TLG 2449 003 :: TIMOTHEUS :: Excerpta ex libris de animalibus (e cod. Paris. gr. 2422) TIMOTHEUS Gramm. Excerpta ex libris de animalibus (e cod. Paris. gr. 2422) Source: Haupt, M. (ed.), “Excerpta ex Timothei Gazaei libris de animalibus” [Hermes 3] 1869: 5–30. Citation: Section — (line) | ||
4 | κεφ. δʹ. περὶ ὑαίνης. ὅτι ἐνιαυτὸν παρ’ ἐνιαυτὸν γί‐ νεται ἄρρην καὶ πάλιν θήλεια. ὅτι τρίχα ἔχει ὀξεῖαν καὶ πυκνήν. ὅτι τὸν τράχηλον οὐ κάμπτει, ἐπειδὴ ἓν ὀστοῦν ἔχει | |
5 | ἀντὶ σφονδύλου. | |
---|---|---|
ὅτι συγγίνεται λύκῳ καὶ τίκτει τὸν καλούμενον μονό‐ λυκον, ὃς οὐκ ἀγελάζεται ἀλλὰ μόνος διάγει, ἅρπαξ ἀν‐ θρώπων καὶ θρεμμάτων. ὅτι ἀπὸ τῶν τάφων κλέπτει τὰ σεσηπότα σώματα. | 5 | |
10 | ὅτι ἐν νυκτὶ βλέπει ὡς ἐν ἡμέρᾳ. ὅτι ἐμοῦσα προτρέπεται τοὺς κύνας προσελθεῖν καὶ οὕτω θηρᾷ αὐτούς. ὅτι τοὺς κύνας κολακεύει καὶ πιέζουσα τῷ στόματι πνίγει. | |
15 | ὅτι ἐν σελήνῃ ἐρχομένη ἐὰν κυνὸς ὄντος ἐπὶ στέγους λά‐ βηται κάτωθεν τῆς αὐτοῦ σκιᾶς, αὐτὸν καταφέρει ἄνωθεν τὸν κύνα. ὅτι ἐὰν εὕρῃ τινὰ καθεύδοντα, σκάπτει ὑπὸ τὴν κεφα‐ λὴν καὶ τοῦ λαιμοῦ λαβομένη τὸ αἷμα πίνει. | |
20 | ὅτι ἡ χολὴ τῆς ὑαίνης ὠφελεῖ εἰς ὀξυδορκίαν. ὅτι φοβεῖται τοῦ στρύχνου τὸ φυτόν, ὡς λύκος τὴν σκίλλαν. ὅτι ἐάν τις ἔχῃ ὑπόδημα ἀπὸ δέρματος ὑαίνης καὶ παρέλθῃ διὰ κυνῶν, οὐ φοβεῖται. | |
5 | κεφ. εʹ. περὶ ἀλώπεκος. ὅτι πεινῶσα ἁπλοῖ ἑαυτὴν ὡς νεκρὰν ἐν ἐρήμῳ τόπῳ, καὶ συναγομένων τῶν ὀρνέων εἰς τὸ καταφαγεῖν αὐτὴν ἄφνω ἀναπηδῶσα θηρᾷ τινὰ τού‐ των καὶ ἐσθίει. τοῦτο δὲ ποιεῖ καὶ ὁ θαλάσσιος βάτρα‐ | |
5 | χος καὶ ἡ νάρκη. | |
ὅτι δεῖμα ἔχει ὁ βασιλίσκος τὸ δέρμα τῆς φώκης. ὅτι ποιεῖ τῷ ἑαυτῆς φωλεῷ στόματα ἑπτὰ καὶ διωκο‐ μένη ὑπὸ κυνῶν ἢ ὑπὸ ἀνδρῶν ἀπ’ ἄλλου εἰς ἄλλο μετέρ‐ χεται καὶ ἐκφεύγει. | 6 | |
10 | ὅτι οὐδέποτε ἡμεροῦται. ὅτι οἶδεν ὡς φοβεῖται ὁ λύκος τὴν σκίλλαν καὶ ὑπ’ αὐτὴν καθεύδει ἵνα μὴ βλαβῇ ὑπὸ τοῦ λύκου. ὅτι φοβεῖται τὴν χολὴν τοῦ χαμαιλέοντος τοῦ λεγομένου φυσιγνάθου. | |
15 | ὅτι κυλιομένη ἐν σπορίμῳ χωρίῳ ποιεῖ τὸν τόπον ὅπου κυλίεται μὴ βλαστῆσαι· ὅθεν καὶ ἀλωπεκία λέγεται ἐπὶ τῶν τὰς τρίχας ἀποβαλλόντων ἢ μὴ φυόντων. ὅτι παρέρχεται διὰ πεπηγότος τοῦ Ἴστρου τοῦ καλου‐ μένου ὑπὸ Ῥωμαίων Δανούβεως. καὶ ἐὰν γνῷ ὡς ἐγγύς | |
20 | ἐστι τοῦ λυθῆναι, φεύγει καὶ σημαίνει τοῖς ἐπ’ αὐτῷ πε‐ ζοῖς ὁμοίως φεύγειν, τοῖς δὲ ναύταις εὐτρεπίζεσθαι· εἰ δὲ μὴ φύγῃ, σημαίνει ὅτι ἔτι ὁ ποταμὸς πεπηγμένος δια‐ μένει. ὅτι ἀπατᾷ τοὺς θηρευτὰς κύνας δι’ ἀνέμου γαστρὸς | |
25 | πλανῶσα καὶ σαίνουσα εἰς συνουσίαν· συγγινομένη γὰρ κυνὶ τίκτει τὸν καλούμενον ἀλωπόν. ἐὰν δὲ ἄρσην ᾖ, ἡ δὲ κύων θήλεια, τίκτεται Λακωνικὸς κύων, ὥσπερ συγγινομέ‐ νων κυνὸς καὶ τίγριδος τίκτεται ὁ Ἰνδικὸς κύων. | |
6 | κεφ. ϛʹ. περὶ ἐχίνου χερσαίου. ὅτι ὁ ἐχῖνος φονεύει τὸν ὄφιν μαχόμενος καὶ ταῖς ἀκάνθαις περιπείρων αὐτὸν κατατέμνει. ὅτι ὁ ἐχῖνος νικᾷ τὴν ἀλώπεκα τῇ μάχῃ, μὴ δυναμένην | |
5 | αὐτοῦ βιάσασθαι τὰς ἀκάνθας. ὅτι ὁ ἐχῖνος τοὺς μέλλοντας πνεῖν ἀνέμους προσημαίνει· | |
φράττων γὰρ αὐτοῦ τὸν φωλεὸν ὅθεν μέλλει πνεῖν ὁ ἄνε‐ μος ἑτέρωθεν ἀνοίγει πρὸς τὸν ἤδη παυσάμενον. καὶ δή τις τοῦτο κατανοήσας ἔδοξε τῶν ἀνέμων προγινώσκειν τοὺς | 7 | |
10 | πνεύσοντας ἀπαγγέλλων. ὅτι ὥρᾳ θέρους τινάσσων τὰς σταφυλὰς ἀπὸ τῆς ἀμπέ‐ λου κατέρχεται καὶ κυλίσας ἑαυτὸν ταῖς ἀκάνθαις περι‐ πείρει τὰς ῥᾶγας, καὶ οὕτως ἔρχεται ἐπὶ τὸν φωλεὸν ὡς ἔχει κομῶν ταῖς σταφυλαῖς. | |
15 | ὅτι ἡ χολὴ αὐτοῦ λειαινομένη σὺν κηρῷ τὰ τεθνηκότα ἔμβρυα καταφέρει. | |
7 | κεφ. ζʹ. περὶ λύκου. ὅτι ὁ λύκος ἐὰν πρότερος ἴδῃ τινά, ἐνεὸν αὐτὸν ποιεῖ καὶ ἄφθογγον ὥρας τινάς. ὅτι φύσει τοῖς προβάτοις πολέμιός ἐστι καὶ ἁρπάζων αὐτὰ πολλάκις τῇ οὐρᾷ μαστίζων ἐλαύνει, κἀκεῖνα αὐτομά‐ | |
5 | τως ἀκολουθεῖ. ὅτι ἡνίκα ὑπὲρ μέτρον φάγοι, φυσᾶται αὐτοῦ ἡ γλῶσσα καὶ φράσσει τὸν λαιμὸν αὐτοῦ. ὅτι οὕτως ἐχθρωδῶς ἔχει πρὸς τὰ πρόβατα ὥστε εὑ‐ ρισκομένης πολλάκις χορδῆς αὐτοῦ ἐν κιθάρᾳ τὰς ἄλλας | |
10 | τῶν προβάτων χορδὰς ἀργεῖν καὶ κρουομένας μὴ φθέγ‐ γεσθαι. τοῦτο δὲ καὶ ἐπὶ τυμπάνων ὁμοίως. ὅτι λυκάβας λέγεται ὁ ἐνιαυτὸς ἀπὸ πορθμοῦ τῶν λύ‐ κων. ὅτι τῶν ὑπὸ λύκων ἐσθιομένων προβάτων τὰ κρέα ἡδέα | |
15 | ἐστί, τὰ δὲ ἀπὸ τῶν ἐρίων αὐτῶν γινόμενα ἱμάτια φθεῖρας πολλοὺς ποιεῖ. ὅτι πολλὰ εἴδη τῶν λύκων ἐστίν. ὅτι ἐὰν δύο λύκοι ὁμοῦ ἁρπάσωσι πρόβατον καὶ τῷ τῶν ὀδόντων τιναγμῷ διέλωνται αὐτό, εἰς ἴσα γίνεται ὁ | |
20 | διαμερισμός. ὅτι ὁ λύκος ἡνίκα νοσεῖ ἐσθίει γῆν. ὅτι τὸν ψιττακὸν φίλον ἔχει, ὡς δορκὰς τοὺς πέρ‐ δικας, ὡς ἔλαφοι τοὺς ἀτταγᾶς, ὡς ἵπποι τὰς ὠτίδας, ὡς αἶγες τοὺς ἰχθῦς τοὺς σαργούς, ὅτε πρὸς τοῖς ὕδασι λού‐ | 8 |
25 | ονται. ὅτι ὁ λύκος σφόνδυλον οὐκ ἔχει, ἀλλ’ ἓν ὀστοῦν, ὡς ὁ λέων καὶ ἡ ὕαινα· ὅθεν ἐπ’ εὐθεῖαν αὐτοῖς ἐστὶν ὁ δρό‐ μος. ὅτι ὀδόντα αὐτοῦ εἴ τις φορέσειεν, οὐ φοβεῖται λύκον, | |
30 | καὶ ἵππος φορῶν αὐτὸν ταχύτατος γίνεται. ὅτι φοβεῖται ὁ λύκος τὴν σκίλλαν, ὡς ὁ λέων τὴν πρῖ‐ νον καὶ ἡ πάρδαλις τὴν κράνειαν. ὅτι ὀστοῦν φρύνου κατέχων τις κοιμίζει τὸν λύκον. ὅτι ἐστι λύκος κατεσθίων σίδηρον καὶ τοὺς λίθους. | |
35 | κρύπτεται δὲ κατὰ τὸν καιρὸν τοῦ Σειρίου κυνὸς ἕως οὗ καταψύξῃ ὁ ἀήρ. | |
8 | κεφ. ηʹ. περὶ ὕστριγγος. ὅτι ἡ ὕστριγξ μέγεθος λύκου ἔχει κατὰ τὸ ἔλαττον. ὅτι ἐν τῷ νώτῳ ἔχει ἀντὶ τριχῶν ὡς σκώλους τινὰς καὶ ἀκάνθας μεγάλας, ἀφ’ ὧν αἱ γυναῖκες χρυσώσασαι ποιοῦσι | |
5 | περόνας εἰς τοὺς ἑαυτῶν πλοκάμους. ὅτι ταύτας τοξεύει φεύγουσα καὶ ἄνδρα καὶ κύνα πολ‐ λάκις θηρευτικὸν ἀναιρεῖ. | |
9 | κεφ. θʹ. περὶ τίγρεως ἐν ταὐτῷ καὶ γρυπός. ὅτι ἐν τῷ πολέμῳ τῷ κατὰ Κρόνον καὶ Δία ἀπὸ τοῦ αἵματος τῶν Τιτάνων θηρία ἐγένοντο ἐν πάσῃ τῇ γῇ. ὅτι τῶν Αἰθιόπων τὰ θηρία μείζονα καὶ φοβερώτατα | |
5 | τυγχάνει. ὧν ἐστὶ καὶ ἡ τίγρις, ἥτις συλλαμβάνουσα τίκτει | |
ἐξ ἀνέμου. ὅτι δυσχερῶς ζῶσά ποτε συλλαμβάνεται ἢ ἡμεροῦται, σφόδρα ταχυτάτη οὖσα ὡς ἐξ ἀνέμου γεννωμένη. ὅτι τοὺς σκύμνους αὐτῆς ἀπούσης ἁρπάζοντες οἱ θη‐ | 9 | |
10 | ρευταὶ βάλλουσιν ἐν ὑαλίνοις ἀγγείοις, καὶ ὅταν καταληφ‐ θῶσιν ὑπὸ τῆς μητρὸς ταχυτάτης οὔσης, ῥίπτουσιν ἀγγεῖον ἕν, καὶ περὶ τοῦτο αὐτῆς ἀπησχολημένης καὶ ὑπὸ τῆς τοῦ τέκνου ἐν τῷ ὑελίῳ μορφῆς ἀπατωμένης οἱ ἱππεῖς τὴν ἄλ‐ λην ἔχοντες θήραν διαφεύγουσιν. | |
15 | ὅτι ὁ σκύμνος αὐτῆς ἡμεροῦται καὶ μετὰ παίδων καὶ κυνῶν τρεφόμενος ἀγελάζεται. ὅτι ἡ τίγρις ἐπιπηδῶσα δράττεται αὐτοῦ τοῦ γρυπός, ὅτε ἐκεῖνος ἁρπάζει τὰ τέκνα αὐτῆς, καὶ οὐ μεθίησιν ἕως ἐκεῖνος ἀλγῶν ῥίψῃ αὑτὸν μετ’ αὐτῆς εἰς τὴν θάλασσαν. | |
20 | ὅτι ἡ τίγρις πολλάκις τὸν γρῦπα τὸν ὄρνιν μείζονα ὄντα καὶ ὑπὲρ λέοντα φονεύει. ὅτι ὁ γρὺψ τὸ στῆθος καὶ τὰ ἔτι ἀνώτερα ἵππου ἔχει, τὸ δὲ ῥάμφος καὶ τὰ πτερὰ ὀρνέου, τὴν δὲ οὐρὰν καὶ τὰ νῶτα λέοντος. | |
25 | ὅτι ἀγρεύεται ὁ γρὺψ ὑπὸ ἀνθρώπων καὶ τὰ πτερὰ αὐτοῦ ποιοῦσι βελοθήκας καὶ τοὺς ὄνυχας ποτήρια μεγάλα. ὅτι βόας ἁμάξῃ συνδέουσι καὶ βάρος ἐπιβάλλουσιν αὐτῇ, ὁ δὲ γρὺψ καὶ βοῦν σθένων ἁρπάσαι τοὺς ὄνυχας περιελίσσει. οὓς λῦσαι οὐ δύναται, καὶ μὴ δυνάμενος | |
30 | τοσοῦτον βάρος ἀνακουφίσαι μένει ἐνεχόμενος. καὶ ὅτι ἀνὴρ ὑπὸ τὴν τοιαύτην ἅμαξαν κρύπτεται, καὶ ὅτε ἐνσχεθῇ, ἐπιπηδῶν καίει αὐτοῦ τὰς πτέρυγας. ὅτι γηράσκων ἀποθνήσκει ὑπὸ λιμοῦ, τοῦ ῥάμφους αὐτοῦ τῷ χρόνῳ περιελισσομένου κἀντεῦθεν μὴ συγχωροῦν‐ | |
35 | τος τροφῆς αὐτὸν μεταλαμβάνειν. | |
10 | κεφ. ιʹ. περὶ ἱπποτίγρεως. ὅτι ὁ ἱππότιγρις ἔοικε | |
τοῖς ἀγρίοις ὄνοις. ἔστι δὲ ταχύτατον ζῷον. ὅτι ἐστιγμένον τὸ δέρμα ἔχει, τὴν δὲ χρόαν ὡς ἀπὸ τέφρας. | 10 | |
5 | ὅτι ἐν τῷ τῆς Ῥώμης θεάτρῳ ἐζεύχθησαν ὑπὸ ἡνιόχων ἐλαυνόμενοι καὶ παρέσχον θαυμαστὴν θέαν. ὅτι βασιλὶς νύμφη ἐπόμπευσεν ἐπὶ τοιούτῳ ἅρματι. | |
11 | κεφ. ιαʹ. περὶ παρδάλεως. ὅτι δύο γένη ἐστὶ παρδά‐ λεων, τῶν μὲν μεγάλων καὶ μικράν ....... οὐρὰν ἐχουσῶν. ὅτι ἐν τῇ οὐρᾷ ἔχει ἡ πάρδαλις κέντρον ὡς ἐπὶ τοῦ λέοντος καὶ τὴν γλῶσσαν σαρκοφάγον. | |
5 | ὅτι αἱ παρδάλεις τροφοὶ ἦσαν τοῦ Διονύσου, καὶ ὅτι ὁ Πενθεὺς τὸν Διόνυσον ἠτίμασε, καὶ ηὔξαντο θηρία γε‐ νέσθαι καὶ διασπαράξαι τὸν Πενθέα, καὶ τοῦτο ἐγένοντο καὶ τὸν ἄνδρα διέφθειραν. ὅτι φιλοῦσι τὸν οἶνον αἱ παρδάλεις κἀντεῦθεν ἀγρεύον‐ | |
10 | ται ὑπὸ τῶν θηρευτῶν τῷ προσφερομένῳ πολλῷ οἴνῳ μεθυσκόμεναι καὶ ἀποκοιμώμεναι. ὅτι τέχνῃ ἀγρεύουσι τοὺς αἰγάγρους, τὰς τριόδους κόπρῳ καὶ οὔρῳ φράττουσαι. ὅτι νοσοῦσαι τὸ πάθος τὸ καλούμενον παρδαλίαγχος | |
15 | κόπρον ἐσθίουσι καὶ ὑγιαίνουσιν. | |
12 | κεφ. ιβʹ. περὶ λεοπάρδου. ὅτι ἐκ συνουσίας λέοντος καὶ παρδάλεως τίκτεται. ὅτι ἡνίκα λέαινα τίκτει ἐκ παρδάλεως, κρύπτει τὸ τεχθὲν καὶ ἑαυτὴν ἵνα μὴ ὁ λέων εὑρὼν διασπαράξῃ. | |
5 | ὅτι ἐν πολλοῖς λούεται ποταμοῖς ἵνα ἀπορρύψηται τὴν ὀσμήν· ἐὰν γὰρ αἴσθηται ὁ λέων, ἀναιρεῖ καὶ οὐκέτι οὐδὲ ἄλλῃ συγγίνεται. | |
13 | κεφ. ιγʹ. περὶ θώων. ὅτι τῶν θώων δύο γένη εἰσίν. ὅτι ἐν χειμῶνι δασύτριχες οἱ θῶές εἰσι καὶ ἐν ἔαρι λεῖοι τὰ δέρματα. ὅτι ἄνδρα οὐ βλάπτει ὁ θώς, ἀλλὰ κύνας καὶ ἐλάφους | |
5 | ἐνεδρεύων ἀγρεύει. ὅτι τοῦ λέοντος θεράπων εἶναι δοκεῖ· καταλαμβάνων γὰρ τὴν ἔλαφον τὸ αἷμα πίνει καὶ φανέντι τῷ λέοντι ταύ‐ την καταλιμπάνει, ὥσπερ τῆς θήρας τὰ ἀριστεῖα αὐτῷ προσφέρων τῆς ἀρετῆς ἕνεκα καὶ ἵνα αὐτὸν μὴ βλάψῃ. | 11 |
14 | κεφ. ιδʹ. περὶ πάνθηρος. ὅτι ὁ πάνθηρ ὡς ἐκ πολλῶν τῶν θηρίων τῆς μητρὸς συλλαβούσης τίκτεται. ὅτι ὁ Ἰνδικὸς πάνθηρ μύρου ὄζων διὰ τῆς εὐωδίας τὰ θηρία ἐφελκόμενος ἐπὶ τὸν ἴδιον ἄγει φωλεὸν καὶ κατεσθίει. | |
15 | κεφ. ιεʹ. περὶ αἰγάγρου. ὅτι ὁ αἴγαγρος ταχύτατός ἐστι καὶ ὡς πετόμενος ἀεὶ περιφέρεται ἐν τοῖς κρημνοῖς. ὅτι ἡνίκα βιάζεται ὑπὸ τῶν θηρευτῶν ἀπὸ τοῦ κρημνοῦ πηδᾷ εἰς βάθος κατὰ τῶν κεράτων καὶ οὐ βλάπτεται, ἐὰν | |
5 | δὲ μὴ κατ’ αὐτῶν κατενεχθεὶς τύχῃ, κατακλᾶται. ὅτι ὁ αἴγαγρος τὸν πατέρα γηρωκομεῖ καὶ ὅτε τῷ γήρει μὴ προϊέναι δύναται τῷ στόματι φέρων αὐτῷ βοτάνην καὶ ὕδωρ ἀποτρέφει, ὥσπερ κατὰ θάλασσαν αἱ ἀλκυόνες τὸν κηρύλον, πατέρα αὐτῶν· οὕτω γὰρ ὀνομάζεται γηράσκων ὁ | |
10 | ὄρνις. ὁμοίως δὲ καὶ πελαργοὶ τὸ αὐτὸ ποιοῦσιν. ὅτι ὁ αἴγαγρος φιλεῖ μᾶλλον τὰ ἴδια τέκνα, ὥστε καὶ ἀγρευομένοις ἀκολουθεῖ καὶ κοινωνεῖν τῆς τύχης ἐθέλει. ὅτι ἐν τῷ κέρατι ὡς τρύπημα ἔχει δι’ οὗ τὸν ἀέρα ἕλκει καὶ τὴν πνοὴν ὡς ἐπὶ ῥινός· ἐὰν δέ τις αὐτὸ φράξῃ, | |
15 | ἀποθνήσκει. | |
16 | κεφ. ιϛʹ. περὶ τῶν ἐν Κρήτῃ αἰγῶν. ὅτι ἐν Κρήτῃ αἶγες τοξευόμεναι ἐσθίουσι βοτάνην δίκταμον καὶ εὐθὺς ἀποβάλλουσι τὸ βέλος καὶ ὑγιεῖς γίνονται. ὅτι τῶν Καππαδοκῶν αἱ αἶγες κείρονται τὸ αἴγειον ἔριον. | |
17 | κεφ. ιζʹ. περὶ δόρκου. ὅτι ἐὰν διωκόμενος δόρκος μι‐ κρὸν στῇ καὶ οὐρήσῃ, πλέον τρέχει καὶ διαφεύγει. ὅτι οἱ δόρκοι καὶ οἱ πέρδικες ἀλλήλων φίλοι εἰσίν· | |
ὅθεν ὑπ’ ἀλλήλων διὰ τῶν θηρευτῶν ἀγρεύονται. | 12 | |
5 | ὅτι ὅπου ἂν ἐκ τῆς ἀγέλης εἷς ἀποπατήσῃ, ἐκεῖ καὶ οἱ ἄλλοι. ἀγελάζονται δὲ μετὰ τῶν ὀνάγρων. | |
18 | κεφ. ιηʹ. περὶ λαγωοῦ. ὅτι τῶν λαγωῶν ἡ θήλεια τίκτει καὶ ἕτερον ἔχουσα ἐν τῇ γαστρὶ ἐπικυΐσκεται καὶ ἔτι καὶ γάμῳ προσέρχεται. ὅτι ὁ λαγὼς ποτὲ μὲν γίνεται ἄρρην, ποτὲ δὲ θήλεια. | |
5 | ὅτι αἱ θήλειαι ὅτε κύουσι βραδεῖαί εἰσιν ὁμοίως καὶ ἐν πηλῷ βαδίζουσαι· ἐν δὲ ἔαρι ταχεῖς μᾶλλον οἱ λαγωοί. ὅτι δειλοὶ ὄντες ἐν τῷ καθεύδειν τοὺς ὀφθαλμοὺς ἔχου‐ σιν ἠνεῳγμένους. ὅτι ἡ χροιὰ αὐτῶν ἔοικε τῇ γῇ ἐν ᾗ διατρίβουσιν. | |
10 | ὅτι φεύγει τὸν ἀετὸν ὀξέως ὁρῶν. ὅτι ἐν Ἰθάκῃ λαγωὸς οὐκ ἔστιν, ἐὰν δὲ εἰσέλθῃ, προστρέχων εἰς τὴν θάλασσαν ἀποθνήσκει. | |
19 | κεφ. ιθʹ. περὶ χελώνης. ὅτι ἀπὸ χελώνης κιθάραν ὁ Ἑρμῆς ἐποίησεν, ὅθεν καὶ χέλυς λέγεται ἡ κιθάρα, καὶ τῷ· Ἀπόλλωνι ἔδωκεν ἀντὶ βοῶν οὓς ἔκλεψεν. ὅτι ἡνίκα φάγοι ὄφιν ἐπεσθίει φυτὸν ὀριγάνου καὶ οὐ | |
5 | βλάπτεται. ὅτι ἀπὸ θαλασσίας χελώνης εἰσὶν αἱ χερσαῖαι· ἐξιοῦσα γὰρ τῆς θαλάσσης τὰ ᾠὰ συντίθησιν ἐν τῇ γῇ, καὶ ὅσα τῶν ᾠῶν ἐκβάλλει χελώνας προσεχούσας εἰς τὴν θάλασσαν, θαλάσσιαι γίνονται, ὅσα δὲ ἀντεστραμμένας πρὸς τὴν γῆν, | |
10 | χερσαῖαι γίνονται. ὅτι ἡ χελώνη ἐσθίει τὰς ψύλλας. ὅτι ἐάν τις ῥίψῃ αὐτὴν εἰς νῶτα, στραφῆναι οὐ δύναται οὔτε ἐν τῇ γῇ οὔτε ὁμοίως ἐν θαλάσσῃ. ὅτι παρ’ αἰγιαλὸν ἐὰν ἐν τῷ ἡλίῳ ξηρανθῇ, οὐκέτι | |
15 | δῦναι εἰς τὴν θάλασσαν. | |
20 | κεφ. κʹ. περὶ σκιούρου. ὅτι ὁ σκίουρος τῇ οὐρᾷ ὑπό‐ σκιος γίνεται ὡς ὁ ταώς· ἐκεῖθεν οὖν καὶ λέγεται σκίουρος. | |
21 | κεφ. καʹ. περὶ βουνάσου. ὅτι ὁ βούνασος ἐν Παιονίᾳ θηρίον ἐστὶ μέγα, ὡς βοὸς φυὴν ἔχων καὶ εἶδος. τὸ δὲ | |
αὐτοῦ δέρμα καλύπτει ὅλον οἶκον. ὅτι διὰ τὰς τρίχας τὰς κατὰ τῆς ὄψεως αὐτοῦ ὀρθῶς | 13 | |
5 | οὐχ ὁρᾷ ἀλλὰ πλαγίως. ὅτι ἡ χρόα αὐτοῦ ἔοικε τῇ γῇ καὶ τοῖς τόποις ἔνθα διατρίβει. ὅτι κέρατα ἔχει διὰ τὸ ἀντινεύειν ἀλλήλοις μὴ βλάπ‐ τοντα. | |
10 | ὅτι κόπρῳ τῆς γαστρὸς θερμοτάτῃ οὔσῃ καὶ δυσώδει ἀμύνεται καὶ καίει κύνας ἀγρευτὰς καὶ ἄνδρας μακρὰν ἀκοντίζων, καὶ αὐτῇ τῇ κόπρῳ φυλάττει τὰ τέκνα, ὡς καὶ ἄλλα ζῷα φυσικοῖς τισίν. | |
22 | κεφ. κβʹ. περὶ ὀνάγρου. ὅτι ὁ ὄναγρος ζῷόν ἐστι τα‐ χύτατον, τῆς δὲ πάσης ἀγέλης πολλάκις ἐστὶν ἡγεμών, καὶ τὸ μὲν γεννώμενον θῆλυ ἐᾷ ζῆν, τὰ δὲ ἄρρενα ἢ φονεύει ἢ τὰ αἰδοῖα κατεσθίει ἵνα μὴ ἄλλος τῆς ἀγέλης κρατῇ. | |
5 | ὅτι ἡνίκα διώκεται, τοῖς ποσὶ λακτίζων λίθους ἀκον‐ τίζει καὶ ἀμύνεται τοὺς διώκοντας. ὅτι ἡ μεγάλη στρουθὸς ἡ λεγομένη στρουθοκάμηλος ταὐτὸ ποιεῖ. ὅτι παμφάγος ἐστὶν ἡ στρουθὸς καὶ πολλάκις ἐσθίουσα | |
10 | σίδηρον πέττει καὶ κατατήκει αὐτόν. ὅτι ἡνίκα λίθους μὴ εὕροι εἰς τὸ ἀμύνεσθαι καὶ διω‐ κομένη καταληφθείη, κρύπτουσα τὴν κεφαλὴν ὅλον νομίζει κρύπτειν τὸ σῶμα καὶ διασπαράττεται ὑπὸ τῶν κυνῶν μὴ ὁρῶσα. | |
15 | ὅτι ἡ στρουθὸς καὶ ὁ ὄναγρος κατὰ τὴν φορὰν τῶν λίθων ὅμοιοι. | |
23 | κεφ. κγʹ. περὶ ὄρυγος. ὅτι ἐστὶν ὄρυξ θηρίον κερατῶ‐ δες καὶ ἕτερος ὄρυξ σκώληξ, ὡς κερατώδης. ὅτι ὁ Νεῖλος καὶ ὁ Ὑδάσπης οἱ ποταμοὶ ὄρυγας τρέ‐ φουσιν. | |
5 | ὅτι οἱ Αἰγύπτιοι ἱερεῖς σέβουσι τοὺς ὄρυγας, ἐπειδὴ αὐτοὶ τὸν Σείριον κύνα προμηνύουσι πταρνύμενοι φανερῷ πταρμῷ. | |
ὅτι κατάσκοπον ἀεὶ ἔχουσι, καὶ ὅτε μηνύσειεν αὐτοῖς διὰ πταρμοῦ ἐπερχόμενον θηρίον, εὐθὺς φάλαγγας ποιοῦν‐ | 14 | |
10 | τες τοὺς ἀσθενεστέρους φυλάττουσιν. ὅτι ἐπερχόμενον λέοντα ἢ ἄλλο θηρίον τοῖς κέρασι δέ‐ χεται ὁ ὄρυξ καὶ ἀναιρεῖ, ἔσθ’ ὅτε καὶ αὐτὸς ἀναιρεῖται. | |
24 | κεφ. κδʹ. περὶ καμηλοπαρδάλεως. ὅτι ἡ καμηλοπάρ‐ δαλις ζῷόν ἐστιν Ἰνδικόν· γίνεται δὲ ἀπὸ ἐπιμιξίας ζῴων ἑτερογενῶν. ὅτι διὰ Γάζης παρῆλθέ τις ἀνὴρ ἀπὸ τῶν Ἰνδικῶν, | |
5 | Ἀελίσιος δὲ τὸ γένος, ἄγων δύο καμηλοπαρδάλεις καὶ ἐλέ‐ φαντα τῷ βασιλεῖ Ἀναστασίῳ. τοῦτο ἐθεάθη καὶ ἐφ’ ἡμῶν· τῷ γὰρ βασιλεῖ τῷ Μονομάχῳ καὶ ἄμφω ταυτὶ τὰ ζῷα προσαχθέντα ἐξ Ἰνδίας ὡς θαῦμα ἐπὶ τοῦ τῆς Κων‐ σταντινουπόλεως θεάτρου ἑκάστοτε τῷ λαῷ ἐπεδείκνυντο. | |
25 | κεφ. κεʹ. περὶ ἐλέφαντος. ὅτι ὁ ἐλέφας γόνατα οὐκ ἔχει. ὅτι προβοσκίδα ἔχει, δι’ ἧς πάντα ποιεῖ ὡς διὰ χειρός. ὅτι ὀδόντας ἔχει μεγάλους ἢ κέρατα. ὅτι γυναῖκες ᾄδουσαι θέλγουσιν αὐτὸν καὶ πρὸς θήραν | |
5 | ἄγουσιν, ὥσπερ καὶ τὸν κασσίτερον παρθένος ἐξάγει. ὅτι παρὰ τοῖς Μαύροις δόλῳ καὶ τάφροις ἀγρεύονται. ὅτι εὐνομοῦσι καὶ σωφρονοῦσι καὶ ἡγεμόνα ἔχουσι καὶ τοὺς ποταμοὺς παρέρχονται βαστάζοντες αὐτῶν τὰ τέκνα. | |
ὅτι ἀνὰ μίαν ἕκαστος γαμετὴν ἔχουσιν, ὡς οἱ σωφρο‐ | 15 | |
10 | νέστατοι ἄνθρωποι, καὶ ἐάν τις μοιχεύσῃ παρ’ αὐτοῖς, παρὰ τῶν ἄλλων ἀπόλλυται. ὅτι ἐχθροὺς ἔχουσι τοὺς δράκοντας καὶ πολλάκις φο‐ νεύουσί τε αὐτοὺς καὶ φονεύονται ὑπ’ αὐτῶν. ὅτι λίθους τιμίους ἔχουσιν οἱ δράκοντες ἐν τοῖς αὐτῶν | |
15 | ὀφθαλμοῖς. τούτους δὲ γοητεύοντες οἱ Ἰνδοὶ κοιμίζουσι καὶ ἀναιροῦσι καὶ ἀφαιροῦνται τοὺς λίθους· πολλάκις δὲ καὶ ὑπ’ αὐτῶν εἰς τοὺς φωλεοὺς ἕλκονται οἱ θηρευταὶ καὶ ἀπόλλυνται. ὅτι οἱ Ἰνδοὶ ἐσθίοντες τὴν τῶν δρακόντων καρδίαν ἢ | |
20 | τὸ ἧπαρ νοοῦσι τί τὰ ἄλογα ζῷα φθέγγονται. ὅτι πύργους οἱ ἐλέφαντες ἔχουσι ξυλίνους ἐπὶ τῶν νώ‐ των πεπληρωμένους ὁπλιτῶν καὶ μάχονται. ὅτι φοβοῦνται τοὺς χοίρους καὶ τοὺς μύας. | |
26 | κεφ. κϛʹ. περὶ κυνός. ὅτι ζῷον τοῦ Ἑρμοῦ ὁ κύων. ὅτι ἀπὸ διαφόρων ἐθνῶν διάφοροί εἰσι κύνες κατὰ τὴν ἀρετήν. ὅτι ἐάν τις χρίσῃ κεφαλὴν κυνὸς ἀπὸ λίπους γυπὸς καὶ | |
5 | ἀκούσῃ αὐλητοῦ, μένει σκιρτῶν καὶ ὀρχούμενος. ὅτι κυνὸς ὀδόντες λυσσῶντος κυνὸς τὸ δῆγμα παύουσιν· ἀνάγουσι δὲ καὶ τῶν παίδων τοὺς ὀδόντας καὶ τοὺς ἰκτε‐ ρικοὺς θεραπεύουσι καὶ ὑλακτεῖν κύνα οὐκ ἐῶσιν. ὅτι κύνες ὀνείρους βλέπουσιν, ὥς φησιν Ἀριστοτέλης. | |
10 | ὅτι κατὰ τὴν ἀνατολὴν τοῦ Σειρίου οἱ κύνες λυσσῶσι, παύονται δὲ λουόμενοι. ὅτι κύων ἐσθίων βοτάνην καὶ σίτου ἄνθος κενοῖ τὴν γαστέρα καὶ τοὺς ἕλμινθας. ὅτι ἀπὸ δίψους ἐγγίνονται τοῖς κυσὶ κρότωνες. | |
15 | ὅτι τρεῖς νόσους ἔχουσι κύνες, κυνάγχην καὶ ποδάγραν καὶ λύσσαν. ὅτι οἱ δακνόμενοι ὑπὸ λυσσῶντος κυνὸς φοβοῦνται τὸ | |
ὕδωρ καὶ σπανίως ζῶσι πίνοντες μετὰ δεξιοῦ τῆς ὑαίνης ἀπὸ πότον διαφεύγουσιν οἱ θύοντες σκύλακα κυνὸς καὶ τὴν | 16 | |
20 | πυτίαν σὺν ὕδατι πίνοντες. ὅτι ἐάν τις δείξῃ τοῖς δηχθεῖσιν ἔσοπτρον καὶ ἴδωσιν ἐν αὐτῷ σκιὰν κυνός, ἀποθνήσκουσιν, ἐὰν δὲ ἀνθρώπου, ζῶσιν. | |
27 | κεφ. κζʹ. περὶ ἵππου. ὅτι ἀπὸ διαφόρων ἐθνῶν εἰσὶ διάφοροι ἵπποι κατ’ ἀρετήν. ὅτι ἵππος συνουσίας ἐρῶσα ἐὰν ἀποκαρῇ τὰς τρίχας παύεται, ὁμοίως δὲ καὶ γυμναζομένη. | |
5 | ὅτι ἡ παχεῖα γονὴ τῆς ἵππου ἐστὶ τὸ λεγόμενον ἱππο‐ μανές, ὅπερ λείχουσαι αἱ ἵπποι ἀπὸ τοῦ μετώπου τῶν τικτομένων πώλων στέργουσιν αὐτούς. τούτῳ δὲ καὶ φαρ‐ μακίδες χρῶνται πρὸς ἔρωτα. ὅτι οἱ ἵπποι ὀστοῦν ἔχουσιν ἐν τῇ καρδίᾳ καὶ τῶν | |
10 | βοῶν ὀλίγαι. ὅτι ὁ ἄρσην ἵππος ζῇ ἔτη πέντε καὶ τριάκοντα, ἡ δὲ θήλεια τεσσαράκοντα· ἤδη δέ τις ἵππος ἔζησεν ἔτη ἑβδο‐ μήκοντα καὶ πέντε. ὅτι ὅσον ζῶσιν οἱ ἵπποι ὀχεύουσι, καὶ ὀχεύονται χωρὶς | |
15 | δύο ἐτῶν τῆς νεότητος καὶ δύο ἐτῶν τοῦ γήρως. ὅτι αἱ ἵπποι ἀποθνησκουσῶν τῶν ἄλλων τοκάδων τοὺς πώλους αὐτῶν θηλάζουσιν. ὅτι ἐὰν θέλῃ τις ἵππον ποικίλον ἔχειν, παρὰ πηγὴν γράφει ἵππον τοιοῦτον, καὶ ὁρῶσα ἡ ἵππος τὸ γεγραμμένον | |
20 | τίκτει τοιοῦτον. τοῦτο δὲ καὶ ἐπὶ περιστερῶν. καὶ ἐν Λακεδαιμονίᾳ νεανίσκους γράφουσι καλοὺς ἐν τοῖς θαλά‐ μοις τῶν κυουσῶν γυναικῶν. ὅτι οὐκ ἐπιβαίνει ὁ ἵππος μητρὸς ἢ ἀδελφῆς αὑτοῦ. ὅτι διὰ θήλειαν δύο μάχονται, καὶ ὁ νικῶν ἰδίαν αὐ‐ | |
25 | τὴν ἔχει καὶ συνήθη, ἐχθροὶ δὲ ὄντες ἀλλήλων τὴν φωνὴν | |
μακρότατα γινώσκουσιν. ὅτι ὀνείρους ὁρῶσιν οἱ ἵπποι, τῶν δὲ ἀνθρώπων εἰσί τινες οἳ οὐδέποτε θεωροῦσιν ὀνείρους, ἅπαξ δὲ θεασάμενοι ἐν τῷ βίῳ συμφορὰν ὑπέστησαν ἢ θάνατον. | 17 | |
30 | ὅτι τὰς καμήλους φοβοῦνται ἐὰν μὴ συνήθεις ὦσιν. ὅτι τὸ ὕδωρ ἐὰν εὕρωσι καθαρόν, θολοῦντες πίνουσιν. ὅτι σανδαράκην ἐὰν πίνωσιν ἀποθνήσκουσι, καὶ τὰ ἄλλα κτήνη ὁμοίως. ὅτι ἵππος ἐὰν πυρέξῃ ἀποθνήσκει. | |
35 | ὅτι κείρουσιν αὐτάς, καὶ οὕτως ὄνους δέξασθαι εἰς συνουσίαν ἀνέχονται καὶ ἡμιόνους τίκτουσιν. | |
28 | κεφ. κηʹ. περὶ βοός. ὅτι οἱ ταῦροι μέγαν πρὸς ἀλλή‐ λους ἔχουσι πόλεμον διὰ τὰς θηλείας. ὅτι ἐὰν ὁ βουκόλος προστρίψῃ τῇ χειρὶ τοὺς μαστοὺς τῆς βοὸς τῆς δεομένης ὀχεύεσθαι καὶ ἱδρῶτος μεταλαβὼν προσ‐ | |
5 | άψῃ τοῖς μυκτῆρσι τῶν ταύρων, παύει αὐτοὺς τῆς μάχης. ὅτι αἱ βόες δύο μαστοὺς ἔχουσι καὶ θηλὰς τέσσαρας. ὅτι τῶν βοῶν τὸ αἷμα πήγνυται κατὰ τὴν καρδίαν τῶν πινόντων καὶ ἀναιρεῖ. ὅτι αἱ Ἐρυθραῖοι βόες σείουσι τὰ κέρατα ὡς τὰ ὦτα. | |
10 | ὅτι ὁ γάμος τῶν βοῶν ὡς τῶν ἐλάφων γίνεται ἐπίδρο‐ μος διὰ τὸ τοῦ αἰδοίου νευρῶδες. ὅτι ἐστὶ τετράκερως βοῦς συγγινόμενος ἵπποις, ἐξ οὗ καὶ ἵπποι οἱ λεγόμεναι κάλλαιοι. ὅτι εἰσὶ βόες ὀπισθονόμοι καλούμενοι διὰ τὸ αὐτοὺς εἰς | |
15 | τὸ ὀπίσω βόσκεσθαι εἰργομένους τῷ μεγέθει τῶν κεράτων. ὅτι ἐστὶ βοῦς βίσων καλούμενος, ὃς ἔχει τὴν γλῶσσαν ὡς σαρκοφάγον. ἔστι δὲ ἀπὸ Βιστωνίδος γῆς. | |
29 | κεφ. κθʹ. περὶ βουβάλου. ὅτι ὁ βούβαλος ἔχει τὸ μὲν ὅμοιον βοΐ, τὸ δὲ ἐλάφῳ ἐν τῇ Λιβύῃ. ὅτι ἔστιν ἕτερος βούβαλος ὑπὲρ τὰς Ἄλπεις πλησίον | |
Ῥήνου τοῦ ποταμοῦ. οὗτος δέ ἐστι λευκὸς καὶ φόνιος. | 18 | |
5 | ὅτι ἀγρευθεὶς εἶτα ἀπολυόμενος ἐπὶ τὴν ἰδίαν ἔρχεται ὕλην. τοῦτο δὲ ποιεῖ καὶ ὁ ἀστακὸς ἐν θαλάσσῃ. ὅτι ὁ βούβαλος οὐ καθεύδει. | |
30 | κεφ. λʹ. περὶ ἡμιόνου. ὅτι αἱ ἡμίονοι ἐκ διαφόρων γενῶν τικτόμεναι οὐ τίκτουσι καὶ πολὺν χρόνον ζῶσιν. ὅτι ἐν Ἀθήναις ἡμίονος ἔζησεν ἔτη ὀγδοήκοντα, ἀρι‐ στεύουσα ἐν τῷ ἔργῳ τοῦ ἱεροῦ τῆς Ἀθηνᾶς κτιζομένου. | |
5 | ἣν ἐψηφίσατο ὁ δῆμος μὴ εἴργεσθαι μήτε ληίου μήτ’ ἄλλου χρειώδους πρὸς οἰκείαν βοσκήν. ὅτι τὸ οὖρον γίνεται καθάρσιον ταῖς ἡμιόνοις, ὡς ταῖς γυναιξὶ τὸ καταμήνιον αἷμα, ὧν ὀσφραινόμενος ὁ ἄρσην τα‐ χέως γηράσκει. | |
31 | κεφ. λαʹ. περὶ ὄνου. ὅτι ἐν τοῖς ψυχροῖς τόποις φθεί‐ ρονται ταχέως οἱ ὄνοι. ὅτι παρὰ τοῖς Ὑπερβορέοις ὄνους θύουσι τῷ Ἀπόλλωνι διὰ τὴν σπάνιν τοῦ ζῴου. | |
5 | ὅτι ἐν Αἰγύπτῳ τυφὼς λέγεται ὁ ὄνος. ὅτι πάλαι ἐξ ὀστέων ὄνων αὐλοὺς ἐποίουν. ὅτι μίαν νόσον ἔχει τὴν μηλίδα. | |
ὅτι ἐὰν ὀγκήσηται τοὺς κύνας βλάπτει. ὅτι τὸν ὄνον ὁ αἴγιθος ὄρνις μισεῖ· ἐὰν γὰρ ὀγκήσηται, | 19 | |
10 | πίπτει αὐτοῦ τὰ ᾠὰ ἀπὸ τῆς καλιᾶς καὶ τὰ τέκνα. ὅτι ἐξ αὐτοῦ καὶ τοῦ ἵππου γίνονται ἡμίονοι. ὅτι φθεῖρας οὐ ποιεῖ οὐδὲ κρότωνας ὡς οἱ βόες· τὰ γὰρ ζῳύφια ταῦτα ἐξ ὑγρότητος καὶ σήψεως γίνονται. ὅτι εἰσὶ σύες μονώνυχες καὶ ὄνος Ἰνδικὸς μονώνυξ καὶ | |
15 | κερατώδης· τὸ δὲ κέρας αὐτοῦ ποιεῖ θεραπείαν καὶ μόνῳ ἀποφέρεται τῷ βασιλεῖ. | |
32 | κεφ. λβʹ. περὶ καμήλου. ὅτι αἱ κάμηλοι μέγα φορτίον φέρειν ἠδύναντο εἰ μὴ εἰώθεσαν καθεζόμεναι ἐπιφορτί‐ ζεσθαι καὶ οὕτως αὐτοῖς φορτίοις ἀνίστασθαι. ὅτι ἐν μεσημβρίᾳ πλέον τῶν ἄλλων ζῴων ὁδεύουσι καὶ | |
5 | πρὸς ἀστέρας ἐν νυκτὶ τὰς ὁδοὺς γινώσκουσιν· ὅθεν ἐπ’ αὐταῖς οἱ Ἰνδοὶ τὴν χρυσῖτιν κόνιν τῶν Ἰνδικῶν μυρμήκων κλέπτουσι πρὸς ἀνατολὰς ὁδεύοντες. ὅτι τῶν μυρμήκων ἐν τῷ καύματι ἐν τοῖς φωλεοῖς δια‐ τριβόντων κλέπτουσιν οἱ Ἰνδοὶ τὴν αὐτῶν χρυσόκονιν. | |
10 | ὅτι ζεύξαντες καμήλους τρεῖς, ὧν δύο ἄρρενας, καὶ ἐν μέσῳ θήλειαν γεννήσασαν, καὶ φορτώσαντες φεύγουσι τοὺς μύρμηκας διὰ τὸ μὴ καταληφθῆναι ἐλαύνοντες, καὶ τῶν ἀρρένων ἕπεσθαι μὴ δυναμένων ἡ θήλεια μόνη ἀντέχει κἀκείνους ἕλκει σπεύδουσα διὰ τὸ γέννημα αὐτῆς. | |
15 | ὅτι δίκυρτοί εἰσιν οἱ Βακτριαναὶ κάμηλοι. ὅτι εὐνουχίζουσι τοὺς ἄρσενας ἵνα μὴ ἐν πολέμῳ ἀτα‐ κτῶσιν. ὅτι ἓν μόνον ἀεὶ τίκτει ἡ κάμηλος, οὐδέποτε δὲ δίδυμα. ὅτι ὁ ἄρσην ἐν τῷ γαμεῖν ἐὰν ἴδῃ ἄνθρωπον, μαίνεται | |
20 | ἀνελεῖν. ὅτι ἐὰν ὁ καμηλίτης παρασκευάσῃ τὸν ἄρσενα ἐξ ἀγνοίας συγγενέσθαι τῇ ἰδίᾳ μητρὶ ἢ τῇ ἀδελφῇ, ἀναιρεῖται ὑπ’ αὐτοῦ. | 20 |
33 | κεφ. λγʹ. περὶ κάπρου. ὅτι ὁ κάπρος τοσοῦτον ἔχει θερμὸν τὸν ὀδόντα ὥστε τρίχα προσαπτομένην καίειν, καὶ ὑπὸ τοῦ δήγματος αὐτοῦ ἀπορρέουσιν αἱ τρίχες τῶν κυνῶν. ὅτι ἡ Λιβύη σύαργον οὐ τρέφει παντοῖα θηρία τρέφουσα. | |
5 | ὅτι τοῦ συὸς ἄγριος ὁ ἔρως ὥστε τὴν θήλειαν φεύγου‐ σαν πολλάκις ὑπ’ αὐτοῦ ἀναιρεῖσθαι. ὅτι τὸ γάλα τῶν χοίρων οὐ πήγνυται· εἰ δέ τις θηλά‐ σειεν ἄνθρωπος ἀπὸ χοίρου, λωβητὸς γίνεται. ὅτι ἐὰν σῦς πόλεμον ἔχῃ πρὸς ἕτερον, ἀναχωρῶν εἰς | |
10 | ὕλην γυμνάζεται συνεχῶς καὶ τὸ δέρμα κρατυνόμενος ἔρχεται καὶ ἀπαύστως μαχόμενος ἀναιρεῖ καὶ ἀναιρεῖται. ὅτι μόνος τῶν ζῴων ἀποβάλλων τὰ αἰδοῖα ἰσχυρότερος γίνεται. | |
34 | κεφ. λδʹ. περὶ προβάτων. ὅτι ἐν Λιβύῃ τοῦ ἔτους τρίτον κατὰ διαδοχὴν ἀλλήλων τίκτει τὰ θρέμματα. ὅτι ἐν Λιβύῃ θερμοτάτῃ οὔσῃ καὶ νομὰς ἐχούσῃ ταχέως κερατώδη τὰ πρόβατα γίνεται καὶ συνεχῶς τίκτει καὶ γάλα | |
5 | οὐ λείπει διὰ παντὸς ἐν αὐτῇ. ὅτι ἐν Λιβύῃ γένος ἐστὶ προβάτων ἄγριον μὲν ἠλίθιον δὲ καὶ εὐχερῶς ἀγρευόμενον· τὸ δὲ ἔριον αὐτῶν ἄχρηστόν ἐστιν. ὅτι ἐν Σκυθίᾳ διὰ τὴν τῶν ἀνέμων ψυχρότητα τὰ πρό‐ | |
10 | βατα κατὰ πλεῖστον μονότοκά ἐστι καὶ κέρατα οὐκ ἔχει. ὅτι ἐν Κρήτῃ εἰσὶ πρόβατα τέσσαρα κέρατα ἔχοντα. ὅτι ὅσα τῶν προβάτων ποικίλα ἐστὶ πάντως ὑπὸ τὴν γλῶσσαν ποικίλας ἔχει τὰς φλέβας. | |
35 | κεφ. λεʹ. περὶ σούβου. ὅτι ὁ σοῦβος ὡς πρόβατόν ἐστι | |
ξανθὸν καὶ λεῖον· φιλεῖται δὲ ὑπὸ τῶν ἰχθύων ἀμφίβιος ὤν, καὶ νηχόμενος αὐτοὺς κατεσθίει περὶ αὐτὸν συναγομέ‐ νους. ἀγρεύεται δὲ καὶ αὐτὸς πολλάκις ὑπὸ τῶν ἁλιέων. | 21 | |
36 | κεφ. λϛʹ. περὶ αἰλούρου. ὅτι ὁ αἴλουρος ὁ λεγόμενος παρ’ ἡμῖν κατὰ συνήθειαν Ῥωμαϊστὶ κάττα λέγεται ὡς ἐκ μίξεως πάρδου γένοιτο κατὰ τὴν Λιβύην. λέγεται δὲ ἡ θήλεια πορνικωτέρα εἶναι καὶ τὸν ἄρρενα σαίνειν ἐν συνουσίᾳ. | |
5 | ὅτι οἱ σκύμνοι φυλάττουσιν ἀλλήλους ἐν τῷ καθεύδειν, ἐὰν δέ τινα ἴδωσιν .... διασπαράττουσιν αὐτόν. τινὲς δὲ ταῦτα λέγουσι περὶ τῆς ἴκτιδος, ἥτις λέγεται ἐν τῇ ἡμετέρᾳ συνηθείᾳ αἴλουρος. | |
37 | κεφ. λζʹ. περὶ ἴκτιδος. ὅτι ἡ λεγομένη ἴκτις, ἣν ἡμεῖς καλεῖν εἰώθαμεν αἴλουρον, κατὰ τὸν τοῖχον ἕρπουσα τὰς κατοικιδίους ὄρνεις κατεσθίει· ἐὰν δὲ πέσῃ, φυσῶσα αὑτὴν καὶ πληροῦσα τὸ δέρμα ἀνέμου οὐ βλάπτεται. | |
5 | ὅτι ἐάν τις πήγανον βάλῃ ὅπου ἀεὶ αἱ ὄρνεις αὐλίζον‐ ται, οὐκ ἐπέρχεται αὐταῖς τὸ θηρίον ταχέως. ὅτι τὸ αἰδοῖον τοῦ θηρίου ὀστῶδές ἐστι καὶ συμβάλλεται εἰς θεραπείαν κύστεως ἐν δυσουρίᾳ. | |
38 | κεφ. ληʹ. περὶ μυῶν. ὅτι ἐν Λιβύῃ κοινὸν γένος μυῶν καὶ λαγωῶν. ὅτι ἐν Λιβύῃ μύες οὐ πίνουσιν. ὅτι πολλάκις ἐκ τοῦ ὀψίμου ὄμβρου μύες γίνονται. | |
5 | ὅτι καθεύδοντας ἀνθρώπους δάκνουσι μύες, καὶ ὃ μὲν δάκνει τὸν δάκτυλον, ὃ δὲ φυσᾷ καὶ ἀναίσθητον παρέχει. ὅτι εἰς τοὺς λύχνους τὰς οὐρὰς χαλῶντες τὸ ἔλαιον ἀνι‐ μῶσι καὶ λείχουσιν ὅτε τὰς κεφαλὰς οὐ δύνανται ἐμβαλεῖν. | |
39 | κεφ. λθʹ. περὶ γαλῆς. ὅτι ἡ γαλῆ διὰ τοῦ ὠτὸς τίκτει, οἳ δέ φασι διὰ τοῦ στόματος. ὅτι ἡ γαλῆ ἡνίκα πολεμεῖ πρὸς ὄφιν, πήγανον ἐσθίει· | |
τοῦτο γὰρ φεύγει ὁ ὄφις. ἔτι δὲ οἱ ὄφεις ἐσθίοντες ἀπ’ | 22 | |
5 | ἀλλήλων θανατηφόροι εἰσί. φοβεῖται δὲ τὸ σιαλῶδες τοῦ ἀνθρώπου. ὅτι καὶ αἱ μυγαλαῖ ἡνίκα ἐγκύμονες εἶεν ἐὰν δάκωσιν ἀναιροῦσιν. ὅτι ἐὰν δήξῃ ἐν ταῖς ἁμαξευομέναις ὁδοῖς τινὰ ἡ μυγαλῆ, | |
10 | ἀπὸ τοῦ πηλοῦ τοῦ ἐν τῷ τροχῷ τῆς ἁμάξης θεραπεύεται αὐτῆς τὸ δῆγμα. | |
40 | κεφ. μʹ. περὶ ἀσπάλακος. ὅτι ἀσπάλαξ ἐστὶ τυφλὴ γαλῆ, ὃς ὑπὸ τὴν γῆν ἕρπων ἐσθίει τὰς ῥίζας τῶν φυτῶν καὶ ξηραίνει αὐτά. ἀγρεύεται δὲ δόλῳ καὶ παγίσι. λέγεται δὲ εἶναι Φινεὺς καὶ μεταβληθῆναι εἰς θηρίον χόλῳ τοῦ | |
5 | Ἡλίου, ὥστε καὶ ἐὰν ὀφθῇ τῷ Ἡλίῳ, οὐκέτι δέχεται αὐτὸν ἡ γῆ. | |
41 | κεφ. μαʹ. περὶ χερσαίου κροκοδείλου. ὅτι φοβεῖται ὁ κροκόδειλος τὸν κρόκον· ἐκεῖθεν γὰρ τὸ ὄνομα ἔχει. ὅτι ἡ κόπρος αὐτοῦ ὀφθαλμοὺς ὠφελεῖ. ὅτι μάχεται σκορπίῳ καὶ οὐ βλάπτεται ἐσθίων βοτά‐ | |
5 | νην τινά. | |
42 | κεφ. μβʹ. περὶ κροκοδείλου. ὅτι οἱ κροκόδειλοι ἐν δύο μόνοις ποταμοῖς διατρίβουσι, τῷ Νείλῳ καὶ τῷ Ὑδάσπῃ. ὅτι κροκόδειλος λέγεται, λαβὼν τὸ ὄνομα τοῦ χερσαίου κροκοδείλου, ἢ ὅτι τὸν κρόκον δεδοικὼς φεύγει ἢ τὴν δορὰν | |
5 | ἔχων κρόκου ὁμοίαν. ὅτι ἡνίκα δάκνει, ἀντιπεπηγότες ἀλλήλοις οἱ ὀδόντες, ἐὰν μὴ τὴν σάρκα συνεξέλωσιν, οὐκ ἀπαλλάσσονται. ὅτι τοῦ ζῴου τούτου μόνου ἡ ἄνω γένυς κινεῖται, ἡ δὲ κάτω οὔ. | |
10 | ὅτι σίδηρος οὐ διαπερᾷ τὸ δέρμα αὐτοῦ. ὅτι ἓν ὀστοῦν διήκει ἐκ τῆς αὐτοῦ κεφαλῆς ἕως τῆς οὐρᾶς καὶ κάμψαι αὑτὸν οὐ δύναται. ὅτι ἀλειφόμενος ἀνὴρ λίπει κροκοδείλου πηδᾷ εἰς τὸν | |
Νεῖλον καὶ ἀγρεύει αὐτὸν ἐπῳδῇ στρέφων ὕπτιον. | 23 | |
15 | ὅτι ἡ οὐρὰ αὐτοῦ μακρὰ καὶ ὀξεῖα, ἐν ᾗ πολλάκις τύπτων ἀναιρεῖ. ὅτι ταῦρον ἕλκει εἰς τὸν ποταμὸν καὶ κατεσθίει. ὅτι ἐὰν δάκῃ τινά, συνάγονται περὶ αὐτὸν τὸν δηχθέντα αἴλουροι πάνυ πολλοὶ ὥστε αὐτῷ προσουρῆσαι, καὶ τοῦτο | |
20 | ποιοῦντες ἔσθ’ ὅτε ἀναιροῦσιν αὐτόν. ὅτι τὸ ᾠὸν αὐτοῦ ὡς χηνός ἐστι καὶ τίκτεται ἀπ’ αὐτοῦ κροκόδειλος μικρὸς ὡς ὁ χερσαῖος καὶ τῷ χρόνῳ γίνεται δεκάπηχυς καὶ πλέον· ὅσον γὰρ ζῇ αὐξάνει. τίκτει δὲ ᾠὰ ἑξήκοντα καὶ ὀδόντας ἔχει ἑξήκοντα καὶ ζῇ ἔτη ἑξήκοντα | |
25 | καὶ νεῦρα ἔχει ἑξήκοντα καὶ μένει χωρὶς τροφῆς ἡμέρας ἑξήκοντα καὶ συνουσιάζει ἑξήκοντα. ὅτι ἐὰν ἀπὸ τῆς ἀριστερᾶς γνάθου ἀποσπάσῃς ὀδόντα τὸν πρῶτον, ῥιγοπύρετον εὐχερῶς παύεις. ὅτι ὁ τροχίλος τὸ ὄρνεον προσφιλὴς αὐτῷ ἐστί, κατεσθίων | |
30 | τὰς σαπείσας σάρκας καὶ τὰς βδέλλας ἐκ τῶν ὀδόντων. ὅτι ὁ τροχίλος αὐτὸν καθεύδοντα φυλάττει, καὶ ἐὰν ἴδῃ ἀγρευτῆρας ἐπερχομένους ἤγουν τὸν περὶ τὸν Νεῖλον ἰχνεύμονα καὶ ἔνυδρον καὶ ὕλλον καλούμενον, εὐθέως κράξας αὐτὸν ἀφυπνίζει καὶ παρασκευάζει εἰς τὸν ποταμὸν ἀπο‐ | |
35 | φυγεῖν· παρὰ γὰρ τὰς ὄχθας φιλεῖ διατρίβειν καὶ καθεύδειν. | |
43 | κεφ. μγʹ. περὶ ἰχνεύμονος. ὅτι ὁ ἰχνεύμων ὁ καὶ ἔνυ‐ δρος καὶ ὕλλος καλούμενος λέγεται πηλῷ χρίσας ἑαυτὸν ὅπως ὀλισθηρὸς ᾖ πηδᾶν εἰς τὸ τοῦ κροκοδείλου στόμα καὶ οὕτως τὸ ἦπαρ κατεσθίειν καὶ ἀναιρεῖν. | 24 |
5 | ὅτι ὁ ἰχνεύμων οὗτος χρίσας ἑαυτὸν πηλῷ καὶ ξηράνας πρὸς ἥλιον μάχεται τῇ ἀσπίδι καὶ κτείνει καὶ πολλάκις ὑπ’ αὐτῆς κρατούμενος ἔχων αὐτὴν περιπεπλεγμένην πηδᾷ εἰς τὸ πῦρ καὶ συναπόλλυται. | |
44 | κεφ. μδʹ. περὶ ἱπποποτάμου. ὅτι ὁ ποτάμιος ἵππος τῶν ἀμφιβίων ἐστὶ καὶ τὴν βύρσαν ἔχει ἄτρωτον ὡς ἐπὶ τῶν ἐλεφάντων. ἐσθίει δὲ κροκοδείλους καὶ ἄλλα κήτη. ὅτι ὁ ποτάμιος ἵππος σημαίνει τὴν ἀνάδοσιν τοῦ Νεί‐ | |
5 | λου· πατεῖ γὰρ ἐν τῇ ἰλύι ἕως ὅπου μέλλει τὸ ὕδωρ ἀνα‐ βαίνειν. ὅτι ἀναβαίνει εἰς τὰ λήια καὶ μετρεῖ πόσον δύναται τόπον κεῖραι, καὶ οὕτως ὑπαναχωρῶν βόσκεται· κάμψαι γὰρ τὸν τράχηλον οὐ δύναται. ἔσθ’ ὅτε δὲ πίνων ἐξεμεῖ | |
10 | τὸ ὕδωρ κατὰ τοῦ τόπου καὶ πάλιν βλαστάνει. ὅτι μετὰ παρθένων καὶ γυναικῶν τιθασεύεται σκύμνος ὤν. ὅτι τὸν πατέρα ἀναιρεῖ καὶ ἐπιβαίνει τῆς μητρός. ὅτι ὁ ὀδοὺς αὐτοῦ ὠφελεῖ εἰς τὴν στομαχικὴν διάθεσιν καὶ τοῖς Αἰθίοψι γίνεται φάρμακον ἀδδηφαγίας· σιτοῦνται | |
15 | γὰρ ὠμὸν ἰχθὺν καὶ πίνουσιν ὕδωρ τεθολωμένον καὶ πρὸς τῷ τελευτᾶν γίνονται εἰ μὴ τὸν ὀδόντα περιδήσονται. ὅτι ἡ γαστὴρ αὐτοῦ ἀπελαύνει τὰ σεληνιακὰ δείματα. ὅτι τοσαῦτα θεραπεύει ὅσα τοῦ κάστορος ὁ ὄρχις. | |
45 | κεφ. μεʹ. περὶ ῥινοκέρωτος. ὅτι ὁ ῥινόκερως κατὰ τὸ μέγεθος ἰσόρροπός ἐστι τῷ ποταμίῳ ἵππῳ. οἰκεῖ δὲ παρὰ τῷ Νείλῳ ἐρχόμενος ἀπὸ τοῦ Ὠκεανοῦ. ἔχει δὲ κατὰ τῆς ῥινὸς κέρας ὡσεὶ ξίφος, ᾧ καὶ πέτραν διατρῆσαι δύναται, | |
5 | καὶ τούτῳ πολλάκις ἐλέφαντα ἀναιρεῖ. ὅτι οἱ ῥινοκέρωτες πάντες ἄρσενές εἰσι, πόθεν δὲ γεν‐ νῶνται οὐδενὶ δῆλον. ὅτι παρὰ τοῖς Ἰνδοῖς βόες λέγονται, ἐρχόμενοι δὲ παρὰ τὸν Νεῖλον ῥινοκέρωτες. | 25 |
46 | κεφ. μϛʹ. περὶ λυγκός. ὅτι δύο εἰσὶ γενεαὶ λυγκῶν· καὶ αἱ μὲν μεγάλαι ἐλάφους ἀγρεύουσιν, αἱ δὲ μικραὶ λαγωούς· καὶ αἱ μὲν μεγάλαι κροκοειδὲς ἔχουσι τὸ δέρμα, αἱ δὲ μικραὶ πυρρόν. | |
5 | ὅτι πήγνυται τὰ οὖρα αὐτῶν ὡς γάλα, ἅπερ καλεῖται λυγκούρια. ὅτι φιλότεκνον πάνυ αὐτῶν τὸ γένος, καὶ φιλοῦνται ὑπὸ τοῦ Ἀπόλλωνος ὡς αἱ σφίγγες ὑπὸ τοῦ Διονύσου. | |
47 | κεφ. μξʹ. περὶ χαμαιλέοντος. ὅτι ὁ χαμαιλέων ἐστὶν ὁ λεγόμενος φυσίγναθος. ἔστι δὲ ἰσομεγέθης τῷ κροκοδείλῳ, κυρτὸς καὶ εἰς ὀξὺ λεπτός. ὅτι μεταβάλλει τὴν χροιὰν πρὸς τοὺς ἰδίους τόπους ὡς | |
5 | ὁ πολύπους ὁ θαλάσσιος. ὅτι οἱ ἀσκαλαβῶται οἱ καὶ γαλεῶται καὶ οἱ σαῦροι ἐκ‐ δύνουσι τὴν λεβηρίδα, τουτέστι τὸ γῆρας, ὡς οἱ ὄφεις, καὶ φωλεύουσιν ὡς οἱ ἄρκτοι καὶ οἱ κροκόδειλοι. | |
48 | κεφ. μηʹ. περὶ σκίγκου. ὅτι ὁ σκίγκος ἐὰν δάκῃ τινὰ καὶ πρότερος ἐγκυλισθῇ τοῖς ἰδίοις οὔροις ἢ ὕδατι, τὸν δεδηγμένον ποιεῖ ἀποθανεῖν· ἐὰν δὲ ὁ δηχθεὶς προλαβὼν λούσηται, αὐτὸς μὲν σώζεται, ὁ δὲ σκίγκος ἀπόλλυται. | |
5 | ὅτι αἱ αὐτῶν φολίδες εἰς τὸ ἐναντίον φύουσιν. | |
49 | κεφ. μθʹ. περὶ ἱππάγρου. ὅτι ὁ ἵππαγρος τοσοῦτον αὐθάδης ἐστὶν ὡς μηδέποτε ἡμερωθῆναι μηδὲ δουλείαν φέρειν· εἰ δὲ τοῦτο ἀναγκασθείη παθεῖν, τὰ σιτία ἀπω‐ θούμενος καὶ λιμῷ φθειρόμενος ἀπόλλυται. | |
50 | κεφ. νʹ. περὶ κορκότου. ὅτι θηρίον ἐστὶν ὄνομα κορ‐ | |
κότης, λύκου ἔχων μέγεθος· τῶν δὲ ποιμένων καλούντων τοὺς ἰδίους παῖδας ὀνομαστί, μιμεῖται τὰς φωνὰς τῶν ὀνο‐ μάτων καὶ λαθραίως καλεῖ καὶ αὐτὸς ὁμοίως καὶ ἀπατη‐ | 26 | |
5 | θέντας τοὺς παῖδας ταῖς τοιαύταις φωναῖς καὶ προστρέχον‐ τας ἔξω τῆς ποίμνης λαβὼν ἐκτὸς τῆς ἐπαύλεως κατεσθίει. ὅτι ἐστὶν ἄλλος κορκότης ἀνθρωπόμορφος. ὅτι εἰκὸς φρονεῖν τὰ ἄλογα ζῷα ἐξ ὧν ἀπεδείχθη ποιῶν ὁ κορκότης καὶ ὁ πελαργὸς καὶ ὁ λέων, ἡ ἀηδών, ἡ τρυγών, | |
10 | ὁ ἀετός, ὁ πορφυρίων, ὁ ἐλέφας, ἡ μέλισσα, ἡ γέρανος, ὁ δρυοκολάπτης, ἡ χελιδών, ὁ γύψ, ὁ κόραξ, ὁ γλαῦκος, ὁ ἱπποπόταμος, ὁ καρκῖνος, ὁ πέρδιξ, ὁ ἶβις. | |
51 | κεφ. ναʹ. περὶ πιθήκου. ὅτι ὁ πίθηκος θηρίον ἐστὶν ἀσελγέστατον καὶ πανοῦργον καὶ ἰδίαν ἔχει γαμετήν. ὅτι τοιοῦτον ἦγέ ποτε ἔμπορος ἐν νηί, καὶ ἐπειδὴ σφα‐ λέντα αὐτὸν ἔτυψε, τὸ χρυσίον ὅπερ εἶχεν ἐκεῖνος κλέψας | |
5 | ἀνεπήδησεν εἰς τὸ ἄκρον τοῦ ἱστοῦ κἀκεῖθεν ἀκοντίσας αὐτὸ εἰς τὴν θάλασσαν καὶ ἑαυτὸν συγκατέρριψεν. ὅτι φεύγων ἀπὸ δένδρου εἰς δένδρον μεταπηδᾷ ἐπιφε‐ ρόμενος καὶ τὰ τέκνα. ὅτι μιμηλὸς ὢν ἀγρεύεται δόλῳ, μιμούμενος τὸν βου‐ | |
10 | λόμενον αὐτὸν ἀγρεῦσαι καὶ πίσσῃ λουόμενος θηρᾶται. ἀγρεύεται δὲ καὶ ἄλλον τρόπον, χρίων τοὺς ὀφθαλμοὺς φαρ‐ μάκῳ βλάπτοντι. ὅτι οὗτοι παρὰ τοῖς Ἰνδοῖς τρυγῶσι τὰ πεπέρια, τέχνῃ ἀπατώμενοι καὶ μιμήσει. | |
15 | ὅτι λέων νοσῶν δόλῳ αὐτὸν ἀγρεύει καὶ κατεσθίει· συμβάλλεται γὰρ αὐτῷ εἰς ὑγείαν τοῦ πιθήκου τὰ κρέα. ὅτι ἐστὶ κῆβος πίθηκος ἔχων οὐρὰν λέοντος, πάντῃ δὲ ἀσελγὴς ὢν ἐπιπηδᾷ παντὶ ζώῳ μίξεως ἕνεκα. | |
52 | κεφ. νβʹ. περὶ σφιγγός. ὅτι αἱ σφίγγες ταχεῖαί εἰσιν ὡς ἐπὶ ὀρνέων. ὅτι τὸν οἶνον πίνουσι καὶ μεθύσκονται. | |
ὅτι εἰσὶν ἄλλαι μικραὶ περὶ τὴν γῆν τῶν Μακάρων καὶ | 27 | |
5 | συνήθεις ἀνθρώποις καὶ πίνουσαι ὀσμὴν οἴνου πέμπουσιν ὡς ἄνθρωποι. | |
53 | κεφ. νγʹ. περὶ κατώβλεπος. ὅτι ὁ κατώβλεψ θηρίον ἐστὶ πῦρ πέμπον ἀπὸ τῶν ῥινῶν αὐτοῦ. ὅτι ἡ σαλάμανδρα ὡς σαύρα ἐστὶ καὶ διερχομένη τὸ πῦρ ψύχει καὶ σβέννυσιν αὐτό. | |
54 | κεφ. νδʹ. περὶ κάστορος. ὅτι ἀπὸ τοῦ μεγάλην καὶ λευκὴν ἔχειν γαστέρα ὁ κάστωρ λέγεται ἀντὶ τοῦ γάστωρ. ὅτι ἀμφίβιόν ἐστι καὶ παρ’ ὕδασιν ἐμφωλεύει καὶ διατρίβει. | |
5 | ὅτι μείζων ἰχνεύμονός ἐστι, τοῖς δὲ ὀδοῦσι καταβάλλει τὰ μεγάλα δένδρα τὰς ῥίζας κάτωθεν ἐσθίων. ὅτι ἀπ’ αὐτοῦ ὑφαίνονται καστόρεια ἱμάτια. ὅτι τὰ ὀρχίπεδα αὐτοῦ ποιεῖ εἰς διαφόρους θεραπείας καὶ διὰ τοῦτο διωκόμενος ὑπὸ κυνῶν καὶ ἀνδρῶν καὶ εἰδὼς | |
10 | τὴν αἰτίαν τοῖς ὄνυξιν ἀποσπῶν αὐτὰ ῥίπτει καὶ διαφεύγει. εἰ δὲ ἐκ δευτέρου διωχθῇ ἄορχις ὤν, ἀναπεσὼν δείκνυσιν ὅτι οὐκ ἔχει. ὅτι πολλοὺς φωλεοὺς μετέρχεται φοβούμενος τὴν ἄγραν. ἀγρεύεται δὲ νύκτωρ· φοβεῖται γὰρ τὸ πῦρ καὶ μένει ἀκί‐ | |
15 | νητος καὶ ὁ θηρευτὴς ἔχων τὴν λαμπάδα πλησίον γίνεται καὶ οὕτως δύναται ἑλεῖν. ὅτι παρ’ ὕδασι διατρίβει ὁ κάστωρ καὶ τὸ σαθέριον καὶ ἡ λάταξ καὶ ἡ ἐνυδρὶς καὶ τὸ σαπήριον ἐξ οὗ γίνονται τὰ σαπηρινὰ ἐνδύματα. | |
55 | κεφ. νεʹ. περὶ βατράχων. ὅτι πολλάκις ἐκ νεφῶν γί‐ νονται βάτραχοι. ὅτι λίμνης ξηρανθείσης ἀποθνήσκουσι βάτραχοι καὶ πάλιν πλησθείσης ἀναζῶσιν. | |
5 | ὅτι πολλάκις ....... μετὰ ὄφεων ὡς καὶ ὁ χαμαιλέων. | 28 |
56 | κεφ. νϛ. περὶ ἀρκτόμυος. ὅτι ἀρκτόμυς εἷς φυλάττει τῶν ἄλλων βοσκομένων καὶ ἕκαστος ἀποφέρει αὐτῷ μέρος τῆς βοσκῆς· ἐὰν δὲ ἀμελήσῃ ἐκεῖνος τῆς φυλακῆς καὶ ἐπέλθῃ τις ἄφνω, ἀναιροῦσι τὸν φύλακα. | |
Codex Parisinus | ὅτι τῷ δέρματι τῆς φώκης οὐδέποτ’ ἂν ἐπισκήψαι κεραυνός· ἀμέλει γοῦν καὶ ἃ λέγεται καρχήσια τῶν νηῶν τῇ τοιᾷδε δέρει ναῦται περικαλύπτουσι. καὶ χάλαζα δὲ ὁμοίως οὐδέποτ’ ἂν λυπήσαι τὴν ἄμπελον εἰ βραχύ τι μέ‐ | |
5 | ρος τῆς δορᾶς αὐτῇ περιάψαις. ὅτι οἱ ὀδόντες τῆς φώκης ἄλυπον παρέχονται παιδίοις ὀδόντων ἔκφυσιν, τὸ δέρμα δὲ ὅταν ᾖ περικείμενον τὸ ἀπ’ οὐρανοῦ βέλος παρεκτρέπει. ὅτι εἰ πυκνὰ διατρήσας τὸ δέρμα τῆς φώκης χρήσαιο | |
10 | ἅτε κοσκίνῳ τῶν σπερμάτων τὰ διελθόντα χωρίον τι περι‐ σπείραις ἀραιὰ καταβαλών, ὥστε ὀλίγον τι ἐξαρκέσαι μέτρον μεγάλῳ κύκλῳ, χάλαζαν ἀδύνατον ἐπ’ ἐκείνῳ πεσεῖν τοῦ ἐνιαυτοῦ ἐκείνου· τὴν δὲ ἐπ’ ἐκείνῳ τῷ χωρίῳ κατιοῦσαν χάλαζαν ἀνάγκη τοὺς γείτονας ὑποδέχεσθαι. | |
15 | ὅτι ἐν σκιαίνῃ λίθοι φύονται δύο, ὧν ὁ μὲν δεξιὸς ἰᾶσθαι λέγεται τὰ δεξιὰ ἀνθρώπου κεφαλῆς, τὰ δὲ ἀριστερὰ ὁ ἀριστερός. | |
ὅτι ἁλίσκεταί τις κόχλος ἐν θαλάσσῃ ἐπιμήκης, πῦρ δὲ καλεῖται, ἀνθρώπου χειρὶ ἐοικὼς οὕτως ἐχούσῃ, οὗ ἡ | 29 | |
20 | σὰρξ καθεψηθεῖσα ὕδατι, κατέχει τὸ ὕδωρ ἀνθρώπου νοῦν καὶ φωνὴν καὶ λήρου καὶ μανίας ἀπαλλάττει νοσοῦντας. ὅτι τὸ ὄστρακον περιαπτόμενον γαστρὶ γυναικὸς κυού‐ σης φυλάσσειν αὐτὴν λέγουσιν εἰς τὸν ὡραῖον τόκον· ἐπέχει δὲ καὶ τόκον γυναικὸς ἐν ὠδῖσιν. | |
25 | ὅτι ἔλοψ ἑψηθεὶς ἐχθροὺς εἰς φιλίαν συνάπτει. ὅτι κέπφου αἷμα χρισθὲν τὰ νεῦρα καὶ ἄρθρα ἀνθρώ‐ που εἰς δρόμον ἐπελαφρύνεται. ὅτι κύκνων ἁπαλοὺς νεοττοὺς ἐλαίῳ καθεψήσαντες ἄκος νεύροις ποιοῦνται μέγα. | |
30 | ὀκτάπουν ἁλιεῦσαι εἰ θέλεις, λαβὼν κλάδους ἐλαίας ἀποκρέμασον εἰς τὴν θάλασσαν ὅπου κρημνός ἐστιν ἢ αἰγιαλὸς θαλάσσης πετρώδης, καὶ ὅσοι ἂν ὦσι συμπλακή‐ σονται τοῖς κλάδοις, σὺ δὲ αὐτοὺς ἀνάσπασον. ἰχθύας ἐν θαλάσσῃ ἐὰν θελήσῃς εἰς ἕνα τόπον συναγα‐ | |
35 | γεῖν ὀσκύρτην κυκλεύειν καταλαμβάνειν πάμπολλα. ἰχθὺν ἐν θαλάττῃ κείμενον εἰ θέλεις ἐν βρώματι λαβεῖν, λαβὼν τιθυμάλου γάλα καὶ κυκλαμίνου βοτάνης καὶ συγκό‐ ψας φύρασον πάντα σὺν ἀλφίτοις καὶ βάλε ἰχθύσι φαγεῖν ὅπου ἂν ἴδῃς τὸ πλῆθος αὐτῶν, καὶ φαγόντες οὕτω κρα‐ | |
40 | τοῦνται καὶ πλέουσιν ὡσεὶ νεκροὶ καὶ τῇ χειρὶ συνάγῃς αὐτούς. ἐάν τις καρδίαν ἁλκυόνος τοῦ ὀρνέου σὺν τῷ δέρματι τοῦ ὀρνέου ἐναποκλείσῃ ἐν σωληναρίῳ χρυσῷ καὶ φορῇ, οὐ βλαβήσεται ὑπὸ κεραυνοῦ ἢ ἀστραπῆς. περίαπτον δὲ πρὸς | |
45 | κεραυνὸν ἕξεις ἐὰν λίθον κεραύνιον ἐπιγράψας ἔχῃς ἐν τῇ | |
οἰκίᾳ “ἀφία ἀφρύξ.” | 30 |