TLG 2578 001 :: JOANNES :: Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος

JOANNES Gramm. Poeta
(Gazaeus: A.D. 6)

Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος

Source: Friedländer, P. (ed.), Johannes von Gaza und Paulus Silentiarius. Kunstbeschreibungen justinianischer Zeit. Leipzig: Teubner, 1912: 135–164.

Citation: Section — (line)

t

ΙΩΑΝΝΟΥ ΓΡΑΜΜΑΤΙΚΟΥ ΓΑΖΗΣ ΕΚΦΡΑΣΙΣ ΤΟΥ ΚΟΣΜΙΚΟΥ ΠΙΝΑΚΟΣ ΤΟΥ ΟΝΤΟΣ ΕΝ ΤΩΙ ΧΕΙΜΕΡΙΩΙ ΛΟΥΤΡΩΙ

1,prol

Ἆρ’ ἔστι συγγενές τι μόχθος καὶ λόγος. αἰεὶ γάρ εἰσιν ἐκτόπως ἐπηρμένοι· τὸν ὕπνον ἐκτρέποντες ἐκ τῶν ὀμμάτων δάκνουσι καὶ πλήττουσι τὴν θυμηδίαν,
5ὡς ἐν θαλάσσηι τῆι ζάληι τῆς καρδίας ἀνατρέποντες τὴν ταλαίπωρον φύσιν, καὶ δηγμὸς εὐθὺς ἐμπεσὼν μελωιδίας ἔκλυζε τὸν νοῦν τῶι σάλωι τῆς φροντίδος. Ἐγὼ δ’ ἀγῶνα περιλαβὼν ταῖς ἐλπίσιν
10ἄλλον βαδίζειν τοῖς λόγοισιν ὠιόμην· ὃν νῦν παρῆκα δεσπόταις πεπεισμένος· ἀεροβατεῖν γάρ φασι καὶ τὴν εἰκόνα
τὴν παντόμορφον κοσμικαῖς ἐξουσίαις ὡς ἐκ βίας πέμπουσιν ἐξωπλισμένον135
15ἐνθουσιῶντα πᾶσαν ἐκφράζειν στίχοις, ἣν καλλίτεχνος ζωγράφος ζέων θράσει ἔγραψε συνθείς, καὶ μεθυσθεὶς τὰς φρένας ὥσπερ φιλάνθρωπός τις ἀνθρώπους γράφων ἐσωματοποίει τὴν ἀσώματον φύσιν.
20 Ἀλλ’ ὦ θέατρον φαιδρὸν ἠττικισμένον, στήριγμα σεμνὸν τῆς δίκης καὶ τῶν λόγων, θερμὴν ποιοῦντες τοῖς κρότοις προθυμίαν μή με γράφοιτε πρὸς θράσος τόλμης γράφειν. ἐγὼ γὰρ ἦλθον οὐ γραφεὺς τῆς εἰκόνος,
25μηδέν τι τολμῶν, ἀλλὰ τὴν τόλμαν φράσων.

1

Πῆι φέρομαι; πτερόεις με δι’ ἠέρος ἔμφρονι ῥοίζωι Σειρήνων λιγύφωνος ἄγει θρόος· ἐν δὲ μενοινῆι Μουσάων πλήκτροισιν ἱμάσσομαι ἄρσενι κέντρωι, ἕρπων ξεῖνα κέλευθα, καὶ αἰθέρι πεζὸς ὁδίτης
5λύσσαν ἔχων γονόεσσαν ἀείρομαι· αὐτὰρ Ἀπόλλων ἀμφιπεριπλήγδην δολιχῶι σκιρτήματι μύθων εἰς πόλον ἀστερόνωτον ἀκοντίζει με διώκων, καὶ φρενὶ βακχεύειν σοφίης ἐνοσίφρονι παλμῶι Φοῖβος ἐποτρύνων οὐ παύεται, ὄφρα χορεύων
10οὐρανίην πάγκοσμον ἀνυμνήσαιμι γενέθλην, ἄστρα, πόλον, χθόνα, κόσμον, ὕδωρ, φαέθοντα, σελήνην, βροντήν, ἀστεροπήν, νέφος, ὄρνεον, ἄγγελον, ἰχθύν, αἰθέρα, νύκτα, θάλασσαν, ὅλην φύσιν, ἔμφρονι τόλμηι. ἀλλὰ περισσονόων ἐγκύμονες εὐεπιάων,
15εὔϊα φοιβάζοντες ἀεξινόων ἀπὸ σίμβλων, πέμψατέ μοι πλώοντι σοφὸν πρυμναῖον ἀήτην· ἤδη γὰρ τρομέων ἐγκύμονος ὄμβρον ἀοιδῆς πείσματα φωνήεντα θοῆς ἀνέλυσα μελίσσης. Παγγενέτωρ, ἐπίουρε, θεηγενές, ὄρχαμε κόσμου,136
20σὸν τόκον αὐτοτέλεστον ἕλιξ χρόνος ὑμνοπολεύει, ῥίζα σοφὴ βιότοιο· σὺ γὰρ νωμήτορι κύκλωι ἀξονίην στροφάλιγγα θεηδόχον ἀμφιελίσσεις καὶ βιοτῆς οἴηκα παλιννόστοιο φυλάσσεις. ὦ πάτερ, ἀχράντου λοχίης αὐτόσπορε ποιμήν,
25πέμπε μέλους προχοὴν νοερώτερον ἆσθμα κορύσσων, ζωγρήσας ἐπέεσσιν ἐμὴν φύσιν ἄρσενι μέτρωι, νῦν μᾶλλον· κόσμος γὰρ ἀείδεται· ἐκ σέο δ’ ἔμπης σύμβολα σῶν παθέων σωτήρια πρῶτον ἀείσω. Ὀρθοτενὴς γραμμὴ περιμήκετος ὑψόθεν ἕρπει
30μεῖζον μῆκος ἔχουσα· κασιγνήτη δέ τις ἄλλη μείων ἀντικέλευθος ἐλαύνεται, ἧς περὶ μέσσα συζυγίης φιλότητος ἔχει σύνδεσμον ἀνάγκη, ἔνθεον εἰρήνης σημήϊον· ἀμφότεραι δὲ ἀλλήλων συνέχουσιν ὁμόζυγα μέτρα κελεύθου.
35τέσσαρα δ’ ἄκρα τέθηλεν, ὅτι πρωτόσπορος αἰὼν φωσφόρος, ἕσπερα νῶτα, μεσημβριάς, ἄρκτος ἐτύχθη ἐκ νοερῶν πισύρων ξυνοχὴν κόσμοιο τελέσσας. καὶ γραμμῆς διδύμης θεοδέγμονος εὔδιος εἰκὼν χρυσοφαὴς μάρμαιρεν, ὅτι χρυσοῖο γενέθλη
40ἵσταται ἡβώωσα καὶ οὐ μινύθουσα φαείνει.
Καὶ νοερῆς Τριάδος τύπος αἴσιος ἀμφιχορεύει κυανέαις ἑλίκεσσι, χαρασσομένης ἐνὶ κύκλοις οἷα πόλου μίμημα· καὶ ἔνδοθεν ἔστι νοῆσαι γραμμῶν ἀμφοτέρων ἅγιον σέλας. —Ὧν ἀποβαίνων137
45Οὐρανὸς ἐστήρικτο γεροντικὸν εἶδος ἀείρων, λεπταλέοις νεφέεσσιν ἐπαμβλύνων τύπον αἰδοῦς, χεῖρας ἐφαπλώσας, καὶ ἐπ’ αὐχένι βόστρυχα σύρων ἄνδιχα τεμνομένων πλοκάμων ἑλικώδεϊ κόσμωι ἐκ κραδίης ἤμησε πυρώδεος ἄρσενα δίσκον

1

(50)

ὀρθρινὴν ἐπὶ νύσσαν ἄγων Φαέθοντα, κομήτην ζωογόνοις ἀκτῖσιν· ὅθεν περίφοιτος ἀλήτης πυκνὰ πολυσπερέων δαΐδων ἀμάρυγμα τινάσσων κῶνος ἀερσιπότητος ἐλαύνεται ὀξέϊ παλμῶι, ἧιχι φαεινομένων σελάων πολυαύχενος ὁρμὴ
55εἰς δέκα τεμνομένη θωρήσσεται· ἀλλ’ ἐνὶ μέσσωι ἀνδρομέη μόρφωσε φύσις βρέφος. Ἀντολίη γὰρ πρώϊος ὠδίνουσα πυριτρεφέων ἀπὸ κόλπων ξανθοφαὲς μαίωσε φάος νέον· ἐκ δὲ λοχείης ὄρθριος ἀντέλλων ἀναπάλλεται ὠκὺς ὁδίτης,
60καὶ πάλιν ἡβήσαντα παλίμπορος ἠθὰς ἀνάγκη ἐς δύσιν οἷα γέροντα μεταλλάξαντα κομίζει. αὐτὰρ ὃ παμφαίνων στεφανηφόρος ἐς μέσον ἔστη γυμνὸς ἐπαΐξας, ὅλος εὔδιος· ὀρθὰ δὲ γυῖα καὶ παλάμας ἥπλωσεν ἰσόρροπος, ὅττι δικαίοις
65αὐτὸς ἐπαντέλλει καὶ οὐχ ὁσίοισι φαείνει.
Διπλόον εἶδος ὄπωπα παρεζομένων ὑπὸ δίσκον, καὶ διδύμη Φαέθοντα νεόσσυτον ἡνιοχεύει ἀμφιλαφὴς ἑκάτερθεν ὁμοῦ τροχάουσα γαλήνη καὶ φλόγα χερσὶν ἄειρεν· ἔχει δέ τι θάμβος ἑκάστη138
70εἰς πόλον ἑδριόωσα περίτροχον. ἀλλ’ ἐνὶ θώκωι πρωτοφανὴς Σοφίη περιδέξιος οἷα Σελήνη ἀργυφέη πέπλοισι χαράσσεται· ἔστι δὲ πᾶσα χιονέη, πάλλευκος ὅλον δέμας· ἐκ δὲ προσώπου Πιερικῆς ἤστραψε περίφρονος ὄργια Μούσης
75μαῖα θεορρήτων παμμείλιχος εὐεπιάων, μορφῆι ἐπ’ ἀχράντωι σταθερὸν σέβας. ἡμετέρης δὲ Καλλιόπης μνηστῆρες, ἀκοντιστῆρες ἀγώνων, εἰσέτι χιονέοισιν ἐπαστράπτουσι χιτῶσιν ἦθος ἀπαγγέλλοντες, ὅτι χρέος ἐστὶν ἀοιδοὺς
80μὴ δόλον ἤ τινα μῆνιν ἐνὶ στέρνοισι φυλάσσειν, ἀλλ’ ἁγνῆς ἀμίαντα νοήμονα σίμβλα μελίσσης. Ἡ δ’ ἑτέρη μάρμαιρε πυριγλήνοισι προσώποις ἐσθλομανὴς Ἀρετὴ ξανθόχροος, ἡδέϊ μόχθωι δίσκου λαιὸν ἔχουσα· καλυπτομένης δ’ ἐνὶ πέπλωι
85γλαυκὸν ἐρευθομένων ἀμαρύσσετο νῶτα χιτώνων, οἷα κάλυξ φοίνισσεν ἀεξομένου ῥοδεῶνος. καὶ χροιὴ πέπλου μαντεύεται, ὅττι μενοινὴ μυρία μοχθήσασα μογοστόκος ἔμφρονι ῥιπῆι καὶ φρένα φοινίσσουσα πολυσπερέεσσι μερίμναις,
90ἤθεα πορφύρουσα τινάκτορι φοιτάδι μόχθωι, εἰς ἀρετῆς λειμῶνας ἀνηβώωσα χορεύει, ἄκρον ἐπισφίγγουσα· συνερχομένη δὲ καρήνωι ῥηϊδίως σκίρτησε γαληνιόωντι προσώπωι, μόχθον ὅλον ῥίψασα, καὶ εἰς πόλον ὄμμα βαλοῦσα139
95οὐρανίου λαμπτῆρος ἀμέλγεται ὄμπνιον αἴγλην. Καὶ φλόγα κουφίζων κυρτούμενος ἵσταται Ἄτλας αὐξιβίους σπινθῆρας ἀερτάζων ἐπὶ κόρσηι, κρᾶτα παρακλίνων καὶ ἐς ἠέρα χεῖρας ἀείρων, αὐχένα δοχμώσας, πεπονημένα γυῖα τιταίνων,

1

(100)

φόρτον ἐλαφρίζων πεφυλαγμένος. ὡς δ’ ἐπὶ μόχθωι γυμνὸς ἐὼν ζωστῆρι καλύπτετο, καὶ σφυρὰ τείνων δεξιὸν ἴχνος ἔκαμψε μετάστροφον εἰς σκέλος ἄλλο, μοχθίζων ἀτέλεστα· βαρυνομένου δὲ φορῆος ὀρθοπαγῆ ῥίζωσε νενευκότα δάκτυλα ταρσῶν,
105ἄτροπος ὑψικέλευθον ὅλον δέμας αἰὲν ἀνέλκων, ἄκρου πηγνυμένου διδυμάονος εὔποδι ῥιπῆι, ὅττι πόλον σφαίρωσεν ἀτέρμονα μῦθος ἀνάσσων καὶ χθὼν μεσσατίη κουφίζετο νεύματι μύθου, σφαίρης κέντρον ἐοῦσα μετάρσιον· ἐκ δὲ Βορῆος
110ἄξων ἀστυφέλικτος, ἰσόρροπος, ὀρθὸς ὁδεύων, ἀκροπαγὴς ἑκάτερθεν ἀερτάζων φύσιν ἔστη,
ἐς πόλον ἔνθα καὶ ἔνθα πεπαρμένος· ἰθυτενὴς δὲ γαῖαν ἐπισφίγγων περονήσατο, καὶ πέλεν Ἄτλας τλητὸν ἔχων καὶ ἄκαμπτον ἀεὶ σθένος ἔμπεδος ἄξων.140
115ἐν δὲ πόλωι πυρόεντι, Νότου παρὰ γείτονι πέζηι, καὶ τροχαλὴν κρυόεσσαν ἐς ἄντυγα διψάδος ἄρκτου ἄξονος ἄκρα πέπηγεν· ἀειφανέος δὲ Βορῆος δεξιὸν ἀστερόεντα πόλον καλέουσι φανέντα σφαίρης ὑψιπόροιο φαεινομένοις ἐνὶ κύκλοις,
120καὶ φλογερὴν νοτίην χθαμαλὴν κλίσιν ἄμμορον ἄστρων λαιήν, κρυπτὰ θέουσαν, ἐφημίξαντο γενέσθαι. τοὔνεκα νῦν ὁ μέγιστος, ὁ μυρίος ἵσταται Ἄτλας ἄκρα δύο σκελέων ὑψούμενα νειόθι πήσσων, φαίνων δεξιὸν ἄκρον ὅλον γυμνούμενον † ἄξων,
125λαιὸν ἐπικρύπτειν πειρώμενος ὡς ἐν Ὀλύμπωι. Ἀλλὰ καὶ Ἀντολίης πυριθαλπέος υἱὸς ὁδίτης, φωσφόρος Ἁρμονίης Φαέθων στήριζε γενέθλην· καὶ νοερὴν κόσμοιο μέσην ἁψῖδα κομίζων ζωογόνωι σπινθῆρι περίρρυτα πάντα φυλάσσει.
130ἔνθεν πρωτογόνοιο νόου κρατέουσα θεμέθλων σύνδρομος ὑψιμέδοντος, ὅλου κόσμοιο τιθήνη, μουσοτόκος Σοφίη, καὶ μαρμαρέης σέβας ἄλλης, τὴν αὐτὴν μεθέπουσαι ἀριστώδινα γενέθλην, ἄξονι δίσκον ἔθηκαν, ὅπως ῥιζούμενος Ἄτλας
135μᾶλλον ἀερτάζοι πρόμον αἰθέρος ἀμφιπολεύων, ἡνίοχον κόσμοιο πολὺ πλέον ἡνιοχεύων. Καὶ πολυδινήτων ἐτέων αὐτόσπορος Αἰὼν ἀμφιθαλὴς μορφοῦτο περίδρομον ἐς πόλον ἄλλον,
πατροπάτωρ, περίμετρος ἀλωφήτοισι κελεύθοις,141
140ὃς νοερῆι στροφάλιγγι γονὴν βιότοιο φυλάσσων, Ἁρμονίης οἴηκα παλινδίνητον ἀείρων, ποιμαίνει λυκάβαντα δυωδεκάμηνον ἑλίσσων καὶ χρόνον εἰς χρόνον ἄλλον ἐρεύγεται ἄψοφος ἕρπων. νῦν δ’ ἐπικοσμήσας δολιχόσκιον εἰκόνα μορφῆς
145σύμβολα πολλὰ φέρων ποικίλλεται· ἐν γὰρ Ὀλύμπωι φαιδρὸς ἐφεδρήσσει κεχαραγμένος· ἀρτιθαλὴς δὲ φάρεϊ πορφυρέωι, Τυρίης βλαστήματι κόχλου, ἀενάου βουβῶνος ἄναξ ἐκάλυψεν ὀπώρην ἄχρι ποδῶν πυκάσας θαλερὸν δέμας· ἐκ δὲ καρήνου

1

(150)

στήθεα γυμνώσας καὶ γαστέρα σήματα φαίνει, ὅττι γένος περίφοιτον ἀειφανὲς οὐρανιώνων οὔτε πολυρραφέος μεθέπει σπείρημα χιτῶνος οὔτε χαμαιγενέων ἐπιδεύεται· ἡμετέρη δὲ ἔστιν ὀλισθηρὴ μερόπων φύσις, ἔνθεν ἀνάγκηι
155ὡς χθαμαλὴ χρήϊζεν ἀλεξανέμοιο χιτῶνος· τοὔνεκα γυμνὸς ὕπερθεν ὑπέρτερα μέτρα φαείνει ἀσκεπὲς ὕψος ἔχων μελέων· τὰ δ’ ἔνερθε καλύπτει φέγγος ἀποστίλβοντος ὀπιπεύων ἐλατῆρος νεύμασιν ἀτρέπτοισι· καλυπτομένοιο δὲ μηροῦ
160δεξιτερὴν ἐπέθηκεν, ὅτι βροτέην ἐπὶ φύτλην ἀθανάτοις ἐπέοικεν ἀρηγόνα χεῖρα κομίζειν. καὶ σκαιὴν παλάμην ὑψούμενος ἄσπετος Αἰὼν παλλομένην ἐτίταινεν ἐς αἰθέρα δάκτυλα κάμπτων, φάρεος ἄκρον ἔχουσαν ἐπήορον· ἰσοπαλὴς γὰρ
165δάκτυλος, ὃν καλέουσιν ἰσόρροπον ἔμμεναι ἄλλων, τετράδα καμπτομένην ἑτέρων ἔσφιγξεν ἑλίξας, δεσμῶι ἀναγκαίωι μεμερισμένα δάκτυλα βάλλων,
ὅττι πολὺ σκηπτοῦχος ὑπέρτερος εἰς σθένος ἄλλων, καὶ νόον ἀμφιέπων οἰκτίρμονα φοιτάδι κόσμωι142
170πλαζομένην ἔστησεν ὅλην φύσιν ἅρπαγι ῥυθμῶι ἐν ξυνοχῆι σοφίης ἐσπαρμένα πάντα φυλάσσων, ξυνὸν ἐπιρρώσας πεφυλαγμένον αὐχένα κόσμου. καὶ τότε φᾶρος ἔδειξεν, ἐπεὶ βιότοιο πορείη τρηχαλέη βαρύμοχθος ἀέξεται, αὐτὰρ ἀνίης
175σκαιὸν κέντρον ἔην καὶ κάρχαρον εἰς φρένας ἕρπει· τοὔνεκα φῶτας ἔοικεν ἐς οὐρανὸν ἐλπίδι βαίνειν καὶ θεὸν ὑψιμέδοντα γαλήνιον ἐς νόον ἕλκειν, ὄφρα βαρυτλήτων ἀχέων ξύσαντες ἀνάγκην πευκεδανοῦ βιότοιο παραπλώωσι κελεύθους.
180 Καὶ βρέφος Ἕσπερον εἶδον, ὃς ἄγγελός ἐστιν ὁμίχλης ἠελίου δύνοντος ἐπὶ κλίσιν ἠριγενείης. αὐτὰρ ὃ μαρμαίρων ἀκρέσπερος ἔρχεται ἀστήρ οὐρανὸν αἰγλήεντα διαυγέα πρῶτα χαράσσων· νῦν δὲ μεταστήσας δέμας αἰόλον ἠρέμα δύνει
185δόχμιος ὀρθοκάρηνος ὀλισθαίνων ἀπ’ Ὀλύμπου, λαμπάδα νυκτιχόρευτον ἐπικλίνων ὑπὸ γαῖαν. Καὶ δρόμος ἀζαλέης ἑπτάστερός ἐστιν Ἁμάξης, ἥτε πόλον κάμπτουσα καὶ ἄξονα, γείτονα πόντου, τὴν αὐτὴν ἐπὶ νύσσαν ἔχει στροφάλιγγα κελεύθου
190ἄβροχος ἀστυφέλικτον ἑλισσομένη περὶ κέντρον. ἀλλὰ παλαιγενέων ἐγκύμονα βίβλον ἀφάσσων, ἐν φρενὶ μυριόκυκλον ἀνιχνεύων ὁδὸν ἄστρων
καὶ πόλον ἀστροχίτωνα καὶ ἀπλανέας καὶ ἀλήτας, ἀρκτώιης ἐνόησα πολύστροφον ὁλκὸν ἀπήνης,143
195ὅττι φαεινομένους φύσις ἄσπορος ἄμμιγα παύροις ἀστέρας εἰς ἓν ἄγειρεν ἀλήμονας εἰς ῥάχιν ἄρκτου, ἀπλανέας στήσασα Βορειάδος ἐγγύθι νύσσης. πρῶτος μοῦσαν ἔδειξε καὶ Ἑρμάωνος ἀκούει, δεύτερος ἀρσενόθηλυς ἀγαλλομένης Ἀφροδίτης,

1

(200)

καὶ τρίτος Ἠέλιος, φαεοσφόρος Ἠριγενείης, τέτρατος αἰολόβουλος ἔην Κρόνος ἠρέμα φαίνων, πέμπτος Ζηνὸς ἔλαμψε καὶ ἀντία πατρὸς ὁδεύει, ἕκτος χιονέης διχομήνιδός ἐστι Σελήνης, ἕβδομος ἀστερόπυρσος Ἄρης δορίτολμος ἐτύχθη.
205 Ἀλλὰ φάος Φαέθοντος ἀπαυγάζουσα Σελήνη ἀργυφέη λάμπουσα χαράσσεται· ἐν παλάμηι δὲ θῆλυν δίσκον ἔχουσα καταντίον ἄρσενος αἴγλης μαρμαρυγὴν ἥρπαξεν· ἀπ’ αὐτογόνου δὲ λοχείης πλησιφαὴς ἥβησεν ἐϋτροχάλοισι προσώποις.
210καὶ Φαέθων μαίωσε καὶ εἰς διάμετρον ὁδεύων Μοιράων ἐνόησε ταλαντεύουσαν ἀνάγκην, ἐκ δεκάτης ὁρόων τετελεσμένον αὐχένα πέμπτης, καὶ νυχίης ἔπλησεν ἀμήτορος ὄμμα Σελήνης. ἣ δὲ τιταινομένη, τροχαλὴν σπεύδουσα πορείην,
215ζώνης κυρτὰ μέτωπα μετήιε γείτονα γαίης. καὶ δρόμον ἰσοκέλευθον ὀπιπεύουσα τοκῆος, παρθένος ἀντιπρόσωπος ἐλαύνεται οὐδ’ ἀπολήγει
λοξὰ παραΐσσουσα· φιλαγρύπνοιο δὲ κούρης ὠκυτέρηι μάστιγι τινάσσεται ὁλκὸς ἀπήνης.144
220ἀλλ’ ὅσον ἐγγὺς ἄνασσα παρ’ ἴχνια πατρὸς ὁδεύει, τοσσάτιον μινύθουσα καλύπτεται· ὡς δ’ ἀποβαίνει, δίσκον ἀποστήσασα σέλας κατὰ βαιὸν ἀέξει. ὡς δὲ τανυομένης ἑλικώπιδος αἰθέρι Μήνης φᾶρος ἔην ἐπίκυρτον ἐπὶ πλοκάμους, ἐπὶ κόρσην.
225 Καὶ χρόα κουφίζοντο γαληνιόωντες Ἀῆται τέσσαρες, ἀσταθέεσσιν ὁμοκλήσαντες Ἀέλλαις, ταρσὰ ποδῶν πτερόεντα μετοχμάζοντες ὀπίσσω, καὶ κεφαλὴν πτερόεσσαν ἀνηιώρησαν ἀπειλῆι, Εὖρος ὁμοῦ Ζεφύρωι, Βορέης, Νότος, ἄμμοροι αὔρης,
230ἂψ ἀνασειράζοντες ἀγήνορας ἄρσενας ἵππους φαιδρὰ φαληριόωντας ὅλην χιονώδεα χαίτην. ὡς δέ τις ἱππεύων τετράζυγον ἄντυγα δίφρου ἀμφιθέει καμπτῆρα διάσσυτος· ἐξαπίνης δὲ μάρψας ἡνία θῆκεν ἐς ἰσχία καὶ μέσα νώτων
235καὶ σθένος εἱλίσσων πεφορημένος αὖτις ὀπίσσω κλινομένων μελέων ἐβιάζετο θυιάδας ἵππους καὶ πολὺς ὀκλάζων ἐριαύχενας εἴρυσε πώλους· οἳ δὲ θυελλήεσσαν ἐπιστήσαντες ἀνάγκην ἱστάμενοι σκιρτῶσι μεμηνότες· ἔξοχα δ’ ἄλλων
240δεξιὸς ἀσθμαίνων καὶ ἀριστερὸς ὠκέϊ δίνηι ἀμφότεροι θρώσκουσι παρηορίηισι δεθέντες— τοῖοι νῦν τελέθουσιν ἁμιλλητῆρες ἀέλλης, ἄζυγες ἀσπαίροντες ἐπειγομένηισι κελεύθοις, ἄπνοον ἀσθμαίνοντες· ἀελλήεντι δὲ ταρσῶι
245κινύμενοι μίμνουσι καὶ ὁ δρόμος ἵσταται ἕρπων,
ψευδαλέον κίνημα νόθοις ποσὶν ὄρθια τείνων. Καὶ ταναὸς Βορέης μυκήτορα κόχλον ἀείρων εἰλιπόρωι στροφάλιγγι θυελλοτόκοιο πορείης δεξιτερὴν ἐτίταινε, καὶ ἡνία καρτερὰ σύρων145

1

(250)

ἱπταμένους ἀνέκοψεν ἐπεσσυμένου πόδας ἵππου. καὶ λοφιὴν κύρτωσε καὶ αὐχενίην τρίχα πῶλος δόχμιος ὀκλάζων, βραδυπειθέα γούνατα σύρων οὐκ ἐθέλων ἔστησε, μόλις γόνυ γουνὸς ἀμείβων, νωθρὰ παραστείχων· Βορέης δ’ ὑπεσύρετο σύρων.
255 Καὶ Ζέφυρος δόχμωσεν ὀπισθοτόνου γένυν ἵππου ψυχρὸν ἐφαπλώσας δολιχὸν σθένος· ὑψιτενὴς δὲ χερσὶ χαλινοφόροισι ταθεὶς ἔσφιγξεν ἱμάντας. καὶ κεψαλὴν ἔκλινε καὶ αὐχένα πῶλος ἀλήτης λοξὸν ἐπιστρέψας βεβιασμένον ἅρπαγι ῥιπῆι.
260 Καὶ προτενὴς πάλιν Εὖρος ἀνακρούων θράσος ὁπλῆς ὠκὺν ἀερσιπόδην ἀνεσείρασε πῶλον ὀρούσας. Ἀλλὰ Νότος μόχθησε φορεύμενος αἴθοπι κέντρωι· καὶ γὰρ ἀγηνορέων τροχαλὸν σκίρτημα τινάξας, ταρσὸν ὀπισθιδίων σκελέων διδυμάονα πήσσων,
265προσθιδίους ὤρθωσεν ἀνυψώσας πόδας ἵππος
θερμὸν ἀερτάζων δέμας ὄρθιον· ἠερίην δὲ ἐντροπαλιζομένην μελέων ἀνεσείσατο χαίτην. ἀλλὰ Νότος κοτέων, μεθέπων σφριγόωσαν ἀπειλήν, ἀμφιλαφὴς ἑκάτερθεν ἀκοστήσαντα χαλέπτων,146
270μόχθον ἔχων ἀτέλεστον ἀμοχθήτων ἀπὸ γυίων, εὖ διαβὰς σθένος ὦρσε καὶ εἴρυσε πῶλον ἀνάγκηι. Καὶ σέβας ἀρχεγόνοιο φαείνεται Ὠκεανοῖο, ὃς ῥόον αὐτοέλικτον ἀεὶ στεφανηδὸν ἑλίσσων δινωτὸν περὶ γαῖαν ἄγει κυκλούμενον ὕδωρ
275καὶ χθονὶ καχλάζων ἀντίστροφον οἶμον ὁδεύει. καὶ πυρὸς ἡνιοχῆα μεταστείχοντα δοκεύων, Ἠέλιον σπινθῆρας ἀκοντίζοντα νοήσας ἀκροφανὴς θάμβησε, καὶ ἰκμαλέης στατὸν ἅλμης τεμνομένου ῥοθίοιο διασχίζων κενεῶνα
280ἀκροκελαινιόων ὑψούμενον ἔδρακε φέγγος, ταῦρον ὁμοῦ καὶ κῆτος ἔχων ἡγήτορας οἴμης· καὶ δροσερὴν στορέσας λασιότριχα κυκλάδα χαίτην ἀμφελελιζομένην ὑγρόχροος ὑψόθι νώτου αὐτοβαφὴς ὑψοῦτο κερασφόρος· ἀσμαράγωι δὲ
285χείλεϊ σιγαλέωι τανυηκέα πῆχυν ἀείρων, πήξας δάκτυλον ἄκρον ἐθέλγετο θαῦμα κεράσσας. κεκλιμένος δὲ γέρων ἀντώπιον ὄμμα τανύσσας, εἰσορόων ἀκτῖνας ἐπεστηρίζετο ταύρωι,
ὑγροπόρου λοφιῆς δεδραγμένος· ἄκρα δὲ χειρὸς147
290λαιῆς μοῦνον ἔδειξεν· ἀτεκμάρτοιο δὲ ῥείθρου πηδάλιον κούφιζε παρήορον· ἐκ δὲ καρήνου κυρτωθεὶς ὑπέροπλος ἀνέσσυτο ταῦρος ἀγήνωρ, ἀενάωι μυκτῆρι πολυσταγὲς οἶδμα κομίζων, κρουνηδὸν προχοῆς διδυμάονα ῥοῖζον ἰάλλων,
295γαστέρος ἀφράστων ὑδάτων σήραγγας ἀνέλκων· καὶ πταρμὸν κελάδοντα διαθρώσκοντα τινάξας ὀμβρηρὴν πελάγεσσιν ἀνερροίβδησεν ἐέρσην. καὶ γραπτὸν πέλε κῆτος· ἀνοστήτου δὲ γενείου οἶστρον ἀπειλητῆρα χανὸν σπήλυγγος ἐναύλων

1

(300)

φρικαλέων ὤϊξε σεσηρότα πορθμὸν ὀδόντων, γείτονος ἀσθμαίνοντος ὀπιπεῦον βοὸς εἶδος, ταυρείης στυγέον ταναὴν γλωχῖνα κεραίης. Οὐδὲ Βυθὸς κερόεις ἀπανήνατο θάμβος ἀέξειν· ἀλλὰ μελαινομένης σταθερῆς ἁλὸς ἄκρα χαράξας,
305κλυζομένην ἑκάτερθεν ἐν ὕδασι γαστέρα τείνων, βυσσόθεν ἠέρθη δεδοκημένος εὐφαὲς ὄμμα καὶ παλάμηι θαύμαζε. φύλαξ δέ. τις Ὠκεανοῖο Ἀγγελικῆς στρατιῆς πτερόεις ἀνέτειλεν ἀβύσσου υἱέος οὐρανίου τεκμήρια χειρὶ κομίζων,
310ἀρρήτου σοφίης νοερὸν ξύλον ἔμφρονος ὄζου. ἄρτι δὲ κυμαίνοντος ἔχων ῥόον Ὠκεανοῖο ὑψιφανής, στέφος ὑγρὸν ἀεὶ χθονὸς ἡνιοχεύων, χεῖρα παρακρεμάσας, ἠσπάζετο φέγγος Ὀλύμπου καὶ πτέρυγας συνάειρε μετάρσιος. —Ἀλλ’ ἀπὸ ῥείθρου
315ὄρθριος Ἠριγένεια δυωδεκάωρος ὁδεύει, Ἠελίου λάμποντος ὁμόδρομος· ἱσταμένη δὲ ἀργυφέη πτερόεσσα χαράσσετο σύνδρομος Ὥραις, καὶ διδύμους γλαγόεντας ἐπισφίγγουσα φυλάσσει μαζοὺς ἀμφιέλισσα περίτροχος ἅμματι μίτρη.148
320ἡ δὲ τιταινομένη μηκύνεται ἀργέτις Ἠώς, καὶ θαλεροὺς γύμνωσε βραχίονας· ἁλλομένη δὲ δεξιτερῆι φαέθουσαν ἀνηέρταζεν ἱμάσθλην, καὶ δρόμον Ὡράων ἑξάζυγον ἡνιοχεύει πρωτοφανεῖς ἐλάουσα συνήθεας· αἳ δὲ ταθεῖσαι
325παρθενικοῖς μίτρωσαν ἐνὶ στήθεσσιν ἱμάντας. καὶ ζυγὸν ὀρθὸν ἔχουσι σελασφόρον αὐχένι κοῦραι χερσὶν ἐπισφίγγουσαι· ἐπειγομένοιο δὲ ταρσοῦ ἐκταδὸν ἀΐσσουσι καὶ ἠερίηισι κελεύθοις ἱπτάμεναι προθέουσιν ὁμόζυγες· ἀρχομένη δὲ
330πρώτη ἀναθρώσκουσα λιπόσκιος ἐγγύθεν ὄρφνης ἀκροφαὴς δροσόεσσα χαράσσεται ὄρθριος Ὥρη, λείψανα νυκτὸς ἔχουσα μεμιγμένα φέγγεσιν ἠοῦς, λεπταλέον λεύσσουσα, καὶ ἀμφιλύκη τις ἐτύχθη ὑγρὸν ἐπιστείχουσα φερέσταχυν ὁλκὸν ἐέρσης.
335τοίη μὲν τελέθεσκεν· ὅσον δ’ ἐπὶ βαιὸν ὁδεύεις σχῆμα κασιγνήτης ἑτέρης βλεφάροισι δοκεύων, φαιδρότερον τῆς πρόσθεν ὀπιπεύεις τύπον αἴγλης, μαρμαρυγὴν Φαέθοντος ἀμελγομένης πλέον Ὥρης. ἀλλὰ μεσημβρίζουσα φιλεύδιος εὔλοφος ἔστη
340ἕκτη μειδιόωσα γαλήνιον, αἴθοπι ῥιπῆι ἠέρος ὕψος ἔχουσα, πυριβλήτοισι προσώποις·
καὶ φλογερῶι σπινθῆρι κατάσχετος Ἠριγενείης λεπτὸν ἔχει μελέεσσιν ἀραχνιόωντα χιτῶνα, καῦμα πυρὸς φεύγουσα πυρίδρομον· ἐκ δὲ χιτώνων149
345γυμνὰ καλυπτομένης μυστήρια φαίνετο κόλπου, καὶ γαστὴρ ἀμάρυσσε ῥοδόχροος· ἐν παλάμηι δὲ ὀξέα σειριάουσα φέρει ζυγόδεσμον ἀπήνης. καὶ ξανθὰς ἐνόησα συνήλυδας ἤματος Ὥρας ἓξ πάλιν ἱσταμένας, ἐπιβήτορας ὑψόθι δίφρου.

1

(350)

αὐτὰρ ἀμειβομένην τροχαλὴν μίμνουσι πορείην, δειελινὴν κλίνουσαν ἐπερχομένην ἐπὶ νύσσαν· καὶ πτερὰ κοῦφα τίταινον ἀειρομένων ὑπὲρ ὤμων Ἠῶιον περὶ νῶτον ὀπίστεραι. ἑβδομάτη δὲ στυγνὰ κατηφιόωντι κελαινιόωσα χιτῶνι,
355ἐς δρόμον ἱπταμένη φυσίζοος ἔρχεται Ὥρη· κλινομένη δ’ ἕστηκε μετάτροπος ἄζυγι παλμῶι, ἀξονίην τροχόεσσαν ἴτυν μέλλουσα κυλίνδειν, ἕβδομον ἐσσυμένη τελέσαι χρέος· ἀλλὰ καὶ Ἠῶ ὀρνυμένην πέπλοισιν ἐπισπεύδουσαν ἐπείγει,
360δεξιτερὴν τείνουσα μετάσσυτον εἰς φάος ἄλλο.

2,prol

Ἐνταῦθα σεμνῶς τοῦ κρότου κεκμηκότος ἔστην μεσούσης τῶι δρόμωι τῆς ἡμέρας. — πάλιν παρῆλθον καὶ δραμὼν κοσμογράφος
ἀρχὴν ἐποίουν τῶν λόγων ἐκ τῶν ῥόδων.150

2

Καὶ ῥόδα μαρμαίροντα φίλης ἀνέτειλεν ἀκάνθης εἰς χάριν ἁβροπέτηλον ἀνοιγομένοιο κορύμβου, ἀζομένου λειμῶνος ἐπιχθονίου ῥοδεῶνος· καὶ πολὺς ἑρπύζων χλοερὸς βλάστησε κομήτης
5εἰαρινὴν γελόωσαν ἀπαγγέλλων Ἀφροδίτην· καὶ κρίνα βαιὰ τέθηλε φαληριόωντα πετήλοις. Γαῖα δὲ θηλύνασα φύσιν θρέπτειραν ἀμάλλης ἐκ λαγόνων γονόεσσαν ἀνηκόντιζε γενέθλην· καὶ ῥαχίην καὶ νῶτον ἐπικλίνουσα χαμεύνηι
10διχθαδίωι κλιντῆρι δέμας κούφιζεν ἀγοστῶι νηδὺν ἀνευρύνουσα βιοσσόον· ἐκ δὲ λοχείης ἡδυτόκων ὤδινε συνωρίδα δίζυγα Καρπῶν, ἄρσενα μαῖαν ἔχουσα τανύπτερον Ἀγγελιώτην, ὃς μεθέπων παλάμηισι λεχώϊα γούνατα Γαίης,
15στηρίζων ἑκάτερθε κεχηνότα μηρὸν ἀλήτην, ἁρμονίηι σοφίης μαιώσατο μαιάδι τέχνηι, λύσας μυριόκεντρα μογοστόκα λύματα λιμοῦ. ἡ δὲ φερεσταχύων πλοκάμων ἐπέτασσεν ἐθείρας ἐκταδίην ῥίψασα παρήορον αὐχένι χαίτην
20νῶτον ἐπιθρώσκουσαν ὀπισθοπόροισι κελεύθοις, καὶ γονίμηι παλάμηι κέρας ὄμπνιον ὑψόθι τείνει
ζωοτόκου Δήμητρος ἐπιπλήσασα γενέθλης. καὶ στάχυες κομόωσι· μέλας δέ τις αὐχένα σύρων μηκεδανὸς τριέλικτος ἕλιξ ὄφις ἐς κέρας ἦεν151
25σημαίνων, ὅτι Γαῖα φερέσταχυς οὐκ ἀπολήγει ἀνθοκόμους τίκτουσα καὶ ὠδίνουσα κορύμβους. καὶ τροχαλοῖς μελέεσσι φορεύμενος ὁλκὸν ἑλίσσει ψυχρὸς ὄφις νεότητι παλίμπορος αἰὲν ὁδεύων· ἀλλὰ πάλιν βραδύγουνος ἐσύρετο νωθρὸς ὁδίτης
30καὶ ψαφαρὸν μετέπειτα γέρων ἀπεσείσατο γῆρας Γαῖα δ’ ἀμαλλοτόκεια συνήθεα καρπὸν ἀέξει καὶ πολιὸν γεγαῶτα παρέθρισεν εἰς γένυν ἅρπης. Ἡ δὲ φερεζώων μελέων ὤϊξεν ὀχῆας καὶ διδύμους λοχίης διδυμητόκος ἔβλυσε Καρποὺς
35ἀρτιγόνους μεθέπουσα νεήλυδας οἷά τε παῖδας. τῶν ὃ μὲν ἀνθερεῶνι περίπλοκος ἡδέϊ δεσμῶι μητέρι χεῖρας ἕλιξε συνήορος αὐχένι Γαίης τερπωλῆι φιλότητος· ἀειρομένου δὲ καρήνου Καρπὸς ἀνηέξητο καὶ εἰς στόμα χεῖλος ἐρείσας
40παιδοκόμωι πήχυνε φιλήματι μητρὸς ὀπώρην. ὃς δὲ πολυρραθάμιγγος ὀπιπεύων χύσιν ὄμβρου βαιὴν χεῖρα τάνυσσε περίσσυτον ἠέρι πέμπων, καὶ παλάμην ἐδίηνε χυτὸς ῥόος ἐκ νεφελάων δίψιον ἐκ νιφετοῖο διάβροχον ἄνθος ἀέξων.
45Καὶ χθονίου γυάλοιο θεμείλια νέρθεν ἀείρων
Ἄγγελος ἄλλος ἔην γαιηόχος ἐγγὺς ὁδεύων, γαίης κέντρον ἔχων ὑψούμενον ἠέρι μέσσωι συμφυέων ἀνέμων ταναῶι φυσήτορι ῥοίζωι. αὐτὰρ ὄφις πτερόεντος ἐπ’ αὐχένος ὅρμον ἑλίσσει152

2

(50)

αὐχένιον σπείρημα περίτροχον ἅμματι δήσας, σύμβολον ἀρχαίης θεοτευχέος ἄξονος ἕδρης, ὅττι Φύσις τέκτηνε καὶ ἀστυφέλικτος Ἀνάγκη ἀμφιπαγῆ συνέδησεν ἀρηρότι νεύματι θεσμῶν, εἰς ἓν ὁμοῦ σφίγξασα μετάρσιον αὐχένα κόσμου.
55 Καὶ χθονὸς εἶδον ἄρουραν ὀπιπεύουσαν ἐέρσην, εἶδος δισσὸν ἔχουσαν· ἐγὼ δ’ ἐπιέλπομαι εἶναι Εὐρώπην Ἀσίην τε μεριζομένας ἐνὶ γαίηι. αἳ δὲ τελεσσιγόνοισιν ἐπισπεύδουσιν ἀμάλλαις εἰς τόκον ὠκυγένεθλον ὀφειλομένων λυκαβάντων,
60καὶ τραφεραῖς καλάμηισιν ἐποπτεύουσι κομίζειν ὑδρηλαῖς νιφάδεσσι θαλύσια πάντροφον ὕδωρ. τῶν ἣ μὲν πολύκαρπος ἐπισταχύουσα χορεύει καὶ χθόνιον κούφιζεν ὄφιν, ζωστῆρα κεραίης· ἣ δὲ θοῆι ῥαθάμιγγι παλύνετο χεῖρα βαλοῦσα.
65 Οὐδὲ Θάλασσα τέτυκτο διαυγέος ἄμμορος αἴγλης, ἀλλὰ κορυσσομένην Φαεθοντίδα λαμπάδα λεύσσει, καὶ βλητοῦ φαέεσσι κορύσσετο κύκλα προσώπου. ἡ δὲ φαληριόωσαν ἐρετμώσασα γαλήνην, χιονέης ἀνέτειλεν ἀπ’ ἀγλαΐης Ἀφροδίτη
70λευκοφανὴς κερόεσσα· καὶ ἰχθυγόνων ἀπὸ κόλπων νώροπα πόντον ἔθηκε, χάριν στάζουσα ῥεέθροις,
καὶ ξανθὸν τριέλικτον ἀκύμονα βότρυν ἐθείρης νηχόμενον προέηκεν ἁλικλύστων ὑπὲρ ὤμων ὑγρὸν ἐφαπλώσασα· περισφίγγουσα δὲ λαιῆι153
75μειλιχίης οἴηκα κυβερνητῆρα γαλήνης δάκτυλον ὀρθὸν ἔθηκεν ἐπὶ στόμα· κεκλιμένη δὲ δεξιτερὴν ἐπέτασσε καὶ ἐς Φαέθοντα δοκεύει, Ἄγγελον ἐγγὺς ἔχουσα φυλάκτορα, νηκτὸν ὁδίτην. Ἐν δὲ ῥόωι βρυόεντι περισκαίρουσιν ὀπίσσω
80ἰχθύες, ὑγρὰ γένεθλα· καὶ ἀμφίκλυστος ὁδεύων γλαῦκος γλαυκὰ ῥέεθρα θορὼν φοίνιξε θαλάσσης, γλῶσσαν ἐρευθαλέην ἀπὸ χείλεος εἰς ἅλα φαίνων, κινυμένην ἔντοσθε· καὶ οὐκ ἔκρυψεν ὀδόντας πλωτὸν ὕδωρ πτερύγεσσι θαλασσοπόροισιν ἱμάσσων.
85καὶ βραχὺς ἀντικάρηνος ὁμόπλοος ἄλλος ἐτύχθη ὑψώσας στόμα λάβρον ἐπ’ ἠιόνας. ἐκ δὲ καρήνου πούλυπος αἰολόμητις ἀνόστεος ἐς ῥόον ἕρπων ποντοβαφὴς πλοκάμοισι πολυσχιδέεσσι χορεύει. καὶ θόλον ὑγρὸν ἔχουσα μελάντερον ἔνδον ἀείρει
90σηπίη ἑρπύζουσα· κατακρύπτουσα δὲ βόσκει ἐνδόμυχον μέλαν ὅπλον, ὅθεν θηρήτορας ἄγρης ῥηϊδίως ὑπάλυξεν, ὁμιχλήεντι βελέμνωι κυανέην βάψασα μελαινομένην χύσιν ἅλμης, ἀχλὺν ἀποπτύουσα. καὶ ὀξυέθειρα ταθεῖσα
95καρὶς νηχομένη φοινίσσετο, καὶ δέμας ἕλκει ὄρθιος αὐτοχάρακτος ἀκύμονος ἐγγύθεν ὄχθης, καὶ προχοὴν νύττουσα κεράατι κῦμα χαράσσει. καί τις λευκοπάρηιος ἐρέσσεται ἀθρόος ἰχθύς
ἅλμην φυκιόεσσαν ἀλήμονι γαστέρι τέμνων154

2

(100)

λάβραξ ἠέ τις ἄλλος ἐὼν γλυκύς. ἐκ δὲ θαλάσσης ὦρτο θυελλήεσσα δι’ ἠέρος ὑψόθι ῥιπὴ χειμερίους νιφόεντας ἀναπτύξασα χιτῶνας. ἤδη γὰρ πυρόεσσα φιλόδροσος ἄνθορε σάλπιγξ ἰκμάδα πορθμεύουσα, καὶ εἰν ἁλὶ βόσκεται ὕδωρ,
105ἔμπαλιν αὐερύουσα ῥόον φυσήτορι πορθμῶι ἀτμὸν ἀνυψώσασα καὶ ἁρπακτῆρι βελέμνωι ἑλκομένην πύκνωσε χύσιν βητάρμονι πυρσῶι καὶ νεφέλην ἤειρε πεπηγότι χεύματι πολλῶι. Καὶ πολὺς ἠερόφοιτος ἐκώμασεν ὕδατι Χειμὼν
110οἷα νέφος πρὸς Ὄλυμπον, ἔχων ῥόον ὑψόθεν ὤμου, μορφῆς ἀνδρομέης προφέρων τύπον· ἐν δὲ ῥεέθροις ἓν σκέλος εἰσέτι πάλλε βεβαμμένον· ἄλλο δὲ τείνων ὀμβροτόκον κούφιζε μετάρσιον, ἧιχι φανέντες Ὄμβροι παῖδες ἔασι, περίπλοκον ἅμμα βαλόντες,
115ὑγρὸν δεσμὸν ἔχοντες ἐπίῤῥυτον· ὧν ἀπὸ γυίων ψευδαλέος πολὺς ὄμβρος ἐπωλίσθησεν ἀρούραις ἄβροχος αὐαλέηισι πολυσπερέεσσιν ἐέρσαις, ποιητῆι ῥαθάμιγγι πολυχρονίου νιφετοῖο. ἀλλ’ ὃ μὲν ἱπταμένων πτερύγων ῥοίζημα τινάσσων
120ἄσχετος ὑψικέλευθος ἐς ἠέρα νήχετο Χειμών, ὤμοις ζωογόνοις ἐγκύμονα κάλπιν ἀείρων. καὶ νόον εὐσεβίηισι φυτηκόμον ἀμφιελίσσων ἱκεσίην ἐλέαιρεν ἐπαυχμώωσαν ἀρούρης·
καὶ παλάμην ἐτίταινε φέρων χθονὶ νύμφιον ὕδωρ,155
125πυκνὸν ἀκοντίζων αὐτόσσυτον ὄμβρον ἐρώτων, καὶ νεφέλης ἔπλησε μελανστέρνοιο καλύπτρην. ἣ δὲ ῥόωι σφριγόωντι διαῤῥήξασα χιτῶνας, γαστέρα κοιλαίνουσα βαρυνομένην προχοῆισιν, ἡδυβόλου νιφετοῖο ῥοὰς κελάρυζε χανοῦσα.
130καὶ χθὼν τερπομένη νυμφεύετο· τικτομένων δὲ Ὄμβρων δισσὰ κάρηνα παρὰ πτερὸν ὑψόθεν ἔγνων ὀρνυμένου Χειμῶνος, ὑπερκύπτοντα λοχείης. καὶ πτερόεις ὀχετηγὸς ἀνέβλυσεν Ἀγγελιώτης κρουνηδὸν κατὰ μέτρον ἐπήτριμα χεύματα πέμπων,
135ὄφρα μὴ ὀμβρήσαντος ἀπείρονας ἠέρος ὁλκοὺς πίδακες ἀστυφέλικτον ἐπικλίνωσιν ὀχῆα. Καὶ βροντῆς πρηστῆρες ἐμυκήσαντο θορόντες, τρηχαλέην βαρύδουπον ὀϊστεύοντες ἱμάσθλην, καὶ νεφέων κλονέοντες ἀνερρίπιζον ἐναύλους,
140ὅττι παχυνομένης νεφέλης ἔντοσθεν ἀῆται ἐνδόμυχοι σκιρτῶντες ἀνοιδαίνουσιν ἀέλλας, ἄστατα φυσιόωντες· ἱμασσομένης δ’ ἔτι ῥιπῆς, πυκνὰ βιαζομένοιο τινασσομένου κενεῶνος, ῥηγνυμένων νεφέων καναχὴ βαρύφωνος ὁδεύει·
145βροντὴ δὲ βρεμέθουσα, παραΐσσουσα κελεύθοις θραυομένων νεφέων, ἀνεμοθρόος εἰς τόκον ἕρπει, καὶ στεροπὴν τίκτουσα θοὴν ἀκίχητον ἐλαύνει,
φαινομένην κρύπτουσα χαράγματα πυκνὰ τινάσσει. ἀλλὰ φάος πρώτιστον ἀπ’ αἰθέρος ἀνδράσι πέμπει156

2

(150)

μαρμαρυγὴ λαμπτῆρας ὀϊστεύουσα προσώποις, καὶ καναχὴ μετόπισθεν ἀκούεται, οὕνεκα μᾶλλον· ὀφθαλμοὶ προθέοντες ἀρείονές εἰσιν ἀκουῆς, καὶ βλεφάρων ἀκτῖνες ἐς αἰθέρα καὶ πόλον ἄστρων ῥηϊδίως ὁρόωσι, καὶ ἐς μήκιστα κελεύθων
155ἐξαπίνης θρώσκουσι, καὶ ἔφθασεν οὖας ὀπωπή, ὅττι πολυπλάγκτων ἑλίκων τετορημένος ὁλκὸς νωθρὰ μόλις σπαίρουσαν ἐδέξατο κέντορα φωνήν, καὶ κτύπος ὀψιτέλεστος ἐπὶ χρόνον ἦλθεν ἰωῆς, πληττομένου πρώτιστον ἀτέρμονος ἠέρος ἠχῆι.
160ἣ δ’ ἔτι φυσιόωσα κορύσσετο μαινάδι λαιμῶι Βροντὴ βαρβαρόφωνος, ἐπιβρομέουσα θυέλλαις, δοῦπον ἐρευγομένη καναχηδέος ἀνθερεῶνος. καὶ παλάμας ἔστρεψεν ὀπίστερος Ἀγγελιώτης ὁλκῶν ἠνεμόφωνον ἐπισπεύδουσαν ἐρύκων,
165ὀρνυμένην νεφέεσσιν ἐλαυνομένοισι φυλάσσων. καὶ Στεροπὴ πέμπουσα σέλας φοινίσσετο πᾶσα λαμπάδα παιφάσσουσα νεοπτοίητον ὀπωπαῖς, φέγγος ἀκοντίζουσα· καὶ Ἄγγελος ἄλλος ὀρούσας ἐσσυμένην ἐδίδαξε σαόφρονα μέτρα κελεύθων.
170 Ἄλλο δὲ θάμβος ὄπωπα καὶ ὤμοσε Φοῖβος ἀείδειν χειρὶ φέρων προκέλευθον ἀληθέα μοῦσαν Ὁμήρου· ἐς μέσον, εἶδος ἔχουσα παλίντονον, ἵσταται Ἶρις καὶ πλοκάμους ἐπέτασσε ῥόου σημάντορας ὄμβρων,
ὤμοις πλοχμὸν ἄδεσμον ἐπιστορέσασα καρήνου.157
175καὶ βλεφάροις σφρήγιζε θεήτορα δίσκον ὀπωπῆς· χερσὶ δὲ μηκύνασα ῥοδόχροον ἄντυγα μίτρης ξανθῶι λευκὰ κέρασσε μέλαν φοίνικι βαλοῦσα καὶ κεφαλὴν φαίδρυνεν· ἀπ’ Ἠελίου δὲ βολάων ἑλκομένην κύρτωσε καὶ ἐς ῥόον ἤγαγε πόντου.
180ἀλλὰ γονὴ κύκλοιο ῥοδώπιδος ἔνθεν ἐτύχθη καὶ πέλεν ἐκ Φαέθοντος, ἐπεὶ πυρόεις Ὑπερίων ἐς νέφος ὑγρὸν ἔβαψεν ἐρευθομένης σέλας αἴγλης καὶ νεφέλην μόρφωσεν· ὀπιπευτῆρι δὲ κύκλωι ἀνδρομέη τροχάουσα δι’ ἠέρος ὄμματος ἀκτὶς
185Ἠέλιον βλεφάροισιν ἴδε ζωστῆρα κατόπτρου· καὶ νέφος, οἷα κάτοπτρον, ἔχει φάος. εἰ δὲ φαείνων ἄκρον ἀπ’ ἀντολίης ἐλάσηι φλογερώνυχας ἵππους ἐς δύσιν, Ἶρις ἔχουσα φαείνεται ἥμισυ κύκλου· ἀλλ’ ὅσον ἅρμα φέρων ὑψούμενος ἐς πόλον ἕρπει,
190τοσσάτιον μείωσε παλίλλυτα νήματα μίτρης· καὶ σφεδανὴν ἀκτῖνα μεσημβρίζουσαν ἀέξων πασσυδίην μινύθουσαν ὅλην ἀπέκερσε καλύψας οὐδὲ χαρασσομένης ποτὲ φαίνετο κύκλος ἀλήτης· ὡς δὲ ταλαντεύει μέσον ἤματος ἔμπυρα φαίνων,
195ἕλκων θερμὰ λέπαδνα καὶ αἰθαλόεσσαν ἱμάσθλην, ὁππόσον ἱππεύων δύσιν ἔρχεται ἡνιοχεύων, τυτθὸν ὅσον κατὰ βαιὸν ἀέξεται ἐγγύθεν Εὔρου ὁλκὸν ἀνυψώσασα πολύχροον ἐς νέφος Ἶρις. καὶ δυτικὸν παρὰ τέρμα φέρων ζείδωρον ἀπήνην,

2

(200)

νύσσαν ὁμιχλήεσσαν ἰδὼν Ζεφυρηΐδος αὔρης, ζώνην Ἀντολίηι θρεπτήρια μητρὶ κομίζει, ἡμιφανῆ πολύμορφον ἄγων μιξόχροα κύκλον.
Καὶ πρόμος Ἠελίοιο, προάγγελος αἴθοπος Ἠοῦς, ἀστερόεις ἀνέτειλεν Ἑωσφόρος ἡδὺ φαείνων,158
205λαμπάδα λαμπομένην Ὑπερίονι χειρὶ κομίζων, ἐγγὺς ἔχων βαθὺν Ὄρθρον· ἀνεχλαίνωσε δὲ γυῖα ἀστέρα λευκὸν ὕπερθεν ἔχων λάμποντα καρήνωι. Ἔστι δέ τις σοφὸς ὄρνις ἀπειρεσίων ἀπὸ κύκλων Φοῖνιξ χιλιέτηρος ἀεὶ περίμετρος ὁδεύων,
210Ἠελίου ταχὺς ὄρνις ἐΰπτερος, ὧι πολὺς αἰὼν ἥβης μέτρον ὄπασσε πολύχρονον· αὐτὰρ ὃ χαίρων γηραλέην βαρύγουνον ἀνηιώρησεν ἀνάγκην. καὶ κόρον ἐξ ἐτέων δολιχοδρόμον ἡνιοχεύσας γαστέρα πιαλέην εὐώδεσι θήκατο ποίαις,
215ἄνθεος εὐόδμου βοτανηφάγος· ἀντολικοῦ δὲ κινυμένων πτερύγων ἀντώπιος ἄνθορε δίσκου, καὶ φλογὸς ἁρπάζειν δεδοκημένος ἔμπυρον ὁρμὴν ἐς μόρον αὐτὸς ἑκὼν αὐτάγρετον ἔδραμε Φοῖνιξ τεφρώσας πυρὶ γυῖα, καὶ ἡδέϊ κέκλιτο πότμωι.
220καὶ νοερὸς πάλιν ὄρνις ἐδέξατο νόστιμον ἥβην αὐτοφαὴς νεότητι μαραινομένης ἀπὸ τέφρης. Ἠελίου τόδε σῆμα περίδρομον, ὅττι μογήσας ἦν χρόνος αὐτογένεθλος ἀποιχομένων λυκαβάντων, καὶ πολιὴν μετάμειψε νέος παλινάγρετος αἰών,
225αὐτογόνωι λοχίηι μορφούμενος· ἀλλοφανὴς δὲ τίκτεται ἐκ Φαέθοντος, ὁμόχρονος αἰὲν ὁδεύων. Καὶ δύο θάμβος ἔχουσι φιλέμποροι οἷα γυναῖκες πουλυφόρου Δήμητρος ἀπήμονος ἀνδράσι κοῦραι.
καὶ φρένα ποιμαίνουσιν· ὃ δὲ θρασύβουλος ἐκεῖνος159
230τολμηροῖς καλάμοισιν ἀταρβήτοισι χαράξας Εὐφορίας ἐκάλεσσε βαλὼν σημήϊα μορφῆς. ὧν σέβας ἀγλαόμορφον ἐμαντεύοντο χιτῶνες. ἣ μὲν χεῖρας ἔχουσα †παρίησι μάρτυρι πομπῆι, λοξὰ παρακλίνασα κάρη μελανόχροα πέπλοις,
235θαμβαλέηι κραδίηι νοερὸν φάος εἶδεν Ὀλύμπου· ἡ δ’ ἑτέρη φαέεσσι διάκτορον ὄμμα τανύσσει φάρεϊ φοινίξασα διαυγέα κύκλα προσώπου, δεξιτερῆς ὅρπηκας ἐφαπλώσασα ταθέντας. Ἀλλὰ θοῆι μάστιγι φιλήμερος Ὄρθος ἀνέστη,
240ἐννύχιον γλυκὺν ὕπνον ἀκοντίζων ἀπὸ λέκτρων. Καὶ πυρὸς ἀκρήτοιο τιθηνήτειρα θοροῦσα Ἀντολίη φωστῆρος ἑκηβολίην ἀναφαίνει λαμπάδα κουφίζουσα, καὶ εἵματα φαιδρὰ βαλοῦσα λευκοχίτων ἤϊξεν ἐπὶ δρόμον Ἠριγενείης.
245 Νὺξ δὲ μελαγκρήδεμνος ἀφεγγέα κῶνον ὁμίχλης εἷλκε καταπτώσσουσα, καὶ ἐς χθόνα νειόθι δύνει ἐς ζόφον, ἀχλυόεντας ἀνειρύσσασα χιτῶνας· καὶ φρενὶ δειδιόωσα, φυλασσομένη φάος ἠοῦς, τυπτομένη σπινθῆρι διώκεται· ἄρτι δὲ λαιῆς

2

(250)

πῆχυν ἐφαπλώσασα καὶ ἐκ παλάμης πάλιν ἄλλης δάκτυλον ὀρθώσασα χυτὴν ἀκτῖνα δοκεύει, ὄφρα φαεινομένης ἀντίσκιος ἔσσεται αἴγλης. Καὶ δρόμον ἀστερόεντα δυωδεκάμοιρον ὁδεύων,
ἀτραπὸν ἀλλοπρόσαλλον ἄναξ πυρὸς ἡνιοχεύων160
255ἠερίην μετάμειψε φύσιν, λυκάβαντα κεράσσας, καὶ τροπικὴν ἐκάλεσσεν ἀμειβομένης πάλιν ὥρης λοξὸν ζωιδιακὸν μετανεύμενος οἶκον ἀπ’ οἴκου, ἀλλοίην πισύρων τελέσας στροφάλιγγα κελεύθων. Καὶ νόον ἰθύσσων, μεμεθυσμένος ἔμφρονι τέχνηι,
260ζωιοτύπος μόρφωσεν ἀμήτορας εἰς ἑνὶ χώρωι τέσσαρας Ἠελίοιο ῥοδώπιδας ἐγγύθι κούρας. αἳ δὲ παρεδριόωσι, καὶ ὄρχαμον ἄλλον ἰδοῦσαι φαιδρὸν ὀπιπεύουσι νοήμονα γείτονα Κόσμου, καὶ χαροπὴν σύμπασαν ἐπικλίνουσιν ὀπωπήν,
265ἁρμονίης κόσμοιο θεήτορες. ἀτρεκέως γὰρ οὐρανὸς ἔπλετο κόσμος ἀεικίνητος ὁδεύων, πυκνὸν ἀναγκαίης νωμήτορα κύκλον ἑλίσσων· καὶ ζυγὸν ἁρμονίης ἀμετάτροπον ἀμφιπολεύων, ἐνδοπαγῆ ξύμπαντα λαχὼν ἔντοσθεν ἀείρει,
270κυκλώσας ἑλίκεσσιν ὅλην φύσιν. Ἔξοχα δ’ ἄλλων ἀμφιθαλῆ χαρίεσσαν ἰσήμερον ὄμμασιν ἔγνων Εἰαρινὴν δροσόεσσαν, ὀφειλομένην Ἀφροδίτηι, ἣ Χαρίτων γλυκύμορφον ἐρωτοτόκων ἀπὸ κήπων δρεψαμένη λειμῶνα χελιδονίου ῥοδεῶνος
275κάλλος ἑὸν φαίδρυνε ῥόδων εὐώδεϊ χαίτηι· καὶ πλοκάμους ἔστεψε καὶ αὐχένα λευκὸν ἐόντα ὅρμος ἕλιξ φοίνιξε πεπαρμένος αἴθοπι κόσμωι.
καὶ φρενὶ κωμάζουσα φιλεύδιος Εἴαρος Ὥρη, κόλπον ἀνευρύνουσα φιλοζεφύροισι πετήλοις161
280ἡδὺν κῶμον ἄειδε χαριζομένη Κυθερείηι· καὶ χροῒ κάλλος ἔμιξεν· ἀπ’ ἀργυρέου δὲ μετάλλου δίσκον χειρὶ φέρει καλύκων πλήσασα Κυθήρης. Καὶ βλοσυρὸν ζυγίης Φθινοπωρίδος ἔδρακον ὄμμα, ἥτε διχαζομένην ἰσοελκέα μοῖραν ἑλοῦσα,
285νύκτα ταλαντεύουσα καὶ ἀργυφέης δρόμον Ἠοῦς, εἰς ζυγὸν ἐρχομένη νυχίην μήκυνεν ὁμίχλην. καὶ φάος ἀμβλύνασα φιλέσπερος ἔπλετο μούνη, νυκτὸς ὀνειροτόκου σφαλερῶι χαίρουσα λεπάδνωι, καὶ φθονερῆι μάστιγι πολύσκιος ἡγέτις ὄρφνης
290ἠέλιον μείωσε καὶ ὤλεσε δενδράδα χαίτην κόσμον ἀποῤῥίπτουσα χαμαιφθιμένοιο πετήλου καὶ ψεδνὴν ἐτέλεσσε λιπότριχα φυλλάδα λόχμην φυλλοχόωι πρηστῆρι· καὶ ἀνδρομένην ἐπὶ φύτλην νουσαλέης κακότητος ἐπερρίπιζεν ἀήτας
295ἆσθμα βαρὺ πνείουσα· τιταινομένοιο δὲ πέπλου βαιὸν ἀποιχομένης ἔτι λείψανον· εἶχεν ὀπώρης. Ἄλλη ἀνευάζουσα Θαλυσιὰς ἐγγὺς ἐτύχθη λαβροτέρωι Φαέθοντι θερειομένοιο προσώπου, λεπταλέους τρομέοντας ἐπισφίγγουσα χιτῶνας,

2

(300)

καρποφόρος Δήμητρος ἁλωϊάς· αἰθαλέη δὲ ἰκμαλέους ἱδρῶτας ἀποστάζουσα μετώπου δέχνυτο θερμὸν ἄημα· κάρη δ’ ἐκαλύπτετο πίλωι·
καὶ στάχυας φορέει δρεπανηφόρος, ἐλπὶς ἀνάγκης, ζωιογόνος βιότοιο, καὶ ἀμφίζωστον ἀείρει162
305ποικίλον ἑρπυστῆρα μόρου χερσαῖον ὁδίτην. Ἄλλη δ’ ὑδατόεσσα κατάσκιος ἔπλετο πάχνης, ψυχρὸν φυσιόωσα χαλαζήεντι χιτῶνι· καὶ χλοεροῖς πέπλοισι δέμας φρίσσουσα καλύπτει Χειμερίη ζοφόεσσα, καὶ ἐκ προχόου νιφετοῖο
310κρυμαλέον πέμπουσα πολυσταγὲς ἔβλυσεν ὕδωρ. καὶ δέμας ἀγκλίνασα ῥοητόκον ἴκμιος Ὥρη, ὄμματα παχνήεντα μεταστρέψασα προσώπου, παντοφυὲς θηεῖτο σέβας Κόσμοιο φανέντος. Καὶ πυρὶ θερμοτέρωι κεκορυθμένος ἄσπετος Αἰθὴρ
315θερμὸς ἐὼν ὑψοῦτο, καὶ ἀννεφέλων ὑπὲρ ὤμων ὑψιπόρων πτερύγων ἀνεκούφισε ταρσὰ συνάπτων, καὶ νοερὰς κροτάφων πυρόεις ἔστεψεν ἐθείρας· ἄλλο δὲ χερσὶν ἄειρε πάλιν στέφος ὑψόθι Κόσμου, ὄφρα βίου σταθεροῖο φύσιν καὶ ἄνακτα γεραίρων
320στέμματι φαιδρότερον πλοκάμους στέψειε καρήνου, Κόσμον ἐπολβίζων κοσμούμενον ἔμφρονι κόσμωι. Αὐτὰρ ὃ πουλυφανὴς τετελεσμένος ἔπλετο Κόσμος φαιδρὸς ἀμετρήτων μελέων ὕψωμα κομίζων, συνδήσας περίφοιτον ἀλωομένην ἀπὸ κόσμου
325ἄρσενι θηλυτέρην γόνιμον φύσιν. ἁρμονίης δὲ μέτρον ἔχων ῥιζοῦτο καὶ ὤπασε μέτρον ἑκάστωι ἀενάων ἐτέων ἕλικα δρόμον ἡνιοχεύων, τηλεπόρωι σοφίηι κοσμήτορι πάντα φυλάσσων· καὶ μεθέπων σύμπαντα σοφῆι πλάστιγγι πορείης
330δεξιτερῶι ποδὶ πῆξε καὶ ὀκλάζουσαν ἐλέγξας
ἔσβεσε νικήσας ἄλογον Φύσιν· αὐτὰρ ὃ κάμνων ἀμφιπαγὴς βρυχᾶτο λέων ὑπὸ ταρσὸν ἀνάγκηι, ἄκρον ἔχων ἀλόγων τετρασκελές. ὡς δ’ ἐπὶ νίκηι ἀκροκόμου φοίνικος ἀποσπάδος ὄζον ἀείρει,163
335καὶ παλάμην ἑτέρην ὑψούμενος Αἰθέρι Κόσμος δεξιτερὴν ἤειρε· διαστήσας δὲ ταθείσης τέσσαρα δάκτυλα μοῦνα μετάρσια πᾶσι φαείνει, ἀντιπόρου κρατεροῖο μετακλίνων σθένος αὐλοῦ, ὅττι μεριζομένων τετράζυγα φίλτρα κεράσσας
340στοιχείων πισύρων, ἐς ὁμόζυγα θεσμὸν ἐλίσσων, σὺν πυρὶ γαῖαν ἔμιξε καὶ ἠέρι σύντροφον ὕδωρ καὶ φύσιν ἐρρίζωσε καὶ ἀνδρομέην τέκε φύτλην
ἄσπορος εἷς τελέθων τις, ὃν οὐ νόος εὗρε νοῆσαι.164