TLG 2386 003 :: TIMONIDES :: Fragmenta

TIMONIDES Hist.
(Leucadius: 4 B.C.)

Fragmenta

Source: Müller, K. (ed.), FHG 2. Paris: Didot, 1841–1870: 83–84.

Frr. 1–3

Citation: Fragment — (line)

t1-3

ΤΑ ΚΑΤΑ ΔΙΩΝΑ.

1

Plutarch. Dion. c. 31: Post victoriam a Dione de Dionysio reportatam: Κή‐ ρυκες παρὰ τοῦ Διονυσίου κατέβαινον, ἐπιστολὰς πρὸς Δίωνα παρὰ τῶν οἰκείων γυναικῶν κομίζοντες. Μία δ’
5ἦν ἔξωθεν ἐπιγεγραμμένη· Τῷ πατρὶ παρ’ Ἱππαρίνου· τοῦτο γὰρ ἦν ὄνομα τῷ τοῦ Δίωνος υἱῷ. Καίτοι φησὶ Τίμαιος, Ἀρεταῖον αὐτὸν ἀπὸ τῆς μητρὸς Ἀ‐ ρέτης καλεῖσθαι. Τιμωνίδῃ δὲ μᾶλλον, ὡς οἴομαι, περί γε τούτων πιστευτέον, ἀνδρὶ φίλῳ καὶ συστρατιώτῃ
10Δίωνος.

2

Idem ibid. 35, de morte Philisti: Ἔφορος μὲν οὖν φησιν, ὡς ἁλισκομένης τῆς νεὼς, ἑαυτὸν ἀνέλοι· Τιμωνίδης δὲ, πραττομέναις ἐξ ἀρχῆς ταῖς πρά‐ ξεσι ταύταις μετὰ Δίωνος παραγενόμενος, καὶ γράφων
5πρὸς Σπεύσιππον, τὸν φιλόσοφον, ἱστορεῖ, ζῶντα λη‐ φθῆναι, τῆς τριήρους εἰς τὴν γῆν ἐκπεσούσης, τὸν Φίλι‐ στον· καὶ πρῶτον μὲν ἀποδύσαντας αὐτοῦ τὸν θώρακα τοὺς Συρακουσίους, καὶ γυμνὸν ἐπιδειξαμένους τὸ σῶ‐ μα, προπηλακίζειν, ὄντος ἤδη γέροντος· ἔπειτα τὴν
10κεφαλὴν ἀποτεμεῖν καὶ τοῖς παισὶ παραδοῦναι τὸ σῶμα, κελεύσαντας ἕλκειν διὰ τῆς Ἀχραδινῆς, καὶ καταβαλεῖν
εἰς τὰς Λατομίας.83

3

Schol. Theocrit. I, 63: Σιμωνίδης δὲ ἐν τῷ περὶ Σικελίας Αἴτνην φησὶ κρῖναι Ἥφαιστον καὶ Δήμητραν
περὶ τῆς χώρας ἐρίσαντας.84