TLG 2391 003 :: HIPPOSTRATUS :: Fragmenta Fragmenta Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 432–433. Frr. 1–7 Citation: Fragment — (line) | ||
t1a-7 | ΓΕΝΕΑΛΟΓΙΑΙ. | |
1a(t) | Περὶ Μίνω. | |
1 | Phlegon. Mirab. fr. 59: Ἱππόστρατος δέ φησιν ἐν τῷ περὶ Μίνω, Αἴγυπτον ἐκ μιᾶς γυναικὸς Εὐρυόπης τῆς Νείλου πεντήκοντα υἱοὺς γεννῆσαι. Δαναός τε ὁμοίως ἐκ μιᾶς γυναικὸς τῆς Νεί‐ | |
---|---|---|
5 | λου Εὐρυόπης πεντήκοντα θυγατέρας ἔσχε. | |
1b | Tzetzes Hist. VII, v. 368: Ἱππόστρατος τὸν Αἴγυπτον ἐξ Εὐρυρρόης Νείλου μόνης υἱοὺς πεντήκοντα λέγει γεγεννηκέναι· τὰς θυγατέρας πάσας δὲ τὸν Δαναὸν ὁμοίως | |
5 | ἐκ τῆς Εὐρώπης θυγατρὸς τοῦ εἰρημένου Νείλου. | |
2 | Schol. Theocrit. VI, 40: Ἦσαν δὲ Τιμανδρέως θυγατέρες Κοττὼ καὶ Εὐρύθεμις, ἃς ἐτίμησαν Ἡρα‐ κλεῖδαι, διὰ τὸ συναγωνίσασθαι αὐτοῖς κατὰ τὴν εἰς Πελοπόννησον ἄφιξιν, ὡς οἱ περὶ Ἱππόστρατον ἀποφαί‐ | |
5 | νουσιν. | |
3 | Harpocratio: Ἄβαρις, ὄνομα κύριον. Λοιμοῦ δέ φασι κατὰ πᾶσαν τὴν οἰκουμένην γεγονότος, ἀνεῖλεν ὁ Ἀπόλλων μαντευομένοις Ἕλλησι καὶ βαρβάροις τὸν Ἀθηναίων δῆμον ὑπὲρ πάντων εὐχὰς ποιεῖσθαι. Πρε‐ | |
5 | σβευομένων δὲ πολλῶν ἐθνῶν πρὸς αὐτοὺς, καὶ Ἄβαριν ἐξ Ὑπερβορέων πρεσβευτὴν ἀφικέσθαι λέγουσιν. Ὁ δὲ χρόνος ἐν ᾧ παραγέγονε διαφωνεῖται· Ἱππόστρατος μὲν γὰρ κατὰ τὴν γʹ [νγʹ] αὐτὸν Ὀλυμπιάδα λέγει παραγε‐ νέσθαι, ὁ δὲ Πίνδαρος κατὰ Κροῖσον τὸν Λυδῶν βασι‐ | |
10 | λέα, ἄλλοι δὲ κατὰ τὴν καʹ Ὀλυμπιάδα. | 432 |
4 | Schol. Pindari. Nem. II, 1: Ὁμηρίδας ἔλεγον τὸ μὲν ἀρχαῖον τοὺς ἀπὸ τοῦ Ὁμήρου γένους, οἳ καὶ τὴν ποίησιν αὐτοῦ ἐκ διαδοχῆς ᾖδον· μετὰ δὲ ταῦτα καὶ οἱ ῥαψῳδοὶ οὐκέτι τὸ γένος εἰς Ὅμηρον ἀνάγοντες· ἐπιφα‐ | |
5 | νεῖς δὲ ἐγένοντο οἱ περὶ Κύναιθον, οὕς φασι πολλὰ τῶν ἐπῶν ποιήσαντας ἐμβαλεῖν εἰς τὴν Ὁμήρου ποίησιν. Ἦν δὲ ὁ Κύναιθος Χῖος, ὃς καὶ τῶν ἐπιγραφομένων Ὁμήρου ποιημάτων τὸν εἰς Ἀπόλλωνα γεγραμμένον ὕμνον λέγεται πεποιηκέναι. Οὗτος οὖν ὁ Κύναιθος | |
10 | πρῶτος ἐν Συρακούσαις ἐρραψῴδησε τὰ Ὁμήρου ἔπη κατὰ τὴν ἑξηκοστὴν ἐννάτην Ὀλυμπιάδα, ὡς Ἱππό‐ στρατός φησιν. | |
5 | Schol. Pind. Pyth. VI, 4: Ἱππόστρατος δὲ ὁ τὰ περὶ Σικελίας γενεαλογῶν φησιν, ὅτι Ἐμμενίδης καὶ Ξενόδικος, Τηλεμάχου υἱοὶ, καὶ Ἐμμενίδου μὲν οἱ περὶ Θήρωνα καὶ Ξενοκράτην, Ξενοδίκου δὲ Ἱπποκράτης | |
5 | καὶ Κάπυς, οἳ φυγαδευθέντες ὑπὸ Θήρωνος ὕστερον Κάμικον κατέσχον Σικελιωτικὸν πόλισμα· καθ’ ἣν (κ. ὃ?) καὶ ὁ Μίνως ὑπὸ ταῖς Κωκάλου θυγατράσιν ἀπώλετο κατὰ ζήτησιν Δαιδάλου ἐλθών. | |
6(t) | E LIBRO SEPTIMO. | |
1 | Schol. Pind. Ol. II, 8: Θήρων, υἱὸς ἦν Αἰνησιδά‐ μου· εἶχε δὲ συγγενῆ Κάπυν καὶ Ἱπποκράτην, οἵτινες ἦσαν ἀδελφοί· περὶ ὧν Ἱππόστρατος ἐν τῷ ζʹ φησίν. | |
7 | Idem ib. II, 16: Ἱππόστρατος ἱστορεῖ αὐτὸν (sc. | |
τὸν Θήρωνα) πλούτῳ διενηνοχέναι. | 433 |