TLG 2479 003 :: PATROCLES :: Fragmenta

PATROCLES Hist.
(4/3 B.C.)

Fragmenta

Source: Müller, K. (ed.), FHG 2. Paris: Didot, 1841–1870: 443–444.

Frr. 1–7

Citation: Fragment — (line)

1

Strabo II: Τὰ τῆς Ἰνδι‐ κῆς ἄκρα τὰ μεσημβρινώτατα ὁμολογοῦσι πολλοὶ τοῖς κατὰ Μερόην ἀνταίρειν τόποις ἀπό τε τῶν ἀέρων καὶ τῶν οὐρανίων τεκμαιρόμενοι· ἐντεῦθεν δ’ ἐπὶ τὰ βο‐
5ρειότατα τῆς Ἰνδικῆς τὰ πρὸς τοῖς Καυκασίοις ὄρεσι, Πατροκλῆς ὁ μάλιστα πιστεύεσθαι δίκαιος, διά τε τὸ ἀξίωμα καὶ διὰ τὸ μὴ ἰδιώτης εἶναι τῶν γεωγραφικῶν, φησὶ σταδίους μυρίους καὶ πεντακισχιλίους.

2a

Idem: Ἀπὸ δὲ Μερόης ἐπὶ τὸν Ἑλλήσποντον οὐ πλείους εἰσὶ τῶν μυ‐ ρίων καὶ ὀκτακισχιλίων σταδίων, ὅσοι καὶ ἀπὸ τοῦ με‐ σημβρινοῦ πλευροῦ τῆς Ἰνδικῆς πρὸς τὰ περὶ τοὺς
5Βακτρίους μέρη, προστεθέντων τρισχιλίων τοῖς μυρίοις καὶ πεντακισχιλίοις, ὧν οἱ μὲν τοῦ πλάτους ἦσαν τῶν ὀρῶν, οἱ δὲ τῆς Ἰνδικῆς. Πρὸς δὲ τὴν ἀπόφασιν ταύτην ὁ Ἵππαρχος ἀντιλέγει διαβάλλων τὰς πίστεις· οὔτε γὰρ Πατροκλέα πιστὸν εἶναι, δυεῖν ἀντιμαρτυρούντων αὐτῷ
10Δηιμάχου τε καὶ Μεγασθένους, οἳ καθ’ οὓς μὲν τόπους δισμυρίων εἶναι σταδίων τὸ διάστημά φασι τὸ ἀπὸ τῆς κατὰ μεσημβρίαν θαλάττης, καθ’ οὓς δὲ καὶ τρισμυ‐ ρίων· τούτους γε δὴ τοιαῦτα λέγειν, καὶ τοὺς ἀρχαίους πίνακας τούτοις ὁμολογεῖν. Ἀπίθανον δή που νομίζει τὸ
15μόνῳ δεῖν πιστεύειν Πατροκλεῖ, παρέντας [τοὺς] το‐ σοῦτον * ἀντιμαρτυροῦντας αὐτῷ, καὶ διορθοῦσθαι παρ’ αὐτὸ τοῦτο τοὺς ἀρχαίους πίνακας, ἀλλὰ μὴ ἐᾶν οὕτως, ἕως ἄν τι πιστότερον περὶ αὐτῶν γνῶμεν.

2b

Idem: Καὶ αὐτὴ δὲ ἡ τοῦ Πατροκλέους πίστις ἐκ πολλῶν μαρτυριῶν σύγκειται, τῶν βασιλέων τῶν πεπιστευκότων αὐτῷ τηλικαύτην ἀρχὴν, τῶν ἐπακολουθησάντων αὐτῷ, τῶν ἀντιδοξούν‐
5των, ὧν αὐτὸς ὁ Ἵππαρχος κατονομάζει· οἱ γὰρ κατ’ ἐκείνων ἔλεγχοι πίστεις τῶν ὑπὸ τούτου λεγομένων εἰ‐ σίν. Οὐδὲ τοῦτο δὲ ἀπίθανον τοῦ Πατροκλέους, ὅταν φησὶ τοὺς Ἀλεξάνδρῳ συστρατεύσαντας ἐπιδρομάδην ἱστορῆσαι ἕκαστα, αὐτὸν δὲ Ἀλέξανδρον ἀκριβῶσαι,
10ἀναγραψάντων τὴν ὅλην χώραν τῶν ἐμπειροτάτων αὐτῷ· τὴν δ’ ἀναγραφὴν αὐτῷ δοθῆναί φησιν ὕστερον ὑπὸ Ξενοκλέους τοῦ γαζοφύλακος.

3

Strabo II: Ἔσται δὲ Βάκτρα καὶ τοῦ στό‐ ματος τῆς Κασπίας θαλάττης, εἴτε Ὑρκανίας, πάμ‐ πολύ τι ἀρκτικώτερα, ὅπερ τοῦ μυχοῦ τῆς Κασπίας καὶ τῶν Ἀρμενιακῶν καὶ Μηδικῶν ὀρῶν διέχει περὶ
5ἑξακισχιλίους σταδίους, καὶ δοκεῖ τῆς αὐτῆς παραλίας
μέχρι τῆς Ἰνδικῆς ἀρκτικώτερον εἶναι σημεῖον καὶ περίπλουν ἔχειν ἀπὸ τῆς Ἰνδικῆς δυνατὸν, ὥς φησιν ὁ τῶν τόπων ἡγησάμενος τούτων Πατροκλῆς.443

4

Strabo XI: Οὐχ ὁμολογοῦσι δ’ ὅτι περιέπλευσάν τινες ἀπὸ τῆς Ἰνδικῆς ἐπὶ τὴν Ὑρκανίαν· ὅτι δὲ δυνατὸν, Πατροκλῆς εἴρηκε.

5

Strabo XI: Φησὶ δὲ καὶ εὔπλουν εἶναι (τὸν Ὦξον) καὶ οὗτος καὶ Ἐρατο‐ σθένης παρὰ Πατροκλέους λαβὼν, καὶ πολλὰ τῶν Ἰν‐ δικῶν φορτίων κατάγειν εἰς τὴν Ὑρκανίαν θάλασσαν,
5ἐντεῦθεν δ’ εἰς τὴν Ἀλβανίαν περαιοῦσθαι, καὶ διὰ τοῦ Κύρου καὶ τῶν ἑξῆς τόπων εἰς τὸν Εὔξεινον καταφέ‐ ρεσθαι.

6

Strabo XI: Ὁ μέντοι Ἰαξάρτης ἀπ’ ἀρχῆς μέχρι τέλους ἕτερός ἐστι τοῦ Ὤξου, καὶ εἰς μὲν τὴν αὐτὴν τελευτῶν θάλατταν, αἱ δ’ ἐκβολαὶ διέ‐ χουσιν ἀλλήλων, ὥς φησι Πατροκλῆς, παρασάγγας ὡς
5ὀγδοήκοντα.

7

Strabo XI: Τὸ μέντοι πλέον τῆς περὶ τὴν ὀρεινὴν παραλίας Καδούσιοι νέ‐ μονται, σχεδὸν δέ τι ἐπὶ πεντακισχιλίους σταδίους, ὥς φησι Πατροκλῆς, ὃς καὶ πάρισον ἡγεῖται τὸ πέλα‐
5γος τοῦτο (τὸ Κάσπιον) τῷ Ποντικῷ.444