TLG 2533 002 :: TIMOLAUS :: Fragmentum

TIMOLAUS Hist.
(Incertum)

Fragmentum

Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 521.

Fr. 1

Citation: Fragment — (line)

t1

ΦΡΥΓΙΑΚΑ. E LIBRO PRIMO.

1

Plutarch. De fluv. c. 9: Μαίανδρος ποταμὸς τῆς Ἀσίας· ἐκαλεῖτο δὲ πρότερον Ἀναβαίνων· μόνος γὰρ ἐκ πάντων τῶν ποταμῶν ἀπὸ τῶν ἰδίων ἀρχόμενος πη‐ γῶν εἰς ἑαυτὸν παλινδρομεῖ. Προσηγορεύθη δὲ Μαίαν‐
5δρος ἀπὸ Μαιάνδρου, τοῦ Κερκάφου καὶ Ἀναξιβίας παιδὸς, ὃς πρὸς Πεσσινουντίους πόλεμον ἔχων ηὔξατο τῇ Μητρὶ τῶν θεῶν, ἐὰν ἐγκρατὴς γένηται τῆς νίκης, θύσειν τὸν πρῶτον αὐτῷ συγχαρέντα ταῖς ἀνδραγαθίαις, τρόπαια φέρων. Ὑποστρέψαντι δὲ τῷ προειρημένῳ
10πρῶτος συνεχάρη συναντήσας ὁ παῖς Ἀρχέλαος, μετὰ τῆς μητρὸς καὶ τῆς ἀδελφῆς· ὁ δὲ τῆς προειρημένης δεισιδαιμονίας ἀναμνησθεὶς, κατ’ ἀνάγκην βωμοῖς κα‐ τήγαγε τοὺς προσήκοντας. Ἀθυμήσας δ’ ἐπὶ τοῖς πρα‐ χθεῖσιν ἔρριψεν ἑαυτὸν εἰς ποταμὸν Ἀναβαίνοντα, ὃς
15ἀπ’ αὐτοῦ Μαίανδρος προσηγορεύθη· καθὼς ἱστορεῖ Τιμόλαος ἐν αʹ Φρυγιακῶν. Μέμνηται δὲ τού‐ των καὶ Ἀγαθοκλῆς ὁ Σάμιος ἐν τῇ Πεσσινουν‐
τίων πολιτεί.521