TLG 2578 002 :: JOANNES :: Anacreontea JOANNES Gramm.
Poeta Anacreontea Source: Bergk, T. (ed.), Poetae lyrici Graeci, vol. 3, 4th edn. Leipzig: Teubner, 1882: 342–348. Citation: Section — (line) | ||
t | ΙΩΑΝΝΟΥ ΓΡΑΜΜΑΤΙΚΟΥ ΓΑΖΗΣ | |
1(t) | Ἐπιβατήριος. | |
1 | Ὦ φίλοι, ἦτοι κλῆρος ἐμός, χαίρω δὲ καὶ αὐτός Πιερικὴν πλάστιγγα πολύτροπον ὄμμασι λεύσων· Μοῦσά με νῦν θώρηξεν ἑκηβόλος, οὐκ ἐπὶ χάρμην, οὐκ ἐπὶ δυσμενέων νίφα βάρβαρον· ἀλλὰ μενοινήν | |
---|---|---|
5 | ὑμετέρην σκοπὸν οἶδα τανύσκοπον, ἥν ῥα δοκεύων εἴσομαι αἴκε τύχωμι, πόρῃ δέ μοι εὖχος Ἀπόλλων. Ὁ χορὸς τίς ἐστιν οὗτος, | |
ὁ σοφῆς βρύων μελίσσης; ἔλαθον πόδες με μᾶλλον | 342 | |
10 | μεμεθυσμένον λαβόντες Ἑλικῶνος εἰς τὸ μέσσον. Ὁ δ’ ἄναξ λόγων Ἀπόλλων Ἑλικωνίδες τε Μοῦσαι τροχαλὸν λαβόντες Ἑρμῆν | |
15 | κρίσιν εἰσφέρουσι τόλμῃ· τί πάθω, φίλοι, τί ῥέξω; Κραδίη, φύγοις τὸ τάρβος, ἔχε θάρσος εἰσδραμοῦσα· φιλίης πνέουσι Μούσης, | |
20 | νοερῶν λόγων κρατοῦσι, νοεροὺς λόγους κομίζοις. Ὁ καλὸς γέρων ὁ κύκνος Ζεφύρου πνέοντος ἔγνω λιγυρὸν μέλος τι μέλπειν· | |
25 | ὁ δὲ δῆμος ἐστὶν οὗτος, γλυκερὴν χέων ἐέρσην. Γέρανοι τρέχουσι πάσης σπόρον αὔλακος διώκειν· φιλοτερπέος δὲ Γάζης | |
30 | σπόρον ἤλυθον λιγαίνειν· ὁ δὲ δῆμος ἐστὶν οὗτος. Δότε βάρβιτον δονήσω· ὁ δὲ καλλίμολπος Ὀρφεύς σὺν ἐμοὶ μέλος λιγαίνοι· | |
35 | ὁ δὲ δῆμος ἐστὶν οὗτος, γλυκερὴ ῥέουσα Μοῦσα. Περί με πνέων ὁ Φοῖβος χέλυν ἤλυθεν τινάσσειν παλάμῃ σοφῇ μελίζων· | |
40 | ὁ δὲ δῆμος ἐστὶ Φοῖβος | |
νοερῆς γέμων μελίσσης. | 343 | |
2(1t) | Τοῦ αὐτοῦ | |
2t | Λόγος εἰς τὸν ὑπερφυέστατον Ζαχαρίαν τὸν Δοῦκα τὸν Ἀσκαλω‐ | |
3t | νίτην· ἔχει δέ τινα καὶ εἰς τὸν μεγαλοπρεπέστατον Ζαχαρίαν τὸν | |
4t | Γαζαῖον παρόντα τῇ ἀκροάσει. | |
1 | Ὁ λόγος στρατηγικὴν λαβὼν ἐξουσίαν, θαρρῶν πρόεισι τῷ στρατηγῷ συντρέχων. Ἀπὸ φοιβάδος μελίσσης πεφορημένον με, Μοῦσαι, | |
5 | πολιηόχοισι κώμοις πολιήοχον δονεῖτε· Ὁ δὲ νοῦς ὅλος χορεύων ὁμοτερπέεσσιν αὔραις, καθαρὸν μέλος τινάσσων | |
10 | καθαρῷ μέλος κομίζοι. Ὁ δ’ Ἄρης ἄναξ ὁ σῶφρον δεδιδαγμένος γελάσσαι, Παφίης χάριν κομίζων, σὺν ἐμοὶ κρότους βοήσει. | |
15 | Στρατιῆς, μάκαρ, κρατήσας, σοφὸν ἱππότην διδάξας, τὸ δὲ πεζὸν ἡμερώσας, ἔχε μείζονας θοώκους. Πόθεν ἦλθε Φοῖβος, ἄνδρες, | |
20 | κράτος Ἄρεος κεράσσας; ὁ δὲ Φοῖβος ἄλλος ἐγγύς πάλιν εἴκελος φαάνθη. | |
3(1t) | Τοῦ αὐτοῦ | |
2t | Ἐπιθαλάμιος σχεδιασθεὶς εἰς τὸν θαυμασιώτατον Ἀνατόλιον | |
3t | Φαύστου τὰ πρῶτα φέροντα Γάζης. | |
1 | Ὁ λόγος ἐρωτικὴν ἐπιγνοὺς παρρησίαν ἦλθεν χορεύων ὡς δεδοικὼς τοὺς πόθους. Γλυκερὸς πάρεστι κῶμος νεολαμπέος γαλήνης, | |
5 | ὅτι τὴν νέαν Κυθήρην Φαέθων νέος κομίζει. Ὅθεν ἡ πόλις τὸ φέγγος φιλοπαννύχου χορείας στεφανηφόροισι μέλπει | |
10 | δύο φωσφόροις μιγεῖσι. Δότε μοι πόθου κύπελλον γλυκερῆς βρύον μελίσσης, ἵνα τὰς φρένας συνάπτων | |
νεονυμφίον χορεύσω. | 344 | |
15 | Ο δ’ ἔρως, ὁ πάντα τίκτων, φρένας εἰς φρένας συνάπτων, ὁμοτερπέεσσιν αὔραις φιλοτησίαν κεράσσοι. Φιλονύμφιος δὲ Κύπρις | |
20 | γάμιον φέρουσα φίλτρον, παρὰ παστάδας γελῶσα γάμον εὔγαμον λιγαίνοι. Ἀνατελλέτω τὸ φέγγος τὸ φερώνυμον τοκῆος· | |
25 | Φαέθων φάος λοχεύων νεαρὸν σέλας κομίζοι. | |
4(1t) | Τοῦ αὐτοῦ | |
2t | Σχέδιον ἐν τῇ ἡμέρᾳ τῶν ῥόδων | |
3t | μετὰ τὸ εἰπεῖν τοὺς φοιτητάς. | |
1 | Ζεφύρου πνέοντος αὔραις Χαρίτων θάλος δοκεύω· ῥοδέης ἅπαντα χαίτης Παφίης γέμουσιν ἄλση. | |
5 | Ὁ δ’ ἔρως σοφῷ βελέμνῳ φύσιν εἰς φύσιν συνάπτει, ἵνα μὴ χανοῦσα λήθη γένος ἐκ γένους καλύψῃ. Φιλοτερπέες δὲ μολπαί | |
10 | Διονυσίαις ἐν ὥραις, ἔαρος νέον φανέντος, νοεραῖς πνέουσι Μούσαις. Χλοερῶν ὕπερθε δένδρων μέλος ὄρνεον λιγαίνει, | |
15 | δεδονημένη δὲ πᾶσα φύσις εἰς ἔαρ χορεύει. Σοφίης ἄναξ Ἀπόλλων φαέθων ἔλαμψε φέγγος, ὑπερήμενος δὲ πώλοις | |
20 | γλυκερὸν φάος προσαύξει. Δότε μοι ῥόδον Κυθήρης, ἀγέλαι σοφῆς μελίττης, ἵνα Κύπριδος γελώσης μέλος εἰς ῥόδον τινάξω. | |
5(1t) | Τοῦ αὐτοῦ | |
2t | Λόγος, ὃν ἐπεδείξατο ἐν τῇ ἡμέρα τῶν ῥόδων | |
3t | ἐν τῇ ἑαυτοῦ διατριβῇ. | |
1 | Ὅτε φωσφόρος παρέρπει | |
Φαέθων μέσην πορείην ὑπὸ κριὸν ἅρμα τείνων, χθόνιαι φλέβες γελῶσιν. | 345 | |
5 | Χθονοφοίτορες δὲ Μοῖραι κρυφίας γονὰς ἀρούρης πάλιν εἰς φάος καλοῦσι, χθόνα ποικίλην τελοῦσαι, Ἵνα κόσμος ἀμφιθάλλων | |
10 | ἐρόεις ἀεὶ νεάζῃ, πολυκαρπίμους δὲ φύτλας σὺν Ἔρωτι Κύπρις ἕλκῃ. Φύσι πότνια, χλοάζεις, νεότητας ἐγχαράττεις, | |
15 | ἵνα μὴ βίος καθεύδων βροτέας σκέπῃ γενέθλας. Τί γὰρ οὐ φέρουσιν Ὧραι μετὰ χείματος κελεύθους; τί δὲ μὴ Χάρις φυτεύει | |
20 | ἔαρος στέφουσα κάλλος; Τί γὰρ οὐκ ἔαρ κομίζει βιότου λύον μερίμνας, ὅτε καὶ ῥόδον λοχεύει περιπορφύρους κορύμβους; | |
25 | Ἁπαλόχροος Κυθήρη ῥοδέας ἔχει παρειάς, ἐθέλει πνέουσα φύλλων ῥοδοδάκτυλος καλεῖσθαι. Ὅτε καὶ νέος χλοάζων | |
30 | γλυκερώτερος γαλήνης γυάλους ἔλειπε γαίης Χαρίτων βρύων Ἄδωνις. Ὁ δὲ κοῦρος ἐστὶ καρπός, κρατερὸς βίου προφήτης, | |
35 | φύσεως ἐὼν λόχευμα, Ἀφροδίσιον χόρευμα. Τί με, παῖδες, οὐ φιλεῖτε τὸν ἀεὶ ζέοντα Μούσαις, νοερὸν φέροντα Βάκχον | |
40 | Ἑλικωνίοις κυπέλλοις; Νέον ἦθος ἐνθαμίζον κρίσιν οὐκ ἐᾷ κομίζειν· νεοτησία γὰρ ἥβη φιλέει μάλιστα παίζειν. | |
45 | Ὁ σοφὸς χρόνος βαδίζων ἐς ἐτήτυμον δικάσσει, ὅτε τὸν τρέφοντα μύθοις γενέτην ἔχειν διδάξει. Μετὰ ποιμνίων ὁ ποιμήν, | |
5(50) | μεθύων γάλακτι Μούσης, λιγέως ἄριστα παίζω, καλύκων χάριν δοκεύων. Ὁ δὲ Φοῖβος ὀργιάζων μέλος εὔλυρον θοάζει, | |
55 | ἐπὶ Κυπρίοις πετήλοις | |
ἱλαρώτερον μελίζων. | 346 | |
6(1t) | Τοῦ αὐτοῦ | |
2t | Τίνας εἴποι λόγους ἡ Ἀφροδίτη ζητοῦσα τὸν Ἄδωνιν· | |
3t | ἀντιφθέγγεται δὲ πρὸς ταύτην ὁ Ζεὺς | |
4t | ἔπος πρὸς ἔπος ἀμειβόμενος. | |
1 | ΑΦ. Ὁ γέλως ὁ τῆς Κυθήρης ἀπαθῶς βρύων γαλήνην, γενέσεις ἀεὶ λοχεύων, ἄχεσιν λίην κρατεῖται· | |
5 | τί πάθω, πάτερ, τί ῥέξω; Φιλίης ἄνασσα πηγῆς, ζαθέῳ βρέμουσα κέντρῳ, φιλομείλιχος γελῶσα Παφίη, γέμω μερίμνης· | |
10 | τί πάθω, πάτερ, τί ῥέξω; Ὁ τεὸς σπόρος με τίκτει, ἵνα φίλτρα πᾶσι μίσγω, γονίμους σχέσεις λαβοῦσα· πόθεν οὖν ἔχω τι λύπης; | |
15 | τί πάθω, πάτερ, τί ῥέξω; Ζ. Τὸ δίκης σέβας σε βάλλει, ὃ ποεῖς, μόλις σὺ πάσχεις· φιλέεις ἅπαντα παίζειν κραδίαις φλόγας τιθεῖσα· | |
20 | τὸ δίκης σέβας σε βάλλει. Φορέεις ἄπιστον ἦθος, μακάρων νόον πιέζεις, βροτέας φρένας μαραίνεις, γενετῆρος οὐδὲ φείδῃ· | |
25 | τὸ δίκης σέβας σε βάλλει. Ἔμαθον πυρὸς θυέλλας, πολύμορφον αἶσχος ἔγνων χθονίοις γάμοισι χαίρων, ὁ θεῶν ἄναξ ἐπαίχθην· | |
30 | τὸ δίκης σέβας σε βάλλει. ΑΦ. Τί με παιγνίοις ἀτίζεις; ἐθέλω βλέπειν Ἄδωνιν ἐρατὸν βρύοντα κάλλος· λυκάβαντος ἐστὶ κόσμος | |
35 | γονίμους στέφων ἀρούρας. Ἄρεως θανὼν ὀδόντι ὁ νέος νόον χαλέπτει· ἄγονος φύσις καθεύδει· ὑπὸ γῆν ἐὼν ὁ κοῦρος | |
40 | Ἀΐδου δάμαρτα τέρπει. Καταβήσομαι πρὸς Ἅιδην, ὅθι Κέρβερος βαΰζων, ζοφερὸς κύων τυράννου, ἐμὸν οὐ σθένος φοβήσει, | |
45 | ἵνα μὴ φίλον κομίσσω. Ζ. Κατάβηθι, Κύπρι, θᾶττον σὺν Ἔρωτι, σὺν βελέμνοις νεκύων κάτω πρὸς αὐλάς, ἵν’ ἀπαλλαγῶ φαρέτρης, | |
6(50) | ἐν ὅσῳ πόνοις σχολάζεις. Τέο μέχρι ταῦτα βάζω, ἅτε κέρτομος πλανήτης; τί γὰρ ἐν θεοῖσι χάρμα; τί δὲ λυπρὸν ἐμβατεύει; | |
55 | ἀπαθὴς Ὄλυμπός ἐστιν. Ἀπάτας πλέκουσι μῦθοι, κενεὰ πνέουσι τόλμαι, τὰ πάθη πνέουσι γαίης μακάρων ἄνω πρὸς οὖδας· | |
60 | ἀπαθὴς Ὄλυμπός ἐστιν. Ὅτ’ ἂν ἡδονάς τις εὕρῃ, μεταβάλλεται πρὸς ἥβην· ὅτε συνδράμωσι λῦπαι, θορύβοις κέαρ δονεῖται· | 347 |
65 | θεὸς οὐ τρόπους ἀμείβει. Θεότητι συγχορεύει ἀγαθῶν ἄϋλος ὅρμος, ὅθι ῥᾳδίως ἄπαυστος βιοτὴ μάλιστα θάλλει, | |
70 | ὅπερ ἡδονὰς καλοῦσιν. Τί δὲ κωλύει τὸ θάλλειν; τί δὲ μὴ σύνεστι κάλλος; ἐς ἀεὶ πέλουσι πάντῃ ἀγαθὴν ῥέοντες ἀλκήν, | |
75 | ὅπερ ἡδονὰς καλοῦσιν. Γάνυμαι τὰ τερπνὰ πάσχων, ἐσορῶν ἄγαλμα κόσμου ὑπερουσίῳ φρονήσει, ὅπερ ἤνυσα ξυνάπτων | |
80 | νοεροῖς λόγοισι δήσας. Κρυφίως ὕπερθεν ἄλλου ἕτερος σθένος φαείνει, τὸ δὲ δευτέρων προάρχον καθ’ ἑαυτὸ χωρὶς ἔστη | |
85 | ὑπὸ μείζονος προνοίης. ΑΦ. Τὸ δὲ νόσφι τοῦτο μῦθος, ὃ διαίρεσιν δοκεύων μακάρων ἔνισπε λύπην· θεομυθίαι φιλοῦσιν | |
90 | λιγέως ἅπαντα παίζειν. Ζ. Παφίη, φύλαγμα κόσμου, τὸ τελεσφόρον κομίζεις, ἀνὰ νύκτα καὶ καθ’ ἧμαρ διὰ νυμφίων ἐρώτων | |
95 | γενεὰς τρέφουσα πάσας. Ἀρότους δίδασκε τίκτειν | |
— — — — — — — | 348 |