TLG 2552 002 :: CRITOLAUS :: Fragmenta

CRITOLAUS Hist.
(a. 1 B.C.)

Fragmenta

Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 372.

  • Frr. 1–3
  • fr. 3 contains Latin text only.

Citation: Fragment — (line)

t1

ΗΠΕΙΡΩΤΙΚΑ. E LIBRO TERTIO.

1

Plutarchus Par. min. c. 6: Ῥωμαίων πρὸς Πύρ‐ ρον Ἠπειρώτην πολεμούντων, Αἱμίλιος Παῦλος χρη‐ σμὸν ἔλαβε νικῆσαι, βωμὸν ἐὰν ποιήσῃ, ἔνθα ἂν ἴδῃ χάσματι κρυπτόμενον ἄνδρα τῶν ἐπισήμων μετὰ ἅρ‐
5ματος· μετὰ τρεῖς ἡμέρας Οὐαλέριος Κονάτος κατ’ ὄναρ ἰδὼν ἀναλαβεῖν ἱερέως κόσμον (καὶ γὰρ ἦν μαντι‐ κῆς ἔμπειρος), στρατηγήσας καὶ πολλοὺς φονεύσας, ὑπὸ γῆς κατεπόθη. Ὁ Αἱμίλιος δὲ βωμὸν ἱδρύσας, ἐνίκησε καὶ ἑκατὸν ἑξήκοντα πυργοφόρους ἐλέφαντας εἰς Ῥώ‐
10μην κατέπεμψεν. Ὁ δὲ βωμὸς μαντεύεται κατ’ ἐκεῖνον τὸν καιρὸν, καθ’ ὃν ἐνικήθη Πύρρος, ὡς ἱστορεῖ Κρι‐ τόλαος τρίτῃ Ἠπειρωτικῶν.

t2

ΦΑΙΝΟΜΕΝΑ. E LIBRO QUARTO.

2

Id. ib. c. 9: Κρόνος ἐπιξενωθεὶς γεωργῷ, ᾧ ἦν θυ‐ γάτηρ καλὴ Ἐντωρία, ταύτην ἐβιάζετο καὶ ἐτέκνωσεν υἱοὺς, Ἰάνον, Ὕμνον, Φαῦστον, Φήλικα. Δοὺς οὖν τρόπον τῆς τοῦ οἴνου πόσεως καὶ τῆς ἀμπέλου, ἠξίωσε
5καὶ τοῖς γείτοσι μεταδοῦναι. Ποιήσαντες δ’ αὐτὸ καὶ πιόντες παρὰ τὸ σύνηθες, εἰς ὕπνον κατηνέχθησαν βα‐ ρύτερον τοῦ δέοντος· οἱ δὲ πεφαρμακῶσθαι δόξαντες, λίθοις βάλλοντες τὸν Ἰκάριον ἀπέκτειναν· οἱ δὲ θυγα‐ τριδαὶ ἀθυμήσαντες, βρόχῳ τὸν βίον κατέστρεψαν.
10Λοιμοῦ δὲ κατασχόντος Ῥωμαίους, ἔχρησεν ὁ Πύθιος λωφήσειν, ἐὰν ἐξιλάσωνται τοῦ Κρόνου τὴν μῆνιν καὶ τοὺς δαίμονας τῶν ἀνόμως ἀπολομένων. Λουτάτιος δὲ Κάτλος, ἀνὴρ τῶν ἐπισήμων, κατεσκεύασε τῷ θεῷ τέ‐ μενος τὸ κείμενον σύνεγγυς τοῦ Ταρπηΐου ὄρους, καὶ
15τὸν ἄνω βωμὸν ἱδρύσατο τετραπρόσωπον, ἢ διὰ τοὺς θυγατριδὰς, ἢ ὅτι τετραμερὴς ὁ ἐνιαυτός ἐστι, καὶ μῆνα κατέδειξεν Ἰανουάριον. Ὁ δὲ Κρόνος πάντας κα‐ τηστέρισεν. Καὶ οἱ μὲν καλοῦνται προτρυγητῆρες, ὁ δ’ Ἰάνος προανατέλλων· δείκνυται δὲ ὁ ἀστὴρ πρὸ τῶν
20ποδῶν τῆς παρθένου· ὡς Κριτόλαος ἐν τετάρτῃ Φαινο‐ μένων.

3

Festus: At Critolaus Saonem ex Samothrace, cum Aenea deos Penates qui Lavi‐ nium transtulerit, saliare genus saltandi instituisse, a quo appellatos Salios, quibus per omnes dies,
5ubicumque manent, quia amplae ponuntur cenae,
si quae aliae magnae sunt, saliares appellantur.372