TLG 2573 003 :: PAUSANIAS :: Fragmenta

PAUSANIAS Hist.
(Antiochenus vel Damascenus: A.D. 4)

Fragmenta

Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 467–471.

frr. 1–10

Citation: Fragment — (line)

1

(t)

ΠΑΤΡΙΔΟΣ ΚΤΙΣΙΣ.
1 Steph. B.: Δῶρος, πόλις Φοινίκης ... Τὸ ἐθνικὸν Δω‐ ρίτης .. Παυσανίας δὲ ἐν τῇ τῆς πατρίδος αὐτοῦ κτίσει Δωριεῖς αὐτοὺς καλεῖ, τῇδε γράφων· «Τύριοι, Ἀσκα‐ λωνῖται, Δωριεῖς, Ῥαφανεῶται.»

2

(t)

ΠΕΡΙ ΑΝΤΙΟΧΕΙΑΣ.
1 Idem: Σελευκόβηλος, πόλις Συρίας πλησίον· ὁ πο‐ λίτης Σελευκοβηλίτης καὶ Σελευκοβηλαῖος. Λέγεται καὶ Σελευκεὺς πρὸς τῷ Βήλῳ· οὕτω γὰρ Παυσανίας ἐν τῷ Περὶ Ἀντιοχείας φησί.

3

Malalas: Ὁ δὲ αὐτὸς Περ‐ σεὺς μετὰ τὸ βασιλεῦσαι τῆς Περσικῆς χώρας ἔτη πολλὰ, μαθὼν ὅτι ἐν τῇ Συρίᾳ χώρᾳ διάγουσιν ἐκ τοῦ Ἄργους Ἰωνῖται, ἦλθεν εἰς τὴν Συρίαν πρὸς αὐτοὺς εἰς467
5τὸ Σίλπιον ὄρος, ὡς πρὸς ἰδίους συγγενεῖς· οἵτινες δε‐ ξάμενοι αὐτὸν μετὰ πάσης τιμῆς προσεκύνησαν· γνόν‐ τες αὐτὸν οἱ αὐτοὶ Ἀργεῖοι Ἰωπολῖται ὅτι καὶ οὗτος ἐκ τοῦ γένους τῶν Ἀργείων κατάγεται, χαρέντες ἀνύμνουν αὐτόν. Χειμῶνος δὲ γενομένου, καὶ πλημμυρήσαντος
10πολὺ τοῦ παρακειμένου ποταμοῦ τῇ Ἰωνιτῶν πόλει τοῦ λεγομένου Δράκοντος, νυνὶ δὲ Ὀρόντου, ᾔτησε τοὺς Ἰωνίτας εὔξασθαι· καὶ ἐν τῷ εὔχεσθαι αὐτοὺς καὶ μυ‐ σταγωγεῖν κατηνέχθη σφαῖρα πυρὸς κεραυνίου ἐκ τοῦ οὐρανοῦ, ἥτις ἐποίησε παυθῆναι τὸν χειμῶνα καὶ τὰ
15τοῦ ποταμοῦ ἐπισχεθῆναι ῥεῖθρα. Καὶ θαυμάσας ἐπὶ τῷ γεγονότι ὁ Περσεὺς ἐξ ἐκείνου τοῦ πυρὸς εὐθέως ἀνῆψε πῦρ, καὶ εἶχε φυλαττόμενον μεθ’ ἑαυτοῦ· ὅπερ πῦρ ἐβάσταζεν ἐπὶ τὰ Περσικὰ μέρη εἰς τὰ ἴδια βασί‐ λεια. Καὶ ἐδίδαξεν αὐτοὺς τιμᾶν ἐκεῖνο τὸ πῦρ, ὅπερ
20ἔλεγεν αὐτοῖς ἑωρακέναι ἐκ τοῦ οὐρανοῦ κατενεχθέντα· ὅπερ πῦρ ἕως τοῦ παρόντος ἐν τιμῇ ἔχουσιν οἱ Πέρσαι, ὡς θεῖον. Ὁ δὲ αὐτὸς Περσεὺς ἔκτισε τοῖς Ἰωνίταις ἱερὸν, ὃ ἐπωνόμασε πυρὸς ἀθανάτου. Ὁμοίως δὲ καὶ εἰς τὰ Περσικὰ ἔκτισεν ἱερὸν πυρὸς, καταστήσας ἐκεῖ
25διακονεῖν αὐτῷ εὐλαβεῖς ἄνδρας, οὕστινας ἐκάλεσε μά‐ γους. Ταῦτα δὲ Παυσανίας ὁ σοφώτατος χρονογράφος συνεγράψατο.

4

Malalas: Ὁ δὲ Νικάτωρ Σέλευ‐ κος εὐθέως κατὰ τὴν νίκην Ἀντιγόνου τοῦ Πολιορκητοῦ βουλόμενος κτίσαι πόλεις διαφόρους, ἤρξατο κτίζειν πρῶτον εἰς τὴν πάραλον τῆς Συρίας. Καὶ κατελθὼν
5παρὰ τὴν θάλασσαν εἶδεν ἐν τῷ ὄρει κειμένην πόλιν μικρὰν, ἥντινα ἔκτισε Σύρος ὁ υἱὸς Ἀγήνορος· τῇ δὲ κγʹ τοῦ Ξανθικοῦ μηνὸς ἦλθε θυσιάσαι εἰς τὸ ὄρος τὸ Κάσιον Διὶ Κασίῳ· καὶ πληρώσας τὴν θυσίαν καὶ κό‐ ψας τὰ κρέα ηὔξατο ποῦ χρὴ κτίσαι πόλιν. Καὶ ἐξαί‐
10φνης ἥρπασεν ἀετὸς ἀπὸ τῆς θυσίας καὶ κατήγαγεν ἐπὶ τὴν παλαιὰν πόλιν· καὶ κατεδίωξεν ὀπίσω Σέλευκος καὶ οἱ μετ’ αὐτοῦ ὀρνεοσκόποι, καὶ εὗρε τὸ κρέας ῥιφὲν παρὰ θάλασσαν κάτω τῆς παλαιᾶς πόλεως ἐν τῷ ἐμπο‐ ρίῳ τῆς λεγομένης Πιερίας. Καὶ περιχαράξας τὰ τείχη
15εὐθέως ἔβαλε θεμελίους, καλέσας αὐτὴν Σελεύκειαν πόλιν εἰς τὸ ἴδιον ὄνομα. Καὶ εὐχαριστῶν ἀνῆλθεν εἰς Ἰώπολιν καὶ μετὰ τρεῖς ἡμέρας ἐπετέλεσεν ἑορτὴν ἐκεῖ τῷ Κεραυνίῳ Διὶ ἐν τῷ ἱερῷ τῷ κτισθέντι ὑπὸ Περσέως τοῦ υἱοῦ Πίκου καὶ Δανάης, τῷ ὄντι εἰς τὸ Σίλπιον
20ὄρος, ἔνθα κεῖται ἡ Ἰώπολις, ποιήσας τὴν θυσίαν τῇ πρώτῃ τοῦ Ἀρτεμισίου μηνός. Καὶ ἐν τῇ πόλει ἐλθὼν τῇ Ἀντιγονίᾳ τῇ κτισθείσῃ ὑπὸ Ἀντιγόνου τοῦ Πολιορ‐ κητοῦ (ἀπὸ γὰρ τῆς λίμνης ἐξερχομένου ἄλλου ποτα‐ μοῦ Ἀρκεύθου τοῦ καὶ Ἰάφθα ἐμεσάζετο ἡ πόλις Ἀν‐
25τιγονία καὶ ἐν ἀσφαλείᾳ ἐκαθέζετο), καὶ ποιήσας ἐκεῖ θυσίαν τῷ Διὶ εἰς τοὺς βωμοὺς τοὺς ἀπὸ Ἀντιγόνου κτισθέντας ἔκοψε τὰ κρέα· καὶ ηὔξατο ἅμα τῷ ἱερεῖ Ἀμφίονι μαθεῖν διὰ διδομένου σημείου, εἰ τὴν αὐτὴν ὀφείλει οἰκῆσαι πόλιν Ἀντιγονίαν μετονομάζων αὐτὴν
30ἢ οὐκ ὀφείλει αὐτὴν οἰκῆσαι, ἀλλὰ κτίσαι πόλιν ἄλλην ἐν ἄλλῳ τόπῳ. Καὶ ἐξαίφνης ἐκ τοῦ ἀέρος κατῆλθεν ἀετὸς μέγας καὶ ἐπῆρεν ἐκ τοῦ βωμοῦ τοῦ πυρὸς τῆς ὁλοκαυτώσεως κρέα, καὶ ἀπῆλθε παρὰ τὸ ὄρος τὸ Σίλ‐
πιον. Καὶ καταδιώξας ἅμα τοῖς αὐτοῦ εὗρε τὸ κρέας τὸ468
35ἱερατικὸν καὶ τὸν ἀετὸν ἐπάνω ἑστῶτα. Τοῦ δὲ ἱερέως καὶ τῶν ὀρνεοσκόπων καὶ τοῦ αὐτοῦ Σελεύκου ἑωρακό‐ των τὸ θαῦμα, εἶπον ὅτι Ἐνταῦθα δεῖ ἡμᾶς οἰκῆσαι, ἐν τῇ δὲ Ἀντιγονίᾳ οὐ δεῖ ἡμᾶς οἰκῆσαι οὔτε δὲ γενέσθαι αὐτὴν πόλιν, ὅτι οὐ βούλονται τὰ θεῖα. Καὶ λοιπὸν
40ἐβουλεύετο ἅμα αὐτοῖς ἐν ποίῳ τόπῳ ἀσφαλῆ ποιήσει τὴν πόλιν. Καὶ φοβηθεὶς τὰς ῥύσεις τοῦ Σιλπίου ὄρους καὶ τοὺς ἐξερχομένους ἐξ αὐτοῦ χειμάρρους, ἐν τῇ πε‐ διάδι τοῦ αὐλῶνος κατέναντι τοῦ ὄρους πλησίον τοῦ Δράκοντος ποταμοῦ τοῦ μεγάλου τοῦ μετακληθέντος
45Ὀρόντου, ὅπου ἦν ἡ κώμη ἡ καλουμένη Βωττία ἄντικρυς τῆς Ἰωπόλεως, ἐκεῖ διεχάραξε τὰ θε‐ μέλια τοῦ τείχους, θυσιάσας δι’ Ἀμφίονος τοῦ ἀρχιε‐ ρέως καὶ τελεστοῦ κόρην παρθένον ὀνόματι Αἰμάθην, κατὰ μέσου τῆς πόλεως καὶ τοῦ ποταμοῦ μηνὶ Ἀρτε‐

4

(50)

μισίῳ τῷ καὶ Μαΐῳ κβʹ, ὥρᾳ ἡμερινῇ αʹ, τοῦ ἡλίου ἀνατέλλοντος, καλέσας αὐτὴν Ἀντιόχειαν εἰς ὄνομα τοῦ ἰδίου αὐτοῦ υἱοῦ τοῦ λεγομένου Ἀντιόχου Σωτῆρος, κτίσας εὐθέως καὶ ἱερὸν, ὃ ἐκάλεσε Βωττίου Διὸς, ἀνε‐
55γείρας καὶ τὰ τείχη σπουδαίως φοβερὰ διὰ Ξεναίου ἀρχιτέκτονος, στήσας ἀνδριάντος στήλην χαλκῆν τῆς σφαγιασθείσης κόρης Τύχην τῇ πόλει ὑπεράνω τοῦ πο‐ ταμοῦ, εὐθέως ποιήσας αὐτῇ τῇ Τύχῃ θυσίαν. Καὶ ἀπελθὼν κατέστρεψε τὴν Ἀντιγονίαν πόλιν πᾶσαν ἕως
60ἐδάφους, μετενεγκὼν καὶ τὰς ὕλας ἐκεῖθεν διὰ τοῦ πο‐ ταμοῦ, καὶ ποιήσας καὶ τῇ Τύχῃ Ἀντιγονίᾳ ἀνδριάντα στήλης χαλκῆς ἐχούσης Ἀμαλθείας κέρας ἔμπροσθεν αὐτῆς. Καὶ ποιήσας ἐκεῖ τετρακιόνιον ἐν ὕψει ἔστησεν αὐτὴν τὴν Τύχην, καταστήσας ἔμπροσθεν αὐτῆς βωμὸν
65ὑψηλόν· ἥντινα στήλην τῆς Τύχης μετὰ τελευτὴν Σε‐ λεύκου Δημήτριος ὁ υἱὸς Ἀντιγόνου τοῦ Πολιορκητοῦ ἀπήγαγεν ἐν Ῥώσῳ ἐν τῇ πόλει τῆς Κιλικίας. Ἡ δὲ αὐτὴ πόλις Ῥῶσος ἐκτίσθη ὑπὸ Κίλικος τοῦ υἱοῦ Ἀγή‐ νορος. Ὁ δὲ Σέλευκος μετὰ τὸ καταστρέψαι τὴν Ἀντι‐
70γονίαν ἐποίησε μετοικῆσαι τοὺς Ἀθηναίους εἰς ἣν ἔκτισε πόλιν Ἀντιόχειαν τὴν μεγάλην τοὺς οἰκοῦντας τὴν Ἀν‐ τιγονίαν, οὕστινας ἦν ἐκεῖ ἐάσας Ἀντίγονος μετὰ Δη‐ μητρίου υἱοῦ αὐτοῦ, καὶ ἄλλους δὲ ἄνδρας Μακεδόνας, τοὺς πάντας ἄνδρας ͵ετʹ, ποιήσας ὁ αὐτὸς Σέλευκος ἐν
75Ἀντιοχείᾳ τῇ μεγάλῃ ἀνδριάντα χαλκοῦν φοβερὸν τῆς Ἀθήνης διὰ τοὺς Ἀθηναίους, ὡς αὐτὴν σεβομένους. Κατήγαγε δὲ καὶ τοὺς Κρῆτας ἀπὸ τῆς ἀκροπόλεως, οὓς εἴασεν ὁ Κάσος ὁ υἱὸς Ἰνάχου ἄνω οἰκεῖν· οἵτινες μετοικήσαντες εἰς τὴν αὐτὴν Ἀντιόχειαν μετὰ καὶ τῶν
80Κυπρίων, ἐπειδὴ ὁ Κάσος βασιλεὺς ἠγάγετο Ἀμυκὴν τὴν καὶ Κιττίαν, θυγατέρα Σαλαμίνου τοῦ Κυπρίων βασιλέως. Καὶ ἦλθον μετ’ αὐτῆς Κύπριοι, καὶ ᾤκησαν τὴν ἀκρόπολιν. Καὶ τελευτᾷ ἡ Ἀμυκὴ καὶ ἐτάφη ἀπὸ σταδίων τῆς πόλεως ρʹ, δι’ ἣν ἐκλήθη ἡ χώρα Ἀμυκή.
85Προετρέψατο δὲ ὁ αὐτὸς Σέλευκος καὶ τοὺς Ἀργείους Ἰωνίτας, καὶ κατήγαγε καὶ αὐτοὺς ἐκ τῆς Ἰωπόλεως ἐν τῇ αὐτῇ Ἀντιοχείᾳ οἰκεῖν· οὕστινας ὡς ἱερατικοὺς καὶ εὐγενεῖς πολιτευομένους ἐποίησεν. Ἔστησε δὲ ὁ αὐ‐ τὸς Σέλευκος καὶ πρὸ τῆς πόλεως ἄγαλμα λίθινον τῷ
90ἀετῷ. Ἐκέλευσε δὲ ὁ αὐτὸς καὶ τοὺς μῆνας τῆς Συρίας κατὰ Μακεδόνας καλεῖσθαι, διότι εὗρεν ἐν τῇ αὐτῇ χώρᾳ γίγαντας οἰκήσαντας· ἀπὸ γὰρ δύο μιλίων τῆς πόλεως Ἀντιοχείας ἐστὶ τόπος, ἔχων σώματα ἀνθρώ‐ πων ἀπολιθωθέντων κατὰ ἀγανάκτησιν θεοῦ, οὕστινας
95ἕως τῆς νῦν καλοῦσι γίγαντας· ὡσαύτως δὲ καὶ Παγράν
τινα οὕτω καλούμενον γίγαντα ἐν τῇ αὐτῇ οἰκοῦντα γῇ κεραυνωθῆναι ὑπὸ πυρὸς, ὡς δῆλον ὅτι οἱ Ἀντιοχεῖς τῆς Συρίας ἐν τῇ γῇ οἰκοῦσι τῶν γιγάντων. Ἐποίησε δὲ ὁ αὐτὸς Σέλευκος πρὸ τῆς πόλεως πέραν τοῦ ποταμοῦ469

4

(100)

ἄλλο ἄγαλμα κεφαλῆς ἵππου καὶ κασσίδα κεχρυσωμέ‐ νην πλησίον, ἐπιγράψας ἐν αὐτοῖς, «Ἐφ’ οὗ φυγὼν ὁ Σέλευκος τὸν Ἀντίγονον διεσώθη· καὶ ὑποστρέψας ἐκεῖθεν ἀνεῖλεν αὐτόν.» Ἀνήγειρε δὲ ὁ αὐτὸς Σέλευκος καὶ τῷ Ἀμφίονι στήλην μαρμαρίνην ἔσω τῆς λεγομένης
105Ῥωμανησίας πόρτας, ὀρνεοθυσίαν ποιοῦντι ἅμα αὐτῷ. Ἔκτισε δὲ ὁ αὐτὸς Σέλευκος ὁ Νικάτωρ καὶ ἄλλην πα‐ ραλίαν πόλιν ἐν τῇ Συρίᾳ ὀνόματι Λαοδίκειαν εἰς ὄνομα τῆς αὐτοῦ θυγατρὸς, πρῴην οὖσαν κώμην ὀνόματι Μα‐ ξαβδάν. Ποιήσας κατὰ τὸ ἔθος θυσίαν τῷ Διὶ, καὶ αἰ‐
110τησάμενος ποῦ κτίσει τὴν πόλιν, ἦλθεν ἀετὸς πάλιν καὶ ἥρπασεν ἀπὸ τῆς θυσίας· καὶ ἐν τῷ καταδιώκειν αὐτὸν τὸν ἀετὸν ὑπήντησεν αὐτῷ σύαγρος μέγας, ἐξελ‐ θὼν ἀπὸ καλαμῶνος, ὅντινα ἀνεῖλεν ᾥτινι κατεῖχε δό‐ ρατι· καὶ φονεύσας τὸν σύαγρον καὶ σύρας τὸ λείψανον
115αὐτοῦ, ἐκ τοῦ αἵματος αὐτοῦ διεχάραξε τὰ τείχη, ἐάσας τὸν ἀετόν· καὶ οὕτως τὴν αὐτὴν πόλιν ἔκτισεν ἐπάνω τοῦ αἵματος τοῦ συάγρου, θυσιάσας κόρην ἀδαῆ ὀνό‐ ματι Ἀγαύην, ποιήσας αὐτῇ στήλην χαλκῆν εἰς Τύχην τῆς αὐτῆς πόλεως. Ἔκτισε δὲ ὁ αὐτὸς Σέλευκος ὁ Νι‐
120κάτωρ καὶ ἄλλην πόλιν εἰς τὴν Συρίαν μεγάλην εἰς ὄνομα τῆς αὐτοῦ θυγατρὸς Ἀπάμας, εὑρηκὼς κώμην πρῴην λεγομένην Φαρνάκην· καὶ τειχίσας αὐτὴν ὁ αὐτὸς Σέλευκος ἐπωνόμασε πόλιν, καλέσας αὐτὴν Ἀπάμειαν, θυσίαν ποιήσας· ἣν αὐτὸς μετεκάλεσεν ὀνόματι Πέλλαν
125διὰ τὸ ἔχειν τὴν Τύχην τῆς αὐτῆς Ἀπαμείας πόλεως τὸ ὄνομα τοῦτο· ἦν γὰρ ὁ αὐτὸς Σέλευκος ἀπὸ Πέλλης τῆς πόλεως Μακεδονίας. Ἐποίησε δὲ θυσίαν ταῦρον καὶ τράγον· καὶ ἐλθὼν πάλιν ὁ ἀετὸς ἐπῆρε τὰς κεφαλὰς ταύρου καὶ τοῦ τράγου· καὶ περιεχάραξεν ἐκ τοῦ αἵ‐
130ματος τὰ τείχη. Ἔκτισε δὲ καὶ ἄλλας διαφόρους πόλεις εἰς ἄλλας ἐπαρχίας καὶ εἰς τὰ Περσικὰ μέρη ὁ αὐτὸς Σέλευκος πολλὰς, ὧν ἀριθμός ἐστιν οεʹ, καθὼς ὁ σοφὸς Παυσανίας ὁ χρονογράφος συνεγράψατο, ὧντινων πό‐ λεων καὶ τὰ ὀνόματα ἐξέθετο, εἰς ὄνομα ἴδιον καὶ τῶν
135αὐτοῦ τέκνων, ὡς ἔδοξεν αὐτῷ (ὁ Σέλευκος). Ὁ δὲ σο‐ φὸς Παυσανίας ἐξέθετο, [ὡς] εἰς ὄνομα τοῦ ἑαυτοῦ πα‐ τρὸς ἔθηκε τὸ ὄνομα τῆς μεγάλης Ἀντιοχείας ὁ αὐτὸς Σέλευκος, ἐπειδὴ καὶ ὁ αὐτοῦ πατὴρ Ἀντίοχος ἐλέγετο. Οὐδεὶς δὲ κτίζων πόλιν εἰς ὄνομα τεθνηκότος αὐτὴν κα‐
140λεῖ· ἔστι γὰρ λῆρος· ἀλλ’ εἰς ὄνομα ζῶντος καὶ ἑστῶτος καλεῖ. Ἥντινα πόλιν εἰς ὄνομα Ἀντιόχου τοῦ ἰδίου αὐτοῦ υἱοῦ, ὡς προείρηται, ἐκάλεσε. Πολλὰ δὲ καὶ ἄλλα ὁ αὐτὸς σοφώτατος Παυσανίας ποιητικῶς συνεγράψατο.

5

Malalas: Ἐπὶ δὲ τῆς βασιλείας τοῦ αὐτοῦ Κλαυδίου οἱ αὐτοὶ Ἀντιοχεῖς κτήτορες καὶ πολῖται ἀναφορὰν ἔπεμψαν, δεόμενοι ὥστε παρασχεθῆναι αὐ‐ τοῖς ἀπὸ θείας αὐτοῦ κελεύσεως ἀγορασθῆναι τὰ Ὀλύμ‐
5πια ἀπὸ τῶν Πισαίων τῆς Ἑλλάδος χώρας ἀπὸ τῶν ἐτησίων προσόδων τῶν ἐαθέντων χρημάτων παρὰ Σω‐ σιβίου τινὸς συγκλητικοῦ, συμπολίτου αὐτῶν. Καὶ παρέσχεν αὐτοῖς ἀγοράσαι τὰ Ὀλύμπια ὁ αὐτὸς Κλαύ‐ διος βασιλεὺς, ἔτους χρηματίζοντος κατὰ τοὺς Ἀντιο‐
10χεῖς Σύρους ϙβʹ. Τοῦτο δὲ ἐποίησαν οἱ αὐτοὶ Ἀντιοχεῖς λυπηθέντες πρὸς τοὺς πολιτευομένους τῆς αὐτῆς πόλεως διὰ τὰς προσόδους τὰς προειρημένας παρὰ Σωσιβίου ἐαθείσας τῇ πόλει αὐτῶν· περὶ οὗ Σωσιβίου ὁ σοφὸς χρονογράφος Παυσανίας ἐξέθετο, ὅτι εἴασε τελευτῶν470
15κατὰ διαθήκας τῇ τῶν Ἀντιοχέων μεγάλῃ πόλει Σωσί‐ βιός τις ἐτησίαν πρόσοδον χρυσίου τάλαντα δέκα πέντε· ἅτινα ἐν τοῖς ἀνωτέρω χρόνοις τοῦ Αὐγούστου Ὀκτα‐ βιανοῦ προγέγραπται. Τὰ δὲ τῆς προσόδου εἰάθη ἐπὶ τὸ ἐπιτελεῖσθαι τοῖς αὐτοῖς συμπολίταις κατὰ
20πενταετῆ χρόνον πολύτροπον θέαν ἐπὶ ἡμέρας λʹ μηνὶ Ὑπερβερεταίῳ τῷ καὶ Ὀκτοβρίῳ σκηνικῶν, θυμελι‐ κῶν καὶ τραγικῶν καὶ ἀθλητῶν ἀγῶνα καὶ ἱππικῶν καὶ μονομάχων. Καὶ τὰς μὲν ἀρχὰς ἐπετέλεσαν οἱ αὐτοὶ πολιτευόμενοι, μετὰ δὲ ταῦτα ὑπερετίθεντο τὰς προσό‐
25δους ἀποκερδαίνοντες ἕως ἀπὸ θείας κελεύσεως οἱ αὐτοὶ πολιτευόμενοι Ἀντιοχείας μετὰ καὶ τῶν κτητόρων ἠγό‐ ρασαν τὰ Ὀλύμπια ἀπὸ τῶν Πισαίων.

6

Steph. B.: Γάζα, πόλις Φοινίκης .. Ὁ πολίτης Γα‐ ζαῖος. Λέγονται καὶ Γαζηνοὶ παραλόγως, ὡς Παυσανίας.

7

Idem: Βότρυς, πόλις Φοινίκης· ὁ πολίτης Βοτρυ‐ ηνός, ὡς Παυσανίας, παραλόγως.

8

Idem: Γάββα, πόλις Συρίας. Τὸ ἐθνικὸν Γαββηνός, ὡς Παυσανίας φησί.

9

(t)

E LIBRO QUINTO.
1 Idem: Λάεια, πόλις Καρίας ... Ὁ πολίτης Λαΐτης, ὡς Παυσανίας φησὶ πέμπτῳ.

10

(t)

E LIBRO SEXTO.
1Idem: Μαριαμμία, πόλις Φοινίκων. Οἱ πολῖται
Μαριαμμῖται, ὡς Παυσανίας ἕκτῳ.471