TLG 2580 001 :: Joannes Laurentius LYDUS :: De magistratibus populi Romani

Joannes Laurentius LYDUS Hist.
(Philadelphius Constantinopolitanus: A.D. 6)

De magistratibus populi Romani

Source: Bandy, A.C. (ed.), Ioannes Lydus. On powers or the magistracies of the Roman state. Philadelphia: American Philosophical Society, 1983: 2–256.

Citation: Page — (line)

Mag
.

2

(1t)

ΤΟΥ͂ Α᾿ΥΤΟΥ͂ ΠΕΡῚ ἘΞΟΥΣΙΩ͂Ν
2 Ἱερέας γενέσθαι τὸ πρὶν τοὺς ὕστερον ἄρχοντας τοῦ Ῥωμαίων πολιτεύματος οὐδενὶ τῶν πάντων ἠγνόηται, Τυρρηνοῦ ἐπὶ τὴν ἐσπέραν ἐκ τῆς Λυδίας μεταναστάντος τοὺς τότε καλουμένους
5Ἐτρούσκους (ἔθνος δὲ ἦν Σικανόν) τὰς Λυδῶν τελετὰς διδά‐ ξαντος, οὓς ἐκ τῆς θυοσκοπίας Θούσκους συμβέβηκε μετονομα‐ σθῆναι· καὶ τούτων εἰς πλάτος ἐν τῇ πρώτῃ τῆς Περὶ Μηνῶν γραφείσης ἡμῖν πραγματείας ἴσμεν μνημονεύσαντες. τὰ γὰρ ἐπίσημα τῶν ἀρχόντων ἀπὸ Θούσκων λαβὼν ὁ βασιλεὺς Νουμᾶς
10τῇ πολιτείᾳ εἰσήγαγεν, ὥσπερ καὶ τῶν ὅπλων τὸ δύσμαχον ἀπὸ Γαλατῶν. καὶ μάρτυρες μὲν τούτων ὅ τε Καπίτων καὶ Φοντήϊος, ἐξ ὧν καὶ ὁ διδασκαλικώτατος Οὐάρρων, Ῥωμαῖοι πάντες, μεθ’ οὓς Σαλλούστιος οὗτος, ὁ ἱστορικός, ἐπὶ τῆς Πρώτης Ἱστορίας σαφῶς ἀναδιδάσκει. ὥστε ὑπόλοιπον περὶ τῶν πολιτικῶν ἀφηγή‐
15σασθαι ἐξουσιῶν καὶ ὅτι ἀπὸ ἱερατικῆς τάξεως ἐπὶ τὸ πολιτικὸν μετεφύησαν σχῆμα. μὴ οὖν ἡμᾶς ἀλλοίους πρὸς τὰ πάλαι δοθέντα κρίνοι τις, πλὴν εἰ μὴ τυχὸν ἀπηχὲς λογικῆς ἀσφαλείας ὑφιστά‐ μενος φθόνῳ τὸν ἔπαινον μεταβάλοι. ὅτι δὲ καὶ Γρακχιανός τις πάλαι περὶ τούτων ἔγραφεν, ἴσμεν τοὺς νομογράφους ἀναφέ‐
20ροντας· οὐδαμοῦ δὲ τὰ γραφέντα φέρεται ἴσως αὐτά, πάντως δὲ
καὶ αὐτὰ τοῦ χρόνου τεκόντος ἅμα καὶ κρύψαντος.2
Mag
.

4

(1t)

ΠΕΡῚ ΠΟΛΙΤΙΚΩ͂Ν ἈΡΧΩ͂Ν
2tΚΕΦΆΛΑΙΑ ΤΟΥ͂ ΠΡΏΤΟΥ ΛΌΓΟΥ
3Α
Πόσος ἀνύεται χρόνος ἀπὸ τῆς Αἰνείου ἐπὶ τὴν Ἰταλίαν πα‐ ρόδου ἕως κτίσεως Ῥώμης, καὶ πόσος ἀπ’ αὐτῆς γέγονεν ὁ τῶν
5ῥηγῶν, καὶ πόσος ὁ τῶν ὑπάτων ἕως Καίσαρος, καὶ ἐξ αὐτοῦ πόσος ἄχρι Κωνσταντίνου, ἐξ οὗ πόσος ἄχρι τῆς Ἀναστασίου βασιλέως τελευτῆς.
Β
τίς ἡ διαφορὰ τοῦ ῥηγὸς καὶ τοῦ τυράννου καὶ τοῦ βασιλέως· καὶ Καίσαρος καὶ αὐτοκράτορος ἀξίωμα τί σημαίνει 〈καὶ τί〉 τὸ
10Κυρῖνον ὄνομα.
Γ
ὅτι Ῥωμύλος καὶ οἱ κατ’ αὐτὸν τῇ Αἰολίδι ἐφθέγγοντο φωνῇ· ὅτι οὐ δεῖ τοὺς Ῥωμαίων βασιλέας δεσπότας ἀποκαλεῖν· περὶ τῶν ἐπισήμων τοῦ ῥηγός· τί ἐστι τόγα καὶ τραβέα· διὰ τί Ῥωμαῖοι τὴν βασιλέως καθέδραν σόλιον προσαγορεύουσιν.
15Δδιὰ τί τὰς λοφιάς τινες τούφας καλοῦσιν.
Ε
διὰ τί τὰς ἀσπίδας σκοῦτα καὶ κλίπεα καὶ πάρμας οἱ Ῥωμαῖοι καλοῦσι καὶ τίς ἡ διαφορὰ τούτων· ὅτι ἀπὸ Αἰνείου παρέλαβεν ὁ Ῥωμαϊκὸς στρατὸς οὕτω στέλλεσθαι, ὡς ἔτι καὶ νῦν οἱ κα‐ λούμενοι ἐκσκουβίτωρες, διὰ τί τὴν βασιλικὴν ὑποζύγιον βα‐
20σταγὴν ἀττηνσίωνα καλοῦσιν.
ϛ
πρώτη προαγωγὴ ὁ ἵππαρχος, καὶ ὅτι εἰς τόπον αὐτοῦ ὁ τῶν πραιτωρίων ὕπαρχος προεβλήθη.
Ζ
δευτέρα προαγωγὴ οἱ πατρίκιοι, καὶ τίνος χάριν πάτρης κων‐ σκρίπτους αὐτοὺς ἡ ἀρχαιότης ἐκάλεσεν· ποῖον εἶδος χιτῶνος ὁ
25λεγόμενος παραγαύδης· ἐν ᾧ καὶ περὶ τῶν λεγομένων καμπαγίων· τί σημαίνουσιν οἱ λεγόμενοι τίτλοι, καὶ ὅτι φιλότιμοι ἐτύγχανον οἱ πάλαι συγκλητικοί· πόθεν διώνυμοι καὶ τριώνυμοι οἱ ἀρχαῖοι ἐχρημάτιζον.
Ητρίτη προαγωγὴ οἱ κυαίστωρες καὶ ὅτι ἕτερον μὲν κυαίστωρ,
30ἕτερον δὲ κυαισίτωρ· περὶ τῆς ὑπατείας καὶ τῶν αὐτῆς ἐπισήμων.4
Mag
.

6

Θτετάρτη προαγωγὴ ἡ κληθεῖσα δεκανδρικὴ ἐξουσία.
Ι
πέμπτη προαγωγὴ ἡ καλουμένη δικτατοῦρα, καὶ τί σημαίνει τὸ ὄνομα, πόσοι τε γεγόνασιν οἱ πάντες δικτάτωρες καὶ ἕως τίνος.
5ΙΑ
ἕκτη προαγωγὴ ἡ καλουμένη κηνσοῦρα· ἐν ᾧ καὶ περὶ κωμῳ‐ δίας καὶ τραγῳδίας, καὶ πότε Ῥωμαίοις ἐγνώσθησαν· διὰ τί Ῥωμαῖοι τοὺς ἀσώτους ἅμα καὶ τοὺς ἐγγόνους ὁμωνύμως κα‐ λοῦσι πατρίως νέπωτας.
ΙΒἑβδόμη προαγωγὴ ἡ δημαρχία· πότε ἐδόθη τοῖς στρατιώταις
10τὰ λεγόμενα κάπιτα καὶ διὰ τί κάπιτα λέγεται· περὶ τῶν ἐν ὅπλοις ταγμάτων τε καὶ ὀνομάτων καὶ βαθμῶν καὶ τῶν λεγομένων τει‐ ρώνων.
ΙΓ
ὀγδόη προαγωγὴ οἱ πραίτωρες, καὶ ὅτι ὁ τῆς πόλεως καθ’ ἡμᾶς ὕπαρχος εἷς ἐτύγχανε τῶν πάλαι πραιτώρων, φύλαξ πόλεως
15χρηματίζων.
ΙΔἐνάτη προαγωγὴ ὁ τῶν νυκτῶν ὕπαρχος.
17tΛΟΓΟΣ Β
18Απερὶ Καίσαρος καὶ τῶν Καίσαρος ἐπισήμων.
Βπερὶ Αὐγούστου, καὶ ὅτι πρῶτος αὐτὸς ἐκβαλὼν τὴν ἵππαρχον
20ἐξουσίαν τὴν πραιτωριανὴν ἐπαρχότητα προεβάλετο.
Γπερὶ τῶν βασιλικῶν στολῶν.
Δ
περὶ τοῦ ἐπάρχου τῶν πραιτωρίων καὶ τῆς πειθομένης αὐτῷ τάξεως· περὶ τῶν ἐπισήμων τῆς ἐπαρχότητος καὶ τῶν αὐτῆς με‐ γίστων δικαστηρίων· ὅτι οὐκ ἦν ἀνέκαθεν πραιτώριον ὡρισμένον
25τῇ πρώτῃ τῶν ἀρχῶν.
Ε
περὶ τοῦ μαγίστρου, καὶ τίνα πρῶτον προαχθῆναι ἡ ἱστορία ἀναφέρει· ὅτι οἱ καθ’ ἡμᾶς λεγόμενοι μαγιστριανοὶ τὸ πρὶν φρου‐
μεντάριοι ἐκαλοῦντο.6
Mag
.

8

ϛ
περὶ τοῦ ἐπάρχου Σκυθίας καὶ τοῦ Ἰουστινιανοῦ πραίτωρος καὶ τοῦ μαγίστρου τῶν κήνσων καὶ τοῦ κυαισίτωρος, καὶ ὅτι οὐ πρώτως αἱ ἀρχαὶ αὖται ἐπενοήθησαν, ἀλλ’ ἠμελημέναι ἀνεκλήθη‐ σαν.
5Ζ
περὶ τῆς τάξεως τῶν ἐπάρχων καὶ τῶν ἐν αὐτῇ καταλόγων, ἠθῶν τε καὶ σχημάτων καὶ γραμμάτων καὶ τῶν ἄλλων τῆς ἀρχαι‐ ότητος γνωρισμάτων καὶ ἐκ ποίων αἰτιῶν ἠμέληται.
Η
διὰ τί τὸν ποταμὸν νῦν μὲν Ἴστρον, νῦν δὲ Δανούβιον συμ‐ βαίνει προσαγορεύεσθαι· πῶς Πέρσαις πολεμητέον κατὰ τοὺς
10τακτικούς.
Θ
πότε καὶ τίνος χάριν ἐξηυρέθη τὸ τῶν σκρινιαρίων σῶμα· πό‐ θεν εἰσηνέχθη τὸ τῶν καγκελλαρίων ὄνομα καὶ διὰ τί οὕτως ὠνομάσθησαν· ἐκ ποίων αἰτιῶν ὑπεσύρη ἡ τάξις, καὶ ὅτι Ἀνα‐ στάσιος ὁ βασιλεὺς διὰ Μαρίνου αἴτιος τούτου.
15Ιπόθεν Δουρράχιον ἡ πάλαι Ἐπίδαμνος.
ΙΑὑποτύπωσις τῆς Ἀναστασίου βασιλείας.
ΙΒ
διὰ τί Πέρσαι Ῥωμαίους παρὰ τὴν παλαιότητα χρυσίον ἐφ’ ἑκάστης ὥσπερ ὀφειλόμενον εἰσπράττουσιν· περὶ τοῦ πτώματος Ἀντιοχείας τῆς πρὸς Δάφνην καὶ τῆς Περσῶν ἐφόδου.
20ΙΓ
περὶ τῆς εὐτυχεστάτης βασιλείας Ἰουστινιανοῦ τοῦ ἀηττήτου βασιλέως, καὶ ὅσοις ἀγαθοῖς τὰ Ῥωμαίων ἐκόσμησεν, καὶ ὅπως ἐν βραχεῖ Λιβύην ὅλην Ῥωμαίοις ἀπέσωσεν.
ΙΔ
περὶ τῶν παρὰ τὴν βασιλέως εὐμένειαν οὐ καλῶς τοῖς πράγμα‐ σιν ἀποχρησαμένων, ῥᾳστώνῃ δὲ συζησάντων· ἐν ᾧ καὶ περὶ
25ἀσωτίας καὶ τοῦ λεγομένου ἀκιπησίου. ποῖον εἶδος ἐσθήματος ὁ λεγόμενος σάνδυξ καὶ πόθεν οὕτως ὠνομάσθη.
ΙΕ
περὶ τῆς κακοδαιμονίας τοῦ δήμου, καὶ ὅπως ἐνέπρησε τὴν πόλιν· ἐν ᾧ καὶ περὶ τοῦ λεγομένου Ζευξίππου καὶ τίνος χάριν οὕτως ὠνομάσθη· ὅπως ὁ βασιλεὺς μετὰ τοῦ θεοῦ καὶ τὸ Πρῶ‐
30τον Ἱερὸν καὶ πᾶσαν ὁμοῦ τὴν πόλιν ἀνέστησεν. περὶ τῶν εὐσε‐ βῶς καὶ δικαίως τὰς ἀρχὰς διανυσάντων. περὶ τῆς εὐσεβοῦς βασι‐ λίδος Θεοδώρας, καὶ ὅπως τὰ κοινὰ ὠφέλησεν.
Ιϛπερὶ τοῦ ἀπευκταιοτάτου λοιμοῦ, καὶ ὅπως ἀπεπαύσατο.8
Mag
.

10

(1t)

ΠΕΡῚ ἈΡΧΩ͂Ν ΤΗ͂Σ ῬΩΜΑΊΩΝ ΠΟΛΙΤΕΊΑΣ
2t〈ΛΟΓΟΣ Α
3 〈1〉 Ἐγχειροῦντί μοι περὶ τῶν ἀρχῶν τῆς Ῥωμαίων πολιτείας διαλαμβάνειν ἀξιόλογον εἶναι παρέστη προοίμιον δοῦναι τῷ
5λόγῳ ἀπὸ τοῦ πρεσβυτάτου καὶ τιμιωτάτου πάντων. Αἰνείας δὲ ἦν οὗτος, ὁ διὰ κάλλος καὶ ῥώμην ψυχῆς τε καὶ σώματος κρείτ‐ τονος ἢ κατὰ ἀνθρώπους εἶναι νομισθεὶς υἱός. 〈2〉 Ἀνύονται τοιγαροῦν ἐκ τῆς Αἰνείου ἐπὶ τὴν Ἰταλίαν παρό‐ δου ἕως τοῦ πολισμοῦ τῆς Ῥώμης ἐνιαυτοὶ ἐννέα καὶ τριάκοντα
10καὶ τετρακόσιοι κατὰ Κάτωνα τὸν πρῶτον καὶ Βάρρωνα, τοὺς Ῥωμαίους· κατὰ δὲ Ἀφρικανὸν καὶ Κάστορα 〈καὶ〉 τὸν Παμφί‐ λου ἔτη ζ καὶ ι καὶ υ. ἀπὸ δὲ τοῦ πολισμοῦ μέχρι τῆς ἐκβολῆς τῶν ῥηγῶν διέδραμεν ἔτη τρία καὶ τεσσαράκοντα καὶ διακόσια. οἱ δὲ τῶν ὑπάτων ἄχρι Καίσαρος τοῦ πρώτου ἐνιαυτοὶ ε (ἢ κατ’
15ἐνίους ἕξ) καὶ ξ καὶ υ. ἀπὸ δὲ Καίσαρος ἕως Κωνσταντίνου διαγέγονεν ἔτη τριακόσια ἑβδομήκοντα πέντε· ἐξ αὐτοῦ δὲ ἄχρι τῆς Ἀναστασίου τοῦ βασιλέως τελευτῆς ἔτη σκδ πρὸς μησὶν ἑπτά, ἐξ ὧν ἄν τις ἐννέα ἐξέλοι ἐνιαυτούς, οὓς ἐπὶ τῆς ἱερᾶς Ῥώμης ἔτυχε βασιλεύσας Κωνσταντῖνος. συνάγεται δὴ ἀπὸ τοῦ πολισμοῦ
20τῆσδε τῆς εὐδαίμονος πόλεως πέντε καὶ δέκα καὶ διακόσια ἔτη πρὸς μησὶν ἑπτά. συνέλοι οὖν ἄν τις ἀπὸ Αἰνείου ἕως τῆς Ἀνα‐ στασίου τοῦ χρηστοῦ τελευτῆς τοὺς πάντας ἐνιαυτοὺς ἓξ καὶ τεσ‐ σαράκοντα πρὸς ἑπτακοσίοις καὶ χιλίοις πρὸς μησὶν ἑπτά, ὡς Ἕλληνες οἴονται κατὰ πάντας τοὺς ἑκατέρας φωνῆς συγγρα‐
25φέας. τούτων οὕτως ἡμῖν σὺν ἀληθείᾳ τεθέντων, καιρός ἐστιν περὶ τῶν ἀρχῶν, ὡς εἴρηται, τοῦ καθ’ ἡμᾶς διαλαβεῖν πολιτεύ‐ ματος. 〈3〉 Ῥωμύλος τοίνυν ὀκτὼ πρὸς τοῖς δέκα ἔτεσι γεγονὼς σὺν τῷ ἀδελφῷ Ῥέμῳ τὴν μητέρα τῆς βασιλείας Ῥώμην ἐδείματο.
30ὄνομα δὲ τῆς ἀρχῆς αὐτῶν, ὃ Ἰταλοὶ λέγουσι ῥήγιον, οἷον τυραν‐ νικόν· οὐδὲ γὰρ βασιλείας Ῥωμαϊκῆς ἐννόμου ἐστὶ σημαντικόν,
ὥς τινες ὑπολαμβάνουσιν, τὸ ῥήγιον ὄνομα· ὅθεν οὐκέτι μετὰ10
Mag
.

12

τὴν ἐκβολὴν τῶν ῥηγῶν παρὰ Ῥωμαίοις καίτοι βασιλευομένοις ἐχρημάτισεν. ἕτερον γὰρ τὸ τῆς ἐννόμου βασιλείας καὶ ἕτερον τὸ τυραννίδος καὶ ἄλλο τὸ τῆς αὐτοκρατορίας ἀξίωμα· καὶ ὅπως, διὰ βραχέων ἐρῶ. βασιλεύς ἐστιν ὁ τῶν ἑαυτοῦ ὑπηκόων πρῶ‐
5τος ψήφῳ ἐπιλελεγμένος ἐπὶ βάθραν τινὰ ὥσπερ καὶ κρηπῖδα, τύχης κρείττονος ὑπὲρ τοὺς ἄλλους λαχών· ὡς Σοφοκλῆς περὶ Αἴαντος εἶπεν ἔχειν αὐτὸν βάθραν τῆς ἀγχιάλου Σαλαμῖνος. ἴδιον δὲ βασιλέως ἐστὶ τὸ μηδένα καθ’ ἅπαξ τῶν τοῦ πολιτεύματος νόμων σαλεύειν ἀλλ’ ἐγκρατῶς τὴν ὄψιν τῆς ἑαυτοῦ πολιτείας
10βασιλείᾳ διατηρεῖν· καὶ μηδὲν μὲν κατ’ αὐθεντίαν ἔξω τῶν νόμων πράττειν, τὸ δὲ τοῖς ἀρίστοις τοῦ πολιτεύματος συναρέσκον ψή‐ φοις οἰκείαις ἐπισφραγίζειν, πατρὸς ἅμα καὶ ἡγεμόνος στοργὴν περὶ τοὺς ὑπηκόους ἐνδεικνύμενον, ὁποῖον ἡμῖν θεὸς καὶ καιροῦ δεξιότης ἐχαρίσατο. ἀλλ’ οὐχ οὕτως ὁ τύραννος τοὺς ὑπ’ αὐτῷ
15πεσόντας διαθήσεται, πράξει δὲ κατ’ ἐξουσίαν ἀλόγως εἴ τι καὶ βούλεται, μηδὲ νόμους τιμᾶν ἀξιῶν, μηδὲ γράφειν μετὰ βουλῆς ἀνεχόμενος, ταῖς δὲ οἰκείαις ὁρμαῖς ἐξαγόμενος. ἔστι γὰρ βασι‐ λέως μὲν τρόπος ὁ νόμος, τυράννου δὲ νόμος ὁ τρόπος. 〈4〉 Τὸ γὰρ τῶν Καισάρων, ἤ γ’ οὖν αὐτοκρατόρων, ἐπώνυμον
20οὐδὲ βασιλείας ἀλλ’ οὐδὲ τυραννίδος ἐστὶ σημαντικόν, αὐταρχίας δὲ μᾶλλον καὶ αὐθεντίας τοῦ διοικεῖν τοὺς ἐξανισταμένους κατὰ τῶν κοινῶν θορύβους ἐπὶ τὸ κάλλιον ἐπιτάττειν τε τῷ στρατεύ‐ ματι πῶς ἂν δέοι μάχεσθαι τοῖς ἐναντίοις· imperare γὰρ τὸ ‘ἐπι‐ τάττειν‘ παρ’ Ἰταλοῖς λέγεται, ἔνθεν ἰμπεράτωρ. ὅτι δὲ βασιλείας
25οὐκ ἔστι σημαντικὸν τὸ αὐτοκράτορος ἢ Καίσαρος ὄνομα, δῆλον ἄντικρυς τῷ καὶ τοὺς ὑπάτους καὶ μετ’ ἐκείνους τοὺς Καίσαρας τὸ τῶν λεγομένων ἰμπερατώρων ἀξίωμα τῆς ἐπωνυμίας λαβεῖν.
οὐδὲ γὰρ ἐπισήμοις τυραννικοῖς φαίνεται χρησαμένη ἡ τῶν Και‐12
Mag
.

14

σάρων ἀρχή, ἁλουργίδι δὲ μόνῃ, τὴν Ῥωμαίων βουλὴν ἀναβαί‐ νουσα καὶ τὰς ἐν ὅπλοις δυνάμεις αὐτοκρατῶς, ὡς ἔφην, ἰθύ‐ νουσα, ταύτῃ καὶ πρίγκιπας αὐτοὺς ἐκάλεσαν Ῥωμαῖοι, οἷον εἰ πρώτην κεφαλὴν τῆς πάσης πολιτείας. τὸ γὰρ Καίσαρος ὄνομα
5γένους ἐστὶ δεικτικὸν ἀπὸ τοῦ πρώτου Καίσαρος, ὥσπερ Φαβίων καὶ Κορνηλίων καὶ Φλαυΐων καὶ Ἀνικίων, τούτου πρότερον παρὰ βαρβάροις ηὑρημένου. Αἰγύπτιοι μὲν γὰρ ἀπὸ τοῦ πρώτου Φαραῶ‐ νος τοὺς σφῶν βασιλέας ἐπεφήμιζον Φαραῶνας, καὶ Πτολεμαίους ἀπὸ τοῦ πρώτου. ἐφυλάχθη οὖν παρὰ Ῥωμαίοις ἡ τοιαύτη τῶν
10Καισάρων εὐταξία ἄχρι Διοκλητιανοῦ, ὃς πρῶτος στέφανον ἐκ λίθου τιμίας συγκείμενον τῇ κεφαλῇ περιθεὶς ἐσθῆτά τε καὶ τοὺς πόδας ψηφώσας ἐπὶ τὸ βασιλικὸν ἤ, τἀληθὲς εἰπεῖν, ἐπὶ τὸ τυραν‐ νικὸν ἔτρεψεν, ἀνεμετρήσατό τε τὴν ἤπειρον καὶ τοῖς φόροις ἐβάρυνεν.
15 〈5〉 Ὥστε τύραννος ἦν ὁ Ῥωμύλος, πρῶτον μὲν τὸν ἀδελφὸν ἀνελὼν καὶ τὸν μείζονα, καὶ πράττων ἀλόγως τὰ προσπίπτοντα· ταύτῃ καὶ Κυρῖνος προσηγορεύθη, οἷον εἰ κύριος, κἂν εἰ Διογε‐ νιανῷ τῷ λεξογράφῳ ἄλλως δοκεῖ. οὐδὲ γὰρ ἀγνοήσας ὁ Ῥωμύ‐ λος, ἢ οἱ κατ’ αὐτόν, δείκνυται κατ’ ἐκεῖνο καιροῦ τὴν Ἐλλάδα
20φωνήν, τὴν Αἰολίδα λέγω, ὥς φασιν ὅ τε Κάτων ἐν τῷ Περὶ Ῥωμαϊκῆς Ἀρχαιότητος Βάρρων τε ὁ πολυμαθέστατος ἐν Προ‐ οιμίοις τῶν πρὸς Πομπήϊον αὐτῷ γεγραμμένων, Εὐάνδρου καὶ τῶν ἄλλων Ἀρκάδων εἰς Ἰταλίαν ἐλθόντων ποτὲ καὶ τὴν Αἰο‐ λίδα τοῖς βαρβάροις ἐνσπειράντων φωνήν. ἡ γὰρ γραμματικοῖς
25παρὰ ταύτην εἰσαγομένη ἐτυμολογία (μετὰ συγγνώμης) βεβία‐ σται· ἀπὸ Κύρεως γάρ, πολίχνης Σαβίνων, οὕτως αὐτὸν παρονο‐ μασθῆναι βούλονται, καίπερ οὐχ ὁρμώμενον ἐκεῖθεν, ἐπὶ δὲ τοῦ Παλατίνου βουνοῦ τεχθέντα τε παρὰ ταῖς ὄχθαις τοῦ Τιβέριδος καὶ τραφέντα ἐκεῖ. κυρίους γὰρ ἑαυτοὺς καὶ δεσπότας ἀλλ’ οὐ
30βασιλέας τύραννοι φιλοῦσι καλεῖσθαι.14
Mag
.

16

〈6〉 Κρεῖττον δὲ βασιλείας τὸ Καίσαρος ἀξίωμα, ὅτι καὶ δοῦ‐ ναι βασιλέας πάλαι τοῖς ἔθνεσιν ἐπ’ ἐξουσίας εἶχεν. μισητὸν γὰρ καὶ Ῥωμαϊκῆς ἐλευθερίας ἀλλότριον δεσπότας, ἀλλὰ μὴ βασι‐ λέας, τοὺς κρατοῦντας ὀνομάζειν καθ’ ὅ τι δεσπότης ὄνομα κοι‐
5νόν ἐστιν αὐτοῖς καὶ τοῖς ἔνα δραπέτην κεκτημένοις, τὸ δὲ βασι‐ λέων αὐτῶν καὶ μόνων. καὶ δῆλον ἄντικρυς ὅτι Ῥωμαίοις ἔθος dominos τοὺς τυραννήσαντας ἀποκαλεῖν, ὡς δὴ Σύλλαν καὶ Μά‐ ριον, καὶ δομινατίωνα τὴν τυραννίδα· ὡς καταρρίπτουσι τὴν βασιλέων μεγαλειότητα οἱ πονηροὶ κόλακες, ἐξ ἀμαθείας δούλων
10αὐτοὺς πρωτεύειν εἰσάγοντες ὅτι δὲ ἀληθές, ἔξεστι καὶ ἐκ τού‐ των λαβεῖν. Αὔγουστός ποτε, ἢ τάχα Τιβέριος ὁ μετ’ αὐτόν, πρὸς ἑνὸς τῶν κολάκων δεσπότης ὀνομασθείς, ἐξαναστὰς ἀφῆκε τὸν σύλλογον, ἀπαξιώσας, ὡς ἔφη, δούλοις διαλέγεσθαι. ἀλλ’ ἤδη πρότερον ὥσπερ ἐν τιμῇ τῆς ὕβρεως εἰσαχθείσης, ἀνέχεται ἡ τοῦ
15ἡμερωτάτου βασιλέως ἡμῶν ἐπιείκεια, καίπερ ὑπὲρ πάντας τοὺς πώποτε βεβασιλευκότας μετριάζοντος, καὶ δεσπότης, οἷον πατὴρ ἀγαθός, ὀνομάζεσθαι. οὐχ ὅτι χαίρει ἀλλ’ ἐρυθριᾷ μᾶλλον τοὺς τιμᾶν οἰομένους δοκεῖν μὴ προσίεσθαι.
19tΠΕΡῚ ΤΩ͂Ν ἘΠΙΣΉΜΩΝ ΤΟΥ͂ ῬΗΓΌΣ
20 〈7〉 Καὶ πρὸ Ῥωμύλου ἐπίσημα τῆς Λατίνων βασιλείας ἦν θρόνος δρύφακτος καὶ στολὴ ἡ λεγομένη παρ’ αὐτοῖς τραβέα (ποδαπὴ δέ τις ἦν, μικρὸν ὕστερον ἐρῶ). ὅθεν ὁ Ῥωμαίων ποιη‐ τὴς ἐν βιβλίῳ ἑβδόμῳ τῆς Αἰνηΐδος τὴν Λατίνου διαγράφων βα‐ σιλείαν θρόνου καὶ τραβέας διαμέμνηται. τῷ γε μὴν Ῥωμύλῳ
25καὶ στέφανος ἦν καὶ σκῆπτρον ἀετὸν ἔχον ἐπ’ ἄκρου καὶ φαινόλης λευκὸς ποδήρης, ἀπὸ τῶν ὤμων ἔμπροσθεν μέχρι ποδῶν πορφυ‐
ροῖς ὑφάσμασιν ῥεραβδωμένος (ὄνομα δὲ τῷ φαινόλῃ τόγα, οἷον16
Mag
.

18

εἰ σκέπασμα, ἀπὸ τοῦ τέγερε κατ’ ἀντίστοιχον· οὕτω γὰρ τὸ σκέπειν Ῥωμαῖοι καλοῦσιν) καὶ ὑπόδημα φοινικοῦν (κόθορνος ὄνομα αὐτῷ κατὰ τὸν Κοκκήϊον). καὶ κοινὸν ἦν τουτὶ τὸ σχῆμα τῆς λεγομένης τόγας αὐτῷ τε τῷ λεγομένῳ ῥηγὶ τοῖς τε ὑπηκόοις
5ἐπ’ εἰρήνης. ἡ μέντοι τραβέα μόνου τοῦ ῥηγὸς ἐτύγχανε παρα‐ τοῦρα, οἷον εἰ στολὴ ἐπίσημος. χιτὼν δὲ ἦν καὶ περιβόλαιον ἡμικύκλιον, ὃ πρῶτον Ἀγαθοκλέα τὸν Σικελίας τύραννον ἐξευ‐ ρεῖν λόγος. τὸν δὲ θρόνον σόλιον ἐπιχωρίως ὠνόμαζον, ἀντὶ τοῦ σελλίον κατ’ ἀντίστοιχον, ὥς φησιν ὁ Ῥωμαῖος Ἄσπρος· ἢ καὶ
10ἄλλως σόλιον, ἀντὶ τοῦ σόλιδον, ἐκάλουν, οἷον εἰ ὁλόκληρον στέλεχος γὰρ ἁδρὸν εἰς κυτίδα καὶ καθέδρας τύπον ἐξορύττον‐ τες ἀπετέλουν βῆμά τι βασιλείᾳ, ἵνα ὥσπερ ἔν τινι θήκῃ κατη‐ σφάλισται τὸ σῶμα τοῦ βασιλέως, ἔκ τε νώτου ἔκ τε πλευρᾶς ἑκατέρας μηδεμιᾶς ἁρμογῆς ἢ προσθέτου ξύλου σφίγγοντος τὴν
15καθέδραν ἅπαξ ὁλοτελῆ καὶ ὁλόκληρον τυγχάνουσαν. ταύτῃ σό‐ λιον τὸν βασιλέως θρόνον ἐκάλουν. 〈8〉 Πρὸς τούτοις ἡγοῦντο τοῦ Ῥωμύλου πελέκεις δυοκαίδε‐ κα πρὸς τὸν ἀριθμὸν τῶν γυπῶν, ὧν εἶδεν ἀρχόμενος θεμελιοῦν τὴν πόλιν. Πρίσκου δὲ Ταρκυνίου τοῦ ῥηγὸς ὕστερον Θούσκους
20καὶ Σαβίνους πολέμῳ νικήσαντος, προσετέθησαν τοῖς τῆς βασι‐ λείας γνωρίσμασι δόρατα ἐπιμήκη, ὡσαύτως τὸν ἀριθμὸν δυοκαί‐ δεκα, ἀκροξιφίδας μὲν οὐκ ἔχοντα, ᾐωρημένας δὲ λοφιάς (κα‐ λοῦσι δὲ αὐτὰς οἱ μὲν Ῥωμαῖοι ἰούβας, οἱ δὲ βάρβαροι τούφας, βραχύ τι παραφθαρείσης τῆς λέξεως)· βήξιλλα πρὸς τούτοις,
25οἷον εἰ δόρατα μακρά, ἐξηρτημένων ὑφασμάτων (φλάμμουλα αὐτὰ ἀπὸ τοῦ φλογίνου χρώματος καλοῦσιν), περὶ ὧν ἐν τοῖς
Περὶ Μηνῶν γραφεῖσιν ἡμῖν ἀποχρώντως ἀνενήνεκται.18
Mag
.

20

〈9〉 Τοιαῦτα μὲν τὰ ἐπίσημα τῆς τότε βασιλείας. περὶ δὲ τῆς ἐν ὅπλοις στρατείας Πάτερνος ὁ Ῥωμαῖος ἐν πρώτῃ Τακτικῶν αὐτοῖς ῥήμασι καθ’ ἑρμηνείαν ταῦτά φησιν· ‘ὁ Ῥωμύλος δεκου‐ ρίωνας τῶν ἱερῶν φροντιστὰς προεστήσατο, τοὺς αὐτοὺς καὶ
5κεντουρίωνας τῶν πεζικῶν ταγμάτων ὀνομάσας. τρισχιλίων γὰρ ὄντων πεζῶν ἀσπιδιωτῶν, ἑκάστης ἑκατοντάδος ἡγεμόνα προὔ‐ θηκεν, ὃν Ἕλληνες μὲν ἑκατόνταρχον, Ῥωμαῖοι δὲ κεντουρί‐ ωνα καλοῦσιν, ὡς εἶναι τοὺς πάντας ἑκατοντάρχους λ καὶ τοσούτους δὲ μανίπλους, οἷον εἰ σημειοφόρους. ἐκ δὲ τῆς στρα‐
10τιᾶς τριακοσίους σκουτάτους (ὡς Ῥωμαῖοί φασιν, ἀντὶ τοῦ ἀσπι‐ διώτας) ‘πρὸς φυλακὴν ἰδίαν ἀφώρισεν (καὶ μικρὸν ὕστερον εἰρήσεται, τί μέν ἐστι κλιπεᾶτος, τί δὲ σκουτᾶτος στρατιώτης)· προστέθεικε δὲ καὶ τριακοσίους ἱππότας ταῖς δυνάμεσιν, Κελε‐ ρίῳ τινὶ οὕτω καλουμένῳ τὴν φροντίδα τούτων παραδούς. ταύτῃ
15συνεκδοχικῶς ἅπας ὁ στρατὸς κελέριοι τότε προσηγορεύθησαν. ἐν τρισὶ δὲ ἑκατοντάσι συναγομένης τῆς ἱππικῆς δυνάμεως, τρισὶν ἐπωνύμοις αὐτὰς διέστειλεν, Ῥαμνίτας καὶ Τιτίους ἱστῶν καὶ Λούκερας.‘ τὰς δὲ αἰτίας τουτωνὶ τῶν ὀνομάτων ἐν τοῖς Περὶ Μηνῶν, ὡς εἴρηται, τεθεῖσιν ἡμῖν ἀποδεδώκαμεν.
20 〈10〉 Εἰπεῖν δὲ καιρός, τί διαφέρει σκοῦτον κλιπέου. σκοῦτον τοίνυν οἱ Ῥωμαῖοι καλοῦσι τὸ ἰσχυρὸν ἅμα καὶ ἰσχνόν, ὅπερ Ἕλληνες στιπτὸν ὀνομάζουσιν, ἀντὶ τοῦ στιβαρόν, ὡς Ἀριστο‐ φάνης ἐν Ἀχαρνεῦσι ‘στιπτοὶ γέροντες, Μαραθωνομάχοι πρίνι‐ νοι‘. ταύτῃ καὶ σκουτλᾶτα τὰ ἰσχνά τε καὶ στεγνὰ καὶ κοῦφα τῶν
25ἐσθημάτων καλοῦσιν οἱ Ῥωμαῖοι. τοιαύτη δὲ ἡ τῆς ἀσπίδος κα‐20
Mag
.

22

τασκευή· ἀβαρὴς μὲν γάρ ἐστιν, ὡς ἰσχνή, καρτερωτάτη δὲ καὶ ταῖς πληγαῖς οὐκ εὐχερῶς ἐνδιδοῦσα. κλίπεον δὲ Ῥωμαῖοι τὸν θυρεὸν καλοῦσιν ἀπὸ τοῦ κλέπτειν καὶ καλύπτειν τὸν ἐπιφερό‐ μενον αὐτόν. Ἑλλήνων γὰρ ἴδιον καὶ μόνων ἀσπίσι τροχωτάταις
5ἐν πολέμῳ χρῆσθαι, βαρβάρων δὲ θυρεοῖς· πρὸς γὰρ τὸ κατεπεῖ‐ γον τῆς μάχης τὰς θύρας ἀνασπῶντες ὡς σκεπάσμασιν αὐταῖς εἰώθασι χρῆσθαι. 〈11〉 Ἔστι δὲ καὶ ἕτερον εἶδος ἀσπίδος βραχυτέρας, ἃς πεζο‐ μαχεῖν οἱ ὑπὲρ Ἴστρον οὐκ ἰσχύοντες ἐπὶ τῶν ἵππων κομίζουσιν
10(πάρμαν αὐτὴν Ἰταλοὶ καλοῦσιν), ὡς εἰ πέλτας οἱ Σκύθαι. ἀγκί‐ λιον πρὸς τούτοις τοῖς ἀρχαίοις γέγονεν (οὐδὲ γὰρ νῦν), εἶδος ἀσπιδισκαρίου, ἐξ οὗ καὶ ἀγκίλλας τὰς δορικτήτους γυναῖκας ὠνόμασαν. τὴν γὰρ ἀρέσκουσαν αὐτῷ τυχὸν γυναῖκα ὁ στρατιώ‐ της ἔσκεπε τῷ ἀγκιλίῳ ἐπὶ τῆς ἐφόδου ὡς μὴ βλάπτοιτο πρός
15τινος, οἷα φυλαττομένη τῷ σώσαντι. ταύτῃ καὶ σέρβους τοὺς δού‐ λους ἀπὸ τοῦ φυλαχθῆναι ἐκ τοῦ πολέμου Ἰταλοὶ καλοῦσιν· τοὺς δὲ μὴ δορικτήτους ἀλλ’ ἐλευθέρους μὲν τὴν τύχην, δι’ ἔνδειαν δὲ δουλεύοντας φαμούλους, ὅτι φάμης ὁ λιμὸς προσαγορεύεται. ἀγκίλια δὲ ἐξ Ἑλληνικῆς, Αἰολικῆς 〈λέγω〉, σημασίας εἴρηται,
20ὡς ἂν εἰ ἀμφίλεια· τὰ γὰρ πελτάρια τῶν Ἀμαζόνων τοιαῦτα. 〈12〉 Στολὴ δὲ τότε παντὶ τῷ Ῥωμαϊκῷ στρατεύματι μία· περι‐ κεφαλαία χαλκῆ καὶ θώραξ κρικωτὸς καὶ ξίφος πλατύ, κολοβόν, αἰωρημένον ἐπὶ τοῦ εὐωνύμου μηροῦ, καὶ ἀκόντια ἐπὶ τῆς δεξιᾶς δύο, γλωχῖνας πλατεῖς ἔχοντα, περικνημῖδές τε ὑφανταὶ μέλαιναι
25καὶ ὑποδήματα τοῖς ποσίν, ἅπερ Ἕλληνες μὲν ἀρβύλας, Ῥω‐ μαῖοι δὲ γάρβολα καὶ κρηπῖδας ὀνομάζουσιν· οὐχ ἁπλῶς πως
οὐδὲ ἀλόγως. ἐν γὰρ ταῖς Εἰκόσι Τερέντιος ὁ ἐπίκλην Βάρρων22
Mag
.

24

(τὸ δὲ Βάρρωνος ἐπώνυμον τὸν ἀνδρεῖον κατὰ τὴν Κελτῶν φωνήν, κατὰ δὲ Φοίνικας τὸν Ἰουδαῖον σημαίνει, ὡς Ἑρέννιός φησιν) Αἰνείαν οὕτως ἐσταλμένον εἰς Ἰταλίαν ἐλθεῖν ποτε ἀνε‐ γράψατο, ἰδὼν αὐτοῦ τὴν εἰκόνα, ὡς εἶπεν, ἐκ λίθου λευκοῦ ἐξε‐
5σμένην ἐπὶ κρήνης ἐν τῇ Ἄλβῃ. καὶ πανάληθες μᾶλλόν ἐστιν· καὶ γὰρ ὁ Ῥωμαίων ποιητὴς ἐν τῷ πρώτῳ τῆς Αἰνηΐδος οὕτως ἐσταλ‐ μένον αὐτὸν καὶ πλανώμενον σὺν Ἀχάτῃ ἐν τῇ Λιβύῃ εἰσήγαγεν. σάρακας δὲ ἐπ’ εἰρήνης θηρείους ἐξ ὤμων ἄνωθεν ἕως κνημῶν ἐξηρτημένας περιετίθεντο, κοσμοῦντες αὐτῶν τοὺς λεγομένους
10ποδεῶνας, καὶ γλούβας αὐτοὺς ὀνομάζοντες, οἷον εἰ δοράς, ὅτι γλουβᾶρε τὸ ἐκδεῖραι Ῥωμαίοις ἔθος καλεῖν. καὶ οὐ τοῖς στρα‐ τιώταις οὕτως ἐστάλθαι μόνοις ὁπλοφοροῦσι νόμος ἀλλὰ καὶ αὐτοκράτορσιν. τῶν δὲ νῦν στρατιωτῶν βαρβάρους ζηλωσάντων, ἐκείνων δὲ αὐτούς, παρὰ μόνοις τοῖς τοῦ παλατίου φύλαξιν (λέ‐
15γονται δὲ παρὰ Ῥωμαίοις ἐκσκουβίτωρες, οἷον εἰ φύλακες ἄγρυ‐ πνοι, οὓς πρῶτος μετὰ Ῥωμύλον Τιβέριος Καῖσαρ ἐξεῦρεν) τὸ τοιοῦτο παραπέμεινε σχῆμα ἀπὸ Ῥωμύλου, ὡς ἔφην, ἐξ Αἰνείου τὴν ἀρχὴν ἔχον. οὐδὲ γὰρ ἐξῆν Ῥωμαίοις βαρβαρικὴν στολὴν περιθέσθαι· καὶ τοῦτο Τράγκυλλος ἐν τοῖς Περὶ Αὐγούστου δια‐
20μέμνηται. ἰδόντα γάρ φησι τὸν Αὔγουστον ἐν τῷ ἱπποδρομίῳ τινὰς τῶν Ῥωμαίων ἐπὶ τὸ βαρβαρικὸν ἐσταλμένους ἀγανακτῆ‐ σαι, ὡς ἐν ἀκαρεῖ τοὺς καταγνωσθέντας ἀποβαλόντας τὸ βάρβα‐ ρον μόγις ἐπιγνωσθῆναι τῷ Καίσαρι. τοιαύτη μὲν οὖν ἡ Ῥωμύ‐ λου στρατιά.
25 〈13〉 Καὶ τὰς λεγομένας δὲ ἀττηνσίωνας πρὸς θεραπείαν τῶν ῥηγῶν ἐπινοηθῆναι στοχάζομαι πρὸς βασταγὴν καὶ φορὰν τῶν ἀναγκαίων, ὥσπερ νοκτούρνους πρὸς ἔπιπλα καὶ τὰ ἄλλα ὅσα
πρὸς κοῖτόν ἐστι χρήσιμα· Κικέρων γὰρ ὁ πολὺς ἐν τοῖς Κατὰ24
Mag
.

26

Βέρρου μέμνηται τουτουῒ τοῦ ὀνόματος. ἀττήνσους τοὺς οἰκια‐ κοὺς ὑπηρέτας τῶν ῥηγῶν ὠνόμαζον ἀπὸ τοῦ προσανέχειν καὶ πειθαρχεῖν· ἀττένδερε γὰρ οἱ Ῥωμαῖοι τὸ φιλονεικεῖν λέγουσιν.
4tΠΡΏΤΗ ΠΡΟΑΓΩΓῊ Ὁ ἽΠΠΑΡΧΟΣ
5 〈14〉 Ὡς οὖν εἴρηταί μοι, τὴν μὲν πεζομάχον δύναμιν τοῖς ἑκατοντάρχοις, τὴν δὲ ἱππικὴν Κελερίῳ τῷ πρὶν τῆς ὅλης ἠγησα‐ μένῳ στρατιᾶς παραδέδωκεν, πάσης αὐτὸν δυνάμεως καὶ τύχης καὶ διοικήσεως κρατεῖν ἐγκελευσάμενος, ὡς ἕτερον οὐθὲν ἢ μό‐ νον τὸν στέφανον τὴν βασιλείαν παρὰ τῶν ἱππάρχων κατασχεῖν
10ἐξουσίαν ἀδέσποτον ἑαυτῇ. ταύτην τὴν ἀρχὴν οἵ τε ῥῆγες οἵ τε δικτάτωρες ἔσχον ἅπαντες καὶ τὸ λοιπὸν οἱ Καίσαρες, ἔπαρχον τὸν ἵππαρχον μετονομάσαντες. καὶ μάρτυς Αὐρήλιος ὁ νομικός, ῥήμασιν αὐτοῖς πρὸς ἑρμηνείαν οὕτως εἰπών· ‘διὰ βραχέων εἰπεῖν χρειῶδές ἐστι πόθεν τὴν ἀρχὴν 〈ὁ〉 τῶν πραιτωρίων ὕπαρχος
15ἔσχεν. ἀπὸ τοῦ ἱππάρχου ἦν μᾶλλον· εἰς τόπον γὰρ ἐκείνου τὸν ἔπαρχον προχειρισθῆναι πᾶσι τοῖς ἀρχαίοις 〈παραδέδοται ἐπεὶ τοῖς δικτάτωρσι παρὰ τοῖς ἀρχαίοισ〉 ἔστιν οἷς ἡ πᾶσα πρὸς και‐ ρὸν ἐξουσία τῶν πραγμάτων ἐπιστεύετο, ἐπελέγοντο γὰρ ἑαυτοῖς ἡγεμόνα τῶν ἱππέων ἕκαστος κοινωνὸν ὥσπερ τῆς ἀρχῆς καὶ
20διοικήσεως τῶν πραγμάτων. τοῦ δὲ κράτους ὕστερον ἐπὶ τοὺς αὐτοκράτορας μετενεχθέντος, πρὸς ὁμοίωσιν τοῦ ἱππάρχου 〈ὁ〉 τῶν πραιτωρίων προῆλθεν ἔπαρχος. καὶ δέδοται αὐτῷ μείζων ἢ
κατ’ ἐκεῖνον ἰσχὺς τῆς τε διοικήσεως τῶν πραγμάτων τῆς τε κα‐26
Mag
.

28

ταστάσεως καὶ ἀσκήσεως τῶν στρατευμάτων καὶ ἐπανορθώσεως ἁπάσης καὶ εἰς τοσοῦτον ὑπεροχῆς προελθεῖν, ὡς μηδενὶ ἐξεῖναι πρὸς ἔφεσιν ὁρμᾶν ἢ ὅλως ἐγκαλεῖσθαι τὴν αὐτοῦ κρίσιν.‘ 〈15〉 Καὶ τόδε μὲν ὁ νομογράφος, ὅτι δέ, κἂν εἰ τυχὸν πρε‐
5σβυτέρα καὶ μείζων τῶν ἀρχῶν ἁπασῶν 〈ἡ〉 ἐπαρχότης τῶν πραι‐ τωρίων εἶναι δέδοται, καὶ χρειῶδες ἦν ἅμα καὶ ἁρμόδιον δι’ ὅλης αὐτῆς τῆς τάξεώς τε καὶ δυνάμεως ἐξαγαγεῖν τὸν λόγον· ἀλλ’ οὖν ἐπειδὴ μὴ ἀπ’ ἀρχῆς, ἀπὸ δὲ τοῦ Αὐγούστου ἀντὶ τοῦ ἱππάρχου, ὡς ἔφην, προεχειρίσθη, ἀρκέσει τέως περὶ τῆς ἀρχαι‐
10ότητος εἰπεῖν, καὶ ὅθεν ἡ ἐπαρχότης ἔχει τὰ σπάργανα· εἶτα μετὰ τὴν ἀφήγησιν τῶν παλαιοτέρων ἀρχῶν ἐν προοιμίοις τῆς Αὐγού‐ στου βασιλείας, ἐξ ἧς, ὡς ἔφην, καὶ τὰ προοίμια ἔσχεν ἡ ἀρχή, ἐφ’ ἑξῆς ἅπαντα ὅσων τε κατὰ σμικρὸν ἀφηρέθη, εἶτα δὲ καὶ περὶ τῆς ὑπ’ αὐτὴν τελούσης μεγίστης ὡς ἀληθῶς τάξεως, ἐν ᾗ κἀμὲ
15τελέσαι συμβέβηκεν, λεπτομερῶς ἀφηγήσομαι (καὶ γὰρ ἐπίστα‐ μαι οὐκ ἀκοῇ ἀλλ’ αὐτοῖς ἔργοις ὑπουργήσας τοῖς πράγμασιν), εὐχαριστήριον ὥσπερ ἀνάθημα προσφιλὲς τοῖς ἐφόροις τῆς ἀρχῆς ἀναφέρων, διαθρέψασιν ἅμα κοσμίως ἡμᾶς καὶ μετὰ θεὸν τὸν πάντων κύριον γέρα τε τῶν πόνων καὶ πέρας ἐσθλὸν καὶ τύχην
20κρείττονα παρεσχηκόσιν.
21tΔΕΥΤΈΡΑ ΠΡΟΑΓΩΓῊ ΟἹ ΠΑΤΡΊΚΙΟΙ
22 〈16〉 Δῆλον ἄντικρυς ἑκατὸν τὸν ἀριθμὸν γέροντας ἐκ πασῶν τῶν κουριῶν, ἀντὶ τοῦ φυλῶν, ἐπιλέξασθαι τὸν Ῥωμύλον πρὸς διάσκεψιν τῶν κοινῶν, οὓς αὐτὸς μὲν πατέρας, Ἰταλοὶ δὲ πατρι‐
25κίους ἐκάλεσαν, ἀντὶ τοῦ εὐπατρίδας· μετὰ δὲ τὴν ἁρπαγὴν τῶν
Σαβίνων conscriptos αὐτοὺς ἐπονομάσας, οἷον εἰ συγγεγραμ‐28
Mag
.

30

μένους (ὅθεν patres conscripti οἱ Ῥωμαίων ἄρχοντες ἔτι καὶ νῦν χρηματίζουσιν) καὶ ἑτέρας δὲ τριάκοντα κουρίας καὶ τοσούτους ἑκατοντάρχους καὶ τριακοσίους ἑτέρους ἱππότας ἐκ τοῦ Σαβίνων ἔθνους τῷ Ῥωμαϊκῷ συνηρίθμησε στρατῷ, ὡς εἶναι πάντας ἑξα‐
5κισχιλίους μὲν πεζομάχους, ἑξακοσίους δὲ ἱππότας. καὶ τοῦτον τὸν ἀριθμὸν ὁ Μάριος ὕστερον διεφύλαξεν, τὰς λεγομένας λε‐ γιῶνας, οἷον εἰ λογάδας, διατυπῶν, καὶ Λέων δὲ ὁ βασιλεὺς πρῶ‐ τος τοὺς λεγομένους ἐκσκουβίτωρας τῶν παρεξόδων τοῦ παλα‐ τίου φύλακας προστησάμενος τριακοσίους μόνους ἐστράτευσε
10κατὰ τὴν ἀρχαιότητα. 〈17〉 Ἐπίσημα δὲ τοῖς πατράσιν, ἤ τοι πατρικίοις, ἦν δίπλακες μὲν ἤ τοι χλαμύδες ἄχρι κνημῶν ἐξ ὤμων διήκουσαι, περόναις χρυσαῖς ἀνεσταλμέναι, τὸ χρῶμα ξηραμπέλινοι, πορφύρᾳ κατὰ μέσου διάσημοι (λατικλαβίας αὐτὰς ὠνόμαζον· τὰς δὲ χλαμύδας
15ἀτραβαττικὰς ἐκ τοῦ χρώματος, ὅτι τὸ φαιὸν κατ’ αὐτοὺς ἄτρον προσαγορεύεται)· καὶ παραγῶδαι, χιτῶνες λογχωτοί, ἀκροπόρφυ‐ ροι, λευκοὶ δι’ ὄλου, περιχερίδας ἔχοντες (μανίκας αὐτὰς ἐκεῖνοι λέγουσιν)· τοὺς δὲ τοιούτους χιτῶνας παραγαύδας τὸ πλῆθος οἶδεν ὀνομάζειν· ἀρχαῖος ὅμως χιτὼν ὁ παραγαύδης, Πέρσαις
20καὶ Σαυρομάταις ἐπίσημος, ὡς Διογενιανῷ τῷ λεξογράφῳ εἴρη‐ ται· περισκελίδες τε λευκαί, ὄλον τὸ σκέλος σὺν τοῖς ποσὶ σκέ‐ πουσαι, καὶ ὑπόδημα μέλαν, ὑποσάνδαλον, δι’ ὅλου γυμνόν, βρα‐ χεῖ τινι ἀναστήματι τὴν πτέρνην, ἐπ’ ἄκρου δὲ τοὺς δακτύλους τῶν ποδῶν συσφίγγον, ἱμάντων ἑκατέρωθεν ἐπὶ τοὺς ἀστραγά‐
25λους ὑπὸ τὸ ψαλίδωμα τοῦ ποδὸς διελκομένων, ἐπὶ τὸ στῆθος ἀνθυπαντώντων ἀλλήλοις καὶ διαδεσμούντων τὸν πόδα, ὥστε
βραχὺ λίαν ἔκ τε δακτύλων ἔμπροσθεν καὶ ἐξόπισθεν διαφαίνε‐30
Mag
.

32

σθαι τὸ ὑπόδημα, ὄλον δὲ τὸν πόδα τῇ περισκελίδι διαλάμπειν. κάμπαγον αὐτὸ καλοῦσιν ἐκ τῆς ἐπὶ τὸν κάμπον, οἷον εἰ τὸ πεδίον, χρείας ἔτι καὶ νῦν· ἐπὶ γὰρ τοῦ πεδίου γινόμενοι τὰς προαγωγὰς τῶν ἀρχόντων Ῥωμαῖοι ἐπετέλουν, ἐφ’ οὗ τοῖς τοιούτοις ἐστέλ‐
5λοντο ὑποδήμασιν. τουτονὶ τὸν κάμπαγον Θούσκων γενέσθαι τὸ πρὶν ὁ Λέπιδος ἐν τῷ Περὶ Ἱερέων φησίν. 〈18〉 Πρόοδος δὲ τοῖς πατρικίοις ἐκ ποδὸς μὲν οὐδέποτε ἀλλ’ οὐδὲ ἱππικὴ (κοινὴ γὰρ ἐδόκει), ὀχήμασι δὲ ἐπισήμοις ἐφ’ ὑψη‐ λοῦ τῆς καθέδρας ἀναστρωννυμένοις, τεσσάρων ἡμιόνων ἑλκόν‐
10των τὸ ὄχημα ἐκ χαλκοῦ Κορινθίου, εἰς πλῆθος σχημάτων καὶ τύπων ἀρχαιοφανῶν διαγεγλυμμένων. οὐδὲ γὰρ ἵππους ἐξῆν ὑποζεῦξαι τῷ ὀχήματι εἰ μή γε μόνοις τοῖς βασιλεῦσιν· θριαμβικὴ γὰρ ἡ μετὰ τῶν ἵππων ἐν ὀχήματι πρόοδος. βουριχάλλια δὲ τὰς ἁμάξας ἐκ τῶν βοῶν ἐκάλουν· ὧν ἄνευ, ἐπεὶ μὴ φορτίον ἐπέ‐
15κειτο, ἡμιόνοις ἐπίστευον τὸν ζυγόν.
16tΤΙΝΟΣ ΧΆΡΙΝ ΤᾺΣ ΠΡΟΓΡΑΦᾺΣ ΤΩ͂Ν ἈΞΙΩΜΆΤΩΝ
17tΟἹ ῬΩΜΑΙ͂ΟΙ ΤΊΤΛΟΥΣ ΚΑΛΟΥ͂ΣΙΝ
18 〈19〉 Τίτος Τάτιος, Σαβίνων ἡγούμενος, ὡς ἔφθην εἰπών, συναφθεὶς τοῖς Ῥωμαίοις οὕτως ἥνωσεν ἄμφω τὰ ἔθνη, ὡς μηκέ‐
20τι δύο, μίαν δὲ καὶ μόνην ἀναφέρεσθαι τὴν Ῥωμαίων πολιτείαν. ὅτι δὲ ‘Τίτος Τάτιοσ‘ τὴν προσηγορίαν ἐκεῖνος εἶχεν, ὑποκορι‐ στικῶς τίτουλον ἀπὸ τοῦ πρώτου Τίτου τὴν προγραφὴν τῆς εὐγε‐ νείας ἐκάλεσαν καὶ Τίτους τοὺς ἐκ προγόνων εὐγενεῖς, ὥς φησι Πέρσιος ὁ Ῥωμαῖος.
25 〈20〉 Τοιαῦτα μέν τινα περὶ τῶν ἀξιωμάτων, πάσης δὲ τιμῆς πρώτην ἐλογίζοντο οἱ τῆς Ῥώμης εὐπατρίδαι τὴν ἀπὸ τῶν χα‐ ρισμάτων εὐφημίαν· καὶ ὅσῳ πλείους εἶχον τοὺς οἰκειουμένους αὐτοῖς τοσούτῳ μείζονα τὴν εὐδοξίαν παρὰ τοὺς ἐλάττονας
〈ἔχοντασ〉 ἐλογίζοντο. καὶ μάρτυς ὁ Ῥωμαῖος Ἰουβενάλιος, εἰπὼν32
Mag
.

34

καὶ ὑπατειῶν καὶ θριάμβων καὶ τῶν ἐν πολέμοις ἀνδραγαθη‐ μάτων πρώτην γενέσθαι τοῖς ἀρχαίοις τὴν ἀπὸ τῶν χαρισμάτων εὔκλειαν. τοὺς δὲ οἰκειουμένους αὐτοῖς κλιέντης, ἀντὶ τοῦ κο‐ λιέντης κατ’ ἀντίστοιχον, πατρίως ἐκάλουν, οἷον εἰ τιμῶντας καὶ
5ἀγαπῶντας αὐτούς, σὺν πάσῃ τιμῇ καὶ μετριότητι τὰς δωρεὰς χαριζόμενοι, ὥστε φιλοτιμίας τὰς τῶν φίλων τιμὰς ὀνομάζειν. οὐδεὶς δέ, τυχὼν οἰκειώσεως εὐπατρίδου, ἔχρησεν ἑτέρου τὸ λοιπὸν πρὸς τὴν τοῦ ὅλου βίου παραμυθίαν, αἶσχος οἰομένων αὐτῶν καὶ τῆς οἰκείας τύχης ἀπόστασιν εἴ πού τις τῶν φίλων
10αὐτοῖς εἰς ἑτέρου κατέστη χρείαν. καὶ τουτουῒ ἴχνος ἀμαυρὸν ἕως ἄρτι παρὰ Ῥωμαίοις ἐφυλάττετο. περὶ γὰρ τὴν Ὀστίαν (πό‐ λις δέ ἐστιν ἐπὶ τῶν ἐκβολῶν τοῦ Θύβριδος κειμένη) ἀπέστελ‐ λον οἱ τῆς Ῥώμης λογάδες τοὺς οἰκειοτάτους, καθάπερ τι θήρα‐ μα καλόν, τοὺς ἀναγομένους ξένους λαμβάνοντας πρὸ τῶν ἄλλων
15ἄγειν ὡς αὐτούς, πρὸς πάσης ἀφθονίας ἐπίδοσιν ἀνεῳχθεισῶν ἅπασι τῶν αὐλείων θυρῶν τῆς οἰκίας τοῦ μείζονος, μηδενὸς φύλα‐ κος ἢ θυρωροῦ διακωλύοντος τοῖς δεομένοις τὴν εἴσοδον, αὐτῶν τῶν εὐπατριδῶν σὺν γαμεταῖς καὶ τέκνοις προφαινομένων τοῖς ξένοις καὶ θαρρεῖν ἀξιούντων τοὺς οὐδέποτε ὀφθέντας αὐτοῖς.
20διῆλθε δὲ ὅμως καὶ ἐπὶ τὴν καθ’ ἡμᾶς Ῥώμην ἡ τοιαύτη φι‐ λανθρωπία καὶ τὸ λοιπὸν οὐκ ἔστη, τῶν ἐν ἡμῖν ἐνδόξων ἄχρις ἑαυτῶν τὴν ὑπεροχὴν τῆς τύχης ἐνδεικνυμένων.
23tΠΌΘΕΝ ΔΙΏΝΥΜΟΙ ΚΑῚ ΤΡΙΏΝΥΜΟΙ ΚΑῚ ἜΤΙ
24tῬΩΜΑΙ͂ΟΙ
25 〈21〉 Καὶ πρὸ Ῥωμύλου δὲ ἄν τις εὕροι Σιλβίους τοὺς βασι‐ λέας τῆς χώρας ἐπονομαζομένους ἀπὸ Σιλβίου Αἰνείου τοῦ ἀπὸ Αἰνείου τοῦ πρώτου. ἐν γὰρ ταῖς ὕλαις τὰς οἰκήσεις ἔχοντες οἱ πρὶν καὶ τὸν νομαδικὸν τιμῶντες βίον Σιλβίους σφᾶς σεμνυνό‐ μενοι προσηγόρευον, μηδὲ αὐτῶν βασιλέων ἀπαξιούντων νέμειν
30ἀγέλας καὶ χρήματα συλλέγειν αὐτῶν· ὅθεν καὶ πεκουνίας κατ’34
Mag
.

36

αὐτοὺς τὰ χρήματα καλοῦσιν. ταύτῃ καὶ κύνας παρέπεσθαι Εὐάνδρῳ ποτὲ τῷ Τεγεάτῃ ἡ παλαιότης οἶδεν. καὶ οὐ μόνον ἀνδράσι τὸ Σιλβίων ἐπώνυμον ἀλλὰ καὶ γυναιξὶν ἐπετίθετο, ὡς Ῥέᾳ Σιλβίᾳ καὶ Ἰλίᾳ Σιλβίᾳ. μετὰ δὲ τὴν τῆς Ῥώμης γένεσιν
5καὶ τὴν ἁρπαγὴν τῶν Σαβίνων πρῶτος ὁ βασιλεὺς Νουμᾶς διώνυμος ἐχρημάτισεν, Πομπίλιος Νουμᾶς προσαγορευόμενος· ὧν τὸ μὲν Ῥωμαίων, τὸ δὲ Σαβίνων ἐπώνυμον ἦν. οὐδὲ γὰρ πρὸ αὐτοῦ εὕροι 〈ἄν〉 τις Ῥωμύλον ἤ τινα ὅλως πρὸ τῆς Σαβίνων πρὸς Ῥωμαίους συναφείας παρὰ τὴν οὖσαν αὐτῷ κυρίαν προσηγορίαν
10κτησάμενον. 〈22〉 Καὶ τότε μὲν σπουδὴ καὶ κόσμος ἦν ἐκείνοις τῇ ἐξ ἑκατέρας γενεᾶς σεμνύνεσθαι προσηγορίᾳ, προϊὼν δὲ ὁ χρόνος ἐπωνυμίας εἰσήγαγε καινάς, νῦν μὲν ἀπὸ Τρωϊκῆς εὐγενείας, νῦν δὲ ἀπὸ τῶν λεγομένων Ἀβοριγίνων καὶ αὐτοχθόνων τῆς χώρας (καὶ γὰρ
15ἴσμεν Κέθηγον ἐξ ἐκείνων τῶν γηγενῶν ἕλκειν τὸ γένος ἀξιοῦντα, γυμνὸν ἐσθῆτος, μόνης αὐτῷ τόγης τραχείας περὶ τοῖς στέρνοις κειμένης, ἐπ’ ἀγορᾶς γινόμενον, καίτοι βουλευτικοῖς ὠγκωμένον γνωρίσμασιν), εἶτα δὲ καὶ ἀπὸ τρόπου ἢ διαθέσεως, ὡς Πούπλιος Βαλέριος Πουπλικόλας, ὧν αἱ μὲν δύο ἐπωνυμίαι τὴν ἐκ Ῥω‐
20μαίων, ὡς ἔφην, καὶ Σαβίνων παρεδήλουν λαμπρότητα, ἡ δὲ τρίτη τὴν ἐκ τῆς περὶ τὸν δῆμον στοργῆς ἐδείκνυ διάθεσιν. καὶ τάχα χρειῶδες ἀντὶ πολλῶν μετρίων ἐπιμνησθῆναι τοιουτωδῶν περιττωμάτων· οὐδὲ γὰρ σχολὴν ἄγω περὶ ταύτην ἀπραγῆσαι τὴν ζήτησιν, ἱκανὴν οὖσαν καθ’ ἑαυτὴν καὶ μόνην μεγίστας ἀπασχο‐
25λῆσαι βίβλους. 〈23〉 Πρόκουλον τοιγαροῦν τὸν ἀποδημοῦντι τεχθέντα τῷ πα‐ τρί, καὶ Πόστουμον τελευτήσαντι, καὶ Βώπισκον τὸν δίδυμον μὲν συλληφθέντα, τοῦ δὲ ἑτέρου φθαρέντος σῳζόμενον, καὶ Καίσαρα τὸν ἀνατμηθείσης τῆς μητρῴας γαστρὸς θανούσης ἀποσωθέντα
30ἐκάλουν, καὶ Φλάκκον τὸν ὦτα μείζονα ἔχοντα, καὶ Ναίβιον τὸν ἀλφώδη, καὶ Λούκιον Λικίνιον Κράσσον, ὧν τὸ μὲν πρῶτον 〈τὸν〉
ἀνίσχοντος ἡλίου τεχθέντα, τὸ δὲ δεύτερον τὸν ἀκρόουλον τὴν36
Mag
.

38

κόμην, τὸ δὲ τρίτον τὸν κρεώδη καὶ εὐσώματον διασημαίνει. Κράσσος γὰρ ὁ παχὺς τὸ σῶμα κατὰ φύσιν παρ’ Ἰταλοῖς τοῖς ἀρχαιοτέροις εἴρηται, Πεινάριος δὲ ὁ πεινῶν, καὶ Στάτις ὁ εὐῆ‐ λιξ, καὶ Φαῦστος καὶ Φάβιος ὁ εὔνους, καὶ Γάϊος, οἷον εἰ Γαύδιος,
5ὁ χαρίεις, καὶ Τιβέριος ὁ παρὰ Τίβεριν τὸν ποταμὸν τεχθείς, καὶ Τίτος ὁ ἀπὸ Τατίου τοῦ Σαβίνου, καὶ Ἄππιος ὁ ἐν Ἀππίᾳ οἰκῶν (ὁδὸς δέ ἐστιν ἐπίσημος), καὶ Σέρβιος ὁ θανούσης αὐτῷ τῆς μητρὸς ἐγκύμονος διασωθείς, καὶ Νέρων ὁ ἰσχυρὸς τῇ Σαβίνων φωνῇ, καὶ Νάσων ὁ εὔρινος, καὶ Τούκκας ὁ κρεωβόρος, ὃν οἱ
10ἰδιῶται Ζικκᾶν ἐκάλεσαν καθ’ ἡμᾶς, καὶ Βᾶρος καὶ Βλαῖσος ὁ πλαγιόσκελος, καὶ Σερρανὸς ὁ γεωργικὸς ἀπὸ τοῦ σπείρειν, καὶ Αὔγουστος ὁ καλοιώνιστος, καὶ Βιτέλλιος ὁ κροκοειδὴς τὴν ὄψιν ὅτι βίτελλον οἱ Ῥωμαῖοι τὴν λέκιθον τοῦ ᾠοῦ ἐπικαλοῦσιν, καὶ Βάρρων ὁ κατὰ μὲν Φοίνικας Ἰουδαῖος, κατὰ δὲ Κελτοὺς ἀν‐
15δρεῖος. καὶ πολλὰ ἄν τις τοιαῦτα συνάγοι κατὰ σχολὴν εἰ τυχὸν αὐτὸν οὐκ ἔχοντα ὅ τι πράττοι ἀφρόντιδα συμβαίνοι διαβιοῦν καὶ τοιούτοις ὁποίοις ἐγὼ καίπερ μυρίαις συμπεπλεγμένος φρον‐ τίσιν ἐναγρυπνῶ μωραίνοντα ἀθύρμασιν.
19tΤΡΊΤΗ ΠΡΟΑΓΩΓῊ ΟἹ ΚΥΑΊΣΤΩΡΕΣ
20 〈24〉 Τὸ πιστὸν τοῖς γράφουσιν ἡ τῶν ἀρχαίων ἐπιτίθησι μαρ‐ τυρία. Ἰούνιος τοίνυν Γρακχιανὸς ἐν τῷ Περὶ Ἐξουσιῶν αὐτοῖς ῥήμασι περὶ τοῦ καλουμένου παρὰ Ῥωμαίοις κυαίστωρος· ‘προε‐
χωρήσαντο ψήφῳ τοῦ δήμου. Τοῦλλος δὲ ὁ ῥὴξ μετὰ τούτους38
Mag
.

40

ἀναγκαίαν εἶναι τὴν τῶν κυαιστώρων ἀρχὴν ἔκρινεν, ὡς τοὺς πλείους τῶν ἱστορικῶν αὐτῷ τὴν τοιαύτην προαγωγὴν ἀναγράψαι καὶ μόνῳ. ἀπὸ δὲ τῆς ζητήσεως οὕτως ὀνομασθῆναι αὐτοὺς Ἰού‐ νιος καὶ Τρεβάτιος καὶ Φενεστέλλας εἶπον.‘ καὶ μεθ’ ἕτερα· ‘πλὴν
5ὕστερον ἐξῃρέθησαν οἱ κανδιδᾶτοι τοῦ βασιλέως κυαίστωρες οἳ πρὸς ἀνάγνωσιν τῶν βασιλικῶν γραμμάτων καὶ μόνην ἐσχόλαζον· οἱ δὲ αὐτοὶ καὶ ψήφους ἀπὸ τοῦ κοινοῦ τῆς βουλῆς ἀνεγίνω‐ σκον ὑπὲρ τῶν εἰς ἀξιώματα προαγομένων.‘ ταῦτα μὲν ὁ Ἰούνιος, ὁ νομικὸς δὲ Οὐλπιανὸς ἐν τῷ De Officio Quaestoris, ἀντὶ τοῦ
10〈Περὶ τῆς τοῦ Κυαίστωρος Τάξεως,〉 περὶ κυαίστωρος ἀποχρών‐ τως διαλέγεται. 〈25〉 Ζητῆσαι δὲ ἀξιόλογον εἶναι νομίζω τί μέν ἐστι κυαίστωρ, τί δὲ κυαισίτωρ· καὶ τί μὲν σημαίνει διὰ τῆς διφθόγγου γραφό‐ μενον, τί δὲ ψιλῆς. κυαίστωρ τοίνυν ὁ ζητητὴς ἀπὸ τοῦ quaerere,
15οἷον ἐρευνᾶν· οἱ γὰρ παρ’ Ἕλλησιν ἐρευνάδες παρὰ Ῥωμαίοις κυαίστωρες ὠνομάσθησαν, κυαισίτωρ δὲ ὁ τιμωρός· τὸ μὲν γὰρ πρῶτόν ἐστι παρὰ Ῥωμαίοις δισύλλαβον, τὸ δὲ τρισύλλαβον. ἐπὶ γὰρ τοῦ μόνου Μίνωος τοῦ Κρητός, ὃς γενέσθαι τιμωρὸς κατὰ τὸ μυθικὸν τῶν ἐν Ἅιδου ψυχῶν ἐνομίσθη, τὸ κυαισίτωρος ὄνο‐
20μα ὁ Ῥωμαίων ποιητὴς ἐν ἕκτῳ τῆς Αἰνηΐδος τέθεικεν. ὅθεν καὶ κυαιστίωνας τὰς τιμωρίας καὶ κυαιστιωναρίους τοὺς τῶν ποινῶν ὑπηρέτας Ῥωμαῖοι ἔγνωσαν καλεῖν. ὁ μὲν γὰρ κυαίστωρ ζητητής
ἐστιν ἐπὶ χρήμασιν, ὁ δὲ κατ’ ἐπέκτασιν καὶ συλλαβῆς προσθή‐40
Mag
.

42

κην ἐπ’ ἐγκλήμασιν· ἑκάτερον δὲ διὰ τῆς διφθόγγου γραφήσε‐ ται, κἂν εἰ τὸν ταμίαν διασημαίνει, ὅτι κυαίστους ὁ πόρος παρὰ Ῥωμαίοις καλεῖται. ὅτε δὲ μὴ δίφθογγος ᾖ ἐν προοιμίοις ἡ λέξις ἀλλὰ ψιλῇ γράφεται, οὐδέτερον μὲν τῶν εἰρημένων σημαίνει,
5τὸν δὲ μεμψίμοιρον καὶ βλάσφημον διὰ τῆς γραφῆς ἐπιδείξει, ὅτι queror ‘μέμφομαι‘ ῥήματι κοινῷ πάθος ἅμα καὶ ἐνέργει παραδηλοῦντι λέγουσιν, καὶ κυεριμωνίας καὶ κυερήλας τὰς μέμ‐ ψεις. 〈26〉 Ὅπως δὲ μὴ τυχὸν τεχνολογίαις τἀληθὲς δόξωμεν
10σοφίζεσθαι, πρὸς τῶν περὶ ταῦτα ἠσχολημένων μάθωμεν. Γάϊος τοίνυν ὁ νομικὸς ἐν τῷ ἐπιγραφομένῳ παρ’ αὐτοῦ Ad Legem XII Tabularum, οἷον Εἰς τὸν Νόμον τοῦ Δυοκαιδεκαδέλτου, αὐτοῖς ῥήμασι πρὸς ἑρμηνείαν ταῦτά φησιν· ‘ὡς δὲ τὸ γαζοφυλάκιον τοῦ δήμου εἰς ἐπίδοσιν ἦλθεν, προεχειρίσθησαν κυαίστωρες
15ὑπὲρ τῆς αὐτοῦ φροντίδος ἀπὸ τῆς περιποιήσεως καὶ φυλακῆς τῶν χρημάτων οὕτως ὀνομασθέντες. ἐπειδὴ δὲ περὶ κεφαλικῆς τιμωρίας οὐκ ἐξῆν τοῖς ἄρχουσι κατὰ Ῥωμαίου πολίτου ψηφίσασθαι, προεβλήθησαν κυαίστωρες παρρικιδίου, ὡς ἂν εἰ κριταὶ καὶ δικασταὶ τῶν πολίτας ἀνελόντων.‘ παρρικίδας δὲ
20Ῥωμαῖοι ὁμωνύμως τούς τε γονέων τούς τε πολιτῶν φονέας ἀπο‐ καλοῦσιν, παρέντης ἑκατέρους προσαγορεύοντες. διαφορὰν δὲ ἐπὶ τῆς ἐπωνυμίας ταύτην παρέχουσί τινα· συστέλλοντες γὰρ τὴν πρώτην συλλαβὴν καὶ βραχεῖαν ποιοῦντες τοὺς γονέας, ἐκ‐ τείνοντες δὲ τοὺς ὑπηκόους σημαίνουσιν.
25 〈27〉 Τῷ δὲ τρίτῳ καὶ 〈τεσσαρακοστῷ καὶ〉 διακοσιοστῷ τῶν ὑπάτων ἐνιαυτῷ, ἐπὶ τῆς ὑπατείας Ῥηγούλου καὶ Ἰουλίου, κρι‐
νάντων Ῥωμαίων πολεμεῖν τοῖς συμμαχήσασι Πύρρῳ τῷ Ἠπει‐42
Mag
.

44

ρώτῃ, κατεσκευάσθη στόλος καὶ προεβλήθησαν οἱ καλούμενοι κλασσικοί, οἷον εἰ ναυάρχαι, τῷ ἀριθμῷ δυοκαίδεκα κυαί‐ στωρες, οἷον ταμίαι καὶ συναγωγεῖς χρημάτων. τίνι δὲ διαφέρει κυαίστωρ κυαισίτωρος προειρήκαμεν. καὶ διεφυλάχθη ἡ τοιαύτη
5συνήθεια καὶ συναγωγὴ τῶν πόρων τοῖς τε ὑπάτοις τοῖς τε πραίτωρσιν ἐκδημοῦσιν. 〈28〉 Περὶ δὲ τῶν τοῦ παλατίου κυαιστώρων πυθέσθαι χαλεπὸν οὐδὲν Οὐλπιανοῦ τοῦ νομικοῦ. λέγει δὲ ὧδε ἐν μονοβίβλῳ Περὶ τῆς τοῦ Κυαίστωρος Τάξεως· ‘πλὴν ἐξῄρηντο οἱ κυαίστωρες οἱ
10κανδιδᾶτοι τοῦ Καίσαρος· οὗτοι γὰρ μόνοις τοῖς βιβλίοις τοῖς ἐπὶ τῆς βουλῆς ἀναγινωσκομένοις ἐσχόλαζον καὶ ταῖς ἐπιστο‐ λαῖς τῶν βασιλέων ὑπούργουν.‘ κανδιδάτους δὲ τοὺς λευχείμονας Ῥωμαίοις ἔθος καλεῖν. οὐδεὶς δὲ λόγον ὅντινα οὖν ἀναγνωσό‐ μενος, καὶ μάλιστα ἐκ προσώπου βασιλέων, μὴ λευχείμων ἐπέβη
15τῆς ἀναγνώσεως· κανδιδᾶτοι δὲ καὶ οἱ μέλλοντες εἰς ἀρχὰς τῶν ἐπαρχιῶν παριέναι ἐλέγοντο, ὅτι καὶ αὐτοὶ λευχειμονοῦντες προ‐ ῄεσαν, ταύτῃ παραδηλοῦντες ὡς ἀρχοντιῶσιν. καὶ τούτων μάρ‐ τυς πᾶς ὁ Ῥωμαϊκῆς οὐκ ἄμοιρος ἱστορίας. τὸ γὰρ μηδένα τῶν ἀρχόντων ἑτέρᾳ παρὰ τὴν ἐν ἑορταῖς στολῇ χρήσασθαι πᾶσίν
20ἐστι γνωριμώτατον. καὶ οὐκ ἐπὶ τῆς Ῥώμης μόνης ἀλλὰ μὴν κἀν ταῖς ἐπαρχίαις τοῦτο κρατῆσαν αὐτὸς ἐγὼ διαμέμνημαι, ἕως ἂν τὰ βουλευτήρια διῴκουν τὰς πόλεις, ὧν ἀπολομένων συνεξ‐ ώλισθε τοῖς ἐν γένει τὰ ἐν εἴδει. 〈29〉 Τοσούτους ἄρχοντας τὰ Ῥωμαίων ἰθῦναι ὑπὸ τοῖς
25ῥηξὶν ἐπὶ τοὺς τρεῖς καὶ τεσσαράκοντα καὶ διακοσίους ἐνιαυτοὺς ἐφ’ ὅσους οἱ ῥῆγες ἐκράτησαν, ἡ καθ’ ὅλου ἱστορία παραδέδω‐ κεν· καὶ τὸ λοιπὸν ὥσπερ ἐν σκότῳ τὸ τῆς ἐλευθερίας ἐξέλαμ‐
ψεν ὄνομα.44
Mag
.

46

(1t)

ΠΕΡῚ ΤΗ͂Σ ὙΠΑΤΕΊΑΣ ΚΑῚ ΤΩ͂Ν ἘΝ Α᾿ΥΤῌ͂
2tἘΠΙΣΉΜΩΝ
3 〈30〉 Ὑπάτους Ἕλληνες τοὺς ὑψηλοὺς καὶ μεγάλους λέγουσιν, οὐ στοχασάμενοι τῆς ἀληθοῦς τοῦ ὀνόματος προσηγορίας· τὸ
5γὰρ κώνσουλ, ὡς Ἰταλοῖς ἡ φύσις παραδέδωκεν, οὐ τὸν ὑψηλὸν ἀλλὰ τὸν πρύτανιν σημαίνει. Κῶνσος γὰρ αὐτοῖς ὁ Ποσειδῶν ἐνομίσθη· κρύφιος δὲ αὐτὸς καὶ ὑποβρύχιος καί, ὡς τοῖς ποιη‐ ταῖς ἤρεσεν, ἐννοσίγαιος καὶ ἐνοσίχθων. εἴ τι δὲ κρύφιον, τοῦτο λεληθός· ταύτῃ καὶ κωνσίλια τὰ βουλεύματα καὶ μυστικὰ σκέμ‐
10ματα λέγεται παρ’ ἐκείνοις ἀπὸ τοῦ κόνδερε, οἷον εἰ τοῦ κρύ‐ πτειν· καὶ κώνσουλ ὁ κρυψίνους ἀπὸ τοῦ προνοεῖν καὶ καθ’ ἑαυ‐ τὸν ὑπὲρ τῶν κοινῶν σκεπτόμενον ἀγρυπνεῖν. ταύτῃ καὶ Κων‐ σουάλια τὰ ἱπποδρόμια καλοῦσιν οἱ ἀρχαῖοι· Ἵππιον γὰρ ὁ μῦ‐ θος τὸν Ποσειδῶνα λέγει.
15 〈31〉 Τοιαῦτα μέν τινα περὶ τῆς Ἰταλικῆς τῶν ὑπάτων προση‐ γορίας. ὅτι δὲ τῶν πάντων ἠγνόησεν οὐδεὶς τὰ ὀνόματα τῶν πρώτως ὑπατευσάντων, μέτριά τινα περὶ Βρούτου λεκτέον. Ἰού‐ νιος μὲν κύριον ὄνομα τἀνδρὶ γέγονεν, Βροῦτον δὲ αὐτὸν κατὰ τὸν τῆς ἐπωνυμίας τρόπον ἔλεγον ἀπὸ τῆς ὑποκεκριμένης αὐτῷ
20μωρίας· βροῦτον γὰρ τὸν μωρὸν ἐπεχωρίαζον Ἰταλοὶ τὸ πάλαι ἀπὸ τῆς βαρύτητος τῶν φρενῶν. οὗτος, ὡς ἔφην, εὐήθειαν σκη‐ νευόμενος ἐζήτει καιρὸν τὸν Ταρκύνιον, ἄνδρα τῶν πώποτε τυ‐ ράννων ἀπηνέστατον, ἐξωθῆσαι τῆς ἀρχῆς. ὡς δὲ βραδύνων Ἀθήνησι διὰ τοὺς νόμους σὺν τοῖς μετ’ αὐτοῦ πρὸς τοῦτο στα‐
25λεῖσιν ὑπὸ Ῥωμαίων ᾔτει τὸν θεὸν ὁδὸν ὑποδεῖξαι καὶ συλλα‐
βεῖν αὐτῷ πρὸς τοῦτο, ἔχρησεν αὐτῷ τὸ δαιμόνιον 〈ὅτι〉 εἰ τῆς46
Mag
.

48

πατρίδος ἐπιβὰς πρὸ πάσης τάξεως τὴν μητέρα περιπτύξηται καὶ λιπαρῶς περιβάλοι, περιέσται τοῦ σκοποῦ. καὶ δὴ ἐπανελθὼν ἐν τῇ Ῥώμῃ καὶ τὴν γῆν περιβαλὼν (αὕτη δὲ μήτηρ τῶν πάντων), ἠλευθέρωσε Ῥωμαίους τυραννίδος, ἀρχὴν ἐξευρὼν παρ’ οὐδενὶ
5τῶν ἐθνῶν γνωριζομένην, καὶ εἰ παρ’ Ἑβραίοις Δανιὴλ ὁ προφη‐ τῶν θειότατος ὑπάτων παρὰ Ἀσσυρίοις γενομένων ποτὲ μνημο‐ νεύει. οὐδὲ γὰρ οὕτως αὐτὸς ἐπὶ τῆς Ἑβραΐδος ἀπέθετο φωνῆς, ὡς Ἀριστέας λέγει, ἀλλ’ οἱ ἑρμηνεύσαντες παρὰ Πτολεμαίῳ τὰ λόγιά ποτε ἀντὶ δυναστῶν καὶ βουλευτῶν ὑπάτους εἶπον, μήπω
10τότε παρὰ Ῥωμαίοις ἀνισχούσης τῆς ἀρχῆς καὶ παρὰ πᾶσιν ἐπὶ τῷ καινῷ μεγέθει τῆς ἀρχῆς θαυμαζομένης. τούτων οὕτως ἐχόν‐ των, περὶ τῶν τῆς ὑπατείας συμβόλων ῥητέον. 〈32〉 Λευκοὶ φαινόλαι ποδήρεις καὶ κολοβοὶ μετρίως παρὰ τοὺς φαινόλας ἀνεσταλμένοι πλατύσημοι (πορφύρα διάσημος ἐξ
15ἑκατέρων τῶν ὤμων, τοῖς μὲν φαινόλαις πρόσθεν, τοῖς δὲ κολο‐ βοῖς καὶ ἐξόπισθεν) καὶ ὑποδήματα λευκὰ (ἀλοῦταν δὲ τὸ ἀπὸ στυπτηρίας δέρμα καλοῦσιν οἱ Ῥωμαῖοι, ὅτι ἀλοῦμεν κατ’ αὐτοὺς ἡ στυπτηρία λέγεται) καὶ ἐκμαγεῖον ἐπὶ τῆς δεξιᾶς ἀπὸ λίνου λευκὸν τὰ ἐπίσημα τῶν ὑπάτων ἦν (μάππαν καὶ φακιόλην ἐπιχω‐
20ρίως ὠνόμασαν, ὅτι φακίης κατ’ αὐτοὺς ἡ ὄψις λέγεται), καὶ πε‐ λέκεις ἡγούμενοι εἰς ὕψος ἀρθέντες καὶ πλῆθος ἀνδρῶν ῥάβδους ἐπιφερομένων, ἐξ ὧν ἱμάντες φοινικῷ χρώματι βεβαμμένοι ἐξήρ‐ τηντο (μὴ Σερρανοῦ τοῦ δικτάτωρος, ὃς ἐν ὕλαις ξυλοτομῶν
καὶ πέλεκυν εἰκότως ἐπιφερόμενος ῥάβδον τε ἐξηρτημένην ἡνίας48
Mag
.

50

πρὸς ἔλασιν τῶν βοῶν τῆς ἁμάξης ἐπὶ τὴν Ῥωμαίων ἀρχὴν με‐ τεστάλη, ὡς Πέρσιος ὁ Ῥωμαῖος σατυρικὸς ἔφη, ἢ καὶ ὅτι πέ‐ λεκυς ἐξουσίας ἐστὶ δεικτικός)· πρὸς τούτοις καθέδρα (σέλλαν αὐτὴν ἐκεῖνοι καλοῦσιν) ἐξ ἐλέφαντος, ἐφ’ ᾗ καθήμενον τὸν ὕπα‐
5τον οἱ πολῖται σχίδακας ὑπομήκεις ὑποβάλλοντες ἔφερον προϊόντα. 〈33〉 Ὅπως δὲ μὴ τῇ τοῦ ἑνὸς ἐξουσίᾳ ἀδυσώπητος ἡ ἀρχὴ τοῦ ὑπάτου γένοιτο, δύο καὶ ἐπὶ μόνον ἐνιαυτὸν προεχειρίσαντο, ὡς εἴρηται, Βροῦτον τὸν τῆς ἐλευθερίας ἔκδικον 〈καὶ〉 σὺν αὐτῷ
10Πουπλικόλαν (τὸ δὲ ὄνομα τὸν δημαγωγὸν σημαίνει), οἷς ἐξῆν καὶ νόμους γράφειν καὶ αὐτοκρατῶς τοὺς πολέμους διοικεῖν, οἷα τὴν τῶν ὅλων διοίκησιν ἀνημμένοις· τελευτήσαντος δὲ τὸν βίον τοῦ Βρούτου, δημοσίῳ πένθει ἐτίμησαν τὸν νεκρὸν καὶ βρούτας τὰς σφῶν γυναῖκας ὠνόμασαν ἐξ αὐτοῦ διὰ τὴν σωφρο‐
15σύνην. τὸν δὲ ἕτερον ὁ θάτερος ἔτι περιὼν ἐπικηδείῳ πρῶτος ἐτίμησεν. λέγεται δὲ παρ’ αὐτοῖς τὸ ἐπιτάφιον νηνία, ἐξ Ἑλλη‐ νικῆς μᾶλλον ἐτυμολογίας, ὅτι νήτην τὴν ἐσχάτην τῶν ἐν κιθάρᾳ χορδῶν Ἕλληνες καλοῦσιν.
19tΤΕΤΆΡΤΗ ΠΡΟΑΓΩΓῊ ΟἹ ΔΕΚΆΠΡΩΤΟΙ ΚΑῚ
20tὉ ΤΗ͂Σ ΠΌΛΕΩΣ ὝΠΑΡΧΟΣ
21 〈34〉 Γάϊος ὁ νομογράφος μετὰ τὴν τῶν κυαιστώρων τὴν δε‐ κανδρικὴν ἀρχὴν ἀναφέρει ῥήμασι πρὸς ἑρμηνείαν τούτοις· ‘πολ‐ λῆς δὲ συγχύσεως τῶν νόμων, οἷα μὴ γράμμασι τεθειμένων, τοῖς πράγμασι γινομένης ἐκ τῆς τῶν ἀρχόντων καὶ τοῦ δήμου διαφο‐
25ρᾶς, δόγματι κοινῷ τῆς βουλῆς καὶ τοῦ δήμου πάντες μὲν οἱ ἄρ‐ χοντες ἐκινήθησαν, δέκα δὲ μόνοις ἀνδράσι τὴν φροντίδα τῆς πολιτείας παρέδοσαν.‘ αὐτοὶ δὲ στέλλουσιν (ἡ ἱστορία φησίν) εἰς
Ἀθήνας Σπούριον Ποστούμιον, Αὖλον Μάρκιον καὶ Πούπλιον50
Mag
.

52

Σουλπίκιον. τῶν δὲ ἐπὶ τριετῆ χρόνον ἐκεῖ βραδυνόντων, ἕως καὶ τοὺς λειπομένους Ἀθηναίων νόμους ταῖς δέκα δέλτοις ἀνα‐ λάβωσιν, δέκα προεβάλετο ὁ δῆμος ἄνδρας ἀνθεξομένους τῶν πραγμάτων, ὧν ὁ πρῶτος τῆς πόλεως φύλαξ προσηγορεύθη, ὁ
5καθ’ ἡμᾶς πολίαρχος. ἐπίσημα δὲ τῆς ἐξουσίας ἦν αὐτῷ δυοκαί‐ δεκα ῥάβδοι· τοῖς δὲ λοιποῖς οὐχ οὕτως, ὁπλοφόρος δὲ ἀν’ ἕκα‐ στον εἷς καὶ μόνος. τῷ γε μὴν πολιάρχῳ καὶ τάξις ἀνδρῶν το‐ γατηφόρων καὶ ῥαβδοῦχοι καὶ δεσμὰ καὶ ὅσα ἴσμεν παρῆν. ἀπέ‐ τρεφον δὲ αὐτοὺς οἱ κτῆσιν εὔφορον κεκτημένοι· ὅθεν τὸ γλήβης
10προσέλαβον ὄνομα, ὅτι γλῆβαν τὴν λείαν γῆν, ἀντὶ τοῦ τὴν κάρπιμον, οἱ Ῥωμαῖοι καλοῦσιν. τὸ γὰρ τῶν ἔργων σκρινίον οὐκ ὂν ἀπ’ ἀρχῆς ὁ Αὔγουστος προσένειμε τῇ ἀρχῇ, τὴν ἐν τῇ Ῥώμῃ βασιλικὴν ἀνεγείρων, ὡς ὁ Τράγκυλλος εἶπε φιλολόγως. τῶν δὲ εἰρημένων ἀρχόντων πρὸς ἀλαζονείαν ἀρθέντων καὶ τυ‐
15ραννικῶς διαγινομένων, ταραχθεὶς ὁ δῆμος τὴν πόλιν ἀπέλιπε καὶ περὶ τὸν βουνὸν τὸν λεγόμενον Ἀβεντῖνον ᾤκησεν (ὁ δὲ τόπος ἕλκει τὴν προσηγορίαν ἐξ ἑνὸς τῶν Ἡρακλειδῶν, ὡς ὁ Ῥω‐ μαίων ποιητὴς παραδέδωκεν) καὶ διέτριβεν ἐκεῖ ὁ δῆμος ἀγα‐ νακτῶν πλείστων μὲν ἕνεκα, ἐξαιρέτως δὲ Βεργινίου χάριν καὶ
20τῆς αὐτοῦ παιδὸς ἔναγχος βιασθέντων. τὴν δὲ ἱστορίαν οἶμαι πρόδηλον εἶναι. 〈35〉 Ἄρχοντες μὲν οὗτοι, πλὴν εἰ μή τις καὶ τοὺς λεγομένους παρ’ αὐτοῖς ποντίφικας, ἀντὶ τοῦ ἀρχιερεῖς νεωκόρους, εἰς ἄρχον‐ τας ἀριθμεῖν ἐθελήσοι· γνώμῃ γὰρ αὐτῶν καὶ κρίσει τοὺς νόμους
25ἔγραφον οἱ ἀρχαῖοι καὶ τὰ ὤνια διετύπουν· ὅθεν aediles τοὺς ἀγορανόμους ἔτι καὶ νῦν συμβαίνει καλεῖσθαι, καθ’ ὃ τοὺς ναοὺς οἱ Ῥωμαῖοι αἴδης καλοῦσιν. μετὰ δὲ τὴν ἐκβολὴν τῶν ῥηγῶν
καὶ προβολὴν τῶν ὑπάτων, θορύβων ἐνισταμένων, ὡς εἴρηται52
Mag
.

54

τοῖς συγγραφεῦσιν ἑκατέρας φωνῆς, ἐπὶ πεντήκοντα σύνεγγυς ἐνιαυτοὺς χιλίαρχοι τῶν πραγμάτων ἐξηγήσαντο· εἶτα ἐπὶ πεν‐ ταετίαν ἀναρχίαν ἐδυστύχει τὸ πολίτευμα· καὶ τὸ λοιπὸν τρεῖς νομοθέτας καὶ δικαστὰς προβληθῆναι πρὸς βραχὺ συμβέβηκε
5διὰ τὰς ἐμφυλίους στάσεις.
6tΠΈΜΠΤΗ ΠΡΟΑΓΩΓῊ Ἡ ΛΕΓΟΜΈΝΗ ΔΙΚΤΑΤΟΥ͂ΡΑ
7 〈36〉 Οὕτως οὖν Ῥωμαίοις ταραττομένων τῶν πραγμάτων συνήρεσε τὸν καλούμενον προστήσασθαι δικτάτωρα· ἐπεὶ ‘οὐκ ἀγαθὸν πολυκοιρανίη.‘ δισσαῖς οὖν ταῖς φροντίσιν ἐταλαιπώρουν,
10καὶ τὸ βασιλέων δεδιότες ὄνομα, μὴ λάθοιεν αὖθις Ταρκυνίοις καινοῖς περιπίπτοντες ἢ πολλοῖς καὶ μὴ συμφωνοῦσιν ἄρχουσι διασπαθιζόμενοι. ἔδοξε τοιγαροῦν αὐτοῖς, ὡς εἴρηται, τὸν καλού‐ μενον δικτάτωρα, ἀντὶ τοῦ μεσοβασιλέα, προστήσασθαι, ἓξ καὶ μόνοις μησὶ τοῦ κράτους αὐτῷ περιγραφομένου. καὶ τέως ἁρμό‐
15διον εἶναί μοι δοκεῖ ἑρμηνεῦσαι τοῖς Ἕλλησι τὸ δικτάτωρος ὄνομα. πατρίως τοίνυν οἱ Ῥωμαῖοι τὸν ἐπὶ καιρὸν μονάρχην οὕτω καλοῦσι, τὸν μὴ νόμων γραφαῖς τὰ τῶν ὑπηκόων διατιθέντα προϊ‐ στάμενα, οἷα ἐν βραχεῖ τῆς ἀρχῆς παυόμενον. δικτατοῦραν γὰρ τὴν ἐξουσίαν αὐτοὶ καλοῦσιν οὐ τὴν καθ’ ὅλου ἀλλὰ πρὸς τὸ λυσιτε‐
20λοῦν τοῖς πράγμασιν ἐπὶ χρόνου βραχὺν διδομένην, ὥστε, λόγῳ καὶ μόνῳ διορθωθέντων τῶν μὴ καθεστηκότων, τὸ λοιπὸν τὸν προαγό‐ μενον εἰς τὴν προτέραν τύχην ἀναστρέφειν. ἅμα γὰρ τὰ πεπονη‐ κότα ἐθεράπευσεν ὁ δικτάτωρ, ἅμα τῆς ἀρχῆς ἀπεπαύσατο. 〈37〉 Χειροτονοῦσι τοίνυν δικτάτωρα πρῶτον οἱ Ῥωμαῖοι Τί‐
25τον Μάρκιον, ὃς ἅμα τῆς ἀρχῆς ἐπελάβετο 〈ἅμα〉 δύο ὑπάτους προεστήσατο. οὐ μὴν χρόνον ὥρισεν, καθ’ ὃν ἂν χειροτονοῖντο
οἱ ὕπατοι· νεώτερον γάρ ἐστι τὸ κατὰ τὸν Ἰανουάριον μῆνα54
Mag
.

56

προϊέναι τὸν ὕπατον. ἐνιαυτῷ δὲ μόνῳ τὴν ὕπατον ἐπίστευσε τιμήν, πανταχοῦ Ῥωμαίων ταῖς ἐναλλαγαῖς χαιρόντων. πάντα δὲ τὰ τῆς βασιλείας σύμβολα παρῆν τῷ δικτάτωρι στεφάνου χωρίς· οἵ τε δυοκαίδεκα πελέκεις, πορφύρα καὶ σέλλα καὶ δόρατα καὶ
5ὅσοις ἐπισήμοις οἱ ῥῆγες ἐγνωρίζοντο. ἱππάρχην τε πρῶτον Σπού‐ ριον Κάσιον ὕπαρχον ἑαυτῷ προεβάλετο, καθάπερ Ῥωμύλος τὸν Κελέριον τριβοῦνον τῶν ἱππέων. ἡγοῦντο δὲ αὐτῷ ῥάβδοι ἐπι‐ μήκεις λοφιῶν χωρίς, ὅπερ ἔτι καὶ νῦν ἔθος καίπερ ἠγνοημένον φυλάττεται. κινουμένοις γὰρ τοῖς τῶν ἱππέων στρατηγοῖς οὐκέτι
10μὲν ῥαβδοῦχοι ἡγοῦνται αὐτῶν, ὡς τὸ πάλαι, ἐξόπισθεν δὲ δο‐ ρυφόρος εἷς ῥάβδους ἐπιμήκεις καθ’ ὁμαλοῦ συνδήσας εἴωθεν ἐπιφέρεσθαι, οὐδὲ αὐτὸς εἰδὼς τὴν αἰτίαν τῆς φορᾶς, μόνῃ δὲ συνηθείᾳ ἀκολουθῶν. πασῶν δὲ τῶν ἀρχῶν τῆς πολιτείας ὁ ἵπ‐ παρχος ἐκράτει καὶ οὐκ ἦν ἐφετόν τινι, αὐτοῦ δικάζοντος, ἐπὶ
15ἔφεσιν χωρεῖν. πλέον δὲ ἒξ μηνῶν οὐδεὶς τῶν δικτατώρων τοῦ κράτους τῆς μοναρχίας ἀντελάβετο ἀλλὰ καὶ πολλῷ ἔλαττον, καὶ ἐπὶ μίαν μόνην ἡμέραν. καὶ χαλεπὸν οὐδὲν αὐτῶν τῶν δικτα‐ τώρων ἐπιμνησθῆναι, καὶ ὅσοι γεγόνασιν, καὶ ἐπὶ πόσον χρόνον. 〈38〉 Πρῶτος δικτάτωρ Τίτος Μάρκιος, ὁ τοὺς πρὸ τοῦ ὑπά‐
20τους Τίτον καὶ Βαλέριον αὖθις προαγαγών. στάσεως δὲ γενο‐ μένης καὶ τῶν ὑπάτων ἀναχωρησάντων, ὁ δικτάτωρ ἑτέρους ἀντ’ ἐκείνων προεβάλετο καλένδαις Σεπτεμβρίαις. {ἙΒΔΌΜΗ ΠΡΟ‐ ΑΓΩΓῊ ΔΎΟ ΔΉΜΑΡΧΟΙ} τῷ ἑπτακαιδεκάτῳ ἔτει τῶν ὑπά‐ των, στάσεως γενομένης οὐ μικρᾶς τῇ τε γερουσίᾳ τῷ τε δήμῳ,
25δύο τὸ πλῆθος προεχειρίσατο δημάρχους, ὥστε αὐτοὺς διαιτᾶν τοῖς δημόταις καὶ τὴν ἀγορὰν ἐπισκέπτεσθαι, οἳ πρὸς ἀλαζονείαν
ἀρθέντες οὐκ ἠρυθρίων καὶ αὐτῶν τῶν πατρικίων καταψηφίζε‐56
Mag
.

58

σθαι, τῷ δὲ εἰκοστῷ τρίτῳ τῶν ὑπάτων ἔτει εἰς τρεῖς μοίρας τὰ τῆς ἀρχῆς διῃρέθη· εἰς τοὺς ὑπάτους, εἰς τὸν τῆς πόλεως ὕπαρχον καὶ τὸν δῆμον. καὶ οἱ μὲν ὕπατοι διῴκουν τοὺς πολέμους, ὁ δὲ δῆμος ἐστρατεύετο, ὅ γε μὴν ὕπαρχος τὴν πόλιν ἐφύλαττεν, custos
5urbis προσαγορευόμενος, ὡς ἂν εἰ φύλαξ τῆς πόλεως. τῷ δὲ ὀγδόῳ καὶ εἰκοστῷ τῶν ὑπάτων ἔτει, διαφερομένων τοῦ δήμου καὶ τῆς βουλῆς, Αὖλος Σεμπρώνιος προσηγορεύθη δικτάτωρ, ὃς ἐκ μὲν τῆς βουλῆς Γάϊον Ἰούλιον, ἐκ δὲ τοῦ δήμου Κόϊντον Φάβιον χειροτονήσας ὑπάτους ἀπέθετο τὴν δικτατοῦραν. αὖθις
10ἐπὶ τοῦ τεσσαρακοστοῦ καὶ ὀγδόου τῶν ὑπάτων ἔτους προεβλήθη δικτάτωρ Γάϊος Μάμερκος. τοῦ δὲ δήμου παλινστατοῦντος, προ‐ εβλήθησαν χιλίαρχοι τρεῖς· ὧν σαλευόντων τὰ πράγματα, ἀνη‐ γορεύθη δικτάτωρ Τίτος Κύντιος, ὃς ἐν μόναις τρισὶ καὶ δέκα ἡμέραις, κατευνασθείσης τῆς στάσεως, ἀπέθετο τὴν ἀρχήν. τῷ
15δὲ ἑβδομηκοστῷ τετάρτῳ τῶν ὑπάτων ἐνιαυτῷ, τῶν Τυρρηνῶν ταραττόντων τὰ πράγματα, διὰ τὸ μέγεθος τοῦ πολέμου ἀνηγο‐ ρεύθη δικτάτωρ Μάρκος Αἰμίλιος· μεθ’ ὃν Πούπλιος, ὃς ἐν ἓξ καὶ δέκα μόναις ἡμέραις τὸν πρὸς τοὺς Τυρρηνοὺς διοικήσας πόλεμον ἀπέθετο. αὖθις δέ, τοῦ δήμου προστησαμένου χιλιάρχους
20καὶ τῆς βουλῆς ἀνθισταμένης, ἀνηγορεύθη δικτάτωρ Κόϊντος, ὃς ἐν ὀκτὼ ἡμέραις διαλλάξας τὴν πόλιν ἀπεπαύσατο· μεθ’ ὃν Πούπλιος Κορνήλιος Κόσσος· μεθ’ ὃν Τίτος Κύντιος. ἐπὶ δὲ τοῦ ἑκατοστοῦ τριακοστοῦ ἔκτου τῶν ὑπάτων ἐνιαυτοῦ, τρίτης καὶ ἑκατοστῆς Ὀλυμπιάδος ἐνισταμένης, ἄναρχος ἡ πόλις διετέλει
25ἐπὶ πενταετῆ χρόνον. αὖθις δὲ προαχθέντων ὑπάτων, προεβλήθη‐ σαν ἐκ τῶν πατρικίων ἀγορανόμοι τέσσαρες καὶ ταμίαι δύο καὶ πραίτωρ, οἷον εἰ στρατηγός, 〈καὶ〉 ληγᾶτοι, οἷον εἰ ὑποστράτηγοι, καὶ δυοκαίδεκα χιλίαρχοι διὰ τὸ προσδοκᾶσθαι Ἀλέξανδρον τὸν Μακεδόνα κατὰ Ῥωμαίων στρατεύειν. ταραχθέντες δὲ οἱ Ῥω‐
30μαῖοι Παπίριον μὲν Κούρσωρα στρατηγὸν ἀπαντῆσαι Ἀλεξάνδρῳ58
Mag
.

60

ἐψηφίσαντο, καὶ προεβάλοντο οἰωνοσκόπους καὶ ἱεροφάντας· σαφὴς δὲ προσδοκία ἥττης τοῖς ἐν καιρῷ πολέμου πρὸς λιτὰς καταφεύγουσιν, ἐπὶ δὲ τοῦ τρίτου καὶ ἑξηκοστοῦ καὶ διακοσιο‐ στοῦ ἐνιαυτοῦ πραίτωρ ἕτερος προεχειρίσθη, ὁ λεγόμενος οὐρβα‐
5νός, ἀντὶ τοῦ πολιτικός, καὶ ὁ λεγόμενος περεγρῖνος, οἷον εἰ ξενοδίκης. τοῦ δὲ δήμου εἰς μέρη μὲν τέσσαρα, εἰς πέντε δὲ καὶ τριάκοντα φυλὰς διῃρημένου, τοῖς μνημονευθεῖσι τρεῖς ἕτεροι προσετέθησαν πραίτωρες. τῷ δὲ ἐνενηκοστῷ 〈καὶ διακοσιοστῷ〉 τῶν ὑπάτων ἐνιαυτῷ, Ἀννίβου ἐνσκήψαντος τῇ Ἰταλίᾳ, διὰ τὸν
10ὄγκον τοῦ πολέμου οὐ μόνον δικτάτωρ ἀλλὰ καὶ ἀντιδικτάτωρ, ἱππάρχης τε καὶ ἀνθιππάρχης προεχειρίσθησαν, ὥστε θάτερον τῇ θατέρου γνώμῃ ἑπόμενον μὴ ἐκ μονήρους αὐθεντίας βλάβην ἐπενεγκεῖν τῇ πολιτείᾳ. τούτων καὶ μόνων τῶν δικτατώρων, ἤ τοι μεσοβασιλέων, μνήμην ἀναφέρει ἡ Ῥωμαϊκὴ ἱστορία. μετὰ δὲ
15τούτους Γάϊος Ἰούλιος Καῖσαρ, κατὰ τῆς συγκλήτου καὶ Πομ‐ πηΐου τὸν ὀλέθριον τοῖς πράγμασιν ἀναζωσάμενος πόλεμον, αὐτὸς ἑαυτὸν μόναρχον ἀπέδειξεν, Λεπίδῳ ἱππάρχῃ χρησάμενος.
18tΚΗΝΣΟΥ͂ΡΑ
19〈39〉 Ὁ δῆμος ἀνέκαθεν καὶ σύμπαν ἁπλῶς τὸ πολίτευμα
20ἐστρατεύετο, καὶ αὐτῶν τῶν ἱερέων τοῖς πολεμίοις ἐπεξιόντων· καὶ πάντες ἀπέτρεφον ἑαυτούς. ἐδέησε τοίνυν Ῥωμαίοις προβα‐ λέσθαι τοὺς λεγομένους παρ’ αὐτοῖς κήνσωρας, οἳ τὰς τῶν πο‐ λιτῶν οὐσίας ἀπεγράφοντο διὰ τὰς ἐν πολέμῳ· οὔπω γάρ, ὡς νῦν, τὸ δημόσιον ἐχορήγει δαπάνας τοῖς στρατιώταις, οἷα οὐκ ὄντων
25αὐτοῖς τέως ὑποτελῶν. ὅθεν τοὺς κήνσωρας Ἕλληνες τιμητὰς καθ’ ἑρμηνείαν ἐκάλεσαν. 〈40〉 Τότε Τιτίνιος ὁ Ῥωμαῖος κωμικὸς μῦθον ἐπεδείξατο ἐν τῇ Ῥώμῃ. ὁ δὲ μῦθος τέμνεται εἰς δύο, 〈εἰς τραγῳδίαν καὶ κω‐
μῳδίαν· ὧν ἡ τραγῳδία καὶ αὐτὴ τέμνεται εἰς δύο〉, εἰς κρηπι‐60
Mag
.

62

δᾶταν καὶ πραιτεξτᾶταν· ὧν ἡ μὲν κρηπιδᾶτα Ἑλληνικὰς ἔχει ὑποθέσεις, ἡ δὲ πραιτεξτᾶτα Ῥωμαϊκάς. ἡ μέντοι κωμῳδία τέ‐ μνεται εἰς ἑπτά· εἰς παλλιᾶταν, τογᾶταν, Ἀτελλάνην, ταβερναρίαν, Ῥινθωνικήν, πλανιπεδαρίαν καὶ μιμικήν· καὶ παλλιᾶτα μέν ἐστιν
5ἡ Ἑλληνικὴν ὑπόθεσιν ἔχουσα κωμῳδία, τογᾶτα δὲ ἡ Ῥωμαϊκήν, ἀρχαίαν· Ἀτελλάνη δέ ἐστιν ἡ τῶν λεγομένων ἐξοδιαρίων· τα‐ βερναρία δὲ ἡ σκηνωτὴ ἢ θεατρικὴ κωμῳδία· Ῥινθωνικὴ ἡ ἐξω‐ τική· πλανιπεδαρία ἡ καταστολαρία· μιμικὴ ἡ νῦν δῆθεν μόνη σῳζομένη, τεχνικὸν μὲν ἔχουσα οὐδέν, ἀλόγῳ μόνον τὸ πλῆθος
10ἐπάγουσα γέλωτι. 〈41〉 Ὅτι δὲ ἀναγκαῖον οἶμαι ἐμβραδῦναι τῷ λόγῳ, προσθήσω καὶ τοῦτο. Ῥίνθωνα καὶ Σκίραν καὶ Βλαῖσον καὶ τοὺς ἄλλους τῶν Πυθαγόρων ἴσμεν οὐ μικρῶν διδαγμάτων ἐπὶ τῆς μεγάλης Ἑλ‐ λάδος γενέσθαι καθηγητάς, καὶ διαφερόντως τὸν Ῥίνθωνα, ὃς
15ἑξαμέτροις ἔγραψε πρῶτος κωμῳδίαν· ἐξ οὗ πρῶτος λαβὼν τὰς ἀφορμὰς Λουκίλιος ὁ Ῥωμαῖος ἡρωϊκοῖς ἔπεσιν ἐκωμῴδησεν. μεθ’ ὃν καὶ τοὺς μετ’ αὐτόν, οὓς καλοῦσι Ῥωμαῖοι σατυρικούς, οἱ νεώτεροι τὸν Κρατίνου καὶ Εὐπόλιδος χαρακτῆρα ζηλώσαντες τοῖς μὲν Ῥίνθωνος μέτροις, τοῖς δὲ τῶν μνημονευθέντων διασυρ‐
20μοῖς χρησάμενοι, τὴν σατυρικὴν ἐκράτυναν κωμῳδίαν. Ὁράτιος μὲν οὐκ ἔξω τῆς τέχνης χωρῶν, Πέρσιος δὲ τὸν ποιητὴν Σώ‐ φρονα μιμήσασθαι θέλων τὸ Λυκόφρονος παρῆλθεν ἀμαυρόν. Τοῦρνος δὲ καὶ Ἰουβενάλιος καὶ Πετρώνιος, αὐτόθεν ταῖς λοι‐ δορίαις ἐπεξελθόντες, τὸν σατυρικὸν νόμον παρέτρωσαν.
25 〈42〉 Καὶ ταῦτα μὲν περὶ τῆς ἀρχαίας κωμῳδίας τε καὶ τρα‐ γῳδίας. τῆς δὲ Τύχης τὰ Ῥωμαίων εἰς ὕψος ἀναφερούσης, ἠκο‐
λούθησεν εἰκότως καὶ πταίσματα, καὶ διαφερόντως ἀσωτία, ὥστε62
Mag
.

64

μετὰ τὸν δυοδεκάδελτον καὶ τὸν περὶ ἀσωτίας νόμον, παρὰ Κοριν‐ θίων πάλαι τεθέντα, γράψαι Ῥωμαίους· τίτλος δέ, ἤ τοι προγραφή, τῷ νόμῳ De Nepotibus, οἷον εἰ 〈Περὶ Ἀσώτων. ἐπεὶ δὲ διπλῆ〉 ἡ σημασία τοῦ ὀνόματος τούτου ἐστὶ παρὰ Ῥωμαίοις (νέπωτας
5γὰρ καὶ τοὺς ἐγγόνους καὶ τοὺς ἀσώτους ὁμωνύμως καλοῦσιν), ἤρεσεν ἐμοὶ διὰ βραχέων τὴν διαφορὰν εἰπεῖν. νέπως, ὁ νέος παῖς ἐξ Ἑλληνικῆς ἐτυμολογίας, ὁ ἔγγονος λέγεται καὶ καλῶς ὁ Φιλόξενος εἶπεν· nepos δὲ καὶ ὁ ἄσωτος, ὅπερ καὶ αὐτὸ τροπι‐ κῶς. καὶ κατὰ θεωρίαν τάχα τοῖς Ἕλλησι παραχωρητέον ὅτι τὸν
10σκορπίον οἱ Ῥωμαῖοι πατρίως νέπαν καλοῦσιν, οἷον εἰ ἄποδα κατὰ στέρησιν (τὴν γὰρ ‘νε‘ συλλαβὴν στερητικῷ τρόπῳ λαμβά‐ νουσι Ῥωμαῖοι, ὥσπερ Ἕλληνες νήλιπος, νήχυτος, νήγρετος, νήδυμος) ἐκ τοῦ κατὰ φύσιν συμβαίνοντος τῷ θηρίῳ. ὡς σαύρα γὰρ χειμῶνος καὶ αὐτὸς εἰκότως ὁ σκορπίος τῇ γῇ, καθάπερ καὶ
15τὰ ἄλλα τῶν ἑρπετῶν, ὑπονεκρωθεὶς κεῖται, μηδὲν ἕτερον παρ’ αὐτὴν ἐσθίων. ἡνίκα οὖν πᾶσαν τὴν περὶ ἑαυτὸν ἐδώδιμον γῆν ἑαυτῷ δαπανήσῃ, τῶν ἰδίων καθάπτεται πλεκτανῶν καὶ πάσας αὐτὰς ἀνεπαισθήτως καταναλίσκει. ἦρος δὲ ἀνακαλοῦντος αὐτὸν μετὰ τῶν ἄλλων εἰς φῶς νόμῳ τῆς φύσεως, ἀναποδοῦται καὶ πρὸς
20καλαμίνθην τὸ φυτὸν ἐρχόμενος μόνῃ τῇ ἀφῇ τῆς βοτάνης ἀνα‐ λαμβάνει τὸ δριμὺ καὶ στεγανοῦται, καθάπερ ὄφις τῇ μαράθῳ· ὅθεν καὶ νέπεταν τὴν καλαμίνθην Ῥωμαῖοι καλοῦσιν. ταύτῃ σκορπιστὰς νέπωτας ἀποκαλοῦσιν αὐτοί, οἷα τῶν ἰδίων μελῶν διαφθορεῖς.
25〈43〉 Τοιαῦτα μέν τινα παρατραπεὶς τοῦ σκοποῦ εἴποιμ’ ἂν
περὶ τούτου. βαρεῖς δέ τινες καὶ ἀναιδεῖς ἀστεμφεῖς τε καὶ στι‐64
Mag
.

66

βαροὶ τὸν τρόπον οἱ κήνσωρες τοῖς ἀσώτοις ἐτύγχανον, μὴ τύχης, μὴ ἀξιώματος ἐξαιρουμένου τὸν αἴτιον. ὅτι δὲ ἀληθῆ ταῦτα, μάρ‐ τυς ἡ ἱστορία· λέγει δὲ ὧδε· ‘πρῶτος Ἄππιος Κλαύδιος κήνσωρ προεβλήθη. ἀρχὴ δὲ ἦν αὕτη τῶν μεγίστων· καὶ ἔργον ἦν αὐτῇ
5τοὺς τῶν πολιτῶν διερευνᾶσθαί τε καὶ κρίνειν βίους, τιμωρίας τε ἐπάγειν τοῖς ἁμαρτάνουσι κατὰ πάσης δυναστείας· καὶ οὐδεὶς ἦν ἔξω τῆς τοῦ κήνσωρος ἐξουσίας.‘ κύριοι δὲ ἦσαν οἱ κήνσωρες καὶ ἔργοις κοινοῖς κατακοσμεῖν τὴν πόλιν.
9tΔΗΜΑΡΧΊΑ
10 〈44〉 Οὕτως οὖν τῶν τιμητῶν ἐκταραττόντων τοὺς ὑπηκόους καὶ πικρότερον ἐπεξιόντων τοῖς πολίταις, καὶ διαφερόντως ἀδυ‐ σωπήτως διακειμένων τῶν δανειστῶν περὶ τοὺς χρήστας, ἐχει‐ ροτόνησεν ὁ δῆμος δύο δημάρχους ἑαυτῷ, Γάϊον Λικίνιον καὶ Λούκιον Ἀλβῖνον διαιτήσοντας τῷ πλήθει καὶ τὴν ἀγορὰν ἐποψο‐
15μένους. αὐτοὶ δὲ οἱ δήμαρχοι μαχαίρας διεζώννυντο, δημοσίους δὲ οἰκέτας πρὸς ὑπηρεσίαν εἶχον, οὓς ἐκάλουν βερνάκλους (σημαίνει δὲ τοὔνομα τοὺς οἰκογενεῖς οἰκέτας)· ἐφ’ ὧν τὸ μέτριον ὁ δῆμος ἐκβὰς καὶ αὐτοὺς τοὺς εὐπατρίδας καλεῖσθαι πρὸς τῶν βαναύσων εἰς δίκην ἐνομοθέτησεν, ὥστε τὸν ὕπατον πρὸς θερα‐
20πείαν τοῦ πλήθους νόμον ἐνεγκεῖν, μὴ ἐξεῖναι τοῖς ἄρχουσι δίχα ψήφου τοῦ δημάρχου τιμωρεῖσθαι πολίτην.
22tΔΕΚΑΝΔΡΙΚῊ ἘΞΟΥΣΊΑ ἫΝ ἘΚΆΛΟΥΝ
23tἸΤΑΛΟῚ DECEMVIRATUM
24〈45〉 Εἶτα αὖθις διαφερομένων τῶν λογάδων πρὸς τὸ πλῆθος,
25ψήφῳ κοινῇ τοὺς μὲν ὑπάτους ἀπεκίνησαν, δέκα δὲ νομοθέταις τὴν διάσκεψιν τῶν κοινῶν ἐπέτρεψαν. ἀπὸ δὲ τοῦ ἑξηκοστοῦ
ἔτους τῶν ὑπάτων ἐπὶ πεντήκοντα ἐνιαυτούς, ποτὲ μὲν χιλιάρχων,66
Mag
.

68

ποτὲ δὲ μεσοβασιλέων προβαλλομένων, ἐθορυβεῖτο τὰ πράγ‐ ματα. τότε σιτηρέσιον τὸ δημόσιον πρώτως τοῖς στρατιώταις ἐπιδέδωκεν ὡρισμένον, τὸ πρὶν ἑαυτοὺς ἀποτρέφουσιν ἐν πο‐ λέμῳ. ἔνθεν ἀναρχίαν ἐδυστύχησε τὸ πολίτευμα ἐπὶ πενταετῆ
5χρόνον· καὶ πάλιν ὕπατοι, εἶτα ἀγορανόμοι τέσσαρες ἐκ τῶν πατρικίων καὶ ταμίαι δύο καὶ πραίτωρ ἕτερος· καὶ πάλιν ὁ δῆμος προεχειρίσατο πέντε μὲν οἰωνοσκόπους, τέσσαρας δὲ ἱεροφάντας. ἐπὶ δὲ τοῦ τρίτου καὶ ἑξηκοστοῦ καὶ διακοσιοστοῦ τῶν ὑπάτων ἔτους ἕτερος προεβλήθη πραίτωρ, ὥστε τοῖς ξέ‐
10νοις διαιτᾶν. τὸν δὲ ἐνιαυτὸν οἱ πραίτωρες ἐπὶ τῆς ἀρχῆς οὐχ ὑπερέβαινον. ἄχρι δὲ Καίσαρος ὕπατοι μὲν τὰ τῶν πολέμων, τὰ δὲ κατ’ οἶκον οἱ πολιτικοὶ διῴκησαν ἄρχοντες.
13tΠΌΤΕ ἘΠΕΔΌΘΗ ΠΡΩ͂ΤΟΝ ΤΟΙ͂Σ ΣΤΡΑΤΙΏΤΑΙΣ ΤᾺ
14tΛΕΓΌΜΕΝΑ ΚΆΠΙΤΑ ΚΑῚ ΤΊ ΣΗΜΑΊΝΕΙ ΤῸ
15tΚΆΠΙΤΟΝ ὌΝΟΜΑ
16 〈46〉 Τῷ πέμπτῳ καὶ ἑξηκοστῷ καὶ τριακοσιοστῷ τῆς πόλεως ἔτει, Λουκίου Γενουκίου καὶ Κοΐντου Σερβιλίου ὑπάτων, πο‐ λεμούντων Βηΐοις τοῖς γείτοσι τῶν Ῥωμαίων, ἀνάγκη γέγονε μὴ διαθερίσαι μόνον ἀλλὰ μὴν καὶ διαχειμάσαι αὐτοῖς παρὰ
20τοῖς πολεμίοις. τότε πρῶτον διωρίσθη τοῖς στρατιώταις παρασχεῖν τὸ δημόσιον καὶ ὑπὲρ ἵππου δαπάνης τὰ λεγόμενα κάπιτα (οὕτω δὲ τοὺς ἀπὸ ῥάβδων κοφίνους ἐκάλεσαν ἀπὸ τοῦ κάπερε, οἷον εἰ χωρεῖν), ἔνθεν ὑποκοριστικῶς τὰ λεγόμενα καπίτουλα πατρίως οἱ Ῥωμαῖοι ὀνομάζουσιν. τοῦ δὲ δήμου ἀνέκαθεν στρατευο‐
25μένου παντός, συνεῖδον ὡρισμένην καὶ εὐτρεπῆ συστήσασθαι
βοήθειαν· σπείρας μὲν ἀπὸ τριακοσίων ἀσπιδιωτῶν, ἃς καλοῦσι68
Mag
.

70

κοόρτης, ἄλας δέ, ἀντὶ τοῦ ἴλας, ἀπὸ ἑξακοσίων ἱππέων, βηξιλ‐ λατίωνας ἀπὸ πεντακοσίων 〈ἱππέων, τούρμας ἀπὸ πεντακοσίων〉 τοξοτῶν ἱππέων, καὶ λεγιῶνας ἀπὸ ἑξακισχιλίων πεζῶν καὶ ῥητῶν ἱππέων. τομαὶ δὲ ταῖς λεγιῶσιν αὖται·
5ἆλαι ἀπὸ χ ἱππέων βηξιλλατίωνες ἀπὸ φ ἱππέων τοῦρμαι ἀπὸ φ τοξοτῶν ἱππέων λεγιῶνες ἀπὸ ἑξακισχιλίων πεζῶν τριβοῦνοι, δήμαρχοι
10ὀρδινάριοι, ταξίαρχοι σιγνιφέραι, σημειοφόροι ὀπτίωνες, αἱρετοὶ ἢ γραμματεῖς βηξιλλάριοι, δορυφόροι μήνσωρες, προμέτραι
15τουβίκινες, σαλπισταὶ πεζῶν βουκινάτωρες, σαλπισταὶ ἱππέων κορνίκινες, κεραῦλαι ἀνδαβάται, κατάφρακτοι μητάτωρες, χωρομέτραι
20ἀρκύτης καὶ σαγιττάριοι, τοξόται καὶ βελοφόροι πραιτωριανοί, στρατηγικοί λαγκιάριοι, ἀκοντοβόλοι δεκέμπριμοι, δεκάπρωτοι βενεφικιάλιοι, οἱ ἐπὶ θεραπείᾳ τῶν βετερανῶν τεταγμένοι
25τορκουᾶτοι, στρεπτοφόροι, οἱ τοὺς μανιάκας φοροῦντες
βραχιᾶτοι, ἤ τοι ἀρμιλλίγεροι, ψελιοφόροι70
Mag
.

72

ἀρμίγεροι, ὁπλοφόροι μουνεράριοι, λειτουργοί δηπουτᾶτοι, ἀφωρισμένοι αὐξιλιάριοι, ὑπασπισταί
5κουσπάτωρες, φυλακισταί· κούσπους γὰρ Ῥωμαῖοι τὰς ξυ‐ λοπέδας καλοῦσιν, ὡς ἂν εἰ κουστώδης πέδουμ, οἷον εἰ ποδοκάκας καὶ ποδοφύλακας ἰμαγινιφέραι, εἰκονοφόροι ὀκρεᾶτοι, πεζοὶ σιδήρῳ τὰς κνήμας περιπεφραγμένοι
10ἀρματοῦρα πρῖμα, ὁπλομελέτη πρώτη ἀρματοῦρα σημισσάλια, ὁπλομελέτη μείζων ἁστᾶτοι, δορυφόροι τεσσεράριοι, οἱ τὰ σύμβολα ἐν τῷ καιρῷ τῆς συμβολῆς τῷ πλήθει περιφημίζοντες
15δρακωνάριοι, δρακοντοφόροι ἀδιούτωρες, ὑποβοηθοί σαμιάριοι, οἱ τῶν ὅπλων στιλπνωταί βαγινάριοι, θηκοποιοί ἀρκουάριοι, τοξοποιοί
20πιλάριοι, ἀκοντισταί βερουτάριοι, δισκοβόλοι φουνδίτωρες, σφενδονῆται βαλλιστάριοι, καταπελτισταί (καταπέλτης δέ ἐστιν εἶδος ἑλεπόλεως, καλεῖται δὲ τῷ πλήθει ὄναγρος)
25βινεάριοι, τειχομάχοι72
Mag
.

74

πριμοσκουτάριοι, ὑπερασπισταί, οἱ νῦν λεγόμενοι πρωτή‐ κτωρες πριμοσαγιττάριοι, τοξόται πρῶτοι κλιβανάριοι, ὁλοσίδηροι· κηλίβανα γὰρ οἱ Ῥωμαῖοι τὰ σιδηρᾶ
5 καλύμματα καλοῦσιν, ἀντὶ τοῦ κηλάμινα φλαμμουλάριοι, ὧν ἐπὶ τῆς ἄκρας τοῦ δόρατος φοινικᾶ ῥάκη ἐξήρτηντο ἐξπεδῖτοι, εὔζωνοι, γυμνοί, ἕτοιμοι πρὸς μάχην φερεντάριοι, ἀκροβολισταί
10κιρκίτωρες, οἱ περὶ τοὺς μαχομένους περιϊόντες καὶ χορη‐ γοῦντες ὅπλα μήπω ἐπιστάμενοι μάχεσθαι ἀδωράτωρες, βετερανοί, τείρωνες, περὶ ὧν εἰς πλάτος οἶμαι δεικτέον. 〈47〉 Ἀδωράτωρας οἱ Ῥωμαῖοι τοὺς ἀπομάχους καλοῦσιν
15(ἀδωρέα γὰρ κατ’ αὐτοὺς ἡ τοῦ πολέμου λέγεται δόξα ἀπὸ τῆς ζειᾶς καὶ τῆς τιμῆς τῶν ποτε τιμηθέντων αὐτοῖς), βετερανοὺς δὲ τοὺς ἐγγεγηρακότας τοῖς ὅπλοις (μάρτυρες Κέλσος τε καὶ Πάτερνος καὶ Κατιλίνας, οὐχ ὁ συνωμότης ἀλλ’ ἕτερος, Κάτων 〈τε〉 πρὸ αὐτῶν ὁ πρῶτος καὶ Φροντῖνος, μεθ’ οὓς καὶ Ῥενᾶτος,
20Ῥωμαῖοι πάντες· Ἑλλήνων δὲ Αἰλιανὸς καὶ Ἀρριανός, Αἰνείας, Ὀνήσανδρος, Πάτρων, Ἀπολλόδωρος ἐν τοῖς Πολιορκητικοῖς, μεθ’ οὓς Ἰουλιανὸς ὁ βασιλεὺς ἐν τοῖς Μηχανικοῖς, ὧν ὁ Φρον‐ τῖνος ἐν τῷ De Officio Militari, ἀντὶ τοῦ ἐν τῷ Περὶ Στρα‐ τηγίας, μνήμην ποιεῖται, καὶ Κλαυδιανὸς δὲ οὗτος, ὁ Παφλαγών,
25ὁ ποιητής, ἐν τῷ πρώτῳ τῶν Στιλικῶνος Ἐγκωμίων), τείρωνας74
Mag
.

76

δὲ τοὺς ταπεινούς. ὁποίους εἶναι συμβαίνει καθ’ ἡμᾶς τοὺς λεγομένους Τριβαλλούς· οὕτως δὲ τοὺς Βέσσους Ἀρριανὸς ἐν τοῖς Περὶ Ἀλεξάνδρου προσηγόρευσεν. διὰ γὰρ πενίαν καὶ μόνην διδόασιν ἑαυτοὺς οἱ λεγόμενοι τείρωνες εἰς ὑπηρεσίαν τῶν
5ἀληθῶς στρατευομένων, οὐ μὴν ἄξιοι τέως στρατιῶται καλεῖσθαι ἢ ὅλως ἐν ἀριθμῷ τέως τετάχθαι διὰ δὴ τὸ πτωχὸν τῆς τύχης καὶ ἄπειρον τῆς μάχης· οὐδὲ γὰρ ἐφετὸν ἦν ὑπὲρ πατρίδος εἰ μή γε τοὺς εὐπατρίδας ἀγωνίσασθαι. Διόδωρος γ’ οὖν ἐν δευτέρᾳ Βιβλιοθηκῶν φησι Σόλωνα ἐν Αἰγύπτῳ μαθόντα νόμον Ἀθη‐
10ναίοις γράψαι τοιοῦτον, ὥστε εἰς τρεῖς μοίρας τὴν πολιτείαν διατάττεσθαι· εἰς εὐπατρίδας, οἳ περὶ σοφίαν καὶ λόγους ἐσχό‐ λαζον, δευτέραν δὲ τὴν γεωργικὴν ἅμα καὶ πρόμαχον, τρίτην τὴν βάναυσον καὶ τεχνουργόν· τὴν δὲ μετὰ ταύτας ἄτιμον, ἐξ ἧς οἱ δῆθεν χρειωδέστεροι ἐν τοῖς γεωργικοῖς ἅμα καὶ μαχίμοις
15προσήδρευον, δουλεύοντες αὐτοῖς καὶ τὸ πολεμεῖν καὶ γεωργεῖν διδασκόμενοι· τούτους Ἰταλοὶ τείρωνας ἐκάλεσαν ἀπὸ τοῦ τείρεσθαι καὶ ταλαιπωρεῖν ἐν τῷ δουλεύειν. Ἀθηναίους γὰρ ἐν ἅπασιν οἱ Ῥωμαῖοι ζηλώσαντες οὕτως καὶ αὐτοὶ τὸν δῆμον διέθηκαν. ταύτῃ γὰρ καὶ τρίβους τὰς φυλὰς ἐπωνόμασαν ἐκ
20τῆς εἰς τρεῖς μοίρας τῆς πολιτείας διανομῆς. 〈48〉 Καὶ οὗτοι μὲν ἐκ προσθήκης ἐτάχθησαν, ὥς τινες τῶν ἱστορικῶν φασιν, ὑπὸ Μαρίου τοῦ ὕστερον τυραννήσαντος, οἱ δὲ ἀνέκαθεν τῷ ἱππάρχῳ ἑπόμενοι προμῶται καθ’ ὁμαλοῦ προσ‐ ηγορεύθησαν, συνεστῶτες εἰς τάγματα τέσσαρα· βιάρχους, δου‐
25κηναρίους, κεντουρίωνας. 〈κεντηναρίουσ〉 .... ... 〈ἐκ τούτων〉 μὲν πάντων δέκα μὲν δήμαρχοι, δύο δὲ
ὕπατοι καὶ 〈δέκα καὶ〉 ὀκτὼ πραίτωρες καὶ ἓξ ἀγορανόμοι ἐπὶ76
Mag
.

78

τῆς πόλεως 〈δίκαια〉 ἀπένειμαν καὶ μόνοι.‘ ταῦτα ὁ Πομπώνιος, ὡς ἔοικεν, τὸ πλῆθος καὶ ποικίλον τῆς ἱστορίας διαφυγών. ὅ γε μὴν Οὐλπιανὸς ἐν τοῖς προγραφομένοις Προτριβουναλίοις λεπτοτέρως τοὺς περὶ τῶν πραιτώρων διεξῆλθε λόγους, τοὺς
5μὲν tutelarios, τοὺς δὲ fideicommissarios ὀνομάζων· ὧν ἅπαξ σχολαζόντων οὐ συνεῖδον μνησθῆναι. 〈49〉 Τοσούτων ἀρχόντων ἐκ προοιμίων τῆς Ῥωμαϊκῆς πο‐ λιτείας μέχρι τῆς ἐπιεικεστάτης βασιλείας Τίτου μνήμην ἐν ταῖς ἱστορίαις εὑρών, πέρας ἐπιθήσω τῷ λόγῳ. οὐδὲ γὰρ τῶν Δο‐
10μιτιανοῦ δυοκαίδεκα πολιάρχων οὐδὲ μὴν τῶν Βασσιανοῦ τὸ ἐπί‐ κλην Καρακάλλου νεωτερισμῶν μνήμην ποιήσασθαι συνεῖδον· τὰ γὰρ παρὰ τῶν κακῶς βεβασιλευκότων γενόμενα, κἂν ὦσι χρηστά, καταφρονείσθω.
14tΠΕΡῚ ΤΟΥ͂ ὙΠΆΡΧΟΥ ΤΩ͂Ν ΝΥΚΤΩ͂Ν
15 〈50〉 Τρίβυρες, ἔθνος Γαλατικόν, ταῖς ὄχθαις τοῦ Ῥήνου παρανεμόμενοι, ὅπου καὶ Τρίβυρις ἡ πόλις (Συγάμβρους αὐτοὺς Ἰταλοί, οἱ δὲ Γαλάται Φράγγους καθ’ ἡμᾶς ἐπιφημίζουσιν), ἐπὶ Βρέννου ποτὲ διὰ τῶν Ἄλπεων σποράδην ἀλώμενοι, ἐπὶ τὴν Ἰταλίαν ἐξηνέχθησαν διὰ τῶν ἀνοδεύτων καὶ ἀκανθωδῶν ἐρη‐
20μιῶν, ὥς φησιν Οὐεργίλιος. εἶτα καὶ διὰ τῶν ὑπονόμων ἐπελ‐ θόντες τὴν Ῥώμην καὶ αὐτὸ δὲ τὸ Καπιτώλιον ἐκράτησαν ὅτε, τῶν ἐν τῷ ἱερῷ χηνῶν ταραχθέντων ὑπὸ τῶν βαρβάρων ἀκράτῳ νυκτὶ φανέντων, διεγερθεὶς Μάλλιος ὁ στρατηγὸς (γείτων δὲ ἦν) τοὺς μὲν βαρβάρους ἐξώθησεν, τοῖς δὲ χησὶν ἑορτὴν καὶ ἱπ‐
25ποδρομίαν ἄγειν Ῥωμαίοις, τοῖς δὲ κυσὶν ὄλεθρον κατὰ τὸν78
Mag
.

80

ἐν λέοντι ἥλιον διώρισεν. τούτων οὕτως τότε γενομένων, νόμος ἐτέθη ὁ προάγων τοὺς φύλακας τῶν νυκτῶν. καὶ ὅσον μὲν πρὸς τὸ μῆκος τοῦ χρόνου, ἐχρῆν ἡμᾶς ἔμπροσθεν τούτων ἐπιμνησθῆ‐ ναι, ἀλλ’ ἐπειδὴ μὴ ταῖς ἀρχαῖς τῆς πολιτείας καὶ τουτὶ συν‐
5αριθμεῖσθαι τὸ φρόντισμα νόμος, σύστημα δὲ καὶ σῶμα τυγχάνει λειτουργίας χάριν ἐπινοηθέν, εἰκὸς ἦν καὶ αὐτὸ ὥς γ’ οὖν πέ‐ ρας τι τῶν ἀρχῶν παραθέσθαι. οὐ γὰρ μόνον τὴν πόλιν ἐξ ἐπιδρομῆς καὶ λανθανούσης ἐφόδου πολεμίων ἀπήμαντον καὶ ἀστασίαστον ἐμφυλίου βλάβης φυλάττουσιν, ἀλλὰ καὶ τοῖς ἀπὸ
10τῶν ἐμπρησμῶν βλαπτομένοις ἀμύνουσιν. καὶ μάρτυς Παῦλος ὁ νομοθέτης αὐτοῖς ῥήμασι καθ’ ἑρμηνείαν οὕτως· ‘τὸ τριανδρικὸν σύστημα παρὰ τοῖς παλαιοῖς διὰ τοὺς ἐμπρησμοὺς προεβάλοντο, οἳ καὶ νυκτερινοὶ ἐκ τοῦ πράγματος ἐλέγοντο. συνῆσαν δὲ αὐτοῖς καὶ οἱ ἀγορανόμοι καὶ δήμαρχοι· ὑπούργει κολλήγιον, ἀντὶ τοῦ
15σύστημα, ὃ περὶ τὰς πύλας τῆς πόλεως ᾤκει καὶ τὰ τείχη, ὥστε, τῆς χρείας καλούσης, εὐχερῶς εὑρισκομένους συντρέχειν.‘ οὕτως μὲν ὁ Παῦλος, ὅτι δὲ ἀληθὴς ὁ λόγος ἐστὶ καὶ νῦν. τοιούτου τινὸς (ἀπείη!) συμβαίνοντος ἀνὰ τὴν πόλιν, οἱ τυχὸν ἐπικαίρως ἐξ αὐτῶν εὑρισκόμενοι βοῶντες τῇ πατρίῳ Ῥωμαίων φωνῇ
20‘omnes collegiati 〈concurrite〉,‘ οἷον εἰπεῖν, ‘πάντες ἑταῖροι συν‐ δράμετε.‘ 〈51〉 Τούτων οὕτως προαχθέντων, ἕκτον καὶ ἑπτακοσιοστὸν ἔτος τῇ πόλει ἐκεχωρήκει. Καῖσαρ δὲ μοναρχῶν πάσας μὲν ἀπέπαυσε τὰς ἀρχάς, τὴν δὲ τῶν ὅλων δύναμιν ἀρχῶν ἀνεζώσατο
25μόνος. καὶ τρισὶν ἐνιαυτοῖς διαρκέσας αὐτὸς μὲν ἐν τῇ βουλῇ κατεσφάγη, τὸ δὲ λοιπὸν Καῖσαρ ὁ νέος ἀδελφιδοῦς ἐκείνου,
μεθ’ ὃν τὸ κράτος εἰς τοὺς Καίσαρας περιέστη.80
Mag
.

82

(1t)

ΛΟΓΟΣ Β
2tΠΕΡῚ ΚΑΊΣΑΡΟΣ ΚΑῚ ΤΩ͂Ν ΚΑΊΣΑΡΟΣ ἘΠΙΣΉΜΩΝ
3 〈1〉 Οἱ τυραννίδα καθ’ ὅντινα οὖν καιρὸν τολμήσαντες οὐ μόνον τοὺς ἐν οἷς ἐγένοντο καιροῖς ἐλυμήναντο ἀλλὰ καὶ τοῖς
5μεταγενεστέροις πρὸς βλάβης ἐγένοντο, ζηλωτὰς κακῶν τοῖς ὑπηκόοις ἀπολιμπάνοντες. Μαρίου τοίνυν τυραννήσαντος καὶ ὑπουργήσαντος, Σύλλας ἀναστὰς ἀντετυράννησεν· αὐτῶν δὲ ἀλλή‐ λοις ἀντιφερομένων, ἡ Ῥωμαίων μεταίχμιον οὖσα τοῖς τυράννοις ἐσπαθίζετο πολιτεία. καὶ Μάριος μὲν ἐν προοιμίοις τῶν Σύλλου
10ἐκράτει δυνάμεων, τῆς δὲ Τύχης ἑκάτερον διαφθεῖραι σπουδα‐ ζούσης, νῦν μὲν ὁ Σύλλας, νῦν δὲ ὁ Μάριος ἐκράτει· πέρας δὲ ἑκατέροις ὄλεθρος. Μάριος μὲν γὰρ ἐλαττωθεὶς εἰς τεμάχη λεπτὰ πρὸς τοῦ Σύλλου κατετμήθη, Σύλλας δὲ μετὰ τὴν νίκην σκώλη‐ κας ἀναβλύσας καὶ ἕτερον οὐδὲν παρὰ τὴν Εὐτυχοῦς προση‐
15γορίαν ἐκ τῆς νίκης λαβὼν ἀπεφθάρη. περιόντι δὲ ἔτι τῷ Σύλλᾳ προσπελάσας ὁ Πομπήϊος ἐζήλου τε αὐτὸν καὶ γαμβρὸς ἐγένετο, Ἀντιστίαν τὴν ἐγγόνην αὐτοῦ πρὸς γάμον ἑλών, καὶ ὅλος ἦν ἐκείνου. νοσῶν δὲ Καῖσαρ ἐξ ἀρχῆς πρὸς Πομπήϊον, Ἰουλίας ἤδη τῆς αὐτοῦ θυγατρὸς τελευτησάσης, ἣν ἔτυχε πρὸς γάμον
20Πομπηΐῳ δούς, τὴν ἐναντίαν ἠσπάσατο καὶ Μάριον ἐτίμα καὶ τοῖς αὐτοῦ τρόποις ἀπήγετο. συγχέονται οὖν ἄμφω κατ’ ἀλλήλων ὡς εἰ κληρονόμοι τῶν τυράννων, ἔθνους μὲν παντὸς ὅσον ἦν πρὸς ἀνίσχοντα ἥλιον, Πομπηΐῳ, βαρβάρων δὲ πάντων ὅσοι πρὸς δύνοντα ἥλιον καὶ τὴν ἄρκτον ἐνέμοντο, τῷ Καίσαρι ἅμα
25τῷ στρατιωτικῷ συναιρομένων· καὶ δῆλα τὰ λοιπά. 〈2〉 Κρατεῖ δὲ τῶν ὅλων ὁ Καῖσαρ καὶ ἐπὶ τριακοσίοις αἰχμα‐ λώτοις θριαμβεύων βασιλεῦσιν ἀναβὰς εἰς τὴν Ῥώμην οὐ βασι‐ λέως (τί δ’ ἂν εἴη μεῖζον;) ἤ γ’ οὖν μονάρχου τινὸς ὑπέμεινεν ὑπελθεῖν προσηγορίαν, ἄλλην δέ τινα καὶ τῇ Τύχῃ ἠγνοημένην
30ἐζήτει τιμήν. ὡς γὰρ ἐκ τοῦ Καπιτωλίου μετὰ τὸν θρίαμβον
ἐπὶ τὴν βουλὴν ἐφέρετο, ἐκδραμόντος τινὸς τῶν ἐν τέλει τῆς82
Mag
.

84

στρατιᾶς καὶ στέφανον ἀγνοοῦντι περιθεμένου, λαβὼν αὐτὸς ἔρριψεν ἀγανακτῶν, ὡς ὕβριν ὑπομένειν ὑπολαβὼν εἰ βασιλεὺς χρηματίσοι ὁ τοσούτους βασιλέας εἰς δουλείαν ὑπαγαγὼν καὶ αὐτὴν δὲ τὴν Τύχην ἑλών. οὕτως ἐμφορηθεὶς ταῖς εὐπραγίαις
5ἠξίωσε μόλις θεός τε ἅμα καὶ ἀρχιερεὺς καὶ ὕπατος καὶ μόν‐ αρχος ἐς ἀεὶ καὶ Ῥωμαίων μὲν πρῶτος, ἐπίτροπος δὲ τῶν ἁπαν‐ ταχοῦ βασιλέων καὶ ἵππαρχος καὶ πατὴρ πατρίδος καὶ στρατηγὸς καὶ φύλαξ πόλεως καὶ πρῶτος δημάρχων χρηματίσαι, στολὴν ταῦτα πάντα σημαίνουσαν ὑποδύς. καὶ ὄνομα μὲν αὐτῇ τριουμ‐
10φάλια (οὐδὲ γὰρ ἦν εὔπορον οὕτω πολυσήμαντον ἐξευρεῖν τῇ στολῇ προσηγορίαν), χιτὼν δὲ ἦν, ἔνδον μὲν ἐκ πορφύρας, ἔξωθεν δὲ χρυσὸς ὅλος, ὥσπερ ἐλασθέντος διεστηκὼς τοῦ χρυσοῦ· καὶ λῶρος ἄνωθεν· οὕτω δὲ τὴν χρυσήλατον ἐπωμίδα Ῥωμαίοις ἀρέσκει καλεῖν. ταύτην τὴν στολὴν ἔθος ἐκράτησεν ἐξ ἐκείνου
15τοὺς Ῥωμαίων αὐτοκράτορας ἀμπέχεσθαι ὅταν ἐπὶ βασιλεῦσιν αἰχμαλώτοις θριαμβεύσωσιν· καὶ τοῦτο δῆλον ἐν ἡμῖν ἀπεδείχθη ὅτε Γελίμερα τῶν Βανδίλων καὶ Λιβύης βασιλέα πανεθνεὶ θεὸς αἰχμάλωτον τῇ καθ’ ἡμᾶς παρεστήσατο βασιλείᾳ. οὐδὲ γὰρ ἦν ὁμοσχήμονα τὸν νικητὴν πορφύραν περικειμένῳ γίνεσθαι τῷ
20κρατηθέντι. τοιούτοις τὸν Καίσαρα τῆς Τύχης ἐπὶ τριετῆ χρόνον διαπαιζούσης φρυάγμασιν, ἡ φύσις ἔπεισεν ἄνθρωπον εἶναι. 〈3〉 Ὀκταβιανὸς δὲ μετ’ αὐτόν, ἀδελφιδοῦς ἐξ Ἀτίας τοὔνομα τῆς ἀδελφῆς αὐτῷ γενόμενος καὶ θετὸς παῖς, διαδεξάμενος τὴν αὐτοκράτορα τιμήν, θεὸς μὲν δῆθεν εὐσεβῶς μετριάζων ὀνομά‐
25ζεσθαι παρῃτεῖτο, θεῖος δὲ μᾶλλον· καὶ τοῦτο πᾶσι τοῖς μετ’ αὐτὸν τὸ ἀξίωμα περιετέθη. τὸ μὲν γὰρ τῶν φύσει πεφυκότων ἐστίν, τὸ δὲ τῶν θέσει, τιμῆς ἢ μᾶλλον βλασφήμου κολακείας χάριν τοῖς βασιλεῦσι περιτιθέμενον. τοῖς δὲ ἐπισήμοις χρήσασθαι, οἷς Καῖσαρ ὁ μέγας, τέως οὐκ ἔσχεν· πρῶτον μέν, ὅτι κοινωνοὺς
30εἶχε τῆς ἀρχῆς Ἀντώνιον καὶ Λέπιδον, νέος δὲ ὢν κομιδῇ καὶ
τὴν λεγομένην παρὰ Ῥωμαίοις βοῦλλαν, οἷον εἰ ψῆφον, 〈φορῶν〉,84
Mag
.

86

τῆς Καίσαρος ἠξιοῦτο προσηγορίας. ὅθεν ἔτι καὶ νῦν τοῖς εἰς βασιλείαν προαγομένοις οὐ πρότερον τὰ ταύτης ἐπιτίθεται σύμ‐ βολα πρὶν στρεπτὸν τῷ τραχήλῳ περιθέντες αὐτῷ οἱ ἐν τέλει τῆς στρατιᾶς ἄξιον εἶναι τῆς βασιλείας ἀποφήνωσιν, Καίσαρα
5δεικνύντες αὐτὸν καθάπερ τὸν νέον Καίσαρα καὶ τῆς τοῦ πρώτου Καίσαρος ἄξιον τιμῆς τε καὶ προσηγορίας. ὥσπερ γὰρ Πέρσαις ἐστὶ νόμιμον τὸν ἐκ βασιλέως τεχθέντα προάγειν ἑαυτοῖς εἰς βασιλείαν, οὕτω Ῥωμαίοις τοῖς τὸ πάλαι μὴ τῷ τυχόντι ἀλλὰ μόνοις τοῖς ἐκ τῆς Καίσαρος σειρᾶς κατιοῦσιν ἐγχειρίζειν τὸ
10κράτος. μέσος οὖν ἦν ὁ νέος Καῖσαρ, μήτε τῆς ὅλης ἐπειλημ‐ μένος τοῦ κράτους τιμῆς διὰ τοὺς κοινωνοὺς τῆς ἀρχῆς, μήτε μὴν ἀμοιρῶν, τὸ δὲ πλέον ἔχων παρ’ ἐκείνοις διὰ τὸ Καίσαρος ἐπώνυμον, ὃ περιὼν ἔτι 〈ὁ〉 θεῖος αὐτῷ περιέθηκεν, διάδοχον ἑαυτοῦ καταλεῖψαι ψηφισάμενος. ὡς δὲ Λέπιδος μὲν ἐτελεύτα,
15Ἀντώνιος δὲ πρὸς Κλεοπάτραν ἔρρεψεν, Φουλβίαν τὴν ἀδελφὴν τοῦ νέου Καίσαρος συνοικοῦσαν αὐτῷ τὸ πρὶν ἀποπτύσας, Αἴγυπτόν τε εἷλε μετ’ Ἀντωνίου καὶ τοὺς ἐμφυλίους ἔπαυσε θορύβους τῆς Ῥώμης, ὀγκωθεὶς καὶ αὐτὸς θεός τε ἐχρημάτισεν ὁ ἄρτι μετριάζων καὶ ναοὺς ὡσιωμένους πρὸς τιμῆς αὐτῷ ἀπε‐
20δέξατο καὶ ἀρχιερέα ὡς εἰ θεὸς ἐπεμβόλιμος προεχειρίσατο, πρῶτον αὐτὸν τῶν ἱερέων τῶν τότε νομισθέντων θεῶν ἀποδείξας, ἐπισήμοις τε πᾶσιν ἐχρήσατο, οἷς ὁ πατήρ, καὶ στρατείαις καὶ τάξεσι καὶ δορυφόροις, ὅσοις ὁ Ῥωμύλος τε καὶ πάντες οἱ ἀπ’ αὐτοῦ μέχρι τούτων ἐχρήσαντο, μόνον τὸν ἵππαρχον εἰς ἔπαρχον
25μεταβαλών, ὀχήματι τιμήσας ὑπερηφάνῳ ἐξ ἀργύρου πεποιημένῳ, καὶ τάξιν πολιτικὴν ἀπονείμας αὐτῷ πειθαρχεῖν, Αὐγουσταλίους ἐξ αὐτοῦ καλέσας αὐτούς, περὶ ὧν ἐν τῷ περὶ τῆς τάξεως τῶν ὑπάρχων μικρὸν ὕστερον ἐροῦμεν. ἠπίως δὲ ὅμως ἐχρήσατο τοῖς ὑπηκόοις, ὥστε τοὺς Ῥωμαίους εἰπεῖν ἐπ’ αὐτῷ τῇ πατρίῳ
30φωνῇ· utinam nec natus nec mortuus fuisset. ἀπηύχοντο γὰρ
αὐτοῦ τὴν γένεσιν, ὅτι μόνος ἐστήριξε τὴν τῶν Καισάρων86
Mag
.

88

ἡγεμονίαν καὶ ὁμοίως τὴν τελευτὴν διὰ τὸ ἤπιον ἅμα καὶ τὸ τῶν ἐμφυλίων στάσεων ἀναιρετικόν· οὐδὲ γὰρ μετ’ αὐτὸν ἐμφύ‐ λιος ἀνήφθη πόλεμος. 〈4〉 Ἐχρῆτο δὲ στολῇ ἐπ’ εἰρήνης, οἷα ποντίφεξ, ἀντὶ τοῦ
5ἀρχιερεὺς γεφυραῖος, πορφυρᾷ, ποδήρει, ἱερατικῇ, χρυσῷ λε‐ λογχωμένῃ, ἀμφιβλήματι δὲ ὁμοίως πορφυρῷ, εἰς χρυσοῦς αὔλα‐ κας τελευτῶντι, τήν τε κεφαλὴν ἔσκεπε δι’ ἃς ἐν τῇ γραφείσῃ μοι Περὶ Μηνῶν πραγματείᾳ ἀποδέδωκα αἰτίας. ἐπὶ δὲ τῶν πολέμων παλουδαμέντοις· αἱ δέ εἰσι δίπλακες ἀπὸ κόκκου,
10πρωτείας μετάξης κλωστῆς, χρυσῇ περόνῃ λιθοκολλήτῳ ἀναρ‐ παζόμεναι τοῖς ὤμοις, 〈ἣν〉 ἡμεῖς μὲν φίβουλαν ὡς Ἰταλοὶ καλοῦμεν, κορνουκόπιον δὲ ἰδίᾳ πως ἐν τοῖς βασιλείοις ἔτι καὶ νῦν λέγουσιν· ἐν δὲ ταῖς εὐωχίαις λιμβοῖς (πορφυροῖ δέ εἰσι τρίβωνες ποδήρεις Μαιανδρίοις γραμμαῖς, ἐπὶ 〈δὲ〉 τῶν ὤμων
15χρυσοῖς τουβουλαμέντοις, οἷον εἰ σωληνωτοῖς, ὑφάσμασι διαλάμ‐ ποντες) καὶ παραγώδαις αὐριγάμμοις, ἀντὶ τοῦ χιτῶσι χρυσοῖς γαμματίσκοις ἀναλελογχωμένοις, ἀπὸ τῆς περὶ τοὺς πόδας ᾤας καὶ τελευτῆς τοῦ ἐσθήματος ἐξ ἑκατέρων τῶν πλαγίων εἰς γάμμα στοιχεῖον διαζωγραφοῦσι χρυσῷ τὸν χιτῶνα· ἐν δὲ τῇ βουλῇ
20χλαμύσι, πορφυραῖς μέν (πῶς γὰρ οὐχί;), πρὸς δὲ τὸ πέρας τῆς ποδήρους ᾤας γραμμαῖς τετραγώνοις δι’ ὄλου χρυσῷ κοσμου‐ μέναις (σηγμέντα αὐτὰς 〈οἱ〉 τῆς αὐλῆς καλοῦσιν, ἀντὶ τοῦ χρυσόσημα· τὸ δὲ πλῆθος ἐπὶ τῶν ἰδιωτικῶν χλαμύδων σημέντα) βραττεολάτοις καὶ γεμμάτοις καὶ λαγκιολάτοις, ἀντὶ τοῦ χρυσο‐
25πετάλοις διαλίθοις καὶ λογχωτοῖς, καὶ τοῖς λοιποῖς τῆς βασιλείας ἐπισήμοις, περὶ ὧν κατὰ λεπτὸν ἀφηγεῖσθαι περιττὸν ὑπολαμ‐ βάνων πάρειμι, τοῦ λόγου με τὸ λοιπὸν ἐπὶ τὴν ἀφήγησιν τῆς
ποτε πρώτης τῶν ἀρχῶν κατὰ τάξιν ἄγοντος.88
Mag
.

90

(1t)

ΠΕΡῚ ΤΗ͂Σ ἘΠΑΡΧΌΤΗΤΟΣ ΤΩ͂Ν ΠΡΑΙΤΩΡΊΩΝ
2 〈5〉 Τὸ μὲν περίβλεπτον τῆς ἀρχῆς καὶ μόνῳ τῷ σκήπτρῳ παραχωροῦν καὶ ἐξ αὐτῆς τῆς ἀμυδρᾶς σκιᾶς ἣν ἔτι καὶ μόνην δοκεῖ διασῴζειν ἱκανοῖς ἄν τις καταλάβοι γνωρίσμασιν· πέφυκε
5γὰρ τὰ τῶν πραγμάτων ὑπέροπτα καὶ ἐξ αὐτῆς καταλαμβάνεσθαι τῆς ἐλαττώσεως· δεινὸς δὲ ὁ χρόνος ἐκφαγεῖν τε καὶ ὑπεργάσα‐ σθαι τὰ γένεσιν ἅμα καὶ φθορὰν εἰληχότα. ἀλλ’ ἡ βασιλέως ἀρετὴ τοσαύτη τίς ἐστιν, ὥστε παλιγγενεσίαν δι’ αὐτοῦ τὰ πρὶν ἐξολωλότα καραδοκεῖν.
10 〈6〉 Οὕτως οὖν τῶν ἀρχῶν ὡς ἔφθην εἰπὼν ἄχρι τῆς Καίσαρος τοῦ πρώτου ἐπικρατείας προελθουσῶν, αὐτὸς μετὰ τῆς Τύχης· ἐπιστὰς τοῖς πράγμασι ξύμπαν ἐξηλλοίωσε τὸ πολίτευμα, ὑπάτοις μὲν μηδὲν παρὰ τὴν προσηγορίαν ἀπολιπών, εἰς μήνυμα τοῦ χρόνου δῆθεν· ὑφ’ ἑαυτῷ δὲ τάξας τὸν σύμπαντα στρατόν, δέδωκε
15τοῖς μετ’ αὐτὸν ἢ δι’ ἑαυτῶν (πλὴν εἰ μή γε τὸ τρυφᾶν προτιμῷεν) ἢ διὰ στρατηγῶν, ὧν ἂν θέλωσιν, ἢ δι’ ὑποστρατήγων, τῶν παρὰ Ῥωμαίοις λεγομένων ληγάτων, τοὺς ἐνισταμένους διερ‐ γάζεσθαι πολέμους, μόνῳ τῷ ἱππάρχῳ, ὃς ἦν αὐτῷ Λέπιδος μοναρχοῦντι, καταλείπων μετὰ μείζονος αὐθεντίας τὴν δύναμιν·
20ὃν μετ’ αὐτὸν Ὀκταβιανὸς Καῖσαρ, ὡς εἴρηται, ὕπαρχον ἑαυτῷ οὐ τῆς αὐλῆς μόνης ἀλλὰ μὴν καὶ στρατιᾶς ἁπάσης καὶ πολιτικῆς τάξεως, ἣν οὐκ εἶχε πρότερον, ἀναδείξας, ὡς βραχὺ παρατρα‐ πείσης τῆς λέξεως ἐξ ἀφυλάκτου συνηθείας, ἀντὶ ἱππάρχου ὕπαρχος προσηγορεύθη. καὶ ἐπὶ μὲν τῆς Ῥώμης (ἐφ’ ἧς καὶ
25μόνης τὴν αὐλὴν παλάτιον καλεῖσθαι νόμος) ὕπαρχος τοῦ Καί‐ σαρος ἐνόμιζεν, οἷον εἰ δεύτερος μετ’ ἐκεῖνον, ἐπὶ δὲ τῶν κάστρων (οὕτω δὲ τὰς ἐν πολέμῳ παρεμβολὰς Ῥωμαίοις ἔθος καλεῖν) πραίφεκτος πραιτωρίῳ, οἷον εἰ προεστηκὼς τοῦ πραιτωρίου· τὸ γὰρ στρατηγικὸν ἐπὶ ξένης κατάλυμα πραιτώριον ἐκείνοις
30ἔδοξεν ὀνομάζειν, κἂν εἰ τυχὸν αὐτὸν τὸν Καίσαρα αὐλίζεσθαι90
Mag
.

92

ἐπ’ ἐκείνου συμβαίνει. ηὗρον δὲ καὶ στερεὰν αἰτίαν ἧς ἕνεκα τῇ τοῦ ἐπάρχου προσηγορίᾳ καὶ τὸ τῶν πραιτωρίων προστίθεται γνώρισμα, ὡς εἶναι τὴν ἀρχὴν τῶν πρός τι καὶ μὴ δοκεῖν ἀσή‐ μαντον ἔχειν τὴν ἐξοχήν, συνώνυμον δὲ τῷ πολιάρχῳ, ὃν καὶ
5αὐτὸν ὕπαρχον ὀνομασθῆναι προδεδήλωται, πραίτωρα οὐρβανὸν τὸ πρὶν προσαγορευόμενον. Τράγκυλλος τοίνυν τοὺς τῶν Και‐ σάρων Βίους ἐν γράμμασιν ἀποτείνων Σεπτικίῳ, ὃς ἦν ὕπαρχος τῶν πραιτωριανῶν σπειρῶν ἐπὶ αὐτοῦ, πραίφεκτον αὐτὸν τῶν πραιτωριανῶν ταγμάτων καὶ φαλάγγων ἡγεμόνα τυγχάνειν
10ἐδήλωσεν. ὥστε οὐ μόνον ἄν τις λάβοι τὸν ὕπαρχον τῆς αὐλῆς, ἣν καὶ πραιτώριον πολλαχοῦ καλουμένην κατὰ τὸν ἑνικὸν ἀριθμὸν ἐδηλώσαμεν ἀλλὰ μὴν καὶ κατὰ τὸν πληθυντικὸν καλῶς ὠνο‐ μασμένον· οὐ μόνον γὰρ λέγεται πραίφεκτος πραιτωρίου 〈ἀλλὰ καὶ πραιτωρίων〉, οἷον εἰ ἡγεμὼν τῶν πραιτωριανῶν, ὑπακουο‐
15μένου ταγμάτων ἢ σπειρῶν ἢ στρατευμάτων ἢ δυνάμεων. 〈7〉 Αἰτίας μὲν οὖν ἄν τις τοιαύτας οὐκ ἔξω λόγου ἐπὶ τῆς προσηγορίας τῆς ἀρχῆς ἀποδοίη, ἥτις καθάπερ ὠκεανός τις τῶν πραγμάτων τῆς πολιτείας ἐστίν, ‘ἐξ ἧσπερ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα.‘ σπινθῆρες γάρ τινες ὥσπερ ἀφθάρτου πυρὸς
20αἱ λοιπαὶ τῆς πολιτείας ἀρχαὶ ἐκείνης, τῆς ἀληθῶς ἀρχῆς τῶν ἀρχῶν, δείκνυνται οὖσαι. οὐδὲ γὰρ εἶναι 〈ἂν〉 ἄνευ ἐκείνης δύναιντό ποτε, καθ’ ὃν δὲ 〈μηδὲ〉 αὐταὶ μηδὲ μὴν αἱ τελοῦσαι ὑπ’ αὐτὰς ὡς ἂν εἰ τάξεις τινὲς συνεστάναι δύναιντο, μὴ τὴν δαπάνην αὐταῖς τε καὶ τοῖς σὺν αὐτῶν ἡγουμένοις χορηγούσης
25τῆς ἐπαρχότητος. ὃν γὰρ τρόπον τις σκεῦος μέγιστον ἐξ ἀργυρίου
πεποιημένον οὐκ ἐξ ἑαυτοῦ ἀλλ’ ἐκ προγόνων ἔχει κεκτημένος,92
Mag
.

94

εἶτα πρὸς πενίαν ὑποσυρόμενος καταλύει μὲν τὸ σκεῦος, ὀλίγα φροντίσας ἰσχύος τε καὶ κάλλους, πολλὰ δὲ καὶ ἀσθενῆ ἐξ αὐτοῦ σκευΰφια κατασκευάζων πολὺν ἄργυρον ἐξ εὐτελείας ἢ μέγιστον ἐξ ἑνὸς καὶ ἀρχαῖον ἔχειν φαντάζεται· οὕτως, τῆς
5μεγίστης ἀρχῆς καταλυομένης, πολλαί τινες καὶ τάχα περιτταὶ ἀνέφυσαν ἀρχαί, μᾶλλον τῆς Τύχης ἀπαρεσθείσης τῷ ποιητῇ εἰπόντι ‘οὐκ ἀγαθὸν πολυκοιρανίη, εἷς κοίρανος ἔστω.‘ οἱ μὲν γὰρ λεγόμενοι στρατηλάται τὴν τῶν κομίτων ἔχουσιν ἐκ τῆς ἀρχαιότη‐ τος καὶ μόνην τιμήν (ταύτῃ καὶ κομιτιανοὺς τοὺς δευτεροστρα‐
10τηλατιανοὺς ἡ παλαιότης οἶδεν· κόμιτας δὲ τοὺς φίλους καὶ συνεκδήμους Ἰταλοὶ λέγουσι καὶ κομιτᾶτον ἁπλῶς τὴν βασιλέως συνοδίαν), ἡ δὲ τοῦ λεγομένου μαγίστρου φροντὶς ἀρχὴ μὲν οὐκ ἔστιν οὕτως ἐγκεκριμένη, μεγίστη δὲ ὅμως, καὶ ἐγγὺς τῆς ὑπάρχων ἀνίπταται τιμῆς τε καὶ δυνάμεως· περὶ ἧς πρὸς τῷ τέλει τῆσδε
15τῆς ἱστορίας ἐρῶ· δεῖ γὰρ αὐτὴν νεωτέραν οὖσαν μὴ ταῖς πρεσβυ‐ τέραις τῶν ἀρχῶν συναριθμεῖν, δοῦναι δὲ αὐτῇ χῶρον, ὃν ὁ χρόνος αὐτῇ παρεχώρησεν. 〈8〉 Ἐξῄρηται δὲ ὅμως καὶ πάσας ἀναβέβηκε τὰς ἀρχὰς ἡ ὕπατος τιμὴ καὶ τῇ μὲν δυνάμει τῆς ἐπαρχότητος μείων, τῇ δὲ
20τιμῇ μείζων. ἡ μὲν γὰρ τὴν ὅλην διέπει πολιτείαν, οἴκοθεν μὲν οὐδὲν παρέχουσα, τὸ δὲ δημόσιον διοικοῦσα· ἡ δὲ πλοῦτόν τε βαθὺν οἴκοθεν νιφάδων δίκην ἐξαυλακίζει τοῖς πολίταις καὶ τῷ χρόνῳ τὴν προσηγορίαν χαρίζεται κἀκ πλάνης ἀπαλλάττει τὰ συναλλάγματα, πολέμους μὲν τὸ λοιπὸν οὐκ ἀναδεχομένη,
25μήτηρ δὲ ὥσπερ τῆς Ῥωμαίων ἐλευθερίας τυγχάνουσα· ἐναντίως γὰρ ἔχει πρὸς τυραννίδα καί, κρατούσης ἐκείνης, οὐχ ὑφίστα‐ ται· τοιγαροῦν ἅμα Βροῦτος ὁ τῆς σωφροσύνης ἔκδικος καὶ τῆς ἐλευθερίας ὑπέρμαχος τὴν ὕπατον ἐξέλαμψε τιμήν, ἅμα
Ταρκύνιος ὁ τύραννος ἀπωλώλει. ὁ δὲ ἡμέτερος πατήρ τε ἅμα94
Mag
.

96

καὶ βασιλεὺς ἡμερώτατος ταῖς μὲν ἐπανορθώσεσι τῶν πραγμάτων καὶ δωρεαῖς τῶν ὑπηκόων ὕπατός ἐστιν ἐφ’ ὅσον ἐστίν, τῇ δὲ στολῇ γίνεται ὅταν κοσμεῖν τὴν τύχην ἐθελήσοι, βαθμὸν ἀνώ‐ τερον βασιλείας τὴν ὕπατον τιμὴν ὁριζόμενος.
5 〈9〉 Ὅτι δὲ κατὰ τὸ πρόσθεν εἰρημένον μόνῳ τῷ σκήπτρῳ ἀνέκαθεν ἡ ἀρχὴ παρεχώρησεν, τὴν ἴσην ἐκείνῳ λαχοῦσα τιμήν, ἄντικρυς ἐκ τῆς βασιλείας ἔστι λαβεῖν. συναγομένης γὰρ τῆς βουλῆς (πάλαι μὲν ἐν τοῖς καλουμένοις σενάτοις, οἷον εἰ γε‐ ρουσίαις, καθ’ ἡμᾶς 〈δ’〉 ἐπὶ τοῦ παλατίου), οἱ τῶν ἐκεῖ πρω‐
10τεύοντες στρατευμάτων, προϊόντες πορρωτέρω τῶν οἰκείων ἐδρῶν, ἀποδέχονται γονυπετεῖς τὴν ἐπαρχότητα· ἡ δὲ φιλήματος ἀξιοῖ προσιόντας αὐτοὺς εἰς θεραπείαν τοῦ στρατοῦ· καὶ αὐτὸς δὲ ὁ Καῖσαρ, οἷον εἰ τῶν Ῥωμαίων βασιλεύς, τῆς βασιλείας ἐκλείπων, πρόσεισιν ἐκ ποδὸς δι’ ἑαυτοῦ ἀποδεχόμενος τὸν
15ἄρχοντα· οὗ ἔνδον ἅμα αὐτοῦ γενομένου, φυλακὴ πᾶσα μηδεμίαν μετ’ αὐτὸν εἴσω γενέσθαι τῶν ἀρχῶν συγχωροῦσα, ἀλλ’ οὐδέ, διαλυθέντος τοῦ συλλόγου, πρὸ αὐτῆς ἀναχωρεῖν τινα τῶν ἐκ τῆς βουλῆς ἐπιτρέπουσα. καὶ τοῦτο ἐγκρατῶς ἐφυλάχθη ἄχρι τῶν Θεοδοσίου τοῦ Νέου καιρῶν, ὅς, ἐπεὶ νέος ἦν καὶ δι’ ἑαυτοῦ
20προϊὼν κατὰ τὸ συνειθισμένον τὴν τιμὴν προσφέρειν οὐκ ἴσχυε τῇ ἀρχῇ, εἰκόνα στήσας ὥρισεν ἀντ’ αὐτοῦ ἀποδέχεσθαι τὸν ὕπαρχον. καὶ τραπείσης τῆς ὀρθῆς ἐκφωνήσεως περσίκιον τὸ σκῆπτρον ὁ δῆμος καλεῖ, ὅτι πέρ ση κατὰ Ῥωμαίους τὸ ‘δι’ ἑαυτοῦ‘ λέγεται. ταύτης δὲ τῆς τιμῆς καὶ ὁ τῆς πόλεως φύλαξ
25ἀπολαύει διὰ τοῦ μείζονος ἄρχοντος τῇ ὁμωνυμίᾳ τῆς ἰσοτιμίας ἀξιωθείς. ξίφος δὲ διεζώννυτο ἀνέκαθεν ὁ ὕπαρχος, οἷα καὶ τῶν ὅπλων ἔχων τὴν δύναμιν· καὶ τοῦτο δυνατὸν αὐταῖς ὄψεσιν ἐπὶ τοῦ παρόντος εὑρεῖν εἴ γέ τις φιλάρχαιος ὢν ἐπὶ τὴν Καλχη‐
δόνα περαιωθεὶς τὴν Φιλίππου τοῦ ὑπάρχου εἰκόνα καταμάθοι.96
Mag
.

98

σῖκαν δὲ τὸ ὑποζώνιον ξίφος Ῥωμαῖοι καλοῦσιν, ἐξ οὗ σικαρίους τοὺς κρεουργούς, καὶ σικᾶτα τὴν ἐκ σαρκῶν εἰς λεπτὰ κα‐ τακοπεῖσαν ἐδωδήν. 〈10〉 Ἀλλ’ ‘ἀρχὴν ὅσσα λέλογχεν ἔχει τέλος,‘ τὸ ποιητικὸν
5εἰπεῖν. Κωνσταντίνου γὰρ μετὰ τῆς Τύχης τὴν Ῥώμην ἀπολι‐ πόντος καὶ τῶν δυνάμεων ὅσαι τὸν Ἴστρον ἐφρούρουν ἐπὶ τὴν κάτω Ἀσίαν ψήφῳ τοῦ βασιλέως διασπαρεισῶν, Σκυθίαν μὲν καὶ Μυσίαν καὶ τοὺς ἐξ ἐκείνων φόρους ἐζημιώθη τὸ δημόσιον, τῶν ὑπὲρ Ἴστρον βαρβάρων μηδενὸς ἀνθισταμένου κατατρε‐
10χόντων τὴν Εὐρώπην· τῶν δὲ πρὸς τὴν ἔω παρὰ τὸ πάλαι δασμοῖς οὐ μετρίοις βαρυνθέντων, ἀνάγκη γέγονε τὸν ὕπαρχον μηκέτι μὲν τῆς αὐλῆς καὶ τῶν ἐν ὅπλοις ἄρχειν δυνάμεων (τῆς μὲν τῷ λεγομένῳ μαγίστρῳ παραδοθείσης, τῶν δὲ τοῖς ἄρτι κα‐ τασταθεῖσι στρατηγοῖς ἐκτεθεισῶν), τὴν δὲ ἀνατολὴν πρὸς τῇ
15κάτω Ἀσίᾳ καὶ ὅσα ταύτης διοικοῦντα, τὸ λοιπὸν τῆς ἀνατολῆς χρηματίζειν ὕπαρχον. διεσύρη δὲ οὐδὲν 〈ἧττον θανατῶσα καθ’ ἑκάστην ἡ〉 τῆς ἀρχῆς δυναστεία ἄχρι τῶν Ἀρκαδίου, τοῦ πατρὸς Θεοδοσίου τοῦ Νέου, καιρῶν, ἐφ’ οὗ συμβέβηκεν Ῥουφῖνον τὸν ἐπίκλην ἀκόρεστον, ὃς ἦν ὕπαρχος αὐτῷ, τυραννίδα μελε‐
20τήσαντα τοῦ μὲν σκοποῦ ὑπὲρ λυσιτελείας τῶν κοινῶν ἐκπεσεῖν, εἰς βάραθρον δὲ τὴν ἀρχὴν καταρρῖψαι. αὐτίκα μὲν γὰρ ὁ βα‐ σιλεὺς τῆς ἐκ τῶν ὅπλων ἰσχύος ἀφαιρεῖται τὴν ἀρχήν, εἶτα τῆς τῶν λεγομένων φαβρικῶν, οἷον εἰ ὁπλοποιϊῶν, φροντίδος, τῆς τε τοῦ δημοσίου δρόμου καὶ πάσης ἑτέρας δι’ ὧν τὸ λε‐
25γόμενον συνέστη μαγιστέριον. ὡς δὲ δύσεργον ἦν ἀποτρέφειν μὲν τὸν ὕπαρχον ἀνὰ τὰς ἐπαρχίας τοὺς δημοσίους ἵππους καὶ τοὺς αὐτοῖς ἐφεστῶτας, ἑτέρους δὲ κεκτῆσθαι τὴν ἐπ’ αὐτοῖς ἐξουσίαν τε καὶ διοίκησιν, νόμος ἐτέθη θεσπίζων, ἀντέχεσθαι μὲν τὸν ὕπαρχον τῆς τοῦ δημοσίου δρόμου φροντίδος, τὸν πρῶτον
30μέντοι τῶν φρουμενταρίων (πρίγκιπα αὐτὸν σήμερον συμβαίνει98
Mag
.

100

〈καλεῖσθαι〉) παρεῖναι διὰ παντὸς τῷ δικαστηρίῳ τοῦ τῶν πραι‐ τωρίων ὑπάρχου καὶ πολυπραγμονεῖν καὶ τὰς αἰτίας ἐξερευνᾶν ὧν ἕνεκα πολλοὶ ποριζόμενοι παρὰ τῆς ἀρχῆς τὰ λεγόμενα συνθήματα τῷ δημοσίῳ κέχρηνται δρόμῳ (ταύτῃ καὶ κουριῶσος
5ὠνομάσθη, ἀντὶ τοῦ περίεργος· καὶ οὐκ αὐτὸς μόνος ἀλλὰ καὶ πάντες ὅσοι κἀν ταῖς ἐπαρχίαις τοῖς δημοσίοις ἐφεστήκασιν ἵπποις), προσυπογράφοντος τοῖς ἐπὶ τῶν δρόμων συνθήμασι καὶ τοῦ λεγομένου μαγίστρου. ὅτι δὲ οὕτως, αὐτῆς δυνατὸν ἀκοῦσαι τῆς διατάξεως ἐν μὲν τῷ πάλαι Θεοδοσιανῷ κειμένης, ἐν δὲ
10τῷ νεαρῷ παροφθείσης. 〈11〉 Οὕτως οὖν ὥσπερ δι’ ὑποβάθρων τινῶν καταφερομένης τῆς ἀρχῆς, τοὺς μὲν στρατιωτικοὺς καταλόγους ἔταξεν ἡ βασιλεία ὑπὸ τοῖς τότε καλουμένοις κόμισιν καὶ στρατηγοῖς, τὰς δὲ ἐν τῷ παλατίῳ τάξεις ὑπὸ τῷ πρωτεύοντι τῶν δυνάμεων τῆς αὐλῆς,
15περὶ οὗ πρὸς τέλος, ὡς ὑπεσχόμην, ἐρῶ, ὃν καὶ αὐτὸν ἄρχοντα οὐ μικρόν, καθάπερ τοὺς λεγομένους στρατηλάτας, αἱ τῆς ἐπαρ‐ χότητος ἐλαττώσεις ἀπετέλεσαν. τὰ γὰρ πολυτελῆ τῶν οἰκοδο‐ μημάτων καταλυόμενα πολλοῖς ἐπαρκεῖ πρὸς οἰκοδομήν. καὶ ἕως μὲν τοὺς βασιλέας ἐπεξιέναι δι’ ἑαυτῶν τοῖς πολέμοις συν‐
20έβαινεν, εἶχέ τινα ἡ ἀρχή, εἰ μὴ τοσαύτην, πλὴν ὑπὲρ πάσας τὰς ἄλλας ἰσχύν τε καὶ δύναμιν. ἐξ ὅτε δὲ Θεοδόσιος πρῶτος, τῆς τῶν οἰκείων παίδων ῥᾳστώνης προνοούμενος, νόμῳ δὲ τὴν ἀνδρίαν ἐχαλίνωσεν, κωλύσας δι’ ἐκείνους τὴν βασιλέως Ῥω‐ μαίων ἐπὶ πολέμους ὁρμήν, τὸ λοιπὸν τοῖς μὲν στρατηγοῖς τὰ
25τῶν πολέμων, τῷ δὲ μαγίστρῳ διοικεῖν τὰ τοῦ παλατίου γέγονε χώρα, ὡς μηδὲν ἕτερον ἔχειν τὴν ἐπαρχότητα ἢ μόνην τὴν ἐπὶ ταῖς δαπάναις φροντίδα, ἣν εἰκός ἐστι γίνεσθαι κατὰ τὸ ἀναγκαῖον περί τε τοὺς ἐξ αὐτῆς ἄρχοντας, ὡς ἔφην, καὶ περὶ ἐκείνους γε μήν, 〈ὧν〉 αὐτοὶ ἄρχειν ἐτάχθησαν.
30〈12〉 Εἰ δέ τις καὶ τοὺς ἐκ τῶν προρρήσεων στοχασμούς,
οὔς τινες καλοῦσι χρησμούς, ἐν ἀριθμῷ λόγων παραλαβεῖν ὑπο‐100
Mag
.

102

μένοι, πέρας ἔλαβε 〈τὰ〉 Φοντηΐῳ τῷ Ῥωμαίῳ ῥηθέντα ποτέ· ἐκεῖνος γὰρ στίχους τινας δοθέντας δῆθεν Ῥωμύλῳ ποτὲ πα‐ τρίοις ῥήμασιν ἀναφέρει τοὺς ἀναφανδὸν προλέγοντας, τότε Ῥωμαίους τὴν Τύχην ἀπολείψειν ὅταν αὐτοὶ τῆς πατρίου φωνῆς
5ἐπιλάθωνται. καὶ τὸν μὲν λεγόμενον χρησμὸν τοῖς Περὶ Μηνῶν γραφεῖσιν ἐντεθείκαμεν, πέρας δὲ μᾶλλον ἔσχε τὰ τοιαῦτα μαντεύματα. Κύρου γάρ τινος Αἰγυπτίου, ἐπὶ ποιητικῇ καὶ νῦν θαυμαζομένου, ἅμα τὴν πολίαρχον ἅμα τὴν τῶν πραιτωρίων ἐπαρχότητα διέποντος, καὶ μηδὲν παρὰ τὴν ποίησιν ἐπισταμένου,
10εἶτα παραβῆναι θαρρήσαντος τὴν παλαιὰν συνήθειαν καὶ τὰς ψήφους Ἑλλάδι φωνῇ προενεγκόντος, σὺν τῇ Ῥωμαίων φωνῇ καὶ τὴν Τύχην ἀπέβαλεν ἡ ἀρχή.
13tΠΕΡῚ ΤΩ͂Ν ἘΠΙΣΉΜΩΝ ΤΗ͂Σ ἘΠΑΡΧΌΤΗΤΟΣ
14tΤΩ͂Ν ΠΡΑΙΤΩΡΊΩΝ
15 〈13〉 Ὡς οὖν ἔφην, τοῦ μὲν ἱππάρχου πρὸς τοῦ Αὐγούστου ἐκ τῶν ἀρχῶν περιαιρεθέντος, τοῦ δὲ ὑπάρχου τῶν πραιτωρίων τὴν ἐκείνου δύναμιν διαδεξαμένου, εἰκὸς ὀγκωθῆναι πλέον τὴν ἀρχήν, τοῖς ὅπλοις προστεθείσης καὶ τῆς τῶν πολιτικῶν πραγ‐ μάτων διοικήσεως. οὐδὲν δὲ ἧττον ἴχνη τινὰ τῆς ἱππαρχίας παρ‐
20απέμεινεν αὐτῇ, μικρᾶς τινος παραλλαγῆς ἐμπεσούσης. μαν‐ δύην μὲν γὰρ ὁ ἔπαρχος περιεβάλλετο Κῷον (ἐπ’ ἐκείνης γὰρ τῆς νήσου καὶ μόνης ἡ βαθυτέρα βαφὴ τοῦ φοινικοῦ χρώματος τὸ πρὶν ἐπῃνεῖτο κατασκευαζομένη· 〈ἡ〉 γὰρ ἠρέμα πως ἐπὶ τὸ φλόγινον καὶ οὐ σφόδρα βαθὺ ἀναπτομένη πρὸς Παρθυαίων
25ἐξηύρηται· ὅθεν καὶ Παρθικὰ τὰ φλογοβαφῆ δέρματα συμβαίνει καλεῖσθαι)· ὁ δὲ μανδύης χλαμύδος εἶδός ἐστι τὸ παρὰ τῷ
πλήθει μαντίον λεγόμενον, μὴ πλέον ἄχρι γονάτων ἐξ ὤμων102
Mag
.

104

ἠρτημένον, σηγμέντων οὐκ ἐπιβαλλομένων τῷ μανδύῃ, τῶν 〈δ’〉 ἐν ἡμῖν λεγομένων ταβλίων, ἀντὶ τοῦ πτυχίων· ἐκείνων γὰρ ἐπιτιθεμένων οὐκ ἐξῆν ἑτέρῳ ἢ μόνῳ χρῆσθαι τῷ Καίσαρι. σηγμέντα δὲ τὰ χρυσόσημα Ῥωμαίοις 〈ἔθοσ〉 καλεῖν, ὡς προέφα‐
5μεν. τοιαύτη μὲν ἡ χλαμύς, παραγώδης δέ, χιτὼν καταπόρφυρος, καὶ ζωστὴρ ἐκ φοινικοῦ δέρματος, ἐφ’ ἑαυτὸν μὲν ἀνακεκολ‐ λημένος, ἐξ ἄκρων δὲ τῶν πλευρῶν εἰς λεπτὴν καταρραφὴν ἐσπουδασμένος, καὶ σεληνίσκον μὲν ἔχων τινὰ ἐξ εὐωνύμων, χρυσῷ πεποιημένον, ἐκ δὲ τῆς ἑτέρας γλωσσίδα τινὰ ἤ γ’ οὖν
10διάβλημα, χρυσοτελὲς καὶ αὐτό, εἰς βότρυος σχῆμα πεποιημένον, δι’ ἣν ἐν τῇ Περὶ Μηνῶν συγγραφῇ ἀποδεδώκαμεν αἰτίαν· ὅπερ διάβλημα ἀπὸ δεξιᾶς φερόμενον καὶ ἐπὶ τὸν σεληνίσκον βαλ‐ λόμενον διαζώννυσι τὸν περιτιθέμενον ἀσφαλῶς, περόνης καὶ αὐτῆς χρυσῆς ἐνδακνούσης τὸν ἱμάντα καὶ συναπτούσης τὸν
15βότρυν τῷ σεληνίσκῳ· φίβουλαν αὐτὴν πατρίως οἱ Ῥωμαῖοι καὶ βάλτεον τὸν ζωστῆρα λέγουσιν, τὴν δὲ ὅλην κατασκευὴν τοῦ περιζώματος οἱ Γάλλοι καρταμέραν, ἣν τὸ πλῆθος καρτά‐ λαμον ἐξ ἰδιωτείας ὀνομάζει. ὅτι δὲ οὐ Ῥωμαϊκὸν τουτὶ τὸ ῥημάτιον, μάρτυς ὁ Ῥωμαῖος Βάρρων ἐν βιβλίῳ πέμπτῳ Περὶ
20Ῥωμαϊκῆς Διαλέκτου, ἐν ᾧ διαρθροῦται ποία μέν τις λέξις ἐστὶν Αἰολική, ποία δὲ Γαλλική· καὶ ὅτι ἑτέρα μὲν ἡ Θούσκων, ἄλλη δὲ Ἐτρούσκων, ὧν συγχυθεισῶν ἡ νῦν κρατοῦσα τῶν Ῥωμαίων ἀπετελέσθη φωνή. 〈14〉 Τοιαύτη μὲν τῆς ἀρχῆς ἡ παρ’ αὐτοῖς καλουμένη πα‐
25ρατοῦρα, ἀντὶ τοῦ στολή, ὄχημα δὲ ὁποῖον ἴσμεν καὶ θῆκαι· οὕτω δὲ τὸ λεγόμενον τῷ πλήθει καλαμάριον ἐκεῖνοι λέγουσιν, ὅπερ ὄγκου καὶ μόνου χάριν εἰς τύπον τοιοῦτον χρυσήλατον
κατεσκεύαστο· ἑκατὸν ἔχειν χρυσίου λίτρας ὑπείληπται. ἕτερον104
Mag
.

106

δὲ ἐξ ἀργυρίου βαθὺ πρὸς ὑποδοχὴν κοινοῦ μέλανος ἐξυπη‐ ρετεῖται τῷ δικαστηρίῳ (καλλίκλιον αὐτό, οἷον εἰ κυαθίσκον, ἀπὸ τοῦ κάλυκος καλεῖσθαι νόμος) καὶ κάνθαρος, ὡς λεκάνη τις, ἐξ ἀργύρου ἐπὶ τρίποδος ἀργυραίου καὶ κρατὴρ ὑπὲρ τῶν
5τὰς ἐμπροθέσμους δίκας ἐν τῷ δικαστηρίῳ λεγόντων κείμενος· περὶ οὗ μακρηγορεῖν ἀηδὲς εἶναι κρίνων ἐξ ἀνάγκης ἀναλαβεῖν τὴν ἀφήγησιν συνωθοῦμαι, ἐκεῖνο προλέγων ὥς εἰσιν ἔτι καὶ νῦν πορθμίδες τρεῖς τῇ ἀρχῇ πρὸς τὰς ἀντιπόρθμους διαπεραιώ‐ σεις ἐκ τῆς βασιλίδος ἐπὶ τὰς γείτονας ἠπείρους. βάρκας αὐτάς,
10ἀντὶ τοῦ δρόμωνας, πατρίως ἐκάλεσαν οἱ παλαιότεροι καὶ κέλω‐ κας, οἷον ταχινάς, ὅτι κέλερ κατ’ αὐτοὺς ὁ ταχὺς λέγεται, καὶ σαρκιναρίας, ἀντὶ τοῦ ὁλκάδας, ὅτι σάρκινα κατ’ αὐτοὺς τὸ ἄχθος καλεῖται. τοιαῦτα μέν τινα καὶ ταῦτα. πρὸς δὲ τὸ προ‐ κείμενον ἐπανέλθωμεν.
15 〈15〉 Νόμος ἦν (καὶ γὰρ ἄρτι παρεφθάρη) τοὺς μὲν ἀπὸ ψήφων τῆς ἀρχῆς ἐπὶ τῶν ἐπαρχιῶν τὰς δίκας λέγοντας μετὰ ἔφεσιν αὖθις ἐπὶ τὴν ἀρχὴν ἐμπροθέσμως αὐτὰς κατὰ τὸν ἔκ‐ κλητον νόμον ἀναπέμπειν, τὰς δὲ ἐπὶ τῶν ἀρχαιοτικῶν δικα‐ στηρίων ἀπὸ ψήφων αὐτῶν ἐπὶ τὴν βασιλείαν· κἀκείνας μὲν
20καλεῖσθαι τεμποραλίας, ἀντὶ τοῦ ἐμπροθέσμους, ταύτας δὲ σάκρας, οἷον θείας, διὰ τό, ὡς ἔφην, πρὸς τὴν βασιλέως ἀκρόασιν μετ’ ἔκκλητον ἀναπέμπεσθαι. θαῦμα μέγιστον καὶ πανευδαί‐ μονος πολιτείας τεκμήριον· βασιλεὺς Ῥωμαίων ὑπέμενε χα‐ μαιζήλου δικαστοῦ λειτουργίαν ὑφίστασθαι καὶ κρίνειν πράγ‐
25ματα, ἴσως καὶ σφόδρα γλίσχρης ὑποθέσεως ἀνεχόμενος, καθάπερ ὁ ἡμερώτατος ἡμῶν βασιλεὺς διὰ τὴν περὶ τοὺς ὑπηκόους στοργήν, καίτοι τὰ πλεῖστα κατὰ πολεμίων ἀγρυπνῶν καὶ προ‐ κινδυνεύειν ἡμῶν διὰ σπουδῆς ἔχων. εἰ μὴ σφαλερωτέραν ἡμῖν τὴν εἰρήνην ὁ δῆμος θεηλάτοις διχονοίαις ἀναπτόμενος ἀπετέλει,
30ἧς ἕνεκα βαρυτέραν τὸ δημόσιον δαπάνην ὑφίσταται πρὸς
φυλακὴν τῆς εἰρήνης ἢ πρὸς ἀναχαιτισμὸν τῶν πολεμίων· ἔνθεν106
Mag
.

108

ἡ τῶν λεγομένων νόβων ἀναλωμάτων ἀφορμὴ καὶ στένωσις τῶν ἀναγκαίων. εἰ γὰρ τοὺς ἔμπροσθεν βεβασιλευκότας ῥᾳστώνη διέλυσεν, πῶς ἂν ἠρέμησεν οὗτος, ὕπνῳ μὲν μηδὲ ὅλως χαλώ‐ μενος, τροφῆς δὲ χάριν μηδὲ ἄρτου ξηροῦ πρὸς κόρον ἁπτό‐
5μενος; 〈16〉 Τῆς τοιαύτης οὖν συνηθείας ἤδη πρότερον εἰς τρυφὴν ἀναλυθείσης καὶ τῶν ἔμπροσθεν ἅμα τοῖς ὅπλοις καὶ αὐτὴν τὴν μέχρι λόγων φροντίδα τῶν κοινῶν ἀποπτυσάντων, νόμος ἐφοίτη‐ σεν, τὸν ὕπαρχον ἀκροάσασθαι τῶν σακρῶν διατυπῶν, πρᾶγμα
10καὶ μετὰ τὴν ἐναλλαγὴν ἀρκοῦν ἐπιδεῖξαι τὴν οὖσαν αὐτῷ τὸ πάλαι θειότητα. λευχείμων μὲν γὰρ ὁ ὕπαρχος ἐπὶ τοῦ βήματος, καὶ τάξις ἁρμοδία ὡσαύτως ἐσταλμένη μετ’ αὐτοῦ, καὶ αὐτοὶ δὲ οἱ τῶν δικῶν κύριοι λαμπροφανεῖς, καὶ σιγὴ κατασκέπουσα τὸ δικαστήριον, καὶ ῥητόρων οἱ διαφανέστατοι ἀξίας ἑορτῶν
15ἀμπεχόμενοι στολάς, καὶ ὁ τρίπους ἐν μέσῳ τοῦ ἀκροατηρίου, ἐξηρτημένου κατὰ μέσον τοῦ κανθάρου, καὶ κρατὴρ παρακεί‐ μενος, δι’ οὗ ποτε πληρούμενος ὁ κάνθαρος ὕδατος τοσοῦτον ἐδίδου καιρὸν τῷ τῆς δίκης τέρματι ἐφ’ ὅσον διά τινος γνώ‐ μονος τοῦ ἐνόντος αὐτῷ ὕδατος διηθουμένου ὁ κύαθος ἀπηλ‐
20λάττετο, καὶ ὁ λόγος τοῖς λέγουσιν ὅλως πρὸς θεῖον δικαστὴν ἀνυψούμενος. τούτων πάντων ἀπολομένων, οὐδὲ ἴχνος τὸ λοιπὸν ἀπέμεινε σεμνότητος τῷ δικαστηρίῳ, τῶν συνεδρευόντων μόνον ἐν παραβύστῳ μετὰ γέλωτος τῶν περιεστηκότων ὥσπερ ἐν μί‐ μοις τινῶν δῆθεν δικῶν ἀκροωμένων. καὶ τάξις οὐδεμία ἢ μήνυμα
25κατὰ τὸ πρόσθεν συνειθισμένον παραδηλοῦν τὸν χρόνον τῆς ἡμέρας· ὁ γὰρ τῆς τάξεως προεστηκώς (σουβαδιούβαν αὐτὸν ὠνόμασαν, οἷον εἰ ὑποβοηθόν), πραττούσης τῆς ἀρχῆς, ἑστὼς ἐπὶ κορυφῆς τῶν ὑπηρετουμένων τροχίσκους τινὰς οὐκ εὐτελεῖς ἐξ ἀργύρου πεποιημένους, γραφὰς τῶν ὡρῶν ἔχοντας τῆς ἡμέρας
30τοῖς Ἰταλῶν ἀριθμοῖς καὶ γράμμασιν, ἐμβριθῶς ἀφιεὶς ἐξαπίνης ἐπὶ τὸ ἔδαφος θρόον ἀπετέλει σεμνόν, παραδηλοῦντος τοῦ βαλ‐
λομένου τροχίσκου κατὰ τοῦ μαρμάρου τὴν τῆς ἡμέρας ὥραν.108
Mag
.

110

〈17〉 Καὶ τούτου τοῦ σεμνοῦ καὶ οὕτως ἀξιοπρεποῦς σχήματος ἀπολομένου, οἷα τῆς ἀρχῆς ἢ μηδ’ ὅλως ὁρωμένης ἐπὶ τοῦ βήματος ἢ κατὰ τοὺς νόμους τοῦ Καππαδόκου, περὶ οὗ ὕστερον ἐρῶ, ἐν κοιτῶνί τινι λανθανούσης, οὐδεὶς τὸ λοιπὸν ἀξιόλογος
5παρῆλθεν ἐπὶ τὴν τάξιν οὕτως ἀπερριμμένην καὶ μᾶλλον αἰσχύ‐ νην ἢ τιμήν τινα τῷ προσιόντι φέρουσαν. συγκατέπεσεν οὖν ἑαυτοῖς τὰ πράγματα καὶ προσευτελίσθη παρὰ πᾶσαν ἡ πρώτη καὶ ἀνίσχουσα τῶν ἀρχῶν, καθ’ ὅντινα οὖν καιρὸν ἐπὶ τὴν αὐλὴν εὐτελῶς ἑλκομένη, τὸ πρὶν μηδέποτε, μή τί γε πάσης τῆς βουλῆς
10προτρεχούσης ἐν τοῖς λεγομένοις σιλεντίοις ἐπὶ τῆς αὐλῆς φαι‐ νομένη, κατὰ τὸ πρόσθεν εἰρημένον τελευταία μὲν πασῶν εἰσιοῦσα τῶν ἀρχῶν, πρώτη δὲ προϊοῦσα, τῆς βασιλέως εἰκόνος ἀντ’ αὐτοῦ παραπεμπούσης αὐτήν· ἔνθεν τοῦ πρώτου τῶν λεγομένων σι‐ λεντιαρίων (ἀμισσιωνάλιος καλεῖται) ἐξ ἑωθινοῦ πρὸς τῆς βασι‐
15λείας πρὸς αὐτὴν στελλομένου καὶ γονυπετῶς προτρέποντος ἐπὶ τὴν αὐλὴν παρελθεῖν, ἡ δὲ μόγις καὶ ἀπαξιοῦσα τὸν σκυλμὸν ἐκινεῖτο. 〈18〉 Ὑπόλοιπον περὶ τῆς τάξεως κατὰ λεπτὸν ἀφηγήσασθαι, πόσοις τε καὶ ποίοις συμπληροῦται καταλόγοις, ἔθη τε καὶ
20νόμους ἀπαριθμήσασθαι. πέπεισμαι γὰρ ἤδη μηδὲ μνήμην τινὰ σῴζεσθαι τῶν ἄρτι διαπεσόντων, ἀπαιδεύτων οἷα καὶ μηδεμίαν πεῖραν δικαστηρίου παρειληφότων ἐπεμβαινόντων τοῖς ποτε μόγις πρὸς τῶν ἐμπειροτάτων καὶ πρὸς γῆρας ἤδη σεμνοφανὲς ἀφικο‐ μένων μετ’ εὐχῆς χειριζομένοις. νόμος γὰρ ἦν, οὐ ψιλὸς ἀλλ’
25ἐν γράμμασιν, μηδενὶ παντελῶς ἐπιτρέπων ἐπὶ τὸ τοῦ βοηθοῦ ἀναβαίνειν φρόντισμα πρὶν ἄν, γένους τε μετριότητι καὶ λόγων ἐλευθερίων παρασκευῇ κοσμούμενος καὶ ἔνατον ἐνιαυτὸν ἐπὶ
τῆς δέλτου διαπρέψας, δι’ ὅλης τε ἐλθὼν τῆς τῶν πραγμάτων110
Mag
.

112

πείρας καὶ τὴν ἀπὸ τῆς νεότητος τόλμαν εἰς ἐπιείκειαν μετα‐ βαλών, τιμῆς οὕτω σεμνῆς καὶ δύναμιν οὐ μικρὰν ἐχούσης καὶ κέρδος εἰς χιλίους ποτὲ συναγόμενον χρυσοῦς, ἄξιος εἶναι φανείη. 〈19〉 Ἀλλ’ ἴσως τῶν ἀναγνωσομένων οἱ νουνεχέστεροι οὐκ
5ἔξω λόγου καταδραμοῦνται φήσοντες ‘τί δέ ποτε περὶ τῶν ἐπισή‐ μων τῆς ἀρχῆς ὑποσχόμενος εἰπεῖν, μὴ καὶ βηξίλλων καὶ πε‐ λέκεων καὶ κλημάτων ἐμνημόνευσας, ταῦτα γὰρ ἦν τῷ ἱππάρχῳ τὸ πάλαι, ἀντ’ ἐκείνου δὲ 〈τὸν〉 τῶν πραιτωρίων ὕπαρχον ὁ πρῶτος τῶν βασιλέων, ἤ τοι Καισάρων, ἐχειροτόνησεν;‘ ἦν μὲν
10οὖν, φημί, καὶ ταῦτα γνωρίσματα τῶν πραιτωρίων ὑπάρχων ἄχρι Δομιτιανοῦ, αὐτὸς δὲ Φοῦσκον τοὔνομα τῆς ἀρχῆς προ‐ στησάμενος ἐγγὺς ὅλην τὴν τῆς ἱππαρχίας μνήμην ἀπήλειψεν, μὴ πέλεκυν, μὴ βήξιλλα μηδὲ τὰ λεγόμενα κλήματα καταλιπών. τὸ γὰρ ἐπὶ τοῦ παρόντος τῷ πρίγκιπι κλῆμα φερόμενον οὐδὲν
15ἕτερον παρὰ τὴν προσηγορίαν διασῴζει τῆς ἀρχαιότητος· πάλαι γὰρ καὶ νῦν δὲ παρὰ αὐτοῖς τῶν ὅπλων στρατεύμασιν ἐπιφέρεται ὁ τῶν λεγομένων βιάρχων πρῶτος ῥάβδον κλήματι ἐξ ἀργύρου πεποιημένῳ περιπεπλεγμένην πρὸς τιμῆς τοῦ ποτε τιμηθέντος Διονύσου, ὡς ἐν τοῖς Περὶ Μηνῶν ἀποχρώντως ἡμῖν ἀνενήνεκται.
20πέλεκυν δὲ μόνῳ τῷ ὑπάτῳ καὶ ταῖς ὑπατικαῖς ἀρχαῖς τῶν ἐπαρ‐ χιῶν καταλέλοιπεν ὁ χρόνος ἐναλλαγείς, ἴσως ἐρυθριάσας καὶ τούτου τοῦ γνωρίσματος τὴν ὕπατον ἀφελέσθαι τιμήν. βήξιλλα γὰρ αὐτὸς μόνος ὁ Καῖσαρ ἔχειν τὸ λοιπὸν γνωρίζεται· τίνα δὲ ταῦτα, ἐν τῷ Περὶ Μηνῶν ἐπεδείξαμεν. κενόδοξος γὰρ ὢν ὁ
25Δομιτιανὸς τοῖς νεωτερισμοῖς ἔχαιρεν· ἴδιον δὲ τυράννων ἀνα‐
τρέπειν τὰ πάλαι καθεστηκότα. ὅθεν οὐ μόνον τὴν ἐπαρχότητα112
Mag
.

114

τῶν πραιτωρίων τῆς οὔσης αὐτῇ τὸ πρὶν τιμῆς ἐζημίωσεν, ἀλλὰ μὴν καὶ τὴν πολίαρχον ἐξουσίαν, τό γε εἰς αὐτὸν ἧκον, διεσπά‐ θισεν, δύο πρὸς τοῖς δέκα ὑπάρχους πόλεως ἀνθ’ ἑνός, ὡς δὴ καθ’ ἕκαστον τμῆμα τῆς Ῥώμης, προχειρισάμενος.
5 〈20〉 Οὐκ ἦν δὲ καταγώγιον ὡρισμένον ἀνέκαθεν οὐδεμιᾷ τούτων τῶν ἀρχῶν, οὐκ ἐπὶ τῆς πρώτης, οὐκ ἐπὶ τῆς καθ’ ἡμᾶς βασιλίδος, ὡς ἐπὶ τοῦ παρόντος, ἀλλ’ ἐπὶ τῶν οἰκείων ἑδρῶν ὁ τὴν ἀρχὴν διέπων ἔπραττεν· καὶ τοῦτο ἄχρι τοῦ καθ’ ἡμᾶς Λέοντος διέμεινεν, ἐφ’ οὗ Κωνσταντῖνος τὴν ὕπαρχον ἔχων τι‐
10μήν, ἀνὴρ εὐπατρίδης, ἐκ Μαζάκης μὲν καὶ αὐτὸς ὁρμηθείς, ἀνάλογον δὲ τὴν ἀρετὴν τῇ κακίᾳ τοῦ πονηροῦ Καππαδόκου κεκτημένος, διὰ λόγων τε ἄριστα καὶ διαφερόντως τῶν παρ’ Ἰταλοῖς τότε μάλιστα τιμωμένων ἠγμένος, ἀγορὰν ἐδείματο διαπρεπεστάτην, Λέοντος αὐτὴν προσαγορεύσας, ἐν ᾗ καὶ τὴν
15προαγωγὴν ἐκείνου ψηφῖδι κατεγράψατο. ταύτην, ὡς εἶπον, αὐτὸς οἰκείοις ἀναλώμασι κατασκευάσας, οἷα γειτνιῶν τῷ χωρίῳ (καὶ Ῥούφῳ τῷ καθ’ ἡμᾶς πάππος γενόμενος), παρεχώρησεν τῇ ἀρχῇ δίαιταν εὐτελῆ καὶ σώφρονα πρὸς θεραπείαν τοῦ κατὰ καιρὸν τὴν ἀρχὴν ἐκδεχομένου, κατασκευάσας πρᾶγμα πάσης ἀποδοχῆς
20ἄξιον. ἡ πρώτη καὶ ἀνέχουσα τῶν ἀρχῶν, ἡ μόνῳ τῷ σκήπτρῳ παραχωροῦσα, ἐπὶ μικρᾶς 〈τότε ἔπραττε διαίτησ〉· οὕτως ἦν παρὰ τοῖς παλαιοτέροις τὰ τῆς τρυφῆς ἠμελημένα, οἳ μόνης ἀπέλαυον τῆς τῶν ὑποτελῶν εὐθυμίας. 〈21〉 Σέργιος δὲ ὕστερον, ἐκ τῶν δικανικῶν ῥητόρων ἀνὴρ
25σοφιστὴς καὶ διὰ τοὺς λόγους αἰδέσιμος Ἀναστασίῳ τῷ χρηστῷ, τὴν εἰρημένην δίαιταν ὑπερῴῳ φορτώσας καταγωγίῳ, τὸ μὲν σῶφρον ὑπερεῖδεν, μείζονα δὲ τρυφήν, τῆς ἀρχῆς ἤδη μαραι‐ νομένης, εἰσήγαγεν, οὐ προθεωρήσας (οὐδὲ γὰρ ἀνθρωπίνης φύσεως τὸ ἐσόμενον στοχάζεσθαι) φωλεὸν τῷ Καππαδόκῃ κα‐
30τασκευάζειν· τῷ γε μὴν βαλανείῳ τῆς διαίτης ἠρκέσθη, ἐπὶ
γ’ οὖν αὐτοῦ τιμήσας τὸ μέτριον. ὁ δὲ Καππαδόκης (τίς δὲ114
Mag
.

116

οὗτος, μικρὸν ὕστερον ἐρῶ), ἐνσκήψας τῇ ἀρχῇ, τὴν μὲν πα‐ λαιὰν καὶ οὕτω σεμνὴν τῆς ἀρχῆς δίαιταν ταῖς φάλαγξι τῶν θεραπόντων αὐτοῦ παρεχώρησεν. αὐτὸς δὲ ἐπὶ τῆς ὑπερῴας κατακοιταζόμενος, οὔρου καὶ ἀφόδου περισκοποῦντος τὸν κοι‐
5τῶνα, γυμνὸς ἐπὶ τῆς κλίνης ἐξεκέχυτο, πάντας τοὺς ἀπὸ τῆς τάξεως, ὡς εἰ πονηροὺς οἰκέτας, πρὸ τοῦ κοιτῶνος παραφυλάτ‐ τειν ἐγκελευόμενος, αὐτὸς δὲ τοὺς ἀρέσκοντας ἐπιλεγόμενος καὶ τοῖς θηριωδεστάτοις τῶν οἰκετῶν, βαρβάροις καὶ λύκοις ταῖς ψυχαῖς ἅμα καὶ ταῖς προσηγορίαις, πρὸς τιμωρίαν ἐκτι‐
10θέμενος. τρυφῶν οὖν ἐκτόπως, τὸ πάλαι βαλανεῖον εἰς ἔπαυλιν ὑποζυγίων μεταθέμενος, ταῖς ἀγέλαις τῶν ἵππων εἰς μέρος βραχὺ παρεχώρησεν· ἕτερον δὲ ἐπὶ τοῦ ἀέρος κρεμάσας βαλανεῖον καὶ τὴν φύσιν τῶν ὑδάτων εἰς ὕψος ἄτακτον ἀναρρεῖν συνωθήσας, ἐλούετο ἐν αὐτῷ οὕτως ὡς προτετραγῴδηται. εἶτα ἐκεῖθεν, 〈ἔνθα〉
15τά τε ἀέρος τά τε γῆς τά τε νηκτὰ πάντα μετὰ τῶν ἁπανταχόθεν οἴνων κατέπινε καὶ μυρίαις συνδιεφθείρετο μίξεσιν ἀδιακρίτοις, αὐτὸς ἐπὶ τῆς χλαμύδος θεριστρίῳ, ὡς εἰ κρηδέμνῳ, τὴν κεφαλὴν περιδεσμῶν καὶ τὰς τρίχας ἐνειλῶν τῇ καλύπτρῃ, ὡς Πομπηΐου παράσιτος κατὰ τὸν Πλούταρχον ἤ, τἀληθὲς εἰπεῖν, ὡς οἱ τῆς
20σκηνῆς ἄρχοντες, διεβαστάζετο ἐπὶ τὰς αὐλάς, ἃς αὐτὸς κα‐ τεσκεύασεν ἑαυτῷ· ὧν εἴ τις θέλοι τὴν ἀσωτίαν καὶ τὴν τῶν κτισμάτων διεξιέναι τῷ λόγῳ λαμπρότητα, Σεσώστριος ὁμοῦ καὶ Ἀμάσιος καὶ τῶν ἄλλων μαυσώλειά τε καὶ πυραμίδας καὶ τἆλλα ὅσων οἱ τὰς Αἰγυπτιακὰς ἀναγράψαντες ὑπερηφανίας μνημο‐
25νεύουσιν, μέτρια καὶ φιλοσοφοῦσι πρέποντα καταυλήματα λέγων οὐ σφαλήσεται. 〈22〉 Ὑπόλοιπόν ἐστι κατὰ τὸ πρόσθεν ἐπηγγελμένον περὶ τῆς τάξεως εἰπεῖν, ποία τέ τις ἦν ποτε παρὰ τῷ ἱππάρχῳ καὶ
ποία γέγονε μετ’ ἐκεῖνον ὑπὸ τῷ τῶν πραιτωρίων ὑπάρχῳ, περί116
Mag
.

118

τε τῶν ἐν αὐτῇ καταλόγων, προσηγοριῶν τε καὶ λειτουργιῶν, περί τε ἐθῶν καὶ συμβόλων καὶ τῶν ἐπὶ τοῖς συνταττομένοις χάρταις ῥημάτων καὶ ἁπλῶς ὅσα ἡμῶν ἄχρι τηρούμενα, τῆς ἀρχῆς ἐλαττωθείσης καὶ τῆς ὑπηρετουμένης αὐτῇ τάξεως συμπε‐
5σούσης, παραπόλωλεν, ὅπως μὴ 〈σὺν〉 τοῖς ἴχνεσι τῆς ἀρχαιότη‐ τος καὶ αὐτὴ ἡ τῶν ἀρετῶν μνήμη μή γ’ οὖν γράμμασιν ἀνα‐ φερομένη παντελῆ λάχῃ τὴν ἀναίρεσιν. τέως δὲ περὶ τῶν ὑπο‐ λοίπων τῆς πολιτείας ἀρχῶν καὶ τὸ δὴ πέρας ἴδιόν τινα περὶ τῆς τάξεως λόγον ἐκθήσομαι· οὐδὲ γὰρ εὐπρεπὲς ταῖς ἀρχαῖς
10τοὺς ἀρχομένους συναριθμεῖν.
11tΠΕΡῚ ΤΟΥ͂ ΛΕΓΟΜΈΝΟΥ ΜΑΓΊΣΤΡΟΥ ΤΩ͂Ν
12tΘΕΊΩΝ ὈΦΦΙΚΊΩΝ ἈΝΤῚ ΤΟΥ͂ ἌΡΧΟΝΤΟΣ
13tΤΩ͂Ν Α᾿ΥΛΙΚΩ͂Ν ΣΤΡΑΤΕΥΜΆΤΩΝ
14〈23〉 Πάντα τὰ ὄντα καὶ γίνεται καὶ ἔστι κατὰ τὴν τοῦ ἀγαθοῦ
15φύσιν· τὰ μὲν ὄντα, ὡς ἔστιν, τὰ δὲ γινόμενα, οὐκ ὄντα μὲν ἀεί, οὐδὲ ὡσαύτως ἔχοντα, διὰ δὲ τῆς γενέσεως ἐπὶ τὴν φθοράν, εἶτα ἐξ ἐκείνης ἐπὶ τὴν γένεσιν ἀναστρέφοντα, καὶ τῷ εἶναι μὲν ἀθάνατα, τῷ δὲ μεταβάλλεσθαι ἀλλοιότερα· εἰς ἑαυτὰ γὰρ ἀνα‐ χωροῦντα τῇ μὲν οὐσίᾳ ἐστίν, τῇ δὲ φθορᾷ γίνεται, τηρούσης
20αὐτὰ τῆς φύσεως παρ’ ἑαυτῇ προαγούσης τε αὖθις εἰς τοὐμφα‐ νὲς κατὰ τοὺς ὑπὸ τοῦ Δημιουργοῦ τεθέντας ὅρους. ταῦτά φησιν ὁ λόγος διὰ τὴν ἀρχέτυπον τῆς καθ’ ἡμᾶς πολιτείας ὄψιν, ἐφ’ ἧς ἴσμεν πρὸ πάσης ἀρχῆς τὴν τοῦ ἱππάρχου δύναμιν, ὡς εἴρη‐ ται, γενέσθαι· εἶτα ὡς ἀπαλιφεῖσα ἐκείνη τῷ χρόνῳ εἰς τὴν
25ὕπαρχον μετεφύη τιμήν. αὐτῆς δὲ τὸ πολίτευμα παραλαβούσης, αὖθις ἡ βασιλεία εἰς τὴν τοῦ ὑπάρχου περιέστη χρείαν· καὶ
προῆλθεν εἰς τὸ μέσον, μᾶλλον δὲ προηνέχθη ὑπὸ τῆς τῶν118
Mag
.

120

πραγμάτων φύσεως ἡ πρὶν ἀπαλιφεῖσα δι’ ἑτέρας προσηγορίας ἀρχή, κατὰ μηδὲν μὲν ἀποδέουσα τῆς οἰκείας ὑποστάσεως, μείζονι δὲ δυνάμει καὶ προσθήκῃ τῶν οὐκ ὄντων αὐτῇ τὸ πρὶν ὠχυρωμένη. 〈24〉 Καὶ μηδεὶς πρὸς τὸ καινὸν τῆς προσηγορίας ἀποπηδάτω·
5εἰ γὰρ ἀπίδοι ἐμμελῶς εἰς τὰ πράγματα, οὐδὲ αὐτὴν τὴν ἐπωνυ‐ μίαν τῆς ἀρχῆς διαφωνοῦσαν πρὸς ἑαυτὴν εὑρήσει. ὁ μὲν γὰρ ἵππαρχος παρῆν ἀεὶ τῷ ῥηγὶ ἢ τῷ μονάρχῳ, τῆς μὲν ἱππικῆς δυνάμεως ἡγούμενος, τῆς δὲ αὐλῆς πάσης προεστηκώς· ὥστε ὁ λεγόμενος κατὰ νεωτέραν προσηγορίαν μάγιστρος οὐδὲν ἕτερον
10ἢ ἵππαρχός ἐστιν· τῆς δὲ μεταβολῆς τοῦ ὀνόματος αἰτία ἡ τῆς πλείονος ἐξουσίας ἐπικράτεια γέγονεν. τὸ γὰρ μάγιστρος ὀφφικίων ὄνομα οὐδὲν ἢ τὸν ἡγούμενον τῶν αὐλικῶν καταλόγων σημαίνει, ὡς προέφαμεν, ἐν οἷς ἥ τε ἱππικὴ καὶ ἡ πεζομάχος δύναμις τῆς βασιλείας θεωρεῖται εἰς μυρίους συναγομένη πολεμιστάς. καὶ
15τοῦτο μὲν μόνον εἶχεν ὁ ἵππαρχος τὸ προνόμιον, ὁ δὲ μάγιστρος τὸ πλέον, τῆς βασιλείας εἰς τοσοῦτον ὕψος ἀνενεχθείσης. τότε μὲν γὰρ μόνην τὴν Ἰταλίαν ἐκέκτηντο Ῥωμαῖοι, νῦν δέ, θεοῦ προϊσταμένου, πᾶσαν ὁμοῦ γῆν τε καὶ θάλασσαν ἔχουσιν. 〈25〉 Καὶ ὅστις μὲν οὖν ὠνομάσθη τὴν ἀρχὴν μάγιστρος, οὐκ
20ἔχω λέγειν, τῆς ἱστορίας σιγώσης· οὐδὲ γὰρ πρὸ Μαρτινιανοῦ, ὃς ἦν ὑπὸ Λικινίῳ μάγιστρος, ἄλλου τινὸς προσηγορίαν ἡ ἱστορία παραδίδωσιν. αὐτοῦ δὲ τούτου ὑπὸ Λικινίῳ, ὁ Κωνσταντῖνος, τὴν ὅλην τῆς βασιλείας μόνος κατασχὼν ἐξουσίαν, Παλλάδιον μάγιστρον τῆς αὐλῆς ἐχειροτόνησεν, ἄνδρα συνετὸν καὶ Πέρσας
25Ῥωμαίοις πρότερον καὶ Μαξιμιανῷ τῷ Γαλερίῳ διὰ πρεσβείας φιλώσαντα. τοῖς δὲ ἱμειρομένοις τοὺς ἐφ’ ἑξῆς μὴ ἀγνοῆσαι μαγίστρους ἄχρις ἡμῶν ἀρκέσει πρὸς διδασκαλίαν Πέτρος ὁ πάντα μεγαλόφρων καὶ τῆς καθ’ ὅλου ἱστορίας ἀσφαλὴς δι‐ δάσκαλος, δι’ ὧν αὐτὸς ἐπὶ τοῦ λεγομένου μαγιστερίου ἀνεγρά‐
30ψατο.120
Mag
.

122

〈26〉 Προῆλθεν οὖν ἡ δύναμις ἐπὶ πλέον τῆς ἀρχῆς· οὐ μόνον γὰρ τὰς τῶν ἐθνῶν πρεσβείας ὑφ’ ἑαυτῷ τελούσας ὁ μάγιστρος ἔχειν πιστεύεται, τόν τε δημόσιον δρόμον καὶ πλῆθος ἐμβριθὲς τῶν πάλαι μὲν φρουμενταρίων, νῦν δὲ μαγιστριανῶν, τήν τε τῶν
5ὅπλων κατασκευὴν καὶ ἐξουσίαν, ἀλλ’ ἔτι καὶ τὴν τῶν πολιτικῶν πραγμάτων. καὶ διαφερόντως Πέτρος οὗτος, ὁ πολύς, ὁ μηδενὶ ταῖς ἀρεταῖς κατὰ μηδὲν δεύτερος. διασῴζει μὲν γὰρ καὶ φρουρεῖ τὴν αὐλὴν καὶ τὴν Ῥωμαϊκὴν οὐκ ἀποπτύει μεγαλειότητα, ἣν ἐγγὺς ἀπολομένην ἀβελτερίᾳ τῶν πρὸ αὐτοῦ, οἷα σοφὸς καὶ διὰ
10παντὸς τοῖς βιβλίοις προσανέχων, ἀποκαθίστησιν· τοὺς δὲ νόμους εἰδὼς εἴπερ τις ἄλλος, οἷς ἐξ ἁπαλῶν ὀνύχων ἐνετράφη, συνη‐ γορῶν τοῖς δεομένοις, ἄρχων τε μέγιστος καὶ ἀξίαν ὀφρὺν τῆς ἐξουσίας ἀνατείνων ἐδείχθη καὶ δικαστὴς ὀξὺς καὶ τὸ δίκαιον κρίνειν εἰλικρινῶς ἐπιστάμενος, κατὰ μηδὲν αὐτὸν ὑπτιαζούσης
15τῆς τύχης. πρᾶος μὲν γάρ ἐστι καὶ μειλίχιος, ἀλλ’ οὐκ εὐχερὴς οὐδὲ πρὸς τὰς αἰτήσεις ἔξω τοῦ νόμου καμπτόμενος, ἀσφαλὴς δὲ ὁμοῦ καὶ προβλέπων τὰς ὁρμὰς τῶν προσιόντων, μηδένα καιρὸν ταῖς ῥᾳθυμίαις παραχωρῶν, τὴν μὲν νύκτα τοῖς βιβλίοις, τὴν δὲ ἡμέραν τοῖς πράγμασιν ἐγκείμενος, μηδὲ αὐτὴν τὴν μέχρι
20τῆς αὐλῆς ἐκ τῆς οἰκίας ἐν ὁμιλίαις διασυρίζων ἁπλῶς, ζητήμασι δὲ λογικοῖς καὶ ἀφηγήσεσι πραγμάτων ἀρχαιοτέρων μετὰ τῶν περὶ ταῦτα σχολαζόντων εἰλούμενος. καὶ καιρὸς οὐδεὶς αὐτῷ διδαγμάτων ἐστὶν ἀμέριμνος, ὡς τοὺς τῶν λόγων ἐξηγητὰς δε‐ διέναι τὴν πρὸς αὐτὸν ἐντυχίαν· πράγμασι γὰρ αὐτοὺς καὶ στρο‐
25φαῖς περιβάλλει μετρίως ὑπελέγχων ὡς λέγοιντο μόνον, οὐκ εἰσὶ δὲ τοιοῦτοι ὁποίους αὐτοὺς ἡ φήμη διαθρυλεῖ. ἐμοὶ δὲ μάλιστα σκοτοδινίας οὐ μικρὰς ἀνακινεῖ ἡ πρὸς αὐτὸν συνήθεια. χαίρω γὰρ αὐτῷ, ὅτι καλὸς ἅμα καὶ ἐλεύθερος καὶ τύφου καὶ κορύζης ἐκτός, ἀστεῖός τε καὶ κοινός· ἀλλ’ ἐφίησί μοι, ὡς εἴρηται
30δή, φροντίδας οὐ μικράς, μηδὲν ὧν ἐπίστασθαι δοκῶ προτείνων122
Mag
.

124

εἰς ζήτησιν, τὰ δὲ παντελῶς ἠγνοημένα παρεισάγων, ὥστε με τὰς πασῶν ἰσχυροτάτας εὐχὰς μελετᾶν, μηδεμίαν αὐτὸν ἄβατον ἐμοί, ὥσπερ εἴωθεν, ἐπιρροιζῆσαι θεωρίαν.
4tΠΕΡῚ ΤΟΥ͂ ἘΠΆΡΧΟΥ ΣΚΥΘΊΑΣ ΚΑῚ ΤΟΥ͂
5tἸΟΥΣΤΙΝΙΑΝΟΥ͂ ΠΡΑΊΤΩΡΟΣ ΚΑῚ ΤΟΥ͂ ΚΥΑΙΣΊΤΩΡΟΣ
6 〈27〉 Τοσούτων ἀρχόντων τῶν ἐπὶ τῆς Ῥώμης τῷ νόμῳ γνωριζομένων μνήμην ἡ καθ’ ὅλου ἱστορία ἐκ προοιμίων ποιεῖται τῆς Ῥωμαϊκῆς πολιτείας ἄχρι τῆς Ἀναστασίου τοῦ βασιλέως τελευτῆς. κόμιτα γὰρ λαργιτιώνων, 〈ὃν〉 Ἰταλοὶ λέγουσιν, ἀντὶ
10τοῦ προεστῶτα τῶν τῆς βασιλείας θησαυρῶν, καὶ κόμιτα πριουά‐ των, ἀντὶ τοῦ τῶν ἰδίᾳ πως τοῖς βασιλεῦσι προσηκόντων, οὐκ ἄν τις ἐν ἀρχόντων ἀριθμήσειέ ποτε καταλόγῳ, θεραπόντων δέ· 〈οὐ μὲν γὰρ〉 προαγωγῆς ἄρχουσι πρεπούσης ἀξιοῦνται, κατὰ δὲ τὸ δοκοῦν τῇ βασιλείᾳ πρόσφατον ἔχουσι καὶ λανθά‐
15νουσαν τὴν γένεσιν, ὥσπερ ὁ λεγόμενος πατριμώνιος, ἀντὶ τοῦ φύλαξ τῆς ἰδίᾳ πως ἀνηκούσης τῷ βασιλεῖ καὶ τυχὸν ἐκ προ‐ γόνων περιουσίας, ὃν καὶ αὐτὸν οὐ πρὶν ἀριθμούμενον Ἀναστάσιος ὁ πάντα ἔμφρων ἀνεστήσατο, διάκρισιν, ὥσπερ εἰώθει, περινοῶν τοῖς πράγμασιν ὅπως μὴ συγχύσει κάμνοιεν.
20 〈28〉 Μετ’ ἐκεῖνον δέ, Ἰουστίνου ἐν ἡσυχίᾳ βιοῦντος καὶ μηδὲν νεώτερον ἐξευρόντος, ὁ μετὰ ταῦτα, ἀδελφιδοῦς αὐτῷ γενόμενος, πᾶν ὅ τι χρήσιμον περιποιεῖν τοῖς κοινοῖς ἐπειγό‐ μενος, ὅλην τε τὴν ὀφρὺν τῆς ἀρχαίας ὄψεως ἀνακαλούμενος, πρῶτον μὲν ἐξεῦρε τὸν λεγόμενον τῆς Σκυθίας ὕπαρχον. σοφὸς
25γὰρ ὢν καὶ διὰ τῶν βιβλίων εὑρὼν ὡς εὐδαίμων μὲν ἡ χώρα124
Mag
.

126

τοῖς χρήμασιν, ἰσχυρὰ δὲ τοῖς ὅπλοις ἐστί τε νῦν καὶ πάλαι γέγονεν (〈ἣν〉 πρῶτος ἑλὼν σὺν Δεκεβάλῳ τῶν Γετῶν ἡγησα‐ μένῳ Τραϊανὸς ὁ πολὺς πεντακοσίας μυριάδας χρυσίου λιτρῶν, διπλασίας δὲ ἀργύρου, ἐκπωμάτων ἄνευ καὶ σκευῶν τιμῆς ὅρον
5ἐκβεβηκότων ἀγελῶν τε καὶ ὅπλων καὶ ἀνδρῶν μαχιμωτάτων ὑπὲρ πεντήκοντα μυριάδας σὺν τοῖς ὅπλοις Ῥωμαίοις εἰσήγαγεν, ὡς ὁ Κρίτων παρὼν τῷ πολέμῳ διϊσχυρίσατο) συνεῖδεν, αὐτὸς κατὰ μηδὲν Τραϊανῷ παραχωρῶν, περισῶσαι Ῥωμαίοις ἤδη ποτὲ ἀφηνιάζουσαν τὴν βορείαν. καὶ θαυμαστὸν οὐδὲν εἰ πάντα κατ’
10εὐχὰς προῆλθεν αὐτῷ· οὐδὲ γὰρ Τραϊανὸν τοῖς ὅπλοις ἐζήλωσε μόνον, ἀλλ’ αὐτὸν Αὔγουστον τῇ περὶ θεὸν εὐσεβείᾳ καὶ τρόπων μετριότητι, καὶ Τίτον τῇ καλοκἀγαθίᾳ, Μάρκον δὲ τῇ συνέσει παρώθησεν. 〈29〉 Ὡς ἔφθην εἰπών, προάγει τοίνυν ἔπαρχον ἐπόπτην τῶν
15Σκυθικῶν δυνάμεων, ἀφορίσας αὐτῷ ἐπαρχίας τρεῖς τὰς πασῶν ἐγγὺς εὐπορωτάτας· Κεραστίδα (τὴν καθ’ ἡμᾶς Κύπρον, ἀπὸ Κύπριδος κατὰ τὸν μῦθον τιμηθείσης ἐν αὐτῇ μεταβαλοῦσαν τὴν προσηγορίαν) Καρίαν τε ὅλην σὺν ταῖς Ἰωνίσι νήσοις· ἃς ἄρτι τελούσας ὑπὸ τὴν πρώτην τῶν ἀρχῶν, ὥσπερ τὰς ἄλλας
20ἁπάσας, συνεῖδεν ὁ βασιλεὺς χωρισθείσας αὐτῆς τελεῖν ὑπὸ 〈τῷ〉 Σκυθίας ἐπάρχῳ καὶ φόρον ἴδιον ἀπένειμε πρὸς δικαστή‐ ριον καὶ τάξιν ὅλην, ὡς εἰ σπινθῆρά τινα τῶν ἐν Λιπάρῃ κρα‐ τήρων ἀνάψας ἐκ τῆς ἐπαρχότητος, πολλὰ καθ’ ὁμαλοῦ χρηστὰ τοῖς κοινοῖς τεχνησάμενος. τήν τε γὰρ μεγίστην καὶ δευτέραν
25ἐξουσίαν αὐτὸς καὶ μόνος οὐ μετρίων ἐκούφισε πόνων, διελὼν τὰς φροντίδας τῶν πραγμάτων ἄρχουσι πολλοῖς· ἀλλὰ καὶ αὐτοῖς εὐχειρίστους κατέστησε τὰς ἀρχὰς καὶ τοῖς φιλοπράγμοσι τὴν λύσσαν ἐμέτρησεν. γλίσχρον δὲ νομίσας 〈εἰ〉 μὴ καὶ τὴν πο‐
λιαρχίαν ἀπαλλάξῃ μοχθημάτων οὐ μικρῶν (καὶ τοῦτο τὸν Τίτον126
Mag
.

128

ἐκμιμούμενος), τὸν οὐρβανὸν πραίτωρα τοῖς ἄρχουσι παρεισή‐ γαγεν, ἀρκεῖν οἰόμενος τῷ πολιάρχῳ τὴν πάντα σοβοῦσαν τῷ δήμῳ διχόνοιαν, καὶ μετ’ αὐτοὺς (μᾶλλον δὲ πρὸ αὐτῶν κατὰ τὴν ἀρχαιότητα, ὡς προέφαμεν) τὸν λεγόμενον κυαισίτωρα, ἀντὶ
5〈τοῦ〉 τῶν βιωτικῶν ἐγκλημάτων ἐρευνάδα σεμνότατον.
6tΠΕΡῚ ΤΟΥ͂ ΚΩΝΣΤΑΝΤΙΑΝΟΥ͂ ΚΑῚ ἸΟΥΣΤΙΝΙΑΝΟΥ͂
7tΠΡΑΊΤΩΡΟΣ ΚΑῚ ΤΟΥ͂ ΜΑΓΊΣΤΡΟΥ ΤΩ͂Ν ΚΉΝΣΩΝ
8 〈30〉 Ὥσπερ ἀρχέτυπον εἶδος ἡ μονάς, παράδειγμα δὲ μονάδος ἕν, οὕτως ἐν προοιμίοις ἡ καθ’ ἡμᾶς εὐδαίμων πόλις τῆς τότε
10πᾶσαν ὑπεροχὴν ἐκβεβηκυίας Ῥώμης ἐνομίσθη. ὅθεν ὁ Κων‐ σταντῖνος οὐδαμοῦ πρὸ τῆς ἐπ’ αὐτῇ κωνσεκρατίωνος (οὕτω δὲ τὴν ἀποθέωσιν Ῥωμαῖοι προσαγορεύουσιν) Ῥώμην νέαν δεί‐ κνυται καλῶν, κάστρα δὲ καὶ αὐτὴν ἴσα ταῖς ἄλλαις τῶν χωρῶν· καὶ τούτων ἄν τις ἐπιστήσεται τοῖς ἐλέγχοις εἰ ταῖς Διαλέξεσι
15Κωνσταντίνου, ἃς αὐτὸς οἰκείᾳ φωνῇ γράψας ἀπολέλοιπεν, ἐν‐ τεύξηται. εἰκόνα τοίνυν καὶ στοχασμὸν ἀμυδροῦ παραδείγματος εἶναι κρίνων αὐτὴν πρὸς ἐκείνην, δύο πραίτωρσιν ἀρκεσθῆναι συνεῖδε διὰ τὸ τῶν οἰκητόρων μέτριον καὶ τῶν πραγμάτων σμι‐ κρόν. ἐκ τῆς φάλαγγος οὖν τῶν ἐν τῇ Ῥώμῃ πραιτώρων τὸν
20τουτηλάριον 〈καὶ τὸν φιδεϊκομμισσάριον〉 προχειρίζεται, τὸν μὲν Κωνσταντιανόν, τὸν δὲ μάγιστρον τοῦ κήνσου ἐπιφημίσας, οἷον εἰ ἄρχοντα τῶν ἀρχετύπων συμβολαίων, ὅτι κῆνσον μὲν τὴν ἀπογραφὴν τῶν ἀρχαίων, ῥέγεστα δὲ 〈τῶν πραττομένων〉 λέ‐ γουσιν· καὶ σκρίβαν μὲν ἐκείνῳ, ἀντὶ τοῦ ὑπογραφέα, κηνσουάλης
25δὲ τούτῳ, ἀντὶ τοῦ ἀρχαιοφύλακας, ὑπηρετεῖσθαι διώρισεν. τῆς128
Mag
.

130

δὲ ἡμετέρας Ῥώμης καὶ Νεμέσεως ἔξω καὶ τὴν πρώτην τῆς δυνάμεως ἀποκρυπτούσης, συνεῖδεν ὁ κράτιστος καὶ τῆς τοῦ οὐρβανοῦ πραίτωρος δεῖσθαι παρόδου. προάγει τοίνυν αὐτὸν τῇ οἰκείᾳ σεμνύνων προσηγορίᾳ ἅμα τῶν τοῦ δήμου παραπτω‐
5μάτων ἁψόμενον, ἅμα τὴν πολιαρχίαν φροντίδων ἀμετρίας ἐπι‐
κουφίσας ἐμφρόνως.130
Mag
.

132

(1t)

ΛΟΓΟΣ Γ
2 〈1〉 Τοῦ νόμου τῆς ἱστορίας, ὡς οἶμαι, τηρηθέντος καί, τὸ πρόσθεν ἐπηγγελμένον, τῶν πολιτικῶν ἀρχῶν διὰ τοῦ λόγου παρελθουσῶν, ἐπῆλθεν ἐμοὶ ἴδιόν τινα καὶ μονήρη λόγον περὶ
5τῆς μεγίστης τάξεως τῆς πρώτης τῶν ἀρχῶν ὑποθεῖναι τῇ ἱστορίᾳ, δι’ οὗ ἄν τις ἀμυδρῶς ἐσοπτρίσοιτο τὴν πάλαι κρατήσασαν ἐν αὐτῇ λαμπρότητά τε καὶ εὐταξίαν· ἣν ἐγγὺς ἀπολομένην ὁ γενναῖος ἡμῶν βασιλεὺς οὐκ εἴασε παντελῶς ἀποσβεσθῆναι, συνέχει δὲ ὥσπερ καὶ σφίγγει διαρρέουσαν τῷ χρόνῳ τὴν ἀρ‐
10χαιότητα. καὶ μεῖζον μέν ἐστι δι’ αὐτοῦ ἤπερ ἄρτι καθεστήκει τὸ πολίτευμα, Λιβύης ἡμῖν ἀποδοθείσης (οὐ μικρὸν δὲ τὸ κτῆμα, τῆς δὲ Εὐρώπης τὸ πλεῖστον· κοινωνεῖ γὰρ αὐτῇ τοῦ ζεφύρου, καθ’ ὃ τὸν εὖρον ὅλον δίδωσιν ἡ Ἀσία καὶ μόνη), καὶ αὐτῆς δὲ Ῥώμης, τῆς τῶν πραγμάτων μητρός, ἀπαλλαγείσης ἱδρῶτι
15τῆς βασιλείας δεσμῶν καὶ βαρβαρικῆς ἐξουσίας, πάντα δὲ ὅσα ἦν ποτε τῆς πολιτείας γνωρίσματα μετὰ κρείττονος ἀποσῴζεται δυναστείας· οἵ τε νόμοι θορύβων καὶ πολυφόρτου συγχύσεως ἀπηλλάγησαν καὶ προφανές ἐστι τὸ δίκαιον καὶ μεταμέλει τοῖς φιλοδίκοις τὸ πρὶν ἐναγρυπνῆσαι ταῖς φιλονεικίαις, μάχης οὐδε‐
20μιᾶς τὸ λοιπὸν διὰ τῆς τῶν νόμων καθαρότητος ὑπολιμπανο‐ μένης. καὶ κρείττων μὲν ἡ βασιλέως ἀρετὴ ἐπαίνου παντός· ἐμοὶ δὲ καὶ καιρὸς ἐπὶ τὸν σκοπὸν διαβῆναι τῷ λόγῳ. 〈2〉 Ἡ τοίνυν τῷ ἱππάρχῳ πειθαρχήσασα τάξις ποτὲ ἐν ὅπλοις μὲν ἦν ἅπασα· ὀνόματα δὲ αὐτῇ καθ’ ὁμαλοῦ προμῶται, ὅπερ
25ὄνομα εἰς τέσσαρας τέμνεται λόγους· εἰς δουκηναρίους, εἰς 〈κεντηναρίους, εἰσ〉 κεντουρίωνας, εἰς βιάρχους, περὶ ὧν ἂν κατὰ τὴν τῶν τακτικῶν παράδοσιν ἀφηγησάμην εἰ μὴ πόρρω τοῦ σκοποῦ παρωθούμην· καὶ ταύτης τῆς προσηγορίας, τῆς τῶν
προμωτῶν λέγω, ἔτι καὶ νῦν αἱ λεγόμεναι μάτρικες, ἀντὶ τοῦ132
Mag
.

134

ἀπογραφαὶ τῶν καταλόγων, μνήμην ἀναφέρουσιν. ἀπὸ 〈δ’〉 Αὐ‐ γούστου εἰς ἕτερον σχῆμα τῆς ἀρχῆς περιστάσης, ὡς πολλάκις εἴρηται, προσετέθησαν οἱ λεγόμενοι ἀδιούτωρες, οἷον εἰ βοηθοί· καὶ ταύτης μόνης τῆς προσηγορίας μνημονεύουσιν αἱ παρὰ
5τῶν βασιλέων παρεχόμεναι τοῖς εἰς στρατείαν παριοῦσι προ‐ βατωρίαι, οἷον εἰ συστάσεις καὶ ἀποδείξεις (οὐδὲ γὰρ ἁπλῶς τὸ πρὶν ἄδειαν εἶχεν ὁ βουλόμενος ζώνην περιθέσθαι οἵαν οὖν, μὴ πρότερον ἀποδείξας ὡς εἴη πρὸς αὐτὴν ἐπιτήδειος)· προβᾶρε γὰρ τὸ μετὰ δοκιμῆς ἐπιδεῖξαι τὸ ὑποκείμενον λέγουσιν οἱ
10Ῥωμαῖοι. νῦν δὲ τὸ πλῆθος αὐτὰς ἐξ ἀμαθοῦς μαντείας τἀληθὲς παραδηλούσης πριβατωρίας καλεῖ, αὐτόθεν τὴν ἰδιώτου τύχην εἰσαγούσης. οὐδὲ γὰρ ἰδιώτου διαφέρουσιν οἱ μόνῃ προσηγορίᾳ στρατείαν οἵαν οὖν ὑπερχόμενοι· οὐχ ὅτι τὰ πράγματα μὴ τὴν κρείττονα καὶ καρπιμωτέραν εἴληχεν ὄψιν τῇ βασιλέως ἐμμελείᾳ,
15ἀλλ’ ὅτι αὐτοὶ οὐκ εὐπρεπεῖς πρὸς τὰς λειτουργίας παρίασιν. 〈3〉 Κοινῇ μὲν οὖν ἅπασι τοῖς καταλόγοις ἐκ τῆς βασιλέως ὑποσημειώσεως ἀδιούτωρες, ἐπὶ τοῦ μετώπου τῆς παρατάξεως τὸ πάλαι ταττόμενοι· φησὶ γὰρ οὕτως· et 〈coll〉ocare eum in legione prima adiutrice nostra, οἷον εἰπεῖν· ‘καὶ τάξειας αὐτὸν
20ἐν τῷ πρώτῳ τάγματι τῷ βοηθοῦντι ἡμῖν.‘ ὅθεν ὁ πρωτεύων τοῦ παντὸς καταλόγου ἔτι καὶ νῦν κορνικουλάριος ἀναφέρεται, ἀντὶ τοῦ κεραΐτης ἢ πρόμαχος. μέσος μὲν γὰρ ἦν τῆς στρατιᾶς ἐπὶ τῆς συμπλοκῆς 〈ὁ〉 μόναρχος ἤ γ’ οὖν ὁ ὕπαρχος ἢ ὁ Καῖσαρ, τὸ δὲ ἰμπεράτωρος ἐπώνυμον κοινὸν ἦν αὐτοῖς, ὡς ἔφην· οὐδὲ
25γὰρ μόνων τῶν βασιλέων ἐστὶν ἀλλ’ ἀπολύτως τοῦ αὐτοκρατῶς134
Mag
.

136

διοικεῖν εἰληχότος τὸν πόλεμον. καὶ μέσος μὲν ἦν, ὡς εἴρηται, ὁ αὐτοκράτωρ, ὡς ὁ Φροντῖνος λέγει, ἐξ εὐωνύμου δὲ πλευρᾶς ὁ ἵππαρχος ἤ γ’ οὖν ὕπαρχος, ἐκ δὲ τῆς ἑτέρας οἱ πραίτωρες καὶ ληγᾶτοι, ἀντὶ τοῦ στρατηγοὶ καὶ πρεσβευταί, οὓς κατελίμ‐
5πανον οἱ ὕπατοι ἀνθ’ ἑαυτῶν, ἤδη τοῦ τῆς ὑπατείας αὐτοῖς συντελουμένου χρόνου, εἰς τὸ ἐφεστάναι τῷ στρατῷ ἄχρι τῆς τοῦ μέλλοντος ὑπάτου ἐπὶ τὸν πόλεμον παρουσίας. τῆς δὲ κα‐ λουμένης λεγιῶνος εἰς ἑξακισχιλίους τελούσης πεζομάχους τὸν ἀριθμόν (οὐσῶν δὲ 〈δέκα〉 καὶ μόνων τῶν πασῶν λεγιώνων
10ἀνέκαθεν, ἔξωθεν ἱππικῆς Ῥωμαϊκῆς καὶ αὐξιλιαρίας καὶ κοορ‐ ταλίας καὶ τουρμαλίας καὶ τῶν λοιπῶν δυνάμεων, εἶτα δὲ καὶ ξενικῆς), ὡς ἔφην, πρῶτος ἐτέτακτο ὁ κορνικουλάριος καὶ διὰ τοῦτο προὔστηκεν ἔτι καὶ νῦν τῆς πάσης τάξεως, 〈κἂν εἰ μηκέτι〉 ἐπὶ τοὺς πολέμους ἀφικνεῖσθαι τὸν ὕπαρχον ἔδοξεν, δι’ οὓς
15εἰρήκαμεν λογισμούς. 〈4〉 Τῶν οὖν ἄλλων πάντων ἀδιουτώρων ὄντων, ὁ ὕπαρχος δι’ οἰκείας ὑποσημειώσεως δίδωσι τῷ πρὸς τὴν στρατείαν ἐρχο‐ μένῳ εἰς ὃν αὐτὸς ἕλοιτο ταχθῆναι κατάλογον. αἱ δὲ προση‐ γορίαι τῶν πάντων καταλόγων τῆς τάξεως αὖται· ὁ κορνικου‐
20λάριος πρῶτος, τῇ τοῦ λεγομένου κόμιτος ἐμπρέπων λαμπρότητι, μήπω τὴν ζώνην ἀποθέμενος καὶ πρὸς τὴν ἀπὸ τῆς βασιλείας τιμὴν καὶ τὴν τῶν λεγομένων κωδικίλλων, ἀντὶ τοῦ δέλτων, ἐπίδοσιν ἀνελθών, οὐδενὶ τῶν ἐν ἄλλοις στρατεύμασι πρωτευόν‐ των ταύτης τῆς προνομίας ὑπαρχούσης· μετὰ δὲ τὸν κορνικου‐
25λάριον πριμισκρίνιοι δύο, οὓς Ἕλληνες πρώτους τῆς τάξεως καλοῦσιν· κομμενταρήσιοι δύο (οὕτως δὲ τοὺς ἐπὶ τῶν ὑπομνη‐
ματογράφων πραττομένων ὁ νόμος καλεῖ)· ῥεγενδάριοι δύο, οἱ136
Mag
.

138

τὸν δημόσιον δρόμον ἰθύνοντες· κοῦρα ἐπιστουλάρουμ Ποντικῆς δύο. 〈5〉 Ἀλλ’ ἴσως ἄν τις οὐκ ἔξω λόγου πύθοιτο τὴν αἰτίαν ἐπιζητῶν ‘τίνος χάριν, πασῶν τῶν διοικήσεων ἐχουσῶν τοὺς
5καλουμένους κοῦρα ἐπιστουλάρουμ, τὸ πόλεως σκρινίον τό τε τῶν ὅπλων καὶ τῶν ἔργων οὐκ εἴληχε;‘ δῆλον ὅτι τὸ μὲν τῆς πόλεως εἰς τὴν Θρᾳκικὴν διοίκησιν ἀναφέρεται, τὸ δὲ τῶν ἔργων εἰς ἄλλας τυχὸν ἐπαρχίας 〈ἐν αἷς ἂν〉 συμβαίη τὰς ἀνανεώσεις γίνεσθαι τῶν ἔργων· ὅτι δὲ οὐ σφόδρα συνεχεῖς, ὑπὸ τῶν 〈ἐν〉
10ταῖς διοικήσεσιν ἐκείναις κοῦρα ἐπιστουλάρουμ τὰ προστάγματα τῆς ἐπιδιδομένης ἀπὸ τοῦ δημοσίου δαπάνης γίνεται. τὸ γὰρ τῶν ὅπλων σκρινίον ὡρισμένας μὲν ἔχει τὰς ἀπὸ τῶν ἐπαρχιῶν συντελείας (νεῦρα λέγω καὶ κέρατα καὶ τὰ λοιπά), πρὸς δὲ τὰς ἀνακυπτούσας χρείας ἐν τοῖς πολέμοις ὑπουργεῖ τοῖς προστάγ‐
15μασιν. 〈6〉 Πολλῆς δὲ οὔσης 〈καὶ〉 ὑπὲρ ἀριθμὸν τῆς τῶν ταχυγρά‐ φων πληθύος καὶ οὐ μικρὰς ἐχούσης ἀφορμὰς ἐπὶ κέρδους ἐργασίας, 〈οἵ〉 τοι τούτων καὶ λογικώτεροι καὶ πρὸς τὴν ὑπη‐ ρεσίαν ἀρκοῦντες ἐν πεντεκαίδεκα συναγωγαῖς, ἃς καλοῦσι
20σχολάς, συλλεγόμενοι, τὴν οὖσαν αὐτοῖς πεῖραν τοῖς πράγμασιν ἐπιδειξάμενοι ἐπὶ τὸ τάγμα τῶν Αὐγουσταλίων, εἴ γε ἄρα θέλω‐ σιν, παρίασι καὶ εἰς τὸ τοῦ κορνικουλαρίου πλήρωμα καταντῶσιν, μετὰ μέντοι τὴν λεγομένην βοηθοῦραν· οἱ μένοντες ἐπὶ τῆς δέλτου εἰς τὸ τοῦ πριμισκρινίου ἀναφέρονται πλήρωμα.
25 〈7〉 Καὶ περὶ μὲν τούτου ἀκριβέστερον ὂν τὸ ‘πῶσ‘ εἴρηται, μετὰ δὲ τοὺς ἐπὶ ταῖς λογικαῖς λειτουργίαις τεταγμένους εἰσὶν οἱ λεγόμενοι σιγγουλάριοι, ἄνδρες ἐντρεχεῖς, ἐπὶ τὰς ἐπαρχίας δημοσίων ἕνεκα χρειῶν ἀποστελλόμενοι· ὧν ἀνέκαθεν τὰς ἀναγ‐ καιοτάτας καὶ εἰς αὐτὴν συντελούσας τὴν ὅλην πολιτείαν χρείας
30ἐγχειριζομένων, παρεισέδυ, τῆς ἐπαρχότητος ἤδη μαραινομένης,138
Mag
.

140

ἡ τῶν λεγομένων μαγιστριανῶν κομποφακελορρημοσύνη. σιγ‐ γουλαρίους δὲ τοὺς εἰρημένους καλεῖσθαι συμβέβηκεν ἐκ τοῦ ἑνὶ βεραίδῳ χρωμένους ἤ γ’ οὖν ἑνὶ δῆλον ὅτι παρίππῳ ἐπὶ τὰς ἐπαρχίας ὁρμᾶν· σιγγουλάριον γὰρ τὸν μονήρη Ἰταλοῖς ἔθος
5καλεῖν. μεθ’ οὓς μάγκιπες οἱ τοῦ δημώδους καὶ ἀνδραποδώδους ἄρτου δημιουργοί· ὑφ’ οἷς ἀρτοποιοὶ καὶ οἱ λεγόμενοι καθολικῶς συστήματα διαψηφιστῶν, οἳ πᾶσι τοῖς ὅπως οὖν σίτησιν δημοσίαν ἔχειν ἠξιωμένοις ὑπακούουσιν· καὶ Ῥωμαῖοι μὲν αὐτοὺς ῥατιω‐ ναλίους καλοῦσιν, ὅτι κατ’ αὐτοὺς ῥατίωνες οἱ λογισμοὶ λέ‐
10γονται, οἱ δὲ Ἕλληνες καθολικοὺς μετωνόμασαν ἐκ τῆς καθ’ ὅλου περὶ τοὺς δημοσίους λογισμοὺς ἀγρυπνίας. ἔνθεν σιτῶναι, οὓς Οὐΐκτωρ ὁ ἱστορικὸς ἐν τῇ Ἱστορίᾳ τῶν Ἐμφυλίων φρου‐ μενταρίους οἶδε τὸ πρὶν ὀνομασθῆναι, ὅτι τῆς τοῦ παλατίου εὐθηνίας τὸ πρὶν ἐφρόντιζον. Ῥουφίνου δὲ τηνικαῦτα τὴν ὕπαρχον
15ἀρχὴν τυραννίδι κρημνίσαντος, καὶ αὐτοὶ παραπώλοντο. τελευ‐ ταῖοι πάντων οἱ τὸ πρὶν πρωτεύοντες, οἷα τὴν τοῦ ἱππάρχου κατ’ ἀρχὰς πληροῦντες θεραπείαν· δουκηνάριοι καὶ βίαρχοι καὶ κεντηνάριοι καὶ κεντουρίωνες, ὧν πάντων τὰς Ἑλληνικὰς σημα‐ σίας προαποδεδώκαμεν· ὅτι δὲ τῆς τοῦ ἱππάρχου ἐτύγχανον
20τάξεως, γνῶναι δυνατὸν διὰ τῶν ἐπ’ αὐτοῖς ἐκ τῆς αὐλῆς προ‐ φερομένων κωδικίλλων, οἳ περὶ ἀξιωμάτων τινῶν καὶ οὐ περὶ αὐτῶν διαγορεύουσιν. 〈8〉 Τοιαῦται μὲν καὶ τοσαῦται τομαὶ τῶν καταλόγων τῆς
ἀρχῆς. κούρσωρες γάρ, οἷον εἰ ταχυδρόμοι, τὴν τῆς στρατείας140
Mag
.

142

ἀπαλλαγὴν ἐπὶ τῆς αὐλῆς εὑρίσκουσιν· ἀπλικιτάριοί γε μὴν καὶ κλαβικουλάριοι, ὧν οἱ μὲν τοὺς ῥαβδούχους μόνον τοὺς συλ‐ λαμβάνοντας τοὺς ἐγκλημάτων ἕνεκα πιεζομένους, οἱ δὲ τοὺς δεσμὰ περιτιθεμένους αὐτοῖς διασημαίνουσι, λειτουργιῶν, οὐ
5μὴν στρατείας καὶ βαθμοῦ, πέρας λαμβάνουσιν, ὧν εἰσὶ δει‐ κτικοί· ὑπασπίζουσι γὰρ τοῖς κομμενταρησίοις· αὐτοὺς ὑπομνη‐ ματογράφους ἡ τάξις Ῥωμαίων ὠνόμασεν, ὡς ἔφαμεν. ὃν γὰρ τρόπον οἱ νωμενκουλάτωρες φρόντισμα πληροῦσι καὶ τοὺς ῥήτο‐ ρας ἀπολέγουσιν ἐξ ὀνόματος ἀναφωνοῦντες αὐτούς, οὕτως
10ἐκεῖνοι ταῖς ἐγκληματικαῖς ὑπηρετοῦνται δίκαις. οἱ δὲ νωμεν‐ κουλάτωρες, ὥς φησιν ὁ Αἰμίλιος ἐν τῷ Ὑπομνήματι τῶν Σαλ‐ λουστίου Ἱστοριῶν, ὀνομασταὶ καὶ ἀναφωνηταὶ τῶν τογάτων, ἀντὶ τοῦ τῶν δικολόγων, εἰσίν. τογάτους δὲ Ῥωμαῖοι τοὺς μὴ στρατευομένους καλοῦσιν, φαινόλας δὲ περικειμένους καὶ τοῖς
15λέγουσι τὰς δίκας μισθῷ συναγορεύοντας· ἐπὶ γὰρ τῆς ἀγορᾶς αὐτοὺς καὶ περὶ τὰ βιβλία σχολάζοντας καὶ ταῖς νομικαῖς δυσ‐ κολίαις ἀγρυπνοῦντας οἱ τὰς δίκας λέγοντες ἐπὶ τοὺς πεδανέους, ἀντὶ τοῦ χαμαιδικαστάς, περὶ τὸν καιρὸν τῆς διαγνώσεως ἐκά‐ λουν πρὸς συνηγορίαν· ταύτῃ καὶ advocati, οἷον εἰ προσκα‐
20λούμενοι, ἔτι καὶ νῦν λέγονται. τουρμαρίους γὰρ ἔτι φθάσας ἐγὼ διαμέμνημαι παρόντας τῷ σκρινίῳ τῶν σουβαδιουβῶν καὶ ταῖς κομπλητίωσι τῶν ἐντυχιῶν, οἷον εἰ πληρώσεσιν, προσλει‐ τουργοῦντας καὶ παραψυχὴν οὐ μικρὰν ἀναλεγομένους· τοσαύτη τις ἦν ἡ τῶν πραττομένων κάρπιμος ἀφθονία. διαιτάριοι πρὸς
25τούτοις καὶ θηκοφόροι καὶ πραίκωνες λειτουργίας μὲν ἀναδέχον‐
ται, ἐν δὲ ἑτέροις τάγμασιν ἀναφέρονται.142
Mag
.

144

(1t)

ΠΕΡῚ ΤΩ͂Ν ΤΑΧΥΓΡΆΦΩΝ ΚΑῚ Α᾿ΥΓΟΥΣΤΑΛΊΩΝ
2 〈9〉 Εἴρηται πρόσθεν ἓν μὲν ἀνέκαθεν εἶναι τὸ τῶν ταχυ‐ γράφων σῶμα, εἰς δύο δὲ τάγματα διῃρῆσθαι καὶ πληρώματα. οἱ μὲν γὰρ αὐτῶν ἐπὶ τῆς δέλτου μένοντες τὸν χρόνον διώκουσι
5καὶ εἰς τὸ τοῦ πριμισκρινίου παρίασιν πλήρωμα, οἱ δὲ εἰς τὸ τῶν Αὐγουσταλίων τάγμα μεθιστάμενοι καὶ θᾶττον τὴν στρατείαν πληροῦντες παρὰ τοὺς ταχυγράφους καὶ εἰς τὸ τοῦ κορνικου‐ λαρίου καταντῶσιν ἀξίωμα. ὅπως δὲ μὴ καὶ τοὺς ἔξωθεν λάθῃ τὰ τῆς διαιρέσεως (καὶ γὰρ ὅς’ ἡμέραι ἀγνοοῦντες μάτην ζητοῦ‐
10σιν οἱ πολλοὶ πρὸς τὰς εἰρημένας προσηγορίας ταραττόμενοι), τὴν αἰτίαν τῆς εἰς δύο τοῦ ἑνὸς σώματος τομῆς ὑποδείξω τῷ λόγῳ. οἱ ταχυγράφοι πολλῶν ἐτῶν δέονται, καθάπερ οἱ τριβοῦνοι, πρὸς τὸ διανύσαι τὴν στρατείαν· καὶ γὰρ εἰς πλῆθός εἰσιν ὥσπερ ἐκεῖνοι. εἴ τι δὲ τυχὸν ὁ χρόνος αὐτοὺς ἐπὶ τὸ πέρας τῶν πόνων
15καλεῖ, γήρᾳ κάμνουσι πάντως πρὸς καμάτους ἀχρήστῳ. εἰκὸς οὖν, οὐκ ἀρκοῦντες πρὸς τὰς τῶν ἀνωτέρων βαθμῶν λειτουρ‐ γίας, πρὸς ἃς μόγις οἱ νεότητι σώματος καὶ πείρᾳ πραγμάτων ὠχυρωμένοι κινδύνων ἔξω διαρκοῦσι, δέονται βοηθῶν. καὶ ἀνέκα‐ θεν μὲν ἕκαστος τρεῖς ἄνδρας τοὺς πάντα ἀρίστους ἐκ τῶν
20ταχυγράφων ἐπελέγετο (οὐδὲ γὰρ ἐξῆν 〈εἰ〉 μὴ τοὺς πείρᾳ τε καὶ λόγοις κοσμουμένους τὴν λειτουργίαν τοῦ δικαστηρίου πλη‐ ροῦν), νῦν δὲ τὰ μὲν τῆς ἐπιλογῆς οἴχεται, ὁ δὲ ἀριθμὸς ἔτι καὶ νῦν σῴζεται. ἔνθεν ἓξ βοηθοὺς παρεῖναι συμβαίνει τῷ τε 〈τοῦ ἀβ ἄκτισ〉 σκρινίῳ τῷ τε 〈τοῦ〉 κομμενταρησίου καὶ τῷ τοῦ
25πριμισκρινίου· ἐπειδήπερ, ὡς προδεδήλωται, ἀνὰ δύο ἐπ’ ἔτος
ἕκαστον ἐκ τῶν ταχυγράφων τῆς ζώνης ὁ νόμος ἀπαλλάττει.144
Mag
.

146

καὶ τίς οὐκ ἂν στοχάσηται, πρὸς τὸ πλῆθος τῶν βοηθούντων ἀφορῶν, τὴν τοῦ δικαστηρίου μεγαλειότητα καὶ τὴν τῶν ἐν αὐτῷ πραττομένων τὸ πρὶν ἀπειρίαν; ἐπὶ δὲ τοῦ παρόντος, πραγμάτων μὲν οὐκ ὄντων τοῖς ὑπηκόοις, καλὸν πρὸς τὴν ἀρχὴν
5〈οὐδέν〉, ὡς πάλαι, αὐτῶν ἁπανταχῆ συρρεόντων, τῶν δὲ Αὐ‐ γουσταλίων ἴσως κατ’ αὐθεντίαν (μετὰ συγγνώμης εἰρήσθω· καὶ γὰρ λόγων εἰσὶν ἐρασταί) ἐπὶ δικαστὰς ἑτέρους καὶ θυμήρεις τοῖς πράττουσι τὰς δίκας διὰ τῶν λεγομένων θείων κελεύσεων ἀπαγόντων.
10 〈10〉 Κερδῶν δὲ οὐ σμικρῶν τὸ πρὶν ἐπ’ εἰρήνης καὶ τιμῆς ἐξοχωτάτης μετὰ δυνάμεως ἰσχυρᾶς περιγινομένων τοῖς τῶν εἰρημένων σκρινίων βοηθοῖς, εἰκὸς ἦν ἐμφορουμένους αὐτοὺς ἀπαξιοῦν αὖθις ἐπὶ τὴν δέλτον καὶ τὴν ἐξ ἀκερδείας ἐπιείκειαν ἀναστρέφειν. ἔνθεν ἐκ δεήσεως αὐτῶν νόμος πρὸς Ἀρκαδίου
15τίθεται θεσπίζων, ἰδιάζον καὶ πάντη κεχωρισμένον σύστημα τριάκοντα τὸν ἀριθμὸν ἀνδρῶν ἤδη πρότερον ἐν τῷ βοηθεῖν διαφαινομένων συστῆσαι τὴν ἐπαρχότητα πρὸς ὑπηρεσίαν ἑαυτῇ· οὐδὲ γὰρ εὐχερὲς ἦν τὸ τηνικαῦτα, τῶν βασιλέων ἅμα τῇ βουλῇ δίκας ἀκροωμένων, τοὺς πάντας ἄριστα ὑπηρετεῖν· ὥστε καὶ
20πεντεκαίδεκα ἐξ αὐτῶν τῶν πεπανωτέρων πείρᾳ τε καὶ τῷ χρόνῳ κρειττόνων πρὸς ὑπογραφὴν τοῖς βασιλεῦσιν ἀφορισθῆναι, οὓς ἔτι καὶ νῦν δηπουτάτους καλοῦσιν, οἳ τοῦ τάγματος τῶν Αὐγουσταλίων πρωτεύουσιν· οὔπω γὰρ ἦν τὸ τῶν ἄρτι παρα‐ φυέντων ἀ σηκρήτις ὄνομα, μετρίων σφόδρα τῶν χρηματικῶν
25ζητήσεων οὐσῶν, τῶν μὲν ἔμπροσθεν βασιλέων ἐπὶ τοὺς πο‐ λέμους ὁρμώντων, καὶ τῶν τὰς ἐπαρχίας ἰθυνόντων τοῖς νόμοις
ἀλλ’ οὐ ταῖς κλοπαῖς προσαγρυπνούντων. τῷ δὲ συστήματι τῶν146
Mag
.

148

εἰρημένων τριάκοντα ἀνδρῶν τὴν τῶν Αὐγουσταλίων ὁ νόμος ἔθετο προσηγορίαν, οὐ καινὴν οὐδὲ πρόσφατον, τὴν δὲ τοῦ πρώτου τῶν βασιλέων ὀνομασίαν ἀνακαλεσάμενος, 〈ὅσ〉, ὡς πολ‐ λάκις ἔφαμεν, πρῶτος τὴν ἐπαρχότητα συστησάμενος τῶν πραιτω‐
5ρίων τοὺς ὑπ’ αὐτῇ τελοῦντας Αὐγουσταλίους ἐκ τῆς οἰκείας προσηγορίας καλεῖσθαι διώρισεν.
7tΠΕΡῚ ΤΩ͂Ν ΠΡΙΜΙΣΚΡΙΝΊΩΝ ΚΑῚ ΤΗ͂Σ
8tἈΡΧΑΊΑΣ ΤΩ͂Ν ΧΑΡΤΩ͂Ν ἘΚΔΌΣΕΩΣ
9〈11〉 Τῶν πλείστων, τάχα δὲ πάντων, τῶν ἰχνῶν ἀπαλιφέντων
10τῆς ἔμφρονος παλαιότητος, οὐκ ἔξω δακρύων 〈ἄν〉 τις διατελῶν ὑπομείνοι, γιγνώσκων ἐκ τῶν ὑποκειμένων, ὅπως ἀντείχετο 〈τὸ〉 πρὶν ὁ νόμος τῆς τῶν ὑπηκόων ἐλευθερίας, καὶ ὅσων κατὰ σμικρὸν ἀγαθῶν ἐκ τῆς τῶν ἀρχομένων κακοδαιμονίας ὁ καθ’ ἡμᾶς χρόνος ἐξέπεσεν. ἔθος ἀρχαῖον ἦν μηδὲν ἔξωθεν πράτ‐
15τεσθαι τοῦ τῆς Δίκης Ἱεροῦ (ὃ καλεῖται Σήκρητον, οἷον εἰ ἀτάρα‐ χον καὶ σιγῇ σεμνόν, καὶ ὁποῖον οὐκέτι κατ’ οὐδένα τρόπον), ὅπως μή τι πρὸς ὕβρεως ἢ βλάβης τῶν συντελῶν ἁμαρτηθείη. μετὰ δὲ τὴν ἔνθεσμον τῶν ψήφων ἀπόφασιν νόμος ἦν τοὺς συνεδρεύοντας τῇ ἀρχῇ, ἄνδρας νομικωτάτους, ἀναγινώσκοντας
20πρῶτον τὰς ψήφους καὶ ὑποτάττοντας τῷ λεγομένῳ σχεδαρίῳ τὸ παρ’ Ἰταλοῖς καλούμενον ῥέκηνσον, ἀντὶ τοῦ ἀντιβολήν, διδόναι πρὸς ὑπογραφὴν τῆς ἀρχῆς τοῖς εἰς τοῦτο τεταγμένοις (καγκελλαρίους αὐτοὺς ἐν τοῖς δικαστηρίοις ἐπιφημίζουσιν, περὶ ὧν πρὸς πέρας ἐρῶ)· εἶτα ἐκεῖθεν πρὸς τῶν σηκρηταρίων ἐμ‐
25μελῶς ἀναγινωσκομένου τοῦ λεγομένου καθαροῦ οὕτω τε ἀπο‐
λυομένου τῷ λιτιγάτωρι, οἷον εἰ δίκης ἕνεκα παραφυλάττοντι,148
Mag
.

150

σύνοψιν ὁ σηκρητάριος ἐποιεῖτο τῆς τοῦ πεπραγμένου δυνάμεως τοῖς Ἰταλῶν ῥήμασι καὶ ταύτην ἐτήρει παρ’ ἑαυτῷ πρὸς κώλυμα τολμηρᾶς προσθήκης ἢ ὑφαιρέσεως. οὗ δὴ γενομένου, λαβὼν ὁ πράξας καὶ τῆς ἀκριβείας θαυμάσας τὸ δικαστήριον παρῄει
5πρὸς τοὺς πριμισκρινίους τάξοντας ἐκβιβαστὴν τοῖς ἀποπεφα‐ σμένοις· οἱ δὲ διὰ τῶν βοηθεῖν αὐτοῖς τεταγμένων, ἀνδρῶν καὶ διδασκάλοις αὐτοῖς πράγματα περὶ λόγων ζητήσεις παρεχόντων, ἐπλήρουν, ἐπὶ τοῦ νώτου τῆς ἐντυχίας γράμμασιν αἰδοῦς αὐτόθεν ἁπάσης καὶ ἐξουσίας ὄγκῳ σεσοβημένως πρὸς τὴν προσηγορίαν
10τοῦ πληρωτοῦ προσγράφοντες. 〈12〉 Ἐμοὶ δὲ δακρύειν ἐπέρχεται τὴν τοῦ νόμου συνιέντι δύναμιν καὶ ὅπως πάσης ἡμᾶς ἀρετῆς ἀφείλετο καταξαίνων ὁ Δαίμων. ὑποπτεύων γὰρ ὁ νόμος, καὶ οὐκ ἔξω λόγου, τῶν πο‐ ριζομένων τὰς ψήφους πρὸς τοὺς πληρωτὰς αὐτῶν τὰς καθ’
15ὧν προσφέροιντο αὐθάδεις ὁμονοίας αὐστηροῖς καὶ ποινὰς ἀπει‐ λοῦσι ῥήμασι παραγγέλλεσθαι διώρισε πρὸς τῶν ὑπηρετουμένων τῇ δίκῃ τοὺς ἐγχειριζομένους, καὶ ταῦτα γράφεσθαι πρὸς ἐντρο‐ πὴν τῶν πάντα τολμώντων ἐν ταῖς ἐπαρχίαις ἐκβιβαστῶν. ἐπιτρέπων γὰρ ὥσπερ ὁ βοηθὸς τοῖς πρωτεύουσι τοῦ τάγματος,
20ἐν ᾧ συνέβαινε καταλέγεσθαι τὸν ἐπὶ τὴν πλήρωσιν τῶν ψήφων στελλόμενον, τούτοις γὰρ γράφων ἐχρῆτο τοῖς ῥήμασιν· Facite ... ὡς ἄν τις καθ’ ἑρμηνείαν εἴποι· ‘πρὸς τοὺς πρωτεύοντασ‘ (ὡς ἔφην, τοῦ καταλόγου, ἐν ᾧ τελεῖ τυχὸν ὁ τὰς ψήφους ἐγχει‐ ριζόμενος). ‘ὥστε μὴ περὶ τὸν βαθμὸν ἑαυτοῦ ἐξ ἀπολείψεως
25βλάβην ὑποστῆναι, ἀφορίσατε τόνδε ἐκ τάξεως ἀπὸ τῆς παρ‐ ούσης ἡμέρας ἄχρι τῆσδε, ὑπατείας τοῦδε, εἰ μέντοι ἐστὶ τῆς
ὀρθοδόξου πίστεως τοῖς θείοις μεμυημένος μυστηρίοις καὶ μὴ150
Mag
.

152

δημοσίοις τελέσμασιν ὑπεύθυνός ἐστιν, μηδὲ πρὸς γένος συν‐ άπτεται τῷ τὴν αἴτησιν ἀποθεμένῳ, μηδὲ μὴν ἐπὶ τοῦ παρ‐ ελθόντος ἐνιαυτοῦ ἐνεχειρίσθη ἐπὶ 〈τῆσ〉 αὐτῆς ἐπαρχίας δημοσίας ἕνεκεν ἢ ἰδιωτικῆς χρείας· οὕτω μέντοι, ὥστε μὴ
5παραβῆναι τὴν δύναμιν τῶν νενομοθετημένων.‘ τούτοις μὲν τοῖς ῥήμασιν ὁ βοηθὸς τοῦ πριμισκρινίου τοὺς πραττομένους κατησφα‐ λίζετο πάντας· μεθ’ ὃν ὁ πρίγκεψ, οἷον ὁ πρωτεύων (περὶ οὗ τέως εἰπεῖν οὐ καιρός· οὐδὲ γὰρ μέρος τῆς τάξεώς ἐστι καὶ αὐτός, ἀπὸ δὲ τῶν μαγιστριανῶν κατὰ βαθμὸν παραγίνεται ἐπὶ
10τὰ μέγιστά ποτε δικαστήρια· καὶ μικρὸν ὕστερον τὴν ἐπ’ αὐτῷ ἱστορίαν ἐκθήσομαι)· μεθ’ οὓς ὁ κορνικουλάριος, οἷα τὴν ὅλην τοῦ νόμου δύναμιν διατηρῶν καὶ τῶν πραττομένων ἁπάντων κύριος, δι’ οἰκείας ὑποσημειώσεως τὴν ὀφρὺν ἐδίδου τοῖς ἀπο‐ πεφασμένοις.
15 〈13〉 Τοσαῦτα δὲ ἦν τὰ τότε πραττόμενα, ὡς δεκάτῳ τόμῳ μόγις ἀναλαμβάνεσθαι πρὸς σύνοψιν. καὶ τί χαλεπὸν ἐμβραδῦναι τῷ λόγῳ πρὸς ἀπόδειξιν τοῦ προκειμένου; τοσοῦτον ἦν τὸ πλῆθος τῶν πραττομένων, ὡς ὅλον τὸ ἔτος μὴ ἀρκεῖν τοὺς βοηθοῦντας πρὸς πλήρωσιν αὐτῶν, ὥστε μετὰ τὸ πέρας τῆς
20λεγομένης βοηθούρας ἔχειν χῶρον ἀπονενεμημένον αὐτοῖς ἐπὶ τῆς μέσης εἰσόδου τῆς πραιτωρίας αὐλῆς πρὸς τοῦ σκρινίου τῆς Εὐρώπης, ἐν ᾗ συντρέχοντες ἐπλήρουν τὰ ἐπὶ τῆς αὐτῶν λει‐ τουργίας πραχθέντα. καὶ αὐτοὶ μὲν οἱ ἄρτι τοῦ βοηθεῖν τοῖς τρέχουσι σκρινίοις πεπαυμένοι τούτοις ἐνησχολοῦντο, παραψυχὴν
25οὐ μικρὰν κερδῶν ἐκλεγόμενοι, οἱ δὲ πρὸ αὐτῶν καὶ ἤδη πρό‐ τερον σχολάζοντες ἐκεῖ συνέρρεον, τὰς μεγίστας καὶ λαμπρὰς τῶν τῆς ἀρχῆς προστάξεων ἐγχειριζόμενοι καὶ ὅσαις ἕτερός τις πέρας οὐκ ἴσχυσεν ἐπιθεῖναι, μηδὲ τὸν τῆς ἀργίας καιρὸν ἔρημον λογικῶν ζητημάτων ἀπολαμβάνοντες, τῶν ἐνδόξων ἐν διδασκά‐
30λοις λόγων συντρεχόντων ὡς αὐτοὺς καὶ περὶ τῶν ἀγνοουμένων152
Mag
.

154

συζητούντων. ἀπέσβη δὲ οὕτως ἅπαντα ὡς, τοῦ τόπου τὸ λοιπὸν σχολάζοντος, τοὺς λεγομένους ἐκσκεπταρίους, οἷον εἰ ὑποδέκτας τοῦ σίτου, κατασχεῖν τὸ σκρινίον τῶν πάλαι θαυμαζομένων ἀφανισθέντων.
5 〈14〉 Πολλῶν δὲ 〈ὄντων〉 καὶ ὑπὲρ ἀριθμὸν τῶν ἐξολωλότων τῆς πάλαι σεμνότητος γνωρισμάτων, καὶ χάρτην ἀπαιτεῖν οἱ τῆς τάξεως ὑπομένουσι τοὺς πράττοντας, τὸ πρὶν εἰωθός, μὴ μόνον μὴ τοιούτοις γλίσχροις ἐγχειρεῖν ἀλλ’ ἔτι καὶ τοὺς πάντων διειδεστάτους χάρτας ἐπὶ τοῖς πραττομένοις ἀναλίσκεσθαι, ἀνα‐
10λόγως ἐμπρεπόντων τοῖς σκύτεσι τῶν γραφέων· τὸ δὲ λοιπὸν ἑκάτερον ἐκποδών, καὶ χαλκὸν κάρτα μέτριον καὶ αἰσχρὸν εἰσπράττουσιν ἐξ ἀκερμίας καὶ χόρτον ἀντὶ χάρτου γράμμασι φαύλοις καὶ πενίᾳ ὄζουσιν ἐκδιδόασιν. ταῦτα πάντα παραπόλωλε καὶ ἀνυπόστροφον ἀπῆλθεν ὁδὸν τῷ τε μὴ εἶναι πράγματα τοῖς
15ὑπηκόοις πενίᾳ καταφθειρομένοις τῷ τε τὰ τυχὸν ἐπὶ τὸ δικα‐ στήριον φερόμενα 〈κινδυνεύειν〉, νῦν μὲν ἀπειρίᾳ τῶν ἐν αὐτῷ τελούντων, νῦν δὲ σφετερισμοῖς νεωτέρων, ὡς ἔτυχεν τὰς ἡνίας τῶν πρώτων τιμῶν παιδαριώδεσιν αὐθαδείαις ἀναρριπτόντων. 〈15〉 Τοσαῦτα μὲν περὶ τῶν ἐν γράμμασιν ἐθῶν, πλῆθος δὲ
20δουκηναρίων ὑπούργει τῷ τῶν πριμισκρινίων βήματι, ταῖς ἐξ ἀγράφων προστάξεων διαγνώσεσιν, ἃς ἐκάλουν ζευκτάς, ἐξυπη‐ ρετουμένων—πρᾶγμα μετὰ τὴν ἐκ τῶν πραττομένων χαρτῶν ἄπειρον τῶν κερδῶν εἰσαγωγὴν πλείστην ῥοπὴν χρημάτων πε‐ ριποιοῦν τῷ τοῦ πριμισκρινίου φροντίσματι. ἀπὸ μὲν γὰρ ἀώρου
25νυκτὸς πράττων ὁ ὕπαρχος ἀνατολῶν ἄχρι τῆς ἡμέρας ταῖς
διαγνώσεσι νυκτηγρετῶν ἐνησχολεῖτο, μεθ’ ἣν τὸν ἐπὶ καμάτῳ154
Mag
.

156

νενομισμένον καιρὸν τῆς ἡμέρας τοῖς δημοσίοις καὶ ταῖς ὑπο‐ βολαῖς τῶν πραγματικῶν διδασκαλικῶν τε καὶ μονομερῶν ἐδα‐ πάνα χρόνον, τὸν δὲ πρὸς ἑσπέραν ταῖς τῶν λεγομένων ζευκτῶν ἀπαλλαγαῖς ἐπιδιδούς, δι’ ὧν πάσης ἐπιθυμίας τούς τε λειτουρ‐
5γοὺς τῆς δίκης τούς τε τυγχάνοντας τῶν πρακτέων καὶ τοὺς ἀπαλλαττομένους τῶν δικῶν ἐνεφόρει. καὶ παραχωρεῖν μὲν τῷ δικαστηρίῳ ἢ χαλᾶσθαι τοῖς πόνοις οὐδεὶς ἐκείνων ὑπέμενεν, ὁ δὲ ὕπαρχος τὸν ὅρον τῆς ἀρχῆς ἔγνω σοφῶς ἐπιστάμενος ὅτι καὶ ἐλευθέρων ἄρχει καὶ οὐ διὰ παντός· καὶ τῇ τάξει συν‐
10έχειν ἐδίδου ἀνοχὰς τῶν καμάτων, τὰ νῦν καὶ αὐτῇ τῇ προσ‐ ηγορίᾳ τὸ λοιπὸν ἀγνοούμενα παρέχων μουνούμισσα (οὕτω δὲ τὴν καθ’ ἅπαξ ἀνάπαυλαν ἐκ μέσης τῆς ἡμέρας διδομένην τῇ τάξει ἡ παλαιότης ἐκάλεσεν), τῶν τηνικαῦτα διοικούντων τὰ πράγματα (σοφοὶ δὲ ἦσαν καὶ παιδευθέντες) ἠπίσταντο νύκτα μὲν
15ταῖς ἀναπαύσεσιν, ἡμέραν δὲ τοῖς πόνοις ὑπὸ τῆς φύσεως πα‐ ρακεχωρῆσθαι, καὶ ἀνόσιον οἰομένων τοὺς ἐν πράγμασι νυκτηγρε‐ τοῦντας καὶ τῆς μετὰ ἥλιον ζημιῶσαι βραχείας οὖν τινος τῶν πόνων ἐνδόσεως. οὐκ ἀρκούσης δὲ τῆς ἐπὶ τὸ χεῖρον παραλ‐ λαγῆς, καὶ αὐτῆς τῆς ἐκ τοῦ σχήματος παραψυχῆς τε καὶ τιμῆς
20ἀφῃρέθησαν οἱ πριμισκρίνιοι, 〈δικαστηρίων〉 κινδύνῳ τῆσδε
παραμυθίας, ὡς ἔφην, ἀποστερούμενοι.156
Mag
.

158

(1t)

ΠΕΡῚ ΤΩ͂Ν ΚΟΜΜΕΝΤΑΡΗΣΊΩΝ
2 〈16〉 Δύο τὸν ἀριθμὸν καὶ αὐτῶν, ὡς ἔφθημεν εἰπόντες, τυγχανόντων 〈τῶν〉 κομμενταρησίων, οὓς ὁ χρόνος ἐκ τῶν ταχυ‐ γράφων ἔφερε τῆς φροντίδος. ἓξ καὶ αὐτοῖς, καθάπερ τοῖς πρὸ
5αὐτῶν, ὑπέτρεχον βοηθοί, ἐκ τοῦ τάγματος τῶν Αὐγουσταλίων προσλαμβανόμενοι, ἄνδρες ἀστεμφεῖς καὶ νόμῳ πρέπουσαν αὐστη‐ ρίαν ἀνατείνοντες, παρ’ οἷς ἐτύγχανεν ἡ πᾶσα δύναμις τῆς ἀρχῆς. οὗτοι τὰς μὲν ἐγκληματικὰς ἐξετάσεις ἔφερον τῷ δικαστηρίῳ, ὑπασπιζόντων αὐτοῖς, ὡς προδεδήλωται, ἀπλικιταρίων τε καὶ
10κλαβικουλαρίων μετὰ πλήθους ῥαβδούχων σιδηραίοις δεσμοῖς καὶ ποιναίων ὀργάνων καὶ πλήκτρων ποικιλίᾳ σαλευόντων τῷ φόβῳ τὸ δικαστήριον· δουκηναρίων δὲ στῖφος θέμενοι καὶ χωρὶς αὐθεντίας τοῦ νόμου ἤρκουν πρὸς σωφρονισμὸν ἁμαρτάνουσιν. 〈17〉 Ἐγὼ δὲ ἐκπλήττομαι ἀναπολῶν καὶ κατὰ νοῦν πρὸς
15ἐκείνους τοὺς ἄνδρας ἀνατρέχων, οἷος ἦν ὁ φόβος τῶν κομ‐ μενταρησίων παρὰ πᾶσι μὲν τοῖς ὅπως οὖν ἡγουμένοις τῆς τάξεως, διαφερόντως δὲ παρὰ τοῖς σκρινιαρίοις, καὶ ὅπως 〈ὁ〉 παρα‐ πορευομένου κομμενταρησίου τυχὼν ὁμιλίας ἠξιοῦτο. δι’ αὐτῶν γὰρ οὐ τὰ τῆς ἀρχῆς μόνα κινήματα ἀλλὰ καὶ ἡ βασιλέως
20ἀγανάκτησις ἐθεραπεύετο. τοιγαροῦν ἐγὼ διαμέμνημαι, τὴν τοῦ λεγομένου χαρτουλαρίου τηνικαῦτα χάριν πληρῶν τοῖς κομμεν‐ ταρησίοις, ὡς (Ἀναστασίου τοῦ βασιλέως κινηθέντος κατὰ Ἀπίω‐ νος, ἀνδρὸς ἐξοχωτάτου καὶ κοινωνήσαντος αὐτῷ τῆς βασιλείας ὅτε Κωάδης ὁ Πέρσης ἐφλέγμαινεν, Λεοντίου τὴν ἐπαρχότητα
25διέποντος, ἀνδρὸς νομικωτάτου) ἥ τε βασιλέως ὀργὴ δημεύσεις
τε καὶ ἀφορισμοὺς οὐκ ἄλλῃ τινὶ τῶν ἀρχῶν ἢ μόνῃ τῇ ἐπαρ‐158
Mag
.

160

χότητι τὰ τῆς ἀγανακτήσεως ἐπίστευεν, ἐν ᾗ τοσαύτην ἐπεδεί‐ ξαντο δυναστείαν τε καὶ σύντονον ἐντρέχειαν οἱ τότε κομμεν‐ ταρήσιοι μετὰ πάσης καθαρότητος καὶ ἀποχῆς παντοίας ἐπὶ κλοπὴν ἑστώσης περινοίας, ὥστε τὸν βασιλέα, θαυμάσαντα τὴν
5ἀρετὴν τῶν τότε στρατευομένων, πάσας τὰς ἀνακυπτούσας χρείας, μεθ’ ἃς καὶ τὴν κατὰ Μακεδονίου τότε τὴν βασιλίδα πόλιν ἐπισκοποῦντος ἀγανάκτησιν, ὡς λόγος, περὶ νεωτερισμοῦ δογ‐ μάτων ἀποκλείοντος, αὐτοῖς ἐγχειρίσαι, λέγω δὲ τοῖς τῶν ἐπάρ‐ χων κομμενταρησίοις, καίτοι Κέλερος τοῦ πάντων φιλτάτου
10παρόντος τῷ βασιλεῖ καὶ τὴν τοῦ λεγομένου μαγίστρου φροντίδα κοσμίως ἀνύοντος. 〈18〉 Καὶ ταῦτα μὲν ‘ἔκ 〈τε〉 θεῶν ἔκ τ’ ἀνθρώπων‘ ἀπό‐ λωλεν· τὸ γὰρ λοιπόν ἐστιν ‘οὐδ’ ἐν λόγῳ οὐδ’ ἐν ἀριθμῷ.‘ ἐκόσμει δὲ οὐδὲν ἧττον τὴν πολύτροπον δυναστείαν τοῦ σκρινίου
15καὶ ἡ τῶν λεγομένων κομμέντων ἐξουσία ὑπερφυής. ὁ γὰρ ὕπαρχος, ἢ παρὰ βασιλέως θαρρούμενος ἢ αὐτὸς κατὰ τὸν νόμον κινούμενος καὶ σπουδάζων ἄρχοντα ὁποῖον οὖν ἢ ὑπηκόων τινὰ παραστῆσαι τῷ νόμῳ, τὸν κομμενταρήσιον μυστογράφον λαμ‐ βάνων, τὸ πρακτέον ἐπέτρεπεν αὐτῷ. ὁ δὲ λαθὼν τοῦτον τὸν
20πιστότατον ἅμα καὶ μάλιστα τετιμένον τῶν οἰκείων χαρτουλαρίων παραλαβὼν μεθ’ ἑαυτοῦ ὑπηγόρευε Ῥωμαϊκῶν ὀγκῶν ῥημάτων τὸ σύνθημα, κατ’ ὦπα τῶν ἐκ τάξεως πιστικωτάτῳ ἅμα καὶ διαπρέποντι καταπιστεύων ὥσπερ πτηνὸν τὸν ἀγανακτούμενον παριστᾶν τῷ βήματι. τῆς δὲ βασιλέως ἐπιεικείας καὶ τῆς τῶν
25ἀρχόντων ἔτι περὶ τοὺς ὑπηκόους στοργῆς συγγνώμης ἀξιουσῶν τοὺς καταρρηθέντας, εἰκὸς ἦν τὸν ἐλευθερούμενον εὐχαριστίας δι’ αὐτῶν τῶν ἔργων τοῖς μέσοις ὁμολογεῖν ὀφειλεῖν. 〈19〉 Καὶ συνῆπτο σχεδὸν τῷ σκρινίῳ τῶν κομμέντων ὁ
καλούμενος ἰνστρουμεντάριος, ἀντὶ τοῦ χαρτοφύλαξ τῶν ἀρχείων160
Mag
.

162

τοῦ δικαστηρίου, εἰς τὸ ὑπογράφειν καὶ πληροῦν τὰς ψήφους· καὶ χῶρος μὲν αὐτῷ ἐν τῷ ἱπποδρομίῳ ὑπὸ τῷ τῆς βασιλείας βήματι ἐπὶ τὸν νότον ἄχρι τῆς καλουμένης Σφενδόνος ἐξ ἀρχαίου παρακεχώρηται, πάντα δὲ τὰ ἀπὸ τῆς βασιλείας Οὐάλεντος ἐν
5τοῖς τότε μεγίστοις δικαστηρίοις πεπραγμένα αὐτόθι σῴζεται καὶ τοῖς ἐπιζητοῦσιν οὕτως ἐστὶν ἕτοιμα, ὡς εἰ χθὲς τυχὸν πεπραγμένα. ἀπώλετο δὲ καὶ αὐτὸς ὁ ἰνστρουμεντάριος καὶ ἔρημος ἡ καθέδρα μένει, μόνοις οἰκέταις ἀναμένουσι τοὺς κεκτη‐ μένους ἐγκεχωρημένη. διαγνώσεως γὰρ οὐκ οὔσης ἢ ἄλλου
10πρακτέου τινός, 〈ὡσ〉 εἰκός, οὐδὲ κινουμένης ἐν τῷ δικαστηρίῳ, πῶς ἂν αὐτὸς ἀναγκαῖος εἶναι τοῖς πράγμασιν νομισθείη;
12tΠΕΡῚ ΤΩ͂Ν ἈΒ ἌΚΤΙΣ
13 〈20〉 Ἀβ ἄκτις μὲν ὄνομα τῷ φροντίσματι, σημαίνει δὲ καθ’ ἑρμηνείαν τὸν τοῖς ἐπὶ χρήμασι πραττομένοις ἐφεστῶτα, ὡς ἀ
15πιγμέντις τοὺς ἐπὶ τῶν ἀρωμάτων καὶ ἀ σηκρήτις τοὺς ἐπὶ τῶν σηκρήτων (οὐδὲ γὰρ ἀδσηκρήτις κατὰ τοὺς ἰδιώτας, ἐξ ἀγνοίας μετὰ τοῦ δέλτα στοιχείου τῆς προθέσεως ἐπιβαλλομένης) καὶ ἀ σαβάνις τοὺς ἐπὶ τῶν βαλανείων τῆς αὐλῆς. δύο δὲ καὶ αὐτῶν ὄντων τῶν ἀβ ἄκτις, οὓς κατὰ βαθμὸν ὁ χρόνος ἀπὸ τῶν ταχυ‐
20γράφων, καθάπερ τοὺς πρὸ αὐτῶν, καλεῖ, ἓξ ἄνδρες σεβαστοὶ καὶ νουνεχέστατοι καὶ σφριγῶντες ἔτι ἀπὸ τοῦ τάγματος τῶν Αὐγουσταλίων βοηθοῦσι δῆθεν ἔτι καὶ νῦν τῷ ὀνόματι. ἔργον δὲ αὐτοῖς τὰς χρηματικὰς ὑποθέσεις τρακτεύειν, ἀντὶ τοῦ δια‐ ψηλαφᾶν, καὶ εἰσφέρειν κριθησομένας τῷ βήματι, ὑπουργούντων
25αὐτοῖς τῶν νωμενκουλατώρων, οὓς ἀναφωνητὰς καὶ συναγωγεῖς,162
Mag
.

164

πάλαι μὲν τῶν συγκλητικῶν, νῦν δὲ τῶν δικανικῶν ῥητόρων εἶναι προειρήκαμεν. νόμος δὲ ἦν (καὶ γὰρ οὐκ ἔστιν, ἄρτι παρ‐ οφθεὶς ἐξ ἀβελτερίας ἤ, τἀληθὲς εἰπεῖν, κακοδαιμονίας) πάντα διὰ τῶν παρόντων αὐτοῖς χαρτουλαρίων, καὶ αὐτῶν ἀπὸ τῶν
5ταχυγράφων, ἀναφαίνεσθαι ἐπὶ τῶν λεγομένων ῥεγέστων ἢ κοτ‐ τιδιανῶν, ἀντὶ τοῦ ἐφημέρων (ῥέγεστα δὲ Ῥωμαῖοι τὰς βίβλους, αἷς ἐνέγραφον τὰ πραττόμενα συνεῖδον ὀνομάζειν, ὅτι ῥῆς γέστας τὰς πράξεις τοῦ πολιτεύματος εἶναι βούλονται), ἔνθεν τοῖς ὅτε δή ποτε ζητοῦσι τὰ ὅτε δή ποτε πεπραγμένα συντόμως
10περὶ τὴν εὕρεσιν εὐκολία· ἐξ αὐτῶν γὰρ τῶν ῥεγέστων, τῶν καὶ κοττιδιανῶν, ἡ δύναμις τῶν πεπραγμένων ἐγινώσκετο. θᾶττον δὲ 〈ὁ〉 τῆς τάξεως ἰνστρουμεντάριος λαμβάνων ἀπὸ τῶν ἀβ ἄκτις, τὸν χρόνον καὶ τὸν ὕπατον ἐν ἐπιτόμῳ σημειούμενος πρὸς ταχεῖαν ἀνάμνησιν λόγῳ, θᾶττον ἀπηλλάττετο πόνων. καὶ
15τοῦτο μὲν τὸ θαυμαστὸν γνώρισμα τῆς εὐταξίας ἐπράττετο μετὰ σπουδῆς, καὶ πᾶς καιρὸς τοῖς ἐφημέροις ἐνεγράφετο, μηδὲ τῶν ἀπράκτων ἡμερῶν παραλιμπανομένων τοῖς ἀναγράφουσιν, ἀλλ’ 〈αὐτῶν〉 ἔτι καὶ τὰς αἰτίας ὧν ἕνεκα ἀργὰς αὐτὰς εἶναι συν‐ έβαινεν ἀναγραφόντων. καὶ τοῦτο μὲν θαυμαστὸν ἦν, ἡ δὲ τῶν
20λεγομένων περσωναλίων ἀναγραφὴ παντὸς ἐπαίνου κρείττων δικαίως ἐνομίζετο. τὰς γὰρ διαγνώσεις περιέφραζεν Ἰταλίδι ὁ τῶν βοηθούντων λογικώτατος οὕτω κατὰ λεπτόν, ὥστε, κἂν εἰ τυχὸν παραπολέσθαι τὴν διάγνωσιν συνέβη ποτέ, ἐξ αὐτῆς μόνης τῆς παραφράσεως καὶ ὡς ὑποτυπώσεως αὖθις δύνασθαι
25στῆναι τὴν διάγνωσιν. καὶ τοῦτο συμβὰν ἐγὼ αὐτὸς διαμέμνημαι. διαγνώσεως γὰρ εἰσαχθείσης μέν, τῶν δὲ ἐπ’ αὐτῇ πραχθέντων
οὐδαμοῦ φαινομένων, εἰσενεχθέντος ἐπὶ τῆς ἀρχῆς τοῦ λεγομένου164
Mag
.

166

περσωναλίου, ἔστη διάγνωσις κατ’ οὐδὲν ἐνδέουσα. καὶ τίς οὐκ ἂν ἐπιδακρύσῃ τῶν ἐγκωμίων εἰς μνήμην ἐρχόμενος, οἷς ὑπὲρ τῆς τάξεως καὶ τῶν τοιούτων τῆς ἀρετῆς γνωρισμάτων ἐχρήσατο Σέργιός τε ὁ πολὺς καὶ Πρόκλος ὁ δικαιότατος Τριβουνιανός
5τε ὁ πολυμαθέστατος, ὧν ὁ μὲν ὕπαρχος οἷος οὐκ ἄλλος, οἱ δὲ ἄμφω κυαίστωρες γενόμενοι τὴν πολιτείαν ἐκόσμησαν, συλλαμ‐ βανομένων αὐτῶν αὐτοῖς περὶ τοὺς ἐπαίνους πάντων ὁμοῦ τῶν τότε δικολόγων, περὶ ὧν σιγᾶν ἄμεινον ἢ παρ’ ἀξίαν ἐπαινεῖν κοσμιώτερον οἶμαι. καὶ ταῦτα μέν ποτε, νῦν δ’ οὐ μόνον οὐκ
10ἔστιν, ἀλλ’ οὐδὲ μνήμης τινὸς ἀξιοῦται δι’ ἃς οὐχ ἅπαξ ἀπο‐ δεδώκαμεν αἰτίας. 〈21〉 Μετὰ δὲ τὸν ἀβ ἄκτις ὁ ῥεγενδάριος ἐπὶ τῆς φροντίδος τῶν συνθημάτων τοῦ δημοσίου δρόμου τεταγμένος ἔτι καὶ νῦν λέγεται μέν, πράττει δὲ οὐδέν, τοῦ μαγίστρου τῆς αὐλῆς τὴν
15ὅλην ὑφελομένου τοῦ πράγματος ἐξουσίαν. μεθ’ ὃν οἱ τῶν διοική‐ σεων κοῦρα ἐπιστουλάρουμ, οἳ τὰς μὲν ἐπὶ τοῖς δημοσίοις φοιτώ‐ σας ψήφους γράφουσι μόνον, τὸ λοιπὸν καταφρονούμενοι· οἱ δὲ λεγόμενοι τρακτευταὶ τὴν ἐγνωσμένην αὐτοῖς διδασκαλίαν ὑποτιθέντες τῷ προστάγματι τὴν ὅλην ὑφήρπαζον ἐξουσίαν,
20μάλιστα ἐξ ὅτε τὴν ἀρχὴν ἑαυτοῖς ἐθάρρουν περιποιεῖν οἱ σκρι‐ νιάριοι. πέρας μὲν ὧδε τῶν λογικῶν τῆς τάξεως συστημάτων. δουκηνάριοι καὶ κεντηνάριοι βίαρχοί τε καὶ ἀδιούτωρες καὶ τὰ λοιπὰ τῆς τάξεως μέλη, ἀνύοντα τὴν ὑπὸ τοῦ νόμου τεθειμένην αὐτοῖς λειτουργίαν, τέρμα τῆς στρατείας, ὁποῖον ἡ τύχη δοίη,
25καταλαμβάνουσι, τῶν λεγομένων θηκοφόρων, οἳ τὰς προτομὰς τῆς ἀρχῆς φέρουσιν, καὶ διαιταρίων ἐν ἑτέροις μὲν τάγμασι τῆς
τάξεως καταλεγομένων, λειτουργίαν δὲ πληρούντων.166
Mag
.

168

(1t)

ΠΕΡῚ ΤΟΥ͂ ΚΟΡΝΙΚΟΥΛΑΡΊΟΥ ΤΗ͂Σ ΜΕΓΊΣΤΗΣ
2tΤΆΞΕΩΣ
3 〈22〉 Πάντων, οἶμαι, τῶν καταλόγων, εἰ μή τι σφάλλομαι, παρελθόντων τῷ λόγῳ, ὑπόλοιπόν ἐστιν αὖθις καθάπερ ἡγεμόνα
5σεμνὸν ἐπὶ τέλους τὸν κορνικουλάριον ἐπὶ τῆς ἱστορίας ἀναδεῖξαι· δεῖ γὰρ αὐτὸν τὴν ὅλην συνέχοντα τάξιν ἀρχὴν ἅμα καὶ πέρας αὐτῆς ἀποδεῖξαι. ἀρκεῖ μὲν οὖν αὐτῷ πρὸς ἀξιοπιστίαν καὶ μόνος ὁ χρόνος ὑπὲρ τριακοσίους καὶ χιλίους ἐνιαυτοὺς ἡγου‐ μένῳ τοῦ τάγματος καὶ σὺν αὐτῷ τῷ πολισμῷ τῆς ἱερᾶς Ῥώμης
10ἐπιφανέντι τοῖς πράγμασιν· παρῆν γὰρ ἀνέκαθεν τῷ ἱππάρχῳ, ὁ δὲ ἵππαρχος τῷ τότε ῥηγί. ὥστε ἐκ προοιμίων τῆς Ῥωμαϊκῆς πολιτείας γνώριμος ὁ κορνικουλάριός ἐστιν, κἂν εἰ μηδὲν αὐτῷ παρὰ τὴν προσηγορίαν ἀπολέλειπται· ἐξ ὅτε 〈γὰρ〉 Φοῦσκον (οὕτω δὲ 〈τὸν〉 μελάγχρωτα Ῥωμαῖοι καλοῦσιν) Δομιτιανὸς
15πραιτωρίων ὕπαρχον κατὰ τὴν Αὐγούστου ἐγχείρησιν προβαλό‐ μενος τὴν τοῦ ἱππάρχου περιττὴν ἀπέδειξε προαγωγήν, ὅπλων ἡγούμενος, μετηνέχθη πάντα. 〈23〉 Τοιγαροῦν τὰ ὅπως οὖν παρὰ τοῖς ὑπάρχοις πραττόμενα μόνος διέταττεν ὁ κορνικουλάριος καὶ τοὺς ἐξ αὐτῶν πόρους
20εἰς οἰκείαν ἀπεφέρετο παραψυχήν· καὶ τοῦτο ἀπὸ Δομιτιανοῦ ἕως τοῦ καθ’ ἡμᾶς Θεοδοσίου κρατοῦν ἠμείφθη διὰ τὴν Ῥου‐ φίνου τυραννίδα. νόμον γὰρ ἔθετο ὁ βασιλεὺς Ἀρκάδιος τὸ τῆς ἀρχῆς δυνατὸν δεδιττόμενος, ὥστε τὸν πρίγκιπα τῆς τάξεως τοῦ μαγίστρου παριόντα ἐπὶ τὰ μέγιστα δικαστήρια περιεργάζεσθαι
25καὶ πολυπραγμονεῖν τὴν δύναμιν τῶν πραττομένων ἐν αὐτοῖς καὶ οὗτινος χάριν γίνοιντο τὰ τοῦ δρόμου συνθήματα εὑρίσκειν. καὶ τὸ λοιπὸν ὁ Ῥουφῖνος, ἐξ ὅτε δι’ ἑαυτοῦ ἐπὶ τὴν ἕω ἦλθεν, τὸν λεγόμενον κόμιτα τῆς ἀνατολῆς μαστίξας ἀπώλεσεν, ἀνθ’ ὧν
ἐτόλμησε ζηλῶσαι τῷ λόγῳ τὴν ἐπαρχότητα. καὶ ἡ μὲν Ἀρ‐168
Mag
.

170

καδίου, ὡς ἔφην, διάταξις ἐν τῷ πάλαι Θεοδοσιανῷ Κώδικι ἀνεγέγραπτο, οἱ δὲ τὸν νεαρὸν καταστησάμενοι παρεῖδον αὐτὴν ὡς περιττὴν αὐτοῖς εἶναι φανεῖσαν. 〈24〉 Παρὼν οὖν ὁ πρίγκεψ τῶν μαγιστριανῶν τοῖς μεγίστοις
5ποτὲ δικαστηρίοις καὶ μηδὲν παρὰ τὴν προσηγορίαν ἔχων λόγους ἔθετο πρὸς τὸν τότε τῆς τάξεως κορνικουλάριον, ὥστε πάροδον αὐτῷ δοῦναί τινα πρὸς τὰ πραττόμενα καὶ δόξαν οὕτως ἐτύπωσεν ὁ πρίγκεψ μίαν χρυσίου λίτραν καθ’ ἕκαστον μῆνα προσφέρειν τῷ κορνικουλαρίῳ μετὰ τὸ πᾶσι τοῖς ἐκ τάξεως κατὰ συνήθειαν
10λαμβάνουσι μοῖράν τινα τῶν πόρων ἀμελλητὶ διδόναι τὰ εἰωθότα. τούτων οὕτως συντεθειμένων αὐτοῖς, λαμβάνων ὁ κατὰ καιρὸν κορνικουλάριος παρὰ τοῦ πρίγκιπος τὰς δώδεκα τοῦ χρυσίου λίτρας δίχα τινὸς ἐλλείμματος μετὰ πάσης τιμῆς παρεχώρει τῷ κρείττονι μᾶλλον τὴν τῶν μονομερῶν ἐντυχιῶν εἰσαγωγήν,
15φυλάξας ἑαυτῷ μετὰ τὴν ἐκ τοῦ βαθμοῦ καὶ τῶν ἄλλων κερδῶν προνομίαν τὸ πληροῦν δι’ οἰκείας ὑποσημειώσεως τὰ πραττό‐ μενα, οὐκ ἔλαττον χιλίων χρυσῶν πόρον αὐτῷ περιποιοῦντα. 〈25〉 ‘Τὰ δ’ ἔνθεν οὐκέτ’ ἂν φράσαι λόγῳ δακρύων δυναίμην χωρίς,‘ κατὰ τὸν Εὐριπίδου Πηλέα. πάντων γὰρ ἤδη πρότερον
20τούτων ὃν τρόπον καὶ τῶν ἄλλων ἀπολομένων, παραπέλαυσα καὶ αὐτὸς ἐγὼ τῆς κακοδαιμονίας τοῦ χρόνου, καταντήσας εἰς τὸ πέρας τῶν τῆς στρατείας βαθμῶν, μηδὲν παρὰ τὴν προσηγορίαν κτη‐ σάμενος. καὶ μάρτυρα τὴν Δίκην ἀληθεύων οὐκ ἐρυθριῶ ἐπικα‐ λούμενος· ἕως ἑνὸς ὀβολοῦ οὐκ ἀπὸ τοῦ πρίγκιπος οὐκ ἀπὸ
25τῶν λεγομένων κομπλευσίμων οἶδα κομισάμενος. πόθεν γὰρ ἔμελλον λαμβάνειν, τῆς μὲν ἀρχαίας συνηθείας ἐχούσης ἑπτὰ καὶ τριάκοντα χρυσίνους παρέχεσθαι τῇ τάξει ὑπὲρ μονομεροῦς ἐν‐ τεύξεως πρὸς τῶν ὅπως οὖν εἰσβαλλόντων ἐν τοῖς τότε μεγίστοις
δικαστηρίοις, τὸ δὲ λοιπὸν χαλκοῦ κάρτα μετρίου (οὐ γὰρ χρυ‐170
Mag
.

172

σίου) ὥσπερ εἰς ἔλεον οἰκτρῶς καὶ οὐδὲ συνεχῶς ἐπιδιδομένου; ἢ ὅπως ὁ πρίγκεψ πρὸς τὰ πάλαι διδόμενα παρ’ αὐτοῦ τῷ κατὰ καιρὸν κορνικουλαρίῳ συνωθεῖτο, μηδὲ εἰς μνήμην ψιλῆς γ’ οὖν προσηγορίας ἀναφερόμενος, μηδὲ παρεῖναι τὸ λοιπὸν ὑπομένων
5τῷ δικαστηρίῳ, οὐδενὸς οὐδενὶ ἐν βαθμῷ στρατευομένου; ἐμοὶ δὲ μεταμέλει, ὀψίᾳ τοῦ καιροῦ τὸ προσῆκον ἀναλογιζομένῳ, ἀντὶ τίνος τοσοῦτον προσήδρευσα χρόνον τῷ δικαστηρίῳ, μηδὲν ἐξ αὐτοῦ πρὸς παραψυχὴν εὑραμένῳ· καὶ δικαίως ταῦτά μοι συμβέβηκεν εἰς ταύτην ἐμβαλόντι τὴν λειτουργίαν· ὥστε χαλεπὸν
10οὐδὲν τὴν ἐκ προοιμίων ἐπ’ ἐμοὶ διελθεῖν ἄχρι τοῦδε τῷ λόγῳ διήγησιν. 〈26〉 Ἕνα καὶ εἰκοστὸν τῆς ἡλικίας ἄγων ἐνιαυτόν, ἐπὶ τῆς Σεκουνδιανοῦ ὑπατείας ἐκ τῆς ἐνεγκούσης με Φιλαδελφείας τῆς ὑπὸ τῷ Τμώλῳ καὶ 〈ἐν〉 Λυδίᾳ κειμένης παρῆλθον εἰς ταύτην
15τὴν εὐδαίμονα πόλιν· καὶ πολλὰ μεθ’ αὑτῷ σκεψάμενος ἐπὶ τοὺς μεμοριαλίους τῆς αὐλῆς συνεῖδον ἐλθεῖν καὶ πρὸς στρατείαν ἀναζώσασθαι μετ’ ἐκείνων. ὅπως δὲ μὴ τὸν ἐν μέσῳ χρόνον δόξαιμι ζημιοῦσθαι, εἰς φιλοσόφου φοιτᾶν διέγνων. Ἀγάπιος ἦν κατ’ ἐκεῖνον τὸν χρόνον, περὶ οὗ Χριστόδωρος ὁ ποιητὴς ἐν
20τῷ Περὶ τῶν Ἀκροατῶν τοῦ μεγάλου Πρόκλου μονοβίβλῳ 〈τ〉έ φησιν οὕτως· ‘Ἀγάπιος πύματος μέν, ἀτὰρ πρώτιστος ἁπάντων,‘ παρ’ ᾧ, τὰ πρῶτα τῶν Ἀριστοτελικῶν διδαγμάτων ἐπιών, ἔτυχον καί τινων ἐκ τῆς Πλατωνικῆς φιλοσοφίας ἀκροάσασθαι. ἡ δὲ Τύχη μᾶλλον εἰς ταύτην 〈μ〉ε παρωθῆσαι τὴν λειτουργίαν σκεψα‐
25μένη Ζωτικόν, πολίτην ἐμὸν καὶ χαίροντά μοι 〈οὐ〉 μετρίως, ἐπὶ τὴν ἐπαρχότητα τῶν πραιτωρίων ὑπὸ τῷ πάντων βασιλέων
ἡμερωτάτῳ Ἀναστασίῳ προήγαγεν· ὃς οὐ πείθειν με μόνον ἀλλὰ172
Mag
.

174

καὶ ἀναγκάζειν δυνάμενος τοῖς ταχυγράφοις τῆς ἀρχῆς συνηρίθμη‐ σεν, ἐν ᾗ καὶ Ἀμμιανὸν τὸν ἐπιεικέστατον, ἀδελφιδοῦν τῷ ἐμῷ πατρὶ γενόμενον, συνέβαινε διαφαίνεσθαι. 〈27〉 Ὅπως δὲ μὴ τυχὸν ῥᾳθυμήσω, πᾶσάν μοι κέρδους ὁδὸν
5ὁ ὕπαρχος ἔδειξεν, ὡς παρ’ ὅλον τὸν τῆς ἀρχῆς χρόνον αὐτοῦ (μέτριος δὲ ἦν καὶ βραχεῖ τὸν ἐνιαυτὸν ἐκβάς) οὐκ ἐλάττους χιλίων χρυσῶν ἀποκερδᾶναι σωφρόνως. 〈ὡσ〉 εἰκὸς οὖν εὐχα‐ ριστῶν ἐγὼ (πῶς γὰρ οὔ;) ἐγκώμιον βραχὺ πρὸς αὐτὸν διεξῆλθον. ὁ δὲ ἡσθεὶς ἀνὰ στίχον μὲν ἕκαστον χρύσινον ἀπὸ τῆς τραπέζης
10με κομίσασθαι παρεκελεύσατο, οἱ δὲ πρὸς τὸ βοηθεῖν ἀπὸ τοῦ λεγομένου ἀβ ἄκτις καλούμενοι, τὸ μήποτε γενόμενον, παρα‐ καλοῦντες προσελάβοντό με εἰς πρῶτον χαρτουλάριον, ἑτέρων δύο μόνων, ἤδη γερόντων, πρότερον μετὰ χρυσίου δόσεως συν‐ ταξαμένων αὐτοῖς· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τέσσαρας πρὸς
15εἴκοσι χρυσοῦς κατ’ ἔτος ὥρισαν ἕκαστον. ὁμοίως τε ποιῶν ἀντ’ αὐτῶν τὸ λεγόμενον περσωνάλιον καὶ κοττιδιανόν, περὶ ὧν ἄρτι διεξῆλθον, σουγγεστίωνας ἐτιθέμην, ὧν ὁ λόγος ὧδε· πάντες μὲν ἀνέκαθεν οἱ παρὰ τῇ ποτε πρώτῃ τῶν ἀρχῶν βοη‐ θοῦντες τοῖς τρέχουσι σκρινίοις διὰ πολλῆς ἐξέλαμπον παιδείας,
20περὶ δὲ τὴν Ῥωμαίων φωνὴν τὸ πλέον ἔχειν ἐσπούδαζον· χρειώ‐ δης γὰρ ἦν αὐτοῖς κατὰ τἀναγκαῖον. δίκης οὖν ἐφεσίμου τυχὸν γενομένης, εἶτα πρὸς τὴν σύγκλητον ἀναγομένης πρὸς διόρθω‐ σιν, ὁ τῶν ἄλλων βοηθῶν κρείττων συνέταττε τὴν λεγομένην σουγγεστίωνα, ἀντὶ τοῦ διδασκαλίαν, πρὸς ἀκρόασιν τῆς βουλῆς
25οὕτως μάλιστα, ὡς ἐκπλήττειν τόν τε τῆς βουλῆς κυαίστωρα καὶ τοὺς λεγομένους πάλαι μὲν ἀντεκήνσωρας, καθ’ ἡμᾶς δὲ
ἀντιγραφεῖς. τοῦ δὲ θεοῦ συλλαμβάνοντος καὶ τῆς ἀπὸ τῶν περι‐174
Mag
.

176

γινομένων μοι παραμυθιῶν προθυμίας ἀνεπαίσθητον ἀποτελούσης τὸν κάματον, οὐ μόνον ἐπλήρουν τὰς εἰρημένας λειτουργίας ἐπὶ τοῦ σκρινίου, ἀλλὰ μὴν ἐπισηκρητεύων παρὰ τοῖς ταχυ‐ γράφοις, ἔτι καὶ βοηθῶν ἑτέροις ἐν τῷ Τεμένει τῆς Δίκης ταχυ‐
5γραφοῦσιν, ὃ καλεῖται Σήκρητον· καὶ οὐ μικρὰ ἥ τε δόξα διὰ τῶν ἔργων ἥ τε τῆς παραμυθίας ἐπὶ τοῖς ἔργοις ἀφθονία· ἔνθεν ὥσπερ ἀναπτερωθεὶς ἐπὶ τοὺς λεγομένους ἀ σηκρήτις τῆς αὐλῆς ἠπειγόμην. 〈28〉 Ὁ δὲ Ζωτικός, ὑποβάλλοντος αὐτῷ τοῦ πάντα χρηστοῦ
10καὶ ἐπιεικοῦς φιλομαθοῦς τε καὶ φιλοσόφου τὸν βίον Ἀμμιανοῦ, καὶ γαμετήν μοι περιποιεῖ ἑκατὸν μὲν χρυσίου λιτρῶν φερνὴν προσάγουσαν, τὰ δὲ ἄλλα κρείττονα τῶν ὅτε δή ποτε ἐπὶ σω‐ φροσύνῃ θαυμαζομένων γυναικῶν. ἐγὼ δὲ κρείττονα πολλῷ, τοῦ χρόνου προϊόντος, ἐλπίζων προσελθεῖν μοι τὰ πράγματα,
15τῆς μὲν ἐπὶ τὴν αὐλὴν σπουδῆς ἀπεσχόμην, ὅλον δέ μου τὸν βίον τῇ στρατείᾳ παρεχώρησα. τῶν οὖν κοινῶν τοιούτων ἀπο‐ τελεσθέντων ἐπὶ πᾶσιν ὁποίων ὁ λόγος ἐμνημόνευσεν, καὶ τὸ λοιπὸν τοῖς λογικοῖς 〈οὐχ〉, ὡς τὸ πρίν, τῆς Τύχης ἀπαρε‐ σκομένης, ἐμίσησα τὴν στρατείαν, ὅλον ἐμαυτὸν τοῖς βιβλίοις
20ἐκδούς. γνοὺς δὲ ὁ βασιλεὺς τὴν ἐμὴν περὶ τοὺς λόγους ἀγρυπνίαν πρῶτον μὲν ἐγκώμιον εἰπεῖν με πρὸς αὐτὸν κατηξίωσεν, παρόντων ἐκ τύχης καὶ τῶν ἀπὸ τῆς μείζονος Ῥώμης λογάδων, οἷς ἀεὶ μέλει, καὶ τοῦτο ταλαιπωροῦσιν, τῆς περὶ λόγους σπουδῆς. οὗ γενομένου, καὶ συγγράψαι με τὸν πρὸς Πέρσας αἰσίμως αὐτῷ
25χειρισθέντα πόλεμον παρεκελεύσατο ὅτε Δάραν, τὴν πόλιν ἣν ὁ πολὺς Ἀναστάσιος ταῖς φάρυγξι τῶν πολεμίων ἐπιτέθεικεν, ἐνοχλοῦντες ἐκεῖθεν οὐ μετὰ μικρᾶς ζημίας ὑπενόστησαν, οὐκ ἐπ’ αὐτοῦ πάλιν προελθόντες. 〈29〉 Πραγματικὸν πρὸς τὴν ἐπαρχότητα γράφων ὁ βασιλεὺς
30ἐπ’ ἐμοὶ τοιούτοις ἐχρήσατο ῥήμασιν· ‘Ἰωάννῃ τῷ λογιωτάτῳ176
Mag
.

178

πολλὴν μὲν σύνισμεν τὴν ἐν λόγοις παιδείαν τήν τε ἐν γραμ‐ ματικοῖς ἀκρίβειαν τήν τε ἐν ποιηταῖς χάριν καὶ τὴν ἄλλην αὐτοῦ πολυμάθειαν, καί, ὅπως τὴν Ῥωμαίων φωνὴν τοῖς ἑαυτοῦ πόνοις ἀποδείξει σεμνοτέραν, καίτοι τῆς στρατείας αὐτῷ τῆς
5ἐν τοῖς δικαστηρίοις τῆς σῆς ὑπεροχῆς ὀρθῶς φερομένης, ἑλέσθαι μετ’ αὐτῆς καὶ τὸν ἐν βιβλίοις ἀσκῆσαι βίον καὶ ὅλον ἑαυτὸν ἀναθεῖναι τοῖς λόγοις. τὸν τοίνυν εἰς τοσοῦτον ἀρετῆς ἀναβάντα ἀγέραστον ἀπολιπεῖν ἀνάξιον τῶν ἡμετέρων χρόνων εἶναι κρίνον‐ τες, προστάττομεν τῇ σῇ ὑπεροχῇ ἐπιδοῦναι ἑαυτῷ τοῦ δη‐
10μοσίου τόδε. ἴστω δὲ ὁ εἰρημένος σοφώτατος ἀνὴρ ὡς οὐ μέχρι τούτου στησόμεθα, ἀλλὰ καὶ ἀξιώμασι καὶ ἱεραῖς μείζοσι φι‐ λοτιμίαις τιμήσομεν αὐτόν, ἄτοπον ἡγούμενοι τοιαύτην εὐγλωτ‐ τίαν οὕτω μικρᾶς ἀμοιβῆς ἀξιωθῆναι, ἐπαινοῦντες αὐτὸν εἰ καὶ πολλοῖς ἑτέροις τῆς οὔσης αὐτῷ μεταδοίη παρασκευῆς.‘ τούτοις
15ἐπιψηφισαμένου τοῦ τηνικαῦτα τὴν πολιαρχίαν ἰθύνοντος καὶ τόπον διδασκάλοις ἀπονενεμημένον ἀφορίσαντός μοι ἐπὶ τῆς Καπιτωλίδος αὐλῆς, ἐχόμενος τῆς στρατείας, ἐπαίδευον καὶ μεγαλοφρονεῖν ἐξηγόμην. 〈30〉 Παρὰ μέντοι τῆς στρατείας βαθμῶν τε καὶ πόρων ἄνευ
20τινὸς ἐλαττώσεως, ὥσπερ ἀνεπαισθήτως τοῦ χρόνου τροχάζοντος, ἐπὶ τὸ πέρας τῆς στρατείας ἀνῆλθον. καὶ κερδῶν μὲν ἕνεκα, ὡς εἰ μηδ’ ἐν στρατείᾳ τελῶν, παρηνέχθην, ἔτυχον δὲ τιμῆς καὶ τῆς ἀπὸ τῶν κρατούντων αἰδοῦς καί, τὸ δὴ πάντων γλυκύ‐ τερον, ἐν ἀνέσει τὸν βίον παρέδραμον. ἡ δὲ πάνσοφος Δίκη,
25δικαίοις με παραμυθουμένη τρόποις, τοῖς μὲν στρατιώταις, ὡς ἔφην, αἰδέσιμον ἔδειξεν, τοῖς δὲ ἄρχουσιν οὐκ ἀπάξιον τιμῆς. καὶ τοῦτο δῆλον ἐκ τῆς προελθούσης ἐπ’ ἐμοὶ ψήφου ὅτε τὴν ζώνην ἀφεὶς ἐπὶ τὴν αὐλὴν ἐχώρουν. πρῶτον μὲν γὰρ ἀναβάντα με ἐπὶ τοῦ βήματος τῆς ἐπαρχότητος, κατὰ τοῦτο δὴ τὸ σύνηθες,
30εὐχαριστῆσαι τῷ κρείττονι καὶ τὴν ἀρχὴν ἀπώσασθαι, τιμήσας
〈ὁ〉 ὕπαρχος (Ἥφαιστος δὲ ἦν ὁ χρηστός, ἀνὴρ ἀγαθὸς καὶ178
Mag
.

180

ἐκ μόνης τῆς προσηγορίας τὴν οὖσαν εὐγένειαν αὐτῷ δεικνύς· Ἡφαίστου γὰρ τοῦ πρώτου βασιλεύσαντος Αἰγύπτου κατὰ τὸν Σικελιώτην ἀπόγονος εἶναι διεφημίζετο) ἐγερθεὶς ἀντησπάσατό με λιπαρῶς, καὶ περιβαλὼν αὐτίκα μὲν τὸ πρόσταγμα τῶν ἀν‐
5νωνῶν χερσὶν ἰδίαις ἐπιδίδωσιν εὐχαριστῶν, μετὰ δὲ μυρίους ἐπαίνους, πάσης τῆς τάξεως παρούσης, ψῆφον ἀνέγνω ἔχουσαν ὧδε· ‘Ἰωάννης μὲν ὁ λογιώτατος (τούτῳ γὰρ χαίρει τῷ προσρή‐ ματι μᾶλλον ἢ τοῖς ἐκ τῶν ὑπαρξάντων αὐτῷ γερῶν προσγε‐ νομένοις γνωρίσμασιν) ἤδη φθάσας τοῖς ἁπάντων ἑαυτὸν καλ‐
10λίστοις, παιδείᾳ τε καὶ λόγοις φαμέν, τοιοῦτον ἀπέδειξεν, ὡς οὐκ αὐτὸν θαυμάζεσθαι μόνον ἀλλὰ καὶ πολλοὺς ἑτέρους, οἳ δὴ τῆς αὐτοῦ διδασκαλίας ἔργον γεγόνασιν· μικρὸν δέ, ὡς ἔοικεν, εἶναι νενομικὼς εἰ μόνοις κοσμοῖτο τοῖς ἐκ λόγων ἐπιτηδεύ‐ μασιν (καίτοι γε τί ἄν τις τούτων ἡγήσοιτο μεῖζον;) καὶ τοῖς
15πολιτικοῖς ἐνέμιξε πράγμασιν· ὑπηρετησάμενος δὲ τοῖς ἡμετέροις δικαστηρίοις μίαν τινὰ διὰ πάντων ἐφύλαξεν ἁρμονίαν, τοῖς οἰκείοις πανταχοῦ κατακολουθῶν παραδείγμασι καὶ δι’ αὐτῶν διδάσκων τῶν ἔργων ὡς φύσις ἀγαθὴ καὶ τίκτειν οἵα τε οὖσα τὰ χρησιμώτερα, πρὸς ὅπερ ἂν βίου σχῆμα τραπείη, τῶν οἰκείων
20οὐκ ἐξίσταται πλεονεκτημάτων, σεμνοτέραν δὲ τὴν ἀρετὴν ἀπερ‐ γάζεται, λόγοις αὐτὴν καὶ πολιτικοῖς ποικίλλουσα πράγμασιν. τούτοις τοίνυν ἅπασιν ἐνευδοκιμηκὼς Ἰωάννης ὁ λαμπρότατος, τοὺς ἐν τοῖς ἡμετέροις δικαστηρίοις βαθμούς τε καὶ πόνους διανύσας, ἐπὶ τὰ τοῦ μεγάλου βασιλέως δραμεῖται ἴχνη καὶ
25μειζόνων ἐκεῖθεν ἀπολαύσει δωρεῶν. ἔστι γὰρ δὴ πρὸς τοῖς ἄλλοις πλεονεκτήμασι καὶ φιλόλογος ὁ βασιλεύς, τοῦτο καλῶς ἐφ’ ἡμῶν πεποιηκότος τοῦ χρόνου ὅπως ἂν ἡ τοῦ προστατοῦντος σεμνότης καὶ τὴν λοιπὴν ἅπασαν τάξιν ἐπί τι φέροι λαμπρό‐ τερον.‘ ταύτην τὴν τιμὴν ἀντὶ πολλῶν χρημάτων ἐκ τοῦ δικαστη‐
30ρίου λαβών, ἡγουμένων τῶν πάντα μοι γλυκυτάτων ἑταίρων, ἐπὶ τὴν αὐλὴν ἀνεχώρησα, στρατευσάμενος τοὺς πάντας τεσ‐ σαράκοντα ἐνιαυτοὺς πρὸς μησὶ τέσσαρσιν, καὶ τυχὼν τοῦ εἰωθό‐ τος παρὰ τῆς βασιλείας ἀξιώματος τοῖς πληροῦσιν ἐπιδίδοσθαι
αὖθις ἐπὶ τὰ βιβλία παρῆλθον.180
Mag
.

182

(1t)

ΠΕΡῚ ΤΩ͂Ν ΣΚΡΙΝΙΑΡΊΩΝ ΤΩ͂Ν ΔΙΟΙΚΉΣΕΩΝ
2tΣΤΡΑΤΙΩΤΙΚΟΥ͂ ΤΕ ΚΑῚ ΣΙΤΩΝΙΚΟΥ͂ ΚΑῚ
3tΚΑΓΚΕΛΛΑΡΊΩΝ
4〈31〉 Εἰ πᾶσάν τις ἐπέλθοι κατὰ πόδα τὴν Ῥωμαϊκὴν ἱστο‐
5ρίαν, οὔποτε εὑρήσει πρὸ τῆς Κωνσταντίνου βασιλείας τὸ σκρι‐ νιάριον ὄνομα. σκρινίον μὲν γὰρ καὶ σκρίβαν καὶ τὰ τούτων δὴ παράγωγα εὑρήσει, τὸ δὲ σκρινιάριον ἐπώνυμον οὐδαμοῦ. ὥστε οὐκ οἶδε μὲν αὐτοὺς ἀνέκαθεν τὸ πολίτευμα, οὐδ’ εἰσὶ μέρος οὐ τῆς τοῦ ἱππάρχου οὐδὲ μὴν τῆς τῶν ἐπάρχων τάξεως,
10ἰδιωτεύοντες δὲ παρῆλθον κατὰ τὸ ἀναγκαῖον ἐπὶ τὰ πράγματα· καὶ ὅπως, ἐρῶ. Κωνσταντῖνος πρῶτος, ὡς ἔμπροσθεν εἴρηται, Σκυθίαν τε καὶ Μυσίαν καὶ τοὺς ἐξ ἐκείνων φόρους ἄκων ἐζημίωσε τὴν Ῥωμαϊκὴν πολιτείαν, τὰς φρουρούσας δυνάμεις τὴν ὄχθην τοῦ πρὸς βορέαν Ἴστρου ἐπὶ τὴν κάτω Ἀσίαν δέει
15τυραννίδος διασκεδασάμενος. ἐμοὶ δὲ δοκεῖ βραχὺ παρατραπέντι τοῦ σκοποῦ περὶ τῆς προσηγορίας τοῦ ποταμοῦ διὰ βραχέων εἰπεῖν· νῦν μὲν γὰρ Ἴστρον, νῦν δὲ Δανούβιον τὸν αὐτὸν εὑρί‐ σκομεν ὀνομαζόμενον· ὥστε δεήσει διδασκαλίας. 〈32〉 Ἐκ τῶν Ῥητικῶν ὀρῶν, ἃ τῆς Κελτικῆς ὀρεινῆς εἶναί
20φησιν ὁ Καῖσαρ ἐν βιβλίῳ τῷ πρώτῳ τῆς κατ’ αὐτὸν Γαλλικῆς Ἐφημερίδος, ἐκ μιᾶς πηγῆς ὅ τε Ῥῆνος ὅ τε Ἴστρος, οὐδέ‐ τερος δὲ αὐτῶν μὴ τὴν ἐπωνυμίαν ἀμείψας, ἐπὶ τὴν θάλασσαν ἐξωθεῖται. ὁ μὲν γὰρ Ῥῆνος, πᾶσαν τὴν Γαλατικὴν μεσόγειον τριχῇ διῃρημένην εἰς Κελτικὴν Γερμανικὴν καὶ Γαλατικὴν δια‐
25τρέχων, οὐκ ἄρδει μόνον αὐτὴν μετὰ Ῥοδανόν, ἀλλὰ καὶ φρουρεῖ, φυλάττων ἀνέφοδον· πρὸς δὲ τὸ πέρας σχεδὸν τῆς ῥύσεως εἰς Μόσον τὸν ποταμόν, γείτονα τοῦ βορείου πρὸς δύσιν ὠκεανοῦ, ὀλισθαίνων ἀποβάλλει μὲν τὴν οὖσαν αὐτῷ κατ’ ἀρχὰς ἐπωνυ‐ μίαν, μετ’ ἐκείνου δὲ τοῖς τῆς Βρεττανικῆς θαλάττης ἐπισύρεται
30κόλποις. ὁ δὲ Ἴστρος, ἐάσας τὸν ἀδελφὸν Ῥῆνον πρὸς δύνοντα
ἥλιον ἀναχωροῦντα, αὐτὸς ἐπὶ τὴν ἑῴαν μερίζεται· καὶ ἄχρι μὲν182
Mag
.

184

Παννονίας (ἣν Ἕλληνες Παιονίαν δι’ εὐφωνίαν καὶ φυγὴν βαρ‐ βαρισμοῦ καινοτομοῦντες ἐκάλεσαν) καὶ Σιρμίου, τῆς πάλαι μὲν Ῥωμαίων εὐδαίμονος πόλεως, νῦν δὲ Γηπαίδων, τὴν ἰδίαν διασῴζει προσηγορίαν, περὶ δὲ τὴν Θρᾳκίαν εἰλούμενος ἀποβάλ‐
5λει μὲν παρὰ τοῖς ἐπιχωρίοις τὸ ἔμπροσθεν ὄνομα, Δανούβιος μετακληθείς· οὕτως δὲ αὐτὸν οἱ Θρᾷκες ἐκάλεσαν δι’ ὅτι ἐπὶ 〈τὰ〉 πρὸς ἄρκτον ὄρη καὶ θρασκίαν ἄνεμον συννεφὴς ὁ ἀὴρ ἐκ τῆς ὑποκειμένης τῶν ὑγρῶν ἀμετρίας σχεδὸν διὰ παντὸς ἀποτελούμενος αἴτιος αὐτοῖς συνεχοῦς ἐπομβρίας ἀποτελεῖσθαι
10νομίζεται· Δανούβιον δὲ τὸν νεφελοφόρον ἐκεῖνοι καλοῦσι πα‐ τρίως. καὶ ταῦτα μὲν περὶ τῶν ποταμῶν, ὡς ἐν παρεκβάσει, κατὰ Σαμμωνικὸν τὸν Ῥωμαῖον ἱστορικόν, ὃς πρὸς Διοκλητιανὸν καὶ Γαλέριον τὸν γέροντα Περὶ Ποικίλων Ζητημάτων διελέχθη. 〈33〉 Κωνσταντῖνος οὖν Σκυθίαν τε καὶ Μυσίαν καὶ τοὺς ἐξ
15αὐτῶν φόρους, ὡς ἔφην, ἀπώλεσεν. Συρίαν δὲ ὅλην καὶ Πα‐ λαιστίνην (μία δέ ἐστι χώρα καὶ διὰ μόνον ἀριθμὸν εἰς πλῆθος ἀνάγεται) ἐπαρχίας ἀναδείξας, ἐδεήθη ὕπαρχον μετὰ τὸν Λιβύης καὶ Γαλατίας Ἰλλυρίδος τε καὶ Ἰταλίας καὶ τῆς ἑῴας προ‐ χωρήσασθαι, σκεπτόμενος, ὡς αὐτὸς ὁ βασιλεὺς ἐν τοῖς ἑαυτοῦ
20λέγει συγγράμμασιν, Πέρσαις ἀδοκήτως ἐπελθεῖν. ἠπίστατο γὰρ Κωνσταντῖνος, πολὺς ὢν ἔν τε παιδεύσει λόγων καὶ συνασκήσει ὅπλων (οὐδὲ γάρ, εἰ μὴ καθ’ ἑκατέραν παίδευσιν ἔτυχέ τις διαπρέπων, βασιλεὺς Ῥωμαίων προεχειρίζετο) μὴ εἶναι ῥᾴδιον ἄλλως καταπολεμηθῆναι Πέρσας, μὴ ἐξαπίνης αὐτοῖς ἐπιχεομένης
25ἐφόδου. καὶ συγγραφὴν περὶ τούτου μονήρη Κέλσος ὁ Ῥωμαῖος τακτικὸς ἀπολέλοιπεν, σαφῶς ἀναδιδάσκων ὡς οὐκ ἄλλως Πέρσαι Ῥωμαίοις παραστήσονται, μὴ αἰφνιδίως εἰς τὴν ἐκείνων χώραν Ῥωμαῖοι γνόφου δίκην ἐνσκήψουσιν, αἰτίαν οὐκ ἔξω λόγου
παρασχόμενος· ἡ δὲ τοιαύτη ἐστίν.184
Mag
.

186

〈34〉 Περσῶν ὁ δῆμος ὅλος καὶ σύμπαν ἁπλῶς τὸ ἔθνος εἴωθεν ἐπὶ πόλεμον ὁρμᾶν, ὡς καὶ Ῥωμαῖοι πρὸ τῆς Μαρίου τῶν λεγομένων λεγιώνων διατάξεως. διχοτομοῦντες οὖν ἄνθρω‐ πον αὐτοὶ διὰ μέσου τῶν δύο τοῦ σώματος τομῶν διαβιβάζουσι
5τὸν στρατόν. δῆλον γὰρ ὡς οὐχ ὡρισμένα οὐδὲ εὐτρεπῆ στρα‐ τεύματα τρέφουσιν οἱ Πέρσαι, ὡς ἑτοίμους εἶναι πρὸς τὰς μάχας, ὥσπερ οἱ Ῥωμαῖοι. χρόνου δεῖ τοίνυν αὐτοῖς εἰς παρασκευὴν στρατοῦ καὶ δαπάνης ἀποχρώσης τῷ πολέμῳ· ὥστε ἁρμόδιόν φησιν ὁ Κέλσος ἀδοκήτως αὐτοῖς ἐπελθεῖν, καὶ μάλιστα διὰ
10τῆς Κολχίδος τὰ προοίμια τῆς ἐφόδου λαμβανούσης (Λαζικὴν αὐτὴν ἐξ ἡγεμόνος ἐπιφημίζουσιν οἱ καθ’ ἡμᾶς)· ἡ γὰρ δυσχωρία Πέρσαις ἱππηλατοῦσι δυσέμβατος· ὅθεν ἀφόρητος αὐτοῖς ὁ Κορ‐ βουλὼν ἐπὶ τοῦ Νέρωνος ἐφάνη· τὰς γὰρ ἐκδρομὰς αὐτῶν τὰς ἐν ταῖς ἐρημίαις τῆς Περσίδος διὰ τῆς Ὑρκανῆς ἀποκλείσας,
15τὴν ἐκ τῆς φυγῆς νίκην ἀφεῖλεν, ὡς ἐν στενωπῷ, ὅσον ἧκεν εἰς Περσικὰς πολυπληθείας, ζωγρηθέντας εἰς μόνην τὴν πρὸς τῷ Μυγδονίῳ Ἀντιόχειαν (Νίσιβιν αὐτὴν ἑλόντες μετεκάλεσαν οἱ Πέρσαι) καταφυγεῖν, ἣν καὶ αὐτὴν ἀπέλιπον τὸ τηνικαῦτα δίκην πρηστήρων τῶν Ῥωμαίων αὐτοῖς ἐπικειμένων.
20 〈35〉 Ταύτης οὖν τῆς ἐννοίας ὁ Κωνσταντῖνος γενόμενος καὶ ὕπαρχον ἐπὶ τῆς ἕω χειροτονήσας διαψηφιστὰς αὐτῷ κατεστή‐ σατο τῶν φόρων ἄνδρας αἰδεσίμους καὶ περὶ λεπτότητα λογισμῶν παρασκευασαμένους. ἰδιωτικῷ τοίνυν σχήματι στελλόμενοι παρῆ‐ σαν ἐν τῷ δικαστηρίῳ, μηδὲν ἕτερον παρὰ τοὺς λογισμοὺς ἀνὰ
25χεῖρας ἔχοντες, σκρινιάριοι χρηματίζοντες, ἀντὶ τοῦ χαρτοφύ‐ λακες, ὅτι σκρινίον τὴν δρυφάκτην λάρνακα Ῥωμαῖοι καλοῦσιν, καὶ διέμεινεν ἡ προσηγορία παρ’ αὐτοῖς μόνη. οὐ μὴν ἐν στρατείᾳ ἐτέλεσαν οὐδὲ τὴν ἰδιωτῶν τύχην ἐξῆλθον, ὡς αἱ παλαιαὶ διδάσκουσι μάτρικες. ἐπὶ δὲ Θεοδοσίου τοῦ πρώτου,
30ὡς εἶδον ἑαυτοὺς μὲν ἠμελημένους, τοὺς δὲ τῆς τάξεως διοικοῦν‐
τας τότε τὰ πράγματα, ἑαυτοὺς διαγράψαντες καὶ χρυσίον εἰς186
Mag
.

188

φίλτρα διαθροίσαντες ἐδεήθησαν τῆς βασιλείας συναριθμηθῆναι τῇ τάξει. καὶ τυχόντες καὶ τὰς λεγομένας προβατωρίας πορισά‐ μενοι εἰς μὲν ἀδιούτωρας, οἷον εἰ βοηθούς, ἀνηνέχθησαν ἴσα τοῖς ἄλλοις, τὸ δὲ Αὐγουσταλίων ὄνομα πριάμενοι τιμίως, ἄχρι
5Λέοντος ὡς εἰ μηδὲ στρατευόμενοι, ὅσον πρὸς τοὺς ἀπὸ τῆς τάξεως, ἐνομίσθησαν. οὐδὲ γὰρ οἶδεν αὐτοὺς ἡ Ῥωμαίων πα‐ λαιότης. ὅθεν, τῆς ἀρχῆς ἔτι καὶ νῦν ἐπὶ τοῦ βήματος προϊούσης, ἐξόπισθεν ὑποχωροῦντες παρέπονται, μόνης τῆς τάξεως στιχηδὸν διευθυνούσης τὸν ὕπαρχον. εἰκόνα οὖν τῷ βασιλεῖ ἀργυρήλατον
10ὅλην ἐπὶ κίονος ἀναστήσαντες τὸ πάλαι καλούμενον Πλακωτὸν πρὸς τῷ ὡρολογίῳ τῆς πόλεως διεκόσμησαν, ὡς ἐν τοῖς ἀρχαίοις τοῦ δημοσίου ἰνστρουμέντου ηὗρον ἱστορημένον. καὶ ἡ μὲν στήλη καθ’ ἡμᾶς ἐπὶ τὰ χρειωδέστερα ἔργα τῆς πόλεως προεχώ‐ ρησεν, ὁ δὲ κίων πρὸ τῆς ἐν τῷ λεγομένῳ Ἑβδόμῳ ἀγορᾶς
15ἀναστὰς τῇ τοῦ κρατίστου ἡμῶν βασιλέως εἰκόνι σεμνύνεται. 〈36〉 Ηὐξήθη δὲ λοιπὸν τὰ τῶν σκρινιαρίων ἀπὸ τῆς Ζήνωνος βασιλείας τοσοῦτον, ὅσον τὰ τῆς τάξεως ἔληξεν· πολλῶν μὲν γὰρ ἄλλων καὶ Πολυκάρπου δὲ ἀπ’ αὐτῶν εἰς τὴν ἀρχὴν ἁρπα‐ σθέντος ὑπὸ τῷ Ἀναστασίῳ, εἶτα καὶ Μαρίνου τὴν ὅλην ἀναζωσα‐
20μένου τῶν πραγμάτων διοίκησιν, ὃς καὶ αὐτὸς εἷς τῶν τῆς Συρίας σκρινιαρίων ἐτύγχανεν, καὶ τὸ λοιπὸν οὐχ ἑτέρου ἢ αὐτῶν σχεδὸν καὶ μόνων τὴν ἀρχὴν ἐκδεχομένων, διὰ τὴν τῶν φόρων ἐλάττωσιν εἰς παντελῆ ἀπώλειαν τὰ τῆς τάξεως κατέστη. καγκελ‐ λάριοι γὰρ αὐτοὶ καὶ λογοθέται καὶ τῆς θείας καὶ γενικῆς τρα‐
25πέζης διοικηταί, τῆς ἀρχαίας συνηθείας ἐχούσης μηδένα εἰς τὸ τοῦ λεγομένου καγκελλαρίου λειτούργημα ἢ μόνους τοὺς εὐδοκιμοῦντας ἐκ τῶν Αὐγουσταλίων καὶ ταχυγράφων παριέναι· ἐπεὶ καὶ δύο μόνους καγκελλαρίους τὸ δικαστήριον ἐγνώριζεν, οἷς καὶ χρύσινος εἷς καθ’ ἡμέραν ἀπὸ τοῦ δημοσίου ἀφώριστο.
30ἡ δὲ αἰτία τῆς προσηγορίας ὧδε.188
Mag
.

190

〈37〉 Τὸ πρὶν καθ’ ὁμαλοῦ ἐν τοῖς δικαστηρίοις, ὥσπερ ἔτι καὶ νῦν ἐν τοῖς ἐπιχωρίοις ἐστίν, ἔρυμα καί, ὡς ἄν τις εἴποι ‘διαφραγμόν,‘ ξυλουργές, ἀπὸ σχιδάκων μακρῶν ἀντιπλαγιαζομέ‐ νων ἐφ’ αὐτοὺς καὶ διόπτρας ὀξυτελεῖς, καθάπερ δικτύου τινός,
5ἀποτελούντων, ἐπὶ μέσου διέτεινε τοῦ δικαστηρίου, χωρίζον τὸν ἄρχοντα τῶν ὑποδίκων· κάγκελλον αὐτὸ οἱ Ῥωμαῖοι καλοῦσιν ὑποκοριστικῶς, ἀντὶ τοῦ δικτύδιον, ὅτι πρωτοτύπως κάγκρους αὐτοὶ τὰ δίκτυα λέγουσιν, ὑποκοριστικῶς δὲ καγκέλλους. ἐπὶ τούτου 〈τοῦ〉 διατμήματος ἵσταντο δύο ἀφ’ ἑκατέρας πλευρᾶς
10καγκελλάριοι, ἐκ τοῦ πράγματος ἐπιφημιζόμενοι· δι’ ὧν, ἐπεὶ μηδεὶς ἐθάρρει ἀλλ’ οὐδὲ συνεχωρεῖτο προσψαῦσαι τῷ βήματι, οἵ τε πρὸς ὑπογραφὴν χάρται τῇ ἀρχῇ προσεφέροντο ἥ τε τῶν ἀναγκαίων ἐγίνετο μήνυσις. ἀλλ’ ἤδη πρότερον εἰς πλῆθος τοῦ ἀξιώματος ὑβρισθέντος, τὸ μὲν δημόσιον ἀνήρτησε τὴν ἐπίδοσιν,
15πάντες δὲ σχεδὸν οἱ ὅπως οὖν δικασπολίαν περικείμενοι καγκελ‐ λάριοι καθ’ ἡμᾶς χρηματίζουσιν, καὶ οὐκ αὐτοὶ μόνον ἀλλὰ καὶ οἱ ἐν ταῖς ἐπαρχίαις χαλκολογοῦντες τὸ καγκελλαρίων περιάπτουσιν ἑαυτοῖς ἀξίωμα ὅπως αὐτοῖς τὰ τῶν ἐπαρχιῶν ἀδεῶς προσά‐ γοιτο.
20 〈38〉 Τοιαῦτα μὲν τὰ περὶ τῆς συγχύσεως καὶ τοῦδε τοῦ σχήματος, τοῖς δὲ σκρινιαρίοις προστέθεινται καὶ οἱ τοῦ στρα‐ τιωτικοῦ, οἷον εἰ ἀννωνιακοῦ, προεστηκότες φροντίσματος· οὐχ ὅτι καὶ αὐτοὶ μέρος ἐτύγχανον τῆς παλαιᾶς ὄψεως τοῦ δι‐ καστηρίου, ἀλλ’ ὅτι, τῶν στρατηγικῶν παρωθηθέντων σκρινια‐
25ρίων, καὶ τούτων συνέβη ἀποτελεσθῆναι τὸν κατάλογον. τῇ δὲ βασιλέως ἀρετῇ τὸ πρὸς ἄλλων ἐπηρείας ἐξηυρῆσθαι νομισθὲν εἰς λυσιτελοῦν καλῶς διοικούμενον ἀπεδείχθη. τοῦ γε μὴν σιτω‐ νικοῦ ἀνέκαθεν ὑπὸ τὴν πολιαρχίαν τελοῦντος, δυνάμει δὲ καὶ αὐθεντίᾳ τοῦ βδελυροῦ Καππαδόκου, περὶ οὗ μικρὸν ὕστερον
30ἐρῶ, ἀφαιρεθέντος, προσδεῖν γὰρ ᾤετο τοῖς κατὰ τῶν ἐπαρχιῶν190
Mag
.

192

ἀδικήμασιν αὐτοῦ καὶ αὐτὴν τὴν βασιλέως πόλιν ὑπαγαγεῖν, μόνος Γαβριήλιος πολιαρχῶν ἀποκατέστησεν ἐκεῖνο τῷ δικα‐ στηρίῳ· πέφυκε γὰρ ὁ βασιλεύς, καλὸς ὢν καὶ ἐλεύθερος, ἐρυθριᾶν τοὺς γένει καὶ βίῳ καὶ φιλοτιμίᾳ ζηλοῦντας αὐτὸν κατὰ δύνα‐
5μιν. αὐτοῦ δὲ Γαβριηλίου τὴν ἀρχὴν ἀποθεμένου, αὖθις πρὸς τὸ μεῖζον ἡ φροντὶς τῆς εὐθηνίας δικαστήριον ἐπανῆλθεν, ὡς δῆλον ἄντικρυς πᾶσιν ἀποδειχθῆναι ὅτι Γαβριηλίῳ κατ’ ἀξίαν χαίρων ὁ βασιλεὺς ἐνδέδωκεν. ἔδει γὰρ αὐτόν, ἄνδρα ἀγαθὸν ὄντα καὶ ταῖς ἀρεταῖς ἀσύγκριτον, τὸ πλέον εὑρεῖν παρὰ βασιλεῖ
10τιμῶντι δικαιοσύνην τε καὶ θεοφιλίαν καὶ γένους λαμπρότητα. 〈39〉 Ὑπόλοιπον ἄρα τυγχάνει τὰς αἰτίας τῆς ἐλαττώσεως καὶ τῆς τοσαύτης τῶν πραγμάτων παραλλαγῆς ἀποδοῦναι. κἂν εἰ τυχὸν αὐτὴν τὴν ἀρχὴν ἑαυτῆς καὶ μείζονα καὶ κλεινοτέραν τῇ βασιλέως ἀγρυπνίᾳ ἔτι καὶ νῦν ἔστι συνιδεῖν (οὐδὲ γὰρ μέλος
15ἐστὶ τῆς ὅλης πολιτείας ὃ μὴ καθ’ ὅλου εἰς ὕψος τε ἅμα καὶ δύναμιν ἰσχυρὰν ὁ βασιλεὺς μετὰ καλοῦ ἀνέστησεν, περινοστῶν ἅμα καὶ περιθεώμενος, μήτε τῶν ἀνέκαθεν ὑπαρξάντων αὐτῇ γνωρισμάτων ὃ μὴ μετὰ προσθήκης τῶν ἀρετῶν ὑπολάβοι), ἀλλ’ ὅτι ὁ χρόνος, λυμαντικὸς ὢν κατὰ φύσιν, τὰ πολλὰ τῶν τῆς
20πειθομένης τῇ ἀρχῇ τάξεως χρειώδη ἅμα καὶ κόσμια ἢ παν‐ τελῶς ἔσβεσεν ἢ τοσοῦτον ἐνήμειψεν, ὡς ἴχνος ἀμυδρὸν τῶν ποτε θαυμαζομένων τὸ λοιπὸν διασῴζειν, τῆς μὲν ἀρχῆς ἐν τῇ σφετέρᾳ δυνάμει συνισταμένης, τῆς δὲ τάξεως, νῦν μὲν ἐκ τῶν ἐκείνης παραλλαγῶν, νῦν δὲ ἐκ τῶν οἰκείων ῥᾳθυμιῶν, εἰ μὴ
25θεὸς καὶ βασιλεὺς οὗτος ὁ πάντα καλὸς ἐπεκούρει, ἐγγὺς εἰς παντελῆ κατάλυσιν ὀλισθαινούσης. εἰ δέ που τυχὸν τῷ περὶ τὴν κοινὴν ἐλευθερίαν ζήλῳ τινὸς τῶν μὴ κατὰ σκοπὸν τῆς βασι‐ λέως καλοκἀγαθίας τὰς ἀρχὰς διανυσάντων δριμύτερον ἠρέμα προϊὼν ὁ λόγος καθάψεται, μὴ ταῖς ἀρχαῖς αὐταῖς ἀλλὰ τοῖς οὐ
30προσηκόντως ἀποχρησαμένοις αὐταῖς τὴν ἀγανάκτησιν οἱ σωφρό‐ νως εἰς τὰ πράγματα βλέποντες ἀναγέτωσαν. οὐδὲ γὰρ τοὺς
κακοὺς ἐλέγχειν μόνον ὁ λόγος ἐτόλμησεν, ἀλλὰ καὶ τοὺς ἀγαθούς,192
Mag
.

194

εἰ καὶ μὴ κατ’ ἀξίαν, ἐκόσμησεν. οὕτω γὰρ ὑβρίζειν μὲν τὴν ἐλευθερίαν καὶ σπαράττειν τοὺς ὑπηκόους οἱ τὸν ὅρον τῆς ἀρχῆς ἀγνοοῦντες ἐντραπήσονται, οἵ τε ζηλοῦντες τὴν βασιλέως πραότη‐ τα καὶ πρὸς τὰς ἄλλας ἀρετὰς αὐτοῦ ὀξεῖ τῷ δρόμῳ σπουδάσουσιν,
5καιρὸς δὲ ἄρα τὴν ἀφήγησιν διελθεῖν καὶ τὰς αἰτίας εἰπεῖν, ὧν ἕνεκα 〈τὰ〉 τῆς τάξεως ἐπὶ τοσαύτην ἐναλλαγὴν κατηνέχθη. 〈40〉 Κωνσταντίνου, ὥσπερ ἔφην, μετὰ τῆς Τύχης τὴν Ῥώμην ἀπολιπόντος καὶ τῶν δυνάμεων ὅσαι τὸν Ἴστρον ἐφρούρουν ἐπὶ τὴν κάτω Ἀσίαν ψήφῳ τοῦ βασιλέως διασπαρεισῶν, Σκυθίαν
10μὲν καὶ Μυσίαν καὶ τοὺς ἐξ ἐκείνων φόρους ἐζημιώθη τὸ δημό‐ σιον, τῶν ὑπὲρ Ἴστρον βαρβάρων, μηδενὸς ἀνθισταμένου, κατα‐ τρεχόντων τὴν Εὐρώπην· τῶν δὲ πρὸς τὴν ἕω δασμῷ οὐ μετρίως βαρηθέντων, ἀνάγκη γέγονε τὸν ὕπαρχον μηκέτι μὲν τῆς αὐλῆς καὶ τῶν ἐν ὅπλοις ἄρχειν δυνάμεων (τῆς μὲν τῷ λεγομένῳ
15μαγίστρῳ παραδοθείσης, τῶν δὲ τοῖς ἄρτι προελθοῦσι στρατηγοῖς ἐκτεθεισῶν), ἀλλ’ οὖν ὕπαρχον τῆς ἀνατολῆς χρηματίζειν. διεσύρη δὲ οὐδὲν ἧττον θανατῶσα καθ’ ἑκάστην ἡ τῆς ἀρχῆς δυναστεία ἄχρι τῆς Ἀρκαδίου, τοῦ πατρὸς Θεοδοσίου τοῦ Νέου, βασιλείας· ἐφ’ οὗ συμβέβηκεν Ῥουφῖνον τὸν ἐπίκλην ἀκόρεστον, ὃς ἦν
20ὕπαρχος αὐτῷ, τυραννίδα μελετήσαντα τοῦ μὲν σκοποῦ ὑπὲρ λυσιτελείας τῶν κοινῶν ἐκπεσεῖν, εἰς βάραθρον δ’ ἀχανὲς τὴν ἀρχὴν καταρρῖψαι. αὐτίκα μὲν γὰρ ὁ βασιλεὺς τῆς ἐκ τῶν ὅπλων ἰσχύος ἀφαιρεῖται τὴν ἀρχήν, εἶτα τῆς τῶν λεγομένων φαβρικῶν, οἷον εἰ ὁπλοποιϊῶν, ἐξουσίας, τῆς 〈τε〉 τοῦ δημοσίου δρόμου
25φροντίδος καὶ τῆς ἑτέρας αὐθεντίας δι’ ὧν τὸ λεγόμενον συνέστη μαγιστέριον. ὡς δὲ δύσεργον ἦν ἀποτρέφειν μὲν τὸν ὕπαρχον ἀνὰ τὰς ἐπαρχίας τοὺς δημοσίους ἵππους καὶ τοὺς αὐτοῖς ἐφεστῶ‐ τας, ἑτέρους δὲ κεκτῆσθαι τὴν ἐπ’ αὐτοῖς ἐξουσίαν καὶ διοίκησιν, νόμος ἐτέθη θεσπίζων, ἀντέχεσθαι μὲν τὸν ὕπαρχον τῆς τοῦ
30δημοσίου δρόμου φροντίδος, τὸν πρῶτον μέντοι τῶν φρουμεν‐194
Mag
.

196

ταρίων (πρίγκιπα αὐτὸν σήμερον τοῦ μαγίστρου καλεῖσθαι συμ‐ βαίνει) παρεῖναι διὰ παντὸς τῷ δικαστηρίῳ τοῦ τῶν πραιτωρίων ὑπάρχου καὶ πολυπραγμονεῖν καὶ τὰς αἰτίας ἐξερευνᾶν ὧν ἕνεκα πολλοὶ ποριζόμενοι παρὰ τῆς ἀρχῆς τὰ λεγόμενα συνθήματα
5τῷ δημοσίῳ κέχρηνται δρόμῳ (ταύτῃ καὶ κουριῶσος ὠνομάσθη, ἀντὶ τοῦ περίεργος· καὶ οὐκ αὐτὸς μόνος ἀλλὰ καὶ πάντες ὅσοι κἀν ταῖς ἐπαρχίαις τοῖς δημοσίοις ἐφεστήκασιν ἵπποις), προσ‐ υπογράφοντος τοῖς ἐπὶ τῷ δρόμῳ συνθήμασι καὶ τοῦ λεγομένου μαγίστρου. ὅτι δὲ οὕτως, αὐτῆς δυνατὸν ἀκοῦσαι τῆς διατάξεως,
10ἐν μὲν τῷ παλαιῷ Θεοδοσιανῷ κειμένης, ἐν δὲ τῷ νεαρῷ παρ‐ οφθείσης. 〈41〉 Οὕτως οὖν ὥσπερ δι’ ὑποβάθρων τινῶν καταφερομένης τῆς ἀρχῆς, τοὺς μὲν στρατιωτικοὺς καταλόγους ἔταξεν ἡ βασι‐ λεία ὑπὸ τοῖς τότε καλουμένοις κόμισιν καὶ στρατηγοῖς, τὰς
15δὲ ἐν τῷ παλατίῳ τάξεις ὑπὸ τῷ πρωτεύοντι τῶν δυνάμεων τῆς αὐλῆς, ὃν καὶ αὐτὸν ἄρχοντα οὐ μικρόν, καθάπερ τοὺς λεγο‐ μένους στρατηλάτας, αἱ τῆς ἐπαρχότητος ἐλαττώσεις ἀπετέλεσαν. τὰ γὰρ πολυτελῆ τῶν οἰκοδομημάτων καταλυόμενα πολλοῖς ἐπαρκεῖ πρὸς οἰκοδομήν. καὶ ἕως μὲν τοὺς βασιλέας ἐπεξιέναι
20δι’ ἑαυτῶν τοῖς πολέμοις συνέβαινεν, εἶχέ τινα ἡ ἀρχή, εἰ καὶ μὴ τοσαύτην, πλὴν ὑπὲρ πάσας τὰς ἄλλας ἰσχύν τε καὶ δύνα‐ μιν· ἐξ ὅτε 〈δὲ〉 συνέβη τελευταῖον Θεοδόσιον νέον κομιδῇ τῆς βασιλείας ἐπιλαβέσθαι καὶ κατὰ τὴν τοῦ πατρὸς νομοθεσίαν μὴ συγχωρεῖσθαι τοῖς πολέμοις παρεῖναι, καὶ τούτου νόμῳ γενικῷ
25κωλυθέντος ἀπολέγοντι βασιλεῖ Ῥωμαίων ὁρμᾶν ἐπὶ πόλεμον, εἰκότως τοῖς μὲν στρατηγοῖς τὰ τῶν πολέμων, τῷ δὲ μαγίστρῳ τὰ τοῦ παλατίου γέγονε χώρα, ὡς μηδὲν ἕτερον ἔχειν τὸ λοιπὸν τὴν ἐπαρχότητα ἢ μόνον τὴν ἐπὶ ταῖς δαπάναις φροντίδα, ἣν εἰκός ἐστι γενέσθαι κατὰ τὸ ἀναγκαῖον περί τε τοὺς ἐξ αὐτῆς
30παραφυομένους ἄρχοντας καὶ περὶ ἐκείνους γε μήν, ὧν αὐτοὶ
δῆθεν ἐτάχθησαν ἄρχειν.196
Mag
.

198

〈42〉 Εἰ δέ τις καὶ τοὺς ἐκ τῶν προρρήσεων στοχασμούς, οὕς τινες καλοῦσι χρησμούς, ἐν ἀριθμῷ λόγων παραλαβεῖν ὑπο‐ μένοι, πέρας ἔλαβε τὰ Φοντηΐῳ τῷ Ῥωμαίῳ ῥηθέντα ποτέ· φησὶ γὰρ ἐκεῖνος καὶ στίχους τινὰς δοθέντας δῆθεν Ῥωμύλῳ ποτὲ
5πατρίοις ῥήμασιν ἀναφέρει τοὺς ἀναφανδὸν προλέγοντας, τότε Ῥωμαίους τὴν Τύχην ἀπολείψειν ὅτε αὐτοὶ τῆς πατρίου φωνῆς ἐπιλάθωνται. καὶ τὸν μὲν λεγόμενον χρησμὸν τοῖς Περὶ Μηνῶν γραφεῖσιν ἡμῖν ἐντεθείκαμεν, πέρας δὲ μᾶλλον ἔσχε τὰ τοιαῦτα μαντεύματα. Κύρου γάρ τινος Αἰγυπτίου, ἐπὶ ποιητικῇ ἔτι καὶ
10νῦν θαυμαζομένου, ἅμα τὴν πολίαρχον 〈ἅμα〉 τὴν τῶν πραιτω‐ ρίων ἐπαρχότητα διέποντος, καὶ μηδὲν παρὰ τὴν ποίησιν ἐπιστα‐ μένου, εἶτα παραβῆναι θαρρήσαντος τὴν παλαιὰν συνήθειαν καὶ τὰς ψήφους Ἑλλάδι φωνῇ προενεγκόντος, σὺν τῇ Ῥωμαίων φωνῇ καὶ τὴν Τύχην 〈ἀπέβαλεν〉 ἡ ἀρχή. νόμον γὰρ ἀντιγρά‐
15φειν ὁ βασιλεὺς ἀνεπείσθη πάσης ἀφαιρούμενον ἐξουσίας τὴν ἐπαρχότητα. ἡ γὰρ ἄρτι καὶ κουφίσαι φόρους καὶ σιτήσεις καὶ φῶτα καὶ θέας καὶ ἀνανεώσεις ἔργων αὐθεντοῦσα ταῖς πόλεσιν ἐπιδοῦναι οὐκ ἤρκεσε τὸ λοιπὸν οὐδὲ ἐτόλμησε μικρᾶς γ’ οὖν τινος παραψυχῆς ἐκ τῶν δημοσίων μεταδοῦναί τινι. ὁ δὲ καθ’ ἡμᾶς
20Δημοσθένης, ὃς καὶ αὐτὸς ὕπαρχος ἦν, οὐδὲ μετὰ κέλευσιν τῆς βασιλείας γραμμάτων, χωρὶς εἰ μὴ πραγματικὸς ἠργάσατο νόμος, ἄδειαν ἔχειν τὴν ἐπαρχότητα ἐπιδοῦναι τοῖς ὑπηκόοις, κατεπρά‐ ξατο, μὴ μόνον αὐτὸς εὖ ποιῆσαι τοὺς ὑποτελεῖς παραφυλαξά‐ μενος, ἀλλὰ καὶ ἄλλοις τὸ λοιπὸν ἀποκλείσας. τῆς δὲ ἀρχῆς
25ἤδη καὶ αὐτὴν τὴν ἐπιπόλαιον ὄψιν ζημιωθείσης, ἠκολούθησε τοῖς τὰς δίκας λέγουσιν ἐκκλήτους εὐτελίσαι τὸ δικαστήριον
παρὰ τὸ πάντη κεκωλυμένον. καὶ νόμῳ τοῦτο διωρίσθη· οὐ γὰρ198
Mag
.

200

ὑπέμεινεν ἡ βασιλέως πραότης τοῖς δικαζομένοις τὴν ἀπὸ τῆς ἐφέσεως περικόπτειν ἐλπίδα, ἣν προθεωροῦντες οἱ δικάζοντες ἴσως ἀδεκάστως εἰς τὰ πράγματα εἰσβλέψουσιν. 〈43〉 Τοσαῦτα περὶ τῆς ἀρχῆς ἐπιδακρύσας φημί. κωλύσει δὲ
5οὐδέν, ὥσπερ ἐν ὑποτυπώσει, μνησθῆναι τῆς κατὰ μικρὸν ἐλατ‐ τώσεως· οὐ γὰρ ἄν τις ἐπιδείξει σαφῶς τὴν ἀφαίρεσιν, μὴ προαριθμησάμενος ταῦθ’ ἅπερ ὄντα τὸ πρὶν ὕστερον ἀφῃρέθη. μετὰ γ’ οὖν Θεοδόσιον καὶ Μαρκιανὸν τὸν μέτριον ἐλθὼν ὁ Λέων καὶ τὸν πλοῦτον εὑρὼν ὃν Ἀττίλας ὁ τῆς οἰκουμένης πο‐
10λέμιος λαμβάνειν ἤμελλεν (ἦν δὲ ὑπὲρ τὰς χιλίας ἑκατοντάδας τοῦ χρυσίου λιτρῶν), ὀγκωθεὶς τῇ δυνάμει ἔγνω Βανδίλοις, ἔθνει Γερμανικῷ, ἀπὸ τῆς ἀρκτῴας ἐπὶ τὰς Ἱσπανίας διὰ τοῦ Πυρη‐ ναίου ἐνσκήψαντι τῇ Λιβύῃ, πολεμεῖν. μυρίαις οὖν ναυσὶ μακραῖς, ἃς καλοῦσι λιβύρνας, ἐπιστήσας στρατὸν οἷον ὁ μακρὸς 〈οὔπω〉
15ἀπεθαύμασε χρόνος εἰς ἐσχάτην ἀπορίαν περιέστησε τὴν ἀρχήν, ἀποτείνων αὐτὴν καὶ βιαζόμενος καὶ δαπάνην τεσσαράκοντα μυριάσιν ἀνδρῶν πρὸς μάχην διαπόντιον καὶ γῆς ἀλιμένοις ὅρμοις ὠχυρωμένης δυσχωρίαν καὶ βαρβάρων ὑπὲρ λόγον πλουτούντων δύναμιν ἀρκεῖν. ἀνάλωται γὰρ περὶ τὸν κακοδαίμονα πόλεμον
20ἐκεῖνον, Βασιλίσκου τῶν δεινῶν ἡγησαμένου, χρυσίου μὲν λι‐ τρῶν μυριάδες ἓξ πρὸς πεντακισχιλίαις, ἀργύρου δὲ χιλιάδες λιτρῶν ἑπτακόσιαι, ἵππων δὲ καὶ ὅπλων καὶ ἀνδρῶν τοσοῦτον ὅσον ἄν τις τῷ παντὶ χρόνῳ ἐλλιπεῖν καλῶς ἀφορίσηται. 〈44〉 Καὶ μετὰ ταῦτα πάντα ναυάγιον τῆς ὅλης πολιτείας. οὐ
25γὰρ ἀρκέσαντος τοῦ δημοσίου χρήματος ἢ ὃ καὶ ὅσον ἦν ἴδιον τῇ βασιλείᾳ, πάντα τὰ τῶν στρατιῶν πληρώματα ταῖς ἀστοχίαις ἐναπώλετο τοῦ πολέμου. καὶ ἵνα μὴ μακρηγορῶ, ἐξ ἐκείνου τοῦ
συμπτώματος οὐκέτι τὸ ταμιεῖον ἐπήρκεσεν ἑαυτῷ, ἀλλὰ προσ‐200
Mag
.

202

δαπανᾷ τοῖς πράγμασι πρὸ καιροῦ τὰ μήπω ἐν ἐλπίδι ἤ γ’ οὖν τοῖς ὑποτελέσιν ὄντα, ὡς ἀπέραντον εἶναι τὴν ἀπορίαν τοῦ δημοσίου. ἐπιλίποι δὲ ἂν ἡμᾶς ὁ χρόνος, εἰ τὰς ὑπὸ Λέοντι πεσούσης τῆς πολιτείας ἀπαριθμησώμεθα συμφοράς. τῷ τότε
5οἴκοι κακῷ τῶν ἐν μέσῳ πυρὶ δαπανηθέντων συνέμιξεν τῶν τότε πολέμων τὸ δυστυχὲς καὶ ἄλλων μυρίων ἀτυχημάτων, ὡς αὐτὸν ἐκεῖνον, τὸν βασιλέα λέγω, τοῖς οἰκείοις κακοῖς ταρατ‐ τόμενον μὴ μόνον τὴν αὐλὴν ἀπολιπεῖν (φασμάτων αὐτὸν ὥσπερ Ὀρέστην ἄνανδρον ἐνοχλούντων) ἑτέρωθι διαιτᾶσθαι, ἀλλὰ καὶ
10αὐτὴν δὲ τὴν πάγχρυσον ἀπολιπεῖν διασκέψασθαι, ἆ, πόλιν· καὶ εἷς τοιαύτην βασιλείαν μετατρέψαι εἰ μὴ θεὸς τοῦθ’ ὃ δέδωκε τῇ πόλει διεσώσατο κράτος. 〈45〉 Καὶ Λέων μέν ποτε ἀπηλλάττετο, ἡ δὲ ἀρχὴ τοῖς ἐκείνου κατακλυσμοῖς ἐβυθίζετο, Ζήνωνος ἔνθεν τὸ τοῦ κηδεστοῦ κράτος
15ὑπεξελθόντος. δειλὸς δὲ ἦν, μᾶλλον δὲ δείλαιος, καὶ τοὺς πο‐ λέμους ἀπηργυρίζετο (μηδὲ ἐν εἰκόσι μάχην ὑπομένων ὁρᾶν) καὶ συνώθει τὸν ὕπαρχον χρυσίῳ πολλῷ τὴν εἰρήνην ὠνεῖσθαι, αὐτὸς περὶ δημεύσεις καὶ ὄλεθρον τῶν ἐν τέλει τῆς πολιτείας ἀγρυπνῶν. ἔσχε δὲ ὅμως καὶ αὐτὸς ἀναίσιον πέρας. τοσούτων κακῶν ἐπιχε‐
20θέντων τῇ πρόσθεν εὐδαίμονι τῶν ἀρχῶν, ἡ Τύχη, βραχύ τι γνήσιον δὲ γελῶσα, τὸν Ἀναστάσιον θανατῶσιν ἐπέστησε τοῖς ὑπηκόοις, ὃς διὰ πάσης ἦλθεν ὁδοῦ τὴν ἔνδειαν τῶν κοινῶν ἀποτίσασθαι καὶ δίκην οἰκοδεσπότου τινὸς τοὺς φόρους, ὅσοι σῴζεσθαι δύναιντο ταῖς ἀληθείαις, ταῖς δαπάναις προσαρμόσας
25καὶ λογισμοὺς ἀπῄτει τῶν δαπανῶν καὶ δικαίως ἐτίθετο, τὴν ἀμετρίαν διαφεύγων· 〈οὐχ〉 ὥσπερ ὁ Νέρων ποτὲ καὶ εἴ τινες ἐκεῖνον ζηλώσαντες δαπάνας μὲν ἀμέτρους ἐποιήσαντο, λογι‐
σμοὺς δὲ 〈μηδὲ〉 μέχρι μνήμης ἢ λαβεῖν πρὸς τῆς ἐπαρχότητος202
Mag
.

204

ἢ πρᾶξαι πρὸς αὐτὴν ἠξίωσαν, ποταμοὺς ἢ τάχα θάλασσαν ὅλην βλύζειν αὐτοῖς τὸ χρυσίον οἰόμενοι. 〈46〉 Νεμεσήσασα δ’ οἴμ’ ὡς ἡ Τύχη καὶ σκοπῷ διοικήσεως τὰ νεῦρα παρέλυσε τῆς πολιτείας. τῶν γὰρ βουλευτικῶν συστη‐
5μάτων διοικούντων τὰς πόλεις καὶ τὸν στρατιώτην ἀποτρε‐ φόντων καὶ ἀληθῶς πολιτευομένων τοῖς πράγμασιν, Μαρῖνός τις ἐκ τῶν λεγομένων σκρινιαρίων τῆς ἑῴας διοικήσεως παρ‐ εισδὺς ἐντέχνως τῷ βασιλεῖ ἀναπείθει πᾶσαν αὐτῷ τὴν πο‐ λιτείαν διαψηφίσαντι τοὺς φόρους καταπιστεῦσαι, ὁμολογήσας
10χρυσίον τῷ βασιλεῖ περιποιεῖν. φιλοκερδὴς δὲ ἠρέμα ἐτύγχανεν ἐκεῖνος, οἷα Ταυλάντιος, καὶ Ἐπιδάμνου τῆς Ἰλλυρίδος (Δουρ‐ ράχιον αὐτὴν Κρῆτες ἀποικήσαντες ἐκεῖ προσηγόρευσαν ἀπὸ Δουρράχου τότε βασιλεύοντος Κρητῶν, ὡς ὁ Ῥωμαῖος Λουκανὸς ἐν τῇ δευτέρᾳ τῶν Ἐμφυλίων φησίν, ἢ Κορκυραῖοι, Κορινθίων
15ἄποικοι κατὰ τὸν Συγγραφέα)· καὶ πολὺς ἦν λόγος ἀπληστίας κατηγορῶν τοῦ Ἀναστασίου, ὡς καὶ ἐλεγείας τινὰς ἐπὶ τοῦ ἱπποδρομίου ἀνατεθῆναι πρὸς τοῦ δήμου κατ’ αὐτοῦ, εἰκόνος αὐτῷ σιδηρᾶς ἐπὶ τοῦ ἱπποδρόμου ἀνατεθείσης. οἱ δὲ στίχοι τοῦ λεγομένου παρὰ μὲν Ῥωμαίοις φαμώσου, καθ’ ἡμᾶς δὲ βλασφη‐
20μίας, ὧδε·
‘Εἰκόνα σοι, βασιλεῦ κοσμοφθόρε, τήνδε σιδήρου
στήσαμεν, ὡς χαλκῆς οὖσαν ἀτιμοτέραν,
ἀντὶ φόνου πενίης τ’ ὀλοῆς λιμοῦ τε καὶ ὀργῆς,
ἣ πάντα φθείρει σῇ φιλοχρημοσύνῃ.
25γείτονα δὲ Σκύλλης ὀλοὴν ἀνέθεντο Χάρυβδιν, ἄγριον ὠμηστὴν τοῦτον Ἀναστάσιον. δείδιθι καὶ σύ, Σκύλλα, τεαῖς φρεσί, μή σε καὶ αὐτὴν
βρώξῃ, χαλκείην δαίμονα κερματίσας.‘204
Mag
.

206

διαβάλλονται γὰρ πρὸς τῶν ἀρχαίων οἱ τὴν Εὐρώπην οἰκοῦντες σχεδὸν ἅπαντες ἐπὶ φιλαργυρίᾳ, ἅμα κερδαίνοντες ἅμα δαπανῶν‐ τες τὰ περιγινόμενα αὐτοῖς, οἱ δ’ Ἠπειρῶται μάλιστα, Σύρων ὄντες ἄποικοι, ὡς ὁ Πολέμων ἐν πέμπτῃ Ἐξηγήσεων τῆς κατὰ
5Λουκανὸν τὸν Ῥωμαῖον Ἐμφυλίου Συγγραφῆς ἀπεφήνατο. ὅθεν καὶ Παλαιστήνη πρὸς τῶν ἀρχαίων καλεῖται, ἐν ᾗ Ἡρώδης ποτὲ πρὸς τιμῆς Αὐγούστου Νικόπολιν ἐδείματο τὴν πόλιν παρὰ Λευκάτην καὶ τὸν Ἄκτιον κόλπον, ὅπου Κλεοπάτραν μετ’ Ἀντωνίου παρεστήσατο.
10 〈47〉 Ἦν μὲν οὖν τοιοῦτος ὁ βασιλεύς, τὰ δὲ ἄλλα συνετὸς καὶ πεπαιδευμένος, ἐπιεικής τε ἅμα καὶ δραστήριος, μεγαλόδωρός τε καὶ κρείττων ὀργῆς, ἐρυθριῶν τε τοὺς λόγους, ὡς καὶ πλήρωμα χρόνου καὶ βαθμὸν τοῖς τῶν λόγων διδασκάλοις βουληθέντα παρασχεῖν ταῖς αὐτῶν διχονοίαις ἐμποδισθῆναι· πέφυκε γὰρ ἐξ
15ἀπραγμοσύνης τὸ λογικὸν πρὸς ἑαυτὸ διαφωνεῖν. ἦν οὖν ἀγαθός, ὡς ἔφην, καὶ μηδένα τῶν δεομένων σκυθρωπὸν ἀποπέμπων, ὡς μὴ πόλιν, μὴ φρούριον, μὴ ἐλευσίνιον ἢ λιμένα ἢ τόπον οὖν τινα τῆς πάσης Ῥωμαίων πολιτείας ἀμοιρεῖν τῶν ἐκείνου κατὰ τὸ ἀναγκαῖον δωρεῶν. ὅτι δὲ μόνος αὐτὸς μετὰ Κωνσταντῖνον
20τὴν τῶν ψυχῶν ἐκούφισε δασμολογίαν, εἰ καὶ μὴ πᾶσαν (οὐδὲ γὰρ ἔφθασεν), θεὸν ἐχέτω ἵλεων τῶν ὅπως δή ποτε πλημμελη‐ θέντων αὐτῷ· καὶ γὰρ ἄνθρωπος ἦν. πολλῶν δὲ ὄντων καὶ ὑπὲρ τῶν κοινῶν 〈ὧν〉 Ἀναστάσιος ἔπραξεν, ἀρκέσει μόνη πρὸς ἀπόδειξιν ἡ παρ’ αὐτοῦ ὑπὲρ Εὐφράτην κατασκευασθεῖσα πόλις
25(Δάραν αὐτὴν οἱ ἐπιχώριοι, Ἀναστασίου δὲ πόλιν ἐξ αὐτοῦ προσαγορεύουσι καθ’ ἡμᾶς), ἣν εἰ μὴ θεὸς πρὸς ἐκείνου ταῖς φάρυγξι Περσῶν ἐπέβρισεν, ἔκπαλαι ἂν τὰ Ῥωμαίων Πέρσαι,
οἷον προσεχῆ αὐτοῖς ἐστιν, κατεσχήκεσαν.206
Mag
.

208

〈48〉 Χαλεπὸν δὲ οὐδὲν καὶ μιᾶς αὐτοῦ σκοτίας καὶ λανθα‐ νούσης ἔτι ἐπιμνησθῆναι πράξεως· δεῖ γὰρ καὶ τῶν ἰδικῶν τἀνδρὸς ἀρετῶν μίαν ἐναποθέσθαι τῷ λόγῳ. Παῦλος ἀνὴρ εὐπα‐ τρίδης ἐκ Βιβιανοῦ πατρὸς ἐπισημοτάτου γέγονεν ὑπ’ αὐτῷ,
5ὃς καὶ τοὺς πώποτε τῶν ἔμπροσθεν ἐπὶ μεγαλοφροσύνῃ θαυ‐ μασθέντων ὑπάτων ταῖς φιλοτιμίαις ἀπέκρυψεν. οὗτος χρειῶν ἰδιωτικῶν ἕνεκα λυσιτελῶν αὐτῷ ἐπωφείλησε Ζηνοδότῳ, ὃς καὶ αὐτὸς τοῖς ὑπάτοις προσ〈ετέθη, τοῦ〉 ἀξιώματος καὶ μόνου τυχών, ἀναφαίρετον χρυσίον εἰς χιλίας χρυσίου λίτρας συναγόμενον.
10τοῦ δὲ Παύλου πρὸς τὴν ἔκτισιν ἀθυμοῦντος, ὁ Ζηνόδοτος ποτνιώμενος τὸν Ἀναστάσιον ἀντεβόλει ἀμύνειν αὐτῷ. ὁ δὲ συν‐ ορῶν μηδὲ τὸν Παῦλον ἀρκεῖν πρὸς ἀπόδοσιν μηδὲ Ζηνόδοτον πρὸς ἔνδοσιν, δύο χιλιάδας χρυσίου δέδωκε λιτρῶν αὐτῷ, τὰς μὲν χιλίας τῷ χρήστῃ, τὰς δὲ λειπομένας (τοσαῦται δὲ ἦσαν) τῷ
15Παύλῳ χαρισάμενος. 〈49〉 Ἐγὼ δὲ ἀναστρέφω τῷ λόγῳ πρὸς Μαρῖνον. ἐκλαβὼν τοίνυν Σύρος ἀνὴρ καὶ πονηρὸς ὡς ἐπιεικὲς τοὺς φόρους, τὰ μὲν βουλευτήρια πασῶν παρέλυσε τῶν πόλεων, ἀπεμπολῶν τοὺς ὑπηκόους παντί, ὡς ἔτυχεν, εἰ μόνον αὐτῷ τὸ πλέον ὑπόσχοιτο,
20καὶ ἀντὶ τῶν ἀνέκαθεν στηριζόντων τὰ προστάγματα βουλευτῶν προχειρίζεται τοὺς λεγομένους βίνδικας (〈οὕτως γὰρ ἔθοσ〉 Ἰτα‐ λοῖς 〈νεμέτορασ〉 θεῶν ἀποκαλεῖν), οἳ παραλαβόντες τοὺς συντε‐ λεῖς οὐδὲν πολεμίων ἧσσον τὰς πόλεις διέθηκαν. καὶ γίνεται μὲν πολύχρυσος, εἴπερ τις ἄλλος, ὁ βασιλεὺς καὶ μετ’ αὐτὸν ὁ
25Μαρῖνος καὶ ὅσοι Μαρινιῶντες ἁπλῶς, ἀπορία δὲ παντελὴς καὶ πενίας βάθος κατέπιε τὰ πράγματα, τὸ λοιπὸν τῆς ἐπαρχότητος τρόπῳ χαμαιζήλου δικαστοῦ μόναις ταῖς ἰδιωτικαῖς διαδικασίαις σχολαζούσης. ἠρυθρία δὲ ὅμως ὁ Μαρῖνος καὶ τὴν ἀρχὴν ἐδόκει
τιμᾶν, τέχνῃ τὸν φθόνον ἀπωθούμενος. ἔνθεν τῶν δημοσίων ὥσπερ208
Mag
.

210

ὑφ’ ἑτέρους τελούντων καὶ μὴ κατὰ τάξιν πραττομένων, ὑπώλισθεν ἡ τάξις καὶ πενίας ἐνήρχετο· τί γὰρ περιεγίνετο αὐτῇ, μόναις ταῖς δίκαις τῶν ἰδιωτῶν ἐξυπηρετουμένῃ; 〈50〉 Οὕτως οὖν τῶν πραγμάτων ὑπὸ τῷ Μαρίνῳ πεσόντων,
5συνεῖδεν ὁ βασιλεὺς ἑτέρᾳ τιμῇ τὴν ἀτιμίαν παραμυθήσασθαι τῆς ἀρχῆς. τῶν γ’ οὖν δικανικῶν ῥητόρων τοὺς ἀρίστους ἐπὶ τὴν ἀρχὴν προὔφερεν. καί ποτε, πρὸς τῆς γαμετῆς Ἀριάδνης ὀχλούμενος Ἀνθεμίῳ τῷ Ἀνθεμίου τοῦ Ῥώμης βεβασιλευκότος παιδὶ τὴν ἀρχὴν ἐγχειρίσαι, ἠγανάκτησεν, εἰπὼν δέ, μηδενὸς ἢ
10μόνων λογικῶν ἀξίαν εἶναι τὴν ἐπαρχότητα. ὅπως δὲ ἠρυθρία τὴν ἀρχήν, γνώσεταί τις ἐκ τούτου. Ἑρμίας τις τοῖς Λυδίας σκρινιαρίοις συναριθμούμενος ὑπὸ μέμψιν γέγονε Σεργίου, τοῦ τότε τὴν ἐπαρχότητα διέποντος, ἀγανακτήσαντος. ὁ δὲ βασιλεύς, πρὸς τῆς Ἑρμίου μητρὸς ὀχλούμενος, πολὺς ἐγίνετο τὸν ὕπαρχον
15παρακαλῶν παραχωρεῖν Ἑρμίᾳ· ἐκεῖνος δὲ μέχρι παντὸς ἀνε‐ βάλλετο καὶ ὁ βασιλεὺς ἐνεδίδου, τήν τε ἀρχὴν τήν τε Σεργίου σεμνότητα παρατηρούμενος. ἴσχυσε δ’ ὅμως ὑπὲρ δικαίου πα‐ ρακαλῶν. αὐτῶν οὖν τῶν ἐν λόγῳ ἀμοιβαδὸν τὴν ἀρχὴν παρα‐ λαμβανόντων, παραδιδόασιν ἐκ τῶν λεγομένων Αὐγουσταλίων,
20οἳ μάλιστα τοῖς λόγοις ἐνέπρεπον, καὶ μὴν καὶ ταχυγράφων τοῖς ἀκολούθοις παριέναι καὶ λόγους παραδιδόναι καὶ ἀκροάσεσι δημοσίαις ἐπιδείκνυσθαι τὴν οὖσαν αὐτοῖς ἐπὶ τοῖς λόγοις πα‐ ρασκευήν, γερῶν τε οὐ μικρῶν τυγχάνειν. 〈51〉 Τοιαῦτα μέν τινα τότε ἐπράττετο, ὁ δὲ βασιλεὺς ἐτρύφα
25ταῖς Μαρίνου περινοίαις πλουτῶν καὶ ταῖς τῶν ὑπάτων εὐφη‐ μίαις ἐναβρυνόμενος. εἰρήνη δὲ βαθεῖα τὴν πᾶσαν ἐχαύνου πο‐ λιτείαν, καὶ οὐχ ἥκιστα τὸν στρατιώτην, πάντων ὁμοῦ τὴν τῆς αὐλῆς ῥᾳστώνην ζηλούντων καὶ διωκόντων τὰ βασιλέως ἐπι‐ τηδεύματα. καὶ πέρας ἦν λοιπὸν Ἀναστασίου τοῦ βίου τοῖς ἀπὸ
30τῶν δογμάτων καὶ Βιταλιανοῦ θορύβοις ταραττόμενον. Ἰουστίνου
δὲ τὴν βασιλείαν παραλαβόντος (ἀνὴρ δὲ ἦν ἀπράγμων καὶ210
Mag
.

212

μηδὲν ἁπλῶς παρὰ τὴν τῶν ὅπλων πεῖραν ἐπιστάμενος), Μαρῖνος μὲν καὶ ὅσοι Ἀναστασίου τῆς αὐξήσεως 〈ἔτυχον ἀπηλλάττοντο〉, οὐκ ὄντων δὲ τὸ λοιπὸν τοῖς κρατοῦσι κερδῶν, ὥσπερ τὸ πρότερον (καὶ γὰρ ἀπεστρέφοντο τὰς κατὰ τῶν ὑπηκόων ἐπη‐
5ρείας), ἅπας μὲν ὁ πλοῦτος Ἀναστασίου εἰς ἀπείρους μυριάδας χρυσίου λιτρῶν συναγόμενος διερρύη, ὄχλος δὲ πολέμων τὰ Ῥωμαίων ἐδόνει, Περσῶν τὴν ἀειθρύλητον ἐπὶ ταῖς Κασπίαις πύλαις ἀπαιτούντων δαπάνην. ὁ δὲ περὶ αὐτῆς λόγος τοιοῦτος. 〈52〉 Πρὸς ἀνίσχοντα ὑπὸ λέοντι ἥλιον ἐν ἀρχῇ στενῇ τοῦ
10Καυκάσου, πρὸς βορέαν ἄνεμον κατὰ τὴν Κασπίαν χωριζομένων φύσει τῶν τοῦ Καυκάσου σφυρῶν, εἴσοδος ἀπετελέσθη βαρβάρων τοῖς ἀγνοουμένοις ἡμῖν τε καὶ Πέρσαις, οἳ περὶ τὴν Ὑρκανὴν νέμονται· δι’ ἧς εἰσβάλλοντες τά τε πρὸς εὖρον Πέρσαις, τά τε πρὸς βορέαν Ῥωμαίοις ἀνήκοντα ἐδῄουν. καὶ ἕως μὲν Ἀρτάξατα
15καὶ ἔτι ἐπέκεινα εἶχον ὑφ’ ἑαυτοῖς οἱ Ῥωμαῖοι, ἀντέβαινον παρόντες ἐκεῖ· ὡς δὲ τούτων ἐξέστησαν καὶ ὅσων ἄλλων ἐπὶ Ἰοβιανοῦ, οὐκ ἐξήρκουν οἱ Πέρσαι τά τε ἑαυτῶν τά τε πάλαι Ῥωμαίων φρουρεῖν καὶ θόρυβος ἀεὶ τὰς ἑκατέρων Ἀρμενίας εἶχεν ἀφόρητος. γίνονται δὴ οὖν λόγοι μετὰ τὴν ἐπὶ Ἰουλιανοῦ
20Ῥωμαίων ἀστοχίαν Σαλουτίῳ τε, ὃς ἦν ὕπαρχος, ἐξ ἡμῶν καὶ Περσῶν τοῖς ἐξοχωτάτοις καὶ Ἰσδιγέρδῃ ὕστερον, ὥστε κοιναῖς δαπάναις ἄμφω τὰ πολιτεύματα φρούριον ἐπὶ τῆς εἰρημένης εἰσόδου κατασκευάσαι, ἐπιστῆσαί τε βοήθειαν τοῖς τόποις πρὸς ἀναχαιτισμὸν τῶν κατατρεχόντων δι’ αὐτῆς βαρβάρων. Ῥωμαίων
25δὲ τοῖς περὶ τὴν ἑσπέραν καὶ τὴν ἄρκτον πολέμοις ἐνοχλου‐ μένων, οἱ Πέρσαι ἔσχον ἀνάγκην, οἷα προσεχέστεροι ταῖς τῶν βαρβάρων ἐφόδοις, ἀντοικοδομεῖν φρούριον ἐκεῖ, Βιραπαρὰχ πατρίως αὐτὸ καλέσαντες, καὶ δυνάμεις ἐπέστησαν· καὶ πολέμιος οὐκ εἰσῄει.
30 〈53〉 Ἐκ ταύτης τῆς ἀφορμῆς οἱ Πέρσαι Ῥωμαίοις ἐπετέθη‐ σαν, κατὰ σμικρὸν ἐπὶ τὰς Συρίας καὶ Καππαδοκίας ἐκχεόμενοι,
ὡς δῆθεν ἀδικούμενοι καὶ τὴν ὑπὲρ τῶν κοινῶν γενομένην212
Mag
.

214

δαπάνην κατὰ τὸ ἐπιβάλλον Ῥωμαίοις ἀποστερούμενοι, ὥστε Σποράκιον τὸν πρῶτον ὑπὸ Θεοδοσίου τοῦ μείζονος ἐκπεμφθῆναι διαλεχθησόμενον Πέρσαις· ὁ δὲ δυνάμει τε χρημάτων καὶ συνέσει λόγων ἐγγὺς ἔπειθε Πέρσαις, Ῥωμαίων ὥσπερ χαριζομένων
5αὐτοῖς, ὑποφόρων Ῥωμαίων ἡσυχάζειν καὶ φίλους εἶναι. καὶ ταῦτα ἕως τοῦ καθ’ ἡμᾶς Ἀναστασίου διεσύρη λαλούμενά τε καὶ τυπούμενα καὶ ἁπλῶς ἠρτημένα. ἐπὶ δὲ αὐτοῦ, Κωάδου τοῦ γέροντος ὅλην Περσίδα κατὰ Ῥωμαίων ἄγοντος, γίνεται πόλεμος. καὶ χειρὶ μὲν νικᾶν οἱ Ῥωμαῖοι δυνάμενοι, ἀσωτίᾳ δὲ καὶ τρυφῇ
10Ἀρεοβίνδου τοῦ τελευταίου (ἦν γὰρ φιλῳδὸς καὶ φίλαυλος καὶ φιλορχήμων) καὶ ἀπειρίᾳ καὶ δειλίᾳ Πατρικίου καὶ Ὑπατίου τῶν στρατηγῶν, ἠλαττώθησαν μὲν τὸ πρότερον, ἐξαπίνης τῶν Περσῶν ἐπιχεθέντων, τὸ δὲ λοιπὸν τούς τε Πέρσας διωξάντων καὶ Ἄμιδαν ἁλοῦσαν ῥυσαμένων αὖθις, ὁ Πέρσης λόγους ἐκίνησε
15πρὸς Κέλερα, ὃς ἦν μάγιστρος τῶν 〈θείων ὀφφικίων〉 τῷ Ἀνα‐ στασίῳ, περὶ Βιραπαράχ, ὡς προέφαμεν, καὶ τῆς κατὰ μόνας ὑπὸ Περσῶν γενομένης περὶ αὐτοῦ δαπάνης. καὶ πέρας ἔσχεν ἡ φιλονεικία, μετρίων τινῶν ὑπὸ Ἀναστασίου χαρισθέντων Κωάδῃ· τὸ γὰρ μεγαλόφρον Ἀναστασίου καὶ εὐμέθοδον εὐσεβῶς τὴν
20ὑπὲρ εἰρήνης ζημίαν ὑπέμενεν. τοιοῦτος μὲν οὖν ὁ περὶ τῶν Κασπίων πυλῶν τοῖς Ῥωμαίων συγγραφεῦσιν ὁ λόγος. Ἀρριανὸς ἐπὶ τῆς Ἀλανικῆς Ἱστορίας, καὶ οὐχ ἥκιστα ἐπὶ τῆς ὀγδόης τῶν Παρθικῶν, ἀκριβέστερον διεξέρχεται, αὐτὸς τοῖς τόποις ἐπιστὰς οἷα τῆς χώρας αὐτῆς ἡγησάμενος ὑπὸ Ἀδριανῷ τῷ χρηστῷ.
25τοιούτους γὰρ ἄρχοντας ἐκεῖνος ἔσχεν, οἳ τοῖς τε λόγοις τοῖς
τε ἔργοις εἰς τοσαύτην εὔκλειαν τήν τε πολιτείαν ἀνέστησαν.214
Mag
.

216

〈54〉 Τοιούτων μὲν περὶ Πέρσας, μυρίων δὲ ἄλλων πολέμων ἀναπτομένων, τὸ λοιπὸν λογικοῖς πάροδος οὐκ ἦν ἐπὶ τὴν ἐπαρ‐ χότητα. ‘ἔδει δὲ χρημάτων, καὶ οὐδὲν ἦν ἄνευ αὐτῶν πραχθῆναι τῶν δεόντων.‘ ὅπως δὲ μηδὲν τῶν πρὸς ἀνατροπὴν τῆς πρόσθεν
5εὐπραγίας παροφθείη, σάλοι σκιρτῶντες καὶ διϊστῶντες τὴν γῆν ῥιζόθεν τὴν Σελεύκου Ἀντιόχειαν κατέαξαν, τῷ ὑπερκειμένῳ βουνῷ τὴν πόλιν σκεπάσαντες, ὡς μηδεμίαν διαφορὰν ὄρους καὶ πόλεως ἀπολειφθῆναι τῷ χωρίῳ, νάπην δὲ τὸ πᾶν καὶ σκοπέλους, οἳ πάλαι τὸν Ὀρόντην παρολισθαίνοντα τῇ πόλει
10ἐσκίαζον. χρυσίον οὖν ἄπειρον ἐχρῆν ἐπομβρίσαι τὴν ἐπαρχότητα πρὸς ἐκφορὰν τέως τῶν ἀπὸ τοῦ πτώματος ἐξογκωθέντων καὶ εἰς ἠλίβατον δυσχωρίαν ἀνοιδησάντων χωμάτων· οὐδὲ γὰρ ἦν ἀσφαλὲς τὴν Σύρων πρωτεύουσαν παριδεῖν ἐρριμμένην εἰς ἔδα‐ φος. ὡς δὲ κόπῳ πολλῷ καὶ χρημάτων ἀφθονίᾳ καὶ τεχνῶν
15συνεργείᾳ ὥσπερ ἐρεβόθεν ἡ πόλις ἀνεφύετο, Ἰουστίνου τέλος λαβόντος, Χοσρόης ὁ κακοδαίμων διὰ τῆς Ἀραβίας ἐμπεσὼν σὺν ἀπείρῳ στρατιᾷ ταῖς Συρίαις αὐτὴν μὲν τὴν ἄρτι καταπεσοῦ‐ σαν, εὐχείρωτον αὐτῷ φανεῖσαν ὡς ἄφρακτον λαβὼν πολέμῳ κατέφλεξεν, φόνον ἄπειρον ἐργασάμενος, τοὺς δὲ ἀνδριάντας,
20οἷς ἐκοσμεῖτο τὸ ἄστυ, σὺν πλαξὶ καὶ λίθοις καὶ πίναξιν ἁπλῶς ἀναρπάσας ὅλην εἰς Πέρσας Συρίαν ἀπήλασεν. γεωργὸς δὲ οὐκ ἦν, οὐχ ὑποτελὴς τῷ δημοσίῳ λοιπόν, καὶ δασμὸς μὲν οὐκ εἰσεφέρετο τῇ βασιλείᾳ, τὸν δὲ στρατιώτην ἀποτρέφειν ὁ ὕπαρχος ἠναγκάζετο καὶ πάσας τὰς συνήθεις ἐπιδιδόναι τῇ πολιτείᾳ
25δαπάνας, οὐ μόνον τοὺς ἀπὸ Σύρων φόρους ζημιούμενος, οἳ καὶ μόνοι ῥοπὴν τοῖς κρατοῦσιν ἐποίουν, ἀλλ’ ἔτι καὶ προσεπιδιδόναι δαπάνας ἀριθμοῦ κρείττονας συνωθούμενος περί τε τὰς ἀλούσας τῶν πόλεων περί τε τοὺς συντελεῖς, εἴ πού τινας τὰ Περσῶν δεσμὰ διαφυγόντας ἐμπλανᾶσθαι ταῖς ἐρημίαις τῶν πάλαι θαυμα‐
30ζομένων χωρίων συνέβαινεν.216
Mag
.

218

〈55〉 Τοιούτοις κλύδωσι τοῦ πολιτεύματος καὶ θυέλλαις κακῶν ῥιπταζομένου, ἀντίρροπον προὔθηκεν ἡ Τύχη τῆς πάλαι ῥᾳθυμίας τὴν ἐμμέλειαν, Ἰουστινιανὸν τὸν πάντων βασιλέων ἀγρυπνό‐ τατον ἐπιστήσασα τοῖς κοινοῖς, ὃς ζημίαν τῆς οἰκείας ζωῆς ᾤετο
5συμβαίνειν αὐτῷ εἰ μὴ πάντες κατ’ αὐτὸν ἀγρυπνοῖεν καὶ ὑπερ‐ μάχοιντο τῆς πολιτείας 〈ὡσ〉 μὴ τὰ Ῥωμαίοις διενεγκόντα ποτέ, εἶτα ῥᾳστώνῃ τῶν ἔμπροσθεν ἐξολωλότα μόνα, ἀλλ’ ἔτι καὶ τὰ πολεμίων πρὸς ἐκείνοις λαμβάνοιεν. καὶ Πέρσας μὲν οὖν καὶ Χοσρόην τὸν ἄτακτον χρυσίῳ μὲν πρῶτον, εἶτα παλιμμαχοῦντα
10καὶ σιδήρῳ κατέχωσεν· Βανδίλοις δέ, ἔθνει Γερμανικῷ, τὴν Λιβύην κατεσθίουσιν, πόλεμον ἐξαπίνης ἐπιχέων, ἐν μόναις δύο σελήναις εἷλέ τε αὐτοὺς καὶ πολέμῳ λαβὼν παρεστήσατο τῇ βασιλείᾳ, Γελίμερα αὐτὸν σὺν τοῖς ἐνδόξοις τοῦ ἔθνους (οὓς ἐκάλουν Ἀστίγγους οἱ βάρβαροι) γαμετῇ τε καὶ παισὶ καὶ πλούτῳ
15βαθεῖ, καθάπερ οἰκέτας ἀχρειοτάτους, πρὸς δουλείαν Ῥωμαίοις ἐκδούς. μικροῦ δὲ τούτου φανέντος αὐτῷ, Γέταις 〈τήν〉 τε ἱερὰν Ῥώμην καὶ πάντα ὅσα ὑπ’ ἐκείνην ἐτέλει διασπῶσιν, Ῥωμαίων τε τοὺς ἀνέκαθεν εὐπατρίδας ὑβρίζουσιν ἐπελθὼν ἥρπασεν αὐτοὺς πανεστίους σύν 〈τε〉 Οὐϊττίγει τῷ τυράννῳ παρεστήσατο, τῇ δὲ
20Ῥώμῃ τὰ Ῥώμης ἀπέσωσεν. 〈56〉 Ὡς δὲ καὶ Συγάμβροις ἐπαγρυπνεῖν ἠπείλει (Φράγγους αὐτοὺς ἐξ ἡγεμόνος καλοῦσιν ἐπὶ τοῦ παρόντος οἱ περὶ Ῥῆνον καὶ Ῥοδανόν), αὖθις Χοσρόης, ὡς μηδενὸς ἄρτι πραχθέντος, ἐπὶ τὰς Συρίας ἀπροόπτως ἐξεχύθη, τῶν Ῥωμαϊκῶν δυνάμεων
25Λιβύης τε πρὸς Μαυρουσίων σειομένης καὶ τῆς ἑσπέρας πρὸς Γετῶν ὅλης ταραττομένης ὑπερμαχουσῶν, Κόλχους τε καὶ τὸν Καύκασον Σκυθῶν καὶ τὴν Θρᾴκην μυρίων ὅσων θηρίων ἐνο‐ χλούντων. καὶ ὁ μὲν βασιλεὺς ἤρκει πρὸς πάντας τοὺς πολέμους, ὡς εἰ πρὸς ἕνα μαχόμενος, ἡ δὲ ἐπαρχότης θεηλάτοις συνείχετο
30θυέλλαις, τῶν μὲν ὑπηκόων ταῖς ἀκινήτοις κτήσεσι δι’ ἔνδειαν218
Mag
.

220

ἀπολεγόντων, τῶν δὲ πρακτόρων μηκέτι τοὺς φόρους εἰσάγειν, οὐκ ὄντων ὑποτελῶν, τοῖς κρατοῦσιν ἰσχυόντων. ὑπουργεῖν δὲ ὅμως ταῖς δαπάναις τοσαύταις οὔσαις καὶ οὕτως ἀνενδότοις 〈ὁ〉 κατὰ καιρὸν ὕπαρχος συνωθεῖτο. εἰκότως οὖν ἄλλος ἐξ ἄλλου
5συνεχεῖς ὁμοῦ καὶ βαρεῖς ἐξ ἀνάγκης διαδεχόμενοι τὴν ἀρχὴν διέσπασαν. ἡ δὲ τάξις ‘οὐδ’ ἐν λόγῳ οὐδ’ ἐν ἀριθμῷ,‘ ἀπωλώλει δὲ παντελῶς· τῶν γὰρ περιεχόντων ἀπολλυμένων, εἰκὸς ἦν ἀπο‐ λέσθαι τὰ περιεχόμενα. 〈57〉 Καί πού μέ τ’ αὖ τὸ δαιμόνιον συνωθεῖ πρὸς ἀνάμνησιν
10ἐξάγον μυρίων κακῶν. Ἰωάννης τις ἐκ Μαζάκων ὁρμώμενος (Καισάρειαν τὴν πόλιν Τιβέριος Καῖσαρ μετωνόμασεν, Ἀρχέλαον τῶν Καππαδοκῶν βασιλέα δόλῳ μεταστειλάμενος ἐν τῇ Ῥώμῃ καὶ κατασχὼν ἐν αὐτῇ· τὴν δὲ Καππαδοκίαν, οὐκ οὖσαν ἄνωθεν, πρῶτος ἐπαρχίαν Ῥωμαίοις ὑπόφορον ἀπέφηνεν)—οὗτος ὥρμητο
15μέν, ὡς ἔφην, ἐξ ἐκείνης, τοῖς δὲ τῆς στρατηγίδος ἀρχῆς σκρι‐ νιαρίοις συναριθμούμενος, δολερῶς, οἷα Καππαδόκης, παρεισδὺς οἰκειοῦται τῷ βασιλεῖ καὶ κρείττονα πίστεως ἐπαγγειλάμενος πρᾶξαι ὑπὲρ τῆς πολιτείας εἰς λογοθέτας προῆλθεν. εἶτ’ ἐκεῖθεν, ὥσπερ κατ’ ἐπιβάθραν, ἐπὶ τοὺς λεγομένους ἰλλουστρίους ἀνελ‐
20θὼν καὶ μήπω γνωσθεὶς ὁποῖός τίς ἐστι τὴν φύσιν ἀθρόως εἰς τὴν ὕπαρχον ἀνηρπάσθη τιμήν. οὐδὲ γὰρ ὕστερον ὑπέμενεν ὁ βασιλεύς, καλὸς καὶ ἐπιεικὴς τυγχάνων, πονηροῖς ἄρχουσι κα‐ ταπιστεῦσαι τὴν ἀρχήν, ἤδη μαθὼν καὶ τοῖς ἔργοις εὑρὼν ὡς
‘Καππαδόκαι φαῦλοι μὲν ἀεί, ζώνης δὲ τυχόντες
25
φαυλότεροι· κέρδους δ’ εἵνεκα φαυλότατοι·
ἢν δ’ ἄρα δὶς καὶ τρὶς μεγάλης δράξωνται ἀπήνης,
δή ῥα τότ’ εἰς ὥρας φαυλεπιφαυλότεροι.‘ οὕτως οὖν ὡς ἔφθην εἰπών, ὁ πονηρὸς Καππαδόκης, δυνάμεως ἐπιλαβόμενος δημοσίας, ἀπηργάσατο συμφοράς, πρῶτον μὲν
30δεσμὰ καὶ πέδας καὶ ποδοκάκας καὶ σίδηρα προθείς, ἔνδον τῆς220
Mag
.

222

πραιτωρίας αὐλῆς ἰδιωτικὴν ἐν σκότῳ φυλακὴν ἀφορίσας ταῖς ποιναῖς τῶν ὑπ’ αὐτῷ τελούντων, Φάλαρις ὥσπερ ἄνανδρος καὶ μόνοις τοῖς δούλοις ἰσχυρότατος, ἐκεῖ τε ἐνείργων τοὺς πιεζο‐ μένους, οὐδένα τύχης οἵας οὖν ἐξαιρούμενος τῶν αἰκισμῶν,
5ἀναρτῶν τε ἁπλῶς ἀζητήτως τοὺς μόνον ἔχειν χρυσίον δια‐ βαλλομένους καὶ ἢ γυμνοὺς ἢ νεκροὺς ἀπολύων. καὶ τούτων μάρτυς μὲν ὁ δῆμος, ἐγὼ δὲ οἶδα θεωρὸς γενόμενος καὶ παρὼν τοῖς πραττομένοις· καὶ ὅπως, ἐρῷ. Ἀντίοχός τις, ἤδη γέρων τὴν ἡλικίαν, ἐμηνύθη αὐτῷ χρυσίου δεσπότης εἶναί τινος. συσχὼν
10οὖν αὐτὸν καλῳδίοις στιβαροῖς ἀνέδησεν ἐκ χειροῖν ἕως ἔξαρνος γενόμενος ὁ γέρων νεκρὸς τῶν δεσμῶν ἠλευθερώθη. ταύτης ἐγὼ τῆς μιαιφονίας γέγονα θεωρός· ἠπιστάμην γὰρ τὸν Ἀντίοχον. 〈58〉 Πρᾶξις μὲν οὖν αὕτη τῷ Καππαδόκῃ πασῶν μετριωτάτη καὶ εἴθε γ’ οὖν μόνος ταῖς ἀδικίαις ἐνηγρύπνει. Βριάρεως δὲ
15καθάπερ ὁ τοῦ μύθου μυρίας χεῖρας ἔχειν τοῖς ποιηταῖς λέγεται, οὕτως καὶ ἐκεῖνος Ἀλάστωρ ἀπείρους ὑπουργοὺς τῶν κακῶν ἔχων οὐκ ἐπὶ τῆς βασιλέως μόνον εἰργάζετο, ἀλλ’ ἐπὶ πάντα τόπον τε καὶ χώραν ἀπέστελλε τοὺς ὁμοίους αὐτῷ, δίκην ἐξιπωτῆ‐ ρος τὸν ἁπανταχοῦ λανθάνοντα τέως ὀβολὸν ἀνιμώμενος. ἐκ δὲ
20τῶν πολλῶν ἑνὸς πρὸς ἀπόδειξιν τῆς τῶν λοιπῶν βδελυρίας ἀναμνησθήσομαι. ὁμώνυμός τις ἦν αὐτῷ, πρὸς γένος ἐγγύς, ἀνὴρ ὑπὲρ πᾶσαν ἐπίνοιαν θεηλάτου κακίας, Καππαδόκης μὲν καὶ αὐτὸς καὶ ἐκ μόνης τῆς τοῦ σώματος διασκευῆς τὸ βδελυρὸν τῆς ψυχῆς ἐκκαλύπτων. ἦν μὲν γάρ τις πολύσαρκος καὶ περιττὸς
25τὴν ὄψιν· πλάτει μὲν ἀμόρφῳ καὶ κρεῶν περιττώμασι τὰς σιαγόνας ἐξοιδημένος καὶ τῷ βάρει τῶν σαρκῶν οἷα μανδύην ἀποκρε‐ μάσας τοῦ προσώπου τῶν θυλάκων· Μαξιλλοπλουμβάκιον αὐτὸν ὁ δῆμος ἀπεκάλει. οὗτος ὁ Κέρβερος ὁ καρχαρόδους κοινὸς
μὲν ἐτύγχανεν ἁπάντων ὄλεθρος, τὴν δ’ ἐμὴν Φιλαδέλφειαν222
Mag
.

224

οὕτως εἰς λεπτὸν ἀπεμασήσατο, ὡς μετ’ αὐτὸν ἔρημον οὐ χρη‐ μάτων μόνον ἀλλὰ καὶ ἀνθρώπων γενομένην μηδεμίαν ἐπιδέ‐ χεσθαι τὸ λοιπὸν ἀφορμὴν τῆς ἐπὶ τὸ κρεῖττον μεταβολῆς. περιηχηθεὶς γὰρ ὁ μηδὲν ἢ νερτέριος δαίμων, ὡς Εὐριπίδης
5εἶπεν, ‘Λυδῶν‘ ὑπάρχειν ‘τὰς πολυχρύσους γαίας,‘ στῖφος θηρίων καὶ Καππαδοκῶν στρατὸν ἐπαγόμενος ἐνσκήπτει τῇ χώρᾳ, οὐδὲν κοινόν, οὐδὲν μέσον, ἀλλ’ ἔπαρχος πραιτωρίων χρηματίζων. εἶτα διατρίβων ἐν αὐτῇ οὐδενὶ τῶν δειλαίων τῆς χώρας οἰκητόρων οὐ σκεῦος οἷον οὖν, οὐ γαμετήν, οὐ παρθένον, οὐ μειράκιον
10ἀπήμαντον καὶ φθορᾶς ἔξω καταλέλοιπεν, ταῖς μὲν ποιναῖς τῶν ἀναιτίων ὡς Φάλαρις, ταῖς δὲ ξενοκτονίαις ὡς Βούσιρις, ταῖς δὲ ῥᾳθυμίαις καὶ τρυφαῖς ὡς Σαρδανάπαλος διατελῶν. 〈59〉 Καὶ εἴθε ἄχρι τούτων, καὶ μὴ καὶ πόνων καὶ φόβων ὑπὲρ τραγῳδίαν ἐγένετο τοῖς ὑπηκόοις αἰτιώτατος. τὰ πλεῖστα
15δὴ οὖν τῶν αὐτοῦ μιασμάτων ἐξηγεῖσθαι φρίττων (ἄπειρα δέ ἐστιν, ὡς δὴ αὐτὰ καὶ μόνα μεγίστας βίβλους πενθήρεις ἀποτελεῖν), μίαν αὐτοῦ πρᾶξιν τέως χρημάτων ἕνεκα τραγῳδήσω τῷ λόγῳ. Πετρώνιός τις ἐπὶ τῆς ἐμῆς Φιλαδελφείας, ἀνὴρ ἀξιό‐ λογος γένει τε 〈καὶ〉 περιουσίᾳ καὶ λόγοις διαπρεπής—οὗτος ἐκ
20προγόνων κύριος ἦν λίθου τιμίας πολλῆς ἅμα καὶ διὰ κάλ‐ λος καὶ μέγεθος τοῖς ἰδιώταις ἀπόπτως. τοῦτον ἁρπάσας ὁ Κύκλωψ σίδηρά τε περιθεὶς γυμνὸν ῥάβδοις ἔξαινε διὰ βαρ‐ βάρων ἀφειδῶς, ἐνείρξας αὐτὸν ἐπὶ τῆς ἐπαύλεως τῶν ἡμιό‐ νων (στάβλον αὐτὸν Ἰταλοὶ λέγουσιν). οὗ δὴ γνωσθέντος, ‘ὦρτο
25πόλις πτήξασα καὶ ὄμμασι πήξατο χεῖρας,‘ ἀνεκώκυέ τε ὁ δῆμος, 〈μηδὲ〉 βοηθεῖν τῷ διασπωμένῳ μηδὲ πείθειν τολ‐ μῶν τὸν Ἀλάστορα. ὅ γε μὴν τὴν πόλιν ἐπισκοπῶν σὺν τοῖς
ἱερωμένοις ἅπασιν ἀναλαβὼν καὶ τὰ θεῖα λόγια ἔδραμεν ὡς224
Mag
.

226

αὐτόν, πείθειν δι’ αὐτῶν ἐννοήσας. ὁ δὲ Σαλμωνεύς, ἴσα τοῖς ἀνθρώποις καὶ θεὸν ὁρῶν, ἐκέλευσεν ἐπὶ σκηνῆς ἐλθόντας πράτ‐ τειν τὰ ἑαυτῶν, μηδὲν ὑποστελλόμενος τῶν ὅσα ἐν πορνείοις κεκλημένοις τοῖς ἀκολάστοις λόγοις ἀσελγαίνεσθαι. καὶ ἀσκεπῆ
5καὶ πᾶσι κάτοπτα παρῆν τὰ θεοῦ γνωρίσματα καὶ ὁ ἱερεὺς μετ’ αὐτῶν ὑβριζόμενος ἐθρήνει πικρῶς, οὕτως ὁρῶν τὸ θεῖον πε‐ ριορώμενον ἀτίμως. ὁ δὲ Πετρώνιος, τῆς οἰκείας περιουσίας πρῶτον ὁρῶν τὸν θεόν, πέμψας εἰς οἶκον πάντα ὅσα ἦν αὐτῷ σὺν καὶ τοῖς λίθοις ἐκείνοις ἐνεγκὼν ἔρριψεν ἐπὶ τῆς αὐλείου
10τοῦ Κύκλωπος· καὶ τὸ δὲ χρυσίον λαβὼν ἐπὶ τόκῳ κατέθηκεν ἐπὶ τοὺς τιμωρούς, ὡς δὴ κεκμηκότας ἐπ’ αὐτῷ, σπορτούλων ἕνεκα (οὕτω δὲ τὸν ἔρανον οἱ Ῥωμαῖοι προσαγορεύουσιν). 〈60〉 Μετρίου δὲ τούτου δόξαντος εἶναι, συνεῖδεν ὁ Κέρβερος καὶ μιαιφονίας ἐργάσασθαι. Πρόκλον οὖν τινα, ἀπόμαχον τῆς
15ἐπιχωρίου στρατιᾶς, εἴκοσι χρυσίνους ἀπαιτῶν εἰσφέρειν αὐτῷ συνώθει οὐκ ἔχοντα, καὶ πάντα τὰ τῶν ποινῶν ὄργανα ἀπήμβλυνε τοῖς νεύροις τοῦ ἀθλίου πένητος, ὃς τὸ λοιπὸν μηδὲ ζῆν ὑπο‐ μένων μηδὲ τελευτᾶν συγχωρούμενος τέχνῃ μετῆλθε τὸν θάνατον. λαβὼν οὖν τοὺς ποινουργοὺς καὶ δοῦναι τοὺς εἴκοσι χρυσοῦς
20ἐξ ἀνάγκης ἐπαγγειλάμενος εἰ τυχὸν ἕψονται ἐπὶ τὸ καταγώγιον αὐτῷ γινομένῳ, ὡς ἦλθεν ἐκεῖ, παρελθών, τῶν φυλάκων ἔξωθεν προστηρούντων, βρόχον ἐνάψας τῷ τραχήλῳ τῆς ζωῆς ἀπηλλάγη. ὡς δὲ τὸ λοιπὸν οὐ προῆλθεν, εἰσφρήσαντες ἐκεῖνοι καὶ ἐξηρτη‐ μένον αὐτὸν ἰδόντες τὸν μὲν νεκρὸν αὐτοῦ ἔρριψαν ἐπ’ ἀγορᾶς
25συμπατοῦντες, ὡς δῆθεν ἠπατημένοι, τὰ δὲ ὄντα αὐτῷ διήρπασαν, μηδὲ πρὸς ταφὴν οἰκτροῦ τινος ἐπιρρίμματος ἀξιώσαντες. 〈61〉 Τοιούτοις κατορθώμασιν ἐνασχολούμενος ὁ Λαιστρυγών,
ἢ μᾶλλον ‘ὁ τεκνοραίστης λυμεὼν ἐμῆς πάτρης,‘ ὥς φησιν ὁ226
Mag
.

228

Λυκόφρων ἐκεῖνος, ἐφ’ ὅλον ἔτους τὴν πόρθησιν τῶν Λυδῶν διέτεινεν. γλίσχρον δὲ καὶ φαῦλον ἡγούμενος εἰ μόνην τὴν πρόσθεν εὐδαίμονα Λυδίαν ὑπάγοι τοῖς ἀδικήμασιν, ἐφ’ ὅλην ὁμοῦ τὴν τῆς Ἀσιανῆς ῥάχεως διοίκησιν συνεῖδεν ἐκτεῖναι τὴν ἀσέβειαν.
5νόμος ἄνωθεν ἐκράτησε πλατὺν ἅμα καὶ ὀξὺν δρόμον ἐνιδρῦσθαι ταῖς ἐπαρχίαις, ὧν ὁ μὲν πλατὺς ὀχήμασιν ἐχρῆτο, ὁ δὲ ὀξὺς ὑποζυγίοις ἵπποις (βεραίδους αὐτοὺς οἱ κρατοῦντες ὠνόμασαν καὶ τὴν αἰτίαν ἐν τοῖς Περὶ Μηνῶν ἴσμεν ἀποθέμενοι)· τῆς γὰρ ἠπείρου σχεδὸν ἁπάσης 〈μὴ τελούσησ〉 ὑπ’ αὐτοῖς, οὐκ
10ἦν εὐχερὲς τὰ πρὸς τὴν ἕω συμβαίνοντα ἐπὶ τοὺς κυρίους τοῦ πολιτεύματος ὡς θᾶττον ἀναφέρειν, ἔστιν ὅτε καὶ αὐτὸν ὠκεανὸν τοῖς ὅπλοις ὑπάγοντας. τῷ γ’ οὖν ὀξεῖ δρόμῳ τὰ τῆς μηνύσεως πρὸ τῆς ἀκοῆς ἐγίνετο· καὶ ταύτην τὴν οὕτω σωτηριώδη τοῖς πράγμασιν ἐπίνοιαν συνεῖδεν ὁ Πλατύγναθος ἀπαλεῖψαι δι’
15οἰκείας μηνύσεως, ἀναπείσας τὸν ὁμόγνιον καὶ ὁμόψυχον τῆς αὐτοῦ βδελυρίας ὕπαρχον, περιττὴν εἶναι διαγνοὺς τὴν τῶν δημο‐ σίων ἵππων ὑπηρεσίαν, οὐ συνορῶν ὁ Νιόβης αὐτῆς λιθωδέστε‐ ρος τὸ τοῦ πράγματος χρήσιμον. ὁ δὲ ὕπαρχος, ἀγνοούσης τῆς βασιλείας (πῶς γὰρ ἐνεδίδου τοῖς κοινοῖς ἀτυχήμασιν;), καὶ
20ταύτην τὴν ὄψιν τῆς πολιτείας ἠφάνισεν. ἔνθεν, τῶν εἰδῶν ἀπράτων ἐνσηπομένων ταῖς κτήσεσιν, ἐξαλίου σχεδὸν τῆς Ἀσιανῆς τυγχανούσης, ὁ συντελεστὴς ἀπώλετο, χρυσίον πρὸς τῶν δασμολο‐ γούντων ἀντὶ τῶν εἰδῶν εἰσπραττόμενος, μηδὲ διαπωλεῖν τὰ εἴδη δυνάμενος, πόρρω θαλάσσης ἀπῳκισμένος, μηδὲ δαπανᾶν,
25ὡς πάλαι, τῷ δημοσίῳ συγχωρούμενος. τούτοις ἠκολούθησε καὶ ἡ τῶν ἐνιδρυμένων τοῖς τόποις στρατευμάτων μετάθεσις πρὸς τὸ χρειῶδες ὑπὸ τῶν κοινῶν γενομένη, ὡς κἀκ τούτου τοῦ συγκυρήματος τῶν καρπῶν ἐναπομενόντων τῇ χώρᾳ καὶ τοὺς μὲν φόρους εἰς χρυσίον μεταβληθῆναι, τοὺς δὲ καρποὺς ἀπο‐
30γεοῦσθαι κατ’ ἔτος. καὶ εἴθε μόνος αὐτὸς καὶ μόνην ἐκείνην τὴν228
Mag
.

230

ἐπαρχίαν ἔτυχε διατρώγων καὶ μὴ καθ’ ἑκάστην πόλιν τε καὶ χώραν, οἷος αὐτός, ἄλλοι καὶ χείρους αὐτοῦ τὸν ὁποῖα δ’ ἂν κατορωρυγμένον ὀβολὸν ἀνασπῶντες παρῆλθον, στρατὸν ἀλαστό‐ ρων καὶ στίφη Καππαδοκῶν ἐπισυρόμενοι.
5 〈62〉 Συνήχθη οὖν πλοῦτος ἄπειρος τῷ δικαιοτάτῳ ὑπάρχῳ, ὥστε αὐτὸν καὶ πρὸς τυραννίδα παρακαλεῖν, τῆς αὐθαδεστέρας μοίρας τοῦ δήμου συνούσης αὐτῷ καὶ τοῖς ἐγχειρουμένοις συν‐ απτομένης. θεραπεύων οὖν καὶ προσοικειούμενος αὐτὴν οὐκ ᾤετο πείθειν ὡς ἐραστὴς εἴη τοῦ κατ’ αὐτὴν κόμματος, εἰ μὴ
10πρὸς τὴν ἕω διαβαίνων αὐτὸς καὶ στολὴν ἀνθηρῷ χλοάζουσαν χρώματι περιθέμενος διαφανὴς ἅπασι γένοιτο. οἷα μὲν οὖν ἔπραξε περὶ Κίλικας καὶ ὅσοις τοὺς δασμοὺς ἐπέβρισεν ἄχθεσι παρὰ τὴν βασιλέως εὐμένειαν, οὐδενὶ τῶν πάντων ἠγνόηται. ἐπανελθὼν δὲ πρὸς ἡμᾶς, ὡς εἶδεν ὠκεανοὺς χρημάτων περιρρέοντας αὐτόν,
15πάντας μὲν ᾠκειωμένους αὐτῷ καὶ τοὺς ὀψοποιούς γε μὴν ἐπὶ τὰ πρῶτα τῶν τῆς πολιτείας ἀξιωμάτων ἀνήρπασεν, ὡς μηδένα καὶ τῶν ἀργυρωνήτων αὐτοῦ ἔξω πλούτου βαθέος καὶ τιμῆς βουλευταῖς εὐκταίας ἀφεθῆναι γυμνόν, αὐτὸς δὲ ἐτρύφα, μει‐ ρακίοις ψιλοῖς καὶ μήπω 〈τῷ〉 λείῳ τοῦ σώματος ἀρρενοφανέσι
20καὶ πορνῶν ταῖς ἀκολάστοις συμβαλανευόμενος καὶ ἀκολασταί‐ νων τῷ πράττειν ἅμα καὶ πάσχειν, ‘ἐξ ἑκατέρας ὠχριῶν νόσου,‘ ἕλκων τε ἐπὶ τῶν ἐμπύρων τὸν ἄκρατον οὕτως ἀφειδῶς, ὡς φοράδην ἐκκεχυμένον ὑπὸ τῶν γυμνῶν ἀναβαστάζεσθαι, πρὸς ἀντιβολὴν ὄψων ἐπιχωννύντος τὸν οἶνον. οὐκ ἐξαρκοῦντος τῇ
25τρυφῇ οὐ τοῦ ὑποκειμένου τῇ πόλει πορθμοῦ, οὐχ Ἑλλησπόντου σύμπαντος, τὸ λοιπὸν οὐ κτενός, οὐκ ἔλοπος, 〈οὐ〉 χρυσοστάθμου ἰχθύων ποικιλίας καταλειφθείσης τῷ πελάγει, ἐπὶ τὸν Εὔξεινον οἱ τῆς τρυφῆς ὑπηρέται ἐτρέποντο, μὴ τῇ θαλάττῃ ἰχθύος, μὴ τοῖς ὄρεσιν ἢ τοῖς ἄλσεσιν ὀρνέου συγχωρουμένου, μὴ Φάσιδος
30ὅλου ταῖς εὐωχίαις ἀποχρῶντος, ὡς ἀφίστασθαι τοὺς κτένας,230
Mag
.

232

μὴ τῇ κατὰ φύσιν ἐκ τόπου εἰς τόπον πτήσει καταπιστεύοντας ἑαυτούς, ἀλλ’ εἰς ἀέρα, τοῖς ὀστράκοις ὡς εἰ πτέρυξι χρωμένους, δοκεῖν ἐκκλίνειν τὴν Καππαδοκῶν ἀδηφαγίαν. 〈63〉 Ὅτι δὲ τυχὸν ἔλοπος τοῦ ἰχθύος μνήμη παρῆλθεν, περὶ
5αὐτοῦ τὰ γνωσθέντα μοι παραθήσομαι. ἰχθύς ἐστιν ἁπαλός, διαυγής, ὡς 〈ὡσ〉 εἰ πηκτὴν καὶ κρυσταλλώδη ἀλλ’ οὐ ναστὴν καὶ ἰνώδη δοκεῖν ἔχειν τὴν σάρκα· ζῳοτόκος μὲν καὶ μηρυκισμόν τινα ἀνάγων. πέφυκε δὲ τοῖς εὐτυχέσιν ἐνδιατρίβειν τόποις· ὅθεν μετ’ αὐλῶν καὶ κυμβάλων τοῖς Ῥωμαίοις παρετίθετο, ὥς
10φησιν Ἀθήναιος. ἐν δὲ τῷ νήχεσθαι σκέπει τοὺς ὀφθαλμοὺς ταῖς παραπεφυκυίαις αὐτῷ πτέρυξιν. καὶ ἔλοπα μὲν αὐτὸν Ἀριστοτέλης καὶ πάντες οἱ φυσικοὶ καλοῦσιν καὶ Ἀριστοφάνης δὲ ὁ Βυζάντιος ἐν τῇ Ἐπιτομῇ τῶν ἐν ἰχθύσι Φυσικῶν, οἱ δὲ Ῥωμαῖοι ἀκυιπήν‐ σερα, δι’ ἃς αὐτοὶ γεγράφασιν αἰτίας. Κορνήλιος δὲ Νέπως καὶ
15Λαβέριος ὁ ποιητής, ἄμφω Ῥωμαῖοι, φασὶν Ὀπτᾶτόν τινα ναύ‐ κληρον τοῦ Καρπαθίου στόλου, οἰκεῖον Κλαυδίου βασιλέως, ἐνεγκόντα ἐκ τῆς κάτω θαλάσσης ἔλοπας ἀνὰ μέσον τῆς Ὀστίας καὶ Καμπανῆς περισπεῖραι θαλάσσης. 〈64〉 Τοιαῦτα μέν τινα τοῦ ἰχθύος χάριν εἰρήσθω. περὶ δὲ
20τὴν ἄνοδον, μᾶλλον δὲ ἀνακομιδήν, τοῦ Καππαδόκου στιχηδὸν αὐτῷ παρεφαίνοντο κόραι σάνδυξι περικεχυμέναι τὰ μέλη, προ‐ φανῶς ἐκκαλύπτουσαι ὅσα ‘καλύπτειν ὄμματ’ ἀρσένων ἐχρῆν.‘ πρὸς βραχὺ δὲ τὸ προκείμενον ἀφείς, ὅ τι τυγχάνει σάνδυξ καὶ ποῖον εἶδος ἐσθήματος γέγονε Λυδοῖς τὸ πάλαι, ἑρμηνεῦσαι
25πειράσομαι. σπουδὴ γέγονε τοῖς πολυχρύσοις τὸ πάλαι Λυδοῖς εὐπορίᾳ χρυσίου, ὅσον αὐτοῖς ὁ Πακτωλὸς μετὰ τὸν Ἕρμον ἐχορήγει, καὶ χρυσοστήμονας διεργάζεσθαι χιτῶνας (καὶ μάρτυς ὁ Πείσανδρος εἰπών· ‘Λυδοὶ χρυσοχίτωνεσ‘), καὶ οὐκ αὐτοὺς μόνους
ἀλλὰ καὶ τοὺς καλουμένους σάνδυκας (χιτῶνες δὲ ἦσαν ὑπ’ αὐτῶν232
Mag
.

234

εὑρημένοι, λινῶν μὲν οἱ διειδέστατοι, σάνδυκος δὲ χυλῷ τῆς βοτάνης καταβάπτοντες αὐτούς· σαρκοειδὴς δὲ ὁ χρὼς τῆς βο‐ τάνης), οἷς αἱ γυναῖκες τῶν Λυδῶν γυμνῷ τῷ σώματι ἐπισκιάζου‐ σαι οὐδὲν μὲν ἐδόκουν ἢ ἀέρα μόνον περικεῖσθαι, κάλλει δὲ
5ἔξω τοῦ καλοῦ καὶ σώφρονος ἐφείλκοντο τοὺς θεωμένους. τοιούτῳ τὸν Ἡρακλέα χιτῶνι περιβαλοῦσα Ὀμφάλη ποτὲ αἰσχρῶς ἐρῶντα παρεθήλυνεν· ταύτῃ καὶ Σανδὼν Ἡρακλῆς ἀνηνέχθη, ὡς Ἀπουλήϊος ὁ Ῥωμαῖος φιλόσοφος ἐν τῷ ἐπιγρα‐ φομένῳ Ἐρωτικῷ καὶ Τράγκυλλος δὲ πρὸ αὐτοῦ ἐν τῷ Περὶ
10Ἐπισήμων Πορνῶν ἀνενηνόχασιν, ἔνθεν οἶμαι σανδόνας ἔτι καὶ νῦν πρὸς διασυρμοῦ λέγεσθαι, οὓς τὸ πλῆθος ἀπὸ τῆς κατασκευῆς τῶν σινδόνων σανδόνας ὡς ἂν εἰ σινδόνας οἴεται χρηματίζειν. 〈65〉 Τοιαῦτα μὲν ἄν τις ὡς ἐν παρεκβάσει λέγοι, ἐγὼ δὲ πρὸς τὸν Καππαδόκην ἐπάνειμι. ἐπεσπῶντο δὲ αὐτὸν πόρναι ὑπ’
15ἄλλων πορνῶν γυμνοφανῶν βασταζόμενον φιλήμασιν ἐκλύτοις πρὸς μίξιν αὐτίκα βιαζομένοις. ὁ δὲ κεχυμένος ἐκ τῶν προτει‐ νομένων ὄψων τε καὶ ποτῶν πρὸς κιναίδων ἄλλων ἐλάμβανεν· τοσαῦτα δὲ ἦν καὶ οὕτω μαλακά, ὡς ἔμετον αὐτῷ κινεῖν, μηκέτι χωροῦντος τοῦ στόματος, χειμάρρου δὲ δίκην ἐξαυλακίζοντος
20τὴν ἑστίαν καὶ κίνδυνον οὐ μικρὸν ἐξολισθαίνουσι τοῖς κόλαξι τῷ στιλπνῷ τῶν ψηφολογημάτων ἐπιφέροντος. οὕτω διετέλει σηπόμενος, συνάπτων ταῖς νυξὶ τὰς ἡμέρας, ὥστε πέρας μὲν αὐτῷ ἑστιωμένῳ τὸν φωσφόρον, ἀρχὴν δὲ πραγμάτων τὸν ἕσπερον γίνεσθαι. ὅπως δὲ μὴ τυχὸν ἐμπόδισμα ταῖς ῥᾳθυμίαις ἐγγένοιτο,
25ἀπολέγει καθ’ ἅπαξ τῷ Τεμένει τῆς Δίκης (Σήκρητον αὐτὸ κα‐ λοῦσιν ἐν τοῖς δικαστηρίοις), φαίνεσθαι μόνον ὑπομένων ἐν αὐτῷ ὅτε περιφερόμενος τῇ ἀμετρίᾳ τῶν σιτίων τοὺς ἐπιφανεστάτους τῆς τάξεως ταῖς ποιναῖς ἐξέθετο. δικαστὰς δὲ προβάλλεται ἐπὶ τῆς βασιλέως Στοᾶς, ὥστε, ἐκείνων τῶν ἐπὶ χρήμασι δικῶν
30ἀκροωμένων, αὐτόν, ὡς ἔφθημεν εἰπόντες, ἀγρυπνεῖν.234
Mag
.

236

〈66〉 Οὐκ ἦν οὖν τὸ λοιπὸν οὐ δικηγόρῳ σπουδὴ λόγῳ κοσμῆσαι τὴν συνηγορίαν πείθειν ἄρχοντα δυναμένῳ μέγιστον, οὐδενὸς τὸ λοιπὸν ἐπὶ Σηκρήτου πραττομένου, οὐ πρεσβείας ἢ μονομεροῦς ἐντυχίας ἢ διδασκαλικοῦ ἢ μετρήσεως ἢ ἐξισώσεως ἤ τινος
5ἑτέρου τῶν πάντων, ὥστε λοιπὸν οὐδένα τῶν ἔμπροσθεν εἰω‐ θότων εὐδοκιμεῖν περὶ λόγους τοιούτοις τισὶν ἐπαγρυπνεῖν. τίνι γὰρ ἤμελλέ τις ἀρέσκειν ἢ τίνος χάριν τῶν ἐπαίνων ἀντέχεσθαι ὅτε μηδὲ μάρτυς ἦν τις ἢ ὅλως ἐπαινεῖν τὸ σχῆμα τῶν δικαστη‐ ρίων δυνάμενος; ἔνθεν ἀπόλωλεν ἡ τάξις καί, πραγμάτων οὐκ
10ὄντων, ἀσχήμων ἐρημία κατερρύπωσε τὸ δικαστήριον· οἰμωγαί τε καὶ δάκρυα τῶν πρὸς τὸ πέρας τῆς στρατείας ἀφικνουμένων, εἰς γῆρας ἄπορον καταφερομένων. εἰκότως οὖν οὐδεὶς ἐπὶ στρα‐ τείαν ἀπήγγελλεν, τὸ πρὶν εἰωθός, ὑπὲρ χιλίους κατ’ ἔτος ἕκαστον ταχυγράφους στρατευομένους τοῖς παυομένοις τῶν πόνων,
15μάλιστα τῷ λεγομένῳ ματρικουλαρίῳ, ἀντὶ τοῦ τῶν καταλόγων φύλακι, πόρον οὐ μικρὸν περιποιεῖν. καὶ ταύτης ἐγὼ μετέσχον τῆς ἀστοχίας, μηδὲ τὴν ἐφήμερον δαπάνην ἐν τῷ πληροῦν τὴν στρατείαν εὑράμενος. μαρτυρούσης γάρ μοι τῆς Ἀληθείας, ἕνα ταχυγράφον παρ’ ὅλον τὸν ἐνιαυτὸν τοῦ πληρώματος οὐκ οἶδα
20στρατευσάμενον, πολυτρόπου τῆς ἀφορμῆς τυγχανούσης· πρῶτον μὲν τῆς ἐν τοῖς πράγμασι παντελοῦς ἀπορίας, εἶτα δὲ καὶ τῆς τῶν καλουμένων προβατωριῶν δυσπορίστου μεταλήψεως· καὶ ὅπως, ἐρῶ. 〈67〉 Ἡ παλαιότης πέντε χρυσίνους οἶδε παρεχομένους τοῖς
25μεμοριαλίοις ὑπὲρ προβατωρίας ἀδιούτωρος πρὸς τὴν ἔπαρχον ἐξουσίαν καταπεμπομένης καὶ τότε, ἡνίκα κατὰ τὸν μυθικὸν ὁ χρυσοῦς αἰὼν ἐξέλαμπεν· νῦν δέ, ὅτε οὐδὲ ὄνομα ἔστιν εὑρεῖν
τῷ καθ’ ἡμᾶς χρόνῳ ἀρκοῦν ἐπιδεῖξαι τὴν ἐν αὐτῷ μοχθηρίαν,236
Mag
.

238

εἴκοσι χρυσῶν ἔκριναν αὐτοῖς ἀποδίδοσθαι τὴν προβατωρίαν. ὡς δὲ ἔγνωσαν μηδένα τολμᾶν, μᾶλλον δὲ μὴ ἔχειν τοσούτου χρήματος προβατωρίαν πορίζεσθαι, τύπον πραγματικὸν ἑαυτοῖς ἐξεμύζησαν μηδενὶ συγχωροῦντα γραμμάτων ἄνευ βασιλικῶν ἐπὶ
5στρατείαν ὑπὸ τοῖς ἐπάρχοις διαβαίνειν. τὸ δὲ ὅλον πρὸς ἀτιμίας ἐπράττετο τῆς ἀρχῆς, τοῦ νόμου δόντος ἀνέκαθεν αὐτῇ, δι’ οἰκείων ψήφων οὓς ἂν ἐθέλῃ τοῖς ταχυγράφοις τοῦ δικαστηρίου συναριθμεῖν· καὶ πολλοὺς αὐτὸς ἐπίσταμαι ἀπὸ διαλαλιᾶς στρα‐ τευσαμένους, διαπρέψαντάς τε ἅμα καὶ τὴν ζώνην ἐντίμως ἀπο‐
10θεμένους. καὶ ταύτης δὴ οὖν τῆς ὁδοῦ τὸ λοιπὸν σχολαζούσης, εἰς παντελῆ δυστυχίαν ἤλασε τὰ τῆς τάξεως· τὸ δὲ τῶν κα‐ λουμένων ματρικουλαρίων ῥιζόθεν ἀνασπασθὲν ὄλωλε φρόντι‐ σμα. καὶ τί λέγω, αὐτῶν πάντων καθ’ ὁμαλοῦ μετὰ τὸ τῆς στρα‐ τείας πέρας ἐν ἀπορίᾳ αἰσχρᾷ ὀδυνηρὸν τὸν λοιπὸν τῆς ζωῆς
15χρόνον παρασυρόντων; τὴν οὖν στρατείαν ἀπεθέμην τεσσαρά‐ κοντα ἐνιαυτοὺς προσεδρεύσας καὶ μηδὲν παρὰ τὴν ἐπωνυμίαν τοῦ πληρώματος ἀπενεγκάμενος. καὶ καλὸν μὲν ἀναχωρῆσαι τὸ λοιπὸν τῆσδε τῆς τραγῳδίας, ἀποχρώσης τῆς ἐκβάσεως ἐπι‐ δεῖξαι τὴν ἀλήθειαν, πλὴν καὶ ἄλλης χρῆναι νομίζω ἀφηγήσεως
20ἅψασθαι. 〈68〉 Νόμος ἀρχαῖος ἦν πάντα μὲν τὰ ὅπως οὖν πραττόμενα παρὰ τοῖς ἐπάρχοις, τάχα δὲ καὶ ταῖς ἄλλαις τῶν ἀρχῶν, τοῖς Ἰταλῶν ἐκφωνεῖσθαι ῥήμασιν. οὗ παραβαθέντος, ὡς εἴρηται, οὐ γὰρ ἄλλως, τὰ τῆς ἐλαττώσεως προὔβαινεν. τὰ δὲ περὶ τὴν
25Εὐρώπην πραττόμενα πάντα τὴν ἀρχαιότητα διεφύλαξεν ἐξ ἀνάγκης διὰ τὸ τοὺς αὐτῆς οἰκήτορας, καίπερ Ἕλληνας ἐκ τοῦ πλείονος ὄντας, τῇ τῶν Ἰταλῶν φθέγγεσθαι φωνῇ, καὶ μάλιστα τοὺς δημοσιεύοντας. ταῦτα μετέβαλεν ὁ Καππαδόκης εἰς γραώδη τινὰ καὶ χαμαίζηλον ἀπαγγελίαν, οὐχ ὡς σαφηνείας φροντίζων,
30ἀλλ’ ὅπως πρόχειρα ὄντα καὶ κοινὰ μηδεμίαν ἐμποιοῖ δυσχέρειαν
τοῖς κατὰ σκοπὸν 〈αὐτοῦ〉 πληροῦν τὰ μηδαμόθεν αὐτοῖς ἀνή‐238
Mag
.

240

κοντα τολμῶσιν. πράττων γὰρ καὶ γράφων καὶ καινοτομῶν καὶ ἐκ παντὸς τρόπου σαλεύων τὴν ἀρχαιότητα, οὐ τοῖς ἁρμοδίοις τῶν χωρῶν ἐπιστάταις, οὓς καλοῦσι τρακτευτάς, ἀντὶ τοῦ κλι‐ ματάρχας, ἢ διαψηφισταῖς ἐδίδου κατὰ τὸ σύνηθες τὰ πραττόμενα
5πρὸς πλήρωσιν, ὥστε μηδὲν παρὰ τὸν νόμον γίνεσθαι, ἀλλ’ αὐτὸς διὰ τῶν οἰκείων πληροῦσθαι τὰ σύμβολα ἐκέλευσεν, τῶν εἰωθό‐ των παρέχεσθαι δαπανημάτων τοῖς ἁρμοδίοις πληρωταῖς αὐτὸς γινόμενος κύριος. εἶτα ἐκ τῆς μὴ κατὰ τὸ προσῆκον τολμωμένης τῶν χαρτῶν ἐκδόσεως μεγίστων ἀνισταμένων τοῖς ὑποτελέσι
10δυσχερῶν, αὐτὸς ἠγανάκτει καὶ θανάτους ἐπέφερε τοῖς οὐκ ἐπι‐ σταμένοις τὴν τῶν ἀνέδην καὶ ὡς ἔτυχεν ἀπολελυμένων χαρτῶν δύναμιν. καὶ νόμος ἐκράτησεν ἐξ ἐκείνου καὶ πάντες ὡς ἔτυχε καὶ γράφουσι καὶ πληροῦσι καὶ ἀπολύουσι τὰ παντελῶς αὐτοῖς ἀγνοούμενα, τὸ πρὶν μυρίοις κατησφαλισμένα τρόποις, τοῖς τε
15λεγομένοις κοττιδιανοῖς, οἷον εἰ ἐφημέροις, τοῦ ἀβ ἄκτις, τοῖς τε προσφόροις σκρινίοις καὶ αὐτοῖς δὲ τοῖς ἐξ αὐτῶν ἔχουσι τὸν πόρον. καὶ τί μακρηγορῶ; πάντα παντελῶς διαπέπτωκε μηδεμίαν ἐπίγνωσιν τῶν πρὶν κατορθωμάτων διασῴζοντα. 〈69〉 Οὕτως τοῦ μιαρωτάτου πολεμίου τῶν νόμων διαγενομέ‐
20νου, ἐπεστράφη θεός, ἐκδοῦναι τὸν αἴτιον τῶν κακῶν ταῖς ἰδίαις πράξεσι ψηφισάμενος, πείθων αὐτὸν ὡς ‘ἔστι Δίκη Νέ‐ μεσίς τε κακοῖς κακότητα φέρουσα.‘ τοῦ γὰρ ἠπιωτάτου βα‐ σιλέως μηδὲν τούτων ἐπισταμένου, πάντων δὲ διὰ τὴν ἄκρα‐ τον δυναστείαν, καίπερ ἀδικουμένων, συνηγορούντων τῷ πο‐
25νηρῷ Καππαδόκῃ καὶ τοῖς πάντων ἐξοχωτάτοις ἐπαίνοις ἐπ’ αὐτῷ παρὰ βασιλεῖ χρωμένων (τίς γὰρ ἂν ἐτόλμησε καὶ μόνης ἐπαίνων χωρὶς μνησθῆναι τῆς αὐτοῦ προσηγορίας;), μόνη ἡ ὁμόζυγος γυνή, κρεῖττον τῶν ὄντων ὅτε δή ποτε ἐπὶ συνέσει καὶ συμπαθείᾳ τῶν ἀδικουμένων ἀγρυπνοῦσα, μὴ φέρουσα τὸ
30λοιπὸν περιορᾶν τὴν πολιτείαν βυθιζομένην, οὐ μετρίοις λόγοις
ὡς τὸν βασιλέα ὁπλισθεῖσα διαβαίνει, ἅπαντα αὐτὸν τὰ τέως240
Mag
.

242

διαλανθάνοντα διδάσκουσα, καὶ ὡς κινδυνεύοι οὐ τὸ ὑπήκοον μόνον ἐναπολεῖσθαι τοῖς κακοῖς ἀλλὰ καὶ αὐτὴν ἐγγὺς σαλεύεσθαι τὴν βασιλείαν. εἰκὸς οὖν ὁ βασιλεύς, καλὸς ὢν καὶ πρὸς ἀμύνην τῶν κακῶν βραδύς, ἀμηχάνοις ἀπορίαις εἴχετο, μηδὲ ἀποκινεῖν
5τὸν καταστροφέα τοῦ πολιτεύματος εὑρίσκων. οὕτως ἔτυχεν, οἷα κακῶς ταράξας τὰ πράγματα καὶ τοὺς φόρους ἀπορίᾳ καὶ συγχύσει ἀδιακρίτῳ σκοτώσας, ἀλλήλαις τὰς λεγομένας ἐπινε‐ μήσεις ἐμμίξας, ὡς μηδέποτε πέρας αὐτῷ γενέσθαι τῆς ἀρχῆς μηδέ τινα τῶν ἀπὸ τῆς βουλῆς ἢ ὅλως τοῦ δικαίου πέρι ἀγρ〈υ‐
10πν〉οῦντα τολμᾶν ἐπιλαβέσθαι τῆς διοικήσεως. ἐπεκούρει δὲ ὅμως τοῖς ὑπηκόοις ὁ βασιλεὺς καθ’ ὅσον ἀνθρώποις δυνατόν. 〈70〉 Οἱ δὲ ὑποτελεῖς, τὸ λοιπὸν οὐκ οὔσης αὐτοῖς οὐδὲ ἀφεθείσης περιουσίας διὰ τὰς συνωνὰς καὶ ἀγγαρείας καὶ τοὺς ἐξ αὐτῶν πόνους, γυναικῶν τε σὺν ἐπιμαζίοις βρέφεσιν ἀχθο‐
15φορουσῶν καὶ διακομιζουσῶν τὰ εἴδη ἐκ μεσογείου μακρᾶς ἐπὶ θάλασσαν, ἀνελεεῖς καὶ ἄταφοι ἐπὶ τῆς ὁδοιπορίας θάνατοι, τῶν τε τοὺς δασμοὺς πραττομένων πολυτρόπους καὶ πολυσημάντους ἐφόδους αἰτούντων κηνσουάλια, ὁλογραφικά, βουλευτικά, ὁμό‐ δουλα, ὁμόκηνσα, ἀφαντικά, ἐγκαταλελειμμένα, πολιτικά,
20ταμιακά, δηπουτᾶτα, ῥεκολλᾶτα, ῥελεγᾶτα, ῥεφοῦσα, κερατισμούς, ῥοπάς, παραλλαγάς, τόκους, ἐνδοματικά, μητατωρικὰ καὶ μετὰ τὴν τούτων ἀνελεῆ φόρων ἀπαίτησιν ἐπὶ τοῦ νομίσματος ἄλλων μυρίων, ὥσπερ ἐξ ὕδρας, ἀνισταμένων κακῶν τοῖς ὑποτελέσιν
ὑπεράνω, μεριτικῶν, σουφφραγίων, [............]ίμων, κο‐242
Mag
.

244

μιτατησίων, μονοπτέρων, μοναστικῶν, ἀπημελημένων, λευκοχρύ‐ σων, καὶ τὸ πέρας τὰς ἐνιδρυμένας ἀεὶ στρατιὰς καὶ τῶν ὑπερ‐ μαχούντων τὰς κατ’ αὐτῶν τῶν προνοουμένων λαφυραγωγοὺς ἁρπαγὰς βίας τε καὶ φθορὰς τῶν παραπορευομένων διὰ τῶν
5ἐπαρχιῶν στρατευμάτων ὅσα κατὰ τὸ ἀναγκαῖον ἐπὶ τοὺς πο‐ λέμους ὁρμᾶν συμβαίνει, δι’ ὃ κουφοτέραν τὴν ἐπιδρομὴν τῶν βαρβάρων τῆς ἐπιστασίας τῶν οἰκείων τὸ ὑπήκοον ἑαυτῷ συλ‐ λογίζεται. διὰ ταύτας τοίνυν τὰς αἰτίας, μᾶλλον δὲ περιστάσεις, τὰς ἐνεγκούσας αὐτοὺς ἀπολείποντες ἅπαντες καὶ ῥᾳθυμεῖν μᾶλ‐
10λον ἢ κάμνειν σωφρόνως ἐθέλοντες, οἷα μηδὲ συγχωρούμενοι, τὴν βασιλέως πόλιν ὄχλων ἀχρήστων ἐνεφόρησαν· καὶ πολὺς ἦν ὁ νόμος πρὸς ἀπειρίαν πταισμάτων τῷ πλήθει συνεκτεινό‐ μενος, ὥστε καὶ τοὺς τὸ πρὶν ἠμελημένους ἄρχοντας προαγαγεῖν, πραίτωράς τε καὶ κυαισίτωρας, κατὰ τήν ποτε κρατήσασαν παρὰ
15Ῥωμαίοις συνήθειαν, ὡς προαφηγησάμεθα. τῶν δὲ τοῖς ἁμαρτή‐ μασι τοῦ δήμου ἐπεξιόντων σφοδρότερον, ἀναστὰν τὸ πλῆθος καὶ εἰς κακοδαίμονα συναχθὲν ὁμόνοιαν πᾶσαν ἐγγὺς τὴν πόλιν ἐνέπρησεν· καὶ ὁ μὲν Καππαδόκης ἄφαντος ἐγένετο, ἀρχῆς δὲ λαβόμενον τὸ πῦρ ἐκ τῶν τῆς αὐλῆς εἰσόδων, εἶτα ἐξ αὐτῶν
20ἐπὶ τὸ Πρῶτον Ἱερόν, ἐξ οὗ ἐπὶ τὴν Ἰουλιανοῦ Γερουσίαν, ἣν καλοῦσι Σενᾶτον κατὰ τὴν Αὐγούστου Πανήγυριν, ἀφ’ ἧς ἐπὶ τὴν ἀγοράν, ἣν καλοῦσι Ζεύξιππον ἀπὸ Ζευξίππου βασιλέως, ὑφ’ ᾧ ἐπὶ τῆς τριακοστῆς ὀγδόης Ὀλυμπιάδος Μεγαρεῖς εἰς Βυζάντιον ἀποικήσαντες πρὸς τιμὴν αὐτοῦ τὴν ἀγορὰν οὕτως
25ἐπωνόμασαν, καθάπερ τὰς Χαριδήμου Στοὰς οἱ Κύζικον οἰκί‐ σαντες Μεγαρεῖς· καὶ οὗτος βασιλεῦσαι Ἑλλήνων μνημονεύεται, ὡς ὁ Κάστωρ ἐν Ἐπιτομῇ Χρονικῶν ἀπέθετο. τὸ γὰρ δημόσιον
βαλανεῖον Σεβήρειον ἀπὸ Σεβήρου, Ῥωμαίων ἡγησαμένου, παρω‐244
Mag
.

246

νόμασται, ὃς ἀρθρίτιδι νόσῳ ἐνοχλούμενος ἐδείματο τὸ βαλανεῖον, προσκαρτερῶν τῇ Θρᾴκῃ διὰ τὴν πρὸς Νίγρον διαφοράν. τῶν δὲ τηλικούτων σωμάτων εἰς πῦρ μεταβαλόντων, ἡρπάγησαν μὴν 〈αἱ〉 μέχρι τῆς Κωνσταντίνου Ἀγορᾶς τὴν πόλιν διευθύνουσαι
5στοαί, κάλλει καὶ μεγέθει κιόνων εὐγράμμως διασκηνοῦσαι τὴν πλατεῖαν· Καμπανοὶ ταύτας εἰς χάριν Κωνσταντίνου λέγονται κατασκευάσαι, ἀπὸ Παρθενόπης τῆς καθ’ ἡμᾶς Νεαπόλεως καὶ τῆς ποτε Δικαιαρχίας, νῦν δὲ Πουτεόλων, εἰς Βυζάντιον πρὸς χάριν, ὡς εἴρηται, τοῦ βασιλέως παραγενόμενοι. συναπετεφρώθη
10οὖν (πῶς γὰρ οὐκ ἤμελλον;) τὰ συνημμένα τοῖς μέσοις πρὸς τὸ βορραῖον καὶ νότον ἄνεμον οἰκοδομήματα καὶ ὄρος ἦν ἡ πόλις καὶ βουνοὶ μέλανες ἀπερρωγότες, καθάπερ ἐν Λιπάρῃ ἢ Βεσβίῳ, κόνει καὶ καπνῷ καὶ δυσωδίᾳ τῶν ἀποτεφρουμένων ὑλῶν ἀοίκητος, φόβον ἐλεεινὸν τοῖς θεωμένοις ἐνσείουσα. καὶ ὁ
15μὲν δῆμος, μᾶλλον δὲ τὸ βάρβαρον καὶ ἀνελεὲς πλῆθος, ποιναῖς ταῖς ἀξίαις πρὸς αὐτῆς ὑπεστάλη τῆς νίκης, εἰς πέντε σύνεγγυς μυριάδας σιδήρῳ χύδην διαφθαρέν, ἡ δὲ πόλις ἔρριπτο πυρὶ καὶ χώμασι καὶ λειψάνων ἀμορφίᾳ κατάπληκτος. ἀλλὰ θεὸς (μόνου γὰρ ἦν αὐτοῦ) τὴν τοσαύτην παραμυθήσας (end of f 95v)
20......... 〈71〉 ... (line 8 of f 98v) ἐνίκησε δὲ ὅμως μετὰ θεὸν ἡ βασιλέως Τύχη κατὰ πάντα τὸν ἐρειπιῶνα καὶ ἐν βραχεῖ χρόνῳ· κρείττων δὲ ἡ πόλις καὶ καλλίων ὤφθη ἰσχυρά τε ὁμοῦ καὶ ἀσφαλής, καθάπερ ἐξ ἀμόρφου ὕλης αὖθις τοῦ Δημιουργοῦ,
25καθάπερ τότε, τὸ πᾶν εἰς φῶς μόνῃ τῇ δυνάμει τῆς βουλῆς
ἀνακαλοῦντος.246
Mag
.

248

〈72〉 Πέρας οὖν τοῦτο τῆς πρώτης λῃσταρχίας τοῦ πονηροῦ Καππαδόκου. ἀντίρροπον δὲ θεὸς τῇ κακίᾳ εὐμένειαν ταῖς συμ‐ φοραῖς ἐπιδέδωκεν. Φωκᾶς γέγονεν ἀνὴρ εὐπατρίδης, Σαλβίου μὲν τοῦ δικαιοτάτου ἔγγονος, Κρατέρου δὲ τοῦ πάντων εὐσε‐
5βεστάτου παῖς, ὃς τὰ πρῶτα τοῖς λεγομένοις σιλεντιαρίοις τῆς αὐλῆς διαπρέψας, τοὺς πώποτε ἐπὶ τῇ μεγαλειότητι ψυχῆς 〈θαυ‐ μασθέντασ〉 μετὰ δόσεων ἀμετρίας ὑπερβαλλόμενος, ἐπὶ τοὺς πατέρας τῆς βασιλείας κατ’ ἀξίαν ἀνῆλθεν. πλούτῳ κομῶν καὶ τοῖς δεομένοις ἐπαρκῶν, αὐτὸς ἑαυτῷ μόνῳ τὴν φειδωλίαν διέσῳ‐
10ζεν· δίαιτα γὰρ ἦν αὐτῷ καὶ τροφῆς ἀσιτία τοσαύτη ὅση τοῖς ἄγαν μεμετρημένοις τὸν βίον ἐν εὐτελέσιν ἠριθμεῖτο. καὶ τῆς μὲν περιουσίας τύχης αὐτοῦ ἀξίως τὰ τῆς ἑστίας διένεμε τοῖς φίλοις, αὐτὸς δὲ μόναις ταῖς τῶν δαιτυμόνων εὐθυμίαις ἐτρέφετο, σεμνὸς μὲν καὶ φιλόκαλος ὢν ἀλλ’ οὐ καλλωπιστής. ἐξ αὐτοῦ
15καὶ μόνου (end of f 98v) ... 〈73〉 ... καὶ δόλον ῥάπτειν, αἰτεῖν μὲν ἠρυθρία τῶν ἀναγκαίων δεόμενος, ἔστενε δὲ καὶ οἴμωζε καὶ δάκρυσι πεφορτωμένος τὰς ὄψεις δῆλος ἦν καὶ τοῖς ἄγαν ἀγνοοῦσιν αὐτὸν ὡς εἴη λυπού‐ μενος. τοῦτον ὁ Φωκᾶς ἐκ τύχης ἰδών, καὶ ὡς ἀνὴρ ἀγαθὸς
20καὶ λαβεῖν ἱκανὸς ψυχῆς ὀδύνην ἐκ μόνης ὀλιγωρίας τοῦ προσ‐ ώπου γνωριζομένην, εἰπεῖν τι πρὸς αὐτὸν ἀνεβάλλετο· ἐμὲ δὲ
μεταστειλάμενος (καὶ γὰρ ἀγαπᾶν παρὰ τοὺς ἄλλους ἠξίου),248
Mag
.

250

ἀπατώμενος μᾶλλον ὡς εἴη περὶ λογυδρίων τινῶν δῆθεν οὐκ ἄφροντις καὶ χάριν ἐθέλων παρ’ ἐμοῦ λαβεῖν, ἠξίου περινοῆσαί τινα πρὸς διδασκαλίαν αὐτῷ τῆς Ἰταλίδος φωνῆς, Λίβυν ἐπιζη‐ τῶν· αὐτὸν γὰρ ἔφασκεν ἐγνωκέναι στωμυλωτέρως παρὰ τοὺς
5Ἰταλοὺς διαλέγεσθαι. ἑνὸς δὲ τῶν παρόντων Σπεκιώσου μνήμην ἀνάγοντος, ἐξαναστὰς ἐμέ τε καὶ τὸν εἰπόντα ἀντεβόλει πρὸς ἔντευξιν ἐκείνου παρακαλῶν. ἐγὼ δὲ ἕρμαιον ἡγησάμενος ὡς τάχος τὸν Σπεκιῶσον ἄγω πρὸς αὐτόν· καὶ γὰρ ἠπιστάμην τὸν ἄνθρωπον. ὁ δὲ λαβὼν αὐτὸν κατ’ ἰδίαν γονυπετῶν διετέλει καὶ
10σωφρόνως ἐκλιπαρῶν ᾔτει τῆς οὔσης αὐτῷ μεταδοῦναι φωνῆς. ἐμὲ δὲ χωρίσας βραχὺ τοῦ λόγου ἑκατὸν χρυσίνους λαβεῖν ἠξίωσε δοθησομένους ἐκείνῳ. ὃ δὴ πράξας ἐγὼ καὶ τῶν λεγομένων συστατικῶν ἕνεκα τῷ Σπεκιώσῳ δοὺς ἔπεισα συχνότερον πρὸς τὸν πάντα ἀγαθὸν ἐκεῖνον ἄνθρωπον φοιτᾶν· 〈ὁ δὲ〉 (πῶς γὰρ
15οὐκ ἤμελλεν;) ὄρθριος παρῆν, πρὸ τῆς αὐλείου τοῦ δῆθεν ἠξιωκό‐ τος αὐτὸν παραφυλάττων· ὁ δὲ μεταστειλάμενος καὶ θεραπεύσας ἀντεβόλησε μὴ πρότερον προσεδρεύειν αὐτῷ πρὶν αὐτὸς διαστει‐ λάμενος ἀξιώσῃ γενέσθαι παρ’ αὐτόν· καὶ τὸ λοιπὸν ὁ Σπεκιῶσος, συμβάλλων τῇ τέχνῃ περιόδῳ τοῦ σκέμματος, ἀφείθη τῆς
20προσεδρίας· οὐδὲ γὰρ ἔμελε τῷ Φωκᾷ, μάλα πρὸς ἑκατέραν παρεσκευασμένῳ παιδείαν, μαθητείαν εὑρεῖν ἐκείνοις, ἃ παρὰ τοὺς πολλοὺς ἀξιολόγως ἠπίστατο. καὶ τίς 〈οὐκ ἂν〉 στοχάσηται ἐκ τῶν περὶ ἀνθρώπους τἀνδρὸς κατορθωμάτων, πόσης ἦν περὶ τὸ θεῖον εὐσεβείας. μιᾶς οὖν πράξεως αὐτοῦ ἐπιμνησθεὶς πέρας
25ἐπιθήσω ταῖς ὑπὲρ ἀριθμὸν αὐτοῦ τῶν ἀγαθῶν ἀφηγήσεσιν.250
Mag
.

252

〈74〉 Πρὸς Πεσινοῦντι τῇ πόλει τῆς Γαλατίας (οὕτω δὲ τὸ χωρίον ὀνομασθῆναι συμβέβηκεν ἐκ τοῦ πεσεῖν ἀπείρους ἐκεῖ Γαλατῶν τῶν περὶ Ῥοδανὸν ἐπιπεσόντων τῇ χώρᾳ, Βρέννου ἡγησαμένου, καὶ τὴν ὁμώνυμον αὐτοῖς χώραν ἐκδικεῖν βιαζομένων,
5ὡς Φενεστέλλας καὶ Σισέννας οἱ Ῥωμαῖοί φασιν, ὧν τὰς χρήσεις ὁ Βάρρων ἐπὶ τῶν Ἀνθρωπίνων Πραγμάτων ἀνήγαγεν· ἐγὼ δὲ τὰς βίβλους οὔπω τεθέαμαι) ἐκεῖ τοίνυν τέμενος ἦν τῇ ἀχράντῳ στρατιᾷ τῶν ἱερῶν ἀγγέλων τῷ ἀρρήτῳ θεῷ καθωσιωμένων· περὶ οὗ μετὰ πάντας ἀνθρώπους γνοὺς ὁ Φωκᾶς ὡς Ἔλλαμός
10τις τῷ θείῳ χρυσίου λίτρας εἴκοσιν ὑφ’ ἓν ἐπιδούς, τοῖς ἱερου‐ μένοις πρόσοδον ὀγδοήκοντα χρυσῶν προσγενέσθαι τῷ ἱερῷ εἰς φιλοξενίαν ἐσπούδασεν. 〈75〉 Τοιαύταις μὲν οὖν τέχναις ἐπὶ τῆς πόλεως ἐχρῆτο, χρυσίον δὲ κατ’ ἔτος ἕκαστον ἐπὶ λύτροις αἰχμαλώτων λαθραίως
15ἐκχέων διετέλει δακρύων εἴ πού τις περὶ πολεμίων ἐφόδου καὶ ἀπαγωγῆς αἰχμαλώτων πρὸς αὐτὸν διεξίοι τῷ λόγῳ. καὶ μάρτυρα τὴν Ἀλήθειαν οὐκ αἰδοῦμαι καλεῖν ἀληθεύων. οἶδα κοιτωνιτῶν αὐτῷ χρυσίου τοσούτου τυχών, ἀπόντος αὐτοῦ, πρὸς τὸ πλῆθος τῶν λυτρουμένων. ταύτης γὰρ τῆς φιλανθρωπίας ὑπερανθούσης,
20ἐσθῆτα διεπώλησεν καὶ προσθεὶς ὅσον ἦν αὐτῷ δυνατὸν πρὸς χρείαν τῶν λύτρων ἐξέπεμψε τούτων ἀμύνην ἀντίρροπον καὶ Θεοπρέπους ἀνέλαβε τὸν υἱὸν κατὰ πάντα τρόπον ἐκπαιδεύσας τοιούτοις ἐνασχολεῖσθαι. ὁ δὲ αὐτὸν παριόντα καὶ μαρτυροῦντα τοῖς γινομένοις κατ’ εὐχὰς ἀπενίκησεν, ὡς ἐκεῖνον χάριτας εἰδέναι
25τῷ θείῳ ὅτι τῷ σώματι τελευτῶν ταῖς εὐσεβείαις ἀθάνατος διὰ
τῶν παρὰ τοῦ παιδὸς πραττομένων διαμενοῖ.252
Mag
.

254

〈76〉 Τοσοῦτον ὄντα τὸν ἄνδρα χαίρων ὁ βασιλεὺς πείθει καμάτῳ πολλῷ κοινὴν εἰς ἅπαντας ἐπιδείξασθαι τὴν οὖσαν αὐτῷ τῆς ψυχῆς ἐλευθερίαν καὶ τὴν ὑπὲρ τῶν κοινῶν ἀναδέξασθαι φροντίδα καὶ διϊθῦναι τὸν οἴακα βυθιζομένης ἤδη τοῖς κακοῖς
5τῆς ὅλης πολιτείας. ὁ δὲ ἄκων (οὐδὲ γὰρ ἀσφαλὲς βασιλέως αἴτησιν παρακρούσασθαι τοιούτου) τὴν μὲν λειτουργίαν ὑπῆλθεν, δεδιὼς δὲ ὅμως καὶ τῷ μεγέθει τῶν φόβων ἰλιγγιῶν εἶδε τὸν θεὸν παρόντα βοηθεῖν αὐτῷ προθυμούμενον. ἅμα γὰρ τὴν ἀρχὴν παραλαβὼν καὶ τῆς αὐλῆς προφανεὶς ἐπὶ τῆς ἀπήνης ἀνεφέρετο
10〈καὶ〉 σύμπας ὁ δῆμος ἡλικία τε πᾶσα καὶ φύσις ὁμοῦ τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἀνατείναντες ὕμνους εὐχαριστηρίους μετὰ δακρύων ἀνέφερον τῷ θεῷ τοσαύτης ἀξιώσαντι προνοίας τοὺς μορίοις κατεστρωμένους κακοῖς. πείθειν δὲ θεὸς ἀνθρώπους ἀξιώ‐ σας δείκνυσι παρεῖναι τοῖς πραττομένοις καὶ βουλαῖς αὐτοῦ
15προϊέναι τὰ χρηστά. ὡς γὰρ ἔστη τῆς ἀπήνης ἔμπροσθεν ὁ ὕπαρχος, βέλος ἐναφεὶς τόξῳ πονηρός τις (ἔτι γὰρ ὁ δῆμος τεύχεσιν ἐχρῆτο) στοχάζεται μὲν αὐτοῦ, τοῦ δὲ βέλους ἀμπλακόντος, αὐτὸς μὲν ἀβλαβὴς ὢν ἄνθρωπος τῆς Προνοίας φανερῶς ἀπεδείχθη. τούτου δὲ συμβάντος, ὁ μὲν δῆμος τῶν ὅπλων καὶ
20θορύβων παρεχώρει τόν τε κράτιστον ἀνυμνῶν βασιλέα ἐν εὐθυμίαις ἡδυπαθῶν καὶ σκιρτήμασι διετέλει, ἀθρόως ἐκ με‐ γίστων θορύβων καὶ φόβων εἰς αὐλοὺς καὶ χορείας μεταβαλών, πᾶσα δὲ ἀφθονία τῶν ἐπιτηδείων κατελήλυθε τὴν πόλιν, ἀδεῶς καὶ μετ’ εὐφροσύνης πάντων τῶν ὅπου δή ποτε κρυπτομένων
25καὶ διαφυγόντων τοὺς κινδύνους εἰσρεόντων τῇ πόλει καὶ παν‐ τοίαν συμφορούντων εὐετηρίαν· ἤδη γὰρ ἅπας ἤλπισεν ἀβλαβῆ
καὶ λυσιτελῆ τὸ λοιπὸν ἔσεσθαι τοῖς ὑπηκόοις τὴν τοῦ βίου254
Mag
.

256

μέθοδον, τῶν γε ἀγαθῶν ἐν αὐτῇ πλημυρούντων, ἐξ ὧν ὁ βασιλεὺς μετὰ τὸν αὐτὸν ὕπαρχον ἐνάρχεται προθύμως ἀνιστᾶν τὸ τοῦ μεγάλου θεοῦ Τέμενος· καὶ ποταμὸς ἔρρει χρημάτων ταῖς βασι‐ λέως εὐχαῖς καὶ τῇ δικαιοσύνῃ τοῦ ὑπάρχου χεόμενος. τέσσαρας
5οὖν χιλιάδας αὐτίκα χρυσίου λιτρῶν ὁ ὕπαρχος τοῖς ἔργοις ἐπέχεε τοῦ ἱεροῦ, μηδενὸς ἀδικουμένου μηδὲ τῆς τυχούσης εὐετηρίας εἰς ἀσεβῆ ποίησιν ἐπινοηθείσης· ἔχαιρε γὰρ ἠξιωμένος εἰς θεοῦ τιμὴν καὶ σπουδὴν εὐσεβείας παρατεινόμενος. καὶ θαυμάζειν οὐκ ἔνεστιν εἰ, θεοῦ παρόντος, πάντα παρεῖναι συμβαίνει τοῖς αὐτῷ
10μᾶλλον ἢ περινοίαις ἀνθρώπων τὴν ἀφθονίαν τῶν ἀγαθῶν ἀνα‐ φέρουσιν. ἡ δὲ τάξις, καθάπερ τις σβεννυμένης ἤδη φλογὸς ἔλαιον ἀφθόνως ἐπιχέει, ἀνέλαμψεν· καὶ θόρυβος ἦν τοῖς πρατ‐ τομένοις χαρίεις καὶ κέρδη σώφρονα καὶ φίλα τῷ νόμῳ τοῖς ὑπηρετοῦσιν ἠκολούθει καὶ τὸ Τέμενος τῆς Δίκης ἀνεῴγει καὶ
15ῥήτορες τοῖς λόγοις ἐνέπρεπον καὶ βιβλίων προαγωγαὶ καὶ φιλονεικία ἐφ’ ὅλον τὸ χρῶμα ἐπανῄει τοῦ πολιτεύματος. ὁ
(end of f 97r)256