TLG 2444 001 :: LYCOPHRON :: Testimonia

LYCOPHRON Soph.
(4 B.C.)

Testimonia

Source: Diels, H., Kranz, W. (eds.), Die Fragmente der Vorsokratiker, vol. 2, 6th edn. Berlin: Weidmann, 1952 (repr. Dublin/Zurich: Weidmann, 1966): 307–308.

test. 1–6

Citation: Fragment — (line)

1

ARISTOT. Metaph. H 6 1045b 10 οἱ μὲν μέθεξιν λέγουσι καὶ αἴτιον τί τῆς μεθέξεως καὶ τί τὸ μετέχειν ἀποροῦσιν· οἱ δὲ συνουσίαν [ψυχῆς], ὥσπερ Λυκόφρων φησὶν εἶναι τὴν ἐπιστήμην τοῦ ἐπίστασθαι καὶ ψυχῆς. ALEX. Z. St. οἱ δέ φασι συνουσίαν ψυχῆς, ὥσπερ Λ. ὁ σοφιστὴς τὴν ἐπιστήμην
5λέγων συνουσίαν τοῦ ἐπίστασθαι καὶ ψυχῆς. κάλλιον δ’ ἂν καὶ σαφέστερον ἦν, εἰ οὕτω πως εἶχεν ἡ γραφὴ ‘τὴν ἐπιστήμην τοῦ ἐπίστασθαι συνουσίαν καὶ ψυχῆσ‘. ἐρωτώμενος γὰρ ὁ Λ., τί τὸ αἴτιον τοῦ τὴν ἐπιστήμην καὶ τὴν ψυχὴν ἓν εἶναι, ἔλεγεν ὅτι ἡ συνουσία.

2

—PHYS. A 2. 185b 25 ἐθορυβοῦντο δὲ καὶ οἱ ὕστεροι τῶν ἀρχαίων ὅπως μὴ ἅμα γένηται αὐτοῖς τὸ αὐτὸ ἓν καὶ πολλά. διὸ οἱ μὲν τὸ ἔστι ἀφεῖλον, ὥσπερ Λ., οἱ δὲ τὴν λέξιν μετερρύθμιζον, ὅτι ὁ ἄνθρωπος οὐ λευκός ἐστιν ἀλλὰ λελεύκωται ... ἵνα μή ποτε τὸ ἔστι προσάπτοντες πολλὰ
5εἶναι ποιῶσι τὸ ἕν.

3

—POL. Γ 9. 1280b 8 γίνεται .. ἡ κοινωνία συμμαχία τῶν ἄλλων τόπωι διαφέρουσα μόνον τῶν ἄποθεν συμμαχιῶν καὶ ὁ νόμος συνθήκη καί, καθάπερ ἔφη Λ. ὁ σοφιστής, ἐγγυητὴς ἀλλήλοις τῶν δικαίων, ἀλλ’ οὐχ οἷος ποιεῖν ἀγαθοὺς καὶ δικαίους τοὺς πολίτας.

4

—FRAG. 91 R. (STOB. Flor. IV 29 p. 710 H.) λέγω δὲ τοῦτο, πότε‐
ρον τῶν τιμίων ἐστὶ (sc. ἡ εὐγένεια) καὶ σπουδαίων ἤ, καθάπερ Λ. ὁ σοφιστὴς ἔγραψε, κενόν τι πάμπαν. ἐκεῖνος γὰρ ἀντιπαραβάλλων ἑτέροις ἀγαθοῖς αὐτήν· ‘εὐγενείας μὲν οὖν‘ φησίν ‘ἀφανὲς τὸ κάλλος, ἐν λόγωι δὲ τὸ σεμνόν‘,307
5ὡς πρὸς δόξαν οὖσαν τὴν αἵρεσιν αὐτῆς, κατὰ δ’ ἀλήθειαν οὐθὲν διαφέροντας τοὺς ἀγενεῖς τῶν εὐγενῶν.

5

ARISTOT. RHET. Γ 3. 1405b 34 τὰ δὲ ψυχρὰ ἐν τέτταρσι γίγνεται κατὰ τὴν λέξιν, ἔν τε τοῖς διπλοῖς ὀνόμασιν, οἷον Λ. τὸν πολυπρόσωπον οὐρανὸν τῆς μεγαλοκορύφου γῆς καὶ ἀκτὴν δὲ στενόπορον ... μία μὲν οὖν αὕτη αἰτία, μία δὲ τὸ χρῆσθαι
5γλώτταις, οἷον Λ. Ξέρξην πέλωρον ἄνδρα καὶ Σκίρων σίνις ἀνήρ.

6

—Soph. el. 15. 174b 32 ἐπιχειρητέον δ’ ἐνίοτε καὶ πρὸς ἄλλα τοῦ εἰρη‐ μένου, ἐκεῖνο ἐκλαβόντες, ἐὰν μὴ πρὸς τὸ κείμενον ἔχηι τις ἐπιχειρεῖν, ὅπερ Λ. ἐποίησε προβληθέντος λύραν ἐγκωμιάζειν. ALEX. Z. St. ἢ μᾶλλον, ἐπειδὴ ὑπό τινων ἠναγκάζετο ἐπαινέσαι τὴν λύραν, εἶτα
5μὴ λόγων εὐπόρει πολλῶν, μικρόν τι ἐπαινέσας τὴν αἰσθητὴν ταύτην λύραν ἐπὶ τὴν οὐράνιον ἀνηνέχθη· ἔστι γὰρ ἐν οὐρανῶι ἄστρον τι ἐξ ἄστρων πολλῶν συγκεί‐
μενον λύρα ὀνομαζόμενον, εἰς ἣν πολλοὺς καὶ ἀγαθοὺς λόγους ἐξεῦρεν.308