TLG 2571 001 :: HIEROCLES :: In aureum carmen

HIEROCLES Phil., Platonicus
(A.D. 5)

In aureum carmen

Source: Köhler, F.G. (ed.), Hieroclis in aureum Pythagoreorum carmen commentarius. Stuttgart: Teubner, 1974: 5–122.

Citation: Chapter — section — (line)

p

t

Ἱεροκλέους φιλοσόφου ὑπόμνημα εἰς αὐτά

p

1

Ἡ φιλοσοφία ἐστὶ ζωῆς ἀνθρωπίνης κάθαρσις καὶ τελειότης, κάθαρσις μὲν ἀπὸ τῆς ὑλικῆς ἀλογίας καὶ τοῦ θνητοειδοῦς σώματος, τελειότης δέ, τῆς οἰκείας εὐζωΐας ἀνάληψις, πρὸς τὴν θείαν ὁμοίωσιν ἐπανάγουσα. ταῦτα δὲ πέφυκεν ἀρετὴ
5καὶ ἀλήθεια μάλιστα ἀπεργάζεσθαι, ἡ μὲν τὴν ἀμετρίαν τῶν παθῶν ἐξορίζουσα, ἡ δὲ τὸ θεῖον εἶδος τοῖς εὐφυῶς

p

2

ἔχουσι προσκτωμένη. δεῖ οὖ πρὸς ταύτην τὴν ἐπιστήμην τὴν μέλλουσαν ἡμᾶς καθαροὺς καὶ τελείους ποιεῖν κανόνας τινὰς ἔχειν ἐν βραχεῖ διωρισμένους οἷον ἀφορισμούς τινας τεχνικούς, ὅπως ἂν ἐν τάξει καὶ εὐμεθόδως πρὸς τὸ τῆς
5εὐζωΐας τέλος ἀφικοίμεθα. τῶν δὲ τοιούτων κανόνων τῶν πρὸς τὴν ὅλην φιλοσοφίαν συντεινόντων τὰ Πυθαγορικὰ ἔπη τὰ οὕτως ἐπικαλούμενα χρυσᾶ ἐν πρώτοις ἂν θείημεν εὐλόγως. περιέχει γὰρ πάσης φιλοσοφίας πρακτικῆς τε καὶ θεωρητικῆς τὰ καθόλου δόγματα, δι’ ὧν ἄν τις ἀλήθειαν
10καὶ ἀρετὴν κτήσαιτο καὶ ἑαυτὸν καθαρὸν ἀπολάβοι καὶ τὴν πρὸς θεὸν ὁμοίωσιν εὐτυχήσειε καὶ, ὥς φησιν ὁ Πλάτωνος Τίμαιος, τῶν Πυθαγορείων δογμάτων ὁ ἀκριβὴς διδάσκαλος, ὑγιής τε καὶ ὁλόκληρος γενόμενος εἰς τὸ τῆς προτέρας5

p

3

ἀφίκοιτο εἶδος ἕξεως. καὶ πρῶτά γε τὰ τῆς πρακτικῆς ἀρετῆς παρατίθεται παραγγέλματα. πρῶτον γὰρ δεῖ τάξαι τὴν ἐν ἡμῖν ἀλογίαν τε καὶ ῥᾳθυμίαν, ἔπειτα οὕτως ἐπιβα‐ λεῖν τῇ τῶν θειοτέρων γνώσει. ὥσπερ γὰρ ὀφθαλμῷ
5λημῶντι καὶ οὐ κεκαθαρμένῳ τὰ σφόδρα φωτεινὰ ἰδεῖν οὐχ οἷόν τε, οὕτω καὶ ψυχῇ μὴ ἀρετὴν κεκτημένῃ τὸ τῆς ἀληθείας ἐνοπτρίσασθαι κάλλος ἀμήχανον· μὴ καθαρῷ γὰρ καθαροῦ ἐφάπτεσθαι μὴ οὐ θεμιτὸν ᾖ. ἔστι δὲ ἡ μὲν πρακτικὴ φιλοσοφία ἀρετῆς ποιητική, ἡ δὲ θεωρητικὴ
10ἀληθείας, ὡς καὶ ἐν αὐτοῖς τοῖς ἔπεσι τὴν μὲν πρακτικὴν φιλοσοφίαν ἀνθρωπίνην ἀρετὴν εὑρίσκομεν λεγομένην, τὴν δὲ θεωρητικὴν θείαν ἀρετὴν ὑμνουμένην, ἐν οἷς συμπεράνας ὁ λόγος τὰ τῆς πολιτικῆς ἀγωγῆς παραγγέλματα, ταῦτα πόνει, φησί, ταῦτ’ ἐκμελέτα. τούτων χρὴ ἐρᾶν σε.
15ταῦτά σε τῆς θείης ἀρετῆς εἰς ἴχνια θήσει.

p

4

πρῶτον οὖν ἄνθρωπον δεῖ γενέσθαι καὶ τότε θεόν. ἄνθρωπον δὲ ποιοῦσιν ἀγαθὸν αἱ πολιτικαὶ ἀρεταί, θεοποιοῦσι δὲ αἱ πρὸς τὴν θείαν ἀρετὴν ἀνάγουσαι ἐπιστῆμαι. τὰ δὲ μικρὰ πρὸ τῶν μεγάλων ἐστὶν ἐν τάξει τοῖς ἀνιοῦσιν. διὸ καὶ ἐν
5ταῖς Πυθαγορικαῖς ὑποθήκαις τὰ τῶν ἀρετῶν παραγγέλ‐ ματα πρῶτα παραδίδωσιν ἐν τοῖς ἔπεσιν ὁ λόγος παιδαγω‐ γῶν ἡμᾶς ἀπὸ τῆς περὶ τὸν βίον ἀρίστης χρήσεως πρὸς τὴν θείαν ὁμοίωσιν ἀνιέναι. καὶ οὗτος μὲν ὁ σκοπὸς τῶν ἐπῶν
καὶ ἡ τάξις, χαρακτῆρα φιλόσοφον πρὸ τῶν ἄλλων ἀναγνω‐6
10σμάτων ἐνθεῖναι τοῖς ἀκροαταῖς. χρυσᾶ δὲ τὴν ἐπωνυμίαν ἔσχε διὰ τό, ὡς ἐν ἔπεσιν, ἄριστα εἶναι καὶ θεῖα. οὕτω γὰρ καὶ χρυσοῦν γένος λέγομεν τὸ ἐν τοῖς ἀνθρωπίνοις γένεσιν ἄριστον ἀπὸ τῆς τῶν ὑλῶν ἀναλογίας τὴν διαφορὰν τῶν ἠθῶν λαμβάνοντες. ἔστι δὲ καὶ ὁ χρυσὸς ἀκίβδηλόν τι καὶ
15γῆς οὐκ ἀναπεπλησμένον ὥσπερ τὰ συγγενῆ καὶ ἐφεξῆς ὄντα τούτῳ, οἷον ἄργυρος καὶ χαλκὸς καὶ σίδηρος, πρὸς ἃ καὶ τὸ ὑπερέχον φύσει κέκτηται ὁ χρυσός, μόνος τῶν ἄλλων ἰὸν οὐ ποιῶν, ἐκείνων ἑκάστου καθ’ ὅσον γῆς μετέχει, κατὰ τοσοῦτον καὶ εἰς ἰὸν μεταβάλλοντος. τοῦ οὖν γεώδους ἰοῦ
20κατὰ τὴν ἔνυλον κακίαν λαμβανομένου τὸ ἅγιον καὶ καθα‐ ρὸν γένος καὶ τὸ πάντῃ καθαρεῦον πονηρίας ἦθος εἰκότως χρυσοῦν ἐλέχθη. οὕτω δὴ καὶ ταῦτα τὰ ἔπη, ὅλα δι’ ὅλων ὄντα καλά, χρυσᾶ καὶ θεῖα τὴν ἐπίκλησιν ἀναγέγραπται.

p

6

οὐ γάρ ἐστι τὸ μὲν αὐτῶν καλόν, τὸ δὲ οὐ καλόν, ὥσπερ ἔνια τῶν ἄλλων, ἀλλὰ πάντα ὁμοίως τὸ καθαρὸν ἦθος ἐμφαίνει καὶ πρὸς τὴν θείαν ὁμοίωσιν ἀνάγει καὶ τῆς Πυθαγορικῆς φιλοσοφίας τὸν τελειότατον σκοπὸν ἐκκαλύπτει, ὡς ἐν τῇ
5καθ’ ἕκαστον ἐξηγήσει σαφὲς γενήσεται. καὶ πρῶτόν γε ἀπὸ τῶν πρώτων ἀρξώμεθα.

1

n

Ἀθανάτους μὲν πρῶτα θεούς, νόμῳ ὡς διάκεινται, τίμα·

1

.

1

Ἐπειδὴ πασῶν τῶν ἀρετῶν ἡγεμών ἐστιν ἡ εὐσέβεια πρὸς τὴν θείαν αἰτίαν τὴν ἀναφορὰν ἔχουσα, εἰκότως καὶ τῶν ἐν τοῖς ἔπεσι νόμων τὸ περὶ ταύτης ἡγεῖται παράγγελμα, ὡς δέοι τοὺς ἐγκοσμίους θεοὺς κατὰ τὴν ἐνυπάρχουσαν αὐτοῖς7
5τάξιν τιμᾶν, ἣν ὁ δημιουργικὸς νόμος ἅμα τῇ οὐσίᾳ αὐτῶν συμπροήγαγε τάξας αὐτῶν τοὺς μὲν ἐπὶ τῆς πρώτης σφαίρας, τοὺς δὲ ἐπὶ τῆς δευτέρας καὶ ἐπὶ τῆς τρίτης ἄλλους καὶ οὕτως ἐφεξῆς μέχρι τῆς πάσης τῶν οὐρανίων κύκλων

1

.

2

συμπληρώσεως. τὸ γάρ, ᾗ ἐτάχθησαν ὑπὸ τοῦ ποιητοῦ αὐτῶν καὶ πατρός, ταύτῃ αὐτοὺς ἐγνωκέναι τε καὶ τιμᾶν τῷ θείῳ νόμῳ κατακολουθούντων ἐστὶ καὶ τὴν ὄντως τιμὴν αὐτοῖς ἀποδιδόντων καὶ τὸ μήτε ὑπεραίρειν τὴν ἀξίαν μήτε
5ἀπολείπεσθαι ταύτης ἐν ταῖς περὶ αὐτῶν ἐννοίαις, ἀλλὰ τοῦτο αὐτοὺς εἶναι τίθεσθαι, ὃ γεγόνασι, καὶ ταύτην ἔχειν τὴν τάξιν, ἣν εἰλήχασιν, ἐπὶ τὸν δημιουργὸν αὐτῶν θεὸν ἀναφέρει τὸ σέβας, ὃν καὶ θεὸν θεῶν κυρίως ἂν εἴποι τις

1

.

3

καὶ θεῶν ὕπατον καὶ ἄριστον. τὴν δὲ ὄντως ἀξίαν τοῦ κοσμοποιοῦ καὶ ἀριστοτέχνου θεοῦ μόνως ἂν ἐξεύροιμεν, εἰ καὶ θεῶν αἴτιον αὐτὸν καὶ ἀτρέπτων λογικῶν οὐσιῶν ποιητὴν θησόμεθα. τούτους γὰρ νῦν ἀθανάτους θεοὺς
5ὠνόμασεν ὁ λόγος τοὺς ἀεὶ καὶ ὡσαύτως νοοῦντας τὸν δημιουργὸν θεὸν καὶ ἀεὶ πρὸς τὸ ἐκείνου ἀγαθὸν συντε‐ ταγμένους καὶ ἀπ’ ἐκείνου τὸ εἶναι καὶ τὸ εὖ εἶναι ἀμερίστως τε καὶ ἀτρέπτως λαμβάνοντας, ὡς τῆς δημιουργικῆς αἰτίας

1

.

4

εἰκόνας αὐτοὺς ὄντας ἀπαθεῖς καὶ ἀκακύντους. πρέπει γὰρ τῷ θεῷ καὶ τοιαύτας ὑποστῆσαι ἑαυτοῦ εἰκόνας καὶ μὴ πάσας τρεπτὰς καὶ ἐμπαθεῖς τῇ εἰς κακίαν ὑποφορᾷ, οἶαί εἰσιν αἱ ἀνθρώπιναι ψυχαί, τῶν λογικῶν φύσεων τὸ ἔσχατον
5οὖσαι γένος, ὥσπερ αὖ ἀκρότατον ἦν νῦν τὸ τῶν ἀθανάτων θεῶν λεγόμενον γένος. καὶ μήποτε πρὸς ἀντιδιαστολὴν τῶν ἀνθρωπίνων ψυχῶν ἀθάνατοι θεοὶ οὗτοι ἐκλήθησαν ὡς μὴ ἀποθνήσκοντες τὴν θείαν εὐζωΐαν μηδὲ ἐν λήθῃ ποτὲ γιγνόμενοι μήτε τῆς ἑαυτῶν οὐσίας μήτε τῆς τοῦ πατρὸς8

1

.

5

ἀγαθότητος. τούτοις δὲ ἡ ἀνθρωπίνη ψυχὴ τοῖς πάθεσιν ὑπόκειται, ποτὲ μὲν νοοῦσα τὸν θεὸν καὶ τὴν ἑαυτῆς ἀξίαν ἀπολαμβάνουσα, ποτὲ δὲ τούτων ἀποπίπτουσα. διὸ καὶ εἰκότως θνητοὶ θεοὶ λέγοιντο ἂν αἱ ἀνθρώπιναι ψυχαὶ ὡς
5ἀποθνῄσκουσαί ποτε τὴν θείαν εὐζωΐαν τῇ ἀπὸ θεοῦ φυγῇ καὶ ἀναβιωσκόμεναι αὐτὴν πάλιν τῇ πρὸς θεὸν ἐπιστροφῇ καὶ οὕτω μὲν ζῶσαι τὸν θεῖον βίον, ἐκείνως δὲ ἀποθνῄσκου‐ σαι, ὡς οἷόν τε ἀθανάτῳ οὐσίᾳ θανάτου μοίρας μεταλαχεῖν, οὐ τῇ εἰς τὸ μὴ εἶναι ἐκβάσει, ἀλλὰ τῇ τοῦ εὖ εἶναι ἀποπτώ‐

1

.

6

σει. θάνατος γὰρ λογικῆς οὐσίας ἀθεΐα καὶ ἄνοια, οἷς ἕπεται καὶ ἡ περὶ τὸν βίον ἄμετρος τῶν παθῶν ἐπανάστασις. ἐν γὰρ τῇ ἀγνοίᾳ τῶν κρειττόνων ἀνάγκη δουλεύειν τοῖς χεί‐ ροσιν, ὧν ἐλευθεριάσαι ἄλλως οὐχ οἷόν τε ἢ τῇ δι’ ἀναμνή‐
5σεως εἰς νοῦν καὶ θεὸν ἐπιστροφῇ. μεταξὺ δὲ τῶν οὕτω λεγομένων ἀθανάτων θεῶν καὶ τῶν θνητῶν, ὡς εἴπομεν, θεῶν ἀνάγκη γένος τι εἶναι τιμιώτερον μὲν ἀνθρώπου, καταδεέστερον δὲ θεοῦ, τῇ δι’ ἑαυτοῦ μεσότητι τὰ ἄκρα πρὸς ἄλληλα συνάπτον, ὥστε τὸ πᾶν τῆς λογικῆς δημιουρ‐

1

.

7

γίας αὐτὸ ἑαυτῷ συνδεδέσθαι καλῶς. τοῦτο δὴ τὸ μέσον οὔτε παντελῆ ἄγνοιαν τοῦ θεοῦ ἴσχει ποτὲ οὔτε παντελῶς ἀκίνητον καὶ ἀεὶ ὡσαύτως διαμένουσαν γνῶσιν, ἀλλ’ ἀεὶ μὲν γινώσκει, ἄλλως δὲ καὶ ἄλλως ἐπιβάλλει καὶ μᾶλλον
5ἔστιν ὅτε καὶ ἧττον. τῷ μὲν ἀεὶ γινώσκειν ἀναβέβηκε τοῦ ἀνθρωπίνου γένους, τῷ δὲ μὴ ἀτρέπτως μηδὲ ὡσαύτως ἀεὶ
γινώσκειν ὑποβέβηκε τοῦ θείου, φύσει μέσον ὑπάρχον καὶ οὔτε προκοπῇ βελτιωθὲν ἐξ ἀνθρώπου οὔτε ἀμελείᾳ ὑποβὰν9

1

.

8

ἐκ θεοῦ εἰς τὴν μέσην τάξιν. πρῶτα γὰρ καὶ δεύτερα καὶ τρίτα ὁ δημιουργὸς θεὸς ὑπέστησε φύσει διαφέροντα ἀλλήλων καὶ μὴ συγχεόμενα πρὸς ἄλληλα μηδὲ ἀρετῇ καὶ κακίᾳ τὴν τάξιν διαμείβοντα, ἃ δὴ κατ’ οὐσίαν ἑστῶτα
5ἀϊδίως τῇ συμπροελθούσῃ αὐτοῖς τάξει κατὰ γένος διέστη καὶ ταῖς δημιουργικαῖς αἰτίαις ἀνάλογον ἐτάχθη. ὡς γὰρ ἐκεῖ πρῶτα καὶ μέσα καὶ ἔσχατα τῆς παντελείου σοφίας ἡ τάξις ἔχει (τοῦτο γάρ ἐστιν αὐτῇ καὶ τὸ εἶναι σοφίᾳ· τὸ ἐν τάξει καὶ τελειότητι προάγειν τὴν ποίησιν, ὥστε
10συνεισιέναι ἀλλήλαις σοφίαν καὶ τάξιν καὶ τελειότητα), οὕτω δὴ καὶ ἐν τῷδε τῷ παντὶ τὰ πρὸς τὴν πρώτην νόησιν τοῦ θεοῦ γενόμενα πρῶτα ἂν εἴη ἐν κόσμῳ, τὰ δὲ πρὸς τὴν μέσην καὶ αὐτὰ μέσα καὶ τὰ τῷ πέρατι τῶν νοήσεων

1

.

9

ἐοικότα τελευταῖα ἂν εἴη ἐν λογικοῖς. ἔστι γὰρ πᾶς μὲν ὁ λογικὸς διάκοσμος μετὰ τοῦ συμπεφυκότος αὐτῷ ἀφθάρτου σώματος εἰκὼν ὅλου τοῦ δημιουργοῦ θεοῦ, τῆς δὲ ἐκεῖ ἀκρότητος τὰ ἐν κόσμῳ πρῶτα ἀκήρατος εἰκὼν καὶ τῆς
5ἐκεῖ μεσότητος μέση εἰκὼν τὰ ἐνταῦθα μέσα καὶ τοῦ πέρατος τῆς ἐκεῖ θεότητος τελευταία εἰκὼν τὰ ἐν λογικοῖς τρίτα καὶ ἔσχατα. τούτων δὲ τῶν τριῶν γενῶν τὸ μὲν πρῶτον ἀθανάτους θεοὺς ὁ παρὼν λόγος ἐσήμανε, τὸ δὲ μέσον ἥρωας ἀγαυοὺς καὶ τὸ ἔσχατον δαίμονας καταχθο‐

1

.

10

νίους, ὡς μικρὸν ὕστερον εἰσόμεθα. νῦν δὲ ἐπὶ τὰ πρῶτα πάλιν ἐπανέλθωμεν. τίς ὁ νόμος καὶ ἡ κατὰ τοῦτον τάξις καὶ ἡ πρὸς τὴν τάξιν ἀποδιδομένη τιμή; νόμος μὲν ὁ δημιουργικὸς νοῦς καὶ ἡ θεία βούλησις ἡ ἀϊδίως παράγουσα
5τὰ πάντα καὶ εἰς ἀεὶ διασῴζουσα, τάξις δὲ ἔννομος ἡ ἀπὸ τοῦ πατρὸς τῶν ὅλων καὶ δημιουργοῦ τοῖς ἀθανάτοις θεοῖς συνεισελθοῦσα καὶ ποιοῦσα ἐν αὐτοῖς τοὺς μὲν πρώτους,10

1

.

11

τοὺς δὲ δευτέρους. εἰ γὰρ καὶ ὡς ἐν παντὶ τῷ λογικῷ διακόσμῳ τὴν ἀκρότητα ἔλαχον, ὅμως ἐν ἑαυτοῖς ποικίλ‐ λονται καί εἰσιν ἄλλοι ἄλλων θειότεροι. μήνυμα δὲ τῆς κατ’ οὐσίαν αὐτῶν ὑπεροχῆς τε καὶ ὑποβάσεως ἡ τῶν οὐρανίων
5σφαιρῶν τάξις κατ’ οὐσίαν καὶ δύναμιν τὴν θέσιν διαλα‐ χοῦσα, ὡς ἐν τῇ οὐσίᾳ αὐτῶν κεῖσθαι τὸν νόμον καὶ τὴν

1

.

12

τάξιν ὁμοφυῆ εἶναι αὐτῶν τῇ ἀξίᾳ. οὐ γὰρ ὡς ἔτυχεν ὑποστάν‐ τες ὕστερον διεκρίθησαν, ἀλλὰ τεταγμένοι προῆλθον εἰς τὸ εἶναι ὥσπερ ἐν ἑνὶ ζώῳ τῷ ὅλῳ οὐρανῷ διάφορα ὄντες μέρη καὶ τὴν πρὸς ἄλληλα σύνταξιν ἐν τῇ κατ’ εἶδος
5διαστάσει ἅμα καὶ συναφῇ ἀποσῴζοντες, ὥστε μηδὲ ἐπάλ‐ λαξιν τῆς θέσεως αὐτῶν ἐπινοηθῆναί ποτε δύνασθαι εἰ μὴ μετὰ τῆς φθορᾶς τοῦ παντός, ἣν ἀδύνατον ἐπισυμβῆναι, ἔστ’ ἂν ᾖ τὸ πρῶτον αὐτῶν αἴτιον ἀμετάβλητον πάντῃ καὶ ἄτρεπτον καὶ τὴν οὐσίαν τῇ ἐνεργείᾳ τὴν αὐτὴν κεκτημένον
10καὶ τὴν ἀγαθότητα οὐκ ἐπίκτητον ἔχον, ἀλλ’ οὐσιωμένην καθ’ αὑτὴν καὶ δι’ αὐτὴν τὰ πάντα πρὸς τὸ εὖ εἶναι παράγον.

1

.

13

αἰτία γὰρ ἡ τῆς τῶν πάντων ποιήσεως αὐτῷ οὐδεμία ἄλλη πρόσεστιν εὔλογος πλὴν τῆς κατ’ οὐσίαν ἀγαθότητος. ἀγαθὸς γὰρ ἦν, φησίν· ἀγαθῷ δὲ οὐδεὶς περὶ οὐδενὸς οὐδέποτε ἐγγίνεται φθόνος. αἱ δὲ παρὰ τὴν ἀγαθότητα
5λεγόμεναι αἰτίαι τῆς δημιουργίας τοῦδε τοῦ παντὸς ἀνθρω‐

1

.

14

πίναις περιστάσεσι μᾶλλον ἢ θεῷ πρέπουσιν. ἀγαθὸς δὴ
ὢν τὴν οὐσίαν ὁ θεὸς τὰ μάλιστα ὡμοιωμένα αὐτῷ πρῶτα φύσει παρήγαγε καὶ δεύτερα τὰ τὴν μέσην ὁμοιότητα πρὸς αὐτὸν κεκτημένα, τρίτα δὲ καὶ ἔσχατα πάντων τῶν ἐοικότων11
5αὐτῷ τὰ πρὸς τὴν θείαν ὁμοίωσιν μάλιστα ὑφειμένα. τῇ δὲ οὐσίᾳ τῶν γινομένων σύνδρομος ἦν ἡ τάξις, ὥστε τὸ φύσει κρεῖττον προτεταγμένον εἶναι τοῦ καταδεεστέρου ἔν τε τοῖς ὅλοις γένεσι καὶ ἐν τοῖς καθ’ ἓν ἕκαστον γένος τὴν

1

.

15

κατ’ εἶδος ὑπόβασιν κεκτημένοις. οὐ γὰρ τύχαις ἐκληροῦτο τὴν τάξιν τὰ πάντα οὐδὲ προαιρέσεων μεταβολαῖς, ἀλλὰ νόμοις δημιουργικοῖς διάφορα προήγετο καὶ τὴν τάξιν ἀνάλογον ταῖς τῶν φύσεων ἀξίαις ἐλάγχανεν. διὸ τὸ νόμῳ,
5ὡς διάκεινται, τίμα οὐ μόνον ἐπὶ τῶν ἀθανάτων θεῶν, ἀλλὰ καὶ ἐπὶ τῶν ἀγαυῶν ἡρώων καὶ τῶν ἀνθρωπίνων ψυχῶν κοινῶς ἀκουστέον. ἔστι γὰρ πλῆθος εἰδῶν ἐν ἑκάστῳ γένει καθ’ ὑπεροχὴν καὶ ὑπόβασιν τεταγμένον. τοιαύτη

1

.

16

μὲν ἡ φύσις τῶν λογικῶν οὐσιῶν καὶ ἡ τάξις. τίς δὲ ὁ νόμος καὶ ἡ τούτῳ ἑπομένη τιμή; πάλιν λέγωμεν, ὅτι νόμος μὲν ἡ ἄτρεπτος τοῦ θεοῦ καὶ δημιουργικὴ ἐνέργεια ἡ γεννῶσα τὰ θεῖα γένη καὶ τάττουσα ἀϊδίως τε καὶ ἀμετα‐
5βλήτως, ἡ δὲ σύμφωνος τῷ νόμῳ τιμὴ ἡ τῆς οὐσίας ἐστὶ τῶν τιμωμένων γνῶσις καὶ ἡ πρὸς αὐτὴν κατὰ δύναμιν ἐξομοίωσις. ὃ γὰρ ἄγαταί τις, καὶ μιμεῖται, ὅσον αὐτῷ οἷόν τε, καὶ τιμὴν ποιεῖται τοῦ ἀνενδεοῦς τὴν τῶν ὑπ’

1

.

17

ἐκείνου προτεινομένων ἀγαθῶν ὑποδοχήν. οὐ γὰρ τιμήσεις τὸν θεὸν διδούς τι αὐτῷ, ἀλλ’ ἄξιος τοῦ λαβεῖν τὰ παρ’ ἐκείνου γενόμενος. ὡς γάρ φασιν οἱ Πυθαγόρειοι, τιμήσεις
τὸν θεὸν ἄριστα, ἐὰν τῷ θεῷ τὴν διάνοιαν ὁμοιώσῃς· καὶ12
5ὅστις τιμᾷ τὸν θεὸν ὡς προσδεόμενον, οὗτος λέληθεν οἰόμενος ἑαυτὸν τοῦ θεοῦ εἶναι κρείττονα. καὶ ἡ τῶν προσφερομένων πολυτέλεια τιμὴ εἰς θεὸν οὐ γίνεται, εἰ μὴ

1

.

18

μετὰ τοῦ ἐνθέου φρονήματος προσάγοιτο. δῶρα γὰρ καὶ θυηπολίαι ἀφρόνων πυρὸς τροφὴ καὶ ἀναθήματα ἱεροσύλοις χορηγία, τὸ δὲ ἔνθεον φρόνημα διαρκῶς ἡδρασμένον συνά‐ πτει θεῷ· χωρεῖν γὰρ ἀνάγκη τὸ ὅμοιον πρὸς τὸ ὅμοιον,
5ὅθεν καὶ μόνος ἱερεὺς ὁ σοφὸς λέγεται, μόνος θεοφιλής, μόνος εἰδὼς εὔξασθαι. μόνος γὰρ οἶδε τιμᾶν ὁ τὴν ἀξίαν μὴ συγχέων τῶν τιμωμένων καὶ ὁ προηγουμένως ἱερεῖον ἑαυτὸν προσάγων καὶ ἄγαλμα θεῖον τεκταίνων τὴν ἑαυτοῦ ψυχὴν καὶ ναὸν εἰς ὑποδοχὴν τοῦ θείου φωτὸς τὸν ἑαυτοῦ

1

.

19

κατασκευάζων νοῦν. τί γὰρ τοιοῦτον προσάξεις ἀπὸ τῶν ἐν μέσῳ κειμένων ὑλῶν, ὃ τῷ θεῷ προσφυὲς ἄγαλμα ἐργάσῃ ἢ δῶρον ἑνοῦσθαι αὐτῷ δυνάμενον; ἃ δὴ ἐπὶ τῆς λογικῆς ψυχῆς καθαρθείσης συμβαίνειν ἀνάγκη. ὡς γὰρ οἱ
5αὐτοὶ ἄνδρες φασί, ψυχῆς καθαρᾶς τόπον οἰκειότερον ἐπὶ γῆς θεὸς οὐκ ἔχει· οἷς καὶ ὁ Πύθιος συμφέρεται λέγων· εὐσεβέσιν δὲ βροτοῖς γάνυμαι τόσον ὅσσον Ὀλύμπῳ.

1

.

20

εὐσεβὴς δὲ ὁ τὴν θείαν ἐπιστήμην ἔχων καὶ τὴν ἑαυτοῦ τελείωσιν ὡς τιμὴν ἀρίστην προσάγων τοῖς τῶν ἀγαθῶν αἰτίοις, τῇ σπουδῇ τῆς κτήσεως πρὸς τοὺς χορηγεῖν πεφυκότας ἐπιστρεφόμενος καὶ τῷ λαμβάνειν τὰ ἀγαθὰ
5δύνασθαι τιμῶν τοὺς ἀεὶ διδόντας αὐτά. ὁ δὲ ἄλλως τιμᾶν τὸ θεῖον προαιρούμενος καὶ μὴ δι’ ἑαυτοῦ, παρανάλωμα τῆς ἔξωθεν εὐπορίας ποιεῖται τὴν τιμήν, οὐκ οἰκείαν ἀρετὴν προσφέρων, ἀλλ’ ἀπὸ τῶν ἐκτὸς αὐτοῖς ἀφοσιούμενος.

1

.

21

ταῦτα δὲ οὐδὲ σπουδαίῳ ἀνδρὶ λαμβάνειν ἡδὺ εἰ μὴ μετὰ τῆς ἀρίστης διαθέσεως διδόμενα. τοιοῦτον δὲ καὶ τὸ τοῦ Πυθίου πάλιν ἀπόφθεγμα· πρὸς γὰρ τὸν ἑκατόμβας θύσαντα μὴ μετ’ εὐσεβοῦς γνώμης, καὶ πυνθανόμενον, πῶς εἴη13
5προσδεδεγμένος τὰ παρ’ αὐτοῦ δῶρα, ἀποκρίνεται· ἀλλά μοι εὔαδε χόνδρος ἀγακλυτοῦ Ἑρμιονῆος, τὸ εὐτελέστατον προκρίνων τῆς τοσαύτης πολυτελείας, ὅτι δὴ θεοσεβεῖ γνώμῃ κεκόσμητο. μετὰ ταύτης γὰρ πάντα θεοφιλῆ καὶ ἄνευ ταύτης οὐδὲν θεῷ φίλον ἄν ποτε γένοιτο.

1

.

22

καὶ τὰ μὲν περὶ θεοσεβείας καὶ ὁσιότητος ἱκανῶς ἐν τῷ παρόντι λέλεκται. ἐπειδὴ δὲ τὸν νόμον τῆς τοῦ παντὸς διατάξεως ἄτρεπτος φρουρὰ διατηρεῖ καὶ τὸν τῆς φρουρᾶς ταύτης φύλακα τοῖς παλαιοῖς ἔθος ἦν δι’ ἀπορρήτων ὅρκον
5ὀνομάζειν, εἰκότως ἐφεξῆς τοῖς προειρημένοις ὡς ἀκόλουθον ἐπάγει δόγμα τὸ περὶ τοῦ ὅρκου παράγγελμα.

2

n

καὶ σέβου ὅρκον.

2

.

1

Νόμον μὲν ἐν τοῖς προτέροις ἀπεφηνάμεθα τὴν ἀεὶ καὶ ὡσαύτως ἔχουσαν ἐνέργειαν τοῦ θεοῦ, τὴν ἀϊδίως καὶ ἀτρέπτως τὰ πάντα πρὸς τὸ εὖ εἶναι παράγουσαν. ὅρκον δὲ νῦν ἑπομένως ἂν τῷ νόμῳ λέγοιμεν τὴν ἐν ταὐτότητι
5τὰ πάντα διατηροῦσαν αἰτίαν καὶ οὕτως αὐτὰ βεβαιουμένην ὡς ἐν ὅρκου πίστει κρατούμενα καὶ διασῴζοντα τοῦ νόμου τὴν τάξιν, ὥστε ἀποτέλεσμα τοῦ δημιουργικοῦ νόμου εἶναι τὸ ἀπαράβατον τῆς ἐν τοῖς δημιουργηθεῖσιν εὐταξίας.

2

.

2

τὸ γὰρ διαμένειν τὰ πάντα, νόμῳ ὡς διάκειται, προηγού‐ μενον ἔργον ἂν εἴη τοῦ θείου ὅρκου, ὃς ἐν μὲν τοῖς ἀεὶ νοοῦσι τὸν θεὸν μάλιστά τε καὶ ἀεὶ διασῴζεται. ἐν δὲ τοῖς ποτὲ μὲν νοοῦσι, ποτὲ δὲ ἀφισταμένοις τῆς θείας γνώσεως καὶ14
5ὁ ὅρκος ὁμοίως παραβαίνεται μὲν ὑπὸ τῶν ἀφισταμένων, αὖθις δὲ τηρεῖται ὑπὸ τῶν πρὸς τὴν θείαν στροφὴν ἀναγο‐

2

.

3

μένων. ἡ γὰρ τήρησις τῶν θείων νόμων ὅρκος νῦν λέγεται, ᾧ δέδεται καὶ ἀνήρτηται πάντα πρὸς τὸν δημιουργὸν θεὸν τὰ γινώσκειν αὐτὸν πεφυκότα, ὧν τὰ μὲν ἀεὶ ἐχόμενα αὐτοῦ ἀεὶ σέβει τὸν ὅρκον, τὰ δὲ ἀφιστάμενά ποτε τότε καὶ
5περὶ τὸν ὅρκον ἀσεβεῖ, οὐ μόνον τοῦ θείου νόμου τὴν τάξιν ἀλλὰ καὶ τοῦ θείου ὅρκου τὴν πίστιν παραβαίνοντα. τοιοῦτος μὲν οὖν ὁ τοῖς λογικοῖς γένεσιν ἐνουσιωμένος ὅρκος· ἔχεσθαι τοῦ πατρὸς αὐτῶν καὶ ποιητοῦ καὶ μὴ παραβαίνειν μηδαμῆ τοὺς ὑπ’ ἐκείνου διορισθέντας νόμους.

2

.

4

ὁ δὲ ἐν ταῖς κατὰ τὸν βίον ἀναστροφαῖς ὅρκος ἴχνος ἐστὶν ἐκείνου πρὸς ἀλήθειαν ἀπευθύνων τοὺς δεόντως αὐτῷ χρωμένους. τὸ γὰρ ἀμφίβολον τῆς ἀνθρωπίνης προαιρέσεως εἰς βεβαιότητα μεταρρυθμίζειν καὶ μένειν ἐπὶ τῆς ταὐτότη‐
5τος ἀναγκάζει ἔν τε λόγοις καὶ ἔργοις, τοῦτο μὲν τῶν γεγενημένων τὸ σαφὲς ἐκφαίνων, τοῦτο δὲ τῶν μελλόντων

2

.

5

γενήσεσθαι τὸ βέβαιον ἀπαιτῶν. διὰ ταῦτα δὴ καὶ μάλιστα σέβεσθαι προσήκει τὸν ὅρκον, τὸν μὲν κατ’ οὐσίαν προϋπάρ‐ χοντα διὰ τὴν τῆς ἀϊδιότητος φρουράν, τὸν δὲ ἀνθρώπινον καὶ τοῖς ἐν βίῳ πράγμασιν ἐπίκουρον ὡς εἰκόνα ἐκείνου
5καὶ μετ’ ἐκεῖνον βεβαιότητος καὶ ἀληθείας γινόμενον ἡμῖν πρύτανιν καὶ τῶν καλλίστων ἠθῶν πληροῦντα τοὺς σέβειν
αὐτὸν μεμαθηκότας. σέβας δὲ ὅρκου μόνον ἂν εἴη ἡ τήρησις τῶν ὀμωμοσμένων ὅσον ἐφ’ ἡμῖν ἀπαραπόδιστος ἡ πρὸς τὸ μόνιμον καὶ ἀληθευτικὸν τῆς θείας ἕξεως τῇ ἑκουσίῳ15

2

.

6

ἀνάγκῃ τοὺς σέβοντας τὸν ὅρκον συναρμόζουσα. καὶ ἡ μὲν πρώτη καὶ ἀπόρρητος εὐορκία διὰ τῆς εἰς θεὸν ἐπιστροφῆς αὖθις ἀναλαμβάνεσθαι πέφυκε ταῖς καθαρτικαῖς ἀρεταῖς τὴν παρέκβασιν ἰωμένη τοῦ θείου ὅρκου, ἡ δὲ βιωτικὴ
5εὐορκία ταῖς πολιτικαῖς ἀρεταῖς διασῴζεται. μόνοι γὰρ οἱ τὰς ἀρετὰς ταύτας κεκτημένοι καὶ εὐορκεῖν ἐν τοῖς κατὰ τὸν βίον δύνανται, ἡ δὲ κακία μήτηρ ἐπιορκίας τῷ

2

.

7

ἀβεβαίῳ τοῦ ἤθους τὸν ὅρκον καταπατοῦσα. πῶς γὰρ ἂν ὁ φιλοχρήματος ἢ πρὸς ἀργυρίου λῆψιν ἢ ἀπόδοσιν εὔορκός ποτε γένοιτο, πῶς δὲ ὁ ἀκόλαστος ἢ ὁ δειλὸς ἐμμείνειε τοῖς ὅρκοις; καὶ οὐχ, ὅπου δ’ ἂν ἑκάτερος αὐτῶν οἰηθείη
5πλέον τι ἕξειν, ἐν οἶς ἐστιν ἥττων, ἐνταῦθα τὸ σέβας τῶν ὅρκων ἀποδύσεται, θνητὰ καὶ ἐπίκηρα τῶν θείων ἀγαθῶν ἀνταλλαττόμενος; οἷς δὲ καλῶς τὸ τῶν ἀρετῶν ἐνίδρυται κτῆμα, τούτοις εὖ καὶ τὸ σέβας τῶν ὅρκων διασῴζεσθαι

2

.

8

πέφυκεν. μελέτη δὲ ἀρίστη τοῦ τηρεῖν τὸ περὶ αὐτῶν σέβας τὸ μὴ πυκνῶς μηδὲ ὡς ἔτυχε χρῆσθαι τῷ ὅρκῳ μηδὲ ἐπὶ τοῖς παρατυχοῦσι μηδὲ εἰς ἀναπλήρωσιν λόγου μηδὲ εἰς πίστωσιν διηγήματος, ἀλλ’ ὡς οἷόν τε τηρεῖν αὐτοῦ τὴν
5χρείαν ἐν τοῖς ἀναγκαίοις τε ἅμα καὶ τιμίοις καὶ τότε, ὅτε οὐδεμία ἄλλη τῶν τοιούτων σωτηρία παραφαίνεται εἰ μὴ

2

.

9

διὰ μόνης τῆς ἐκ τοῦ ὅρκου ἀληθείας. ἔσται δὲ ταῦτα πιστὰ τοῖς ἀκούουσιν, εἰ τὸν τρόπον σύμφωνον τῷ ὅρκῳ παρεχοί‐
μεθα καὶ μηδεμίαν ὑποψίαν καταλείποιμεν, ὡς ἄρα ποτὲ τῶν ἀνθρωπίνων πραγμάτων φανείη τι μεῖζον ἡμῖν ἀληθείας16
5εἴτε ἀνωμότοις εἴτε καὶ ὀμνύουσιν. τὸ δὴ σέβου ὅρκον οὐ μόνον εὐορκεῖν ἀλλὰ καὶ ἀπέχεσθαι ὅρκου παρεγγυᾷ. οὕτω γὰρ ἂν τηρήσαιμεν τὸ ἀεὶ εὐορκεῖν, εἰ μὴ καταχρησοί‐ μεθα τῷ ὅρκῳ. καὶ γὰρ ἐν τῇ συνεχείᾳ τοῦ ὀμνύειν ῥᾳδίως ἂν μεταπέσοι τις εἰς ἐπιορκίαν, φειδοῖ δὲ τήρησις ἕπεται.
10ἢ γὰρ οὐκ ὀμεῖται ἤ, ὅταν ὄμνυσιν, εὐορκήσει, καὶ οὔτε ἂν ὑπὸ συνηθείας προδράμοι ἡ γλῶττα οὔτε ὑπὸ παθῶν

2

.

10

ἀκρατείας ἡ διάνοια σφαλείη. τὴν μὲν γὰρ ὁ τρόπος ὀρθώσει χρηστὸς ὤν, τὴν δὲ τὸ ἔθος τῆς ἐποχῆς τοῦ ὀμνύναι. πρέπει δὲ τῇ προειρημένῃ τιμῇ τῶν θεῶν ἡ εὐορκία ὡς ἀεὶ σύμφυτος καὶ ὀπαδὸς τῆς εὐσεβείας· καὶ γὰρ καὶ ὁ ὅρκος τοῦ θείου
5νόμου ἦν φύλαξ κατὰ τὴν τοῦ παντὸς διακόσμησιν. τίμα οὖν τὸν νόμον ἑπόμενος αὐτοῦ τῇ διατάξει καὶ σέβου τὸν ὅρκον τῷ μὴ προχείρως αὐτῷ καταχρῆσθαι, ἵν’ ἐθισθῇς

2

.

11

εὐορκεῖν ἐκ τοῦ μὴ εἰθίσθαι ὀμνύναι. μέρος γὰρ οὐ μικρόν ἐστι τῆς εὐσεβείας ἡ εὐορκία. καὶ περὶ μὲν τοῦ πρώτου γένους τῶν κρειττόνων καὶ τοῦ θείου νόμου τοῦ τῆς τάξεως ἡγουμένου καὶ τοῦ συνεπομένου ὅρκου τῷ νόμῳ τοσαῦτα.
5ὅτι δὲ καὶ τὸ μετὰ θεοὺς γένος, ὃ ἔφαμεν ἀγγελικὸν εἶναι, δευτέρως χρὴ τιμᾶν, ἐπάγει·

3

n

ἔπειθ’ ἥρωας ἀγαυούς.

3

.

1

Οὗτοι ἦσαν τὸ μέσον γένος τῶν λογικῶν οὐσιῶν, οἳ μετὰ θεοὺς τοὺς ἀθανάτους τὴν ἐφεξῆς πληροῦντες χώραν προηγοῦνται τῆς ἀνθρωπίνης φύσεως καὶ συνάπτουσι δι’ ἑαυτῶν τὰ ἔσχατα τοῖς πρώτοις. τούτοις οὖν ὡς δευτέροις17
5τὴν δευτέραν τιμὴν ἀποδιδόναι δεῖ προσυπακούοντας καὶ

3

.

2

ἐπ’ αὐτῶν τὸ τίμα, νόμῳ ὡς διάκεινται. ἡ γὰρ ὅλη δύναμις τῆς τιμῆς ἐν τῇ γνώσει τῆς οὐσίας τῶν τιμωμένων κεῖται, ἀφ’ ἧς καὶ τὸ τῶν δεόντων εἰπεῖν τι ἢ πρᾶξαι πρὸς τὰ τιμώμενα εὖ καὶ καλῶς ἐξευρίσκεται. πῶς γὰρ ἂν διαλεχθείη
5τις, οἷς ἀγνοεῖ; πῶς δὲ δῶρον προσάξει τούτοις, ὧν τὴν ἀξίαν οὐκ οἶδεν; ἡ πρώτη οὖν καὶ ὄντως τιμὴ καὶ ἐπὶ τῶν ἀγαυῶν ἡρώων ἐστὶν ἡ τῆς οὐσίας αὐτῶν καὶ τῆς τάξεως γνῶσις καὶ ἡ τῆς παρεπομένης ἐνεργείας καὶ εἰς τόδε τὸ

3

.

3

πᾶν διατεινούσης συντελείας εἴδησις. συμμέτρως δὲ ταῖς οὐσίαις ἐπὶ πάντων ποιεῖσθαι δεῖ τὴν τιμήν· τοῦτο δὲ ἀπὸ τῆς περὶ αὐτὰς ἐπιστήμης παραγίνεται. ὅταν γάρ, ὡς ἕκαστα φύσεως ἔχει καὶ τάξεως, διαγνῶμεν, τότε καὶ
5ἑπομένως τῷ νόμῳ τὴν τιμὴν αὐτοῖς ἀποδώσομεν. τιμή‐ σομεν δὲ οὐδὲν τῶν χειρόνων τῆς ἀνθρωπίνης οὐσίας, ἀλλὰ μόνα προηγουμένως μὲν τὰ φύσει κρείττονα καὶ τὰ ἴσα δὲ

3

.

4

ἀρετῆς ὑπεροχῇ κοσμηθέντα. ἔστι δὲ τῶν φύσει κρειττόνων πρώτιστος καὶ ἄριστος ὁ δημιουργὸς θεός, ἀσυγκρίτως τῶν πάντων προτιμώμενος· ὡς δὲ ἐν κόσμῳ, πρῶτοι οἱ ἀπ’ αὐτοῦ καὶ μετ’ αὐτόν, ἀτρέπτως αὐτὸν νοοῦντες καὶ ἀπαθῶς
5ἐνεικονιζόμενοι τὴν ἀπὸ τῆς δημιουργικῆς αἰτίας εἰς αὐτοὺς κατιοῦσαν τῶν ἀγαθῶν μετουσίαν, οὓς ὁ παρὼν λόγος ἀθανάτους θεοὺς προσεῖπεν, ὅτι οὐκ ἀποθνῄσκουσιν οὐδὲ ἀποβάλλουσι τὴν πρὸς τὸν θεὸν ὁμοίωσιν, ἀλλ’ ἀεὶ καὶ

3

.

5

ὡσαύτως ἐν αὐτῇ διατελοῦσιν. μέσοι δὲ οὐσίᾳ καὶ τιμῇ οἱ νῦν λεγόμενοι ἥρωες ἀγαυοί, ἀεὶ μὲν νοοῦντες τὸν δημιουργὸν καὶ τῇ παρ’ αὐτοῦ εὐζωίᾳ καταλαμπόμενοι, οὐχ ὡσαύτως δὲ οὐδὲ ἀτρέπτως. ἐν γὰρ τῷ μέσως ἡνῶσθαι πρὸς τὸν18
5θεὸν καὶ τροπὴν ἀκάκυντον ἐπιδεχόμενοι ἄλλοτε ἄλλαις ἐπιβολαῖς περὶ αὐτὸν χορεύουσι καὶ τὴν ἀμετάβλητον καὶ ἡνωμένην θεωρίαν τῶν πρώτων τῇ ἐαυτῶν πεπληθυσμένῃ γνώσει διαιροῦσί τε ἅμα καὶ συνάγουσι, τὰ πέρατα τῆς ἐκείνων ἐποπτείας ἀρχὰς τῆς ἑαυτῶν ποιούμενοι μυήσεως.

3

.

6

οἳ δὴ καὶ εἰκότως ἀγαυοὶ ἥρωες λέγονται, ἀγαυοὶ μὲν ὡς ἀγαθοὶ ὄντες καὶ φωτεινοὶ ἀεὶ καὶ μὴ ἐν κακίᾳ μὴτε ἐν λήθῃ ποτὲ γινόμενοι, ἥρωες δὲ ὡς ἔρωές τινες ὄντες καὶ ἤρωες οἷον ἐρωτικοὶ καὶ διαλεκτικοὶ ἐρασταὶ τοῦ θεοῦ
5αἴροντες ἡμᾶς καὶ κουφίζοντες πρὸς τὴν θείαν πολιτείαν ἀπὸ τῆς ἐν γῇ διατριβῆς. τοὺς δὲ αὐτοὺς καὶ δαίμονας ἀγαθοὺς καλεῖν ἔθος ὡς ὄντας δαήμονας καὶ ἐπιστήμονας τῶν θείων νόμων, ἔστι δὲ ὅτε καὶ ἀγγέλους ὡς ἐκφαίνοντας

3

.

7

καὶ διαστέλλοντας ἡμῖν τοὺς πρὸς εὐζωΐαν κανόνας. πολλάκις δὲ καὶ ταῖς τρισὶν ἐπινοίαις χρώμενοι τὸ πλάτος τοῦ μέσου γένους εἰς τρία τέμνομεν καὶ τὸ μὲν προσεχὲς τοῖς οὐρανίοις καλοῦμεν ἀγγέλους, τὸ δὲ τοῖς ἐπιγείοις συναπτόμενον
5ἥρωας καὶ τὸ ἐξ ἴσου τῶν ἄκρων ἀμφοτέρων ἀπέχον δαίμονας, ὥσπερ πολλαχοῦ ποιεῖ Πλάτων. ἔνιοι δὲ ὅλον τὸ μέσον γένος ἑνὶ τῶν τριῶν προσαγορεύουσιν ὀνόματι, ἀγγέλους πάντας λέγοντες ἢ δαίμονας ἢ ἥρωας, δι’ ἃς εἴπομεν αἰτίας, ὥσπερ καὶ νῦν τὸ μέσον γένος πᾶν ἥρωας
10ἀγαυοὺς εἶπεν, οὕτως ἔχοντας πρὸς τὸ πρῶτον γένος ὡς

3

.

8

αὐγὴ πρὸς πῦρ καὶ ὡς παῖς πρὸς πατέρα. ὅθεν καὶ θεῶν παῖδες οἱ ἥρωες εἰκότως ἐπευφημοῦνται, οὐκ ἐκ θνητῆς συνουσίας αὐτοῖς γενόμενοι, ἀλλ’ ἐκ τῆς μονοειδοῦς αὐτῶν αἰτίας προϊόντες οἷον φῶς τῇ οὐσίᾳ τοῦ φωτεινοῦ σώματος19
5σύνδρομον, φῶς δὲ ὕπαιθρον καὶ καθαρόν, μεθ’ ὃ ἐπινοεῖται τὸ ἐν σκιᾷ φῶς καὶ τὸ ὑποσυμμιγὲς σκότῳ γινόμενον, πρὸς ὃ τὴν ἀναλογίαν ἔχει τὸ τρίτον καὶ ἀνθρώπινον γένος τῷ εἰς κακίαν ποτὲ καὶ λήθην ἐπιρρεπὲς εἶναι, οἷς καὶ τοῦ ἀεὶ νοεῖν τὸν θεὸν ἀφίσταται ἄνθρωπος, τῶν μὲν ἀεὶ
10νοούντων ἀπολειπόμενος τῷ ποτὲ μὴ νοεῖν, τῶν δὲ ἀλόγων ἀναβεβηκὼς τῷ ποτὲ νοεῖν καὶ πρὸς τὴν θείαν ἐπιστήμην ἀνακαλεῖσθαι, ὅτε καὶ τῷ θείῳ συντάττεται χορῷ τὸν ὑλικὸν φθόνον ἀποφυγὼν καὶ τὴν θνητὴν προσπάθειαν ἀποσεισά‐

3

.

9

μενος. τότε οὖν καὶ τιμῆς ἄξιος παρ’ ἡμῶν ὁ τῆς θείας ἀποδοχῆς ἠξιωμένος ὡς τὸ τῆς φύσεως ἴσον τῇ κρείττονι μετουσίᾳ κοσμήσας. προσήκει γὰρ τιμᾶν τῷ ἐραστῇ τοῦ θεοῦ καὶ τὰ ὁπωσοῦν ὡμοιωμένα αὐτῷ, εἴτε ἐξ ἀϊδίου τὴν
5ὁμοίωσιν εἴη κεκτημένα, εἴτε ἀπό τινος χρόνου τυγχάνοι ταύτην ἀσκήσαντα, οἷοί εἰσιν οἱ ἀρετῇ διενεγκόντες ἄνθρωποι, περὶ ὧν ἑξῆς ὁ παρὼν λόγος νομοθετεῖ.

4

n

Τούς τε καταχθονίους σέβε δαίμονας ἔννομα ῥέζων.

4

.

1

Τὰς ἀνθρωπίνας ψυχὰς ἀληθείᾳ καὶ ἀρετῇ κοσμηθείσας
δαίμονας καλεῖ ὡς δαήμονας καὶ ἐπιστήμονας. εἶτα χωρίζων αὐτὰς τῶν φύσει δαιμόνων, οἳ τὸ μέσον γένος πληροῦσι, καταχθονίους προσεῖπεν ὡς δυναμένας ἐπὶ γῆς20
5πολιτεύεσθαι καὶ γήινα σώματα ὑπεισιέναι καὶ κατὰ γῆς οἰκεῖν, ἵνα τῷ μὲν δαίμονας εἰπεῖν χωρίσῃ τῶν φαύλων καὶ ἀνεπιστημόνων ἀνθρώπων ὡς ἀδαημόνων τινῶν καὶ οὐ δαιμόνων, τῷ δὲ καταχθονίους προσθεῖναι διαστήσῃ τῶν ἀεὶ δαιμόνων καὶ ἐπιστημόνων ἀεὶ καὶ ἐπὶ γῆς πολιτεύεσθαι

4

.

2

μὴ πεφυκότων μηδὲ γηΐνοις συζῇν σώμασιν. ἡ γὰρ τοῦ καταχθονίου δαίμονος πρόσρησις οὐδενὶ ἄλλῳ προσήκει ἢ τῷ φύσει μὲν ὄντι ἀνθρώπῳ, σχέσει δὲ γενομένῳ δαίμονι καὶ δαήμονι τοῦ θεοῦ καὶ ἐπιστήμονι, ἐπειδὴ τὸ τρίτον
5γένος χθόνιον ἰδίως λέγεται ὡς ἔσχατον ἐν λογικαῖς οὐσίαις καὶ χθονίας ζωῆς ἐπιστρεφόμενον. τὸ γὰρ πρῶτον οὐράνιον ἦν καὶ τὸ μέσον αἰθέριον. πάντων οὖν ἀνθρώπων ὄντων κατὰ τοῦτο χθονίων ὡς τρίτων λογικῶν, οὐ πάντων δὲ δαιμόνων οὐδὲ σοφῶν, εἰκότως ἐπισυνάψας εἶπε κατα‐
10χθονίους δαίμονας τοὺς σοφοὺς ἀνθρώπους. οὔτε γὰρ πάντες ἄνθρωποι σοφοί εἰσιν οὔτε πάντες οἱ σοφοὶ ἄνθρωποί εἰσιν, ἀλλὰ καὶ ἥρωες ἀγαυοὶ καὶ ἀθάνατοι θεοί, φύσει κρείττονες

4

.

3

ἀνθρώπων ὄντες, σοφοί τέ εἰσι καὶ ἀγαθοί. τοὺς οὖν τοῖς θείοις γένεσι συντεταγμένους ἀνθρώπους σέβειν ὁ λόγος παραινεῖ, τοὺς ἰσοδαίμονας καὶ ἰσαγγέλους καὶ τοῖς ἀγαυοῖς ἥρωσιν ὁμοίους. μὴ γὰρ φαῦλόν τι δαιμόνων γένος ὑπολά‐
5βωμεν εἰσηγεῖσθαι δεῖν τιμᾶν, ὡς ἄν τῳ δόξειεν ὑπὸ τῆς συνηθείας τὴν λέξιν ἐμφαίνειν. ὅλως γὰρ τὰ χείρονα τῆς ἀνθρωπίνης οὐσίας οὐ καθήκει τιμᾶν τῷ ἐρωτικῶς ἔχοντι

4

.

4

τοῦ θεοῦ καὶ τῆς ἑαυτοῦ ἀξίας ᾐσθημένῳ. ἀλλ’ οὐδὲ αὐτὸν
τὸν ἄνθρωπον μετὰ τὰ κρείττονα τιμήσομεν, ἐὰν μὴ τοῖς κρείττοσιν ὡμοιωμένος ᾖ καὶ τῷ θείῳ χορῷ συμφερόμενος. τίς οὖν ἡ τιμὴ καὶ τούτων; τὸ ἔννομα ῥέζειν, φησίν. τοῦτο21
5δέ ἐστι τὸ πείθεσθαι, οἷς ἀπολελοίπασιν ἡμῖν παραγγέλ‐ μασι, καὶ ὡς νόμοις ἐμμένειν τοῖς ἐκείνων λόγοις καὶ τὴν αὐτὴν ὁδὸν μετιέναι τοῦ βίου, ἣν ἐκεῖνοι διελθόντες οὐκ ἐφθόνησαν ταύτης ἡμῖν μεταδοῦναι, ἀλλ’ ὥσπερ τινὰ ἀθάνατον καὶ πατρῷον κλῆρον διηγωνίσαντο τοῖς μεταγε‐
10νεστέροις διαφυλάξαι, τὰ στοιχεῖα τῶν ἀρετῶν καὶ τῆς ἀληθείας τοὺς κανόνας εἰς κοινὸν ὄφελος ἐν γράμμασι καταθέμενοι, οἷς τὸ πείθεσθαι καὶ ζῆν ἑπομένως ἀλη‐ θεστέρα ἐκείνων τιμὴ γίνεται, ἢ εἴ τις χοὰς αὐτοῖς ἐπιφέροι

4

.

5

πολυτελεστάτας καὶ ἐναγίζοι πλουσίως. τοιαύτη μὲν ἡ τῶν κρειττόνων τιμὴ ἀπὸ τοῦ δημιουργοῦ ἀρξαμένη καὶ εἰς ἀνθρώπους τοὺς ἀγαθοὺς περατουμένη διὰ μέσων τῶν οὐρανίων καὶ αἰθερίων γενῶν. ἐπειδὴ δὲ καὶ τῶν κατὰ τὸν
5βίον σχέσεων πλεῖστον δεῖ ποιεῖσθαι λόγον οἷον πατέρων καὶ συγγενῶν, οἳ οὐ πάντως μέν εἰσιν ἀγαθοί, πάντως δὲ τὸ τίμιον ὡς πρὸς ἡμᾶς τῇ ἀξίᾳ τῆς σχέσεως κέκτηνται, τούτου χάριν ἐπήγαγεν·

5

n

σούς τε γονεῖς τίμα τούς τ’ ἄγχιστ’ ἐκγεγαῶτας.

5

.

1

Τοὺς μὲν ἀγαθοὺς ἀνθρώπους ὡς δαιμονίους καὶ θείους σέβειν ὁ λόγος ὑπέθετο· τοὺς δὲ γονέας καὶ τοὺς ἐγγύς τι
τούτων τῇ φυσικῇ συγγενείᾳ προσήκοντας, ὁποῖοί ποτ’ ἂν ὦσι, δι’ αὐτὴν τὴν τῆς σχέσεως ἀνάγκην τιμᾶν εἰσηγεῖται.22
5ὅπερ γὰρ ἡμῖν οἱ κρείττονές εἰσι κατὰ τὴν ἀΐδιον συγγένειαν, πατέρων μὲν τάξιν ἔχοντες οἱ οὐράνιοι, συγγενῶν δὲ τιμίων οἱ ἥρωες, τοῦτο πρὸς τὸν θνητὸν βίον συντελοῦσιν ἡμῖν οἱ γονεῖς καὶ οἱ ἀγχιστεῖς, οἱ ἐγγύτατα γονέων ὄντες καὶ διὰ

5

.

2

τοῦτο τῇ μετὰ γονέας τιμῇ σεμνυνόμενοι. πῶς οὖν καὶ τούτους τιμήσωμεν; ἆρα τὸν ἑαυτῶν βίον πρὸς τὴν ἐκείνων ἀπευθύνοντες γνώμην, ὥστε ταῦτα δοξάζειν τε καὶ πράττειν, ἃ ἂν ἐκείνοις ᾖ φίλα; ἀλλ’ οὕτως ἂν περιτραπείη ἡ τῶν
5ἀρετῶν ἄσκησις πρὸς κακίας σπουδήν, εἰ τύχοιεν ὄντες πονηροὶ οἱ πατέρες. ἀλλ’ ἀτιμάσωμεν αὐτοὺς εἰς πάντα διὰ τὴν τῆς κακίας κατάγνωσιν; καὶ πῶς ἔτι τῷ παρόντι νόμῳ πειθόμεθα; πῶς δὲ τὴν θεοειδῆ εἰκόνα τῶν γονέων ἢ τὴν ἡρωϊκὴν τῶν ἀγχιστέων ἔμφασιν μὴ τιμῶντες οὐκ
10εἰς ἐκείνους ἀσεβήσομεν, οἷς τούτους ἐοικέναι φαμέν; καὶ οὕτως ἡ δοκοῦσα δι’ ἀπειθείας γονέων ἀρετὴ ἡμῖν ἀσκεῖσθαι

5

.

3

εἰς μεῖζον κακὸν περιστήσεται, τὴν ἀσέβειαν. πειθόμενοι δὲ πάντα γονεῦσι πῶς οὐ πάλιν τῆς εὐσεβείας ἀποπέσοιμεν καὶ τῆς ἄλλης ἀρετῆς, εἰ τύχοιεν ἐκεῖνοι διὰ μοχθηρίαν τρόπου μὴ πρὸς τὰ ὄντως καλὰ παιδαγωγοῦντες ἡμᾶς; εἰ μὲν γὰρ
5τοῦτο πάντως ἦν ἀληθὲς καὶ καλόν, ὃ τοῖς γονεῦσι παρίστατο, σύμφωνος ἡ τῶν γονέων τιμὴ τῇ τῶν κρειττόνων ἐγίνετο. εἰ δὲ ἔστιν ὅτε τῶν θείων νόμων ἀνήκοός ἐστιν ἡ τῶν γονέων προαίρεσις, τί δεῖ ποιεῖν εἰς ἀντινομίαν ἐμπεσόντας τοιαύτην ἢ τοῦτο, ὃ καὶ ἐπὶ τῶν ἄλλων καθηκόντων ἐκ
10περιστάσεως εἰς ἐναντίωσιν ἐλθόντων προσήκει φυλάττειν;

5

.

4

μειζόνων γὰρ καὶ ἐλαττόνων προκειμένων καλῶν τὰ μείζονα πρὸ τῶν ἐλαττόνων ποιεῖσθαι δεῖ, ὅταν μὴ ἀμφότερα ἐξῇ διασῴζειν. οἷον καλὸν μὲν τῷ θεῷ πείθεσθαι, καλὸν δὲ καὶ τοῖς γονεῦσιν. εἰ δὴ πρὸς ταὐτὰ ἡ ἀμφοτέρων ἄγοι πειθώ,23
5ἕρμαιον ἂν εἴη καὶ ἄμαχον· εἰ δὲ πρὸς ἄλλο μὲν ὁ θεῖος νόμος, πρὸς ἄλλο δὲ οἱ γονεῖς φέροιεν, μαχομένης τῆς αἱρέσεως τοῖς ἀμείνοσιν ἕπεσθαι δεῖ πρὸς ταῦτα μόνον ἀπειθοῦντας γονεῦσι, πρὸς ἃ καὶ αὐτοὶ τοῖς θείοις νόμοις

5

.

5

οὐ πείθονται. τὸν γὰρ φυλάττειν βουλόμενον τοὺς τῆς ἀρετῆς κανόνας οὐχ οἷόν τε τοῖς τούτους παραβαίνουσι συμφωνεῖν. εἰς δὲ τὰ ἄλλα πάντα γονέας τιμήσωμεν ὑπερβαλλόντως, σώματος ὑπηρεσίαν καὶ χρημάτων χορη‐
5γίαν αὐτοῖς ὑπέχοντες ὅτι μάλιστα προθυμοτάτην. δίκαιον γὰρ χρῆσθαι αὐτούς, οἷς ἐγέννησάν τε καὶ ἔθρεψαν. ὃ δὲ τῆς ἀπ’ ἐκείνων διαδοχῆς οὐκ ἤρτηται, τοῦτο ἐλεύθερον τῆς ἀπ’ ἐκείνων δεσποτείας ἀφίησιν ὁ νόμος καὶ τὸν ὄντως πατέρα ζητεῖν παρακελεύεται κἀκείνου ἔχεσθαι καὶ
10τῆς πρὸς ἐκεῖνον ὁμοιώσεως πλείστην ἐπιμέλειαν ποιεῖσθαι.

5

.

6

καὶ οὕτως ἀμφότερα συμβαίνει, τά τε θεῖα ἀγαθὰ δύνασθαι τηρεῖν καὶ τὰ ἀνθρώπινα, καὶ οὔτε δι’ οἴησιν ἀρετῆς γονέων θεραπείας ὀλιγωρήσομεν οὔτε διὰ τὴν ἀνόητον ὕπειξιν τὸ μέγιστον τῶν κακῶν ἀσέβειαν εἰσδεξόμεθα. εἰ
5γὰρ προτείνοιεν θάνατον μὴ πειθομένοις ἢ κλήρου ἀλλο‐ τρίωσιν, οὐδὲν ἐκφοβεῖσθαι δεῖ τοῖς τοιούτοις ἀλλ’ εὖ εἰδέναι, τί τὸ ταῦτα πεισόμενον, καὶ ὅτι ᾧ ἐγέννησαν ἀπειλοῦσι μόνῳ· τὸ δὲ ἀπαθὲς τούτων ἐλεύθερον προσήκει

5

.

7

τηρεῖν καὶ μόνῳ θεῷ εὐπειθές. τιμὴ οὖν γονέων ἡ ὄντως, ἣν δίδωσιν ὁ τῆς ἀρετῆς σκοπός, μήτε σωμάτων φειδο‐
μένων ἡμῶν μήτε χρημάτων, ἀλλ’ ἑκόντων αὐτοῖς ὑποταττο‐ μένων εἰς πάντα τὰ τοιαῦτα. πρέπει γὰρ μήτε τὴν δι’ αὐτουρ‐24
5γίας θεραπείαν ἐπειγομένων παραιτεῖσθαι, ἐνευσχημονεῖν δὲ μᾶλλον αὐτῇ, ὅσῳ ἂν μᾶλλον ἐπίπονος γένηται καὶ δουλοπρε‐ πής, μήτε οὐσίας δαπανωμένης φειδωλοὺς γίνεσθαι, ἀλλὰ πάντα πρὸς τὴν ἐκείνων χρείαν ἐτοίμως παρέχεσθαι γεγηθότας καὶ ἡδομένους ἐπὶ τοῖς εἰς ἐκείνους πόνοις τε
10καὶ ἀναλώμασιν. τὸ γὰρ εὐχαρίστως ταῦτα ποιεῖν καὶ τὸν τῆς ἀρετῆς διασῴζει νόμον καὶ τὸν τῆς φύσεως ἀποδίδωσιν

5

.

8

ἔρανον. τοιαύτη μὲν ἡ γονέων τιμή. ἡ δὲ τῶν ἀγχιστέων, δευτέρα μετ’ ἐκείνην τεταγμένη, πρὸς τὴν τῆς φύσεως ἐγγύτητα παραμετρήσει τὴν θεραπείαν, τοσοῦτον τῆς μετὰ γονέας τιμῆς ἑκάστῳ τῶν συγγενῶν νέμουσα, ὅσον ἂν ἡ
5πρὸς ἐκείνους ἐγγύτης ὑποφαίνῃ· δῆλον δὲ ὅτι καὶ ἐπὶ τούτων τῆς ἀρετῆς ἀδεσπότου μενούσης.

6

n

τῶν δ’ ἄλλων ἀρετῇ ποιεῦ φίλον, ὅστις ἄριστος.

6

.

1

Μετὰ τὴν πρώτην τιμὴν τῆς ἄνω συγγενείας καὶ τὴν ἑπομένην ἐκείνῃ τὴν περὶ γονέας καὶ συγγενεῖς ἀκολούθως ὁ φιλοποιὸς παραδίδοται νόμος, τῶν ἔξω τοῦ γένους τὸν ἄριστον εἰς φιλίαν ἐκλέγεσθαι καὶ πρὸς τὴν τῶν ἀρετῶν
5κοινωνίαν αὐτῷ συνάπτεσθαι κελεύων, ἵνα τὸν ἀγαθὸν ἄνδρα δι’ ἀγαθὴν αἰτίαν ἔχοιμεν φίλον καὶ μὴ κατ’ ἄλλας χρείας αὐτὸν οἰκειώμεθα, ὡς ἐοικέναι τὸ παράγγελμα τοῦτο τῇ περὶ τῶν μετηλλαχότων τὸν βίον σπουδαίων

6

.

2

ἀνδρῶν ὑποθήκῃ. ὡς γὰρ ἐκεῖ τοὺς ἐπιστήμονας μόνους ἀνθρώπων ἔλεγε δεῖν τιμᾶν, οὕτως ἐνταῦθα τοὺς ἀγαθοὺς φιλοποιεῖσθαι παραινεῖ μόνους, διδοὺς ἐπὶ μὲν τῶν ἄλλων ἐκλογήν, ἐπὶ δὲ γονέων καὶ συγγενῶν ἀρκούμενος τῇ φύσει.25
5ἁπλῶς γὰρ τὸ πρόσωπον τοῦ πατρὸς καὶ τοῦ ἀδελφοῦ συνεισάγει τὴν τιμήν, ἐπὶ δὲ τῶν ἄλλων ἡ ἀρετὴ ποιεῖ τὸ τίμιον ὥσπερ καὶ ἐπὶ τῶν ἐκ τοῦ βίου ἀπελθόντων. τὰ δὲ πρὸ τούτων κατ’ αὐτὴν τὴν φύσιν ἐστὶ τίμια, ἐκεῖ μὲν θεοὶ καὶ ἥρωες, ἐνταῦθα δὲ πατέρες καὶ συγγενεῖς ἐν
10θνητῇ φύσει τῆς ἀθανάτου συγγενείας ἡμῖν εἰκόνας

6

.

3

προτείνοντες. τοιαύτη μὲν ἡ θήρα πρώτη καὶ ἡ κτῆσις τοῦ φίλου. τίς δὲ ἡ τήρησις αὐτοῦ ἡ πρὸς κοινωνίαν τῶν ἀγαθῶν ἡμῖν συντελοῦσα καὶ τίς ἡ ἀπόθεσις, ἐὰν πρὸς τὸ χεῖρον μεταβαλλόμενος φαίνηται καὶ μὴ πειθόμενος ταῖς
5πρὸς τὸ βέλτιον ἀγούσαις συμβουλίαις, ἐξῆς λέγει.

7

n

Πραέσι δ’ εἶκε λόγοις ἔργοισί τ’ ἐπωφελίμοισι, μηδ’ ἔχθαιρε φίλον σὸν ἁμαρτάδος εἵνεκα μικρῆς, ὄφρα δύνῃ· δύναμις γὰρ ἀνάγκης ἐγγύθι ναίει.

7

.

1

Πῶς δεῖ προσφέρεσθαι τοῖς φίλοις ἐνταῦθα διαλέγεται, καὶ πρῶτον μέν, ὅτι τὰ καλὰ εἰσηγουμένοις αὐτοῖς καὶ ἐπ’ ὠφελείᾳ τῇ ἡμετέρᾳ πράττουσιν ὁτιοῦν ἑκόντας δεῖ πειθαρχεῖν. πρὸς γὰρ τοῦτο τὸ κοινωνικὸν ἀγαθὸν ὁ τῆς
5φιλίας συνάπτει νόμος, ὅπως ἡμεῖς τε ὠφελώμεθα παρ’ ἐκείνων εἰς ἀρετῆς ἐπίδοσιν καὶ παρ’ ἡμῶν ἐκεῖνοι. ὡς
γὰρ κοινὴν ὁδὸν τοῦ ἀρίστου βίου πορευομένους, ὅπερ ἂν ἄλλος ἄλλου μᾶλλον προειδῇ, τοῦτο καὶ εἰς κοινὸν ὄφελος κατατίθεσθαι δεῖ, πράως μὲν εἴκοντας τοῖς καλῶς ὑφηγου‐26
10μένοις τῶν φίλων, πράως δὲ αὐτοῖς τῶν καλῶν τὴν κοινω‐ νίαν προτείνοντας, περὶ δὲ χρημάτων ἢ δόξης ἤ τινος ἄλλου τῶν ἐκ τῆς θνητῆς συστοιχίας μηδεπώποτε αὐτοῖς διαφερομένους. τοῦτο γὰρ ἦν ἁμαρτάδος εἵνεκα μικρῆς εἰς ἀπέχθειαν καθίστασθαι τοῖς περὶ τὰ μέγιστα ἀγαθὰ

7

.

2

φίλοις ἡμῖν ὑπάρχουσιν. εἰς πάντα οὖν τῶν φίλων ἀνεξό‐ μεθα ὡς ὑπὸ μεγίστης ἀνάγκης τῆς φιλικῆς διαθέσεως πιεζόμενοι πλὴν ἑνός. οὐ γὰρ δὴ καὶ πρὸς τὸ χεῖρον ὑποφερο‐ μένοις αὐτοῖς εἴξομεν, οὐδὲ μεταβαλλομένοις ἐκ τῆς περὶ
5φιλοσοφίαν σπουδῆς εἰς ἑτέραν τινὰ τοῦ βίου πρόθεσιν ἐπακολουθήσομεν καὶ αὐτοὶ συνεκφερόμενοι τοῖς ἀποπίπτου‐ σιν ἀπὸ τοῦ πρὸς ἀρετὴν σκοποῦ, ἀλλὰ μάλιστα μὲν πάσῃ

7

.

3

μηχανῇ πειρασόμεθα τὸν φίλον ἐπανορθώσασθαι. μὴ πεί‐ θοντες δὲ ἡσυχίαν ἕξομεν, οὔτε ἐχθρὸν ποιούμενοι διὰ τὴν προϋπηργμένην φιλίαν οὔτε φίλον ἔτι διὰ τὴν πρὸς τὸ χεῖρον μεταβολήν, ὥστε τούτου χάριν τὸν φίλον ποτὲ
5ἀποθησόμεθα ὡς μηκέτι δυνάμενον εἶναι κοινωνὸν ἡμῖν ἀρετῆς, ἧς ἕνεκα καὶ τὴν ἀρχὴν φίλον αὐτὸν ἐποιησάμεθα. ἡ δὲ ἀπόθεσις φυλαττέτω τὸ μὴ εἰς ἔχθραν μεταπεσεῖν.

7

.

4

δεῖ γάρ, εἰ κἀκεῖνος τῆς φιλίας ἑαυτὸν ὑπεξήγαγεν, ἡμᾶς γοῦν πλείστην ἐπιμέλειαν ποιεῖσθαι, ὅπως ἂν ἀνακληθείη πρὸς τὸ δέον, οὐκ ἀγαπῶντας τὴν ἀπόπτωσιν τοῦ φίλου
οὐδὲ ὑπερφρονοῦντας τὸ καταδεὲς αὐτοῦ τῆς γνώμης,27
5ὀδυρομένους δὲ μᾶλλον καὶ θρηνοῦντας τῷ ὑπεραλγεῖν αὐτοῦ, καὶ ὑπερεύχεσθαι καὶ πάντα πειρᾶσθαι ποιεῖν τὰ πρὸς τὴν ἐκ μεταμελείας σωτηρίαν αὐτὸν ἐπανάγοντα.

7

.

5

τοιαῦτα δέ ἐστι τό τε περὶ χρημάτων ἢ δόξης αὐτῷ μὴ διαφέρεσθαι καὶ τὸ μὴ ἐφ’ ὕβρει τῆς κοινωνίας αὐτὸν ἀποστερεῖν μηδὲ φιλοτιμίαν ἑαυτοῦ ποιεῖσθαι τὴν ἐκείνου δυστυχίαν. ἐπειδὴ δὲ καὶ πρὸς τὴν ἀρίστην τῶν φίλων
5τήρησιν καὶ πρὸς τὴν εὔλογον ἀπόθεσιν καὶ πρὸς τὴν ἐκ μεταμελείας αὐτῶν ἐπανάκλησιν πλεῖστα συμβάλλεται τὸ ἡμέτερον ἀνεξίκακον καὶ περὶ μηδενὸς πρὸς τοὺς φίλους μικρολογούμενον μηδὲ ἐξεταστικὸν πρὸς ἀκρίβειαν, ἀλλ’ ὅσον οἷόν τε ὑπομονητικόν, διὰ τοῦτο ἐπήγαγεν· ὄφρα

7

.

6

δύνῃ. εἶτα ἵνα μὴ τὴν δύναμιν τῷ τῆς προαιρέσεως μέτρῳ κανονίσῃ τις, ἀλλ’ αὐτῷ τῷ τῆς φύσεως φορητῷ, ὅσον ἡ ἀνάγκη προσελθοῦσα ἐξευρίσκει, ἐπήγαγεν· δύναμις γὰρ ἀνάγκης ἐγγύθι ναίει. ἕκαστος γάρ, ὧν οἴεται δύνασθαι,

7

.

7

πλέον δυνάμενος ὑπὸ τῆς ἀνάγκης ἐλέγχεται. τοσοῦτον οὖν προθυμεῖσθαι χρὴ τῶν φίλων ἀνέχεσθαι, ὅσον ἡ ἀνάγκη δείκνυσιν ἡμᾶς δυναμένους, καὶ τό γε ἐξαίφνης ἀφόρητον φανὲν τῇ τῆς φιλίας ἀνάγκῃ φορητὸν ποιεῖν. μὴ γὰρ δή
5που τὰ πρὸς βίαν ἐπιταττόμενα μόνα οἰώμεθα προσήκειν γενναίως ὑπομένειν, ἀλλὰ καὶ τὰ πρὸς φυλακὴν τῶν φίλων καὶ ἀνάκλησιν συντείνοντα μείζονος ὑπομονῆς ἄξια τίθεσθαι δεῖ ὡς τῆς θείας ἀνάγκης ἐπιτάγματα. δυνατωτέρα δὲ παρὰ τοῖς εὖ φρονοῦσιν ἡ τοῦ νοῦ ἀνάγκη τῆς ἔξωθεν βίας.

7

.

8

εἴτε οὖν πρὸς τὴν ἐκ περιστάσεως ἀνάγκην ἀπίδοις, εἴτε πρὸς τὴν ἑκούσιον τὴν ἐκ τῶν ἐπιστημονικῶν ὅρων
συμπληρουμένην καὶ ἐκ τῶν θείων νόμων καθήκουσαν, ἐξευρήσεις τὸ ἐνυπάρχον σοι τῆς δυνάμεως μέτρον, ὃ νῦν28
5ὁ λόγος εἰσηγεῖται δεῖν τοῖς φίλοις εἰσφέρειν ἐν τῷ προσ‐ τάττειν μὴ προχείρως αὐτοῖς εἰς ἀπέχθειαν καθίστασθαι ἁμαρτάδος εἵνεκα μικρῆς, τὰ ἔξω τῆς ψυχῆς πάντα μικρὰ τιθέμενος καὶ ἀπαγορεύων μὴ φειδοῖ τούτων τὸν φίλον ἐχθρὸν ποιεῖν, ἀδιαφορίᾳ δὲ μᾶλλον τῇ περὶ τὰ τοιαῦτα
10καὶ τὸν ἀποπεσόντα φίλον ἀνακαλεῖσθαι καὶ πανταχοῦ τοῦτο ἑαυτοῖς συνειδέναι, ὅτι ὅσον ἐφ’ ἡμῖν καὶ τοὺς ὄντας φίλους ἐτηρήσαμεν καὶ τοὺς πρὸς τὸ χεῖρον ὑπενεχθέντας ἀνεκτησάμεθα καὶ οὔτε τὴν ἀρχὴν εἰς ἔχθραν τινὰ κατεστή‐ σαμεν οὔτε παρ’ ἑαυτοῦ γενόμενον ἐχθρὸν τοῖς ἴσοις

7

.

9

ἠμειψάμεθα. ταῦτα γὰρ ὁ τῆς φιλίας ἀπαγορεύει θεσμός, μεγίστης οὔσης ἀρετῆς καὶ ταῖς ἄλλαις ὡς τελειότητος ἐπιφαινομένης. πέρας μὲν γὰρ τῶν ἀρετῶν ἡ φιλία, ἀρχὴ δὲ ἡ εὐσέβεια καὶ ἔστιν ὁ τῆς εὐσεβείας λόγος σπέρμα
5τῶν ἀγαθῶν ἁπάντων ἡμῖν, ἡ δὲ τῆς φιλίας ἕξις ὁ τελειό‐

7

.

10

τατος τῶν ἀρετῶν καρπός. ὥσπερ οὖν δικαιοσύνης ποιεῖσθαι δεῖ λόγον οὐ μόνον πρὸς τοὺς δικαίως ἡμῖν προσφερο‐ μένους ἀλλὰ καὶ πρὸς τοὺς ἀδικεῖν ἐγχειροῦντας, ἵνα μὴ τῷ ἀνταδικεῖν εἰς τὴν ἴσην καχεξίαν αὐτοῖς ἔλθωμεν, οὕτω
5καὶ τῆς φιλίας ἀντέχεσθαι δεῖ, τοῦτ’ ἔστι τῆς φιλανθρωπίας

7

.

11

πρὸς ἅπαντας, οἳ τοῦ γένους ἡμῖν κοινωνοῦσιν. ἐν τάξει δὲ τῇ πρεπούσῃ τὰ τῆς φιλίας μέτρα ποιησόμεθα, τοὺς μὲν ἀγαθοὺς ὡς ἀποσῴζοντας τὴν τοῦ ἀνθρώπου τελειότητα καὶ διὰ τὴν φύσιν καὶ διὰ τὴν γνώμην παντοίως ἀσπαζό‐
5μενοι, τοὺς δὲ φαύλους ὡς ἂν μηδὲν ἀπὸ γνώμης εἰς αἵρεσιν
φιλίας ἡμῖν ὑπέχοντας διὰ μόνην τὴν κοινὴν φύσιν ἀγαπῶν‐ τες. διὸ καὶ λέγεται ὀρθῶς, ὅτι οὐδεὶς ἐχθρὸς τῷ σπουδαίῳ καὶ μόνος ὁ ἀγαθὸς αὐτῷ φίλος. εἰ μὲν γὰρ τὸν ἄνθρωπον φιλεῖ, οὐδὲ τὸν κακὸν ἐχθρὸν τίθεται, εἰ δὲ τὸν ἀρετῇ29
10κεκοσμημένον ζητεῖ πρὸς κοινωνία, τὸν ἀγαθὸν ἐκ πάντων ἐκλέγεται μιμούμενος καὶ ἐν τοῖς τῆς φιλίας μέτροις τὸν θεόν, ὃς μισεῖ μὲν οὐδένα ἀνθρώπων, τὸν δὲ ἀγαθὸν

7

.

12

διαφερόντως ἀσπάζεται. τὸ γὰρ τῆς φιλανθρωπίας ἀγαθὸν κοινῇ τῷ γένει προτείνων τῆς προσηκούσης μοίρας ἕκαστον ἀξιοῖ, τοὺς μὲν ἀγαθοὺς πρὸς ἑαυτὸν ἀνάγων, τοὺς δὲ τῆς ἀρετῆς φυγάδας τοῖς τῆς δίκης νόμοις πρὸς τὸ δέον
5ἀπευθύνων. τοῦτο γὰρ ἑκατέροις σύμμετρόν τε καὶ ὠφέλι‐ μον· οὕτως οὖν καὶ ἡμᾶς προσήκει τὴν φιλίαν τηρεῖν πρὸς πάντας ἀνθρώπους μετὰ τῆς πρὸς τὴν ἀξίαν ἀπονεμήσεως.

7

.

13

καὶ γὰρ σωφροσύνην καὶ δικαιοσύνην πρὸς ἅπαντας ἕξομεν καὶ οὐ πρὸς μόνους τοὺς δικαίους καὶ σώφρονας, οὐδὲ ἀγαθοὶ μὲν τοῖς ἀγαθοῖς ἐσόμεθα, κακοὶ δὲ τοῖς κακοῖς. οὕτω γὰρ ῥᾳδίως συμμεταβαλλόμενοι τοῖς προσ‐
5πίπτουσιν οὐδὲν οἰκεῖον ἕξομεν ἀγαθόν, ὃ διὰ παντὸς καὶ πρὸς πάντας τηρήσομεν. εἰ δὲ ἕξιν τὴν ἀρετὴν κεκτήμεθα, οὐκ ἔστιν ἐπὶ τῷ βουλομένῳ ταύτης ἡμᾶς ἀποστῆσαι, οὐδὲ τοῖς ἐντυγχάνουσι τὰς διαθέσεις συναλλοιώσομεν τὸ μόνι‐

7

.

14

μον τῆς ἀρετῆς εὐτυχοῦντες. ὅπερ δὲ ἐπὶ τῶν ἄλλων ἀρετῶν, τοῦτο καὶ ἐπὶ τῆς φιλίας δεήσει φυλάττειν, φιλίας, ὡς ἔφαμεν, οὔσης μεγίστης ἀρετῶν, φιλανθρωπίας δὲ κοινῶς μὲν πρὸς ἅπαντας, ἰδίως δὲ πρὸς τοὺς ἀγαθοὺς
5θεωρουμένης, ὅτε καὶ τὸ τῆς φιλίας ὄνομα αὐτῇ μᾶλλον ἐπιπρέπει. ταῦτα καὶ περὶ τούτων· ἐπὶ δὲ τὰ ἑξῆς προΐωμεν.30

8

n

ταῦτα μὲν οὕτως ἴσθι. κρατεῖν δ’ εἰθίζεο τῶνδε· γαστρὸς μὲν πρώτιστα καὶ ὕπνου λαγνείης τε καὶ θυμοῦ.

8

.

1

Συστέλλειν δεῖ ταῦτα πάντα καὶ τάττειν, ἵνα μὴ παρενοχλῇ τὸν λογισμόν. φέρε οὖν τὴν ἀλογίαν ὅλην ἐν τάξει χαλινώ‐ σωμεν ὀρθαῖς παιδαγωγίαις, ἐπειδὴ καὶ τὰ ταύτης μέρη χορηγά ἐστι κακίας ἀλλήλοις ἐφεξῆς. οἷον γαστὴρ ἄγαν
5πληρουμένη ὕπνον πολὺν ἐπάγεται, ἀμφότερα δὲ ἀφθονίαν παρέχεται σπέρματος, ἥτις ἀμέτρως ἐγείρει πρὸς ἀφροδίσια καὶ τὸ ἐπιθυμητικὸν τῆς ψυχῆς πρὸς τὸ ἀκόλαστον ἐποξύνει. τούτῳ δὲ τὸ θυμικὸν συνεκφερόμενον διὰ πάσης ἵεται μάχης, νῦν μὲν σιτία καὶ ποτὰ ἐκδικοῦν, νῦν δὲ περὶ
10ἑταίρας μαχόμενον καὶ ἄλλοτε ἄλλας ἡδονὰς φιλονεικοῦν

8

.

2

κτήσασθαι. κρατεῖν οὖν ἐθίζου τούτων ἀπὸ τῆς γαστρὸς πρώτης ἀρξάμενος, ἵνα τοῦ τε λόγου κατήκοα γίνηται τὰ ἄλογα τῆς ψυχῆς εἴδη καὶ αὐτὸς ἐπὶ σαυτοῦ τὴν εὐσέβειαν καὶ τὴν περὶ γονέας τιμὴν καὶ πάντα, ἃ μικρῷ πρόσθεν
5παρῄνεσεν ὁ λόγος, ἀπαραγώγως φυλάξαι δυνηθῇς. δύναμις γὰρ τῆς τῶν προτέρων τηρήσεως ταυτὶ τὰ ἑπόμενα, ἐπεὶ παραβαθείη ἂν πάντα ἐκεῖνα μὴ ἑπομένων τῷ λογισμῷ

8

.

3

τῶν παθητικῶν δυνάμεων. ἢ γὰρ θυμὸς ἐξετάραξε κατὰ γονέων, ἢ ἐπιθυμία πρὸς ἀπείθειαν αὐτῶν ὥπλισεν. καὶ
πάλιν ἢ θυμὸς πρὸς βλασφημίαν ἐπήγειρεν, ἢ ἐπιθυμία χρημάτων πρὸς ἐπιορκίαν. καὶ ὅλως τὰ κακὰ διὰ ταύτας31
5πράττεται τὰς δυνάμεις μὴ τῆς λογικῆς ψυχῆς πρὸς τὸ

8

.

4

δέον αὐτὰς ἀπευθυνούσης. ἐντεῦθεν ἀσέβειαι παντοῖαι καὶ πόλεμοι συγγενικοὶ καὶ φίλων προδοσίαι καὶ πάντα τῆς παρανομίας τὰ εἴδη, ὡς καὶ βοᾶν ἀναγκάζεσθαί τινας· μανθάνω μὲν οἷα δρᾶν μέλλω κακά,
5 θυμὸς δὲ κρείσσων τῶν ἐμῶν βουλευμάτων· ἄλλους δὲ ἢ τοὺς αὐτοὺς ἄλλοτε βοᾶν· μανθάνω μὲν οἷα δρᾶν μέλλω κακά, ἐπιθυμία δὲ κρείσσων τῶν ἐμῶν βουλευμάτων, καί· εὖ μέν μοι δοκεῖς λέγειν, πέπονθα δὲ τὸ τῶν πολλῶν πάθος· οὐ πάνυ σοι πείθομαι. τὸ γὰρ
10λογικὸν γένος πρὸς τὴν τῶν καλῶν αἴσθησιν εὐφυῶς διακείμενον εὐανάμνηστόν ἐστι καὶ εὐέγρετον πρὸς τὴν τοῦ ὀρθοῦ λόγου διδασκαλίαν, ὅταν μὴ ταῖς παθητικαῖς ὁλκαῖς

8

.

5

ὥσπερ τισὶ μολιβδίσιν ὑποφέρηται πρὸς κακίαν. δεῖ οὖν καὶ αὐτοὺς ἡμᾶς εἰδέναι τὰ δέοντα καὶ τὰς ἀλόγους δυνάμεις ἐθίσαι, ὅσον οἷόν τε, καὶ αὐτὰς τῷ ἐν ἡμῖν λόγῳ συνέπεσθαι. οὕτω δὲ ταχθέντων τῶν παθῶν ἱκανὸς ὁ λογισμὸς γένοιτ’
5ἂν ἀπερισπάστως φυλάξαι τὰ πρῶτα παραγγέλματα, περὶ

8

.

6

ὧν καὶ εἴρηται· ταῦτα μὲν οὕτως ἴσθι. περὶ δὲ τῶν ἑξῆς ἐθίζου κρατεῖν εἶπεν ἐνδεικνύμενος, ὅτι τὸ μὲν λογικὸν διδασκαλίᾳ καὶ ἐπιστήμῃ τάττεται, τὸ δὲ ἄλογον ἐθισμοῖς καὶ πλάσεσι τρόπον τινὰ σωματικαῖς· οὕτω δὲ καὶ τῶν
5ζῴων τὰ ἄλογα μόνῳ ἔθει ἄγεται ὑπὸ τῶν ἀνθρώπων. ἐθισθεῖσα οὖν γαστὴρ ζητεῖν μέτρια τάς τε ἄλλας ἐπιθυμίας τοῦ σώματος κοσμιωτέρας παρέχεται καὶ τὸν θυμὸν ἐμμε‐
λέστερον, ἵν’ ἐφ’ ἡσυχίας τὰ περὶ τῶν δεόντων βουλευώ‐ μεθα, μὴ σφόδρα ὑπὸ τῶν συνοικούντων παθῶν ἐνοχλού‐32
10μενοι, ὅθεν καὶ τὸ ἑαυτοὺς γνῶναι, ὅ ἐσμεν τῇ ἀληθείᾳ, καὶ τὸ αἰδεῖσθαι, οὓς ἔγνωμεν, διδασκόμεθα. ἐκ δὲ τῆς γνώσεως ταύτης καὶ τῆς συνεισιούσης αὐτῇ αἰδοῦς ἡ τῶν αἰσχρῶν φυγὴ παραγίνεται. τὰ γὰρ κακὰ αἰσχρὰ λέγεται ὡς ἀπρεπῆ καὶ ἀνάξια δρᾶσθαι ὑπὸ λογικῆς οὐσίας, περὶ
15ὧν τὰ ἑξῆς ἔπη λέγει.

9

n

Πρήξῃς δ’ αἰσχρόν ποτε μήτε μετ’ ἄλλου μήτ’ ἰδίῃ· πάντων δὲ μάλιστ’ αἰσχύνεο σαυτόν.

9

.

1

Ἢ γὰρ καθ’ ἑαυτοὺς πράττοντές τι αἰσχρὸν ἀδιάφορον αὐτὸ ἡγούμεθα, ὃ μετ’ ἄλλου οὐκ ἂν ἐπράξαμέν ποτε τὸν κοι‐ νωνὸν τῆς πράξεως αἰσχυνόμενοι, ἢ ἀνάπαλιν συμπερι‐ φερόμενοί τισι πράττομεν, ἃ μή ποτ’ ἂν καθ’ ἑαυτοὺς
5ἐδράσαμεν τῇ κοινωνίᾳ τῶν συμπραττόντων εἰς παρρησίαν τοῦ ἔργου προκαλούμενοι. διὰ τοῦτο προκαθεῖλεν ἑκατέραν

9

.

2

ὁδὸν τῆς εἰς τὸ αἰσχρὸν καὶ τὸ κακὸν παρεκβάσεως. εἰ γὰρ τὸ αἰσχρὸν τῇ ἀληθείᾳ φευκτόν, οὐκ ἄν ποτε διὰ περίστασιν αἱρετὸν γένοιτο. διὸ συνάψας εἶπε· μήτε μετ’ ἄλλου, μήτ’ ἰδίῃ, ἵνα μήτε μόνωσις ἐπεγείρῃ σε πρὸς τὸ μὴ πρέπον,
5μήτε κοινωνία εὐαπολόγητόν σοι ποιήσῃ τὴν ἁμαρτίαν. εἶτ’ ἐπήγαγε τὴν αἰτίαν τὴν μόνην τῶν κακῶν ἀποτρέπου‐

9

.

3

σαν· πάντων δὲ μάλιστ’ αἰσχύνεο σαυτόν. ἐὰν γὰρ ἐθισθῇς σαυτὸν αἰσχύνεσθαι, ἕξεις πανταχοῦ, ὃν αἰδεσθήσῃ, οἰκειό‐
τατον φύλακα καὶ ἀναπόδραστον. ἐπεὶ πολλοὶ μονωθέντες φίλων ἢ οἰκετῶν ἔδρασαν ταῦτα, ἃ πρότερον ποιῆσαι δι’33
5ἐκείνους ᾐσχύνοντο. ἆρ’ οὖν οὐδένα εἶχον συνόντα; ἐῶ θεόν· πορρωτέρω γὰρ οὗτος τῆς τῶν κακῶν συνειδήσεως· ἀλλὰ ἑαυτοὺς οὐκ εἶχον καὶ τὸ τοῦ συνειδότος κριτήριον; εἶχον μὲν οὖν, ἀλλ’ ἠγνόουν, ὅτι εἶχον, τοῖς πάθεσι κατα‐ τεινόμενοι. οἱ δὲ τοιοῦτοι τὸ ἐν αὐτοῖς λογικὸν ἄτιμον καὶ

9

.

4

ἀνδραπόδου φαυλότερον ἔθεντο. οἰκειότατον οὖν ἐπίτροπον ἔχε σαυτὸν καὶ πρὸς τοῦτον ἐπιστρέφων κατάρχου τῆς ἀποτροπῆς τῶν κακῶν. ἡ γὰρ ἑαυτοῦ αἰδὼς ἑκάστου φυγὴ τῶν αἰσχρῶν καὶ ἀναξίων τῆς λογικῆς οὐσίας ἐξ ἀνάγκης
5γίνεται. ὁ δὲ οὕτως ἀπαξιῶν τὰ κακὰ πῶς πρὸς ἀρετὴν οἰκειοῦται, ἐπάγει·

10

n

εἶτα δικαιοσύνην ἀσκεῖν ἔργῳ τε λόγῳ τε μηδ’ ἀλογίστως σαυτὸν ἔχειν περὶ μηδὲν ἔθιζε· ἀλλὰ γνῶθι μέν, ὡς θανέειν πέπρωται ἅπασιν. χρήματα δ’ ἄλλοτε μὲν κτᾶσθαι φιλεῖ, ἄλλοτ’ ὀλέ‐
5σθαι.

10

.

1

Ὁ ἑαυτὸν αἰσχυνόμενος φύλαξ ἑαυτοῦ γίνεται μηδαμοῦ κακίᾳ περιπεσεῖν. κακίας δὲ εἴδη πλείονα· κατὰ μὲν τὸ λογικὸν ἀφροσύνη, κατὰ δὲ τὸ θυμικὸν δειλία, κατὰ δὲ τὸ ἐπιθυμητι‐ κὸν φιληδονία καὶ φιλοχρηματία, κατὰ δὲ πάσας ὁμοῦ τὰς
5δυνάμεις ἀδικία. τετράδος οὖν ἀρετῶν ἐδέησεν ἡμῖν πρὸς τὴν τῶν τοιούτων κακῶν ἀποτροπήν· φρονήσεως μὲν περὶ τὸ λογιζόμενον, ἀνδρείας δὲ περὶ τὸ θυμούμενον, σωφρο‐ σύνης δὲ περὶ τὸ ἐπιθυμητικόν, δικαιοσύνης δὲ περὶ πάσας
ὁμοῦ τὰς δυνάμεις, τελειοτάτης οὔσης καὶ διὰ πασῶν,34

10

.

2

ἀρετῆς περιεκτικῆς τῶν ἄλλων ὡς οἰκείων μερῶν. διὸ καὶ ταύτης πρώτης ἐμνημόνευσεν ὁ λόγος, εἶτα φρονήσεως καὶ ἐφεξῆς τῶν ἀπὸ τῆς φρονήσεως ἀπογεννωμένων ἀρίστων ἐπιτηδευμάτων καὶ εἰς τὴν τῆς δικαιοσύνης ὁλότητα συντε‐
5λούντων. ὁ γὰρ ὀρθῷ λογισμῷ χρώμενος ἐν μὲν τοῖς δεινοῖς τὴν ἀνδρείαν σύμμαχον κτᾶται, ἐν δὲ τοῖς ἡδέσι τὴν σωφροσύνην, ἐν πᾶσι δὲ ὁμοῦ τὴν δικαιοσύνην· καὶ οὕτως ἀρχὴ μὲν τῶν ἀρετῶν ἡ φρόνησις εὑρίσκεται, πέρας δὲ ἡ δικαιοσύνη, διὰ μέσου δὲ ἡ ἀνδρεία καὶ ἡ σωφροσύνη.

10

.

3

ἡ γὰρ πάντα ἐκλογιζομένη δύναμις καὶ τὸ ἒν ἑκάστου ταῖς πράξεσιν ἀεὶ ζητοῦσα, ἵν’ εὐλόγως ἕκαστα διατεθείη, ἡ τῆς φρονήσεώς ἐστιν ἕξις, ἀρίστη διάθεσις οὖσα τῆς λογικῆς ἡμῶν οὐσίας, ἀφ’ ἧς καὶ ταῖς ἄλλαις δυνάμεσιν ἡ
5εὐκοσμία παραγίνεται, ὡς ἀνδρίζεσθαι μὲν τὸν θυμόν, σωφρονεῖν δὲ τὴν ἐπιθυμίαν καὶ τὴν δικαιοσύνην τῆς ἀλογίας ἀπεχέσθαι καὶ ταύτῃ κοσμεῖσθαι τὸν θνητὸν ἡμῶν ἄνθρωπον ἐκ περιουσίας τῆς ἐνούσης ἀρετῆς τῷ ἀθανάτῳ

10

.

4

ἀνθρώπῳ. προηγουμένως γὰρ αἱ ἀρεταὶ ἀπὸ νοῦ εἰς ψυχὴν λογικὴν ἐλλάμπονται καὶ ταύτης εἰσὶν οἰκεῖον εἶδος καὶ τελειότης καὶ εὐζωΐα, εἰς δὲ τὴν ἀλογίαν καὶ τὸ θνητὸν σῶμα μετουσία τις τῶν ἀρετῶν ἔρχεται, ὅπως ἂν καὶ τὰ
5συμπεφυκότα τῇ λογικῇ οὐσίᾳ εὐσχημοσύνης καὶ μετριό‐ τητος πληρωθῇ. τὸ δὴ τῶν θείων ἀγαθῶν ἡγεμονοῦν ἡ φρόνησις αὕτη καλῶς ἐνιδρυθεῖσα τῇ λογικῇ ψυχῇ δίδωσι περὶ πάντων εὖ βουλεύεσθαι καὶ τὸν μὲν θάνατον ἀνδρείως φέρειν, τὴν δὲ ἀποβολὴν τῶν χρημάτων πρᾴως

10

.

5

καὶ ἐμμελῶς. πάσας γὰρ τὰς μεταβολὰς τῆς θνητῆς
φύσεως καὶ τῆς ἑπομένης αὐτῇ τύχης σωφρόνως καὶ ἀνεκπλήκτως ὑπομένειν ἡ φρόνησις δύναται. τὴν γὰρ φύσιν ἐκλελόγισται τῶν πραγμάτων καὶ οἶδεν, ὡς ἀνάγκη35
5τὸ συμπλασθὲν ἐκ γῆς καὶ ὕδατος διαλυθῆναι πάλιν εἰς ταὐτά, καὶ πρὸς τὴν ἀνάγκην οὐκ ἀγριαίνεται οὐδὲ ἀπρο‐ νόητα εἶναι τίθεται τὰ καθ’ ἡμᾶς, ἐὰν τὸ θνητὸν ἀπο‐

10

.

6

θνῄσκῃ. γινώσκει γάρ, ὡς θανέειν πέπρωται ἅπασι καί τις ὡρισμένος ἐστὶ χρόνος πρὸς διαμονὴν τοῖς θνητοῖς ἡμῶν σώμασιν, οὗ ἐνστάντος οὐ δεῖ χαλεπαίνειν, ἀλλ’ ὡς νόμῳ θείῳ ἑκόντας ἕπεσθαι. τοῦτο γὰρ νῦν ἡ πεπρωμένη δηλοῖ·
5ὅροις τισὶν ἀναγκαίοις πεπερατῶσθαι τὴν θνητὴν ἡμῶν ζωήν, φρονήσεως δὲ ἴδιον εἶναι τοῖς τῶν κρειττόνων ἕπεσθαι δόγμασιν, οὐ τὸ μὴ ἀποθανεῖν, ἀλλὰ τὸ εὖ ἀπο‐

10

.

7

θανεῖν ζητούσης. ὁμοίως δὲ καὶ τὴν τῶν χρημάτων φύσιν οὐκ ἀγνοεῖ, ὅτι νῦν μὲν ἦλθε, νῦν δὲ ἀπῆλθε κατά τινας ὡρισμένας αἰτίας, αἷς ἀντιτείνειν ἀβέλτερον. τῶν γὰρ οὐκ ἐφ’ ἡμῖν τῆς κτήσεως ἡμεῖς οὐ κύριοι, οὐκ ἐφ’ ἡμῖν δὲ
5τὸ σῶμα, τὰ χρήματα. καὶ ἁπλῶς, ὅσα τῆς λογικῆς ἡμῶν οὐσίας ἔξω κεῖται, οὔτε τὴν ἀρχὴν κτήσασθαι ἐφ’ ἡμῖν

10

.

8

οὔτε φυλάξαι, ἐφ’ ὅσον βουλόμεθα· τὸ δὲ προσγινομένων καὶ ἀπογινομένων αὐτῶν μετὰ ἀρετῆς ἀποδέχεσθαι αὐτὰ καὶ ἀποτίθεσθαι, τοῦτο ἦν ἐφ’ ἡμῖν καὶ τῆς λογικῆς οὐσίας ἴδιον, ἂν μὴ ἀλογίστως ἔχειν περὶ τῶν συμβαινόν‐
5των ἑαυτὴν ἐθίζῃ, ἀλλὰ τοῖς θείοις ἕπηται μέτροις, οἷς πάντα τὰ περὶ ἡμᾶς ὥρισται. ἐνταῦθα οὖν τὸ ἐφ’ ἡμῖν δύναμιν ἔχει μεγίστην, ἐν τῷ εὖ κρῖναι περὶ τῶν οὐκ ἐφ’ ἡμῖν καὶ μὴ τῇ τούτων προσπαθείᾳ τὴν τοῦ αὐτεξουσίου

10

.

9

ἀρετὴν προσαπολέσθαι. τί οὖν ἡ ἔμφρων κρίσις λέγει; παρόντι μὲν τῷ σώματι καὶ τῷ πλούτῳ καλῶς χρῆσθαι
καὶ πρὸς ὑπηρεσίαν ἀρετῆς, ἀπιόντων δὲ εἰδέναι τὸ δέον καὶ πρὸς ταῖς ἄλλαις ἀρεταῖς ἀλυπίαν κερδαίνειν. οὕτω36
5γὰρ καὶ ἡ πρὸς θεοὺς εὐσέβεια τηρηθήσεται καὶ τὰ τῆς δικαιοσύνης μέτρα, εἰ τὸ λογικὸν ἐκμάθοι ταῖς περιστάσεσιν εὖ καὶ καλῶς χρῆσθαι καὶ τοὺς τῆς φρονήσεως ὅρους ἀντιτιθέναι τοῖς δοκοῦσιν ὡς ἔτυχε καὶ ἀτάκτως συμβαίνειν.

10

.

10

ἄλλως γὰρ οὐκ ἂν ἀρετὴ φυλαχθείη, ἂν μὴ ὀρθοδοξία τις ἐνυπάρχῃ τῇ λογικῇ οὐσίᾳ. οὔτε γὰρ τοῖς κρείττοσιν ἕπεσθαι δύναται ὡς κρείττοσιν, ἀλλ’ ὡς ὑπὸ τυράννων βιαζόμενος διατεθήσεται, οὔτε τῶν συζώντων λόγον τινὰ
5ποιήσεται οὔτε σώματος ἢ χρημάτων τὴν ἀρίστην οἰκονο‐

10

.

11

μίαν ἐξευρήσει, ἀλογίστως ἔχειν ἑαυτὸν ἐθίσας. ὅρα γάρ, ὅτι οἱ ἐξ ἅπαντος φεύγοντες τὸν θάνατον ἢ τὰ χρήματα τηρεῖν ἐπιθυμοῦντες πολλαῖς ἐξ ἀνάγκης ἀδικίαις χρήσον‐ ται καὶ βλασφημίαις, ἀρώμενοι μὲν κατὰ θεῶν ἀνόσια καὶ
5προνοεῖσθαι μὴ φάσκοντες, ἐπειδὰν περιπέσωσιν, οἷς ἀνοήτως ἔφευγον· ἀφειδῶς δὲ τοὺς ἄλλους ἀδικοῦντες καὶ τὰ πάντων ἀθροίζειν πειρῶνται πρὸς τὸ αὐτοῖς λυσιτελές, ὡς οἴονται, καὶ οὕτως ἐκφανὴς ἡ τῆς ψευδοδοξίας ἐν αὐτοῖς γίνεται βλάβη, ὡς τὰ μέγιστα τῶν κακῶν ἐκβλαστά‐
10νειν· ἀδικίαν μὲν πρὸς τοὺς ὁμοίους, ἀνοσιότητα δὲ πρὸς

10

.

12

τοὺς κρείττονας. ὧν καθαρεύσειεν ἂν ὁ τοῖς προκειμένοις στίχοις πειθόμενος, ὁ τῇ εὐλογίστῳ κρίσει τὸν θάνατον γενναίως ὑπομένων καὶ τὴν τῶν χρημάτων ἀποβολὴν οὐκ ἀφόρητον ἡγούμενος, ἐξ ὧν καὶ πρὸς δικαιοσύνην ἀφορμὰς
5λαμβάνει, ὡς δέοι τῶν ἀλλοτρίων ἀπέχεσθαι καὶ βλάπτειν μηδένα μηδὲ ὠφέλειαν ἑαυτοῦ τὰς τῶν ἄλλων ποιεῖσθαι συμφοράς. τούτων δὲ οὐδὲν τηρῆσαι δυνατὸς ἔσται ὁ θνητὴν ὑπολαμβάνων εἶναι τὴν ἑαυτοῦ ψυχὴν καὶ ἀλο‐
γίστως ἔχειν ἑαυτὸν ἐθίσας, τί μέν ἐστι τὸ ἀποθνῇσκον37
10ἡμῶν καὶ τὸ τῶν χρημάτων δεόμενον, τί δὲ τὸ ἀσκοῦν τὴν

10

.

13

ἀρετὴν καὶ τὸ ἐκ ταύτης ὠφελούμενον. μόνη γὰρ ἡ τούτων διάκρισις προθυμίαν εἰς ἀρετῆς ἄσκησιν ἂν παράσχοι καὶ πρὸς τὴν τῶν καλῶν κτῆσιν ἐπεγείρειεν ἡ ἐκ τοῦ γνῶθι σαυτὸν καὶ αἰσχύνεο σαυτὸν ἔνθεος ὁρμή. πρὸς γὰρ τὴν
5ἡμετέραν ἀξίαν καὶ τὰ τῶν ἄλλων καθήκοντα παρα‐ μετρεῖσθαι δεῖ ἐν ἔργοις τε καὶ λόγοις, ἡ δὲ τῶν καθη‐ κόντων τήρησις ἀπαράβατος δικαιοσύνη ἂν εἴη· διὸ καὶ προτέτακται τῶν ἄλλων ἀρετῶν, ἵνα τῶν καθηκόντων

10

.

14

γένηται μέτρον. δικαιοσύνην, γάρ φησιν, ἄσκει ἔργῳ τε λόγῳ τε. οὐκ οὖν οὐδὲν βλάσφημον ἐρεῖς ἐν ἀπωλείαις χρημάτων ἢ νόσων ἀλγηδόσιν, ἵνα μὴ ἀδικῇς ἐν λόγῳ, ἀλλ’ οὐδὲ τὰ τῶν πλησίων ἁρπάσεις οὐδὲ μηχανήσῃ
5δυστυχίας ἀνθρώποις, ἵνα μὴ ἀδικῇς ἐν ἔργῳ. δικαιοσύνης γὰρ τὴν ψυχὴν φρουρούσης τὰ προσήκοντα ἂν πράττοιμεν καὶ περὶ θεοὺς καὶ περὶ ἀνθρώπους καὶ περὶ ἡμᾶς αὐτούς. τῆς δὲ δικαιοσύνης τὸ ἄριστον μέτρον ἐστὶν ἡ φρόνησις, ὅθεν τῷ δικαιοσύνην ἄσκει ἐπήγαγε· μηδ’ ἀλογίστως ἔχειν
10σαυτὸν περὶ μηδὲν ἔθιζε, ὡς μὴ δυναμένης ὑποστῆναι

10

.

15

δικαιοσύνης ἄνευ φρονήσεως. τοῦτο γάρ ἐστιν ὄντως δίκαιον, ὃ ἡ τελεία φρόνησις ὁρίζει, αὕτη δ’ ἂν εἴη ἡ περὶ μηδενὸς ἀλογίστως ἔχουσα, ἀλλ’ ἐπεσκεμμένη μὲν περὶ τοῦ θνητοῦ σώματος, ἐπεσκεμμένη δὲ περὶ τῶν εἰς τὴν
5τούτου χρείαν συντελούντων, πάντα δὲ ἀτιμότερα ἀρετῆς τιθεμένη καὶ μεγίστην ὠφέλειαν τὴν ἀρίστην διάθεσιν τῆς λογικῆς ψυχῆς, ἀφ’ ἧς καὶ τὰ ἄλλα κοσμεῖται κατὰ δύναμιν.

10

.

16

τοιοῦτος μὲν τῶν προκειμένων ἐπῶν ὁ σκοπός· τὴν τετράδα τῶν πρακτικῶν ἀρετῶν ἀναφῆναι καὶ παραδοῦναι τοῖς ἀκροαταῖς μετὰ τῆς ἀγρύπνου τηρήσεως καὶ παραφυλακῆς τῆς ἐν λόγοις καὶ ἔργοις πρεπούσης. τὸ μὲν γὰρ φρόνησιν,38
5τὸ δὲ ἀνδρείαν, τὸ δὲ σωφροσύνην παραδίδωσι, τὸ δὲ προηγούμενον αὐτῶν τὴν ἐπὶ πάσαις ταῖς ἄλλαις ἀρεταῖς κοινῶς ἐπιθεωρουμένην δικαιοσύνην ἀσκεῖσθαι παραινεῖ.

10

.

17

τὸ δὲ χρήματα δ’ ἄλλοτε μὲν κτᾶσθαι φιλεῖ, ἄλλοτε δ’ ὀλέσθαι παρίστησιν, ὅτι τῇ σωφρονικῇ διαθέσει καὶ ἡ ἐλευθεριότης παρέπεται ἀρετὴ οὖσα περὶ χρημάτων πρόσ‐ οδον καὶ δαπάνην. τὸ γὰρ μόνον τότε αὐτὰ κτᾶσθαι καὶ
5ἀποκτᾶσθαι, ὅτε δίδωσιν ὁ λόγος, μικρολογίας καὶ ἀσωτίας

10

.

18

προαναιρεῖ τὰς ἀφορμάς. πάντα δὲ ταῦτα ὡς ἀπὸ πηγῆς καὶ ἀρχῆς πρώτης τοῦ ἑαυτὸν αἰσχύνεσθαι προάγεται, τοῦτο δὲ τὸ παράγγελμα προείληφεν ἐν ἑαυτῷ τὸ σαυτὸν γνῶθι, ὃ πασῶν μὲν σπουδαίων πράξεων, πασῶν δὲ
5θεωρητικῶν γνώσεων προϋποκεῖσθαι δεῖ. ἐπεὶ πόθεν εἰσόμεθα, ὅτι προσήκει ἡμῖν μετριάσαι τῶν παθῶν καὶ γνῶναι τὰ ὄντα; ἀπορεῖται γὰρ περὶ αὐτῶν πρῶτον μέν, εἰ δυνατὰ ταῦτα ἀνθρώποις, ἔπειτα, εἰ ὠφέλιμα τοῖς

10

.

19

ἔχουσι γίνεται. φαίνεται γὰρ πᾶν τοὐναντίον ἐλαττούμενος ἐν τοῖς κατὰ τὸν βίον ὁ σπουδαῖος τῷ μὴ λαμβάνειν ἀδίκως, ὅθεν οὐ δεῖ, καὶ τῷ ἀναλίσκειν δικαίως, εἰς ἃ δεῖ, καὶ περὶ τὸ σῶμα παντὸς μᾶλλον εὐεπιχειρήτως διάκειται
5μήτε ἄρχειν αὐτὸς ἐπιτηδεύων, μήτε ἀνελευθέρως θερα‐ πεύων τοὺς ἄρχοντας. ὥστε εἰ μή τις ἄλλη οὐσία ἐν ἡμῖν εἴη ἀπὸ τῆς ἀρετῆς ὠφελουμένη, σχολῇ γε ἂν πλοῦτον ἢ

10

.

20

δυναστείαν αὐτὴν †προσδεξώμεθα†. ὅθεν καὶ οἱ θνητὴν οἰόμενοι τὴν ψυχὴν περὶ τοῦ προΐεσθαι τὴν ἀρετὴν κομψεύ‐ ονται μᾶλλον ἢ ἀληθεύουσιν. εἰ γὰρ μὴ εἴη τι ὑπομένον ἡμῶν μετὰ τὸν θάνατον καὶ τοῦτο φύσιν ἔχον ἀληθείᾳ39
5καὶ ἀρετῇ κοσμεῖσθαι, οἷον δή φαμεν εἶναι τὴν λογικὴν ψυχήν, οὐκ ἂν ἔφεσις ἡμῖν καθαρὰ γένοιτο τῶν καλῶν. προαναιρεῖται γὰρ ἡ ὑποψία τῆς φθορᾶς τὴν περὶ ταῦτα σπουδὴν καὶ πρὸς ἀπολαύσεις ἄγει σωματικάς, ὁποῖαί ποτ’

10

.

21

ἂν ὦσιν αὗται καὶ πόθεν ἂν πορίζεσθαι δύνωνται. πῶς γὰρ ἂν δόξῃ ἔμφρονος εἶναι κατ’ αὐτοὺς ἢ μετρίως καθεστηκότος μὴ πάντα χαρίζεσθαι τῷ σώματι, δι’ ὃ καὶ ἡ τῆς ψυχῆς ὑπόστασις σῴζεται οὐκ οὔσης μὲν καθ’ αὑτήν, ἐπιγινο‐
5μένης δὲ τῇ ποιᾷ διαπλάσει τοῦ σώματος; πῶς δὲ προησό‐ μεθα δι’ ἀρετὴν τὸ σῶμα μέλλοντες καὶ τὴν ψυχὴν αὐτὴν ἅμα τῷ σώματι διαφθείρειν, ὥστε μηδαμοῦ εἶναι τὴν ἀρετήν, ἧς ἐφέσει τὸν θάνατον ὑπεμείναμεν; ἀλλὰ περὶ μὲν τούτων ἱκανῶς τοῖς θείοις ἀνδράσιν ἐπιδέδεικται, ὅτι
10τε ἀθάνατος ἡ ψυχὴ καὶ ὅτι διὰ μόνης ἀρετῆς κοσμεῖσθαι

10

.

22

πέφυκεν. νῦν δὲ τὸ παρὸν ἐπισφραγισάμενοι δόγμα ἐπὶ τὰ ἑξῆς μεταβαίνομεν, τοσοῦτον τοῖς προειρημένοις ἐπειπόν‐ τες, ὅτι ὥσπερ τῇ ἀγνοίᾳ τῆς οὐσίας ἡμῶν πᾶσα ἐπεισρεῖ κακία, οὕτω τῇ ἑαυτῶν γνώσει καὶ ἀπαξιώσει τῶν μὴ
5πρεπόντων λογικῇ φύσει ἡ τῶν καθηκόντων ἀπαραλόγιστος τήρησις εὑρίσκεται πανταχοῦ· τοῦτο δὲ τῶν κατὰ μέρος

10

.

23

ἀρετῶν γίνεται μέτρον. ὡς γὰρ πρὸς κανόνα τὴν οὐσίαν ἡμῶν ἀποβλέποντες τὸ δέον ἐν πᾶσιν εὑρίσκομεν, κατὰ τὸν ὀρθὸν λόγον συμφώνως τῇ ἑαυτῶν οὐσίᾳ διαζῶντες. πᾶν γάρ, ὃ ἀμείνονα τὴν ψυχὴν ποιεῖ καὶ πρὸς τὴν φύσει
5πρέπουσαν εὐζωΐαν αὐτὴν ἀνάγει, τοῦτο ὄντως ἀρετὴ καὶ φιλοσοφίας νόμος, τὰ δὲ μόνον πρὸς ἀνθρωπίνην εὐσχημοσύ‐ νην τείνοντα δουλοπρεπῆ ἐστι σοφίσματα καὶ σκιαγραφία τῶν καλῶν τὸν παρὰ τῶν πολλῶν ἔπαινον θηρωμένη καὶ τοῦ δοκεῖν μόνον, οὐ τοῦ εἶναι ἀγαθὸν τὴν πᾶσαν ποιουμένη40

10

.

24

φροντίδα. καὶ ταῦτα μὲν περὶ τούτων. τοῖς δὲ ὀρθοῖς λογισμοῖς ἐξ ἀνάγκης ἕπεται καὶ περὶ τῶν δοκούντων ἀτάκτως κατὰ τὸν βίον συμβαίνειν μὴ ἀλογίστως ἔχειν, ἀλλ’ εὖ καὶ γενναίως ἀπολελογίσθαι τὰς τούτων αἰτίας καὶ
5φέρειν αὐτὰ μηδὲν ἐγκαλοῦντας τοῖς ἐπιμεληταῖς ἡμῶν, οἳ πρὸς ἀξίαν ἀπονέμοντες ἑκάστῳ τὰ προσήκοντα οὐ τῶν ἴσων ἠξίωσαν ἅπαντας τοὺς μὴ ὁμοίως προβεβιωκότας.

10

.

25

πῶς γὰρ ἂν προνοίας μὲν οὔσης καὶ τῆς ψυχῆς ἡμῶν ἀφθάρτου μὲν κατ’ οὐσίαν, προαιρέσει δὲ αὐτοκινήτῳ πρὸς ἀρετὴν ἢ κακίαν ὁρμώσης ἐνῆν τὰ ἴσα τοῖς μὴ ἴσοις τοὺς τοῦ πρὸς ἀξίαν φύλακας νόμου ἀποδιδόναι, ἀλλὰ μὴ
5τὴν προσήκουσαν ἀπονέμειν ἑκάστῳ τύχην, ἣν καὶ προϊὼν εἰς γένεσιν ὁ ἄνθρωπος κληροῦσθαι λέγεται; εἰ οὖν μὴ μῦθος τὸ εἶναι πρόνοιαν ἀπονέμουσαν ἑκάστῳ τὰ πρέποντα καὶ τὴν ψυχὴν ἡμῶν ἀθάνατον εἶναι, δῆλον, ὡς μεταστῆσαι δεῖ τὴν αἰτίαν τῶν ἀλγεινῶν ἀπὸ τοῦ διοικοῦντος ἐφ’ ἡμᾶς
10αὐτούς, ἐξ οὗ καὶ τὸ ἰᾶσθαι τὰ δυσχερῆ δύνασθαι δώσει

10

.

26

ὁ λόγος. ἐν ἑαυτοῖς γὰρ εὑρόντες τὰς αἰτίας τῆς τοσαύτης ἀνωμαλίας πρῶτον μὲν τῷ ὀρθῷ τῆς κρίσεως ἐπελαφρύνο‐ μεν τῶν συμβαινόντων τὸ μοχθηρόν, ἔπειτα ταῖς ἱεραῖς μεθόδοις καὶ ταῖς ὀρθαῖς νουθετήσεσι μεθορμίζοντες τὴν
5ψυχὴν πρὸς τὸ ἄμεινον παντελῶς ἑαυτοὺς τῶν ἀλγεινῶν
ἐλευθερώσομεν. τὸ δὲ πάσχοντα κακῶς μὴ διαισθάνεσθαι τὰς αἰτίας μηδὲ καταμαντεύεσθαι τοῦ εἰκότως συμβαίνον‐ τος ἑαυτὸν ἦν ἐθίσαντος ἀλογίστως ἔχειν περὶ παντός,41

10

.

27

ὃ νῦν ἀπηγόρευσεν ὁ λόγος. ἀνάγκη γὰρ τὸν ἀζητήτως ἔχοντα τῆς ἀληθοῦς αἰτίας ἐπὶ τὴν κρείττονα οὐσίαν μεταφέρειν τὸ ἔγκλημα, ἢ ὅτι οὐκ ἔστι παντελῶς, ἢ ὅτι οὐκ ἐπιμελεῖται ἡμῶν ὀρθῶς. τὰ δὲ τοιαῦτα δοξάσματα
5οὐ μόνον τὰ ἐκ προβιοτῆς κακὰ ἐπιτείνει, ἀλλὰ καὶ εἰς ἅπασαν πονηρίαν τὴν ψυχὴν ἐπεγείρει καὶ τῆς αὐτεξουσίου θεραπείας αὐτὴν ἀποστερεῖ τῷ προστιθέναι λανθανούσας τὰς αἰτίας τῶν νῦν δυσχεραινομένων. πῶς δὲ δεῖ περὶ τούτων φιλοσοφεῖν, ἐπάκουσον αὐτῶν τῶν ἐπῶν.

11

n

ὅσσα τε δαιμονίαισι τύχαις βροτοὶ ἄλγε’ ἔχουσιν, ὧν ἂν μοῖραν ἔχῃς, πράως φέρε μηδ’ ἀγανάκτει. ἰᾶσθαι δὲ πρέπει, καθ’ ὅσον δύνῃ. ὧδε δὲ φράζευ· οὐ πάνυ τοῖς ἀγαθοῖς τούτων πολὺ μοῖρα δίδωσιν.

11

.

1

Πρὸ τῆς ἄλλης ἐξηγήσεως ἐκεῖνο προειπεῖν δεῖ, ὅτι ἄλγεα νῦν λέγει τὰ ἐπίπονα καὶ τραχυτέραν ἡμῖν τὴν ὁδὸν τοῦ βίου παρασκευάζοντα οἷον νόσον, πενίαν, φιλτάτων ἀποβο‐ λήν, ἀδοξίαν ἐν πόλει. ταῦτα γὰρ χαλεπὰ μέν ἐστι καὶ
5δυσδιάθετα κατὰ τὸν βίον, οὐ μὴν ὄντως κακὰ οὐδὲ αὐτῇ
τῇ ψυχῇ βλαβερὰ τυγχάνει, ἐὰν μὴ αὐτὴ ἐθέλῃ διὰ τούτων εἰς κακίαν ἀποκλῖναι, ὃ καὶ ἐπὶ τῶν ἀγαθῶν δοκούντων πάθοι ἂν μὴ βουληθεῖσα καλῶς αὐτὰ μεταχειρίζεσθαι οἷον ὑγίειαν καὶ πλοῦτον καὶ δυναστείαν. ἔστι γὰρ καὶ42
10ἐν τούτοις κακυνθῆναι καὶ ἐν τοῖς ἐναντίοις ἀρετὴν κτήσα‐

11

.

2

σθαι. τὰ δὲ ὄντως κακὰ τὰ ἐκ προαιρέσεώς ἐστιν ἁμαρτανό‐ μενα, οἷς συνεισελθεῖν ἀρετὴν φύσιν οὐκ ἔχει. ταῦτα δέ ἐστιν ἀδικία καὶ ἀκολασία καὶ πάντα, ὅσα τὴν τοῦ καλοῦ σύζευξιν οὐκ ἐπιδέχεται. οὐ γὰρ ἔστιν οὐδενὶ τῶν τοιούτων
5τὸ καλῶς ἐπιφθέγγεσθαι οἷον· ἀδικεῖ καλῶς, ἀκολασταίνει καλῶς, ὥσπερ ἐπὶ τῶν ἐκτὸς κακῶν λέγομεν, νοσεῖ καλῶς, πένεται καλῶς, ὅταν εὖ καὶ κατὰ τὸν ὀρθὸν λόγον τὰ

11

.

3

τοιαῦτα φέρῃ ὁ ἄνθρωπος. ταῖς δὲ ψυχικαῖς πονηρίαις οὐκ ἐπιφέρεται τὸ καλῶς, διότι ἀποστροφαί εἰσι καὶ ἀποτεύγ‐ ματα τοῦ ὀρθοῦ λόγου, ὃν φύσει ἐνόντα καὶ ἐγγεγραμμένον αὐτῇ παρορᾷ ἡ ἀνθρώπου ψυχὴ ὑπὸ τῆς προσπαθείας
5ἀποτυφλουμένη. τεκμήριον δὲ τοῦ εἶναι τὸν ὀρθὸν λόγον τοῖς ἀνθρώποις τὸ καὶ τὸν ἄδικον, ἐν οἷς αὐτῷ μηδὲν διαφέρει, κρίνειν δικαίως καὶ τὸν ἀκόλαστον σωφρονικῶς καὶ ὅλως τὸν κακὸν ὀρθαῖς ἐπιβολαῖς χρῆσθαι, ἐν οἷς ἀπροσπαθής ἐστιν. διὸ καὶ μεθίστασθαι δύναται ὁ φαῦλος

11

.

4

εἰς ἀρετὴν καταγνώσει τῆς προτέρας κακίας. οὐ μὴν διὰ τοῦτο ἐνυπάρχειν δεῖ καὶ τὸν μὴ ὀρθὸν λόγον, ἵνα ἀρχὴ τῶν κακιῶν οὗτος γένηται ὥσπερ ἐκεῖνος τῶν ἀρετῶν. ἀρκεῖ γὰρ παρὼν ὁ ὀρθὸς λόγος ὥσπερ νόμος ἐν πόλει
5τά τε κατ’ αὐτὸν πραττόμενα καὶ τὰ παρ’ αὐτὸν διορίζειν καὶ τὰ μὲν ἀποδέχεσθαι, τὰ δὲ σωφρονίζειν. καὶ οὐδὲν
δεῖ κακῶν ἀρχῆς οὔτε ἐνυποκειμένης οὔτε ἔξωθεν κακο‐ ποιὸν αἰτίαν ἐνδιδούσης, ἀγαθῶν δὲ δεῖ ἀρχῆς μάλιστα καὶ μόνης τῆς μὲν κεχωρισμένης τῶν λογικῶν οὐσιῶν, οἷός43
10ἐστιν ὁ θεός, τῆς δὲ ἐνυπαρχούσης αὐταῖς καὶ τῇ κατ’ οὐσίαν ἐπαφῇ κυβερνώσης, οἷός ἐστιν ὁ ὀρθὸς λόγος.

11

.

5

τοιαύτη μὲν ἡ τῶν κακῶν διάκρισις, ὧν οὐ τὰ προαιρετικά φησιν ἐκ τῆς δαιμονίας τύχης τοῖς ἀνθρώποις ἀπονέμεσθαι ἀλλὰ τὰ περιστατικά, ἃ νῦν μὲν ἐν τοῖς οὐκ ἐφ’ ἡμῖν κεῖται, πάλαι δὲ προαιρετικαῖς ἁμαρτίαις ἐπηκολούθησεν, ἀλγεινὰ
5μὲν ὄντα, ὡς ἔφαμεν, τὸν δὲ παρὰ τῆς ἀρετῆς κόσμον

11

.

6

ἐπιδεχόμενα. καὶ γὰρ πενίαν ἐκόσμησε σώφρων δίαιτα καὶ ταπεινότητα γένους ἐπηνωρθώσατο φρόνησις καὶ παίδων ἀποβολὴν πράως ἤνεγκεν ὁ δίκαιος βίος ὁ δυνάμενος εἰπεῖν· τέθνηκε τὸ παιδίον; οὐκοῦν ἀπεδόθη· καὶ ᾔδειν θνητὸν
5γεγεννηκώς. ὁμοίως δὲ καὶ τὰ ἄλλα πάντα τῷ τῆς ἀρετῆς

11

.

7

κάλλει περιβληθέντα γίνεται εὐσχημονέστερα. ἑξῆς δὲ ζητεῖ ὁ λόγος, τίνες αἱ δαιμόνιαι τύχαι, καθ’ ἃς οἱ βροτοὶ τὰς ἐκτὸς δυσχερείας ἔχουσιν. εἰ μὲν γὰρ προηγουμένως ἡ θεία κρίσις δίδωσι τῷδε μὲν πλοῦτον, ἑτέρῳ δὲ πενίαν,
5δαιμονίαν ἔδει ταύτην προαίρεσιν καλεῖν καὶ μὴ τύχην. εἰ δὲ μηδὲν ἐπιστατεῖ ταῖς τῶν τοιούτων λήξεσιν ἀλλ’ ὡς ἔτυχε καὶ αὐτομάτως συμπίπτει τόνδε μὲν εὐτυχῆ εἶναι, ὥς φασι, τόνδε δὲ δυστυχῆ, τύχην μόνον ἔδει ταύτην καλεῖν

11

.

8

καὶ μὴ δαιμονίαν τύχην. εἰ δὲ πρὸς τὴν ἀξίαν ἑκάστῳ τὰ προσήκοντα ἀπονέμει ὁ ἐπιτροπεύων ἡμῶν θεὸς καὶ τοῦ μὲν εἶναι τοιούσδε ἢ τοιούσδε ἡμᾶς οὐκ ἔστιν αἴτιος, τοῦ δὲ τὰς ἀμοιβὰς ἀποδοῦναι κατὰ τοὺς θεσμοὺς τῆς δίκης
5μόνον ἐστὶ κύριος, εἰκότως συνάψας εἶπε δαιμονίας τύχας τὰς τῆς κρίσεως ἀποφάνσεις, εἰ μὲν θεῖον καὶ νοερόν ἐστι τὸ κρῖνον, δαιμονίας καὶ ἐπιστημονικὰς αὐτὰς προσει‐ πών, εἰ δὲ οἰκείᾳ προαιρέσει κακύνεται τὸ κρινόμενον καὶ διὰ τοῦτο γίνεται τῶν δυσχερῶν τούτων ἄξιον, προσθεὶς44
10τὸ τύχας, ὅτι οὐ προηγουμένως τόνδε τινὰ κολάσαι ἢ τιμῆσαι πρόκειται τῷ θεῷ, ἀλλ’ ἀεὶ τὸν τοιόνδε ἢ τοιόνδε

11

.

9

γενόμενον· τούτου δὲ τὴν αἰτίαν ἐν ἡμῖν κεῖσθαι. τὴν οὖν ἐπιπλοκὴν τῆς ἡμετέρας προαιρέσεως καὶ τῆς ἐκείνου κρίσεως τύχην ἀπογεννᾶν, ὥστε εἶναι τὸ ὅλον τοῦτο δαιμονίαν τύχην, τὴν ἐπὶ τοῖς ἡμαρτημένοις θείαν ψῆφον,
5καὶ συνεισάγειν οὕτω τὴν τῶν ὀνομάτων τεχνικὴν εὕρε‐ σιν τήν τε θείαν ἐπιστασίαν καὶ τὸ αὐτεξούσιον τῆς ψυχῆς καὶ ἀθάνατον· καὶ μήτε καθ’ εἱμαρμένην ἢ πρόνοιαν πανταχόθεν γίνεσθαι μήτε ὡς ἔτυχε καὶ ἀπὸ ταὐτομάτου μήτε κατὰ τὸ αὐτοπροαίρετον ἡμῖν τὸν βίον διατίθεσθαι

11

.

10

πάντα. ἀλλ’ ὅσα μὲν ἐν τοῖς ἐφ’ ἡμῖν ἁμαρτάνομεν, ταῦτα εἰς προαίρεσιν ἀναφέρεσθαι, ὅσα δὲ ἐπὶ τοῖς ἡμαρτημένοις κατὰ τοὺς τῆς δίκης ἕπεται νόμους, εἰς εἱμαρμένην, τὰ δὲ προηγουμένως παρὰ τοῦ θεοῦ ἐνδιδόμενα ἀγαθὰ εἰς
5πρόνοιαν, εἰς δὲ τὸ εἰκῆ καὶ ὡς ἔτυχεν οὐδὲν τῶν ὄντων ἀναφέρειν τὴν αἰτίαν, ἀλλ’ οὐδὲ τῶν γινομένων, εἰ μὴ ἄρα κατὰ συμβεβηκὸς καὶ κατ’ ἐμπλοκὴν τῶν ἀπὸ προνοίας καὶ εἱμαρμένης καὶ προαιρέσεως προηγουμένως ἐνεργου‐ μένων, ἐπακολουθήσει τὸ ὡς ἔτυχε τοῖς πρωτουργοῖς

11

.

11

αἰτίοις. οἷον φέρε ὁ δικαστὴς τὸν φονέα κολάζειν βούλεται καὶ οὐ τόνδε τὸν ἄνθρωπον, κολάζει δὲ καὶ τοῦτον, ὃν οὐκ
ἐβούλετο, ὅταν αὐτὸς ἑαυτὸν εἰς τὴν τοῦ φονέως ἐναρμόσῃ τάξιν. καὶ γίνεται προηγουμένη μὲν ἡ κατὰ τοῦ φονέως45
5αὐτῷ ψῆφος, κατὰ συμβεβηκὸς δὲ ἡ κατὰ τοῦδε τοῦ

11

.

12

ἀνθρώπου, ὅτι ἑκὼν ὑπέδυ τὸ τοῦ φονέως πρόσωπον. καὶ πάλιν ὁ πονηρὸς ἄνθρωπος φονεῦσαι μὲν ἐβούλετο, δοῦναι δὲ ἐπὶ τούτῳ δίκας οὐκ ἤθελεν, ὥστε καὶ ἐπὶ τούτου γίνεσθαι προηγουμένην μὲν τὴν φονικὴν διάθεσιν, ὡς ἀπὸ
5τοῦ αὐτεξουσίου τῆς ψυχῆς ἠρτημένην, κατὰ συμβεβηκὸς δὲ ἐπακολουθεῖν τὰς ἐπὶ ταύτῃ στρεβλώσεις τε καὶ κακίας.

11

.

13

τούτων δὲ πάντων αἴτιος ὁ νόμος ὁ καὶ τῷ δικαστῇ τὴν προαίρεσιν τοῦ κολάζειν τοὺς φαύλους ἐντιθεὶς καὶ τῷ φονεῖ τὴν τιμωρὸν τύχην ἐπάγων. ταὐτὸ δή μοι τοῦτο καὶ ἐπὶ τῆς θείας ἐπιστασίας λογίζου· προαιρέσεως ἀν‐
5θρωπίνης δρᾶσαι κακὰ βουληθείσης καὶ προαιρέσεως νομοφυλάκων δικαστῶν ἐπανορθοῦσθαι τὰ κακὰ πάσῃ μηχανῇ πειρωμένης τὴν συνδρομὴν δαιμονίαν τύχην ἀποτε‐ λεῖν, καθ’ ἣν ὁ τὰ τοιάδε εἰργασμένος τῶν τοιῶνδε γίνεται ἄξιος τιμημάτων, τοῦ μὲν προῃρῆσθαι τὰ φαῦλα εἰς τὸ
10αὐτεξούσιον τοῦ κρινομένου τὴν αἰτίαν ἀναφέροντος, τοῦ δὲ ἑπομένου τῇ ἀξίᾳ τιμήματος εἰς τὴν τῶν κρινόντων νομοφυλακικὴν ἐπιστήμην, τούτων δὲ συναγωγέα εἶναι τὸν νόμον τὸν ἀγαθὰ μὲν εἶναι πάντα κατὰ δύναμιν, φαῦλον

11

.

14

δὲ μηδὲν εἶναι διατεταγμένον. οὗτος γὰρ προϋφεστὼς ἐν τῇ τοῦ θεοῦ ἀγαθότητι οὐκ ἐᾷ ἀνευθύνους εἶναι τοὺς κακούς, ἵνα μὴ ἐμμένον τὸ κακὸν εἰς ἀναισθησίαν παντελῆ τῶν ἀγαθῶν ἐλάσῃ, ὧν τὴν ἀναγκαίαν ὑπόμνησιν ἡ παρὰ
5τῶν νομοφυλάκων δίκη χορηγεῖ. συνάγει οὖν ὁ νόμος, ὡς εἴρηται, τοὺς πεφυκότας κρίνειν καὶ τοὺς πεφυκότας
κακύνεσθαι, δι’ ἀμφοτέρων τὸ οἰκεῖον ἀπεργαζόμενος46

11

.

15

ἀγαθόν. εἰ γὰρ τὸ διδόναι δίκην τοῦ μὴ διδόναι ἐστὶ λυσιτελέστερον καὶ πρὸς σωφρονισμὸν τῆς ἀμετρίας τῶν κακῶν ἡ δίκη βλέπει, δῆλον, ὅτι πρὸς τὸ ὠφελεῖν καὶ ὠφελεῖσθαι συνήρμοσεν ὁ νόμος τὰ δύο ταῦτα γένη, τὸ
5μὲν κριτικὸν ὡς νομοφυλακικὸν τοῦ ἑτέρου προτάξας, τὸ δὲ ἁμαρτάνειν καὶ κρίνεσθαι πεφυκὸς ὡς παρανομητικὸν τῷ ἀμείνονι παραδοὺς γένει κατὰ τὴν ἀξίαν αὐτὸ μεταχειρί‐ ζεσθαι, ὅπως ἂν εἰς ἀνάμνησιν καὶ ἔννοιαν ἔλθῃ ποτὲ τοῦ

11

.

16

νόμου, δι’ ὧν πάσχει κακῶς. ὃν γὰρ ἐν τῷ πράττειν κακῶς ἀπηρνοῦντο, τοῦτον ἐν τῷ πάσχειν κακῶς ἐπιποθοῦσιν οἱ ἄνθρωποι, οἷον ὁ ἀδικῶν οὐ βούλεται εἶναι θεόν, ἵνα μὴ τὸ δοῦναι δίκην ὡσπερεί τινα Ταντάλου λίθον ἐπι‐
5κρεμάμενον ἔχῃ, ὁ δὲ ἀδικούμενος βούλεται εἶναι θεόν, ἵν’ ἐπικουρίας ὧν πέπονθε τύχῃ. διὸ τοὺς ἀδικοῦντας εἰς τὸ ἀδικεῖσθαι περιστῆναι δεῖ, ἵν’ ὃ μὴ ἔβλεπον ἐν τῷ δρᾶν τῷ τῆς πλεονεξίας πάθει μεθύοντες, ἐν τῷ πάσχειν μεταμάθωσι τῷ τῆς ἐλαττώσεως ἀνιαρῷ παιδευόμενοι, εἴ

11

.

17

γε καλῶς ὑπέχοιεν δίκας. εἰ δὲ τῇ ἰταμότητι τῆς προαιρέσεως ἔτι κακύνοιντο, αὐτοὶ μὲν ἴσως ἧττον ὠφελοῦνται, παράδειγ‐ μα δὲ πάντως που γίνονται παιδευτικὸν τοῖς εὖ φρονοῦσι καὶ διαισθάνεσθαι δυναμένοις τὰς αἰτίας τῶν τοιούτων
5παθῶν. ταύτας τῆς κρίσεως ἀρχὰς κυριωτάτας ἀποδεχό‐ μεθα· τὴν ἀγαθότητα τοῦ θεοῦ, τὸν ἀπὸ ταύτης νόμον, τὸν ἐν ἡμῖν παρανομούμενον ὀρθὸν λόγον καὶ ὥσπερ τινὰ

11

.

18

ἔνοικον θεὸν πλημμελούμενον. ἀποτέλεσμα δὲ τῆς κρίσεως τὰ ἄλγεα, ὥς φησι, ταῦτα, ὅσα τραχύτερον ἡμῖν ποιεῖ τὸν βίον ταῖς περὶ σῶμά τε καὶ τὰ ἐκτὸς λύμαις, ἃ δὴ πράως φέρειν ὁ παρὼν εἰσηγεῖται λόγος ἐνθυμουμένους τὰς
5αἰτίας αὐτῶν καὶ ὅσον οἷόν τε περικόπτοντας καὶ μετατι‐ θέντας εἰς ὠφέλειαν τὰ δοκοῦντα βλαβερά, μάλιστα μὲν τῶν θείων ἀγαθῶν ἑαυτοὺς ἀξίους παρέχεσθαι διὰ τῆς ἀκροτάτης ἀρετῆς. εἰ δέ τῳ τοῦτο οὔπω ἐν ὀρέξει, τῶν γοῦν πολιτικῶν ἀγαθῶν διὰ τῆς μέσης ἀρετῆς τυγχανέτω.47
10τοῦτο γὰρ ἦν, ὃ πρὸς τὸ πάσχειν καλῶς τὰ ἀλγεινὰ καὶ

11

.

19

ἰᾶσθαι αὐτὰ ἐπιταττόμεθα. τίς οὖν ἡ ἴασις ἢ τὰ προει‐ ρημένα πάντα, ἀφ’ ὧν καὶ ἡ εὐλόγιστος τῶν ἀλγεινῶν ἡδονὴ καὶ ἡ θεραπευτικὴ μέθοδος ὑποδείκνυται; κεφάλαιον δὲ τῶν εἰρημένων, ὅτι ὁ θεὸς νομοθέτης ὢν ἅμα καὶ δικαστὴς
5τίθεται μὲν τὰ ἀγαθά, ἀναιρεῖ δὲ τὰ κακά· διὸ καὶ πάντῃ κακῶν ἐστιν ἀναίτιος· τοὺς δὲ κακυνθέντας αὐτεξουσίοις ὁρμαῖς καὶ τὸν ἐν αὐτοῖς ὀρθὸν λόγον ἀμνημονήσαντας ὡς μὲν κακοὺς κολάζει τῷ νόμῳ τῷ ἀπαγορεύοντι τὰ κακά, ὡς δὲ ἀνθρώπους τῇ ἐπεισιούσῃ ἐπιπλοκῇ τοῦ νόμου πρὸς
10τὴν προαίρεσιν, ἣν δὴ τύχην καλοῦμεν. οὐ γὰρ ἁπλῶς τὸν

11

.

20

ἄνθρωπον ᾗ ἄνθρωπος κολάζει ὁ νόμος, ἀλλ’ ᾗ κακός. τοῦ δὲ κακὸν γενέσθαι τὴν πρώτην αἰτίαν εἶχεν ἡ προαίρεσις· ἐπειδὰν οὖν κακὸς γένηται, ὅπερ ἦν ἐφ’ ἡμῖν, ἀλλ’ οὐκ ἐπὶ τῷ θεῷ, τότε δίδωσι δίκας, ὅπερ ἦν ἐπὶ τῷ θείῳ νόμῳ,
5ἀλλ’ οὐκ ἐφ’ ἡμῖν. σκοπὸς δὲ τοῦ νόμου μόνος ἂν εἴη πρέπων τε θεῷ καὶ ἡμῖν ἐπωφελὴς τὸ ἀποκόψαι τὴν κακίαν καὶ ἀποκαθᾶραι τοῖς παντοδαποῖς τῆς δίκης σωφρονισμοῖς καὶ ἐπιστρέψαι τὴν ὑποπεσοῦσαν τῇ πονηρίᾳ ψυχὴν εἰς ἀνάμνησιν τοῦ ὀρθοῦ λόγου. καὶ οὕτως ἑστῶτος τοῦ
10νόμου καὶ τὰ αὐτὰ ἀεὶ φθεγγομένου τὴν ἀξίαν ἕκαστος τὴν ἑαυτοῦ ἄλλοτε ἄλλην ποιήσας οὐ τῶν αὐτῶν ἀεὶ
τυγχάνει· οὐ γὰρ δίκαιον τοῦτό γε οὐδὲ ἡμῖν συμφέρον.48

11

.

21

τὴν δὲ μεταβολὴν τῆς κρίσεως ἡ τοῦ κρινομένου μεταβολὴ δίδωσιν. τὸν γὰρ μὴ τοιοῦτον διαμείναντα πῶς τῶν αὐτῶν ἔστιν ἀξιοῦν; καλῶς φέρειν οὖν τὰς δαιμονίας τύχας δεῖ καὶ μὴ ἀγανακτεῖν διδόντα δίκην καὶ ὅσον ἐπὶ τῇ θείᾳ
5κρίσει καθαιρόμενον διὰ τῶν δοκούντων ἐμποδίων εἶναι πρὸς εὐπάθειαν τοῦ τῇδε βίου. ὁ δὲ τοιοῦτος λογισμὸς ἴασίς τε γίνεται τῶν προημαρτημένων καὶ ἐπιστροφὴ πρὸς τὸν ἐνυπάρχοντα ἡμῖν ὀρθὸν λόγον. πῶς γὰρ ὁ κακίας εἶναι καρποὺς τὰ ἀλγεινὰ τιθέμενος οὐ φεύξεται τὴν εἰς
10ταῦτα κατάγουσαν αὐτὸν αἰτίαν καί, εἰ δεῖ χαλεπαίνειν ἐν τοῖς λυπηροῖς, ἑαυτῷ μᾶλλον οἰήσεται δεῖν χαλεπαίνειν ἢ τῷ κωλύοντι τὴν πονηρίαν θεῷ διὰ τῶν ὀργάνων τῆς δίκης, δι’ ὧν ἔστι συνεῖναι καὶ ἀναμιμνήσκεσθαι, οἷον ἦν ἄρα ἀγαθὸν μὴ ἀφίστασθαι τῶν θείων νόμων μηδὲ ἑκόντας

11

.

22

κακύνεσθαι. οὐ γὰρ ὡς ἔτυχε τὰ ἀλγεινὰ τοῖς ἀνθρώποις διανέμεται, εἴπερ θεὸς καὶ δίκης ὅροι προεστήκασιν ἡμῶν τὴν ἀξίαν μοῖραν ἐφ’ ἑκάστοις ἐπάγοντες· διὸ καὶ τὸ οὐ πάνυ τοῖς ἀγαθοῖς τὰ ἀλγεινὰ συμπίπτειν εὔλογον.
5πρῶτον μὲν γὰρ οἴσουσιν αὐτὰ πράως τῇ εὐαρεστίᾳ τῆς θείας κρίσεως καὶ τῇ τῆς ἀρετῆς προσκτήσει, δι’ ἣν πραότερα μὲν τὰ χαλεπὰ γίνεται. καὶ εὔελπις δὲ τοῦ λοιποῦ ὁ βίος μηδαμῶς ἐνοχλήσειν ἡμᾶς τὰ τοιαῦτα, εἴπερ ἀγαθοῖς γενομένοις κατὰ μὲν τὴν ἀκροτάτην ἀρετὴν τὰ
10θεῖα ἀγαθὰ ἡμῖν ἀπόκειται, κατὰ δὲ τὴν μέσην ἕξιν τὰ

11

.

23

ἀνθρώπινα. ἔπειτα καὶ ἰάσονται κατὰ δύναμιν τὰ τοιαῦτα ἐξ αὐτοῦ τοῦ φέρειν πράως τὰς μεθόδους τῆς θεραπείας
αὐτῶν διδασκόμενοι. πῶς γὰρ οἷόν τε ταῖς ἱεραῖς ἱκετείαις θεοπρεπῶς χρήσασθαι μὴ πρόνοιαν καὶ δίκην ἐφορᾶν τὰ49
5ἀνθρώπινα τιθεμένους καὶ τὴν ψυχὴν ἡμῶν ἀθάνατον οὖσαν τοιούτων ἑκάστοτε τυγχάνειν τῶν ἔξωθεν, οἵων ἂν ἑαυτὴν ἀξίαν παράσχηται ἐκ τῶν προαιρετικῶν κινημάτων;

11

.

24

ὁ γὰρ μὴ εἰς ταῦτα ἀναφέρων τὴν παροῦσαν μοῖραν πόθεν τοῦ πράως φέρειν αὐτὴν τὰς ἀφορμὰς λήψεται, πόθεν δὲ τοῦ ἰᾶσθαι τὴν τέχνην, οὐκ ἔστιν εἰπεῖν. εὐαρεστῆσαι μὲν γὰρ αὐτόθεν τοῖς τοιούτοις οὐκ ἔστιν ὡς ἀδιαφόροις ἢ
5καὶ ἀμείνοσι τῶν ἐναντίων, ἐπειδὴ παρ’ ἑαυτῶν φευκτὰ εἶναι φαίνεται ἀλγεινὰ ὄντα καὶ ἐπίπονα. τὰ δὲ τοιαῦτα οὐ προσίεται ἡμῶν ἡ φύσις ὡς τὰ δι’ αὐτὰ αἱρετά, εἰ μὴ ἄρα ἀγαθόν τι προσδοκώμενον εἴη ἐπὶ τῇ τληπαθείᾳ

11

.

25

τῶν δυσχερῶν. ἀνάγκη οὖν δυσχεραίνειν καὶ δυσαρεστίας ἐμπίπλασθαι καὶ προσεπιτείνειν τὰ ἀλγεινὰ ἐκ τῆς περὶ τὴν οὐσίαν ἡμῶν ἀγνοίας καὶ οὐδὲν μὲν ἧττον διδόναι δίκας, τὴν μεγίστην δὲ ἐπικτᾶσθαι κακίαν, ἐὰν ἀπρονόητον
5τὸ πᾶν ἢ κακῶς φροντιζόμενον οἰηθῶμεν. τοῦτο δὲ ταὐτόν ἐστι τῷ μὴ οἴεσθαι εἶναι θεὸν ἢ ὄντα μὴ προνοεῖν ἢ προνο‐ οῦντα μὴ ἀγαθὸν εἶναι καὶ δίκαιον, ἃ δὴ τῆς παντοδαποῦς ἀσεβείας ἐστὶ τὰ συνεκτικώτατα καὶ πρὸς πᾶσαν κακίαν

11

.

26

συνωθοῦντα τὸν τοῖς τοιούτοις ἑαλωκότα δοξάσμασιν. ὡς γὰρ ἡ εὐσέβεια μήτηρ τῶν ἀρετῶν ἀνεφάνη, οὕτω καὶ πάσης κακίας ἡγεμὼν ἡ τῆς εὐσεβείας ἀπόπτωσις. μόνος οὖν ἐξευρήσει τούτων τὴν ἴασιν ὁ πράως αὐτὰ φέρειν
5δεδιδαγμένος. τοῦτο δὲ διὰ φιλοσοφίας μόνης παραγίνεται τὰς πάντων τῶν ὄντων οὐσίας ἀκριβῶς ἐπισταμένης καὶ τὰς ἑπομένας ταῖς οὐσίαις αὐτῶν ἐνεργείας, ὧν εἱρμὸς καὶ
σύνταξίς ἐστιν ἡ τῶν ὅλων διοίκησις, ἀφ’ ἧς καὶ τὰς δαιμονίας τύχας ἀπονέμεσθαι ἀνάγκη, εἶναι δὲ τὴν ἑκάστῳ50
10ἀπονεμηθεῖσαν ἀξίαν τὴν νῦν λεγομένην μοῖραν ἠρτημένην τῆς τε προνοίας τοῦ θεοῦ καὶ τῆς κοσμικῆς εὐταξίας καὶ

11

.

27

τῆς ἀνθρωπίνης προαιρέσεως. εἰ γὰρ μὴ εἴη θεοῦ πρόνοια, οὐκ ἂν εἴη τάξις ἐν κόσμῳ, ἣν καὶ εἱμαρμένην ἂν εἴποι τις. εἰ δὲ μὴ ταῦτα εἴη, δίκη καὶ κρίσις τῶν κακῶν οὐκ ἂν γένοιτο, ἀλλ’ οὐδὲ τιμὴ καὶ ἀποδοχὴ τῶν ἀγαθῶν. προνοίας
5δὲ οὔσης καὶ τάξεως πάντας ἔδει τοὺς νῦν γεννωμένους τῶν ἴσων ἀγαθῶν τυγχάνειν, εἰ μηδὲν παρ’ ἑαυτῶν εἰς τὴν ἀνισότητα συνετέλεσαν. φαίνονται δὲ οὐ τῶν ἴσων τυγχά‐

11

.

28

νοντες. δῆλον οὖν, ὡς τὸ τῆς προαιρέσεως ἄνισον ὑποβληθὲν τῇ τῆς προνοίας κρίσει οὐκ ἐᾷ τὴν ἴσην αὐτοῖς ἀπονέμεσθαι μοῖραν, εἴγε τῶν πρὸς ἀξίαν ἀνάγκη τυγχάνειν. μὴ ταρατ‐ τέτω δὲ ἡμᾶς τὸ καὶ ἐπὶ ζῴων ἀλόγων καὶ φυτῶν καὶ
5αὐτῶν τῶν ἀψύχων τὴν αὐτὴν ἀνωμαλίαν ἐπιφαίνεσθαι, ἣν καὶ ἐπ’ ἀνθρώπων. οὐ γὰρ διὰ τοῦτο τὰ καθ’ ἡμᾶς ἀπρονόητα, εἴ γε ἐκείνοις ταῦτα ὡς ἔτυχε συμβαίνει, ἢ καὶ ἐπ’ ἐκείνων δίκη καὶ κρίσις καὶ ἀρετῆς καὶ κακίας ἐκλογι‐

11

.

29

σμοί, ἐπεὶ τὰ καθ’ ἡμᾶς οὕτως ἠκρίβωται. πρῶτον μὲν γὰρ τὰ ἄψυχα οὕτως ἔκκειται ὡς κοινὴ ὕλη φυτοῖς καὶ ζῴοις καὶ ἀνθρώποις· ἔπειτα τὰ φυτὰ ζῴοις καὶ ἀνθρώποις κοινὴ τροφὴ πρόκειται καὶ ἔνια ζῴων ζῴοις τε καὶ ἀνθρώ‐
5ποις. διὸ καὶ ποιεῖ ταῦτα εἰς ἄλληλα, οὐ τὴν τῶν πασχόντων ἀξίαν ἐπισκεπτόμενα, ἀλλὰ τὴν αὑτῶν πείνην ἢ τὴν νόσον θεραπεύοντα καὶ ὅλως τὸ ἐνδεὲς ἑαυτῶν πληροῦντα, ὅθεν ἂν τοῦτο ποιεῖν ἐξῇ, ὥστε δυστυχίας ἀφορμὴν εἶναι τοῖς
ζῴοις τὴν ἡμετέραν χρείαν ἐκ τῶν παρατυχόντων πληρου‐51
10μένην καὶ τῆς δοκούσης εὐτυχίας αὐτοῖς αἴτιον τὸ παρ’

11

.

30

ἡμῶν προσπαθές. εἰ μὲν οὖν προϊὼν ὁ λόγος καὶ ἄλλους κρείττονας ἡμῶν τινας εἰσήγαγεν οὕτως ἀποχρωμένους ἡμῖν πρὸς πλήρωσιν τῆς ἑαυτῶν ἐνδείας, ὡς ἡμεῖς τοῖς ἀλόγοις φαινόμεθα χρώμενοι, θνητοὺς ἐκείνους ἔδει ὁμολογεῖν καὶ
5φαίνεσθαι τὰ σώματα τῶν ἀνθρώπων εἰς τὴν ἐκείνων χρείαν ἀναλισκόμενα. εἰ δὲ μηδὲν τῶν πρὸ ἀνθρώπου θνητόν, —ἐπειδὴ καὶ αὐτὸς ἔσχατος ὢν τῶν λογικῶν γενῶν καὶ διὰ τοῦτο ἀθάνατος εἰς σῶμα θνητὸν ἐκ περι‐ στάσεως ἔρχεται καὶ συγγενές τι τοῖς ἀλόγοις ἀναλαβὼν
10ὄργανον ἐπὶ γῆς πολιτεύεται, —οὐδὲν ἂν εἴη τὸ ταῖς ἡμετέραις δυστυχίαις εἰς τὴν ἑαυτοῦ θοίνην ἀποχρησάμενον, οὐκοῦν οὐδὲ τὸ ἀτάκτως χρησόμενον ἡμῖν προθυμίᾳ

11

.

31

πληρώσεως. δίκη τοίνυν καὶ τάξις τοῖς πρὸ ἡμῶν ἀθανάτοις τοὺς ὅρους τῆς περὶ ἡμᾶς διοικήσεως νομοθετεῖ ταῦτα μηχανᾶσθαι περὶ ἡμᾶς, ἃ τήν τε ἐνταῦθα κακίαν ἡμῶν ἐλαττοῖ καὶ πρὸς αὐτοὺς ἐπιστρέφειν ἡμᾶς δύναται.
5κήδονται γὰρ ἡμῶν ὡς συγγενῶν ἐκπεσόντων, ὅθεν αἰδὼς καὶ νέμεσις καὶ αἰσχύνη ἀποτρέπουσα τῶν κακῶν ἀνθρώ‐ πους μόνους ἐπιστρέφεσθαι λέγεται ὀρθῶς· τὸ γὰρ λογικὸν

11

.

32

ζῷον μόνον συναισθάνεσθαι τῆς δίκης πέφυκεν. τοῖς μεγίστοις οὖν ὅροις διεστῶτας ἡμᾶς ἀπὸ τῶν ἀλόγων διεστώσῃ πάμπολυ καὶ τῇ διοικήσει χρῆσθαι προσήκει. σύμμετρος γὰρ ταῖς οὐσίαις τῶν ὅλων καὶ ὁ τῆς προνοίας
5θεσμός, καὶ ὡς ἕκαστα ὑπέστη παρὰ τοῦ δημιουργοῦ θεοῦ, οὕτω καὶ προνοίας ἀξιοῦται. φαίνεται δὲ ἐπὶ μὲν τῶν ἀνθρωπίνων ψυχῶν ἑκάστην αὐτὸς ὑποστήσας, ἐπὶ
δὲ τῶν ἀλόγων μόνα γένη προτείνων τῇ διαπλαττούσῃ αὐτὰ φύσει, ὡς Πλάτωνι δοκεῖ καὶ Τιμαίῳ τῷ Πυθαγορείῳ,52
10οὐδὲν μὲν τῶν θνητῶν προσεχὲς δημιούργημα εἶναι τοῦ θεοῦ τιθέμενοι, τὰς δὲ ἀνθρωπίνας ψυχὰς ἐκ τοῦ αὐτοῦ κρατῆρος γενέσθαι τοῖς τε ἐγκοσμίοις θεοῖς καὶ τοῖς

11

.

33

δαίμοσιν ἢ τοῖς ἀγαυοῖς ἥρωσιν. διὸ πρόνοια ἐπ’ ἀνθρώπων ἐστὶ καθ’ ἕνα ἕκαστον, πῶς ἀφίσταται τῶν ἐκεῖ, πῶς πρὸς τὰ τῇδε νεύει, πῶς ἐνταῦθα πολιτεύεται, πῶς ἂν ἐντεῦθεν ἀνακομισθείη ἐκεῖσε, ὧν οὐδὲν δεῖ περὶ τῆς ἀλόγου ζωῆς
5πραγματεύεσθαι. οὔτε γὰρ ἦλθεν ἀδυνατήσασα ἐπισπέσθαι θεῷ, οὔτε ἐπὶ γῆς δύναται πολιτεύεσθαι ὡς φυτὸν οὖσα οὐράνιον, οὔτε πρός τι ξύννομον ἄστρον ἀνάγεσθαι πέφυκεν.

11

.

34

καὶ ταῦτα μὲν πρὸς τὸ παρὸν ἀπολελογήσθω ἡμῖν πρὸς τοὺς δυσχεραντικοὺς καὶ πανταχόθεν τὸ ἀπρονόητον κατα‐ σκευάζοντας, πρὸς οὓς καὶ ταῦτα εἰπεῖν δίκαιον, ὅτι ἐκ μὲν τοῦ πράως τὰ δυσχερῆ φέρειν ὁ ἀνθρώπινος τρόπος
5εὐλόγιστος ἀναφαίνεται καὶ πρὸς τὸ παρὸν ἐπελαφρύνων τὰ

11

.

35

δυσχερῆ καὶ πρὸς τὸ μέλλον ἰώμενος. ὑμεῖς δὲ ἀγανακτοῦντες τί καὶ ὀνήσετε, εἰ μὴ μόνον προσθείητε τοῖς πόνοις τὸ μέγιστον τῶν κακῶν ἀσέβειαν καὶ αὐτὰ δὲ τὰ χαλεπὰ τραχύτερα ἑαυτοῖς ἐξεργάσεσθε τῷ παρὰ τὴν ἀξίαν
5πάσχειν αὐτὰ δοκεῖν; ὁ γὰρ νοσῶν ἐὰν ἀγανακτῇ, ὅτι νοσεῖ, δι’ αὐτὸ τοῦτο μᾶλλον νοσήσει. διὸ οὐδὲ χαλεπαίνειν δεῖ πρὸς τὴν ἀξίαν τῆς ἀποδόσεως γινομένης, ἵνα μὴ καὶ χειρόνων ἐν ἕξει γενώμεθα διὰ τὴν ἐπὶ τοῖς παροῦσι

11

.

36

βλάσφημον δυσφορίαν. σκεψώμεθα δὲ αὐτὸ καὶ τῇδε· εἴ τις πενίαν λαβὼν πράως φέρει, πρὸς τῇ ἀπὸ τῆς πραότητος ἀλυπίᾳ καὶ ἐξευρήσει τινὰ βίου παραμυθίαν, τοῦτο μὲν
τοῦ λογισμοῦ πόρον ἐξευρίσκοντος εὐλόγου διατροφῆς τῷ53
5μὴ συγκεχύσθαι τῇ λύπῃ, τοῦτο δὲ ἀγαμένων αὐτὸν τῶν πλησίον τῆς ἔμφρονος καρτερίας καὶ συνεκποριζόντων ὅση δύναμις τὰ ἀναγκαῖα πρὸς τὸν βίον. ὁ δὲ ἀγανακτῶν καὶ γυναικείως πικραινόμενος πρῶτον μὲν ἑκουσίως λύπας προσκτᾶται, ἔπειτα προσδεδεμένος τῷ τὴν πενίαν πενθεῖν
10ἄπορος παντελῶς γίνεται οὔτε παρ’ ἑαυτοῦ τι σχολάζων εἰς πόρον συμβάλλεσθαι οὔτε παρὰ τῶν πλησίον συντελού‐ μενος, ὅσον μὴ ἐλέου χάριν αὐτῷ τις προσρίψειεν, ὃ πάλιν ἐκ τῆς διαθέσεως τοῦ διδόντος ἐπιτείνει τὴν λύπην τῷ

11

.

37

εἰς τοῦτο χρείας καταστάντι. ἐκ πάντων οὖν τῶν εἰρημένων πράως φέρειν δεῖ τὰ συμβαίνοντα, καὶ ὅση δύναμις ἰᾶσθαι δεῖ ταῖς ἀδιαστρόφοις ἐννοίαις τὰς αἰτίας αὐτῶν ἐκλογιζο‐ μένους καὶ συνορῶντας, ὅτι προνοίας οὔσης οὐκ ἀμελεῖται
5ὁ ἀγαθὸς νῦν γενόμενος, κἂν παλαιῶν μηνιμάτων ἐφέλκηται στίγματα. κατ’ αὐτὸ γὰρ τὸ κτᾶσθαι τὴν ἀρετὴν καὶ τὸ ἐπίπονον αὐτῶν διαφεύγει καὶ τὴν ἴασιν ἐξευρίσκει, παρ’ ἑαυτοῦ μὲν τὴν βοήθειαν τῆς ἀλυπίας εἰσφέρων, παρὰ δὲ τῆς προνοίας τὴν ἀπόλυσιν τῶν χαλεπῶν κομιζόμενος.

11

.

38

ἡ γὰρ ἡμετέρα κακία καὶ κρίσις θεία τιμωρουμένη τὴν πονηρίαν τὰ χαλεπὰ συνεφόρησεν, εἰκότως δὲ ταῦτα λύεται πάλιν ἀρετῇ τε ἡμετέρᾳ καὶ νόμῳ προνοίας ἀπολύοντι τῶν κακῶν τοὺς παρ’ ἑαυτῶν πρὸς τὸ ἀγαθὸν ἐπιδεδω‐
5κότας. τοσαῦτα ἂν λάβοιμεν καὶ ἐκ τούτων τῶν ἐπῶν δόγματα πρὸς ἀρετῆς στοιχείωσιν συντελοῦντα. τοὺς γὰρ περὶ προνοίας καὶ εἱμαρμένης καὶ τοῦ ἐφ’ ἡμῖν ἀληθεστά‐ τους λόγους περιέχοντα ἀναπέφηνε, δι’ ὧν τὸ τῆς τῶν φαινομένων ἀνωμαλίας δύσκολον ἀπεύθυνεν ὁ λόγος, καὶ
10διὰ πάντων ἀπέδειξε τῶν κακῶν ἀναίτιον τὸν θεόν. εἰ δέ τις ταῦτα τοῖς προτέροις ἐπισυνάψειεν, εἷς ἐκ πάντων ἀναφανήσεται λόγος τὴν τῆς ψυχῆς ἀϊδιότητα βεβαιού‐54

11

.

39

μενος. τὸ γὰρ δικαιοσύνην ἀσκεῖν καὶ γενναίως ἀποθνῄσκειν καὶ περὶ τὰ χρήματα ἐλευθερίως διακεῖσθαι τοῦ μὴ συναποθνῄσκειν τῷ σώματι τὴν ψυχὴν μάλιστα χρῄζει πρὸς κατασκευήν, ὡς ἤδη εἴρηται, τὸ δὲ τὰς δαιμονίας
5τύχας πράως φέρειν καὶ ἰᾶσθαι δύνασθαι τοῦ μὴ συγγεννᾶ‐ σθαι τῷ σώματι τὴν ψυχὴν νῦν ἐφάνη δεόμενον, ἐκ δὲ ἀμφοτέρων τὸ γενέσεως καὶ φθορᾶς κρείττονα εἶναι τὴν ψυχὴν ἀποδείκνυται καὶ ἑτέραν οὐσίαν παρὰ τὸ θνητὸν σῶμα αὐτὴν καθ’ ἑαυτὴν οὖσαν ἀΐδιον. οὐ γὰρ οἷόν τέ τι
10ἀπό τινος χρόνου παρελθὸν εἰς γένεσιν εἰς ἀεὶ διαμένειν ὥσπερ οὐδὲ τὸ ἐξ ἀϊδίου τὴν ὑπόστασιν ἔχον ποτὲ φθορὰν

11

.

40

ἀναδέξασθαι. εἴπερ οὖν μετὰ τὴν τοῦ σώματος φθορὰν ἡ ἀνθρωπίνη ψυχὴ διαμένουσα δίκης καὶ κρίσεως τυγχάνει καὶ τῶν ἐπιτηδευθέντων ἐν τῷ βίῳ τὰς πρὸς ἀξίαν ἀμοιβὰς ἀποδέχεται, οὐχ οἷόν τε δὲ εἰς ἀεὶ διαμένειν τὸ ἀπὸ χρόνου
5γενόμενον, δῆλον, ὡς καὶ πρὸ τούτου ἦν τὸν ἅπαντα χρόνον. καὶ οὕτω τῶν ἀϊδίων γεννημάτων τοῦ δημιουργοῦ θεοῦ καὶ ἡ ἀνθρωπίνη ψυχὴ ἀνευρίσκεται, ὅθεν αὐτῇ καὶ τῆς θείας ὁμοιώσεως μέτεστιν. ἐπεὶ δὲ καὶ τοῦτο μετρίας ὑπομνήσεως ἔτυχε, καιρὸς ἂν εἴη καὶ τὰ λοιπὰ ἐπισκέψασθαι.

12

n

Πολλοὶ δ’ ἀνθρώποισι λόγοι δειλοί τε καὶ ἐσθλοὶ προσπίπτους’, ὧν μήτ’ ἐκπλήσσεο μήτ’ ἄρ’ ἐάσῃς εἴργεσθαι σαυτόν· ψεῦδος δ’ ἤνπερ τι λέγηται, πράως εἶκε.55

12

.

1

Ἡ ἀνθρωπίνη προαίρεσις μήτ’ ἐν ἀρετῇ ἀεὶ ἑστῶσα μήτ’ ἐν κακίᾳ καὶ τοὺς διὰ φωνῆς προϊόντας λόγους ἐπαμφοτερί‐ ζοντας ἀπεγέννησεν ὡς ἐοικότας ταῖς ἐναντίαις αὐτῆς διαθέσεσιν. διὸ τῶν λόγων ἐγένοντο οἱ μὲν ἀληθεῖς, οἱ
5δὲ ἀγαθοί, οἱ δὲ κακοί, οἱ δὲ ψευδεῖς. ἡ δὲ διαφορὰ αὕτη ἐπιστημονικῆς δεῖται διακρίσεως, ὅπως τοὺς μὲν ἀμείνονας ἐκλεξώμεθα, τοὺς δὲ χείρους ἀποβάλωμεν καὶ μήτε μισολογίαν νοσήσωμεν παντελῆ διὰ τὴν τῶν χειρόνων λόγων κατάγνωσιν μήτε πάντας ἀδιακρίτως εἰσδεξώμεθα

12

.

2

διὰ τὴν τῶν ἀμεινόνων ἀποδοχήν. ἕπεται γὰρ τῇ μὲν μισολογίᾳ τὸ καὶ τῶν ἀγαθῶν λόγων ἑαυτοὺς ἀποστερεῖν, τῇ δὲ ἀκρίτῳ φιλολογίᾳ τὸ λανθάνειν βλαπτομένους ὑπὸ τῶν κεκακουργημένων λόγων. φιλολογίαν οὖν ἀσκήσωμεν
5μετὰ κρίσεως τῆς ἀρίστης, ἵν’ ἡ μὲν φιλία ἕλκῃ τὸ γένος τῶν λόγων, ἡ δὲ κρίσις ἀπωθῆται τὸν χείρονα. καὶ οὕτω τὸ Πυθαγορικὸν τηρήσομεν παράγγελμα μήτε ἐκπληττό‐ μενοι τοὺς πονηροὺς τῶν λόγων καὶ δι’ αὐτὸ τοῦτο, ὅτι λόγοι εἰσίν, ἀκρίτως αὐτοὺς εἰσδεχόμενοι μήτε τῶν ἀγαθῶν

12

.

3

εἰργόμενοι, διότι λόγοι ἦσαν ὁμοίως τοῖς χείροσιν. πρῶτον μὲν γὰρ οὐχὶ ᾗ λόγοι μεταδιώκοιντο, ἀλλ’ ᾗ ἀληθεῖς, οὔθ’ οἱ ἕτεροι καταγινώσκοιντο ὡς λόγοι, ἀλλ’ ὡς ψευδεῖς. ἔπειτα κἀκεῖνο εὐθαρσῶς ἂν εἴποιμεν, ὡς μόνοι λόγοι
5εἰσὶν οἱ ἀληθεῖς. μόνοι γὰρ τῆς λογικῆς οὐσίας τὸ ἀξίωμα
τηροῦσι καί εἰσι γεννήματα ψυχῆς πρὸς τὸ ἄριστον ἀνατετα‐ μένης καὶ τὸν οἰκεῖον κόσμον κεκτημένης· οἱ δὲ ψευδεῖς τῶν λόγων οὐδὲ λόγοι ὄντως εἰσί, πρὸς γὰρ κακίαν καὶ ψευδοδοξίαν φέροντες καὶ τὴν εὐγένειαν τῶν λόγων56
10ἠρνήσαντο, καί εἰσιν ἠλογημένης ψυχῆς καὶ πάθεσι

12

.

4

συμπεφυρμένης φωναί. μήτ’ οὖν πάντας καταδέχου, φησίν, ἵνα μὴ καὶ τοὺς ψευδεῖς, μήτε πάντας ἀπόβαλλε, ἵνα μὴ καὶ τοὺς ἀληθεῖς. ἑκάτερον γὰρ ἄτοπον, τούς τε ἀγαθοὺς ἐπίσης μισῆσαι τοῖς χείροσι καὶ τοὺς ψευδεῖς
5προσίεσθαι διὰ τοὺς ἀμείνους. δεῖ δὴ τοὺς μὲν ἀγαθοὺς ἐπαινεῖν καὶ εἰσδεξάμενον αὐτοὺς ἀσκεῖσθαι καὶ ζητεῖν, ὅπη καὶ ἐφ’ ὅσον τῆς ἀληθείας ἐφάπτονται, πρὸς δὲ τοὺς

12

.

5

ψευδεῖς τὴν ἀγωνιστικὴν δύναμιν κτήσασθαι. αὕτη δ’ ἂν εἴη ἡ χορηγουμένη ἐκ τῆς λογικῆς ἐπιστήμης εἰς διάκρισιν ἀληθείας καὶ ψεύδους. δυναμένους δὲ ἀνατρέπειν τὰ ψεύδη μήτε σφοδρῶς μήτε ὑβριστικῶς τοῦτο ποιεῖν, ἀλλὰ σὺν
5πραότητι τὴν ἀλήθειαν διώκειν καὶ μετὰ εὐμενῶν ἐλέγχων τὸ ψεῦδος ἀνατρέπειν καὶ, ὡς αὐτό φησι τὸ ἔπος, πράως εἴκοντας· ψεῦδος δ’ ἤνπερ τι λέγηται, οὐ συγχωροῦντας

12

.

6

οὕτως ἔχειν ὡς λέγεται, ἀλλ’ ἀοργήτως ἀκούοντας. οὐ γὰρ συγκατατίθεσθαι δεῖν λέγει τῷ ψεύδει τὸ πράως εἶκε, ἀλλ’ ἀνεκτικῶς ἀκροᾶσθαι καὶ μὴ ἐκπλήττεσθαι, εἰ ἄνθρωποι ὄντες τινὲς τῆς ἀληθείας ἀποπεπτώκασιν. φόριμος γὰρ ἡ
5ἀνθρώπου φύσις πολλῶν διαστρόφων δοξασμάτων, ὅταν μὴ ταῖς κοιναῖς ἐννοίαις ὀρθῶς ἕπηται. οὐδὲν οὖν, φησὶν ὁ λόγος, θαυμαστόν, εἰ ἄνθρωπος μηδὲν τῶν ἀληθῶν μήτε
μαθὼν μήτε εὑρὼν εἰς τοῦτο τῆς ὑπονοίας ἦλθε καὶ ἔθετο57

12

.

7

δόξας ὑπεναντίας τῇ ἀληθείᾳ. τοὐναντίον γὰρ ἂν ἦν θαυμαστόν, εἰ μήτε μανθάνειν μήτε ζητεῖν ἐθέλων τις αὐτομάτως τῇ ἀληθείᾳ περιέτυχεν ὥσπερ ἐκ τραγῳδίας θεῷ τινι παραφανέντι. δεῖ οὖν συγγνωμονικῶς ἀκούειν τῶν
5ψευδομένων καὶ πείρᾳ μανθάνειν, οἵων ἡμεῖς ἐκαθάρθημεν κακῶν τῇ μὲν κοινωνίᾳ τοῦ συγγενοῦς ὑποκείμενοι τοῖς αὐτοῖς πάθεσι, τῷ δ’ ἀλεξικάκῳ τῆς ἐπιστήμης ἐξ ἐναντίας

12

.

8

αὐτῶν γενόμενοι. μέγα δὲ συντελεῖ πρὸς πραότητα καὶ τὸ τῆς ἐπιστήμης θάρσος· ἡ γὰρ ἱκανῶς παρεσκευασμένη ψυχὴ πρὸς τὸ καταγωνίσασθαι τὰς ἐκτροπὰς τῆς ἀληθείας ἀθορύβως οἴσει τὰς ψευδεῖς δόξας ὡς προεκλελογισμένη
5πάντα τὰ παρὰ τὸ ἀληθὲς ἐν αὐτῇ τῇ τοῦ ἀληθοῦς κατα‐

12

.

9

νοήσει. τί οὖν ταράξει τοῦτον ὡς ἄλυτον ὄν; τί δὲ ἰσχυροῦ φαντασίαν παρέξει τούτῳ, ὃς προκατηγώνισται πᾶν τὸ ψεῦδος; οὐ μόνον οὖν ἐκ τῆς ἠθικῆς ἀρετῆς τὴν ἀταραξίαν ἕξει ὁ ἐπιστήμων ἀλλὰ καὶ ἐκ τοῦ θαρσεῖν τοὺς τοιούτους
5ἀγῶνας. ταῦτα μὲν περὶ τῆς ἐπιστημονικῆς τῶν λόγων διακρίσεως. περὶ δὲ τῆς διὰ πάντων ἀνεξαπατήτου ἕξεως, ἣν δεῖ κεκτῆσθαι τὸν ἐπιστήμονα, εὐθὺς ἐπισυνάπτει·

13

n

Ὃ δέ τοι ἐρέω, ἐπὶ παντὶ τελείσθω· μηδεὶς μήτε λόγῳ σε παρείπῃ μήτε τι ἔργῳ πρῆξαι μηδ’ εἰπεῖν, ὅ τι τοι μὴ βέλτερόν ἐστιν.

13

.

1

Τοῦτο διὰ πάντων τείνει τὸ παράγγελμα, ἰσοδυναμοῦν τῷ ἄνω που εἰρημένῳ, πρήξῃς δ’ αἰσχρόν ποτε μήτε μετ’ ἄλλου μήτ’ ἰδίῃ· πάντων δὲ μάλιστ’ αἰσχύνεο σαυτόν.58
5ὁ γὰρ ἑαυτὸν αἰδεῖσθαι μεμαθηκὼς καὶ μήτε ἐν μονώσει μήτε ἐν κοινωνίᾳ τὴν τοῦ αἰσχροῦ πρᾶξιν ἀνεχόμενος, ἀλλὰ καὶ τὴν φαντασίαν αὐτὴν τοῦ τοιούτου παραιτούμενος διὰ τὸν εἴσω φύλακα λόγον, οὗτός ἐστιν ὁ δυνάμενος νῦν

13

.

2

ἀκούειν· μηδεὶς μήτε λόγῳ σε παρείπῃ μήτε τι ἔργῳ. μόνος γὰρ ἀνεξαπάτητος καὶ ὑπ’ οὐδενὸς οὐδαμῶς εὐπαραλό‐ γιστος ὁ τὴν ἀξίαν ἑαυτοῦ γνοὺς ἄνθρωπος καὶ οὔτε κολακείαις θωπευόμενος οὔτε τοῖς ἐκδειμαίνουσι ταπεινού‐
5μενος, κἂν πολέμιοι ἢ φίλοι ὁποτεραοῦν τούτων προτείνω‐ σιν. ἐν γὰρ τῷ μηδεὶς πᾶν πρόσωπον κεῖται, καὶ πατὴρ

13

.

3

καὶ τύραννος καὶ φίλος καὶ ἐχθρός. οἱ δὲ τρόποι τῆς παραγωγῆς ἢ διὰ λόγων ἢ ἔργων γίνονται, λόγων μὲν θωπευόντων ἢ ἀπειλούντων, ἔργων δὲ δωρεὰς ἢ τιμωρίας προτεινόντων. πρὸς πάντα δὴ ταῦτα τετειχισμένην δεῖ τὴν
5ψυχὴν ἔχειν τῷ ὀρθῷ λόγῳ, πρὸς τὸ ἀμείλικτον καὶ ἀδούλωτον ὑπὸ τῶν ὁπωσοῦν ἔξωθεν προσπιπτόντων ἡμῖν

13

.

4

ἡδέων τε καὶ λυπηρῶν. ὁ γὰρ ὀρθὸς ἐνυπάρχων λόγος σωφροσύνην καὶ ἀνδρείαν ἑκατέρωθεν παραστήσας τῇ ψυχῇ, τοὺς ἀδαμαντίνους φύλακας, ἀνεξαπατήτους ἡμᾶς διατηρήσει καὶ ἀπὸ τῆς τῶν προσηνῶν θωπείας καὶ ἀπὸ
5τῆς τῶν φοβερῶν καταπλήξεως, οἷς ἐπιγίνεται δικαιο‐ σύνη ἀκριβής, ἣν παρήγγειλεν ἄνω που ἀσκεῖν ἔργῳ τε λόγῳ τε. οὕτω μὲν οὖν οὐδεὶς οὐδαμῶς ἡμᾶς ἀναπείσει ἢ
λόγον προέσθαι ἢ ἔργον τι διαπράξασθαι, ὃ μὴ τῷ ὀρθῷ59

13

.

5

λόγῳ ἐστὶ σύμφωνον. εἰ γὰρ πάντων μάλιστ’ αἰσχυνοίμεθα ἑαυτούς, δῆλον, ὡς οὐδεὶς ἡμῖν αἰδεσιμώτερος ἡμῶν αὐτῶν φανήσεται οὐδὲ φοβερώτερος ὡς προκαλέσασθαι παρὰ τὸ δέον εἰπεῖν ἢ πρᾶξαι. ἐπιβλαβὲς γὰρ τῇ ψυχῇ ἑκάτερον.
5τὸ δὲ ἐκείνῃ βλαβερὸν τοῦτο καὶ ἡμῖν ἀσύμφορον, ἐπείπερ

13

.

6

ἡμεῖς ἡ ψυχή. ἀκριβῶς οὖν ἀκουστέον τοῦ ὅ τι σοι μὴ βέλτερόν ἐστι, κατ’ ἐκείνου φέροντας τὴν ἀντωνυμίαν τοῦ σοί, ὃς κυρίως σὺ εἶ. ἐὰν οὖν τὸ λεγόμενον μηδεὶς μήτε δι’ ἔργων μήτε διὰ λόγων παραγάγῃ σέ τι ποιῆσαι ἢ εἰπεῖν,
5ὅ τι μὴ συμφέρον ἐστί σοι, σὺ δὲ ἦσθα ἡ λογικὴ ψυχή, οὐκ ἀνέξῃ, ἐὰν εὖ φρονῇς, τοῦ παραβλάπτοντός σε τὸν ὄντα λογικὴν οὐσίαν. σὺ γὰρ εἶ ἡ λογικὴ ψυχή, τὸ δὲ σῶμα σόν,

13

.

7

τὰ δὲ ἐκτὸς τοῦ σώματος. ἐκ γὰρ τῆς διαστάσεως ταύτης καὶ τὸ ἀσύγχυτον τηρήσεις τῶν φύσεων καὶ τὴν ἀνθρω‐ πίνην οὐσίαν ἥτις ἐστὶν εὑρήσεις, οὐδέποτε τὸ σῶμα οὐδὲ τὰ ἐκτὸς σαυτὸν εἶναι τιθέμενος οὐδ’ ὑπεραγωνιῶν τούτων
5ὥσπερ σαυτοῦ, ἵνα μὴ πρὸς φιλοσωματίαν καὶ φιλοχρη‐ ματίαν καθελκυσθῇς. ὅλως γὰρ ὅ ἐσμεν ἀγνοήσαντες καὶ οὗ τὴν ἐπιμέλειαν ποιούμεθα συναγνοήσομεν, πάντων μᾶλλον ἐπιμελούμενοι ἢ ἡμῶν αὐτῶν, ὧν δεῖ προηγου‐

13

.

8

μένην ποιεῖσθαι τὴν ἐπιμέλειαν. εἰ γὰρ τὸ χρώμενον τῷ σώματί ἐστιν ἡ ψυχή, τὸ δὲ σῶμα ὀργάνου τάξιν ἐπέχει πρὸς αὐτήν, τοῦ δὲ ὀργάνου χάριν τὰ ἄλλα πρὸς βοήθειαν τῆς ῥεούσης αὐτοῦ φύσεως ἐξευρημένα, δῆλον, ὡς τοῦ
5ἡγουμένου καὶ πρώτου προηγουμένην τε καὶ πρώτην δεῖ ποιεῖσθαι τὴν ἐπιμέλειαν, δευτέραν δὲ τὴν τοῦ δευτέρου. ὅθεν οὐδὲ ὑγιείας ἀμελήσει ὁ σοφὸς οὔτι προηγούμενον τὸ σῶμα δοξάζων, ἀλλὰ πρὸς τὴν τῆς ψυχῆς χρείαν αὐτὸ παιδαγωγῶν, ὅπως ἂν ταῖς ἐνεργείαις αὐτῆς ἀνεμπο‐60
10δίστως ὑπακούῃ, καὶ ἐκ τρίτου τῶν τρίτων ἐπιμελήσεται, οἰκονομῶν τὰ ἐκτὸς πρὸς τὴν τοῦ ὀργάνου σωτηρίαν.

13

.

9

πρώτης οὖν τῆς ψυχῆς, τάχα δὲ καὶ μόνης ἐπιμελήσεται, εἴπερ ἡ τῶν μετ’ αὐτὴν ἐπιμέλεια πρὸς τὴν ταύτης προκοπὴν τείνει. πᾶν δὴ τὸ παρὰ τὴν ἀρετὴν τοῦτο ἦν, ὅ τι τοι μὴ βέλτερόν ἐστιν· ᾧ γὰρ συμφέρον ἡ ἀρετή, τούτῳ τὸ παρ’
5ἐκείνην ἀσύμφορον. κύκλον οὖν περιβάλλεσθαι συμβουλεύει τῶν ἀρετῶν φυλακτικὸν ὁ μηδὲν πείθεσθαι δεῖν λέγων τῷ πειρωμένῳ τῆς ἀρετῆς ἀπάγειν, δι’ οἵων ἂν ἔργων ἢ λόγων τῇ τῆς πρὸς τὸ χεῖρον ἐκτρεπούσης πειθοῦς προσα‐ γάγῃ τὴν πεῖραν, οἷον, μὴ ὑποσχέσεις προσάγων τύραννος
10ἢ ταύτας ἔργῳ βεβαιῶν, μὴ ἀπειλαῖς θορυβῶν ἢ αἰκίαις βιαζόμενος, μὴ φίλιον πρόσωπον τῇ οἰκειότητι τὴν ἀπάτην ἐπικρυπτόμενον ἀπαγάγῃ σε τοῦ συμφέροντος τῇ ψυχῇ.

13

.

10

ἦν δὲ ἀλήθεια καὶ ἀρετὴ τὰ ταύτην ὠφελοῦντα μόνα. ἀνεξαπάτητος δὲ ἔσῃ, εἰ τὴν οὐσίαν τὴν σαυτοῦ γνούς, ἥτις τέ ἐστι καὶ ᾧ φύσει ἔοικε, τῆς πρὸς ἐκεῖνον ὁμοιώ‐ σεως ἀεὶ τὴν ἐπιμέλειαν ἔχοις, πᾶν δὲ τὸ τῆς ὁμοιώσεως
5παράγον μεγίστην ἡγοῖο ζημίαν. τοῦτο γὰρ ἦν, ὅ τι τοι μὴ βέλτερόν ἐστι, τὸ τῆς θείας ὁμοιώσεως ἀπάγον, ἐπειδὴ καὶ βέλτερον ἡμῖν τὸ πρὸς τὴν τοιαύτην ὁμοίωσιν φέρον.

13

.

11

τί οὖν προσάξει; τί ἱκανὸν ἀποστῆσαι ἡμᾶς τῆς πρὸς θεὸν
ὁμοιώσεως καὶ φιλοσοφίας; χρημάτων δόσις ἢ ἀφαίρεσις; ἀλλὰ μεμαθήκαμεν μετὰ τοῦ ὀρθοῦ λόγου καὶ προσίεσθαι αὐτὰ καὶ ἀποτίθεσθαι, καὶ τὸ ἄστατον τῆς κτήσεως αὐτῶν61
5ἡμᾶς οὐ λανθάνει. τί γάρ; ἂν μὴ οὗτος αὐτὰ ἀφέληται καὶ γενναίως αὐτῶν ὑπομείνωμεν τὴν ἀποβολὴν, κλέπτης αὐτὰ οὐκ ἀφαιρήσεται; ναυάγιον αὐτὰ οὐ παραιρήσεται; πόσοι δὲ ἄλλοι τρόποι διαφθορὰν χρημάτων ἐπάγουσιν;

13

.

12

ὧν ἕνα καὶ τὸν ὑπὲρ ἀρετῆς λογιούμεθα λόγον, ἑκουσίαν πενίαν μετὰ τοῦ καλοῦ ἀνταλλαττόμενοι καὶ μετ’ εὐλο‐ γίστου αἰτίας αὐτὰ ἀποδυόμενοι καὶ τοσούτου τὴν ἀρετὴν ὠνούμενοι, ὅσον ἂν ἡμᾶς βλάπτῃ ὁ ταύτης παρακινεῖν

13

.

13

ἐπιχειρῶν. ἀλλὰ στρεβλώσεις προσοίσει καὶ θάνατον. πρόχειρον οὖν πρὸς ταῦτα ἀποκρίνεσθαι, ὡς οὐχ ἡμεῖς ταῦτα πεισόμεθα, ἐάν γε τὸ ἡμεῖς τηρῶμεν, ἀλλὰ τὸ σῶμα ἔσται τὸ ὑβριζόμενον, τὸ σῶμα τὸ ἀποθνῇσκον οὐδὲν
5παρὰ φύσιν τὴν αὑτοῦ πάσχον. φύσει γάρ ἐστι θνητὸν καὶ τμητὸν καὶ μυρίοις ὑποκείμενον πάθεσιν, ἃ τυράννου

13

.

14

μᾶλλον ἡ τυχοῦσα νόσος ἐπήγαγεν. τί οὖν φεύγομεν, ἃ οὐκ ἔστιν ἐφ’ ἡμῖν φεύγειν, οὐ τηροῦμεν δὲ μᾶλλον, ἅ ἐστιν ἐφ’ ἡμῖν τηρῆσαι; τὸ γὰρ θνητὸν φύσει καταδεδικα‐ σμένον θανάτῳ οὐκ ἔστιν ὁτιοῦν ποιοῦντας ἐκσῶσαι τούτου,
5τὸ δὲ ἀθάνατον ἡμῶν, ὅπερ ἐστὶν ἡ ψυχὴ καὶ ἡμεῖς, δυνατὸν ἀρετῇ κοσμῆσαι μὴ μαλακισθέντας περὶ τὸν ἀπειλούμενον θάνατον. ὃν εἰ μετ’ εὐλόγου αἰτίας ὑπομείναιμεν, κοσμή‐ σαιμεν τῇ ὀρθῇ προαιρέσει τὴν ἀνάγκην τῆς φύσεως.

13

.

15

ταῦτα δή ἐστι τὰ μεγάλα, ὧν ἂν ἄλλος ἄλλῳ προτείνειέ
τι παθεῖν ἢ ἀποτίσαι· τὰ δὲ εἴσω τῆς ψυχῆς ἀδούλωτα ἄλλῳ καὶ ἐλεύθερα, ἐὰν ἡμεῖς θέλωμεν, ἐὰν μὴ τῇ πρὸς τὸ σῶμα ἢ τὰ ἐκτὸς ἀμέτρῳ προσπαθείᾳ τὴν ἐλευθερίαν62
5ἡμῶν ἑκόντες δουλαγωγήσωμεν, ζωῆς ἐφημέρου καὶ

13

.

16

χρημάτων τὸ ἀγαθὸν τῆς ψυχῆς ἀποδιδόμενοι. ταῦτα ἡμῖν εἰσηγεῖται τὸ προκείμενον παράγγελμα ἐπὶ παντὶ τελεῖν, δι’ ὧν τὸ μόνιμον καὶ ἀπαράγωγον τῆς ἀρετῆς ἐπισφραγίζεται. ἀλλ’ ἐπὶ τὰ ἑξῆς μετίωμεν πρὸς τὸ αὐτὸ
5δόγμα τὴν ἀναφορὰν ἔχοντα.

14

n

Βουλεύου δὲ πρὸ ἔργου, ὅπως μὴ μωρὰ πέληται· δειλοῦ τοι πρήσσειν τε λέγειν τ’ ἀνόητα πρὸς ἀνδρός. ἀλλὰ τάδ’ ἐκτελέειν, ἅ σε μὴ μετέπειτ’ ἀνιήσῃ.

14

.

1

Ἡ εὐβουλία καὶ γεννᾷ τὰς ἀρετὰς καὶ τελειοῖ καὶ συνέχει, μήτηρ ἅμα καὶ τιθήνη καὶ φύλαξ αὐτῶν γινομένη. βουλευο‐ μένων γὰρ ἡμῶν ἐφ’ ἡσυχίας, ὅντινα τρόπον χρὴ ζῆν, τὸ τῶν ἀρετῶν προαιρεῖται κάλλος. ἑλομένη δὲ διαθλεῖ
5γενναίως πάντας τοὺς ὑπὲρ ἀρετῆς ἀγῶνας, καὶ συνεθισθεῖσα τῇ κτήσει τῶν καλῶν ἤδη κἀν ταῖς τῶν περιστάσεων ταραχαῖς τηρεῖ τὴν γνώμην ἀκέραιον, οὐδὲν ὑπὸ τῶν ἔξωθεν θορυβούντων ἐκπληττομένη πρὸς τὸ μεταθέσθαι ἄλλον εὐδαίμονα εἶναι βίον ἢ ἐκεῖνον, ὃν ἐφ’ ἑαυτῆς ἐλογί‐

14

.

2

σατο κάλλιστον. ὅθεν τρία γίνεται τῆς εὐβουλίας τὰ ἔργα· πρῶτον ἐκλογὴ τοῦ ἀρίστου βίου, δεύτερον ἄσκησις τοῦ προαιρεθέντος, τρίτον τήρησις ἀμετάστατος τῶν
μελετηθέντων ὀρθῶς. τούτων δὲ τὸ μὲν πρῶτόν ἐστιν ὁ63
5πρὸ ἔργου λόγος ὁ τὰς ἀρχὰς τῶν πράξεων ὑποτιθέμενος, τὸ δὲ μέσον ὁ σὺν τῷ ἔργῳ λόγος ὁ προσυμβιβάζων ἕκαστον τῶν πραττομένων ταῖς ἡγουμέναις ἀρχαῖς, τὸ δὲ τρίτον ὁ ἐπὶ τῷ ἔργῳ λόγος ἀναλογιζόμενος τὰ πεπραγμένα καὶ

14

.

3

κρίνων, εἰ δεόντως πέπρακται. διὰ πάντων δὲ τὸ τῆς εὐβουλίας καλὸν ἐπανθεῖ νῦν μὲν κυούσης τὰς ἀρετάς, νῦν δὲ ἐκτρεφούσης καὶ φρουρούσης ἐκ τρίτων, ὡς ἀρχήν τε καὶ μέσα καὶ τελευτὴν τῶν ἀγαθῶν ἐν ταύτῃ ἡμῖν κεῖσθαι
5τήν τε ἀπαλλαγὴν τῶν κακῶν διὰ ταύτης μόνης ἡμῖν

14

.

4

παραγίνεσθαι καὶ τὴν τῶν ἀρετῶν τελείωσιν. λογικῆς γὰρ τῆς φύσεως ἡμῶν οὔσης καὶ διὰ τοῦτο βουλευτικῆς, οἰκείᾳ δὲ προαιρέσει πρὸς τὸ εὖ ἢ κακῶς βουλεύεσθαι προσαγο‐ μένης ἡ μὲν κατὰ φύσιν ζωὴ σῴζει τὴν οὐσίαν αὐτῆς, ἡ
5δὲ παρὰ τὸ δέον αἵρεσις διαφθείρει ἐφ’ ὅσον οἷόν τε. φθορὰ δὲ ἀθανάτου πράγματος κακία, ἧς ἀβουλία μήτηρ, ἣν ἐκφυγεῖν ὁ λόγος παραινεῖ, ὅπως μὴ μωρὰ πέληται,

14

.

5

μωρὰ δὲ τὰ ἄθλια καὶ κακά. τὸ γὰρ λέγειν ἢ πράσσειν ἀνόητα δειλοῦ πρὸς ἀνδρός ἐστιν, ἀντὶ τοῦ κακοδαίμονος ἴδιον ἀνθρώπου. εἰ δὴ βουλεύοιο πρὸ ἔργου, οὔτε ἐρεῖς τι οὔτε πράξεις ἀνόητον, ἐφ’ οἷς ἀνιᾶσθαι ἀνάγκη τοὺς τῇ
5ἀβουλίᾳ ὑπευθύνους. τὸ γὰρ σαθρὸν τῆς αἱρέσεως τῇ μεταμελείᾳ ἐλέγχεται πείρᾳ δεῖξαν τὴν βλάβην, ὥσπερ αὖ τὸ τῆς εὐβουλίας γενναῖον πρὸς τὸ μόνιμον ἄγει τῆς ἐκλογῆς ἐπ’ αὐτῶν τῶν ἔργων τὴν ὠφέλειαν ἐπιδεικνύ‐ μενον, ὠφέλειαν δὲ οὐ τὴν τοῦ σώματος οὐδὲ τὴν τῶν
10ἐκτός, ἀλλὰ τὴν ἡμῶν αὐτῶν, οἷς καὶ τὸ βουλεύεσθαι πρὸ ἔργου παραγγέλλεται καὶ ταῦτα ἐκτελεῖν, ἃ μὴ ἀνιήσῃ

14

.

6

ἡμᾶς, ἡμᾶς δὲ δῆλον, ὅτι τὴν ψυχήν. τί γὰρ ὄφελος ἐπιορκίαις ἢ φόνοις ἢ ἄλλαις τισὶ κακοπραγίαις ληΐσασθαι χρήματα καὶ πλουτεῖν τὰ ἔξω πενόμενον τὴν ψυχὴν τῶν ἐπιβαλλόν‐ των αὐτῇ καλῶν καὶ πρὸς τοῦτο ἢ ἀναισθήτως ἔχειν καὶ64
5διὰ τοῦτο μᾶλλον ἐπιτείνειν τὸ κακὸν ἢ εἰς αἴσθησιν τῶν εἰργασμένων ὑπὸ τῆς συνειδήσεως ἑλκόμενον στρεβλοῦσθαι τὴν ψυχὴν καὶ δειμαίνειν τὰ ἐν ᾅδου κολαστήρια καὶ μόνην ἴασιν εὑρίσκειν τὴν εἰς τὸ μὴ εἶναι καταφυγήν, ὅθεν αὐτῷ παρίσταται κακῷ τὸ κακὸν ἰᾶσθαι, φθορᾷ τῆς
10ψυχῆς τὴν κακίαν παραμυθουμένῳ, καὶ τὴν μετὰ θάνατον οὐδένειαν ἑαυτοῦ καταψηφίζεσθαι φυγῇ τῶν τῆς κρίσεως

14

.

7

πόνων; οὐ βούλεται γὰρ ὁ κακὸς ἀθάνατον εἶναι τὴν αὑτοῦ ψυχήν, ἵνα μὴ ὑπομείνῃ τιμωρούμενος, καὶ φθάνει τὸν ἐκεῖ δικαστὴν θάνατον ἑαυτοῦ παντελῆ καταψηφιζόμενος,

14

.

8

ὡς πρέπον τὴν πονηρὰν ψυχὴν μηδὲ εἶναι. ἀλλ’ οὗτος μέν, ὡς ἀβουλίᾳ πρὸς κακίαν ὑπενεχθείς, εἰκότως ἀμετρίᾳ τὴν καθ’ ἑαυτοῦ ψῆφον ἐκφέρει, οἱ δὲ ἐν ᾅδου δικασταί, ἅτε πρὸς τὸν τῆς ἀληθείας κανόνα τὴν κρίσιν ποιούμενοι, οὐ
5κρίνουσι μὴ εἶναι δεῖν τὴν ψυχήν, ἀλλὰ πονηρὰν μὴ εἶναι καί, ὅπως ἂν μετριάσῃ τὸ κακὸν αὐτῆς, πραγματεύονται ἐπὶ σωτηρίᾳ τῆς φύσεως τὰς κολάσεις ἐπάγοντες ἰατροῦ δίκην τομαῖς καὶ καύσεσι τὰ χείρονα ἕλκη θεραπεύοντες, καὶ τῶν ἡμαρτημένων δίκας εἰσπράττονται μετανοίᾳ ψυχῆς
10τὴν πονηρίαν ἀφανίζειν πειρώμενοι, οὐκ αὐτὴν τὴν οὐσίαν ἐξιστάντες τοῦ εἶναι, ἀλλ’ εἰς τὸ εἶναι μᾶλλον ἐπανάγοντες

14

.

9

τῇ τῶν λυμαινομένων παθῶν ἐκκαθάρσει. κινδυνεύει γὰρ εἰς τὸ μὴ εἶναι ὑποφέρεσθαι ἡ ἀνθρωπίνη ψυχὴ διὰ τῆς εἰς τὸ παρὰ φύσιν ἐκτροπῆς, τῇ δὲ εἰς τὸ κατὰ φύσιν ἀνακλήσει πρὸς τὴν οὐσίαν τὴν αὐτῆς ἐπανάγεται καὶ
5ἀπολαμβάνει καθαρὸν τὸ εἶναι, ὃ τῇ συμμίξει τῶν παθῶν65

14

.

10

ἐκηραίνετο. διὸ πειρᾶσθαι δεῖ μάλιστα μὲν μὴ ἁμαρτάνειν, ἁμαρτόντας δὲ σπεύδειν ὡς ἐπὶ ἰατρικὴν τῆς πονηρίας τὴν δίκην ἐπανορθουμένους τὴν ἀβουλίαν τῇ κρείττονι βοηθείᾳ. ἐπεὶ γὰρ τοῦ εἶναι ἀγαθοὶ ἐκπεπτώκαμεν, τοῦ γίνεσθαι
5γοῦν ἀντιλαμβανώμεθα μεταμελείᾳ εὐγνώμονι τὴν θείαν ἐπανόρθωσιν εἰσδεχόμενοι. ἡ δὲ μετάνοια αὕτη φιλοσοφίας ἀρχὴ γίνεται καὶ τῶν ἀνοήτων ἔργων τε καὶ λόγων φυγὴ

14

.

11

καὶ τῆς ἀμεταμελήτου ζωῆς ἡ πρώτη παρασκευή. ὁ γὰρ καλῶς πρὸ τῶν πράξεων βουλευόμενος οὐ περιπίπτει λύπαις ἀκουσίοις οὐδὲ λανθάνει τὰς ἀρχὰς καὶ τὰς ὑποθέσεις διδούς, ὧν τὰ συμπεράσματα καὶ τὰς ἐκβάσεις οὐκ ἀσμενί‐
5ζει, ἀλλ’ ἀεὶ τὸ παρὸν συντίθησι τῶν ἄλλως ἐπισυμβαι‐ νόντων τὰς τύχας ἐκλογιζόμενος. διὸ οὔτε προσδοκίαις τῶν λεγομένων ἀγαθῶν τὸ ὄντως ἀγαθὸν ἂν παρίδοι οὔτε φόβῳ τῶν ἐναντίων τὴν τοῦ κακοῦ πρᾶξιν αἱρήσεται, ἑστώσῃ δὲ τῇ γνώμῃ πρὸς τοὺς θείους κανόνας τὸν ἑαυτοῦ βίον

14

.

12

ἀπευθύνει. ἵνα δὲ γνῷς, ὅτι δειλοῦ πρὸς ἀνδρός ἐστι πράσσειν τε καὶ λέγειν ἀνόητα, ὅρα μοι Μήδειαν τὴν ἐν τῇ τραγῳδίᾳ τὰ καθ’ αὑτὴν ὀδυρομένην, ἥτις ἀβουλήτως τοὺς οἰκειοτάτους προδοῦσα δι’ ἔρωτα ἔκτοπον ἀνδρὶ ξένῳ
5ἑαυτὴν ἐνεχείρισεν, ἔπειτα ὀλιγωρουμένη ὑπὸ τούτου ἀφόρητα πάσχειν οἴεται, καὶ ἐκ τῆς οἰήσεως ταύτης ἀκούεις, οἷα βοᾷ· διά μου κεφαλῆς φλὸξ οὐρανία
βαίη·66
10καὶ πρόεισιν εἰς ἔργα παράνομα, πρῶτον ἀνοήτως ἀπευχο‐ μένη γεγενῆσθαι τὰ γενόμενα, εἶτα μανικῶς κακοῖς ἰᾶσθαι τὰ κακὰ πειρωμένη τὴν τῆς ἀβουλίας ἀρχὴν ἐξαλείφειν οἴεται τέλει χείρονι, παιδοκτονίᾳ προπετεῖ τὴν

14

.

13

ἄβουλον παιδοποιΐαν ἀρνουμένη. εἰ δὲ βούλει, τὸν Ἀγα‐ μέμνονα θέασαι τὸν Ὁμήρου, ὃς τῆς ἀμετρίας τοῦ θυμοῦ διδοὺς δίκας οἰμώζων ἀναφωνεῖ· ἀλλ’ ἀλαλύκτημαι, κραδίη δέ μοι ἔξω.
5καὶ τὸ πυρῶδες τῶν ὀμμάτων, ὃ πάλαι ὑπὸ τῆς θυμικῆς διαθέσεως ἐξήπτετο, μεταπεσόντων αὐτῷ τῶν πραγμά‐

14

.

14

των τοῖς τῶν δακρύων ὄμβροις κατέψυχεν. τοιοῦτος γὰρ πᾶς ἀνόητος βίος, τῇδε κἀκεῖσε τοῖς ἐναντίοις πάθεσι μεταπίπτων, ἐν ἡδοναῖς μέν ἐστι μισητός, ἐν δὲ λύπαις ἐλεεινὸς καὶ θαρρῶν προπετὴς καὶ δεδιὼς ταπεινός, καὶ
5ὅλως τοῦ τῆς εὐβουλίας γενναίου φρονήματος ἀμοιρῶν τῇ

14

.

15

τύχῃ συμμεταβάλλει τὴν γνώμην. ἵν’ οὖν μὴ τοιούτων δραμάτων ἀναπιμπλώμεθα πράσσοντες καὶ λέγοντες ἀνόητα, τῷ ὀρθῷ λογισμῷ διὰ πάντων ἡγεμόνι χρησώμεθα τὸ Σωκρατικὸν ἐκεῖνο πληροῦντες· ὡς ἐγὼ οὐδενὶ οἷός τέ
5εἰμι πείθεσθαι τῶν ἐμῶν πλὴν τῷ λόγῳ, ὃς ἄν μοι λογιζο‐ μένῳ ὀρθὸς φαίνηται. ἡμῶν δέ ἐστιν, ἀλλ’ οὐχ ἡμεῖς, πάντα, ὅσα πρὸς ὑπηρεσίαν τῇ λογικῇ οὐσίᾳ δέδοται, οἷον θυμός, ἐπιθυμία, αἴσθησις, αὐτὸ τὸ σῶμα τὸ εἰς ὀργάνου χρείαν ταῖς δυνάμεσι ταύταις παρειλημμένον, ὧν οὐδενὶ χρὴ
10πείθεσθαι πλὴν ὥς φησι τῷ ὀρθῷ λόγῳ, τοῦτ’ ἔστι τῷ

14

.

16

λογικῷ κατὰ φύσιν διατεθέντι. τοῦτο γὰρ καὶ διορᾶν δύναται, ἃ λεκτέα τε καὶ πρακτέα. λόγῳ δὲ ὀρθῷ πείθεσθαι καὶ θεῷ ταὐτόν ἐστι. τὸ γὰρ λογικὸν γένος εὐμοιρῆσαν τῆς οἰκείας ἐλλάμψεως ταῦτα βούλεται, ἃ ὁ θεῖος ὁρίζει67
5νόμος, καὶ γίνεται σύμψηφος θεῷ ἡ κατὰ θεὸν διακειμένη ψυχὴ καὶ πρὸς τὸ θεῖον καὶ τὸ λαμπρὸν ἀποβλέπουσα πράττει, ἃ ἂν πράττῃ, ἡ δὲ ἐναντίως διακειμένη πρὸς τὸ ἄθεον καὶ σκοτεινὸν εἰκῇ καὶ ὡς ἔτυχε φερομένη, ἅτε τῆς μόνης τῶν καλῶν στάθμης, νοῦ καὶ θεοῦ, ἀποπεσοῦσα.

14

.

17

τοσαῦτα μὲν καὶ τοιαῦτα τῆς εὐβουλίας τὰ ἀγαθὰ καὶ τῆς ἐναντίας διαθέσεως τὰ κακά. τὸ δὲ βουλεύεσθαι πρὸ ἔργου πρὸς τοῖς ἄλλοις ἀγαθοῖς καὶ τῆς οἰήσεως ἐκκόπτει τὰς ἀφορμὰς καὶ πρὸς ἐπιστήμης ἀνάληψιν παρακαλεῖ καὶ
5τὸν ἥδιστον ἡμῖν προξενεῖ βίον, εἴπερ καὶ τὸν ἄριστον· δηλοῦται δὲ ταῦτα διὰ τῶν ἑξῆς.

15

n

πρῆσσε δὲ μηδὲ ἕν, ὧν μὴ ἐπίστασαι, ἀλλὰ διδάσκευ, ὅσσα χρεών, καὶ τερπνότατον βίον ὧδε διάξεις.

15

.

1

Τὸ μὲν μὴ ἐγχειρεῖν, οἷς οὐκ ἴσμεν, ἀναμαρτήτους ἡμᾶς διαφυλάττει μόνον, τὸ δὲ διδάσκεσθαι τὰ πρὸς τὴν ἀρίστην ζωὴν συντείνοντα πρὸς τῷ ἀναμαρτήτῳ καὶ τὴν κατόρ‐ θωσιν ἐν ταῖς πράξεσιν ἡμῖν παρέχεται. ἡ μὲν γὰρ σύνεσις
5τῆς ἀγνοίας τὴν ἐκ τῆς οἰήσεως ἐγειρομένην προπέτειαν ἐκκόπτει, ἡ δὲ τῆς ἐπιστήμης κτῆσις τὸ τῶν ἐνεργειῶν

15

.

2

ἀπαραπόδιστον δίδωσιν. ἀμφότερα δὲ καλά, καὶ τὸ εἰδένα, ὅτι οὐκ ἴσμεν, καὶ τὸ γνῶμα, ἃ οὐκ ἴσμεν, οἷς ἕπεται βίος ὁ ἄριστος ἅμα καὶ ἥδιστος. οὗτος δέ ἐστιν ὁ οἰήσεως μὲν καθαρεύων, ἐπιστήμης δὲ πλήρης, ἐπὶ μηδενὶ μὲν ἐπαιρό‐68
5μενος, ὧν οὐκ οἶδε, μανθάνειν δὲ ἐθέλων, ὅσα ἄξια μαθή‐

15

.

3

σεως. ἄξια δὲ ἐκεῖνα μόνα, ὅσα πρὸς τὴν θείαν ὁμοίωσιν ἡμᾶς ἀνάγει, ὅσα ποιεῖ βουλεύεσθαι πρὸ ἔργου, ὅπως μὴ μωρὰ πέληται, ὅσα οὐκ ἐᾷ παράγεσθαι ὑπ’ οὐδενὸς οὔτε λόγῳ, οὔτε ἔργῳ, ὅσα διακρίνειν ἱκανοὺς ποιεῖ τῶν προσπι‐
5πτόντων λόγων τὸ διάφορον, ὅσα τὰς δαιμονίας τύχας πράως φέρειν καὶ ἰᾶσθαι πείθει καὶ τὴν θανάτου καὶ πενίας ἀφοβίαν διδάσκει καὶ δικαιοσύνης ἄσκησιν καὶ γαστρὸς καὶ τῶν περὶ γαστέρα τὴν ἐγκράτειαν, ὅσα τοὺς φιλίας νόμους εἰσηγεῖται καὶ τὴν γονέων τιμήν, ὅσα τῶν

15

.

4

κρειττόνων γενῶν τὸ σέβας ὑποδείκνυσιν. ταῦτα καὶ τὰ τοιαῦτά ἐστιν, ἃ διδάσκεσθαι χρῆναί φησιν ὁ παρὼν λόγος, οἷς ἕπεται βίος τερπνότατος. ὁ γὰρ ἀρετῇ διαπρέπων καὶ ἡδονὰς ἀμεταμελήτους καρποῦται μιμουμένας τὸ τῆς
5ἀρετῆς μόνιμον. πέφυκε γὰρ πᾶσα ἡδονὴ ἐνεργείας ἡστινο‐ σοῦν εἶναι παρακολούθημα. οὐ γὰρ αὐτὴ καθ’ ἑαυτὴν τὴν ὑπόστασιν ἔχει, ἀλλ’ ἐπακολουθεῖ τάδε ποιοῦσιν ἡμῖν ἢ

15

.

5

τάδε. διὸ ταῖς μὲν φαυλοτέραις τῶν ἐνεργειῶν αἱ χείρους τῶν ἡδονῶν ἕπονται, ταῖς δὲ ἀμείνοσιν ἡδοναῖς συνεισέρ‐ χονται σπουδαί, ὥστε μὴ μόνον τῷ καλῷ περιεῖναι τὸν σπουδαῖον τοῦ φαύλου, ἀλλὰ καὶ αὐτῇ τῇ ἡδονῇ νικᾶν, δι’
5ἣν μόνην δοκεῖ εἰς κακίαν ὁ φαῦλος ὑπάγεσθαι. καὶ γὰρ ὅσῳ ἡ διάθεσις τῆς διαθέσεως ἀμείνων, τοσούτῳ καὶ ἡ

15

.

6

ἡδονὴ τῆς ἡδονῆς αἱρετωτέρα. ἐπεὶ οὖν ὁ κατ’ ἀρετὴν βίος τῆς θείας ὁμοιώσεως ἀντεχόμενος τῷ ὄντι θεῖός
ἐστιν, ὁ δὲ ἐν κακίᾳ θηριώδης καὶ ἄθεος, δῆλον, ὡς ἡ μὲν τοῦ σπουδαίου ἡδονὴ τὴν θείαν εὐφροσύνην μιμεῖται νῷ69
5καὶ θεῷ συνεπομένη, ἡ δὲ τοῦ φαύλου ἡδονὴ λεγομένη (δεδόσθω γὰρ κοινὸν τὸ ὄνομα) πρὸς τὴν θηριώδη καὶ

15

.

7

ἔμπληκτον ὁμοιοῦται κίνησιν. ἡδοναὶ γὰρ καὶ λύπαι μεθιστᾶσιν, ὧν ὁ μὲν ἀρυόμενος, ὅθεν τε δεῖ καὶ ὁπότε καὶ ὁπόσον, εὐδαιμονεῖ, ὁ δὲ τὰ μέτρα τούτων ἀγνοήσας ἄθλιος. οὕτως οὖν ὁ μὲν οἰήσεως καθαρεύων βίος ἀναμάρτητός
5ἐστι μόνον, ὁ δὲ καὶ ἐπιστήμης πληρωθεὶς κατωρθωμένος καὶ τέλειος, ὁ δ’ αὐτὸς ἥδιστός τε ἅμα καὶ ἄριστος. οὐκοῦν ἃ μὲν μὴ ἴσμεν, οὐδέποτε πράξομεν, ἃ δὲ ἴσμεν, ὅτε δεῖ.

15

.

8

ἡ μὲν γὰρ ἄγνοια τὴν κακίαν εἰσηγεῖται, ἡ δὲ γνῶσις τὴν εὐκαιρίαν ζητεῖ. πολλὰ γὰρ ὄντα σπουδαῖα τῇ μεταθέσει τοῦ καιροῦ γίνεται φαῦλα. ἐν τάξει οὖν ἀκούσωμεν τοῦ παραγγέλματος ἐκ μὲν τῆς ἐποχῆς τῶν πράξεων τὸ ἀνα‐
5μάρτητον ἡμῖν εἰσηγουμένου, ἐκ δὲ τῆς προτροπῆς τοῦ μανθάνειν οὐ πάντα, ἀλλ’ ὅσα δεῖ, πρὸς τὰς ἀρίστας

15

.

9

πράξεις ἡμᾶς ἐπανάγοντος. οὐ γὰρ ἐν τῷ μὴ ἁμαρτάνειν ἐστὶ τὸ κατορθοῦν, ἀλλ’ ἐν τῷ τὰ δέοντα εἰδέναι, καὶ τὸ μὲν ἡ κάθαρσις τῆς οἰήσεως, τὸ δὲ ἡ τῆς ἐπιστήμης παρουσία ἐργάζεται. ἐν δὲ τῷ μὴ ἁμαρτάνειν καὶ ἐν τῷ
5κατορθοῦν ὅρα, τί συμβήσεταί σοι· τερπνότατον βίον

15

.

10

ὧδε διάξεις. τίς δ’ οὗτος ἢ μόνος ὁ ἀπὸ τῆς ἀρετῆς τὸ ἡδὺ κεκτημένος, ᾧ συνδεδράμηκεν ἅμα τὸ ἀγαθὸν καὶ τὸ ἡδύ; εἰ οὖν ποθοῦμεν τὸ καλόν, ποθοῦμεν δὲ καὶ τὸ ἡδύ, συνελθόντα τί ἂν εἴη; τοῦτο, ὅ φησιν, βίος τερπνότατος.
5ὁ γὰρ τὸ ἡδὺ μετὰ τοῦ αἰσχροῦ ἑλόμενος εἰ καὶ πρὸς ὀλίγον δελεασθείη τῷ ἥδοντι, διὰ γοῦν τὸ αἰσχρὸν εἰς μεταμέλειαν ἐπώδυνον ἔρχεται· ὁ δὲ τὸ καλὸν μετὰ πόνων
προτιμήσας, κἂν παραυτίκα τῷ ἀήθει βαρύνηται, ἀλλ’ ἡ τοῦ καλοῦ σύζευξις ἐπελαφρύνει τὸν πόνον καὶ τέλος70

15

.

11

πρὸς τῇ ἀρετῇ καὶ ἡδονὴν καθαρὰν καρποῦται. εἰ μὲν γὰρ πράττοιτό τι μεθ’ ἡδονῆς αἰσχρόν, ἡ μὲν ἡδονὴ παρῆλθε, τὸ δὲ αἰσχρὸν μένει· εἰ δὲ πράττοιτό τι μετὰ πόνου καλόν, ὁ μὲν πόνος παρῆλθε, τὸ δὲ καλὸν μένει. ἐξ ὧν λυπηρότατον
5ἀνάγκη εἶναι τὸν κάκιστον βίον, τερπνότατον δὲ τὸν ἄριστον. καὶ ταῦτα μὲν περὶ τούτων. ἐπεὶ δὲ καὶ ἡ τοῦ σώματος παιδαγωγία πρὸς τὴν τῆς ψυχῆς τελείωσιν τὴν ἀναφορὰν ἔχει, ὅρα ἑξῆς τί ἐπάγει·

16

n

Οὐδ’ ὑγιείης τῆς περὶ σῶμ’ ἀμέλειαν ἔχειν χρή, ἀλλὰ ποτοῦ τε μέτρον καὶ σίτου γυμνασίων τε ποιεῖσθαι· μέτρον δὲ λέγω τόδ’, ὃ μή ς’ ἀνιήσῃ.

16

.

1

Τὸ θνητὸν σῶμα πρὸς τὴν ἐπὶ γῆς διαγωγὴν ὄργανον ἡμῖν δοθὲν οὔτε πιαίνειν προσήκει ταῖς ἀμέτροις σωμ‐ ασκίαις οὔτε κατατρύχειν ἐνδείας ὑπερβολαῖς. ἐμπόδιον γὰρ ἐπ’ ἴσης ἐκάτερον καὶ ἀναιρετικὸν τῆς χρείας αὐτοῦ
5προσγέγονεν. διὸ μετρίως θεραπεύειν αὐτὸ καὶ μὴ περιορᾶν ἐξυβρίζον ἢ ὑπὸ νοσημάτων ἐνοχλούμενον ὁ λόγος παραινεῖ, ὅπως ἂν ἐν τῷ κατὰ φύσιν σῳζόμενον ἀπαραποδίστως τῇ ἡγουμένῃ ψυχῇ τὰς ἐνεργείας αὐτοῦ παρέχηται ταύτῃ

16

.

2

δυνάμενον ἄγεσθαι, ᾗ ἂν ἐκείνη ἄγῃ. τὸ γὰρ χρώμενον ἡ ψυχή, τὸ δέ, ᾧ χρῆται, τὸ σῶμα, οὗ τὴν ἐπιμέλειαν ἔχειν
δεῖ τὸν τεχνίτην. οὐ γὰρ χρῆσθαι δεῖ μόνον ἐθέλειν αὐτῷ ἀλλὰ καί, ὅπως εὖ ἔχον ἡμῖν ὑπηρετῆται, τὴν ἐνδεχομένην71
5ποιεῖσθαι πρόνοιαν. ἐπεὶ δὲ ἡ φύσις αὐτοῦ ἐν γενέσει καὶ φθορᾷ συνεχεῖ καθέστηκε καὶ πλήρωσις καὶ κένωσις αὐτὸ τιθηνοῦσι, νῦν μὲν τροφῆς τὸ ἀπορρέον ἀναπληρούσης, νῦν δὲ γυμνασίων τὸ πλεονάζον ὑπεξαιρούντων, μέτρον ἐπιστῆσαι δεῖ τῇ τῶν εἰσαγομένων πληρώσει καὶ τῇ τῶν

16

.

3

διαφορούντων κενώσει. τὸ δὲ μέτρον ἐστὶν ὁ λόγος ὁ συναρμόζων τὴν τοῦ σώματος ἕξιν ταῖς διανοητικαῖς ἐνεργείαις τῆς ψυχῆς καὶ διὰ τοῦτο τῆς τῷ φιλοσόφῳ πρεπούσης ὑγιείας ἐπιμελούμενος. οὗτος οὖν γυμνάσια καὶ
5τροφὰς ἐκλέξεται, ἃ μὴ πιαίνει πρὸς ὑπερβολὴν τὸ σῶμα μηδ’ ὑπέρτερον αὐτὸ τῶν νοερῶν κινήσεων ἀπεργάζεται.

16

.

4

οὐ γὰρ σώματος ἁπλῶς ἐπιμελεῖται ἀλλὰ σώματος διανοίᾳ ὑπηρετουμένου. ὅθεν τὴν ἀθλητικὴν ἀγωγὴν παραιτήσεται ὡς ἄνευ ψυχῆς σῶμα θεραπεύουσαν, καὶ πᾶσαν τὴν λεγο‐ μένην σωμασκίαν φεύξεται ὡς ἐπανισταμένην τῷ νοερῷ
5φωτὶ τῆς ψυχῆς. ὅση δὲ τῇ περὶ τὰ μαθήματα θεωρίᾳ καὶ τῇ περὶ τὰς καλὰς πράξεις αὐτουργίᾳ ὑπηρετεῖσθαι δύναται τῇ τοῦ σώματος εὐεξίᾳ, ταύτην περιποιήσει ἑαυτῷ

16

.

5

ὁ τὸν τοῦ φρονεῖν βίον ἑλόμενος. πρὸς τοῦτον γὰρ εἴρηται· μέτρον δὲ λέγω τόδ’, ὃ μή ς’ ἀνιήσῃ. σέ, φησί, τὸν ὄντα λογικὴν ψυχήν, μὴ βλαπτέτω τὸ μέτρον τῆς τοῦ σώματος ἐπιμελείας· σέ, τὸν τῶν προτέρων παραγγελμάτων φύλακα,
5τοιαῦτα σιτία καὶ ποτὰ καὶ γυμνάσια ἐκλέγεσθαι χρή, ἃ τὸ σῶμα πειθήνιον πρὸς τὴν τῶν ἀρετῶν χρῆσιν ἀπεργάσε‐ ται, ἃ μὴ ἐκφέρει τὸ ἄλογον πρὸς ἀφηνίασιν τοῦ ἡγεμονοῦν‐

16

.

6

τος λόγου. μετὰ πλείστης δὲ προσοχῆς ποιεῖσθαί σε δεῖ τὴν παραμέτρησιν τῆς ἐπιμελείας τοῦ σώματος, ὡς καὶ τῶν τούτου παραλόγων κινημάτων τὴν αἰτίαν ὑφέξοντα. βρίθει γὰρ ὁ τῆς κακίας ἵππος οὐχ ἁπλῶς, ἀλλ’ ὅτῳ μὴ72

16

.

7

καλῶς εἴη τεθραμμένος τῶν ἡνιόχων. ἐν δὲ τῷ μέτρῳ τῷ περὶ τὸ σῶμα τὸ ποτὸν τοῦ σιτίου προέταξεν, ὅτι μᾶλλόν ἐστι δυσφύλακτον καὶ εὐόλισθον εἰς κατάποσιν καὶ παρακινητικὸν τῆς τοῦ σώματος εὐεξίας. λάθοι γὰρ ἄν
5τις πολλαπλάσια τοῦ μετρίου πιὼν μᾶλλον ἢ φαγών. τὰ δὲ γυμνάσια τρίτα τέτακται ὡς ἐπανορθούμενα τὴν ἀπὸ τῆς τροφῆς πλήρωσιν καὶ πάλιν πρὸς τὸ ὑγιεινῶς τρέφεσθαι παρασκευάζοντα. κύκλῳ γὰρ οἷον ἀνταποδίδο‐ ται ταῦτα ἀλλήλοις, τροφὴ καὶ γυμνάσιον καὶ γυμνάσιον
10καὶ τροφή. χορηγία γὰρ τῷ μὲν δύνασθαι γυμνάζεσθαι τὸ εὖ τετράφθαι, τῷ δὲ εὐεκτικῶς τρέφεσθαι τὸ γεγυμνάσθαι

16

.

8

συμμέτρως. μέτρον δὲ τούτων ἄλλο ἄλλῳ πρὸς τὸ οἰκεῖον ἐπιτήδευμα τῆς τοῦ σώματος ἐπιμελείας ἑκάστῳ τεινούσης. πᾶς γὰρ τῆς ἑαυτοῦ προαιρέσεως ὄργανον αὐτὸ ποιεῖσθαι σπουδάζει· ὁ μὲν παλαιστρικὸς τῶν περὶ πάλην κινημάτων,
5ὁ δὲ γεωργικὸς τῶν περὶ γεωργίαν πόνων, καὶ ἄλλος πρὸς ἄλλο ἕλκει καὶ μεθαρμόζεται τὴν τοῦ σώματος ὑπουργίαν.

16

.

9

τί οὖν ὁ φιλόσοφος; πρὸς τί βλέπων ἐθελήσει τὸ σῶμα παιδαγωγεῖν καὶ τίνος ὄργανον αὐτὸ σπουδάσει ποιήσασθαι, ἢ δῆλον, ὅτι φιλοσοφίας καὶ τῶν ταύτης ἔργων; ὡς οὖν οἷόν τε φρονήσεως ὄργανον γενέσθαι τὸ σῶμα, οὕτως αὐτὸ
5διὰ πάντων θρέψει τε καὶ παιδεύσει, ψυχῆς μὲν προηγου‐ μένως ἐπιμελούμενος, διὰ ταύτην δὲ καὶ τοῦ σώματος.

16

.

10

οὔτε γὰρ προτιμήσει αὐτὸ τῆς χρωμένης οὔτε παντελῶς ἀμελήσει αὐτοῦ πάλιν διὰ τὴν χρωμένην, ἀλλ’ ἐν τάξει τῇ πρεπούσῃ ὡς ὀργάνου ποιήσεται τὴν ἐπιμέλειαν, πρὸς τὴν τοῦ χρωμένου ἀρετὴν καὶ τὴν τοῦ σώματος ὑγίειαν ἀνα‐73
5φέρων. διὸ οὐ πανταχόθεν αὐτὸ θρέψει, ἀλλ’ ἀφ’ ὧν δεῖ

16

.

11

μόνων. ἔστι γάρ, ἃ μὴ δεῖ προσφέρεσθαι ὡς βαρύνοντα τὸ σῶμα καὶ καθέλκοντα τὸ συμφυὲς πνεῦμα τῆς ψυχῆς πρὸς ὑλικωτέρας ἐμπαθείας, περὶ ὧν καὶ ὕστερον ὁ λόγος φησίν·
5 Ἀλλ’ εἴργου βρωτῶν, ὧν εἴπομεν, ἔν τε καθαρμοῖς ἔν τε λύσει ψυχῆς κρίνων. τὰ τοιαῦτα οὖν παντελῶς παραιτήσεται, ὧν δὲ ἐξὸν προ‐ σφέρεσθαι, τὴν ποσότητα καὶ τὸν καιρὸν μετρήσει καί, ὥς φησιν Ἱπποκράτης, ὥρην καὶ χώρην καὶ ἡλικίην περιερ‐
10γάσεται καὶ πάντα, ὅσα τοῦ τοιούτου τύπου, οὐκ ἀνεξετάστως ἐπιτρέπων ἐμπίπλασθαι, ὧν ἐξὸν μεταλαμβάνειν, οὐδ’ ἀκρίτως νέον καὶ πρεσβύτην ὁμοίως διαιτᾶσθαι ἢ ὑγιεινὸν καὶ νοσώδη ἢ ἀρχόμενον φιλοσοφίας καὶ εἰς ἄκρον αὐτῆς ἥκοντα. ταῦτα δὲ πάντα συνείληφε τὸ Πυθαγορικὸν

16

.

12

μέτρον τῇ προσθήκῃ τοῦ μή σε ἀνιήσῃ. πάντα γὰρ τὰ εἰς τὴν φιλόσοφον εὐζωΐαν συντείνοντα πρὸς τὴν τοῦ σώματος ἐπιμέλειαν ἐπέτρεψε τῷ βραχεῖ τούτῳ ῥήματι καὶ τοῖς προειρημένοις περὶ ὑγιείας ψυχῆς ἐπήγαγεν·
5οὐδ’ ὑγιείης τῆς περὶ σῶμ’ ἀμέλειαν ἔχειν χρή, ὡς ἐκεῖ μὲν τὴν τοῦ χρωμένου ἀρετὴν παραδίδοσθαι, ἐνταῦθα δὲ74

16

.

13

τὴν τοῦ ὀργάνου σωτηρίαν. σύναψον οὖν ταῦτα ἐκείνοις καὶ εὐρήσεις, ὅστις εἶ, ᾧ παραγγέλλεται, τοιοῦτο δεῖν ποιεῖσθαι τὸ μέτρον τῆς περὶ τὸ σῶμα τάξεως, ὃ μή σε ἀνιήσῃ, ὃ μὴ ἐμποδιεῖ τὴν φιλόσοφον πρόθεσιν, ἀλλ’ ἐπωφελήσει

16

.

14

τῇ συνεργίᾳ τὴν πρὸς ἀρετὴν ὁδεύουσαν ψυχήν. ποτοῦ δὲ καὶ σίτου μέτρον εἶπε τὰς ὑπερβολὰς καὶ τὰς ἐλλείψεις ἀπαγορεύων ὁ λόγος, τὸ δὲ μέσον καὶ σύμμετρον ἀσπαζόμε‐ νος, ὅθεν καὶ τὸ γαστρὸς κρατεῖν καὶ ὕπνου λαγνείης τε
5καὶ θυμοῦ εὐκόλως παραγίνεται. τὸ γὰρ νῦν λεγόμενον μέτρον τὴν ἐν ἐκείνοις ἀμετρίαν κολάζει καὶ ὑπεξαιρεῖται τὸ λυποῦν καὶ καθέλκον τὴν πρὸς τὸν θεὸν ἐπειγομένην

16

.

15

ψυχήν. δεῖ γὰρ αὐτὴν ἀνιοῦσαν πρὸς νοῦν γαλήνην ἔχειν ἀπὸ τῶν παθητικῶν κινημάτων καὶ τετάχθαι αὐτῇ τὰ κάτω καλῶς πρὸς τὸ ἀθόρυβον τῆς τῶν ἄνωθεν θεωρίας. τοῦτο ἦν τὸ μέτρον, ὃ μή σε ἀνιήσῃ, τοῦτο τὸ κρατοῦν
5γαστρὸς ἅμα καὶ τὴν τοῦ ὀργάνου σωτηρίαν ποιούμενον, τὸ ἀρετὴν ψυχῆς ἐπιδεικνύμενον καὶ τὴν τοῦ σώματος ἕξιν μὴ καταλύον. μέρος γὰρ ἀρετῆς ἐστι καὶ τὸ εἰδέναι σῴζειν τὸ ὄργανον καὶ συναρμόζειν αὐτὸ πρὸς τὴν φιλό‐

16

.

16

σοφον χρῆσιν. ἐπεὶ δὲ οὐ μόνον ἐν τροφαῖς καὶ γυμνασίοις ἐστὶν ἡ τοῦ σώματος θεραπεία, ἀλλὰ καὶ ἄλλων πολλῶν προσδεῖται οἷον ἱματίων, ὑποδημάτων, σκευῶν παντο‐ δαπῶν καὶ τῆς ταῦτα πάντα ὑποδεχομένης οἰκήσεως, δεῖ
5δὲ καὶ ἐν τούτοις τοῦ μετρίου, ὃ τρυφήν τε καὶ ἀκαθαρσίαν
ἐξορίσει τῆς ὅλης ἡμῶν διαίτης, εἰκότως ἐπήγαγεν·75

17

n

εἰθίζου δὲ δίαιταν ἔχειν καθάρειον, ἄθρυπτον, καὶ πεφύλαξο τοιαῦτα ποιεῖν, ὁπόσα φθόνον ἴσχει. μὴ δαπανᾶν παρὰ καιρόν, ὁποῖα καλῶν ἀδαήμων, μηδ’ ἀνελεύθερος ἴσθι· μέτρον δ’ ἐπὶ πᾶσιν ἄριστον.

17

.

1

Οὐ μόνον, φησίν, ἐν σιτίοις καὶ ποτοῖς τὸ μέτρον καλόν, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ἅπασιν, ὡς τῶν δι’ ὑπερβολὴν καὶ ἔλλειψιν ἁμαρτημάτων καθαρεῦον. γένοιτο γὰρ ἂν ἐν πᾶσιν, οἷς εἴπομεν, ἀμετρία διπλῆ, ἡ μὲν πρὸς τὸ πολυτε‐
5λὲς ἐξάγουσα, ἡ δὲ πρὸς τὸ ῥυπαρὸν συνωθοῦσα. ἑκάτερον δὲ μεμπτὸν καὶ οὐ φιλόσοφον ἦθος οὐδὲ στοχαζόμενον τῆς

17

.

2

σωματικῆς εὐμετρίας. ἐπιτεινομένη γὰρ καθαρειότης θρύ‐ ψις καὶ βλακεία εὑρίσκεται, ἐπιτεινομένη δὲ λιτότης ἀκαθαρσία καὶ ῥύπος γίνεται. ἵν’ οὖν μήτε ἐκεῖνο πάθωμεν διὰ καθαρειότητα μήτε τοῦτο διὰ λιτότητα, μέσοι βαίνω‐
5μεν τὰς παρακειμένας ἑκατέρῳ κακίας ἐκκλίνοντες καὶ τὸ ἕτερον τοῦ ἑτέρου σωφρονισμὸν ποιούμενοι, λιτὴν οὕτως ἐπιτηδεύοντες δίαιταν, ὡς μὴ ἀκάθαρτον, καὶ καθάρειον

17

.

3

οὕτως, ὡς μὴ τρυφηλήν. διὸ τὸ μέτρον προτιμήσωμεν ἐν πάσῃ τῇ περὶ τὸ σῶμα κατασκευῇ, ἱμάτιον ἐκλεγόμενοι καθάρειον, ἄθρυπτον, οἶκον ὁμοίως καθάρειον, ἄθρυπτον καὶ πᾶν ὁτιοῦν τῶν περὶ τὸ σῶμα καθάρειον, ἄθρυπτον
5ἔχειν ἐθέλοντες. πρέπει γάρ, λογικῆς ψυχῆς τοῦ σώματος ἡγουμένης, καὶ τὰ περὶ τὸ σῶμα πάντα συντετάχθαι πρὸς τὸν ἡγούμενον λόγον, ὅστις οὔτε τρυφῆς οὔτε ἀκαθαρσίας
ἀνέξεται τῇ κατ’ αὐτὸν ἀξίᾳ πάντα λογιζόμενος δεῖν εἶναι76

17

.

4

σύμμετρα. ἵν’ οὖν μὴ περιέλκοιτο πρὸς τὴν κτῆσιν τῶν πολυτελῶν, τὸ ἄτρυφον ἐπιτηδεύει, ἵνα δὲ μὴ ῥύπῳ καὶ ὑλικῇ ἀμορφίᾳ συνοικῇ, τὸ καθάρειον ἐκλέγεται. οἷον ἱμάτιον οὐ λεπτὸν μέν, καθάρειον δέ, σκεύη οὐ χρυσᾶ οὐδὲ
5ἀργυρᾶ, ἀλλ’ ἐκ τῶν εὐποριστοτέρων ὑλῶν καθάρεια, οἰκίαν οὐ πολυτελέσι λίθοις κατηνθισμένην οὐδὲ περιττῶς εἰς κάλλος καὶ μέγεθος ἐξειργασμένην, ἀλλὰ σύμμετρον τῇ τοῦ σώματος χρείᾳ, καθάρειον δέ, καὶ ὅλως παρὰ πᾶσαν τὴν δίαιταν τὸ μὲν τρυφηλὸν ὡς ἔξω τῆς χρείας ἀρνεῖται,
10τὸ δὲ καθάρειον ὡς μάλιστα τὴν χρείαν ἀποπληροῦν

17

.

5

ἐγκρίνει. καὶ γὰρ ἱμάτιον καὶ οἶκος καὶ σκεῦος ἅπαν τότε τὴν αὐτοῦ χρείαν καλῶς παρέχεται, ὅταν σύμμετρόν τε ᾖ καὶ καθάρειον. τί γὰρ μεγάλου δεῖ πίνακος εἰς μικρὸν ὄψον; τί δὲ ῥυπαροῦ μέλλοντος ἀφανιεῖν τὸ ὄψον; οἴκου
5δὲ ὑπὲρ τὴν χρείαν τί δεῖ τοῖς μέλλουσιν ἐν μιᾷ γωνίᾳ αὐτοῦ κείσεσθαι; τί δὲ ἀκαθάρτου τὴν τῆς οἰκήσεως χρείαν οὐ παρέχοντος; τὸ δὲ αὐτὸ καὶ ἐπὶ τῶν ἄλλων εὑρήσεις ἑκατέρωθεν ἄχρηστον ὄν, τὸ μὴ μετὰ τοῦ ἀτρύφου καθάρειον. ἅμα γὰρ ὑπερέβης τὸ μέτρον τῆς χρείας καὶ εἰς

17

.

6

τὸ ἄπειρον προῆλθες τῆς ἐπιθυμίας. διὸ πάντα τὰ περὶ τὸν βίον μεμετρήσθω σοι ταῖς μεσότησι ταῖς διαφευγούσαις τὰς παρακειμένας αἰτίας· εἰθίζου δίαιταν ἔχειν, φησί, καθάρειον· εἶτα ὁρῶν τὴν εἰς τρυφὴν ἔκπτωσιν προσέθηκεν
5ἄθρυπτον· καὶ εἰ ἄθρυπτον προειρήκει, εἶδεν ἂν καὶ τὴν εἰς ῥύπον ἀπόπτωσιν καὶ ἐπήγαγε καθάρειον, ἀεὶ τοῦ πτώματος ἀνέχων τῇ τοῦ ἑτέρου πρὸς τὸ ἕτερον ἀντιθέσει,
ἵν’ ἐξ ἀμφοτέρων ἀνδρώδης ἡ δίαιτα ᾖ καὶ λογικῷ ζῴῳ77

17

.

7

πρέπουσα. οὕτω δὲ τάξαντες τὸν βίον καὶ ἄλλο τι ἑπόμενον μέγα ἀγαθὸν ἕξομεν. τὸν γὰρ ἐπιφυόμενον τοῖς ὑπερ‐ βάλλουσι φθόνον διαφύγοιμεν ἂν τῷ μηδὲν ἄγαν οὐ κινοῦντες καθ’ ἡμῶν αὐτῶν τοὺς συμπολιτευομένους, ὥστε
5νῦν μὲν νεμεσᾶν ὡς τρυφῶσιν ἡμῖν, νῦν δὲ μέμφεσθαι ὡς ῥυπῶσι καὶ ὁτὲ μὲν ὡς ἀσώτοις ἐγκαλεῖν, ὁτὲ δὲ ὡς

17

.

8

μικρολόγοις. πᾶσι γὰρ τοῖς τοιούτοις ἕπεται παρὰ τῶν συζώντων ἡ ἐπὶ τῇ ἀμετρίᾳ μέμψις. τοῦτο γὰρ νῦν ὁ φθόνος δηλοῖ, ἵν’ ᾖ τὸ λεγόμενον τοῦτο· πεφύλαξο τοιαῦτα ποιεῖν, ὁπόσα μέμψιν εὔλογον ἔχει παρὰ τῶν πολλῶν.
5μεμπτὰ δὲ κατὰ τὸν λόγον καὶ τοὺς πολλοὺς ἐν μὲν τῇ διαίτῃ τρυφὴ καὶ ῥύπος, ἐν δὲ δαπάνῃ χρημάτων ἀσωτία

17

.

9

καὶ μικρολογία. διὸ ἐλευθεριότης καὶ συμμετρία δεικνύτω διὰ τῶν ἐκτὸς πάντων τὴν ἔμφρονα τῆς ψυχῆς †κτῆσιν† καὶ τὸ μέτρον τὸ ἐπὶ πᾶσιν ἄριστον. δεῖ γὰρ ὅσον ἐφ’ ἡμῖν τῶν ἐπιφθόνων ἀπέχεσθαι τὸν ἡσυχίας ἐρῶντα καὶ
5μὴ ἐρεθίζειν ὥσπερ τι θηρίον τὸν φθόνον, ἵν’ ἀθορύβως

17

.

10

ἐξῇ προκόπτειν τοῖς καλοῖς. ἀνεπίφθονον δὲ ζωὴν ἐπιτη‐ δεύσωμεν λιτὴν καὶ ἄρρυπον δίαιταν ἔχοντες καὶ τὸν τῆς ἀπειροκαλίας τῦφον ἐκκλίνοντες, ἐξ οὗ ἀποβλαστάνει δύο κακά, δαπάνη τε καὶ φειδὼ χρημάτων ἄκαιρος, ὧν τὸ μὲν
5εἰς ὑπερηφανίαν διαβάλλεται, τὸ δὲ εἰς μικροπρέπειαν.

17

.

11

ἑκάτερον δὲ τούτων ἡ ἐλευθεριότης ἐκφεύγει ἀρετὴ περὶ χρημάτων δόσιν καὶ λῆψιν ὑπάρχουσα καὶ τὸ δέον ἐν προσόδοις καὶ δαπάναις εὑρίσκουσα καὶ πρὸς τὸν ὀρθὸν
λόγον πάντα τὰ ἐκτὸς συνάπτουσα. τοσαῦτα καὶ περὶ τοῦ78
5σώματος καὶ τῆς τῶν ἐκτὸς ἀρίστης χρήσεως πεφιλοσόφηται ἐν τοῖς ἔπεσιν, ὅπως ἂν καὶ διὰ τούτων τὸ τῆς ἀρετῆς διαφαίνηται κάλλος, κεφάλαιον δὲ τῶν πάντων ποιεῖται τὸ ἐξῆς παράγγελμα.

18

n

πρῆσσε δὲ ταῦθ’, ἅ σε μὴ βλάψῃ, λόγισαι δὲ πρὸ ἔργου.

18

.

1

Πολλάκις ἐχρήσατο τῷ τοιούτῳ λόγῳ ὁτὲ μὲν εἰπών· ἀλλὰ τάδ’ ἐκτελέειν, ἅ σε μὴ μετέπειτ’ ἀνιήσῃ, ὁτὲ δέ· μέτρον δὲ λέγω τόδ’, ὃ μή ς’ ἀνιήσῃ, καὶ μηδείς σε παρείπῃ πρῆξαι μηδ’ εἰπεῖν, ὅ τι τοι μὴ βέλτερόν ἐστιν.
5τούτων οὖν ἁπάντων σύνοψιν ἐνταῦθα καὶ μίαν συγκεφαλαί‐ ωσιν ὁ λόγος ποιεῖται ἀπαγορεύων μὲν τῶν βλαβερῶν τὴν παραδοχήν, τῶν δὲ ἐπωφελῶν εἰσηγούμενος τὴν ἐνέργειαν, γίνεσθαι δὲ καλῶς τὴν τούτων διάκρισιν ἐν τῷ λογίζεσθαι πρὸ ἔργου, τί πρακτέον καὶ τί μὴ πρακτέον.

18

.

2

ὁ γὰρ τῆς εὐβουλίας καιρὸς ἐν τῷ ἀπρολήπτῳ τῶν πράξεων παραγίνεται, κἀνταῦθα δὲ πάλιν τοῦ ἅ σε μὴ βλάψῃ οὕτως ἀκουσόμεθα, ὡς καὶ τοῦ ἅ σε μὴ μετέπειτ’ ἀνιήσῃ, τό σε κατὰ τοῦ ὄντος ἀνθρωπίνου καὶ τῆς λογικῆς οὐσίας
5τάττοντες καὶ κατὰ τοῦ φιλοσοφεῖν προῃρημένου καὶ τὴν

18

.

3

πρὸς θεὸν ὁμοίωσιν κτήσασθαι σπεύδοντος. τοῦτον δὲ
βλάπτει πᾶν τὸ παρὰ τὸν ὀρθὸν λόγον, πᾶν τὸ παρὰ τὸν θεῖον νόμον, πᾶν τὸ πρὸς τὴν θείαν ὁμοίωσιν ἐμποδίζον. πέφυκε δὲ τὰ τοιαῦτα ἡμῖν ἐπιτίθεσθαι ἐν τῇ κοινωνίᾳ79
5τῶν συζώντων καὶ τῇ διοικήσει τοῦ τε συνεζευγμένου σώματος καὶ τῶν πρὸς βοήθειαν ἐξευρημένων τὴν τούτου, ἃ δὴ χρήματα καλεῖν ἔθος ὡς πρὸς τὴν τούτου χρείαν

18

.

4

ἐκκείμενα. διευλαβεῖσθαι οὖν χρῆναί φησιν ὁ λόγος τὸν ἐρωτικὸν τῶν θείων ἀγαθῶν, μήποτε ἀναπεισθῇ πρᾶξαί τι, ὃ μὴ βέλτερον αὐτῷ, καὶ ὅπως μὴ χαρίσηται τῷ σώματι, ἐξ ὧν αὐτὸς ἀνιάσεται, μηδὲ προσδέξηταί τι βλάπτον τὴν
5φιλόσοφον ὁρμήν, ἐφ’ ᾧ μικρὸν ὕστερον μεταμελήσεται. ταῦτα γὰρ πάντα τῷ προλογισμῷ διωθεῖσθαι ἡμᾶς προσήκει, ἵν’ ὁ ἐπιλογισμὸς τῶν εἰργασμένων ἡμῖν ἡδίστην ἔχῃ τὴν ἀνάμνησιν, ἣν ἑξῆς ποιεῖσθαι παρακελεύεται.

19

n

Μηδ’ ὕπνον μαλακοῖσιν ἐπ’ ὄμμασι προσδέξασθαι, πρὶν τῶν ἡμερινῶν ἔργων τρὶς ἕκαστον ἐπελθεῖν· πῆ παρέβην; τί δ’ ἔρεξα; τί μοι δέον οὐκ ἐτελέσθη; ἀρξάμενος δ’ ἀπὸ πρώτου ἐπέξιθι, καὶ μετέπειτα
5δειλὰ μὲν ἐκπρήξας ἐπιπλήσσεο, χρηστὰ δέ, τέρπευ.

19

.

1

Ἐνταῦθα γενόμενος τοῦ λόγου τῶν ὅλων παραγγελμάτων ἄθροισόν μοι τὴν γνώμην, ἵνα τὸ εἴσω τῆς ψυχῆς δικαστή‐ ριον πρὸς ταῦτα ὡς πρὸς θείους νόμους ἀποβλέπον ποιῆται
τῶν εὖ ἢ κακῶς πεπραγμένων τὴν ἐπίκρισιν. πόθεν γὰρ80
5ὁ ἐπιλογισμὸς ἕξει δειλὰ μὲν εἰργασμένους ἡμᾶς ἐπικόπτειν, χρηστὰ δὲ πράξαντας ἐπαινεῖν, εἰ μὴ ὁ προλογισμὸς νόμους τινὰς λάβοι, καθ’ οὓς προσήκει τὴν ζωὴν συντάττειν καὶ πρὸς τούτους τὸ τῆς συνειδήσεως ταμιεῖον ὡς πρός

19

.

2

τινα θεῖον σκοπὸν ἀπευθύνει τὸν ὅλον ἡμῶν βίον; ὁσημέραι δὲ ποιεῖσθαι τὴν τοιαύτην κρίσιν εἰσηγεῖται, ἵνα τῷ συνεχεῖ τῆς μνήμης τὸ τῆς κρίσεως ἀπλανὲς διασῴζηται, πρὸς ἑσπέραν δὲ καὶ εἰς ὕπνον τρεπομένων, ὅπως ἂν
5πέρας τῶν μεθημερινῶν πράξεων τὸ τῆς συνειδήσεως καθίζοιμεν δικαστήριον, ἐπικοίτιον ᾆσμα θεῷ τὴν τῶν διαθέσεων ἀνάκρισιν ποιούμενοι· πῆ παρέβην; τί δ’ ἔρεξα; τί μοι δέον οὐκ ἐτελέσθη; οὕτω γὰρ παραμετρή‐ σομεν τὴν ἑαυτῶν ζωὴν τοῖς παραδεδομένοις κανόσι τῷ

19

.

3

νομοθέτῃ νῷ τὸν κριτὴν λόγον ἐπισυνάπτοντες. τί οὖν ὁ νομοθέτης λέγει; τιμᾶν τοὺς φύσει κρείττονας κατὰ τὴν οὐσιώδη αὐτῶν τάξιν, γονέων καὶ συγγενῶν πλεῖστον ποιεῖσθαι λόγον, τοὺς ἀγαθοὺς ἄνδρας ἀσπάζεσθαι καὶ
5φιλεῖν, τῶν σωματικῶν δυνάμεων ὑπερέχειν, ἑαυτὸν αἰδεῖσθαι πανταχοῦ, δικαιοσύνης ἐπιμελεῖσθαι, χρημάτων καὶ τῆς ἐφημέρου ζωῆς προεγνωκέναι τὸ εὔφθαρτον, τὸν ἀπὸ τῆς θείας κρίσεως ἀπονεμηθέντα κλῆρον ἀσπάζεσθαι, θεοπρεπεῖ δὲ χαίρεσθαι φρονήματι καὶ πρὸς τὸ βέλτιον
10μεθιστάναι τὴν γνώμην, φιλολογίαν ἀσκεῖν τῶν ὄντως λόγων, ἀνεξαπάτητον εἶναι καὶ ἀδούλωτον πρὸς τὴν τῆς ἀρετῆς τήρησιν, εὐβουλίᾳ πρὸ τῶν ἔργων χρῆσθαι, ἐξ ἧς
τὸ ἀμεταμέλητον ἐν τοῖς ἔργοις παραγίνεται, οἰήσεως καθαρεύειν, τὸν ἐπιστημονικὸν μεταδιώκειν βίον, τὸ σῶμα81
15καὶ τὰ ἐκτὸς πρὸς τὴν τῆς ἀρετῆς συνεργίαν μεταρρυθμίζειν.

19

.

4

ταῦτα ὁ νομοθέτης νοῦς διαθεσμοθετεῖ ταῖς ψυχαῖς, ὁ δὲ ὑποδεξάμενος αὐτὰ λογισμὸς δικαστὴς ἄγρυπνος ἑαυτοῦ γίνεται θαμὰ πρὸς ἑαυτὸν λέγων· πῆ παρέβην; τί δ’ ἔρεξα; καὶ ἐν τάξει τὴν μνήμην ἀναλαμβάνων ἀρετῆς
5εἵνεκα. εἶτα εὑρὼν ἑαυτὸν συμφώνως τοῖς προκειμένοις ὅροις διημερεύσαντα τῆς θείας εὐφροσύνης τοῖς καρποῖς ἀναδεῖ. παρὰ μέλος δέ τι πράξαντα φωράσας ὥσπερ τισὶ φαρμάκοις ταῖς ἐκ τῆς μετανοίας νουθετήσεσιν ἐπιστύφει.

19

.

5

διὸ τὸν ὕπνον ἀποκρούσασθαι δεῖν φησι τῇ προθυμίᾳ τοῦ λογισμοῦ. ἀνέξεται δὲ τὸ σῶμα μὴ κατασυρόμενον ὑπὸ τῆς τοῦ καταδαρθάνειν ἀνάγκης διὰ τὴν σώφρονα δίαιταν, δι’ ἣν καὶ τὰ ἀναγκαῖα πάθη τῇ τοῦ λογισμοῦ ἡγεμονίᾳ
5συντάττεται. μὴ προσδέξασθαι γάρ φησι τὸν ὕπνον, πρὶν τῶν ἡμερινῶν ἔργων λογίσασθαι ἕκαστον. καὶ τίς ὁ λογι‐ σμός; πῆ παρέβην; τί δ’ ἔρεξα; τί μοι δέον οὐκ ἐτελέσθη;

19

.

6

διχῶς γὰρ ἁμαρτάνομεν· ἢ τὸ μὴ δέον ποιήσαντες, ὃ διὰ τοῦ παρέβην δηλοῦται, ἢ τὸ δέον μὴ ποιήσαντες, ὡς ἐπ’ αὐτῆς κεῖται τῆς λέξεως. ἄλλο γὰρ ἀργία τοῦ καλοῦ καὶ ἄλλο ἐνέργεια τοῦ αἰσχροῦ. καὶ τὸ μὲν τῇ παραλείψει
5κακίζεται, τὸ δὲ τῇ παραδοχῇ. οἷον εὔχεσθαι δεῖ καὶ βλασφημεῖν οὐ δεῖ, τρέφειν γονέας δεῖ, προπηλακίζειν δὲ οὐ δεῖ. ὁ οὖν τὰ πρότερα μὴ ποιῶν τὰ δέοντα οὐ ποιεῖ, ὁ δὲ τὰ δεύτερα ποιῶν τὰ μὴ δέοντα ποιεῖ, εἰ καὶ ἀμφότερα

19

.

7

τρόπον τινὰ πρὸς τὴν ἴσην παρανομίαν ἔρχεται. τὴν δὲ ἀναμέτρησιν τῶν ἡμερινῶν ἔργων παραινεῖ ποιεῖσθαι ἀπὸ
πρώτου ἕως τελευταίου ἐν τάξει μηδὲν παραλείποντα τῶν μέσων, ὃ διὰ τοῦ ἐπέξιθι νοεῖται. πολλάκις γὰρ ἡ μετά‐82
5θεσις παραλογίζεται τὴν κρίσιν καὶ εὐαπολόγητον ποιεῖ τὸ κακῶς εἰργασμένον τῇ ἀταξίᾳ τῆς μνήμης. καὶ ἄλλως δὲ ἡ τῆς καθημερινῆς ζωῆς ἀνάμνησις μελέτη γίνεται τῆς τῶν προβεβιωμένων ἀναπολήσεως καὶ τῆς ἀθανασίας

19

.

8

ἡμῶν συναίσθησις. καὶ τὸ θαυμαστόν, λογίσασθαι ἕκαστον εἰπὼν οὐκ ἐπήγαγεν· τί κατώρθωσα; τί μοι τῶν δεόντων πέπρακται; ἀλλ’ εἰς τὸ ἀτυφότερον τὴν μνήμην μεθήρμοσε τῶν ἡμαρτημένων τὴν κρίσιν ποιούμενος καὶ δικαστὴν
5ἐπέστησε τὸν δικαιότατον ἅμα καὶ οἰκειότατον, τὸ συνειδὸς αὐτὸ καὶ τὸν ὀρθὸν λόγον καὶ αὐτὸν ἑαυτῷ, ὃν πάντων μάλιστα αἰδεῖσθαι προεπαιδεύθημεν· τίς γὰρ οὕτω δύναται

19

.

9

νουθετῆσαι ἄλλος ἄλλον ὡς αὐτὸς ἑαυτόν; τὸ γὰρ αὐτεξού‐ σιον τῇ ἐλευθερίᾳ τῆς φύσεως ἀποχρώμενον ἀποσείεται τὰς παρὰ τῶν ἄλλων συμβουλάς, ὅταν μὴ ἐθέλῃ πείθεσθαι, ὁ δὲ οἴκοθεν λογισμὸς αὐτὸς ἑαυτοῦ κατακούειν ἀνάγκην
5ἔχει. τοῦτον ἐπίτροπον ἡμῖν ὁ θεὸς ἐπέστησε, τοῦτον παιδαγωγὸν καὶ διδάσκαλον, τοῦτον καὶ νῦν δικαστὴν ὁ λόγος τῶν ἡμετέρων ἔργων ποιεῖται καὶ παρ’ αὐτοῦ τὴν κρίσιν ἐκδέχεται, ἵν’ αὐτὸς ἑαυτὸν ψηφίσηται ἀποδοχῆς ἢ

19

.

10

ἐπιπλήξεως ἄξιον. ὅταν γὰρ ὡς ἐν γραμματείῳ τῇ μνήμῃ ἀναγνῷ τὰ πεπραγμένα, τότε κρίνει πρὸς παράδειγμα ἀποβλέπων τὸν νόμον καὶ ψηφίζεται τιμῆς ἢ ἀτιμίας ἑαυτὸν ἄξιον. ἡ δὲ τοιαύτη καθ’ ἡμέραν παρακολούθησις θεοειδὲς
5ἄγαλμα τὸν χρώμενον ἀποτελεῖ, προσθήκαις καὶ ἀφαιρέ‐ σεσι πρὸς τὸ τῆς ἀρετῆς κάλλος παιδαγωγοῦσα καὶ ὡς
οἷόν τε ἄνθρωπον ἀγαθὸν ἀποτελοῦσα. εἰς τοῦτο γὰρ καὶ κατέληξεν ὁ λόγος μέλλων μεταβαίνειν ἐπὶ τὰ θεοποιὰ παραγγέλματα.83

20

n

Ταῦτα πόνει, ταῦτ’ ἐκμελέτα, τούτων χρὴ ἐρᾶν σε. ταῦτά σε τῆς θείης ἀρετῆς εἰς ἴχνια θήσει· ναὶ μὰ τὸν ἁμετέρᾳ ψυχᾷ παραδόντα τετρακτύν, παγὰν ἀενάου φύσεως.

20

.

1

Ταῦτ’ ἦν, ἃ καὶ ἐν προοιμίοις ἐλέγομεν, ὅτι ἡ μὲν πρακτικὴ φιλοσοφία διὰ τῆς τῶν ἀρετῶν κτήσεως ἄνθρωπον ἀγαθὸν ἀποτελεῖ, ἡ δὲ θεωρητικὴ εἰς ὁμοιότητα θεοῦ καθίστησι νοῦ καὶ ἀληθείας ἐλλάμψει, προηγεῖσθαι δὲ ὡς πρὸς ἡμᾶς
5τὰ ἐλάττονα τῶν μειζόνων ἐξ ἀνάγκης. ῥᾷον γὰρ ἐπιμετρῆσαι τὸν ἀνθρώπινον βίον τῇ εὐλογίστῳ χρήσει τοῦ παντελῶς αὐτὸν μεθεῖναι, ὃ γένοιτ’ ἂν διὰ τῆς πρὸς θεωρίαν παντε‐ λοῦς ἐπιστροφῆς. καὶ ἄλλως δὲ ἀδύνατον ἀθορύβως κτήσασθαι τὴν ἀλήθειαν, μὴ τῶν ἀλόγων δυνάμεων ἡμῖν

20

.

2

ταῖς ἠθικαῖς ἀρεταῖς κατὰ νοῦν τεταγμένων. μέση γὰρ οὖσα ἡ λογικὴ ψυχὴ νοῦ καὶ ἀλογίας τότε μόνον ἀπερισπά‐ στως δύναται συνεῖναι τῷ πρὸ αὐτῆς νῷ, ὅταν καθαρὰ γενομένη τῆς τῶν μετ’ αὐτὴν προσπαθείας καθαρῶς
5ἐφάπτηται ἐκείνων. ἔσται δὲ καθαρά, εἰ μηδὲν τῇ ἀλογίᾳ μηδὲ τῷ θνητῷ σώματι συνεκφέροιτο, ὡς ἄλλη δὲ ἄλλων ἐπιμελοῖτο τοσοῦτον αὐτοῖς ἀπονέμουσα φροντίδος, ὅσον
ὁ θεῖος κελεύει νόμος, ἐξάγειν αὑτὸν πειρᾶσθαι μὴ συγ‐ χωρῶν, ἀλλὰ περιμένειν, ἕως ἂν ὁ θεὸς αὐτὸς ἀπολύσῃ84

20

.

3

ἡμᾶς. διπλῆς οὖν ἀρετῆς τῇ τοιαύτῃ ψυχῇ δεήσει· πολιτικῆς μὲν πρὸς τὰ κάτω τὴν ἀλογίαν ταττούσης, θεωρητικῆς δὲ πρὸς τὰ ἄνω τὴν τῶν κρειττόνων συνουσίαν προξενούσης. τῶν δὲ διπλῶν τούτων ἀρετῶν μεθόριον ἔγκεινται οἱ
5τοιοῦτοι στίχοι, τὸ μέν· ταῦτα πόνει, ταῦτ’ ἐκμελέτα, τούτων χρὴ ἐρᾶν σε, ὡς οἰκεῖον συμπέρασμα τῆς πολιτικῆς ἀρετῆς, τὸ δέ· ταῦτά σε τῆς θείης ἀρετῆς εἰς ἴχνια θήσει

20

.

4

ὡς ἀρχὴ καλλίστη τῆς θεωρητικῆς ἐπιστήμης. τὸν γὰρ ἀπαλλαγέντα τῆς θηριώδους ζωῆς καὶ τῆς ἀμετρίας τῶν παθῶν, ὅση δύναμις, καθαρεύσαντα καὶ διὰ τοῦτο οἷον ἐκ θηρίου γενόμενον ἄνθρωπον τὰ ἑξῆς ἐπαγγέλλεται θεὸν
5ἐξ ἀνθρώπου ποιήσειν, ἐφ’ ὅσον οἷόν τε ἀνθρώπῳ θεὸν γενέσθαι. ὅτι δὲ τοῦτο τῆς θεωρητικῆς ἀληθείας τὸ πέρας, δι’ αὐτῶν δηλοῦται τῶν ἐπῶν, ἐν οἷς πρὸς τῷ τέλει τὸ κάλλιστον καὶ ἀκρότατον συμπέρασμα ἐπάγει· ἢν δ’ ἀπολείψας σῶμα ἐς αἰθέρ’ ἐλεύθερον ἔλθῃς,
10ἔσσεαι ἀθάνατος θεός, ἄμβροτος, οὐκ ἔτι θνητός.

20

.

5

τυγχάνειν γὰρ τῆς ἀποκαταστάσεως ἡμᾶς (ταὐτὸν δὲ εἰπεῖν τῆς ἀποθεώσεως) διὰ τῆς προασκηθείσης ἀρετῆς καὶ τῆς ἐπὶ ταύτῃ γνωσθείσης ἀληθείας οὗτος ὁ ἱερὸς ἀποφαίνεται λόγος, ὡς εἰσόμεθα μικρὸν ὕστερον. νῦν δὲ ἐπὶ τὰ προκεί‐
5μενα ἔπη πάλιν ἐπανελθόντες ἐπισκεψώμεθα, τί βούλεται ὁ πόνος καὶ ἡ μελέτη καὶ ὁ ἔρως ἐπὶ ταῖς προλαβούσαις ὑποθήκαις ἢ τὸ πρὸς τὴν τῆς ἀρετῆς ἄσκησιν ὅλην ἐπιστρέ‐

20

.

6

ψαι τὴν ψυχήν. τριδύναμος δέ πώς ἐστι καὶ αὐτή, καὶ καθ’
αὑτὴν λογικὴ οὖσα τὸ μέν τι ἔχουσα, ᾧ μανθάνομεν, ὃ ταῦτα ἐκμελετᾶν νῦν προστάττεται, τὸ δέ τι, ᾧ τὰ γνω‐ σθέντα κρατοῦμεν, ὃ ταῦτα πονεῖν παραγγέλλεται, τὸ δέ τι,85
5ᾧ στέργομεν τὰ γνωσθέντα καὶ κρατηθέντα, ὃ τούτων

20

.

7

ἐρᾶν νουθετεῖται. ἵν’ οὖν πάσας τὰς δυνάμεις τῆς λογικῆς ψυχῆς συντεταγμένας ἔχωμεν πρὸς τὰ τῶν ἀρετῶν παραγ‐ γέλματα, ἐκ μὲν τοῦ νοεῖν πεφυκότος τὴν μελέτην ἀπαιτεῖ, ἐκ δὲ τοῦ τηροῦντος τὰ νοηθέντα τὸν πόνον, ἐκ δὲ τοῦ
5φιλοκάλου τὸν ἔρωτα, ἵν’ ἐξ ἀπάντων ἡ κτῆσις τῶν ὄντως ἀγαθῶν ἡμῖν παραγίνηται μετὰ τῆς ἀπαραβάτου τηρήσεως καὶ συμφυοῦς εἰς ἡμᾶς πρὸς ἐκεῖνα στοργῆς, οἷς ἕπεται ἡ θεία ἐλπὶς τὸ τῆς ἀληθείας ἐπεισάγουσα φέγγος, ὡς αὐτὸς ὑπισχνεῖται λέγων· ταῦτά σε τῆς θείης ἀρετῆς εἰς
10ἴχνια θήσει, τουτέστι, ταῦτά σε ὁμοιώσει θεῷ διὰ τῆς

20

.

8

τῶν ὅλων ἐπιστημονικῆς γνώσεως. τὸ γὰρ τὰς αἰτίας ἐκλογίσασθαι τῶν ὄντων τὰς ἐν τῷ δημιουργῷ θεῷ πρώτως κειμένας πρὸς τὴν ἀκροτάτην ἄγει θεογνωσίαν, ᾗ συνεισ‐ έρχεται καὶ ἡ πρὸς θεὸν ὁμοίωσις. τὴν δὲ ὁμοίωσιν ταύτην
5θείαν ἀρετὴν ὁ λόγος καλεῖ, ὡς ἐπὶ ἀνθρωπίνην τὴν πρὸ ταύτης καλῶς ἐποχουμένην. εἰς ἔρωτα οὖν φιλόκαλον καὶ φιλόσοφον ἀποπερατούσθω τὰ πρῶτα ἔπη, τούτου δὲ ἡγουμένου ἡ τῆς ἀληθείας γνῶσις ἑπέσθω πρὸς ὁμοίωσιν τῆς θείας ἀρετῆς ἀνάγουσα, ὡς ἐν τοῖς ἑξῆς ἔπεσι δηλοῦται.

20

.

9

τὸ δὲ ἀναγκαῖον τῆς συναφῆς τούτων καὶ ὅρκῳ πιστοῦται. τὸ γὰρ καλῶς κτηθεῖσαν τὴν ἀνθρωπίνην ἀρετὴν πρὸς τὴν θείαν ὁδεύειν ὁμοίωσιν εὖ μάλα διατεταμένως ὄμνυσιν
ὁ σέβου ὅρκον ἐν ἀρχῇ παραγγείλας. τὴν γὰρ ἀποχὴν τοῦ86
5ὀμνύναι προστάττει περὶ τῶν ἐνδεχομένων καὶ ἀόριστον

20

.

10

τῆς ἐκβάσεως ἐχόντων τὸ πέρας. ταῦτα γὰρ καὶ μικρὰ καὶ μεταπίπτοντα, διὸ οὔτε ἄξιον ἐπ’ αὐτοῖς ὀμνύναι οὔτ’ ἀσφαλές. οὐ γὰρ ἐφ’ ἡμῖν εἰς πέρας αὐτὰ ἀγαγεῖν. περὶ δὲ τῶν παρόντων ἀναγκαίως τε συνημμένων καὶ μεγίστων
5ὄντων ἀσφαλὲς τὸ ὀμνύναι καὶ πρέπον. οὔτε γὰρ τὸ μετα‐ πῖπτον τῶν πραγμάτων ἡμᾶς ἄν ποτε σφήλειε (δέδεται γὰρ πρὸς ἄλληλα θεσμῷ ἀδραστείας, περὶ ὧν ὁ ὅρκος νυνὶ γίνεται) οὔτε τὸ ταπεινὸν αὐτὸ καὶ χαμαιπετὲς τοῦ θείου τὴν ἐπιμαρτυρίαν ἀρνεῖται. ἀλήθεια γὰρ καὶ ἀρετὴ
10οὐ μόνον ἐστὶν ἐν ἀνθρώποις ἀλλὰ καὶ ἐν θεοῖς τὰ μέγιστα.

20

.

11

ἔπειτα καὶ ὁ ὅρκος αὐτῷ γίνεται δόγμα, ὅτι τὸν διδάσκαλον τῆς ἀληθείας οὕτω δέοι τιμᾶν, ὡς καὶ ὀμνύναι αὐτόν, εἴ που δέοι πρὸς βεβαίωσιν τῶν δογμάτων, καὶ μὴ μόνον τὸ αὐτὸς ἔφα περὶ αὐτοῦ λέγειν, ἀλλὰ καὶ ταῦτα οὕτως ἔχειν
5νὴ τὸν αὐτόν. ὁμοῦ δὲ περὶ τῆς τῶν καλλίστων ἕξεων συναφῆς ὀμνύων θεολογεῖ καὶ τὴν τετράδα, πηγὴν τῆς ἀϊδίου διακοσμήσεως, ἀποφαίνεται τὴν αὐτὴν οὖσαν τῷ

20

.

12

δημιουργῷ θεῷ. πῶς δὲ τετρὰς ὁ θεὸς οὗτος, ἐκ τοῦ εἰς Πυθαγόραν ἀναφερομένου ἱεροῦ λόγου σαφῶς εὑρήσεις, ἐν ᾧ ἀριθμὸς ἀριθμῶν ὁ θεὸς οὗτος ὑμνεῖται. εἰ γὰρ τὰ ὄντα πάντα ταῖς ἀϊδίοις αὐτοῦ βουλήσεσιν ὑφέστηκε, δῆλον, ὅτι
5καὶ ὁ ἀριθμὸς ὁ ἐν ἑκάστῳ εἴδει τῶν ὄντων τῆς ἐν ἐκείνῳ αἰτίας ἤρτηται καὶ ὁ πρῶτος ἀριθμὸς ἐκεῖ· ἐκεῖθεν

20

.

13

γὰρ καὶ ἐνταῦθα. τοῦ δὲ ἀριθμοῦ τὸ πεπερασμένον διάστημα ἡ δεκάς. ὁ γὰρ ἐπὶ πλέον ἀριθμεῖν ἐθέλων ἀνακάμπτει πάλιν ἐπὶ τὸ ἒν καὶ δύο καὶ τρία καὶ δευτέραν ἀριθμεῖ
δεκάδα πρὸς τὴν τῆς εἰκάδος συμπλήρωσιν καὶ τρίτην87
5ὁμοίως, ἵνα τριάκοντα εἴπῃ, καὶ τοῦτο ἑξῆς, ἕως ἂν δεκάτην ἀριθμήσας δεκάδα εἰς ἑκατὸν προέλθῃ. καὶ πάλιν ἑκατὸν δέκα τὸν αὐτὸν τρόπον ἀριθμεῖ, καὶ οὕτω μέχρις ἀπείρου τῷ τῆς δεκάδος διαστήματι ἀνακυκλουμένῳ

20

.

14

προχωρεῖν δύναται. τῆς δὲ δεκάδος δύναμις ἡ τετράς. πρὸ γὰρ τῆς κατὰ διέξοδον τελειότητος τῆς ἐν τῇ δεκάδι ἡνωμένη τις τελειότης ἐν τῇ τετράδι θεωρεῖται. κατὰ γὰρ σύνθεσιν τὴν ἀπὸ μονάδος ἕως τετράδος δεκὰς τὸ πᾶν
5ἄθροισμα γίνεται. αʹ γὰρ καὶ βʹ καὶ γʹ καὶ δʹ τὴν δεκάδα πληροῖ. καὶ ἔστι μεσότης ἀριθμητικὴ μονάδος καὶ ἑβδο‐

20

.

15

μάδος ἡ τετράς. τῷ ἴσῳ γὰρ ἀριθμῷ πως ὑπερέχει καὶ ὑπερέχεται, τριάδι μὲν ἑβδομάδος λειπομένη, τριάδι δὲ μονάδα ὑπερβάλλουσα. μονάδος δὲ καὶ ἑβδομάδος τὰ ἰδιώματα κάλλιστά εἰσι καὶ ἄριστα. ἡ μὲν γὰρ μονὰς ὡς
5ἀρχὴ παντὸς ἀριθμοῦ τὰς πάντων δυνάμεις ἐν ἑαυτῇ συνέχει, ἡ δὲ ἑβδομὰς ὡς ἀμήτωρ καὶ παρθένος τὴν τῆς

20

.

16

μονάδος ἀξίαν δευτέρως ἔχει. οὔτε γὰρ γεννᾶται ἐξ ἀριθμοῦ τινος τῶν ἐντὸς δεκάδος ὡς ὁ δʹ ἐκ τοῦ δὶς βʹ καὶ ὁ ἓξ ἐκ τοῦ δὶς γʹ καὶ ὁ ηʹ ἐκ τοῦ δὶς δʹ καὶ ὁ θʹ ἐκ τοῦ τρὶς γʹ καὶ ὁ ιʹ ἐκ τοῦ δὶς εʹ, οὔτε γεννᾷ τινα τῶν ἐντὸς δεκάδος
5ὡς ὁ δύο τὸν τέσσαρα καὶ ὁ γʹ τὸν θʹ καὶ ὁ εʹ τὸν ιʹ. τῆς δὲ ἀγεννήτου μονάδος καὶ τῆς ἀμήτορος ἑβδομάδος ἡ τετρὰς μέση κειμένη τὰς τῶν γεννώντων καὶ γεννωμένων δυνάμεις ἅμα συνείληφε, μόνη τῶν ἐντὸς δεκάδος καὶ γεννωμένη

20

.

17

ὑπό τινος ἀριθμοῦ καὶ γεννῶσά τινα. ἡ γὰρ δυὰς ἑαυτὴν διπλασιάσασα τὴν τετράδα γεννᾷ, ἡ δὲ τετρὰς δὶς γενομένη
τὸν ὀκτὼ ἀποτελεῖ. καὶ στερεοῦ πρώτη ἔμφασις ἐν τῇ τετράδι εὑρίσκεται. τὸ γὰρ σημεῖον ἀνάλογόν ἐστι μονάδι,88
5ἡ δὲ γραμμὴ δυάδι, ἀπό τινος γὰρ ἐπί τι, καὶ τριάδι προσήκει ἡ ἐπιφάνεια, στοιχειωδέστατον γὰρ τῶν εὐθυγράμμων τὸ

20

.

18

τρίγωνον. τὸ στερεὸν δὲ οἰκεῖον τῇ τετράδι. ἡ γὰρ πρώτη πυραμὶς ἐν τῇ τετράδι θεωρεῖται, τριγώνου μὲν βάσεως ὑποτεθείσης τοῦ τρία, κορυφῆς δὲ αὐτῇ ἐπιτεθείσης τοῦ ἑνός. καὶ κριτικαὶ δὲ δυνάμεις ἐν τοῖς οὖσι τέσσαρες·
5νοῦς, ἐπιστήμη, δόξα, αἴσθησις. κρίνεται γὰρ τὰ ὄντα

20

.

19

πάντα νῷ ἢ ἐπιστήμῃ ἢ δόξῃ ἢ αἰσθήσει. καὶ ἁπλῶς τὰ ὄντα πάντα ἡ τετρὰς ἀνεδήσατο· στοιχείων ἀριθμόν, ὡρῶν τοῦ ἔτους, ἡλικιῶν, συνοικισμῶν, καὶ οὐκ ἔστιν εἰπεῖν, ὃ μὴ τῆς τετρακτύος ὡς ῥίζης καὶ ἀρχῆς ἤρτηται. ἔστι γάρ,
5ὡς ἔφαμεν, δημιουργός, τῶν ὅλων αἰτία ἡ τετράς, θεὸς

20

.

20

νοητός, αἴτιος τοῦ οὐρανίου καὶ αἰσθητοῦ θεοῦ. παραδέ‐ δοται δὲ ἡ τούτου γνῶσις τοῖς Πυθαγορείοις δι’ αὐτοῦ τοῦ Πυθαγόρου, ὃν καὶ νῦν ἐπόμνυται ὁ τῶν ἐπῶν τούτων συγγραφεύς, ὅτι τῆς ἀρετῆς ἡ τελείωσις πρὸς τὴν τῆς
5ἀληθείας ἔλλαμψιν ἡμᾶς ἀνάξει. ὥστε κατὰ τοῦτο εἴποι ἄν τις ἰδίᾳ μὲν τηρεῖσθαι τὸ σέβου ὅρκον ἐπὶ τῶν ἀεὶ καὶ ὡσαύτως ἐχόντων θεῶν, ἰδίᾳ δὲ νῦν ὄμνυσθαι κατὰ τοῦ παραδόντος ἡμῖν τὴν τετρακτὺν διδασκάλου, ὃς οὐκ ἦν τῶν ἀθανάτων θεῶν, ἀλλ’ οὐδὲ τῶν φύσει ἡρώων, ἀλλ’ ἄνθρωπος
10ὁμοιώσει θεοῦ κοσμηθεὶς καὶ πρὸς τοὺς ἀφ’ ἑαυτοῦ θείαν

20

.

21

ἀποσῴζων εἰκόνα. ὅθεν καὶ ἔνορκον αὐτὸν ἐπὶ τῶν οὕτω μεγάλων ποιεῖται, λεληθότως ἐπεμβάλλων τὸ περὶ Πυθα‐ γόραν τῶν ἀκροατῶν σέβας καὶ τὴν ἀξίαν αὐτοῦ δεικνύς, δι’ ὧν παραδέδωκε μαθημάτων. μέγιστον δὲ τούτων ἡ τῆς
5δημιουργικῆς τετρακτύος γνῶσις. ἀλλ’ ἐπεὶ τὰ μὲν πρῶτα ἐπιτέτμηται, τὰ δὲ δεύτερα ἐν ὑποσχέσει κεῖται βεβαίᾳ καὶ ἀψευδεῖ ἐλπίδι, ὅ τε τῆς τετρακτύος ἱεροφάντης ἔγνωσται καί, τίς αὕτη ἡ τετρακτύς, ὅσον τοῖς παροῦσι προσήκει λόγοις, ὑπομνήσεως ἔτυχε, φέρε καί, ἐφ’ ἃ89
10προελθεῖν ὁ λόγος παρακαλεῖ, μετίωμεν πρῶτον, μεθ’ οἵας ὁρμῆς καὶ παρασκευῆς καὶ συνεργίας τῶν κρειττόνων ἐλθεῖν ἐπὶ ταῦτα προσήκει, προϋποδείξαντες.

21

n

ἀλλ’ ἔρχευ ἐπ’ ἔργον θεοῖσιν ἐπευξάμενος τελέσαι.

21

.

1

Πάντα τὰ πρὸς τὴν κτῆσιν τῶν ἀγαθῶν συντελοῦντα διὰ βραχέων ὑπέγραψεν ὁ λόγος, τὸ τῆς ψυχῆς αὐτοκίνητον, τὴν τοῦ θείου συνεργίαν. εἰ γὰρ καὶ ἐφ’ ἡμῖν ἡ αἵρεσις τῶν καλῶν, ἀλλὰ καὶ αὐτὸ τὸ ἐφ’ ἡμῖν θεόθεν ἔχοντες τῆς παρ’
5ἐκείνου συνεργίας καὶ τελειώσεως τῶν αἱρεθέντων πάντως

21

.

2

που χρῄζομεν. ἔοικε γὰρ τὸ μὲν παρ’ ἡμῶν σπουδαζόμενον ἐκτεινομένῃ χειρὶ πρὸς λῆψιν τῶν καλῶν, τὸ δὲ παρὰ θεοῦ συντελούμενον χορηγία εἶναι καὶ πηγὴ τῆς δόσεως τῶν ἀγαθῶν καὶ τὸ μὲν εὑρίσκειν πεφυκέναι τὰ καλά, τὸ δὲ
5ἐκφαίνειν τῷ ζητοῦντι ὀρθῶς, ἡ δὲ εὐχὴ μεθόριον εἶναι τῆς τε παρ’ ἡμῶν ζητήσεως καὶ τῆς παρὰ τοῦ θεοῦ δόσεως,
εὖ ἐχομένη τῆς αἰτίας ἡμῶν τῆς εἴς τε τὸ εἶναι προαγούσης90

21

.

3

ἡμᾶς καὶ πρὸς τὸ εὖ εἶναι τελειούσης. πῶς δ’ ἂν λάβοι τις τὸ εὖ μὴ διδόντος θεοῦ; πῶς δὲ ἂν δοίη τῷ πρὸς τὰς ὁρμὰς αὐτεξουσίῳ μὴ αἰτοῦντι ὁ διδόναι πεφυκὼς θεός; ἵν’ οὖν μήτε λόγῳ μόνῳ τὴν εὐχὴν ποιώμεθα, ἀλλὰ καὶ
5ἔργῳ ταύτην κρατύνωμεν, μήτε τῇ ἑαυτῶν ἐνεργείᾳ μόνῃ θαρρῶμεν, ἀλλὰ καὶ τῆς θεόθεν συνεργίας ἐχώμεθα καὶ ὡς εἶδος τὴν εὐχὴν ἐπὶ ὕλῃ τῷ ἔργῳ συνάπτωμεν, καὶ τὸ ὅλον τοῦτο, ὅπως, ἃ ἐργαζόμεθα, εὐχώμεθα καὶ εὐχώμεθα, ἃ ἐνεργοῦμεν, συνάψας εἶπεν· ἀλλ’ ἔρχευ ἐπ’ ἔργον θεοῖσιν

21

.

4

ἐπευξάμενος τελέσαι. οὔτε γὰρ μόνον προθυμεῖσθαι δεῖ τὰ καλὰ ὡς ἐφ’ ἑαυτοῖς ὄντα κατορθῶσαι καὶ χωρὶς τῆς τοῦ θείου συνεργίας, οὔτε ψιλοῖς τῆς εὐχῆς τοῖς λόγοις ἀρκεῖσθαι μηδὲν πρὸς τὴν κτῆσιν τῶν αἰτηθέντων συνεισφέ‐
5ροντας. οὕτω γὰρ ἢ ἄθεον ἀρετὴν—εἰ τοῦτο οἷόν τε εἰπεῖν— ἐπιτηδεύσομεν ἢ ἀνενέργητον εὐχήν, ὧν τὸ μὲν ἄθεον προαναιρεῖ τῆς ἀρετῆς τὴν οὐσίαν, τὸ δὲ ἀργὸν ἐκλύει τῆς

21

.

5

εὐχῆς τὸ δραστήριον. πῶς γὰρ ἔσται τι καλόν, ὃ μὴ πρὸς κανόνα τὸν θεῖον πράττεται; πῶς δὲ τὸ πρὸς τοῦτον πραττόμενον οὐ τῆς ἐκείνου συνεργίας πάντως δεῖται πρὸς ὑπόστασιν; ἔστι γὰρ ἡ ἀρετὴ εἰκὼν θεοῦ ἐν ψυχῇ λογικῇ,
5εἰκὼν δὲ πᾶσα τοῦ παραδείγματος δεῖται πρὸς γένεσιν καὶ οὐκ ἀρκεῖ τὸ κτώμενον, ἐὰν μὴ καὶ ἐκεῖσε βλέπῃ, οὗ

21

.

6

πρὸς ὁμοίωσιν τὸ καλὸν κτήσεται. σπεύδοντας οὖν ἐπὶ τὴν ἐνεργὸν ἀρετὴν εὔχεσθαι προσήκει καὶ εὐχομένους τὴν κτῆσιν ταύτης ἐργάζεσθαι, τοῦτο δὲ ἦν πρὸς τὸ θεῖον καὶ τὸ λαμπρὸν βλέποντας πράττειν καὶ πρὸς φιλοσοφίαν
5ἑαυτοὺς συντείνειν μετὰ τοῦ εὖ ἔχεσθαι τῆς πρώτης αἰτίας

21

.

7

τῶν ἀγαθῶν. ἡ γὰρ πηγὴ τῆς ἀενάου φύσεως ἡ τετρακτὺς ἐκείνη οὐ μόνον τοῦ εἶναι τοῖς πᾶσιν, ἀλλὰ καὶ τοῦ εὖ εἶναι αἰώνιος αἰτία καθέστηκε, τὸ οἰκεῖον ἀγαθὸν διὰ παντὸς ἐφαπλώσασα τοῦ κόσμου οἷον φῶς ἀκήρατον καὶ νοερόν.91
5ἡ δὲ ταύτης εὖ ἐχομένη ψυχὴ καὶ ὡς ὄμμα πρὸς ὀξυωπίαν ἑαυτὴν διασμήξασα ἔκ τε τῆς ἐπιμελείας τῶν καλῶν πρὸς τὴν εὐχὴν ἀνεγείρεται καὶ πάλιν ἀπὸ τῆς εὐκτικῆς πληρώ‐ σεως τὴν σπουδὴν ἐπιτείνει λόγοις ἔργα συνάπτουσα καὶ

21

.

8

ἔργα σπουδαῖα θείαις διαλέξεσι βεβαιουμένη. καὶ τὰ μὲν εὑρίσκουσα, τὰ δὲ ἐλλαμπομένη σπουδάζει τε ἃ εὔχεται καὶ εὔχεται ἃ σπουδάζει. τοιαύτη μὲν ἡ τῆς εὐχῆς καὶ σπουδῆς ἕνωσις. τί δὲ τὰ δι’ ἀμφοτέρων τούτων κατορθού‐
5μενα, ἑξῆς ἀκούωμεν.

22

n

τούτων δὲ κρατήσας γνώσεαι ἀθανάτων τε θεῶν θνητῶν τ’ ἀνθρώπων σύστασιν, ᾗ τε ἕκαστα διέρχεται ᾗ τε κρατεῖται.

22

.

1

Πρῶτον μὲν θεογνωσίαν καὶ θεολογικὴν ἐπιστήμην παρ‐ έσεσθαι τοῖς οὕτως ἀχθεῖσι προλέγει καὶ πάντων τῶν ἀπὸ τῆς ἱερᾶς τετρακτύος ὑποστάντων τὴν ἐπίγνωσιν μετὰ τῆς κατὰ γένος αὐτῶν διακρίσεως καὶ τῆς εἰς ἕνα κόσμον
5ἑνώσεως. τὴν μὲν γὰρ σύνταξιν αὐτῶν ἐνταῦθα τὸ τῆς συστάσεως ὄνομα δηλοῖ, τὸ δέ, ᾗ διέρχεται, τὴν κατ’ εἶδος διαφορὰν καὶ τό, ᾗ κρατεῖται, τὴν κατὰ γένος κοινωνίαν.

22

.

2

φύσει γὰρ διεστῶτα τῶν λογικῶν οὐσιῶν τὰ γένη κατ’ αὐτὴν τὴν διάστασιν εἰς μίαν κοινωνίαν συνέρχεται. τῷ γὰρ εἶναι τὰ μὲν πρῶτα, τὰ δὲ μέσα, τὰ δὲ ἔσχατα διακέκρι‐ ται ἅμα καὶ ἥνωται. οὔτε γὰρ τὰ πρῶτα ἂν γένοιτο μέσα92
5ἢ ἔσχατα, οὔτε τὰ μέσα πρῶτα ἢ ἔσχατα, οὔτε τὰ ἔσχατα πρῶτα ἢ μέσα, ἀλλ’ ἐν τοῖς δημιουργικοῖς ὅροις ἀϊδίως

22

.

3

μένει κατὰ γένος διακεκριμένα. καὶ οὕτω μὲν τό, ᾗ ἕκαστα διέρχεται, νοοῦμεν. τὸ δέ, ᾗ ἕκαστα κρατεῖται, πάλιν αὖ τῇδε θεωρήσομεν. τὸ πᾶν τόδε οὐκ ἂν εἴη τέλειον μὴ πρῶτα καὶ μέσα καὶ ἔσχατα μέρη ἐν ἑαυτῷ κεκτημένον
5ὡς ἀρχὴν καὶ μέσα καὶ τελευτὴν τοῦ ὅλου συστήματος. καὶ τὰ πρῶτα οὐκ ἂν εἴη πρῶτα μὴ μέσων καὶ ἐσχάτων αὐτοῖς ἑπομένων οὐδὲ τὰ μέσα τοῦτ’ ἂν εἴη, ὃ λέγεται, μὴ ἄκρων ἑκατέρωθεν αὐτοῖς παρακειμένων, ἀλλ’ οὐδὲ τὰ ἔσχατα εἴη ἂν ἔσχατα μὴ πρώτων καὶ μέσων προηγου‐

22

.

4

μένων. συνεισάγει οὖν ἄλληλα πρὸς τὴν τοῦ παντὸς τελειότητα. καὶ τοῦτο ἦν τὸ κρατεῖσθαι αὐτὰ ὑπ’ ἀλλήλων, ὡς μὲν ἑτεροειδῆ διαφέροντα, ὡς δὲ ἑνὸς κόσμου μέρη συνεισιόντα καὶ αὐτῷ τῷ διεστάναι ἅμα καὶ ἡνῶσθαι τῆς
5θείας διακοσμήσεως τὴν ὅλην σύστασιν καὶ σύνταξιν πληροῦντα, ἣν γνώσεαι, φησίν, εἰ ἐγκρατὴς γένοιο τῶν

22

.

5

προειρημένων καλῶν. τῶν δὲ ἄκρων γενῶν τῇ μνήμῃ συνεισέρχεται τὰ μέσα· ἀθανάτων γάρ φησι θεῶν θνητῶν τ’ ἀνθρώπων σύστασιν. τὰ δὲ πρῶτα τοῖς ἐσχάτοις διὰ τῶν μέσων συνάπτεται, καὶ τὰ ἔσχατα πρὸς τὰ πρῶτα τῇ
5μεσότητι τῶν ἀγαυῶν ἡρώων ἀνατείνεται. τοιαύτη δὲ ἡ τάξις τῶν λογικῶν γενῶν καὶ ἐν προοιμίοις παραδέδοται, ὥστ’ εἶεν μὲν πρῶτοι ἐν τῷδε τῷ κόσμῳ οἱ ἀθάνατοι θεοί,
ἔπειθ’ ἥρωες ἀγαυοὶ καὶ τελευταῖοι δαίμονες καταχθόνιοι,93

22

.

6

οὓς νῦν θνητοὺς ἀνθρώπους καλεῖ. πῶς δὲ ἕκαστον τούτων δεῖ νοεῖν, ἤδη εἴρηται· τὸ δὴ γνῶσιν τούτων προσλαβεῖν ἐπιστημονικήν, ὧν ἐκ παραδόσεως τὴν τιμὴν προειλή‐ φαμεν, πρακτικὴν ἀρετὴν ἀληθείᾳ θεωρητικῇ κοσμούντων
5ἢ καὶ ἀπὸ τῆς ἀνθρωπίνης εὐεξίας ἐπὶ τὴν θείαν ἀρετὴν

22

.

7

μεθισταμένων. τὸ γὰρ οὕτω γνῶναι τὰ ὄντα, ὡς παρ’ αὐτοῦ τοῦ θεοῦ ὑπέστη, ὁμοίωμα θεῖον ἦν κτήσασθαι. ἐπειδὴ δὲ μετὰ τὴν ἀσώματον διακόσμησιν ἡ σωματικὴ φύσις ὑπόκειται τὸν ἐμφανῆ τοῦτον συμπληροῦσα κόσμον καὶ
5πρὸς τὴν τῶν λογικῶν οὐσιῶν ἡγεμονίαν συντεταγμένη, ἑξῆς τὸ τῆς φυσιολογικῆς ἐπιστήμης ἀγαθὸν ἐπακολουθή‐ σειν μηνύει τοῖς ἐν τάξει προϊοῦσιν ἐπὶ τὰς γνώσεις.

23

n

γνώσῃ δ’, ᾗ θέμις ἐστί, φύσιν περὶ παντὸς ὁμοίην, ὥστε σε μήτε ἄελπτ’ ἐλπίζειν μήτε τι λήθειν.

23

.

1

Πρὸς τὴν θείαν εὐμετρίαν ἡ φύσις τὸν ἐμφανῆ κόσμον ἀποτυπουμένη δι’ ἀναλογίας τε αὐτὸν ἑαυτῷ πανταχοῦ διαφόρως ὡμοίωσε καὶ τὸ θεῖον κάλλος ἐνεικονίσατο δι’ ὅλων τῶν ἐγκοσμίων εἰδῶν ἄλλως καὶ ἄλλως, ὥστε
5οὐρανῷ μὲν ἀποδοῦναι τὸ ἀεικίνητον, γῇ δὲ τὸ μόνιμον, ἑκάτερον δὲ τούτων θείας ὁμοιώσεως ἴχνος ἀποφέρεσθαι. καὶ τῷ μὲν οὐρανίῳ σώματι τὸ πέριξ τοῦ παντὸς ἀπένειμε,

23

.

2

τῷ δὲ περιγείῳ τὸ κέντρον. ἐν δὲ σφαίρᾳ ἄλλως μὲν τὸ
κέντρον ἀρχή, ἄλλως δὲ ὁ τοῦ περιέχοντος ὅρος. ὅθεν τὰ ἄνω μὲν ἄστροις πεποίκιλται καὶ τοῖς μετ’ ἐκεῖνα ζῴοις νοεροῖς, γῆ δὲ φυτοῖς ἐκοσμήθη καὶ ζῴοις αἰσθήσει μόνῃ94
5χρωμένοις. μεσότης δὲ τῶν οὕτω διεστηκότων ὁ ἄνθρωπος ἐνορᾶται ἀμφίβιός τις ὢν καὶ ἔσχατος μὲν τῶν ἄνω,

23

.

3

πρῶτος δὲ τῶν κάτω. διὸ ποτὲ μὲν τοῖς ἀθανάτοις συμφέρε‐ ται καὶ τῇ πρὸς νοῦν καὶ ἀρετὴν ἐπιστροφῇ τὴν οἰκείαν λῆξιν ἀπολαμβάνει, ποτὲ δὲ τοῖς θνητοῖς εἴδεσι συνα‐ γελάζεται καὶ τῇ τῶν θείων νόμων ἐκβάσει τῆς προσηκούσης

23

.

4

αὐτῷ ἀξίας ἀποπίπτει. ὡς γὰρ ἔσχατος τῶν λογικῶν γενῶν οὔτε ἀεὶ καὶ ὡσαύτως πέφυκε νοεῖν—οὕτω γὰρ οὐκ ἂν ἦν ἄνθρωπος, ἀλλὰ φύσει θεός—οὔτε ἀεὶ νοεῖν δύναται, εἰ καὶ μὴ ὡσαύτως· τοῦτο γὰρ αὐτὸν εἰς τὴν ἀγγέλου
5καθίστησι τάξιν. νῦν δέ ἐστιν ἄνθρωπος ὁμοιώσει μὲν πρὸς τὸ βέλτιον ἀχθῆναι δυνάμενος, φύσει δὲ ὑποβεβηκὼς τῶν ἀθανάτων θεῶν καὶ τῶν ἀγαυῶν ἡρώων ὡς ἐγκοσμίων

23

.

5

πρώτων καὶ μέσων γενῶν. ὥσπερ δὲ τούτων ὑπέβη τῷ μὴ ἀεὶ νοεῖν ἀλλ’ ἐν ἀγνοίᾳ ποτὲ καὶ λήθῃ γίνεσθαι τῆς ἑαυτοῦ οὐσίας καὶ τῆς θεόθεν κατιούσης εἰς αὐτὸν ἐλλάμ‐ ψεως, οὕτω τῷ μὴ μένειν ἀεὶ ἐν τῇ ἀγνοίᾳ ὑπερέχει ζῴων
5ἀλόγων καὶ φυτῶν καὶ ὅλης τῆς περιγείου καὶ θνητῆς φύσεως ἀναβέβηκε κατ’ οὐσίαν ὡς ἐπιστρέφειν πρὸς θεὸν πεφυκὼς καὶ ἀναμνήσει τὴν λήθην ἀφανίζειν καὶ διδασκαλίᾳ προσλαμβάνειν, ἃ ἀπέβαλε, καὶ τὴν ἄνωθεν φυγὴν τῇ

23

.

6

ἀντιστρόφῳ φυγῇ ἰᾶσθαι. προσήκει οὖν τῇ ἀνθρωπίνῃ οὐσίᾳ τοιαύτῃ οὔσῃ γνῶναι τὴν σύστασιν ἀθανάτων τε θεῶν θνητῶν τε ἀνθρώπων, τοῦτ’ ἔστι τῶν λογικῶν
γενῶν τὴν διάταξιν· γνῶναι δὲ καὶ τὴν φύσιν τὴν περὶ95
5παντὸς ὁμοίην, τοῦτ’ ἔστι τὴν σωματικὴν οὐσίαν τὴν ἄνωθεν μέχρι τῶν τελευταίων δι’ ἀναλογίας καὶ ἐμφάσεως θείας κοσμηθεῖσαν· γνῶναι δὲ ταῦτα πάντα, ᾗ θέμις ἐστί, τοῦτ’ ἔστι, νόμῳ ὡς διάκεινται, καὶ οὕτως, ὡς ὑπέστη παρὰ τοῦ θεοῦ καὶ ὃν τρόπον τοῖς ἐκείνου νόμοις

23

.

7

ἐστὶ διατεταγμένα, εἴτε σώματα, εἴτε ἀσώματα. κατὰ κοινοῦ γὰρ ἐπ’ ἀμφοτέρων τῶν ποιήσεων τὸ γνῶναι δεῖ, ᾗ θέμις ἐστίν, ἀκουστέον. οὐ γὰρ ἀλογίστοις προθυμίαις ἑκόντας μεταφέρειν δεῖ τὴν ἀξίαν τῶν πραγμάτων πρὸς
5τὸ ἡμῖν δοκοῦν, ἀλλὰ τοῖς τῆς ἀληθείας ὅροις ἑπομένως γινώσκειν τὰ ὄντα πάντα, ᾗ θέμις ἐστὶ καὶ ὡς ὁ τῆς δημιουργίας θεσμὸς ὥρισεν ἕκαστα. ἐκ δὲ τούτων τῶν δύο γνώσεων, τῆς τε περὶ τὴν ἀσώματον ποίησιν τοῦ θεοῦ καὶ τῆς περὶ τὴν σωματικήν, κάλλιστον ἐπανθεῖ πόρισμα

23

.

8

τὸ μήτε ἄελπτα ἐλπίζειν μήτε τι λήθειν. ἐκ γὰρ τοῦ λανθάνειν ἡμᾶς τὴν οὐσίαν τῶν πραγμάτων ἐπιγίνεται καὶ τὸ ἄελπτα ἐλπίζειν καὶ τὸ ἀδύνατα περινοεῖν. οἷον εἴ τις ἄνθρωπος ὢν τῶν ἀθανάτων θεῶν ἐλπίζει γενέσθαι
5ἢ τῶν ἀγαυῶν ἡρώων, οὗτος οὐκ οἶδε τοὺς ὅρους τῆς φύσεως οὔτε τῶν ὄντων πρῶτα καὶ μέσα καὶ ἔσχατα διεστείλατο. καὶ πάλιν, εἴ τις τὴν αὐτοῦ ψυχὴν συναποθνῄ‐ σκειν οἴεται τῷ θνητῷ σώματι ἀγνοίᾳ τῆς προσούσης ἀθανασίας τῇ ἡμετέρᾳ ψυχῇ, προσδοκᾷ, ἃ μὴ δεῖ μηδὲ

23

.

9

οἷόν τε γενέσθαι. ὁμοίως δὲ καὶ ὁ θηρίου μεταμφιάσασθαι σῶμα ἐλπίζων καὶ ζῷον ἄλογον γενέσθαι διὰ κακίαν ἢ καὶ φυτὸν δι’ ἀργίαν αἰσθήσεως, καὶ οὗτος ἀντιστρόφως τοῖς εἰς τὰ ἄνω γένη μεταβάλλουσι τὴν τοῦ ἀνθρώπου
5οὐσίαν πρὸς τὰ κάτω αὐτὴν συνωθεῖ πεπλανημένος καὶ ἀγνοῶν τὸ ἀμετάβλητον τοῦ κατ’ οὐσίαν ὑπάρχοντος96

23

.

10

εἴδους τῇ ἀνθρωπίνῃ ψυχῇ. ἀεὶ γὰρ μένουσα ἄνθρωπος τῇ τῆς ἀρετῆς καὶ κακίας ἀνὰ μέρος κτήσει θηρίον λέγεται ἢ θεὸς γίνεσθαι, φύσει δὲ οὐδέτερον, ἀλλὰ σχέσει τῆς πρὸς ἑκάτερον ὁμοιώσεως. καὶ ὅλως ὁ τὴν προσοῦσαν ἀξίαν
5ἑκάστῳ τῶν ὄντων μὴ εἰδὼς ἀλλ’ ἤτοι ὑπερβάλλων αὐτῆς ἢ ἐλλείπων, τὴν ἄγνοιαν ταύτην ἀφορμὴν τῆς ὑποκένου

23

.

11

δόξης καὶ ἀέλπτου ἐλπίδος πεποίηται. ὁ δὲ ἐν τοῖς δημιουργι‐ κοῖς μέτροις ἕκαστα ἀφορίζων καὶ γινώσκων τὰ ὄντα, ᾗ γέγονε, καὶ παραμετρῶν τῷ θεῷ τὴν ἑαυτοῦ γνῶσιν, οὗτος τὸ ἕπου θεῷ μάλιστα τηρεῖ καὶ τὸ ἄριστον μέτρον
5οἶδε καὶ τῆς ἀνεξαπατήτου ἐλπίδος τυγχάνει.

24

n

γνώσῃ δ’ ἀνθρώπους αὐθαίρετα πήματ’ ἔχοντας τλήμονας, οἵ τ’ ἀγαθῶν πέλας ὄντων οὔτ’ ἐσορῶσιν οὔτε κλύουσι· λύσιν δὲ κακῶν παῦροι συνιᾶσιν. τοίη μοῖρ’ αὐτῶν βλάπτει φρένας· οἱ δὲ κυλίνδροις
5ἄλλοτ’ ἐπ’ ἄλλα φέρονται ἀπείρονα πήματ’ ἔχοντες. λυγρὴ γὰρ συνοπαδὸς ἔρις βλάπτουσα λέληθε σύμφυτος, ἣν οὐ δεῖ προάγειν, εἴκοντα δὲ φεύγειν.

24

.

1

Τῆς τῶν ἀσωμάτων καὶ σωματικῶν γενῶν καλῶς γνωσθεί‐ σης διατάξεως ἕπεται καὶ τὴν ἀνθρώπου οὐσίαν ἀκριβῶς γνωρίζεσθαι, οἵα τε οὖσα τυγχάνει καὶ οἵων δεκτικὴ παθημάτων, καὶ ὅτι ἐν μεθορίῳ ἐστὶ τῶν τε ἀπτώτων εἰς97
5κακίαν καὶ τῶν πρὸς ἀρετὴν οὐ πεφυκότων ἀνάγεσθαι· διὸ καὶ ἐπαμφοτερίζει ταῖς σχέσεσιν, ὁτὲ μὲν ἐκεῖ ζῶν τὴν νοερὰν εὐζωΐαν, ὁτὲ δὲ ἐνταῦθα τὴν αἰσθητικὴν ἐμπάθειαν προσλαμβάνων, ἔνθεν καὶ λέγεται ὀρθῶς ὑπὸ Ἡρακλείτου, ὅτι ζῶμεν τὸν ἐκείνων θάνατον, τεθνήκαμεν δὲ τὸν ἐκείνων

24

.

2

βίον. κάτεισι γὰρ καὶ ἀποπίπτει τῆς εὐδαίμονος χώρας ὁ ἄνθρωπος, ὡς Ἐμπεδοκλῆς φησιν ὁ Πυθαγόρειος, φυγὰς θεόθεν καὶ ἀλήτης, νείκεϊ μαινομένῳ πίσυνος.
5ἄνεισι δὲ καὶ τὴν ἀρχαίαν ἕξιν ἀπολαμβάνει, εἰ φύγοι τὰ περὶ γῆν καὶ τὸν ἀτερπέα χῶρον, ὡς ὁ αὐτὸς λέγει, ἔνθα Φόνος τε Κότος τε καὶ ἄλλων ἔθνεα Κηρῶν, εἰς ὃν οἱ

24

.

3

ἐκπεσόντες Ἄτης ἂν λειμῶνα κατὰ σκότος ἠλάσκουσιν. ἡ δὲ ἔφεσις τοῦ φεύγοντος τὸν τῆς Ἄτης λειμῶνα πρὸς τὸν τῆς ἀληθείας ἐπείγεται λειμῶνα, ὃν ἀπολιπὼν τῇ ὁρμῇ τῆς πτερορρυήσεως εἰς γήινον ἔρχεται σῶμα ὀλβίου αἰῶνος
5ἀμερθείς. τούτοις δὲ καὶ ὁ Πλάτων ἐστὶ σύμφωνος περὶ μὲν τῆς καθόδου ταυτὶ λέγων· ὅταν δὲ ἀδυνατήσασα ἐπισπέσθαι μὴ ἴδῃ καί τινι συντυχίᾳ χρησαμένη πτερο‐ ρρυήσῃ τε καὶ ἐπὶ τὴν γῆν πέσῃ, τότε νόμος ταύτην εἰς

24

.

4

ζῷον θνητὸν εἰσοικίζεσθαι. περὶ δὲ τῆς ἀνόδου ταῦτα· ὅτι τὸν προσφύντα ὕστερον ὄχλον ἐκ γῆς καὶ ὕδατος καὶ ἀέρος
καὶ πυρός, θορυβώδη καὶ ἄλογον ὄντα, λόγῳ κρατήσας ὁ ἄνθρωπος εἰς τὸ τῆς πρώτης καὶ ἀρίστης ἀφικνεῖται εἶδος98
5ἕξεως, ὅτε καὶ εἰς τὸ ξύννομον ἄστρον ἀνάγεται ὑγιὴς καὶ

24

.

5

ὁλόκληρος γενόμενος· ὑγιὴς μὲν τῇ τῶν παθῶν ὡς νοση‐ μάτων ἀπαλλαγῇ, ὃ διὰ τῆς πολιτικῆς ἀρετῆς παραγίνεται, ὁλόκληρος δὲ τῇ νοῦ καὶ ἐπιστήμης ὡς οἰκείων μερῶν ἀναλήψει, ὃ διὰ τῆς θεωρητικῆς ἀληθείας κατορθοῦσθαι
5πέφυκεν. καὶ πάλιν, ὡς δέοι τῇ ἐντεῦθεν φυγῇ τὴν ἀπὸ τῶν κρειττόνων γενομένην ἀπόστασιν ἐξιάσασθαι, σαφῶς παρίστησι φυγὴν τῶν τῇδε κακῶν τὴν φιλοσοφίαν ὁριζό‐

24

.

6

μενος. συμπεφυκέναι γὰρ τὰ πάθη μόνοις τοῖς θνητοῖς ἀποφαίνεται διὰ τούτων· ἀλλ’ οὐδὲ ἀπολέσθαι τὰ κακὰ δυνατὸν οὔτε ἐν θεοῖς εἶναι, περὶ δὲ τόνδε τὸν τόπον καὶ τὴν θνητὴν φύσιν περιπολεῖν ἐξ ἀνάγκης. τοῖς γὰρ ἐν
5γενέσει καὶ φθορᾷ πάντως που καὶ τὸ παρὰ φύσιν δια‐ τεθῆναι δύνασθαι παρέπεται, ὅπερ ἦν τῶν κακῶν ἀρχή.

24

.

7

πῶς δὲ δεῖ ταῦτα φυγεῖν ἐπάγει· διὸ δεῖ ἐνθένδε ἐκεῖσε φυγεῖν. φυγὴ δὲ ὁμοίωσις θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ· ὁμοίωσις δὲ δίκαιον καὶ ὅσιον μετὰ φρονήσεως γενέσθαι. τὸν γὰρ ἀποδρᾶναι βουλόμενον τὰ κακὰ τὴν θνητὴν φύσιν
5πρῶτον ἀποστραφῆναι δεῖ· οὐ γὰρ οἷόν τε ταύτῃ συμπε‐ φυρμένους μὴ καὶ τῶν ἑπομένων αὐτῇ κακῶν ἐξ ἀνάγκης

24

.

8

ἀναπίμπλασθαι. ὥσπερ οὖν ἡ θεόθεν φυγὴ καὶ ἡ πτερο‐ ρρύησις τῶν κουφιζόντων ἡμᾶς πρὸς τὰ ἄνω πτερῶν εἰς τὸν τῶν θνητῶν ἤνεγκε τόπον, οἶς τὰ κακὰ συνεισέρχεται, οὕτω καὶ ἡ τῆς θνητῆς προσπαθείας ἀποβολὴ καὶ ἡ τῶν
5ἀρετῶν οἷον πτερῶν τινων ἔκφυσις πρὸς τὸν τῶν κακῶν99

24

.

9

καθαρὸν τόπον, πρὸς τὴν θείαν εὐζωΐαν ἡμᾶς ἀνάξει. μέση γὰρ οὖσα ἡ τοῦ ἀνθρώπου οὐσία τῶν τε ἀεὶ νοούντων τὸν θεὸν καὶ τῶν μηδέποτε νοεῖν πεφυκότων ἄνεισί τε πρὸς ἐκεῖνα καὶ κάτεισι πρὸς ταῦτα, νοῦ κτήσει καὶ ἀποβολῇ
5πρὸς τὴν θείαν ὁμοίωσιν καὶ τὴν θήρειον διὰ τὸ τῆς φύσεως ἀμφίβιον ἀνὰ μέρος οἰκειουμένη. ταῦτα οὖν ὁ περὶ τῆς ἀνθρωπίνης ἐγνωκὼς οὐσίας οἶδε, πῶς αὐθαίρετα πήματα ἔχουσιν οἱ ἄνθρωποι καὶ πῶς τλήμονες καὶ τάλανες

24

.

10

ταῖς ἑαυτῶν αἱρέσεσι γίνονται. ποτὲ μὲν γάρ, ἔτι δυνάμενοι μένειν ἐκεῖ, προπετείᾳ ὁρμῆς εἰς γένεσιν κατασύρονται, ποτὲ δέ, δυνάμενοι θᾶττον ἐντεῦθεν ἀπολύεσθαι, αὐτοὶ ἑαυτοὺς ταῖς ἀμετρίαις τῶν παθῶν καταπλέκουσιν. καὶ
5τοῦτο ᾖν τὸ τῶν ἀγαθῶν πέλας ὄντων μήτε ὁρᾶν μήτε ἀκούειν, ἵνα ἀγαθὰ μὲν ἀρετὴ καὶ ἀλήθεια νῦν λέγηται, τὸ δὲ μὴ ὁρᾶν πέλας ὄντα τὸ μὴ δι’ ἑαυτοῦ ἀνακινεῖσθαι πρὸς εὕρεσιν τῶν καλῶν καὶ τὸ μὴ ἀκούειν τὸ ταῖς παρ’ ἄλλων

24

.

11

διδασκαλίαις μὴ ἐπήκοον γίνεσθαι. διπλῆ γὰρ ἡ τῆς ἐπιστήμης ἀνάληψις· ἢ διὰ μαθήσεως ὡς δι’ ἀκοῆς, ἢ δι’ εὑρέσεως ὡς δι’ ὁράσεως. αὐθαίρετα οὖν πήματα ἔχειν λέγονται οἱ μήτε μανθάνειν παρ’ ἄλλων μήτε εὑρίσκειν δι’
5ἑαυτῶν ἐθέλοντες ὡς τῆς συναισθήσεως τῶν ἀγαθῶν ἄμοιροι ὄντες καὶ διὰ τοῦτο πάντη ἀχρεῖοι. ὃς γὰρ ἂν μήτ’ αὐτὸς νοέῃ μήτ’ ἄλλου λέγοντος ἐν θυμῷ βάλληται, κεῖνος δ’

24

.

12

αὖτ’ ἀχρήϊος ἀνήρ. οἱ δὲ περὶ τῶν ἀγαθῶν μανθάνειν τε καὶ εὑρίσκειν ἔργον πεποιημένοι, οὗτοί εἰσιν οἱ τῶν κακῶν τὴν λύσιν συνιέντες καὶ φυγῇ τῶν τῇδε πόνων εἰς τὸν
ἐλεύθερον αἰθέρα μετοικιζόμενοι. ὀλίγοι δέ εἰσιν οἱ τοιοῦτοι.100
5οἱ γὰρ πλεῖστοι κακοὶ καὶ τῆς θνητῆς προσπαθείας ἥττους καὶ φρενοβλαβεῖς ὑπὸ τῆς εἰς γῆν νεύσεως γενόμενοι, ὡς καὶ τοῦτο παρ’ ἑαυτῶν τὸ κακὸν ἔχειν διὰ τὸ βουληθῆναι φυγεῖν ἀπὸ θεοῦ καὶ ἀπομερίσαι ἑαυτοὺς τῆς τούτου

24

.

13

ὁμιλίας, ἦς ηὐτύχουν ἐν αὐγῇ καθαρᾷ διάγοντες. τὸν γὰρ ἀπὸ τοῦ θεοῦ χωρισμὸν ἡ βλάπτουσα τὰς φρένας μοῖρα νῦν δηλοῖ. οὐ γάρ ἐστιν ἢ μὴ ἀνοηταίνειν τὸν ἐκ θεοῦ γενόμενον ἔρημον ἢ μὴ ἔρημον εἶναι θεοῦ τὸν εἰς ἄνοιαν
5ἐκπεσόντα. τὸν γὰρ ἀνόητον ἀνάγκη καὶ ἄθεον εἶναι καὶ

24

.

14

τὸν ἄθεον ἀνόητον. ἀμφότεροι δὲ οἱ μὴ πρὸς τὸν ἔρωτα τῶν καλῶν ἐγηγερμένοι ἀπείρονα πήματ’ ἔχουσιν, οἷον κύλινδροι ταῖς καταγώγοις πράξεσιν ἄλλοτε ἄλλοις κακοῖς συμφερό‐ μενοι καὶ μὴ ἔχοντες, ὅ τι χρήσονται ἑαυτοῖς, διὰ τὸ
5πάσαις ταῖς τύχαις ἀπαιδεύτως προσφέρεσθαι, νῦν μὲν ἐξυβρίζοντες ἐν πλούτῳ, νῦν δὲ ἐν πενίᾳ κακουργοῦντες καὶ πρὸς λῃστείαν μὲν ὑπὸ ῥώμης σώματος ἐκφερόμενοι, πρὸς δὲ βλασφημίαν ὑπὸ ἀσθενείας καὶ νοσημάτων, τήν τε ἀπαιδίαν ὀδυρόμενοι καὶ τὴν πολυπαιδίαν ἀφορμὴν

24

.

15

πολέμων καὶ αἰσχροκερδείας ποιούμενοι. καὶ ἁπλῶς εἰπεῖν· οὐκ ἔστι τι τῶν ἐν τῷ βίῳ, ὃ μὴ πρὸς κακοῦ τοῖς ἀνοήτοις γίνεται πανταχόθεν στενοχωρουμένοις ὑπὸ τῆς αὐθαιρέτου κακίας καὶ τοῦ μὴ ἀναβλέπειν πρὸς τὸ θεῖον φῶς μηδὲ
5ἐπαΐειν ἐθέλειν τῶν ὄντως ἀγαθῶν, ἀλλὰ καταδεδυκότας εἰς τὴν θνητὴν προσπάθειαν ὡς ἐν κλύδωνι τῷ βίῳ φέρεσθαι.

24

.

16

τούτων δὲ λύσις μία ἡ πρὸς θεὸν ἐπιστροφή, ἣν ἐξευρί‐ σκουσιν οἱ τὸ ὄμμα τῆς ψυχῆς καὶ τὸ οὖς πρὸς τὴν τῶν
ἀγαθῶν ἀνάληψιν ἐπεγείροντες καὶ τὸ παρεπόμενον τῇ οὐσίᾳ ἡμῶν κακὸν τῇ ἀναγωγικῇ δυνάμει θεραπεύσαντες.101
5ἦν δὲ συμφυὲς ἅμα καὶ ἐπίκτητον ἡμῖν κακὸν ἡ τοῦ αὐτεξου‐ σίου παρὰ φύσιν κίνησις, καθ’ ἣν ἐρίζειν τε καὶ ἐναντιοῦσθαι τοῖς θείοις νόμοις πειρώμεθα, οὐδὲ ἐπαισθανόμενοι, ὅσον ἑαυτοὺς βλάπτομεν διὰ τοῦ δοκεῖν ἀντιτείνειν θεῷ, ἀλλὰ μόνον τοῦτο τυφλῶς ὁρῶντες, ὅτι ἐδυνήθημεν ἀφηνιάσαι

24

.

17

τῶν ἐκείνου θεσμῶν. καὶ τοῦτο ἦν τὸ πολλῷ τῷ αὐτεξουσίῳ χρήσασθαι καὶ ἀμέτρως, τὸ τολμᾶν ἀφίστασθαι θεοῦ καὶ τὴν λυγρὰν ἔριν πρὸς αὐτὸν ἀναδέχεσθαι, καθ’ ἣν ἐρίζομεν τρόπον τινὰ καὶ φιλονεικοῦμεν ἐκείνου λέγοντος· μὴ
5ποιήσῃς τόδε, τοῦτο αὐτὸ μάλιστα ποιεῖν ἐθέλειν, καὶ πάλιν αὖ, εἰ ἐκεῖνος λέγοι· ποίησον τόδε, αὐτὸ τοῦτο μὴ ποιεῖν, ἵνα ἑκατέρωθεν τῆς ἀθλιότητος ἑαυτοὺς πληρώσω‐ σιν οἱ τῶν θείων ὅρων ἐκβαίνοντες τῷ τε μὴ ποιεῖν τὰ

24

.

18

προστεταγμένα καὶ τῷ ποιεῖν τὰ ἀπηγορευμένα. τί οὖν πρὸς τὴν λυγρὰν ταύτην ἔριν τὴν συνοπαδὸν ἅμα καὶ σύμφυτον λεγομένην ἐξευρήσομεν τὴν ἐκ τοῦ ἐφ’ ἡμῖν παρὰ φύσιν διατεθέντος ἐγειρομένην καὶ διὰ τοῦτο ὡς
5οἰκεῖον κακὸν λεληθότως βλάπτειν πεφυκυῖαν; τί πρὸς ταύτην ἀντιτιθέναι δεῖ; τί τοῦ μαινομένου νείκους ἄκος ἐξευρεῖν; τί τῆς καταγωγοῦ δυνάμεως †ῥῆμα† ἢ τὸ πονεῖν ταῦτα καὶ ἐκμελετᾶν καὶ ἐν ἔρωτι θέσθαι, ἅπερ τῆς

24

.

19

θείας ἀρετῆς ἡμᾶς εἰς ἴχνια θήσει; ταῦτα γὰρ ἦν ἡ λύσις τῶν κακῶν, ἣν οἱ παῦροι συνιᾶσι, ταῦτα ἡ τῶν πέλας ὄντων ἀγαθῶν ἀκοὴ καὶ ὄψις, ταῦτα ἡ τῶν αὐθαιρέτων πημάτων ἀπαλλαγή, ταῦτα τῆς ἀπειρίας τῶν παθῶν ἡ τομή.
5ταῦτα οὖν καὶ τῆς ἀθέου ἔριδος ἀποφυγὴ γένοιτ’ ἂν καὶ σωτηρία ψυχῆς καὶ ἀποκάθαρσις τοῦ μαινομένου νείκους102

24

.

20

καὶ ἀνάκλησις τῆς θεόθεν φυγῆς. τὴν γὰρ καταγωγὸν ῥοπὴν τῇ ἀναγωγῷ δυνάμει μόνως ἂν ἰασαίμεθα, εἰ μὴ περαιτέρω προάγοιμεν αὐτὴν μηδὲ ἐπὶ κακοῖς κακὰ συντιθείημεν, ἀλλ’ ἐπιπειθεῖς γενόμενοι τῷ ὀρθῷ λόγῳ
5φεύγοιμεν τὴν λυγρὰν ἔριν τῇ ἀγαθῇ ἔριδι, οὐ φιλονεικοῦντες ἀπειθεῖν τῷ θεῷ, ἀλλὰ φιλονεικοῦντες ὅτι μάλιστα αὐτῷ πείθεσθαι, ἣν οὐδὲ ἔριν δεῖ καλεῖν, ἀλλὰ θεοπειθῆ ὑπακοὴν καὶ ἐπιστροφὴν πρὸς τὸν θεῖον νόμον καὶ ἑκούσιον ὑπόταξιν

24

.

21

τὰς ἀφορμὰς περικόπτουσαν τῆς ἀνοήτου ἀπειθείας. ταῦτα γὰρ οἶμαι πάντα διὰ τῶν προκειμένων ἐπῶν δηλοῦσθαι· τὸ μὲν τῆς αὐτεξουσίου πονηρίας διὰ τοῦ γνώσῃ δ’ ἀνθρώ‐ πους αὐθαίρετα πήματ’ ἔχοντας, οὓς τλήμονας δεῖ καλεῖν
5καὶ ἀθλίους, ὅτι πρὸς αὐτοπροαίρετον κακίαν εἱλκύσθησαν, τὸ δὲ μηδαμῶς τούτους ἐπαΐειν τῶν καλῶν ἐθέλειν διὰ τοῦ λέγειν, οἵ τ’ ἀγαθῶν πέλας ὄντων οὔτ’ ἐσορῶσιν οὔτε κλύουσιν καί, ὅτι δυνατὸν ἀπολυθῆναι τῶν αὐθαιρέτων κακῶν, δηλοῖ τὸ λύσιν δὲ κακῶν παῦροι συνιᾶσιν, ὃ μεταξὺ
10παρεμβέβληται, ἵνα τῶν ἐφ’ ἡμῖν δείξας τὴν λύσιν ὑπάρ‐ χουσαν καὶ τὸν δεσμὸν ἐκ τοῦ ἑκουσίου ἠρτῆσθαι μηνύσῃ.

24

.

22

εἶτα ἐπισυνάπτει τὴν τυφλότητος καὶ κωφότητος ταῖς εἰς κακίαν ἐκπεσούσαις ψυχαῖς αἰτίαν· τοίη γὰρ μοῖρ’ αὐτῶν βλάπτει φρένας. εἰς γὰρ ἄνοιαν καὶ ἀπροβούλευτον αἵρεσιν ὁ ἀπὸ τῶν κρειττόνων χωρισμὸς ἄγει, ὃν διὰ τῆς λυγρᾶς
5μοίρας ᾐνίξατο τῆς ποιούσης ἡμᾶς ἔξω θείου χοροῦ· τῇ δὲ πρὸς τὸ μερικὸν καὶ θνητὸν ζῷον νεύσει καὶ τὰ ἑπόμενα τῇ ἀβουλίᾳ παραδείκνυσι καί, πῶς ἑκούσια ἅμα καὶ
ἀκούσια τὰ πλημμελήματα, ἐκδιδάσκει τῇ κατ’ ἐπιπέδου κυλινδρικῇ κινήσει ἐοικέναι φήσας τὸν τῶν ἀνοήτων βίον,103
10ὃς κύκλῳ ἅμα καὶ ἐπ’ εὐθείας τότε κινεῖται, κύκλῳ μὲν

24

.

23

δι’ ἑαυτόν, ἐπ’ εὐθείας δὲ διὰ τὴν πτῶσιν. ὡς γὰρ ὁ κύλινδρος οὐ κατακρατεῖ τῆς περὶ τὸν ἄξονα κυκλικῆς περιαγωγῆς ἀπὸ τῆς ὀρθότητος πλαγιασθείς, οὕτως οὐδὲ ψυχὴ τῆς τεύξεως τῶν ὄντως ἀγαθῶν τυγχάνει τοῦ ὀρθοῦ λόγου καὶ
5τῆς πρὸς θεὸν στάσεως ἀποπεσοῦσα, πλανᾶται δὲ περὶ τὰ δοκοῦντα ἀγαθὰ καὶ ἐκφέρεται ἐπ’ εὐθείας ταῖς αἰσθητικαῖς προσπαθείαις κυλιομένη, ὃ διὰ τοῦ ἄλλοτ’ ἐπ’ ἄλλα

24

.

24

φέρονται ἀπείρονα πήματ’ ἔχοντες παρέστησεν. ἐπειδὴ δὲ τῆς τὰς φρένας βλαπτούσης μοίρας καὶ τοῦ χωρισμοῦ τοῦ ἀπὸ τῶν θείων αἴτιον ἦν τὸ αὐτεξούσιον κίνημα παρὰ φύσιν διατεθέν, πῶς δεῖ καὶ τοῦτο κατευνάζειν καὶ πρὸς
5θεὸν ἐπιστρέφειν, διὰ τῶν ἑξῆς δύο στίχων ἐδίδαξε, τὴν μὲν αὐτεξούσιον βλάβην οὕτω καταμηνύσας· λυγρὴ γὰρ συνοπαδὸς ἔρις βλάπτουσα λέληθε σύμφυτος, τὴν δὲ αὐτεξούσιον ἴασιν· ἣν οὐ δεῖ προάγειν, εἴκοντα δὲ φεύγειν.

24

.

25

συνορῶν δέ, ὅτι προηγουμένως τῆς παρὰ τοῦ θεοῦ ἐπικου‐ ρίας χρῄζομεν πρὸς ἀποφυγὴν μὲν τῶν κακῶν, ἀνάκτησιν δὲ τῶν ἀγαθῶν, ὥσπερ τινὰ εὐχὴν ἐπήγαγε καὶ βοηθείας αἴτησιν τὴν πρὸς τὸν Δία ἐπιστροφήν.

25

n

Ζεῦ πάτερ, ἦ πολλῶν γε κακῶν λύσειας ἅπαντας, εἰ πᾶσιν δείξαις, οἵῳ τῷ δαίμονι χρῶνται.
ἀλλὰ σὺ θάρσει, ἐπεὶ θεῖον γένος ἐστὶ βροτοῖσιν, οἶς ἱερὰ προφέρουσα φύσις δείκνυσιν ἕκαστα.104
5ὧν εἴ σοί τι μέτεστι, κρατήσεις, ὧν σε κελεύω, ἐξακέσας, ψυχὴν δὲ πόνων ἀπὸ τῶνδε σαώσεις.

25

.

1

Τὸν ποιητὴν καὶ πατέρα τοῦδε τοῦ παντὸς ἔθος ἦν τοῖς Πυθαγορείοις τῷ τοῦ Διὸς καὶ Ζηνὸς ὀνόματι σεμνύνειν. δι’ ὃν γὰρ τὸ εἶναι καὶ τὸ ζῇν τοῖς πᾶσιν ὑπάρχει, τοῦτον δίκαιον ἀπὸ τῆς ἐνεργείας ὀνομάζεσθαι. κύριον γὰρ ὄντως
5ὄνομα θεοῦ τὸ ταῖς ἐνεργείαις αὐτοῦ καὶ ταῖς ποιήσεσι μάλιστα πρέπον, τὰ δὲ ἐφ’ ἡμῶν, δοκοῦντα κύρια εἶναι, τύχη καὶ προαίρεσις τίθεται μᾶλλον ἢ ἡ τῆς οὐσίας οἰκειότης ἐξευρίσκει, ὡς ἔστιν ἐπὶ πολλῶν ἰδεῖν ὀνομάτων ἀλλοτρίως τισὶ κειμένων οἷον, εἰ ὁ πονηρὸς τὸν τρόπον
10Ἀγάθων καλοῖτο καὶ εἰ ὁ ἄθεος τὴν γνώμην Εὐσέβιος. τὰ γὰρ τοιαῦτα οὐδὲν μετέχει τῆς τῶν ὀνομάτων ὀρθότητος, ὅτι μηδὲν τῆς οὐσίας ἢ τῆς ἐνεργείας παρίστησι τῶν πραγ‐

25

.

2

μάτων ἐκείνων, οἷς κεῖται ὀνόματα. τὴν οὖν ὄντως ὀρθότητα τῶν ὀνομάτων ἐν τοῖς ἀϊδίοις τῶν πραγμάτων προσήκει ζητεῖν καὶ τούτων ἐν τοῖς θείοις καὶ τῶν θείων ἐν τοῖς ἀρίστοις. ὅθεν καὶ τὸ τοῦ Διὸς ὄνομα σύμβολόν ἐστι καὶ
5εἰκὼν ἐν φωνῇ δημιουργικῆς οὐσίας τῷ τοὺς πρώτους θεμένους τοῖς πράγμασι τὰ ὀνόματα διὰ σοφίας ὑπερβολὴν ὥσπερ τινὰς ἀγαλματοποιοὺς ἀρίστους διὰ τῶν ὀνομάτων

25

.

3

ὡς δι’ εἰκόνων ἐμφανίσαι αὐτῶν τὰς δυνάμεις. τὰ γὰρ ἐν τῇ φωνῇ ὀνόματα σύμβολα τῶν ἐν τῇ ψυχῇ νοήσεων ἀπειργάζοντο, τὰς δὲ νοήσεις αὐτὰς γνωστικὰς εἰκόνας τῶν νοηθέντων πραγμάτων ἐποιοῦντο. τῇ γὰρ πρὸς τὰ νοητὰ
5ἐπιστροφῇ θεωρίας πλησθέντες κἀκεῖθεν ἐγκύμονες γενό‐ μενοι νοερῶν ὠδίνων εἰς φωνὰς ἤδη προϊόντες τοιαῦτα ἐτίθεντο τοῖς οὖσιν ὀνόματα, ἃ δι’ αὐτῆς τῆς φωνῆς καὶ τῶν εἰς τὴν ταύτης ἐκφώνησιν παραληφθέντων στοιχείων, ὡς οἷόν τε ἦν, ἀπετύπου τῶν ὀνομαζομένων τὰ εἴδη καὶ105
10ἐπέστρεφε πρὸς αὐτὰς τὰς οὐσίας τοὺς ὀρθῶς αὐτῶν κατακούοντας, ὥστε γίνεσθαι τὸ πέρας τῆς ἐκείνων θεωρίας ἀρχὴν ἡμῖν πρὸς εὕρεσιν τῆς τῶν πραγμάτων νοήσεως.

25

.

4

οὕτω μὲν οὖν ὁ δημιουργὸς αὐτοῖς πάλαι μὲν τετρακτύς, νῦν δὲ Ζεὺς πατὴρ δι’ ἃς εἴπομεν αἰτίας ὠνόμασται. ὃ δὲ αἰτεῖ παρ’ αὐτοῦ τῆς παρούσης εὐχῆς ὁ λόγος, τοῦτο ἤδη τοῖς πᾶσιν ἐφήπλωται δι’ ἀγαθότητα, παρ’ ἡμῖν δέ ἐστι
5τὸ λαβεῖν τὸ ἀεὶ παρ’ ἐκείνου διδόμενον. καὶ γὰρ ἐν τοῖς προτέροις ἐλέγετο· ἔρχευ ἐπ’ ἔργον θεοῖσιν ἐπευξάμενος, ὡς ἐκείνων μὲν ἀεὶ διδόντων τὰ ἀγαθά, ἡμῶν δὲ τότε αὐτὰ δεχομένων, ὅταν ἑαυτοὺς πρὸς τὴν θείαν δόσιν συντείνωμεν· τὸ γὰρ αὐτεξούσιον οὐκ ἂν λάβοι τὰ ὄντως ἀγαθὰ μὴ

25

.

5

βουλόμενον λαβεῖν. ταῦτα δέ ἐστιν ἀλήθεια καὶ ἀρετὴ ἀπὸ τῆς δημιουργικῆς οὐσίας ἀεὶ καὶ ὡσαύτως πᾶσιν ἐλλαμπό‐ μενα. καὶ νῦν δὲ ὁ λόγος ὡς ἀναγκαῖον πρὸς τὴν τῶν κακῶν λύσιν ἀπαιτεῖ τὴν ἑαυτῶν οὐσίαν ἡμᾶς ἰδεῖν· τοῦτο
5γὰρ ἦν, οἵῳ τῷ δαίμονι χρῶνται, ἀντὶ τοῦ, οἵᾳ ψυχῇ. τῇ δὲ τοιαύτῃ εἰς ἑαυτοὺς ἐπιστροφῇ διορίζεται ἐξ ἀνάγκης ἕπεσθαι καὶ τὴν ἀποφυγὴν τῶν κακῶν καὶ τὴν ἔκφανσιν

25

.

6

τῶν πρὸς εὐδαιμονίαν ὑπὸ τοῦ θεοῦ προτεινομένων. ἐξ ὑποθέσεως οὖν πρόεισιν ὁ λόγος, ὅτι, εἰ πάντες ἴδοιεν, ὅ εἰσι καὶ οἵῳ τῷ δαίμονι χρῶνται, πάντες ἀπολυθεῖεν ἂν
τῶν κακῶν. τοῦτο δὲ ἀδύνατον. οὐ γὰρ οἷόν τε πάντας106
5ὁμοῦ φιλοσοφῆσαι καὶ ὑποδέξασθαι τὰ παρὰ τοῦ θεοῦ ἀεὶ

25

.

7

προσφερόμενα ἀγαθὰ πρὸς εὐζωΐας τελειότητα. τί οὖν τὸ λειπόμενον ἢ τούτους μόνους χρῆναι θαρρεῖν τοὺς προσιόν‐ τας τῇ ἀναφαινούσῃ τὰ οἰκεῖα ἡμῖν ἀγαθὰ ἐπιστήμῃ; μόνους γὰρ τούτους ἀπολυθήσεσθαι τῶν παραπεπηγότων
5κακῶν τῇ θνητῇ φύσει, ἐπειδὴ καὶ μόνοι πρὸς τὴν θέαν τῶν ὄντως ἀγαθῶν ἐπεστράφησαν· οὓς ἄξιον καὶ εἰς τὸ θεῖον γένος ἐγγράφειν ὡς ὑπὸ τῆς ἱερᾶς φύσεως, τουτέστι

25

.

8

φιλοσοφίας, διδαχθέντας καὶ ἀσκηθέντας τὰ δέοντα. τῆς δὲ κοινωνίας τῶν θείων ἀνδρῶν εἴ τι μέτεστιν ἡμῖν, δηλώσο‐ μεν ἀντεχομένοις τῶν σπουδαίων ἔργων καὶ τῶν ἐπιστη‐ μονικῶν γνώσεων, οἷς μόνη ἡ τοῦ ἀνθρώπου ψυχὴ θεραπεύε‐
5ται καὶ τῶν τῇδε ἐλευθεροῦται πόνων εἰς τὴν θείαν λῆξιν μεθισταμένη. συνελόντι οὖν εἰπεῖν ὁ νοῦς τῶν προκει‐ μένων ἐπῶν ἐστι τοιοῦτος· οἱ γνόντες ἑαυτοὺς ἀπολύονται

25

.

9

τῆς θνητῆς ἐμπαθείας. διὰ τί οὖν οὐ πάντες ἀπολύονται, πάντες ἀφορμὰς ἔχοντες ἐμφύτους πρὸς ἐπίγνωσιν τῆς ἑαυτῶν οὐσίας; ὅτι οἱ πλεῖστοι, ὡς ἔφην, αὐθαίρετα πήματ’ ἔχουσιν, οἳ τῶν ἀγαθῶν πέλας ὄντων οὔτ’ ἐσορῶσιν οὔτε
5κλύουσιν. ὀλίγοι δέ εἰσιν οἱ τὴν τῶν κακῶν λύσιν συνιέντες ἐκ τοῦ γνῶναι, οἵῳ τῷ δαίμονι χρῶνται· οὗτοι δέ εἰσιν οἱ φιλοσοφίᾳ καθηράμενοι τῶν τῆς ἀλογίας παθῶν καὶ ἐκ τῶν τῇδε τόπων ὥσπερ ἐκ δεσμωτηρίων ἐλευθερούμενοι.

25

.

10

πῶς οὖν φησι πρὸς τὸν Δία· ἦ πολλῶν γε κακῶν λύσειας ἅπαντας, εἰ πᾶσιν δείξαις, οἵῳ τῷ δαίμονι χρῶνται; ἆρα ὡς ἐπ’ ἐκείνῳ ὂν καὶ ἄκοντας ἐπιστρέψαι πρὸς τὴν ἀλήθειαν ἅπαντας, ἀμελείᾳ δὲ ἢ ἐπιβουλῇ τοῦτο μὴ ποιοῦν‐
5τος, ἵν’ ἐν τοῖς δεσμοῖς κατέχοιντο; ἢ ταῦτα μὲν οὐδ’ ὅσιον ἐπινοεῖν, ἐκεῖνο δὲ μᾶλλον ὁ λόγος ἐπιδείκνυται, ὅτι ἐπὶ τὸν θεὸν ὡς πρὸς πατέρα ἐπιστραφῆναι δεῖ τὸν πρὸς107

25

.

11

εὐζωΐαν ἐπειγόμενον; ἔστι γὰρ ὁ θεὸς δημιουργὸς μὲν πάντων, τῶν δὲ ἀγαθῶν καὶ πατήρ. ὁ οὖν τὴν λύσιν τῶν κακῶν συνιεὶς καὶ τῶν αὐθαιρέτων πημάτων ἐλευθερού‐ μενος καὶ τὴν λυγρὰν ἔριν περικόπτων τῇ ἑκουσίῳ φυγῇ,
5οὗτος πρὸς τὴν ἐκ τοῦ θεοῦ καθήκουσαν ἀΐδιον βοήθειαν ἐπιστρεφόμενος ἀναβοᾷ τὸ Ζεῦ πάτερ, τῷ ἤδη προειρ‐ γάσθαι τὰ παιδὸς ἄξια τὸν θεὸν πατέρα καλῶν· καὶ ἐννοείτω τὸ ἐφ’ ἑαυτοῦ συμβαῖνον, ὡς εἰ γένοιτο ἐπὶ πάντων, πάντες ὁμοίως ἂν αὐτῷ τῶν κακῶν ἀπολυθεῖεν.

25

.

12

εἶθ’ εὑρὼν τοῦτο μὴ προβαῖνον, οὐ διὰ τὸν θεόν, ἀλλὰ διὰ τὸ τοὺς πλείστους αὐθαίρετα πήματ’ ἔχειν λεγέτω πρὸς ἑαυτόν· ἀλλὰ σὺ θάρσει ὡς τὴν ὁδὸν ἐξευρηκὼς τῆς ἀπολύσεως τῶν κακῶν. αὕτη δὲ ἦν ἡ διὰ τῆς ἱερᾶς φιλο‐
5σοφίας ἐπιστροφὴ πρὸς τὰ δεικνύμενα ὑπὸ τοῦ θεοῦ, ἃ οἱ πολλοὶ οὐχ ὁρῶσι διὰ τὸ μὴ χρῆσθαι ὀρθῶς ταῖς κοιναῖς ἐννοίαις, ἃς προσέφυσεν ὁ δημιουργὸς τῷ λογικῷ

25

.

13

γένει πρὸς ἐπίγνωσιν ἑαυτοῦ. ἐπεὶ οὖν τὸ δεῖξαί τινι ὁτιοῦν δύο προσώπων ἐνεργείας εἰς ταὐτὸ συνδραμούσας ἐμφαίνει, (πῶς γὰρ ἂν δείξαις τυφλῷ, κἂν μυριάκις προσφέρῃς ὃ βούλει δεῖξαι, ἢ πῶς ἂν τῷ ὁρῶντι δείξαις
5μηδὲν προσάγων;) ἀμφότερα οὖν παρεῖναι δεῖ· τό τε παρὰ τοῦ δεικνύντος προσαγόμενον ἀγαθὸν καὶ τὸ παρὰ τοῦ, ᾧ δείκνυται, διορατικὸν ὄμμα, ἵν’ ἐκεῖθεν μὲν τὸ ὁρατόν, ἐντεῦθεν δὲ ἡ ὅρασις συνδράμῃ πρὸς τὴν τῆς δείξεως

25

.

14

συμπλήρωσιν. τούτων δὲ οὕτως ἐχόντων λάβωμεν ὑπόθεσιν πάντας ἅμα ἀπολυθῆναι τῶν κακῶν, εἰ πᾶσι δείξειεν ὁ δημιουργὸς καὶ ἐμφανίσειε τὴν τῆς ἑαυτοῦ οὐσίας ἐπίγνωσιν καί, οἵῳ τῷ δαίμονι χρῶνται. ἀλλὰ μὴν οὐ πάντες ἅμα108
5ἀπολύονται τῶν κακῶν. οὐκ ἄρα πᾶσι δείκνυσιν, ἀλλὰ μόνοις ἐκείνοις τοῖς πρὸς ἀπόλυσιν τῶν κακῶν οἴκοθεν ὡρμημένοις καὶ τὸ παρ’ ἑαυτῶν ὄμμα πρὸς θέαν τοῦ δεικνυμένου καὶ ὑποδοχὴν ἀνατείνασιν. οὐκ ἄρα αὐτὸς αἴτιος τοῦ μὴ πᾶσι δεῖξαι, ἀλλ’ οἱ τῶν ἀγαθῶν πέλας
10ὄντων οὔτ’ ἐσορῶντες οὔτε κλύοντες καὶ διὰ τοῦτ’ αὐθαί‐

25

.

15

ρετα πήματ’ ἔχειν λεγόμενοι. αἰτία οὖν ἑλομένου, θεὸς δὲ κακῶν ἀναίτιος, προλάμπων μὲν ἀεὶ τὰ ἀγαθὰ πᾶσιν, ὅσον ἐφ’ ἑαυτῷ, οὐ δεικνὺς δὲ πᾶσιν ἀεὶ τῷ τὸ θεωρὸν ὄμμα τῶν προτεινομένων ἀγαθῶν ἐν τοῖς πλείστοις μεμυκέναι
5καὶ κάτω νεύειν ἀσχολίᾳ τῇ πρὸς τὰ χείρονα. ἡ δὲ τοιαύτη τῶν προκειμένων ἐπῶν ἐξήγησις καὶ πρὸς τὴν ἀλήθειαν αὐτὴν συμφωνεῖ καὶ πρὸς τὴν τῶν ὑπερκειμένων ἐπῶν

25

.

16

διάνοιαν. εἰ γὰρ ἐπὶ τῷ θεῷ ἐστιν ἑλκύσαι πρὸς τὴν ἀλήθειαν τοὺς ἀνθρώπους καὶ ἄκοντας, τί αὐθαίρετα πήματ’ ἔχειν αὐτοὺς ἐπεγκαλοῦμεν; τί δὲ συμβουλεύομεν, ὡς τὴν ἔριν οὐ δεῖ προάγειν, εἴκοντα δὲ φεύγειν; ἢ τί τὰ
5συμβαίνοντα πράως φέρειν καὶ ἰᾶσθαι σπουδάζειν ἐπιτάττο‐ μεν; ὅλως γὰρ ἡ διὰ μαθήσεως ἐπ’ ἀρετὴν ὁδὸς ἀποκέ‐ κλεισται τοῖς τὸ ἐφ’ ἡμῖν ἀναιροῦσιν. οὐδὲν γὰρ ἔδει πονεῖν οὐδὲ ἐν μελέτῃ καὶ ἔρωτι τίθεσθαι τὰ καλά, εἰ τοῦ θεοῦ ἴδιον ἧν σῴζειν ἡμᾶς ἀπὸ κακίας καὶ τῶν ἀρετῶν πλήρεις

25

.

17

ποιεῖν μηδὲν παρ’ ἑαυτῶν συνεισφέροντας. ἀλλ’ οὕτως ἂν
ἡ αἰτία τῆς τῶν πολλῶν πονηρίας θεοῦ ἦν ἔγκλημα. εἰ δὲ ἀναίτιός ἐστι κακῶν ὁ θεός, ὥσπερ καὶ λέγεται, δῆλον, ὡς παρ’ ἡμῖν ἡ τῶν ἀγαθῶν ἀπόστασις, ὅτι πέλας ὄντων109
5αὐτῶν καὶ ἐν ἡμῖν κατὰ τὰς φυσικὰς ἐννοίας κειμένων οὔτ’ ἐσορῶμεν οὔτε κλύομεν. αἰτία δὲ τῆς ἀβλεψίας ταύτης καὶ ἀνηκοΐας ἡ λυγρὰ ἔρις αὐθαίρετος οὖσα βλάβη, ἣν οὐ δεῖ προάγειν ἐπὶ πλεῖον, εἴκοντα δὲ φεύγειν ἀπ’ αὐτῆς καὶ τὴν τῶν κακῶν λύσιν συνιέναι καὶ τὴν εἰς θεὸν ἐπιστροφὴν
10ἐξευρίσκειν. οὕτω γὰρ ἡ παρὰ τοῦ θεοῦ ἔλλαμψις τῆς παρ’

25

.

18

ἡμῶν ὁράσεως αὐτῇ συντρεχούσης δεῖξις γίνεται. ἔργα δὲ τῆς δείξεως ψυχῆς ἄκεσις καὶ σωτηρία ἀπὸ τῶν τῇδε πόνων καὶ συναίσθησις τῶν θείων ἀγαθῶν καὶ κοινωνία τῆς πατρικῆς πολιτείας. τοσαῦτα περὶ ἀρετῆς καὶ ἀληθείας
5προειπὼν καὶ τὰ μὲν τῆς ἀρετῆς παραγγέλματα εἰς τὸν νυκτερινὸν σύλλογον περατώσας, τὰς δὲ τῆς ἀληθείας ἐλπίδας ἕως τῆς ἀκέσεως καὶ σωτηρίας τῆς ψυχῆς ὁρίσας ἐπάγει τὰ περὶ τῆς τοῦ αὐγοειδοῦς καθαρότητος πτερω‐ τικῆς, τρίτον τι φιλοσοφίας γένος ἐπισυνάπτων τοῖς
10προειρημένοις.

26

n

Ἀλλ’ εἴργου βρωτῶν, ὧν εἴπομεν, ἔν τε καθαρμοῖς ἔν τε λύσει ψυχῆς κρίνων, καὶ φράζευ ἕκαστα ἡνίοχον γνώμην στήσας καθύπερθεν ἀρίστην.

26

.

1

Ἡ λογικὴ οὐσία συμφυὲς ἔχουσα σῶμα παρὰ τοῦ δημιουρ‐ γοῦ εἰς τὸ εἶναι παρῆλθεν, ὡς μήτε τὸ σῶμα εἶναι αὐτὴν μήτε ἄνευ σώματος, ἀλλ’ αὐτὴν μὲν ἀσώματον, ἀποπερα‐ τοῦσθαι δὲ εἰς σῶμα τὸ ὅλον αὐτῆς εἶδος. οἷον γὰρ ἐπὶ110
5τῶν ἄστρων τὸ μὲν ἄνω αὐτῶν ἀσώματος οὐσία, τὸ δὲ κάτω σωματική, καὶ ἔστιν ἥλιος τὸ ὅλον τὸ ἐξ ἀσωμάτου καὶ σώματος οὐ ποτὲ διεστώτων, εἶτα συνελθόντων, —οὕτω γὰρ ἂν καὶ διέστη πάλιν, —ἀλλ’ ἅμα συνδημιουργουμένων καὶ ἐν τάξει συμπεφυκότων, ὡς τὸ μὲν ἡγούμενον εἶναι,

26

.

2

τὸ δὲ ἑπόμενον. οὕτως ἔχει καὶ ἐπὶ τῶν ἐφεξῆς λογικῶν γενῶν, τοῦ τε ἡρωϊκοῦ καὶ τοῦ ἀνθρωπίνου, καὶ ἔστιν ἕκαστος ἥρως ψυχὴ λογικὴ μετὰ φωτεινοῦ σώματος καὶ ὁ ἄνθρωπος ὁμοίως ψυχὴ λογικὴ μετὰ συμφυοῦς ἀθανάτου
5σώματος. καὶ τοῦτο τῶν Πυθαγορείων ἦν δόγμα, ὃ δὴ Πλάτων ὕστερον ἐξέφηνεν, ἀπεικάσας ξυμφύτῳ δυνάμει ὑποπτέρου ζεύγους τε καὶ ἡνιόχου πᾶσαν θείαν τε καὶ

26

.

3

ἀνθρωπίνην ψυχήν. δεῖ οὖν πρὸς μὲν τελείωσιν τῆς ψυχῆς ἀληθείας ἡμῖν καὶ ἀρετῆς, πρὸς δὲ κάθαρσιν τοῦ αὐγοειδοῦς ἡμῶν σώματος τῆς τῶν ὑλικῶν μολυσμῶν ἀποθέσεως καὶ τῶν ἱερῶν καθαρμῶν παραλήψεως καὶ τῆς ἐπεγειρούσης
5ἡμᾶς πρὸς τὴν ἐντεῦθεν ἀνάπτησιν θεοσυνδέτου ἀλκῆς, περὶ ὧν οἱ προκείμενοι στίχοι διδάσκουσι, τὰ μὲν περιττὰ μολύσματα τῆς ὕλης περικόπτοντες διὰ τοῦ εἴργου βρωτῶν, ὧν εἴπομεν, τὴν δὲ ἱερὰν κάθαρσιν καὶ τὴν θεοσύνδετον ἀλκὴν ἐντιθέντες, δι’ ὧν ᾐνίξαντο οὑτωσὶ λέγοντες· ἔν τε
10καθαρμοῖς ἔν τε λύσει ψυχῆς κρίνων, καὶ τὸ ὅλον εἶδος
τῆς ἀνθρωπίνης οὐσίας ὁλόκληρον ἡμῖν ἀποδεδώκασι δι’ ὧν ἐπήγαγον· ἡνίοχον γνώμην στήσας καθύπερθεν ἀρίστην.111

26

.

4

τοῦτο γὰρ καὶ τὴν ὅλην οὐσίαν τοῦ ἀνθρώπου παρέστησε καὶ τὴν τάξιν τῶν ἐν αὐτῇ μερῶν διεστείλατο, ὅτι τὸ μὲν κριτικὸν ὡς ἡνιοχοῦν, τὸ δὲ ἑπόμενον ὡς ἡνιοχούμενον. ταῦτα γάρ ἐστιν ἐκ τῶν προκειμένων ἐπῶν διδαχθῆναι τὸν
5τῶν Πυθαγορείων συμβόλων μὴ ἀνήκοον, ὅτι δέοι σὺν τῇ ἀσκήσει τῆς ἀρετῆς καὶ τῇ ἀναλήψει τῆς ἀληθείας καὶ καθαρότητος ἐπιμέλειαν ποιεῖσθαι τῆς περὶ τὸ αὐγοειδὲς ἡμῶν σῶμα, ὃ καὶ ψυχῆς λεπτὸν ὄχημα οἱ χρησμοὶ καλοῦσιν.

26

.

5

διατείνει δὲ αὕτη ἡ καθαρότης ἕως σιτίων καὶ ποτῶν καὶ τῆς ὅλης διαίτης τοῦ θνητοῦ ἡμῶν σώματος, ἐν ᾧ τὸ αὐγοειδὲς ἔγκειται προσπνέον τῷ ἀψύχῳ σώματι ζωὴν καὶ τὴν ἁρμονίαν αὐτοῦ συνέχον. ζωὴ γάρ τίς ἐστι τὸ
5ἄϋλον σῶμα καὶ ζωῆς ἐνύλου γεννητικόν, δι’ ἧς τὸ θνητὸν ἡμῶν ζῷον συμπληροῦται ἐκ τῆς ἀλόγου ζωῆς καὶ τοῦ ὑλικοῦ σώματος συγκείμενον, εἴδωλον ὂν τοῦ ἀνθρώπου,

26

.

6

ὃς ἐκ λογικῆς οὐσίας καὶ σώματος ἀΰλου συνέστηκεν. ἐπεὶ οὗν ἡμεῖς ὁ ἄνθρωπος, ὁ δὲ ἄνθρωπος ταῦτα, προσήκει διὰ πάντων μὲν καθήρασθαι καὶ τελειωθῆναι, τὸν δὲ ἐπιβάλλοντα τρόπον ἐφ’ ἑκάστης φύσεως τηρῆσαι. ἔστι
5γὰρ ἄλλη ἄλλου κάθαρσις. οἷον ψυχῆς λογικῆς κατὰ μὲν τὸ λογικὸν κάθαρσις ἐπιστημονικὴ ἀλήθεια, κατὰ δὲ τὸ

26

.

7

δοξαστικὸν ἡ βουλευτικὴ ἀρετή. θεωρεῖν γὰρ τὰ ἄνω πεφυκότες καὶ τάττειν τὰ κάτω, ἀληθείας μὲν πρὸς ἐκεῖνα, πολιτικῆς δὲ ἀρετῆς πρὸς ταῦτα δεησόμεθα, ὅπως ἂν τῶν μὲν ἀϊδίων θεωρητικοὶ γινώμεθα, τῶν δὲ ἐνδεχομένων
5πρακτικοί, κατ’ ἀμφότερα δὲ τοῖς θείοις ὅροις ἐμμένοντες τὸν τῆς ἀλογίας ἂν ἀποφύγοιμεν κλύδωνα. ἀπὸ ταύτης γὰρ δεῖ καθήρασθαι τὴν λογικὴν ἡμῶν οὐσίαν, ἐπειδὴ καὶ112

26

.

8

ταύτῃ προσῆλθεν ἐν τῇ εἰς γένεσιν νεύσει. ἀλλὰ δὴ καὶ τῷ αὐγοειδεῖ σώματι προσέφυ σῶμα θνητόν, οὗ καθαρεῦσαι δεῖ καὶ τοῦτο καὶ τῆς πρὸς αὐτὸ συμπαθείας ἀπαλλαγῆναι. λείπεται δὴ οὖν ἡ τοῦ ψυχικοῦ σώματος κάθαρσις, ἣν
5ποιήσασθαι δεῖ τοῖς ἱεροῖς ἑπόμενον θεσμοῖς καὶ ταῖς τῶν

26

.

9

ἱερῶν τέχναις. σωματικωτέρα δέ πως αὕτη ἡ κάθαρσις· διὸ καὶ ὑλῶν ἐφάπτεται παντοδαπῶν θεραπεύουσα παντοίως καὶ μεταπείθουσα δραστηρίως τὸ ζωτικὸν τοῦτο σῶμα χωρισθῆναι τῆς ὕλης καὶ ἀναπτῆναι πρὸς τὸν αἰθέριον
5τόπον, ὅπου τὴν κατάταξιν ἔχειν αὐτῷ εὐδαιμονία ἦν πρώτη. πάντα δὲ τὰ περὶ τοῦτο δρώμενα, ἐὰν θεοπρεπῶς καὶ μὴ ἀγυρτικῶς γίνηται, συνεπόμενα τοῖς τῆς ἀληθείας

26

.

10

καὶ ἀρετῆς κανόσιν εὑρίσκεται. αἱ γὰρ τῆς λογικῆς ψυχῆς καθάρσεις καὶ τοῦ αὐγοειδοῦς ὀχήματος προμηθοῦνται, ὅπως ἂν αὐταῖς ὑπόπτερον καὶ τοῦτο γενόμενον μὴ ἐμποδὼν ἵστηται πρὸς τὴν ἄνω πορείαν. πτεροφυΐα δὲ αὐτοῦ ἀρίστη
5ἡ κατὰ μικρὸν μελέτη τῆς τῶν περιγείων ἀποστάσεως καὶ ὁ πρὸς τὴν ἀϋλίαν ἐθισμὸς καὶ ἡ ἀπόθεσις, ὧν ἂν ἐπλήσθη

26

.

11

μολυσμῶν ἐκ τῆς πρὸς τὸ ὑλικὸν σῶμα συζεύξεως. διὰ γὰρ τούτων ἀναβιώσκεται τρόπον τινὰ καὶ συλλέγεται καὶ θείου πληροῦται τόνου καὶ τῇ νοερᾷ τελειότητι τῆς ψυχῆς συνέπεται. τί οὖν ἡ ἐνίων βρωμάτων ἀποχὴ πρὸς
5ταῦτα συμβάλλοιτ’ ἂν ἢ τοῖς ἐθιζομένοις ἀπὸ πάντων
χωρίζεσθαι τῶν θνητῶν τὸ τινῶν ἐντεῦθεν ἤδη παντελῶς ἀποσχέσθαι καὶ μάλιστα τῶν γλυκυθυμούντων καὶ κατα‐ τεινόντων εἰς γένεσιν τὸ θνητὸν σῶμα πρόοδος ἂν γένοιτο113

26

.

12

εἰς κάθαρσιν; διὸ καὶ ἐν τοῖς συμβολικοῖς παραγγέλμασιν ἐπετάττετό τινων ἀποχή, μείζονα μὲν καὶ καθολικώτερον ἔχουσα τὸν προηγούμενον νοῦν, ἑπομένως δὲ καὶ τοῦ μερικοῦ τούτου ἀπείργουσα, οὗ ἂν τὴν μνήμην ἑκάστοτε
5ποιῆται, οἷον μήτραν ζῴου μὴ ἐσθίειν. τοῦτο δὲ οὑτωσὶ μὲν λεγόμενον ἑνός τινος ἀφίστησιν ἡμᾶς τῶν περὶ γῆν

26

.

13

καὶ τούτου σμικροτάτου. ἐὰν δὲ εἰς τὸ πολύνουν τῆς Πυθαγορικῆς βαθύτητος ἀπίδῃς, τὴν ὅλην τῆς γενέσεως ἀποχὴν δι’ ἑνός τινος αἰσθητοῦ παραδείγματος διδαχθήσῃ καὶ, ὡς ἐν βρώμασι, τοῦτο οὐ προσοισόμεθα, ὡς δὲ ἐν τοῖς
5τοῦ αὐγοειδοῦς καθαρσίοις, τὸ ἀπὸ τούτου νοούμενον ἐπιτηδεύσομεν. ὁμοίως δὲ καὶ τὸ καρδίαν μὴ ἐσθίειν προηγουμένως μὲν εἰς τὴν τοῦ θυμικοῦ κατάστασιν μὴ ἰέναι λέγει, κατ’ ἐπακολούθησιν δὲ καὶ τὴν τούτου τοῦ

26

.

14

μέρους ἀποχὴν εἰσηγεῖται. κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τὸ θνησιμαίων ἀπέχεσθαι δεῖν θεωρήσωμεν τὸ μὲν ὅλον τῆς θνητῆς φύσεως ἀπείργειν ἡμᾶς, ἤδη δὲ καὶ τῆς τῶν ἀθύτων καὶ ἀνιέρων σαρκῶν μεταλήψεως. δίκαιον γὰρ τῶν
5συμβολικῶν νουθετήσεων καὶ τὸ προφαινόμενον φυλάττειν καὶ τὸ εἴσω νοούμενον. ἐκ γὰρ τῆς συνεχοῦς τοῦ φαινο‐ μένου τηρήσεως ἡ τῶν μειζόνων μελετᾶται κατόρθωσις.

26

.

15

οὕτως οὖν καὶ νῦν ἀκουσώμεθα ὡς διὰ βραχυτάτου λόγου μεγίστων ἔργων ἀρχὰς ἡμῖν ἐνδιδόντος τοῦ ἔπους. εἴργου,
γάρ φησι, βρωμάτων, ὃ ταὐτόν ἐστι τῷ· ἀπέχου φθαρτῶν σωμάτων. ἐπεὶ δὲ οὐ πάντων νῦν ἀπέχεσθαι δυνατόν, ἐπάγει·114
5ὧν εἴπομεν. καὶ ποῦ περὶ τούτων εἴρηται, ὑποδείκνυσιν· ἔν τε καθαρμοῖς ἔν τε λύσει ψυχῆς, ἵνα ἡ ἀποχὴ τῶν τροφῶν τῆς διαυγείας τοῦ σωματικοῦ ὀχήματος ἐπιμέλειαν ποιῆται πρέπουσαν τῇ καθαιρομένῃ ψυχῇ καὶ ἀπολυομένῃ

26

.

16

τῶν ὑλικῶν κατοχῶν. τῇ δὲ τοιαύτῃ ἐπιτηδεύσει τὸν κριτικὸν ἐπέστησε λογισμὸν τὸν δυνάμενον τὴν τοῦ αὐγοει‐ δοῦς θεραπείαν τῇ καθαρότητι τῆς ψυχῆς σύμφωνον ἀποδοῦναι. διὸ καὶ ἡνίοχον γνώμην αὐτὸν προσηγόρευσεν
5ὡς ἐφεστάναι πεφυκότα τῇ τοῦ ὀχήματος εὐταξίᾳ, γνώμην μέν, ὅτι λογικὴ δύναμις ἦν, ἡνίοχον δέ, ὅτι ἐφαπτομένη

26

.

17

καὶ ἐπιστατοῦσα τοῦ σώματος. τὸ δὲ ἐρωτικὸν ὄμμα ὑπὲρ τὸν ἡνίοχον τέτακται. εἰ γὰρ καὶ μία ψυχή, ἀλλ’ ὄμματι μὲν οἷον θεωρεῖ τὸ τῆς ἀληθείας πεδίον, τῇ δὲ ἀνάλογον πρὸς χεῖρα δυνάμει τὸ συμφυὲς σῶμα κατέχει
5καὶ πρὸς ἑαυτὴν ἐπιστρέφει, ἵν’ ὅλη πρὸς τὸ θεῖον ἴδῃ καὶ τὴν θείαν ὁμοιότητα κτήσηται. καὶ ὁ μὲν καθόλου τῆς ἀποχῆς τύπος τοιοῦτος καὶ τοσούτων ἀγαθῶν στοχαζό‐

26

.

18

μενος. τὰ δὲ ἐπὶ μέρους ἐν τοῖς ἱεροῖς ἀποφθέγμασιν ἐν ἀπορρήτῳ παρεδίδοτο, ὧν ἕκαστον εἰ καὶ μερικὴν ἀποχὴν εἰσηγεῖτο οἷον, κυάμων μὲν ἐν σπέρμασι, θνησειδίων δὲ ἐν ζῴοις καὶ τούτων κατὰ γένος ὡς ἐπὶ ἰχθύων τὸ ἐρυθρίνου
5ἀπέχεσθαι καὶ ἐν χερσαίοις ἄλλου καὶ ἑτέρου τινὸς ἐν πτηνοῖς καὶ τὸ τελευταῖον μέρη τινὰ ζῴων ἀπηγόρευεν οἷον, κεφαλὴν μὴ ἐσθίειν μηδὲ καρδίαν, ὅμως καὶ ἐν ἑκάστῳ τούτων τὴν τελειότητα τῆς καθάρσεως ἐναπετυ‐
ποῦτο ὁ λόγος, διὰ μέν τινας φυσικὰς ἰδιότητας τόδε ἢ115
10τόδε εἰς σωματικὴν ἀποχὴν κατατάξας, δι’ ἑκάστου δὲ τὴν τῆς θνητῆς προσπαθείας κάθαρσιν εἰσηγούμενος καὶ ἐθίζων διὰ πάντων εἰς ἑαυτὸν ἐπιστραφῆναι τὸν ἄνθρωπον καὶ τοῦ μὲν τῆς γενέσεως καὶ φθορᾶς τόπου ἐξαναδῦναι, πρὸς δὲ τὸ Ἠλύσιον πεδίον καὶ αἰθέρα τὸν ἐλεύθερον

26

.

19

μετοικίσασθαι. ἐπειδὴ δὲ ἐν τάξει τὴν ἐπίδοσιν τῆς ἀποχῆς ἐποιοῦντο, διὰ τοῦτο καὶ μαχόμενα, ὡς ἂν οἰηθείη τις, εὑρίσκεται παρ’ αὐτοῖς σύμβολα. τῷ γὰρ ζῴων ἀπέχου τὸ καρδίας ἀπέχου ἐναντίον, εἰ μή πού τις τὸ μὲν καρδίας
5ἀπέχου τοῖς ἀρχομένοις παρηγγέλθαι λέγοι, τὸ δὲ ζῴων

26

.

20

τοῖς ἤδη τελείοις. περιττὴ γὰρ ἡ κατὰ μέρος ἀποχή, οἷς τὸ ὅλον ζῷον ἀπηγόρευτο. διὸ οὐ παρέργως προσέχειν δεῖ τῇ τάξει τῆς ἀναβάσεως, ἣν ἐμφαίνει τὰ ἔπη. εἴργου, γάρ φησι, βρωμάτων· εἶτα ὥσπερ ἐρωτῶντός τινος· ποίων;
5ἀπεκρίνατο· ὧν εἴπομεν. καὶ πάλιν ὡς πρὸς δευτέραν πεῦ‐ σιν ζητοῦσαν, ποῦ εἶπον περὶ τούτων οἱ Πυθαγόρειοι καὶ ἐν ποίαις μαθημάτων παραδόσεσιν ἀποχὰς βρωμάτων συνύ‐ φηναν, ἐπήγαγεν· ἔν τε καθαρμοῖς ἔν τε λύσει ψυχῆς, ὡς τῶν μὲν καθαρμῶν προηγουμένων, τῆς δὲ λύσεως ἐπακο‐

26

.

21

λουθούσης. καθαρμοὶ δὲ λογικῆς ψυχῆς εἰσιν αἱ μαθημα‐ τικαὶ ἐπιστῆμαι καὶ ἀνάγωγος λύσις ἡ διαλεκτικὴ τῶν ὄντων ἐποπτεία. διὸ καὶ ἑνικῶς ἀπήγγελται· ἔν τε λύσει ψυχῆς, ὅτι εἰς μίαν ἐπιστήμην αὕτη τελεῖ, τῆς μαθηματικῆς
5πλῆθος ἐπιστημῶν περιεχούσης. τοῖς οὖν ἐπὶ ψυχῆς εἰς κάθαρσιν καὶ ἀπόλυσιν οἰκείως παρειλημμένοις δεῖ τὰ

26

.

22

ἀναλογοῦντα καὶ ἐπὶ τοῦ αὐγοειδοῦς ἐπιτάξαι. οὐκοῦν τοῖς
τε μαθηματικοῖς καθαρμοῖς τοὺς τελεστικοὺς συνεισιέναι καὶ τῇ διαλεκτικῇ λύσει τὴν ἱερατικὴν ἀναγωγὴν συνέπεσθαι ἀνάγκη. ταῦτα γὰρ ἰδίως καθαίροντα καὶ τελειοῦντα τὸ116
5πνευματικὸν ὄχημα τῆς λογικῆς ψυχῆς, τῆς μὲν ὑλικῆς ἀζωΐας αὐτὸ χωρίζει, πρὸς δὲ τὴν τῶν καθαρῶν πνευμάτων συνουσίαν ἐπιτηδείως ἔχειν παρασκευάζει. μὴ καθαρῷ γὰρ καθαροῦ ἐφάπτεσθαι οὐκ ἔστι θέμις. ὥσπερ οὖν τὴν ψυχὴν ἐπιστήμῃ καὶ ἀρετῇ προσήκει κοσμεῖσθαι, ὅπως ἂν
10τοῖς ἀεὶ τοιούτοις συνεῖναι δύνηται, οὕτω καὶ τὸ αὐγοειδὲς καθαρὸν καὶ ἄϋλον δεῖ παρασκευάσαι, ἵνα τὴν τῶν αἰθερίων

26

.

23

σωμάτων ἀνάσχηται κοινωνίαν. δι’ ὁμοιότητος γὰρ φιλεῖ πάντα πρὸς ἄλληλα συνάπτεσθαι, τῇ δὲ ἀνομοιότητι καὶ τὰ ἐγγὺς ὄντα τοῖς τόποις χωρίζεται. τοῦτο τῆς τελειοτά‐ της φιλοσοφίας τὸ μέτρον οἱ Πυθαγόρειοι παρέδοσαν πρὸς
5τὴν ὅλου τοῦ ἀνθρώπου τελειότητα οἰκεῖον καὶ σύμμετρον.

26

.

24

ὁ γὰρ ψυχῆς μόνης ἐπιμέλειαν ποιούμενος, τοῦ δὲ σώματος ἀμελῶν οὐ τὸν ὅλον ἄνθρωπον καθαίρει. πάλιν δ’ αὖ ὁ τοῦ σώματος οἰόμενος δεῖν ἐπιμελεῖσθαι χωρὶς τῆς ψυχῆς ἢ τὰς τοῦ σώματος θεραπείας συντελέσειν τι τῇ ψυχῇ μηδὲν
5δι’ ἑαυτῆς καθαιρομένῃ, τὸ αὐτὸ διαμαρτάνει. ὁ δὲ δι’ ἀμφοτέρων οἰκείως προϊὼν ὅλος τελειοῦται. καὶ κατὰ τοῦτο συνήπτετο τῇ τῶν ἱερῶν τέχνῃ ἡ φιλοσοφία, ὡς περὶ τὴν τοῦ αὐγοειδοῦς κάθαρσιν πραγματευομένῃ, ἣν εἰ χωρίσειας τοῦ φιλοσόφου νοῦ, οὐκ ἔτι τὴν αὐτὴν δύναμιν ἔχουσαν

26

.

25

εὑρήσεις. καὶ γὰρ τῶν συμπληρούντων τὴν ἡμετέραν τελείωσιν τὰ μὲν ὁ φιλόσοφος νοῦς προεξεῦρε, τὰ δὲ ἡ τελεστικὴ ἐνέργεια συνεισήγαγε τῷ φιλοσόφῳ νῷ ἑπομένη. τελεστικὴν δὲ ἐνέργειαν λέγω τὴν τοῦ αὐγοειδοῦς καθαρ‐117
5τικὴν δύναμιν, ἵνα τῆς ὅλης φιλοσοφίας τὸ μὲν θεωρητικὸν προηγῆται ὡς νοῦς, τὸ δὲ πρακτικὸν ὡς δύναμις ἕπηται.

26

.

26

τοῦ δὲ πρακτικοῦ δύο θῶμεν εἴδη, πολιτικὸν καὶ τελεστικόν, τὸ μὲν διὰ τῶν ἀρετῶν τῆς ἀλογίας ἀποκαθαῖρον ἡμᾶς, τὸ δὲ διὰ τῶν ἱερῶν μεθόδων τὰς ὑλικὰς φαντασίας ἀποτέμνον. δεῖγμα δὲ οὐ μικρὸν τῆς μὲν πολιτικῆς φιλοσοφίας οἱ ἐν
5κοινῷ κείμενοι νόμοι, τῆς δὲ τελεστικῆς φιλοσοφίας τὰ τῶν

26

.

27

πόλεων ἱερά. καὶ ἔστι τὸ μὲν ἀκρότατον τῆς ὅλης φιλοσοφίας ὁ θεωρητικὸς νοῦς, μέσον δὲ ὁ πολιτικὸς καὶ τρίτον ὁ τελεστικός, τοῦ μὲν πρώτου πρὸς τὰ δύο τὴν ὀφθαλμοῦ ἀναλογίαν ἀποσῴζοντος, τῶν δὲ μετ’ αὐτὸ πρὸς ἐκεῖνο τὴν
5χειρὸς καὶ ποδὸς ἀξίαν ἐχόντων, πρὸς ἄλληλα δὲ πάντων συντεταγμένων, ὡς ἀτελὲς εἶναι ὁτιοῦν τούτων καὶ ἐγγὺς μάταιον μὴ τῆς τῶν λοιπῶν συνεργίας τυγχάνον. διὸ εἰς μίαν ἕνωσιν συνελθεῖν δεῖ τὴν τῆς ἀληθείας εὑρετικὴν ἐπιστήμην καὶ τὴν ἀρετῆς προβλητικὴν δύναμιν καὶ τὴν
10καθαρότητος ἀπεργαστικήν, ἵνα σύμφωνον τῷ ἡγουμένῳ νῷ τὸ πολιτικὸν ἔργον ἀποτελῆται καὶ τούτοις ἀμφοτέροις

26

.

28

ὁμολογούμενον τὸ ἱερὸν ἔργον ἀποφαίνηται. τοῦτο τῆς Πυθαγορικῆς ἀγωγῆς τὸ πέρας, ὅλους δι’ ὅλων ὑποπτέρους γενέσθαι πρὸς τὴν τῶν θείων ἀγαθῶν μετάληψιν, ἵν’ ὅταν ὁ τοῦ θανάτου καιρὸς ἐνστῇ, καταλιπόντες ἐπὶ γῆς τὸ
5θνητὸν σῶμα καὶ τὴν τούτου φύσιν ἀποδυσάμενοι πρὸς τὴν οὐρανίαν πορείαν ὦσιν εὔζωνοι οἱ τῶν φιλοσοφίας
ἀγώνων ἀθληταί. τότε γὰρ καὶ τὴν ἀρχαίαν αὐτοῖς ἀποδί‐ δοσθαι στάσιν καὶ θεοποιεῖσθαι, ὅσον οἷόν τε ἀνθρώποις θεοῖς γενέσθαι, μηνύει ὁ λόγος διὰ τῶν ἑξῆς.118

27

n

ἢν δ’ ἀπολείψας σῶμα ἐς αἰθέρ’ ἐλεύθερον ἔλθῃς, ἔσσεαι ἀθάνατος θεός, ἄμβροτος, οὐκ ἔτι θνητός.

27

.

1

Τοῦτο πέρας τῶν πόνων τὸ κάλλιστον, τοῦτο, ὡς Πλάτων φησίν, ὁ μέγας ἀγὼν καὶ ἐλπὶς ἡ μεγάλη, τοῦτο φιλοσοφίας ὁ τελειότατος καρπός, τοῦτο τῆς ἐρωτικῆς καὶ τελεστικῆς τέχνης τὸ μέγιστον ἔργον· οἰκειῶσαι μὲν καὶ ἀναγαγεῖν
5πρὸς τὰ ὄντως καλά, ἀπολῦσαι δὲ τῶν τῇδε πόνων ὡς ἔκ τινος καταγείου σπηλαίου τῆς ἐνύλου ζωῆς καὶ ἀναγαγεῖν πρὸς τὰς αἰθερίους αὐγὰς καὶ ταῖς μακάρων ἐνιδρῦσαι

27

.

2

νήσοις τοὺς διὰ τῶν προειρημένων ὁδεύσαντας. τούτοις γὰρ καὶ τὸ τῆς ἀποθεώσεως ἀπόκειται γέρας, ἐπειδὴ εἰς θεῶν γένος οὐ θέμις ἀφικνεῖσθαι ἄλλῳ ἢ τῷ κτησαμένῳ ἀλήθειαν μὲν καὶ ἀρετὴν ἐν ψυχῇ, καθαρότητα δὲ ἐν τῷ πνευματικῷ
5αὐτῆς ὀχήματι. οὕτω γὰρ ὑγιής τις καὶ ὁλόκληρος γενό‐ μενος εἰς τὸ τῆς ἀρχαίας ἕξεως εἶδος ἀποκαθίσταται, διὰ τῆς πρὸς τὸν ὀρθὸν λόγον ἑνώσεως ἀπολαβὼν ἑαυτὸν καὶ πάντα τὸν θεῖον κόσμον ἀναγνωρίσας καὶ τὸν δημιουργὸν

27

.

3

τοῦδε τοῦ παντὸς ἐξευρών. τοῦτο δὲ γενόμενος ὡς οἷόν τε
μετὰ τὴν κάθαρσιν, ὃ ἀεί εἰσιν οἱ μὴ εἰς γένεσιν πίπτειν πεφυκότες, ταῖς μὲν γνώσεσιν ἑνοῦται τῷ παντὶ καὶ πρὸς αὐτὸν ἀνάγεται τὸν θεόν, σῶμα δὲ συμφυὲς ἔχων τόπου119
5δεῖται εἰς κατάταξιν ἀστροειδῆ οἷον θέσιν ζητῶν. πρέποι δ’ ἂν τῷ τοιούτῳ σώματι τόπος ὁ ὑπὸ σελήνην προσεχῶς, ὡς ὑπερέχων μὲν τῶν φθαρτῶν σωμάτων, ὑποβεβηκὼς δὲ τῶν οὐρανίων, ὃν αἰθέρα ἐλεύθερον οἱ Πυθαγόρειοι καλοῦσιν, αἰθέρα μὲν ὡς ἄϋλον καὶ ἀΐδιον σῶμα, ἐλεύθερον

27

.

4

δὲ ὡς ὑλικῶν παθημάτων καθαρόν. τί οὖν ὁ ἐκεῖσε ἐλθὼν ἔσται ἢ τοῦτο, ὅ φησιν· ἔσσεαι ἀθάνατος θεὸς ὡμοιωμένος τοῖς ἐν ἀρχῇ τῶν ἐπῶν λεχθεῖσιν ἀθανάτοις θεοῖς, οὐ φύσει ἀθάνατος θεός. πῶς γὰρ τὸ ἀπὸ χρόνου τινὸς
5προκόψαν καὶ ἐπιδεδωκὸς εἰς ἀρετὴν καὶ ἀποθέωσιν τοῖς ἐξ

27

.

5

ἀϊδίου τοιούτοις εἰς ταὐτὸν ἄν ποτε κατασταίη; δηλοῖ δὲ τοῦτο ἡ προσθήκη. τῷ γὰρ ἔσσεαι ἀθάνατος θεὸς ἐπήγαγεν· ἄμβροτος, οὐκ ἔτι θνητός, ἵνα κατὰ ἀφαίρεσιν τοῦ βροτοῦ καὶ θνητοῦ ἡ θεοποιΐα ἡμῶν νοῆται ἅτε μὴ φύσει μηδὲ κατ’
5οὐσίαν ἡμῖν ἐνυπάρχουσα, ἀλλ’ ἐκ προκοπῆς καὶ κατ’

27

.

6

ἐπίδοσιν ἐπιγινομένη. ὡς ἄλλο γένος εἶναι τοῦτο θεῶν, ἀθανάτων μὲν τῇ ἀνόδῳ, θνητῶν δὲ τῇ καθόδῳ γινομένων, οἳ καὶ τῶν ἀγαυῶν ἡρώων ἐξ ἀνάγκης ὑποβεβήκασιν, εἴπερ ἐκεῖνοι μὲν ἀεὶ νοοῦσι τὸν θεόν, οὗτοι δὲ καὶ εἰς ἄγνοιαν
5αὐτοῦ ποτε πίπτουσιν. οὐ γὰρ δὴ τὸ τρίτον γένος τελειωθὲν ἢ τοῦ μέσου γένοιτ’ ἂν κρεῖττον ἢ τῷ πρώτῳ ἴσον, ἀλλὰ μένον τρίτον ὁμοιοῦται τῷ πρώτῳ γένει ὑποτεταγμένον τῷ

27

.

7

μέσῳ. ἡ γὰρ κατὰ σχέσιν ἐν ἀνθρώποις ὁρωμένη πρὸς τοὺς οὐρανίους ὁμοιότης ἤδη προϋπάρχει τελειότερον καὶ προσ‐
φυέστερον τοῖς ἡρωϊκοῖς καὶ μέσοις γένεσιν. καὶ οὕτω κοινὴ καὶ μία πάντων τῶν λογικῶν γενῶν τελειότης120
5θεωρεῖται ἡ πρὸς τὸν δημιουργὸν θεὸν ὁμοιότης. αὕτη δὲ ἀεὶ μὲν καὶ ὡσαύτως ὑπάρχει τοῖς οὐρανίοις, ἀεὶ δὲ μόνον, οὐχ ὡσαύτως δὲ τοῖς μονίμοις αἰθερίοις, οὔτε δὲ ἀεὶ οὔτε ὡσαύτως τοῖς μεταπίπτουσιν αἰθερίοις καὶ ἐπὶ γῆς πολιτεύ‐

27

.

8

εσθαι πεφυκόσιν. τὴν δὲ πρώτην καὶ ἀρίστην ὁμοίωσιν πρὸς θεὸν εἴ τις τῆς δευτέρας καὶ τρίτης ἀπεικασίας παράδειγμα ποιοῖτο ἢ τὴν δευτέραν τῆς τρίτης, λέγοι ἂν ὀρθῶς. οὐ γὰρ μόνον σκοπὸς ὁμοιωθῆναι τῷ δημιουργῷ
5θεῷ, ἀλλὰ καὶ πρὸς κανόνα, τὴν ἀρίστην ἢ τὴν μέσην

27

.

9

ὁμοίωσιν. εἰ δὲ ἀπολειπόμενοι τούτων τυγχάνοιμεν, οἵας δυνάμεθα τυχεῖν, αὐτὸ τοῦτο κατὰ φύσιν ἔχομεν καὶ τὸ τέλειον τῆς ἀρετῆς ἐν τούτῳ καρπούμεθα, ἐν τῷ τὸ μέτρον τῆς οὐσίας ἡμῶν μήτε ἀγνοεῖν μήτε δυσχεραίνειν. ἀκροτάτη
5δὲ ἀρετὴ τοῖς τε τῆς δημιουργίας ὅροις ἐμμένειν, οἷς πάντα κατ’ εἶδος διακέκριται, καὶ τοῖς τῆς προνοίας ἕπεσθαι νόμοις, δι’ οὓς τὰ πάντα κατὰ τὴν οἰκείαν δύναμιν πρὸς τὸ σύμμετρον ἀγαθὸν οἰκειοῦται.

27

.

10

Τοιαύτη τῶν χρυσῶν ἐπῶν ἡ ἐξήγησις ἡμῖν γέγονε, περι‐ έχουσα ἐν αὑτῇ τῶν Πυθαγορείων δογμάτων μετρίαν σύνοψιν. ἔδει γὰρ μήτε ἐν τῇ τῶν ἐπῶν βραχύτητι στῆσαι τὸν λόγον—οὕτω γὰρ ἂν πολλὰ διέλαθεν, ὅτι καλῶς
5νενομοθέτηται—, μήτε εἰς μῆκος ἀποτεῖναι τῆς ὅλης φιλοσοφίας αὐτόν—μεῖζον γὰρ τοῦτο ἢ κατὰ τὸν παρόντα λόγον—, ἀλλὰ τὸ μέτρον ὅσον οἷόν τε πρὸς τὸν τούτων ποιήσασθαι νοῦν, τοσοῦτον μόνον ἐν αὐτοῖς ἐξαπλώσαντας,
ὅσον ἐκ τῶν καθόλου δογμάτων τῇ τῶν ἐπῶν ἐξηγήσει121

27

.

11

προσήρμοττεν. ἔστι γὰρ οὐδὲν ἄλλο τὰ ἔπη ταῦτα ἢ τελειότατος χαρακτὴρ φιλοσοφίας καὶ τῶν κεφαλαιω‐ δεστέρων αὐτῆς δογμάτων ἐπιτομὴ καὶ ὑπὸ τῶν ἤδη τὴν θείαν οἶμον ἀναβεβηκότων ἀπογραφεῖσα τοῖς μετ’ αὐτοὺς
5παιδευτικὴ στοιχείωσις, ἃ δὴ καὶ τῷ ὄντι εἴποις ἂν τῆς ἀνθρωπίνης εὐγενείας εἶναι γνώρισμα κάλλιστον καὶ οὐχ ἑνός τινος τῶν Πυθαγορείων ἀπομνημόνευμα, ὅλου δὲ τοῦ ἱεροῦ συλλόγου καί, ὡς ἂν αὐτοὶ εἴποιεν, τοῦ ὁμαΐου παντὸς

27

.

12

ἀπόφθεγμα κοινόν. διὸ καὶ νόμος ἦν ἕωθέν τε ἀνισταμένους αὐτοὺς ἀκροᾶσθαι τούτων τῶν ἐπῶν ὡσπερεί τινων Πυθα‐ γορικῶν θεσμῶν ἑνός τινος ὑπαναγινώσκοντος καὶ πρὸς ἑσπέραν εἰς ὕπνον μέλλοντας τρέπεσθαι, ὅπως ἂν τῇ
5συνεχείᾳ τῆς μελέτης τῶν τοιούτων λόγων ζῶντα ἐν αὐτοῖς ἀποφήνωσι τὰ δόγματα· ὃ δὴ καὶ ἡμᾶς ποιεῖν δίκαιον πρὸς τὸ συναίσθησιν τῆς ἀπ’ αὐτῶν ὠφελείας
ὀψὲ γοῦν ποτε κτήσασθαι.122