TLG 2387 003 :: ATHANIS :: Fragmenta

ATHANIS Hist., vel Athanas
(Syracusanus: 4 B.C.)

Fragmenta

Source: Müller, K. (ed.), FHG 2. Paris: Didot, 1841–1870: 82–83.

Frr. 1–3

Citation: Fragment — (line)

t1-3

ΣΙΚΕΛΙΚΑ.

1

(t)

E LIBRO PRIMO.
1 Athenaeus III: Τοιοῦτοί τινές εἰσιν ... πολ‐ λῶν ὀνομάτων ποιηταὶ, καὶ πολλοῖς παρασάγγαις ὑπερ‐ δραμόντες τὸν Σικελιώτην Διονύσιον, ὃς τὴν μὲν παρ‐ θένον ἐκάλει μένανδρον, ὅτι μένει τὸν ἄνδρα, καὶ τὸν
5στῦλον μενεκράτην, ὅτι μένει καὶ κρατεῖ, βαλλάν‐ τιον δὲ ἀκόντιον ὅτι ἐναντίον βάλλεται, καὶ τὰς τῶν μυῶν διεκδύσεις μυστήρια ἐκάλει, ὅτι τοὺς μῦς τηρεῖ. Ἄθανις (sic) δ’ ἐν πρώτῳ Σικελικῶν τὸν αὐτόν φησι Διονύσιον καὶ τὸν βοῦν γαρόταν καλεῖν, καὶ τὸν χοῖ‐
10ρον ἴακχον.

2

Plutarch. Timoleon. c. 23, 4: Ἤδη δὲ καὶ τῶν ἐξ Ἰταλίας καὶ Σικελίας πολλοὶ τῷ Τιμολέοντι συνεληλύθεισαν· καὶ γενομένοις αὐτοῖς ἑξα‐ κισμυρίοις τὸ πλῆθος, ὡς Ἄθανις εἴρηκε, τὴν μὲν χώ‐
5ραν διένειμε, τὰς δὲ οἰκίας ἀπέδοτο χιλίων ταλάντων, ἅμα μὲν ὑπολειπόμενος τοῖς ἀρχαίοις Συρακοσίοις ἐξω‐ νεῖσθαι τὰς αὑτῶν, ἅμα δὲ χρημάτων εὐπορίαν τῷ δή‐ μῳ μηχανώμενος οὕτω πενομένῳ καὶ πρὸς τἄλλα καὶ πρὸς τὸν πόλεμον, ὥστε καὶ τοὺς ἀνδριάντας ἀποδό‐
10σθαι, ψήφου διαφερομένης ὑπὲρ ἑκάστου καὶ γινομένης κατηγορίας, ὥσπερ ἀνθρώπων εὐθύνας διδόντων· ὅτε δή φασι τὸν Γέλωνος ἀνδριάντα τοῦ παλαιοῦ τυράννου δια‐ τηρῆσαι τοὺς Συρακοσίους, καταχειροτονουμένων τῶν ἄλλων, ἀγαμένους καὶ τιμῶντας τὸν ἄνδρα τῆς νίκης,
15ἣν πρὸς Ἱμέρᾳ Καρχηδονίους ἐνίκησεν.

3

Plutarch. Tim. c. 37, 3: Ἤδη πρεσβύτερος ὢν (Τιμολέων) ἀπημβλύνθη τὴν ὄψιν, εἶτα τελέως ἐπη‐ ρώθη μετ’ ὀλίγον, οὔτε αὐτὸς ἑαυτῷ πρόφασιν παρασχὼν οὔτε παροινηθεὶς ὑπὸ τῆς τύχης, ἀλλὰ συγγενικῆς τινος,
5ὡς ἔοικεν, αἰτίας καὶ καταβολῆς ἅμα τῷ χρόνῳ συνεπι‐ θεμένης. Λέγονται γὰρ οὐκ ὀλίγοι τῶν κατὰ γένος αὐτῷ προσηκόντων ὁμοίως ἀποβαλεῖν τὴν ὄψιν ὑπὸ γήρως ἀπομαρανθεῖσαν. Ὁ δὲ Ἄθανις ἔτι συνε‐ στῶτος τοῦ πρὸς Ἵππωνα πολέμου καὶ Μάμερκον ἐν
10Μυλαῖς ἐπὶ στρατοπέδου φησὶν ἀπογλαυκωθῆναι τὴν
ὄψιν αὐτοῦ καὶ πᾶσι φανερὰν γενέσθαι τὴν πήρωσιν, οὐ μὴν ἀποστῆναι διὰ τοῦτο τῆς πολιορκίας, ἀλλ’ ἐμμεί‐ ναντα τῷ πολέμῳ λαβεῖν τοὺς τυράννους· ὡς δὲ ἐπα‐ νῆλθεν εἰς Συρακούσας, εὐθὺς ἀποθέσθαι τὴν μοναρχίαν82
15καὶ παραιτεῖσθαι τοὺς πολίτας, τῶν πραγμάτων εἰς τὸ
κάλλιστον ἡκόντων τέλος.83