσαύτως ἔχουσα· ὑπὲρ ἀριθμὸν γάρ ἐστιν· ὥστε οὐκ ἄν τις αὐ‐ | |
10 | τὴν καλέσοι πρώτην, ἀλλὰ μίαν· οὐδὲ γὰρ ἐπὶ ἄρτιον οὐδὲ ἐπὶ τὸν περιττὸν οὔτ’ ἐπ’ ἄλλον τινὰ ἀριθμὸν μεθίσταται. δικαίως ἂν αὐτοῦ τὴν δύναμιν ἐπέχοι τοῦ νοῦ, ὅπερ ἐστιν ἀγαθόν τε καὶ περιττόν, ἴσον τε καὶ πεπερασμένον, καὶ φῶς καὶ εὐθὺ καὶ μόνιμον, | |
15 | ἄρρεν τε καὶ δεξιόν. νοῦς γάρ ἐστι, φησὶν ὁ μυ‐ στικὸς λόγος, οὐσιώδης ὁ ἅπαξ ἐπέκεινα μένων ἐν τῇ ἑαυτοῦ οὐσίᾳ καὶ πρὸς ἑαυτὸν συνεστραμμένος, ἑστώς τε καὶ μένων. ἀναφέρεται δὲ ἡ μονὰς εἰς Ἀπόλ‐ λωνα, τουτέστιν εἰς τὸν ἕνα Ἥλιον, ὃς Ἀπόλλων λέγε‐ | |
20 | ται διὰ τὸ ἄπωθεν εἴναι τῶν πολλῶν. καὶ Ῥωμαῖοι | |
δὲ αὐτὸν Σόλεμ ἤτοι μόνον λέγουσι. | 21 | |
Mens.2.5 | Πολλαῖς ὀνομασίαις καλεῖται ὁ Ἥλιος· Ἥλιος Ὧρος Ὄσιρις Ἄναξ Διὸς υἱὸς Ἀπόλλων ὡρῶν καὶ καιρῶν ταμίης ἀνέμων τε καὶ ὄμβρων ἠοῦς καὶ νυκτὸς πολυαστέρος ἡνία νεύων. | |
Mens.2.6 | Ὁ Πυθαγόρας τὴν μονάδα Ὑπεριονίδα καλεῖ διὰ τὸ πάντων ὑπερεῖναι τῇ οὐσίᾳ, ὥσπερ καὶ ὁ νοητὸς Ἥλιος ὑπὲρ τὰ ὄντα ἔχων τὸ εἴναι Ὑπεριονίδης κέ‐ κληται. ἀναφέρεται δὲ Ἥλιος εἰς μονάδα ὡς εἰκὼν | |
5 | ἐκείνης, οὐκ αὐτὸς ὢν ἡ μονάς, ἀλλὰ μὴν καὶ ἀκάμας, κάματος γὰρ ἐν τοῖς συνθέτοις· ἡ δὲ μονὰς ἁπλῆ καὶ ἄρρην, ὅτι δὴ γονιμωτάτη καὶ τῶν μετ’ αὐτὴν αἰ‐ τία· καὶ ὅπως, συνιδεῖν εὔκολον· εἰ γάρ τις τὰ τέσ‐ σαρα καὶ εἴκοσι στοιχεῖα—τὰ γράμματα λέγω—εἰς | |
10 | ἀριθμοὺς συλλογίσεται, εὑρήσει τρισχιλίους ἐννακοσίους ἐννενήκοντα ἐννέα τοὺς πάντας, οἷς προστιθεμένης τῆς ἐν ἑξακισχιλιάδι μονάδος, εἰ πάντες συλλογισθή‐ σονται, ἐννακισχίλιοι ἐννακόσιοι ἐννενήκοντα ἐννέα ἀριθμοί, μεθ’ οὓς οὐδὲν παρὰ τὴν μονάδα λελείψεται. | |
15 | ὅθεν τὴν αὐτὴν ἐπέχει γραμμὴν ἡ μυριὰς τῇ μονάδι, ὡς ἀρχῆς αὐτῆς ἅμα καὶ πέρατος οὔσης τῶν ἀσωμάτων | |
οὐσιῶν, ὧν εἰσι παραδείγματα οἱ ἀριθμοί. Ὀρφεὺς δὲ τὸν ἕνα ἀριθμὸν ἀγυιέα καλεῖ, τουτέστιν ἀμερῆ, οὐδὲν γὰρ τῶν μερῶν τοῦ ἀριθμοῦ περὶ αὐτόν, οὐχ | 22 | |
20 | ἡμιόλιον, οὐκ ἐπίτριτον· τέλειος ἐπεὶ ὅλος. ὅτι ἡ μονὰς οὕτως εἴρηται παρὰ τὸ μένειν ἐφ’ ἑαυτῆς· μει‐ ουμένου γὰρ τοῦ πλήθους κατὰ τὴν ἀφαίρεσιν παν‐ τὸς ἀριθμοῦ στερηθεῖσα μόνη ἀμείωτος μένει. δια‐ φέρει δὲ μονὰς ἑνὸς ᾗ διαφέρει ἀρχέτυπον εἰκόνος· | |
25 | παράδειγμα μὲν γὰρ ἡ μονάς, μίμημα δὲ τῆς μονάδος τὸ ἕν. ὅτι ἡ μονὰς ἐν τριάδι θεωρεῖται, δυνατὸν ἐκ τῶν ὑμναρίων λαβεῖν· πρὸς γὰρ τὸν ἅπαξ ἐπέκεινα ὁ Πρόκλος οὕτω· μονάδα γάρ σε τριοῦχον ἰδὼν ἐσεβάσσατο κόσμος. | |
30 | Τοσαῦτα μὲν περὶ τῆς μιᾶς, ἣν ὡς ἔφην πρώτην τὸ πλῆθος καλεῖ, ἣν κατ’ αἴσθησιν Ἡλίῳ ἀνέθεντο, ταμίᾳ μὲν τοῦ παντὸς αἰσθητοῦ φωτός, δι’ οὗ θερ‐ μαίνει τε ἅμα καὶ ἠρέμα ξηραίνει τὰ σώματα, ἑνὶ τῶν πλανήτων καθ’ Ἕλληνας, κἂν εἰ Ζωροάστρης αὐτὸν | |
35 | πρὸ τῶν ἀπλανῶν τάττοι. | |
Mens.2.7 | Τὴν δὲ δευτέραν ἡμέραν τῇ Σελήνῃ φαίνονται οἱ φυσικοὶ ἀναγράφοντες, ὑγραινούσῃ τε ἅμα καὶ μετρίως θερμαινούσῃ, τουτέστι τῇ τῆς ὕλης ἐφόρῳ· ὅθεν καὶ | |
Ἄρτεμις λέγεται ἀπὸ τοῦ ἀρτίου καὶ ὑλικοῦ ἀριθμοῦ· | 23 | |
5 | τὸ γὰρ ἄρτιον μέσον διασπᾶται διαιρούμενον τοῦ ἑνός· μόνος δὲ ἀδιαίρετος ὁ περιττός. ὁ μὲν γὰρ ἄρρην ἀριθμὸς τετράγωνος, αὐγὴ καὶ φῶς, ἐξ ἰσότητος πλευ‐ ρῶν συνεστώς, ὁ δὲ θῆλυς ἑτερομήκης, νύκτα καὶ σκότον ἔχων διὰ τὴν ἀνισότητα· ὁ δὲ ἑτερομήκης τὴν | |
10 | μὲν ἐλάττονα πλευρὰν ἐλάττονα ἔχει ἑνί, τὴν δὲ μείζω περιττοτέραν ἑνί. ὥστε ὁ δύο ἀριθμὸς οὐ καθαρός, πρῶτον μέν, ὅτι κενός ἐστι καὶ οὐ ναστός, τὸ δὲ μὴ πλῆρες οὐ καθαρόν, ἀρχὴ δὲ ἀπειρίας καὶ ἀνισότητος· ἀπειρίας μὲν διὰ τὴν ὕλην, ἀνισότητος δὲ διὰ τοὺς | |
15 | ἑτερομήκεις· ὅθεν οἱ παλαιοὶ ὡς ὕλην καὶ ἑτερότητα τὴν δυάδα παραλαμβάνουσι. τόλμαν δὲ καὶ οἱ περὶ Φερεκύδην ἐκάλεσαν τὴν δυάδα, καὶ ὁρμὴν καὶ δόξαν καλοῦσιν, ὅτι τὸ ἀληθὲς καὶ ψευδὲς ἐν δόξῃ ἐστί. πανσόβητος γὰρ ἡ ὕλη καὶ ἄστατος καὶ πολυ‐ | |
20 | μετάβολος, κακοπαθής τε καὶ πόνων ὑπομονητική, κατὰ φύσιν τὸ μεριστὸν καὶ διεστὼς ἔχουσα· ὁ γὰρ ἄξων μέσος διὰ παντὸς ἥκων τοῦ οὐρανοῦ πρῶτος τὴν εἰς δύο τομὴν καὶ ἀπὸ τοῦ ἑνὸς ἀπόστασιν ὑποφαίνει, αἴτιος δὲ τῆς πάσης τοῦ αἰσθητοῦ κινήσεως καὶ πάντη | |
25 | τῶν νοητῶν κεχωρισμένος. ταῦθ’ οὕτως ἔχοντα ὁ Νουμᾶς εὑρὼν Ῥωμαίοις τὸν δυικὸν ἀριθμὸν ἀπηγό‐ ρευσεν ἐν ταῖς ἑορταῖς· οὐδὲ γὰρ ἀριθμοῦσιν οἱ Ῥω‐ μαῖοι, ὥσπερ πρὸ τεσσάρων καὶ τριῶν, οὕτω καὶ πρὸ | |
δύο λέγοντες· ὡς καὶ Ἀθηναῖοι τὸ πρὶν τὴν δευτέραν | 24 | |
30 | ἐξῄρουν τοῦ Βοηδρομιῶνος, ὡς Πλούταρχος ἐν Συμ‐ ποσίῳ φησί. | |
Mens.2.8 | Τὴν δὲ τρίτην ἡμέραν ἀνέθεντο Πυρόεντι— Ἄρης δ’ ἂν εἴη οὗτος παρ’ Ἕλλησι—τουτέστι τῷ ἀερίῳ καὶ γονίμῳ πυρί, ὅπερ ἐξάπτει τὴν τοῦ παν‐ τὸς αἰσθητοῦ φύσιν καὶ ἀργεῖν οὐκ ἐᾷ, ξηραῖνον ἅμα | |
5 | καὶ ῥοιζηδὸν θερμαῖνον. Ἥρας δὲ παῖδά φασι τὸν Ἄρεα, τουτέστιν ἐκ τοῦ ἀερώδους τὸ διειδὲς καὶ λεπτο‐ μερὲς πῦρ· ὅθεν οἱ μυθικοὶ ζευγνύουσι τὴν Ἀφροδί‐ την ποτὲ μὲν Ἡφαίστῳ, τῷ χθονίῳ πυρί, ποτὲ δὲ Ἄρεϊ, τῷ ἀερίῳ· διὰ γὰρ τούτων τὸ πᾶν αἰσθητὸν | |
10 | ζωογονεῖται, ὡς εἴρηται. μεγίστη δὲ ἡ τῆς τριάδος καὶ κατ’ αἴσθησιν δύναμις· ὁ γὰρ κατ’ αὐτὴν ἀριθμὸς τοῖς γεννητοῖς ἐπιδέδωκε γένεσιν αὔξησιν τροφήν. καὶ οὐχ ἁπλῶς εἴρηται· τριχθὰ δὲ πάντα δέδασται, | |
15 | τριῶν ὄντων καὶ αὐτῶν τῶν οὐρανίων σωμάτων, τοῦ τε αἰθερώδους, ἀστρώδους τε καὶ λιθώδους. καὶ τῶν περιττῶν ἀριθμῶν ἀρχὴ ἡ τριάς, ὅθεν καὶ ἰδικὸς ἀριθμὸς ὁ τρία καλεῖται, μερισμὸν ἢ διαίρεσιν οὐκ ἐπιδεχόμενος. ὅτι πάντων ἄρχει τῶν ἀριθμῶν ἡ τριάς, | |
20 | ὡς ἀρχὴ τυγχάνουσα τῶν περιττῶν πάντων, πληρούν‐ των καὶ μηδέποτε λειπομένων. καὶ τρεῖς πρῶται κατ’ Ὀρφέα ἐξεβλάστησαν ἀρχαὶ τῆς γενέσεως, νὺξ καὶ γῆ καὶ οὐρανός, θεῶν δὲ τῶν ἐν γενέσει τρία γένη, οὐ‐ ράνιον καὶ ἐπίγειον καὶ τὸ μεταξὺ τούτων. τρία δὲ | 25 |
25 | καὶ τῆς ψυχῆς τὰ κυριώτατα, λογικὸν θυμικὸν ἐπιθυ‐ μητικόν. τρία δὲ καὶ νοῦ εἴδη Ἀριστοτέλης παραδί‐ δωσι, τὸν ὑλικόν, τὸν καθ’ ἕξιν, τὸν θύραθεν· ἐξ ὧν καὶ τρεῖς ἰδέαι, φύσις μάθησις ἄσκησις. καὶ αὐτῆς δὲ τῆς πάντα κινούσης μουσικῆς κατὰ τὸν Θεόφραστον | |
30 | τομαὶ τρεῖς, λύπη ἡδονὴ ἐνθουσιασμός. ἀλλὰ μὴν καὶ σώματος τρεῖς αἱ κινήσεις, φορὰ νόμος πρόβασις. τρεῖς δὲ καὶ σφαιρῶν αἱ συστάσεις, κέντρον διάμετρον περιφερές. τρεῖς δὲ καὶ κινήσεις τῶν ἀστέρων, προ‐ ποδισμὸς ὑποποδισμὸς ἀκρωνυχία. τρεῖς δὲ σωμάτων | |
35 | διαφοραί· τὰ μὲν γάρ ἐστιν ὑλικά, τὰ δὲ ἀέρια, τὰ δὲ ἐμπύρια, ὡς ὁ Χαλδαῖος παραδίδωσι. τρία δὲ καὶ ἑκάστου κινήματα σχήματος, πλάτος βάθος μῆκος. τρεῖς δὲ καὶ οἱ τὸ ζῳδιακὸν πλάτος ὁρίζοντες κύκλοι, θερινὸς τροπικός, χειμερινὸς τροπικός, ἰσημερινός. τρία | |
40 | δὲ καὶ τὰ ὑπέργεια κέντρα, ἀνατολὴ δύσις μεσουρά‐ νημα. καὶ πολλὰ ἄν τις εἴποι περὶ τῆς κατ’ αἴσθησιν τριάδος, καὶ ὁ σύμπας κόσμος ἐκ τριῶν δυνάμεων συ‐ στῆναι λέγεται, ἀριθμητικῆς γεωμετρικῆς ἁρμονικῆς· ἡ γὰρ νοητὴ ὑπερβέβηκε τὴν παροῦσαν ἐξέτασιν. ἴσμεν | 26 |
45 | γάρ, ὅτι ἡ τριὰς τὴν τῶν θείων πρόοδον ἐκίνησε καὶ στάσιν αὐτοῖς τὴν αἰώνιον ἀπειργάσατο ἐν τῷ αὐτῷ εἴδει, ὥς φησιν ὁ Πυθαγόρειος Ὤκελλος ῥήμασι τού‐ τοις· ‘ἡ τριὰς πρώτη συνέστησεν ἀρχήν, μεσότητα καὶ τελευτήν.‘ ἡ γὰρ περιττὴ καὶ περαίνουσα ἰσότης δη‐ | |
Mens.2.8(50) | μιουργός ἐστι κατὰ τὴν τετράγωνον φύσιν· τὸ γὰρ θεῖον τρισὶ τούτοις χαρακτηρίζεται, τῷ ἐφετῷ, τῷ ἱκα‐ νῷ, τῷ τελείῳ. ἔτι μὴν καὶ ὁ ἐν Φαίδρῳ Σωκράτης, ἀλλὰ μὴν καὶ ὁ ἐν Πολιτείᾳ παραδίδωσιν, ὅτι τὸ νοη‐ τὸν τρίτην τινὰ φύσιν ἐν τῷ θείῳ τίθεται· ἔστι γὰρ | |
55 | αὐτοῦ τὸ μὲν ἀκρότατον οὐσία, τὸ δὲ μέσον ζωή, τὸ δὲ ἔσχατον νοῦς. ἄλλ’ ἴσως ἐρεῖ τις· ποία κοινωνία τοῖς αἰσθητοῖς πρὸς τὴν νοητὴν τριάδα; ἰστέον τοίνυν, ὅτι τρεῖς τριάδας ὁ Τίμαιος παραδίδωσι, καὶ μάρτυς ὁ Πρόκλος ἐν ὑποτυπώσει τῆς Πλάτωνος φιλοσοφίας | |
60 | φάσκων, ὅτι ἡ τῶν νοητῶν ἀκρότης, τριὰς οὖσα νοητή, καὶ μονάς ἐστιν· ἑνὰς γὰρ τυγχάνειν δύνα‐ | |
ται, ἐν ἑαυτῇ τὴν πασῶν δυνάμεων αἰτίαν ἔχουσα καὶ οὐσίαν, ὥς φησιν ὁ Παρμενίδης. πάντα γὰρ τὰ νοη‐ τὰ ἐν τῇ τριάδι περιέχεται, καὶ πᾶς ὁ θεῖος ἀριθμὸς | 27 | |
65 | ἐν τῇ τάξει ταύτῃ προελήλυθεν, ὡς καὶ αὐτὸς ὁ Χαλ‐ δαῖος ἐν τοῖς λογίοις· τῆσδε γὰρ ἐν τριάδος κόλποις ἔσπαρται ἅπαντα, καὶ πάλιν· τῆσδε γὰρ ἐκ τριάδος πᾶν πνεῦμα πατὴρ ἐκέρασσε. | |
70 | διὰ μὲν τοῦτο οἱ Πυθαγόρειοι τριάδα μὲν ἐν ἀρι‐ θμοῖς, ἐν δὲ σχήμασι τὸ ὀρθογώνιον τρίγωνον ὑποτί‐ θενται στοιχεῖον τῆς τῶν ὅλων γενέσεως. ἓν μὲν οὖν μέτρον ἐστί, καθ’ ὃ συνέστη ὁ ἀσώματος καὶ νοητὸς κόσμος· δεύτερον δὲ μέτρον, καθ’ ὃ ἐπάγη ὁ αἰσθητὸς | |
75 | οὐρανός, πέμπτην λαχὼν καὶ θειοτέραν οὐσίαν, ἄτρε‐ πτον καὶ ἀμετάβολον· τρίτον δὲ καθ’ ὃ ἐδημιουργήθη τὰ ὑπὸ σελήνην, ἐκ τῶν τεσσάρων δυνάμεων γένεσιν καὶ φθορὰν ἐπιδεχόμενα. | |
Mens.2.9 | Τὴν δὲ τετάρτην ἡμέραν Στίλβοντι, ἑνὶ τῶν πλανήτων κατ’ Αἰγυπτίους οὕτω καλουμένῳ, ἀνέθεντο, ὃς ἐξ ἴσου ποτὲ μὲν ὑγραίνει ποτὲ δὲ ξηραίνει, πνευμα‐ τούμενος ὑπὸ τῆς περὶ τὸν ἥλιον ὀξυκινησίας· Ἑρμοῦ | |
5 | δὲ τοῦτον Ἕλληνες εἶναι βούλονται. αὐτῷ τοίνυν τὴν | |
τετράδα οἱ φιλοσοφοῦντες ἀνέθεντο ὡς ἐφόρῳ τῶν μιγάδων ψυχῶν· τὰ γὰρ τῆς ψυχῆς στηρίγματα τέσ‐ σαρά ἐστι, νοῦς ἐπιστήμη δόξα αἴσθησις. ψυχὰ γὰρ ἀνθρώπου, ὡς Πυθαγόρας ἔφη, ἔστι τετράγωνον ὀρθο‐ | 28 | |
10 | γώνιον. Ἀρχύτας δὲ τῆς ψυχῆς τὸν ὅρον οὐκ ἐν τε‐ τραγώνῳ, ἀλλ’ ἐν κύκλω ἀποδίδωσι, ‘διὰ τοῦτο ψυχὰ τὸ αὑτὸ κινοῦν, ἀνάγκα δὲ τὸ πρῶτον κινοῦν, κύκλος δὲ τοῦτο ἢ σφαῖρα‘. καὶ οὕτω μὲν ἐπὶ τοῦ νοητοῦ, οὐδὲν δὲ ἧττον κἀπὶ τοῦ αἰσθητοῦ ἐστι συνιδεῖν ἐν | |
15 | ταῖς τῶν ζώων γενέσεσι· πρῶτον μὲν γάρ ἐστι σπέρ‐ ματος καταβολή, δεύτερον δὲ ἡ εἰς τὰ γένη διανομή, τρίτον αὔξησις, καὶ τέταρτον τελείωσις. ἀλλὰ μὴν τέσ‐ σαρές τε ἡλίου τροπαί, καθ’ ἃς τὰ ὄντα συντηρεῖται, ἰσημερίαι δύο, θερινὴ καὶ χειμερινὴ τροπή. τέσσαρες | |
20 | δὲ καὶ αὐτῆς τῆς σελήνης αἱ πρῶται φάσεις ὥσπερ ῥίζαι καὶ ἀρχαί, σύνοδος πανσέληνος διχότομοι δύο, ἑκάστης φάσεως ἀλλοιούσης τὴν ἐνέργειαν· ἀπὸ μὲν γὰρ συνόδου ἕως διχοτόμου ὑγραίνει, ἀπὸ δὲ ταύτης ἕως πανσελήνου θερμαίνει, ἀπὸ δὲ ταύτης ἕως τῆς | |
25 | δευτέρας διχοτόμου ξηραίνει, ἐκ δὲ ταύτης ἕως ἐπὶ σύνοδον ψύχει. ἔνθεν οἶμαι τοὺς περὶ γεωργίαν ἐσχο‐ λακότας ἀσφαλῶς σπείρειν μὲν καὶ φυτεύειν περὶ συ‐ νόδους ἢ πανσελήνους, οἷα δὴ ἐν ὑγροτέρῳ τηνικαῦτα τῷ ἀέρι καὶ πρὸς γένεσιν ἄλλων κεκινημένῳ· περὶ δὲ | 29 |
30 | τὰς διχοτόμους ὕλην τε, ὅση ἐργάσιμος, κόπτουσι καὶ τοὺς πρὸς ἀπόθεσιν καρποὺς συγκομίζουσιν, οἷα δὴ ἐν ξηροτέρᾳ τῇ ὥρᾳ. καὶ ταῦτα μὲν ἐπὶ τῶν αἰσθητῶν καὶ νοητῶν. περὶ δὲ τοῦ κατ’ ἀριθμὸν ἀξιώματος ὁ τέταρτος ἀριθμὸς τετράγωνός ἐστι. μόνος γὰρ ἰσάκις | |
35 | ἶσος ἰσομερὴς ἐκ τῶν αὐτῶν καὶ συνθέσει καὶ δυνάμει πέφυκε γεννᾶσθαι, σύνθεσιν μὲν οὖν ἐκ δυεῖν καὶ δυεῖν, δύναμιν δὲ ἐκ τοῦ δὶς δύο, πάγκαλόν τι συμ‐ φωνίας εἶδος ἐπιδεικνύμενος, ὃ μηδενὶ τῶν ἄλλων ἀριθμῶν συμβέβηκεν, ὅθεν καὶ ἀποτελεσματικὸς καλεῖ‐ | |
40 | ται· εἰ γὰρ ἀπὸ μονάδος μέχρι τετράδος ἑξῆς συντε‐ θεῖεν ἀριθμοί, δεκάδα ἀποτελοῦσιν. | |
Mens.2.10 | Τὴν δὲ πέμπτην Φαέθοντι, τῷ πάντων πλανή‐ των εὐκρατοτάτῳ ἀνέθεντο· Δία δὲ αὐτὸν Ἕλληνες ζωογόνον θεολογοῦσιν. ὅθεν καὶ ἐν Κρήτῃ τεχθῆναι μυθικῶς αὐτὸν βούλονται, ἐν ᾗ θανάσιμον οὐδὲν φύε‐ | |
5 | ται, ἀλλ’ οὐδὲ λύκος ἢ γλαὺξ εὑρίσκεται, ὥς φησιν | |
Ἀντίγονος. καὶ οὐράνιος δὲ καλεῖται κατὰ τὴν ἐν πεν‐ τάδι κυκλοφορικὴν οὐσίαν, ἐξ ἧς φασιν ἀποτελεσθῆ‐ ναι τὸν οὐρανὸν κατὰ τὸν Ἀριστοτέλην. ἡ γὰρ πεν‐ τὰς παραλαβοῦσα τὴν τετράδα ὕλης λόγον ἔχουσαν | 30 | |
10 | τρόπον τινὰ καὶ ὑποκείμενον τοῖς ἐξ αὐτῆς φυομένοις, ηὔξησέ τε αὐτὴν καὶ προήγαγεν ἐπὶ τὴν ἀπὸ τῆς αὐξή‐ σεως αἰώνιον ἀνακύκλησιν· μεθόριον γὰρ τῆς δεκάδος καὶ ὡς ἂν εἴδωλόν ἐστι τῆς κοινῆς τελειότητος ἡ πεν‐ τάς. καὶ πλανώμενοι πλὴν ἡλίου καὶ σελήνης πέντε, | |
15 | καὶ κύκλοι ἐν σφαίρᾳ πέντε καὶ ζῶναι πέντε. τῆς δὲ αἰσθήσεως λέγεται δημιουργὸς παρὰ τοῖς φιλοσόφοις ὁ Ζεὺς καὶ εἰκὸς ἦν αὐτῷ τὴν πεντάδα κατὰ φύσιν ὥσπερ ἀνατεθῆναι· συγγενὴς γὰρ ἡ πεντὰς τῇ αἰσθήσει, ἥτις πενταχῶς τέμνεται, εἰς ὅρασιν ἀκοὴν γεῦσιν ὄσ‐ | |
20 | φρησιν καὶ ἁφήν. καὶ τούτου χάριν ὁ Πυθαγόρας Εἱμαρμένῃ τὸν πέντε ἀριθμὸν ἀνακεῖσθαί φησιν, ἐπεὶ τῶν αἰσθητῶν κατάρχειν τὴν Εἱμαρμένην λόγος· ταύτῃ τὰς ἀποκαθισταμένας ψυχὰς ὑπερβαίνειν τὴν Εἱμαρ‐ μένην φησὶ τὸ λόγιον· | |
25 | οὐ γὰρ ὑφ’ εἱμαρτὴν ἀγέλην πίπτουσι θεουργοί. | |
Mens.2.11 | Τὴν δὲ ἕκτην ἀναφέρουσι Φωσφόρῳ, θερμαί‐ | |
νοντι ἅμα καὶ γονίμως ὑγραίνοντι· οὗτος δὲ ἂν εἴη ὁ Ἀφροδίτης ὁ καὶ Ἕσπερος, ὡς Ἕλλησι δοκεῖ· Ἀφρο‐ δίτην δὲ ἄν τις εἴποι τὴν τοῦ παντὸς αἰσθητοῦ φύσιν, | 31 | |
5 | τουτέστι τὴν πρωτογενῆ ὕλην, ἣν καὶ Ἀστερίαν καὶ Οὐρανίαν καλεῖ τὰ λόγια. ὁ γὰρ ἓξ ἀριθμὸς γεννη‐ τικώτατός ἐστιν ὡς ἀρτιοπέριττος, μετέχων καὶ τῆς δραστικῆς οὐσίας κατὰ τὸν περιττὸν καὶ τῆς ὑλικῆς κατὰ τὸν ἄρτιον. ὅθεν καὶ οἱ ἀρχαῖοι γάμον καὶ ἁρ‐ | |
10 | μονίαν αὐτὸν ἐκάλεσαν· τῶν γὰρ ἀπὸ μονάδος μόνος τέλειός ἐστι τοῖς ἑαυτοῦ μέρεσι, συμπληρούμενος ἐκ τῶν αὐτῶν, ἡμίσους μὲν τριάδος, τρίτου δὲ δυάδος, ἕκτου δὲ μονάδος. καὶ ἁπλῶς εἰπεῖν ἄρρην τε καὶ θῆ‐ λυς εἶναι πέφυκεν, ὡς καὶ αὐτὴ Ἀφροδίτη τὴν τοῦ | |
15 | ἄρρενος τήν τε τοῦ θήλεος ἔχουσα φύσιν καὶ διὰ τοῦτο παρὰ τοῖς θεολόγοις ἀρρενόθηλυς καλουμένη. καὶ ἄλ‐ λος φησίν· ὁ ἓξ ἀριθμὸς ψυχογονικός ἐστιν ἀπὸ ἑξά‐ δος ἐπιπεδούμενος τῇ τοῦ παντὸς σφαίρᾳ, καὶ τὰ ἐναντία δὲ κατακεράννυσιν. εἰς ὁμόνοιαν καὶ φιλίαν | |
20 | ἄγει, ἔπειτα δὲ ὑγείαν μὲν ἐμποιῶν τοῖς σώμασι, συμ‐ φωνίαν δὲ ἐν λύρᾳ καὶ μουσικῇ καὶ ἀρετὴν ἐν ψυχῇ καὶ ἐν πόλει εὐθηνίαν ἔν τε τῷ παντὶ πρόνοιαν. ὅθεν | |
καὶ Ὀρφεὺς περὶ ἑξάδος ταῦτά φησι· ἵλαθι κύδιμ’ ἀριθμέ, πάτερ μακάρων, πάτερ ἀνδρῶν. | 32 | |
25 | Τὴν ἑβδόμην ἡμέραν Αἰγύπτιοι μὲν καὶ Χαλ‐ δαῖοι προσφωνοῦσι Φαίνοντι, οὕτω κατ’ αὐτοὺς προσ‐ αγορευομένῳ ἀστέρι τῷ πάντων ἀνωτάτῳ, ψύχοντι ἄκρως καὶ προσεχῶς ξηραίνοντι, Κρόνον δὲ αὐτὸν Ἕλ‐ λησιν ἔθος καλεῖν κατὰ μὲν θεολογίαν, κατὰ δὲ ἐτυ‐ | |
30 | μολογίαν διακορῆ νοῦν, οἱονεὶ πλήρη καὶ μεστὸν ἐτῶν, ἀντὶ τοῦ Μακραίωνα, ὡς εἴρηται. οἵ γε μὴν Πυθα‐ γόρειοι τῷ ἡγεμόνι τοῦ παντὸς τὴν ἑβδόμην ἀνατίθεν‐ ται, τουτέστι τῷ ἑνί, καὶ μάρτυς Ὀρφεὺς λέγων οὕτως· ἑβδόμη, ἣν ἐφίλησεν ἄναξ ἑκάεργος Ἀπόλλων. | |
35 | Ἀπόλλωνα δὲ μυστικῶς τὸν ἕνα λέγεσθαι προειρήκαμεν διὰ τὸ ἄπωθεν εἶναι τῶν πολλῶν, τουτέστι μόνον. ὀρθῶς οὖν ἀμήτορα τὸν ἑπτὰ ἀριθμὸν ὁ Φιλόλαος προσηγόρευσε, μόνος γὰρ οὔτε γεννᾶν οὔτε γεννᾶσθαι πέφυκε· τὸ δὲ μήτε γεννῶν μήτε γεννώμενον ἀκίνητον· | |
40 | ἐν κινήσει γὰρ ἡ γέννησις, τὸ μέν, ἵνα γεννήσῃ, τὸ | |
δέ, ἵνα γεννηθῇ· τοιοῦτος δὲ ὁ θεός, ὡς καὶ αὐτὸς ὁ ῥήτωρ ὁ Ταραντῖνος· φησὶ δὲ οὕτως· ‘ἔστι γὰρ ἡγε‐ μὼν καὶ ἄρχων ἁπάντων εἷς ἀεὶ ὢν θεός, μόνιμος ἀκίνητος αὐτὸς ἑαυτῷ ὅμοιος.‘ οἱ δὲ μαθηματικοὶ | 33 | |
45 | πρὸς τὸ μυθικώτερον ῥέποντες τῷ Κρόνῳ τὴν ἑβδόμην ἡμέραν προσφωνοῦσιν, οἱονεὶ τῷ πατρὶ τῶν ἐμφανῶν θεῶν. ἐπειδὴ γὰρ τῶν πλανωμένων πάντων ὑψηλό‐ τερος ὁ τοῦ παρ’ αὐτοῖς Κρόνου λέγεται ἀστήρ, αὐτῷ δῆθεν τὴν ἑβδόμην ἡμέραν ἀνέθεντο ὡς ἀνωτάτῳ | |
Mens.2.11(50) | πάντων. ἡ τοίνυν ἑβδομὰς συνέστηκεν ἐξ ἑνὸς καὶ δυοῖν καὶ τεττάρων, ἔχουσα δύο λόγους ἁρμονικωτά‐ τους, τόν τε τριπλάσιον καὶ τὸν τετραπλάσιον. ἔχει δὲ καὶ διαιρέσεις ζυγάδην τρόπον τινὰ συνεστώσας· διαιρεῖται γὰρ πρῶτον εἰς μονάδα καὶ ἑξάδα, ἔπειτα | |
55 | εἰς πεντάδα καὶ δυάδα, καὶ τελευταῖον εἰς τριάδα καὶ τετράδα· μουσικωτάτη δὲ ἡ τούτων τῶν ἀριθμῶν ἀνα‐ λογία. διατείνει δὲ αὐτῆς ἡ φύσις καὶ ἐπὶ τὴν ὁρατὴν ἅπασαν οὐσίαν, οὐρανὸν καὶ γῆν· αὐτίκα γοῦν οὐρα‐ νόν φασιν ἑπτὰ διεζῶσθαι κύκλοις, ὧν ὀνόματα τάδε· | |
60 | ἀρκτικὸς ἀνταρκτικὸς θερινὸς χειμερινὸς ἰσημερινὸς ζω‐ διακὸς καὶ προσέτι γαλαξίας· ὁ γὰρ τοιοῦτος ἀριθμὸς θεῖός ἐστιν. ὅθεν τὰ κατὰ τὴν ἡμετέραν ψυχὴν διὰ | |
τοῦ ἡγεμονικοῦ λόγου ἑπταχῆ σχίζεται, πρός τε πέντε αἰσθήσεις καὶ τὸ φωνητικὸν ὄργανον καὶ ἐπὶ πᾶσι τὸ | 34 | |
65 | γόνιμον. καὶ τὸ πᾶν δὲ τοῦτο ἐν ἑπτὰ θεωρεῖται· ἐν σώματι ἐν διαστάσει ἐν σχήματι ἐν μεγέθει ἐν χρώματι ἐν κινήσει ἐν στάσει· καὶ παρὰ ταῦτα οὐδὲν ἕτερον συμβέβηκε τοῖς ὁρωμένοις· τῶν γὰρ αἰσθητῶν τὰ στε‐ ρεὰ προὐπινοεῖται, τῶν δὲ στερεῶν τὰ ἐπίπεδα, τῶν | |
70 | δὲ ἐπιπέδων αἱ ἐπιφάνειαι, τῶν δὲ ἐπιφανειῶν αἱ γραμμαί, τῶν δὲ γραμμῶν αἱ στιγμαί, τῶν δὲ στιγμῶν οἱ ἀριθμοί, οἳ δὴ καὶ τῷ σώματι τυγχάνουσιν. ἑπτὰ δὲ καὶ φωνῶν μεταβολαί, ὀξεῖα βαρεῖα περισπωμένη σύμφθογγος ψιλή τε καὶ μακρὰ καὶ βραχεῖα. ἔνθεν | |
75 | καὶ τὰ ἑπτάμηνα βρέφη τελειογονεῖσθαι πέφυκεν, ὡς Ἱπποκράτης λέγει· ἡ γὰρ τοῦ ἀριθμοῦ ψυχογονικὴ δύ‐ ναμις τὰ ἑπτάμηνα τέλεια ἀποφαίνει, διότι τελείας περίοδος σφαιρικῆς ἀριθμῷ τελείῳ καὶ κοσμικῷ, τῷ ψυχοκρατητικῷ καὶ ψυχογονικῷ περιέχεται· καὶ γὰρ | |
80 | τὴν ψυχὴν ὁ Τίμαιος ἐξ ἑπτὰ ἀριθμῶν συνέστησε. καὶ κινήσεις δὲ αἱ πᾶσαι μόναι εἰσὶν ἑπτά, ἥ τε ἄνω ἥ τε κάτω, ἡ ἐπιδέξια ἡ εὐώνυμα ἡ πρόσω ἡ κατόπιν ἡ ἐν κύκλῳ. στοιχείων δὲ τὰ φωνήεντα ἑπτά, ἐπειδὴ | |
καὶ ἐξ ἑαυτῶν ἔοικε φωνεῖσθαι καὶ τοῖς ἄλλοις συν‐ | 35 | |
85 | ταττόμενα φωνὰς ἐνάρθρους ἀποτελεῖν· τῶν γὰρ ἡμι‐ φώνων ἀναπληροῖ τὸ ἐνδέον, ὁλοκλήρους δὲ κατα‐ σκευάζει τοὺς φθόγγους, τῶν δὲ ἀφώνων τρέπει τε καὶ μεταβάλλει τὰς φύσεις, ἵνα γένηται τὰ ἄρρητα ῥητά. καὶ τί μακρηγοροῦμεν, ὅταν οὐδὲ ἡ τῶν ὑδά‐ | |
90 | των φύσις ἔξω τῆς δυνάμεως τῆς ἑπτάδος ἀπολέλειπται; ὁ γοῦν Διονύσιος ἐν ταῖς Κτίσεσί φησι, τὸν Χαλκιδικὸν Εὔριπον ἑπτάκις καθ’ ἡμέραν στρεφόμενον κατὰ μό‐ νας τὰς ἑβδομάδας ἵστασθαι. καὶ ἐξ αὐτοῦ δὲ τοῦ νοητοῦ αἰῶνος ἔστι συνιδεῖν τοὺς ἀρτέμονας· συνά‐ | |
95 | γονται μὲν γὰρ πρῶτον ἐξ ὡρῶν, εἶτα ἡμερῶν, εἶτα ἑβδομάδων, ἔπειτα μηνῶν, εἶτα ἐνιαυτῶν, ἐκεῖθεν και‐ ρῶν, καὶ τὸ λοιπὸν αἰώνων, πρὸς τὸ ἀρχέτυπον εἶδος τοῦ νοητοῦ καὶ πατρογενοῦς αἰῶνος. | |
Mens.3t | LIBER TERTIUS. Περὶ μηνός. | |
Mens.3.1 | Ὅτι Ἀνάχαρσις ὁ Σκύθης ἔφη φιλονεικίαν γενέσθαι ποτὲ Αἰγυπτίοις καὶ Σκύθαις περὶ ἀρχαιότητος ἑκατέρων, ἴσως ἐξ ἑκατέρων τῶν ἄρκτων προέχειν τῶν πραγμάτων ἀξιούντων, κριθῆναι δὲ τοὺς Σκύθας εἶναι | |
5 | πρεσβυτέρους διὰ τὸ καὶ ὑπὸ τὴν μεγάλην ἄρκτον κεῖσθαι τὴν κατ’ αὐτοὺς χώραν καὶ κατὰ φύσιν ὥσπερ ἐξ ὑπερῴας ἀρχὴν τὴν καθ’ ἡμᾶς θάλασσαν ἐκ τοῦ ὑπερβορείου λαμβάνειν ὠκεανοῦ· δύο γὰρ εἰσβολὰς εἶναι τὰς ἀποτελούσας αὐτὴν παντὶ δῆλον· μίαν μὲν ἐξ | 36 |
10 | Ἱσπανίας, τὴν δὲ ἑτέραν, ὡς εἴρηται, ἐκ τοῦ ὑπερβο‐ ρείου ὠκεανοῦ, ὃν καὶ Κρόνιον πέλαγος οἱ χωρογράφοι καλοῦσι, παρὰ τὴν Πτολεμαίου δόξαν· αὐτὸς γὰρ μίαν καὶ μόνην εἰσβολὴν εἶναι τὴν ἐκ τοῦ δυτικοῦ ὠκεανοῦ βούλεται τὴν διὰ Γαδείρων. καὶ ἐπὶ μὲν τῆς καθόλου | |
15 | παλαιότητος Σκύθας ἄν τις ὑπολάβῃ πρωτεύειν ἐκ τῆς ῥευστῆς οὐσίας, ἣν τῶν στοιχείων πρώτην εἶναι ἀναμ‐ φισβήτητον. ὅθεν καὶ Πάρθοι ἤτοι Πέρσαι μέγα φρονοῦσιν ἐπὶ παλαιότητι· Σκύθας δὲ αὐτοὺς εἶναι πάντες μὲν μαρτυροῦσιν, Ἀρριανὸς δὲ δείκνυσι· τὸ | |
20 | γὰρ Πάρθος ὄνομα ὁ Σκύθης καὶ ἔπηλυς κατ’ αὐτὸν τῇ Σκυθῶν φωνῇ ἑρμηνεύεται. ἐπὶ δὲ τῆς ἑλληνικῆς ἀρχαιότητος πρώτους πάντων ἀνθρώπων μετὰ Δευ‐ καλίωνα Ἕλληνας παραδίδωσι τὰ βιβλία Ἀρκάδας τε καὶ Σικυωνίους, ὡσανεὶ ἀρχάδας καὶ ἀρχετύπους καὶ | |
25 | πρωτογενεῖς· ὅθεν καὶ Πᾶνα Ἀρκάδες ἐτίμησαν, τουτ‐ έστι τόδε τὸ πᾶν, μηδὲν παρὰ τὰ αἰσθητὰ εἶναι νομί‐ σαντες. ὅτι καὶ προσελήνους αὐτοὺς ὁ μῦθος ἔχει· οὐχ ὅτι πρὸ τῆς σελήνης ἀνθρώπους ἄν τις δοίη ποτέ· ἀλλ’ ὅτι πρὸ διατυπώσεως τῶν μηνῶν Ἀρκάδας φησὶ | |
30 | καὶ Σικυωνίους γενέσθαι. | 37 |
Mens.3.2 | Τὸν μῆνα κατὰ τὸν σεληνιακὸν δρόμον ἠρίθ‐ μουν οἱ παλαιοί, ἔνθεν καὶ μὴν προσαγορεύεται ἀπὸ τῆς μήνης, τουτέστι τῆς σελήνης· σελήνη δὲ ἀπὸ τοῦ σέλας ἀεὶ νέον ἔχειν. μὴν γάρ ἐστι χρόνος ὁπόσον | |
5 | ἂν ὁ ἥλιος διηνυκὼς εἴη, ἐν ᾧ τὸ ἀπὸ τοῦ ἡλιακοῦ κέντρου φῶς ἐπὶ τὴν σελήνην φερόμενον καὶ περιο‐ δεῦσαν εἰς τὸν αὐτὸν ἀποκαταστῇ τόπον ὅθεν ἤρξατο περιοδεύειν· ὅθεν καὶ ἀπὸ συνόδου εἰς σύνοδον τὴν νεομηνίαν τιμῶντες συνελογίζοντο τὸν ἐνιαυτὸν τεσσά‐ | |
10 | ρων καὶ πεντήκοντα καὶ τριακοσίων ἡμερῶν εἶναι, ὥστε ἑκάστῳ μηνὶ περιβάλλειν ἐννέα καὶ εἴκοσι πρὸς τῇ ἡμισείᾳ ἡμέρας. | |
Mens.3.3 | Ὅτι Τίμαιος νῦν μὲν γεννητὸν κατ’ αἰτίαν, νῦν δὲ ἀγέννητον τὸν κόσμον ὁρίζεται· ἀγέννητον μὲν διὰ τὰς ἐν αὐτῷ νοητὰς δυνάμεις, γεννητὸν δὲ οἷα ὁρατὸν ἁπτόν τε ἅμα καὶ σῶμα ἔχοντα. | |
Mens.3.4 | Κύκλος παντὸς ἀριθμοῦ ἐστιν ἡ δεκὰς καὶ πέρας· περὶ αὐτὴν γὰρ εἰλούμενοι καὶ κατακάμπτοντες ὥσπερ καμπτῆρα δολιχεύουσιν οἱ ἀριθμοί. ὅρος γάρ ἐστι τῆς ἀπειρίας αὐτῶν· ἀπὸ γὰρ μονάδος ἄχρις αὐ‐ | |
5 | τῆς καὶ μόνης ἀριθμήσαντες καὶ στάντες ἐπ’ αὐτὴν αὖθις ἐπὶ τὴν μονάδα ἀναστρέφομεν. ὅτι δὲ παντὸς ἀριθμοῦ συνεκτικὴ ἡ δεκάς, μάρτυς ἡ φύσις, μὴ πλείους τῶν δέκα δακτύλων ἀλλὰ μηδὲ ἐλάττους ἀνθρώπῳ παρασχοῦσα. οὕτως ἄρα καὶ ἐπὶ τῆς τοῦ ἐνιαυτοῦ | |
10 | φύσεως ἔστιν εὑρεῖν, ὅτι συμπληρούμενος αὖθις, ὥσπερ | |
ὁ δέκα ἀριθμός, εἰς ἑαυτὸν ἀναστρέφει· καὶ ταύτῃ ἐνιαυτὸς ὠνομάσθη, παρὰ τὸ ἐν ἑαυτῷ κινεῖσθαι αὐ‐ τόν· κύκλος γάρ ἐστιν ἐφ’ ἑαυτὸν εἰλούμενος. ὁ 〈δὲ〉 κύκλος ἐπίπεδον σχῆμά ἐστιν ὑπὸ μιᾶς γραμμῆς περι‐ | 38 | |
15 | εχόμενον, καὶ ταύτῃ κυκλικὸν ὀνομάζεται σχῆμα ἀφ’ ἑαυτοῦ ἀρχόμενον καὶ εἰς ἑαυτὸ καταλῆγον, ὁ δὴ ἴδιον τοῦ χρόνου εἰς ἑαυτὸν ἀναστρέφοντος καὶ μηδαμοῦ περατουμένου. ὅθεν καὶ Αἰγύπτιοι καθ’ ἱερὸν λόγον δράκοντα οὐρηβόρον ταῖς πυραμίσιν ἐγγλύφουσιν. | |
20 | ἄβυσσον γὰρ ὑποτίθενται καὶ δράκοντα ἐν αὐτῇ, ἐξ οὗ τοὺς αἰσθητοὺς θεοὺς καὶ αὐτὸ δὲ τὸ πᾶν αἰσθη‐ τὸν γενέσθαι βούλονται. ἔτι μὴν ἔθος αὐτοῖς καὶ κύκλον ἐπ’ εὐθείας χιούμενον τοῖς ἱεροῖς ἐγγράφειν, διὰ τὸ τὸν ἐνιαυτὸν ἀρχὴν ἑαυτοῦ γίνεσθαι καὶ πέρας. | |
25 | διὰ τοῦτο τὴν κεφαλὴν τοῦ χρόνου οἱ Πυθαγόρειοι οὐχὶ πρώτην ἀλλὰ μίαν ὠνόμασαν. | |
Mens.3.5 | Αἰγύπτιοι δὲ λέγονται ἀριθμῆσαι τὸν ἐνιαυτὸν τεσσάρων μηνῶν, ὅθεν καὶ χιλιετεῖς τινας βιῶναί ποτε παρ’ αὐτοῖς ἀναγράφουσιν· Ἡσίοδος δὲ καὶ Ἑκαταῖος, Ἑλλάνικος καὶ Ἀκουσίλαος καὶ Ἔφορος καὶ Νικόλαός φασι | |
5 | τοὺς μακραίωνας καὶ ὑπὲρ χιλίους διαζῆσαι χρόνους, καὶ | |
οὐκ αὐτοὺς μόνους ὡς ἡρωικὰς ἀνημμένους ψυχάς, ἀλλὰ καὶ ἀνθρώπους τινάς, ὡς Διογένης ἐν τοῖς ὑπὲρ Θούλην ἀξιοῖ. οἱ δὲ Ἀρκάδες τριῶν μηνῶν, Σικυώνιοι δὲ ἕξ, Λατῖνοι τριῶν καὶ δέκα τὸν ἐνιαυτὸν ἠρίθμουν, παρὰ | 39 | |
10 | δὲ Ῥωμαίοις τὸ παλαιὸν δέκα μῆνας ἐτετύπωτο τὸν ἐνιαυτὸν ἔχειν, ὕστερον δὲ πρὸς τοῦ βασιλέως Νουμᾶ καὶ ἕτεροι δύο προσετέθησαν, τιμῆς μὲν ἕνεκα τῶν νοητῶν ὁ Ἰανουάριος, τῶν ὑλικῶν δὲ ὁ Φεβρουάριος. Καῖσαρ δὲ ὕστερον ὁ Γάϊος ἐκ τῆς τῶν Αἰγυπτίων | |
15 | διδαχῆς διετάξατο τόν τε χρόνον εἶναι τριακοσίων ἑξήκοντα πέντε τετάρτου ἡμερῶν, καὶ τοὺς μῆνας τοὺς μὲν ἀπὸ τριάκοντα ἔχειν ἡμερῶν, τοὺς δὲ ἀπὸ τριάκοντα ἑνός, τὸν δὲ Φεβρουάριον εἰκοσιοκτώ· ἡ γὰρ παλαιότης τοὺς δυοκαίδεκα μῆνας τοῦ ἡλιακοῦ ἐνιαυτοῦ ἀπὸ τριά‐ | |
20 | κοντα ἡμερῶν πάντας ἠρίθμησεν, τὰς δὲ πέντε τέταρτον ἡμέρας ἐν τρισκαιδεκάτῳ μηνὶ ἐπέβαλλεν. ἐνιαυτὸς δέ ἐστι χρόνος ἐν ᾧ ἂν ὁ ἥλιος ἀπὸ τροπῆς ἰσημερίας ἡσ‐ τινοσοῦν ἀρξάμενος ἀφ’ οἵου δήποτε σημείου τῶν ἀπὸ τοῦ διαμέτρου κύκλου ἐπὶ τὸ αὐτὸ σημεῖον ἀφίκηται. | |
Mens.3.6 | Ἐτηρήθησαν οἱ σεληνιακοὶ μῆνες, προστεθέν‐ των αὐτοῖς τῶν ἑτέρων δύο ὑπὸ τοῦ Νουμᾶ, ὡς ἐλέ‐ γομεν, ἕως τῆς Γαΐου Καίσαρος ἡγεμονίας· αὐτὸν δέ φασι τύχῃ καὶ σοφίᾳ καὶ διαφερόντως ἀστρολογίᾳ τοὺς | |
5 | ἄλλους ἀποκρύψαντα, ἀναβάντα εἰς τὴν Ῥώμην δέκα | |
καὶ μίαν ἐπεμβαλομένην ἡμέραν τοῖς σεληνιακοῖς μησὶν ἐπιδοῦναι καὶ ταύτῃ ἡλιακὸν ἀποτελέσαι τὸν ἐνιαυτόν. | 40 | |
Mens.3.7 | Ὅτι βίσεξτον λέγεται διὰ τὸ δὶς πρὸ ἓξ Καλεν‐ δῶν Μαρτίων ἀριθμεῖν παρὰ τετραετίαν Ῥωμαίους, καὶ ἐν τούτῳ τὸν ζωογονικὸν ἀριθμὸν ἐπιτηροῦντας· Ἀφροδίτης δὲ οὗτος, ἔφορος δὲ Ῥωμαίων Ἀφροδίτη. | |
Mens.3.8 | Ὅτι ἡ σελήνη προσεχῶς ἐπιβέβηκε τῷ γεννητῷ παντὶ καὶ πάντα κυβερνᾶται τὰ τῇδε ἐναργῶς ὑπ’ αὐτῆς, ὡς τὰ λόγιά φασι· Νύμφαι πηγαῖαι καὶ ἐνύδρια πνεύματα πάντα | |
5 | καὶ χθόνιοι κόλποι 〈τε〉 καὶ ἠέριοι καὶ ὕπαυγοι μηναῖοι πάσης ἐπιβήτορες ἠδ’ ἐπιβῆται ὕλης οὐρανίας τε καὶ ἀστερίας καὶ ἀβύσσων. τοῦ γὰρ μεταβολικοῦ σώματος κατὰ τὴν σφετέραν τοῦ βάρους ἀναλογίαν τῇ γῇ περιχυθέντος ἀναγκαῖον ἦν | |
10 | τὸ μέλλον πλησιάζειν αὐτῇ πάσης μετέχειν δυνάμεως. διὸ περιαρμοσάμενος ὁ θεὸς τὴν σεληνιακὴν σφαῖραν πάσης μετέχουσαν δυνάμεως τῶν δραστηρίων σφαιρῶν πλησίον τοῦ παντὸς αἰσθητοῦ παρεστήσατο ἔφορον τῶν στοιχείων. ὅθεν καὶ τετρακέφαλον τὴν Ἑκάτην | |
15 | ὁ μυστικὸς παραδίδωσι λόγος διὰ τὰ τέσσαρα στοι‐ χεῖα· καὶ ἡ μὲν πυρίπνους τοῦ ἵππου κεφαλὴ δῆλον | |
ὡς εἰς τὴν τοῦ πυρὸς σφαῖραν ἀναφέρεται, ἡ δὲ τοῦ ταύρου μυκωμένη δαιμόνιόν τινα μυκηθμὸν εἰς τὴν τοῦ ἀέρος, ἡ δὲ τοῦ ὕδρου πικρὰ καὶ ἄστατος φύσις εἰς | 41 | |
20 | τὴν τοῦ ὕδατος, ἡ δὲ τοῦ κυνὸς κολαστικὴ καὶ τιμω‐ ρὸς εἰς τὴν γῆν. ὅθεν καὶ Κέρβερον αὐτὴν οἱονεὶ κρεωβόρον οἱ ποιηταὶ προσαγορεύουσιν. αὐτῆς οὖν τῆς σελήνης τῶν τεσσάρων στοιχείων κρατούσης εἰκό‐ τως οἱ παλαιοὶ τὴν ἀρχὴν τοῦ ἔτους ἀμφοτέροις ἅμα | |
25 | ἀνέθεντο τοῖς φωσίν. | |
Mens.3.9 | Αἱ τοῦ σπόρου ἑορταί, αἱ λεγόμεναι παρὰ Ῥω‐ μαίοις σημαντῖβαι, τουτέστι σπόριμοι, οὐκ ἔλαχον ὡρισμένην ἡμέραν, ὅτι οὐκ εὐπρεπὴς πᾶς καιρὸς εἰς ἀρχὴν σπόρου· ἢ γὰρ πρώϊμος διὰ τὰς ἐπομβρίας ἢ | |
5 | ὄψιμος διὰ τὰς βραδυτῆτας γίνεται. ἤγοντο δὲ ἐπὶ δύο ἡμέρας, οὐκ ἐφεξῆς ἀλλὰ μέσον γινομένων ἑπτά· καὶ τῇ μὲν πρώτῃ ἱεροποίουν Δήμητρι, οἷον τῇ Γῇ τῇ ὑποδεχο‐ μένῃ τοὺς καρπούς· εἶτα μετὰ ἑπτὰ ἡμέρας Κόρῃ, τῇ τῶν καρπῶν ἐφόρῳ, ἐπεὶ πᾶν σπέρμα ἑβδομαῖον προκύπτει, | |
10 | καὶ οὐ σπέρμα μόνον, ἀλλὰ καὶ ἐμψύχων τὰ πτηνὰ τὸν ἑβδομαῖον ἐπὶ τριάδι κατὰ τὴν γένεσιν φυλάττει λόγον, ἐξῃρημένων χηνῶν καὶ ὅσων οἱ φυσικοὶ σημαι‐ οῦνται· ἐπὶ μὲν γὰρ τῆς τρίτης ἄρχεται ἡ καρδία κι‐ νεῖσθαι, ἐπὶ δὲ τῆς ἑβδόμης τὸ σύμπαν αἱματοῦσθαι, | |
15 | ἐπὶ δὲ τῆς τεσσαρεσκαιδεκάτης διαρθροῦσθαι τὸ σῶμα, | |
ἐπὶ δὲ τῆς εἰκάδος πρώτης ῥηγνυμένου τοῦ κελύφους ἀφιέναι φωνήν. μεγίστη γὰρ ἡ δύναμις τῆς ἑπτάδος· ὁ γὰρ κατ’ αὐτὴν ἀριθμὸς ἀμιγής ἐστι καὶ ἀμήτωρ, μήτε γεννῶν μήτε γεννώμενος, ὡς ἕκαστος τῶν ἐν τῇ | 42 | |
20 | δεκάδι ἀριθμῶν. ὅθεν καὶ οἱ Πυθαγόρειοι Ἀθηνᾷ τὴν ἑπτάδα ἀνατίθενται· τῇ γὰρ περιόδῳ φασὶ τῆς ἑβδο‐ μάδος πάντα ἀθάνατα διασώζεται. καὶ διὰ τοῦτο καλοῦσιν αὐτὴν παρθένον ὀβριμοπάτραν, διότι τῆς μονάδος τῆς πάντα περιεχούσης καὶ ὑποστησάσης μό‐ | |
25 | νης ἐστὶ γέννημα· αἰτία γὰρ πάντων ἡ μονάς. λέγε‐ ται δὲ καὶ κρίσις διὰ τὸ τῷ ταύτης ἀριθμῷ πάντα λαμβάνειν τὴν ἐπὶ θάτερον ἔκβασιν. καὶ τοῦτο δῆλον ἐκ τῆς καθολικῆς τῶν ἀνθρώπων ἡλικίας· ἐπὶ γὰρ τοῦ ἑξηκοστοῦ τρίτου ἐνιαυτοῦ—ἑπτὰ δὲ ἐννεάδων | |
30 | ἐστὶ συνεκτικός—ἡ γένεσις κρίνεται, τοῦ ψυχοκρατη‐ τικοῦ, ὅς ἐστιν ἕβδομος, καὶ τοῦ σωματοπλαστικοῦ, ὅς ἐστιν ἔννατος, συνιόντων ὁμοῦ. | |
Mens.3.10 | Ὁ Νουμᾶς πανταχοῦ τὸν περιττὸν ἀλλ’ οὐ τὸν ἄρτιον ἀριθμὸν τιμῶν τριχῆ τὰς ἑορτὰς τοῦ μηνὸς | |
διετύπωσε· τρίπους γὰρ οἰκεῖος Ἀπόλλωνος, καὶ γὰρ τῆς μονάδος ἐστὶν εἰκών. ταύτῃ καὶ τὰς τοῦ μηνὸς | 43 | |
5 | ἑορτὰς διέταξε· τριῶν γὰρ εἶναι λεγομένων τῶν τῆς σελήνης δρόμων, ὀξέως μέσου καὶ ἀνειμένου, δι’ οὓς καὶ Τριοδῖτιν τὴν Ἑκάτην—οἱονεὶ τὴν Σελήνην— οἱ ποιηταὶ καλοῦσι, τρισὶν ἑορταῖς τὸν μῆνα διέλαβε. τρίμορφος γὰρ ἡ Σελήνη, καὶ ὅπως, ἐκ τοῦ χρησμοῦ | |
10 | γνωστέον· λέγει δὲ οὕτως· ἥδ’ ἐγώ εἰμι κόρη πολυφάσματος οὐρανόφοιτος ταυρῶπις τρικάρηνος ἀπηνὴς χρυσοβέλεμνος Φοίβη ἀπειροτέχνη φαεσίμβροτος Εἰλήθυια τριστοίχου φύσεως συνθήματα τρισσὰ φέρουσα. | |
15 | ὀξυτέραν γὰρ, ὡς Ἀριστοτέλης φησί, ποιεῖται τὴν πορείαν πρὸς τῷ χειμερινῷ τροπικῷ, βραδυτέραν δὲ τὴν πρὸς τῷ θερινῷ, ὁμαλὴν δὲ τὴν πρὸς τῷ ἰσημερινῷ. πρώτη τοίνυν τοῦ μηνὸς ἑορτή ἐστιν ἡ λεγομένη παρὰ | |
μὲν Ῥωμαίοις Καλένδαι, παρὰ δὲ Ἕλλησι Νεομηνία. | 44 | |
20 | καὶ νέα ἡ πρώτη τοῦ μηνὸς παρὰ Ἀττικοῖς, ἕνη δὲ ἡ τελευταία. Καλάνδας δὲ αὐτὰς οἱ παλαιοὶ προσηγόρευ‐ σαν ἐξ ἑλληνικῆς σημασίας, ἀπὸ τοῦ καλεῖν τὸν ἀρχιερέα τὴν βουλὴν ἐν τῇ λεγομένῃ Καλαβρᾷ βασιλικῇ, καὶ σημαίνειν, εἴτε χρὴ κατὰ τὴν πεμπταῖαν, εἴτε κατὰ | |
25 | τὴν διχότομον τῆς σελήνης ἐπιτελέσαι τὴν τῶν Νωνῶν ἑορτήν, ἐξ ἧς τὴν μεσομηνίαν ἐπετήρουν. ἐπὶ μὲν γὰρ τῶν μηνῶν τῶν ἔτι καὶ νῦν τὰς σεληνιακὰς σω‐ ζόντων ἑορτὰς πεμπταίας τὰς Νώνας ἐσήμαινε, καθ’ ἃς ἐπὶ τῆς τρισκαιδεκάτης καὶ μοιρῶν τινων, οὐ τὴν | |
30 | τοῦ φωτός, ἀλλὰ τὴν τοῦ σεληνιακοῦ σώματος εἰκός ἐστι συντρέχειν μεσότητα. ὁ γὰρ τῶν δεκατριῶν ἀριθμὸς συνέστηκεν ἐκ τῶν πρώτων δυοῖν τετραγώνων τοῦ τέσσαρα καὶ τοῦ ἐννέα—ἀρτίου τε καὶ περιττοῦ— πλευρὰς ἐχόντων τοῦ μὲν ἀρτίου τὸ ὑλικὸν εἶδος | |
35 | δυάδα, τοῦ δὲ περιττοῦ τὴν δραστήριον ἰδέαν τριάδα. οὗτος οὖν ὁ ἀριθμὸς ἡ μεγίστη καὶ τελειοτάτη τῶν ἑορτῶν γέγονε τοῖς ἀρχαίοις ἐπιτήρησις. ἡ γὰρ πεν‐ τεκαιδεκάτη παρὰ μοίρας ἓξ κυρίως ἐστὶν ἡ μεσομηνία. αὐτοῦ γὰρ τοῦ φωτός ἐστιν ἡ μεσότης. ὅθεν καὶ Διὸς | |
40 | αὐτὴν ἑορτὴν οἷον Ἡλίου νενομίκασι, δι’ οὗ σύμφαμεν | |
φωτίζεσθαι τὴν Σελήνην. ἐπὶ δὲ τῶν ἡλιακῶν μηνῶν ἑβδομαίας τὰς Νώνας ἐσήμαινον· ὁ γὰρ ἕβδομος ἀριθμὸς Ἡλίου ἐστίν, ὡς ἔμπροσθεν εἴρηται. δῆλον γὰρ τὴν μὲν ἐλαχίστην τῆς σελήνης περίοδον εἴκοσι καὶ ἑπτὰ | 45 | |
45 | ἡμερῶν εἶναι καὶ ὡρῶν τινων, τοῦ δὲ φωτὸς ἐγγὺς τριάκοντα, ὡς καὶ ἡ μὲν τοῦ σεληνιακοῦ σώματος μέση ἀποκατάστασις ἡ τρισκαιδεκάτη ἐστίν, ἡ δὲ τοῦ φωτὸς μεσομηνία ἤτοι ἡ πεντεκαιδεκάτη. πρώτη τοί‐ νυν ἡ νεομηνία, ἐξ ἧς ἔθος Ῥωμαίοις προκαλεῖν τὴν δευ‐ | |
Mens.3.10(50) | τέραν ἑορτήν, τουτέστι τὰς Νώνας· εἰσὶ δὲ μέσαι ἀπὸ τῆς νεομηνίας ἄχρι τῶν Νωνῶν ἢ τέσσαρες ἢ ἕξ, ὡς γίγνεσθαι τὰς πάσας σὺν καὶ αὐτῇ τῇ νεομηνίᾳ ἢ πέντε ἢ ἑπτά. εἴ τις οὖν ἀπὸ τῆς πεμπταίας καὶ αὐ‐ τῆς ἐννέα προσεπιλογίσεται ἡμέρας—αὕτη δὲ ἡ | |
55 | προσθήκη παρὰ Ῥωμαίοις Νῶναι καλεῖται ἀντὶ τοῦ ἐννέα· τοσαῦται γάρ εἰσιν—εὑρήσει τὴν ἐκ μικρᾶς σεληνιακῆς ἀποκατάστασιν μέσην, τουτέστι τὴν τρισκαι‐ δεκάτην· οὕτως καὶ ἐπὶ τῆς ἑβδομαίας μετ’ αὐτῆς ἀριθμῶν τὰς ἐννέα εὑρήσει τὴν τοῦ φωτὸς μεσομηνίαν, | |
60 | τουτέστι τὴν πεντεκαιδεκάτην. ἀποφράδας δὲ πάντως τὰς Νώνας εἶχον, νῦν μὲν ὡς ἀπὸ τῆς πεμπταίας νῦν δὲ ὡς ἀπὸ διχοτόμου, μηδὲ ὠνομάσθαι ἢ ταύτην ἢ ἐκεί‐ | |
νην τὴν φάσιν ὑπομένοντες, ἀλλὰ τὴν μετὰ ἐννέα ἡμέ‐ ρας ἐπιφοιτῶσαν μεσομηνίαν, τουτέστι τὰς Εἰδούς, ἢ | 46 | |
65 | καὶ ἄλλως τιμῶντες διὰ τὴν τῶν φώτων ἐπιτήρησιν. ὅτι δὲ ἐξ ἑλληνικῆς σημασίας τίκτεται τὸ τῶν Καλεν‐ δῶν ὄνομα, ἐξ αὐτῆς ἐστι λαβεῖν τῆς γραφῆς· ἔτι γὰρ καὶ νῦν τῷ ἑλληνικῷ κάππα τὰς Καλένδας γράφουσιν οἱ Ῥωμαῖοι. ἰστέον δέ, ὅτι αἱ Καλένδαι Ἥρας ἑορτὴ | |
70 | ἐτύγχανον, τουτέστι Σελήνης· οἱ γὰρ φυσικοί, ὡς ἔφθημεν εἰπόντες, Δία μὲν τὸν Ἥλιον, Ἥραν δὲ τὴν Σελήνην ἐνόμιζον εἶναι, καὶ τὴν μὲν νεομηνίαν αὐτῇ, τὰς δὲ Εἰδούς, τουτέστι τὴν μεσομηνίαν, Διὶ ἤγουν Ἡλίῳ ἀνέφερον, πληνιλούνιον τὰς Εἰδοὺς καλοῦντες | |
75 | οἱονεὶ πληροσέληνον. τὸ δὲ τῶν Εἰδῶν ὄνομα παρὰ μὲν τοῖς πολιτικοῖς ἐκ τοῦ εἴδους τῆς Σελήνης, παρὰ δὲ τοῖς ἱερεῦσιν ἀπὸ θυσίας τινὸς τρόπου, ἥτις εἴδουλις ὠνομάζετο, εὑρίσκομεν εἰσενηνεγμένον. πεμ‐ πταίας δὲ ἢ ἑβδομαίας τὰς Νώνας μετὰ τὰς Καλένδας | |
80 | ἐκήρυττον, ὅτι ἑκάτερος τῶν ἀριθμῶν οἰκειότατος τοῖς φωσίν. ὅτι ὁ Λαβεών φησι τὸν Ἰανουάριον καὶ Φε‐ | |
βρουάριον, Ἀπρίλλιόν τε καὶ Ἰούνιον, Σεξτίλιον Σε‐ πτέμβριον ἀπὸ ἐννέα καὶ εἴκοσιν ἡμερῶν τὸ πάλαι λαχεῖν, Μάρτιον δὲ καὶ Μάϊον, Κυντίλλιόν τε καὶ Ὀκτώβριον | 47 | |
85 | ἀπὸ μιᾶς καὶ τριάκοντα, ὅθεν τοὺς ἀπὸ ἐννέα καὶ εἴκοσι ἡμερῶν ἕλκοντας πεμπταίας ἔχειν τὰς Νώνας ὡς σεληνιακούς, τοὺς δὲ ἀπὸ μιᾶς καὶ τριάκοντα ἑβδομαίας ὡς ἡλιακούς· τὸν δὲ Φεβρουάριον ἐπίτηδες τοὺς Θούσκους ἐλαττῶσαι, ἐπειδὴ ταῖς τῶν καταχθονίων ἑορ‐ | |
90 | ταῖς φαίνεται πρὸς τοῦ ἱερέως Νουμᾶ παραχωρηθεὶς καὶ οὐ θεμιτὸν ἦν, ἴσα τοῖς οὐρανίοις αὐτὸν τιμᾶσθαι, μει‐ ωθῆναι δὲ μᾶλλον τὸν τοῖσδε τὸ πᾶν ἐλαττοῦσι χθονίοις ἀφωρισμένον, ὅθεν καὶ πάντων τῶν μηνῶν τὸν περιτ‐ τὸν ἀριθμὸν ἑλκόντων μόνος ὁ Φεβρουάριος τὸν ἄνι‐ | |
95 | σον φαίνεται λαχών. ὁ δὲ ἀριθμὸς οὗτος τῆς ὕλης, καὶ δι’ αὐτὴν τὸν δυαδικὸν ἀριθμὸν ἐπὶ τῶν ἑορτῶν οἱ Ῥωμαῖοι ἀποφράζονται, σεκοῦνδον αὐτὸν οἱονεὶ εὐτυχῆ πατρίως καλοῦσι κατ’ εὐφημισμόν, ὡς Εὐμενίδας καὶ Ἀδράστειαν καὶ Πάρκας κατ’ αὐτοὺς τὰς μηδενὸς φει‐ | |
Mens.3.10(100) | δομένας Μοίρας. ἀπὸ δὲ τῶν Νωνῶν καὶ αὐτῶν ἕως τῶν Εἰδῶν καὶ αὐτῶν μόνας ἐννέα μέσας παρετηρήσαντο, ὅτι οἰκειότατος καὶ προσφυὴς ὁ ἐννέα ἀριθμὸς τῇ σε‐ λήνῃ· οὗτος γὰρ ἑαυτὸν γεννᾷ κατὰ Ξενοκράτην. ἀόρι‐ στος γὰρ ἡ ἄχρις ἐννεάδος πρόβασις καὶ πλήθει σύν‐ | |
105 | οικος. τὴν μὲν οὖν νεομηνίαν ἔλεγον Καλένδας, τὴν | |
δὲ δευτέραν τοῦ μηνὸς πρὸ τεσσάρων ἢ πρὸ ἕξ, ὡς εἴρηται, Νωνῶν—ἔστω δὲ τὸ παράδειγμα ὥσπερ ὅταν πεμπταῖαι ὦσιν αἱ Νῶναι—τὴν δὲ τρίτην πρὸ τριῶν Νωνῶν, τὴν δὲ τετάρτην πρὸ μιᾶς Νωνῶν διὰ | 48 | |
110 | τὸ ἀποφράζεσθαι τὴν δυάδα, τὴν πέμπτην Νώνας, τὴν ἕκτην πρὸ ὀκτὼ Εἰδῶν, τὴν ἑβδόμην πρὸ ἑπτὰ Εἰδῶν, τὴν ὀγδόην πρὸ ἓξ Εἰδῶν, τὴν ἐννάτην πρὸ πέντε Εἰδῶν, τὴν δεκάτην πρὸ τεσσάρων Εἰδῶν, τὴν ιαʹ πρὸ τριῶν Εἰδῶν, τὴν ιβʹ πρὸ μιᾶς Εἰδῶν, τὴν ιγʹ | |
115 | Εἰδούς· τὴν ιδʹ, εἰ μὲν πεμπταῖαι ἦσαν αἱ Νῶναι καὶ ὁ μὴν ἡμερῶν λʹ, πρὸ ιηʹ Καλενδῶν τοῦ ἐπι‐ όντος μηνός, εἰ δὲ πεμπταῖαι μὲν αἱ Νῶναι καὶ ὁ μὴν ἡμερῶν λαʹ, πρὸ ιθʹ Καλενδῶν ὁμοίως· εἰ δὲ αἱ Νῶναι μὲν ἑβδομαῖαι καὶ ὁ μὴν λαʹ ἡμερῶν, τὴν ιεʹ | |
120 | πρὸ ιζʹ Καλενδῶν ὁμοίως. ἐπὶ δὲ τοῦ Φεβρουαρίου μόνου τὴν ιδʹ πρὸ ιϛʹ Καλενδῶν Μαρτίων καὶ καθεξῆς καθ’ ὑπόβασιν τοῦ ἀριθμοῦ τῶν Καλενδῶν. ἡνίκα δὲ ἂν βίσεξτον ᾖ, τὴν κεʹ καὶ τὴν κϛʹ πρὸ ἓξ Καλεν‐ δῶν Μαρτίων ἔλεγον, ὃ καὶ εἴρηται. ἔχουσι δὲ ἑβδο‐ | |
125 | μαίας μὲν τὰς Νώνας Μάρτιος Μάϊος Ἰούλιος Ὀκτώ‐ βριος, πεμπταίας δὲ οἱ λοιποὶ πάντες. ἤρεσε δὲ ὅμως τῷ Καίσαρι καὶ μετὰ τὴν ἡλιακὴν τῶν μηνῶν διατύ‐ πωσιν τὰς σεληνιακὰς ἑορτὰς τοῖς μησὶ καταλεῖψαι. καὶ ταῦτα μὲν περὶ τῆς δοκούσης ἀνωμαλίας τῶν | |
130 | πεμπταίας καὶ ἑβδομαίας τὰς Νώνας ἐχόντων μηνῶν. | |
Mens.3.11 | Ἑορτάζετο δὲ παρὰ τοῖς παλαιοῖς ἡ μὲν νεο‐ μηνία εἰς τιμὴν Ἥρας, ἥτις ἐστὶ Σελήνη, αἱ δὲ Νῶναι εἰς ὄνομα 〈Διόσ〉, αἱ δὲ Εἰδοὶ πάλιν εἰς ὄνομα 〈Διόσ〉· ἐκάλουν δὲ νεομηνίαν τὴν πρώτην τῆς σελήνης καὶ | 49 |
5 | ἑόρταζον αὐτῇ καὶ Ῥωμαῖοι καὶ Ἕλληνες, ἀλλ’ οὐδὲ παρὰ Ἑβραίοις κατεφρονεῖτο, ὥς φησιν ὁ μελῳδός· ‘σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι.‘ χαλεπὸν δὲ οὐδὲν ἐκ τῶν τοῖς ἀρχαίοις εἰρημένων διὰ βραχέων εἰπεῖν ὅ, τί ποτε ἄρα ἐστὶ νεομηνία καὶ τίνος χάριν παρὰ πᾶσι | |
10 | φαίνεται ἡ τῆς νεομηνίας δύναμις τιμωμένη, εἰ τἀ‐ ληθὲς εἰπεῖν, τῇ φύσει τῶν πραγμάτων ἐνθεωρουμένη. καὶ τούτου μάρτυς Ἀντίγονος, φάσκων τοὺς μύρμηκας ἐν ταῖς νεομηνίαις ἀναπαύεσθαι· ἀδύνατον οὖν ἰδεῖν μύρμηκα ἐν ταῖς νεομηνίαις ἐργαζόμενον, ὡς καὶ | |
15 | Ἀρχελάῳ εἴρηται. καὶ τίμιον τὸ τῆς νεομηνίας ὡς ἐλέγομεν ὄνομα ὡς αἴτιον ἀνανεώσεως τοῦ παντὸς αἰσθητοῦ· τῶν γὰρ ἐν αἰσθήσει πάντων ἐν αὐξήσει καὶ μειώσει τυγχανόντων τοιαύτη τις ὑπὸ τοῦ δη‐ | |
μιουργοῦ διατετύπωται ἡ τῆς σελήνης φύσις συνέχουσα | 50 | |
20 | τὴν ὅλην αἴσθησιν· καὶ τοῦτο δῆλον ἐκ τῆς τῶν ὑδά‐ των καὶ τῶν ἐν αὐτοῖς ζώων φύσεως καὶ ἐκ τῶν ἐν ἡμῖν χυμῶν· αὐξομένης γὰρ τῆς σελήνης αὔξεται τὰ ὑπ’ αὐτήν, εἶτα συνιούσης ἀπολήγει καὶ εἰς ἑαυτὰ συστέλ‐ λεται. καὶ τὴν ἶβιν δὲ καὶ τὸν κέρκωπα Αἰγυπτίοις | |
25 | ἔνθεν ἐδόκει τιμᾶν· ἀμφότερα γὰρ τὰ ζῶα σελήνῃ συμπαθῆ εἶναι προσείκασται· ἡ μὲν ἶβις αὐτῷ τε τῷ σχήματι ἐμφερής, ἄκρα μὲν ὁμιχλαίνουσα, λευκαίνουσα δὲ τὰ μέσα καθάπερ ἡ αἰθερία μήνη. ὅτε γὰρ οὐρα‐ νὸς ἀσέληνος οὐδὲ ἴβιδες ὁρῶσι, μύουσι δὲ τοῖς | |
30 | ὀφθαλμοῖς τουτονὶ τὸν χρόνον καὶ ἄσιτοι ἐγκαρτεροῦσι τὸ συγγενὲς στοιχεῖον ἀναμένουσαι. ὁ δὲ κέρκωψ δηλοτέρας ἔχει τὰς ἐνεργείας· ὅτε μὲν γὰρ αὔξει τὸ φῶς τῆς σελήνης, ὁ τῶν ὀφθαλμῶν κύκλος τούτῳ εὐρύνεται, ὅτε δὲ ἐκεῖνο μειοῦται, τὸ τῶν ὀμμάτων | |
35 | περιφερὲς συστέλλεται. φασὶ δέ τινες, ὧν ἐστι καὶ Δέρκυλλος, ὅτι γεννᾶται ἐν τῷ Ὑδάσπῃ ποταμῷ λίθος | |
λυχνὶς καλούμενος· οὗτος σελήνης αὐξομένης ἦχον μελῳδίας ἀποδίδωσι. ἀλλὰ μὴν καὶ ἐν Ἀράρει ποταμῷ τῆς Κελτικῆς, μᾶλλον δὲ 〈Αἰσάρῳ〉 Συβάρεως, γεν‐ | 51 | |
40 | νᾶται ἰχθύς, κλοπίαν δὲ αὐτὸν οἱ ἐπιχώριοι καλοῦσι. τοῦτον λέγουσιν αὐξανομένης μὲν τῆς σελήνης λευκαί‐ νεσθαι, μελαίνεσθαι δὲ αὖθις μειουμένης τοῦ φωτὸς αὐτῆς. ἱστορεῖ δὲ τοῦτο Καλλισθένης ὁ Συβαρίτης. ἀλλὰ καὶ Ἀρχέλαός φησι τὰ τῶν μυῶν ἥπατα λοβοὺς | |
45 | ἔχειν πεντεκαίδεκα, οἵτινες οὐκ ἀθρόοι πάντες ἐγγίνον‐ ται, ἀλλ’ ἕκαστος καθ’ ἡμέραν σεληνιακὴν εἷς ἐπι‐ γινόμενος ἐξ οὐκ ὄντος προστίθεται ἀπὸ τῆς νεομηνίας μέχρι τῆς πανσελήνου, πάλιν δὲ ἀπὸ τῆς πανσελήνου εἷς ἐφ’ ἑνὶ καθ’ ἡμέραν φθίνων λοβὸς πάντες μέχρι | |
Mens.3.11(50) | τῆς νεομηνίας ἐκλείπουσι. καὶ αὖθις ἐξ ἐκείνης ἄρ‐ χονται γίνεσθαι πρὸς τὴν τῆς σελήνης περίοδον καὶ τὸν ἀριθμὸν τῆς ἐκείνης ἡμερῶν καὶ αὐτοὶ γινόμενοι καὶ ἀπογινόμενοι καὶ πληθυνόμενοι καὶ μειούμενοι. ὁ δ’ αὐτὸς ἱστορικὸς λέγει καὶ τὰ τῶν θαλασσίων ἐχίνων | 52 |
55 | ᾠὰ τὸ αὐτὸ πάσχειν. | |
Mens.3.12 | Ἀναξιμένης τοίνυν κύκλον τὴν σελήνην εἶναι βούλεται ἐννεακαιδεκαπλασίονα τῆς γῆς, πλήρη πυρὸς ὥσπερ 〈τὸν〉 τοῦ ἡλίου, Ξενοφάνης δὲ νέφος εἶναι πε‐ πυρωμένον, οἱ Στωικοὶ μικτὴν πυρὸς καὶ ἀέρος, Πλάτων | |
5 | ἐκ πλείονος τοῦ πυρώδους, Ἀναξαγόρας καὶ Δημόκρι‐ τος στερέωμα διάπυρον, ἔχον ἐν ἑαυτῷ πεδία καὶ ὄρη καὶ φάραγγας, Ἡράκλειτος γῆν ὁμίχλῃ περιειλημμένην, Πυθαγόρας γε μὴν πυροειδὲς σῶμα. περὶ δὲ τοῦ κατ’ αὐτὴν φωτὸς ἐροῦμεν, ὡς Ἀναξίμανδρος μὲν ἴδιον | |
10 | αὐτὴν φῶς ἔχειν βούλεται, ἀραιότερον δέ πως, ὁ δὲ Ἀντιφῶν ἰδίῳ μὲν φέγγει λάμπειν τὴν σελήνην φησί, τὸ δὲ ἀποκρυπτόμενον περὶ αὐτὴν ὑπὸ τῆς προσβολῆς τοῦ ἡλίου ἀμαυροῦσθαι, πεφυκότος τοῦ ἰσχυροτέρου | |
φωτὸς τὸ ἀσθενέστερον ἀμαυροῦν, ὃ δὴ συμβαίνει καὶ | 53 | |
15 | περὶ τὰ ἄλλα ἄστρα. Θαλῆς δὲ καὶ οἱ ἀπ’ αὐτοῦ ὑπὸ τοῦ ἡλίου φωτίζεσθαι τὴν σελήνην ἐνέκριναν. ὅ γε μὴν Ἡράκλειτος τὸ αὐτὸ πεπονθέναι τὸν ἥλιον καὶ τὴν σελήνην φησί· σκαφοειδεῖς γὰρ ὄντας τοῖς σχήμα‐ σιν ἐκ τῆς ὑγρᾶς ἀναθυμιάσεως φωτίζεσθαι πρὸς τὴν | |
20 | φαντασίαν, λαμπρότερον δὲ τὸν ἥλιον διὰ τὸ ἐν κα‐ θαρῷ ἀέρι φαίνεσθαι. ἀφεστάναι δὲ λόγος ἀπὸ τῆς γῆς κατὰ τὸν Ἐρατοσθένην τὴν μὲν σελήνην σταδίων μυριάδας ἑβδομήκοντα ὀκτώ, τὸν δὲ ἥλιον τετρακοσίας καὶ ὀκτάκις μυρίας. ἡ σελήνη γὰρ τὴν ἑβδόμην | |
25 | κατέχουσα ζώνην προσγειοτέρα τῶν ἄλλων ἐστὶν ἀστέ‐ ρων· ὅθεν οὐδὲ πίλημα ἄκρατον αἰθέρος αὐτὴν εἶναί φασι κατὰ τοὺς ἄλλους ἀστέρας, κρᾶμα δὲ αἰθερώδους καὶ ἀερώδους οὐσίας· τὸ γὰρ φαινόμενον αὐτῆς μέλαν, ὃ καλοῦσι πρόσωπόν τινες, οὐδὲν ἄλλο εἶναι ἢ τὸν | |
30 | ἀναμεμιγμένον ἀέρα, ὃς φύσει μέλας ὢν ἄχρις αὐτῆς τείνεται. ἐκεῖνο δὲ μὴ παριδεῖν ἄξιον. ἡ νεομηνία κεφαλὴ μηνὸς πρὸς τῶν ἀρχαίων προσαγορεύεται. δέκα δὲ εἰσηγοῦνται σελήνης σχήματα, ἀφ’ ὧν ὁ τριακον‐ θήμερος ἀναπληροῦται κύκλος· τὰ δέ ἐστι σύνοδος | |
35 | ἀνατολὴ μηνοειδὴς διχότομος ἀμφίκυρτος πλήρης αὖθις διχότομος αὖθις ἀμφίκυρτος αὖθις μηνοειδὴς αὖθις 〈σύνοδοσ〉. ἕτεροι δὲ ἕνδεκα σχήματα εἶναι βούλονται· μετὰ γὰρ τὴν σύνοδον ἀριθμοῦσι καὶ τὴν γένναν, ὅταν μίαν μοῖραν ἀποστῇ ἡ σελήνη τοῦ ἡλίου. | 54 |
Mens.3.13 | Τὰς τοίνυν Καλένδας ὡς ἐλέγομεν οἷα νεομη‐ νίαν ἐτίμησαν Ῥωμαῖοι, μετὰ δὲ ταύτας καθεξῆς τὰς Νώνας, καὶ κατὰ τρίτην τάξιν τὰς Εἰδούς. τρίμορφος μὲν γὰρ ἡ τῆς Ἑκάτης, ἤτοι τῆς Σελήνης, δύναμις· ὃ | |
5 | γὰρ Ἀπόλλων ἐν ἡλίῳ, τοῦτο Ἑκάτη ἐν σελήνῃ. | |
Mens.3.14 | Ὅτι ὁ τριάκοντα ἀριθμὸς φυσικώτατός ἐστιν, ὃ γὰρ ἐν μονάσι τριάς, τοῦτο ἐν δεκάσι τριακοντάς· ἐπεὶ καὶ ὁ τοῦ μηνὸς κύκλος συνέστηκεν ἐκ τεσσάρων τῶν ἀπὸ μονάδος ἑξῆς τετραγώνων, αʹ δʹ θʹ ιϛʹ, ὅθεν | |
5 | οὐκ ἀπὸ σκοποῦ Ἡράκλειτος γενεὰν τὸν μῆνα καλεῖ. | |
Mens.3.15 | Μετὰ δὲ τὰς Καλένδας εὑρίσκομεν πολλαχῶς τὸν χρόνον διαιρεῖσθαι εἰς αἰῶνα εἰς χρόνον εἰς και‐ ρὸν εἰς ἐνιαυτόν. αἰὼν τοίνυν ἐστὶν ἄπειρός τις τῶν οὐρανίων σωμάτων περιπόλησις ἢ αὐτοῦ τοῦ παντὸς | |
5 | οὐρανοῦ παντελὴς ἀνακύκλησις, χρόνος δὲ ἡ ἐξ αἰῶνος ἀόριστος ἔκτασις. ταύτῃ καὶ Κρόνος παῖς Οὐρανοῦ λέγεται· ὁ γὰρ χρόνος ἐκ τῶν τοῦ οὐρανοῦ κινήσεων πρόεισιν. ὥστε καιρός ἐστι χρόνου παράδειγμα, καὶ οὐκ αὐτὸς ὁ χρόνος. | |
Mens.3.16 | Ὅτι διαφέρει μεγίστη ἀποκατάστασις τελείας | |
περιόδου τῷ τὴν μὲν ἀποκατάστασιν ἀπὸ τοῦ αὐτοῦ ση‐ μείου ἐπὶ τὸ αὐτὸ σημεῖον γίνεσθαι κατὰ μῆκος καὶ πλά‐ τος καὶ βάθος, τὴν δὲ τελείαν περίοδον ἐκ τῆς συνα‐ | 55 | |
5 | γωγῆς τῶν ὁρίων ἀποτελεῖσθαι· τρεῖς γὰρ εἶναί φασιν οἱ ἀρχαῖοι περιόδους πάντων τῶν πλανήτων, μεγίστας ἐλαχίστας μέσας, καὶ τὴν μὲν τοῦ Κρόνου μεγίστην ἑπτὰ καὶ πεντήκοντα ἐτῶν, τὴν δὲ Διὸς ἐννέα καὶ ἑβδομήκοντα, Ἄρεός γε μὴν ἓξ πρὸς τοῖς ἑξήκοντα— | |
10 | ὅθεν τοσαύτας χιλιάδας ἀνδρῶν ἐπήγετο ὁ Καῖσαρ ὡς κἂν τούτῳ τῷ μέρει ἐμπειρότατος ἔν τε τῷ ἐμφυλίῳ καὶ ἐν τοῖς ἄλλοις πολέμοις, καὶ εἰκότως ἐκράτει— Ἡλίου δὲ εἴκοσι καὶ ἑκατόν—οὗ δὴ χάριν ἀδύνατον ἄνθρωπον ἐπέκεινα τῶν τοσούτων διαζῆσαι ἐνιαυτῶν— | |
15 | τῆς δὲ Ἀφροδίτης δύο καὶ ὀγδοήκοντα καὶ Σελήνης ὀκτὼ καὶ ἑκατόν. τὴν δὲ ἐλαχίστην Κρόνου 〈τριάκον‐ τα〉, Διὸς δυοκαίδεκα, Ἄρεος πεντεκαίδεκα, δι’ ὃν καὶ τὸν κύκλον τῆς λεγομένης ἐπινεμήσεως οἱ Ῥωμαῖοι εἰς τοῦτο ἔθεντο ἀριθμοῦ, Ἡλίου ἐννεακαίδεκα, Ἀφρο‐ | |
20 | δίτης ὀκτώ, Ἑρμοῦ εἴκοσι καὶ Σελήνης πέντε πρὸς τοῖς εἴκοσι. τὴν δὲ μέσην Κρόνου μὲν τριῶν καὶ τεσσαράκοντα πρὸς τῷ ἡμίσει, Διὸς 〈πέντε καὶ τεσ‐ σαράκοντα πρὸς τῷ ἡμίσει〉, Ἄρεος τεσσαράκοντα πρὸς τῷ ἡμίσει, Ἡλίου ἐννέα καὶ ἑξήκοντα πρὸς τῷ ἡμίσει, | |
25 | Ἀφροδίτης πέντε πρὸς τοῖς τεσσαράκοντα, Σελήνης ἓξ καὶ ἑξήκοντα πρὸς τῷ ἡμίσει. καὶ αἱ μὲν μέγισται καὶ ἐλάχισται καὶ μέσαι περίοδοι τοιαῦται, αἱ δὲ τέλειαι ἀποκαταστάσεις τῶν πλανήτων οὕτω· Κρόνος ποιεῖται | |
τὴν ἀποκατάστασιν ἔτεσι πέντε καὶ ἑξήκοντα καὶ δια‐ | 56 | |
30 | κοσίοις, Ζεὺς ἑπτὰ καὶ εἴκοσι καὶ τετρακοσίοις, Ἄρης τέσσαρσι καὶ ἐννενήκοντα καὶ διακοσίοις, Ἥλιος ἑνὶ καὶ ἑξήκοντα καὶ τετρακοσίοις καὶ χιλίοις, Ἀφροδίτη ἑνὶ καὶ πεντήκοντα καὶ ἑκατὸν καὶ χιλίοις, Ἑρμῆς ὀγ‐ δοήκοντα πρὸς τοῖς τετρακοσίοις, Σελήνη πέντε πρὸς | |
35 | τοῖς εἴκοσιν, ἡ δὲ τοῦ παντὸς ἀποκατάστασις γίνεται δι’ ἐτῶν μυριάδων ἑκατὸν ἑβδομήκοντα πέντε καὶ τρισχιλίοις πρὸς τοῖς διακοσίοις, καὶ τότε γίνεται σύν‐ οδος πάντων τῶν ἀστέρων κατὰ τὴν τριακοστὴν μοῖ‐ ραν τοῦ καρκίνου ἢ τὴν πρώτην τοῦ λέοντος· καὶ ἐπὶ | |
40 | μὲν τοῦ καρκίνου γένοιτ’ ἂν κατακλυσμός, ἐπὶ δὲ τοῦ λέοντος ἐκπύρωσις, ἀλλ’ οὐ καθολικὴ κατὰ τοὺς Στωι‐ κούς, μερικὴ δὲ πάντως· ἐκείνοις γὰρ δοκεῖ τὸ πᾶν αἰσθητὸν τοῖς τοιούτοις ὑπάγεσθαι καταστήμασι καὶ αἰτίαν ἀξιοῦσι διδόναι τοιάνδε, τὸ δὲ πᾶν φασι τῷ | |
45 | ἀπείρῳ χρόνῳ ἢ ταῖς ἐκπυρώσεσι τῶν ἐν οὐρανῷ φω‐ στήρων ἀποξηραίνεσθαι ἢ ταῖς ἐπικλύσεσιν τῶν ὑδάτων διαχεῖσθαι καὶ διαπίπτειν ἀπὸ τῆς ἐπιπλαζούσης ὑγρό‐ τητος καὶ ἀναλύεσθαι καὶ τὸ στεγανὸν ἀπολλύειν. ἀνάγκη τοιγαροῦν πρὸς ἑκάτερον ἁρμόσαι τὴν πρόνοιαν | |
Mens.3.16(50) | καὶ δίκην γεωργοῦ νῦν μὲν πυρὶ τὴν ἐν βάθει τῆς φύσεως ἐκκαλεῖσθαι θερμότητα, νῦν δὲ ὕδατι τὴν με‐ μανωμένην τῆς γῆς κατάρδειν ξηρότητα. | |
Mens.3.17 | Ὅτι Ἕλληνες μὲν ἀπὸ τῆς κεʹ Δεκεμβρίου τὴν ἀρχὴν ἐποιοῦντο τοῦ ἔτους ἤτοι τὴν τροπήν, Ῥωμαῖοι δὲ μετὰ ὀκτὼ ἡμέρας κατὰ τὴν πρώτην Ἰανουαρίου· οἱ μὲν Ἕλληνες τὴν τροπὴν αὐτὴν τηροῦντες, οἱ δὲ | |
5 | Ῥωμαῖοι τὴν τοῦ γνώμονος σκιὰν πότε συστέλλεσθαι ἄρξεται· μέχρι γὰρ τῶν ὀκτὼ ἀνεπαίσθητός ἐστιν ἡ τῆς σκιᾶς μείωσις. | 57 |
Mens.3.18 | Ὅτι διὰ τὴν γένεσιν διττὴ γέγονεν ἡ τῶν οὐρανίων κίνησις· εἰ γὰρ ἁπλῆ ἦν περιφορά, ἣν ὁ ἀπλανὴς οὐρανὸς ποιεῖται πάντα συνέχων ἐν ἑαυτῷ καὶ περιδινῶν, οὐδὲν ἂν ἀπ’ αὐτῆς παρήχθη· τί γὰρ | |
5 | ἀπὸ τῆς ἁπλῆς κινήσεως ἂν ἄλλο ἀποτελεσθῇ παρ’ αὐτήν; ἐπεὶ δὲ ἀντιφέρονται πολλαὶ καὶ ποικίλαι τῇ μιᾷ περιφορᾷ, πᾶσα γένεσις ὁμοῦ παράγεται ἀπ’ αὐτῶν. οὕτω γὰρ ὁ Ἀριστοτέλης ἐν τῷ δευτέρῳ περὶ γενέσεως καὶ φθορᾶς φησι· ‘μιᾶς μὲν οὔσης τῆς φορᾶς | |
10 | οὐκ ἐνδέχεται γίνεσθαι τὰ ἄμφω, γένεσιν καὶ φθοράν, διὰ τὸ ἐναντία εἶναι· τὸ γὰρ αὐτὸ καὶ ὡσαύτως ἔχον ἀεὶ τὸ αὐτὸ πέφυκε ποιεῖν, ὥστε ἤτοι γένεσίς ἐστιν ἀεὶ ἢ φθορά. δεῖ δὲ πλείους εἶναι τὰς κινήσεις καὶ ἐναντίας ἢ τῇ φορᾷ ἢ τῇ ἀνωμαλίᾳ· τῶν γὰρ ἐναν‐ | |
15 | τίων τὰ ἐναντία αἴτια. διὸ οὐχ ἡ πρώτη φορὰ αἰτία ἐστὶ γενέσεως καὶ φθορᾶς, ἀλλ’ ἡ κατὰ τὸν λοξὸν κύκλον· ἐν ταύτῃ γὰρ καὶ τὸ συνεχὲς ἔνεστι καὶ τὸ κινεῖσθαι δύο κινήσεις.‘ | |
Mens.3.19 | Ὅτι ὁ ἀπλανὴς οὐρανὸς ἁπλοῦς ὅλως πρὸς τοῦ πάντων ἐπέκεινα κατὰ τὸ λόγιον πραχθεὶς πάντα | |
συνέχων καὶ περιδινῶν πάντα κινεῖ καὶ μεταδίδωσι τοῖς πᾶσιν ἑαυτοῦ καὶ ταχύτατός ἐστι πάσης κινήσεως | 58 | |
5 | καὶ ἀεὶ ὡσαύτως ἔχων, τό τε εἶναι τῷ παντὶ αἰσθητῷ δίδωσι οὐδεμίαν ἐναλλαγὴν καὶ ποικιλίαν λαχών. | |
Mens.3.20 | Ὅτι δὲ τὸν ἐνιαυτὸν ὡς θεὸν ἐτίμησαν, δῆλον ἐξ αὐτῆς τῆς Λυδῶν βασιλίδος πόλεως. Σάρδιν γὰρ αὐτὴν καὶ Ξυάριν ὁ Ξάνθος καλεῖ, τὸ δὲ Σάρδιν ὄνομα εἴ τις κατὰ ἀριθμὸν ἀπολογίσεται, πέντε καὶ ἑξήκοντα | |
5 | καὶ τριακοσίας εὑρήσει συνάγων μονάδας· ὡς κἀν‐ τεῦθεν εἶναι δῆλον, πρὸς τιμὴν ἡλίου τοῦ τοσαύταις ἡμέραις τὸν ἐνιαυτὸν συνάγοντος Σάρδιν ὠνομασθῆ‐ ναι τὴν πόλιν. νέον δὲ σάρδιν τὸ νέον ἔτος ἔτι καὶ νῦν λέγεσθαι τῷ πλήθει συνομολογεῖται· εἰσὶ δὲ οἵ | |
10 | φασι, τῇ Λυδῶν ἀρχαίᾳ φωνῇ τὸν ἐνιαυτὸν καλεῖσθαι σάρδιν. | |
Mens.3.21 | Ὅτι τὸν Πᾶνα εἰς τὴν τοῦδε τοῦ παντὸς φύσιν λαμβάνουσιν οἱ Λυδοί, κεραόν τινα ἀπὸ σελήνης, φλο‐ γώδη δὲ τὰς ὄψεις ἀπὸ τοῦ αἰθέρος, λάσιον δὲ τὸ σῶμα ἀπὸ τῆς γῆς, χείρονος δὲ φύσεως τὰ λοιπὰ διὰ | |
5 | τὴν ἄλογον τῆς ὕλης ποικιλίαν. | |
Mens.3.22 | Οἱ μῆνες δυοκαίδεκα παρὰ πᾶσιν ὄντες ἄλλοις ἔθνεσιν ἄλλως προσαγορεύονται. καὶ γὰρ Ἀθηναίοις μὲν οὕτως· Ἐλαφηβολιὼν Μουνυχιὼν Θαργηλιὼν Σκι‐ ροφοριὼν Ἑκατομβαιὼν Μεταγειτνιὼν Βοηδρομιὼν Πυ‐ | |
5 | ανεψιὼν Μαιμακτηριὼν Ποσειδεὼν Γαμηλιὼν Ἀνθεστη‐ ριών. Ἕλλησι δὲ οὕτως· Γορπιαῖος Ὑπερβερεταῖος Δῖος Ἀπελλαῖος Αὐδοναῖος Περίτιος Δύστρος Ξανθικὸς Ἀρ‐ τεμίσιος Δαίσιος Πάνεμος Λῶος. Ἑβραίοις δὲ οὕτως· Θεσρὶ Μαρχεσουβὰν Χασελὲθ Τεβὲθ Σαφὰτ Ἀδὰρ | 59 |
10 | Νισὰν Ἰὰρ Σιβὰν Θαμοῦς Ἀὰβ Ἐλούλ. Αἰγυπτίοις δὲ οὕτως· Θὼθ Φαωφὶ Ἀθὺρ Χοιὰκ Τυβὶ Μεχὶρ Φα‐ μενὼθ Φαρμουθὶ Παχὼν Παϋνὶ Ἐπιφὶ Μεσωρί. Ῥω‐ μαίοις δὲ οὕτως· Σεπτέμβριος Ὀκτώβριος Νοέμβριος Δεκέμβριος Ἰανουάριος Φερβρουάριος Μάρτιος Ἀπρίλ‐ | |
15 | λιος Μάϊος Ἰούνιος Ἰούλιος Αὔγουστος. οὕτω μὲν οὖν τὰ τῶν μηνῶν παρὰ τοῖς ἔθνεσιν ἔχει, οἱ δὲ Βαβυ‐ λώνιοι καὶ Αἰγύπτιοι ἀρχὴν ἐνιαυτοῦ τὴν ἐαρινὴν ὡρίσαντο τροπήν, ὥσπερ ἀπὸ κεφαλῆς τὴν ἐν κριῷ ἰσημερίαν λαμβάνοντες διὰ τὸ πᾶσαν ἐν τῷ ἔαρι τὴν | |
20 | αἰσθητὴν φύσιν αὔξεσθαι. Ἕλληνες δὲ τὴν πρώτην τοῦ καρκίνου μοῖραν, ὡς ἄν τις εἴποι, τὴν εἰκάδα τρίτην τοῦ Ἰουνίου μηνὸς, εἰς ἀρχὴν ἔτους παρέδοσαν. ἀλλὰ τούτοις μὲν καὶ τοῖς ἄλλοις ἅπασιν ἔθνεσι μία τις ἐφυλάττετο τοῦ ἐνιαυτοῦ καταρχή, τοῖς δὲ Ῥωμαίοις | |
25 | τρεῖς· μία μὲν ἱερατική, ἑτέρα δὲ πάτριος, ἡ δὲ ἄλλη, κυκλικὴ καὶ πολιτική. καὶ ἱερατικὴ μὲν κατὰ τὸν Ἰανουά‐ ριον, ὅταν ὁ ἥλιος τὸν αἰγόκερων παριὼν αὔξησιν ποιῆ‐ ται τῆς ἡμέρας· πάτριος δὲ ἡ παρ’ αὐτοῖς λεγομένη πρώτη τοῦ Μαρτίου μηνός, καθ’ ἣν καὶ τὰ ὅπλα ἔτι καὶ | 60 |
30 | νῦν Ῥωμαίοις ἔθος κινεῖν. ἡ δὲ πολιτικὴ ἢ μᾶλλον κυκλικὴ ἡ πρώτη τοῦ Σεπτεμβρίου μηνός, ἣν Ἕλληνες μὲν ἐπινέμησιν, αὐτοὶ δὲ ἰνδικτιῶνα καλοῦσιν· ἰνδικ‐ τιῶνα γὰρ οἱ Ῥωμαῖοι τὸ μήνυμα τοῦ ἐνιαυσιαίου κύκ‐ λου πατρίως καλοῦσιν. τῆς γὰρ ἀρχαιότητος τὸν κύκ‐ | |
35 | λον ἐχούσης εἰς τὸ λεγόμενον παρ’ αὐτοῖς λοῦστρον, τουτέστιν εἰς τὴν πενταετηρίδα—καθαρμὸς δὲ ἦν καὶ μυστήρια Μητρὸς κατ’ αὐτὸν ἐτελεῖτο—ἔδοξεν ὕστερον πρὸς τιμὴν Ἄρεος—πάτριος δὲ Ῥωμαίοις, ὥς φασι, θεός—παρὰ πεντεκαιδέκατον ἐνιαυτὸν | |
40 | ἀνανεοῦσθαι τὸν κύκλον. ἡ γὰρ τελεία ἀποκατάστασις Ἄρεος διχῶς παραφυλάττεται, μικρὰ μὲν πεντεκαίδεκα, μέση δὲ ἑβδομήκοντα ἐννέα. ὅτι δὲ πάτριον ἀρχὴν ἐνιαυτοῦ τὸν Μάρτιον οἱ Ῥωμαῖοι παρέλαβον, δῆλον καὶ ἀπὸ τοῦ τὰς λεγομένας παρ’ αὐτοῖς ματρώνας, του‐ | |
45 | τέστι τὰς εὐγενίδας, τοὺς οἰκέτας ἑστιᾶν, καθάπερ ἐν τοῖς Κρονίοις τουτὶ πράττειν ἔθος ἦν τοὺς κεκτημέ‐ νους· ὧν αἱ μὲν δι’ Ἄρεος τιμὴν δουλεύουσι τοῖς ἄρρεσι τῶν οἰκετῶν διὰ τὴν κρείττονα φύσιν, οἱ δὲ— | |
ἀποτρόπαιον ὥσπερ θεραπείαν εἰσάγοντες τῷ Κρόνῳ— | 61 | |
Mens.3.22(50) | τοῖς ἑαυτῶν δούλοις ἐδούλευον, ὅπως μὴ ταῖς ἀληθεί‐ αις νεμεσητόν τι παθόντες εἰς δουλείαν πολεμίων καταπέσωσιν. | |
Mens.3.23 | Ἐπινέμησιν δὲ αὐτὴν Ἕλληνες ἐκ τοῦ πράγ‐ ματος ὠνόμασαν. ἐπὶ γὰρ ζυγῷ γενόμενος ὁ ἥλιος δείκνυσι τὴν τῶν καρπῶν ποιότητα· κατ’ αὐτὴν δὲ φιλανθρώπως οἱ πάλαι τοὺς φόρους τοῖς ὑπηκόοις | |
5 | ἐπένεμον, ὡς μὴ παρὰ τὴν τούτων ἐπίδοσιν ἀσεβῶς δοκοῖεν βαρύνεσθαι οἱ φορολογούμενοι. εἰκότως οὖν αὐτὴν ἐπινέμησιν οἱονεὶ διανομήν τινα τῶν δασμῶν ἐκάλεσαν. οὐ γὰρ ἦν οὕτως ἀδυσώπητος ἡ τῶν φό‐ ρων εἴσπραξις οὐδ’ ὡρισμένη τις ἢ μᾶλλον αὐξομένη | |
10 | κατὰ μικρόν, ἀλλὰ πρὸς τὸ χρειῶδες τῶν ἀνακυπτόν‐ των τοῖς κρατοῦσιν ἐγένετο. ταύτῃ καὶ ἐπιτάγματα τοὺς φόρους ἔτι καὶ νῦν Ἀσιανοὶ καλοῦσιν. ὅθεν ἐπ’ εἰρήνης ἐναπονεμόντων ἐπὶ πλεῖστον καὶ τὸ λοι‐ πὸν συγχωρουμένων τοῖς συντελέσι τῶν φόρων, τοι‐ | |
15 | αῦτα ταῖς πόλεσι περιγέγονε θαυμαστά, λουτρὰ λέγω καὶ ἀγοραὶ καὶ ὑδάτων ὁλκοὶ ἄπειρον εὐδαιμονίαν | |
τῶν οἰκητόρων κηρύττοντες. | 62 | |
Mens.4t | LIBER QUARTUS. | |
Mens.4.1(t) | Ἰανουάριος. | |
1 | Ἀποχρώντως ἡμῖν εἴρηται, ἀρχὴν ἱερατικοῦ ἐνιαυτοῦ τὸν Ἰανουάριον μῆνα τοῖς Ῥωμαίοις παρὰ τοῦ βασιλέως Νουμᾶ ὁρισθῆναι, καθ’ ὃν τοῖς ὑπὲρ σελήνην ἐνήγιζον, ὥσπερ ἐν τῷ Φεβρουαρίῳ τοῖς ὑπ’ αὐτήν. | |
5 | ῥητέον τοίνυν περὶ Ἰανοῦ, τίς τε ἄρα ἐστὶ καὶ τίς ἡ περὶ αὐτοῦ δόξα γέγονε τοῖς ἀρχαίοις. ὁ Λαβεὼν οὖν φησιν αὐτὸν καλεῖσθαι Ἰανὸν Κονσίβιον τουτέστι βουλαῖον, Ἰανὸν Κήνουλον καὶ Κιβούλλιον—οἱ γὰρ Ῥωμαῖοι κίβους τὴν τροφὴν ἐκάλουν—οἷον εὐωχιαστικόν, | |
10 | Πατρίκιον ὡσεὶ αὐτόχθονα, Κλουσίβιον ἀντὶ τοῦ ὁδιαῖον, Ἰουνώνιον τουτέστιν ἀέριον, Κυρῖνον ὡσανεὶ πρόμαχον, Πατούλκιον καὶ Κλούσιον οἱονεὶ θυρεόν, Κουριάτιον οἱονεὶ ἔφορον εὐγενῶν· Κουριάτιοι γὰρ καὶ Ὁράτιοι ὀνό‐ | |
ματα εὐπατριδῶν εἰσι. καὶ οἱ μὲν δίμορφον αὐτὸν μυθο‐ | 63 | |
15 | λογοῦσι, νῦν μὲν κλεῖς τῇ δεξιᾷ φέροντα ὡσανεὶ θυρεόν, νῦν δὲ τῇ μὲν δεξιᾷ τριακοσίας τῇ δὲ ἑτέρᾳ ἑξήκοντα πέντε ψήφους ἀριθμοῦντα ὥσπερ τὸν ἐνι‐ αυτόν. ἔνθεν καὶ τετράμορφον ἀπὸ τῶν τεσσάρων τροπῶν· καὶ τοιοῦτον αὐτοῦ ἄγαλμα ἐν τῷ φόρῳ τοῦ | |
20 | Νερβᾶ ἔτι καὶ νῦν λέγεται σεσωσμένον. Λογγῖνος δὲ Αἰωνάριον αὐτὸν ἑρμηνεῦσαι βιάζεται ὡσεὶ τοῦ αἰῶνος πατέρα, ἢ ὅτι ἔνον τὸν ἐνιαυτὸν Ἕλληνες εἶπον, ὡς Καλλίμαχος ἐν πρώτῳ αἰτιῶν· τετράενον Δαμάσου παῖδα Τελεστορίδην, | |
25 | ἢ ἀπὸ τῆς ἴας ἀντὶ τοῦ τῆς μιᾶς κατὰ τοὺς Πυθα‐ γορείους. ὅθεν ὁ Μεσσαλᾶς τοῦτον εἶναι τὸν αἰῶνα νομίζει· καὶ γὰρ ἐπὶ τῆς πέμπτης τοῦ μηνὸς τούτου ἑορτὴν Αἰῶνος ἐπετέλουν οἱ πάλαι. | |
Mens.4.2 | Δυοκαίδεκα πρυτάνεις πρὸς τοῦ Νουμᾶ τοὺς καλουμένους Σαλίους ὁρισθῆναί φασιν ὑμνοῦντας τὸν Ἰανὸν κατὰ τὸν τῶν Ἰταλικῶν μηνῶν ἀριθμόν. | |
ὁ δὲ Βάρρων ἐν τῇ τεσσαρεσκαιδεκάτῃ τῶν θείων | 64 | |
5 | πραγμάτων φησὶν αὐτὸν παρὰ Θούσκοις οὐρανὸν λέ‐ γεσθαι καὶ ἔφορον πάσης πράξεως καὶ Ποπάνωνα διὰ τὸ ἐν ταῖς Καλένδαις ἀναφέρεσθαι πόπανα. Φοντήϊος δὲ ἐν τῷ περὶ ἀγαλμάτων ἔφορον αὐτὸν οἴεται τοῦ παντὸς χρόνου τυγχάνειν, καὶ ταύτῃ δωδεκάβωμον | |
10 | εἶναι τὸν αὐτοῦ ναὸν κατὰ τὸν τῶν μηνῶν ἀριθμόν. ὁ δὲ Γάβιος Βάσσος ἐν τῷ περὶ θεῶν δαίμονα αὐτὸν εἶναι νομίζει τεταγμένον ἐπὶ τοῦ ἀέρος, καὶ δι’ αὐτοῦ τὰς τῶν ἀνθρώπων εὐχὰς ἀναφέρεσθαι τοῖς κρείττοσι· ταύτῃ δίμορφος εἶναι λέγεται ἔκ τε τῆς πρὸς ἡμᾶς ἔκ | |
15 | τε τῆς πρὸς θεοὺς ὄψεως. καὶ ἐν τῇ καθ’ ἡμᾶς Φιλα‐ δελφείᾳ ἔτι καὶ νῦν ἴχνος τῆς ἀρχαιότητος σώζεται· ἐν γὰρ τῇ ἡμέρᾳ τῶν Καλενδῶν πρόεισι ἐσχηματισμένος αὐτὸς δῆθεν ὁ Ἰανὸς ἐν διμόρφῳ προσώπῳ, καὶ Σα‐ τοῦρνον αὐτὸν καλοῦσιν οἷον Κρόνον. ὅ γε μὴν | |
20 | Λουτάτιος Ἥλιον παρὰ τὸ ἑκατέρας πύλης ἄρχειν, ἀνατολῆς ἴσως καὶ δύσεως. φασὶ δὲ τὸν αὐτὸν καὶ ἔφορον τῶν ἐπὶ πόλεμον ὁρμώντων τυγχάνειν καὶ διὰ μὲν τῆς μιᾶς ὄψεως ἀποπέμπειν διὰ δὲ τῆς ἑτέρας ἀνακαλεῖσθαι τὸ στράτευμα. ὁ δὲ Πραιτέξτατος ὁ | |
25 | ἱεροφάντης, ὁ Σωπάτρῳ τε τῷ τελεστῇ καὶ Κωνσταν‐ | |
τίνῳ τῷ αὐτοκράτωρι συλλαβὼν ἐπὶ τῷ πολισμῷ τῆς εὐδαίμονος ταύτης πόλεως, δύναμιν αὐτὸν εἶναί τινα βούλεται ἐφ’ ἑκατέρας Ἄρκτου τεταγμένην καὶ τὰς θειο‐ τέρας ψυχὰς ἐπὶ τὸν σεληνιακὸν χορὸν ἀποπέμπειν. | 65 | |
30 | καὶ ταῦτα μὲν οἱ Ῥωμαίων ἱεροφάνται· ἄλλος δέ φησι τὸν Ἰανὸν ἥρωα γενέσθαι καὶ πρῶτον κατασκευάσαι τεμένη καὶ τιμὰς τοῖς θεοῖς ἐπιτελέσαι, καὶ διὰ τοῦτο μνήμην αὐτοῦ ἐν τοῖς ἱεροῖς γενέσθαι. ὅ γε μὴν Δημόφιλος πρῶτον αὐτὸν βούλεται οἴκους καὶ πυλεῶνας | |
35 | κατασκευάσαι καὶ ἀπὸ τῆς ἰανούας, ὅ ἐστι θύρας, Ἰανουάριον ὀνομασθῆναι. ἔχειν δὲ αὐτὸν καὶ ἀδελφὴν τοὔνομα Καμασήνην. Ὀβίδιος ὁ Ῥωμαῖος Ἰανὸν ἀλλη‐ γορεῖ τὸ χάος εἶναι. Δίων ὁ Ῥωμαῖος ἀρχαῖόν τινα ἥρωα Ἰανὸν λέγει, διὰ τὴν τοῦ Κρόνου ξένισιν λαβόντα τὴν | |
40 | γνῶσιν τῶν μελλόντων καὶ τῶν προϋπαρχόντων, καὶ διὰ τοῦτο διπρόσωπον ὑπὸ Ῥωμαίων πλάττεσθαι· ἐξ οὗ τόν τε μῆνα κληθῆναι Ἰανουάριον, καὶ τὴν τοῦ ἔτους ἀρχὴν ἀπὸ τοῦ αὐτοῦ μηνὸς γίνεσθαι. | |
Mens.4.3 | Οὗτος δὲ ὁ μὴν πρότερον Μονίας ἐκαλεῖτο ἀπὸ τῆς μονάδος. ἡ δὲ πρώτη τῶν Καλενδῶν ἑορτὴ Ῥω‐ μαίοις σεβασμιωτάτη. καὶ ὁ ὕπατος ἵππῳ λευκῷ ἐπο‐ χούμενος καὶ αὐτὸς λευχείμων ἡγούμενος πομπῆς | |
5 | ἀνέτρεχεν ἐν τῷ Καπιτωλίῳ—τὸν δὲ τοιοῦτον τρόπον τῆς πομπῆς πατρίως ὀβατίωνα ἐκάλουν ἐκ τῆς τῶν προβάτων θυσίας. καὶ τὸν μὲν ἵππον προσέφερεν ὁ ὕπατος τῷ Διί—καὶ γὰρ Ἥλιος αὐτὸς κατὰ Φε‐ ρεκύδην—εἶτ’ ἐκεῖθεν τὴν ὕπατον ἀναλαβὼν στολὴν | 66 |
10 | προήρχετο. τοῦτο δὲ εἰς τιμὴν τοῦ Διὸς ὡσεὶ κατα‐ γωνισθέντων ἐκείνῳ τῶν Γιγάντων, ἀντὶ τοῦ νικηθέν‐ τος τοῦ χείματος ὑπὸ τοῦ ἡλίου. οἱ δὲ μυθικοὶ Βριάρεω τὸν χειμῶνα καλοῦσι πολύχειρά τινα, διὰ τὸ πολυσχιδῶς τὸ ὑγρὸν ἐκχεῖσθαι κατ’ αὐτόν. καὶ νῦν | |
15 | μὲν μάχεται ὁ Βριάρεως τῷ Διὶ οἱονεὶ τῷ ἡλίῳ, καὶ σύμμαχος αὖθις αὐτῷ γίνεται διὰ τὸ τὴν ὑγρὰν οὐσίαν σύμμαχον εἶναι τῇ θερμῇ. | |
Mens.4.4 | Ἡλίου τοίνυν ἐπεκτείνοντος τὴν ἡμέραν πρό‐ εισιν ὁ ὕπατος, καὶ ἡ μὲν ἡμέρα ἑορτῆς καὶ ἐκεχειρίας. οἰωνοῦ δὲ χάριν οἱ ἄρχοντες ἐπὶ τῶν βημάτων ἐγί‐ νοντο καὶ πάντα τὰ στρατεύματα σὺν τοῖς ἐπισήμοις | |
5 | συνήγετο. καὶ πάλαι μὲν ἰσχάδας ἀλλήλοις ἐπεδίδοσαν, ἀπὸ γλυκείας τροφῆς δῆθεν ἀπαρχόμενοι. φύλλα δὲ δάφνης ἐδίδοσαν ἅπερ ἐκάλουν στρῆνα εἰς τιμὴν δαί‐ μονός τινος οὕτω προσαγορευομένης, ἥτις ἔφορός ἐστι τῶν νικῶν. τὸ δὲ στρῆνα καθ’ Ἕλληνας τὸν εὐαρχισμὸν | |
10 | τὸν ἐπὶ ἐντρεχείας στρατιωτικῆς σημαίνει. οὐ γὰρ—ὡς τὸ πλῆθος—ἀπάγεται παιγνίου καὶ ῥᾳστώνης χάριν. φασὶ 〈δὲ〉 Λατῖνον ἐκεῖνον τοῦ Τηλεγόνου μὲν ἀδελφόν, Κίρ‐ | |
κης δὲ παῖδα, πενθερὸν δὲ Αἰνείου, κτίζοντα τὴν τῆς Ῥώμης ἀκρόπολιν πρὸ τῆς παρουσίας Αἰνείου εὑρεῖν | 67 | |
15 | ἐπὶ τοῦ τόπου δάφνην κατὰ τύχην καὶ οὕτως πάλιν ἐᾶσαι αὐτὴν ἐκεῖσε διαμένειν· καὶ διὰ τοῦτο καὶ ἐν‐ ταῦθα Δάφνην προσαγορεύουσι τὸ Παλάτιον. τὴν δάφνην δὲ οἱ παλαιοὶ τῷ Ἀπόλλωνι καθιεροῦσιν, ὅτι πυρὸς πλῆρες τὸ φυτὸν ὥς φησιν ὁ Πλούταρχος | |
20 | καὶ ὁ Ἀπόλλων πῦρ· ὁ ἥλιος γάρ ἐστιν. ὅθεν καὶ ἀπεχθάνεται δαίμοσι τοῦτο τὸ φυτὸν καὶ ἔνθεν ἂν εἴη δάφνη, ἐκποδὼν δαίμονες, κἀν ταῖς μαντείαις καίοντες ταύτην οἱ ἄνθρωποι παράστασιν προφητείας δοκοῦσιν εὑρηκέναι. οἱ παλαιότεροι δὲ τῷ Ἄρει τὴν δάφνην ἀνετί‐ | |
25 | θησαν, οἱ δὲ μετ’ αὐτοὺς τῷ Ἡλίῳ, ὅθεν καὶ τοὺς νικη‐ τὰς τῶν πολεμίων δάφναις ἔστεφον, ὥσπερ τοὺς σωτῆρας πάλιν τῇ δρυΐ, διὰ τὸ σωτηρίαν τοῖς πάλαι πρὸ τῆς εὑρή‐ σεως τοῦ σίτου τὴν δρῦν γεγενῆσθαι· βαλάνους γὰρ ἤσ‐ θιον οἱ παλαιοὶ ἀντὶ σίτου. ὁ δὲ Ἐλπιδιανὸς ἐν τῷ περὶ | |
30 | ἑορτῶν στρήναν τὴν ὑγείαν τῇ Σαβίνων φωνῇ λέγεσθαί φησι, δι’ ἣν φύλλα δάφνης ἐπεδίδοτο τοῖς ἄρχουσι παρὰ τοῦ δήμου τῇ πρώτῃ τοῦ Ἰανουαρίου μηνός· ὑγείας γάρ ἐστιν ἐργαστική. οὐδὲ γὰρ ἱερὰ νόσος ἢ | |
δαίμων βαρὺς ἐνοχλήσει τῷ τόπῳ ἐν ᾧ δάφνη ἐστίν, | 68 | |
35 | ὥσπερ οὐδὲ κεραυνὸς ὅπου συκῆ, ἀλλὰ καὶ σκεδαστικὴ φασμάτων ἐστί· ταύτῃ τοι καὶ οἱ δι’ ὀνείρων θείας τυχεῖν ἐπιφανείας ἱμειρόμενοι ἰσχάδων καὶ μόνων μεταλαμβάνουσιν. ἐπεὶ δὲ καὶ φύλλα δάφνης μετὰ τῶν ἰσχάδων συνεπεδίδοντο, ἐπεκράτησε μέχρι καὶ νῦν | |
40 | ἡ συνήθεια, ἐν τοῖς ἀγγείοις τῶν ἰσχάδων καὶ φύλλα δάφνης ἐμβάλλεσθαι. διέμεινε δὲ ὅμως τὸ ἔθος ἐκ μόνης εὐπορίας ἐναλλαγέν· ἀντὶ μὲν γὰρ ἰσχάδων ἐπιδίδωσι πόπανα, ἀντὶ δὲ τῶν φύλλων χρυσίον. πλα‐ κοῦντας δὲ Ῥωμαῖοι τὰ ἐκ μέλιτος πόπανα καλοῦσι | |
45 | διὰ τὸ ἐν Πλακεντίᾳ τῇ πόλει τῆς Ἰταλίας πρῶτον ἐξ Ἑλλήνων ἢ μᾶλλον ἐκ Σαμίων τὴν τοιαύτην ἐδωδὴν παρελθεῖν, καὶ διὰ τοῦτο οὕτως λέγεσθαι, ὡς Ταραν‐ τῖνα ἀπὸ Τάραντος καὶ Κανουβικὰ ἀπὸ Κανούβου καὶ Κοπτὰ ἀπὸ Κοπτοῦ. Σάμιος δέ τις πρῶτος μέλιτι | |
Mens.4.4(50) | φυράσας ἄρτον κατεσκεύασε Δίων καὶ τὴν λεγομένην σίσαμον ἐξεῦρεν ἐν τῇ Σάμῳ· ὅθεν καὶ συγγενὲς προση‐ γορίᾳ τοῦ καρποῦ τὸ χωρίον. | |
Mens.4.5 | Ἐδέχοντο δὲ ἐπὶ τῆς Ῥώμης οἱ αὐτοκράτορες φιλήματι τοὺς ἄρχοντας πρὸς τιμὴν ἐλευθερίας, ἀπελα‐ θέντων τῶν τυράννων διὰ Βρούτου τοῦ Ῥωμαίων ὑπάτου. | |
Mens.4.6 | Ὅτι ἱερὸν κατὰ τὸν Ἰάμβλιχον ὁ δράκων ἐστί· λέγει γὰρ ὧδε· ‘θεῖον τὸ τοῦ δράκοντος ζῶον, πνευ‐ ματικώτατον πάντων ἑρπετῶν καὶ πυρῶδες· παρ’ ὃ καὶ τάχος αὐτῷ ἀνυπέρβλητον διὰ τοῦ πνεύματος, | 69 |
5 | χωρὶς ποδῶν καὶ χειρῶν ἢ ἄλλου τινὸς τῶν ἐκτός, δι’ ὧν τὰ λοιπὰ ζῶα τὰς κινήσεις ποιεῖται· καὶ ποικίλων σχημάτων τύπους ἀποτελεῖ καὶ κατὰ τὴν πορείαν ἑλικοειδεῖς ἔχει τὰς ὁρμὰς ἐφ’ ὃ βούλεται τάχος. πολυ‐ χρονιώτατος δέ ἐστι, καὶ οὐ μόνον ἐκδυόμενος τὸ | |
10 | γῆρας νεάζει, ἀλλὰ καὶ αὔξησιν ἐπιδέχεσθαι μείζονα πέφυκε, καὶ ἐπειδὰν τὸ ὡρισμένον μέτρον πληρώσῃ, εἰς ἑαυτὸν ἀναλίσκεται. διὸ καὶ ἱεροῖς τοῦτο τὸ ζῶον καὶ μυστηρίοις συμπαρείληπται.‘ ὀξύτατα δὲ πάντων βλέπει, ὅθεν καὶ δράκων ὠνόμασται. | |
Mens.4.7 | Ἐν ταύτῃ τῇ ἡμέρᾳ Τραιανὸς τῇ πάντων Τύχῃ καθιέρωσε ναόν, θεσπίσας κατὰ τὸν ἱερὸν νόμον, μηδένα παρὰ τὸν θύσαντα γεύεσθαι τῆς θυσίας. ὅτι οὐδαμοῦ τοῦ τῆς Τύχης ὀνόματος Ὅμηρος μέμνηται, | |
5 | Ἡσίοδος μέντοι. Εἱμαρμένη οἱονεὶ εἰρομένη διὰ τὸ χρόνου δεῖσθαι καὶ διαστάσεως, ἵνα ὁ εἱρμὸς τῶν ὑποκειμένων σώζηται. ὅτι τὸ τῆς Τύχης καὶ Εἱμαρ‐ μένης ἐπὶ τῆς γενέσεως προβέβληται ὄνομα· καὶ μάρτυς Ἑρμῆς ἐν τῷ καλουμένῳ τελείῳ λόγῳ οὕτως εἰπών· | |
10 | ‘αἱ καλούμεναι ἑπτὰ σφαῖραι ἔχουσιν ἀρχὴν τὴν καλου‐ | |
μένην τύχην ἢ εἱμαρμένην, ἥτις πάντα ἀλλοιοῖ καὶ ἐπὶ τῶν αὐτῶν οὐκ ἐᾷ μένειν. ἡ δὲ εἱμαρμένη ἐστὶ καὶ ἡ εἱμαρτὴ ἐνέργεια ἢ αὐτὸς ὁ θεὸς ἢ ἡ μετ’ ἐκείνην τεταγμένη κατὰ πάντων οὐρανίων τε καὶ ἐπιγείων μετὰ | 70 | |
15 | τῆς ἀνάγκης τάξις. καὶ ἡ μὲν αὐτὰς κύει τὰς ἀρχὰς τῶν πραγμάτων, ἣ δὲ καταναγκάζει καὶ τὰ τέλη γίνεσθαι· ταύταις δὲ ἀκολουθεῖ τάξις καὶ νόμος καὶ οὐδὲν ἄτακ‐ τον‘. ὅτι κατὰ τὰ Ἑρμοῦ δόγματα μᾶλλον ὁ Πορφύριος δοκεῖ λέγειν περὶ τύχης, λέγων οὕτω· ‘τὴν τύχην οἱ | |
20 | παλαιοὶ τῷ ἑπτὰ ἀριθμῷ συνῆπτον, ὡς τὴν τῶν ἑπτὰ ἐπίκλωσιν ἔχουσαν, ὅσα εἰς τὸ ζῶον καὶ τὴν ἐκτὸς τούτου ἐνέργειαν ἀπ’ αὐτῆς ἐπικλώθεται ταύτης κυρίας πάντων γινομένησ‘. καὶ τὸν καιρὸν δὲ τῇ τύχῃ προσνέ‐ μουσι, διότι ὁ καιρὸς ἐν τοῖς πράγμασι καὶ εὐστοχία | |
25 | ἑκάστου πρὸς τὸ ὑποκείμενον. ὁ δὲ Πρόκλος ἐν ὑπο‐ τυπώσει τῆς Πλατωνικῆς φιλοσοφίας περὶ τῶν τῆς ψυχῆς δογμάτων ταῦτα λέγει· ‘οἱ μὲν ἡλιακοὺς ἔλαχον δαιμόνων ἡγεμόνας, οἱ δὲ σεληνιακούς, ἄλλοι δὲ ἄλλους. πρὸς τοίνυν τὴν φύσιν τῶν ἡγεμόνων πρόεισιν ἀν‐ | |
30 | θρώποις τὰ εὐτυχήματα· διὰ γὰρ μέσων αὐτῶν ἀπὸ τῶν θείων εἰς ἡμᾶς διαπέμπεται τὰ ἀγαθὰ κατ’ ἀξίαν‘. καὶ μάρτυς ὁ Εὐριπίδου Πηλεύς· θεοῦ γὰρ ἐκτὸς οὐδεὶς εὐτυχεῖ βροτός. Φεῦ τῶν βροτείων ὡς ἀνώμαλοι τύχαι; | |
35 | οἱ μὲν γὰρ εὖ πράσσουσι, τοῖς δὲ συμφοραὶ | |
〈σκληραὶ〉 πάρεισιν εὐσεβοῦσι πρὸς θεοῦ. Ῥωμαῖοι δὲ μηδὲν ἕτερον παρὰ τὴν ἐν ἀνθρώποις εὐδαιμονίαν εἶναι νομίζοντες αὐτὴν καὶ μόνην τῶν πάντων ἡγεῖσθαι νενομίκασι, Φορτοῦναν αὐτὴν ἀπὸ | 71 | |
40 | τῆς φορᾶς ἐμφερῶς ὀνομάσαντες. δῆλον δὲ ὅτι ὁ μὲν Πλάτων κατὰ τὴν ἔνθεον αὐτοῦ ἀφέλειαν μέμνηται ἀπολύτως τοῦ τύχης ὀνόματος, οὐ μὴν θεολογῶν ἐν τάξει θεῶν τίθησι αὐτήν. Ἀριστοτέλης δὲ καὶ Θεό‐ φραστος καὶ πάντες οἱ κατ’ αὐτοὺς οὐδὲ εἶναι αὐτὴν | |
45 | ἀξιοῦσι φάσκοντες· εἰ ἔστιν ἀρετή, οὐκ ἔστι τύχη· ἄνω γὰρ καὶ κάτω τὰ τῆς τύχης ἐν τοῖς ἀνθρωπίνοις γυμνάζεται πράγμασι, πλούτῳ δὲ καὶ δυνάμει καὶ δια‐ φερόντως ἀδικίᾳ· οἱ δὲ πρὸς ἀρετὴν ἔχοντες καὶ θεοῦ μεμνημένοι καὶ κρείττονας ἐπὶ τῶν ἀΰλων καὶ μακαρίων | |
Mens.4.7(50) | πραγμάτων ἐλπίδας σαλεύοντες καταφρονοῦσι τῶν τῇδε καλῶν· οὐδὲν γὰρ ἀσφαλές ἐστι τῆς τύχης, ὡς Εὐρι‐ πίδης ἐν Ὑψιπύλῃ. Ὦ θνητὰ παραφρονήματ’ ἀνθρώπων· μάτην οἵ φασιν εἶναι τὴν τύχην ἀλλ’ οὐ θεούς· | |
55 | εἰ γὰρ τύχη μὲν ἔστιν, οὐδὲν δεῖ θεοῦ, εἰ δ’ οἱ θεοὶ σθένουσιν, οὐδὲν ἡ τύχη. εἰκαῖον γάρ τι καὶ ἀνούσιον τὸ τῆς τύχης ὄνομα. τὰ | |
τῶν ἀνθρώπων πράγματα κλίμακι πέφυκεν ἐξομοιοῦ‐ σθαι διὰ τὴν ἀνώμαλον αὐτῶν φοράν· ‘ἐν μιᾷ γάρ‘, | 72 | |
60 | ὡς ἔφη τις, ἡμέρᾳ τὸν μὲν καθεῖλεν ὑψόθεν, τὸν δ’ ἦρ’ ἄνω, μηδενὸς ἐν ὁμοίῳ πεφυκότος μένειν τῶν παρ’ ἡμῖν, ἀλλὰ παντοίαις μεταβάλλοντος τροπαῖς. ἢ οὐκ ἄρ‐ | |
65 | χοντες μὲν ἐξ ἰδιωτῶν, ἰδιῶται δὲ ἐξ ἀρχόντων, πέ‐ νητες δὲ ἐκ πλουσίων καὶ ἐκ πενήτων πολυχρήματοι, καὶ ἔνδοξοι μὲν ἐξ ἠμελημένων, ἐπιφανέστατοι δὲ ἐξ ἀδόξων γίνονται; χείρους οἱ τοῦ πλούτου παρὰ τὸ μέτρον ἐφιέμενοι, πλοῦτος γὰρ μᾶλλον κακίας ἢ κα‐ | |
70 | λοκἀγαθίας ὑπηρέτης ἐστί, φησὶν Ἰσοκράτης ὁ ῥήτωρ· καὶ οἶμαι τούτοις προσσχόντα τὸν Πλάτωνα φάναι, μηδένα γίνεσθαι μεγίστου πλούτου κύριον, εἰ μὴ τὸν προεζημιωμένον τὴν ψυχήν. | |
Mens.4.8 | Τῇ πρώτῃ τοίνυν ὡς ἔφημεν τῶν Καλενδῶν ἐθέσπιζον οἱ ἱερεῖς κατὰ τοὺς Σιβυλλίους χρησμοὺς ὑπὲρ ὑγείας χρῆναι πάντας ἀπὸ πρωῒ πρὸ πάσης ἑτέρας τροφῆς ἀπογεύεσθαι ἀκράτου οἴνου εἰς ἀποτρό‐ | |
5 | παιον ποδαλγίας. ἰστέον δὲ κατὰ τὴν ἡμέραν τῶν Καλενδῶν τὸν ἥλιον ἐφ’ ὕψους γίνεσθαι, τὸν δὲ Στέφανον δύεσθαι ὄρθρου. | |
Mens.4.9 | Τῇ δὲ ἑξῆς, ἥτις ἐστὶ πρὸ τεσσάρων Νωνῶν Ἰανουαρίων, ἐσχόλαζον διὰ τὰ ἱερὰ τὰ ἱπποδρόμια. οἱ δὲ πρὸ τῆς ἐπὶ τὴν ἱπποδρομίαν προόδου, συμπαρ‐ όντων αὐτοῖς τῶν ἀρχιερέων, ἐνήγιζον τοῖς δαίμοσιν, | 73 |
5 | ἐπὶ δὲ τῶν ἀγυιῶν τὰ παρ’ αὐτοῖς καλούμενα μιλιαρίσια τῷ πλήθει ἐπεδίδοσαν εἰς τιμὴν Σκιπίωνος· πρῶτος γὰρ αὐτὸς ἐπὶ τῆς ἑκατοστῆς ἐννάτης Ὀλυμπιάδος δι’ ἔνδειαν χρυσίου τοῖς στρατιώταις τὰ μιλιαρίσια κα‐ τασκευάσας ἐπιδέδωκεν, Ἀννίβου τοῖς πράγμασιν ἐπι‐ | |
10 | κειμένου. ὅτι κέρδος ἡ ἐπίκαιρος δόσις λέγεται καὶ μιλιαρίσια ἀπὸ τῆς μιλιτίας οἱονεὶ τῆς στρατιᾶς ὠνο‐ μάσθησαν. ὁ δὲ Δάρδανος ἐν τῷ περὶ σταθμῶν χιλίων ὀβολῶν λέγει πάλαι γενέσθαι τὸ μιλιαρίσιον, καὶ ἀπὸ τῆς χιλιάδος τῶν ὀβολῶν οὕτως ὀνομασθῆναι. | |
Mens.4.10 | Μετ’ αὐτὴν βότα πούβλικα ὡσανεὶ δημοσίαι εὐχαί. ἱερούργουν δὲ καὶ οἱ ὕπατοι ὑπὲρ τῆς πολι‐ τείας καὶ τοῦ δήμου τοῦ Ῥωμαϊκοῦ, καὶ πάντες οἱ ἄρχοντες ἐξώμνυντο τὰ δίκαια φυλάττειν τοῖς ὑπηκόοις. | |
5 | καὶ τοῦτ’ ἔπραττον ὥσπερ ἐξ ἀνάγκης, ἐπεὶ πολλάκις παρανομοῦντες οἱ ἄρχοντες ἢ ἐπὶ δεκασμοῦ ἁλόντες ἐν φρουρᾷ πρὸς τῶν δημάρχων ἀπετέθησαν. καὶ ἀδεῶς τὸ πλῆθος ἀπέσκωπτεν εἰς τοὺς ἄρχοντας οὐ ῥήμασιν, ἀλλὰ καὶ σχήμασιν ἐπὶ τὸ γελοιῶδες ἔχουσι· τοῦτο δὲ | |
10 | ἔπραττον εἰς τιμὴν ἐλευθερίας, καὶ οἱ ἄρχοντες ἐνεδί‐ | |
δοσαν, ὡσανεὶ νόμῳ τῇ συνηθείᾳ παραχωροῦντες. καὶ ἀνέφερον τὴν οἰωνοσκοπίαν οἱ ὕπατοι τοῖς αὐτοκρά‐ τορσι, δι’ ἧς ἐγινώσκετο, ποταπὸς ἄρα ἔσται ὁ ἐνιαυτός. ἐπειδὴ γὰρ οἱ φυσικοὶ τὴν μὲν πρώτην τῆς ἑβδομάδος | 74 | |
15 | ἡμέραν τῷ Ἡλίῳ ἀναγράφουσι, τὴν δὲ δευτέραν τῇ Σελήνῃ, τὴν δὲ τρίτην Ἄρει, τὴν δὲ τετάρτην Ἑρμῇ, τὴν πέμπτην δὲ τῷ Διί, τὴν δὲ ἕκτην τῇ Ἀφροδίτῃ, τὴν δὲ ἑβδόμην τῷ Κρόνῳ, εἰ μὲν συνέβη ἡμέρᾳ Ἡλίου συνδραμεῖν τὴν ἑορτὴν τῶν Καλενδῶν ἤγουν τὴν | |
20 | πρώτην τοῦ Ἰανουαρίου, πολέμους καὶ ἀρχόντων δια‐ φορὰς καὶ τῶν ὑπηκόων δι’ αὐτοὺς διχονοίας ἀνέ‐ μενον, τοὺς δὲ ξηροὺς καρποὺς ἀφθόνους καὶ φήμας παραδόξους· εἰ δὲ Σελήνης, τοιαῦτα μὲν οὐκέτι, φθορὰν δὲ βρεφῶν καὶ σπάνιν τῶν ἐπιτηδείων ἔαρ τε ψυχρόν, | |
25 | τὰ δ’ ἀκρόδρυα δαψιλῶς ἐπιδώσειν ᾤοντο· εἰ δ’ Ἄρεος, ἐμπρησμοὺς μὲν καὶ νόσους, οἴνου δὲ καὶ ἐλαίου καὶ ὀσπρίων ἀφθονίαν καὶ στάσιν ἐμφύλιον· ὅταν δὲ Ἑρμοῦ, φθορὰν μὲν νηπίων καὶ νόσους ἐκ ῥύσεως γαστρὸς καὶ ταῖς μέσαις ἐν ἡλικίᾳ γυναιξὶ φθορὰν καὶ λιμὸν | |
30 | ἀπευκταῖον καθόλου. ἐν δὲ τῇ Διὸς ἡμέρᾳ ἐμπιπτούσης τῆς τῶν Καλενδῶν ἑορτῆς πάντα μὲν ἀγαθὰ ἐδίδοτο προσδοκᾶν, χιονώδη δὲ καὶ ὑετώδη τὸν καιρόν, ὡς μηδὲ τοὺς ποταμοὺς ταῖς ἰδίαις ἀρκεσθῆναι κοίταις· ἐπὶ δὲ τῆς ἕκτης, ἥτις Ἀφροδίτης εἶναι νομίζεται, τοῖς | |
35 | μὲν ἄρχουσι θόρυβον, τοῖς δὲ καρποῖς ἐπίδοσιν, καὶ τοῖς κοινοῖς πολέμους βαρεῖς, φθοράν τε ἀνθρώπων καὶ διαφερόντως τῆς νεολαίας ἀνέμενον· κατὰ δὲ τὴν ἑβδόμην χειμῶνα μὲν πάντως—καὶ γὰρ ψυχρὸς ὁ Κρό‐ νος—εὐετηρίαν τε ὅσην, ἐπεὶ ἔφορος τῶν καρπῶν | 75 |
40 | αὐτὸς εἶναι ὑπείληπται, νόσους τε καὶ κινδύνους καὶ ἀνέμους τῷ θέρει καὶ χαλάζης ἐπιφορὰν περὶ τὸν καρκῖνον καὶ φήμην τοῖς πράγμασιν ἀδόκητον οἰωνί‐ ζοντο. | |
Mens.4.11 | Ὅτι τὸν φοίνικά φασιν διὰ πεντακοσίων ἐτῶν εἴς τινα τόπον τῆς ἄνω Ἰνδίας κατιέναι καὶ πα‐ ρασκευάζειν ἑαυτῷ ἔκ τε κινναμώμου καὶ φύλλων νάρδου τε καὶ μαράθου θημῶνα ἐπιβαίνειν τε τούτου· | |
5 | οὗ δῆθεν ἐξαπτομένου ὑπό τινος αἰφνιδίου δαίμονος αὐτὸν μὲν ἀναλίσκεσθαι τῷ πυρὶ τὸν φοίνικα· μετ’ οὐ πολὺ δὲ ἐξ αὐτοῦ παραπλήσιον ἀναφύεσθαι σκώληκα, πτεροποιηθέντα δὲ παραχρῆμα ἐπὶ τὸν ἥλιον ἀνίπτασθαι. πράττεται δὲ τοῦτο ἐπὶ τοῦ ἐν Ἡλίου πόλει βωμοῦ | |
10 | κατὰ τὸν Ἀπολλώνιον· τοὐντεῦθεν δὴ τῶν ἐνδοξοτάτων κατὰ τὴν Αἴγυπτον συνελθόντων τινῶν μετέωρος ἀρθεὶς μετὰ παραπομπῆς τῶν ἀθροισθέντων ἄπεισιν ὅθεν ἧκεν. | |
Mens.4.12 | Ὅτι διοσημείας γινομένης παρὰ Ῥωμαίοις οὔτε στρατιὰ ἐκινεῖτο οὔτε ἐκκλησία συνετελεῖτο, κἂν εἰ ὀλίγων ψεκάδων ἐπέψαυε κώλυμα. | |
Mens.4.13 | Ὅτι ᾧ τρόπῳ ὁ τοῦ μάγνητος λίθος τὸν σίδηρον ἐφ’ ἃ κινεῖται διὰ τὴν ἐμφέρειαν τῆς κατὰ | |
τὸν ἀσώματον λόγον ὁμοουσίου δυνάμεως μεταφέρει, τούτῳ τῷ τρόπῳ τὰ ἐμφερῆ ἄψυχα τοῖς ἐμφερέσιν | 76 | |
5 | ἐμψύχοις ὑπακούει μεταφερόμενα. ὅτι δὲ ἐμφερὴς τῷ μάγνητι λίθῳ κατά τινα δύναμιν ὁ σίδηρος εὐμαρὲς συνιδεῖν· ὁ γὰρ ἐξ αὐτοῦ μεταλλευθεὶς σίδηρος οὐδὲν ἧττον τὸν ἐξ ἄλλης ὕλης μεταλλευθέντα σίδηρον εἰς ὃ κινεῖται μεταφέρει, πλὴν εἰ μὴ χυλῷ κρομμύων ἀλιφῇ, | |
10 | ὡς τοῖς φυσικοῖς δοκεῖ. αὖθις δὲ τραγείῳ αἵματι χριό‐ μενος ὁ μάγνης τὴν ἑλκτικὴν ἀναδέχεται δύναμιν. | |
Mens.4.14 | Ἡ γένεσις τοῦ πιπέρεως κατὰ τοὺς παλαιοὺς καὶ Κτησίαν τὸν Κνίδιον τοιαύτη· ἔθνος ἐστὶ κατὰ τὴν Ἀζούμην, Βησσάδαι τοὔνομα, σώμασι σμικροῖς καὶ ἀδρανεστάτοις κεχρημένοι, κεφαλαῖς μεγάλαις καὶ ἀκάρ‐ | |
5 | τοις καὶ παρὰ τὴν Ἰνδῶν φύσιν ἁπλόθριξιν· σπηλαίοις δὲ ἐνοικοῦσιν ὑπογείοις καὶ κρημνοβατεῖν ἐπιστάμενοι διὰ τὴν τοῦ τόπου συντροφίαν. οὗτοι ἀπὸ δενδρυ‐ φίων κολοβῶν ταῖς θάμνοις παραφυομένων τὸ πέπερι δρεπόμενοι συνάγουσιν. ὁ δὲ Μάξιμός φησι· ‘φυτόν | |
10 | ἐστι ἐν τῇ Ἰνδίᾳ πρῶτον μὲν ἀνάκανθον, φυτουρ‐ γούμενον δὲ ὡς ἄμπελος ἀναδενδρὰς ἢ ὑπὸ χάρακα, φέρει δὲ τὸν καρπὸν βοτρυώδη ὡς τερέβινθος, ἔχει δὲ | |
φύλλον κισσῶδες ὑπόμακρον· φυτευόμενον δὲ τριετὲς ἄρχεται καρποφορεῖν, θνήσκει δὲ ὀκταετές· τρυγηθὲν | 77 | |
15 | δὲ οὐ φρυγόμενον μελαίνεται, ἀλλ’ ἐκ τοῦ ἐν τῷ ἡλίῳ διατίθεσθαι· ὅθεν συμβαίνει τὸ σκιόψυκτον λευκὸν διαμένειν. | |
Mens.4.15 | Ὅτι ποντίφικες οἱ ἀρχιερεῖς παρὰ Ῥωμαίοις ἐλέγοντο, καθάπερ ἐν Ἀθήναις τὸ πάλαι γεφυραῖοι πάντες οἱ περὶ τὰ πάτρια ἱερὰ ἐξηγηταὶ καὶ ἀρχιερεῖς— διοικηταὶ τῶν ὅλων—ὠνομάζοντο, διὰ τὸ ἐπὶ τῆς | |
5 | γεφύρας τοῦ Σπερχειοῦ ποταμοῦ ἱερατεύειν τῷ Παλλα‐ δίῳ. πόντην γὰρ οἱ Ῥωμαῖοι τὴν γέφυραν καλοῦσι, καὶ ποντίλια τὰ γεφυραῖα ξύλα. ὅθεν καὶ πραξιεργίαι δῆθεν ἐκαλοῦντο ὡσανεὶ τελεσταί. τοῦτο γὰρ σημαίνει τὸ πόντιφεξ ἀπὸ τοῦ δυνατοῦ ἐν ἔργοις. | |
Mens.4.16 | Τῇ πρὸ δέκα ὀκτὼ Καλενδῶν Φεβρουαρίων ἀνεμομαχίαν ὁ Βάρρων λέγει γίνεσθαι, Δημόκριτος δὲ τὸν λίβα μετὰ ὄμβρου φησὶ γίνεσθαι. | |
Mens.4.17 | Οἱ φιλόσοφοί φασι Διοσκόρους εἶναι τὸ ὑπὸ γῆν καὶ ὑπὲρ γῆν ἡμισφαίριον· τελευτῶσι δὲ ἀμοι‐ βαδὸν μυθικῶς, οἱονεὶ ὑπὸ τοὺς ἀντίποδας ἐξ ἀμοιβῆς φερόμενοι. οἱ δὲ περὶ Ἐπιμενίδην ἄρρενα καὶ θήλειαν | |
5 | ἐμύθευσαν τοὺς Διοσκόρους, τὸν μὲν αἰῶνα, ὥσπερ μονάδα, τὴν δὲ φύσιν, ὡς δυάδα, καλέσαντες· ἐκ γὰρ | |
μονάδος καὶ δυάδος ὁ πᾶς ζωογονικὸς καὶ ψυχογονικὸς ἐξεβλάστησεν ἀριθμός. ἰστέον δὲ κατὰ ταύτην τὴν ἡμέραν τοὺς ἐρίφους δύεσθαι καὶ τροπὴν γίνεσθαι | 78 | |
10 | κατὰ Φίλιππον. | |
Mens.4.18 | Πρὸ δεκαπέντε Καλενδῶν Φεβρουαρίων ὁ Δημόκριτος λέγει δύεσθαι τὸν δελφῖνα καὶ τροπὴν ὡς ἐπὶ πολὺ γίνεσθαι. πρὸ δεκατριῶν Καλενδῶν Φεβρουαρίων ὁ μὲν | |
5 | Εὐκτήμων τὸν καρκῖνον δύεσθαι, ὁ δὲ Κάλλιππος τὸν ὑδροχόον ἀνίσχειν λέγει, ὃν Δευκαλίωνα Ἵππαρχος καλεῖ ... βήσσαις καὶ χαράδραις τῶν ὀρῶν. πρὸ δεκαδύο Καλενδῶν Φεβρουαρίων Εὔδοξος τὸν ὑδροχόον ἀνίσχειν λέγει. | |
10 | πρὸ δεκαμιᾶς Καλενδῶν Φεβρουαρίων τὸν ἥλιον ἐν ὑδροχόῳ γενέσθαι ὁ Καῖσαρ λέγει, ὁ δὲ Εὔδοξος ἀνίσχειν αὐτὸν καὶ βροχὰς σημαίνειν· τῇ δὲ πρὸ δέκα Καλενδῶν Φεβρουαρίων ὁ Δημόκριτος ἄνεμον λίβα πνεῦσαι λέγει. | |
Mens.4.19 | Ὅτι Φάβιος ὁ βουλευτὴς κατεδικάσθη ὑπὸ τῆς βουλῆς, ὅτι παρὰ τὸν διωρισμένον τῷ νόμῳ ἄργυρον ἐδείκνυτο κεκτημένος. οὐδὲ γὰρ ἐφεῖτο παρὰ τὴν ἀξίαν κεκτῆσθαί τινι, ἀλλ’ οὐδὲ σηρικῇ χρῆσθαι ἐσθῆτι | |
5 | τοῖς τυχοῦσι, κἂν εὔποροι εἶεν, μόνοις δὲ τοῖς πατρι‐ | |
κίοις τοῦτο κατ’ ἐξαίρετον ἀνενήνεκτο. | 79 | |
Mens.4.20 | Τὸν Δομετιανὸν δεσπότην ἐκάλουν, ἀλλ’ οὐ βασιλέα, διὰ τὸ τυραννικὸν αὐτοῦ. | |
Mens.4.21 | Τὴν Ἥραν ἔνιοι τῶν φυσικῶν τὸ ὕδωρ εἶναι ἀξι‐ οῦσι, τὸν δὲ Δία τὸ πῦρ· μίξει δὲ ὑγρότητος 〈καὶ θερ‐ μότητοσ〉 τίκτεσθαι τοὺς καρπούς. ἀλλὰ καὶ Σελήνην αὐ‐ τὴν θεολογοῦσιν, οἷα ἐπὶ τῆς ὑγρᾶς οὐσίας τεταγμένην, | |
5 | καὶ τὸν Ἄρεα ἐξ αὐτῆς τεχθῆναι λέγουσιν, ἀντὶ τοῦ ταῖς συνθλίψεσι τῶν νεφελῶν τὸ ἀέριον καὶ δραστικὸν πῦρ· καὶ ταῶνα τὸν ὄρνιθα τοῖς ἱεροῖς τῆς Ἥρας οἱ φυσικοὶ διδόασιν οἱονεὶ τὸν ἀστερωπὸν ἀέρα ἤτοι οὐρανόν. | |
Mens.4.22 | Ὅτι τὴν Ἀθηνᾶν οἱ περὶ τὸν Κίγκιον πνεῦμα θεῖον εἶναι βούλονται καὶ ἄφθαρτον· ὅθεν καὶ Ἀθάναν αὐτὴν παρὰ τὸ ἀθάνατον Εὐριπίδης καλεῖ· ταύτην τε ἐκ τῆς κεφαλῆς τοῦ Διὸς προελθεῖν ὡσανεὶ ἐκ τοῦ | |
5 | οὐρανοῦ· κεφαλὴ γὰρ τοῦ παντὸς κόσμου οὐρανὸς κατὰ τοὺς Δία τὸν ἅπαντα καλοῦντας κόσμον. Τριτογένειαν δὲ αὐτὴν καὶ Τριτωνίδα καλοῦσιν, οὐ διὰ τὴν ἐκ Τρίτωνος κατὰ τοὺς ποιητὰς γένεσιν, ἀλλὰ διὰ τὸ | |
τρισσὰς εἶναι τὰς τῆς ψυχῆς ἐνεργείας. καὶ οἱ Χαλ‐ | 80 | |
10 | δαῖοι δέ φασι τὴν ψυχὴν ἁπλῆν εἶναι καὶ νοερὰν καὶ λογικὴν, προϊοῦσαν δὲ ἐκ τῶν νοητῶν ἐπὶ τὸν αἰσθητὸν κόσμον ἀπὸ μὲν τοῦ αἰθέρος προσλαμβάνειν τὸ θυμικόν· καὶ γὰρ ἐμπύριος ὁ αἰθήρ· ἀπὸ δὲ τῆς σεληνιακῆς σειρᾶς τὸ ἐπιθυμητικόν· καὶ γὰρ ὑγρὰ τὴν φύσιν ἡ | |
15 | σελήνη· ὅθεν καὶ αἱ περὶ ἐρώτων μαγγανεῖαι πρὸς τὴν σελήνην οἷα δὴ Ἀφροδίτην ὥς φασι καταπράτ‐ τονται. οἱ δὲ Ἀθηνᾶν τὸν ἀέρα, Τριτογένειαν δὲ αὐτὴν διὰ τὸ τρισὶ μεταβολαῖς ἀλλοιοῦσθαι τὸν ἀέρα, εἰς ἔαρ δῆλον, θέρος τε καὶ χειμῶνα· γλαυκῶπιν δὲ | |
20 | διὰ τὴν τοῦ ἀέρος ὄψιν ἔγγλαυκον εἶναι. Περσέα δὲ τὸν ἥλιον καὶ Γοργόνα τὴν ἡμέραν ἐκ τοῦ τάχους, οἷον εἰπεῖν, ὅτι διὰ τοῦ ἀέρος ὁ ἥλιος ἀποτρέχων ἀποτέμνει τὰς ἡμέρας, ὑπὸ τῆς Ἀθηνᾶς, οἱονεὶ τῆς προνοίας, τὴν ἅρπην—ἀντὶ τῆς ὀξύτητος—λαβών· | |
25 | καὶ διὰ τοῦτο ἐν τοῖς ὡρολογίοις ἔθος ἐγγλύφεσθαι Γοργόνα ἀντὶ τοῦ τὴν ἡμέραν. ὑγεία ἐστὶν ἡ τῶν ἐναντίων ποιοτήτων κατὰ τὸν σωστικὸν λόγον ἐπικρα‐ τοῦσα δύναμις. | |
Mens.4.23 | Οὔλπιος ἐκαλεῖτο ὁ Τραϊανὸς κατὰ τὴν τοῦ πατρὸς προσηγορίαν, Κρινῖτον δὲ αὐτὸν οἱονεὶ εὐπλό‐ καμον τοῖς Ῥωμαίοις ἐδόκει καλεῖν διὰ τὴν περὶ τὰς τῆς κεφαλῆς αὐτοῦ τρίχας σπουδήν. καὶ τὸ μὲν σῶμα | |
5 | ἦν βραχύς, τὰ δ’ ἄλλα ἀγαθὸς τὸν τρόπον ἐν συνα‐ σκήσει ὅπλων τε καὶ γυμνασίᾳ σώματος, οὐκ εὐγενοῦς τυγχάνων φαμιλίας· τριβοῦνος γὰρ ἦν πρότερον ἤγουν | |
φύλαρχος. συναισθανόμενος δὲ ὡς ἐραστής ἐστιν ὁ Νερβᾶς ........... τοῦ ὄντος αὐτῷ προαστείου— | 81 | |
10 | καὶ γὰρ ὅμοροι μᾶλλον περὶ τὴν κτῆσιν ἀλλήλων ἐτύγχανον—συγγράψας αὐτίκα δωρεᾶς γραμματεῖον ἐπὶ τῷ προαστείῳ τῷ Νερβᾷ προσεκόμισεν· ὁ δὲ ἀγα‐ σθεὶς τὸν Τραϊανὸν εἰς υἱοθεσίαν ἔλαβεν, ἔνθα γίνεται αὐτῷ πάροδος ἐπὶ τὴν βασιλείαν, ἐπεὶ θᾶττον ὁ Νερβᾶς | |
15 | ἐτελεύτα. αἰσθόμενος δέ, ὅτι διεβάλλετο ἐπὶ οἰνο‐ φλυγίᾳ, παντελῶς οἰνοποσίας ἀπείχετο. τὸ Ἀδραμύτ‐ τειον, πόλιν Ἀσίας, ὁ Τραϊανὸς ἔκτισεν λεγομένην ἀπὸ Ἀδραμύττου τοῦ ἀδελφοῦ Κροίσου· ὄνομα δὲ αὐτῇ τὸ πάλαι Ὑποπλάκιοι Θῆβαι. | |
Mens.4.24 | Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; λέγει κύ‐ ριος· πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν, καὶ στέαρ ἀρ‐ νῶν καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι, οὐδ’ ἂν ἔρχησθε ὀφθῆναί μοι· τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν | |
5 | χειρῶν ὑμῶν; πατεῖν τὴν αὐλήν μου οὐ προσθήσεσθε. ἐὰν φέρητε σεμίδαλιν, μάταιον· θυμίαμα βδέλυγμά μοί ἐστι. τὰς νουμηνίας ὑμῶν καὶ τὰ σάββατα καὶ ἡμέραν μεγάλην κλητὴν οὐκ ἀνέχομαι· νηστείαν καὶ ἀργίαν καὶ τὰς νουμηνίας ὑμῶν καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ | |
10 | ἡ ψυχή μου· ἐγενήθητέ μοι εἰς πλησμονήν. | 82 |
Mens.4.25(t) | Φεβρουάριος. | |
1 | Τῷ Φεβρουαρίῳ μηνὶ ἀπὸ Φεβρούας θεᾶς οὕτω προσαγορευομένης τὸ ὄνομα γέγονεν· Φεβρούαν δὲ θεὰν ἔφορον καὶ καθαρτικὴν τῶν πραγμάτων οἱ Ῥω‐ μαῖοι παρέλαβον. Ἀνύσιος δὲ ἐν τῷ περὶ μηνῶν Φε‐ | |
5 | βροῦον τὸν καταχθόνιον εἶναι τῇ Θούσκων φωνῇ λέ‐ γει, θεραπεύεσθαι δὲ πρὸς τῶν Λουπερκῶν ὑπὲρ ἐπι‐ δόσεως τῶν καρπῶν. ὁ δὲ Λαβεὼν ἀπὸ τοῦ πένθους λέγει κληθῆναι τὸν Φεβρουάριον· φέβερ γὰρ παρὰ Ῥωμαίοις τὸ πένθος προσαγορεύεται· κατ’ αὐτὸν δὲ | |
10 | τοὺς κατοιχομένους ἐτίμων· ἀλλὰ μὴν καὶ φεβρουᾶρε τὸ καθᾶραι τὰ ποντιφικάλια βιβλία καλεῖ, Φέβρον τὸν Πλούτωνα. ὅτι τὸ ὑπὸ σελήνην δαιμόνιον φῦλον τριχῆ διῄρηται κατὰ τὸν Ἰάμβλιχον· καὶ τὸ μὲν πρόσ‐ γειον αὐτοῦ τιμωρόν, τὸ δὲ ἀέριον καθαρτικόν, τὸ δὲ | |
15 | πρὸς τῇ σεληνιακῇ ζώνῃ σωτήριόν ἐστιν, ὃ δὴ καὶ ἡρωϊκὸν ἴσμεν· ἡγεῖσθαι δὲ λέγεται παντὸς τούτου | |
μέγιστός τις δαίμων· οὗτος δ’ ἂν εἴη μᾶλλον ὁ Πλού‐ των, ὥς φησιν ὁ αὐτὸς Ἰάμβλιχος. τὸν Φεβρουάριον μῆνα Ἥρᾳ ἀνατεθῆναι ἀξιοῦσι διὰ τὸ τὴν Ἥραν παρὰ | 83 | |
20 | τοῖς φυσικοῖς δοκεῖν εἶναι τὸν ὕπτιον ἀέρα· ὁ δὲ κα‐ θαρμὸς ἄντικρυς τῷ ἀέρι ἁρμόδιος. ἐκαθαίροντο δὲ οἱ ναοὶ καὶ τὰ ἱερὰ σκεύη ἐπὶ τούτου τοῦ μηνός· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἰδιωτικῶν πάντες τοῦ καθαρ‐ μοῦ ἀντείχοντο. ὅτι δὲ ἐν τῷ Φεβρουαρίῳ αἱ χοαὶ | |
25 | τῶν κατοιχομένων ἐτελοῦντο, διὰ τοῦτο ὁ Νουμᾶς αὐ‐ τὸν ἠλάττωσεν, ἀνόσιον εἶναι κρίνων ἴσα τοῖς ἄλλοις τιμᾶσθαι τὸν τοῖς γε τὸ πᾶν ἐλαττοῦσι χθονίοις ἐγ‐ κείμενον. οὐ μόνον δὲ Φεβρουάριος ἀλλὰ καὶ Φεβρουά‐ τος λέγεται, διὰ τὴν τούτου ἔφορον καὶ Φεβρουάταν | |
30 | καὶ Φεβρουάλεμ τοῖς ἱεροῖς ἀναφέρεσθαι. | |
Mens.4.26 | Οἱ τῶν Ῥωμαίων τὴν φυσικὴν ἱστορίαν συγ‐ γράφοντές φασι, σπέρμα τῇ μήτρᾳ καταβαλλόμενον ἐπὶ μὲν τῆς τρίτης ἡμέρας ἀλλοιοῦσθαι εἰς αἷμα, καὶ πρώ‐ την διαζωγραφεῖν τὴν καρδίαν, ἥτις πρώτη μὲν δια‐ | |
5 | πλάττεσθαι, τελευταία δὲ ἀποθνήσκειν λέγεται· εἰ γὰρ ἀρχὴ ἀριθμῶν ὁ τρεῖς, περιττὸς δέ ἐστιν ἀριθμός, ἄρα καὶ ἀρχὴ γενέσεως ἐξ αὐτοῦ. ἐπὶ δὲ τῆς ἐννάτης πή‐ γνυται καὶ εἰς σάρκα καὶ μυελοὺς συγγλοιοῦται· ἐπὶ δὲ τῆς τεσσαρακοστῆς εἰς ὄψιν τελείαν καὶ διατύπωσιν | |
10 | ἀποτελεῖσθαι καὶ ἁπλῶς εἰπεῖν τέλειον ἄνθρωπον. ὁμοίως κατὰ ἀναλογίαν τῶν ἡμερῶν καὶ ἐπὶ μηνῶν· ἐπὶ τοῦ τρίτου μηνὸς ἐγκινεῖσθαι ἐχόμενον τῇ μήτρᾳ, ἐπὶ δὲ τοῦ ἐννάτου μηνὸς παντελῶς ἀπαρτίζεσθαι καὶ πρὸς ἔξοδον σπεύδειν. καὶ εἰ μέν ἐστι θῆλυ, κατὰ | 84 |
15 | τὸν ἔννατον μῆνα, εἰ δὲ κρεῖττον, κατὰ τὸν δέκατον ἀρχόμενον, διὰ τὸ τὸν μὲν ἔννατον ἀριθμόν, θῆλυν ὄντα καὶ Σελήνης οἰκεῖον, πρὸς τὴν ὕλην ἀναφέρεσθαι, τὸν δὲ δέκατον παντέλειον εἶναι καὶ ἄρρενα. θῆλυ δὲ καὶ ἄρρεν γίνεται κατὰ τὴν τοῦ θερμοῦ ἐπικράτειαν· | |
20 | πλεονάζοντος μὲν τοῦ κατὰ τὸ σπέρμα θερμοῦ, ἅτε τῆς πήξεως ταχείας γινομένης, ἀρρενοῦται τε καὶ διαμορ‐ φοῦται ταχέως, ἐλαττουμένης δὲ κατισχύεται ὑπὸ τῆς ἐπιρροῆς καὶ καταγωνιζόμενον θηλύνεται, βράδιον δὲ πηγνύμενον βράδιον καὶ μορφοῦται. ὅτι δὲ ἀληθὴς ὁ | |
25 | λόγος, τὰ μὲν ἄρρενα καὶ τῶν τεσσαράκοντα ἡμερῶν ἐντὸς ἐκτιτρωσκόμενα μεμορφωμένα προπίπτει, τὰ δὲ θήλεα καὶ μετὰ τὰς τεσσαράκοντα ἡμέρας σαρκώδη τε καὶ ἀδιατύπωτα. μετὰ δὲ τὴν κύησιν ἐπὶ τῆς τρίτης τεχ‐ θὲν ἀποσπαργανοῦσθαι τὸ βρέφος φασίν, ἐπὶ δὲ τῆς | |
30 | ἐννάτης ἰσχυροποιεῖσθαι καὶ ἁφὴν ὑπομένειν· ἐπὶ δὲ τῆς τεσσαρακοστῆς προσλαμβάνειν τὸ γελαστικὸν καὶ ἄρχεσθαι ἐπιγινώσκειν τὴν μητέρα. ἐπὶ δὲ τῆς ἀνα‐ | |
στοιχειώσεως τοὺς ἴσους φασὶν ἀριθμοὺς αὖθις ἐξ ὑποστροφῆς παραφυλάττειν τὴν φύσιν, καὶ δι’ ὧν συν‐ | 85 | |
35 | έστη, δι’ αὐτῶν αὖθις ἀναλύεσθαι. τελευτήσαντος γοῦν ἀνθρώπου, ἐπὶ μὲν τῆς τρίτης ἀλλοιοῦται παν‐ τελῶς καὶ τὴν ἐπίγνωσιν τῆς ὄψεως διαπόλλυσι τὸ σῶμα· ἐπὶ δὲ τῆς ἐννάτης διαρρεῖ σύμπαν, ἔτι σωζο‐ μένης αὐτῷ τῆς καρδίας· ἐπὶ δὲ τῆς τεσσαρακοστῆς καὶ | |
40 | αὕτη συναπόλλυται τῷ παντί. διὰ τοῦτο τρίτην ἐννά‐ την καὶ τεσσαρακοστὴν ἐπὶ τῶν τεθνηκότων φυλάττου‐ σιν οἱ ἐναγίζοντες αὐτοῖς, τῆς τέ ποτε συστάσεως τῆς τε μετ’ ἐκείνην ἐπιδόσεως καὶ τὸ δὴ πέρας τῆς ἀναλύ‐ σεως ἐπιμιμνησκόμενοι. | |
Mens.4.27 | Ὅτι Γάλλων παραλαβόντων τὴν Ῥώμην ὁ Κά‐ μιλλος συναγείρας πλῆθος ἀθρόον ἐμπίπτει τοῖς πολε‐ μίοις· καὶ μάχης κρατερᾶς γενομένης κλασθέντων αὐ‐ τοῖς τῶν ξιφῶν σὺν καὶ τοῖς ὅπλοις—οὔπω γὰρ σι‐ | |
5 | δηροῖς ἐχρῶντο Ῥωμαῖοι θώραξι, χαλκοῖς δὲ κατὰ τὴν παλαιότητα—τὸ λοιπὸν εἰς χεῖρας ἐλθεῖν ἕλκειν τε ἀλλήλους ἔκ τε τῶν λοφιῶν τῶν περικεφαλαιῶν καὶ ἐξ αὐτῶν μέντοι τῶν τοῦ πώγωνος τριχῶν· τέλος δὲ τοὺς βαρβάρους ἀπήλασε καὶ Ῥώμην ἐρρύσατο καὶ δεύτερος | |
10 | Ῥωμύλος ὠνομάσθη. καὶ οὕτως ἀποκείρειν τε τοὺς πώ‐ γωνας ἐπ’ ἄκρου καὶ σιδηροῦς τοὺς θώρακας κατασκευά‐ ζειν τέτακται καὶ ἄνευ λοφιῶν τὰς περικεφαλαίας ἔχειν. | |
Mens.4.28 | .... ἐν τῇ πρὸς δῆμον ὀρατίωνι οἱονεὶ προσ‐ φωνήσει. ὅτι σπαθάριος ὁ σωματοφύλαξ ἐστίν, καὶ φαυρικίσιοι οἱ τῶν ὅπλων δημιουργοί. | 86 |
Mens.4.29 | Εἰδοῖς Φεβρουαρίαις· ἀπὸ ταύτης τῆς ἡμέρας ἀπὸ ὥρας ἕκτης διὰ τὰς τῶν κατοιχομένων χοὰς τὰ ἱερὰ κατησφαλίζοντο, καὶ οἱ ἄρχοντες ἐν σχήματι ἰδιω‐ τῶν προῄεσαν ἄχρι τῆς πρὸ ὀκτὼ Καλενδῶν Μαρτίων. | |
5 | αἱ δὲ σώφρονες γυναῖκες—ματρώνας δὲ αὐτὰς οἱ Ῥωμαῖοι καλοῦσιν, οἱ δὲ Ἕλληνες οἰκοδεσποίνας— τοσοῦτον τῆς αἰδοῦς ἐφρόντιζον, ὡς μηδὲ ταῖς πολλαῖς τῶν γυναικῶν ὁμιλεῖν, ἀλλὰ καὶ τόπους τινὰς ἡσυχίους ἐν τοῖς βαλανείοις ἔξω τοῦ πλήθους ἑαυταῖς ἀφορίζειν, | |
10 | οὓς ἔτι καὶ νῦν ματρωνίκια καλοῦσιν. αὗται τοίνυν αἱ σώφρονες τοῖς Βρούτου δαίμοσιν ἐνήγιζον δι’ αἰτίαν τοιαύτην· Λουκρητία, γυνή τις Ῥωμαία περιττῶς εὐ‐ πρεπής τε καὶ σώφρων, λέγεται βιασθῆναί ποτε ὑπὸ Ταρκυνίου τοῦ τελευταίου τῶν ῥηγῶν ἢ τοῦ αὐτοῦ | |
15 | παιδός· Σούπερβον δὲ αὐτὸν ἡ ἱστορία καλεῖ οἱονεὶ ἀλαζόνα· πρῶτος γὰρ αὐτὸς ὄργανα ποινῶν καὶ μέ‐ ταλλα ἐξεῦρεν· ὅπως δὲ μὴ μαλάττοιτο τοῖς αἰκισμοῖς τῶν τιμωρουμένων, βοτάνην αὐτοῖς ἐπεδίδου, ἣ γέλωτα ἐνεποίει παρὰ σκοπὸν τοῖς πάσχουσι. γίνεται δὲ καὶ | |
20 | νῦν ἐπὶ Σαρδοῦς τῆς νήσου ἡ τοιαύτη βοτάνη, ὅθεν καὶ Σαρδόνιον γέλωτά φασιν. ἔνθεν τὸν Ταρκύνιον Σούπερβον ἀντὶ τοῦ ἀπηνῆ καὶ ὠμὸν ἐκάλουν· οὐδὲν δὲ ἂν τέκοι μῖσος ὡς ταῦτα. ἐκείνη τοίνυν ἡ Λου‐ | |
κρητία, κρείττονα τὴν σωφροσύνην τῆς βασιλικῆς ὁμι‐ | 87 | |
25 | λίας ἡγησαμένη, καὶ οὐκ αὐτῆς μόνης ἀλλὰ καὶ ζωῆς αὐτῆς, μεταπεμψαμένη τοὺς ἑαυτῆς ἀφηγησαμένη τε τήν, εἴγε ἄρα ἐβούλετο, λανθάνειν δυναμένην ἁμαρ‐ τίαν, ἑαυτὴν παρόντων τῶν τῆς σωφροσύνης μαρτύρων ἀπέσφαξε. κινεῖται οὖν ὁ δῆμος πρὸς τοῦτο καὶ τὸ | |
30 | μῖσος τοῦ τυράννου προσεποιεῖτο, ........ ὃς δραξά‐ μενος καιροῦ ἡγεῖται τοῦ Ῥωμαϊκοῦ δήμου καὶ παρω‐ θεῖται τῆς βασιλείας τὸν Ταρκύνιον. ἐτιμήθη οὖν, ὡς ἐλέγομεν, παρὰ ταῖς Ῥωμαίων γυναιξὶν ὁ Βροῦτος μετὰ θάνατον δημοσίῳ πένθει, οἷα ἔκδικος τῆς σω‐ | |
35 | φροσύνης· καὶ Βρούτας ἑαυτὰς ἠξίουν ὀνομάζεσθαι πρὸς τιμὴν Βρούτου. | |
Mens.4.30 | Βέρνακλον τὸν δημόσιον οἰκέτην οἱ Ῥωμαῖοι καλοῦσιν. ἐπειδὴ εἰς τρεῖς μοίρας ὁ Ῥωμαϊκὸς διῄρητο δῆμος, τρίβους ἡ φυλὴ παρ’ αὐτοῖς ὠνομάσθη, καὶ τριβοῦνοι οἱ δήμαρχοι. φροντὶς δὲ ἦν αὐτοῖς τῆς ἱπ‐ | |
5 | ποδρομίας, ὡς ἐπιτελοῖτο προσηκόντως· καὶ διὰ τοῦτο τριβοῦνος ἔτι καὶ νῦν ἡγεῖται τῶν βολουπτάτων, ἀντὶ τοῦ τῶν τέρψεων. ὅτι ἀγὼν καὶ ἀγωνία ὁ τόπος λέ‐ γεται διὰ τὸ κυκλοτερές, παρὰ τὸ μὴ ἔχειν γωνίαν, ἧς εἰς τύπον καὶ στέφανοι κυκλοτερεῖς τοῖς νικῶσιν ἐπε‐ | |
10 | τίθεντο. οἱ δὲ τρεῖς ὀβελοὶ τὴν τρίστοιχον φύσιν δηλοῦσιν, ὕδατος πυρὸς γῆς· ἐπ’ αὐτῶν γὰρ καὶ μό‐ νων ὁ θάνατος τὴν ἐνέργειαν ἔχει. ὅθεν καὶ τρικάρη‐ | |
νον ὁ μῦθος δίδωσι τῷ Πλούτωνι κύνα, ἀντὶ τοῦ τρίστοιχον· ὁ γὰρ ἀὴρ ζωοποιός ἐστι. διὰ τῶν ὀβε‐ | 88 | |
15 | λῶν οὖν δηλοῦται, ὡς πρὸς τιμὴν τῶν ὑπὲρ πατρίδος ἀποθνησκόντων τὴν ἀγωνίαν ἐπετέλουν, τριῶν ἁρμά‐ των καὶ οὐ τεττάρων ἁμιλλωμένων ἐπὶ τῆς ἱπποδρο‐ μίας· οἱ μὲν ῥουσσάτοι οἱονεὶ ἐρυθροί, οἱ δὲ ἀλβᾶτοι οἱονεὶ λευκοί, οἱ δὲ βίριδες οἱονεὶ ἀνθηροί, πρασίνους | |
20 | δὲ αὐτοὺς νῦν προσαγορεύουσι. καὶ οἱ μὲν ῥουσσάτοι ἠξίουν τοῦ Ἄρεως εἶναι, οἱ δὲ λευκοὶ τοῦ Διός, οἱ δὲ ἀνθηροὶ τῆς Ἀφροδίτης. ὕστερον δὲ καὶ τὸ βένετον· βενέτους δὲ αὐτοὺς ἐπιχωρίως καλοῦσι σιδηροβάφους ἀπὸ τῶν περὶ τὴν Ἀδρίαν Ἑνετῶν τοιαύταις ἐσθῆσι | |
25 | χρωμένων· βένετον δὲ οἱ Ῥωμαῖοι τὸ παρ’ ἡμῖν καλ‐ λάϊνον χρῶμα προσαγορεύουσιν. οἱ Γάλλοι τοίνυν ἴδιόν τινα τόπον ἐν τῷ ἱππικῷ θεωροῦντες ἐπλήρουν, καὶ Βενέτους αὐτοὺς ἐκ τῶν ἐσθημάτων ὠνόμαζον, καὶ Βενετίαν τὴν χώραν, διὰ τὸ μηδένα ποτὲ κατ’ ἐκείνην | |
30 | εὐπορῆσαι στολῆς. διὰ δὲ τὰ τέσσαρα στοιχεῖα ἐποίη‐ σαν τέσσαρας τοὺς ἀγῶνας· τὸ ἀνθηρὸν ἀντὶ πυρός, εἰς τὴν τῆς Ῥώμης τιμήν—Φλῶραν δὲ αὐτὴν ὠνό‐ μαζον, ὥσπερ ἡμεῖς Ἄνθουσαν—δεύτερον τὸ λευκὸν διὰ τὸν ἀέρα, τρίτην τάξιν Ἄρει, καὶ τετάρτην ἄρτι | |
35 | προσληφθεῖσαν Κρόνῳ ἢ Ποσειδῶνι· ἑκατέροις γὰρ τὸ | |
κυανοῦν προσνενέμηται. ῥούσιοι μὲν ἀνέκειντο πυρὶ διὰ τὸ χρῶμα, ὁμοίως πράσινοι γῇ διὰ τὰ ἄνθη, βέ‐ νετοι Ἥρᾳ, λευκοὶ δὲ ὕδατι. οἱ δέ φασι πράσινον μὲν τὸ ἔαρ, ῥούσιον δὲ τὸ θέρος, βένετον δὲ τὸ φθι‐ | 89 | |
40 | νόπωρον, λευκὸν δὲ τὸν χειμῶνα. κακοδαιμονίαν οὖν οἰωνίζοντο τὴν χείρονα ψῆφον τὸν ἀνθηρὸν ἀπενέγκα‐ σθαι, ὡς αὐτῆς Ῥώμης ἡττηθείσης. τοῦ γὰρ δυτικοῦ κέντρου εἰς τὸ τῆς γῆς στοιχεῖον ἀναφερομένου εἰκὸς ἦν αὐτοῖς μέλειν αὐτῆς. ὅθεν καὶ Ἑστίαν πρὸ πάν‐ | |
45 | των φαίνονται τιμήσαντες Ῥωμαῖοι, ὥσπερ τὸν πετρο‐ γενῆ Μίθραν οἱ Πέρσαι διὰ τὸ τοῦ πυρὸς κέντρον, καὶ τὴν ὑγρὰν οὐσίαν οἱ ὑπὸ τὴν Ἄρκτον διὰ τὸ κέν‐ τρον τοῦ ὕδατος, καὶ Ἶσιν Αἰγύπτιοι, ἀντὶ τοῦ τὴν Σελήνην, τὴν τοῦ παντὸς ἀέρος ἔφορον. | |
Mens.4.31 | Καθάπερ ἐν τῇ μήτρᾳ τυγχάνον τὸ βρέφος οὐ δεῖται ἑτέρας τροφῆς, ἀλλ’ ἐξ αἵματος εἰλικρινοῦς τρέ‐ φεται, οὕτως οὐδὲ τοῖς τελευτήσασι κατὰ τὸν πρότερον, ὡς ἐλέγομεν, ἐνιαυτὸν ἐπεχόαζον, ὥσπερ ἐν μήτρᾳ | |
5 | παρὰ τῇ φύσει λανθάνουσιν. αἱ γὰρ χοαὶ παραψυχή τις εἰσεφέρετο τοῖς εἰδώλοις τῶν τετελευτηκότων, γάλα, αἷμα καὶ οἶνος, καὶ σεμίδαλις, καὶ κόγχος, καὶ ἕτερά τινα. χοὰς δὲ αὐτὰς ὠνόμαζον ἐκ τοῦ ἐπεκχεῖσθαι τοῖς τάφοις. σώζεται δὲ καὶ νῦν ἴχνος· ἐν γὰρ τοῖς | |
10 | ἱεροῖς ἄρτον καὶ οἶνον προσφέρομεν. | |
Mens.4.32 | Ὅτι ὁ Αἰγύπτιος Ἑρμῆς ἐν τῷ λόγῳ αὐτοῦ τῷ καλουμένῳ τελείῳ φησὶ τοὺς μὲν τιμωροὺς τῶν δαιμόνων ἐν αὐτῇ τῇ ὕλῃ παρόντας τιμωρεῖσθαι τὸ ἀνθρώπειον κατ’ ἀξίαν, τοὺς δὲ καθαρτικοὺς ἐν τῷ | 90 |
5 | ἀέρι πεπηγότας τὰς ψυχὰς μετὰ θάνατον ἀνατρέχειν πειρωμένας ἀποκαθαίρειν περὶ τὰς χαλαζώδεις καὶ πυρώδεις τοῦ ἀέρος ζώνας, ἃς οἱ ποιηταὶ καὶ αὐτὸς ὁ Πλάτων ἐν Φαίδωνι Τάρταρον καὶ Πυριφλεγέθοντα ὀνομάζουσι· τοὺς δὲ σωτηρικοὺς πρὸς τῷ σεληνιακῷ | |
10 | χώρῳ τεταγμένους ἀποσώζειν τὰς ψυχάς. | |
Mens.4.33(t) | Μάρτιος. | |
1 | Τὸν Μάρτιον, καθὰ καὶ τοῦτο προείπομεν, ἀρχὴν ἐνιαυτοῦ ἐνόμιζον οἱ Ῥωμαῖοι· ἀνετίθουν δὲ αὐτὸν τῷ Ἄρει· οὗτος δὲ πρότερον Ζεφυρίτης ὠνομά‐ ζετο καὶ Πρῖμος· ὁ γὰρ τὴν Ῥώμην κτίσας Ῥῶμος καὶ | |
5 | τέμενος τοῦ Ἄρεος ἐν αὐτῇ τῷ μηνὶ τούτῳ ἀπαρτίσας Μαρτίου αὐτὴν μετωνόμασεν, τουτέστιν Ἄρεος κατὰ τὴν πάτριον ἐκείνου φωνήν. | |
Mens.4.34 | Οἱ μυθικοί φασιν· ὁ Ζεὺς συνελθὼν τῇ ἀδελ‐ φῇ Ἥρᾳ ἔτεκεν Ἄρεα, οἱονεὶ ὁ αἰθὴρ συναπτόμενος τῷ ἀέρι ἀποθλίβει τὸ ἀέριον πῦρ. οἱ δὲ φυσικοὶ Ἄρεα μὲν οὐχ ὡς οἱ γραμματικῶν παῖδες ἐκ τῆς ἄρσεως καὶ | |
5 | ἀναιρέσεως αὐτὸν ὀνομασθῆναί φασιν, ἀλλ’ ἐκ τοῦ ἀρήγειν καὶ συλλαμβάνειν τοῖς κατὰ βίαν καὶ μάχην συμπτώμασιν, ἢ ὡς ἀρκτικὸν καὶ μεταβολῆς αἴτιον· | |
διδόασι δὲ αὐτῷ ὕψωμα τὸν Αἰγόκερων. ὅτι τὸν Μάρ‐ τεμ οἱ Ῥωμαῖοι μόρτεμ ἐκάλουν, οἱονεὶ θάνατον, ἢ | 91 | |
10 | κινητὴν τῶν τεχνῶν ἢ Ἄρεα τὸν παρ’ ἀρρένων καὶ μόνων τιμώμενον ἢ ἐκ τοῦ μάρνασθαι κατὰ Φιλόξενον, καλεῖται δὲ Αἰγυπτιαστὶ Ἐρτωσί· τοῦτο δὲ σημαίνει παντὸς γένους ζωογονίαν καὶ πάσης οὐσίας καὶ ὕλης κατὰ φύσιν καὶ δύναμιν διατακτικὴν ζωογονικήν. ὁ | |
15 | Ἄρης χαλκοῦ καὶ σιδήρου εὑρέτης ἐγένετο. τὴν δὲ Ἀφροδίτην οἱ φυσικοί, ποτὲ μὲν αὐτῷ, ποτὲ δὲ Ἡφαί‐ στῳ συνάπτουσιν οἱονεὶ τῇ ὑγρᾷ οὐσίᾳ τὴν πυρώδη, ἐξ ὑγροῦ δήπουθεν καὶ θερμοῦ προιέναι τὴν γένεσιν αἰνιττόμενοι· ἢ καί, ἐπειδὴ κοινὸς αὐτοῖς ὁ σκόρπιος, | |
20 | Ἄρεος μὲν 〈ὄντοσ〉 τοῦ κέντρου, τῶν δὲ χηλῶν Ἀφροδίτης. ἀποστρέφεται δέ, ὥσπερ κατὰ τὸν μῦθον, Ἀφροδίτη τὸν Ἄρην, ἐπειδὴ ὁ χειμὼν ἀκολουθεῖ τῷ τοῦ Ἄρεος ἰδίῳ καταστήματι, ἡ δὲ Ἀφροδίτη εὔκρατος. ὥστε ἐναντίως ἔχουσι πρὸς ἑαυτούς, ἀλλ’ οὐ καθόλου· καὶ | |
25 | γὰρ ἀλλήλοις κατὰ τὸ τοῦ καιροῦ προσεχὲς συνάπτε‐ σθαι δοκοῦσι, μετὰ γὰρ χειμῶνα τὸ ἔαρ ἀναφέρεται. θεραπεύεται δὲ ὁ Ἄρης ἤχοις ὅπλων καὶ σάλπιγξι, καὶ διὰ τοῦτο αὐτῷ τὴν πρώτην ἑορτὴν ἐπετέλουν οἱ Ῥω‐ μαῖοι, καλοῦντες αὐτὴν Ἀρμιλούστριον οἱονεὶ καθαρ‐ | |
30 | μὸν ὅπλων, μὴ χείματος μὴ ἑτέρας τινὸς περιστάσεως εἰργούσης τὴν κίνησιν τῶν ὅπλων ἐπὶ τῷ τοῦ Ἄρεος πεδίῳ. ὄνομα δὲ αὐτῷ κατ’ Αἰγυπτίους Πυρόεις, ὅθεν καὶ Ξανθικὸς παρὰ Μακεδόσιν· Ἕλληνες δὲ αὐτόν, ὡς | |
εἴρηται, Ἄρεα ἐκ τῶν πραγμάτων προσηγόρευον. οὐδὲ | 92 | |
35 | γὰρ ἄν τις εὕρῃ κυρίαν θεοῦ προσηγορίαν κατὰ τὸν Ἀπολλόδωρον, ἀλλ’ οὐδὲ φύσεως γνώρισμα, ἐπεὶ νῦν μὲν ἄρρενας, νῦν δὲ θηλείας τὰς ἰδέας εἰσάγουσιν οἱ φιλοσοφοῦντες· ἀλλ’ ἐκ τῶν ἀποτελεσμάτων ὀνομασίας αὐτοῖς ἔθεντο, ἄρρενας μὲν θεοὺς 〈τὰσ〉 δημιουργικὰς | |
40 | δυνάμεις, θηλείας δὲ τὰς ζωογόνους εἰσάγοντες. | |
Mens.4.35 | Ὅτι ἀγαθὸς μάλιστα ὁ Ἄρεος ἀστὴρ καὶ ὁ τοῦ Κρόνου, εἴγε ἀγαθὰ πάντα καὶ φλαῦρον οὐδὲν κατὰ Πλάτωνα, ἀλλὰ τὴν τούτων θειότητα τὰ ὑπὸ σελήνην μὴ φέροντα φθείρεται, ὥς φησιν Ἰάμβλιχος. ὅτι κα‐ | |
5 | κοποιὸν τὸν Ἄρην οἱ ἀστρολόγοι φασίν, οὐχ ὅτι τοι‐ οῦτος τὴν φύσιν, ἀλλ’ ἐπειδὴ κατιούσαις ταῖς ψυχαῖς ἐπὶ τὴν γένεσιν τῷ τῆς δίκης νόμῳ παρέπεται, κατ’ ἀξίαν πράττων ἐπ’ αὐταῖς τὰ δίκαια· ἀγαθὸς δὲ ἄρα ὁ τῇ δίκῃ συμμαχῶν. ὅτι πρὸς τοῦ Διαδόχου Πρό‐ | |
10 | κλου ἔστι μαθεῖν, ὅτι οὐκ ἐν ὑπάρξει οὐδὲ οὐσίᾳ τὸ κακόν, λέγοντος ὅτι οὐδὲ εἶναι τὸ κακόν ἐστι δυνα‐ τόν, μήτε ἐναντίον φανταζόμενον ὡς ἀγαθόν. ὅτι τοῦ ἀγαθοῦ ἕνεκα καὶ αὐτὸ τὸ κακόν· ἀλλὰ πάντα γε ἕνεκα τοῦ ἀγαθοῦ· καὶ τὸ θεῖον ἀναίτιον τοῦ κακοῦ· οὐ γὰρ | |
15 | τὸ κακὸν εἴη κακὸν ἐκεῖθεν, ἀλλ’ ἐξ ἄλλων αἰτίων, καὶ οἷς τὸ γεννᾶν οὐ κατὰ δύναμιν ἀλλὰ κατ’ ἀσθέ‐ νειαν ὑπάρχει· διό μοι δοκεῖ καὶ ὁ Πλάτων περὶ τὸν πάντων βασιλέα τὰ πάντα θέμενος, καὶ αὐτὸ διδοὺς εἶναι τὸ κακὸν ὥσπερ ἀγαθὸν φανταζόμενον· εἰ γὰρ | |
20 | αὐτὸ τῶν ὄντων ἐστίν, οὕτω τε ἂν αὐτὸ ἁπάντων αἴ‐ τιον προσειπεῖν χρεών· καὶ οὐχ ἁπλῶς ἁπάντων οὐδὲ τῶν κακῶν, ἀλλὰ καὶ τούτων ἀναίτιον καὶ παντὸς τοῦ ὄντος αἴτιον· ὥστε οὐ ποιοῦσιν οἱ θεοὶ τὸ κακόν, ἀλλ’ ὡς ἀγαθόν, καὶ ἀναιροῦσιν αὐτὸ ὡς κακόν. ὅρος | 93 |
25 | γάρ ἐστι κακοῦ οὐκ οὐσία ζῶσα καὶ ἔμψυχος ἀλλὰ διά‐ θεσις ἐν ψυχῇ ἐναντίως ἔχουσα πρὸς ἀρετὴν διὰ τὴν τοῦ καλοῦ ἀπόπτωσιν ταῖς ῥᾳθυμίαις ἐγγινομένη. λάβοι οὖν ἄν τις εὐσεβῶς καὶ τοὺς λεγομένους κακο‐ ποιοὺς τῶν πλανήτων, οὐκ ὄντας μὲν τοιούτους τὴν | |
30 | φύσιν, συντελοῦντας δὲ εἰς τὴν τοῦ παντὸς διοίκησιν· εἰ γὰρ ψύχει μὲν ὁ Κρόνος, ὁ δὲ Ἄρης θερμαίνει, ἄρα συντελοῦσι τῇ γενέσει, καὶ καθ’ ἑαυτὰ μὲν φθαρτικά ἐστι, κιρνώμενα δὲ σωτήρια. | |
Mens.4.36 | Ὅτι ὁ Πτολεμαῖος ἐν τῇ ἁρμονικῇ· ὡρισμένοι, φησίν, εἰσὶν οἱ ἀριθμοί, δι’ ὧν ἐν πᾶσι τοῖς πρὸς ἄλληλα συμβαίνουσι καὶ ἁρμοζομένοις ὁμολόγος γίνε‐ ται συμφωνία· καὶ οὐδ’ ὁτιοῦν δύναταί τινι, εἰ μὴ | |
5 | διὰ τούτων τῶν ἀριθμῶν συνελθεῖν. εἰσὶ δ’ οὗτοι· ἐπίτριτος ἡμιόλιος σπονδεῖος διπλάσιος τριπλάσιος τε‐ τραπλάσιος. | |
Mens.4.37 | Ὅτι τὸ μὲν αἰσθητὸν ἐξ ἡλίου, τὸ δὲ φυσικὸν ἐκ τῆς σεληνιακῆς σφαίρας πρὸς ἡμᾶς παραγίνεται, καὶ τῇ τῶν φώτων ἑκατέρων εὐποιΐᾳ κατ’ ἐξαίρετον ἥδε συνέστηκεν ἡμῖν ἡ ζωὴ ἢ μέντοι ἡμετέρα ἀναστροφὴ | |
5 | καὶ αἱ τῶν πράξεων προκοπαὶ τοῦτο μὲν πρὸς τὰ δύο ταυτὶ φῶτα, τοῦτο δὲ καὶ πρὸς τοὺς πέντε πλάνητας | |
ἀναφέρονται· ἀλλὰ τούτων τῶν ἀστέρων ἄλλους μὲν ἡ μεσιτεία τῶν ἀνωτέρω μνημονευθέντων ἀριθμῶν καλῶς μετὰ τῶν φώτων ἑνοῖ καὶ συνάπτει. ἄλλος δὲ | 94 | |
10 | οὐδεὶς ἀριθμοῦ σύνδεσμος συμβιβάζει μετὰ τῶν φώτων· οὐκοῦν οἱ μὲν τῆς Ἀφροδίτης καὶ τοῦ Διὸς ἀστέρες διὰ τούτων τῶν ἀριθμῶν ἑκατέρῳ τῶν φώτων συνά‐ πτονται, ἀλλ’ ὁ μὲν τοῦ Διὸς τῷ ἡλίῳ διὰ πάντων, τῇ δὲ σελήνῃ διὰ πλειόνων, ὁ δὲ τῆς Ἀφροδίτης τῇ μὲν σε‐ | |
15 | λήνῃ διὰ πάντων, τῷ δ’ ἡλίῳ διὰ πλειόνων ἁρμόζεται ἀριθμῶν. ἐντεῦθεν εἰ καὶ τὰ μάλιστα τούτων ἑκάτερον ἀγαθοποιόν, ὁ τοῦ Διὸς ὅμως ἀστὴρ σὺν ἡλίῳ λυσι‐ τελέστερός ἐστι, καὶ ὁ τῆς Ἀφροδίτης σὺν τῇ σελήνῃ· οἱ δὲ τοῦ Κρόνου καὶ Ἄρεος ἀστέρες οὕτως οὐκ ἔχουσι | |
20 | πρὸς τὰ φῶτα σύμβασιν, ὥς τινι μέντοι ἐσχάτῃ ἀριθμῶν ἐμφάσει τὸν μὲν Κρόνον πρὸς τὸν ἥλιον ἀφορᾶν, τὸν δὲ Ἄρην πρὸς τὴν σελήνην. καὶ διὰ ταῦτα ἧττον ὠφέλιμοι τῇ ἀνθρωπίνῃ δοκοῦσι ζωῇ· τί δὲ δήποτε καὶ αὐτοὶ ἔσθ’ ὅτε καὶ πλοῦτον καὶ περι‐ | |
25 | φάνειαν τοῖς ἀνθρώποις παρέχειν πιστεύονται, ἑτέρᾳ τοῦτο ἐξετάσει προσήκει. ὅ γε μὴν Πλωτῖνος ἐν βι‐ βλίῳ τῷ ἐπιγραφομένῳ ‘ὅπως ποιεῖ τὰ ἄστρα‘ περὶ τούτου ἀποφαινόμενός φησι, μηδὲν ἢ δυνάμει ἢ ἐξου‐ σίᾳ τούτων τοῖς ἀνθρώποις συμβαίνειν, ἀλλ’ ἅπερ ἡ | |
30 | τῆς θείας οἰκονομίας ἀνάγκη ἑκάστοις ἐκύρωσεν, οὕτω διὰ τοῦ τῶν ἑπτὰ τούτων προποδισμοῦ ἢ στηριγμοῦ ἢ ὑποποδισμοῦ δείκνυσθαι, ὥσπερ καὶ οἰωνοὶ ἤτοι περιπτάμενοι ἢ ἀτρεμοῦντες τὰ μέλλοντα ταῖς πτέρυξιν | |
ἢ ταῖς φωναῖς σημαίνουσιν εἰδότες. τοῦ Πλωτίνου ἐκ | 95 | |
35 | τοῦ αὐτοῦ λόγου· ‘σημαίνει—ἤγουν τὰ ἄστρα—μὲν οὖν πάντα ὅσα ἐν αἰσθητῷ, ποιεῖ δὲ ἄλλα, ὅσα φανε‐ ρῶς ποιεῖ· ἡμεῖς δὲ ψυχῆς ἔργα κατὰ φύσιν ποιοῦμεν, ἕως μὴ ἐσφάλημεν ἐν τῷ πλήθει τοῦ παντός· σφαλέν‐ τες δὲ ἔχομεν δίκην.‘ | |
Mens.4.38 | Ὅτι ὡς αὐτός φησι Πλωτῖνος· ‘Πλάτωνι δὲ ὁ ἀτρακτός ἐστι τό τε πλανώμενον καὶ τὸ ἀπλανὲς τῆς περιφορᾶς· καὶ αἱ Μοῖραι δὲ καὶ ἡ Ἀνάγκη μήτηρ οὖσα στρέφουσι καὶ ἐν τῇ γενέσει ἑκάστου ἐπικλώθουσι | |
5 | καὶ δι’ αὐτῆς εἶσιν εἰς γένεσιν τὰ γεννώμενα· ἔν τε Τιμαίῳ θεὸς μὲν ὁ ποιήσας τὴν ἀρχὴν τῆς ψυχῆς δί‐ δωσιν· οἱ δὲ φερόμενοι θεοὶ τὰ δεινὰ καὶ ἀναγκαῖα πάθη, θυμοὺς καὶ ἐπιθυμίας, καὶ ἡδονὰς καὶ λύπας αὖ, καὶ ψυχῆς ἄλλο εἶδος, ἀφ’ οὗ τὰ παθήματα ταυτί. | |
10 | οὗτοι γὰρ οἱ λόγοι συνδέουσιν ἡμᾶς τοῖς ἄστροις, παρ’ αὐτῶν ψυχὴν κομιζομένους καὶ ὑποτάττουσι τῇ ἀνάγκῃ ἐνταῦθα ἰόντας· καὶ ἤθη τοίνυν παρ’ αὐτῶν καὶ κατὰ τὰ ἤθη πράξεις, καὶ πάθη ἀπὸ ἕξεως παθητικῆς οὔσης· ὥστε τί λοιπὸν ἡμεῖς, ἢ ὅπερ ἐσμὲν κατ’ ἀλήθειαν | |
15 | ἡμεῖς, οἷς καὶ κρατεῖν τῶν παθῶν ἔδωκεν ἡ φύσις· καὶ γὰρ ὅμως ἐν τούτοις τοῖς κακοῖς διὰ τοῦ σώματος ἀπειλημμένοις ἀδέσποτον ἀρετὴν θεὸς ἔδωκεν. οὐ γὰρ ἐν ἡσύχῳ οὖσιν ἀρετῆς δεῖ ἡμῖν, ἀλλ’ ὅταν κίνδυνος ἐν κακοῖς εἶναι ἀρετῆς οὐ παρούσης. διὸ καὶ φεύγειν | |
20 | ἐντεῦθεν δεῖ καὶ χωρίζειν αὑτοὺς ἀπὸ τῶν προσγεγε‐ | |
νημένων καὶ μὴ τὸ σύνθετον εἶναι σῶμα ἐψυχωμένον, ἐν ᾧ κρατεῖ μᾶλλον ἡ σώματος φύσις ψυχῆς τι ἴχνος λαβοῦσα, ὡς τὴν ζωὴν τὴν κοινὴν μᾶλλον τοῦ σώματος εἶναι. πάντα γὰρ σωματικὰ ὅλα ταύτης, τῆς δὲ ἑτέρας | 96 | |
25 | τῆς ἔξω ἡ πρὸς τὸ ἄνω φορὰ καὶ τὸ καλὸν καὶ τὸ θεῖον, ὧν οὐδεὶς κρατεῖ, ἀλλ’ ἢ προσχρῆται, ἵν’ ᾖ ἐκεῖνο καὶ κατὰ τοῦτο ζῇ ἀναχωρήσας, ἢ ἔρημος ταύ‐ της τῆς ψυχῆς γενόμενος ζῇ ἐν εἱμαρμένῃ· καὶ ἐν‐ ταῦθα τὰ ἄστρα αὐτῷ οὐ μόνον σημαίνει, ἀλλὰ καὶ | |
30 | γίνεται αὐτὸς οἷον μέρος καὶ τῷ ὅλῳ συνέπεται, οὗ μέρος. διττὸς γὰρ ἕκαστος· ὁ μὲν τὸ συναμφότερόν τι, ὁ δὲ αὐτὸς καὶ πᾶς ὁ κόσμος δὲ, ὁ μὲν τὸ ἐκ σώματος καὶ ψυχῆς τινος δεθείσης σώματι, ὁ δὲ ἡ τοῦ παντὸς ψυχὴ ἡ μὴ ἐν σώματι, ἐλλάμπουσα δὲ ἴχνη τῇ ἐν σώ‐ | |
35 | ματι, καὶ ἥλιος δὴ καὶ τἄλλα διττὰ οὕτω‘. | |
Mens.4.39 | Ὅτι ἐπειδὴ τόδε τὸ πᾶν ἀρρήτῳ τέχνῃ πεποί‐ κιλται ἁρμονίας τε πλῆρες εὐδαίμονός ἐστιν, ἀνάγκη δήπουθεν ἐξ ὀξέων καὶ βαρέων, προσηνῶν τε καὶ αὐ‐ στηρῶν φθόγγων καὶ ῥυθμῶν καὶ τόνων, ἵν’ οὕτως | |
5 | εἴπω, συνηρμόσθαι τὴν φύσιν. | |
Mens.4.40 | Ὅτι οἱ παλαιοὶ μετὰ τελευτὴν ἔκαιον τὰ σώ‐ ματα, συναποθεοῦντες ὥσπερ τῇ ψυχῇ καὶ τὸ σῶμα· καθάπερ γὰρ ἐκείνη πυρώδης τὴν φύσιν καὶ πρὸς τὰ ἄνω σπεύδουσα, οὕτω βαρὺ τὸ σῶμα καὶ ψυχρὸν καὶ | |
5 | πρὸς τὰ κάτω ῥέπον. ἐδόκουν τοίνυν καὶ αὐτὸ τὸ εἴδωλον ἐκκαθαίρειν τοῦ σώματος τῇ τοῦ πυρὸς ἁγι‐ | |
στείᾳ· οὐ γὰρ ἀληθὴς ὁ λόγος ὁ κατὰ τὸν Ἀναξίμαν‐ δρον, ὃς ἐκ τοῦ πυρὸς εἶναι τόδε τὸ πᾶν ἀπεφήνατο, καὶ διὰ τοῦτο πυρὶ παραδοθῆναι πρὸς τῶν ἀρχαίων τὰ | 97 | |
10 | σώματα· ἢ κατὰ τοὺς Στωϊκούς, οἳ καθολικὴν ἐκπύ‐ ρωσιν ἀναμένοντες προαπετέφρουν τοὺς θνήσκοντας· πολλῷ γὰρ πρεσβυτάτῳ τῶν ἐν φιλοσοφίᾳ δογμάτων ἡ τοιαύτη τῶν σωμάτων ἀναστοιχείωσις. τοὺς μέντοι ὀδόντας οὐκ ἔχοντας φύσεως ἢ πυρὶ ἢ χρόνῳ γοῦν | |
15 | μακρῷ καταναλίσκεσθαι, κατελίμπανον ἐπ’ αὐτῆς τῆς πυρᾶς ὡς τὸ λοιπὸν ἀχρήστους πρὸς τὸν τῆς παλιγ‐ γενεσίας λόγον ἀποβλέποντες· σφόδρα γὰρ καὶ αὐτοὶ τὸν περὶ αὐτῆς παρεδέχοντο λόγον διὰ τὸ αὖθις ὡς ἐδόκει παλιγγενησόμενον ἄνθρωπον μὴ χρῄζειν ἐπὶ τῆς | |
20 | μητρῴας γαστρὸς ὀδόντων. | |
Mens.4.41 | Ὅτι οὔκ εἰσιν ἀστέρες κακοποιοί, ἀλλὰ πάντες ἀγαθοί· ἀλλ’ ἐπεὶ καθ’ ἁρμονίαν τὸ πᾶν συνίσταται, οἱ μὲν αὐτῶν εἰσι ξηροί, οἱ δὲ ὑγραίνουσιν, οἱ δὲ ἄλλο τι ἔχουσι πρὸς τὰς κράσεις αὐτῶν· τοίνυν δοκοῦσι | |
5 | βλάπτειν κατὰ τὴν ἐνέργειαν, οὐ κατὰ τὴν πρόθεσιν, καὶ ὅτι τὰς ἀκράτους αὐτῶν ἐνίοτε δυνάμεις οὐχ ὑπο‐ μένοντα τὰ ἐν τῇ γῇ βλάπτονται, ὡς καὶ ὀφθαλμοὶ ὑπὸ σφοδρότητος φωτός. | |
Mens.4.42 | Κατὰ δὲ τὴν πρώτην τοῦ Μαρτίου μηνὸς Ἥραν ἐτίμων οἱονεὶ τὴν σελήνην διὰ τὴν νεομηνίαν· ἀνεκή‐ ρυττε δὲ ὁ ἱερεὺς χρῆναι γλυκέσι πόμασί τε καὶ σι‐ τίοις χρῆσθαι ἅπαντας πρὸς φυλακὴν ὑγείας. ἐκίνουν | |
5 | δὲ τὰ ὅπλα Ῥωμαῖοι ἐπὶ τῷ τοῦ Ἄρεος πεδίῳ ἢ τεμέ‐ νει. ἐν ταύτῃ τῇ ἡμέρᾳ καὶ πόνων ἀνεπαύοντο, καὶ αἱ λεγόμεναι παρ’ αὐτοῖς Ματρῶναι, τουτέστιν εὐγε‐ νεῖς, τοὺς οἰκέτας εἱστίων, καθάπερ ἐν τοῖς Κρονίοις τουτὶ πράττειν ἔθος ἦν τοῖς δούλους κεκτημένοις· ὧν | 98 |
10 | αἱ μὲν δι’ Ἄρεος τιμὴν δουλεύουσι τοῖς ἄρρεσι τῶν οἰκετῶν διὰ τὴν κρείττονα φύσιν· οἱ δ’ ἀποτρόπαιον ὥσπερ θεραπείαν εἰσάγοντες τῷ Κρόνῳ τοῖς ἑαυτῶν δούλοις ἐδούλευον, ὅπως μὴ ταῖς ἀληθείαις νεμεσητόν τι παθόντες εἰς δουλείαν πολεμίων καταπέσωσιν. πάν‐ | |
15 | τες δὲ κατὰ τὸν Μάρτιον τροφὴν τὴν ἐκ κυάμων ἐλάμ‐ βανον· Ἄρεος δὲ ὁ κύαμος, παρὰ τὸ κύειν αἷμα· ἔχριόν τε τὰς ἀλλήλων ὄψεις ἀντὶ αἵματος τὸ χρίσμα τοῦ κυάμου λαμβάνοντες, ταύτῃ γε τὸν Ἄρεα θερα‐ πεύοντες. ὅτι ὁ Πυθαγόρας πάνυ τὸν κύαμον ἀπεστρέ‐ | |
20 | φετο· διαφερόντως γὰρ παρὰ τοὺς ἄλλους καρποὺς διεγείρει τὰ σώματα πρὸς συνουσίαν ἐσθιόμενος, καὶ ταύτῃ καθέλκει τὰς ψυχὰς ἐπὶ τὴν γένεσιν. ὁ δὲ Ποντικὸς Ἡρακλείδης φησίν, ὡς εἴ τις τὸν κύαμον ἐν καινῇ θήκῃ ἐμβαλὼν ἀποκρύψει τῇ κόπρῳ ἐπὶ τεσσα‐ | |
25 | ράκοντα πάσας ἡμέρας, εἰς ὄψιν ἀνθρώπου σεσαρκω‐ μένου μεταβαλόντα τὸν κύαμον εὑρήσει, καὶ διὰ τοῦτο τὸν ποιητὴν φάναι· ἶσόν τοι κυάμους τε φαγεῖν κεφαλάς τε τοκήων. | |
Διογένης δὲ ἐν τρισκαιδεκάτῃ ἀπίστων ταῦτά φησιν· | 99 | |
30 | τότε ἀπὸ τῆς αὐτῆς σηπεδόνος ἄνθρωπον συστῆναι καὶ κύαμον βλαστῆσαι. τούτου δὲ φανερὰ ἐπῆγε τεκμήρια· εἰ γάρ τις διατραγὼν κύαμον καὶ τοῖς ὀδοῦσι λεάνας ἐν ἀλέᾳ τῆς τοῦ ἡλίου βολῆς καταθείη πρὸς ὀλίγον, εἶτα ἀναστὰς ἐπανέλθοι μετ’ οὐ πολύ, εὕροι ἂν ὀδω‐ | |
35 | δότα ἀνθρωπείου φόνου· εἰ δὲ καὶ ἀνθοῦντος ἐν τῷ βλαστάνειν τοῦ κυάμου λαβών τις περκάζοντος τοῦ ἄν‐ θους βραχὺ ἐνθείη ἀγγείῳ κεραμεῷ καὶ ἐπίθεμα ἐπι‐ θεὶς ἐν τῇ γῇ τε κατορύξειε καὶ ἐννενήκοντα παρα‐ φυλάξειεν ἡμέρας μετὰ τὸ κατορυχθῆναι, εἶτα μετὰ | |
40 | ταῦτα ὀρύξειε καὶ λάβοι καὶ ἀφέλοι τὸ πῶμα, εὕροι ἂν ἀντὶ τοῦ κυάμου ἢ παιδὸς κεφαλὴν συνεστῶσαν ἢ γυναικὸς αἰδοῖον. ὥστε ἀφεκτέον κατὰ Πυθαγόραν κυάμου, ὡς καὶ τῶν λεγομένων χρυσολαχάνων, ἐπειδὴ καὶ αὐτῶν ἡ γένεσις ἐξ ἐμμήνων γυναικῶν ἐστι. τού‐ | |
45 | του χάριν εἰς τοὺς τάφους κύαμοι ῥίπτονται ὑπὲρ σω‐ τηρίας ἀνθρώπων. ὅτι δὲ κύαμος ἀπὸ τοῦ αἵματος εἴρηται, δυνατὸν τῇ πείρᾳ παραλαβεῖν· εἴ τις γὰρ αὐ‐ τὸν ἀποβρέξει ἐπὶ νυχθήμερον, τὸ ἐν αὐτῷ ὕδωρ λύ‐ θρον εὑρήσει. | |
Mens.4.43 | Οἱ δὲ μάγγιπες, οἱονεὶ τεχνῖται τοῦ ἀνδραπο‐ δώδους ἄρτου, ἔπεμπον τοῖς ἐν λόγῳ Ῥωμυλίας ἀν‐ νώνας· οὕτω δὲ ταύτας ἐκάλουν, διὰ τὸ κατὰ τὴν ἐν‐ νάτην ὥραν ἐπιδίδοσθαι πρὸς τοῦ Ῥωμύλου τὴν τρο‐ | 100 |
5 | φὴν τοῖς στρατιώταις .... καὶ γὰρ Οὐαλεντινιανὸς ἀπαίδευτος ἦν καὶ μόνον .... βαρύμηνις. | |
Mens.4.44 | Τῇ πρὸ τεσσάρων Νωνῶν Μαρτίων ἄνεμον βιαιότερον ὡς ἐπίπαν πνεῖν προλέγει ὁ Εὔδοξος. | |
Mens.4.45 | Τῇ πρὸ τριῶν Νωνῶν Μαρτίων ὁ πλοῦς τῆς Ἴσιδος ἐπετελεῖτο, ὃν ἔτι καὶ νῦν τελοῦντες καλοῦσι πλοιαφέσια. ἡ δὲ Ἶσις τῇ Αἰγυπτίων φωνῇ παλαιὰ σημαίνεται, τουτέστιν ἡ σελήνη· καὶ προσηκόντως αὐ‐ | |
5 | τὴν τιμῶσιν ἐναρχόμενοι τῶν θαλαττίων ὁδῶν, διὰ τὸ αὐτήν, ὡς ἐλέγομεν, τῇ φύσει τῶν ὑδάτων ἐφεστάναι. φασὶ δὲ ταύτην καὶ ὑγείας εἶναι δότειραν, καθάπερ ἡμεῖς τὸν Ἀσκληπιόν. ταὐτὸν δ’ ἂν εἴη· ὥσπερ γὰρ ἡμεῖς τὸν ἥλιον εἰς τὸν Ἀσκληπιὸν λαμβάνοντες μετὰ | |
10 | τὰς ἐκείνου δυσμὰς τῆς νυκτὸς ἐπιγινομένης αἴτιον αὐτὸν τοῦ ὕπνου καὶ νυκτὸς καὶ ἀναπαύσεως, αἴτιον καὶ δοτῆρα τῆς ὑγείας .... μυθεύουσιν. ὁ δὲ Χαιρωνεὺς Ἶσιν μὲν τὴν γῆν εἶναι βούλεται καὶ Ὄσιριν τὸν Νεῖ‐ λον, Τυφῶνα δὲ τὴν θάλατταν, εἰς ἣν ὁ Νεῖλος ἐμ‐ | |
15 | πίπτων ἀφανίζεται. | |
Mens.4.46 | Τὴν Τύχην οἱ Ἕλληνες γράφουσι βουπρόσω‐ πον· ἐγὼ δ’ οἶμαι τὴν ὑγρὰν εἶναι οὐσίαν, ὅθεν καὶ | |
ἄκουαν αὐτὴν Ῥωμαίοις ἔθος καλεῖν ἀπὸ τῆς ἰσότητος, τὸ δ’ ὕδωρ ὁμοιομερὲς καὶ ἶσον τὴν φύσιν. καὶ κα‐ | 101 | |
5 | λῶς ἄκουα πρὸς αὐτῶν ὠνόμασται, ἐπειδὴ τὴν ἰσότητα ἤτοι ὁμοιομέρειαν ἀπὸ τοῦ ἄκουα κατὰ παραγωγὴν ἐπι‐ καλοῦσιν. | |
Mens.4.47 | Τὸ σίβυλλα Ῥωμαϊκὴ λέξις ἐστὶν ἑρμηνευομένη προφῆτις ἤγουν μάντις, ὅθεν ἑνὶ ὀνόματι αἱ θήλειαι μάντιδες ὠνομάσθησαν Σίβυλλαι· γεγόνασι δὲ Σίβυλλαι δέκα ἐν διαφόροις τόποις καὶ χρόνοις. πρώτη ἡ καὶ | |
5 | Χαλδαία ἡ καὶ Περσὶς ἡ καὶ πρός τινων Ἑβραία ὀνομα‐ ζομένη, ἧς τὸ κύριον ὄνομα Σαμβήθη, ἐκ τοῦ γένους τοῦ μακαριωτάτου Νῶε, ἡ περὶ τῶν κατὰ Ἀλέξανδρον τὸν Μακεδόνα λεγομένη προειρηκέναι, ἧς μνημονεύει Νικάνωρ ὁ τὸν Ἀλεξάνδρου βίον ἱστορήσας, ἡ περὶ | |
10 | τοῦ δεσπότου θεοῦ μυρία προθεσπίσασα καὶ τῆς αὐ‐ τοῦ παρουσίας· ἀλλὰ καὶ αἱ λοιπαὶ συνᾴδουσιν αὐτῇ, πλὴν ὅτι ταύτης εἰσὶ βιβλία εἰκοσιτέσσαρα περὶ παν‐ τὸς ἔθνους καὶ χώρας περιέχοντα. ὅτι δὲ οἱ στίχοι αὐτῆς ἀτελεῖς εὑρίσκονται καὶ ἄμετροι, οὐ τῆς προφή‐ | |
15 | τιδός ἐστιν ἡ αἰτία ἀλλὰ τῶν ταχυγράφων, οὐ συμ‐ φθασάντων τῇ ῥύμῃ τῶν λεγομένων ἢ καὶ ἀπαιδεύτων γενομένων καὶ ἀπείρων γραμματικῶν· ἅμα γὰρ τῇ ἐπι‐ πνοίᾳ ἐπέπαυτο ἐν αὐτῇ ἡ τῶν λεχθέντων μνήμη, καὶ διὰ τοῦτο εὑρίσκονται στίχοι ἀτελεῖς καὶ διάνοια σκά‐ | |
20 | ζουσα, εἴτε κατ’ οἰκονομίαν θεοῦ τοῦτο γέγονεν, ὡς μὴ γινώσκοιντο ὑπὸ τῶν πολλῶν καὶ ἀναξίων οἱ χρη‐ | |
σμοὶ αὐτῆς. δευτέρα Σίβυλλα ἡ Λίβυσσα, τρίτη Σίβυλλα ἡ Δελφίς, ἡ ἐν Δελφοῖς τεχθεῖσα· γέγονε δὲ αὕτη πρὸ τῶν Τρωϊκῶν καὶ ἔγραψε χρησμοὺς δι’ ἐπῶν ἐν τοῖς χρό‐ | 102 | |
25 | νοις τῶν κριτῶν, ὁπηνίκα Δεβώρα προφῆτις ἦν παρὰ Ἰουδαίοις. τετάρτη Ἰταλικὴ ἡ ἐν Κιμμερίᾳ τῆς Ἰτα‐ λίας, πέμπτη Ἐρυθραία ἀπὸ πόλεως Ἐρυθρᾶς καλου‐ μένης ἐν Ἰωνίᾳ, ἡ περὶ τοῦ Τρωϊκοῦ προειρηκυῖα πο‐ λέμου. ἕκτη Σαμία, ἧς τὸ κύριον ὄνομα Φυτώ, περὶ | |
30 | ἧς ἔγραψεν Ἐρατοσθένης, καὶ αὕτη ἐν τοῖς χρόνοις τῶν παρὰ Ἰουδαίοις κριτῶν ἦν. ἑβδόμη Κυμαία ἡ καὶ Ἀμάλθεια ἢ Ἡροφίλη· ἡ δὲ Κύμη πόλις ἐστὶν Ἰτα‐ λική, ἧς πλησίον ἄντρον ἐστὶ συνηρεφὲς καὶ γλαφυ‐ ρώτατον, ἐν ᾧ διαιτωμένη ἡ Σίβυλλα αὕτη τοὺς χρησ‐ | |
35 | μοὺς ἐδίδου τοῖς πυνθανομένοις. ὀγδόη ἡ Γεργιθία· πολίχνη δὲ περὶ τὸν Ἑλλήσποντον τὸ Γεργίθιον. ἐν‐ νάτη Φρυγία, δεκάτη ἡ Τιβουρτία ὀνόματι Ἀλβουναία. ὅτι ἡ Ἰουδαία Σίβυλλα καὶ Χαλδὶς ἐκαλεῖτο· καὶ γὰρ ὁ Φίλων τὸν Μωυσέως βίον ἀναγράφων Χαλδαῖον εἶναι | |
40 | αὐτὸν λέγει, γεγενῆσθαι δὲ ἐν Αἰγύπτῳ, ὡς τῶν προ‐ γόνων αὐτοῦ ἐκεῖσε κατελθόντων διὰ λιμὸν κατασχόντα Βαβυλῶνά τε καὶ τὰς πλησιοχώρους. καὶ ὡς ἔοικεν, ἀπ’ ἀρχῆς οἱ Χαναναῖοι οὕτως ἐκαλοῦντο, ἢ διὰ τὸ τὸν Ἀβραὰμ ἐκεῖθεν ὡρμῆσθαι. λέγει δὲ ὁ αὐτὸς Φίλων | |
45 | καὶ περὶ τῶν συγγραμμάτων τοῦ Μωυσέως, ὅτι ὑπ’ αὐτοῦ μὲν τῇ Χαλδαϊκῇ γλώττῃ ἐγράφη, ὕστερον δὲ ὑπὸ Πτολεμαίου εἰς τὴν Ἑλλάδα μετεφράσθη, ὃς τρί‐ | |
τος ἦν τῶν ἀπ’ Ἀλεξάνδρου τὴν Αἴγυπτον παραλα‐ βόντων, Φιλάδελφος ἐπικεκλημένος. ταύτης δὲ τῆς | 103 | |
Mens.4.47(50) | Ἑβραίας Σιβύλλης βίβλῳ ἐνέτυχον ἐν Κύπρῳ, ἐν ᾗ πολλὰ καὶ τῶν 〈ἑλληνικῶν〉 προφητεύσασα διαλαμβάνει· καὶ μέντοι καὶ περὶ Ὁμήρου, ὅτι ἀναστήσει ὁ θεὸς ἄν‐ θρωπόν τινα σοφόν, ὃς τὸν τῶν ἡρώων πόλεμον ἀνα‐ γράψεται καὶ τοὺς γενναιοτάτους τούτων ὑμνήσει· προ‐ | |
55 | λέγει δὲ καὶ περὶ Χριστοῦ καὶ τῶν μετὰ τὴν Χριστοῦ παρουσίαν γεγενημένων· καὶ μέντοι καὶ περὶ τῶν γενησομένων ἕως τῆς συντελείας, ἐν οἷς καὶ περὶ Κύ‐ πρου καὶ Ἀντιοχείας παλίμφημά τινα προφητεύει, τῆς μὲν ὡς πολέμῳ πεσουμένης καὶ μηκέτ’ ἀναστησομένης, | |
60 | τῆς δὲ νήσου ὑποβρυχίου γενησομένης· φησὶ γάρ· Τλήμων Ἀντιόχεια, σὲ δὲ πτόλιν οὔποτ’ ἐροῦσιν, εὖτε κακοφροσύνῃσι τεαῖς περὶ δούρασι πίπτεις, καὶ ἑξῆς αἲ αἲ Κύπρε τάλαινα, σὲ δὲ μέγα κῦμα καλύψει | |
65 | ἥμασι χειμερίῃσιν ὀρινομένη τε θάλασσα. προέλαβε δὲ τὴν τοῦ Χριστοῦ παρουσίαν αὕτη ἡ Σί‐ βυλλα ἔτη δισχίλια, ἧς ἐστι καὶ τοῦτο τὸ ἔπος τὸν τίμιον σταυρὸν προμηνύον· ὦ ξύλον ὦ μακαριστόν, ὑφ’ οὗ θεὸς ἐξετανύσθη. | |
70 | ὅτι τέταρτος ἀπὸ Ῥώμου τοῦ οἰκιστοῦ βασιλεὺς ἐν Ῥώμῃ γέγονε Ταρκύνιος Πρίσκος· γυνὴ δέ τις Ἀμάλ‐ | |
θεια ἦλθε πρὸς αὐτὸν ἐπιφερομένη τρεῖς βίβλους, χρη‐ σμοὺς Σιβύλλης τῆς Κυμαίας, καὶ ἐζήτει αὐτῷ δοῦναι εἰς τριάκοντα χρυσοῦς· τοῦ δὲ καταφρονήσαντος ἀγα‐ | 104 | |
75 | νακτήσασα ἡ γυνὴ ἔκαυσε τὸ ἓν τῶν βιβλίων, καὶ αὖθις προσελθοῦσα ἠξίου καὶ ὑπὲρ τῶν λειπομένων δύο τοὺς τριάκοντα λαβεῖν χρυσοῦς· τοῦ δ’ ἔτι μᾶλλον αὐτὴν ὑπεριδόντος καὶ τὸ ἕτερον ἔκαυσε· λοιπὸν οὖν ὑπὲρ τοῦ ἑτέρου ἑνὸς τὴν αὐτὴν ἐπεζήτει τιμήν. στο‐ | |
80 | χασάμενος οὖν ὁ βασιλεὺς ἀναγκαῖον αὐτὸ εἶναι τῇ βασιλείᾳ λαμβάνει δοὺς τοὺς τριάκοντα χρυσοῦς· καὶ εὑρὼν ἐν αὐτῷ τὰς Ῥωμαίων τύχας κατ’ ἐξαίρετον καὶ μόνας ἐγγεγραμμένας, ἑξήκοντα πατρικίων συστήματι τὴν τούτων παρέδωκε φυλακήν. | |
Mens.4.48 | Νώναις Μαρτίαις ὁ Βάρρων ὄρθρου τὸν στέ‐ φανον δύεσθαι λέγει καὶ πνεῖν τὸν βορρᾶν. | |
Mens.4.49 | Εἰδοῖς Μαρτίαις ἑορτὴ Διὸς διὰ τὴν μεσομη‐ νίαν καὶ εὐχαὶ δημόσιαι ὑπὲρ τοῦ ὑγιεινὸν γενέσθαι τὸν ἐνιαυτόν. ἱεράτευον δὲ καὶ ταῦρον ἑξέτη ὑπὲρ τῶν ἐν τοῖς ὄρεσιν ἀγρῶν, ἡγουμένου τοῦ ἀρχιερέως | |
5 | καὶ τῶν κανηφόρων τῆς Μητρός. ἤγετο δὲ καὶ ἄν‐ θρωπος περιβεβλημένος δοραῖς αἰγείαις, καὶ τοῦτον ἔπαιον ῥάβδοις λεπταῖς ἐπιμήκεσι Μαμούριον αὐτὸν καλοῦντες. οὗτος δὲ τεχνίτης ἐν ὁπλοποιΐᾳ γενόμενος, διὰ τὸ μὴ τὰ διοπετῆ ἀγκίλια συνεχῶς κινούμενα φθεί‐ | 105 |
10 | ρεσθαι, ὅμοια ἐκείνων κατεσκεύασε τῶν ἀρχετύπων· ὅθεν παροιμιάζοντες οἱ πολλοὶ ἐπὶ τοῖς τυπτομένοις διαγελῶντές φασιν, ὡς τὸν Μαμούριον αὐτῷ παίζοιεν οἱ τύπτοντες· λόγος γὰρ, καὶ αὐτὸν ἐκεῖνον Μαμού‐ ριον δυσχερῶν τινων προσπεσόντων ἐπὶ τῇ τῶν ἀρχε‐ | |
15 | τύπων ἀγκιλίων ἀποσχέσει τοῖς Ῥωμαίοις παιόμενον ῥάβδοις ἐκβληθῆναι τῆς πόλεως. ταύτην τὴν ἡμέραν ὁ Μητρόδωρος κακὴν παραδίδωσιν. | |
Mens.4.50 | Ἡ πρὸ δεκαεπτὰ Καλενδῶν Ἀπριλίων ἄπρα‐ κτος. ἐν ταύτῃ τῇ ἡμέρᾳ Εὔδοξος τοὺς ἰχθύας ἀνί‐ σχειν καὶ βορρᾶν πνεῖν παραδίδωσιν. | |
Mens.4.51 | Λίβερ παρὰ Ῥωμαίοις ὁ Διόνυσος οἱονεὶ ἐλεύ‐ θερος, τουτέστιν Ἥλιος. μυστήρια ἀπὸ τῆς στερήσεως τοῦ μύσους ἀντὶ τοῦ ἁγιωσύνης. Διόνυσος, δι’ ὃν ἡ νύσσα—ὁ καμπτήρ—καὶ ἡ περικύκλησις τοῦ χρό‐ | |
5 | νου. Τέρπανδρός γε μὴν ὁ Λέσβιος Νύσσαν λέγει τε‐ τιθηνηκέναι τὸν Διόνυσον τὸν ὑπό τινων Σαβάζιον | |
ὀνομαζόμενον, ἐκ Διὸς καὶ Περσεφόνης γενόμενον, εἶτα ὑπὸ τῶν Τιτάνων σπαραχθέντα. φέρεται δὲ καί τις μῦθος περὶ αὐτοῦ κατὰ τὸν Ἀπολλόδωρον, ὡς εἴη γε‐ | 106 | |
10 | γονὼς ἐκ Διὸς καὶ Γῆς, τῆς δὲ Γῆς Θεμέλης προσα‐ γορευομένης διὰ τὸ εἰς αὐτὴν πάντα καταθεμελιοῦ‐ σθαι, ἣν κατὰ συναλλαγὴν ἑνὸς στοιχείου, τοῦ ς, Σε‐ μέλην οἱ ποιηταὶ προσηγορεύκασι. κατὰ δὲ τοὺς ποιη‐ τὰς Διόνυσοι πέντε· πρῶτος Διὸς καὶ Λυσιθέας, δεύ‐ | |
15 | τερος ὁ Νείλου, ὁ καὶ βασιλεύσας Λιβύης καὶ Αἰθιο‐ πίας καὶ Ἀραβίας· τρίτος Καβείρου παῖς, ὅστις τῆς 〈Ἀσίασ〉 ἐβασίλευσε, ἀφ’ οὗ ἡ Καβειρικὴ τελετή· τέ‐ ταρτος ὁ Διὸς καὶ Σεμέλης, ᾧ τὰ Ὀρφέως μυστήρια ἐτελεῖτο, καὶ ὑφ’ οὗ οἶνος ἐκεράσθη· πέμπτος ὁ Νίσου | |
20 | καὶ Θυώνης, ὃς κατέδειξε τριετηρίδα. καὶ ταῦτα μὲν οἱ Ἕλληνες· οἱ δέ γε Ῥωμαῖοι τὸν Διόνυσον Βακχευ‐ τὴν τοῦ Κιθαιρῶνός φασιν, οἱονεὶ βακχευτὴν καὶ ἀνα‐ τρέχοντα ἀνὰ τὸν οὐρανόν, 〈ὃν〉 ἐκ τῆς τῶν ἑπτὰ συμ‐ φωνίας ἀστέρων Κιθάρωνα ὠνόμασαν· ὅθεν Ἑρμῆς | |
25 | κιθάραν δίδωσι μυστικῶς τῷ Ἀπόλλωνι, οἷον ὁ λόγος τῷ ἡλίῳ τὴν τοῦ παντὸς ἁρμονίαν. ἐν ἀπορρήτῳ δὲ τῷ Διονύσῳ τὰ μυστήρια ἐτελεῖτο, διὰ τὸ πᾶσιν ἀπό‐ | |
κρυφον εἶναι τὴν τοῦ ἡλίου πρὸς τὴν τοῦ παντὸς φύσιν κοινωνίαν. καὶ φαλλοὺς ἐν τοῖς ἱεροῖς αὐτοῦ | 107 | |
30 | παρελάμβανον, οἱονεὶ τὰ γεννητικὰ ὄργανα, καὶ εἴσοπ‐ τρον οἱονεὶ τὸν διαυγῆ οὐρανόν, σφαῖραν δὲ οἱονεὶ τὴν γῆν· ὁ γὰρ Πλάτων ἐν τῷ Τιμαίῳ φησίν· ‘γῇ μὲν τὸ σφαιρικὸν εἶδος.‘ διὸ δὴ καὶ ὁ Πυθαγόρας ἐν ταῖς δέκα σφαίραις οὕτως καὶ αὐτῇ ψυχὰς ἐνεσπάρθαι φησί. | |
35 | Πυριγενέα δὲ αὐτὸν καὶ Παγκρατῆ ἐν τοῖς ἱεροῖς ἐκά‐ λουν, ὅτι τὴν μὲν φύσιν πυρώδης ἐστὶν ὁ ἥλιος, τοῦ δὲ παντὸς ἐπάρχει καὶ κρατεῖ. καὶ πάνθηρα δὲ παρ’ αὐτοῦ τοὔνομα ποιοῦσιν ἀποδεχόμενον, οἱονεὶ τὴν πάνθηρον γῆν ἐξ αὐτοῦ λαμβάνουσαν τὴν ζωοποιὸν | |
40 | καὶ εὐφραντικὴν τροφήν. καὶ Βάκχας αὐτῷ καὶ Νύμ‐ φας οἱονεὶ τὰ ὕδατα ποιοῦσι πειθαρχοῦντα, τῇ δὲ τοῦ ἡλίου κινήσει ἡ τῶν ὑδάτων φύσις ζωογονεῖται· κύμ‐ βαλα δὲ καὶ θύρσους αὐταῖς διδόασι τὸν τῶν ὑδάτων ἦχον· καὶ ὑπὸ Σατύρων ἐλαυνομένας τὰς Μαινάδας, | |
45 | οἷον ὑπὸ τῶν ἀνέμων ὠθουμένης τῆς τῶν ὑδάτων φύσεως βροντὰς καὶ κτύπους ἀποτελεῖσθαι. Διόνυσον δὲ ὡσανεὶ τὸν τοῦ Διὸς νοῦν οἱονεὶ τὴν τοῦ κόσμου ψυχήν· πολλαχοῦ γὰρ εὑρίσκομεν, ὡς ὁ σύμπας κόσμος Ζεὺς ὀνομάζεται διὰ τὸ ἀείζωον καὶ ἀτελεύτητον. Σε‐ | |
Mens.4.51(50) | μέλης δὲ αὐτὸν ποιοῦσιν υἱόν, ὡς ὑπὸ γῆν κρυπτό‐ μενον καὶ διὰ τοῦ Ἑρμοῦ, τουτέστι τοῦ λόγου, προ‐ ϊόντα· καὶ τῷ μηρῷ τοῦ Διὸς ἐντρεφόμενον, οἱονεὶ ἐν τοῖς ἀπορρήτοις τοῦ κόσμου λανθάνοντα· καὶ Διθύ‐ | |
ραμβον καὶ Διμήτορα τὸν δύο προόδους λαχόντα, τὴν | 108 | |
55 | μὲν ἀνατολικὴν πρὸς νότον ἐν χειμῶνι, τὴν δὲ βο‐ ρείαν πρὸς δυσμὰς ἐν τῷ θέρει. καὶ ταῦτα μὲν περὶ Διονύσου. Ἐν δὲ τῇ ἡμέρᾳ τῶν Βακχαναλίων Δημό‐ κριτος δύεσθαι τοὺς ἰχθύας λέγει, ὁ δὲ Βάρρων ἀνε‐ μομαχίαν ἔσεσθαι παραδίδωσιν. οὕτως μὲν ἡ παλαιό‐ | |
60 | της περὶ τὰ Διονύσια. | |
Mens.4.52 | Ὅτι ἐν τῷ Καπιτωλίῳ ταραχῆς γενομένης ὑπὸ τῶν στασιαστῶν λέγεται τηνικαῦτα ποιμένος ἐπιφανῆ‐ ναι δόξαντος τῷ τόπῳ καὶ κρίναντος ὡς αὐτὸν συναχ‐ θῆναι τὸν δῆμον, συνδραμεῖν δὲ τὸ πλῆθος· κἀκεῖσε | |
5 | πρὸς τοῦ ποιμένος τῶν βαναύσων χωρισθέντων εἰρή‐ νην μὲν τῷ δήμῳ γενέσθαι, αὐτὸν δὲ ἀφανισθῆναι. | |
Mens.4.53 | Ὅτι πολλὴ τοῖς θεολόγοις διαφωνὴ περὶ τοῦ παρ’ Ἑβραίων τιμωμένου θεοῦ καὶ γέγονε καὶ ἔστιν· Αἰγύπτιοι γὰρ καὶ πρῶτος Ἑρμῆς Ὄσιριν τὸν ὄντα θεολογοῦσιν αὐτόν, περὶ οὗ Πλάτων ἐν Τιμαίῳ λέγει· | |
5 | ‘τί τὸ ὂν μὲν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, τί δὲ τὸ γι‐ νόμενον, ὂν δὲ οὐδέποτε;‘ Ἕλληνες δὲ τὸν Ὀρφέως Διόνυσον, ὅτι, ὡς αὐτοί φασι, πρὸς τῷ ἀδύτῳ τοῦ ἐν Ἱεροσολύμοις ναοῦ ἐξ ἑκατέρων σταθμῶν τὸ πρὶν ἄμ‐ πελοι ἀπὸ χρυσοῦ πεποιημένοι ἀνέστελλον τὰ παρα‐ | |
10 | πετάσματα ἐκ πορφύρας καὶ κόκκου πεποικιλμένα, ἐξ ὧν καὶ ὑπέλαβον Διονύσου εἶναι τὸ ἱερόν· Λίβιος δὲ ἐν τῇ καθόλου Ῥωμαϊκῇ ἱστορίᾳ ἄγνωστον τὸν ἐκεῖ | |
τιμώμενόν φησι· τούτῳ δὲ ἀκολούθως ὁ Λούκανος ἀδήλου θεοῦ τὸν ἐν Ἱεροσολύμοις ναὸν εἶναι λέγει, ὁ | 109 | |
15 | δὲ Νουμήνιος ἀκοινώνητον αὐτὸν καὶ πατέρα πάντων τῶν θεῶν εἶναι λέγει, ἀπαξιοῦντα κοινωνεῖν αὐτῷ τῆς τιμῆς τινα· καὶ Ἰουλιανὸς δὲ ὁ βασιλεύς, ὅτε πρὸς Πέρσας ἐστρατεύετο, γράφων Ἰουδαίοις οὕτω φησίν· ‘ἀνεγείρω γὰρ μετὰ πάσης προθυμίας τὸν ναὸν τοῦ | |
20 | ὑψίστου θεοῦ‘· δι’ ἣν αἰτίαν καί τινες τῶν ἀπαιδεύ‐ των, ἔτι δὲ καὶ διὰ τὴν περιτομὴν Κρόνον αὐτὸν εἶναι νομίζουσιν· ὑψηλότερος γάρ φασι τῶν πλανήτων ὁ Κρόνος· οὐ συνορῶντες ὅτι ἡ περιτομὴ σύμβολόν ἐστι τοῦ καθαρμοῦ τῆς νοερᾶς ψυχῆς, ὡς τοῖς μυστικοῖς | |
25 | τῶν Ἑβραίων δοκεῖ, ὅτι δὲ οὐ Κρονία τελετὴ ἡ περι‐ τομή· καὶ Ἀράβων οἱ λεγόμενοι Σκηνῖται ἐπὶ τοῦ τρισκαιδεκάτου ἐνιαυτοῦ τοὺς ἑαυτῶν παῖδας περιτέμ‐ νουσιν ὡς Ὠριγένης λέγει, καίτοι Ἀστάρτην ἀλλ’ οὐ Κρόνον τιμῶντες· καὶ Αἰθίοπες δὲ τὰς κόγχας τῶν | |
30 | γονάτων τῶν νέων σιδηρῷ καυστικῷ σφραγίζουσι τῷ Ἀπόλλωνι. ὁ μέντοι Πορφύριος ἐν τῷ ὑπομνήματι τῶν λογίων τὸν δὶς ἐπέκεινα τουτέστι τὸν τῶν ὅλων δημιουργὸν τὸν παρὰ Ἰουδαίων τιμώμενον εἶναι ἀξιοῖ, ὃν ὁ Χαλδαῖος δεύτερον ἀπὸ τοῦ ἅπαξ ἐπέκεινα, τουτ‐ | |
35 | έστι τοῦ ἀγαθοῦ, θεολογεῖ. οἱ μέντοι περὶ Ἰάμβλι‐ χον καὶ Συριανὸν καὶ Πρόκλον δημιουργὸν αὐτὸν τοῦ αἰσθητοῦ κόσμου νομίζουσιν εἶναι καλοῦντες αὐτὸν | |
τῆς τετραστοίχου θεόν· ὁ δὲ Ῥωμαῖος Βάρρων περὶ αὐτοῦ διαλαβών φησι παρὰ Χαλδαίοις ἐν τοῖς μυστι‐ | 110 | |
40 | κοῖς αὐτὸν λέγεσθαι Ἰάω ἀντὶ τοῦ φῶς νοητὸν τῇ Φοινίκων γλώσσῃ, ὥς φησιν Ἑρέννιος. καὶ Σαβαὼθ δὲ πολλαχοῦ λέγεται, οἷον ὁ ὑπὲρ τοὺς ἑπτὰ πόλους, τουτέστιν ὁ δημιουργός. πολλαὶ μὲν οὖν οὕτω περὶ αὐτοῦ δόξαι, κρείττους δὲ μᾶλλον οἱ ἄγνωστον αὐτὸν καὶ | |
45 | ἄδηλον θεολογοῦντες. ὅτι δὲ σφάλλονται οἱ Διόνυσον αὐτὸν εἶναι νομίζοντες ἀπό τε τῶν εἰρημένων ἀμπέ‐ λων, αἳ τὰ παραπετάσματα ἀνέστελλον καὶ ἔτι οὐκ οἶδ’ ὅθεν ἀναπεισθέντες ἀνοινεῖν τοὺς Ἑβραίων βε‐ βήλους, ἐξ αὐτῶν ἄν τις τῶν παρ’ αὐτοῖς νομίμων | |
Mens.4.53(50) | λάβοι· οὐ γὰρ τοὺς βεβήλους, ἀλλὰ τοὺς ἱερουμένους τουτὶ πράττειν θεσπίζουσιν οὕτω λέγοντες· ‘οἶνον καὶ σίκερα οὐ πίεσθε ἡνίκα ἂν εἰσπορεύησθε εἰς τὴν σκη‐ νήν.‘ | |
Mens.4.54 | Πρὸ δεκαπέντε Καλενδῶν Ἀπριλίων ὁ Εὐκτή‐ μων ποικίλους ἀνέμους πνέειν λέγει. κεφαλαίαν δὲ Ἀθηνᾶν τὴν φρόνησιν ἄν τις εἴποι· καὶ γὰρ ἐπὶ τοῦ βρέγματος κατὰ τὸ ἀντικέφαλον ἐναποκεῖσθαι λέγεται | |
5 | πρὸς ταῖς ῥίζαις τοῦ ἐγκεφάλου τοῖς ἀνθρώποις ἡ φρόνησις· ὅθεν ὀργιζόμενον Ἀχιλλέα Ὅμηρος ἐκ τοῦ βρέγματος πιεζόμενον ὑπὸ τῆς Ἀθηνᾶς ἐποίησε λέγων· | |
ξανθῆς δὲ κόμης ἕλε Πηλείωνα. καὶ γλαυκῶπιν αὐτὴν διὰ τὸ πυρῶδες γράφουσι καὶ | 111 | |
10 | γλαῦκα αὐτῇ τὸ ὄρνεον προσνέμουσιν, ὅπερ ἐγρήγορε διὰ πάσης τῆς νυκτός, ὡς ἄν τις εἴποι, ἡ ἀνθρωπίνη ψυχὴ κατὰ μηδένα καιρὸν ἀργοῦσα· καὶ γὰρ ἀθάνατος καὶ ἀεικίνητος τὴν φύσιν· τὸ γὰρ παῦλαν ἔχον κινή‐ σεως παῦλαν ἔχει ζωῆς κατὰ Πλάτωνα. | |
Mens.4.55 | Ὅτι κατὰ τὴν πρὸ τεσσαρεσκαίδεκα καλενδῶν Ἀπριλίων ἔθος ἦν τοὺς Σαλίους ἀποτίθεσθαι τὰ διο‐ πετῆ ὅπλα, ἅτινα ἐκάλουν ἀγκίλια, οὓς κατέστησεν ὁ Νουμᾶς. ταῦτα δὲ εἰς τιμὴν Ἄρεος πολεμικοῦ εἰώθη | |
5 | κινεῖσθαι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ἐν ᾗ λέγεται φωνὴν ἐκ τοῦ οὐρανοῦ ἀκουσθῆναι λέγουσαν, ἕως τότε σώζεσθαι τὴν πόλιν, ἕως ἂν σώζηται τὰ ἀγκίλια. | |
Mens.4.56 | Ὅτι καὶ ἐν Ῥώμῃ τὰς τῶν πολιτῶν ἁμαρτάδας ἐπὶ ἁμαξῶν διέπαιζον καὶ λανθανούσας ἐξῆγον κατὰ τὴν Ἀθηναίων συνήθειαν, οἳ τοῖς ἁμαρτάνουσιν ἠπεί‐ λουν λέγειν τὰ ἐξ ἁμάξης. | |
Mens.4.57 | Πρὸ δεκατεσσάρων Καλενδῶν Ἀπριλίων ἑορτὴ παρὰ Ῥωμαίοις τιμωμένη οὐχ ὡς Ῥωμαϊκὴ ἀλλ’ ὡς με‐ γίστην παρ’ Αἰγυπτίοις ἔχουσα τιμὴν δι’ αἰτίαν τοι‐ αύτην· τοῦ Νείλου τὴν ἐτήσιον ἐπίδοσιν τῶν ὑδάτων | |
5 | ἀρνουμένου ποτὲ καὶ ταύτῃ τῶν Αἰγυπτίων ἀπολλυ‐ μένων, δαίμων τις ἀγαθὸς εἰς ἄνθρωπον φανείς, ὅλον | |
τὸ σῶμα πεπηλωμένος, ἐξεβόα τοῖς Αἰγυπτίοις ἀναβλύ‐ σαι τὸν Νεῖλον, καὶ αὐτὸν ἐμπεσεῖν τοῖς ὕδασι· τῶν δὲ ἀπιστησάντων, ἔργῳ δὲ τἀληθὲς εὑρόντων, ἑορτὴ | 112 | |
10 | παρ’ αὐτοῖς τε καὶ παρὰ τοῖς Ἕλλησιν ὡρίσθη λεγο‐ μένη Πηλούσιον. | |
Mens.4.58 | Ὅτι τὴν ἐν Λυδίᾳ Φιλαδέλφειαν Αἰγύπτιοι ἐπόλισαν. ὅτι οἱ περὶ τὸν φιλόσοφον Πρόκλον μικρὰς Ἀθήνας ἐκάλουν τὴν Φιλαδέλφειαν διὰ τὸν πρὸς ἐκείνας ζῆλον διά 〈τε〉 τὰς ἑορτὰς καὶ τὰ ἱερὰ τῶν εἰδώλων. | |
Mens.4.59 | Τῇ πρὸ δεκαμιᾶς Καλενδῶν Ἀπριλίων δένδρον πίτυς παρὰ τῶν δενδροφόρων ἐφέρετο ἐν τῷ Παλατίῳ. τὴν δὲ ἑορτὴν Κλαύδιος ὁ βασιλεὺς κατεστήσατο, ἀνὴρ οὕτω δίκαιος περὶ τὰς κρίσεις, ὡς μητέρα τὸν ἑαυτῆς | |
5 | παῖδα ἀρνουμένην κελεῦσαι ὡσανεὶ ξένην γαμηθῆναι αὐτῷ, τὴν δὲ ἀπειποῦσαν κρῖναι μητέρα. | |
Mens.4.60 | Τῇ πρὸ δέκα Καλενδῶν Ἀπριλίων καθαρμὸς σάλπιγγος καὶ κίνησις τῶν ὅπλων, καὶ τιμαὶ Ἄρεος καὶ Νερίνης, θεᾶς οὕτω τῇ Σαβίνων γλώσσῃ προσα‐ γορευομένης, ἣν ἠξίουν εἶναι τὴν Ἀθηνᾶν ἢ καὶ Ἀφρο‐ | |
5 | δίτην· νερίνη γὰρ ἡ ἀνδρία ἐστὶ καὶ νέρωνας τοὺς ἀνδρείους οἱ Σαβῖνοι καλοῦσιν. αὐτὴν δὲ μετὰ Ἄρεος ἡγεῖσθαι τῶν πολέμων καὶ Ὅμηρος δείκνυσι λέγων· ταῦτα δ’ Ἄρηι θοῷ καὶ Ἀθηνᾷ πάντα μελήσει. οἱ γὰρ Ἀφροδίτην εἶναι νομίζοντες τὴν Νερίνην πλα‐ | |
10 | νῶνται, καὶ μάρτυς κἀνταῦθα Ὅμηρος· | |
οὔ τοι, τέκνον ἐμόν, δέδοται πολεμήϊα ἔργα. | 113 | |
Mens.4.61 | Ὁ Φίλιππος δύεσθαι τῇ πρὸ ἐννέα Καλενδῶν Ἀπριλίων τὰς ὑάδας μετὰ νότου, ἀνίσχειν δὲ λέγει ὁ Μητρόδωρος. τῇ πρὸ ὀκτὼ Καλενδῶν ἰσημερία ἐαρινή. | |
Mens.4.62 | Ὅτι ψαλίς ἐστιν οἰκοδομῆς εἶδος ἡμικυλίνδρου τὸ σχῆμα ἐχούσης. | |
Mens.4.63 | Ὅτι ἡ Δημήτηρ πόλεώς ἐστι καταρκτικὴ οἱονεὶ ἡ γῆ· ὅθεν καὶ πυργοφόρον αὐτὴν γράφουσι. λέγεται δὲ καὶ Κυβέλη ἀπὸ τοῦ κυβικοῦ σχήματος κατὰ γεω‐ μετρίαν ἡ γῆ, διὰ τὸ βάσιμόν τε καὶ στάσιμον· εἰ καὶ | |
5 | σφαιρικὴν οἱ Στωϊκοὶ ταύτην ὁρίζονται. | |
Mens.4.64(t) | Ἀπρίλιος. | |
1 | Τοῦ πρώτου μηνός, ὡς ἐλέγομεν, κατὰ τὴν τῆς μονάδος ἐξοχὴν ταῖς τιμαῖς τῶν νοητῶν ἀνατεθέντος, εἰκότως ὁ μετ’ αὐτὸν τουτέστιν ὁ δεύτερος, ὃν πατρίως Ῥωμαῖοι Φεβρουάριον καλοῦσι, κατὰ τὸ ἄπειρον τοῦ | |
5 | ἀριθμοῦ Πλούτωνι καὶ τοῖς καταχθονίοις ἀφωρίσθη. Ἀΐδην δὲ αὐτὸν καλοῦσιν· ἡ γὰρ δυὰς ὡς ἀνείδεος καὶ ἀοριστός ἐστιν, ὅθεν αὐτὸς τῶν ἀειδῶν καὶ ἀπό‐ στασιν ἀπὸ τῶν θείων ἐσχηκότων βασιλεὺς εἶναι λέ‐ γεται. ὀρθῶς οὖν ὁ Φιλόλαος τὴν δυάδα Κρόνου σύν‐ | |
10 | ευνον εἶναι λέγει, ὃν κατὰ τὸ προφανὲς χρόνον ἄν τις εἴποι. συνάπτεται δὲ τῷ χρόνῳ ἡ δυὰς ὡς τῆς φθορᾶς αἰτίῳ· μήτηρ δὲ αὐτὴ τυγχάνει τῆς ῥευστῆς | |
οὐσίας. τὸν δὲ τρίτον, τουτέστι τὸν Μάρτιον, εἴτε κατὰ τὸν πρῶτον περιττόν, εἴτε ὡς πάτριον θεὸν | 114 | |
15 | τὸν Ἄρην, εἰς τοῦτο τάξεως ἀριθμοῦ ἀνέθεντο· ἡ γὰρ τριὰς ἀρχὴ ἀριθμοῦ· ὥστε οὐκ ἔξω φιλοσοφίας τὸν Ἄρεα ζευγνύουσι τῇ Ἀφροδίτῃ· τῇ γὰρ δυάδι συνελ‐ θούσης μονάδος πρῶτος ἀριθμὸς ἐτέχθη, ὃς καλεῖται ὑπ’ ἐνίων τέλειος, ὅτι πρῶτος τὰ πάντα σημαίνει, καὶ | |
20 | πρῶτος ἔδειξεν ἀρχὴν μέσα τέλος· εἰκὼν γάρ ἐστιν ἐπιπέδου καὶ πρώτη ὑπόστασις ἐν τριγώνοις· τρία γὰρ αὐτῶν γένη· ἰσόπλευρον ἰσοσκελὲς σκαληνόν. τὸν δὲ τέταρτον, 〈ὅν〉 Ἀπρίλιον ὀνομάζουσι, κατὰ τὴν τῶν στοιχείων φύσιν τῷ τετάρτῳ ἀριθμῷ ἀνέθεντο, τουτ‐ | |
25 | έστιν Ἀφροδίτῃ· ἡ γὰρ τοῦ παντὸς αἰσθητοῦ φύσις ἐκ τεσσάρων ἐστὶ στοιχείων, αὕτη δ’ ἂν εἴη κατὰ τοὺς φυσιολόγους Ἀφροδίτη. πρῶτος οὖν τετράγωνος ἀριθ‐ μὸς οὗτος καὶ τετρακτύς, ἀλλὰ μὴν καὶ πρῶτος ἔδειξε τὴν στερεὰν φύσιν· σημεῖον γάρ, εἶτα γραμμή, εἶτα | |
30 | ἐπιφάνεια, εἶτα στερεόν, ὅ ἐστι σῶμα. ἐκ τεσσάρων δὲ ἡ τοῦ ..... τέταρτον ἀριθμὸν Ἀφροδίτῃ τουτέστι τῇ φύσει τῶν πραγμάτων ἀνέθεντο. ἀνθ’ ὅτου δὲ οὕτως ἔδοξε Ῥωμαίοις τὸν τέταρτον ὀνομάσαι μῆνα, διὰ βραχέων ἐρῶ· τέως δὲ κατὰ τὸ πρόσθεν ἐπηγγελ‐ | |
35 | μένον ὀλίγα ἄττα περὶ τῆς κατὰ Ἀφροδίτην θεωρίας διαλήψομαι. οἱ φυσικοὶ τοιγαροῦν τὸν ἐαρινὸν εἶναι καιρὸν τὴν Ἀφροδίτην βούλονται· οὗτος δ’ ἂν εἴη ὁ ἐν ταύρῳ ἥλιος· καὶ ἀποστρεφομένην αὐτὴν τὸν Ἄρεα | |
ποιοῦσιν, ὡς ἐλέγομεν, τὸν Ἄρεος μῆνα—οὗτος δ’ | 115 | |
40 | ἂν εἴη ὁ Μάρτιος—, προστιθεμένην δὲ τῷ Ἀδώνιδι, τουτ‐ έστι τῷ Μαΐῳ, καθ’ ὃν ἤδη καὶ ἐαρίζει τὰ ὄρνεα· τοῦτον δὲ ἀναιρεθῆναι ὑπὸ τοῦ Ἄρεος μεταβληθέντος εἰς ὗν, οἱονεὶ τὸ ἔαρ ὑπὸ τοῦ θέρους ἀναιρεῖσθαι· θερμὴ γὰρ ἡ φύσις τοῦ ὑὸς καὶ ἀντὶ τοῦ θέρους αὐ‐ | |
45 | τὸν οἱ μυθικοὶ λαμβάνουσιν. ἢ ὡς ἄλλοις δοκεῖ, Ἄδωνις μέν ἐστιν ὁ καρπός, Ἄρης δὲ ὁ σῦς· πολέμιον δὲ τὸ ζῶον τοῖς καρποῖς, ὥσπερ σωτήριος βοῦς· καὶ διὰ τοῦτο Αἰγύπτιοι ἔτι καὶ νῦν βοῶν μὲν ὡς ἐπίπαν ἀπέχονται, τοῖς δὲ ὑείοις ὡς μάλιστα πρὸς ἐδωδὴν | |
Mens.4.64(50) | κατακέχρηνται. Εὐριπίδης δὲ Ἀφροδίτην αὐτὴν ἀξιοῖ ὀνομασθῆναι ἐκ τοῦ ἄφρονας τοὺς ἐρῶντας ἀποτελεῖν. ὁ δὲ Χρύσιππος οὐ Διώνην ἀλλὰ Διδόνην αὐτὴν ὀνο‐ μάζεσθαι ἀξιοῖ παρὰ τὸ ἐπιδιδόναι τὰς τῆς γενέσεως ἡδονάς, Κύπριν δὲ ὀνομασθῆναι παρὰ τὸ κύειν παρέ‐ | |
55 | χειν, καὶ Κυθηρείην ὁμοίως, παρὰ τὸ μὴ μόνον ἀν‐ θρώποις ἀλλὰ καὶ θηρίοις τὸ κύειν ἐπιδιδόναι. ἔνθεν Ἑρμῆς ἐν τῇ κοσμοποιΐᾳ τὰ μὲν ὑπὲρ ὀσφὺν ἄρρενα τῆς Ἀφροδίτης, τὰ δὲ μετ’ αὐτὴν θήλεα παραδίδωσιν· ὅθεν Πάμφυλοι καὶ πώγωνα ἔχουσαν ἐτίμησαν Ἀφροδίτην | |
60 | ποτέ· τεχθῆναι δ’ αὐτὴν ἀξιοῦσιν ἀπὸ τῶν Κρόνου μη‐ δέων, τουτέστιν ἀπὸ τοῦ αἰῶνος, ἡ δὲ φύσις τῶν πραγμά‐ των ἀΐδιος καὶ ἄφθαρτος. βενίσαι τὸ ἀφροδισιάσαι παρὰ τῷ πλήθει λέγεται. ὁ δὲ Πλάτων δύο παραδίδωσιν Ἀφροδίτας, Οὐρανίαν καὶ Πάνδημον· καὶ τὴν μὲν τοῖς | |
65 | θεοῖς, τὴν δὲ τοῖς ἀνθρώποις παρέπεσθαι· οἱ δὲ ἄλλοι τῶν ποιητῶν τέσσαρας παραδιδόασι· μίαν μὲν ἐξ Οὐ‐ ρανοῦ καὶ Ἡμέρας τεχθεῖσαν, ἑτέραν δὲ ἐξ ἀφροῦ, ἐξ ἧς καὶ Ἑρμοῦ Ἔρως ἐτέχθη· τρίτην Διὸς καὶ Διώνης, ἐξ ἧς καὶ Ἄρεος τεχθῆναί φασιν Ἀντέρωτα· τετάρτην | 116 |
70 | τὴν Συρίας καὶ Κύπρου, τὴν λεγομένην Ἀστάρτην. ἄλλοι δέ φασι, πρώτην μὲν τοῦ Οὐρανοῦ καὶ Ἡμέρας Οὐρανίαν καλουμένην, δευτέραν δὲ Ἀφροῦ καὶ Εὐρυ‐ νόμης τῆς Ὠκεανοῦ, καὶ τρίτην τὴν συναφθεῖσαν Ἑρ‐ μῇ τῷ Νείλου, ἐξ ἧς καὶ ὁ δεύτερος Ἔρως ὁ ὑπό‐ | |
75 | πτερος, τετάρτην Διὸς καὶ Διώνης, ἣν ἔγημεν Ἥφαι‐ στος, λάθρᾳ δὲ αὐτῇ συνελθὼν Ἄρης ἔτεκε τὸν Ἀντέ‐ ρωτα. καλεῖται δὲ πολλαχοῦ καὶ Πασιφάη, ἡ πᾶσιν ἐπαφιεῖσα τὴν ἡδονήν· καὶ Ἐρυκίνη παρὰ τὸ τοὺς ἔρω‐ τας κινεῖν. ἀπ’ αὐτῆς δὲ καὶ Ἑρμοῦ τὸν Ἑρμαφρόδι‐ | |
80 | τον τεχθῆναι λόγος, οἷον τὸν εὐφραδῆ καὶ ἀστεῖον λόγον, τὸν ἐξ ἡδονῆς τὸ τραχὺ θηλύνοντα. τὸν δὲ ταύτης ἀστέρα τῇ σελήνῃ παρέπεσθαί φασι διὰ τὰς νυκτερινὰς συναφείας, ὅθεν καὶ σκιὰν αὐτὸν ἀποτελεῖν διὰ τὸ σωμάτων εἶναι παρεκτικόν. ἱερούργουν δὲ αὐ‐ | |
85 | τῇ χῆνας καὶ πέρδικας, ὅτι αἱ μὲν τοῖς ὕδασι χαίρουσι —πελαγία δὲ ἡ Ἀφροδίτη—οἱ δὲ ταῖς φωναῖς τῶν θηλείων ἀγόμενοι ἁλίσκονται. τοσαῦται μὲν τοῖς πα‐ λαιοῖς αἱ περὶ Ἀφροδίτης κατὰ μυθικὴν καὶ φυσικὴν θεωρίαν δόξαι. οἱ δὲ φιλόσοφοι Διώνην τὴν Ἀφρο‐ | |
90 | δίτην εἶναί φασι τὴν διὰ πάντων οὖσαν τῶν ὄντων φύσιν· τεχθῆναι δὲ αὐτὴν ἐκ τῶν Οὐρανοῦ μηδέων καὶ τῆς θαλάσσης, τουτέστιν ἐξ ἀρτίου ἀριθμοῦ καὶ | |
περιττοῦ· καὶ περιττοῦ μὲν ἐκ τοῦ εἴδους, ἀρτίου δὲ ἐκ τῆς θαλάσσης, τουτέστι τῆς ἀπείρου ὕλης. Κίγκιος | 117 | |
95 | δὲ ὁ Ῥωμαῖος σοφιστής φησι τὴν Ἀφροδίτην ἐξ ἀφροῦ τεχθῆναι, οἱονεὶ ἐκ τοῦ χιονώδους ἀέρος καὶ τῆς ψυχρᾶς οὐσίας τὸ ἔαρ ἀποτεχθῆναι. τοσαῦτα περὶ Ἀφροδίτης. ὅτι τὸν Ἀπρίλιον παρ’ Αἰνείου πρὸς τιμὴν τῆς μη‐ τρὸς αὐτοῦ οἱονεὶ ἀφροδίσιον, τινὲς δὲ παρὰ τοῦ Ῥω‐ | |
Mens.4.64(100) | μύλου οὕτως ὀνομασθῆναι βούλονται· τοῦ πρώτου γὰρ μηνὸς δῆθεν ἀνατεθέντος Ἄρει εἰκὸς ἦν τὸν δεύτερον Ἀφροδίτῃ ἀνατεθῆναι. οὕτως μὲν οὖν Ἕλληνες, οἱ δὲ Ῥωμαῖοι Ἀπρίλιον ὡσανεὶ Ἀπερίλιον ἀντὶ τοῦ ἀνοικτι‐ κὸν τοῦ καιροῦ φασιν· ἐγκεκλεισμένης γὰρ ὥσπερ τῷ | |
105 | χείματι τῆς φύσεως τὸ ἔαρ ἐξανοίγειν τὰ πράγματα πέφυκεν. εἰκὸς δὲ ἦν τῷ τοῦ Ἄρεος μηνὶ συζευχθῆναι τὸν τῆς Ἀφροδίτης ὡς εἴρηται· διότι, ὥς φασιν Αἰγύπτιοι, διὰ τῆς πραότητος τῆς Ἀφροδίτης πραύνεται ὁ τοῦ Ἄρεος ἀστήρ. ἐν δὲ τοῖς ὕμνοις ἐγγὺς τριακοσίοις ὀνόμασιν | |
110 | εὑρίσκομεν καλουμένην τὴν Ἀφροδίτην. οἱ δὲ Φοί‐ νικες Ἀστάρτην, τὴν σφῶν πολιοῦχον—οἱονεὶ τὴν | |
ἀστερίαν ἢ τὴν τοῦ ἄστεος ἀρετήν—εἶναι τὴν Ἀφρο‐ δίτην βούλονται. ἐκ γὰρ τοῦ Λιβάνου—ὄρος δέ ἐστιν ἐκεῖ ἐκ τῆς πρὸς λίβα νεύσεως οὕτω καλούμενον | 118 | |
115 | —δύο ποταμοὶ ἐκπίπτουσιν ἐπὶ τὴν θάλασσαν, ὧν ὁ μὲν μείζων καὶ διειδέστερος Ἄδωνις, ὁ δὲ ἐλάσσων καὶ γεωδέστερος Ἄρης προσαγορεύεται. ἐμπίπτων δὲ ὁ Ἄρης τῷ Ἄδωνι οὐ διασώζει τὴν οἰκείαν προσηγορίαν ἄχρι θαλάσσης. ἐπεὶ οὖν Ἄδωνις ὅλος ἐμμίγνυται τῷ | |
120 | πελάγει, δοκεῖ μᾶλλον αὐτὸς ἀγαπᾶσθαι πρὸς τῆς Ἀφρο‐ δίτης ἀντὶ τοῦ τῆς θαλάσσης. | |
Mens.4.65 | Ταῖς τοίνυν Καλένδαις Ἀπριλίαις αἱ σεμναὶ γυ‐ ναικῶν ὑπὲρ ὁμονοίας καὶ βίου σώφρονος ἐτίμων τὴν Ἀφροδίτην· αἱ δὲ τοῦ πλήθους γυναῖκες ἐν τοῖς τῶν ἀνδρῶν βαλανείοις ἐλούοντο πρὸς θεραπείαν αὐτῆς | |
5 | μυρσίνῃ ἐστεμμέναι, ἢ ὅτι μυρσίνη ἐπιτηδεία τοῖς βρέ‐ φεσίν ἐστι—ῥώννυσι γὰρ τὰ σώματα τῶν ἀρτιγενῶν, καὶ παρὰ τὰ ἄλλα δὴ τῶν ἀειθαλῶν φυτῶν εὐωδεστάτη τυγχάνει ἡ μυρσίνη—ἢ ὅτι μόνη ἐν φυτοῖς χαίρει τῇ θαλάσσῃ. ἐτιμᾶτο δὲ ἡ Ἀφροδίτη τοῖς αὐτοῖς, οἷς | |
10 | καὶ ἡ Ἥρα· ἐν δὲ τῇ Κύπρῳ πρόβατον κωδίῳ ἐσκε‐ πασμένον συνέθυον τῇ Ἀφροδίτῃ—ὁ δὲ τρόπος τῆς ἱερατείας ἐν τῇ Κύπρῳ ἀπὸ τῆς Κορίνθου παρῆλθέ ποτε—εἶτα δὲ καὶ σύας ἀγρίους ἔθυον αὐτῇ διὰ τὴν κατὰ Ἀδώνιδος ἐπιβουλήν, τῇ πρὸ τεσσάρων Νωνῶν | |
15 | ἤγουν τῇ δευτέρᾳ ἡμέρᾳ τοῦ Ἀπριλίου. | 119 |
Mens.4.66 | Ὅτι οἱ φυσικοί φασι τὰς θηλείας τὰς κατ’ εὐθὺ τὴν ἀναστόμωσιν τῶν ἀγγείων ἐχούσας τοκάδας εἶναι, τὰς δὲ ἐκ πλαγίου στείρας. | |
Mens.4.67 | Τῇ πρὸ τριῶν Νωνῶν Ἀπριλίων Ἡρακλῆς ἐπινίκιος ἐτιμᾶτο οἷα ὑγείας δοτήρ. καὶ ῥαφάνων νόμος κατὰ τὸν μῆνα τοῦτον ἀπέχεσθαι Ῥωμαίοις. Ἡρακλῆς δὲ ὁ χρόνος παρὰ τῷ Νικομάχῳ εἴρηται, ἀλλὰ μὴν | |
5 | καὶ ἥλιος, λέγοντι οὕτως· ‘Ἡρακλῆς μὲν οὖν ὁ τὴν περὶ τὸν ἀέρα κλάσιν τῇ τῶν ὡρῶν περιτροπῇ ποιού‐ μενος, τουτέστιν ἥλιος.‘ διὸ δὴ καὶ ἐν τοῖς τούτου μυστηρίοις τοὺς ἄρρενας γυναικείαις στολαῖς κοσμοῦ‐ σιν, ἅτε δὴ ἐξ ἀγριότητος καὶ ἀγονίας τῆς κατὰ τὸν | |
10 | χειμῶνα ἀρχομένου τοῦ σπερματικοῦ τόκου θηλύνεσθαι. καὶ ταῦτα μὲν τῷ ἔαρι ἐτέλουν. τρία δὲ αὐτῷ μῆλα ἐν τῇ λαιᾷ ταῖν χεροῖν τῆς χρόνου δι’ αὐτοῦ ἀναμε‐ ρίσεως σύμβολον· μῆλον μὲν γὰρ διὰ τὴν πρὸς τὸν κριὸν αὐτοῦ συμπάθειαν, ἀρχὴ δὲ χρόνου ἐαρινὴ | |
15 | τροπή. καὶ ἄλλως δὲ τρία, ὅτι τριμερὴς ὁ χρόνος. ἀνάγειν δὲ λέγεται τὸν κύνα τὸν τρικέφαλον ἐκ τοῦ Ἅιδου, ὅτι φρουρητικὸς καὶ λυμαντικὸς ὁ χρόνος, ὥσπερ δὴ καὶ ὁ κύων· τρεῖς δὲ αὐτῷ κεφαλαί, ὅ τε παρελθὼν καὶ ὁ ἐνεστὼς καὶ ὁ μέλλων καιρός. καὶ | |
20 | ἄλλως δὲ τὰ τρία μῆλα ληπτέον ἐπὶ Ἡρακλέους κατὰ φιλόσοφον δόγμα, ὅτι τὰς τρεῖς περιόδους ὁ ἥρως | |
ἀνύσας τοῦ πρακτικοῦ βίου τέλειος εἶναι δοκεῖ. ταύτῃ καὶ τριέσπερος λέγεται κατὰ Λυκόφρονα, φησὶ γάρ· τριεσπέρου λέοντος, ὅν ποτε γνάθοις | 120 | |
25 | Τρίτωνος ἠμάλαψε κάρχαρος κύων. τὸ γὰρ τρισὶ νυξὶν ἐσπάρθαι τὸν Ἡρακλέα μυθικόν ἐστιν. Ἥβην δὲ καλλίσφυρον αὐτῷ δίδωσιν, οἱονεὶ τὴν δημιουργικὴν δύναμιν, καὶ τὸ καλὸν τὸ ἐγκόσμιον. ὁ δὲ στέφανος τελειότητος δεῖγμά ἐστι· διὸ δὴ θεοῖς | |
30 | καὶ βασιλεῦσι καὶ ἱερεῦσιν ἐδίδοτο πρώτως. τῆς δὲ τύχης ἀφελομένης παρὰ τῆς ἀρετῆς τὸν στέφανον, οἱ ἱερεῖς τὸ λοιπὸν ἀποκειρόμενοι τὴν κόμην κύκλον τινὰ τριχῶν ἀντὶ στεφάνου τῇ κεφαλῇ περιποιοῦσι. δωδε‐ κάμοχθόν γε μὴν αὐτόν φασι, διὰ τὸ τὰ δώδεκα ζωδία | |
35 | ἐκτρέχειν. καὶ τὴν Ἄλκηστιν δὲ τῷ Ἀδμήτῳ ἀναψυ‐ χώσας ἀποδίδωσιν, οἷον τῷ κόσμῳ τὴν ζωογόνον φύσιν ἐν τῷ χειμῶνι κατανεκρωθεῖσαν ὁ ἥλιος ἀποκαθιστῶν· Ἄδμητος γὰρ ὁ κόσμος παρὰ τὸ ἀκάμαντα εἶναι καὶ ἀείζωον. Αὐγείαν δὲ διαφθεῖραι λέγεται· καὶ γὰρ | |
40 | ἀνίσχων ὁ ἥλιος τὸν ὄρθριον διασκορπίζει καιρόν, ὃν οἱ πολλοὶ αὐγὴν ὀνομάζουσιν. ὑπὸ δὲ Εὐρυσθέως προστάττεται ὁ Ἡρακλῆς τοὺς δυοκαίδεκα ἄθλους ἐκ‐ τελεῖν, ἀντὶ τοῦ ὁ ἥλιος κελεύσει τοῦ μεγάλου θεοῦ, ἀντιβαινούσης τῆς Ἥρας—οἱονεὶ τῆς σφαίρας— | |
45 | ἀντίρροπος αὐτῇ τὸν δωδεκαζώδιον διαφεύγει οὐρα‐ νόν. οὕτως μὲν οἱ φιλόσοφοι. ἀπὸ δὲ τῶν ἱστοριῶν εὑρίσκομεν ἑπτὰ Ἡρακλεῖς γενέσθαι, πρῶτον Διὸς τοῦ | |
Αἰθέρος καὶ Λυσιθόης τῆς Ὠκεανοῦ, δεύτερον Νείλου παῖδα, τρίτον Ἕλληνος τοῦ Διὸς καὶ νύμφης Ἀγχιά‐ | 121 | |
Mens.4.67(50) | λης, τέταρτον Διὸς καὶ Θήβης τῆς Αἰγυπτίας, πέμπτον τὸν Λιβάνου καὶ Νύσσης τὸν ἐν Ἰνδοῖς γενόμενον, ἕκτον Διὸς καὶ Ἀλκμήνης, ἕβδομον Διὸς καὶ Μαίας τῆς Ἄτλαντος. | |
Mens.4.68 | Ὅτι ὁ Ἀπελλῆς γράφων τὰς Χάριτας τρεῖς οὔσας, Ἀγλαΐαν Εὐφροσύνην Θάλειαν, μίαν μὲν ποιεῖ ἀπιοῦσαν, δύο δὲ ἐρχομένας· μιᾶς γὰρ διδομένης χάρι‐ τος πλείους ἐπανίασι τοῖς δεδωκόσιν. | |
Mens.4.69 | Ὅτι πῦρ ... ῥησσομένων πνευμάτων τοῖς νέ‐ φεσιν ἀποθλίβονται οἱ κεραυνοί. | |
Mens.4.70 | Ἡ δὲ Μίλητος τὸ πρὶν ἐκαλεῖτο Ἀνακτορία. | |
Mens.4.71 | Ἀμάλθειαν δὲ τροφὸν Διός, τὴν ἅμα καὶ ἀθρόως καὶ ἑνὶ χρόνῳ τὰ ὄντα τῷ Διὶ αὔξουσαν· ἄλ‐ θειν γὰρ τὸ αὔξειν. Κράτης δὲ ἀπὸ τοῦ διαίνειν τουτ‐ έστι πιαίνειν τὴν γῆν βούλεται ὀνομασθῆναι τὸν Δία, | |
5 | τὸν εἰς πάντα διήκοντα· Ποσειδώνιος τὸν Δία τὸν πάντα διοικοῦντα· Χρύσιππος δὲ διὰ τὸ δι’ αὐτὸν εἶναι τὰ πάντα. ἄλλοι τὸν Δία βούλονται ὀνομασθῆ‐ ναι ἀπὸ τοῦ δεῖν, τουτέστι δεσμεύειν καὶ συνέχειν τὸ σύμπαν αἰσθητόν· ἄλλοι ἀπὸ τοῦ ζῆν. τινὲς δὲ κατὰ | |
10 | τὸν ἡρωϊκὸν καὶ μεριστὸν λόγον τρεῖς Δίας εἶναι βού‐ λονται, ἕνα μὲν Αἰθέρος, τὸν δὲ ἕτερον ἐν Ἀρκαδίᾳ | |
τεχθῆναι, ἐξ οὗ φασιν Ἀθηνᾶν, τρίτον δὲ τὸν Κρῆτα. οἱ δὲ Φοίνικες βασιλέα φασὶν αὐτὸν γενέσθαι δικαιό‐ τατον, ὥστε τὴν περὶ αὐτοῦ δόξαν κρείττονα γενέσθαι | 122 | |
15 | τοῦ χρόνου· ταύτῃ Κρόνον ἐκβαλεῖν τῆς βασιλείας λέ‐ γεται, οἱονεὶ τὸν χρόνον καὶ τὴν ἐξ αὐτοῦ λήθην ὑπερ‐ βαλεῖν. ὁ δὲ † Μηλίας ὑπὸ Ἀμαλθείας αὐτὸν τραφῆναι, οἷον ἐκ τῆς δυνάμεως, τουτέστιν ἐκ τῆς ἀμαλακιστίας. ὁ δὲ Κράτης τὸν Κρόνον φησὶ Σικελίας καὶ Ἰταλίας | |
20 | καὶ τοῦ πλείστου μέρους τῆς Λιβύης βασιλεῦσαι ἀπη‐ νῶς, τὸν δὲ τούτου υἱὸν ἐπιθέσθαι τῷ πατρὶ καὶ αὐ‐ τὸν μὲν εἰς ἔσχατον ἐλάσαι τῆς δύσεως, ἡμερώτατα δὲ τῆς βασιλείας ἀντιλαβέσθαι, καὶ διὰ τοῦτο τιμηθῆναι ὡς θεόν. Ἐρατοσθένης γε μὴν τὸν Δία ἐν τῇ Κρήτῃ | |
25 | τεχθῆναι λέγει, κἀκεῖθεν διὰ τὸν Κρόνου φόβον μετ‐ ενεχθῆναι εἰς Νάξον. Εὔμηλος δὲ ὁ Κορίνθιος τὸν Δία ἐν τῇ καθ’ ἡμᾶς Λυδίᾳ τεχθῆναι βούλεται, καὶ μᾶλλον ἀληθεύει ὅσον ἐν ἱστορίᾳ· ἔτι γὰρ καὶ νῦν πρὸς τῷ δυτικῷ τῆς Σαρδιανῶν πόλεως μέρει ἐπ’ | |
30 | ἀκρωρείας τοῦ Τμώλου τόπος ἐστίν, ὃς πάλαι μὲν Γοναὶ Διὸς ὑετίου, νῦν δὲ παρατραπείσης τῷ χρόνῳ τῆς λέξεως Δεύσιον προσαγορεύεται. φύλακες ἦσαν οἱ Κούρητες. ἄλλοι Προμηθέως φασὶν εἶναι υἱὸν οἱ‐ ονεὶ τῆς προνοίας. οἱ δὲ πλεῖστοι τῶν φυσικῶν τὸν | |
35 | Δία Ἰδαῖον εἶναι βούλονται καὶ τεχθῆναι ἐν τῇ Ἴδῃ, | |
τουτέστιν ἐν τῷ παρὰ Ἴδῃ ὁρωμένῳ οὐρανῷ. τῆς δὲ Κόρης πατέρα αὐτόν φασιν, τουτέστι τοῦ κόρου καὶ τῆς εὐωχίας αἴτιον αὐτὸν γενέσθαι· πρῶτος γὰρ βασι‐ λεύσας λέγεται τοὺς ἀνθρώπους διδάξαι γεωργεῖν. | 123 | |
40 | πολλοὶ δὲ ἐκ τοῦ ὅλου Διὸς Δίοι, ὥσπερ Ἀπόλλωνες ἢ Διόνυσοι. | |
Mens.4.72 | Τῇ πρὸ δεκαεπτὰ Καλενδῶν Μαΐων οἱ ἀρχιε‐ ρεῖς ἐπὶ τὸ θέατρον γενόμενοι ἄνθη ἐπὶ τὸν δῆμον ἐρρίπτουν καὶ περὶ τὰ σπόριμα δὲ ὑπὲρ εὐετηρίας ἱεράτευον, καὶ ἔξωθεν τῆς πόλεως ἐπὶ ὡρισμένους | |
5 | σταθμοὺς ηὔχοντο ἱερατεύοντες Δήμητρι· ὄνομα δὲ τῇ θυσίᾳ Φορδικάλια. τούς γε μὴν σταθμοὺς μίλια πα‐ τρίως ἐκάλουν, ἀπὸ τῆς χιλιάδος τῶν βημάτων. ὅθεν καὶ μίλιτες οἱ στρατιῶται παρ’ αὐτοῖς· χιλίους γὰρ ὑπασπιστὰς ὁ Ῥωμύλος μόνους ἔταξε καὶ μίλιτας αὐ‐ | |
10 | τοὺς ἀπὸ τοῦ ἀριθμοῦ ἐκάλεσεν οἱονεὶ χιλίους, τὸ πρὶν σατέλλιτας προσαγορευομένους· καὶ γὰρ ἐν χιλιάσι τὸ πλῆθος, οὐ μυριάσιν ἡ παλαιότης ἠρίθμησεν, ὡς αὐ‐ τὸς Ὅμηρος· ὅσσον τ’ ἐννεάχιλοι ἐπίαχον ἢ δεκάχιλοι. | |
15 | ὁ γὰρ μυρία ἀριθμὸς ἀοριστίας ἐστὶ δεκτικός. | |
Mens.4.73 | Τῇ πρὸ δεκαμιᾶς Καλενδῶν Μαΐων ὁ Ῥωμύλος τὴν Ῥώμην ἐπόλισε, πάντας τοὺς πλησιοχώρους συγκαλεσά‐ μενος ἐντειλάμενός τε αὐτοῖς ἐκ τῆς ἑαυτῶν χώρας βῶλον ἐπικομίσασθαι, ταύτῃ πάσης χώρας δεσπόσαι | |
5 | τὴν Ῥώμην οἰωνιζόμενος· αὐτός τε ἱερατικὴν σάλπιγγα ἀναλαβών—λίτουον δ’ αὐτὴν πατρίως Ῥωμαίοις ἔθος καλεῖν ἀπὸ τῆς λιτῆς—ἐξεφώνησε τὸ τῆς πόλεως ὄνομα, πάσης ἱερατικῆς τελετῆς ἡγησάμενος. ὀνόματα δὲ τῇ πόλει τρία, τελεστικὸν ἱερατικὸν πολιτικόν· τελε‐ | 124 |
10 | στικὸν μὲν οἱονεὶ Ἔρως, ὥστε πάντας ἔρωτι θείῳ περὶ τὴν πόλιν κατέχεσθαι, διὸ καὶ Ἀμαρυλλίδα τὴν πόλιν ὁ ποιητὴς αἰνιγματωδῶς βουκολιάζων καλεῖ· ἱερατικὸν δὲ Φλῶρα οἱονεὶ ἄνθουσα, ὅθεν κατὰ ταύτην ἡ τῶν Ἀνθεστηρίων ἑορτή· πολιτικὸν δὲ Ῥῶμα. καὶ τὸ μὲν | |
15 | ἱερατικὸν πᾶσιν ἦν δῆλον καὶ ἀδεῶς ἐξεφέρετο, τὸ δὲ τελεστικὸν μόνοις τοῖς ἀρχιερεῦσιν ἐξάγειν ἐπὶ τῶν ἱερῶν ἐπετέτραπτο· καὶ λόγος, ποινὰς ὑποσχεῖν τινα τῶν ἐν τέλει ποτέ, ἀνθ’ ὧν ἐπὶ τοῦ πλήθους τὸ τε‐ λεστικὸν ὄνομα τῆς πόλεως ἀναφανδὸν ἐθάρρησεν | |
20 | ἐξειπεῖν. μετὰ δὲ τὴν ἐπὶ τῇ ἀναγορεύσει τῆς πόλεως τελετὴν ζεύξας ταῦρον μετὰ δαμάλεως περιῆλθε τὸ τεῖχος, τὸν μὲν ἄρρενα ἐπὶ τὴν τοῦ πεδίου πλευρὰν ζεύξας, τὴν δὲ θήλειαν ἐπὶ τὸ τῆς πόλεως μέρος, ὥστε τοὺς μὲν ἄρρενας τοῖς ἔξω γίνεσθαι φοβερούς, τὰς δὲ | |
25 | θηλείας τοῖς ἔνδον γονίμους· καὶ λαβὼν βῶλον ἐκ τῶν ἔξω τῆς πόλεως μερῶν σὺν καὶ ταῖς πρὸς τῶν ἄλλων ἐπικομιζομέναις ἐπὶ τὴν πόλιν ἠκόντιζε, ταύτῃ οἰωνι‐ σάμενος, διὰ παντὸς αὐτὴν ἐκ τῆς τῶν ἔξωθεν ἐπαυ‐ ξηθῆναι συνδόσεως, καὶ μετ’ ὀλίγα. πολλῶν δὲ ξένων | |
30 | συνελθόντων ἐν αὐτῇ, οἱ τοῦ Ῥωμύλου λογάδες τὴν ἡμίσειαν τῆς ἑαυτῶν κτήσεως τοῖς ἐπήλυσι παρεχώρη‐ | |
σαν, οἰκῆσαι τὴν Ῥώμην αὐτοὺς πείσαντες· οὓς ὁ Ῥω‐ μύλος πατρικίους πρώτους ἀνηγόρευσε διὰ τὸ εὐπατρί‐ δας γενέσθαι, καὶ τὴν ἑαυτῶν περιουσίαν τοῖς ξένοις | 125 | |
35 | ὑπὲρ τῆς πατρίδος ἐπιδοῦναι. Ἰλία, ἡ τοῦ Ῥωμύλου μήτηρ. | |
Mens.4.74 | Ὅτι πρὸς τοὺς ἀντιλέγοντας τῇ προνοίᾳ καὶ μεμφομένους τουτοισὶ τοῖς ζωϋφίοις, ἀκρίσι λέγω καὶ ἐρυσίβαις καὶ ὡς οὐ προσηκόντως φαίνονται παρηγ‐ μένα, φησὶν ὁ Ἀπολλώνιος, ὅτι γελοῖόν ἐστιν ἐγκαλεῖν τῇ | |
5 | προνοίᾳ, μᾶλλον δὲ καταγέλαστον, εἰ ψύλλαι γεγόνασι καὶ κόρεις· ἔδει γὰρ ἵνα μὴ ψύλλαι γένωνται ζῶον μηδ’ ὅλως γενέσθαι, μηδ’ ἵνα κόρεις ἀνθρώπους· ἐπειδὴ ἐκ μὲν τῆς ἀνθρώπου πρὸς ἔνια τῶν ξύλων παρατρίψεως κόρεις γίνονται, ἐκ δὲ παντὸς οὔρου | |
10 | ψύλλαι, μυῖαι δὲ ἐξ ἀποπάτου ἢ καὶ ἄλλης θερμῆς ὑγρασίας. | |
Mens.4.75 | Ῥώμη Φλῶρα καὶ ἡ Κωνσταντίνου πόλις ἤγουν Ἄνθουσα. | |
Mens.4.76(t) | Μάϊος. | |
1 | Οὐ μικρὰν ἐν ἀριθμοῖς ἐδείκνυμεν τὴν τῆς τε‐ τράδος δύναμιν, ἣν ἄν τις καὶ τετρακτὺν καὶ πυρα‐ μίδα καλέσοι· τετρακτὺν μὲν κατὰ τὸν τῶν στοιχείων ὅρον, πυραμίδα δὲ κατὰ τὸν ἐν θεωρίᾳ λόγον· ἡ γὰρ | |
5 | πυραμὶς ὑπὸ τεσσάρων βασέων καὶ τεσσάρων γωνιῶν μόνη περιεχομένη, καὶ πρώτη τριχῆ διαστάτη κατὰ τὸ | |
στοιχειωδέστατον τοῦ τριγώνου ἐπίπεδον, ὡς ὁ Πλά‐ των ἐν Τιμαίῳ φησίν, ἐμφερῆ τὴν συνεκτικὴν τοῦ παντὸς ἐνδείκνυται τάξιν. λείπεται ὁ πέμπτος, Μάϊον | 126 | |
10 | δὲ αὐτὸν οἱ Ῥωμαῖοι καλοῦσιν. ἐπειδὴ δέ, ὡς πολλά‐ κις εἰρήκαμεν, ὁ τῆς πεντάδος ἀριθμὸς τῶν θειοτέρων κατὰ τὸν Ἡσίοδον κεχώρισται, εἰκὸς ἦν αὐτὸν τοῖς κατοιχομένοις ἀπονεμηθῆναι. ἡ γὰρ πεντὰς τῇ αἰσθη‐ τῇ φύσει ἀνάκειται, σφαῖρα γάρ ἐστιν· ὁσάκις γὰρ ἂν | |
15 | τὸν πέντε πολυπλασιάσῃ τις ἀριθμόν, εἰς ἑαυτὸν ἀπο‐ καταστήσεται· καὶ γὰρ ὁ πέντε παρεπόμενος τοῖς ἐν πλήθει ἀριθμοῖς εἰς τὴν αὐτὴν καὶ πολυπλασιαζόμενος καταλήγει ποσότητα. καὶ ἄλλως δὲ φαίνεται φυσικήν τινα δύναμιν ἐν ἑαυτῷ ὁ πέντε περιλαβὼν ἀριθμός· | |
20 | τῶν γὰρ ἐν γενέσει ἐξ ἀρτίου καὶ περιττοῦ συνεστώ‐ των, αὐτὸς εἶναι τοιοῦτος πέφυκεν ἐκ τριάδος καὶ δυάδος συναγόμενος. ταύτῃ γοῦν ταῖς τῶν προγόνων τιμαῖς οἱ Ῥωμαῖοι τὸν πέμπτον ἀνέφερον μῆνα, τῷ μὲν ἀρτίῳ τοὺς κατοιχομένους τιμῶντες, τῷ δὲ περιτ‐ | |
25 | τῷ τοὺς ἔτι σωζομένους· μετὰ γὰρ θεοὺς οὐχ ἥττονα τιμὴν τοῖς ἑαυτῶν προγόνοις εἰσέφερον οἱ πάλαι· μαίορες δὲ τοὺς προγόνους πατρίως καλοῦντες Μάϊον τὸν μῆνα ἐκ τῆς ἐκείνων τιμῆς ὠνόμασαν. οἱ δὲ ἀπὸ | |
τῆς Μαίας τῆς Ἄτλαντος τῆς Ἑρμοῦ 〈μητρὸσ〉 ἀξιοῦντες | 127 | |
30 | ὀνομασθῆναι τὸν Μάϊον πρὸς ἕτερον βλέποντες οὕτω φασίν, ἀλλὰ μὴν καὶ διὰ τὸ ἱερὸν αὐτῆς, ὅτι κατὰ τοῦτον τὸν μῆνα ἱερωθῆναι λέγεται. περὶ δὲ 〈αὐτῆσ〉 ὁ Πρό‐ κλος φησὶν οὕτως· ‘ἡ Μαῖά ἐστιν ἡ τὰ ἐν ἀφανεῖ κε‐ κρυμμένα εἰς τὸ ἐμφανὲς προάγουσα παραπλησίως ταῖς | |
35 | τῇδε μαίαις, Ἑρμῆς δὲ ἐκείνης παῖς ὁ λόγος ἥκων διὰ πάντων, ὃς τὴν ἐν τῷ ἀφανεῖ τῶν ὄντων περιοχὴν ἐν διαστάσει καὶ προνοίᾳ λόγων ἀϊδίως πρώτως ἐξέφηνεν, εἱρμὸν καὶ συνέχειαν καὶ ἀλληλουχίαν ποιήσας ὡς ἐκ‐ φαντικὸς τῶν παρ’ ἡμῖν τῆς ψυχῆς ἀδήλων παθημά‐ | |
40 | των.‘ ὁ δὲ Ἀκυλῖνος ἐν τῷ ὑπομνήματι τῶν ἀριθ‐ μῶν οὕτω φησίν· ‘ἡ Μαῖα ἀντὶ τῆς εἰς τοὐμφανὲς προόδου ἐστὶ, κυρίου μὲν τοῦ λόγου τοῦ διὰ πάντων πεφυκότος διατακτικοῦ τῶν ὄντων, διὸ δὴ καὶ Ἑρμοῦ μητέρα φασί. τοιαύτη δὲ ἡ νοητὴ ὕλη, τὸ κατακο‐ | |
45 | σμεῖν τὴν εἰς τὸ ἐμφανὲς πρόοδον καὶ γένεσιν ἀπεργά‐ ζεσθαι τῶν ὄντων· ἐκ γὰρ ὕλης καὶ εἴδους τὰ ὄντα.‘ οὕτως μὲν κατὰ θεολογίαν, κατὰ δὲ τὸν τῆς φυσιολο‐ γίας τρόπον τὴν Μαῖαν οἱ πολλοὶ τὸ ὕδωρ εἶναι βού‐ λονται· καὶ γὰρ παρὰ τοῖς Σύροις βαρβαρίζουσιν οὕ‐ | |
Mens.4.76(50) | τως ἔτι καὶ νῦν τὸ ὕδωρ προσαγορεύεται, ὡς καὶ μηΐουρι τὰ ὑδροφόρα καλεῖσθαι. καὶ οὐκ ἔξω λόγου | |
ὁ Βάρρων φαίνεται ὡς καὶ μῆνα ἀναθέμενος αὐτῇ· κινήσει γὰρ τοῦ ὑποβρυχίου ὕδατος γίνεσθαι σάλον τοῖς φιλοσόφοις δοκεῖ· πρώτη δὲ ἑορτὴ τοῦ Μαΐου | 128 | |
55 | παρὰ Ῥωμαίοις αἱ περὶ σεισμῶν ἱκεσίαι. ταύτῃ γὰρ Ἄτλαντος παῖδα τὴν Μαῖαν οἱ μυθικοὶ ποιοῦσι, καὶ ἔφορον δὲ τῶν ὑδάτων τὸν Ἑρμῆν εἶναι παραλαμβά‐ νομεν, καὶ διὰ ταύτην τὴν αἰτίαν ἐν τοῖς αὐτοῦ πηγαὶ ἀνατίθενται ἢ φρέατα ὀρύττεται. εἰσὶ δὲ οἵ φασιν | |
60 | Διὸς καὶ Μαίας τὸν Ἑρμῆν εἶναι ἀλληγορικῶς υἱόν, νοῦν μὲν εἶναι τὸν Δία, Μαῖαν δὲ τὴν φρόνησιν, παῖδα δὲ ἐξ ἀμφοῖν Ἑρμῆν λόγιον αἰνιττόμενοι. πάν‐ των δὲ νεώτατον εἰργάσαντο, ἅτε δὴ μὴ γηράσκοντος τοῦ λόγου· ἔτι μὴν ὠκύτατον πεποίηνται τοῦτον ταρ‐ | |
65 | σώσαντες πτεροῖς, νοῦ ὀξύτητα καὶ τάχος λόγου διὰ τῆς τοιᾶσδε τέχνης αἰνιττόμενοι. ὁ γοῦν ποιητής φησιν· ἔπεα πτερόεντα, καὶ ὡσεὶ πτερὸν ἠὲ νόημα | |
70 | εἶτα δὲ τετράγωνον σχήματι Ἕλληνες ἀναπλάττουσι τοῦτον, τεκμήριον μέγιστον παρεχόμενοι λόγον εἶναι τοῦτον, καὶ λόγον ἀληθῆ. ἔστι γὰρ καὶ λόγου σχή‐ | |
ματα, ὁ μὲν ψευδὴς λόγος ...., ὁ δὲ ἀπατηλὸς πολυγωνό‐ τερος, ὁ δὲ ἀληθὴς αὐτὸς ἑαυτῷ ἐκ πάντων μερῶν | 129 | |
75 | ἶσος, ὅπου δὲ στρέφοιτο πάσαις βάσεσιν ἀορίστως στηρίζεται, ὃ δὴ τετραγωνικὸν σχῆμα τυγχάνει. εἰ τοίνυν νοῦς καὶ λόγος εἶναι δέδεικται, τούτῳ τὸν κέρ‐ κωπα εἰδωλοποιοῦσιν Αἰγύπτιοι, ἐπεὶ παρὰ πάντα τὰ ζῶα νοήμων τυγχάνει, συνέσεως δὲ καὶ ἐπιστήμης ἐστὶ | |
80 | δεκτικός. ἀλλὰ μὴν καὶ τὴν Αἰγυπτίαν ἶβιν, τὸ ὄρνεον, ἴσμεν ἀνακειμένην αὐτῷ· καρδίᾳ γὰρ ἔοικε λευκαινό‐ μενον μὲν τὸ σῶμα, ἐξ ἀμφοῖν δὲ τῶν μερῶν μελαινο‐ μένη, ὅπερ ἐστὶ τοῦ κατὰ διάνοιαν λόγου σχῆμα· πρὶν μὲν γὰρ λεχθῆναι σκότιος, λεγόμενος δὲ φωτίζεται, καὶ | |
85 | ῥηθεὶς εἰς ἀφανὲς οἴχεται. τρέφεται δὲ τὸ ζῶον παρὰ τοῖς ὕδασι, καθάπερ ἐν ἡμῖν ἡ καρδία ἐξ ὑγρᾶς οὐ‐ σίας τὴν δύναμιν λαμβάνει· μόνη δὲ πτηνῶν πάντων νεῖν ἡ ἶβις οὐκ ἐπίσταται, ἀδρανεστάτη δὲ εἰς μεῖζον βάθος καθελκομένη. τὸ δ’ αὐτὸ καὶ ἐπὶ τῆς καρδίας | |
90 | παρατηρητέον· τῆς γὰρ ὑγρᾶς πόσεως συμμέτρως προσ‐ αχθείσης ῥώννυσθαί τε καὶ τοῖς λογισμοῖς διεστηρίχ‐ θαι πέφυκε, καὶ τῆς μὲν οἰκείας ἕδρας, ἥνπερ φρένα καλοῦσιν, οὐκ ἐξίστασθαι νηφαλέαν τε εἶναι, ὑποβλυ‐ σθεῖσαν δὲ τοῖς παλμοῖς τὸν ἴδιον σάλον δι’ ὅλου τοῦ | |
95 | σώματος ἐξεργάζεσθαι. πάσχουσι δὲ ταῦτα ὑπὸ μέθης ἄνθρωποι τὸν ἄκρατον τῆς ἰδίας ἰσχύος προτετιμηκότες. καὶ τὴν ἶβιν δὲ καὶ τὸν κέρκωπα σελήνῃ συμπαθῆ εἶναι προσείκασται· ἡ μὲν ἶβις αὐτῷ τῷ σχήματι ἐμ‐ | |
φερής, τὰ ἄκρα μὲν ὀμιχλαίνουσα, λευκαίνουσα δὲ τὰ | 130 | |
Mens.4.76(100) | μέσα καθάπερ ἡ αἰθερία μήνη. ὅτε γὰρ οὐρανὸς ἀσέ‐ ληνος, οὐδὲ ἴβιδες ὁρῶσι, μύουσι δὲ τοῖς ὀφθαλμοῖς τοῦτον τὸν χρόνον καὶ ἄσιτοι ἐγκαρτεροῦσι τὸ συγγε‐ νὲς στοιχεῖον ἀναμένουσαι. ὁ δὲ κέρκωψ δηλοτέρας ἔχει τὰς ἐνεργείας· ὅτε γὰρ αὔξει σελήνη, ὁ τῶν ὀφθαλ‐ | |
105 | μῶν κύκλος τότε εὐρύνεται, ὅτε δὲ μειοῦται, τὸ τῶν ὀμμάτων περιφερὲς συστέλλεται. | |
Mens.4.77 | Ὅτι ὁ Ἀριστοτέλης τὸν Καλλισθένην ἀπέσκω‐ ψεν εἰπὼν τὸν μὲν περιττὸν νοῦν ἔχειν, τὸν δὲ ἀν‐ θρώπινον ἀποβεβληκέναι. | |
Mens.4.78 | Ὅτι ὁ Ἀλφειὸς ποταμὸς ὁρᾶται καταδυόμενος μὲν ἐν Πελοποννήσῳ, ἀναδυόμενος δὲ ἐν Σικελίᾳ· λέ‐ γουσι δὲ καὶ τὸν Τίγρητα ταὐτὸ τοῦτο πάσχειν καὶ τὸν Λύκον καὶ ἑτέρους τινάς. | |
Mens.4.79 | Ὅτι ὥσπερ τοῦ σώματος τοῦ ἡμετέρου τὸ μὲν διαρρεῖ, τὸ δὲ διαπνεῖ, διαρρεῖται μὲν ὑπὸ τοῦ αἵμα‐ τος κατὰ τὰς φλέβας, διαπνεῖται δὲ ὑπὸ τοῦ πνεύμα‐ τος κατὰ τὰς ἀρτηρίας, οὕτω καὶ τῆς γῆς τὸ μὲν ὑπὸ | |
5 | τῶν ὑδάτων, τὸ δὲ ὑπὸ τῶν πνευμάτων διαρρεῖσθαι καὶ διαπνεῖσθαι, ἐμφράξεως δὲ ἢ παρεμπτώσεως ἢ συνθλίψεως συμβάσης τρέμειν τὴν γῆν ὥσπερ τὸν ἄνθρωπον· Ἀριστοτέλης δὲ τὸ τεθυμιωμένον τῆς γῆς καὶ ἀτμίζον αἰτιᾶται .... ἂν μὲν εὐπετῶς σχῇ· εἰ δ’ οὐ, | |
10 | βιάζεται τὴν γῆν. ὅτι ὁ Τάγης ἐν τοῖς σεισμοσκοπι‐ κοῖς λέγει, ὡς ἐν ταῖς πολέμων κινήσεσιν εἰ συμβῇ | |
σεισμὸν γενέσθαι, τοὺς παρ’ οἷς γίνοιτο πάντως ἐλατ‐ τοῦσθαι· καὶ ἄλλων δὲ θαυμαστῶν ἐπιμέμνηται, περὶ ὧν ἐγὼ ἐν ἑτέρᾳ λέξω συγγραφῇ. | 131 | |
Mens.4.80 | Ἐν τῇ πρώτῃ τούτου 〈τοῦ μηνὸσ〉 ὁ ἀρχιερεὺς ἐκήρυττε, μηδένα ποδῶν ἢ κεφαλῆς οἱουδήποτε ζώου γεύσασθαι παρὰ πάντα τὸν μῆνα πρὸς φυλακὴν ἀρ‐ θρίτιδος νόσου. κατὰ τοῦτον τὸν μῆνα καὶ ἡ ἑορτὴ | |
5 | τῶν Ῥοσαλίων παρὰ Ῥωμαίοις ἐτελεῖτο. ηὔχοντο δὲ Μαίᾳ τε καὶ Ἑρμῇ οἱ πραγματευταὶ ἀκίνδυνα τὰ τῶν κερδῶν εἶναι. πάντα δὲ ἄρα τὰ κέρδη ἐν τῇ ὕλῃ καὶ ἐξ αὐτῆς ἀναφύεται, καὶ ἐν αὐτῇ ὡσανεὶ Ἕρμαια εὑρίσκεται καὶ ἐπιδίδοται, ὥς φασι, κατ’ ἀξίαν. Νουμήνιος | |
10 | δὲ ὁ Ῥωμαῖος τὸν Ἑρμῆν τὸν προχωρητικὸν λόγον εἶναι βούλεται· οὐδὲ γάρ, φησι, πρότερον βρέφος φθέγξαιτο, πρὶν ἂν τῆς γῆς ἐφάψαιτο, ὥστε Μαῖαν εἰς γῆν καλῶς ἐξελάμβανον οἱ πολλοί. καὶ καθ’ ἕτερον δὲ ἱερὸν λόγον ὁ Φοντήϊος χρῆναι τιμᾶσθαι τὴν γῆν ἐν ταῖς Καλένδαις | |
15 | Μαΐαις λέγει, ὅτι τὴν ἔμφυτον θέρμην ἐπὶ τὴν ἐπι‐ φάνειαν ἡ γῆ ἀναβράζουσα γαυριᾶν ὥσπερ καὶ σκιρ‐ τᾶν ἐξαγομένη σάλους ἐμποιεῖ ὡς ἐπίπαν κατὰ τὸν | |
Μάϊον μῆνα. τιμῶσιν οὖν κατὰ τοῦτον τὴν Μαῖαν, τουτέστι τὴν γῆν θεραπεύοντες. μαϊουμίζειν τὸ ἑορ‐ | 132 | |
20 | τάζειν ὀνομάζουσιν, ἐξ οὗ καὶ Μαϊουμᾶν· πανήγυρις 〈γὰρ〉 ἤγετο ἐν τῇ Ῥώμῃ κατὰ τὸν Μάϊον μῆνα. τὴν παράλιον καταλαμβάνοντες πόλιν τὴν λεγομένην Ὀστίαν οἱ τὰ πρῶτα τῆς Ῥώμης τελοῦντες ἡδυπαθεῖν ἠνεί‐ χοντο ἐν τοῖς θαλαττίοις ὕδασιν ἀλλήλους ἐμβάλλον‐ | |
25 | τες· ὅθεν καὶ Μαϊουμᾶς ὁ τῆς τοιαύτης ἑορτῆς καιρὸς ὠνομάζετο. ἀρχὴ γενέσεως σελήνη. | |
Mens.4.81 | Ὅτι ὁ Ἐμπεδοκλῆς οὐσίαν ἀνάγκης αἰτίαν χρη‐ στικὴν τῶν ἀρχῶν καὶ τῶν στοιχείων ἐνέκρινεν· ὁ δὲ Δημόκριτος τὴν ἀντιτυπίαν καὶ πληγὴν καὶ φορὰν τῆς ὕλης. Πλάτων γε μὴν τὰ μὲν εἰς πρόνοιαν, τὰ δὲ εἰς | |
5 | ἀνάγκην ἀνήγαγεν, ὅτε μὲν τὴν ὕλην, ὅτε δὲ τὴν τοῦ ποιοῦντος σχέσιν αἰτιώμενος. τὴν δ’ εἱμαρμένην Ἡρά‐ κλειτος τὴν αὐτὴν καὶ ἀνάγκην εἶναι βούλεται, ὁ δὲ Πλάτων προστίθησι καὶ τὴν παρ’ ἡμᾶς αἰτίαν. οἱ μὲν οὖν Στωϊκοὶ τὴν μὲν ἀνάγκην ἀκίνητον, τὴν δὲ εἱμαρ‐ | |
10 | μένην φασὶ συμπλοκὴν εἶναι αἰτιῶν τεταγμένων· ἐν ᾗ συμπλοκῇ καὶ τὰ παρ’ ἡμᾶς, ὥστε τὰ μὲν εἱμάρθαι, τὰ δὲ συνειμάρθαι. οὐσίαν δὲ εἱμαρμένην ὁ Ἡράκλει‐ τος τὸν διὰ παντὸς ἥκοντα λόγον ἐνέκρινεν. ὁ δὲ Χρύσιππος τάξιν τοῦ παντὸς ἢ λόγον τῶν ἐν τῷ κό‐ | |
15 | σμῳ διοικουμένων. ὁ δὲ Ποσειδώνιος τρίτην ἀπόδοσιν | |
ποιεῖται· πρώτην μὲν γὰρ εἶναι τὸν Δία, δευτέραν 〈δὲ〉 τὴν φύσιν, τρίτην 〈δὲ〉 τὴν εἱμαρμένην. ὁ δὲ Πλάτων λόγον ἀΐδιον τῆς τοῦ παντὸς φύσεως. | 133 | |
Mens.4.82 | Ὅτι τῇ πρὸ ὀκτὼ εἰδῶν Μαΐων ἑορτὴ τοῖς Ῥωμαίοις ἐτελεῖτο ἡ λεγομένη Λεμούρια, οἷον τιμαὶ εἰδώλων ἢ φασμάτων ἢ δαιμόνων ἐμπαθῶν, οὕς φασιν οἱ φιλοσοφοῦντες ἐφόρους εἶναι συμφυεῖς τῶν σωμά‐ | |
5 | των, καὶ διὰ τοῦτο τοῖς τάφοις χαίρειν. | |
Mens.4.83 | Ὅτι ὁ Ἀριστοτέλης καὶ ὁ Ἡρακλείδης φασίν, ἡλίου τὰ πλεῖστα τῶν πνευμάτων κινοῦντος καὶ περι‐ φέροντος καὶ τούτων ἐκβαλλόντων μὲν προωθουμένων δὲ ἀνοιδεῖν τὴν Ἀτλαντικὴν θάλασσαν καὶ παρασκευά‐ | |
5 | ζειν τὴν πλημμύραν, εἰτ’ αὖθις ληγόντων ἀντιπερι‐ σπωμένην ὑποβαίνειν καὶ οὕτω τὰς ἀμπώτεις γίνεσθαι. Πυθέας δὲ ὁ Μασσαλιώτης τῇ πληρώσει τῆς σελήνης τὰς πλημμύρας γίνεσθαι βούλεται, τῇ δὲ μειώσει τὰς ἀμπώτεις· τὸ αὐτὸ δὲ καὶ οἱ παρὰ Ῥωμαίοις φιλοσο‐ | |
10 | φοῦντες, Πλάτων δὲ τὴν αἰώραν τῶν ὑδάτων αἰτιᾶ‐ ται· εἶναι γὰρ φυσικήν τινα αἰώραν διά τινος στο‐ μίου τρήματος περιφέρουσ〈αν παλίρροιαν〉, ὑφ’ ἧς ἀντικυμαίνεσθαι τὰ πελάγη. | |
Mens.4.84 | Ὅτι ὁ Πλάτων κατὰ πρόσθεσιν ἢ ἀφαίρεσιν ἢ | |
μετάθεσιν ἢ πνευμάτωσιν συμβαίνειν λέγει τοὺς τερα‐ τώδεις τοκετούς, ὁ δὲ Ἐμπεδοκλῆς αὐτὴν τοῦ πνεύ‐ ματος τὴν ἔλλειψιν ἢ ὑπερβολὴν αἰτιᾶται. | 134 | |
Mens.4.85 | Ὅτι ὁ Ἀμέλιος· Μοῦσαί εἰσι, φησίν, αἱ τῶν σφαιρῶν ψυχαί, αἳ τὰς τῶν ὅλων δυνάμεών τε καὶ οὐσιῶν ἐνεργείας ὅσας εἰς τὸ πᾶν ἀφιᾶσιν ὁμοῦ καὶ εἰς μίαν συνάγουσι συμφωνίαν τὴν ὑπὸ τοῦ δημιουρ‐ | |
5 | γοῦ τεταγμένην. | |
Mens.4.86 | Ἥφαιστοι τέσσαρες· πρῶτος Οὐρανοῦ καὶ Ἡμέ‐ ρας, πατὴρ Ἀπόλλωνος τοῦ Ἀθηναίων ἀρχηγέτου· δεύ‐ τερος Νείλου παῖς, ὃν Αἰγύπτιοι καλοῦσι Φθάν· τρί‐ τος ὁ Κρόνου καὶ Ἥρας ὁ Λήμνιος, ὁ χαλκευτής· | |
5 | τέταρτος Ἥφαιστος ὁ Μαντοῦς ὁ Σικελιώτης, ἐξ οὗ Ἡφαιστιάδες αἱ νῆσοι. ὅτι ὁ Ἥφαιστος, ὥς φησι Νου‐ μήνιος, γόνιμον πῦρ ἐστιν, ἡ τοῦ ἡλίου ζωογονικὴ θερμότης· διὸ δὴ καὶ χωλὸν ποιοῦσι τὸν Ἥφαιστον, καθ’ ὃ χωλεύει καθ’ ἑαυτὴν ἡ τοῦ πυρὸς φύσις, ὅταν | |
10 | μὴ συγκεκρότηται τοῖς ἄλλοις. ὁ δὲ παρὰ Ῥωμαίοις Κίγκιος λέγει, χωλὸν τὼ πόδε τὸν Ἥφαιστον λαμβά‐ νεσθαι διὰ τὸ ἄνισον τῆς ἡλίου πορείας. ὁ δὲ Χαι‐ ρωνεύς φησιν, ὅτι τοῦ πυρὸς τὴν δύναμιν προσειπόν‐ τες Ἥφαιστον ἀνθρωποειδὲς μὲν αὐτοῦ τὸ ἄγαλμα | |
15 | πεποιήκασι, πῖλον δὲ περιέθεσαν κυάνεον τῆς οὐρανίου | |
σύμβολον περιφορᾶς· ἔνθα τοῦ πυρὸς τὸ ἀρχοειδές τε καὶ ἀκραιφνέστατον. κατὰ δὲ ἱστορίαν Μανέθων Αἰ‐ γυπτιακῶν ὑπομνημάτων ἐν τόμῳ τρίτῳ φησίν, ὅτι πρῶτος ἀνθρώπων παρ’ Αἰγυπτίοις ἐβασίλευσεν Ἥφαι‐ | 135 | |
20 | στος ὁ καὶ εὑρέτης τοῦ πυρὸς αὐτοῖς γενόμενος· ἐξ οὗ Ἥλιος, οὗ Κρόνος, μεθ’ ὃν Ὄσιρις, ἔπειτα Τυφών, ἀδελφὸς Ὀσίρεως. | |
Mens.4.87 | Ἰστέον δέ, ὡς ὁ Μανέθων ἐν τᾷ περὶ ἑορτῶν λέγει, τὴν ἡλιακὴν ἔκλειψιν πονηρὰν ἐπίρροιαν ἀν‐ θρώποις ἐπιφέρειν περί τε τὴν κεφαλὴν καὶ τὸν στό‐ μαχον. | |
Mens.4.88(t) | Ἰούνιος. | |
1 | Οὕτως οὖν τοῦ πέμπτου μηνὸς εἰς τιμὴν τῆς γερουσίας πρὸς τοῦ βασιλέως Νουμᾶ διατεθέντος ἐλείπετο ἄρα τὸν ἕκτον εἰς τιμὴν τῆς νεολαίας— ἰουνιῶρας γὰρ τοὺς νεωτέρους φασίν—ὁρισθῆναι· | |
5 | βουλῇ γὰρ γερόντων καὶ νεωτέρων ἀνδρείᾳ εἰκὸς διοι‐ κεῖσθαι, ὥς φησι Πλάτων, τὸ πολίτευμα. οὐκ ἔξω δὲ λόγου τὸν ἓξ ἀριθμὸν φαίνεται ταύτῃ προσνέμων· ζωογονικὸς γὰρ οὗτος ἀπὸ μονάδος ἑξῆς ἄχρι τριάδος ἐξ αὑτοῦ συμπληρούμενος καὶ ἀρκῶν ἑαυτῷ· καὶ διὰ | |
10 | τοῦτο ὁ Πυθαγόρας τῇ πρώτῃ τῶν Μοιρῶν τοῦτον ἀνατέθεικεν. | |
Mens.4.89 | Καλένδαις Ἰουνίαις ἑορτὴ Ἥρας καὶ εὐχαὶ ἐν τῷ Καπετωλίῳ, πάντων ὁμοῦ Ῥωμαίων ὕδατος ἐξ ἑω‐ θινῆς ἀπογευομένων ψυχροῦ πρὸς φυλακὴν νόσου παντοίας καὶ διαφερόντως ποδαλγικῆς, ὡς ὁ χρησμὸς | 136 |
5 | ἐβούλετο, καὶ ὥστε μὴ διδύμους ἢ τερατώδεις γενέσθαι τοὺς τοκετούς. ἡ δὲ τοιαύτη συνήθεια ἐπὶ Ἀδριανοῦ εἰσενήνεκται, πεμφθείσης γυναικὸς ὡς αὐτὸν Αἰγυ‐ πτίας, ἣ ἀφηγεῖτο τέσσαρσιν ἡμέραις κατὰ διάστημα ἄνισον τέσσαρα τεκεῖν, μετὰ δὲ τεσσαράκοντα ἡμέρας | |
10 | τὸ πέμπτον, κατὰ τὸν Ἀριστοτέλην, ὅς φησιν ἐν τέσ‐ σαρσι τοκετοῖς εἴκοσι κυηθῆναι· τοῦτο δέ φησιν ὁ Ἡρακλείδης συμβαίνειν, ὅταν ἐξακοντισμὸς δὶς ἢ τρὶς ἀπὸ ἐγκρατείας κατ’ ἀναστομώσεως εὐστοχήσῃ ἢ καὶ τῆς μήτρας ἐπανοιχθείσης μετὰ τὴν προτέραν πῆξιν | |
15 | κατὰ τοσοῦτον καθ’ ὅσον ὁ τοκετὸς ἀριθμοῖτο. ὅτι ὁ Ἰούνιος μὴν ἀνεπιτήδειος πρὸς γάμους, ὡς τὰ βιβλία τῶν παρὰ Ῥωμαίοις ἱερέων λέγει· ἀληθὴς δὲ ὁ λόγος καὶ ἀνάγκη πᾶσα, κατὰ τόδε καιροῦ γινόμενον συνοι‐ κέσιον τὸν νεώτερον ἀποβαλεῖν, καὶ ταύτης ἐγὼ τῆς | |
20 | ἐκβάσεως ἔμπειρός εἰμι, τὴν ἐμοὶ φιλτάτην γυναῖκα ὡς τάχος ἀποβαλών. ἐπὶ δὲ τρεῖς ἡμέρας οὐκ ἐξῆν | |
γυναιξὶν ἢ καρῆναι ἢ ὀνυχίσασθαι. | 137 | |
Mens.4.90 | Τὸ Σάγκος ὄνομα οὐρανὸν σημαίνει τῇ Σα‐ βίνων γλώσσῃ. | |
Mens.4.91 | Ὅτι οἱ Ἑβραῖοι οὐκ εἰκῇ ἀπέχονται λαγωοῦ καὶ στρουθοῦ Λίβυος καὶ χαραδριοῦ· ὁ μὲν γὰρ λαγωὸς ἄρρην τίκτειν πέφυκε τεραστίως, ὁ δὲ Λίβυς στρουθὸς οὐδὲ στρουθὸς οὐδὲ τετράποδον οὐδὲ πτηνόν ἐστι τέ‐ | |
5 | λειον· οὐδεὶς δὲ χαραδριὸν φαγὼν οὐκ ἐπένθησεν. | |
Mens.4.92 | Λαρινὸν τὸ λιπαρόν, ἐξ οὗ καὶ λάρδος. ἄλλοι δὲ ἄλλως φασί. | |
Mens.4.93 | Θυγατέρας Ἀνάγκης τὰς Μοίρας φασί, Λάχεσιν τε καὶ Κλωθώ 〈καὶ Ἄτροπον· καὶ Λάχεσιν μὲν τὰ παρελθόντα διοικεῖν, Κλωθὼ〉 δὲ τὰ ἐνεστῶτα, Ἄτρο‐ πον δὲ τὰ μέλλοντα. | |
Mens.4.94 | Τῇ πρὸ πέντε Εἰδῶν Ἰουνίων ἑορτὴ τῆς Ἑστίας. ἐν ταύτῃ τῇ ἡμέρᾳ ἑώρταζον οἱ ἀρτοποιοὶ διὰ 〈τὸ〉 τοὺς ἀρχαίους τὸν ἄρτον ἐν τοῖς ἱεροῖς τῆς Ἑστίας κατα‐ σκευάζειν· ὄνοι δὲ ἐστεφανωμένοι ἡγοῦντο τῆς πομ‐ | |
5 | πῆς, διὰ τὸ τούτοις ἀλεῖσθαι τὸν σῖτον. ὅτι οἱ μὲν φυσικοὶ τὴν Ἑστίαν βούλονται τὴν γῆν εἶναι ἀπὸ τοῦ ἑστάναι, οἱ δὲ θεολόγοι ταύτην εἶναι βούλονται τὴν λεγομένην ὀντότητα. καὶ μάρτυς ὁ ἐν τῷ Κρατύλῳ Σωκράτης, λέγων Ἑστίαν εἶναι τὴν πηγαίαν οὐσίαν | |
10 | καὶ πᾶσι τοῦ εἶναι αἰτίαν, ἱδρυμένην ἐν τῷ πατρί· ὁ δὲ Πορφύριος μετὰ τὴν νοητὴν Ἑστίαν ἤτοι ὀντότητα | |
βούλεται καὶ τὴν ἔφορον τῆς γῆς—χθόνα δὲ αὐτὴν καλοῦσι—ὁμωνύμως ἐκείνης Ἑστίαν εἶναι, λέγει δὲ οὕτω· ‘καὶ τὸ μὲν ἡγεμονικὸν τῆς θείας δυνάμεως | 138 | |
15 | Ἑστία κέκληται, ἧς ἄγαλμα παρθενικὸν ἐφ’ ἑστίας ἵδρυται· καθ’ ὃ δὲ γόνιμος ἡ δύναμις, σημαίνουσιν αὐτὴν γυναικὸς εἴδει προμάστου.‘ οἱ δὲ Ῥωμαίων ἱε‐ ροφάνται οὐδὲν ἕτερον βούλονται εἶναι αὐτὴν ἢ μόνην τὴν γῆν. | |
Mens.4.95 | Πρὸ τοῦ μεγάλου κατακλυσμοῦ τὴν Σικελίαν μὴ νῆσον εἶναί φασιν ὡς σήμερον ἀλλ’ ἤπειρον γενέ‐ σθαι συνημμένην τῇ ὕστερον Ἰταλίᾳ, ἐκ δὲ τῆς φορᾶς τῶν ἐκ τῆς ἐπικλύσεως ῥευμάτων τῶν ῥιζῶν ἀποσπα‐ | |
5 | σθεῖσαν νῆσον ἀποκαταστῆναι, καὶ διὰ τοῦτο Ῥήγιον ἀπὸ τῆς ῥήξεως ὀνομασθῆναι τὸ πλευρὸν τῆς Ἰταλίας ἐκεῖνο, ἐξ οὗπερ ἀπέρρωγε. πρότερον δὲ Σικανία ἐλέ‐ γετο ἡ Σικελία. ἡ Ἰταλία ἐννέα ἐπαρχίας ἔσχε ταύ‐ τας· Καμπανίαν Ἀπουλίαν Θουσκίαν Καλαβρίαν Οὐμ‐ | |
10 | βρίαν Δαλματίαν Λουκανίαν Βρεττίαν Σικελίαν. | |
Mens.4.96 | .... πρὸς Προυσίαν τῆς Βιθυνίας βασιλέα. | |
Mens.4.97 | Παρὰ τοῖς Πυθαγορείοις ἡ δυὰς ὡς θέσιν τινὰ καὶ ἐπιβάθραν τῷ ἀριθμῷ ἐπιδοῦσα ἐλευσίνη καλεῖται, ὡς προέλευσιν ἐπὶ τὸ πλεῖον καὶ ἄπειρον παρέχουσα. | |
Mens.4.98 | Ὅτι ὁ Εὔδημός φησιν, ἐν Πέλταις τῆς Φρυ‐ γίας λίθον γενέσθαι ποτὲ τετράπεδον, ὃν δὴ νηνεμίας οὔσης τοὺς γεωργοὺς ὑποτιθέντας ξύλα στρογγύλα ἐξαίρειν καὶ ἀνέμους ποιεῖν· ἐφ’ ὅσον δ’ ἂν ἐξῃρέθη | |
5 | ὁ λίθος, ἐπὶ τοσοῦτο δὴ ἰσχυρῶς ἀνατείνειν τοὺς ἀνέ‐ μους· καὶ πάλιν εἰς ἐπίπεδον τὸν λίθον τιθέναι καὶ νηνεμίαν γίνεσθαι. | 139 |
Mens.4.99 | Ὅτι τὰς συνετὰς διανοίας οἱ ποιηταὶ μελαί‐ νας φασὶν οἷον βαθείας· τῷ γὰρ βάθει τὸ μέλαν ἕπεται· τοιγαροῦν ὁ Πίνδαρος λευκάς φησι φρένας τὰς μὴ συνετάς. | |
Mens.4.100 | Φεῦ τῶν βροτείων ὡς ἀνώμαλοι τύχαι· οἱ μὲν γὰρ εὖ πράσσουσι, τοῖς δὲ συμφοραὶ σκληραὶ πάρεισιν εὐσεβοῦσι πρὸς θεοῦ. τὴν τύχην Φορτοῦναν λέγουσιν οἱ Ῥωμαῖοι ἀπὸ τῆς | |
5 | φορᾶς .... ἔνθουν ὠφέλειαν. Ἀριστοτέλης· ‘εἰ ἔστιν ἀρετή, οὐκ ἔστι τύχη· ἄνω γὰρ καὶ κάτω τὰ τῆς τύχης ἐν τοῖς ἀνθρωπίνοις γυμνάζεται πράγμασι, πλούτῳ τε καὶ διαφερόντως ἀδικίᾳ. οἱ δὲ πρὸς ἀρετὴν ἔχοντες καὶ θεοῦ μεμνημένοι καὶ κρείττονας ἐπὶ τῶν μακαρίων | |
10 | καὶ ἀΰλων πραγμάτων ἐλπίδας σαλεύοντες καταφρο‐ νοῦσι τῶν τῇδε καλῶν‘. οὐδὲν γὰρ ἀσφαλὲς οὐδὲ κε‐ κριμένον ἐστὶν ἐπὶ τῆς τύχης, ὡς Εὐριπίδης φησί. χείρους οἱ τοῦ πλούτου παρὰ μέτρον ἐφιέμενοι· πλοῦ‐ τος γὰρ μᾶλλον κακίας ἢ καλοκαγαθίας ὑπηρέτης ἐστί, | |
15 | φησὶν ὁ ῥήτωρ. ὅτι ὁ Πλάτων μηδένα γίνεσθαι μεγί‐ στου πλούτου κύριόν φησιν, εἰ μὴ τὸν προεζημιω‐ | |
μένον τὴν ψυχήν. | 140 | |
Mens.4.101 | Ὅτι ὁ χρησμός φησι· Δοιοὶ δαίμονές εἰσι κατ’ ἀνέρα· δοιὰ δὲ τούτων ἔθνεα· οἳ κατὰ γαῖαν ἀεὶ τεθαλυῖαν ἀλῶνται †παραμίμνειν μερόπεσιν ἐκ Διὸς ἀρχῆς· | |
5 | Ζεὺς γάρ τοι δωτὴρ πάντων ἀγαθῶν τε κακῶν τε, ὃς καὶ τικτομένοισι χρόνον ζωῆς ἀφορίζει καμμίξας φαυλοῖσι καλοῖσι τε σῶμα βροτεῖον. κείνους δαίμονας ὅστις ἑῇ σοφίῃ προσέλοιτο, γνώμην τε σχοίη, ποίοις χαίρουσιν ἐν ἔργοις, | |
10 | πάντων ἂν προφέροιτο νόῳ καὶ πράξεσιν ἐσθλαῖς, ἐσθλὰ παρ’ ἐσθλοῦ δῶρα φέρων καὶ φαῦλα προφεύγων. | |
Mens.4.102(t) | Ἰούλιος. | |
1 | Τὸν Ἰούλιον μῆνα πέμπτον μὲν ἄν τις ἀπὸ τοῦ πολιτικοῦ, ἕβδομον δὲ ἀπὸ τοῦ ἱερατικοῦ λάβοι ἐνιαυτοῦ· ἀπὸ γὰρ τοῦ Μαρτίου—ἐκεῖνος δὲ ἦν ὁ παρὰ Ῥωμύλου τεθεὶς εἰς ἀρχὴν τοῦ πολιτικοῦ ἐνιαυ‐ | |
5 | τοῦ—πέμπτος ἐστίν, ὅθεν καὶ Κυντίλιος τὸ πρὶν ὠνομάζετο· ἕβδομος δὲ ἀπὸ τοῦ Ἰανουαρίου· ἱερατικὸς δὲ οὗτος κατὰ τὸν Νουμᾶν. ὁ τοίνυν Καῖσαρ οὐ τύχῃ μόνον, ἀλλὰ καὶ ἱερωσύνῃ κοσμούμενος—καὶ γὰρ πόν‐ τιφεξ ἦν, οἱονεὶ γεφυραῖος ἀρχιερεὺς ἢ θεουργός, διὰ | 141 |
10 | τὴν ἐξ Ἀφροδίτης σειράν—εὑρὼν τὸν Κυντίλιον μῆνα τὴν προσηγορίαν μετέβαλεν, οὐ διὰ τὴν τοῦ ἀριθμοῦ μόνον τελειότητα, ἀλλὰ καὶ διὰ τὸ αὐτὸν ἐκεῖνον κατὰ τὴν πρὸ τεσσάρων Εἰδῶν τοῦ μηνὸς τούτου τεχθῆναι. Καῖσαρ δὲ ὠνομάσθη, οὐ καθώς | |
15 | φασιν οἱ παλαιοί, ἐκ τῆς ἀνατομῆς τῆς γαστρὸς Αὐρη‐ λίας τῆς μητρὸς αὐτοῦ, ἧς δῆθεν ἀποβιούσης ἐγκύ‐ μονος αὐτὸν ἀνατμηθείσης ἐκείνης ληφθῆναι· τὸ δ’ ἀληθὲς κεκριμένον τοῖς ἱστορικοῖς περὶ τῆς τοιαύτης αὐτοῦ προσηγορίας τοιοῦτόν ἐστιν· ἐπὶ τοῦ Φοινικι‐ | |
20 | κοῦ πολέμου, ὅτε ὁ Σύφαξ Ἀννίβᾳ συνεμάχει, λέγεται Γάϊον Ῥουτίλιον—πρόγονος δὲ οὗτος παλαιὸς τῷ Καίσαρι γέγονε—ἐν αὐτῇ τῇ παρατάξει μαχόμενον τοσ‐ αύτῃ δυνάμει ἐπαφεῖναι τὸ δόρυ κατὰ τοῦ Μαυρουσίου, ὥστε τὸν ἐλέφαντα, ᾧ ἐπωχεῖτο ὁ πολέμιος, καταβαλεῖν, | |
25 | κἀκεῖθεν τὴν Καίσαρος ἐπωνυμίαν λαβεῖν, ἐπεὶ παρὰ Φοίνιξιν ὁ ἐλέφας τὸ ζῶον καῖσαρ λέγεται. Οὐάλης | |
δὲ, ὃς καὶ αὐτὸς τὰ Καίσαρος ἔγραψε, φησὶν ἄριστον μὲν αὐτὸν καὶ πρεπωδέστατον ἐν μεγέθει γενέσθαι, ἔτι μὴν καὶ κομήτην· τὴν γὰρ κόμην πατρίως οἱ | 142 | |
30 | Ῥωμαῖοι καισάριεν προσαγορεύουσι, καί φησιν, ὡς διὰ τὸ ἐξ αὐτῆς κάλλος Καῖσαρ προσηγορεύετο. κύ‐ ριον δὲ αὐτῷ ὄνομα Γάϊος, εὐγενείας δὲ σημαντικὸν Ἰούλιος, ἀπὸ Ἰούλου τοῦ Αἰνείου τοῦ Ἀφροδίτης, ἀρετῆς δὲ ὁ Καῖσαρ. | |
Mens.4.103 | Θεοδόσιος ὁ μικρὸς νεωτερίζων τὸ τῆς Ὀλυμ‐ πιάδος ἐκ τῶν χρόνων ἀπήλειψεν ὄνομα. | |
Mens.4.104 | Ὅτι τὸν Καίσαρά φασιν ἐξ ἀπείρου χειμῶνος ἐπιληψίᾳ περιπεσεῖν· θεραπευθῆναι δὲ ὕστερον ἡρα‐ κλείου βοτάνης χυλὸν σὺν πυτίᾳ φώκης ἑλκύσαντα. καὶ Καῖσαρ μὲν οὔπω θαυμαστὸν εἰ καὶ φώκης πυτίας | |
5 | ηὐπόρησεν· Ἀρέτας δὲ ὁ τῶν Σκηνιτῶν Ἀράβων φύλ‐ αρχος Κλαυδίῳ Καίσαρι γράφων ἐπιστολὴν περὶ τῆς δι’ ὀρνέων θεραπείας φησίν, ἧπαρ γυπὸς σὺν τῷ αἵματι ὀπτὸν μετὰ μέλιτος διδόμενον ἐπὶ ἑβδομάδας τρεῖς ἀπαλλάττειν ἐπιληψίας, ὁμοίως δὲ καὶ τὴν καρ‐ | |
10 | δίαν τοῦ γυπός, ὅτε ξηρανθῇ, ἐν ὕδατι διδομένην τῷ ἴσῳ τρόπῳ ἰσχύειν. | |
Mens.4.105 | Ὅτι οἱ πολλοὶ τῶν ἱστορικῶν φασι τὸν Καί‐ σαρα ἑπτάμηνον τεχθῆναι, καὶ διὰ τοῦτο τὸν ἕβδομον | |
μῆνα τοῦ ἱερατικοῦ ἐνιαυτοῦ εἰς τὴν οἰκείαν μεταβα‐ λεῖν προσηγορίαν. οὐδεὶς δὲ ἄλλος ἠνδραγάθισεν ὡς | 143 | |
5 | οὗτος. | |
Mens.4.106 | Χρησμὸς ἐδόθη Ῥωμαίοις πρὸς τῆς Μητρός, μηδ’ ὅλως ἀφροδισίοις χρῆσθαι ἀνὰ πάντα τὸν Ἰού‐ λιον μῆνα, εἴπερ αὐτοῖς ὑγιαίνειν τὰ σώματα μέλλοι. | |
Mens.4.107 | Κατὰ τὸν ἐν λέοντι ἥλιον ἀναχεῖται ὁ Νεῖ‐ λος. Ἰλὰς ὄνομα τῷ Νείλῳ πρότερον, εἴτα Αἴγυπτος ἐξ Αἰγύπτου, εἶτα Χρυσορρόας καὶ τὸ λοιπὸν Νεῖλος ἀπὸ βασιλέως οὕτω καλουμένου· τὸ γὰρ δόξαν τοῖς | |
5 | γραμματικοῖς ἀπὸ τῆς νέας ἰλύος ὠνομάσθαι τὸν Νεῖ‐ λον πρὸς ἐτυμολογίαν ὁρᾷ. περὶ τῆς ἐν θέρει τῶν ὑδάτων ἐπιδόσεως Ἀναξαγόρας φησί, τὰς τῆς Αἰθιο‐ πίας τηκομένας χιόνας ἀποστέλλειν τὸν Νεῖλον. καὶ ταύτης ἐστὶ τῆς δόξης ὅ τ’ Αἴσχυλος καὶ Σοφοκλῆς | |
10 | καὶ Εὐριπίδης. ὁ δὲ μέγιστος ἐν φιλοσόφοις Ῥωμαίοις Σενέκας ἀντιλέγει φάσκων 〈ἐμπυροτάτην εἶναι〉 τὴν Αἰθιοπίαν, ἔνθεν καὶ διακαίεσθαι τὰ σώματα τῶν | |
Τρωγλοδυτῶν, οἵτινες οὐ φέροντες τὸν ἥλιον ὑπὸ τὴν γῆν οἰκοῦσιν, ὅ τε ἄργυρος κατ’ ἐκεῖνον τὸν τόπον ἀπο‐ | 144 | |
15 | μολυβοῦται καὶ οὐδεμία ὕλη οὐκ ἀποτήκεται· ἄλλως δὲ πολλοὺς εἶναι ποταμοὺς ἐκκειμένους τῷ νότῳ, ὧν οὐδένα ὁρῶμεν καίπερ ὑπερκειμένων ὀρῶν πλημμυ‐ ροῦντα τῷ θέρει. Εὐθυμένης δὲ ὁ μασσαλιώτης φησὶ διαπλεῦσαι τὴν Ἀτλαντικὴν θάλατταν, ἐξ ἐκείνης τε | |
20 | ἰδεῖν τὸν Νεῖλον ἐκτρέχοντα καὶ τότε μᾶλλον ὀγκοῦ‐ σθαι, ὅταν οἱ λεγόμενοι ἐτήσιοι πνέωσι· τότε γάρ φησιν ἐξωθεῖσθαι ὑπὸ τῶν ἀνέμων τὴν θάλατταν, τού‐ των δὲ παυομένων ἡσυχάζειν. γλυκὺ δὲ σχεδὸν τὸ τῆς Ἀτλαντικῆς θαλάττης ὕδωρ, καὶ ὅμοια 〈τὰ〉 ταύτης | |
25 | θηρία τοῖς τοῦ Νείλου. ἀντιλέγει δὲ καὶ ταύτῃ τῇ δόξῃ ὁ Σενέκας φάσκων, τὸ μὲν γλυκὺ καὶ λεπτὸν ὕδωρ ὑπὸ τοῦ ἡλίου ἀναρπάζεσθαι καὶ τρόποις ἅπα‐ σιν ἁλμυρὰν εἶναι πᾶσαν θάλασσαν, καὶ μηδὲν ἀλη‐ θὲς εἶναι τοῦτο· εἰ γὰρ τοῦτο ἦν, καὶ τῷ χειμῶνι ἂν | |
30 | ἐπεδίδου ὁ Νεῖλος, καὶ ἔτι μᾶλλον, ὅσῳ καὶ βιαιοτέρα ἡ τῶν ἀνέμων φορά· ἔτι δὲ καὶ ἰλυώδης μᾶλλον καὶ κυανοῦς φαίνεται, ὅπερ ἀλλότριον θαλαττίων ὑδάτων. μεθ’ ὃν Διογένης ὁ Ἀπολλωνιάτης φησί, τοῦ ἡλίου ἁρπάζοντος τὴν ὑγρότητα, ἕλκεσθαι ὑπὸ τῆς ξηρᾶς τὸν | |
35 | Νεῖλον ἐκ τῆς θαλάττης· σηραγγώδης γὰρ κατὰ φύσιν ὑπάρχουσα καὶ διατετρημένη ἕλκει πρὸς ἑαυτὴν τὸ | |
ὑγρόν, καὶ ὅσῳ μᾶλλον ξηροτέρα ἡ γῆ τῆς Αἰγύπτου, τοσούτῳ πλέον ἕλκει πρὸς ἑαυτὴν τὴν νοτίδα, καθάπερ τὸ ἔλαιον ἐπὶ τῶν λύχνων ἐκεῖσε πλέον ὁρμᾷ, ὅπη καὶ | 145 | |
40 | δαπανᾶται ὑπὸ τοῦ πυρός. ὁ δὲ Ἡρόδοτος παρὰ πάν‐ των τῶν ποταμῶν ἕλκειν τὸν ἥλιον τὸ ὑγρόν φησι τὴν πρόσγειον νότου ζώνην διατρέχοντα, πρὸς δὲ τῷ θέρει πρὸς βορρᾶν ἐκκλίνοντα ἐκκαλεῖσθαι τὸν Νεῖλον, καὶ διὰ ταύτην τὴν αἰτίαν αὐτὸν ἀναχεῖσθαι κατὰ τὸ θέ‐ | |
45 | ρος. οἱ δὲ Αἰγύπτιοί φασι, τοὺς ἐτησίους πάσας ἐξ ὑπερτέρου τὰς νεφέλας ἐπὶ τὸν νότον ἐξωθεῖν καὶ ἐκεῖθεν βαρείας καταφερομένης βροχῆς ἀναβλύζειν τὸν Νεῖλον. Ἔφορός γε μὴν ὁ Κυμαῖος ἐν τῇ πρώτῃ τῶν ἱστοριῶν φησιν, ἀραιὰν εἶναι κατὰ φύσιν τὴν Αἴγυ‐ | |
Mens.4.107(50) | πτον, καὶ κατ’ ἔτος ἐπαγομένης ἰλύος ὑπὸ τοῦ Νείλου στεγανοῦσθαι, τὸν δὲ ποταμὸν δίκην ἱδρῶτος κατὰ τὸν καιρὸν τοῦ καύματος ἐπὶ τὰ κουφότερα καὶ ἀραιό‐ τερα καταρρεῖν. ἀλλὰ καὶ Θρασυάλκης ὁ Θάσιος τοὺς ἐτησίους φησὶν ἐξωθεῖν τὸν Νεῖλον· τῆς γὰρ Αἰθιο‐ | |
55 | πίας ὑψηλοῖς παρὰ τὰ καθ’ ἡμᾶς ὄρεσι διεζωσμένης, ὑποδεχομένης τε τὰς νεφέλας πρὸς τῶν ἐτησίων ὠθου‐ μένας ἐκδιδόναι τὸν Νεῖλον· ὡς καὶ Καλλισθένης ὁ Περιπατητικὸς ἐν τῷ τετάρτῳ βιβλίῳ τῶν Ἑλληνικῶν φησιν, ἑαυτὸν συστρατεύσασθαι Ἀλεξάνδρῳ τῷ Μακε‐ | |
60 | δόνι, καὶ γενόμενον ἐπὶ τῆς Αἰθιοπίας εὑρεῖν τὸν | |
Νεῖλον ἐξ ἀπείρων ὄμβρων κατ’ ἐκείνην γενομένων καταφερόμενον. ἀλλὰ καὶ Δικαίαρχος ἐν περιόδῳ γῆς ἐκ τῆς Ἀτλαντικῆς θαλάττης τὸν Νεῖλον ἀναχεῖσθαι βούλεται. ποικίλαι μὲν οὖν αἱ περὶ αὐτοῦ δόξαι, τὸ | 146 | |
65 | δ’ ἀληθὲς κατὰ τοὺς ἀνθρώπους τέως οὐδαμοῦ· κατὰ γὰρ τὸ λόγιον τὸ δ’ ἀτρεκὲς ἐν βαθεῖ ἐστι. Χρῆστος δὲ ὁ Ῥωμαῖός φησιν· ‘ἐπὶ τῆς δύσεως ὄρη μέγιστα καὶ ὑψηλότατά εἰσιν, ἃ τὴν Λιβύην ἀπὸ τῆς | |
70 | Αἰθιοπίας χωρίζουσι, τούτων ταῖς ἐσχάταις ῥίζαις τὸ Ἀτλαντικὸν ἐπιπῖπτον πέλαγος, ἔνθεν τὴν ἀρχὴν Αἰ‐ θιοπία ἀπὸ τῆς δύσεως λαμβάνει. ὑπὸ τοίνυν τούτοις τοῖς ὄρεσι λίμναι εἰσὶν εἰς ἄπειρον πλατύτητος ἡπλω‐ μέναι· παροικεῖ δὲ αὐτὰς γένος ἀνθρώπων τῶν λεγο‐ | |
75 | μένων Ἰχθυοφάγων, ὅπερ ἀπὸ πρώτης ὥρας ἄχρι δυ‐ σμῶν ἡλίου ἐν τῷ ὕδατι διατρίβει καὶ τοῖς ἰχθύσι τρέφεται. τούτοις ὁμοροῦσιν οἱ λεγόμενοι Ἀνθρωπο‐ φάγοι, γένος ἀνθρώπων ἀνδρειότατον, ῥισὶ στρογγύ‐ λαις χρώμενον, προσώποις ἐπικαμπέσιν, ὄνυξιν ἐγγὺς | |
80 | λέουσιν ὁμοίοις. ἐκ τῶν λιμνῶν οὖν ἐκείνων τὰς ἀφορμὰς ὁ ποταμὸς λαμβάνει· προϊόντα γὰρ ἐξ αὐτῶν τὰ ῥεύματα συνηρεφῆ ἀποτελοῦσιν. ἐκ τούτων δὴ τῶν λιμνῶν, ἃς καλοῦσιν ἐκεῖνοι Χαάς, ἐκρεῖ λεπτότατόν τι ῥεῦμα καὶ μόλις ὁρώμενον, ὅπερ εἰς στενοὺς τόπους | |
85 | καὶ κατὰ μέρος ἐκ διαφόρων μερῶν εἰς κοίτην ἰδίαν καταπῖπτον ὄψιν ποταμοῦ λαμβάνει. οὗτος δ’ ἂν εἴη | |
ὁ Νεῖλος, ὅστις ἐπὶ διαφόρων κλιμάτων εἰλούμενος γί‐ νεται διὰ τόπων δασέων καὶ ἀνοδεύτων, ὧν τὰ ... ἐκεῖ‐ θεν εἰς ὁμαλὸν ἐκχεῖται καὶ πάλιν εἰς ποταμοῦ κοίτην | 147 | |
90 | συνάγεται, καὶ ναυσίπορος λοιπὸν ἐπὶ τὴν Μερόην διὰ τῶν ἀοικήτων τοῦ νότου μερῶν φέρεται καὶ ταύτην περιρρέων νῆσον ἀποτελεῖ· ἔστι γὰρ πᾶσα ὁμαλή. κἀκεῖθεν τὸ λοιπὸν ὁ πᾶς ἐγκλειόμενος ἐπὶ τὴν ἀνατολὴν ῥέπει καὶ ἐπὶ τὴν Αἴγυπτον, κἀκεῖθεν εἰς | |
95 | θάλασσαν σφοδροτέρου πνεύματος καταπνέοντος· ἐκ τῆς βίας γάρ, ὡς εἴρηται, τοῦ βορείου πνεύματος ἀνα‐ κλώμενος ὁ ποταμὸς καὶ μᾶλλον ἀνεκχεόμενος πᾶσαν καταλιμνάζει τὴν Αἴγυπτον. εὔρου δὲ ἐκ τῆς ἀνατο‐ λῆς τοῖς ἐτησίοις ἀντιπνέοντος ἢ νότου ἀπὸ μεσημ‐ | |
Mens.4.107(100) | βρίας ἐξωθοῦντος τὸν Νεῖλον, εἰκότως ὁ ποταμὸς ἐπὶ τὴν θάλασσαν—λωφήσαντος ἠρέμα τοῦ βορρᾶ— κατατρέχει. κἀκεῖνο δὲ τεκμήριόν ἐστι τοῦ μὴ ἀπὸ τήξεως χιόνων αὔξεσθαι αὐτόν, ὅτι οὐ ψυχρός ἐστιν, ἀλλὰ θερμός, καὶ διὰ τοῦτο ὑπονοστοῦντος τοῦ ὕδατος | |
105 | εὑρίσκεται ἐπὶ τῆς ἰλύος ζωά τινα ἐκ μέρους διαπε‐ πλασμένα καὶ ἐκ μέρους κνώδαλα. πέφυκε δὲ τὰ τοι‐ αῦτα θερμότητι καὶ ὑγρότητι ζωογονεῖσθαι, ὅπερ ἐπὶ τῶν ἄλλων ὑδάτων οὐκ ἔστιν· ἰχθύας γὰρ καὶ μόνους ἔχουσι. καὶ οἱ μὲν ἄλλοι στοχαζόμενοι λέγουσιν, ἐγὼ | |
110 | δέ—φησὶν ὁ Χρῆστος—γενόμενος ἐν τῷ ἀκροτηρίῳ τῆς Μαυρουσίας ἐν τῷ στομίῳ τοῦ Ὠκεανοῦ‘. | |
Mens.4.108 | Ὅτι ὅπη ἂν πυρὸς νομὴ καίοιτο, σηραγγώδη ἀνάγκη τυγχάνειν τὴν ἐν βάθει γῆν, ἐξ ἧς αἰτίας τὰ θερμὰ ὕδατα. διὸ καὶ βλεννώδης ἡ φύσις τῶν τοιού‐ των ὑδάτων, ἐπεὶ καὶ θαλάττια· τῷ δὲ πυρὶ τὸ ἁλμυ‐ | 148 |
5 | ρὸν ἐπὶ τὸ σικχὸν μεταβάλλουσα ἀσφαλτώδης τε ἅμα καὶ στυπτηρίας καὶ θείου ἔμπλεως γίνεται. †οὐ καθαί‐ ρει μᾶλλον ὑποξηραίνουσα τῶν ἀτμῶν τῆς ἀσφάλτου τῇ πλείονι τῶν ὑδάτων ὑγρότητι βυθιζομένων. | |
Mens.4.109 | Κέστιος ὁ ὑπατικὸς τῆς Ἱερουσαλὴμ ἡγού‐ μενος νυκτὸς τὴν εἰκόνα τοῦ Νέρωνος ἀνέστησεν ἐν τῷ τῶν Ἑβραίων ἱερῷ, ὥστε κοινωνεῖν τῆς τιμῆς τῷ θεῷ τὸν Νέρωνα· οἱ δὲ ἀγανακτήσαντες αὐτόν τε Κέ‐ | |
5 | στιον καὶ πάντας Ῥωμαίους τοὺς ἐπὶ τῆς ἀνατολῆς εὑρεθέντας ἀνεῖλον καὶ φανερῶς τοῖς κρατοῦσιν ἀνε‐ κήρυξαν τὸν πόλεμον. | |
Mens.4.110 | Ἐρρουσάλους Ῥωμαῖοι τοὺς ἀλήτας καὶ πλα‐ νωμένους καλοῦσιν· οἱ δὲ ἰδιῶται ἐρρούλλους αὐτοὺς ἐξ ἀγνοίας λέγουσιν. | |
Mens.4.111(t) | Αὔγουστος. | |
1 | Ἕπεται δὲ ἀπὸ μὲν τοῦ ἦρος ὁ ἕκτος, ἀπὸ δὲ τῆς λεγομένης Αὐξιφωτίας ἑορτῆς ὁ ὄγδοος. ὅτι δὲ | |
ἕκτος ἀπὸ τοῦ Μαρτίου, ἐξ αὐτῆς ἐστι λαβεῖν τῆς ἀρ‐ χαίας τοῦ μηνὸς τούτου προσηγορίας· Σεξτίλιος 〈γὰρ〉 | 149 | |
5 | μετὰ τὸν Κυντίλιον ὠνομάζετο· ὅθεν οἱ μετ’ αὐτὸν ἄχρι τοῦ δεκάτου οὐ κυρίαν, ἀλλὰ τὴν ἐξ ἀριθμῶν ἕλκουσι προσηγορίαν. Αὔγουστος δὲ ὕστερον μετωνο‐ μάσθη, ὡς μέν τινές φασιν, ὑπὸ τοῦ Αὐγούστου Καί‐ σαρος διὰ τὸ ἐν τῷ μηνὶ τούτῳ τοὺς ἐμφυλίους παῦ‐ | |
10 | σαι πολέμους, οὓς τότε πολλοὺς εἶχεν ἡ Ῥώμη, καὶ εἰς ὁμόνοιαν τοὺς Ῥωμαίους ἤδη καταστῆσαι· καὶ ἐπειδὴ ὄγδοός ἐστιν ἀπὸ Ἰανουαρίου, τούτῳ τῷ ὀγδόῳ τὸ ὄνομα τοῦ τῆς ὁμονοίας αὐτοῖς αἰτίου ἀνέθεντο. κατὰ γὰρ τοὺς Πυθαγορικοὺς ὁμολογία καὶ πειθὼ ἡ ὀκτὼ | |
15 | καλεῖται· πρῶτος γάρ ἐστι κύβος τὴν τοῦ παντὸς αἰ‐ σθητοῦ ἰδέαν περιέχων, κατά τε μῆκος καὶ πλάτος καὶ βάθος, καὶ καλῶς ὁμολογία καλοῖτ’ ἄν· ἐν αὐτῷ γὰρ τὰ περιττὰ τοῖς ἀρτίοις ὡμολόγησαν. ὡς δὲ ἕτεροί φασι, τοῦ Αὐγούστου Καίσαρος τῷ μηνὶ τούτῳ ἀπο‐ | |
20 | θανόντος οἱ Ῥωμαῖοι πρὸς τιμὴν αὐτοῦ Αὔγουστον τὸν μῆνα ὠνόμασαν. καὶ οὗτος δὲ ὁ Αὔγουστος Καῖσαρ, υἱὸς Ὀκταβίου, Ὀκταβιανὸς πρότερον ἐκαλεῖτο, ἐπ’ ἀδελ‐ φῇ γαμβρὸς γενόμενος Γαίῳ Ἰουλίῳ τῷ Καίσαρι· μετὰ 〈δὲ〉 τὰ πολλὰ καὶ μεγάλα ἐκείνου τρόπαια πολλοῖς ὀνό‐ | |
25 | μασιν ἐτιμᾶτο· οἱ μὲν γὰρ αὐτὸν ὠνόμαζον Κυρῖνον οἱονεὶ Ῥωμύλον, ἄλλοι Καίσαρα, ψήφῳ δὲ κοινῇ τῶν | |
ἀρχιερέων καὶ τῆς βουλῆς Αὔγουστος ἐπεκλήθη· Αὔ‐ γουστον δὲ οἱ Ῥωμαῖοι κατὰ τὴν πάτριον σημασίαν καλοῦσι τὸν κατ’ οἰωνὸν καὶ θεῶν μαρτυρίαν προα‐ | 150 | |
30 | γόμενον εἰς βασιλείαν. ὅτι μετὰ πολλὰς ὅσας ἀρί‐ στας αὐτοῦ πράξεις ὁ Αὔγουστος τὸν ἀπὸ τῆς μετο‐ πωρινῆς ἰσημερίας πεντεκαιδεκαετῆ κύκλον εἰσήγαγε καὶ τούτῳ τοῖς φιλοσοφοῦσιν ἑπόμενος, οἵ φασι τὴν ἰσημερινὴν ὥραν συνεστάναι ἐκ δεκαπέντε μοιρῶν. ὅτι | |
35 | οἱ Ῥωμαῖοι Αὔγουστον τὸν μῆνα ὠνόμασαν εἰς τιμὴν τοῦ Αὐγούστου Καίσαρος ἀποθανόντος ὥς φασι κατὰ τὴν ἑκκαιδεκάτην τοῦ τοιούτου μηνός. | |
Mens.4.112 | Ὅτι Αὔγουστος τὸν τοῦ Σοφοκλέους Αἴαντα εἰς τὴν πάτριον φωνὴν μετήνεγκεν· εἶτα ἀκμαζούσης αὐτῷ μετὰ τὴν πρακτικὴν καὶ τῆς ἐκ λόγων ἀρετῆς, ὡς ἀναξίαν ἐκ παραβολῆς πρὸς Σοφοκλέα τὴν ἑαυτοῦ | |
5 | διεγίνωσκε τραγῳδίαν, ταύτην ἐξήλειψεν. εἶτα ἐρω‐ τηθεὶς πρὸς τοῦ Κικέρωνος, παρ’ ᾧ μετὰ σπουδῆς ἐπαιδεύετο· ‘ποῦ τυγχάνει ὁ παρὰ σοῦ γραφόμενος Αἴας;‘ ἀστείως ἅμα καὶ νουνεχῶς ἀπεκρίνατο, σπόγγῳ τὸν ἑαυτοῦ Αἴαντα, καθάπερ σιδήρῳ τὸν τοῦ Σο‐ | |
10 | φοκλέους, ἐπιπεσεῖν. καὶ τοσαύτη τις αὐτῷ φρον‐ τὶς οὖσα περὶ λόγους ἐτύγχανεν, ὡς ἄρχοντος ἀπαι‐ δεύτου γράψαι πρὸς αὐτὸν δημοσίαν τολμήσαντος ἐπι‐ | |
στολὴν οὕτως ἀγανακτῆσαι, ὡς παραλῦσαι τῆς ἀρχῆς τὸν ἀπαίδευτον. καὶ μέτρον δὲ καὶ ὅρον ταῖς τε εὐ‐ | 151 | |
15 | ωχίαις καὶ ταῖς προιξὶν ἔθηκε, πρῶτος ἐπὶ τῇ ἑαυτοῦ θυγατρὶ τοῦτο ποιήσας. τῆς δὲ τῶν ὑπηκόων ἐλευ‐ θερίας τοσοῦτον ἐφρόντιζεν, ὥστε τινὸς τῶν κολάκων ἐπὶ τῆς βουλῆς δεσπότην αὐτὸν ὥσπερ ἐν ὑπεροχῆς τρόπῳ καλέσαντος, αὐτὸς ἐξαναστὰς· ‘ἐγὼ δέ‘, ἔφη, ‘ἐλευ‐ | |
20 | θέροις, ἀλλ’ οὐ δούλοις ἔμαθον διαλέγεσθαι‘. | |
Mens.4.113 | Ὅτι ὁ Χάρης φησί· δαπάνην ἄκαιρον μηδαμοῦ προσίεσο, γαστρὸς δὲ πειρῶ πᾶσαν ἡνίαν κρατεῖν. | |
Mens.4.114 | Ὅτι οἱ Γάλλοι διὰ τῶν ὑπονόμων ἐπελθόντες τῇ Ῥώμῃ νυκτὸς κατέσχον τὸ Καπετώλιον· τοιούτους γὰρ τοὺς ὑπονόμους τῆς Ῥώμης Σέρβιος Τοῦλλος κα‐ τεσκεύασεν ὁ ῥῆξ, ὡς ἅμαξαν πλήρη χόρτου δύνασθαι | |
5 | δι’ αὐτῶν παρενεχθῆναι. τῶν δὲ ἐν τῷ ἱερῷ χηνῶν ἰδόντων τοὺς πολεμίους καὶ ἀνακλαγξάντων—καὶ γὰρ ἄγρυπνος ἡ φύσις αὐτοῖς—ὁ στρατηγὸς διανα‐ στὰς ἐξώθησε τοὺς βαρβάρους ἐκ τοῦ ἱεροῦ· εἶτα καὶ δυνάμεως συναχθείσης κατέστρωσεν· ἔνθεν ἑορτὴν μὲν | |
10 | καὶ τιμὰς τῶν χηνῶν, ἀνθ’ ὧν ἐφύλαξαν τὴν πόλιν, ὄλεθρον δὲ τῶν κυνῶν. τῇ 〈γὰρ〉 πρὸ τριῶν Νωνῶν Αὐγούστων ἀνῄρουν ἀκωλύτως ἐν Ῥώμῃ τοὺς κύνας | |
εἰς τιμὴν τῶν χηνῶν, ὅτι τὸ Καπετώλιον οἱ μὲν κύνες προέδωκαν ὑπνώσαντες, οἱ δὲ χῆνες ἐγρηγορότες διέ‐ | 152 | |
15 | σωσαν. οἱ δέ φασιν, ὅτι τοῦτο ἐποίουν, ἵνα μὴ ὀχλη‐ ροὶ τοῖς νοσοῦσι νυκτὸς γίνωνται· οἱ δέ, ἵνα μὴ λυτ‐ τῶντες τοὺς ἀνθρώπους βλάπτωσι· τηνικαῦτα γὰρ ὁ σείριος ἀνατέλλει, ὃς καὶ δοκεῖ τῆς λύττης αὐτοῖς αἴτιος εἶναι. | |
Mens.4.115 | Ὅτι πολὺ ἐν τῷ βάθει τῆς γῆς ἐπινοστοῦν τὸ κατάγειον πῦρ τὴν πιμελώδη νέμεται 〈οὐσίαν〉· αὕτη δ’ ἐστὶ στυπτηρία ἢ θεῖον· ἡ γὰρ ἄσφαλτος κεκαυμένον ἐν γῇ καὶ ἐναποσβεννύμενον θεῖόν ἐστι· τούτου γὰρ τὸ μὲν | |
5 | ἐπ’ ὀλίγου διακαέν, ἅτε παραχρῆμα διασβεννύμενον, ὑγροτέραν τε καὶ πιμελωδεστέραν ἐργάζεται τὴν ἄσφαλ‐ τον, οἵα τὰ κατ’ Αἴτνην καὶ κατὰ τὴν ἐν Ἰουδαίᾳ λίμνην ἐπινήχεται· διακαὲν δὲ σφοδρότερον λιθοῦται, οἷός ἐστιν ὁ γαγάτης λίθος ὁ περὶ Βαβυλῶνα. ἡνίκα | |
10 | γοῦν τὸ ὑπονοστοῦν τοὺς ὑποκειμένους νέμεται τόπους, οὐδὲν ἡμῖν πάθος ἐπιδείκνυσι γῆς· ὁπόταν δὲ ἐργασά‐ μενον πολὺν ἐξαραιώσῃ τόπον, τηνικαῦτα θλιβόμενον ἐν τοῖς κοιλώμασι καὶ σηραγγώδεσι τόποις, εἰ μὲν ἐπιτύχοι διεκδρομῆς, οὐδὲν πλέον βρασμοῦ γῆς καὶ μυκήματος | |
15 | ἐργάζεται σημεῖον· εἰ δ’ αὖ μένει σωματούμενον ἤτοι .... ὑπερκείμενον ὄρος ἢ γῆν ἢ θάλασσαν, ὄρος μὲν ὡς τὸ ἐν Ἰταλίᾳ Βέσβιον καὶ 〈τὸ ἐν〉 Λιπάραις καὶ τὸ ὑπερ‐ κείμενον τῆς Καταναίων πόλεως ἐν Σικελίᾳ, θάλασσαν δὲ ἣν Παναίτιος μεταξὺ Λιπάρας καὶ τῆς Ἰταλίας | |
20 | ἱστορεῖ, γῆν δὲ οἵα τυγχάνει παρὰ τὴν ἐν Λυκίᾳ Κώ‐ ρυκον. οὐ μόνον δὲ ἀναρρήγνυσιν ὄρη τε καὶ γῆν, | |
ἀλλὰ καὶ 〈θαλάσσησ〉 ἀναφυσήματα ποιεῖ, ὥσπερ γέ‐ γονε τὰ περὶ τὴν Θήραν καὶ Θηρασίαν, καὶ ἐὰν μὲν ᾖ τὰ ἀναστομωθέντα συνεχῶς ἀναφυσῶντα πῦρ, πηγαί | 153 | |
25 | τε πυρὸς καὶ κρατῆρες ὀνομάζονται, οἷά ἐστι τὰ περὶ τὴν αὐτὴν Λιπάραν τε καὶ Στρογγύλην καὶ Βέσβιον· ἢν δ’ αὖ μύσῃ .... οἷον τὸ κατὰ Φιλαδέλφειαν τὴν ἐν Λυδίᾳ πεδίον καὶ τοὺς πρόποδας τοὺς ἐπὶ Μαζάκοις —οἱονεὶ Καππάδοκας—, καὶ τὸ ἐπὶ Δικαιαρχίᾳ Ἡφαί‐ | |
30 | στου πεδίον ποτὲ προσαγορευθέν. | |
Mens.4.116 | Ὅτι τῶν κομητῶν εἴδη κατὰ μὲν τὸν Ἀρι‐ στοτέλην ἐννέα· κατὰ δὲ τὸν Ῥωμαῖον Ἀπουλήϊον δέκα· ἱππίας ξιφίας πωγωνίας δοκίας πίθος λαμπαδίας κομήτης δισκεὺς τυφὼν κεράστης· καὶ ὁ μὲν ἱππίας | |
5 | ἐκ τοῦ δρόμου καὶ τῆς ὀξύτητος οὕτως ὠνομάσθη, πλαγίας δὲ καὶ ἀμυδρὰς ἀκτῖνας διαρραίνει· ὁ δὲ ξι‐ φίας δίκην ξίφους ἢ λόγχης μακρᾶς ἐκτεινόμενος φαί‐ νεται, ὠχρὸς δὲ καὶ νεφελοειδής· ὁ δὲ πωγωνίας τὴν λοφιὰν οὐ κατὰ κεφαλῆς, ἀλλ’ ὑποκάτω διαρραίνει δί‐ | |
10 | κην πώγωνος· ὁ δὲ δοκίας ὅμοιος ἐγγύς ἐστι τῷ ξι‐ φίᾳ, ἀλλ’ οὐκ ὀξείας ἔχει, ἀμβλείας δὲ τὰς ἀρχάς· ὁ δὲ πίθος ἐκ τοῦ σχήματος· ὁ δὲ λαμπαδίας πυρώ‐ δης καὶ δίκην πυρώπιδος λίθου ἢ δένδρου καιομένου πέφυκε διαλάμπειν· ὁ δὲ κομήτης πλατύς ἐστι τὸ | |
15 | εἶδος καὶ ὥσπερ ἱλαρὸς ἀργυροειδεῖς τινας πλοκάμους ἕλκων· ὁ δὲ δισκεὺς ἐξ αὐτῆς τῆς προσαγορίας δίκην | |
δίσκου φαίνεται οὐ λαμπρὸς οὐδὲ ἐρυθρὸς ἀλλ’ ὥσπερ ἤλεκτρον· ὁ δὲ τυφὼν πυρώδης καὶ αἱματώδης φαί‐ νεται καὶ λεπτούς τινας διαρραίνων πλοκάμους· ὁ δὲ | 154 | |
20 | κεράστης δίκην σελήνης κερατοειδής, ὅς, ἡνίκα Ξέρ‐ ξης κατὰ τῆς Ἀττικῆς ἦλθεν, λέγεται φανῆναι. ὁ δὲ Πτολεμαῖος ἐν τοῖς πρὸς Σύρον αὐτῷ γραφεῖσι προσ‐ τίθησι καὶ ἕτερον εἶδος κομήτου καλούμενον σάλ‐ πιγγα, φαίνεται δὲ κατὰ τὸ ἀρκτῷον κλίμα. οἱ δὲ | |
25 | φυσικοί φασιν, ὡς συνίστανται οἱ κομῆται ἐν τοῖς ὑπὸ σελήνην κόλποις ἀστρώδη τινὰ φύσιν ἐπιδεικνύμενοι· οὐ γάρ εἰσιν ἀστέρες, ἀλλὰ θρομβώσεις τινὲς ἐξ ἀνα‐ θυμιάσεως τῆς γῆς ἀποτελούμεναι, ὧν ἡ γένεσις μὲν ἐξ ἀέρος τοῦ κατὰ συναφὴν ἐγκαταλαμβανομένου τῷ | |
30 | αἰθέρι· ὅθεν καὶ ἰσοταχεῖς αὐτῷ μέχρι διαπτώσεως συμπεριφέρονται. καὶ ἡνίκα μὲν τὴν ῥύσιν ἐπὶ τὸ κάτω φερομένην ἔχων ὁ αἰθὴρ περιληφθείη, πωγωνίαι τε καὶ πίθοι ἀποτελοῦνται, ἡνίκα δὲ πλαγίως, κομῆται. τάχιον δὲ οἱ πωγωνίαι, πολὺ δὲ καὶ τούτων τάχιον | |
35 | πίθοι τε καὶ δοκίδες ἐκπίπτουσιν. | |
Mens.4.117 | Δύο Πᾶνάς φασι. τινὲς δέ φασι τὸν Πᾶνα ἐκ Κρόνου καὶ Ῥέας γενέσθαι, ἀντὶ τοῦ ἐκ τοῦ νοῦ καὶ τῆς ὑγρᾶς οὐσίας, οἷον τῆς ὑλικῆς ἀπειρίας, τόδε τὸ πᾶν. | |
Mens.4.118 | Ἀποτρεπόμενος τοῦ κατὰ Περσῶν πολέμου Ἰουλιανὸς ὑπὸ τοῦ Λιβανίου καὶ ἄλλων πολλῶν οἰω‐ νοσκόπων λέγεται φθέγξασθαι τὸ Ὁμηρικόν· αἰδέομαι Τρῶας καὶ Τρωάδας ἑλκεσιπέπλους. | 155 |
5 | ὑπερβαλὼν δὲ τὸν Τίγρητα καὶ πολλὰς πόλεις καὶ φρούρια Περσῶν παραστησάμενος τὸ λοιπὸν ἀφόρητος ἦν τοῖς βαρβάροις· δόλῳ δὲ ὅμως ἀπόλλυται καὶ παμ‐ πληθεί. δύο γὰρ Πέρσαι, ἀκρωτηριάσαντες ἑαυτοὺς ὤτων τε καὶ μυκτήρων, ἐλθόντες ἀπατῶσι τὸν Ἰου‐ | |
10 | λιανόν, τοιαῦτα πρὸς τοῦ βασιλέως παθεῖν τῶν Περ‐ σῶν ὀδυρόμενοι, δύνασθαι δὲ ὅμως, εἴπερ αὐτοῖς ἕψε‐ ται ὁ Ἰουλιανός, ἐπ’ αὐτῆς αὐτὸν Γοργοῦς, τῆς βασι‐ λίδος τῶν Περσῶν, νικῶντα καταστῆσαι. ὁ δὲ τῆς πεπρωμένης ἐπειγούσης Ζωπύρου τε ἅμα τοῦ Ἡροδο‐ | |
15 | τείου καὶ Σίνωνος τοῦ Βεργιλιανοῦ ἐπιλελησμένος, τὰς ναῦς καταφλέξας, δι’ ὧν τὸν Εὐφράτην παρεφέ‐ ρετο, ὡς μὴ δήπουθεν Πέρσαις 〈δοῦναι〉 ἄδειαν τοῦ χρήσασθαι αὐταῖς, μετρίαν τινὰ δαπάνην κομίζοντος τοῦ στρατοῦ, τοῖς ἀπατῶσιν ἠκολούθησεν· οἱ δὲ εἰς | |
20 | ξηρὰν καὶ ἄνυδρον ἀγαγόντες αὐτὸν δυσχωρίαν τὸν δόλον ἀπεκάλυψαν, καὶ αὐτοὶ μέν—τί γὰρ ἦν πλέον; — ἀπώλοντο, ὁ δὲ βασιλεὺς οὐδὲ προελθεῖν ἐπέκεινα οὐδὲ ἀναστρέψαι τὸ λοιπὸν εὑρίσκων, οἰκτρῶς ἐφθείρετο. ὡς δὲ τὸ πολὺ μέρος τῆς στρατιᾶς διέπεσεν, ἀσθενοῦντι | |
25 | αὐτῷ ἐπῆλθον οἱ Πέρσαι, ἐλαττωθέντες δὲ καὶ οὕτως | |
αὖθις ἐπιτίθενται μηδὲ δύο μυριάδας ἔχοντι τῷ πρὶν ἑπτακαίδεκα ἐπαγομένῳ. ὁ δὲ Ἰουλιανὸς ἐμαχέσατο ἄριστα· εἷς δὲ ἐκ τῆς Περσικῆς φάλαγγος τῶν λεγο‐ μένων Σαρακηνῶν, ἐκ τῆς ἁλουργίδος βασιλέα ὑπολα‐ | 156 | |
30 | βὼν ἀνέκραγε πατρίως ‘μαλχάν‘ οἱονεὶ βασιλεύς· καὶ ἐπαφεὶς ῥοίζῳ τὴν λεγομένην ῥομφαίαν διήλασεν αὐτὸν κατὰ τοῦ ἤτρου. τοῦ δὲ Ὀρειβασίου κομίσαντος αὐτὸν εἰς τὴν παρεμβολὴν καὶ διαθέσθαι τὰ τελευταῖα παρ‐ αινοῦντος, Ἰουβιανὸν μὲν αὐτὸς ψηφισάμενος βασι‐ | |
35 | λεύειν ἐτελεύτα. | |
Mens.4.119 | Οἱ μὲν ἀπὸ μεγάλης ἀρχῆς ῥέοντες ἄνεμοι εἰς δώδεκα μέρη τοῦ ὁρίζοντος διαιροῦνται, ὧν καὶ ἴσμεν τὰ ὀνόματα ἐν ἄλλοις ...., καὶ οἱ μὲν ἀπ’ αὐτῶν ἄρκτων καὶ τοῦ κατ’ αὐτὰς πόλου ῥέοντες ἀπαρκτίαι | |
5 | καλοῦνται, οἱ δὲ ἀπὸ δύσεως ἰσημερινῆς ζέφυροι, οἱ δὲ ἀπὸ τοῦ ἀφανοῦς νότοι, οἱ δὲ ἀπὸ ἀνατολῆς ἰση‐ μερινῆς ἀπηλιῶται· τῶν δὲ μεταξὺ τῶν εἰρημένων ὁ μὲν προσεχὴς τῷ ἀπαρκτίᾳ καικίας, ὃν ἔνιοι καὶ θρασκίαν λέγουσιν, ὁ δὲ τῷ ζεφύρῳ ἀργέστης, ὃν | |
10 | οἱ μὲν ὀλυμπίαν, οἱ δὲ ἰάπυγα καλοῦσι· τῶν δὲ μεταξὺ ζεφύρου καὶ νότου ὁ μὲν προσεχὴς τῷ ζε‐ φύρῳ λίψ, ὁ δὲ τῷ νότῳ λιβόνοτος· τῶν δὲ μεταξὺ νότου τε καὶ εὔρου ὁ μὲν πλησίον φερόμενος τῷ νότῳ εὐρόνοτος καλεῖται, ὁ δὲ τῷ ἀπηλιώτῃ εὖρος· | |
15 | ὁμοίως δὲ καὶ ἀπηλιώτου μεταξὺ καὶ ἀπαρκτίου, | |
ὁ μὲν προσεχὴς τῷ ἀπηλιώτῃ καλεῖται καικίας, ὁ δὲ τῷ ἀπαρκτίᾳ βορέας. τῶν δὲ μὴ ἀπὸ μεγάλης ἀρχῆς ὁ μὲν ἀπ’ ὀλίγης φορᾶς νέφους ἐκνεφίας, ὁ δὲ ἀπὸ κόλπων τινῶν καὶ διασφαγῶν κολπίας, ὁ δὲ | 157 | |
20 | ἀπὸ γῆς καὶ συστροφῆς ἀέρος γνοφίας. αὖραι γὰρ αὗται καὶ ῥύσεις ἀέρων τυγχάνουσιν οὖσαι, καὶ οὐκ ἀλόγως ἄνεμοι καλοῦνται, ὅτε ἢ ἀπὸ λιμνῶν ἢ ποτα‐ μῶν φέρονται· ὅμοιοι δὲ τούτων εἰσὶ καὶ οἱ ἀπόγειοι, ὅθεν εὐλόγως ἀέρος ἠρεμοῦντος τὸ κατάστημα καλεῖ‐ | |
25 | ται νηνεμία. | |
Mens.4.120 | Κατὰ δὲ τὸν Αὔγουστον μῆνα μαλάχης ἀπέ‐ χεσθαι τοῖς γε βουλομένοις ὑγιαίνειν τὰ ἄρθρα τὸ λόγιον θεσπίζει. | |
Mens.4.121(t) | Σεπτέμβριος. | |
1 | Ἀληθῆ λόγον ἐλέγομεν, ὡς ἀρχὴν ἐνιαυτοῦ τὸν Μάρτιον μῆνα ἔταττον οἱ Ῥωμαῖοι, ὡς ἐκ τῆς τοῦ παρόντος ἡμῖν μῆνός ἐστι λαβεῖν προσηγορίας· Σε‐ πτέμβριον γὰρ αὐτὸν ὠνόμασαν, οἷον ἕβδομον ἀπὸ τοῦ | |
5 | ἦρος—σέπτεμ γὰρ τὰ ἑπτὰ καὶ βὲρ τὸ ἔαρ—τουτέστι τοῦ Μαρτίου μηνός, οὗ κατὰ τὴν τετάρτην καὶ εἰκο‐ | |
στὴν ὁ ἥλιος 〈ἐν〉 κριῷ γενόμενος τοῦ ἦρος δίδωσι τὴν φύσιν ἐνάρχεσθαι. κἄπειτα οὐ δεήσει περὶ τῆς τῶν ἑπομένων προσηγορίας μακρηγορεῖν· ὄγδοος γὰρ ἀπὸ τῶν | 158 | |
10 | Αὐξιφωτίων Ὀκτώβριος, καὶ Νοέμβριος καὶ Δεκέμβριος ὁμοίως. | |
Mens.4.122 | Θεῖος ὁ τῆς ἐννάδος ἀριθμὸς ἐκ τριῶν τριά‐ δων πληρούμενος, καὶ τὰς ἀκρότητας τῆς θεολογίας κατὰ τὴν Χαλδαϊκὴν φιλοσοφίαν, ὥς φησιν ὁ Πορφύ‐ ριος, ἀποσώζων. | |
Mens.4.123 | Τῇ νεομηνίᾳ ὁ Μητρόδωρος λέγει τὴν Ἀνδρο‐ μέδαν ἀνίσχειν καὶ τῶν ἄλλων παυομένων ἀνέμων τὸν εὖρον ἐπικρατεῖν. | |
Mens.4.124 | Τῇ πρὸ τεσσάρων Νωνῶν Σεπτεμβρίων ἐνί‐ κησεν ὁ Αὔγουστος παρὰ τὸν Λευκάτην τοὺς Αἰγυπτί‐ ους μετὰ Ἀντωνίου καὶ Κλεοπάτρας· καὶ τούτου χάριν τὸν τῆς λεγομένης ἰνδικτιῶνος κύκλον ἐκ προοιμίων | |
5 | τοῦ Σεπτεμβρίου μηνὸς ἀριθμεῖσθαι εἰσήγαγεν. ἐν ταύτῃ τῇ ἡμέρᾳ ὁ Δημόκριτος λέγει ἐναλλαγὴν ἀνέ‐ μων συμβαίνειν καὶ βροχῆς ἐπικράτειαν. | |
Mens.4.125 | Πλείους μὲν αἱ χυμῶν διαφοραὶ κατὰ τὸν Ἀπολλώνιον, γενικαὶ δὲ ἐννέα· γλυκεῖα πικρὰ ὀξεῖα δριμεῖα βριγχὴ στρυφνὴ βλεννώδης αὐστηρὰ ἁλμυρά. ὅθεν δὴ καὶ κατὰ τὸν ἔννατον μῆνα τοῦτον περὶ ὑγείας | |
5 | ηὔχοντο οἱ Ῥωμαῖοι. | 159 |
Mens.4.126 | Τῇ πρὸ ὀκτὼ Εἰδῶν Σεπτεμβρίων Εὔδοξος τὸν ἵππον δύεσθαι καὶ ζέφυρον ἢ ἀργέστην πνεῖν σημειοῦται. | |
Mens.4.127 | Ἴσμεν τῇ κράμβῃ ἐμφυόμενον σκώληκα κάμ‐ πην ὀνομαζόμενον. οὗτος, ἀποξηραινομένης τῷ ἔαρι τῆς κράμβης, εἰς σκώληκα πτερωτὸν ὡσὰν μύρμηκα, καὶ μείζονά πως, πέφυκε μεταβάλλεσθαι, πτερύγων | |
5 | λευκῶν τριγώνων ἀνεχουσῶν αὐτόν, καὶ περιΐπταται τοῖς κήποις χαμαιζήλῳ καὶ εὐαλώτῳ τῇ πτήσει· ψυχὴν δέ που τὸν τοιοῦτον σκώληκα καλεῖσθαι συμβαίνει. | |
Mens.4.128 | Πρὸ δέκα ὀκτὼ Καλενδῶν Ὀκτωβρίων ὁ Δο‐ σίθεος τὸν ἀρκτοῦρον ἀνίσχειν σημειοῦται. τῇ πρὸ δεκαδύο Καλενδῶν Ὀκτωβρίων ὁ Καῖσαρ τὰς χελιδόνας ἐκδημεῖν λέγει. | |
Mens.4.129 | .... Νικομήδους τοῦ Βιθυνίας τυράννου. | |
Mens.4.130 | Ὅτι πλεονάσαντος μὲν πυρὸς πυρετὸς γίνεται, ἀφημερινὸς δὲ ἀέρος, τριταῖος δὲ ὕδατος, τεταρταῖος δὲ γῆς. φιλεῖ δὲ τούτων προκατάρχειν τὸ ῥῖγος. ὁπότ‐ αν γὰρ ὑπὸ τοῦ ψυχροῦ—ἐπειδὴ τοῦτο ἴδιον ὕδα‐ | |
5 | τός τε καὶ γῆς—τὰ εἰρημένα ὑγρὰ παχυνθῇ, τηνι‐ καῦτα φερόμενα διὰ τῶν ἀραιωμάτων ἐξωθεῖν μὲν οὐ δύναται τὰ πυκνότερα, ἐμπεσόντα δὲ ταῖς τούτων ἕδραις σύνωσιν καὶ θλίψιν ἐργάζεται, μέχρις ἂν ὑπὸ | |
τοῦ πυρὸς ἐπειγόμενα τμηθέντα διαχυθῇ, ὅπερ ἀναγ‐ | 160 | |
10 | καίως κλόνον τινὰ καὶ σεισμὸν ἐμποιεῖ, ὃ δὴ πάθος τρόμος καὶ ψῦχος ὀνομάζεται. | |
Mens.4.131 | Ὅτι Ῥωμαῖοι μετὰ τὸ νικῆσαι τοὺς Ἄφρους καὶ τὰ ἐκεῖθεν θηρία ἐπὶ τῆς Ῥώμης ἐκόμιζον καὶ ἐπὶ τῆς ἄμμου ἐφόνευον, ὡς μηδὲ τὰ ἐκ τῆς χώρας ἐκείνης θηρία ἀδούλωτα μείνῃ. | |
Mens.4.132 | Ὅτι τὴν ἱσταμένην ἐν τῷ Βυζαντίῳ στήλην τῆς Τύχης Πομπήϊος ὁ Μέγας ἔστησεν· ἐνταῦθα 〈γὰρ〉 τὸν Μιθριδάτην συγκλείσας μετὰ τῶν Γότθων καὶ τού‐ τους διασκεδάσας τὸ Βυζάντιον εἷλε. καὶ μαρτυρεῖ | |
5 | τὸ ἐπὶ τῆς σπείρας τοῦ κίονος ἐπίγραμμα Λατίνοις γράμμασιν, ὃ δηλοῖ τάδε· Τῇ Τύχῃ τῇ ἐπανασωστικῇ διὰ τοὺς νικηθέντας Γότθους. ὁ δὲ τόπος ὕστερον καπηλεῖον ἐγένετο. οἱ Γότθοι Γέται. | |
Mens.4.133 | ... οἱ δὲ ἰδιῶται δέλφακά φασιν αὐτόν. | |
Mens.4.134 | Τὸ δὲ λόγιον ἀνὰ πάντα τὸν Σεπτέμβριον μῆνα γαλακτοποτεῖν ὑπὲρ ὑγείας παρεγγυᾷ. | |
Mens.4.135(t) | Ὀκτώβριος. | |
1 | Τὸν Ὀκτώβριον Μακεδόνιοι πρῶτον ἔχουσι μῆνα, οἱ δὲ Ῥωμαῖοι ὄγδοον ἀπὸ τοῦ ἔαρος, ὅθεν καὶ Ὀκτώβριον αὐτὸν ὀνομάζουσιν ἀντὶ τοῦ ὄγδοον. Σε‐ μεντίλιος δὲ οὗτος πρότερον ἐκαλεῖτο ἀπὸ τοῦ σπόρου | |
5 | —οὕτω γὰρ Ῥωμαῖοι τὸν σπόρον καλοῦσι. Καλέν‐ δαις Ὀκτωβρίαις οἱ ἱερεῖς ἐθέσπιζον τῷ δήμῳ, μὴ χρῆ‐ ναι προσέχειν τοῖς ὀνείροις διὰ τὰς ἐκ τῆς ὑγρᾶς ὀγκώ‐ σεως τῶν τοῦ φθινοπώρου καρπῶν φαντασίας· ἀπὸ δὲ τῶν Αὐξιφωτίων ἤγουν τοῦ Ἰανουαρίου ὡς μάλιστα | 161 |
10 | προσέχειν κατὰ τὸ δοκοῦν Ἡροφίλῳ, ὃς καὶ θεοπέμ‐ πτους ἐνέκρινε τοὺς ὀνείρους, ὁ δὲ Δημόκριτος κατὰ τὰς παραστάσεις τῶν εἰδώλων. Καλένδαις Ὀκτωβρίαις φησὶν ὁ Βάρρων τὰς Πλειάδας ἀπὸ ἀνατολῶν ἀνίσχειν. ἐδόκει δὲ τὸν ὅλον μῆνα πρασοφαγεῖν τοῖς Ῥωμαίοις | |
15 | ἐξ ἀρχαίας τινὸς παραδόσεως πρὸς ἀποφυγὴν ἀρθρί‐ τιδος νόσου. | |
Mens.4.136 | Τῇ πρὸ ἓξ Νωνῶν Ὀκτωβρίων Εὔδοξος περὶ τὴν ἑσπέραν βροχὴν ἔσεσθαι ὑπολαμβάνει. | |
Mens.4.137 | Ἐπὶ δὲ τῶν εἰς γῆν βαλλομένων σπερμάτων ἦν τις δύναμις, ἣν ὁ ἥλιος περὶ τὸ κάτω ἡμισφαίριον ἰὼν ἕλκει κατὰ τὰς χειμερίους τροπάς, Κόρη μὲν ἡ δύναμις ἡ σπερματοῦχος, Πλούτων δὲ ὁ ὑπὸ γῆν ἥλιος, | |
5 | ὃς ἁρπάζειν λέγεται τὴν Κόρην, ἣν ζητεῖ ἡ Δημήτηρ | |
κρυπτομένην ὑπὸ γῆς. ἐν Αἴτνῃ δὲ τῆς Σικελίας τὴν ἁρπαγὴν μυθολογοῦσι τῆς Κόρης· ἐκεῖ γὰρ λέγεται πρῶτον σίτου σπέρμα καταβληθῆναι. | 162 | |
Mens.4.138 | Τῇ πέμπτῃ τοῦ Ὀκτωβρίου μηνὸς οἱ ῥεγεω‐ νάρχαι καὶ σεβαστοφόροι ἐχόρευον ἐν τῷ Γουστείῳ, οἷον ἐν τῷ ὀψοπωλείῳ, εἰς τιμὴν Τιβερίου· τὸν δὲ τοι‐ οῦτον τόπον νῦν οἱ ἰδιῶται Αὐγουστεῖον καλοῦσιν. | |
5 | εἰς τὸ ἄσκεπον τῆς Δάφνης εἰς τὴν μικρὰν αὐλὴν Κωνσταντῖνος ὁ Μέγας ἔστησε στήλην τῆς ἑαυτοῦ μη‐ τρός, ἐξ ἧς ὠνόμασε τὸν τόπον Αὐγουστεῖον. | |
Mens.4.139 | Τῇ πρὸ μιᾶς Νωνῶν Ὀκτωβρίων ὁ Δημόκρι‐ τος τοὺς ἐρίφους ἀνίσχειν καὶ βορρᾶν πνεῖν διϊσχυρί‐ ζεται, ὁ δὲ Εὔδοξος δύεσθαι τὸ μέσον τοῦ κριοῦ λέγει. Νώναις Ὀκτωβρίαις ὁ Βάρρων ἐν ἑσπέρᾳ τὰς Πλειά‐ | |
5 | δας ἀνίσχειν καὶ ζέφυρον πνεῖν, εἶτα καὶ λίβα προ‐ λέγει. | |
Mens.4.140 | Περὶ τοῦ δουρείου ἵππου ὁ Εὐφορίων φησὶν πλοῖον γενέσθαι τοῖς Ἕλλησιν Ἵππον λεγόμενον· ἕτεροι δέ φασιν πύλην γενέσθαι οὕτω προσαγορευομένην ἐν | |
τῇ Τροίᾳ, δι’ ἧς εἰσῆλθον οἱ Ἕλληνες. | 163 | |
Mens.4.141 | Τῇ πρὸ μιᾶς Εἰδῶν Ὀκτωβρίων ὁ Εὐκτήμων τὸ μεσαίτατον τοῦ φθινοπώρου εἶναι νομίζει. τῇ πρὸ δεκαπέντε Καλενδῶν Νοεμβρίων ἥλιος 〈ἐν〉 σκορπίῳ γί‐ νεται, ὡς Κάλλιππός φησι. τῇ πρὸ δεκατεσσάρων Κα‐ | |
5 | λενδῶν Νοεμβρίων ὁ Μητρόδωρος τὰς ὑάδας ἐν ἑσπέρᾳ ἀνίσχειν λέγει καὶ ἄνεμον βίαιον. | |
Mens.4.142 | Ἀσκληπιοὶ τρεῖς λέγονται γενέσθαι· πρῶτος Ἀπόλλωνος τοῦ Ἡφαίστου, ὃς ἐξεῦρε μήλην· δεύτερος Ἰσχύος τοῦ Ἐλάτου καὶ Κορωνίδος, 〈ὃς ἐν τοῖς Κυ‐ νοσουρίδοσ〉 ὁρίοις ἐτάφη· τρίτος Ἀρσίππου καὶ Ἀρ‐ | |
5 | σινόης τῆς Λευκίππου· οὗτος εὗρε τομὴν καὶ ὀδοντά‐ γραν, καὶ τάφος αὐτῷ ἐν Ἀρκαδίᾳ· οἱ δὲ ἀστρονόμοι αὐτόν φασιν εἶναι τὸν ὀφιοῦχον τὸν ἐπὶ τοῦ σκορπίου ἑστῶτα. | |
Mens.4.143 | Τῇ πρὸ μιᾶς Καλενδῶν Νοεμβρίων ὁ Βάρρων τὴν λύραν ἅμα ἡλίῳ ἀνίσχειν λέγει. | |
Mens.4.144(t) | Νοέμβριος. | |
1 | Κίγκιος ἐν τῷ περὶ ἑορτῶν λέγει, τὸν Νοέμ‐ βριον παρὰ τοῖς παλαιοῖς Μερκηδῖνον ὀνομασθῆναι ὡσανεὶ μισθοφόρον· ἐν αὐτῷ γὰρ τοῖς κτήτορσιν οἱ μισθωτοὶ τὰς προσόδους εἰσέφερον τοῦ παρελθόντος | |
5 | κύκλου, ἑτέρων καρπῶν αὖθις ἐπερχομένων. Νοέμ‐ βριος δὲ ὕστερον ὠνομάσθη ἐκ τοῦ ἀριθμοῦ· ἔννατος γὰρ ἐκ τοῦ Μαρτίου. | 164 |
Mens.4.145 | Ὅτι χρησμὸς ἐκ τῶν Σιβυλλείων ἐδήλου, μέχρι τότε Ῥωμαίοις φυλάττεσθαι τὴν βασιλείαν, ἄχρις ἂν τῶν ἀγαλμάτων τῆς πόλεως φροντίζωσιν· ὃς δὴ χρη‐ σμὸς καὶ πεπέρασται· τοῦ γὰρ Ἀβίτου πύματον βασιλεύ‐ | |
5 | σαντος τῆς Ῥώμης καὶ ἀγάλματα χωνεῦσαι τολμήσαντος, πόρρω τῆς Ἰταλίας ἡ βασιλεία. | |
Mens.4.146 | Ὅτι Κόλχοι οἱ καὶ Λαζοὶ λεγόμενοί εἰσιν οἱ Ἀλαϊνοί. | |
Mens.4.147 | Ὅτι Μάριος ὁ μέγας πολεμῶν Κίμβροις καὶ Τεύτοσι κατ’ ὄναρ εἶδε κρατῆσαι τῶν πολεμίων, εἰ τὴν ἑαυτοῦ θυγατέρα θύσει ἀποτροπαίοις· καὶ προκρίνας τῆς φύσεως τοὺς πολίτας τοῦτο ἐποίησε καὶ τῶν πο‐ | |
5 | λεμίων ἐκράτησεν. Ἐρεχθεὺς δὲ ὁ τῆς Ἀττικῆς προϊ‐ στάμενος οὐκ ὀνείρῳ ἀλλὰ χρησμῷ πεισθεὶς τοῦτο ἔπραξε καὶ νενίκηκε τοὺς ἐχθρούς. ... παρθένος τῆς δαίμονος τὸ φιλάνθρωπον ..... τὴν ὀφ.... πᾶσαν κα‐ τοικίαν παρῆλθε καὶ τοῖς ............. διήγειρεν, | |
10 | ὡς ὁ Ῥωμαῖος Βάρ〈ρων. ὅμοια καὶ〉 Λακε〈δαιμ〉ονίοις γεν〈έσθ〉αι λόγος ..................... Ἀριστείδης, | |
ὃς ἐν τῇ πε〈.......... φη〉σίν· ἡνίκα .... οὗτος 〈ὁ λοιμὸς κατεῖχε Λακεδαίμονα, πολ〉λῶν ἀπολλυμένων 〈ἔχ〉ρησεν ὁ Πύθιος 〈παύσεσθαι τ〉ὴν νόσον, ἐὰν κατ’ | 165 | |
15 | ἐνιαυτὸν θεοῖ〈ς ἀ〉ποτροπαίοις ἡ〈βῶσά τις καὶ εὐγε‐ νὴς σφ〉αγιασθῇ παρθένος. τῆς 〈δὲ〉 ἀνόμου δεισι‐ δαι〈μονίας κατὰ π〉ᾶν φθινόπωρον τελουμένης 〈συν〉έ‐ πεσέ ποτε 〈λαχεῖν〉 τὴν Ἑλένην, Τυνδά〈ρε〉ως δὲ τὴν θυγα〈τέρα ἐ〉στεφ〈αν〉ω〈μένην τ〉οῖς βωμοῖς προσ‐ | |
20 | ή〈γα〉γε· καταρχομένου δὲ αὐ〈τοῦ〉 τῆς ἀνό〈μου θυ〉σίας, ἀετὸς καταπτὰς ἥρπασε τοῦ βασι〈λέ〉ως τὸ ξίφος 〈καὶ παρ〉ά τινα λευκὴν δάμαλιν ἀφῆκεν. οἱ δὲ δορυφόροι κατό〈πιν ἀκο〉λουθήσαντες καὶ αὐτόπται γενόμενοι τοῦ συμβάντος, 〈τὴ〉ν βοῦν πρὸς Τυνδάρεων | |
25 | ἤγαγον· ὁ δὲ θαυμ〈άσ〉ας τὴν πρόνοιαν 〈τῆ〉ς μὲν ἀνθρωπο〈κτόν〉ου συνηθείας ἐπαύσατο, τὴν δὲ δά〈μα‐ λι〉ν θύσας τοῦ λοιμι〈κοῦ〉 π〈άθ〉ους ἀπηλλάττετο. | |
Mens.4.148 | Τῇ πρὸ τεσ〈σά〉ρων καὶ τριῶν Νωνῶν Νοεμ‐ βρίων ἐν τῷ ναῷ τῆς Ἴσιδος συμ〈πέ〉ρασμα τῶν ἑορ‐ τῶν· ἐπετελ〈εῖτο〉 δὲ καὶ ὁ λεγόμενος Δρεπαν...· 〈κα〉θ’ ἣν ἑορτὴν ὁ Μητρόδωρος νό〈τον〉 φυσῆσαι λέγει. | |
5 | ἀλουτεῖν δὲ μέχρι πέρατος ἐδόκει τῷ πλήθει, ὡς λόγος, πρὸς ἀποφυγὴν νόσου. τῇ πρὸ ὀ〈κτὼ〉 εἰδ〈ῶν Νο〉εμ‐ βρίων τιμαὶ παρὰ 〈τ〉ῶν γυναικῶν ἐπετελοῦντο Δή‐ μ〈ητροσ〉 καὶ 〈Εἰλειθ〉υίας· Εἰλείθυια 〈δέ ἐστιν ἡ τ〉ῶν τικτουσῶν ἔφ〈οροσ〉 .πω....ν, ὥς φησι Πλούτ〈αρ‐ | |
10 | χοσ〉 ..οίως ἑαυτὴν δ.....σειε· 〈τοια〉ύτην δὲ ἐν τῷ πά〈θει καὶ τ〉ὴν Ἄρτεμιν ταῖς κ〈υού〉σαις εἶναί φασιν. Ἄρτεμις δὲ κατ〈ὰ τὸ〉ν ἀριθμητικὸν λ〈ό‐ γον ἐ〉στὶν ἡ τὴν εἰς τὸ ἄρτιον ἰοῦσαν γένεσ〈ιν〉 καὶ εἰς τοῦτο προβ〈ῆναι〉 σπεύδουσαν ἐκβαλλομένη· | 166 |
15 | διὸ δὴ 〈καὶ〉 μυθεύεται τὸν Ἀπόλλ〈ωνα〉 παρὰ τῆς Λη〈τοῦς τι〉κτόμενον ..... δειχθέντος αὐτοῦ, α〈ὕ〉τη τὴν μητέρ〈α μαι〉ευομένη δει............. πρὸς τὸν αὐτὸν προκα............................. ἑαυ‐ τήν τε καὶ τὸν Ἀπό〈λλωνα〉 ..................... | |
20 | .................ν μετε............................. | |
Mens.4.149 | 〈Τῇ πρὸ ἑπτὰ Εἰδῶν Νοεμ〉βρίων ......... ................δεκα...............δ......... ...........................των κ..το......... .....................ιον λέγ〈ετ〉αι ὑποβάλλεσθαι | |
5 | κ...................σα κατὰ τὸν 〈Αἰγύ〉πτιον Ἑρ‐ μῆν, ὃς ἐν τῷ λεγομένῳ τελείῳ λόγῳ φησὶν οὕτως· ‘αἱ δὲ παραβᾶσαι ψυχαὶ τὸν τῆς εὐσεβείας κανόνα, ἐπὰν ἀπαλλαγῶσι τοῦ σώματος, παραδίδονται τοῖς δαίμοσι καὶ φέρονται κατὰ τοῦ ἀέρος σφενδονούμεναι καὶ κατὰ | |
10 | τὰς πυρώδεις καὶ χαλαζώδεις ζώνας, ἃς οἱ ποιηταὶ Πυριφλεγέθοντα καὶ Τάρταρον καλοῦσιν.‘ καὶ ὁ μὲν Ἑρμῆς περὶ μόνου τοῦ καθαρμοῦ τῶν ψυχῶν, ὁ δὲ Ἰάμβλιχος ἐν τῷ πρώτῳ τῆς περὶ καθόδου ψυχῆς πραγματείας καὶ τῆς ἀποκαταστάσεως αὐτῶν μέμνηται, | |
15 | τὸν ὑπὲρ σελήνης ἄχρις ἡλίου χῶρον τῷ Ἅιδῃ διδούς, | |
παρ’ ᾧ φησι καὶ τὰς ἐκκεκαθαρμένας ἑστάναι ψυχάς, καὶ αὐτὸν μὲν εἶναι τὸν Πλούτωνα, Περσεφόνην δὲ τὴν σελήνην. ταῦτα μὲν οἱ φιλό〈σοφοι〉· τῆς δὲ 〈ἑορ‐ τῆς τὰ ἱερὰ εὐ〉λογίαις ἐπετελ〈οῦν〉το ἐπὶ τῷ ἀσβέστῳ | 167 | |
20 | πυρὶ τῆς Ἑ〈στίας, περὶ οὗ Πορφύ〉ριος οὕ〈τωσ〉 φ〈ησ〉ί· ‘ταύτῃ τοὺς φαινομένους οὐρανίους θεοὺς τῇ θυσίᾳ δεξιούμενοι, καὶ διὰ τοῦ πυρὸς αὐτοῖς ἀπαθανα‐ τίζοντες τὰς τιμὰς καὶ πῦρ ἐν τοῖς ἱεροῖς ἐφύλαττον αὐτοῖς ἀθάνατον, ὡς ὃν μάλιστα αὐτοῖς ὁμοιότατον.‘ | |
25 | ἐκ ταύτης τῆς ἡμέρας 〈Εὔ〉δοξος χειμῶνα λέγε〈ι〉. | |
Mens.4.150 | 〈Τ〉ῇ δὲ ἐπιούσῃ μνήμη Ῥέμου 〈καὶ Ῥωμύ〉‐ λου· ὅτε Ἀμού〈λιος πρὸς Νομίτο〉ρα τυραννικῶς δια‐ κείμε〈νοσ〉 τὸν μὲν υἱὸν 〈αὐτοῦ ἀνεῖλε, τ〉ὴν δὲ θυ‐ γατέρα ἱερα〈τεύειν προσ〉έταξε· τῆς δ〈ὲ τεκούσης, ὡς | |
5 | λέγου〉σιν, ἐξ Ἄρεος, δεί〈σας αὐ〉τὸς καταποντω‐ θῆναι προσ〈έταξε τὰ βρ〉έφη· τῶν δὲ δο〈ρυφό〉ρων παρὰ τὰς ὄχθας τοῦ Θύβριδος 〈ἐκθεμ〉ένων αὐτά, λ〈ύ‐ και〉να προσελθ〈οῦ〉σα τὰς θηλὰς αὐτ〈οῖσ〉 προσένειμε· π〈οιμ〉ὴν δὲ τοῦτο θεασάμενος ἀν〈έλ〉αβε τοὺς παῖδας | |
10 | καὶ ὡς ἰδίο〈υς ἀν〉έθρεψεν, οἳ καὶ κτίζουσ〈ι τὴ〉ν Ῥώμην. ταὐτὸν καὶ παρὰ Ζωπύρῳ τῷ 〈Βυζαντίῳ〉 ... | |
Mens.4.151 | Ἀπὸ δὲ τῆς πεντεκαιδεκάτης τοῦ Νοεμβρίου | |
μέχρις ὅλου τοῦ Δεκεμβρίου ἤργουν οἱ Ῥωμαῖοι, ἐν μόναις εὐωχίαις ἐνασχολούμενοι διὰ τὴν βραχύτητα τῶν ἡμερῶν. | 168 | |
Mens.4.152 | Τῇ πρὸ ἑπτὰ Καλενδῶν Δεκεμβρίων ὁ Δη‐ μόκριτος λέγει τὸν ἥλιον 〈ἐν〉 τοξότῃ γίνεσθαι. φάβα Ῥωμαίοις τὸ ἔτνος ἐδόκει καλεῖν, ἀπὸ τοῦ ζεφύρου, οὗ καταρχομένου πνεῖν πρῶτος πέφυκεν ὁ τοιοῦτος βλα‐ | |
5 | στάνειν καρπός· φαβώνιος δὲ κατ’ αὐτοὺς ὁ ζέφυρος καλεῖται· ὅθεν καὶ Ζεφυρίτης ὁ Μάρτιος, ὥσπερ Μο‐ νίας ὁ Ἰανουάριος ἀπὸ τῆς μονάδος, καὶ Σεμεντίλιος ὁ Ὀκτώβριος ἀπὸ τοῦ σπόρου, ὡς ἡ παλαιότης παρα‐ δέδωκεν. ὅτι ὁ παρὰ τοῦ Νουμᾶ τεθεὶς ἐνιαυτὸς ἀπὸ | |
10 | τοῦ Ἰανουαρίου ἄρχεται, ὁ δὲ παρὰ τοῦ Ῥωμύλου ἀπὸ τοῦ Μαρτίου. συμφωνεῖ δὲ ἡ παρὰ τοῦ Νουμᾶ χρο‐ νικὴ ἀρχὴ τῇ παρὰ τοῦ Ῥωμύλου ἄντικρυς ἀρχῇ· καὶ γὰρ ὁ Ῥωμύλος ἐκ τοῦ ἔαρος ἀρχὴν ἔλαβεν, ἀλλὰ τὸν Ἄρεος μῆνα παρεφύλαξε, καὶ Νουμᾶς δὲ ὅλως ἐπιτη‐ | |
15 | ρήσας ἥλιον μεσάζοντα τὸν αἰγόκερων δοκεῖ συμφέρε‐ σθαι τῷ Ῥωμύλῳ· ὕψωμα γὰρ Ἄρεος ὁ αἰγόκερως. | |
Mens.4.153(t) | Δεκέμβριος. | |
1 | Ὁ Δεκέμβριος ὡς δέκατος καὶ αὐτὸς ἀπὸ τοῦ Μαρτίου οὕτω προσηγορεύθη. | |
Mens.4.154 | ..........ος ἁρμονίας διειλημμένης ....... .........ους φρ........ πάντα καὶ φρουρεῖται .... | |
...................... 〈τὸ Φαέθο〉ντος πάθος καὶ τὰ 〈ἐπὶ Δευκαλίω〉νος τοῦ 〈ὕδα〉τος δράματα 〈ἰδέαν | 169 | |
5 | τινὰ αἰ〉νίττεται τῶ〈ν ἐπὶ τ〉οῖς ὅλοις δε〈δογμένων παθῶν. οἱ δὲ Φοίνι〉κες κατὰ τ〈ὸν τῆ〉ς ὁμωνυμίας 〈τρόπον, εἴτε κατ〉ά τινα ἀ〈λληγορ〉ίαν ἄλλως πως περὶ Κρόνου ἔχου〈σιν, ὡς ἐκ τῆ〉ς δευτέρας τῶν Φοι‐ νικικῶν τοῦ Ἑρεννίου Φίλωνος 〈ἔστι λαβεῖ〉ν. καὶ | |
10 | βασιλεῦσαι δὲ αὐτὸν ἡ ἱστορία πα〈ρα〉δίδωσιν, 〈ὡς ἔμπρο〉σθεν ἀφηγησάμην, κ〈ατά〉 τε τὴν Λιβύην 〈καὶ〉 Σικελίαν 〈καὶ τοὺς ἑσπερίους τό〉πους καὶ π〈ό〉λιν κτίσαι, ὡς ὁ Χάραξ φησί, τ〈ὴν τότε μὲν λεγ〉ομένην Κρονίαν, νῦν δὲ Ἱερὰν πόλιν, ὡς Ἰσίγονος 〈περὶ Πα‐ | |
15 | λ〉ικῶν θεῶν καὶ Πολέμων καὶ Αἰσχύλος ἐν τῇ Αἴτνῃ π〈αραδιδόασιν ἢ ὡς πᾶσ〉α ἡ ἱστορία κατὰ τὸν Εὐή‐ μερον ποικίλλ〈εται, σοφῶς τὴν〉 τῶν λεγομένων θεῶν 〈ὑ〉πογράφουσα θε〈ωρίαν〉 .............. 〈ἀπ〉οκρύπ‐ τει .τ......ον..τοδαπ.εσοντα θεῖα· 〈ὥστε καὶ κ〉α‐ | |
20 | 〈λῶσ〉 ὁ Π......... 〈ἐν τ〉ῷ περὶ Διονύσου φησί, τοὺς 〈δικαίους τῶν βασ〉ιλέω〈ν καὶ ἱε〉ρέων ταῖς ἴσαις τιμ〈αῖς μὲν〉 ὑπ’ αὐ〈τῶν τῶν〉 θεῶν καὶ προσηγορίαις τιμηθῆ‐ ν〈αι καὶ〉 ταύτῃ 〈μὲν θεοὺς κληθῆναι μυθ〉ικῶς, τὴν δὲ | |
ἱστορίαν πεπ〈λασμένωσ〉 παρα〈δεδ〉όσθαι. εἰσὶ δὲ οἵ | 170 | |
25 | φασι τὸν Κρόν〈ον ἢ κα〉τὰ ἀ〈ντιστοίχειαν τὸν Χ〉ρό‐ νον Οὐρανοῦ εἶναι παῖδα· καὶ γὰρ ἐκ τῆς οὐρανοῦ 〈κινήσε〉ως ὁ χρόνος. ἐν δὲ τῷ κατ’ αὐτὸν ἱερῷ, ὥς φησι Φύλ〈αρχος ἐν τῇ ἑ〉πτακαιδεκάτῃ καὶ Μένανδρος γε 〈τῇ〉 πρώτῃ, οὔτε γυνὴ οὔτε 〈κύων οὔτ〉ε μυῖ〈α〉 | |
30 | εἰσῄει. τοιαῦτ〈α μ〉ὲν 〈οὖ〉ν τοῖς ἔξωθεν εἴ〈ρηται· ὁ δὲ ἱερὸσ〉 λόγος—αὐτοῖς γὰρ τοῖς τοῦ 〈μεγά〉λου Πρόκλου 〈χρ〉ησόμε〈θα ῥήμασι〉—〈π〉ρὸς λέξιν οὕ‐ τως λέγει· ‘ὁ δὲ 〈δὴ〉 Κρόνος τέταρτος ὢν 〈καὶ βίᾳ δέχ〉εται τὸ τοῦ πατρὸς σκῆπτρον καὶ παραδίδωσι τῷ | |
35 | 〈παιδὶ βι〉ασθείς, κατὰ τὸ τοῦ μύθου πρόσχ〈ημα〉· τὸ δὲ αἴτιον 〈τῆς τοιαύτ〉ης διασκευῆς οἱ μυθικοὶ δοκ〈οῦ‐ σιν〉 ἀπὸ τῆς ἰδιότη〈τος τοῦ θε〉οῦ λαβεῖν· ἐπειδὴ γὰρ τῆς Τιταν〈ικῆσ〉 ἡγεῖται διακο〈σμήσεωσ〉 παρὰ τὸ δι‐ αιρετικὸν καὶ τῶν νοε〈ρῶν τὸ〉 ἀκρότατον, ἐν οἷς ἑτε‐ | |
40 | ρότης ἐξέλαμψε· διὰ δὲ ταῦτα καὶ λαμβάν〈ειν αὐτόν φασι〉 καὶ διδόναι τὴν βασιλείαν, οἷον μαχητικῶς καὶ 〈βιαίως τὴν δύναμιν〉 τὴν ἐρίζουσαν τὰ δεύτερα τοῖς πρώ〈τοις ἐπάγειν〉. δυσμε〈νὲσ〉 γὰρ ὄντως 〈ἐστὶ καὶ〉 δυσκοινώνητον τὸ 〈τῆσ〉 ἑτερότητος γέ〈νος, ὡσ〉 ὁ | |
45 | Πλάτωνος λόγος· ὅθεν δὴ καὶ διακρίνειν 〈λέγεται ἑαυ‐ | |
τὸν ὁ υἱὸσ〉 τοῦ πατρός, καὶ καταλαμβάνει〈ν αὖθισ〉 τὴν 〈ἀρχὴν ὁ υ〉ἱὸς, 〈τὴν πρὸσ〉 ἑκάτερον ὁμόνοιαν διὰ τὴν ἰδιότητα τὴν Τιτανι〈κὴν καταβι〉ασάμενος.‘ τοιαῦτα μὲν καὶ αὐτὸς ἐπὶ τῆς τῶν ἱερῶν μ〈ύ‐ | 171 | |
Mens.4.154(50) | θων ἀν〉απτύξεως. κατὰ δὲ τὴν νεομη〈νίαν〉 τοῦ μη‐ νὸς ἀπέ〈χοντες κράμ〉βης 〈ηὔ〉χοντο Ποσειδῶνι καὶ Ἀφ〈ρο〉δίτῃ καὶ Ἀμφιτρίτῃ, π〈ροσέτι δὲ αἱ〉 δυνάμεις τῷ Κρόνῳ ὑπὲρ 〈τοῦ〉 ἐσομένου χειμῶνος· ὁμ〈οίως δὲ〉 καὶ Τύχῃ ἐφόρῳ, Σωφροσύνῃ καὶ Ἔρωτι, ὃν οἱ μυθι‐ | |
55 | κοὶ Ζ〈εφύρου τοῦ γί〉γαντος εἶναι παῖδα ἀξιοῦσιν, ὥς φησιν Εὔρυτος ὁ Λακεδ〈αιμόνιος ὁ μ〉ελοποιός· ἄρ‐ χεται δὲ οὕτως· ‘ἀγαλμοειδὲς Ἔρωσ‘· ὁ δὲ Πλάτων ἐν συμποσίῳ φησὶν τοῖς τῆς Ἀφροδίτης γενεθλίοις τὴν Πενίαν προσαιτοῦσαν ἀνελθεῖν καὶ λάθρᾳ τῷ | |
60 | Πόρῳ μεθυσθέντι τοῦ νέκταρος ἐπιβουλεῦσαι, καὶ οὕ‐ τως κυηθῆναι τὸν Ἔρωτα· ὅ〈θεν〉 Μωυσῆς ὁ πολὺς περὶ τῆς ἀνθρωπογονίας ἀλληγορεῖ. κα〈τὰ〉 ταύτην τὴν ἡμέραν δύεσθαι τὰς ὑάδας καὶ τὸ λοιπὸν χ〈ει‐ μῶ〉να ὁ Βάρρων λέγει. | |
Mens.4.155 | Κατὰ δὲ τὴν ἑξῆς ὁ Εὔδοξος τὸν τοξότη〈ν ἀνί〉σχειν καὶ χειμῶνα προλέγει· ἐπετέλουν δὲ καὶ ἑορτὴν λεγομέν〈ην Ἀ〉γωνάλια δαφνηφόρῳ καὶ γενάρχῃ Ἡλίῳ, ὥσπερ Ἀθήνησιν ἡ 〈ἐπὶ τ〉οῖς δαφνηφορίοις | |
5 | τελετή. ἐν ταύτῃ καὶ ἡ λεγομένη παρ’ 〈αὐτῶν Σεπτι〉‐ | |
μούνδιος ἑορτὴ ἐπετελεῖτο, τουτέστιν ἡ περίοδος τῆς πόλ〈εως, ὅτι ἐπὶ ἑπτὰ λ〉όφους τὰ τείχη τῆς Ῥώμης ἐκτέταται. ὀνόμα〈τα δὲ〉 τού〈των· Πα〉λάτιον Ἐσ‐ κύλιον Ταρπήϊον Ἀβεντῖνον Τιβο〈ύρτιον Πρα〉ιν〈έ‐ | 172 | |
10 | σ〉τιον Βιμινάλιον. 〈παρὰ〉 δὲ τοῖς ἀρχαίοις ἑτέρως οὕτως· Ἀβεν〈τ〉ῖνος Καίλιος 〈Ἐσκ〉ύλιος Καπιτωλῖνος Βελινήνσιος Κυ〈ρινά〉λιος Παλα〈τῖνοσ〉. | |
Mens.4.156 | Τῇ πρὸ τριῶν Νωνῶν Δεκεμ〈βρίων ἡμέρα〉 ἄπρακτος, καθ’ ἣν ὁ Εὐκ〈τή〉μων τὸν κύνα δύεσθαι καὶ 〈τὸν χειμῶ〉να ἐνάρ〈χεσ〉θαι λ〈έγει〉. καὶ ἤγετο ἱππο‐ δρομία, καθ’ ἣν ἀπευκ..... | |
Mens.4.157 | Οἱ διπούνδιοι οἱονεὶ νεοστράτευτοι, οὓς καὶ τίρωνας ἀπὸ τοῦ στρατεύεσθαι δι’ ἔνδειαν τροφῆς Ἰταλοὶ καλοῦσι. διπουνδίους δὲ αὐτοὺς ἐκάλουν ἀπὸ τῶν ἄρτι παραγγελέντων ἐν στρατείᾳ· οὐ γὰρ ..... | |
5 | 〈διπουν〉δίους δὲ αὐτοὺς ἐκάλουν ἐκ τοῦ δύο μόνοις νομίσμασιν ἀρκουμένους ὑπομένειν στρατεύεσθαι· δι‐ πούνδιον γὰρ τὸ διόβολον Ῥωμαίοις ἔθος καλεῖν. | |
Mens.4.158 | Ἔθος ἦν τοῖς Ῥωμαίοις εἰς τρία διατάττειν αὐτῶν τὴν πολιτείαν καὶ τοὺς μὲν ἐπιτηδείους τοῖς | |
ὅπλοις ἀφορίζειν, τοὺς δὲ τῇ γεωργίᾳ, τοὺς δὲ τοῖς κυνηγεσίοις. τούτων δὲ πέρας ἄγει ἡ τοῦ χειμῶνος | 173 | |
5 | ὥρα· ἐν αὐτῇ γὰρ οὔτε ἐνοπλίζονται οὔτε γεωργοῦσι διὰ τὸ τῆς ὥρας ψῦχος καὶ τὸ τῆς ἡμέρας βραχύ· ὅθεν καὶ βροῦμαν αὐτὴν πατρίως ὠνόμασαν, οἱονεὶ βραχὺ ἦμαρ· Βρουμάλια δὲ οἱονεὶ χειμεριναὶ ἑορταί. ἀργοῦν‐ τες οὖν τὸ τηνικάδε οἱ Ῥωμαῖοι μέχρι τῶν Αὐξιφω‐ | |
10 | τίων ἐπὶ τῶν νυκτῶν χαιρετίζοντες ἐπευφήμουν ἀλλή‐ λους, τῇ πατρίῳ φωνῇ λέγοντες ‘βίβες ἄννουσ‘ οἷον ‘ζῆθι εἰς χρόνους.‘ οἱ δὲ γεωργικοὶ πρὸς θεράπειαν Κρόνου καὶ Δήμητρος ἔσφαττον χοίρους· ὅθεν καὶ νῦν φυλάττεται κατὰ τὸν Δεκέμβριον ἡ χοιροσφαγία. ἔσφα‐ | |
15 | ζον δὲ οἱ ἀμπελουργοὶ τράγους εἰς τιμὴν τοῦ Διο‐ νύσου· ὁ γὰρ τράγος πολέμιος τῆς ἀμπέλου· καὶ ἐκ‐ δέροντες αὐτοὺς τοὺς ἀσκοὺς πληροῦντες πνεύματος ἐφήλλοντο αὐτοῖς. οἱ δὲ πολιτικοὶ καὶ τὰς ἀπαρχὰς τῶν συγκλεισθέντων καρπῶν, οἶνον καὶ ἔλαιον, σῖτον | |
20 | καὶ μέλι καὶ πάντα τὰ ἀπὸ δένδρων ὅσα διαμένουσι καὶ σώζονται, ἐποίουν ἄρτους ἄνευ ὕδατος καὶ ταῦτα προσῆγον τοῖς ἱερεῦσι τῆς Μητρός· φυλάττεται δὲ ἡ τοιαύτη συνήθεια ἔτι καὶ νῦν καὶ κατὰ τὸν Νοέμβριον καὶ Δεκέμβριον ἄχρι τῶν αὐξιφωτίων προσφέρουσιν | |
25 | αὐτὰ τοῖς ἱερεῦσιν. τὸ γὰρ κατ’ ὄνομα χαιρετίζειν ἐν τοῖς Βρουμαλίοις νεωτερόν ἐστι· τὸ δὲ ἀληθέστερον, ἐξ οὗ καὶ ἡ ἐκκλησία ἀποτρέπεται αὐτά, Κρονίας ἑορ‐ τὰς αὐτὰς λέγουσιν. ἐν νυκτὶ δὲ γίνονται, ὅτι ἐν σκότει ἐστὶν ὁ Κρόνος ὡς ταρταρωθεὶς ὑπὸ τοῦ Διός, | |
30 | αἰνίττονται δὲ τὸν σῖτον ἀπὸ τοῦ ἐν τῇ γῇ σπαρῆναι καὶ τὸ λοιπὸν μὴ φαινομένου. τοῦτο δέ ἐστιν ἀλη‐ θέστερον ὡς εἴρηται, ὅτι νυκτιπόρος ἡ περὶ αὐτὰ σπουδή, ὥστε λοιπὸν κατὰ τὸ ἀληθὲς τῶν καταχθονίων | |
δαιμόνων εἰσὶν ἑορταὶ τὰ Βρουμάλια. | 174 | |
Mens.4.159 | Ὅτι οἱ φυσικοί φασι τόδε τὸ πᾶν ὕλην ἀνεί‐ δεον πρὸ τῆς διακοσμήσεως γενέσθαι ποτέ, ὅθεν καὶ τὴν ὕλην Ἅιδην οἱ φιλοσοφήσαντές φασι καὶ Τάρτα‐ ρον, ὡς ταραττομένην καὶ οὐκ ἠρεμοῦσαν κατὰ φύσιν | |
5 | διὰ τὸ ἀνείδεον αὐτῆς. ἄχρονον δὲ αὐτὴν ἀλλ’ οὐκ ἄναρχον, γενητὴν δὲ ὅμως καὶ αἰτιατήν, ἐξ ἀϊδίου τὴν ἐνέργειαν αὐτοῦ 〈τοῦ〉 πατρὸς ἀναμένουσαν, τὸ εἶναι ὅλως ἄχρονον ἐκ τῆς ἐκείνου λαβοῦσαν βουλῆς· ὅθεν ὁ Χαλδαῖος ἐν τοῖς λογίοις πατρογενῆ τὴν ὕλην ὀνομάζει. | |
10 | καὶ ὅπως ὁ Ἰάμβλιχος ἐν τῇ πρώτῃ τῶν Χαλδαϊκῶν φησι, ἀκοῦσαι ἄξιον· ‘ἀΐδιον μέν ἐστιν ἡ ὕλη, ἐπεί‐ περ συνυφίσταται μετὰ τῶν πρωτίστων αἰτίων ἐξ ἀϊ‐ δίου, μετ’ αὐτῶν τε καὶ σὺν αὐτοῖς ἔχει τὸ εἶναι· οὐ‐ δέποτε δὲ ἐξίσταται ἀφ’ ἑαυτῆς, διότι κατὰ τὴν ὁμώ‐ | |
15 | νυμον καὶ ἑνιαίαν δύναμιν ἐνεστήρικται τοῖς κοινοῖς· ἀτελὴς δὲ οὔκ ἐστι καὶ ἀπέραντος, ἀλλὰ μεταλαμβάνει τελειότητός τινος, ἐπειδὴ οὐδὲν ἀπὸ τῆς πατρικῆς τριά‐ δος προχωρεῖ ἀτελές, εἰς δὲ τελειότητα καὶ πέρας ἀπ’ αὐτῆς προάγεται. τῶν τοίνυν στοιχείων οὕτω μετ’ | |
20 | αὐτὴν παραχθέντων συγκεχυμένων δὲ ὅμως, παραλαβὼν ὁ δημιουργὸς πᾶν, ὅπερ ἦν ἄτακτον ἡσυχίαν οὐκ ἄγον ἀλλὰ κινούμενον πλημμελῶς εἰς τάξιν ἤγαγε κατὰ τὸν Τίμαιον. διαστελλομένων δὲ τῶν στοιχείων, καὶ τοῦ μὲν πυρὸς τὴν ἄνω διὰ τὴν φύσει κουφότητα φαίνον‐ | |
25 | τος, τοῦ δὲ ὕδατος εἰς βάθος διὰ τὴν κατὰ φύσιν βαρύτητα πίπτοντος, οἱ μυθικοὶ τὸν Κρόνον καταταρ‐ | |
ταροῦσιν, οἷον τοῦ πυρὸς ἀνατρέχοντος τὸ ὕδωρ τοῖς κευθμῶσι τῆς γῆς ἐμφωλεύει. πατέρα δὲ ὅμως τοῦ Διός φασι διὰ τὴν ὑγρὰν οὐσίαν, ἥτις πάντων πρεσβυτέρα | 175 | |
30 | τῶν στοιχείων παραδίδοται κατὰ τὸν ποιητήν, ὅς φησιν· Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν. τὸ δὲ ὕδωρ Τηθὺν ἐμφερῶς ὠνόμασαν ἀπὸ τοῦ κεῖ‐ σθαι κατὰ φύσιν τῷ μὲν ξηρῷ τῆς γῆς, τῷ δὲ πυκνῷ τοῦ ἀέρος συνεχόμενον‘. καὶ οὕτω μὲν οἱ φυσικοὶ | |
35 | περὶ Κρόνου. εὑρίσκομεν δὲ αὐτὸν ὅμως καὶ Οὐρα‐ νοῦ παῖδα ἐν τοῖς βιβλίοις ἀναφερόμενον, οἷον τὸν ἐξ ἀέρος ἀποτικτόμενον ὄμβρον, ὅθεν καὶ ὑετὸς ὡσανεὶ υἱὸς καλεῖται, ἢ ὅτι μετὰ τὸν οὐρανὸν ἡ ψυχρὰ ζώνη, εἶτα ἡ θερμὴ τυγχάνει. περὶ δὲ τῆς καταταρταρώσεως | |
40 | τοῦ Κρόνου Ἀμμώνιος λέγει, Κρόνον μὲν εἶναι τὸν νοῦν ἢ μᾶλλον ψυχήν· οὐ γὰρ ταὐτόν· τὸν δὲ Δία τὴν γένεσιν· καὶ ὅτι πρὸ τῆς γενέσεως καθείρχθη ἡ ψυχὴ ἐν τῷ σώματι, ταύτῃ καὶ δέμας ἀντὶ τοῦ δεσμὸς τὸ σῶμα προσαγορεύεται· ἡ δὲ ἐκτομή ἐστι τὸ ἔσχατον | |
45 | καὶ γεννητικὸν καὶ ποιητικὸν τῶν πάντων· τοιαύτη δὲ ἡ τῶν αἰδοίων φύσις· ταῦτα δὲ Κρόνος ἔρριψεν ὁ τῆς Κρονικῆς φύσεως πατήρ, ἵνα ἡ τῆς ἀϊδιότητος δύναμις τοῦ οὐρανοῦ καὶ ἐν τῇ θαλάσσῃ ὑπάρχῃ, τουτέστι τῷ ὑπὸ σελήνην κόσμῳ, ὃς δὴ τῷ ἀστάτῳ καὶ πολυστρέπτῳ | |
Mens.4.159(50) | ἀπείκασται τῆς θαλάσσης, ἔνθα φόνος τε κότος τε καὶ ἄλλων ἔθνεα κηρῶν. τοιαῦτα μὲν Ἕλληνες. | |
Mens.4.160 | Διόνυσός ἐστι τὸ ἐν τῷ πυρὶ γενόμενον πνεῦμα, τουτέστι τὸ θερμόν, ὅθεν καὶ πυρίτοκος ἐκλήθη | |
καὶ μηροτραφὴς καὶ ἀρσενόθηλυς ὑπὸ Ἑλλήνων, ἀγνοη‐ σάντων ἐκείνων τὴν περὶ αὐτὸν φιλοσοφίαν, καὶ τίς τε‐ | 176 | |
5 | τύχηκεν ὤν· οὗτος γάρ ἐστι τὸ θερμὸν πνεῦμα τὸ ἐκ πάσης σπορᾶς παντὸς ζώου πνευματικοῦ συγκατατιθέμε‐ νον εἰς ζωογονίαν καὶ αὔξησιν πάντων τῶν ἐν τῷ κόσμῳ. μηροτραφὴς δὲ ἐκλήθη, ἐπεὶ ἐν ταῖς μήνιγξι καὶ τοῖς ὄγκοις τοῖς γονίμοις καὶ ταῖς φλεψὶ ταῖς ἐν τοῖς μη‐ | |
10 | ροῖς ἐγκατῴκισται ἡ τοιαύτη οὐσία παντὸς ζώου, ἐξ οὗ συνέστη τὰ πάντα. ἀρρενόθηλυς δὲ ἐρρήθη διὰ τὸ τὰς ἀρρενοθήλεις σπορὰς γίνεσθαι δύο, ἀρσενικήν τε καὶ θηλυκὴν φύσιν, καὶ οὐκ ἔστιν ἕτερον ἀφ’ ἑτέρου τὸ δυνάμενον γεννῆσαι, εἰ μὴ ὁμοῦ ἔλθοιεν· καὶ ζωο‐ | |
15 | γονήσουσι τὰ ζῶα τὰ ὑπὸ τούτου δεδημιουργημένα. ἀναλύεσθαί τε αὐτὸν ὑπειλήφασι καὶ πάλιν γεννᾶσθαι, ἐπεὶ καὶ τὰ ἐξ αὐτοῦ γεννώμενα ὁμοίως ἀνεκλείπτως δαπανᾶται καὶ πάλιν ζωογονεῖται. | |
Mens.4.161 | Ὅτι σχημάτων ὁ κύκλος τελειότατον· ὅθεν Αἰγύπτιοι τὸν κόσμον γράφοντες περιφερῆ κύκλον ἀεροειδῆ καὶ πυρωπὸν χαράττουσι καὶ μέσον τεταμένον ὄφιν ἱερακόμορφον, οἱονεὶ συνεκτικὸν ἀγαθὸν δαίμονα | |
5 | καί ἐστι τὸ πᾶν σχῆμα ὡς τὸ παρ’ ἡμῖν Θ. | |
Mens.4.162 | Ὅτι ὁ τῆς ὀγδοάδος ἀριθμὸς θῆλυς καὶ ἄπει‐ ρος καὶ ἀτελής· ὅθεν καὶ παρὰ τῷ Νικομάχῳ ἠλιτό‐ μηνος καλεῖται· ὁ γὰρ ὀκτάμηνος χρόνος πρὸς οὐδένα τῶν ἁρμονικῶν ἔχων φαίνεται λόγον. ὅθεν οὐ τελεσ‐ | |
5 | φορεῖται τὰ ὀκταμηνιαῖα· μέσος γὰρ ὢν τῶν τελεσφόρων ἀριθμῶν αὐτὸς ἀτελὴς εὑρίσκεται. πάσης γὰρ ὑλικῆς | |
δυνάμεως μετέχων τὰς περὶ τὴν ὕλην εἴληχε δυνάμεις. | 177 | |
Mens.incertt | FRAGMENTA INCERTAE SEDIS. | |
Mens.incert1 | Ὅτι στρατιώτης τις ἀκόλαστος ἐν 〈Δα〉‐ δαστάνοις ἐπέθετο γυναικὶ σώφρονι βιαζόμενος αὐτὴν πρὸς ὁμιλίαν· τῆς δὲ παραιτουμένης, ὡς πολὺς ἦν ὁ φθορεὺς ἐπικείμενος, πρὸς αὐτὸν ἡ γυνή φησιν, ὡς, | |
5 | εἰ ἀφέξεται αὐτῆς, παράσχοι πάντως φάρμακον τὸ σῶ‐ ζον αὐτὸν ἀπήμαντον ἀπὸ ξίφους, καὶ θανατῶσα ὑπὲρ τῆς αἰδοῦς πείθειν ἠξίου αὐτόν, ἐπὶ τοῦ ἑαυτῆς τρα‐ χήλου τὴν πεῖραν λαβεῖν· ὁ δὲ πλήξας αὐτὴν τῆς μὲν ἐπιθυμίας ἑαυτὸν, ἐκείνην δὲ τῆς ζωῆς ἐζημίωσεν· | |
10 | ὥστε οἶδεν ὁ χρόνος μετὰ τὸν Σθενεβοίας Βελλερο‐ φόντην καὶ Τέννην τὸν Ἀλφεσιβοίας καὶ Πηλέα τὸν Ἀστυδαμείας καὶ Ἱππόλυτον τὸν πολὺν καὶ τὴν καθ’ ἡμᾶς σώφρωνα. | |
Mens.incert2 | Ὅτι ὁ Τάγης κατὰ τοὺς λεγομένους κλιμα‐ τάρχας ἐμφύεσθαι ἀξιοῖ τοῖς ἑκασταχοῦ γινομένοις δαί‐ μονας ὑπηκόους ἐκείνων, τὴν τῶν ἐφόρων δύναμιν ἐπὶ τῶν ἀνθρωπίνων πράξεων ἐνδεικνυμένους, οἷον Θρᾷ‐ | |
5 | κας μὲν ἅρπαγας καὶ ὠμοὺς διὰ τὴν τοῦ Ἄρεος ἐπι‐ κράτειαν, τοὺς δὲ πρὸς τῇ ἑῴᾳ θερμούς τινας καὶ χρυσοῦ ἐρῶντας καὶ περὶ τὸν τούτου πόρον ἀγρυ‐ πνοῦντας, οἷα ἡλιακοῖς δαίμοσιν ἐγκειμένους καὶ περὶ τὴν ἡλίῳ ἀνακειμένην ὕλην ἀναφερομένους. | |
Mens.incert3 | Ὅτι ὁ Αὔγουστος καθελὼν Ἀντώνιον καὶ Κλεοπάτραν Γάϊον Κορνήλιον Γάλλον τῆς τὸ πρὶν μὲν Ἀερίας εἶτα Ποταμίας νῦν δὲ λεγομένης Αἰγύπτου προέστησεν, Αὐγουστάλιον αὐτὸν ἐκ τοῦ οἰκείου ὀνό‐ | 178 |
5 | ματος καλεῖσθαι θεσπίσας, ταύτῃ καὶ Αὐγουσταλίους τοὺς ὑποφήτας τῶν ὑπάρχων καλεῖσθαι νόμος. ὅτι ἐν ταῖς κατὰ τὸ Παλάτιον τάξεσιν ἦσαν καὶ Αὐγουστάλιοι, οὓς Ἕλληνες σεβαστοφόρους καλοῦσι, τὰς τῶν θεῶν θήκας καὶ τοὺς τῶν βασιλέων τύπους φυλάττοντες καὶ | |
10 | τὴν τήβεννον. | |
Mens.incert4 | Ὅτι Εὐριπίδης ἐν Ἑλένῃ περὶ Σειρήνων λέγει οὕτως· πτεροφόροι νεάνιδες παρθένοι Χθονὸς κόραι | |
5 | Σειρῆνες, ὁ δ’ Ἀριστοτέλης ἐν πέπλῳ ὀνομάζεσθαι αὐτὰς λέγει Θελξιέπειαν Ἀγλαοφήμην Πασινόην. | |
Mens.incert5 | Ὅτι Ῥωμαῖος ὁ Φάβιος καιρίως τρωθεὶς ἐπὶ τοῦ πρώτου Φοινικικοῦ πολέμου μετ’ ὀργῆς ἐπὶ τὸν Ἀννίβαν ἐνεχθεὶς καὶ ἁρπάσας αὐτοῦ τὸ διάδημα ἐναπέθανεν αὐτῷ. ἐν τῷ Περσικῷ δέ φησιν ὁ Ἀρι‐ | |
5 | στείδης, ὅτι Λεωνίδης ὁ στρατηγὸς θεασάμενος τὸ τῶν Περσῶν πλῆθος ἐν Θερμοπύλαις ἐπῆλθεν ἐκ τοῦ ἐναν‐ τίου τοῖς πολεμίοις καὶ ἀπείροις περιπαρεὶς δόρασιν ἐπὶ Ξέρξην ἐπῆλθε καὶ περιελόμενος αὐτοῦ τὸ διάδημα ἐξέπνευσεν· ἀνατεμὼν δὲ αὐτὸν ὁ Πέρσης εὗρε τὴν | |
10 | καρδίαν αὐτοῦ ἐκ τῆς ἐμφύτου θέρμης τετριχωμένην. | |
Mens.incert6 | Ὅτι ὁ Νουμᾶς δέκα παρθένους ἀνέθηκε τῇ Ἑστίᾳ εἰς φυλακὴν τοῦ παρ’ αὐτῇ ἀθανάτου πυρός, καθάπερ ἐν Ἀθήναις ποτὲ ἐν τῷ τῆς Πολιάδος Ἀθη‐ νᾶς ἀδύτῳ ὑπὸ Δευκαλίωνος λέγεται ἀθάνατον πῦρ | 179 |
5 | ἀνατεθῆναι. εἰ οὖν συνέβη τὸ πῦρ ἄφνω ἀποσβεσθῆ‐ ναι, ὁ μὲν ἀρχιερεὺς ῥάβδοις ἠμφιεσμέναις ἔπαιε τὰς παρθένους, συνθλίψει δὲ ξύλων ἀειθαλῶν ἀλλ’ οὐ πυρὶ αὖθις ἀνήπτετο μετά τινων ἐπιλόγων τὸ πῦρ. κεῖνται δὲ τοῖς βουλομένοις τὰ λόγια παρὰ Τάγητι | |
10 | καὶ Καπίτωνι καὶ Πίσωνι. | |
Mens.incert7 | Πέρας ἔλαβε τὰ Φοντηΐῳ τῷ Ῥωμαίῳ ῥηθέντα ποτέ· ἐκεῖνος γὰρ στίχους δοθέντας τινὰς δῆ‐ θεν Ῥωμύλῳ ποτὲ πατρίοις ῥήμασιν ἀναφέρει, τοὺς ἀναφανδὸν προλέγοντας, τότε Ῥωμαίους τὴν τύχην | |
5 | ἀπολείψειν, ὅταν αὐτοὶ τῆς πατρίου φωνῆς ἐπιλάθων‐ ται. καὶ τὸν μὲν λεγόμενον χρησμὸν τοῖς περὶ μηνῶν γραφεῖσιν ἐντεθείκαμεν. | |
Mens.incert8 | Ὅτι Ἀσωνίδης ἐρασθεὶς αὐτῆς (τῆς Νιό‐ βης) μὴ πεισθείσης τὸν οἶκον ἐνέπρησεν· ἡ δὲ φεύγουσα εὔξατο λιθωθῆναι καὶ ἐλιθώθη. | |
Mens.incert9 | Ὅτι κάρμινα παρὰ Ῥωμαίοις λέγεται τὰ ἔπη καὶ Καρμεντία ἡ μαντεία. | |
Mens.incert10 | Ὅτι δηλάτορας τοὺς διαβόλους καὶ συ‐ κοφάντας καλοῦσι Ῥωμαῖοι. | |
Mens.incert11 | Φορτοῦνα παρὰ Ῥωμαίοις ἡ εὐδαιμονία. | |
Mens.incert12 | Σπόρτα παρὰ αὐτοῖς ἡ σπυρίς, ἣ καὶ φίσκος καλεῖται, κἂν διαφέρωσι τῷ φίσκον μὲν καλεῖσθαι | |
τὴν ῥαβδωτὴν πλεκτάνην, σπόρταν δὲ τὴν φλοιώδη. ἔστι δὲ καὶ ἑτέρα κατασκευὴ σπυρίδος, ἀντὶ πίλου τῇ | 180 | |
5 | κεφαλῇ ἐπιτιθεμένη, καλεῖται δὲ παρ’ Ἰταλοῖς κάμελα, ἐξ οὗ καὶ καμελαύκια. | |
Mens.spurt | FRAGMENTA LIBRIS DE MENSIBUS FALSO TRIBUTA. | |
Mens.spur1 | Τοὺς σκηπτοὺς οἱονεὶ κεραυνοὺς οἱ φιλόσο‐ φοί φασι γενέσθαι, ὅταν ῥῆξις νεφῶν γένηται· τῆς γὰρ παρακειμένης αὐτοῖς γεώδους οὐσίας ἐξαφθείσης τὸ ἐξ‐ αφθὲν ὑπὸ τῆς ῥιπῆς ἐπὶ τὴν γῆν μετὰ ῥοίζου φέρεται. | |
5 | καὶ ἐὰν μὲν ὑγρὰ τυγχάνῃ ὄντα τὰ νέφη, ἅμα τῇ κατα‐ φορᾷ σβέννυται, εἰ δὲ γεωδέστερα, πυροειδεῖς ἐκθλί‐ βονται. δύο δὲ εἴδη κεραυνῶν εἶναί φασιν, ὧν ὁ μὲν ὀξὺς καὶ μανὸς καὶ διάπυρος ἀργὴς ὀνομάζεται, ὁ δὲ βραδὺς καὶ καπνώδης ψολόεις· καὶ ὁ μὲν διὰ τὴν λε‐ | |
10 | πτότητα καὶ πρὶν ἐκπυρῶσαι φερόμενος οἴχεται διὰ τά‐ χους, ὡς μηδὲ ἐπιφλέξαι τι τῶν ἀραιοτέρων, ὁ δὲ βρα‐ δύτερος ἱκανὸς μὲν ἐπιχρῶσαι ὡς ἀπὸ αἰθάλης καὶ καῦσαι δέ τινα τῶν ὑποπεσόντων, βολβῶν καὶ συκῆς καὶ φώκης καὶ ὑαίνης μενόντων ἀβλαβῶν, ὧν καὶ ταῖς | |
15 | δοραῖς περιδιφθεροῦσθαι λόγος τοὺς ἱστοὺς τῶν νεῶν διὰ τοὺς κεραυνούς. τῶν μέντοι κεραυνοβλήτων τὰ σώματα ἄταφα κατελίμπανον οἱ πάλαι, ἀδιάφθορα μέ‐ νοντα· τῆς γὰρ ἐν αὐτοῖς ὑγρότητος ἀναρπαζομένης ὑπὸ τοῦ πυρός, ὥσπερ ἀποπτηθέντα διαμένειν πέφυκε. | 181 |
Mens.spur2 | Οἱ τῶν Ἑβραίων λόγιοι τὸν περὶ προγνώ‐ σεως λόγον διχῆ τέμνουσιν, εἰς σημεῖα καὶ τέρατα· καὶ σημεῖα μὲν εἶναι βούλονται τὰ ἐν μετεώροις συνιστά‐ μενα, τέρατα δὲ τὰ ἐπὶ γῆς ὡς παρὰ φύσιν φαινό‐ | |
5 | μενα, ὁποῖον ἐκεῖνο τὸ ἐπὶ τῆς καλουμένης τῶν Ἑβραίων ἐξόδου ἀναφερόμενον περὶ Μωυσέως αὐτοῦ· ‘καὶ εἶδεν, ὅτι ἡ βάτος καίεται, ἡ δὲ βάτος οὐ κατεκαίετο.‘ καὶ πάλιν· ‘ἔρριψε Μωυσῆς τὴν ῥάβδον ἐπὶ τὴν γῆν καὶ ἐγένετο ὄφις.‘ καὶ πάλιν· ‘εἰσήνεγκε Μωυσῆς τὴν | |
10 | χεῖρα εἰς τὸν κόλπον αὐτοῦ, καὶ ἐγένετο ἡ χεὶρ αὐτοῦ ὡσεὶ χιών.‘ εἶτα αὖθις· ‘καὶ εἶπεν ὁ θεὸς πρὸς Μωυ‐ σῆν· λήψῃ ἀπὸ τοῦ ὕδατος τοῦ ποταμοῦ ἐπὶ τὸ ξηρὸν καὶ ἔσται αἷμα.‘ εἶτα ὑποβάς· ‘καὶ εἶπε κύριος πρὸς Μωυσῆν· ἐὰν λαλήσῃ Φαραὼ πρὸς ὑμᾶς λέγων, Δότε | |
15 | σημεῖον ἢ τέρας, λαβὲ τὴν ῥάβδον σου, καὶ ῥίψον ἐπὶ τῆς γῆς, καὶ ἔσται δράκων.‘ καὶ οὐ ταῦτα μόνον, ἀλλ’ ἔτι τέρας ἄλλο φοβερώτερον ἡ τοῦ παντὸς Αἰγυπτίου ὕδατος εἰς λύθρον μεταβολὴ καὶ τῶν βατράχων τὸ πλῆθος καὶ οἱ λεγόμενοι σκνῖπες καὶ οἱ μύωπες, οὓς | |
20 | αὐτοὶ καλοῦσι κυνομύιας, καὶ ἡ τῶν κτηνῶν φθορὰ καὶ ὁ κονιορτὸς ὁ ἑλκώδης, φλυκταῖναι καὶ ἀκρίδες, | |
ταῦτα πάντα τέρατα ἂν δικαίως λέγοιντο. σημεῖα δὲ τὰ ἐξ ὑπερτέρων φαινόμενα, οἷον ἐκεῖνο, ὃ ἐπὶ τῆς αὐτῆς φέρεται γραφῆς· ‘καὶ ἔβρεξε κύριος τὴν χάλαζαν | 182 | |
25 | ἐπὶ πᾶσαν τὴν γῆν Αἰγύπτου· ἦν δὴ ἡ χάλαζα, καὶ τὸ πῦρ φλογίζον ἐν τῇ χαλάζῃ.‘ καὶ πάλιν· ‘ἐξέτεινε δὲ Μωυσῆς τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν οὐρανὸν καὶ ἐγένετο σκότος, γνόφος καὶ θύελλα ἐπὶ πᾶσαν τὴν γῆν Αἰ‐ γύπτου.‘ τοιοῦτος τοίνυν Ἑβραίοις ὁ περὶ σημείων | |
30 | λόγος, ἐξ ὧν οἶμαι καὶ τἄλλα τῶν ἐθνῶν διοσημείας ταῦτα καλεῖν ἔγνω τὰ σήματα· Ζεὺς γὰρ ὁ ἀὴρ κατὰ τοὺς φυσικοὺς λέγεται, ὅτι ζωοποιός ἐστιν, ὥστε διο‐ σημεία τὸ τοῦ ἀέρος σημεῖον, ὥσπερ εὔδιον τὸ πρᾶον καὶ γαληνὸν τοῦ ἀέρος καλεῖται σχῆμα. οὐ χρὴ οὖν | |
35 | πρὸς τὰ ὀνόματα ταραττομένους τοὺς ἁπλουστέρους ἀποπηδᾶν τοῦ μαθεῖν· ‘δώσω γάρ, φησι, σημεῖα ἐν τῷ οὐρανῷ ἄνω, καὶ τέρατα ἐπὶ τῆς γῆς κάτω, αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ· ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος, καῖ ἡ σελήνη εἰς αἷμα‘. | |
Mens.spur3 | Σαβαώθ, τοῦ δημιουργοῦ· οὕτω γὰρ παρὰ Φοινίκων ὁ δημιουργικὸς ἀριθμὸς ὀνομάζεται. | |
Mens.spur4 | Βροντὴ γίνεται εἰληθέντος πνεύματος ἐν νέφει παχεῖ τε καὶ νοτιωτέρῳ καὶ ἐξωσθέντος βιαίως δι’ αὐτοῦ, ὅθεν ῥήγνυται τὰ συνεχῆ πιλήματα τοῦ | |
νέφους, καὶ βρόμον ἤγουν ἦχον καὶ πάταγον μέγαν | 183 | |
5 | ἀπεργάζονται, ὅπερ βροντὴ λέγεται, ὥσπερ ἐν ὕδατι πνεῦμα σφοδρῶς ἐλαυνόμενον· κατὰ δὲ τὴν τοῦ νέφους ἔκρηξιν πυρωθὲν τὸ πνεῦμα λάμψαν ἀστραπὴ λέγεται. | |
Mens.spur5 | Ὅτι Φεβρουάριος φθονήσας Καμίλλῳ μελέτην τυραννίδος αὐτοῦ κατηγόρησε· τοῦ δὲ διωχθέντος καὶ αὖθις καθόδου τυχόντος, ὅτι πολιορκουμένῃ τῇ πατρίδι κατὰ τὴν φυγὴν ἐβοήθησεν, εἰς ἐξέτασιν Φε‐ | |
5 | βρουάριος ἄγεται καὶ διώκεται, Κάμιλλος δὲ καὶ τὸν ἐπώνυμον αὐτοῦ μῆνα παρὰ τοὺς ἄλλους ἐκολόβωσε. | |
Mens.spur6 | Φασὶ γὰρ τὴν Νέμεσιν τὰ γλαφυρὰ τῶν πραγμάτων εἰς τὸ ἔμπαλιν τρέπειν ταῖς ὑπερβολαῖς τῆς τύχης, ὥς φησι Νουμήνιος, τῷ δὲ αὐτῷ τροχῷ τὴν ἰσότητα ἐπάγουσαν, ὅθεν ὁ Μεσομήδης οὕτω που | |
5 | πρὸς αὐτήν· ὑπὸ σὸν τροχὸν ἄστατον ἀστιβῆ | |
χαροπὰ μερόπων στρέφεται τύχα. | 184 |