TLG 2417 003 :: CINEAS :: Fragmenta CINEAS Rhet. Fragmenta Source: Müller, K. (ed.), FHG 2. Paris: Didot, 1841–1870: 463–464. Frr. 1–4 Citation: Fragment — (line) | ||
t1-4 | ΘΕΣΣΑΛΙΚΑ. | |
1 | Stephan. Byz.: Ἐφύρα, πόλις Ἠπείρου ... Ἔστι καὶ ἄλλη Ἐφύρη Κρανὼν λεγομένη, ὥς φησι Κινέας ὁ ῥήτωρ καὶ Ἐπαφρόδιτος. | |
2 | Schol. Pind. Pyth. X, 85: [ἔλπομαι δ’ Ἐφυ‐ ραίων] Δῆλον ... ὅτι Ἐφυραίους οὔτε τοὺς ἐν Θεσπρω‐ τίᾳ, οὔτε τοὺς Κορινθίους φησί· ῥητέον οὖν ὅτι τοὺς Κρανωνίους. Κρανὼν δὲ πόλις Θεσσαλίας. Θεσσαλὸς | |
5 | δὲ καὶ ὁ νικηφόρος. Οὕτω δὲ πρότερον οἱ Κρανώνιοι Ἐφυραῖοι ἐκαλοῦντο. Μαρτυρεῖ δὲ τούτῳ Κινέας. Φησὶ γὰρ ἄρχεσθαι αὐτὴν ὑπὸ τῷ Κρανῶνι, καὶ [αὐτὸν] ἐλθεῖν εἰς τὸν τῆς Ἱπποδαμείας γάμον ἐν Πίσῃ· εἶτα ἐκεῖ καταστρέψαντος τὸν βίον οἱ Θεσσαλοὶ τὴν Ἐφύραν | |
---|---|---|
10 | καλουμένην πόλιν εἰς τιμὴν τοῦ τεθνηκότος Κρανῶνα μετωνόμασαν. | |
3 | Strabo VII: Σουί‐ δας δὲ τοῖς Θετταλοῖς μυθώδεις λόγους προσχαριζό‐ μενος, ἐκεῖθέν τε φησιν εἶναι τὸ ἱερὸν μετενηνεγμένον ἐκ τῆς περὶ Σκοτοῦσσαν Πελασγίας· ἔστι δ’ ἡ Σκοτοῦσσα | |
5 | τῆς Πελασγιώτιδος Θετταλίας· συνακολουθῆσαι δὲ γυ‐ ναῖκας τὰς πλείστας, ὧν ἀπογόνους εἶναι τὰς νῦν προ‐ φήτιδας· ἀπὸ δὲ τούτου καὶ Πελασγικὸν Δία κεκλῆσθαι. Κινέας δ’ ἔτι μυθωδέστερον | |
4 | Stephan. Byz.: Δωδώνη: Τὸν δὲ Δωδωναῖον ἔλεγον καὶ [Βωδω]ναῖον. Ζηνόδοτος δὲ γράφει Φηγω‐ ναῖε, ἐπεὶ ἐν Δωδώνῃ πρῶτον φηγὸς ἐμαντεύετο. Καὶ Σουίδας δέ φησι Φηγοναίου Διὸς ἱερὸν εἶναι ἐν Θεσ‐ | |
5 | σαλίᾳ, καὶ τοῦτον ἐπικαλεῖσθαι. Ἕτεροι δὲ γράφουσι Βωδωναῖε· πόλιν γὰρ εἶναι Βωδώνην ὅπου τιμᾶται. Κινέας δέ φησι, πόλιν ἐν Θεσσαλίᾳ εἶναι καὶ Φηγὸν | |
καὶ τὸ τοῦ Διὸς μαντεῖον εἰς Ἤπειρον μετενεχθῆναι. ὠνόμασται δὲ κατὰ Θρασύβουλον, ὡς Ἐπαφρόδιτος ... | 463 | |
10 | ἀπὸ Δωδώνης μιᾶς τῶν Ὠκεανίδων νυμφῶν. Ἀκεστό‐ | |
δωρος δὲ ἀπὸ Δώδωνος τοῦ Διὸς καὶ Εὐρώπης. | 464 |