TLG 2424 003 :: CHAEREMON :: Fragmenta

CHAEREMON Hist. Phil.
(Alexandrinus: A.D. 1)

Fragmenta

Source: Müller, K. (ed.), FHG 3. Paris: Didot, 1841–1870: 495–499.

  • Frr. 1–7
  • fr. 6b contains Latin text only.

Citation: Fragment — (line)

t1-4

ΑΙΓΥΠΤΙΑΚΑ.

1

Josephus C. Apion. I, 32: Μετὰ τοῦτον ἐξετάσαι βούλομαι Χαιρήμονα. Καὶ γὰρ οὗτος Αἰγυπτιακὴν φά‐ σκων ἱστορίαν συγγράφειν, καὶ προσθεὶς ταὐτὸ ὄνομα τοῦ βασιλέως, ὅπερ ὁ Μανεθὼς, Ἀμένωφιν, καὶ τὸν
5υἱὸν αὐτοῦ Ῥαμέσσην, φησὶν ὅτι «κατὰ τοὺς ὕπνους ἡ Ἶσις ἐφάνη τῷ Ἀμενώφει, μεμφομένη αὐτὸν ὅτι τὸ ἱερὸν αὐτῆς ἐν τῷ πολέμῳ κατέσκαπται. Φριτιφάντην δὲ ἱερογραμματέα φάναι, ἐὰν τῶν τοὺς μολυσμοὺς ἐχόν‐ των ἀνδρῶν καθάρῃ τὴν Αἴγυπτον, παύσασθαι τῆς
10πτοίας αὐτόν. Ἐπιλέξαντα δὲ τῶν ἐπισινῶν μυριάδας εἴκοσι πέντε ἐκβαλεῖν. Ἡγεῖσθαι δ’ αὐτῶν γραμμα‐ τέας Μωϋσῆν τε καὶ Ἰώσηπον, καὶ τοῦτον ἱερογραμ‐
ματέα· Αἰγύπτια δ’ αὐτοῖς ὀνόματα εἶναι, τῷ μὲν Μωϋσεῖ Τισιθὲν, τῷ δὲ Ἰωσήπῳ Πετεσήφ. Τούτους495
15δ’ εἰς Πηλούσιον ἐλθεῖν καὶ ἐπιτυχεῖν μυριάσι τριά‐ κοντα ὀκτὼ καταλελειμμέναις ὑπὸ τοῦ Ἀμενώφιος, ἃς οὐ θέλειν εἰς τὴν Αἴγυπτον διακομίζειν. Οἷς φιλίαν συν‐ θεμένους ἐπὶ τὴν Αἴγυπτον στρατεῦσαι. Τὸν δὲ Ἀμέ‐ νωφιν οὐχ ὑπομείναντα τὴν ἔφοδον αὐτῶν εἰς Αἰθιοπίαν
20φυγεῖν καταλιπόντα τὴν γυναῖκα ἔγκυον· ἣν κρυπτο‐ μένην ἔν τισι σπηλαίοις τεκεῖν παῖδα, ὄνομα Μεσσή‐ νην, ὃν ἀνδρωθέντα ἐκδιῶξαι τοὺς Ἰουδαίους εἰς τὴν Συρίαν, ὄντας περὶ εἴκοσι μυριάδας, καὶ τὸν πατέρα Ἀμένωφιν ἐκ τῆς Αἰθιοπίας καταδέξασθαι.»

2

Porphyrius ap. Euseb. P. E. III, 4: Χαιρήμων μὲν γὰρ καὶ οἱ ἄλλοι οὐδ’ ἄλλο τι πρὸ τῶν ὁρωμένων κόσμων ἡγοῦνται, ἐν ἀρχῆς λόγῳ τιθέμενοι τοὺς Αἰγυπτίων, οὐδ’ ἄλλους θεοὺς πλὴν τῶν πλανητῶν
5λεγομένων, καὶ τῶν συμπληρούντων τὸν ζωδιακὸν, καὶ ὅσοι τούτοις παρανατέλλουσι· τάς τε εἰς τοὺς δεκανοὺς τομὰς καὶ τοὺς ὡροσκόπους καὶ τοὺς λεγομένους κρα‐ ταιοὺς ἡγεμόνας, ὧν καὶ τὰ ὀνόματα ἐν τοῖς ἀλμενι‐ χιακοῖς φέρεται, καὶ θεραπεῖαι παθῶν καὶ ἀνατολαὶ
10καὶ δύσεις καὶ μελλόντων σημειώσεις. Ἑώρα γὰρ τοὺς τὸν ἥλιον δημιουργὸν φαμένους καὶ τὰ περὶ τὸν Ὄσι‐ ριν καὶ τὴν Ἶσιν, καὶ πάντας τοὺς ἱερατικοὺς μύθους ἢ εἰς τοὺς ἀστέρας καὶ τὰς τούτων φάνσεις καὶ κρύψεις καὶ ἐπιτολὰς ἑλιττομένους, ἢ εἰς τὰς τῆς σελήνης αὐ‐
15ξήσεις καὶ μειώσεις, ἢ εἰς τὴν τοῦ ἡλίου πορείαν, ἢ τό γε νυκτερινὸν ἡμισφαίριον ἢ τὸ ἡμερινὸν ἢ τόν γε πο‐ ταμόν· καὶ ὅλως πάντα εἰς τὰ φυσικὰ, καὶ οὐδὲν εἰς ἀσωμάτους καὶ ζώσας οὐσίας ἑρμηνεύοντας. Ὧν οἱ πλείους καὶ τὸ ἐφ’ ἡμῖν ἐκ τῆς τῶν ἀστέρων ἀνῆψαν
20κινήσεως, οὐκ οἶδ’ ὅπως δεσμοῖς ἀλύτοις ἀνάγκῃ, ἣν εἱμαρμένην λέγουσι, πάντα καταδήσαντες, καὶ πάντα τούτοις ἀνάψαντες τοῖς θεοῖς. Οὕτω λυτῆρας τῆς εἱμαρ‐ μένης μόνους ἔν τε ἱεροῖς καὶ ξοάνοις καὶ τοῖς ἄλλοις θεραπεύουσι.

3

Porphyrius ap. Eusebius P. E. V, 10: Πάνυ δέ με θράττει, πῶς ὡς κρείττους παρακαλούμε‐ νοι ἐπιτάττονται ὡς χείρους· καὶ δίκαιον εἶναι ἀξιοῦν‐ τες τὸν θεράποντα, τὰ ἄδικα αὐτοὶ κελευσθέντες δρᾶν
5ὑπομένουσι· καὶ καθαρῷ μὲν μὴ ὄντι ἐξ ἀφροδισίων οὐκ ἂν καλοῦντι ὑπακούσαιεν, αὐτοὶ δὲ ἄγειν εἰς παράνομα ἀφροδίσια τοὺς τυχόντας οὐκ ὀκνοῦσι. Καὶ ἀπὸ ἐμψύ‐ χων μὲν ἀποχῆς κελεύουσι δεῖν εἶναι τοὺς προφήτας, ἵνα μὴ τοῖς ὑπὸ τῶν σωμάτων ἀτμοῖς χραίνωνται, αὐ‐
10τοὶ δὲ ἀτμοῖς τοῖς ἀπὸ θυσιῶν μάλιστα δελεάζονται, καὶ νεκροῦ μὲν ἀθιγῆ δεῖν εἶναι τὸν ἐπόπτην, διὰ νεκρῶν δὲ τὰ πολλὰ ζῴων αἱ θεαγωγίαι ἐκτελοῦνται. Πολλῷ δὲ τούτων ἀλογώτερον, τὸ μὴ δαίμονι, εἰ τύχοι, ἢ ψυχῇ τεθνηκότος, αὐτῷ δὲ τῷ βασιλεῖ ἡλίῳ, ἢ σελήνῃ ἢ τινὶ
15τῶν κατ’ οὐρανὸν, ἄνθρωπον τῷ τυχόντι ὑποχείριον ἀπειλὰς προσφέροντα ἐκφοβεῖν, ψευδόμενον, ἵν’ ἐκεῖνοι ἀληθεύσωσι. Τὸ γὰρ λέγειν, ὅτι τὸν οὐρανὸν προσαρά‐ ξει, καὶ τὰ κρυπτὰ τῆς Ἴσιδος ἐκφανεῖ, καὶ τὸ ἐν
Ἀβύδῳ ἀπόρρητον δείξει, καὶ τὴν βᾶριν στήσει, καὶ τὰ496
20μέλη τοῦ Ὀσίριδος διασκεδάσει τῷ Τυφῶνι, τίνα οὐχ ὑπερβολὴν ἐμπληξίας μὲν τῷ ἀπειλοῦντι, ἃ μήτε οἶδε μήτε δύναται, καταλείπει, ταπεινότητος δὲ τοῖς δε‐ δοικόσιν οὕτω κενὸν φόβον καὶ πλάσματα, ὡς κομιδῇ παῖδες ἀνόητοι; Καίτοι καὶ Χαιρήμων ὁ ἱερογραμμα‐
25τεὺς ἀναγράφει ταῦτα, ὡς καὶ παρ’ Αἰγυπτίοις θρυλ‐ λούμενα, καὶ ταῦτά φασιν εἶναι καὶ τὰ τοιαῦτα βιαστι‐ κώτατα.

4

Porphyrius De abstin. IV, 6: Τὰ γοῦν κατὰ τοὺς Αἰγυπτίους ἱερέας Χαιρήμων ὁ στωικὸς ἀφηγούμενος, οὓς καὶ φιλοσόφους ὑπειλῆφθαί φησι παρ’ Αἰγυπτίοις, ἐξηγεῖται ὡς τόπον μὲν ἐλέξαντο ἐμφιλοσοφῆσαι τὰ
5ἱερά. Πρός τε γὰρ τὴν ὅλην ὄρεξιν τῆς θεωρίας συγγενὲς ἦν παρὰ τοῖς ἐκείνων ἀφιδρύμασι διαιτᾶσθαι· παρεῖχέν τε αὐτοῖς ἀσφάλειαν μὲν ἐκ τοῦ θείου σεβασμοῦ, καθά‐ περ τινὰ ἱερὰ ζῷα, πάντων τιμώντων τοὺς φιλοσόφους· ἠρεμαίους δὲ εἶναι, ἅτε τῆς ἐπιμιξίας κατὰ τὰς παν‐
10ηγύρεις καὶ τὰς ἑορτὰς συντελουμένης μόνον, τὸ δὲ λοιπὸν σχεδὸν ἀβάτων ὄντων τοῖς ἄλλοις τῶν ἱερῶν· ἁγνεύσαντας γὰρ ἔδει προσιέναι καὶ πολλῶν ἀποσχομέ‐ νους, καὶ τοῦτο ὥσπερ κοινὸς τῶν κατ’ Αἴγυπτον ἱερῶν θεσμός ἐστιν. Ἀπειπάμενοι δὲ πᾶσαν τὴν ἄλλην ἐργα‐
15σίαν καὶ πόρους ἀνθρωπίνους, ἀπέδοσαν ὅλον τὸν βίον τῇ τῶν θείων θεωρίᾳ καὶ θεάσει· διὰ μὲν ταύτης τό τε τίμιον καὶ ἀσφαλὲς καὶ εὐσεβὲς ποριζόμενοι, διὰ δὲ τῆς θεωρίας τὴν ἐπιστήμην, δι’ ἀμφοῖν δὲ ἄσκησιν ἠθῶν κεκρυμμένην τινὰ καὶ ἀρχαιοπρεπῆ. Τὸ γὰρ ἀεὶ συνεῖ‐
20ναι τῇ θείᾳ γνώσει καὶ ἐπιπνοίᾳ, πάσης μὲν ἔξω τίθησι πλεονεξίας, καταστέλλει δὲ τὰ πάθη, διεγείρει δὲ πρὸς σύνεσιν τὸν βίον. Λιτότητα δὲ ἐπετήδευσαν καὶ κατα‐ στολὴν, ἐγκράτειάν τε καὶ καρτερίαν, τό τε ἐν παντὶ δίκαιον καὶ ἀπλεονέκτητον. Σεμνοὺς δὲ αὐτοὺς παρεῖχε
25καὶ τὸ δυσεπίμικτον· οἵγε παρὰ μὲν αὐτὸν τῶν λεγο‐ μένων ἁγνειῶν τὸν καιρὸν οὐδὲ τοῖς συγγενεστάτοις καὶ ὁμοφύλοις ἐπεμίγνυντο σχεδὸν, οὐδὲ ἄλλως θεωρούμε‐ νοι ὅτι μὴ πρὸς τὰς ἀναγκαίας συναγνεύουσι χρείας ἢ ἁγνευτήρια τοῖς μὴ καθαρεύουσιν ἄδυτα καὶ πρὸς ἱε‐
30ρουργίας ἅγια κατανεμόμενοι. Τὸν δὲ ἄλλον χρόνον ἁπλούστερον μὲν τοῖς ὁμοίοις ἐπεμίγνυντο, τῶν δὲ ἐξω‐ τικῶν τῆς θρησκείας οὐδενὶ συνεβίουν. Ἐφαίνοντο δὲ ἀεὶ θεῶν ἢ ἀγαλμάτων ἐγγὺς, ἤτοι φέροντες ἢ προη‐ γούμενοι καὶ τάσσοντες μετὰ κόσμου τε καὶ σεμνότητος·
35ὧν ἕκαστον οὐ τῦφος ἦν, ἀλλά τινος ἔνδειξις φυσικοῦ λόγου. Τὸ δὲ σεμνὸν κἀκ τοῦ καταστήματος ἑωρᾶτο. Πορεία τε γὰρ ἦν εὔτακτος καὶ βλέμμα καθεστηκὸς ἐπετηδεύετο, ὡς ὅτε βουληθεῖεν μὴ σκαρδαμύττειν·
γέλως δὲ σπάνιος, εἰ δέ που γένοιτο, μέχρι μειδιάσεως·497
40ἀεὶ δὲ ἐντὸς τοῦ σχήματος χεῖρες. Καὶ σύμβολόν γε ἦν ἑκάστῳ τῆς τάξεως ἐμφαντικὸν, ἣν ἔλαχεν ἐν τοῖς ἱε‐ ροῖς· πλείους γὰρ ἦσαν αἱ τάξεις. Δίαιτα δὲ λιτὴ καὶ ἀφελής· οἴνου μὲν γὰρ οἱ μὲν οὐδ’ ὅλως, οἱ δὲ ὀλίγιστα ἐγεύοντο, νεύρων αἰτιώμενοι βλάβας καὶ πλήρωσιν κε‐
45φαλῆς, ἐμπόδιον εἰς εὕρεσιν· ἀφροδισίων τε ἔφασαν αὐτὸν ὀρέξεις ἐπιφέρειν. Ταύτῃ δὲ καὶ τῶν ἄλλων εὐ‐ λαβῶς εἶχον. Ἄρτοις μὲν οὐδὲ ὅλως ἐν ταῖς ἁγνείαις χρώμενοι, εἰ δέ ποτε μὴ ἁγνεύοιεν, σὺν ὑσσώπῳ κό‐ πτοντες ἤσθιον. Τὸ πολὺ γὰρ αὐτοῦ τῆς δυνάμεως κα‐

4

(50)

θαιρεῖν ἔφασαν τὸν ὕσσωπον. Ἐλαίου δ’ ἀπείχοντο μὲν ὡς τὸ πολὺ, οἱ πλεῖστοι δὲ καὶ παντελῶς, εἰ δέ που μετὰ λαχάνων χρήσαιντο, παντελῶς ὀλίγῳ, καὶ ὅσον παρηγορῆσαι τὴν αἴσθησιν. Τῶν μὲν οὖν ἐκτὸς Αἰγύπτου γιγνομένων
55βρωμάτων τε καὶ ποτῶν οὐ θέμις ἦν ἅπτεσθαι. Πολύς τις οὕτω τρυφῆς ἀπεκέκλειστο τόπος. Τῶν δὲ κατ’ αὐ‐ τὴν τὴν Αἴγυπτον ἰχθύων ἀπείχοντο πάντων, καὶ τε‐ τραπόδων ὅσα μώνυχα ἢ πολυσχιδῆ ἢ μὴ κερασφόρα, πτηνῶν δὲ ὅσα σαρκοφάγα· πολλοὶ δὲ καθάπαξ τῶν
60ἐμψύχων· καὶ ἔν γε ταῖς ἁγνείαις ἅπαντες, ὁπότε μηδ’ ᾠὸν προσίεντο. Καὶ μέντοι καὶ τῶν ἄλλων οὐκ ἀσυκοφάντητον ἐποιοῦντο παραίτησιν· οἷον τῶν βοῶν τὰς θηλείας παρῃτοῦντο, τῶν δ’ ἀρρένων ὅσα δίδυμα ἢ κατάσπιλα ἢ ἑτερόχροα ἢ παραλλάσσοντα τῇ μορφῇ
65ἢ δεδαμασμένα, ὡς ἤδη καθωσιωμένα τοῖς πόνοις, καὶ τιμωμένοις ἐμφερῆ, ἢ καθ’ ὁντινοῦν οἷον ἀπεικασμὸν ἐξείη, ἢ ἑτερόφθαλμα ἢ πρὸς ἀνθρω‐ πείαν ἐμφέρειαν νεύοντα. Μυρίαι δ’ ἄλλαι παρατηρήσεις καὶ τῆς περὶ αὐτὰ τέχνης τῶν καλουμένων μοσχο‐
70σφραγιστῶν, ἄχρι συντάξεων προάγουσαι βιβλιακῶν. Περιεργότερον δ’ ἔτι περὶ τὰ πτηνὰ, οἷον τρυγόνα μὴ ἐσθίειν· ἱέραξ γὰρ, ἔφασαν, πολλαχῆ τὸ ζῷον συλλαβὼν ἀφίησιν, μισθὸν ἀποδιδοὺς μίξεως σωτηρίαν· ὡς οὖν μὴ λάθοιεν τοιούτῳ περιπεσόντες, ἅπαν αὐτῶν περιίσταντο
75τὸ γένος. Κοιναὶ μὲν δὴ θρησκεῖαί τινες αὗται, κατὰ γένη δὲ τῶν ἱερέων διάφοροι, καὶ οἰκεῖαι καθ’ ἕκαστον θεόν. Αἱ δὲ ἁγνεῖαι πάντων ἐκαθάρευον. Ὁ δὲ χρόνος οὗτος, ὁπότε συντελεῖν τι τῶν περὶ τὴν ἱερὰν μέλλοιεν θρησκείαν, προλαμβάνων ἡμερῶν ἀριθμὸν, οἱ μὲν δυοῖν
80καὶ τετταράκοντα, οἱ δὲ τούτων πλείους, οἱ δὲ ἐλάσ‐ σους, οὐδέποτε μέντοι τῶν ἑπτὰ λειπομένας, παντὸς μὲν ἐμψύχου ἀπείχοντο, παντὸς δὲ λαχάνου τε καὶ ὀσπρίου, πρὸ δὲ πάντων ἀφροδισίων ὁμιλίας γυναι‐ κείας· ἄρρενος μὲν γὰρ οὐδὲ τὸν ἄλλον χρόνον μετεῖ‐
85χον. Τρὶς δὲ τῆς ἡμέρας ἀπελούοντο ψυχρῷ, ἀπό τε κοίτης καὶ πρὸ ἀρίστου καὶ πρὸς ὕπνον. Εἰ δέ ποτε συμβαίη καὶ ὀνειρώττειν, παραχρῆμα ἀπεκάθαιρον λουτρῷ τὸ σῶμα. Ψυχρῷ μὲν οὖν καὶ κατὰ τὸν ἄλλον ἐχρῶντο βίον, οὐ μὴν οὑτωσὶ πλεονάζον. Κοίτη δὲ αὐ‐
90τοῖς ἐκ τῶν σπαδίκων τοῦ φοίνικος, ἃς καλοῦσι βάϊς, ἐπέπλεκτο. Ξύλινον δὲ ἡμικυλίνδριον εὖ λελεασμένον ὑπόθημα τῆς κεφαλῆς· ἤσκουν δὲ δίψαν καὶ πεῖναν,
καὶ ὀλιγοσιτίαν παρὰ πάντα τὸν βίον. Μαρτυρία δ’ αὐτῶν τῆς ἐγκρατείας, ὅτι498
95μήτε περιπάτοις ἢ αἰώραις χρώμενοι διῆγον ἄνοσοι, καὶ πρὸς μετρίαν ἰσχὺν εὔτονοι. Πολλὰ γοῦν κατὰ τὰς ἱερουργίας ἐνεδέχοντο βάρη, καὶ ὑπηρετήματα τῆς κοινῆς ἰσχύος μείζω. Διῄρουν δὲ νύκτα μὲν εἰς ἐπιτή‐ ρησιν οὐρανίων, ἐνίοτε δὲ καὶ ἁγιστείαν, ἡμέραν δὲ εἰς

4

(100)

θεραπείαν τῶν θεῶν, καθ’ ἣν ἢ τρὶς ἢ τετράκις, κατὰ τὴν ἕω καὶ τὴν ἑσπέραν μεσουρανοῦντά τε τὸν ἥλιον καὶ πρὸς δύσιν καταφερόμενον, τούτους ὑμνοῦντες· τὸν δὲ ἄλλον χρόνον πρὸς θεωρήμασιν ἦσαν ἀριθμητικοῖς τε καὶ γεωμετρικοῖς, ἐκπονοῦντες ἀεί τι, καὶ προσεξ‐
105ευρίσκοντες, συνόλως τε περὶ τὴν ἐμπειρίαν καταγι‐ γνόμενοι. Τὸ δ’ αὐτὸ καὶ ἐν ταῖς χειμερίοις ἐπετήδευον νυξὶ, φιλολογίᾳ προσαγρυπνοῦντες, ἅτε μήτε πορισμοῦ ποιούμενοι φροντίδα, δεσπότου τε κακοῦ τῆς πολυτε‐ λείας ἐλευθεριάζοντες. Ὁ μὲν δὴ πόνος ὁ ἄτρυτός τε
110καὶ διηνεκὴς καρτερίαν ἀπομαρτυρεῖ τοῖς ἀνδράσι, τὸ δὲ ἀνεπιθύμητον, ἐγκράτειαν. Οἵ γε ἐν τοῖς ἀσεβεστά‐ τοις ἐτίθεντο πλεῖν ἀπ’ Αἰγύπτου, διευλαβούμενοι ξενι‐ κὰς τρυφὰς καὶ ἐπιτηδεύματα· μόνοις γὰρ ὅσιον ἐδόκει τοῖς κατὰ τὰς βασιλικὰς χρείας ἀπηναγκασμένοις. Πολὺς
115δὲ καὶ τούτοις ἦν λόγος ἐμμεῖναι τοῖς πατρίοις. Μικρὰ δ’ εἰ καταγνωσθεῖεν παραβαίνοντες, ἀπηλαύνοντο. Καὶ τὸ μὲν κατ’ ἀλήθειαν φιλοσοφοῦν ἔν τε τοῖς προφήταις ἦν καὶ ἱεροστολισταῖς καὶ ἱερογραμματεῦσιν, ἔτι δὲ ὡρολόγοις. Τὸ δὲ λοιπὸν τῶν ἱερέων τε καὶ παστοφόρων
120καὶ νεωκόρων πλῆθος καὶ ὑπουργῶν θεοῖς, καθαρεύει μὲν ὁμοίως, οὔτι γε μὴν μετ’ ἀκριβείας καὶ ἐγκρατείας τοσῆσδε. Τοιαῦτα μὲν τὰ κατ’ Αἰγυπτίους ὑπ’ ἀνδρὸς φιλαλήθους τε καὶ ἀκριβοῦς ἔν τε τοῖς στωικοῖς πρα‐ γματικώτατα φιλοσοφήσαντος μεμαρτυρημένα.

5

(t)

ΠΕΡΙ ΤΩΝ ΙΕΡΩΝ ΓΡΑΜΜΑΤΩΝ.
1 Tzetzes Hist. V, 403: Ὡς δ’ ὁ Αἰγύπτιος ἱερο‐ γραμματεὺς Χαιρήμων ἔδειξεν ἐν διδάγμασι τῶν ἱερῶν γραμμάτων, ὁ φοῖνιξ ἓξ τοῖς ἔτεσι καὶ ἑπτακισχιλίοις θνήσκει παραγενόμενος ἐν τόποις τοῖς Αἰγύπτου.

t6a-6b

ΠΕΡΙ ΤΩΝ ΚΟΜΗΤΩΝ.

6a

Origenes C. Celsum I, 51: Ἀνέγνωμεν δ’ ἐν τῷ Περὶ κομητῶν Χαιρήμονος τοῦ στωικοῦ συγγράματι τίνα τρόπον ἔσθ’ ὅτε καὶ ἐπὶ χρηστοῖς ἐσομένοις κομῆ‐ ται ἀνέτειλαν, καὶ ἐκτίθεται τὴν περὶ τούτων ἱστορίαν.

6b

Seneca Qu. N. VII, 5: Charimander (Chaere‐ mon?) quoque in eo libro quem De cometis compo‐ suit, ait Anaxagorae visum grande insolitumque caelo lumen magnitudine trabis, et id per multos
5dies fulsisse.

7

(t)

E SCRIPTO GRAMMATICO.
1 Apollon. Alexand. Περὶ συνδέσμων.: Τινές φασιν οὐ δεόντως αὐτοὺς (sc. τοὺς παραπληρωματικοὺς) συνδέσμους εἰρῆσθαι, εἴγε συνδέσεως λόγων οὐκ εἰσὶν αἴτιοι. Καί φησι Χαιρήμων
5ὁ στωικὸς, ὡς κατά τι εἴησαν ἂν σύνδεσμοι· σύνδε‐ σμον γάρ φησι καλεῖσθαι καὶ αὐτὴν φωνὴν [καὶ τὸ ἐξ αὐ]τῆς δηλούμενον, ᾧ λόγῳ καὶ τὰ ἡμέτερα σχήματα,
κτλ.499