TLG 2449 002 :: TIMOTHEUS :: Κανόνες καθολικοὶ περὶ συντάξεως (e cod. Coislin. 387)

TIMOTHEUS Gramm.
(Gazaeus: A.D. 6)

Κανόνες καθολικοὶ περὶ συντάξεως (e cod. Coislin. 387)

Source: Cramer, J.A. (ed.), Anecdota Graeca e codd. manuscriptis bibliothecae regiae Parisiensis, vol. 4. Oxford: Oxford University Press, 1841 (repr. Hildesheim: Olms, 1967): 239–244.

Citation: Page — (line)

239

(14t)

ΤΙΜΟΘΈΟΥ ΓΆΖΗΣ ΚΑΝΌΝΕΣ ΚΑΘΟΛΙΚΟῚ ΠΕΡῚ ΣΥΝΤΆΞΕΩΣ.
15 Πᾶν σύμφωνον μεταξὺ δύο φωνηέντων ἐν ἑνὶ μέρει λόγου, ἤγουν ἐν μιᾷ λέξει, τῷ ἐπιφερομένῳ φωνήεντι συνάπτεται, οἷον ἄγω, φέρω, δέρω, χαίρω, Πλάτωνος, Θέωνος, πρόσοδος, ἔξοδος, εἴσοδος, δυσώδης. ἰδοὺ ἐπὶ τούτων τὸ σύμφωνον μεταξὺ δύο φωνηέντων ὑπάρχον, τῷ ἐπιφερομένῳ φωνήεντι συνάπτεται, καὶ οὐ τῷ προη‐
20γουμένῳ. ἐπὶ μὲν γὰρ τοῦ ἄγω, τὸ γ μετὰ τοῦ ω ἐστὶ καὶ οὐ μετὰ τοῦ α. ἐπὶ δὲ τοῦ φέρω τὸ ρ μετὰ τοῦ ω ἐστι, καὶ οὐ μετὰ τοῦ ε. καὶ ἐπὶ τῶν ἑξῆς ὁμοίως. Πρόσκειται ἐν τῷ κανόνι ἐν ἑνὶ μέρει λόγου, ἤγουν ἐν μιᾷ λέξει, ἐπειδὴ ἐὰν εὑρεθῶσι δύο μέρη λόγου, ἤγουν δύο λέξεις, οὐ συνάπτεται τὸ σύμφωνον τῷ ἐπιφερο‐
25μένῳ φωνήεντι, ἀλλὰ χωρὶς εὑρίσκεται τὸ σύμφωνον τῆς προηγου‐ μένης λέξεως, καὶ χωρὶς τὸ φωνῆεν τῆς ἐπιφερομένης, οἷον ὑπὲρ Ἀπολλωνίου, σὺν Ἀπολλωνίῳ, πρὸς Ἀπολλώνιον. ἐπὶ τούτων γὰρ, ἐπειδὴ δύο λέξεις εἰσὶν, οὐ συνάπτεται τὸ σύμφωνον τῷ ἐπιφερο‐ μένῳ φωνήεντι, ἀλλὰ χωρὶς ἐστὶ τὸ σύμφωνον, καὶ χωρὶς τὸ φω‐
30νῆεν. ἐπὶ μὲν γὰρ τοῦ ὑπὲρ Ἀπολλωνίου τὸ ρ χωρὶς ἐστὶ καὶ τὸ α χωρὶς, ἐπὶ δὲ τοῦ σὺν Ἀπολλωνίῳ τὸ ν χωρὶς καὶ τὸ α χωρὶς, ἐπὶ δὲ τοῦ πρὸς Ἀπολλώνιον τὸ ς χωρὶς καὶ τὸ α χωρίς. Δεῖ προσθεῖναι χωρὶς τῶν ἐχόντων ἔκθλιψιν· ἐπὶ τούτων γὰρ τὸ σύμ‐
φωνον τῷ ἐπιφερομένῳ φωνήεντι συνάπτεται, οἷον κατ’ Ἀπολλω‐239

240

νίου, μετ’ Ἀριστάρχου, ἐπ’ αὐτῷ, κατ’ αὐτὸν, καθ’ ἡμῶν. ἰδοὺ γὰρ ἐπὶ τούτων εἰ καὶ δύο λέξεις εἰσι, τὸ σύμφωνον τῷ ἐπιφερο‐ μένῳ φωνήεντι συνάπτεται, ἐπειδὴ ἔκθλιψις ἐγένετο. ἀλλ’ ἐπειδὴ ἐκθλίψεως ἐμνημονεύσαμεν, μάθωμεν τί ἐστιν ἔκθλιψις.
5 Δεῖ γινώσκειν ὅτι ἔκθλιψις ἐστὶν, ἡνίκα εὑρεθείη λέξις εἰς φωνῆεν ἢ εἰς φωνήεντα καταλήγουσα, τῆς ἐπιφερομένης λέξεως ἀπὸ φωνήεντος ἢ φωνηέντων ἀρχομένης· τότε γὰρ διὰ τὸ κεχηνὸς, ἤγουν διὰ τὴν ἐπαλληλίαν τῶν φωνηέντων, ἐκθλίβεται, καὶ οἱονεὶ ἀποβάλλεται τὸ τέλος τῆς προηγουμένης λέξεως, ἤγουν τὸ φωνῆεν
10ἢ τὰ φωνήεντα, οἷον κατὰ ἐμοῦ, κατ’ ἐμοῦ, ἀπὸ Ἀριστάρχου, ἀπ’ Ἀριστάρχου, κατὰ εὐέργου, κατ’ εὐέργου. ἔστι δὲ τὸ εὔεργος ὄνομα θηλυκόν· βούλομαι ἐγὼ, βούλομ’ ἐγώ. Τὰ ἄφωνα πρὸ τῶν ἀμεταβόλων ἐν συλλήψει εἰσὶν, ἤγουν ὁμοῦ εἰσι· καὶ οὐκ ἔστι χωρὶς τὸ ἄφωνον, καὶ χωρὶς τὸ ἀμετάβολον,
15οἷον ἀκμὴ, ἀτμὸς, ὄγκος, ἀγρὸς, ἔκλαιον, ἔθνησκον, ἔπλεον, ἁβρός· ἰδοὺ ἐπὶ τούτων δύο σύμφωνα ὁμοῦ εἰσιν, ἐπειδὴ ἄφωνον πρὸ ἀμε‐ ταβόλου ἐστί. Δεῖ προσθεῖναι χωρὶς τῶν ὄντων ἀπὸ τῆς εξ προ‐ θέσεως. ταῦτα γὰρ ἐν διαστάσει ἔχουσι τὸ ἄφωνον μετὰ τῶν ἐπιφερομένων ἀμεταβόλων, ἤγουν ἐν ἄλλῃ συλλαβῇ τὸ ἄφωνον,
20καὶ ἐν ἄλλῃ τὸ ἀμετάβολον, οἷον ἐκλῦσαι, ἐκνευρίσαι, ἐκρεῦσαι, ἐκμάξαι. ἰδοὺ ἐπὶ τούτων οὐκ ἔστιν ὁμοῦ τὸ ἄφωνον καὶ τὸ ἀμετά‐ βολον, ἀλλ’ ἐν ἄλλῃ συλλαβῇ τὸ ἄφωνον καὶ ἐν ἄλλῃ τὸ ἀμετά‐ βολον, ἀλλὰ ἀπὸ τῆς εξ προθέσεως εἰσίν. ἄφωνα δὲ ὡς καὶ ἐν τοῖς προλαβοῦσιν ἐμάθομεν ἐννέα εἰσὶν, β, γ, δ, κ, π, τ, θ, φ, χ·
25ἀμετάβολα δὲ τέσσαρα, λ, μ, ν, ρ· Τὰ σύμφωνα τὰ ἐν ἀρχῇ λέξεως εὑρισκόμενα, ἀεὶ ἐν συλλήψει εἰσι, καὶ οὐ χωρὶς, οἷον κτύπος, κτῆμα, πτῶσις, σθένος, θρόνος· οὐδὲ γὰρ προηγεῖται αὐτῶν φωνῆεν τὸ ὀφεῖλον τοῦ ἑνὸς συμφώνου τὴν σύνταξιν ἀναδέξασθαι. Τὸ ς πρὸ πάντων τῶν ἀφώνων ἐν συλ‐
30λήψει ἐστὶν, ἤγουν ὁμοῦ εἰσὶ τὰ δύο, τὸ ς καὶ τὸ ἐπιφερόμενον ἄφωνον, οἷον ἔσβεσε, φάσγανον· σημαίνει δὲ τὸ ξίφος· θεόσδοτος, ἀσκὸς, ἀστὴρ, ἀσπὶς, ἀσθενὴς, ἀσχημοσύνη, ἑωσφόρος· ἰδοὺ ἐπὶ τούτων τὸ ς μετὰ τῶν ἐπιφερομένων ἀφώνων ὁμοῦ ἐστι. Δεῖ προσθεῖναι χωρὶς τῶν ὄντων ἀπὸ τῆς εἰς προθέσεως, καὶ ἀπὸ τῆς
35πρὸς, καὶ ἀπὸ τοῦ δυς ἐπιρρήματος· ταῦτα γὰρ ἐν διαστάσει240

241

ἔχουσι τὸ ς μετὰ τῶν ἐπιφερομένων ἀφώνων, ἤγουν ἐν ἄλλῃ συλ‐ λαβῇ ἔχουσι τὸ ς, καὶ ἐν ἄλλῃ τὸ ἐπιφερόμενον ἄφωνον, οἷον εἰσφέρω, προσφορὰ, δυστυχής· ἰδοὺ ἐπὶ τούτων οὐκ ἔστιν ὁμοῦ τὸ ς μετὰ τῶν ἐπιφερομένων ἀφώνων, ἀλλ’ ἐν ἄλλῃ συλλαβῇ
5ἐστὶ τὸ ς καὶ ἐν ἄλλῃ τὸ ἐπιφερόμενον ἄφωνον. Τὸ ς μετὰ πάντων τῶν ἁπλῶν συμφώνων κατὰ σύλληψιν θέλει εἶναι, ἤγουν ὁμοῦ· καὶ ἢ κατὰ πρόταξιν εὑρίσκεται, ἢ καθ’ ὑπό‐ ταξιν. καὶ προηγεῖται μὲν οἷς οὐχ ὑποτάττεται, οἷον σθένος, σκιὰ, σπῶ, στῆναι, σφαῖρα, σχίζω· ὑποτάττεται δὲ ὧν οὐ προηγεῖται,
10οἷον Ἄπυς, Τίρυνς, ἔστι δὲ ὄνομα πόλεως, μάκαρς, σημαίνει δὲ τὸν μακάριον. Δεῖ προσθεῖναι χωρὶς τῶν ὄντων ἀπὸ τῆς εἰς καὶ τῆς πρὸς προθέσεως καὶ ἀπὸ τοῦ δυς ἐπιρρήματος· ταῦτα γὰρ ἐν διαστάσει ἔχουσι τὸ ς πρὸς τὸ ἐπιφερόμενον σύμφωνον, οἷον προσ‐ φέρω, εἰσβολὴ, δυστυχής.
15 Ἐπεὶ δὲ ἁπλῶν συμφώνων ἐμνημονεύσαμεν, δεῖ γινώσκειν ὅτι πάντα τὰ σύμφωνα ἁπλᾶ εἰσὶ χωρὶς τῶν γ διπλῶν, φημὶ δὴ ζ, ξ, ψ. Τὰ σύμφωνα τὰ ἐν ἀρχῇ λέξεως εὑρισκόμενα, καὶ ἐν τῷ μέσῳ ἐὰν εὑρεθῶσιν, ἐν συλλήψει εὑρίσκονται, οἷον ἐν τῷ κτῆμα, τὸ κτ ἐν ἀρχῇ λέξεως ἐστὶν, ἀλλὰ δὲ ἐν τῷ ἔτικτον εὑρεθέντα ἐν
20τῷ μέσῳ τὸ κ καὶ τὸ τ ὁμοῦ ἐστίν· πάλιν κλαίω ἔκλαιον, πρίζω ἔπριζον, βδέλλα, ἑβδομὰς, χθὼν, ἐχθὲς, φθείρω, ἐφθόνουν· ἰδοὺ ἐπὶ τούτων τὰ σύμφωνα τὰ ἐν τῇ ἀρχῇ τῆς λέξεως ὄντα, εὑρεθέντα καὶ ἐν τῷ μέσῳ ὁμοίως εἰσί. Δεῖ προσθεῖναι χωρὶς τῶν ὄντων ἀπὸ τῆς εἰς προθέσεως καὶ τῆς πρὸς καὶ τῆς ἐξ καὶ τοῦ δυς ἐπιρ‐
25ρήματος, ἐπὶ τούτων γὰρ τὰ σύμφωνα εὑρίσκονται ἐν ἀρχῇ λέξεως, καὶ ὅμως ἐν τῷ μέσῳ οὐχ εὑρίσκονται ἐν συλλήψει, ἀλλ’ ἐν δια‐ στάσει, τουτέστιν ἐν ἄλλῃ συλλαβῇ τὸ ἓν σύμφωνον, καὶ ἐν ἄλλῃ τὸ ἕτερον, οἷον ἐν τῷ σφαῖρα τὸ ς καὶ τὸ φ ἐν ἀρχῇ εἰσι, καὶ ὅμως ἐν τῷ εἰσφέρω καὶ προσφορὰ ἐν τῷ μέσῳ εὑρεθέντα, οὐκ
30εἰσὶν ὁμοῦ ἀλλ’ ἐν διαστάσει, τουτέστιν ἐν ἄλλῃ συλλαβῇ τὸ ἓν σύμφωνον καὶ ἐν ἄλλῃ τὸ ἕτερον. καὶ πάλιν ἐν τῷ στῆναι τὸ ς καὶ τὸ τ ἐν ἀρχῇ εἰσι, καὶ ὅμως ἐν τῷ δυστυχὴς, ἐν τῷ μέσῳ
εὑρεθέντα οὐκ εἰσὶν ὁμοῦ ἀλλ’ ἐν διαστάσει. καὶ πάλιν ἐν τῷ241

242

κλαίω, τὸ κ καὶ τὸ λ ἐν ἀρχῇ εἰσι, καὶ ὅμως ἐν τῷ ἑλκύσαι ἐν τῷ μέσῳ εὑρεθέντα, οὐκ εἰσὶν ὁμοῦ ἀλλ’ ἐν διαστάσει. Τὰ ψιλὰ ψιλῶν ἡγοῦνται, καὶ τὰ δασέα δασέων, καὶ τὰ μέσα μέσων κατὰ σύλληψιν, οἷον ἔπιπτον, ἔτικτον· τὸ γὰρ π καὶ τ
5ψιλὰ ὄντα, ἅμα εἰσὶ, καὶ τὸ κ καὶ τὸ τ ὁμοίως· καὶ πάλιν ἔφθει‐ ρον, ἐχθαίρω τὸ μισῶ· τὸ γὰρ φ καὶ θ δασέα ὄντα ἅμα εἰσι, καὶ τὸ χ καὶ θ ὁμοίως· καὶ πάλιν ἑβδομὰς, ὄγδοος· τὸ γὰρ β καὶ δ μέσα ὄντα ἅμα εἰσὶ, καὶ τὸ γ καὶ δ ὁμοίως. Δεῖ προσθεῖναι χωρὶς τῶν ὄντων ἀπὸ τῆς ἐξ, διὰ τὸ ἐκτείνω ὃ σημαίνει τὸ
10ἕλκω· ἐνταῦθα γὰρ τὰ ψιλὰ ἐν διαστάσει εἰσὶν, ἐν ἄλλῃ γὰρ συλλαβῇ ἐστὶ τὸ κ καὶ ἐν ἄλλῃ τὸ τ· πρόσκειται ψιλὰ ψιλῶν, διὰ τὸ Γότθος καὶ Βάκχος καὶ Σαπφώ. ταῦτα γὰρ ἐν διαστάσει εἰσὶν, ἀλλ’ οὐχ ἡγοῦνται ἐνταῦθα ψιλὰ ψιλῶν, ἀλλὰ ψιλὰ δασέων· τὸ μὲν γὰρ κ π τ ψιλά εἰσι, τὸ δὲ θ φ χ δασέα· πρόσκειται δὲ
15καὶ μέσα μέσων, διὰ τὸ ἀγκὼν καὶ ἔγχος· ἐνταῦθα γὰρ ἐν δια‐ στάσει εἰσὶ τὰ σύμφωνα, ἐν ἄλλῃ δὲ συλλαβῇ ἐστὶ τὸ ἓν σύμ‐ φωνον, καὶ ἐν ἄλλῃ τὸ ἕτερον, ἐπειδὴ οὐχ ἡγοῦνται μέσα μέσων, ἀλλὰ πῆ μὲν μέσον ψιλοῦ, ὡς ἐν τῷ ἀγκὼν, τὸ γὰρ γ μέσον ἐστὶ, τὸ δὲ κ ψιλὸν, πῇ δὲ μέσον δασέος, ὡς ἐν τῷ ἔγχος· τὸ μὲν γὰρ
20γ μέσον ἐστὶ, τὸ δὲ χ δασύ· οὐχ ὡς ἔτυχε δὲ ψιλὰ ψιλῶν ἡγοῦν‐ ται καὶ δασέα δασέων καὶ μέσα μέσων κατὰ σύλληψιν. οὐδὲ γὰρ τὸ κ ψιλὸν ὂν προηγεῖται τοῦ π ψιλοῦ ὄντος κατὰ σύλληψιν· οὐδὲ τὸ θ δασὺ ὂν, προηγεῖται τοῦ φ δασέος ὄντα κατὰ σύλληψιν· οὐδὲ τὸ β, μέσον ὂν, προηγεῖται τοῦ γ, μέσου ὄντος κατὰ σύλληψιν.
25ἀλλὰ τὰ τῆς πρώτης καὶ δευτέρας συζυγίας ψιλὰ, δασέα, μέσα προηγοῦνται τῶν τῆς τρίτης συζυγίας δασέος, ψιλοῦ, μέσου. Σαφηνίσωμεν οὖν τὸ λεχθὲν ὡς ἐν τῇ τέχνῃ Διονυσίου μεμα‐ θήκαμεν. ἡ πρώτη συζυγία τῶν βαρυτόνων ἐκφέρεται διὰ δασέος ψιλοῦ καὶ μέσου, οἷον διὰ τοῦ β ἢ π ἢ φ, ὡς ἐπὶ τοῦ λείβω, ὃ
30σημαίνει τὸ σπένδω, γράφω, τέρπω. καὶ ἔχει ψιλὸν μὲν τὸ π, δασὺ δὲ τὸ φ, μέσον δὲ τὸ β. ὡσαύτως καὶ ἡ δευτέρα συζυγία τῶν βαρυτόνων ἐκφέρεται διὰ δασέος ψιλοῦ καὶ μέσου, οἷον διὰ τοῦ γ ἢ κ ἢ χ, ὡς ἐπὶ τοῦ λέγω, πλέκω, τρέχω· καὶ ἔχει ψιλὸν μὲν τὸ κ, δασὺ δὲ τὸ χ, μέσον δὲ τὸ γ· ὡσαύτως καὶ ἡ τρίτη
35συζυγία τῶν βαρυτόνων ἐκφέρεται διὰ δασέος καὶ ψιλοῦ καὶ242

243

μέσου, οἷον διὰ τοῦ δ ἢ θ ἢ τ, ὡς ἐπὶ τοῦ ἄδω τοῦ σημαίνοντος τὸ τραγῳδῶ, καὶ τοῦ πλήθω τοῦ σημαίνοντος τὸ πλημμυρῶ, καὶ τοῦ ἀνύτω τοῦ σημαίνοντος τὸ ἀνύω. τούτων οὕτως ἐχόντων τὰ τῆς πρώτης καὶ δευτέρας συζυγίας ψιλὰ, δασέα, μέσα προηγοῦνται
5τῶν τῆς τρίτης συζυγίας δασέος, ψιλοῦ, μέσου, οἷον τὸ π τὸ ψιλὸν τῆς πρώτης συζυγίας, τὸ κ τὸ ψιλὸν τῆς δευτέρας συζυγίας προ‐ ηγοῦνται τοῦ τ τοῦ ψιλοῦ τῆς τρίτης συζυγίας, ὡς ἐπὶ τοῦ πτῶσις, ἔπιπτον, κτῆμα· καὶ πάλιν τὸ φ τὸ δασὺ τῆς α συζυγίας, καὶ τὸ χ τὸ δασὺ τῆς β συζυγίας, προηγοῦνται τοῦ θ τοῦ δασέος τῆς γ
10συζυγίας, ὡς ἐπὶ τοῦ φθόνος, φθείρω, χθὼν, ἐχθαίρω. καὶ πάλιν τὸ β τὸ μέσον τῆς α συζυγίας, καὶ τὸ γ τὸ μέσον τῆς δευτέρας συζυγίας, προηγοῦνται τοῦ δ τοῦ μέσου τῆς τρίτης συζυγίας, ὡς ἐπὶ τοῦ βδέλλα, ἑβδομὰς, ὄγδοος· σεσημείωται τὸ λάγβατα καὶ τὸ λακπάτητον. ἐνταῦθα γὰρ τὸ γ καὶ τὸ β τῆς β ὄντα συζυγίας
15προηγοῦνται τοῦ β καὶ τοῦ π τῆς πρώτης ὄντα συζυγίας, ὅπερ ἄτοπον. ὡς γὰρ προείρηται τὰ τῆς πρώτης καὶ δευτέρας συζυγίας δασέα, μέσα, ψιλὰ τῶν τῆς τρίτης συζυγίας δασέος, ψιλοῦ, μέσου προηγοῦνται. οὐ μὴν τὰ τῆς δευτέρας τῶν τῆς πρώτης ἢ τὰ τῆς πρώτης τῶν τῆς δευτέρας· σημαίνει δὲ τὸ μὲν λάγβατα τὸν ἀπὸ
20λακτίσματος τόπον βαινόμενον· τὸ δὲ λακπάτητον σημαίνει τὸν ἀπὸ λακτίσματος τόπον πατούμενον. Τὰ ἀμετάβολα πρὸ τῶν ἀφώνων ἐν διαστάσει εἰσὶν, οἷον ἕρπω τὸ βαδίζω, ἕλκω, ἄνθος, ἄρτος, ἔργον, ἔμβολος, σύμφωνον, σύμπονος. Τὰ ὑποταττόμενα τινὶ ἐν συλλήψει, ἐὰν ἀντιπροηγήσωνται, ἐν
25διαστάσει εἰσίν. ἀντιπροηγοῦνται, οἷον ἐν τῷ πρῶτος, τὸ ρ τῷ π ὑποτέτακται κατὰ σύλληψιν. ἀντιπροηγησάμενον δὲ τοῦ π ἐν τῷ ἕρπω κατὰ διάστασιν αὐτοῦ ἀντιπροηγήσατο. πάλιν ἐν τῷ θνήσκω τὸ ν τῷ θ ὑποτέτακται κατὰ σύλληψιν, ἀντιπροηγησάμενον δὲ τοῦ θ ἐν τῷ ἄνθος, κατὰ διάστασιν αὐτοῦ ἀντιπροηγήσατο.
30 Πᾶσα συλλαβὴ καταλήγουσα εἰς ς ἔχει καὶ τὴν ἑξῆς συλ‐ λαβὴν ἀρχομένην ἀπὸ τοῦ ς, οἷον ἀνάσσω, ἑλίσσω, νύσσω, ὀρύσσω, τινάσσω. δεῖ προσθεῖναι χωρὶς τῶν ἀπὸ τῆς εις προθέσεως καὶ τῆς πρὸς καὶ τοῦ δυς ἐπιρρήματος. ἐπὶ τούτων γὰρ πολλάκις λήγει εἰς ς ἡ συλλαβὴ, καὶ οὐκ ἄρχεται ἡ ἐπιφερομένη συλλαβὴ
35ἀπὸ τοῦ ς, οἷον προσφορὰ, εἰσφορὰ, δυστυχής· ἀμετάβολον ἀμε‐243

244

ταβόλου οὐ προηγεῖται κατὰ σύλληψιν, ἀλλὰ κατὰ διάστασιν, οἷον ἀρνὸς, Ἑρμῆς, ἅλμη, ἔρνος, ὄλμος· ἰδοὺ ἐπὶ τούτων τὸ ἓν ἀμε‐ τάβολον ληκτικόν ἐστι τῆς προηγουμένης συλλαβῆς, και τὸ ἕτερον ἀρκτικὸν τῆς ἐπιφερομένης, καὶ οὐκ εἰσὶν ὁμοῦ. δεῖ προσθεῖναι
5χωρὶς τοῦ μ καὶ ν, ταῦτα γὰρ εὑρίσκονται κατὰ σύλληψιν, ὡς ἐπὶ τοῦ μνᾶ, μνημεῖον· ἐνταῦθα γὰρ τὸ μ καὶ τὸ ν ὁμοῦ εἰσιν. ἡμίφωνον ἡμιφώνου οὐ προηγεῖται κατὰ σύλληψιν ἀλλὰ κατὰ διάστασιν, οἷον πλήσσω, τίλλω, πανσέληνον, ἄλσος, θάλψαι, ἄρξαι, μέμψαι· ἰδοὺ γὰρ ἐπὶ τούτων δύο ἡμίφωνα, ὧν τὸ μὲν ἓν
10ληκτικόν ἐστι τῆς προηγουμένης συλλαβῆς, τὸ δὲ ἕτερον ἀρκτικὸν τῆς ἐπιφερομένης. Δεῖ προσθεῖναι χωρὶς τοῦ μ καὶ τοῦ ν καὶ τοῦ ς καὶ τοῦ μ, καὶ τῶν συλλαβῶν τῶν οὐσῶν ἐν τέλει λέξεως, ἐπὶ τούτων γὰρ εὑρίσκονται ἡμίφωνα ἡμιφώνων προηγούμενα κατὰ σύλληψιν. καὶ ἐπὶ μὲν τοῦ μ καὶ ν ὡς ἐπὶ τοῦ μνᾶ καὶ μνημεῖον,
15ἐπὶ δὲ τοῦ ς καὶ μ, ὡς ἐπὶ τοῦ σμῶ καὶ σμιλίον καὶ κόσμος· ἐπὶ δὲ τῶν συλλαβῶν τῶν οὐσῶν ἐν τέλει λέξεως, οἷον ἃλς, μάκαρς, Τίρυνς, ἕλμινς. ἰδοὺ ἐπὶ τούτων εὑρέθησαν ἡμίφωνα ἡμιφώνων προηγούμενα κατὰ σύλληψιν, ἐπειδὴ οὐκ ἔχουσι φωνῆεν ἐπιφερό‐ μενον τὸ ὀφεῖλον τοῦ ἑνὸς συμφώνου τὴν σύνταξιν ἀναδέξασθαι.
20 Ἐπειδὴ δὲ ἡμιφώνων ἐμνημονεύσαμεν, δεῖ γινώσκειν ὅτι ὡς ἐν τοῖς προλαβοῦσιν ἐμάθομεν, ἡμίφωνα ἐστὶν ὀκτὼ, ζ, ξ, ψ, λ, μ, ν, ρ, ς, διπλᾶ τε ὄντα καὶ ἀμετάβολα. Οὐδέποτε τὰ ἁπλᾶ σύμφωνα μετὰ τῶν διπλῶν συμφώνων εὑρί‐ σκονται κατὰ σύλληψιν, ἀλλ’ ἐν διαστάσει, οἷον θάλψαι, πέμψαι,
25ἄρξαι, ἄγξαι· ἰδοὺ γὰρ ἐπὶ τούτων τὸ μὲν ἁπλοῦν σύμφωνον τῆς προηγουμένης συλλαβῆς ληκτικόν ἐστι, τὸ δὲ διπλοῦν ἀρκτικὸν τῆς ἐπιφερομένης. Δεῖ προσθεῖναι χωρὶς εἰ μὴ ἐν τέλει λέξεως, πολλάκις γὰρ ἐν τέλει λέξεως εὑρίσκονται τὰ ἁπλᾶ μετὰ τῶν διπλῶν κατὰ σύλληψιν, ὡς ἐπὶ τοῦ σὰρξ, σάλπιγξ· ἐπὶ τούτων
30γὰρ ἐν συλλήψει εἰσὶ τὰ σύμφωνα, καὶ τοῦτο ἐξ ἀνάγκης· οὐδὲ γὰρ ἔχουσι φωνῆεν ἐπιφερόμενον τὸ ὀφεῖλον τοῦ ἑνὸς συμφώνου τὴν σύνταξιν ἀναδέξασθαι. Δεῖ γινώσκειν ὅτι οὐδέποτε δύο τὰ αὐτὰ σύμφωνα ἐν συλλήψει εὑρίσκονται, ἀλλ’ ἐν διαστάσει, οἷον πάλλω, τίλλω, πλήσσω, σάκκος, πυρρὸς, ἄγγελος, συμμίγδην·
35ἰδοὺ ἐπὶ τούτων, τὸ μὲν ἓν σύμφωνον ληκτικόν ἐστι τῆς προηγου‐
μένης συλλαβῆς, τὸ δὲ ἕτερον ἀρκτικὸν τῆς ἐπιφερομένης.244