TLG 2511 002 :: DEMETRIUS :: Fragmenta

DEMETRIUS Hist.
(Salaminius: Incertum)

Fragmenta

Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 382–383.

Frr. 1–3

Citation: Fragment — (line)

t1a-1b

ΠΑΜΦΥΛΙΑΚΑ

1a

Tzetzes ad Lyc. 440: Ἡ δὲ Μέγαρσος, κατὰ Δημήτριον τὸν τὰ Παμφυλιακὰ συγγράψαντα, θυγάτηρ ἦν Παμφύλου, ἀφ’ ἧς ἡ πόλις Μέγαρσος ἐκλήθη.

1b

Plutarch. l. l. c. 18: Ὁ δὲ Δημήτριος ἔφη, τῶν περὶ τὴν Βρεττανίαν νήσων εἶναι πολλὰς ἐρήμους σποράδας, ὧν ἐνίας δαιμόνων καὶ ἡρώων ὀνομάζεσθαι· πλεῦσαι δὲ αὐτὸς ἱστορίας καὶ θέας ἕνεκα,
5πομπῇ τοῦ βασιλέως, εἰς τὴν ἔγγιστα κειμένην τῶν ἐρήμων, ἔχουσαν οὐ πολλοὺς ἐποικοῦντας, ἱεροὺς δὲ
καὶ ἀσύλους πάντας ὑπὸ τῶν Βρεττανῶν ὄντας· ἀφικο‐ μένου δ’ αὐτοῦ νεωστὶ, σύγχυσιν μεγάλην περὶ τὸν ἀέρα καὶ διοσημείας πολλὰς γενέσθαι, καὶ πνεύματα382
10καταρραγῆναι καὶ πεσεῖν πρηστῆρας. Ἐπεὶ δ’ ἐλώ‐ φησε, λέγειν τοὺς νησιώτας, ὅτι τῶν κρεισσόνων τινὸς ἔκλειψις γέγονεν. Ὡς γὰρ λύχνος ἀναπτόμενος, φάναι, δεινὸν οὐδὲν ἔχει, σβεννύμενος δὲ πολλοῖς λυπηρός ἐστιν, οὕτως αἱ μεγάλαι ψυχαὶ τὰς μὲν ἀναλάμψεις
15εὐμενεῖς καὶ ἀλύπους ἔχουσιν, αἱ δὲ σβέσεις αὐτῶν καὶ φθοραὶ πολλάκις μὲν, ὡς νυνὶ, πνεύματα καὶ ζάλας τρέπουσι, πολλάκις δὲ λοιμικοῖς πάθεσιν ἀέρα φαρ‐ μάττουσιν. Ἐκεῖ μέντοι μίαν εἶναι νῆσον, ἐν ᾗ τὸν Κρόνον καθεῖρχθαι φρουρούμενον ὑπὸ τοῦ Βριάρεω κα‐
20θεύδοντα· δεσμὸν γὰρ αὐτῷ τὸν ὕπνον μεμηχανῆσθαι, πολλοὺς δὲ περὶ αὐτὸν εἶναι δαίμονας ὀπαδοὺς καὶ θε‐ ράποντας.

t2a-2c

ΑΡΓΟΛΙΚΑ.

2a

Clemens Alex. Protr. c. 4: Δημήτριος ἐν δευτέρῳ τῶν Ἀργολικῶν τοῦ ἐν Τίρυνθι τῆς Ἥρας ξοάνου καὶ τὴν ὕλην ὄχνην καὶ τὸν ποιητὴν Ἄργον ἀναγράφει.

2b

Athenaeus IV: Καλεῖ δὲ τοῦτον (sc. Δίδυμον τὸν γραμματικὸν) ὁ Δημήτριος ὁ Τροι‐ ζήνιος βιβλιολάθαν, διὰ τὸ πλῆθος ὧν ἐκδέδωκε συγ‐ γραμμάτων· ἔστι γὰρ τρισχίλια πρὸς τοῖς πεντακοσίοις.

2c

Idem I: Ἀριστοφάνους τὰς δευτέρας Θε‐ σμοφοριαζούσας Δημήτριος ὁ Τροιζήνιος Θεσμοφο‐ ριασάσας ἐπιγράφει.

t3

ΤΑ ΚΑΤΑ ΑΙΓΥΠΤΟΝ.

3

Athenaeus XV: Δημήτριος δ’ ἐν τῷ Περὶ τῶν κατ’ Αἴγυπτον περὶ Ἄβυδον πόλιν τὰς ἀκάνθας ταύτας εἶναί φησι, γράφων οὕτως· «Ἔχει δὲ καὶ ὁ κάτω τόπος καὶ ἄκανθάν τινα δένδρον, ὃ τὸν καρπὸν
5φέρει στρογγύλον ἐπί τινων κλωνίων περιφερῶν. Ἀν‐ θεῖ δ’ οὗτος, ὅταν ὥρα ᾖ, καὶ ἔστι τῷ χρώματι τὸ ἄνθος καλλιφεγγές. Λέγεται δέ τις μῦθος ὑπὸ τῶν Αἰ‐ γυπτίων, ὅτι οἱ Αἰθίοπες, στελλόμενοι εἰς Τροίαν ὑπὸ τοῦ Τιθωνοῦ, ἐπεὶ ἤκουσαν τὸν Μέμνονα τετελευτη‐
10κέναι, ἐν τούτῳ τῷ τόπῳ τοὺς στεφάνους ἀνέβαλον ἐπὶ τὰς ἀκάνθας. Ἔστι δὲ παραπλήσια τὰ κλώνια στεφά‐
νοις, ἀφ’ ὧν τὸ ἄνθος φύεται.»383