TLG 2371 001 :: CHRONICON PASCHALE :: Chronicon paschale CHRONICON PASCHALE Chronogr.
Hist., vel Chronicon Alexandrinum
vel Chronicon Constantinopolitanum
vel Fasti Siculi Chronicon paschale Citation: Page — (line) | ||
3(t1) | ...γραφ... | |
t2 | Φίλωνος τοῦ παρ’ Ἑβραίοις σοφοῦ | |
---|---|---|
1 | Τὴν ἀρχὴν τῆς ἐαρινῆς ἰσημερίας πρῶτον ἀναγράφει μῆνα Μωϋ‐ σῆς ἐν ταῖς τῶν ἐνιαυτῶν περιόδοις, ἀναθεὶς οὐχ ὥσπερ ἔνιοι χρόνῳ τὰ πρεσβεῖα μᾶλλον ἢ ταῖς τῆς φύσεως χάρισιν, ἃς ἀνέτειλεν ἀν‐ θρώποις· κατὰ γὰρ ταύτην τὰ μὲν σπέρματα ἡ ἀναγκαία τροφὴ | |
5 | τελεσιουργεῖται· ὁ δὲ τῶν δένδρων καρπὸς ἡβώντων ἄρτι γεννᾶται, δευτέραν ἔχων τάξιν· ὅθεν καὶ ὀψίγονός ἐστιν· ἀεὶ γὰρ ἐν τῇ φύσει τὰ μὴ λίαν ἀναγκαῖα τῶν σφόδρα ἀναγκαίων δεύτερα. σφόδρα μὲν οὖν ἀναγκαῖα πυροί τε καὶ κριθαὶ καὶ ὅσα ἄλλα εἴδη τροφῆς, ὧν ἄνευ ζῆν οὐκ ἔστιν· ἔλαιον δὲ καὶ οἶνος καὶ ἀκρό‐ | |
10 | δρυα οὐχὶ τῶν ἀναγκαίων, ἐπεὶ δίχα τούτων ἄχρι μακροτάτου γήρους παρατείνοντες εἰς πολυετίαν βιοῦσιν ἄνθρωποι. τῷ δὲ μηνὶ τούτῳ περὶ ιδʹ ἡμέραν μέλλοντος τοῦ σεληνιακοῦ κύκλου γίνεσθαι πλησιφαοῦς ἄγεται τὰ διαβατήρια, δημοφαὴς ἑορ‐ τή, τὸ χαλδαϊστὶ λεγόμενον πάσχα. | |
15 | Ταῦτα μὲν ὁ Φίλων. ὅτι δὲ ἀπλανῶς τάττων τὴν ιδʹ τοῦ πρώτου μηνὸς τῆς σελήνης ὁ Ἰσραηλίτης λαὸς ἐπιτελεῖ τὴν τοῦ πάσχα ἑορτὴν οὐ μόνον μέχρι τοῦ κυριακοῦ πάθους, ἀλλὰ καὶ ἕως τῆς ἁλώσεως τῶν Ἱεροσολύμων τῆς γενομένης ἐπὶ Οὐεσπα‐ σιανοῦ Ῥωμαίων βασιλέως, μαρτυροῦσι καὶ οἱ θεοφόροι τῆς ἐκ‐ | |
20 | κλησίας ποιμένες καὶ διδάσκαλοι, ἐξ ὧν ὀλίγας ἐκ πολλῶν ἐν‐ | |
4 | ταῦθα παροίσε ... Πέτρος τῆς Ἀλεξανδρέων ἐκκλησίας ἐπίσκο‐ πος ἐν τῷ περὶ τοῦ πάσχα λόγῳ, ὃν Τρικεντίῳ τινὶ γράφει, οὗτινος λόγου καὶ ὁ μέγας Ἀθανάσιος τῆς αὐτῆς ἐκκλησίας γενό‐ μενος ἀρχιεπίσκοπος ........ τῇ πρὸς Ἐπιφάνιον ἐπίσκοπον | |
5 | [ἐπιστολῇ] ........ ὧδέ πως. Ὡς .... μέγα ἔλεος τοῦ θεοῦ· ἐν ... παν ..... εὐχα‐ ριστοῦμεν αὐτῷ, καὶ ὅτι τὸ πνεῦμα τῆς ἀληθείας κατέπεμψεν ἡμῖν, ὁδηγήσας ἡμᾶς εἰς τὴν ἀλήθειαν πᾶσαν. διὰ γὰρ τοῦτο καὶ ὁ νενομοθετημένος μὴν τῶν νέων, ἀρχὴ μηνῶν καὶ πρῶτος | |
10 | ἐν τοῖς μησὶ τοῦ ἐνιαυτοῦ, ἐγνωρίσθη ἡμῖν, καὶ ὑπὸ τῶν πα‐ λαιῶν συγγραφέων τῶν πρὸ τῆς ἁλώσεως τῆς Ἱερουσαλὴμ καὶ ὑπὸ τῶν νέων τῶν μετὰ τὴν ἅλωσιν ἐδείχθη ὁροθεσίαν ἔχειν εἰλι‐ κρινεστάτην καὶ καταφανεστάτην, διὰ τὸ μάλιστα ἔσθ’ ὅτε μὲν τὰ νέα ἔν τισι τόποις προλαμβάνειν, ἔσθ’ ὅτε δὲ ὑστερεῖν | |
15 | τῷ ποτὲ πρώιμα ποτὲ ὄψιμα γενέσθαι, ὥσπερ οὖν καὶ κατ’ αὐ‐ | |
τὴν τὴν ἀρχὴν τῆς πρὸ τοῦ πάσχα νομοθεσίας ἐγίνετο, καθὼς | ||
5 | γέγραπται, „ὁ δὲ πυρὸς καὶ ἡ ὄλυρα οὐκ ἐπλήγη· ὄψιμα γὰρ ἦν.“ ὅθεν καλῶς νενομοθέτηται ἀπὸ τῆς ἐαρινῆς ἰσημερίας, εἰς ὁποίαν δ’ ἂν ἑβδομάδα ἐμπέσῃ ἡ τεσσαρισκαιδεκαταία τοῦ πρώτου μηνός, ἐν αὐτῇ ἐπιτελεῖν τὸ πάσχα μετὰ τοῦ καὶ ἐγκώ‐ | |
5 | μια πρεπωδέστατα καὶ ἁρμοστικώτατα εἰς τοῦτο παρειληφέναι. „πρῶτος γάρ, φησίν, οὗτος μὴν ὑμῖν ..... καὶ ἀρχὴ μηνῶν ἐν τοῖς μησὶν τοῦ ἐνιαυτοῦ γέγραπται,“ ὅτε ὁ μὲν ἥλιος ἐν θέ‐ ρει γενόμενος τὰ φῶτα πλείονα καὶ λαμπρότερα ἀποδίδωσιν, ἡ δὲ ἡμέρα ἐπεκτεινομένη μεγεθύνεται, τῆς νυκτὸς ὑποστελλομέ‐ | |
10 | νης καὶ μειουμένης, τὰ δὲ νέα σπέρματα ἐπανθήσαντα διακα‐ θαίρεται εἰς τοὺς ἁλῶνας συγκομιζόμενα. οὐ μὴν ἀλλὰ καὶ πάντα τὰ ἀκρόδρυα βλαστάνει καὶ ἐπανθεῖ ἐπιχωρῆς ... ἐπα‐ γόμενα. εὐθέως γοῦν ἐπικαταλαμβάνονται ἐν παραλλαγῇ δια‐ φόρων καὶ ποικίλων καρπῶν, ὡς καὶ σταφυλήν ποτε εὑρίσκεσθαι | |
15 | κατ’ αὐτὸν τὸν καιρόν, καθὼς καὶ ὁ νομοθέτης φησί, „καὶ αἱ ἡμέραι ἡμέραι ἔαρος, πρόδρομοι σταφυλῆσ“, ἡνίκα ἀπέστειλεν τοὺς κατασκοπεύσοντας τὴν γῆν, ἤνεγκαν τὸν μέγαν βότρυν ἐν ἀναφορεῦσι καὶ ἀπὸ τῶν ῥοῶν καὶ ἀπὸ τῶν συκῶν. τότε γάρ, ὥς φασι, καὶ ὁ κτιστὴς καὶ δημιουργὸς τῶν ἁπάντων | |
20 | θεὸς ἡμῶν αἰώνιος τὰ πάντα συνεστήσατο, εἰς ἅπερ κατέλεξεν, | |
„βλαστησάτω ἡ γῆ βοτάνην χόρτου· σπεῖρον σπέρμα κατὰ γένος | ||
6 | καὶ καθ’ ὁμοιότητα καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν, οὗ τὸ σπέρμα αὐτοῦ κατὰ γένος ἐπὶ τῆς γῆς.“ καὶ ἐπήνεγκεν ὅτι „καὶ ἐγένετο οὕτως καὶ μάλα καλῶς καὶ δικαίως.“ ἐξέφανε τὸν παρ’ Ἑβραίοις νομοθετηθέντα πρῶτον μῆνα, ὃν ἔγνωμεν | |
5 | πεφυλαγμένον παρὰ Ἰουδαίοις μέχρι τῆς ἁλώσεως Ἱερουσαλήμ, διὰ τὸ μάλιστα Ἑβραίοις οὕτω παραδεδωκέναι, μετὰ δὲ τὴν ἅλωσιν λεληρημένον κατά τινα καὶ ἐν τούτῳ πώρωσιν· ὅνπερ ἡμεῖς ἐνθέσμως καὶ εἰλικρινῶς ἐπιτηροῦντες παρελάβομεν. καὶ ἐν τούτῳ κατὰ ..... ῥητόν, λέγων ...... διζομένην εἰς εὔ‐ | |
10 | σημον ἡμέραν τῆς ἁγίας ἑορτῆς ἡμῶν, ἥνπερ ἡ ἐκλογὴ ἐπέτυχεν, οἱ δὲ λοιποὶ ἐπωρώθησαν, καθὼς εἶπεν ἡ γραφή. Καὶ μεθ’ ἕτερα, Καὶ ταῦτα γάρ φησι, „πάντα ποιήσουσιν εἰς ὑμᾶς, ὅτι οὐκ ἔγνωσαν τὸν πέμψαντά με“ εἰ δὲ καὶ τὸν πέμψαντα καὶ τὸν πεμφθέντα ἠγνόησαν, οὐκ ἔστιν ἀμφιβάλλειν | |
15 | ὅτι καὶ τῆς νομοθεσίας τοῦ πάσχα τὴν ἀγνωσίαν ἔσχοσαν, ὡς μὴ μόνον τῆς κατ’ ἐκλογὴν τοποθεσίας ἐκπεσεῖν, ἀλλὰ καὶ τῆς ἀρχῆς τῶν μηνῶν τοῦ πρώτου ἐν τοῖς μησὶ τοῦ ἐνιαυτοῦ, οὗ τὴν τεσσαρισκαιδεκαταίαν οἱ πάλαι εἰλικρινῶς ἐπιτηροῦντες μετὰ τὴν ἰσημερίαν ἔθυον τὸ πάσχα κατὰ τὴν θείαν παραγγελίαν. οἱ γὰρ | |
20 | νῦν πρὸ ἰσημερίας αὐτὸ ποιοῦσι πάνυ ἀμελῶς καὶ κατεσφαλμέ‐ | |
7 | νως ἀγνοοῦντες, ὥσπερ οὖν καὶ ἐπ’ ἔτος ἐποίησαν, ὡς καὶ αὐ‐ τὸς συνομολογῶν ἐν τούτοις γράφεις. Εἶτε οὖν σφαλλόμενοι Ἰουδαῖοι κατὰ τὸν σεληνιακὸν δρόμον ποτὲ μὲν φαμενὼθ ἄγουσι τὸ ἑαυτῶν πάσχα εἴτε κατὰ τὸν ἐμ‐ | |
5 | βόλιμον μῆνα κατὰ τριετίαν τῷ φαρμουθί, οὐδὲν ἡμῖν διαφέρει· πρόκειται γὰρ ἡμῖν οὐδὲν ἕτερον ἢ τὴν ἀνάμνησιν τοῦ πάθους αὐτοῦ ποιεῖσθαι, καὶ κατὰ τοῦτον τὸν καιρόν, ὡς οἱ ἀπ’ ἀρχῆς αὐτόπται παραδεδώκασι, πρὶν Αἰγυπτίους πιστεῦσαι. οὐ γὰρ νῦν πρῶτον ἐπιτηροῦντες τὸν σεληνιακὸν δρόμον ἄγουσιν αὐτὸ | |
10 | ἐξ ἀνάγκης δὶς μὲν τῷ φαμενώθ, ἅπαξ δὲ κατὰ τριετίαν τῷ φαρ‐ μουθί· ἀπ’ ἀρχῆς γὰρ καὶ πρὸ τῆς Χριστοῦ παρουσίας πάντοτε οὕτω ποιήσαντες φαίνονται. ὅθεν καὶ αἰτιώμενος αὐτοὺς ὁ θεὸς διὰ τοῦ προφήτου ἔλεγεν, „καὶ εἶπον, ἀεὶ πλανῶνται τῇ καρδίᾳ· ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν | |
15 | μου.“ Ὅπερ, ὡς ὁρᾷς, καὶ ἐν τούτῳ φαίνει τὰ μεγάλα ψευδηγο‐ ρῶν οὐ μόνον κατὰ ἀνθρώπων ἀλλὰ καὶ κατὰ τοῦ θεοῦ, πρῶ‐ τον μὲν ἐπεὶ οὐδέπω εἰς τοῦτο ἐπλανῶντο Ἰουδαῖοι, ἡνίκα συνῆ‐ σαν αὐτοῖς οἱ ἀπ’ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται, πολλῷ δὲ μᾶλ‐ | |
20 | λον οὐδὲ ἀπ’ ἀρχῆς πρὸ τῆς Χριστοῦ παρουσίας. οὐδὲ γὰρ διὰ | |
τὴν νομοθεσίαν τοῦ πάσχα λέγει αὐτοὺς ὁ θεὸς ἀεὶ πλανωμέ‐ | ||
8 | νους τῇ καρδίᾳ, ὥσπερ σὺ ἔγραψας, ἀλλὰ διά τε τὴν ἄλλην πᾶσαν παρακοὴν καὶ διὰ τὰ πονηρὰ καὶ ἀηδῆ αὐτῶν ἔργα, ἅτε δὴ ὁρῶν αὐτοὺς ἐν εἰδωλολατρείαις καὶ πορνείαις ἀναστρεφο‐ μένους. | |
5 | Καὶ μετ’ ὀλίγα, Ὥστε καὶ ἐν τούτῳ πολύ, καὶ πάνυ γε πο‐ λύ, ἐπεὶ καθύπνωσας, διέγειρον σεαυτὸν τοῖς τοῦ ἐκκλησιαστοῦ βουκέντροις, μεμνημένος μάλιστα τοῦ λέγοντος, „ὀλίσθημα ἀπὸ ἐδάφους μᾶλλον ἢ ἀπὸ γλώσσης.“ καὶ γάρ, ὡς πάλιν ὁρᾷς, ἐπὶ τοὺς καθηγησαμένους αὐτῶν φθάνει τὸ ἐπενεχθὲν ὑπὸ σοῦ | |
10 | ἔγκλημα· καὶ ἔστιν ὑφορᾶσθαι τὸν παρακολουθοῦντα μέγαν κίν‐ δυνον, ἅτε δὴ ἀκουόντων ἡμῶν ὅτι ὁ βάλλων λίθον εἰς ὕψος ἐπὶ κεφαλὴν αὐτοῦ βάλλει. εὐχερὴς δὲ μᾶλλον καὶ πᾶς ὅστις τολμᾷ ἐν τούτῳ καὶ Μωϋσέα τὸν τηλικοῦτον θεράποντα τοῦ θεοῦ αἰ‐ τιᾶσθαι ἢ τὸν διαδεξάμενον αὐτὸν Ἰησοῦν τὸν τοῦ Ναυῆ ἢ | |
15 | τοὺς καθεξῆς τοὺς εὖ παρηκολουθηκότας αὐτῶν καὶ ἄρξαντας, λέγω δὴ τοὺς κριτὰς καὶ τοὺς φαινομένους βασιλέας ἢ καὶ τοὺς πνευματοφόρους προφήτας καὶ ἔτι τοὺς γενομένους ἐν αὐτοῖς ἀμέμπτους ἀρχιερέας, οἷς εἰ καὶ μὴ ** σιν ἑπόμενοι, ἀλλ’ οὖν γε ἐν τῇ τοῦ πάσχα εὐκαιριμωτάτῃ παραφυλακῇ συνεφώνουν, ὡς | |
20 | ἐν ταῖς ἄλλαις αὐτῶν ἑορταῖς. Καὶ μεθ’ ἕτερα, Ὥστε ἐπὶ τὸ ἀκινδυνότερον μᾶλλον καὶ εὐ‐ | |
φημότερον ἐχρῆν καταδραμεῖν, καὶ μὴ ῥιψοκινδύνως καὶ δυσφή‐ | ||
9 | μως γράφειν ὅτι ἀπ’ ἀρχῆς καὶ ἀεὶ φαίνονται περὶ τὸ πάσχα πλανώμενοι. ὅπερ οὐκ ἔχεις δεῖξαι, ὁπόσα κἂν θέλεις δημηγο‐ ρεῖν τοῖς νυνὶ κατὰ πολλὴν πλάνην τῆς τε νομοθεσίας τοῦ πά‐ σχα καὶ τῶν ἄλλων ἐκπεπτωκόσι. φαίνονται γὰρ οἱ πάλαι | |
5 | μετὰ ἐαρινὴν ἰσημερίαν αὐτὸ ποιοῦντες· ὅπερ δύνασαι γνῶναι ἐντυχὼν συγγράμμασιν ἀρχαίοις οἷς μάλιστα ἀνεγράψαντο οἱ παρ’ Ἑβραίοις σοφοί. καὶ Ἀθανάσιος δὲ ὁ μέγας τῆς Ἀλεξαν‐ δρέων ἐκκλησίας φωστὴρ ἐν τῇ μνημονευθείσῃ πρὸς Ἐπιφάνιον ἐπίσκοπον ἐπιστολῇ διδάσκει λέγων οὕτως. Οὐκοῦν ὥσπερ συν‐ | |
10 | ήθλησας καὶ συνεχάρης, οὕτω καὶ τοῦ μέμφεσθαι παῦσαι, καὶ μᾶλλον εὔχου ἵνα τοῦ λοιποῦ ἡ μὲν ἐκκλησία βεβαίαν τὴν εἰρήνην ἔχῃ, καὶ παύσονται αἱ αἱρέσεις τῆς μιαιφόνου προαιρέσεως, παύ‐ σονται δὲ καὶ οὗτοι φιλονεικοῦντες οἱ ἐφευρόντες ἑαυτοῖς ζητή‐ ματα, προφάσει μὲν τοῦ σωτηριώδους πάσχα, ἔργῳ δὲ τῆς | |
15 | ἰδίας ἔριδος χάριν μάλιστα, ὅτι ἐξ ἡμῶν εἶναι δοκοῦντες καὶ χριστιανοὶ αὐχοῦντες λέγεσθαι ζηλοῦσι τὰ τῶν προδεδωκότων Ἰουδαίων. ὁποία γὰρ αὐτοῖς καὶ πιθανὴ ἀπολογία γένοιτ’ ἂν ἄρα, ἐπειδὴ γέγραπται, „τῇ δὲ πρώτῃ τῶν ἀζύμων καὶ ἐν ᾗ ἔδει θύειν τὸ πάσχα.“ ἀλλ’ ἐγίνετο τότε καλῶς, νῦν δὲ κατὰ | |
20 | τὸ γεγραμμένον ἀεὶ πλανῶνται τῇ καρδίᾳ. Ὅτι μὲν οὖν οὐ μόνον μέχρι τοῦ κυριακοῦ πάθους, ἀλλὰ | |
καὶ ἕως τῆς ὑστάτης ἁλώσεως Ἱεροσολύμων τῆς γενομένης ἐπὶ | ||
10 | Οὐεσπασιανοῦ βασιλέως Ῥωμαίων ἀπλανῶς τάττων τὴν ιδʹ τοῦ πρώτου μηνὸς τῆς σελήνης ὁ Ἰσραηλίτης λαὸς τὸ νομικὸν ἑόρταζε πάσχα διὰ τούτων συντόμως ἀποδέδεικται. τῶν ἱερῶν τοίνυν προφητῶν καὶ πάντων, ὡς ἔφην, ὁμοῦ τῶν ὁσίως καὶ δικαίως | |
5 | ἐν τῷ νόμῳ κυρίου πολιτευσαμένων σὺν παντὶ τῷ λαῷ τὸ τυπικὸν καὶ σκιῶδες πάσχα ἑορταζόντων, ὁ πάσης ἀοράτου καὶ ὁρατῆς κτίσεως δημιουργὸς καὶ δεσπότης, ὁ μονογενὴς υἱὸς καὶ λόγος, ὁ τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι συναΐδιος καὶ ὁμοούσιος κατὰ τὴν θεότητα, ὁ κύριος ἡμῶν καὶ θεὸς Ἰησοῦς ὁ Χριστός, ἐπὶ | |
10 | συντελείᾳ τῶν αἰώνων κατὰ σάρκα τεχθεὶς ἐκ τῆς ἁγίας ἐνδόξου δεσποίνης ἡμῶν θεοτόκου καὶ ἀειπαρθένου καὶ κατὰ ἀλήθειαν θεοτόκου Μαρίας, καὶ ἐπὶ τῆς γῆς ὀφθείς, καὶ τοῖς ὁμοουσίοις κατὰ τὴν ἀνθρωπότητα ἀνθρώποις ὡς ἄνθρωπος ἀληθῶς συνα‐ ναστραφείς, καὶ αὐτὸς σὺν τῷ λαῷ ἐν τοῖς ἔτεσι τοῖς πρὸ τοῦ | |
15 | κηρύγματος καὶ τοῖς ἐν τῷ κηρύγματι τὸ νομικὸν καὶ σκιῶδες πάσχα ἐπετέλεσεν, ἐσθίων τὸν τυπικὸν ἀμνόν. „οὐκ ἦλθον γὰρ καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας, ἀλλὰ πληρῶσαι“, αὐ‐ τὸς ἐν εὐαγγελίοις εἴρηκεν ὁ σωτήρ. ἐπεὶ δὲ ἐκήρυξεν, οὐκ ἔφαγε τὸν ἀμνόν, ἀλλ’ αὐτὸς ἔπαθεν ὡς ἀληθινὸς ἀμνὸς ἐν τῇ | |
20 | τοῦ πάσχα ἑορτῇ, καθὼς διδάσκει ὁ θεολόγος καὶ εὐαγγελι‐ στὴς Ἰωάννης ἐν τῷ κατ’ αὐτὸν εὐαγγελίῳ, λέγων οὕτως· „ἄγου‐ | |
σιν οὖν τὸν Ἰησοῦν ἀπὸ τοῦ Καϊάφα εἰς τὸ πραιτώριον· ἦν δὲ | ||
11 | πρωία, καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα μὴ μιαν‐ θῶσιν, ἀλλ’ ἵνα φάγωσι τὸ πάσχα.“ καὶ μετ’ ὀλίγα, „ὁ οὖν Πιλᾶτος ἀκούσας τοῦτον τὸν λόγον ἤγαγεν ἔξω τὸν Ἰησοῦν, καὶ ἐκάθισεν ἐπὶ βήματος εἰς τόπον λεγόμενον Λιθόστρωτον, ἑβραϊ‐ | |
5 | στὶ δὲ Γαββαθᾶ. ἦν δὲ παρασκευὴ τοῦ πάσχα· ὥρα ἦν ὡσεὶ τρίτη“· καθὼς τὰ ἀκριβῆ βιβλία περιέχει, αὐτό τε τὸ ἰδιόχειρον τοῦ εὐαγγελιστοῦ, ὅπερ μέχρι τοῦ νῦν πεφύλακται χάριτι θεοῦ ἐν τῇ Ἐφεσίων ἁγιωτάτῃ ἐκκλησίᾳ, καὶ ὑπὸ τῶν πιστῶν ἐκεῖσε προσκυνεῖται. καὶ πάλιν ὁ αὐτὸς εὐαγγελιστής φησιν, „οἱ οὖν | |
10 | Ἰουδαῖοι, ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν τῷ σαβ‐ βάτῳ, ἐπεὶ παρασκευὴ ἦν· ἦν γὰρ μεγάλη ἡ ἡμέρα ἐκείνου τοῦ σαββάτου· ἠρώτησαν τὸν Πιλᾶτον ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη καὶ ἀρθῶσιν.“ ἐν αὐτῇ οὖν τῇ ἡμέρᾳ, ἐν ᾗ ἤμελλον οἱ Ἰουδαῖοι πρὸς ἑσπέραν ἐσθίειν τὸ πάσχα, ἐσταυρώθη ὁ κύριος | |
15 | ἡμῶν καὶ σωτὴρ ὁ Χριστός, θῦμα γενόμενος τοῖς μέλλουσι μετα‐ λήψεσθαι τῆς πίστεως τοῦ κατ’ αὐτὸν μυστηρίου κατὰ τὸ γε‐ γραμμένον τῷ μακαρίῳ Παύλῳ, „καὶ γὰρ τὸ πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός,“ καὶ οὐχ ὥς τινες ἀμαθίᾳ φερόμενοι διαβεβαιοῦνται ὡς φαγὼν τὸ πάσχα παρεδόθη· ὅπερ οὔτε | |
20 | παρὰ τῶν ἁγίων εὐαγγελίων μεμαθήκαμεν οὔτε τις τῶν μακα‐ ρίων ἡμῖν ἀποστόλων τι τοιοῦτον παραδέδωκεν. ἐν ᾧ οὖν και‐ | |
ρῷ ἔπαθεν ὑπὲρ ἡμῶν κατὰ σάρκα ὁ κύριος ἡμῶν καὶ θεὸς Ἰη‐ | ||
12 | σοῦς ὁ Χριστός, τὸ κατὰ νόμον οὐκ ἔφαγε πάσχα, ἀλλ’ ὡς ἔφην, αὐτὸς ὡς ἀληθὴς ἀμνὸς ἐτύθη ὑπὲρ ἡμῶν ἐν τῇ τοῦ σκιώ‐ δους πάσχα ἑορτῇ ἐν ἡμέρᾳ παρασκευῇ, τῇ ιδʹ τοῦ πρώτου μη‐ νὸς τῆς σελήνης. πέρας οὖν ἀπείληφε τὸ τυπικὸν πάσχα τοῦ | |
5 | ἀληθινοῦ πάσχα παραγενομένου· τὸ γὰρ πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός, ὡς πρόκειται καὶ διδάσκει τὸ σκεῦος τῆς ἐκλο‐ γῆς ὁ ἀπόστολος Παῦλος. Ὅτι δὲ ἐν ᾧ καιρῷ ἔπαθεν ὁ σωτὴρ τὸν νομικὸν καὶ σκιώδη οὐκ ἔφαγεν ἀμνὸν καὶ διὰ τῶν εἰρημένων εὐαγγελικῶν καὶ πα‐ | |
10 | τρικῶν διδαγμάτων δῆλον γεγένηται. εἰ γὰρ ἀπλανῶς τάττων ὁ λαὸς κατ’ ἐκείνους τοὺς χρόνους τὴν ιδʹ τοῦ πρώτου μηνὸς τῆς σελήνης τὸ νομικὸν ἐπετέλει πάσχα, ἐν αὐτῇ δὲ τῇ τοῦ πάσχα ἡμέρᾳ ἤτοι τῇ ιδʹ τοῦ πρώτου μηνὸς παρασκευῆς οὔσης ἐσταύ‐ ρωσαν τὸν κύριον οἱ Ἰουδαῖοι, καὶ τότε τὸ πάσχα ἔφαγον κατὰ | |
15 | τὴν τῶν εὐαγγελίων καὶ τῶν θεοφόρων πατέρων διδασκαλίαν, φανερόν ἐστιν ὅτι οὐκ ἔφαγεν τὸν νομικὸν ἀμνὸν ἐν ἐκείνῃ τῇ ἡμέ‐ ρᾳ ὁ κύριος, ἀλλ’ αὐτὸς ἔπαθεν ὡς ἀληθὴς ἀμνός. πολλῆς δὲ οὔσης τῆς περὶ τούτου σὺν ἀποδείξει μαρτυρίας τῶν ἁγίων τῆς ἐκκλησίας διδασκάλων, ὀλίγας αὐτῶν φωνὰς ἐνταῦθα παροίσο‐ | |
20 | μεν, ἐν αἷς σαφῶς λέγουσιν ὅτι ἐν ᾧ καιρῷ ἔπαθεν ὁ κύριος τὸν νομικὸν οὐκ ἔφαγεν ἀμνόν. Ἱππόλυτος τοίνυν ὁ τῆς εὐσεβείας μάρτυς, ἐπίσκοπος γεγο‐ | |
νὼς τοῦ καλουμένου Πόρτου πλησίον τῆς Ῥώμης, ἐν τῷ πρὸς | ||
13 | ἁπάσας τὰς αἱρέσεις συντάγματι ἔγραψεν ἐπὶ λέξεως οὕτως. Ὁρῶ μὲν οὖν ὅτι φιλονεικίας τὸ ἔργον. λέγει γὰρ οὕτως· ἐποίησε τὸ πά‐ σχα ὁ Χριστὸς τότε τῇ ἡμέρᾳ καὶ ἔπαθεν· διὸ κἀμὲ δεῖ ὃν τρόπον ὁ κύριος ἐποίησεν, οὕτω ποιεῖν. πεπλάνηται δὲ μὴ γι‐ | |
5 | νώσκων ὅτι ᾧ καιρῷ ἔπασχεν ὁ Χριστὸς οὐκ ἔφαγε τὸ κατὰ νόμον πάσχα. οὗτος γὰρ ἦν τὸ πάσχα τὸ προκεκηρυγμένον καὶ τὸ τελειούμενον τῇ ὡρισμένῃ ἡμέρᾳ. Καὶ πάλιν ὁ αὐτὸς ἐν τῷ πρώτῳ λόγῳ τοῦ περὶ τοῦ ἁγίου πάσχα συγγράμματος εἴρηκεν οὕτως. Οὐδὲ ἐν τοῖς πρώτοις | |
10 | οὐδὲ ἐν τοῖς ἐσχάτοις ὡς οὐκ ἐψεύσατο πρόδηλον, ὅτι ὁ πάλαι προειπὼν ὅτι Οὐκέτι φάγομαι τὸ πάσχα εἰκότως τὸ μὲν δεῖπνον ἐδείπνησεν πρὸ τοῦ πάσχα, τὸ δὲ πάσχα οὐκ ἔφαγεν, ἀλλ’ ἔπα‐ θεν. οὐδὲ γὰρ καιρὸς ἦν τῆς βρώσεως αὐτοῦ. | |
14t | Ἀπολλιναρίου ἐπισκόπου Ἱεραπόλεως, ὅτι ἐν ᾧ καιρῷ | |
15t | ὁ κύριος ἔπαθεν οὐκ ἔφαγεν τὸ τυπικὸν πάσχα | |
16 | Καὶ Ἀπολλινάριος δὲ ὁ ὁσιώτατος ἐπίσκοπος Ἱεραπόλεως τῆς Ἀσίας, ὁ ἐγγὺς τῶν ἀποστολικῶν χρόνων γεγονώς, ἐν τῷ περὶ τοῦ πάσχα λόγῳ τὰ παραπλήσια ἐδίδαξε, λέγων οὕτως. Εἰσὶ τοίνυν οἳ δι’ ἄγνοιαν φιλονεικοῦσι περὶ τούτων, συγγνωστὸν | |
20 | πρᾶγμα πεπονθότες· ἄγνοια γὰρ οὐ κατηγορίαν ἀναδέχεται, ἀλ‐ | |
14 | λὰ διδαχῆς προσδεῖται· καὶ λέγουσιν ὅτι τῇ ιδʹ τὸ πρόβατον μετὰ τῶν μαθητῶν ἔφαγεν ὁ κύριος, τῇ δὲ μεγάλῃ ἡμέρᾳ τῶν ἀζύμων αὐτὸς ἔπαθεν, καὶ διηγοῦνται Ματθαῖον οὕτω λέγειν ὡς νενοήκασιν· ὅθεν ἀσύμφωνός τε νόμῳ ἡ νόησις αὐτῶν καὶ στα‐ | |
5 | σιάζειν δοκεῖ κατ’ αὐτοὺς τὰ εὐαγγέλια. Καὶ πάλιν ὁ αὐτὸς ἐν τῷ αὐτῷ λόγῳ γέγραφεν αὕτως. Ἡ ιδʹ τὸ ἀληθινὸν τοῦ κυρίου πάσχα, ἡ θυσία ἡ μεγάλη, ὁ ἀντὶ τοῦ ἀμνοῦ παῖς θεοῦ, ὁ δεθείς, ὁ δήσας τὸν ἰσχυρόν, καὶ ὁ κρι‐ θεὶς κριτὴς ζώντων καὶ νεκρῶν, καὶ ὁ παραδοθεὶς εἰς χεῖρας | |
10 | ἁμαρτωλῶν, ἵνα σταυρωθῇ, ὁ ὑψωθεὶς ἐπὶ κεράτων μονοκέρω‐ τος, καὶ ὁ τὴν ἁγίαν πλευρὰν ἐκκεντηθείς, ὁ ἐκχέας ἐκ τῆς πλευρᾶς αὐτοῦ τὰ δύο πάλιν καθάρσια, ὕδωρ καὶ αἷμα, λόγον καὶ πνεῦμα, καὶ ὁ ταφεὶς ἐν ἡμέρᾳ τῇ τοῦ πάσχα, ἐπιτεθέντος τῷ μνήματι τοῦ λίθου. | |
15 | Ἀλλὰ καὶ Κλήμης ὁ ὁσιώτατος τῆς Ἀλεξανδρέων ἐκκλησίας γεγονὼς ἱερεύς, ἀνὴρ ἀρχαιότατος καὶ οὐ μακρὰν τῶν ἀποστο‐ λικῶν γενόμενος χρόνων, ἐν τῷ περὶ τοῦ πάσχα λόγῳ τὰ παρα‐ πλήσια διδάσκει, γράφων οὕτως. Τοῖς μὲν οὖν παρεληλυθόσιν ἔτεσι τὸ θυόμενον πρὸς Ἰουδαίων ἤσθιεν ἑορτάζων ὁ κύριος πά‐ | |
20 | σχα· ἐπεὶ δὲ ἐκήρυξεν αὐτὸς ὢν τὸ πάσχα, ὁ ἀμνὸς τοῦ θεοῦ, ὡς πρόβατον ἐπὶ σφαγὴν ἀγόμενος, αὐτίκα ἐδίδαξε μὲν τοὺς μαθη‐ τὰς τοῦ τύπου τὸ μυστήριον τῇ ιγʹ, ἐν ᾗ καὶ πυνθάνονται αὐ‐ | |
τοῦ, Ποῦ θέλεις ἑτοιμάσωμέν σοι τὸ πάσχα φαγεῖν; ταύτῃ οὖν | ||
15 | τῇ ἡμέρᾳ καὶ ὁ ἁγιασμὸς τῶν ἀζύμων καὶ ἡ προετοιμασία τῆς ἑορτῆς ἐγίνετο. ὅθεν ὁ Ἰωάννης ἐν ταύτῃ τῇ ἡμέρᾳ εἰκότως ὡς ἂν προετοιμαζομένους ἤδη ἀπονίψασθαι τοὺς πόδας πρὸς τοῦ κυρίου τοὺς μαθητὰς ἀναγράφει· πέπονθεν δὲ τῇ ἐπιούσῃ ὁ σω‐ | |
5 | τὴρ ἡμῶν, αὐτὸς ὢν τὸ πάσχα, καλλιερηθεὶς ὑπὸ Ἰουδαίων. καὶ μεθ’ ἕτερα, Ἀκολούθως ἄρα τῇ ιδʹ, ὅτε καὶ ἔπαθεν, ἕωθεν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τῷ Πιλάτῳ προσαγαγόντες οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανθῶσιν, ἀλλ’ ἀκωλύτως ἑσπέρας τὸ πάσχα φάγωσι. ταύτῃ τῶν ἡμερῶν τῇ ἀκριβείᾳ | |
10 | καὶ αἱ γραφαὶ πᾶσαι συμφωνοῦσι καὶ τὰ εὐαγγέλια συνῳδά. ἐπιμαρτυρεῖ δὲ καὶ ἡ ἀνάστασις· τῇ γοῦν τρίτῃ ἀνέστη ἡμέρᾳ, ἥτις ἦν πρώτη τῶν ἑβδομάδων τοῦ θερισμοῦ, ἐν ᾗ καὶ τὸ δρά‐ γμα νενομοθέτητο προσενεγκεῖν τὸν ἱερέα. Ὅτι μὲν οὖν ἐν ᾧ καιρῷ πέπονθεν ὁ κύριος ἡμῶν καὶ σω‐ | |
15 | τὴρ οὐκ ἔφαγε τὸν νομικὸν καὶ σκιώδη ἀμνόν, ἀλλ’ αὐτὸς ὡς ἀληθὴς ἀμνὸς ἐτύθη ὑπὲρ ἡμῶν ἐν ἡμέρᾳ παρασκευῇ τῇ ιδʹ τοῦ πρώτου μηνὸς τῆς σελήνης, καὶ διὰ τούτων δῆλον γεγένηται. παθόντος τοίνυν, ὡς εἴπομεν, κατὰ σάρκα τοῦ κυρίου ἡμῶν καὶ θεοῦ Ἰησοῦ Χριστοῦ τὸ ἑκούσιον καὶ ζωοποιὸν πάθος ἐν τῇ τοῦ | |
20 | νομικοῦ πάσχα ἑορτῇ, τουτέστιν τῇ ιδʹ τοῦ πρώτου μηνὸς τῆς σελήνης, καὶ ἀναστάντος τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς γραφὰς τῇ μιᾷ τῶν σαββάτων, ἥτις ἐστὶν κυριακή, ιϛʹ τοῦ πρώτου μηνὸς | |
τῆς σελήνης, ἐν ᾗ καὶ τὸ δράγμα νενομοθέτητο προσφέρειν τὸν | ||
16 | ἱερέα, πέρας ἀπείληφε τὸ τυπικὸν πάσχα, τοῦ ἀληθινοῦ πάσχα παραγενομένου. Τότε οὖν παυθέντος ἤγουν πληρωθέντος τοῦ τυπικοῦ καὶ σκιώδους πάσχα ἤρξατο τὸ ἀληθινὸν τῆς ἁγίας τοῦ θεοῦ καθολι‐ | |
5 | κῆς καὶ ἀποστολικῆς ἐκκλησίας πάσχα· οὗπερ εἰς ἀνάμνησιν καθ’ ἕκαστον ἐνιαυτὸν ἡ τοῦ θεοῦ ἐκκλησία τὴν ἁγίαν τοῦ πάσχα ἑορ‐ τὴν ἐπιτελεῖ, ἀπλανῶς τηροῦσα τὴν ιδʹ τοῦ πρώτου μηνὸς τῆς σελήνης, ἐν ᾗ τὸ νομικὸν ἐπιτελεῖσθαι προστέτακται πάσχα, με‐ τὰ ἐπίβασιν τῆς ἡμέρας, ἐν ᾗ τὴν ἐαρινὴν ἰσημερίαν γίνεσθαι τὸ | |
10 | πνεῦμα τὸ ἅγιον ἐδίδαξεν· καὶ εἰ μὲν εὑρεθείη αὕτη, λέγω δὲ ἡ ιδʹ τοῦ πρώτου μηνὸς τῆς σελήνης, ἐν ἡμέρᾳ κυριακῇ, εἰς τὴν ἑξῆς κυριακὴν τὴν ἁγίαν τῆς ἐκ νεκρῶν ἀναστάσεως Χριστοῦ τοῦ θεοῦ ἡμῶν ἑορτὴν ἄγειν, εἰ δὲ ἐν δευτέρᾳ ἢ τρίτῃ ἢ τετράδι ἢ πέμπτῃ ἢ παρασκευῇ ἢ σαββάτῳ, τοῦ πάσχα διαφωνίαν οὐκ | |
15 | ἴσχυσαν οἱ τῆς ἐκκλησίας διδάσκαλοι, ἀλλ’ ἡ θεία χάρις τοὺς πο‐ λεμίους τῆς ἐκκλησίας καταβαλοῦσα τὸν μέγαν ὡς ἀληθῶς καὶ πιστότατον βασιλέα Κωνσταντῖνον ἀνέστησεν, ὃς ἐπὶ πλεῖον τὰ χριστιανῶν εἰς φαιδρότητα καὶ δόξαν ἤγαγεν διὰ μεγίστων καὶ πολλῶν ὑπὲρ τῆς ἐκκλησίας θεαρέστων κατορθωμάτων. οὗτος | |
20 | εὑρὼν τὴν τοιαύτην διαφωνίαν ἐν ταῖς ἁγίαις τοῦ θεοῦ ἐκκλη‐ σίαις, καὶ πρὸς ταύταις Ἄρειον τὸν δυσσεβῆ καὶ τοὺς ἀμφ’ αὐ‐ τὸν σφοδρῶς τὴν ὀρθὴν καὶ ἀμώμητον πίστιν ἀνασκευάσαι σπου‐ | |
δάζοντας καὶ πολλὴν ταραχὴν ταῖς τοῦ θεοῦ ἐκκλησίαις ἐμποιοῦν‐ | ||
17 | τας, τῷ θείῳ ζήλῳ κινούμενος πρὸς εἰρήνην καὶ ὁμόνοιαν καὶ τὴν τῶν δογμάτων τῆς εὐσεβείας ὀρθότητα τὴν ἁγίαν καὶ μεγά‐ λην καὶ οἰκουμενικὴν σύνοδον τῶν τιηʹ ὁσίων πατέρων ἐπὶ τῆς Νικαέων συνήθροισεν· οἵτινες σὺν τῷ πνεύματι τῷ ἁγίῳ ἐκεῖσε | |
5 | συνελθόντες, καὶ τὴν Ἀρείου καὶ τῶν ἀμφ’ αὐτὸν μανίαν διελέγ‐ ξαντες, τὸ τῆς πίστεως σύμβολον ἐξέθεντο, ὅρον τε ἔθηκαν συμ‐ φώνως ἅπαντες περὶ τοῦ ἁγίου καὶ ζωοποιοῦ πάσχα· ὥστε καὶ τοὺς ἀπὸ τῆς κοίλης Συρίας καὶ πάντας ἁπλῶς τοὺς τὸν ἀποστο‐ λικὸν καὶ εὐαγγελικὸν τῆς ὀρθοδόξου πίστεως λόγον ὑγιῆ διασώ‐ | |
10 | ζοντας τῷ ἀρχαίῳ ἔθει τῆς τε Ῥωμαίων ἐκκλησίας καὶ τῆς Ἀλεξαν‐ δρέων καὶ τῶν πλείστων ἁγίων τοῦ θεοῦ ἐκκλησιῶν τῶν ἀνὰ πᾶσαν τὴν οἰκουμένην κατακολουθεῖν, καὶ συμφώνως ἅπαντας ἐν μιᾷ καὶ τῇ αὐτῇ ἡμέρᾳ ἑορτάζειν τὸ πανάγιον καὶ ζωοποιὸν πάσχα. τούτων συμφώνως ὑπὸ τῆς ἁγίας ὁρισθέντων συνόδου, ὁ εὐσε‐ | |
15 | βὴς καὶ φιλόχριστος βασιλεὺς Κωνσταντῖνος δι’ οἰκείων αὐτοῦ γραμμάτων τοὺς ἁπανταχόσε τῆς ἱερωσύνης ἀρχηγοὺς καὶ πάν‐ τας ἁπλῶς τοὺς τῆς εὐσεβείας τροφίμους εἰρηνεύειν προέτρεπε καὶ τοῖς ὁρισθεῖσιν ἐμμένειν περί τε τῆς ὀρθῆς καὶ ἀμωμήτου πί‐ στεως καὶ τοῦ σωτηριώδους καὶ ζωοποιοῦ πάσχα ὑπὸ τῆς ἁγίας | |
20 | ἐκείνης καὶ οἰκουμενικῆς συνόδου· τοὺς δὲ μὴ τοῦτο ποιοῦντας ἀποκηρύκτους εἶναι καὶ ἀλλοτρίους τῆς ἁγίας τοῦ θεοῦ καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας προσέταττε, συμφωνούντων αὐτῷ ἐν | |
τούτοις ἅπασι καὶ τῶν ἁπανταχόσε ἀνεπιλήπτως προεστώτων τῶν | ||
18 | ἁγίων τοῦ θεοῦ ἐκκλησιῶν ὁσίων πατέρων καὶ διδασκάλων. οὗ γενομένου ἕκαστος τῶν θεοφόρων πατέρων τῶν ἐν τῇ Νικαέων συνεληλυθότων ἁγίᾳ συνόδῳ τὴν ἰδίαν κατελάμβανε πόλιν. Τῆς εἰρήνης δὲ καὶ ὁμονοίας μετὰ τῆς τῶν δογμάτων ὀρ‐ | |
5 | θότητος τῶν ἁγίων τοῦ θεοῦ ἐκκλησιῶν πολλὴν ποιούμενοι πρό‐ νοιαν οἱ ὅσιοι καὶ θεοφόροι τῆς ἐκκλησίας φωστῆρες καὶ διδά‐ σκαλοι, ἐπιστάμενοι ὅτι τοὺς τῆς σελήνης μῆνας οὐχ ὁμοίως ἅπαντες ψηφίζουσι, καὶ λογισάμενοι μή πως καὶ ἐκ τούτου ἑτέρα τις διαφωνία καὶ ταραχὴ ἐν ταῖς τοῦ θεοῦ ἐκκλησίαις ἀναφυῇ πε‐ | |
10 | ρὶ τοῦ ἁγίου καὶ ζωοποιοῦ πάσχα, καὶ τὴν τοιαύτην διαφωνίαν προαναρτῆσαι σπουδάσαντες, τὴν θαυμαστὴν ἐκείνην καὶ ἀοίδι‐ μον ἐννεακαιδεκαετηρίδα τῆς σελήνης θεοπνεύστως ἐξέθεντο, δη‐ λοῦσαν ἐν ἑκάστῳ ἔτει ἐν πόστῃ τῶν δύο μηνῶν ἡμέρᾳ, μαρτίου λέγω ἢ καὶ ἀπριλίου, εὑρίσκεται καθ’ ἕκαστον ἐνιαυτὸν ἡ κατὰ | |
15 | τὸν ἐκκλησιαστικὸν κανόνα ιδʹ τοῦ πρώτου παρ’ Ἑβραίοις μηνὸς τῆς σελήνης, ἐν ᾗ τὸ νομικὸν ἐπιτελεῖσθαι προστέτακται πάσχα, τὰ πάλαι ἄνωθεν καὶ ἐξ ἀρχῆς ἀγράφως μέν, ἀπλανῶς δὲ κρατή‐ σαντα, ἐγγράφως κυρώσαντες, ὥστε ταῦτα γινώσκοντας τοὺς τῆς εὐσεβείας τροφίμους καὶ ἀσάλευτα διατηροῦντας ἐν εἰρήνῃ | |
20 | ἑορτάζειν τὸ πανάγιον καὶ λυτρωτήριον ἡμῶν πάσχα τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ. | |
Ἐξήρκει μὲν οὖν τοῖς εὖ φρονοῦσιν εἰς τὸν περὶ τῆς ἁγίας | ||
19 | τοῦ πάσχα ἑορτῆς ἐκκλησιαστικὸν κανόνα ἡ ὑπὸ τῶν θεοφόρων πατέρων ἐκτεθεῖσα ἐννεακαιδεκαετηρὶς τῆς σελήνης, εἰς ἑαυτὴν διὰ παντὸς ἀνακυκλουμένη καὶ δηλοῦσα ἐν ἑκάστῳ ἔτει ἐν πόστῃ τοῦ μαρτίου ἢ τοῦ ἀπριλίου ἡμέρᾳ εὑρίσκεται ἡ ιδʹ τοῦ πρώτου | |
5 | μηνὸς τῆς σελήνης, ἐν ᾗ τὸ νομικὸν ἐπιτελεῖσθαι προστέτακται πάσχα· ἣν γινώσκων τις καθ’ ἕκαστον ἐνιαυτὸν ἐν πόστῃ ἡμέρᾳ τῆς ἑβδομάδος εὑρίσκεται, καὶ τὸν ὅρον ἐπιστάμενος τὸν τεθέν‐ τα, ὅτι ἐὰν εὑρεθῇ αὕτη ἐν ἡμέρᾳ κυριακῇ, εἰς τὴν ἐπιοῦσαν κυριακὴν ἑορτάζειν δεῖ τὸ ἅγιον πάσχα, εἰ δὲ ἐν ἄλλῃ οἱᾳδήποτε | |
10 | τῶν ἓξ ἡμερῶν ἡμέρᾳ, εἰς τὴν προσιοῦσαν κυριακήν, σαφῶς καὶ λίαν ῥᾳδίως γινώσκειν δυνήσεται καθ’ ἕκαστον ἐνιαυτὸν ἐν πόστῃ τοῦ μαρτίου ἢ τοῦ ἀπριλίου ἑορτάσει τὸ σωτήριον πάσχα ἡ τοῦ θεοῦ ἐκκλησία. Τινὲς δὲ φιλοτιμότερον φερόμενοι κύκλον πέντε ἐννεακαιδε‐ | |
15 | καετηρίδων ἔταξαν, ὃν προπετῶς ἔφησαν εἰς ἑαυτὸν ἀεὶ ἀνακυ‐ κλούμενον οὐ μόνον κατὰ τὰς αὐτὰς ἡμέρας τοῦ ἡλιακοῦ μηνὸς μαρτίου ἢ ἀπριλίου φέρειν τὴν ιδʹ τοῦ πρώτου μηνὸς τῆς σελή‐ νης, ἀλλὰ καὶ κατὰ τὰς αὐτὰς ἡμέρας τῆς ἑβδομάδος. ὅν τινες τῶν ἁπλουστέρων εὑρηκότες, καὶ τοῦτον ἀληθῆ εἶναι ὑποπτεύ‐ | |
20 | σαντες, οὐ μόνον ἐν βίβλοις ἀνεγράψαντο, ἀλλὰ καὶ ἐν τάβλαις ἐν πλείσταις τῶν ἐκκλησιῶν ἀνατεθείκασιν, ὡς ὁρῶντας Ἕλληνάς | |
τε καὶ Ἰουδαίους καὶ τοὺς τῶν αἱρέσεων προστάτας τοῦτον προκεί‐ | ||
20 | μενον πλατὺν γέλωτα κατὰ τῆς ἐκκλησίας κινεῖν, καὶ δι’ αὐτοῖ ἐπισκώπτειν τὸ μέγα τῆς εὐσεβείας μυστήριον. Τούτου τοίνυν γεγενημένου τινὲς τῶν τῆς καθολικῆς ἐκκλη‐ σίας διεγερθέντες δι’ ἀναγκαίων λόγων τὴν τοιαύτην ἀλλόκοτον | |
5 | καὶ ἀπαίδευτον τῶν συνταξάντων τὸν εἰρημένον κύκλον τῶν ἐνε‐ νήκοντα πέντε ἐτῶν διήλεγξαν γνώμην, ὑπέδειξαν δὲ τὸν ἀληθῆ καὶ τοῖς πράγμασι σύμφωνον κύκλον τὸν τῶν κηʹ μὲν ἐννεακαιδε‐ καετηρίδων, ιθʹ δὲ ὀκτωκαιεικοσαετηρίδων, αἵπερ συνάγουσιν ἐτῶν ἀριθμὸν φλβʹ. οὗτος γὰρ ὁ κύκλος, λέγω δὴ ὁ τῶν φλβʹ ἐτῶν, | |
10 | ἀεὶ εἰς ἑαυτὸν ἀνακυκλούμενος δείκνυσιν οὐ μόνον κατὰ τὰς αὐτὰς ἡμέρας τῶν δύο ἡλιακῶν μηνῶν, μαρτίου λέγω καὶ ἀπριλίου, ἐμ‐ πίπτουσαν τὴν ιδʹ τοῦ πρώτου μηνὸς τῆς σελήνης, ἀλλὰ καὶ κα‐ τὰ τὰς αὐτὰς ἡμέρας τῆς ἑβδομάδος καὶ κατὰ τὸ αὐτὸ ἔτος τῆς τε‐ τραετηρίδος τοῦ βισέξτου καὶ κατὰ τὸ αὐτὸ ἔτος τῆς ἐννεακαιδεκαε‐ | |
15 | τηρίδος, ἀλλὰ δὴ καὶ κατὰ τὸ αὐτὸ ἔτος τῆς ὀκτωκαιεικοσαετηρί‐ δος. ἀπαρτίζεται γὰρ ὁ προειρημένος κύκλος τῶν φλβʹ ἐτῶν καὶ παρὰ τὸν ιθʹ, καὶ παρὰ τὸν κηʹ καὶ παρὰ τὸν τέσσαρα καὶ παρὰ τὸν ἑπτὰ μεριζόμενος. Τούτου γνωσθέντος πολλοὶ κύκλους ἀνέγραψαν ἑορταστικοὺς | |
20 | ἐτῶν φλβʹ, καταμίξαντες δὲ τῇ ἀληθείᾳ τὸ ψεῦδος σκανδάλου καὶ ταραχῆς ἀφορμὰς τοῖς ἁπλουστέροις παρέσχοντο. οἱ μὲν γὰρ | |
τὰς τεσσαρισκαιδεκαταίας τοῦ πρώτου μηνὸς τῆς σελήνης ἀκινή‐ | ||
21 | τους οὐκ ἐφύλαξαν κατὰ τὰς ἡμέρας τὰς ἀναγεγραμμένας ἐν τῇ ἐκτεθείσῃ ἐννεακαιδεκαετηρίδι ὑπὸ τῶν θεοφόρων πατέρων, ἀλλ’ ἰδίας ἐννεακαιδεκαετηρίδας συνέταξαν ἐναντίας τῇ ἐκτεθείσῃ ὑπὸ τῶν θεοπνεύστων τῆς ἐκκλησίας διδασκάλων, καὶ οὕτω κύκλους | |
5 | φλβʹ ἐτῶν συντεθείκασιν. οἷς προσέχοντές τινες καὶ ἀγνοοῦντες τὸν ἐκκλησιαστικὸν κανόνα περὶ τοῦ σωτηρίου πάσχα μάτην πολ‐ λάκις ταράττονται, οἰόμενοι πεπλανημένως ἑορτάζεσθαι τὸ ζωο‐ ποιὸν πάσχα ἐν τῇ ἁγίᾳ τοῦ θεοῦ ἐκκλησίᾳ. Ἕτεροι δὲ τὰς μὲν τεσσαρισκαιδεκαταίας τοῦ πρώτου μηνὸς | |
10 | τῆς σελήνης ἀκινήτους ἐφύλαξαν κατὰ τὰς ἀναγεγραμμένας ἡμέ‐ ρας τῶν δύο μηνῶν μαρτίου καὶ ἀπριλίου ἐν τῇ ἐκτεθείσῃ ἐννεα‐ καιδεκαετηρίδι ὑπὸ τῶν πανευφήμων τῆς ἐκκλησίας διδασκάλων, καὶ οὕτω τὸν κύκλον τῶν φλβʹ ἐτῶν ἀνέταξαν. καὶ περὶ μὲν τὴν ἁγίαν τοῦ πάσχα ἑορτὴν σύμφωνοι ηὑρέθησαν τῷ ἐκκλησιαστικῷ | |
15 | κανόνι, καθ’ ὃν ἐπετέλεσεν καὶ ἐπιτελεῖ καὶ ἐπιτελέσει τὸ ζωο‐ ποιὸν πάσχα ἡ τοῦ θεοῦ ἐκκλησία· χρόνους δὲ παρέθεντο ἐν τῷ κύκλῳ τῶν φλβʹ ἐτῶν τούς τε ἀπὸ κτίσεως κόσμου τούς τε ἀπὸ τῆς ἐνανθρωπήσεως τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τούς τε ἀπὸ τῆς ἐκ νεκρῶν αὐτοῦ ἀναστάσεως ἀσυμφώ‐ | |
20 | νους τῇ τε θεοπνεύστῳ γραφῇ καὶ τῷ ἐκκλησιαστικῷ κανόνι καὶ τῇ τῶν πραγμάτων φύσει ᾧ τινες προσέχοντες περὶ μὲν τὴν ἁγίαν τοῦ πάσχα ἑορτὴν οὐ διασφάλλονται, ἀλλὰ συμφωνοῦσι τῇ κα‐ | |
θολικῇ ἐκκλησίᾳ, περὶ δὲ τὰς ἄλλας ἑορτὰς τὰς τελουμένας ἐν | ||
22 | αὐτῇ σφόδρα πεπλάνηνται, οἷον Χριστοῦ γενέθλιον, ὅπερ ἀπλα‐ νῶς λίαν ἑορτάζει ἡ τοῦ θεοῦ ἁγία ἐκκλησία τῇ εἰκάδι πέμπτῃ τοῦ κατὰ Ῥωμαίους δεκεμβρίου μηνός, ἔτι δὲ καὶ τὸν εὐαγγελισμὸν τῆς ἁγίας ἐνδόξου δεσποίνης ἡμῶν θεοτόκου καὶ ἀειπαρθένου | |
5 | Μαρίας, ὃν καὶ αὐτὸν ἀνεπιλήπτως ἐπιτελεῖ ἡ τοῦ θεοῦ ἐκκλησία τῇ εἰκάδι πέμπτῃ τοῦ κατὰ Ῥωμαίους μαρτίου μηνός, ἔτι μὴν καὶ τὸ γενέθλιον τοῦ ἁγίου Ἰωάννου τοῦ προδρόμου καὶ βαπτι‐ στοῦ, ὅπερ ἐπιτελεῖ ὀρθῶς ἡ τοῦ θεοῦ ἐκκλησία τῇ εἰκάδι τετάρ‐ τῃ τοῦ κατὰ Ῥωμαίους ἰουνίου μηνός, πρὸς τούτοις δὲ καὶ τὴν | |
10 | ἁγίαν ἀπάντησιν τοῦ σωτῆρος ἡμῶν θεοῦ καὶ κυρίου Ἰησοῦ Χρι‐ στοῦ, ὅτε ὑπεδέξατο αὐτὸν ἐν ταῖς ἀγκάλαις ὁ δίκαιος Συμεών, ἣν ἑορτάζει ἀσφαλῶς ἡ τοῦ θεοῦ ἐκκλησία τῇ δευτέρᾳ τοῦ κατὰ Ῥωμαίους φεβρουαρίου μηνός. τοῖς οὖν ἀναγραψαμένοις τὸν οὕτω κατασκευασθέντα κύκλον τῶν φλβʹ ἐτῶν κατακολουθοῦντές | |
15 | τινες τῶν κουφοτέρων, καὶ ἀληθεύειν τούτους οἰόμενοι, λίαν τολ‐ μηρῶς καὶ προπετῶς καταμέμφονται τὰς ἁπανταχόσε ἁγίας τοῦ θεοῦ ἐκκλησίας ἐν ταῖς εἰρημέναις ἡμέραις τὰς μνημονευθείσας ἐπιτελοῦντας ἑορτάς. Ἐπεὶ οὖν οὐχ ηὕρομεν ὑπό τινος ἀναγραφέντα ἑορταστικὸν | |
20 | κύκλον τῶν φλβʹ ἐτῶν διὰ πάντων συμφωνοῦντα τῇ θεοπνεύστῳ γραφῇ καὶ ταῖς ἀνεπιλήπτως τελουμέναις ἑορταῖς ἐν τῇ ἁγίᾳ τοῦ θεοῦ καθολικῇ καὶ ἀποστολικῇ ἐκκλησίᾳ, ἀλλ’ ἔγνωμεν ἐν μιᾷ ἢ | |
καὶ ἐν πλείοσιν ἢ καὶ ἐν πάσαις ταῖς ἑορταῖς τῆς ἁγίας τοῦ θεοῖ | ||
23 | ἐκκλησίας ἀσυμφώνους καὶ ἐναντίους τυγχάνοντας καὶ ταραχὰς καὶ σκάνδαλα τοῖς τῆς εὐσεβείας τροφίμοις ἐμποιοῦντας τοὺς ὑπό τινων ἀναγραφέντας ἑορταστικοὺς κύκλους, ἀναγκαῖον ἡγησάμεθα ἀναγράψαι κύκλον ἑορταστικὸν ἐτῶν φλβʹ διὰ πάντων συνᾴδον‐ | |
5 | τα ταῖς θεοπνεύστοις γραφαῖς καὶ ταῖς ἀπλανῶς μὲν παραδοθεί‐ σαις ὑπὸ τῶν θεοφόρων πατέρων, ὀρθῶς δὲ τελουμέναις ἑορταῖς ἐν ταῖς ἁπανταχόσε ἁγίαις τοῦ θεοῦ ἐκκλησίαις, πρός τε ἡμῶν αὐτῶν καὶ τῶν ἐντευξομένων ὠφέλειαν καὶ εἰρήνην καὶ ὁμόνοιαν τῶν ἁγίων τοῦ θεοῦ ἐκκλησιῶν, φωτίζοντος ἡμᾶς τῷ φωτὶ τῆς | |
10 | γνώσεως καὶ παρέχοντος ἡμῖν λόγον ἀληθείας ἐν ἀνοίξει τοῦ στό‐ ματος ἡμῶν πρὸς οἰκοδομὴν τῆς ἁγίας ἐκκλησίας τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, παρ’ οὗ πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον δίδοται πᾶσι τοῖς πιστῶς προσκυ‐ νοῦσιν αὐτόν. | |
15 | Προτάξομεν δὲ τοῦ ἑορταστικοῦ κύκλου τῶν φλβʹ ἐτῶν τὴν κατὰ φύσιν ὀκτωκαιεικοσαετηρίδα τοῦ ἡλίου, ἥτις συναρξαμένη τῇ γενέσει τῶν φωστήρων, εἰς ἑαυτὴν διὰ παντὸς ἀνακυκλουμένη δηλοῖ τὰς ἐν ἑκάστῳ ἔτει ἐπακτὰς τοῦ ἡλίου, ἀποκαταστατικὴ τυγχάνουσα ἡμέρας μηνὸς ἡλιακοῦ καὶ ἡμέρας ἑβδομάδος καὶ | |
20 | ἔτους τετραετηρίδος βισέξτου. ἔτι δὲ καὶ τὴν ἔκθεσιν τῆς κατὰ φύσιν ἐννεακαιδεκαετηρίδος τῆς σελήνης δηλώσομεν, ἥτις καὶ αὐ‐ τὴ συναρξαμένη τῇ γενέσει τῶν φωστήρων, εἰς ἑαυτὴν διὰ παν‐ | |
τὸς ἀνακυκλουμένη δηλοῖ ἐν ἑκάστῳ ἔτει τὴν κατὰ τὸν ἐκκλησια‐ | ||
24 | στικὸν κανόνα τεσσαρισκαιδεκάτην τοῦ πρώτου μηνὸς τῆς σελή‐ νης, ἐν ᾗ τὸ νομικὸν ἐπιτελεῖσθαι προστέτακται πάσχα, καὶ πό‐ σαι εἰσὶν ἐν ἑκάστῳ ἔτει ἐπακταὶ τῆς σελήνης, ἥτις ἐννεακαιδε‐ καετηρίδος ἀποκαταστατικὴ τυγχάνει ἡμέρας μηνὸς ἡλιακοῦ καὶ | |
5 | ἡμέρας σελήνης μηνός. ἐπιδρομήν τε τῶν χρόνων τῶν ἀπὸ ἀρ‐ χῆς κτίσεως κόσμου ποιησόμεθα. μέθοδόν τε παραδώσομεν τὰ ἔτη τοῦ κόσμου παραλαμβάνοντες, δι’ ἧς γινώσκειν δυνήσεταί τις καθ’ ἕκαστον ἐπιζητούμενον ἐνιαυτὸν πόστον ἔτος ἐστὶν τῆς ὀκτωκαιεικοσαετηρίδος τοῦ ἡλίου. μέθοδόν τε ἑτέραν δηλώσο‐ | |
10 | μεν τὰ ἔτη τοῦ κόσμου παραλαμβάνοντες, δι’ ἧς δυνήσεταί τις γινώσκειν καθ’ ἕκαστον ἐπιζητούμενον ἐνιαυτὸν πόσαι εἰσὶν αἱ τοῦ ἡλίου ἐπακταί. μέθοδόν τε αὖθις ἄλλην γνωρίσομεν, δι’ ἧς δυνήσεταί τις γινώσκειν ἐν πόστῃ ἡμέρᾳ τῆς ἑβδομάδος εὑρί‐ σκεται ἑκάστη ἐπιζητουμένη οἱουδήποτε μηνὸς ἡμέρα. πάλιν | |
15 | ἄλλην μέθοδον γράψομεν τὰ ἔτη τοῦ κόσμου παραλαμβάνοντες, δι’ ἧς δυνήσεταί τις γινώσκειν καθ’ ἕκαστον ἐπιζητούμενον ἐνιαυ‐ τὸν πόσαι εἰσὶν αἱ τῆς σελήνης ἐπακταί. ἔτι μέθοδον ἄλλην δη‐ λώσομεν, δι’ ἧς δυνήσεταί τις γινώσκειν καθ’ ἕκαστον ἐπιζητού‐ μενον ἐνιαυτὸν ἐν πόστῃ ἡμέρᾳ τοῦ μαρτίου ἢ τοῦ ἀπριλίου εὑ‐ | |
20 | ρίσκεται ἡ κατὰ τὸν ἐκκλησιαστικὸν κανόνα ιδʹ τοῦ πρώτου μη‐ νὸς τῆς σελήνης. τούτων γὰρ πάντων προδηλουμένων, οὕτω σαφῶς ἀποδείξομεν ἐν πόστῳ μὲν ἔτει τοῦ κόσμου, ἐν πόστῳ δὲ ἔτει τῆς ὀκτωκαιεικοσαετηρίδος τοῦ ἡλίου καὶ ἐν πόστῳ ἔτει τῆς ἐννεακαιδεκαετηρίδος τῆς σελήνης τὸ πρῶτον ἐν Αἰγύπτῳ ἐπετε‐ | |
25 | λέσθη πάσχα, ἐν πόστῳ δὲ ἔτει τοῦ κόσμου καὶ τῆς ὀκτωκαιει‐ | |
25 | κοσαετηρίδος καὶ τῆς ἐννεακαιδεκαετηρίδος γέγονεν ὁ εὐαγγελι‐ σμὸς ὁ πρὸς τὸν ἅγιον Ζαχαρίαν περὶ τῆς συλλήψεως τοῦ προδρό‐ μου καὶ βαπτιστοῦ Ἰωάννου, ἔτι μὴν καὶ ὁ εὐαγγελισμὸς ὁ πρὸς τὴν ἁγίαν ἔνδοξον ἀειπαρθένον καὶ θεοτόκον Μαρίαν γενόμενος | |
5 | καὶ ἡ κατὰ σάρκα σύλληψις τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἀσπόρως καὶ ἀφθάρτως γεγένηται· ἐν πόστῳ τε ἔτει τοῦ κόσμου καὶ τῆς ὀκτωκαεικοσαετηρίδος ἐπὶ τὸν Ἰορδά‐ νην πρὸς τὸν Ἰωάννην ἐλθὼν ἐβαπτίσθη ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός· ἐν πόστῳ τε ἔτει τοῦ κόσμου καὶ τῆς ὀκτωκαιεικοσαε‐ | |
10 | τηρίδος καὶ τῆς ἐννεακαιδεκαετηρίδος ἐσταυρώθη ὑπὲρ ἡμῶν καὶ σκυλεύσας τὸν ᾅδην ἀνέστη ἐκ νεκρῶν. καὶ οὕτω λοιπὸν ἀρχόμενοι τοῦ ἑορταστικοῦ κύκλου ἀπὸ τοῦ ἔτους ἐκείνου ἐν ᾧ τὸν ζωοποιὸν θάνατον ὑπομείνας σαρκὶ ὑπὲρ ἡμῶν Χριστὸς ὁ ἀληθινὸς θεὸς ἡμῶν ἀνέστη ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, παραστή‐ | |
15 | σομεν ἐν πόστῳ τε ἔτει τοῦ κόσμου ἐπληρώθη ὁ πρῶτος ἑορτα‐ στικὸς κύκλος τῶν φλβʹ ἐτῶν τοῦ ἐκκλησιαστικοῦ πάσχα καὶ πό‐ θεν ἄρχεται ὁ δεύτερος κύκλος τοῦ ἁγίου καὶ ζωοποιοῦ πάσχα, προστιθέντες τοὺς χρόνους τοὺς ἀπὸ κτίσεως κόσμου φανέντας μετὰ πλείστης ὅσης τῆς ἐξετάσεως ἀληθείας ἔχεσθαι. ταῦτα | |
20 | γὰρ πάντα γινώσκων τις εὑρήσει ὡς ὀρθῶς καὶ ἀνεπιλήπτως τὰς μνημονευθείσας μικρῷ πρόσθεν ἑορτὰς ἐπιτελεῖ ἡ ἁγία τοῦ θεοῦ | |
καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία. | ||
26 | Ἰστέον ὡς ἐν τῇ γενέσει τῶν φωστήρων, ἤγουν ἐν ἀρχῇ τῆς τοῦ κόσμου συστάσεως, τὸ πρῶτον ἔτος τῆς κατὰ φύσιν ὀκτω‐ καιεικοσαετηρίδος τοῦ ἡλίου ἐπακτὰς οὐκ ἔχει. αἱ γὰρ ἐπακταὶ μετὰ συμπλήρωσιν τῶν νβʹ ἑβδομάδων ἑκάστου ἡγουμένου ἐνιαυ‐ | |
5 | τοῦ ἐκ τῆς ὑπολειπομένης τοῦ ἡλιακοῦ ἐνιαυτοῦ μιᾶς πρὸς τῷ τετάρτῳ ἡμέρας λαμβάνονται, καὶ ἑκάστῳ ἑπομένῳ ἐνιαυ‐ τῷ ἐπιφέρονται. πῶς οὖν ἐν τῇ ἀρχῇ τῆς τοῦ κόσμου γε‐ νέσεως δυνατόν ἐστιν ἐπακτὰς λαβεῖν; καταγέλαστον γὰρ τοῦτο· λέγω δὴ τὸ λαβεῖν ἐν τῇ ἀρχῇ τῆς τοῦ κόσμου συστάσεως | |
10 | ἐπακτὰς ἢ ἐπακτὴν ἢ λεπτὰ ἐπακτῶν. μετὰ δὲ τὸ πληρωθῆναι τὴν πρώτην ὀκτωκαιεικοσαετηρίδα τοῦ ἡλίου τὴν συναρξαμένην τῇ γενέσει τοῦ κόσμου τὸ πρῶτον ἔτος τῆς δευτέρας ὀκτωκαιεικο‐ σαετηρίδος τοῦ ἡλίου ἐπακτὰς ἔχει ζʹ· εἰ δὲ ὑπερβῶσι τὸν ζʹ, οὐκέτι λοιπὸν ηʹ ἢ θʹ λέγονται, ἀλλ’ ἀφαιρουμένων τῶν ζʹ μία ἢ | |
15 | δύο καὶ πάλιν ἕως τῶν ζʹ. τὸ δὲ βʹ καὶ γʹ ἔτος τῆς ὀκτωκαιεικο‐ σαετηρίδος καὶ τὰ λοιπὰ αὐτῆς ἔτη ὡσαύτως ἔχει καὶ ἐν τῇ πρώτῃ ὀκτωκαιεικοσαετηρίδι καὶ ἐν τῇ δευτέρᾳ καὶ ἐν πάσαις ὁμοίως ταῖς λοιπαῖς. Ἐνταῦθα δὲ σημειωτέον καὶ τοῦτο, ὅτι ἕκαστον ἔτος τῆς κα‐ | |
20 | τὰ φύσιν ὀκτωκαιεικοσαετηρίδος τοῦ ἡλίου τὴν ἀρχὴν ἔχει τὴν καʹ | |
τοῦ κατὰ Ῥωμαίους μαρτίου μηνός, ἐν ᾗ τὴν ἐαρινὴν ἰσημερίαν | ||
27 | γίνεσθαι τὸ πνεῦμα τὸ ἅγιον διὰ τῶν θεοφόρων ἐδίδαξε πατέρων. ἐκκείσθω λοιπὸν καὶ ἡ ἔκθεσις τῆς κατὰ φύσιν ἐννεακαιδεκαετη‐ | |
ρίδος τῆς σελήνης. | ||
28(1t) | Περὶ τοῦ κατὰ τὸν θεῖον νόμον γιγνομένου κατ’ | |
2t | ἐνιαυτὸν ἁγίου καὶ σωτηριώδους πάσχα καὶ τῶν | |
3t | τούτου ζητημάτων σύντομος μετὰ ἀποδείξεως | |
4t | ἀπόλυσις | |
5 | Τὸ μὲν ἅγιον καὶ μακάριον πάσχα τοῦ θεοῦ διαῤῥήδην ὑπο‐ γράφει ὁ νόμος, ὁμοῦ καὶ τὸν μῆνα δηλῶν καθ’ ὃν δεῖ τοῦτο ποιεῖν, καὶ τὴν ἡμέραν κελεύων διατηρεῖσθαι μετὰ πολλῆς τῆς ἀκριβείας. θεοῦ γάρ ἐστιν ἐν αὐτῷ φωνὴ φερομένη τῷ νόμῳ, φυλάξαι τὸν μῆνα τῶν νέων, „καὶ ποιήσεις τὸ πάσχα κυρίῳ τῷ | |
10 | θεῷ σου τῇ τεσσαρισκαιδεκάτῃ ἡμέρᾳ τοῦ πρώτου μηνός.“ μῆνα δὲ νέον λέγει ὃν καὶ πρῶτον καλεῖ ἐν ᾧ τεθηλότες οἱ καρποὶ τὴν γενομένην τῶν παλαιῶν προσημαίνουσι κατάπαυσιν. ἐν δὲ τῇ τεσσαρισκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου ἐπιτηρεῖσθαι τὸ πάσχα συνέταξεν, οὐκ ἄλλου τοῦτο χάριν ἢ ἵνα κατὰ μίμησιν τοῦ | |
15 | τῆς σελήνης φωτὸς πλήρη τὸν ἴδιον κύκλον ἐχούσης, τὸν μὲν τῆς διανοίας φωστῆρα ἡμεῖς τέλειον ἔχοντες ἐν σκότῳ τῆς ἁμαρτίας μὴ διατρίβωμεν, θάλλοντες δέ που παντοδαπέσιν ἀρεταῖς καὶ τοῖς τούτων πετάλοις οἷα τερπνὰ φυτὰ σκεπόμενοι ληίων δίκην φαιδροὶ διαμείνωμεν. τεσσαρισκαιδεκάτην δὲ τοῦ μηνὸς λέγει οὐ | |
20 | κατὰ τὸν ἡλιακὸν κύκλον, ἀλλὰ κατὰ τὴν σελήνην. Ἑβραίων | |
29 | γὰρ παῖδες οὐκ ἐκ τοῦ ἡλιακοῦ δρόμου, ἀλλ’ ἐκ τοῦ τῆς σελήνης κύκλου τὸν μῆνα ποιεῖν ἐπαιδεύθησαν, ἐπειδὴ καὶ ὁ μὴν κατὰ τὸ ὄνομα τῆς σελήνης λέγεται· μήνη γὰρ αὕτη ὀνομάζεται ἑλ‐ λάδι τῇ φωνῇ. Αἰγύπτιοι γοῦν πρῶτοι διὰ τὸ τὸν τῆς σελήνης | |
5 | δρόμον ἐξώτατον εἶναι, καὶ ἐκ τούτου συμβαίνειν πλάνην τῶν ἡμερῶν παρά τισι γίνεσθαι, ἐξ ἡλίου τὰς τοῦ μηνὸς ἡμέρας ἐπε‐ νόησαν ψηφίζεσθαι, βραχύτερον τοῦ τῆς σελήνης κατὰ τὸν ἑαυ‐ τοῦ δρόμον κινουμένου, ὡς καὶ δυναμένου τούτου ῥᾷον καταλαμ‐ βάνεσθαι. τούτων τοίνυν οὕτως ὄντων, πολλοὶ καὶ τὸν πρῶ‐ | |
10 | τον μῆνα τοῦ ἐνιαυτοῦ, συντέλειαν ὄντα τῆς χειμερινῆς τροπῆς, ὡς πρῶτον διόλου τάττουσι. τοῦτο δὲ ποιοῦσιν ἀγνοοῦντες ὅτι τῆς ἐαρινῆς τροπῆς ἀρχομένης ἀπὸ τῆς πρὸ ιβʹ καλανδῶν ἀπρι‐ λίων τυγχάνει, ὅ ἐστι φαμενὼθ κεʹ, κατὰ δὲ Σύρους Ἀντιοχέας καὶ Μακεδόνας δύστρου μιᾷ καὶ εἰκάδι κατὰ τὸν ἡλιακὸν δρόμον, | |
15 | ἣν ἐπιτηρεῖν προσήκει μάλιστα, μή πως ταύτης κατωτέρω πεπλα‐ νημένως τις τὴν τεσσαρισκαιδεκαταίαν κατὰ σελήνην τάξας δια‐ μάρτῃ τοῦ πάσχα, ὡς τοῦ πρώτου μηνὸς νομίζων εἶναι ταύτην. οὐ γὰρ ἐν τῷ δωδεκάτῳ μηνὶ χειμερινῆς τροπῆς, ὡς προεῖπον, οὔσης, ὁ τῶν νέων τάττεται μήν, οὔπω τὸν καρπὸν τῶν νέων | |
20 | πεπονημένων οὐδὲ δυναμένου δρεπάνου ἐν ἀμητῷ πέμπεσθαι· τοῦτο γὰρ μάλιστα σημεῖον τοῦ πρώτου μηνὸς ὁ θεῖος ἔταξεν νό‐ μος. ἀλλ’ ἐπεὶ συμβαίνει προφάσει τῆς τεσσαρισκαιδεκαταίας | |
κατὰ σελήνην τοῦ αὐτοῦ πρώτου μηνὸς εἰς πλάνην ἐμπίπτοντάς | ||
30 | τινας, ἀπαντώσης αὐτῆς ἐν κυριακῇ ἢ ἐν σαββάτῳ, περιλύειν τὰς νηστείας, τρεισκαιδεκάτης εὑρισκομένης τότε κατὰ σελήνην, ὡς ξένα τοῦ νόμου πράττειν, τοῦτο σκοπεῖν προσήκει, ὅτιπερ εἰ συμβῇ τὴν αὐτὴν τεσσαρισκαιδεκαταίαν τῆς σελήνης ἐν κυριακῇ | |
5 | εὑρίσκεσθαι, εἰς τὴν ἑξῆς ἑβδομάδα ἄμεινον ὑπερτίθεσθαι δύο τού‐ των ἕνεκα, πρῶτον μέν, ἵνα μὴ τρεισκαιδεκαταίας κατὰ σελήνην σαββάτου τότε εὑρισκομένου περιλύσωμεν τὰς νηστείας· ὅπερ οὐκ ἀκόλουθον, τοῦ νόμου τοῦτο μὴ προστάξαντος, ἀλλὰ καὶ τοῖ φωστῆρος τῆς σελήνης ἔτιπερ ἀτελοῦς περὶ τὸν κύκλον τὸν ἑαυ‐ | |
10 | τοῦ ὄντος· ἔπειτα ἵνα μὴ καὶ κυριακῆς οὔσης καὶ τεσσαρισκαι‐ δεκαταίας κατὰ σελήνην ὑπαρχούσης ἀναγκασθῶμεν νηστεύειν, ἀπρεπὲς πρᾶγμα ποιοῦντες· Μανιχαίων γάρ ἐστιν ἴδιον πρᾶγμα τὸ τοιοῦτον. οὐκοῦν ἐπειδὴ οὔτε τῆς τεσσαρισκαιδεκαταίας κα‐ τὰ σελήνην ἐν κυριακῇ εὑρισκομένης νηστεύειν δεῖ οὔτε ἀκόλου‐ | |
15 | θον ἐν σαββάτῳ τρισκαιδεκάτης ἀπαντώσης περιλύειν τὰς νη‐ στείας, ἀναγκαία ἡ ὑπέρθεσις εἰς τὴν ἑξῆς ἑβδομάδα, ὡς ὀλίγῳ πρόσθεν εἴρηται, οὐ παραλύσεως γιγνομένης ἐν τῷ πάσχα διὰ τῆς ὑπερθέσεως, ἀλλ’ ὥσπερ ὁ δέκατος ἀριθμὸς περιλαμβάνει τὸν ἐννέα, οὕτως ἡ τεσσαρισκαιδεκαταία τῆς σελήνης ἐν κυριακῇ εὑ‐ | |
20 | ρισκομένη διὰ τὸ μὴ δεῖν ἐν ταύτῃ νηστεύειν εἰς τὴν ἑξῆς ἑβ‐ δομάδα ἡ ὑπέρθεσις γίγνοιτο, οὐ τοῦ πάσχα ἐλάττωσιν ποιοῦσα τῶν ἓξ ἡμερῶν ἡ ὑπέρθεσις περιλαμβανουσῶν καὶ | |
τὰς ἄλλας. ἄλλως τε ἐπειδὴ ὁ σωτὴρ ἡμῶν τῇ μὲν τρισκαιδεκα‐ | ||
31 | ταίᾳ παρεδόθη, τουτέστι τῇ πέμπτῃ τοῦ σαββάτου, τῇ δὲ τεσ‐ σαρισκαιδεκαταίᾳ ἐσταυρώθη, ἐν τριημέρῳ ἀναστάς, τουτέστι τῇ ἑξκαιδεκάτῃ κατὰ σελήνην, ἥτις ηὑρέθη τότε ἐν κυριακῇ, ὡς ἡ τῶν εὐαγγελίων ἔχει παρατήρησις, ἔχωμεν παραμύθιον τοῦ κα‐ | |
5 | λῶς ποιεῖν τὸ πάσχα, κἂν ὑπέρθεσις γένηται διὰ τὴν καταλαβοῦ‐ σαν ἀνάγκην. ἂν μὲν οὖν ἡ τεσσαρισκαιδεκάτη τοῦ ἁγίου πάσχα ἔρχηται ἐν σαββάτῳ ἢ πρὸ τοῦ σαββάτου, ἐν ταῖς ἄλλαις τῆς ἑβ‐ δομάδος ἡμέραις ἀραρότως τοῦτο ποιεῖν προσήκει· ἐὰν δὲ ἐν κυριακῇ ἀπαντήσῃ ἡ τεσσαρισκαιδεκαταία τῆς σελήνης τοῦ πρώ‐ | |
10 | του μηνός, ὑπερθετέον πάντως εἰς τὴν ἑξῆς ἑβδομάδα· ἡ γὰρ κυριακὴ πρώτη ἡμέρα τῆς ἑβδομάδος ἐστίν, ὡς προείρηται. Ἐντεῦθεν λοιπὸν τῶν χρόνων τῶν ἀπὸ Ἀδὰμ τοῦ πρωτοπλά‐ στου ἀνθρώπου, ἤγουν ἀπ’ ἀρχῆς κτίσεως κόσμου, ἐπιτομὴν ἀναγκαῖον ποιήσασθαι τῶν συνᾳδόντων τῇ θεοπνεύστῳ γραφῇ | |
15 | καὶ ταῖς ὑπὸ τῶν θεοφόρων πατέρων ἀνεπιλήπτως παραδοθεί‐ σαις καὶ τελουμέναις ὀρθῶς ἑορταῖς ἐν τῇ ἁγίᾳ τοῦ θεοῦ καθολικῇ | |
καὶ ἀποστολικῇ ἐκκλησίᾳ. | ||
32(1t) | ΕΠΙΤΟΜΗ | |
2t | ΧΡΟΝΩΝ | |
3t | ΤΩΝ ΑΠΟ ΑΔΑΜ | |
4t | ΤΟΥ ΠΡΩΤΟΠΛΑΣΤΟΥ ΑΝΘΡΩΠΟΥ ΕΩΣ Κʹ | |
5t | ΕΤΟΥΣ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΗΡΑΚΛΕΙΟΥ ΤΟΥ | |
6t | ΕΥΣΕΒΕΣΤΑΤΟΥ ΚΑΙ ΜΕΤΑ ΥΠΑΤΕΙΑΝ ΕΤΟΥΣ | |
7t | ΙΘʹ ΚΑΙ ΙΗʹ ΕΤΟΥΣ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΗΡΑΚΛΕΙΟΥ | |
8t | ΝΕΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥ ΤΟΥ ΑΥΤΟΥ ΥΙΟΥ | |
9t | ΙΝΔΙΚΤΙΩΝΟΣ Γʹ | |
10 | Ἀδὰμ πρῶτος ἀνθρώπων πλασθεὶς ἀπὸ τοῦ θεοῦ ἐγέννησεν δύο υἱούς, τὸν Ἄβελ καὶ τὸν Καΐν. εἶτα μετὰ τούτους ἐγέννησε καὶ τὸν Σήθ, ζήσας ἕως οὗ τοῦτον ἐγέννησεν ἔτη σλʹ. | |
Ἀδὰμ ἐπέζησεν ψʹ, ὁμοῦ ϡλʹ. | ||
33(1t) | Εἰς τὸν Ἀδάμ | |
2 | Οὗτος ὁ πρωτόπλαστος Ἀδάμ, ὃς ἠξιώθη εἰπεῖν περί τε ἑαυτοῦ καὶ τῆς ἰδίας γυναικὸς ὡς ἐξ εὐλογίας θεοῦ διὰ τῆς συνα‐ φείας εἰς σάρκα μίαν ἀμφότεροι συνάπτονται. ὅπερ καὶ ὁ κύ‐ | |
5 | ριος μαρτυρεῖ ἐν εὐαγγελίοις λέγων τὸν θεὸν αὐτὰ εἰρηκέναι διὰ στόματος τοῦ Ἀδάμ, ὃς καὶ νυμφαγωγὸς αὐτοῦ ἐγένετο. ὁ δὲ ἀπόστολος Παῦλος κατεχρήσατο τούτῳ τῷ παραδείγματι μυστι‐ κώτερον ἐπὶ τοῦ δεσπότου Χριστοῦ, ἐκλαβὼν αὐτῷ, καὶ τῆς ἐκ‐ κλησίας, λέγων, „τὸ μυστήριον τοῦτο μεγὰ ἐστίν· ἐγὼ δὲ λέγω | |
10 | εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν.“ καὶ γὰρ ὥσπερ ἡ κεφαλή ἐστιν ὁ Ἀδὰμ πάντων τῶν ἀνθρώπων ἐν τούτῳ τῷ κόσμῳ, ὡς αἴτιος αὐτῶν ὢν καὶ πατήρ, οὕτω καὶ ὁ δεσπότης Χριστὸς κατὰ σάρκα τῆς ἐκκλησίας κεφαλή ἐστι καὶ πατὴρ τοῦ μέλλοντος αἰῶ‐ νος. οὗτος πάλιν ἠξιώθη εἰκὼν θεοῦ κληθῆναι. ἐπὶ δὲ τοῦ | |
15 | δεσπότου Χριστοῦ κυριώτερον ἐκβέβηκεν, καθὼς καὶ ὁ ἀπόστο‐ λος λέγει, „ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου.“ οὗτος μόνος ἀνθρώπων καὶ πρῶτος ἐκ πλευρᾶς διὰ τοῦ θεοῦ προήνεγκε τὸ θῆλυ ἀσπόρως. ὁ δὲ δεσπότης Χριστὸς κατὰ σάρκα μόνος ἀσπόρως ἄῤῥεν ἐκ τοῦ θήλεος παρήχθη, τὴν ἰσοτιμίαν καὶ τὸ | |
20 | χρέος τῆς φύσεως ἀναπληρώσας. | |
Οὗτος πρῶτος ἀνθρώπων ἀπατηθεὶς ὑπὸ τοῦ διαβόλου ἥμαρ‐ | ||
34 | τεν. ὁ δεσπότης Χριστὸς ὑπὲρ τούτου τὸ χρέος ἀπέτισεν, σχί‐ σας εὐλόγως τὸ χειρόγραφον καὶ καταπαλαίσας τὸν ἐχθρόν. | |
3t | Εἰς τὸν Ἄβελ | |
4 | Οὗτος Ἄβελ ὁ δίκαιος, ὃς ἀδίκως ἀποθανὼν πρῶτος πάν‐ | |
5 | των ἀνθρώπων ἔδειξεν σαθρὰ εἶναι τοῦ θανάτου τὰ θεμέλια. διὰ τοῦτο καὶ ἀποθανὼν ἔτι λαλεῖ, προμηνύων τὴν τῶν νεκρῶν ἀνάστασιν, ἣν ὁ δεσπότης Χριστὸς πρῶτος πάντων ἐν ἑαυτῷ δεί‐ ξας κατέλυσεν τοῦ θανάτου τὸ δοκοῦν κράτος. οὗτός ἐστιν Ἄβελ ὁ ὡς ἐν αἰνίγματι μιμητὴς τοῦ πάθους τοῦ Χριστοῦ ὑπάρχων, | |
10 | ὃς διὰ φθόνον ἀγαθῶν ἔργων ὑπὸ τοῦ ἀδελφοῦ ἀδίκως ἀπεκτάν‐ θη· περὶ οὗ καὶ ὁ ἀπόστολος Παῦλος ἐν τῇ πρὸς Ἑβραίους ἐπι‐ στολῇ φησιν, „ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ καὶ μυριάσιν ἀγγέλων, πανηγύρει καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανῷ, καὶ κριτῇ | |
15 | θεῷ πάντων καὶ πνεύμασι δικαίων τετελειωμένων καὶ διαθήκης νέας μεσίτῃ Ἰησοῦ καὶ αἵματι ῥαντισμοῦ κρεῖττον λαλοῦντι παρὰ τὸν Ἄβελ.“ Σὴθ σεʹ, ὁμοῦ υλεʹ. | |
ἐπέζησεν ψζʹ, ὁμοῦ ϡιβʹ. | ||
35 | Ἐνὼς ρϙʹ, ὁμοῦ χκεʹ. ἐπέζησεν ψιεʹ, ὁμοῦ ϡεʹ. Καϊνὰν ροʹ, ὁμοῦ φϙεʹ. ἐπέζησεν ψμʹ, ὁμοῦ ϡιʹ. | |
5 | Μαλελεὴλ ρξεʹ, ὁμοῦ ϡξʹ. ἐπέζησεν ψλʹ, ὁμοῦ ωϙεʹ. Ἰαρὲδ ρξβʹ, ὁμοῦ ͵αρκβʹ. ἐπέζησεν ωʹ, ὁμοῦ ϡξβʹ. Ἐνὼχ ρξεʹ, ὁμοῦ ͵ασπζʹ. | |
10 | ἐπέζησεν ςʹ, ὁμοῦ τξεʹ. | |
11t | Περὶ τῆς προφητείας Ἐνώχ | |
12 | Οὗτος προεφήτευσεν, λέγων, Ἰδοὺ κύριος ἔρχεται ἐν ἁγίαις μυριάσιν αὐτοῦ ποιῆσαι κρίσιν κατὰ πάντων καὶ ἐλέγξαι τοὺς ἀσε‐ βεῖς περὶ πάντων τῶν πονηρῶν ὧν ἐλάλησαν πρὸς αὐτοὺς ἁμαρ‐ | |
15 | τωλοὶ ἀσεβεῖς. Οὗτός ἐστιν Ἐνὼχ πρὸς ὃν οὔτε ἡ ἀπόφασις τοῦ θανάτου ἐκράτησεν· μετετέθη γὰρ ὑπὸ τοῦ θεοῦ τοῦ μὴ ἰδεῖν θάνατον, καθὰ τῇ θείᾳ γραφῇ δοκεῖ, ὅπως καὶ διὰ τούτου προμηνυθῇ ἡμῖν ὡς οὐ κρατήσει ἐπὶ τῶν ἀνθρώπων ὁ θάνατος, ἀλλὰ λύσιν | |
20 | δέξεται τὰ κατ’ αὐτῶν, ὥσπερ καὶ γέγονεν ἐπὶ τοῦ δεσπότου | |
Χριστοῦ, καταλυθέντος αὐτοῦ τοῦ κράτους. | ||
36 | Οὗτός ἐστιν Ἐνὼχ ὁ μετατεθεὶς εἰς ζωὴν εἰς δεῖγμα τῆς τοῦ θεοῦ δυνάμεως ταῖς μετὰ ταῦτα γενεαῖς τῆς δυναμένης διατηρῆ‐ σαι τοὺς θνητοὺς μὴ ἀποθανεῖν, ἀλλὰ ζῶντας τὴν ἐπὶ τὸ κρεῖτ‐ τον ἀλλαγὴν ὑπομένειν. | |
5 | Οὗτός ἐστιν ὁ ἅμα τῷ Ἡλίᾳ ἐν ἐσχάταις ἡμέραις ἀντικαθι‐ στάμενος τῷ Ἀντιχρίστῳ καὶ ἐλέγχων τὴν πλάνην αὐτοῦ κατὰ τὴν τῆς ἐκκλησίας παράδοσιν. Οὗτός ἐστιν ὁ διὰ πίστεως καὶ εὐαρεστήσεως ἐκφυγὼν τὴν ὁδὸν τοῦ θανάτου. | |
10 | Μαθουσάλα ρπζʹ, ὁμοῦ ͵αυοδʹ. ἐπέζησεν ψξβʹ, ὁμοῦ ϡμθʹ. Λάμεχ ρπηʹ, ὁμοῦ ͵αχξβʹ. ἐπέζησεν φξεʹ, ὁμοῦ ψνγʹ. Νῶε φʹ, ὁμοῦ ͵βρξβʹ. | |
15 | Νῶε ἔσχεν τρεῖς υἱούς, τὸν Σήμ, τὸν Χάμ, τὸν Ἰάφεθ. Σήμ ρʹ, ὁμοῦ ͵βσξβʹ. Ἐν τῷ ἑκατοστῷ ἔτει τοῦ Σήμ, ἑξακοσιοστῷ δὲ τοῦ Νῶε καὶ ͵βσξβʹ ἔτει γενέσεως κόσμου ἐγένετο ὁ κατακλυσμὸς ἐπὶ τῆς γῆς· τοσαῦτα δὲ μέχρι τὸν ἐνταῦθα καὶ ὁ Ἀφρικανὸς συνήγα‐ | |
20 | γεν, ἐπειδὴ καὶ τὰ ἀκριβῆ τῆς Γενέσεως βιβλία ρπζʹ φαίνει τοῦ Μαθουσάλα ἔτη, καὶ οὕτως αὐτὸν γεννῆσαι τὸν Λάμεχ. ἐγέ‐ | |
νετο δὲ ὁ κατακλυσμὸς ἑβδόμῃ καὶ εἰκάδι τοῦ μηνὸς τοῦ δευτέ‐ | ||
37 | ρου ἐπὶ τῆς γῆς τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας, καὶ ἠλαττονοῦτο τὸ ὕδωρ μετὰ πεντήκοντα καὶ ἑκατὸν ἡμέρας, καὶ ἐκάθισεν ἡ κιβωτὸς ἐν μηνὶ τῷ ἑβδόμῳ ἑβδόμῃ καὶ εἰκάδι τοῦ μηνὸς ἐπὶ τὰ ὄρη τὰ Ἀραράτ. καὶ ἠλαττονοῦτο τὸ ὕδωρ | |
5 | ἕως τοῦ δεκάτου μηνός. ἐν δὲ τῷ ἑνδεκάτῳ μηνὶ τῇ πρώτῃ τοῦ μηνὸς ὤφθησαν αἱ κεφαλαὶ τῶν ὀρέων. καὶ μετὰ τεσσαράκοντα ἡμέρας ἠνέῳξεν Νῶε τὴν θύραν τῆς κιβωτοῦ, καὶ ἀπέστειλεν τὸν κόρακα τοῦ ἰδεῖν εἰ κεκόπακεν τὸ ὕδωρ. καὶ ἐν τῷ πρώτῳ καὶ ἑξακοσιοστῷ ἔτει ἐν τῇ ζωῇ τοῦ Νῶε τοῦ πρώτου μηνὸς μιᾷ τοῦ | |
10 | μηνὸς ἐξέλιπεν τὸ ὕδωρ ἀπὸ τῆς γῆς. ἐν δὲ τῷ μηνὶ τῷ δευτέ‐ ρῳ ἑβδόμῃ καὶ εἰκάδι μηνὸς ἐξηράνθη ἡ γῆ. | |
12t | Εἰσὶν ἀπὸ Ἀδὰμ ἕως Νῶε γενεαὶ ιʹ | |
13 | Τὰ προκείμενα εἰπόντες διδάξομεν καὶ διὰ ποίαν αἰτίαν ὁ κα‐ τακλυσμὸς ἐγενήθη καὶ διὰ τίνας, ἵνα μή τινες τὸν θεὸν τῆς | |
15 | φθορᾶς αἴτιον εἰσηγήσωνται, εἰ καὶ ἐν ἄλλοις χρονογράφοις οὐ δηλοῦται οὔτε περὶ τούτου οὔτε περὶ τῆς πυργοποιίας· ἴσως γὰρ πολλοὶ διαποροῦσι· δείξομεν οὖν ἐκ τῆς θείας γραφῆς. φησὶν ἡ Γένεσις, „καὶ ἐγένετο ἡνίκα ἤρξαντο οἱ ἄνθρωποι πολλοὶ γενέ‐ σθαι ἐπὶ τῆς γῆς καὶ θυγατέρες ἐγεννήθησαν αὐτοῖς. ἰδόντες δὲ | |
20 | οἱ ἄγγελοι τοῦ θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων ὅτι καλαί εἰ‐ | |
σιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν ὧν ἐξελέξαντο. καὶ | ||
38 | εἶπεν ὁ θεός, Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώ‐ ποις τούτοις εἰς τὸν αἰῶνα διὰ τὸ εἶναι αὐτοὺς σάρκας. ἔσονται δὲ αἱ ἡμέραι αὐτῶν ἑκατὸν εἴκοσιν ἔτη.“ Οὓς ἀγγέλους ὠνόμασεν θεοῦ, οὐχὶ ἐκ τῶν οὐρανῶν, ἄπα‐ | |
5 | γε· ἐκεῖνοι γὰρ νοεροὶ καὶ ἀσώματοι ἄγγελοι· τούτους δὲ ἀν‐ θρώπους καλεῖ ὀνομαστοὺς καὶ σαρκικοὺς καὶ θνητούς· φησὶ γάρ, „διὰ τὸ εἶναι αὐτοὺς σάρκας.“ τινὲς δὲ τῶν ἑρμηνέων ἐπ’ ἀληθείας διδάσκοντες ἐξέδωκαν ὅτι τὸ ἐκλεκτὸν γένος τοῦ Σὴθ ἄγγελοι τοῦ θεοῦ παρὰ τοῦ Μωϋσέως ὠνομάσθησαν. αὐτὴ ἡ Γέ‐ | |
10 | νεσις διδάξει, ἐπειδὴ φθονοκτονίας καὶ μισαδελφίας καὶ ἀρνησο‐ θεΐας ἐκ τῆς φυλῆς τοῦ Καῒν ἐπικρατούσης πρῶτοι οἱ τοῦ Σὴθ ἤρξαντο ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου, ὅπερ ἐστιν ἀγγελικὸς ὕμνος. φησὶ γὰρ ἡ Γένεσις, „τῷ δὲ Σὴθ ἐγεννήθη υἱός· ἐπω‐ νόμασε δὲ τὸ ὄνομα αὐτοῦ Ἐνώς. οὗτος ἤρξατο ἐπικαλεῖσθαι | |
15 | τὸ ὄνομα κυρίου τοῦ θεοῦ.“ ταῦτα ἡ Γένεσις. Οὗτοι οὖν οἱ τοῦ Σὴθ ἀγγέλοις ὁμοιωθέντες καὶ ἀγγελικὸν ὕμνον ἐπικαλεσάμενοι ἐκείνοις τοῖς ἀποβλήτοις τοῦ Καῒν συνή‐ φθησαν, καὶ τὸ θεῖον ὠργίσθη. φησὶ γὰρ ἡ Γένεσις, „οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις εἰς τὸν | |
20 | αἰῶνα διὰ τὸ εἶναι αὐτοὺς σάρκας.“ Συναφθέντες οὖν οὗτοι ἐκείνοις καὶ τέκνα ποιήσαντες τὴν | |
ἡλικίαν μεγίστους, γίγαντας αὐτοὺς ἐκάλεσεν ἡ θεία γραφή. ἄκου‐ | ||
39 | σον τῆς Γενέσεως λεγούσης „οἱ δὲ γίγαντες ἦσαν ἐπὶ τῆς γῆς ἐν ταῖς ἡμέραις ἐκείναις. ὡς ἂν εἰσεπορεύοντο οἱ υἱοὶ τοῦ θεοῦ πρὸς τὰς θυγατέρας τῶν ἀνθρώπων καὶ ἐγεννῶσαν ἑαυτοῖς, ἐκεῖνοι ἦσαν οἱ γίγαντες οἱ ἀπ’ αἰῶνος, οἱ ἄνθρωποι οἱ ὀνομα‐ | |
5 | στοί,“ οὓς ἄνω ἀγγέλους θεοῦ ὠνόμασεν, τοὺς ἐπικαλουμένους τὸ ὄνομα κυρίου τοῦ θεοῦ, τούτους καὶ υἱοὺς θεοῦ ἐνταῦθα προσ‐ ηγόρευσεν. ταῦτα μὲν ἡ γραφή. ἐπεὶ δὲ οὗτοι οἱ ἄγγελοι παρά τισι θεοὶ ὠνομάσθησαν καὶ προσεκυνήθησαν, παρὰ μὲν Χαλ‐ δαίοις πρῶτος ὁ ἄρξας αὐτῶν Ἄλωρος καὶ μετ’ αὐτὸν Ἄλαπρος | |
10 | καὶ οἱ λοιποὶ οἱ ἄρξαντες αὐτῶν. τούτους ᾐνίξατο ἡ γραφὴ λέ‐ γουσα, „οἱ γίγαντες οἱ ἀπ’ αἰῶνος, οἱ ἄνθρωποι οἱ ὀνομαστοί.“ καὶ ταῦτα μέν, ὡς ἐδίδαξαν οἱ τὰ αὐτῶν ἀναγράψαντες Βή‐ ρωσος καὶ οἱ μετ’ αὐτόν· ἐξ ὧν Ἰώσηπος ἀφορμὰς ἔλαβεν περὶ τούτων ἀναγράψασθαι. μαρτυρῶν γὰρ αὐτῷ ἐν τῷ πρώ‐ | |
15 | τῳ λόγῳ τῶν περὶ ἀρχαιολογίας αὐτοῦ ἔφη λέγων, „Βήρωσος, ἀνὴρ Χαλδαῖος μὲν τῷ γένει, γνώριμος δὲ τοῖς περὶ παιδείαν ἀναστρεφομένοις, ἐπειδὴ περὶ ἀστρονομίας καὶ περὶ τῶν παρὰ Χαλδαίοις φιλοσοφουμένων αὐτὸς εἰς τοὺς Ἕλληνας ἐξήνεγκε τὰς συγγραφάς.“ καὶ ταῦτα μὲν Ἰώσηπος. καὶ τί με δεῖ λέγειν | |
20 | εὐθέως ἐκ τῶν ἔξωθεν μαρτυρίας λαβόντα, ὁπότε καὶ ὁ τῆς κα‐ | |
θολικῆς ἡμῶν ἐκκλησίας Ἐπιφάνιος ὁ Κύπρου ἐν τοῖς Παναρίοις | ||
40 | αὐτοῦ γράφει, „ἡ δὲ παράδοσις ἡ εἰς ἡμᾶς ἐλθοῦσα, ἤρξατο ἡ κακομηχανία ἐν κόσμῳ γίνεσθαι, καὶ ἀπ’ ἀρχῆς μὲν διὰ τῆς τοῦ Ἀδὰμ παρακοῆς, ἔπειτα δὲ διὰ τῆς τοῦ Καῒν ἀδελφοκτονίας εἶτα δὲ ἐν χρόνοις τοῦ Ἰάρεδ καὶ ἐπέκεινα φαρμακεῖαι καὶ μαγεῖαι | |
5 | καὶ ἀσέλγειαι καὶ ἀδικία ἐχρημάτισεν.“ ἀλλὰ καί τινες τὸν Ἀδὰμ σὺν τῇ Εὔᾳ καὶ τὸν ὄφιν γενέσθαι προηγόρευσαν, ἀλλὰ μὴν καὶ τὸν Καῒν καὶ τὸν Σήθ. Ἐπεὶ οὖν τοιαῦτα εἶχον οἱ ἄνθρωποι θεοὺς ὀνομάσαι καὶ προσκυνῆσαι ὁμοίους αὐτῶν ἀνθρώπους, τὸν δὲ ἀληθινὸν θεὸν | |
10 | ἐπιλαθέσθαι, πάλιν ἡ Γένεσις, „ἰδὼν δὲ κύριος ὁ θεὸς ὅτι ἐπλη‐ θύνθησαν αἱ κακίαι τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς, διενοήθη ὁ θεὸς ἀπαλεῖψαι τὸν ἄνθρωπον. καὶ μεθ’ ἕτερα, „καὶ εἶπεν ὁ θεὸς πρὸς Νῶε, Ἰδοὺ ἐγὼ καταφθείρω αὐτοὺς καὶ τὴν γῆν· ποίησον σεαυτῷ κιβωτόν.“ καὶ ταῦτα μὲν ἡ Γενεαλογία. ὅθεν καὶ | |
15 | Πέτρος ὁ ἀπόστολος ἀφηγεῖται Κλημίῳ λέγων, „ἑνί τινι δικαίῳ μετὰ τῶν ἐξ αὐτοῦ Νῶε σὺν τοῖς ἐξ αὐτοῦ ἐν λάρνακι διασώζε‐ σθαι προαγγείλας ὕδωρ εἰς κατακλυσμὸν ἐπήγαγεν, ἵνα πάντων τῶν ἀκαθάρτων ὀλοθρευθέντων ὁ κόσμος καθαρισθῇ, ἐν αὐτῇ τῇ λάρνακι διασωθεὶς εἰς δευτέραν περιουσίαν καθαρὸς ἀποδο‐ | |
20 | θῇ. ὅμως καὶ τούτων γενομένων οἱ ἄνθρωποι ἤρξαντο ἀσεβεῖν.“ | |
41(1t) | Εἰς τὸν Νῶε | |
2 | Νῶε δίκαιος τέλειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ, ὁ ἀκούσιον μέ‐ θην ὑπομείνας καὶ θεωρήσας ἐν αὐτῇ μυστήρια. φησὶ γὰρ ἡ γραφή, „ἐξένηψεν δὲ Νῶε ἀπὸ τοῦ οἴνου, καὶ ἔγνω ὅσα ἐποίη‐ | |
5 | σεν αὐτῷ ὁ υἱὸς αὐτοῦ ὁ νεώτερος.“ καὶ μετὰ τὸ αὐτῷ προει‐ πεῖν ὡς ἐν τάξει κατάρας τὰ μέλλοντα λέγει καὶ τοῖς ἄλλοις ὡς ἐν τάξει εὐλογίας τὰ ἐσόμενα, καί φησιν, Εὐλογητὸς κύριος ὁ θεὸς τοῦ Σήμ· τρόπον γάρ τινα οὔτε τῷ πρώτῳ κατηράσατο οὔτε τούτους ηὐλόγησεν, ἀλλὰ πρόῤῥησιν ἐξεῖπε μυστηρίων διὰ τοῦ | |
10 | δεσπότου Χριστοῦ ἐκτελουμένων· οὔτε γάρ ποτε ἐδούλευσαν τοῖς ἀδελφοῖς αὐτῶν οἱ τοῦ Χαναάν, ἀλλὰ μᾶλλον ἐκεῖνοι τούτοις ἐδούλευσαν ἐν Αἰγύπτῳ, ἀλλ’ οὔτε οἱ Γαβαωνῖται, ὥς τινες ὑπενόησαν, ἐδούλευσαν αὐτοῖς, ἀλλὰ τῷ θεῷ ἐδούλευον· ξυλο‐ φόρους γὰρ καὶ ὑδροφόρους τῷ ναῷ τοῦ θεοῦ αὐτοὺς κατεστή‐ | |
15 | σαντο· οὐ γὰρ ἑαυτοῖς. τί οὖν ἐστιν ἢ πάντως πρόῤῥησίς ἐστιν, ὡς τῷ κυρίῳ δουλεύσουσι καὶ αὐτοὶ τῷ ἐκ τοῦ Σὴμ ὑπάρχοντι κατὰ σάρκα; τὸ δὲ „εὐλογητὸς κύριος ὁ θεὸς τοῦ Σήμ“ τὶ τὰ πρὸς τὸν Σήμ, εἰ ὁ θεὸς εὐλογητός ἐστιν; ἀλλ’ ἐπιφέρει, „πλα‐ τύναι ὁ θεὸς τῷ Ἰάφεθ, καὶ κατοικησάτω ὡσανεὶ ὁ θεὸς ἐν τοῖς | |
20 | σκηνώμασι τοῦ Σήμ. λοιπόν „πλατύναι ὁ θεὸς τῷ Ἰάφεθ.“ καὶ γὰρ καὶ τῷ Ἰάφεθ καὶ τῷ Χαναὰμ ἐπλάτυνεν· καὶ πάλιν ἀμφό‐ | |
τεροι τῷ Χριστῷ δουλεύουσιν τῷ ἐκ τοῦ Σὴμ ὑπάρχοντι. πά‐ | ||
42 | σας γὰρ τὰς κατοικίας αὐτοῦ ὁ θεός, ἃς πρὸς τοὺς ἀνθρώπους ἐποιήσατο, μερικῶς μὲν ἐν τοῖς προφήταις, ὁλοτελῶς δὲ καὶ ἀδιασπάστως καὶ καθολικῶς ἐν τῷ δεσπότῃ Χριστῷ κατὰ σάρκα πεποίηται τοῖς ἐκ τοῦ Σὴμ ὑπάρχουσι, καθάπερ ἐπὶ τοῦ δεσπό‐ | |
5 | του Χριστοῦ γέγραπται κατὰ σάρκα, ἐν ᾧ κατοικεῖ πᾶν τὸ πλή‐ ρωμα τῆς θεότητος σωματικῶς. τούτων οὖν τῶν ὀπτασιῶν καὶ αὐτὸς ἠξιώθη προειπεῖν τῶν κατὰ τὴν οἰκονομίαν τοῦ δεσπότου Χριστοῦ ἐκτελουμένων. Αἱ τῶν αἱρέσεων πασῶν μητέρες τε καὶ πρόκριτοι καὶ ὀνομα‐ | |
10 | σταί εἰσιν αὗται, βαρβαρισμός, σκυθισμός, ἑλληνισμός, ἰου‐ δαϊσμός· ἐξ ὧν μητέρων καὶ ἄλλαι ἐφύησαν αἱρέσεις. Βαρβαρισμὸς οὖν, ἥτις καθ’ ἑαυτήν ἐστιν διαρκέσασα ἀπὸ τοῦ Ἀδὰμ ἐπὶ δέκα γενεὰς ἕως τοῦ κατακλυσμοῦ Νῶε. βαρβα‐ ρισμὸς δὲ κέκληται ἀπὸ τοῦ τοὺς ἀνθρώπους μὴ ἔχειν τινὰ ἀρ‐ | |
15 | χηγὸν ἢ μίαν συμφωνίαν, ἀλλ’ ὅτι πᾶς τις ἑαυτῷ ἐστοίχει καὶ νόμος ἑαυτῷ κατὰ τὴν προτίμησιν τοῦ ἰδίου βουλήματος ἐγένετο. Ἐκ τῶν προκειμένων δέδεικται διὰ οὓς ὁ κατακλυσμὸς γέ‐ γονεν. εἴπωμεν δὲ λοιπὸν καὶ τὰ ἀπὸ τοῦ κατακλυσμοῦ. Ἔζησε Νῶε μετὰ τὸν κατακλυσμὸν ἔτη τνʹ. καὶ ἐγένοντο | |
20 | πᾶσαι αἱ ἡμέραι Νῶε ἔτη ϡνʹ, καὶ ἀπέθανεν. | |
43 | Τὰ δὲ μετὰ τὸν κατακλυσμὸν ἔτη ἕως τῆς πυργοποιίας καὶ συγχύσεως τῶν γλωσσῶν τῆς γῆς εἰσιν ἔτη χνθʹ. Ἀρφαξὰδ ρλεʹ, ὁμοῦ ͵βτϙζʹ. ἐπέζησεν τλʹ, ὁμοῦ υξεʹ | |
5 | Καϊνάν ρλʹ, ὁμοῦ ͵βεκζʹ. ἐπέζησεν τλʹ, ὁμοῦ υξʹ Σάλα ρλʹ, ὁμοῦ ͵βχνζʹ. ἐπέζησεν τνʹ, ὁμοῦ υπʹ. Πεʹ ἔτει τοῦ Σάλα Νῶε ἀπέθανεν. | |
10 | Ἕβερ ρλδʹ, ὁμοῦ ͵βψϙαʹ. ἐπέζησεν σοʹ, ὁμοῦ υδʹ. Φάλεγ ρλʹ, ὁμοῦ ͵βϡκαʹ. ἐπέζησεν σθʹ, ὁμοῦ τλθʹ. Ἐν ταῖς ἡμέραις τοῦ Φάλεγ διεμερίσθη ἡ γῆ· διὸ καὶ σημαί‐ | |
15 | νεται Φάλεγ τῇ Ἑβραίων φωνῇ μερισμός. κατὰ τοῦτον ἡ πυρ‐ γοποιία συνέστη, καὶ ἀπὸ μιᾶς τῆς πάλαι διαλέκτου πολυφωνία γέγονε καὶ ἡ καθ’ ἕκαστον τῶν γλωσσῶν διαφορά, ὡς μέμνηται τούτων ἡ θεία γραφή, λέγουσα, „καὶ ἦν πᾶσα ἡ γῆ χεῖλος ἓν καὶ φωνὴ μία πᾶσι. καὶ ἐγένετο ἐν τῷ κινῆσαι αὐτοὺς ἀπὸ ἀνα‐ | |
20 | τολῶν, ηὗρον πεδίον ἐν γῇ Σενναάρ, καὶ κατῴκησαν ἐκεῖ. καὶ | |
εἶπεν ἄνθρωπος πρὸς τὸν πλησίον αὐτοῦ, Δεῦτε πλινθεύσωμεν | ||
44 | πλίνθους καὶ ὀπτήσωμεν αὐτὰς πυρί. καὶ ἐγένετο αὐτοῖς ἡ πλίν‐ θος εἰς λίθον καὶ ἄσφαλτος ἦν αὐτοῖς ὁ πηλός. καὶ εἶπαν, Δεῦτε καὶ οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον, οὗ ἡ κεφα‐ λὴ ἔσται ἕως τοῦ οὐρανοῦ, καὶ ποιήσωμεν ἑαυτοῖς ὄνομα πρὸ τοῦ | |
5 | διασπαρῆναι ἡμᾶς ἐπὶ πάσης τῆς γῆς. καὶ κατέβη κύριος ὁ θεὸς ἰδεῖν τὴν πόλιν καὶ τὸν πύργον, ὃν ᾠκοδόμησαν οἱ υἱοὶ τῶν ἀν‐ θρώπων. καὶ εἶπε κύριος ὁ θεός, Ἰδοὺ χεῖλος ἓν καὶ φωνὴ μία πᾶσιν. καὶ τοῦτο ἤρξαντο ποιῆσαι, καὶ νῦν οὐκ ἐκλείψει ἐξ αἰ‐ τῶν πάντα ὅσα ἂν ἐπιθῶνται ποιεῖν. δεῦτε καὶ καταβάντες | |
10 | συγχέωμεν ἐκεῖ αὐτῶν γλῶσσαν, ἵνα μὴ ἀκούσωσιν ἕκαστος τὴν φωνὴν τοῖ πλησίον αὐτοῦ. καὶ διέσπειρεν αὐτοὺς κύριος ὁ θεὸς ἐκεῖθεν ἐπὶ προσώπου τῆς γῆς, καὶ ἐπαύσαντο οἰκοδομοῦντες τὴν πόλιν καὶ τὸν πύργον. διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτῆς σύγ‐ χυσις, ὅτι ἐκεῖ συνέχεεν κύριος τὰ χείλη πάσης τῆς γῆς, κἀκεῖθεν | |
15 | διέσπειρεν αὐτοὺς κύριος ὁ θεὸς ἐπὶ πρόσωπον πάσης τῆς γῆς. Ἐπεὶ οὖν τούτων ἐμνημονεύσαμεν, διὰ τὴν προκειμένην χρο‐ νογραφίαν δέον ἐπιμνημονεῦσαι παχυμερῶς τὰ κατ’ αὐτοὺς ἔκ τε τῶν διδασκαλιῶν Ἐπιφανίου τοῦ Κύπρου καὶ ἐξ ἑτέρων τινῶν. καὶ τίνες ἦσαν καὶ κατὰ ποίους τόπους μερισθέντες οἴκησαν λέγει | |
20 | εἰς τὸν Ἀγκυρωτὸν αὐτοῦ ἐκ τῆς Γενέσεως. | |
45 | Ἰάφεθ τρίτῳ υἱῷ τοῦ Νῶε γίνονται παῖδες καὶ παίδων παῖδες ιδʹ. καὶ τῷ Χὰμ δευτέρῳ υἱῷ τοῦ Νῶε καὶ αὐτῷ γίνονται παῖ‐ δες καὶ παίδων παῖδες λαʹ. καὶ τᾷ Σὴμ πρώτῳ υἱῷ τοῦ Νῶε γίνονται παῖδες καὶ παίδων παῖδες κζʹ. καὶ ταῦτα εἰπὼν μνη‐ | |
5 | μονεύει, Πέμπτῃ τοίνυν γενεᾲ μετὰ τὸν κατακλυσμόν, τουτέ‐ στιν ἀπὸ τοῦ Ἀρφαξὰδ ἕως τοῦ Φαλέγ, πληθυνόντων ἄρτι τῶν ἀνθρώπων ἀπὸ τῶν τριῶν υἱῶν τοῦ Νῶε κατὰ διαδοχὴν παίδων, καὶ τούτων παῖδες γεγόνασιν οβʹ τὸν ἀριθμὸν ἐν κόσμῳ ἀρχηγέται καὶ κεφαλαιωταί. ἐπεκτεινόμενοι δὲ καὶ πρόσω βαί‐ | |
10 | νοντες τοῦ Λουβὰρ ὄρους καὶ ὁρίων τῆς Ἀρμενίας, τουτέστιν Ἀραρὰτ τῆς χώρας, γίνονται ἐν πεδίῳ Σενναάρ, ἔνθα που ἐπε‐ λέξαντο. ἐκεῖσε πρῶτον ἡ κατοίκησις γίνεται μετὰ τὸν κατακλυ‐ σμὸν τῶν ἀνθρώπων· κἀκεῖ φυτεύσας ἀμπελῶνα Νῶε ὁ προφή‐ της οἰκήτωρ γίνεται τοῦ τόπου. κεῖται δὲ αὕτη ἡ Σενναὰρ νυνὶ | |
15 | ἐν τῇ Περσῶν χώρα, ἦν δὲ πάλαι Ἀσσυρίων. ἐκεῖσε τοίνυν συνδυάσαντες καὶ συμβούλιον ποιησάμενοι μετ’ ἀλλήλων πύργον καὶ πόλιν οἰκοδομῆσαι, κτίζουσι τὴν πυργοποιίαν καὶ οἰκοδομοῦ‐ σι τὴν Βαβυλῶνα. καὶ οὐκ ηὐδόκησεν ὁ θεὸς ἐπὶ τῷ ἔργῳ τῆς αὐτῶν ἀνομίας. διεσκέδασε γὰρ αὐτῶν τὰς γλώσσας καὶ ἀπὸ | |
20 | μιᾶς γλώσσης εἰς οβʹ διένειμεν κατὰ τὸν ἀριθμὸν τῶν τότε ἀν‐ | |
δρῶν εὑρεθέντων· ὅθεν καὶ μέροπες αὐτοὶ κέκληνται διὰ τὴν με‐ | ||
46 | μερισμένην φωνήν. καὶ ταῦτα Ἐπιφάνιος περὶ τῆς πυργοποιίας καὶ περὶ τῶν οβʹ γλωσσῶν, ὃ καὶ μέχρι νῦν παρὰ τοῖς ἀνθρώποις ὡς ἀγνοούμενον ἐπιζητεῖται. δέον δὲ μνημονεῦσαι καὶ ποῦ κα‐ τοίκησαν ἕκαστος αὐτῶν μετὰ τὴν μέρισιν καὶ τὰ ἐξ αὐτῶν ἔθνη. | |
5 | Τῷ μὲν Ἰάφεθ τρίτῳ υἱῷ τοῦ Νῶε κατακληροῦται ἀπὸ Μη‐ δίας ἕως Γαδαρινῶν καὶ ἀπὸ Ῥινοκορούρων τὰ πρὸς βοῤῥᾶν, οἵτινες ἐπὶ τὸ τῆς Εὐρώπης κλῖμα νενευκότες τῷ τῆς Σκυθίας μέ‐ ρει τοῖς ἑαυτῶν ἔθεσι προσεκρίθησαν. Υἱοὶ Ἰάφεθ τρίτου υἱοῦ Νῶε φυλαὶ ὁμοῦ ιδʹ. | |
10 | Γάμερ, ἐξ οὗ Κελταῖοι. Μαγώγ, ἐξ οὗ Ἀκυρτανοί. τινὲς ἐκ τοῦ Μαγὼγ τοὺς Γόθους λέγουσι καὶ τοὺς Σαρμάτας καὶ τοὺς Σκύ‐ θας γεγενῆσθαι. Μαδάϊ, ἐξ οὗ Βρετανοί. | |
15 | Ἰωϋά, ἐξ οὗ Σπανοὶ οἱ καὶ Τυράννιοι. Ἐλισά, ἐξ οὗ Μαῦροι. Θοβέλ, ἐξ οὗ Μακουακοί. Μοσόχ, ἐξ οὗ Γετοῦλοι. | |
Θηράς, ἐξ οὗ Ἄφροι. | ||
47 | Ἀσχανάθ, ἐξ οὗ Μάζικες. Ῥιφάθ, ἐξ οὗ Ταράμαντες ἐξώτεροι. Θόργαρμα, ἐξ οὗ Βοράδες. Ἕρκα, ἐξ οὗ Βελτίονες. | |
5 | Θαρσεῖς, ἐξ οὗ Ταράμαντες ἐσώτεροι. Ῥόδιοι, ἐξ οὗ Ῥωμαῖοι οἱ καὶ Λατῖνοι. Ἔστιν δὲ καὶ τὰ τῆς Ἑλλάδος ἔθνη πάντα ἐξ αὐτῶν τῶν με‐ τῳκηκότων ὕστερον ἐκεῖσε, οἷον Σαϊτῶν, οἳ κατῴκησαν τὴν παρ’ Ἕλλησιν τιμωμένην πόλιν τὴν καλουμένην Ἀθήνας, ἔτι δὲ | |
10 | καὶ τὰς Θήβας, ὅτι Σιδονίων εἰσὶν ἄποικοι, ἐκ Κάδμου τοῦ Ἀγήνορος. καὶ οἱ Καρχηδόνιοι δὲ Τυρηννίων εἰσὶν ἄποικοι καὶ οἵτινες ἄλλοι εἰς τὴν Ἑλλάδα μετῴκησαν. Εἰσὶν δὲ τὰ τοῦ Ἰάφεθ ἔθνη ἀπὸ Μηδίας ἕως τοῦ ἑσπερίου κατεσπαρμένα Ὠκεανοῦ βλέποντα τὰ πρὸς βοῤῥᾶν οὕτως· | |
15 | Μῆδοι, Ἕλληνες, Ἀλβανοί, Οὐεννοί, Ἀρμένιοι, Δαυνεῖς, Κορ‐ ζηνοί, Ἱππικοί, Παφλαγόνες, Ἴβηρες οἱ καὶ Τυράννιοι, Χάλυ‐ βες, Κελταῖοι, Σαυρομάται, Γάλλοι, Ταύριοι, Βάσαντες, Ἰλ‐ λυριοί, Οὐακκαῖοι, Λίγυρες, Ἰάπυγες, Γαγηνοί, Λατῖνοι οἱ καὶ Ῥωμαῖοι, Ἀμαζονεῖς, Λιγυστανοί, Δενναγηνοί, Ἀκύτινοι, | |
20 | Μαριανδυνοί, Κυρτιανοί, Μοσσύνοικοι, Κόννιοι, Μαιῶται, | |
48 | Καλαβροί, Θρᾷκες, Γάλλοι οἱ καὶ Κελτίβηρες, Μακεδόνες, Ἰλ‐ λυρικοί, Ἰστροί, Λυσιτάνιοι, Ἐῤῥεοί, Βρεττανοί, Κῶλοι. Οἱ δὲ ἐπιστάμενοι αὐτῶν γράμματά εἰσιν οὗτοι· Καππάδο‐ κες, Ἴβηρες οἱ καὶ Τυράννιοι, Ταβαρινοί, Λατῖνοι, οἷς χρῶν‐ | |
5 | ται οἱ Ῥωμαῖοι, Σαρμάται, Σπανοί, Σκύθες, Ἕλληνες, Βα‐ σταρνοί, Μῆδοι, Ἀρμένιοι. Ἔστιν δὲ κατὰ μῆκος τὰ ὅρια αὐτῶν ἀπὸ Μηδίας ἕως Γαδεί‐ ρων βλέποντα πρὸς βοῤῥᾶν, εὖρος δὲ ἀπὸ Ποταμίδος ποταμοῦ ἕως Μαστουσίας τῆς καθ’ ἥλιον. αἱ δὲ χῶραι αὐτῶν εἰσι κατὰ | |
10 | τὰς φυλὰς αὐτῶν αὗται· ἡ Λυχνῖτις, Μηδία, Ἀδριακή, ἀφ’ ἧς τὸ Ἀδριακὸν πέλαγος, Ἀλβανία, Γαλλία, Ἀμαζονίς, Ἰταλία, Ἀρμενία μικρά τε καὶ μεγάλη, Θουσκηνή, Καππαδοκία, Λυσι‐ τανία, Παφλαγονία, Μεσσαλία, Γαλατία, Κελτίς, Κολχίς, Σπανογαλλία, Ἰνδική, Ἰβηρία, Ἀχαΐα, Σπανία ἡ μεγάλη, Βο‐ | |
15 | σπορηνή, Μαιῶτις, Δέῤῥις, Σαρματίς, Ταυριαννίς, Βασταρ‐ νίς, Σκυθία, Θρᾴκη, Μακεδονία, Δελματία, Κολχίς, Θεττα‐ λίς, Λοκρίς, Βοιωτία, Αἰτωλία, Ἀττική, Ἀχαΐα, Πελοπόννη‐ σος, Ἀκαρνία, Ἠπειρῶτις, Ἰλλυρίς. Ἐνταῦθα καταλήγει τὰ ὅρια τοῦ Ἰάφεθ ἕως Βριττανικῶν νή‐ | |
20 | σων πάντα τὰ πρὸς βοῤῥᾶν βλέποντα. εἰσὶν δὲ αὐτοῖς καὶ νῆσοι | |
49 | αὗται· Σικελία, Εὔβοια, Ῥόδος, Χίος, Λέσβος, Κύθηρα, Ζά‐ κυνθος, Κεφαληνία, Ἰθάκη, Κόρσυρα καὶ αἱ Κυκλάδες καὶ μέ‐ ρος τῆς Ἀσίας τὸ καλούμενον Ἰωνία. ποταμὸς δέ ἐστιν αὐτοῖς Τίγρις, ὁ διορίζων Μηδίαν καὶ Βαβυλωνίαν. ταῦτά ἐστιν τὰ | |
5 | ὅρια τοῦ Ἰάφεθ τοῦ τρίτου υἱοῦ τοῦ Νῶε. Χὰμ δὲ τῷ δευτέρῳ υἱῷ τοῦ Νῶε ἀπὸ Ῥινοκορούρων ἕως Γαδαρηνῶν Αἴγυπτος καὶ πάντα τὰ πρὸς νότον ὑπέπεσαν, πά‐ νυ δοκοῦντα καυματινὰ ὑπάρχειν. Υἱοὶ Χὰμ τοῦ δευτέρου υἱοῦ Νῶε φυλαὶ λαʹ. | |
10 | Χούς, ἐξ οὗ Αἰθίοπες. Μεσραείμ, ἐξ οὗ Αἰγύπτιοι. Οὗτος Μεσραεὶμ ὁ Αἰγύπτιος μετέπειτα ἐπὶ τὰ ἀνατολικὰ μέρη οἰκήσας οἰκήτωρ γίνεται Βάκτρων, τὴν ἐσωτέραν Περσίδος λέγει Ἄσοα τῶν μεγάλων Ἰνδῶν. | |
15 | Ἐντεῦθεν τὰ κατὰ τὴν γῆν παράνομα διανενέμηται. ἐφευ‐ ρετὴς γὰρ οὗτος ἐγένετο κακῆς διακονίας, ἀστρολογίας καὶ μαγείας, ὃν καὶ Ζωροάστρην οἱ Ἕλληνες ἐκάλεσαν. τοῦτον ᾐνί‐ ξατο Πέτρος εἰπὼν ὅτι μετὰ τὸν κατακλυσμὸν πάλιν οἱ ἄνθρω‐ ποι ἀσεβεῖν ἤρξαντο. | |
20 | Φούδ, ἐξ οὗ Τρωγλοδῦται. | |
Χαναάν, ἐξ οὗ Ἄφροι καὶ Φοίνικες. | ||
50 | Υἱοὶ Χοὺς τοῦ Αἰθίοπος τοῦ γενομένου ἐκ τοῦ Χάμ, δευτέ‐ ρου υἱοῦ τοῦ Νῶε. Σαβά, ἐξ οὗ Ἰταβηνοί. Εὐειλάτ, ἐξ οὗ Ἰχθυοφάγοι. | |
5 | Σαβαθά, ἐξ οὗ Ἐλλανοί. Ῥέγμα, ἐξ οὗ Αἰγύπτιοι, καὶ Σαβακαθά, ἐξ οὗ Αἰθίοπες Λίβυες. Υἱοὶ Ῥέγμα υἱοῦ Χοὺς τοῦ υἱοῦ Χάμ. Σαβά, ἐξ οὗ Μαρμαρίδες. | |
10 | Δαδάν, ἐξ οὗ Κάροι, καὶ Νεβρὼδ ὁ κυνηγὸς καὶ γίγας, ὁ Αἰθίοψ, ἐξ οὗ Μυσοί. Λέγει γὰρ ἡ γραφή, „καὶ Χοὺς ἐγέννησε τὸν Νεβρὼδ τὸν κυνη‐ γὸν καὶ γίγαντα Αἰθίοπα. οὗτός ἐστιν Νεβρὼδ ὁ γίγας καὶ κυνη‐ γὸς ἐναντίον κυρίου.“ τούτῳ τῷ Νεβρὼδ τὴν βασιλείαν Βαβυλῶ‐ | |
15 | νος μετὰ τὸν κατακλυσμὸν ἡ θεία γραφὴ ἀνατίθησι. φησὶ γὰρ ἡ γραφή, „ἀρχὴ τῆς βασιλείας αὐτοῦ Βαβυλών.“ λέγει δὲ περὶ τούτου Πέτρος ὁ ἀπόστολος εἰς τὰ Κλημέντια πῶς ἦρξεν εἰς Βαβυλῶνα ἐν Αἰγύπτῳ κληρωθείς· φησὶ γὰρ Πέτρος, „οὗτος ὁ Νεβρὼδ μετοικήσας ἀπὸ Αἰγύπτου εἰς Ἀσσυρίους, καὶ οἰκήσας | |
20 | εἰς Νίνον πόλιν, ἣν ἔκτισεν Ἀσσούρ, καὶ κτίσας τὴν πόλιν, ἥτις ἦν Βαβυλῶνος, πρὸς τὸ ὄνομα τῆς πόλεως ἐκάλεσεν. αὐτὸν | |
Νίνον τὸν Νεβρὼδ οἱ Ἀσσύριοι προσηγόρευσαν. οὗτος διδάσκει | ||
51 | Ἀσσυρίους σέβειν τὸ πῦρ. ἔνθεν καὶ πρῶτον αὐτὸν βασιλέα με‐ τὰ τὸν κατακλυσμὸν ἐποίησαν οἱ Ἀσσύριοι τοῦτον, ὃν μετωνόμα‐ σαν Νίνον.“ ταῦτα Πέτρος περὶ τούτου. Αἰγυπτίων πατριαὶ σὺν Μεσραεὶμ τῷ πατρὶ αὐτῶν ὀκτώ. | |
5 | λέγει γὰρ οὕτως· „καὶ Μεσραεὶμ ἐγέννησε τοὺς Λουδιείμ.“ Λουδιείμ, ἐξ οὗ Λυδοί. Αἰνεμετιείμ, ἐξ οὗ Πάμφυλοι. Λαβιείμ, ἐξ οὗ Λίβυες. Νεφθαλιείμ, ἐξ οὗ Φρύγες. | |
10 | Πατρωσονιείμ, ἐξ οὗ Κρῆτες. Χασλωνιείμ, ἐξ οὗ Λύκιοι. Φυλιστιείμ, ἐξ οὗ Μαριανδυνοί. Χαφθοριείμ, ἐξ οὗ Κίλικες. Χαναναίων δέ εἰσι πατριαὶ σὺν Χαναὰν τῷ πατρὶ αὐτῶν ιβʹ. | |
15 | λέγει γάρ, „Χαναὰν ἐγέννησε τὸν Σιδῶνα πρωτότοκον.“ Σιδῶνα, ἐξ οὗ Μυσοί. Χετταῖον, ἐξ οὗ Δάρδανοι. Ἰεβουσαῖον, ἐξ οὗ Ἰεβουσαῖοι. Ἀμοῤῥαῖον, ἐξ οὗ Γερμανοί. | |
20 | Γεργεσαῖον, ἐξ οὗ Σαρμάται. | |
Εὐαῖον, ἐξ οὗ Παννώνιοι. | ||
52 | Ἀρουκαῖον, ἐξ οὗ Παίονες. Ἀσενναῖον, ἐξ οὗ Δελμάται. Ἀράδιον, ἐξ οὗ Ῥωμαῖοι οἱ καὶ Κιτιαῖοι. Σαμαραῖον, ἐξ οὗ Λίγυρες. | |
5 | Ἀβαθή, ἐξ οὗ Ἀμαθούσιοι. Οὗτοι κατέχουσιν ἀπὸ Αἰγύπτου ἕως τοῦ νοτιαίου Ὠκεανοῦ. οἱ δὲ ἐπιστάμενοι αὐτῶν γράμματα Φοίνικες, Αἰγύπτιοι, Πάμ‐ φυλοι, Φρύγες. Καὶ τὰ μὲν ὅρια τῶν υἱῶν τοῦ Χάμ εἰσιν ἀπὸ Ῥινοκορούρων | |
10 | τῆς ὁριζούσης Συρίαν καὶ Αἴγυπτον καὶ Αἰθιοπίαν ἕως Γαδείρων τὰ πρὸς νότον. τὰ δὲ ὀνόματα τῶν χωρῶν τοῦ Χάμ ἐστι ταῦ‐ τα· Αἴγυπτος σὺν τοῖς περὶ αὐτὴν πᾶσιν, Αἰθιοπία ἡ βλέπουσα κατὰ Ἰνδούς, καὶ ἑτέρα Αἰθιοπία, ὅθεν ἐκπορεύεται ὁ τῶν Αἰθιό‐ πων ποταμὸς ὁ καλούμενος Νεῖλος ὁ καὶ Γήων, Θηβαΐς, Λι‐ | |
15 | βύη ἡ παρεκτείνουσα μέχρι Κυρήνης, Μαρμαρὶς καὶ τὰ περὶ αὐ‐ τὴν πάντα, Σύρτις ἔχουσα ἔθνη τρία, Νασαμῶνας, Μάκας, Ταυταμαίους, Λιβύη ἑτέρα ἡ ἀπὸ Λέπτεως παρεκτείνουσα μέ‐ χρις Ἡρακλεωτικῶν στηλῶν κατέναντι Γαδείρων. Ἔχει δὲ καὶ ἐν τοῖς κατὰ βοῤῥᾶν μέρεσιν τὰς παραθαλασ‐ | |
20 | σίας, Κιλικίαν, Λυγδονίαν, Καρίαν, Βιθυνίαν, Παμφυλίαν, | |
53 | Φρυγίαν, Λυδίαν τὴν ἀρχαίαν, Πισιδίαν, Καμιλίαν, Τρῳάδα, Φρυγίαν, Μυσίαν, Λυκίαν, Αἰολίαν. Εἰσὶ δὲ αὐτοῖς καὶ νῆσοι ἐπίκοινοι αὗται· Κόρσυρα, Ταυ‐ ριαννίς, Ἀστυπάλαια, Κῶος, Λαμπαδοῦσα, Γαλάτη, Χίος, | |
5 | Κνίδος, Γαῦδος, Γόρσυνα, Λέσβος, Νίσυρος, Μελίτη, Κρή‐ τη, Τένεδος, Μεγίστη, Κέρκινα, Γαυλορήτη, Ἴμβρος, Κύ‐ προς, Μῆνιξ, Θήρα, Ἴασος, Σαρδανίς, Κάρπαθος, Σάμος. Αὗται αἱ νῆσοι ἐπίκοινοι μεταξὺ τοῦ Χὰμ καὶ τοῦ Ἰάφεθ. τὰ κατὰ θάλασσαν γίνονται ὁμοῦ νῆσοι κϛʹ. | |
10 | Ἔχει δὲ τὰ ὅρια τοῦ Χὰμ καὶ ἑτέρας νήσους, Σαρδανίαν, Κρήτην, Κύπρον. Ἔχει δὲ ποταμὸν Γηὼν τὸν καὶ παχυβάτορα καλούμενον Νεῖλον καὶ χρυσορόαν, κυκλοῦντα πᾶσαν γῆν Αἰγύπτου καὶ Αἰ‐ θιοπίας. ὁρίζει δὲ μεταξὺ τοῦ Χὰμ καὶ τοῦ Ἰάφεθ τὸ στόμα | |
15 | τῆς ἑσπερινῆς θαλάσσης. αὕτη τοῦ Χὰμ ἡ γενεαλογία, δευτέ‐ ρου υἱοῦ τοῦ Νῶε. Εἶτα πάλιν Ἐπιφάνιος, Τῷ δὲ Σὴμ πρώτῳ υἱῷ τοῦ Νῶε ὑπέπεσεν ὁ κλῆρος ὁ ἀπὸ Περσίδος καὶ Βάκτρων ἕως Ἰνδικῆς. μῆκος τοῦ κλήρου ἕως Ῥινοκορούρων. κεῖται δὲ αὕτη ἡ Ῥινοκο‐ | |
20 | ρούρων ἀνὰ μέσον Αἰγύπτου καὶ Παλαιστίνης τῆς ἀντικρὺ κειμέ‐ | |
νης τῆς ἐρυθρᾶς θαλάσσης. | ||
54 | Υἱοὶ Σὴμ τοῦ πρωτοτόκου υἱοῦ Νῶε, φυλαὶ κζʹ. Αἰλάμ, ἐξ οὗ οἱ Ἐλαμῖται. Ἀσσούρ, ἐξ οὗ οἱ Ἀσσύριοι. Ἀρφαξάδ, ἐξ οὗ οἱ Χαλδαῖοι. | |
5 | Λούδ, ἐξ οὗ οἱ Μαζῶνες καὶ Μῆδοι καὶ Πέρσαι. Ἀράμ, ἐξ οὗ οἱ Ἐκταί, Εὐηλά, ἐξ οὗ Γυμνοσοφισταί. Καϊνάμ, ἐξ οὗ Ἄραβες. Ἰωβάβ, ἐξ οὗ Φοίνικες. | |
10 | Ὥς, ἐξ οὗ Μαδιναῖοι. Οὕλ, ἐξ οὗ οἱ Λυδοί. Γαθέρ, ἐξ οὗ Γασφηνοί. Μοσόχ, ἐξ οὗ Ἀλασσηνοί. Ἀρφαξὰδ ἐγέννησε τὸν Καϊνάν. | |
15 | Καϊνάν, ἐξ οὗ οἱ Σαρμάται. Σαλά, ἐξ οὗ Σαλαθιαῖοι. Ἕβερ, ἐξ οὗ Ἀλβανοί. Φάλεγ, ἐξ οὗ κατάγεται τὸ γένος Ἀβραὰμ προπά‐ τορος. | |
20 | Ἰεκτάν, ἐξ οὗ Αἰθίοπες. | |
Ἐλμωδάδ, ἐξ οὗ οἱ Ἰνδοί. | ||
55 | Σαλέφ, ἐξ οὗ Βακτριανοί. Σαρμώθ, ἐξ οὗ Ἄραβες. Ἰαράχ, ἐξ οὗ Κάμπλιοι οἱ καὶ Χαναναῖοι. Ὀδόῤῥα, ἐξ οὗ Ἀῤῥιανοὶ καὶ Φερεζαῖοι. | |
5 | Αἰζήλ, ἐξ οὗ Ὑρκανοὶ οἱ καὶ Εὐαῖοι. Δέκλα, ἐξ οὗ Κεδρούσιοι οἱ καὶ Ἀμοῤῥαῖοι. Ἀβιμεήλ, ἐξ οὗ Σκύθαι οἱ καὶ Γεργεσαῖοι. Σαβαῦ, ἐξ οὗ Ἄραβες ἐσώτεροι. Οὐφείρ, ἐξ οὗ Ἀρμένιοι. | |
10 | Οὗτοι πάντες υἱοὶ Σὴμ τοῦ πρωτοτόκου υἱοῦ Νῶε. πάν‐ των δὲ τῶν υἱῶν τοῦ Σὴμ ἡ κατοικία ἐστὶν ἀπὸ Βάκτρων ἕως Ῥινοκορούρων τῆς ὁριζούσης Συρίαν καὶ Αἴγυπτον καὶ τὴν ἐρυ‐ θρὰν θάλασσαν ἀπὸ στόματος τοῦ κατὰ Ἀρσενοΐτην τῆς Ἰνδικῆς. Ταῦτα δέ εἰσιν τὰ ἐξ αὐτοῦ γενόμενα ἔθνη· αʹ Ἑβραῖοι οἱ | |
15 | καὶ Ἰουδαῖοι, βʹ Πέρσαι, γʹ Ἀσσύριοι δεύτεροι, δʹ Αἱλυμαῖοι, εʹ Χαλδαῖοι, ϛʹ Ἀραμοσσυνοί, ζʹ Ἄραβες οἱ δεύτεροι, ηʹ Μῆδοι, θʹ Ὑρκανοί, ιʹ Μακαρδοί, ιαʹ Κοσσαῖοι, ιβʹ Σκύθαι, ιγʹ Σα‐ λαθιαῖοι, ιδʹ Γυμνοσοφισταί, ιεʹ Παίονες, ιϛʹ Ἰνδοὶ πρῶτοι, ιζʹ Πάρθοι, ιηʹ Ἄραβες ἀρχαῖοι, ιθʹ Καρμήλιοι, κʹ Βακτριανοί, | |
20 | καʹ Ἀῤῥιανοί, κβʹ Ἰνδοὶ δεύτεροι, κγʹ Γερμανοί, κδʹ Κεδρούσιοι, | |
κεʹ Γασφηνοί, κϛʹ Ἑρμαῖοι. | ||
56 | Οἱ δὲ ἐπιστάμενοι αὐτῶν γράμματα Ἑβραῖοι οἱ καὶ Ἰουδαῖοι, Πέρσαι, Μῆδοι, Χαλδαῖοι, Ἰνδοί, Ἀσσύριοι. Ἔστι δὲ ἡ κατοικία τῶν υἱῶν Σὴμ παρεκτείνουσα κατὰ μῆ‐ κος μὲν ἀπὸ τῆς Ἰνδικῆς ἕως Ῥινοκορούρων, πλάτος δὲ ἀπὸ Περ‐ | |
5 | σίδος καὶ Βάκτρων ἕως τῆς Αἰθιοπίας καὶ τῆς Κιλικίας. Τὰ δὲ ὀνόματα τῶν χωρῶν τῶν υἱῶν τοῦ Σήμ, πρωτοτόκου υἱοῦ Νῶε, ἐστὶν ταῦτα· αʹ Περσίς, βʹ Βακτριανή, γʹ Ὑρκανία, δʹ Βαβυλωνία, εʹ Κορδυαία, ϛʹ Ἀσσυρία, ζʹ Μεσοποταμία, ηʹ Ἰνδική, [ϛʹ Ἐλυμαΐς, ζʹ Ἀραβία ἡ ἀρχαία] θʹ Ἀραβία ἡ εὐδαί‐ | |
10 | μων; ιʹ κοίλη Συρία, ιαʹ Κομμαγηνή, ιβʹ Φοινίκη Συρία ἡ ἐξω‐ τέρα. Τὰ δὲ ἔθνη ἃ διέσπειρε κύριος ὁ θεὸς ἐπὶ τῆς γῆς μετὰ τὸν κατακλυσμὸν ἐν ταῖς ἡμέραις Φαλὲγ καὶ Ἰεκτὰν τοῦ ἀδελφοῦ αὐτοῦ ἐν τῇ πυργοποιίᾳ, ὅτε συνεχύθησαν αἱ γλῶσσαι αὐτῶν, | |
15 | ἐστὶν ταῦτα· αʹ Ἑβραῖοι οἱ καὶ Ἰουδαῖοι, βʹ Ἀσσύριοι, γʹ Χαλ‐ δαῖοι, δʹ Μῆδοι, εʹ Πέρσαι, ϛʹ Ἄραβες πρῶτοι καὶ Ἄραβες δεύτεροι, ζʹ Μαδιναῖοι, ηʹ Μαδιναῖοι δεύτεροι, θʹ Ταϊανοί, ιʹ Ἀλαμοσυνοί, ιαʹ Σαρακηνοί, ιβʹ Μάγοι, ιγʹ Κάσπιοι, ιδʹ Ἀλβα‐ νοί, ιεʹ Ἰνδοὶ πρῶτοι, Ἰνδοὶ δεύτεροι, ιϛʹ Αἰθίοπες πρῶτοι, Αἰ‐ | |
20 | θίοπες δεύτεροι, ιζʹ Αἰγύπτιοι καὶ Θηβαῖοι, ιηʹ Λίβυες πρῶ‐ | |
τοι, Λίβυες δεύτεροι, ιθʹ Χετταῖοι, κʹ Χαναναῖοι, καʹ Φε‐ | ||
57 | ρεζαῖοι, κβʹ Εὐαῖοι, κγʹ Ἀμοῤῥαῖοι, κδʹ Γεργεσαῖοι, κεʹ Ἰεβουσαῖοι, κϛʹ Ἰδουμαῖοι, κζʹ Σαρμάται, κηʹ Φοίνικες, κθʹ Σύροι, λʹ Κίλικες, λαʹ Καππάδοκες, λβʹ Ἀρμένιοι, λγʹ Ἴβηρες, λδʹ Βεβρανοί, λεʹ Σκύθες, λϛʹ Κόλχοι, λζʹ Σάννιοι, ληʹ Βοσποριανοί, λθʹ Ἀσια‐ | |
5 | νοί, μʹ Ἴσαυροι, μαʹ Λυκάονες, μβʹ Πισίδαι, μγʹ Γαλάται, μδʹ Παφλαγόνες, μεʹ Φρύγες, μϛʹ Ἕλληνες οἱ καὶ Ἀχαιοί, μζʹ Θετταλοί, μηʹ Μακεδόνες, μθʹ Θρᾷκες, νʹ Μυσοί, ναʹ Βέσσοι, νβʹ Δάρδανοι, νγʹ Σαρμάται, νδʹ Γερμανοί, νεʹ Παννώνιοι οἱ καὶ Παίονες, νϛʹ Νώρικοι, νζʹ Δελμάται, νηʹ Ῥωμαῖοι οἱ καὶ | |
10 | Κίτιοι, νθʹ Λίγυρες, ξʹ Γάλλοι οἱ καὶ Κελταῖοι, ξαʹ Ἀκυρτανοί, ξβʹ Βρεττανοί, ξγʹ Σπανοὶ οἱ καὶ Τυράννιοι, ξδʹ Μαῦροι, ξεʹ Μακουακοί, ξϛʹ Γετοῦλοι, ξζʹ Ἄφροι, ξηʹ Μάζικες πρῶτοι, Μά‐ ζικες δεύτεροι, ξθʹ Ταράμαντες ἐξώτεροι, οʹ Βοράδες οἱ καὶ Μάκορες, οαʹ Κελτίονες οἱ καὶ Σποράδες, οβʹ Ναυσθοὶ οἱ καὶ | |
15 | Ναβῶται ἕως τῆς Αἰθιοπίας ἐκτείνουσιν. Ταῦτά ἐστιν τὰ ἔθνη ἃ διέσπειρεν κύριος ὁ θεὸς ἐπὶ προσ‐ ώπου τῆς γῆς κατὰ τὰς ἰδίας γλώσσας αὐτῶν οβʹ. Ἀναγκαῖον καὶ τὰς ἀποικίας τῶν ἐθνῶν καὶ τὰς προσηγορίας | |
αὐτῶν δηλῶσαι καὶ τὰ κλίματα ἀγνώστων ἐθνῶν πῶς οἰκοῦσι | ||
58 | καὶ τίς πλεῖον τίνος. ἄρξομαι δὲ διαγράφειν ἀπὸ τῆς ἀνατολῆς καὶ μέχρι δύσεως πῶς οἰκοῦσι κατὰ τάξιν. Περσῶν καὶ Μήδων ἄποικοι γεγόνασι Πάρθοι καὶ τὰ πέριξ ἔθνη τῆς Εἰρήνης ἕως τῆς κοίλης Συρίας. | |
5 | Ἀράβων ἄποικοι γεγόνασιν Ἄραβες οἱ Εὐδαίμονες· τούτῳ γὰρ τῷ ὀνόματι προσαγορεύεται Ἀραβία Εὐδαίμων. Χαλδαίων ἄποικοι γεγόνασιν οἱ Μεσοποταμῖται. Μαδιηναίων ἄποικοι γεγόνασι οἱ Κηνδοκολπῖται καὶ οἱ Τρωγλοδῦται καὶ οἱ Ἰχθυοφάγοι. | |
10 | Ἑλλήνων ἔθνη καὶ προσηγορίαι εʹ, αʹ Ἴωνες, βʹ Ἀρκάδες, γʹ Βοιωτοί, δʹ Αἰολεῖς, εʹ Λάκωνες. Τούτων δὲ ἄποικοι γεγόνασι αʹ Ποντικοί, βʹ Βιθυνοί, γʹ Τρῶες, δʹ Ἀσιανοί, εʹ Κᾶρες, ϛʹ Λύκιοι, ζʹ Πάμφυλοι, ηʹ Κυρη‐ ναῖοι Καὶ νῆσοι δὲ πλεῖσται, ἐξ ὧν αἱ καλούμεναι Κυκλάδες ιαʹ, | |
15 | αʹ Ἄνδρος, βʹ Τῆνος, γʹ Τίω, δʹ Νάξος, εʹ Κέως, ϛʹ Κοῦρος, ζʹ Δῆλος, ηʹ Σίφνος, θʹ Ρήναια, ιʹ Κύρνος, ιαʹ Μαραθών, ὁμοῦ ιαʹ. Εἰσὶ δὲ καὶ ἕτεραι νῆσοι μείζονες ιβʹ, αἵτινες καὶ πόλεις | |
ἔχουσι πλείστας, αἱ καλούμεναι Σποράδες, ἐν αἷς ἀπῳκίσθησαν | ||
59 | Ἕλληνες. εἰσὶ δὲ αὗται· αʹ Εὔβοια, βʹ Κρήτη, γʹ Σικελία, δʹ Κύπρος, εʹ Κῶος, ϛʹ Σάμος, ζʹ Ῥόδος, ηʹ Χίος, θʹ Θάσος, ιʹ Λῆμνος, ιαʹ Λέσβος, ιβʹ Σαμοθρᾴκη. Εἰσὶ δὲ ἀπὸ τῶν Βοιωτῶν Εὔβοια, ὥσπερ ἀπὸ τῶν Ἰώνων | |
5 | Ἰωνίδες πόλεις ιϛʹ ὀνομασταί· εἰσὶ δὲ αὗται· αʹ Κλαζομεναί, βʹ Μιτυλήνη, γʹ Φώκαια, δʹ Πριήνη, εʹ Ἐρυθραί, ϛʹ Σάμος, ζʹ Τέως, ηʹ Χίος, θʹ Κολοφών, ιʹ Ἔφεσος, ιαʹ Σμύρνα, ιβʹ Πέ‐ ρινθος, ιγʹ Χαλκηδών, ιδʹ Βυζάντιον, ιεʹ Πόντος, ιϛʹ Ἄμισσος. Ῥωμαίων τῶν καὶ Κιτιαίων ἤτοι Λατίνων κεκλημένων ἔθνη | |
10 | καὶ ἀποικίαι εἰσὶ τέσσαρες, αʹ Τοῦσκοι, βʹ Ἀβηλλήσιοι, γʹ Κά‐ λαβροι, δʹ Λουκανοί. Ἄφρων ἔθνη καὶ ἀποικίαι εἰσὶ πέντε, αʹ Νεβδηνοί, βʹ Κνῆ‐ θοι, γʹ Νουμίδες, δʹ Νασαμῶνες, εʹ Σαιοί. Εἰσὶ δὲ αὐτοῖς καὶ νῆσοι πέντε, αἵτινες πόλεις ἔχουσιν. εἰσὶ | |
15 | δὲ αὗται· αʹ Σαρδανία, βʹ Κόρσικα, γʹ Γῆρβα ἡ νῦν καλουμέ‐ νη Μήνιγγα, δʹ Κέρκινα, εʹ Γάλατοι. Μαύρων ἔθνη καὶ ἀποικίαι εἰσὶν τρεῖς, αʹ Μωσουδαμοί, βʹ Τησπιτανοί, γʹ Σαρίνσης. | |
Σπανῶν τῶν καὶ Τυρινίων, καλουμένων δὲ Ταῤῥακονη‐ | ||
60 | σίων, ἔθνη καὶ ἀποικίαι εἰσὶν εʹ, αʹ Λυσιτανοί, βʹ Βαιτικοί, γʹ Αὐτρίγονοι, δʹ Βάσκονες, εʹ Καλλαϊκοὶ οἱ καλούμενοι Ἄστορες. Γάλλων δὲ τῶν καὶ Ναρβουσίων καλουμένων ἔθνη καὶ ἀποι‐ κίαι εἰσὶν δʹ, αʹ Λουγδουνοί, βʹ Βελικοί, γʹ Σικανοί, δʹ Ἐδνοί. | |
5 | Γερμανῶν ἔθνη καὶ ἀποικίαι εἰσὶν εʹ, αʹ Μαρκόμαλοι, βʹ Βαρδουλοί, γʹ Κουαδροί, δʹ Βεριδοί, εʹ Ἑρμοελοί. Σαρματῶν ἔθνη καὶ ἀποικίαι εἰσὶ δύο, αʹ Ἁμαξόβιοι, βʹ Γραικοσαρμάται. Δέον γνῶναι καὶ τὰ κλίματα τῶν ἀγνώστων ἐθνῶν καὶ τὰ | |
10 | ὀνομαστὰ ὄρη καὶ τοὺς ἐπισήμους ποταμούς. ἄρξομαι διαγρά‐ φειν περὶ τῶν ἐθνῶν ἀπὸ τῆς ἀνατολῆς καὶ μέχρι δύσεως ὅπως οἰκοῦσιν. Ἀδιαβηνοὶ καὶ Ταϊανοὶ πέραν οἰκοῦσι τῶν Ἀράβων. Ἀλαμοσσυνοὶ ἐσώτεροί εἰσιν τῶν Ἀράβων. | |
15 | Σακκηνοὶ πέραν τῶν Ταϊανῶν. Ἀλβανοὶ πέραν τῶν Κασπιανῶν πυλῶν οἰκοῦσιν. Μαδιανισταὶ οἱ μείζονες, οἱ πολεμηθέντες ὑπὸ Μωϋσέως, ἐντὸς τῆς ἐρυθρᾶς θαλάσσης οἰκοῦσιν. | |
Ἡ μικρὰ δὲ Μαδιὰμ πέραν ἐστὶν τῆς ἐρυθρᾶς θαλάσσης, | ||
61 | πλησίον Αἰγύπτου, ὅπου ἐβασίλευσε Ῥαγουὴλ ὁ πενθερὸς Μωϋ‐ σέως. Πέραν τῶν Καππαδοκῶν εἰς τὰ δεξιὰ οἰκοῦσιν Ἀρμένιοι καὶ Ἴβηρες καὶ Βεῤῥανοὶ καὶ Σκύθες καὶ Κόλχοι καὶ Βοσποριανοί. | |
5 | οἱ δὲ καλούμενοι Σάλλοι, οἱ καὶ Σανῖται κεκλημένοι, οἱ ἕως τοῦ Πόντου ἐκτείνοντες, ὅπου ἐστὶν ἡ παρεμβολὴ Ἄψαρος καὶ Σεβα‐ στόπολις καὶ ὁ Ἴσσου λιμὴν καὶ Φᾶσις ποταμός, ἕως τοῦ Τρα‐ πεζοῦντος ἐκτείνει τὰ ἔθνη ταῦτα. Ὄρη δέ εἰσιν ὀνομαστὰ ιβʹ, αʹ Λίβανος ἐν Συρίᾳ, βʹ Καυ‐ | |
10 | κάσιον ἐν Σκυθίᾳ, γʹ Ταῦρος ἐν Κιλικίᾳ, δʹ Ἄτλας ἐν τῇ Λιβύῃ τῇ ἐξωτέρᾳ, εʹ Παρνασὸς ἐν Φωκίδι, ϛʹ Κιθαιρὼν ἐν Βοιωτίᾳ, ζʹ Ἑλικὼν ἐν Τελμισσῷ, ηʹ Παρθένιον ἐν τῇ Θρᾴκῃ, θʹ Νύσ‐ σος τὸ Σινὰ ἐν τῇ Ἀραβίᾳ, ιʹ Λυκαβηττὸς ἐν Χίῳ, ιαʹ Πίννιον ἐν τῇ Ἰταλίᾳ, ιβʹ Ὄλυμπος ἐν Μακεδονίᾳ. | |
15 | Δεδειγμένων τῶν ὀνομαστῶν ὀρέων δέον καὶ τοὺς ἐπισήμους ποταμοὺς ἐξειπεῖν τοὺς ἀποχέοντας εἰς τὴν θάλασσαν. ποτα‐ μοὶ γάρ εἰσιν ὀνομαστοὶ μʹ· αʹ Ἰνδὸς ὁ καὶ Φεισών, βʹ Νεῖλος ὁ καὶ Γήων, γʹ Τίγρις, δʹ Εὐφράτης, εʹ Ἰορδάνης, ϛʹ Κηφινσός, ζʹ Τάναϊς, ηʹ Ἰσμηνός, θʹ Ἐρύμανθος, ιʹ Ἅλυς, ιαʹ Ἀσωπός, | |
20 | ιβʹ Θερμωδών, ιγʹ Ἐρασινός, ιδʹ Ῥεῖος, ιεʹ Ἀλφειός, ιϛʹ Βορυ‐ | |
σθένης, ιζʹ Ταῦρος, ιηʹ Εὐρώτας, ιθʹ Μαίανδρος, κʹ Εἶρμος, | ||
62 | καʹ Ἄξιος, κβʹ Πύραμος, κγʹ Βοῖος, κδʹ Ἕβρος, κεʹ Σαγάριος, κϛʹ Ἀχελῶος, κζʹ Πηνειός, κηʹ Εὔηνος, κθʹ Σπερχειός, λʹ Κάϋ‐ στρος, λαʹ Σιμόεις, λβʹ Σκάμανδρος, λγʹ Στρυμών, λδʹ Παρ‐ θένιος, λεʹ Ἴστρος, λϛʹ Βαῖτις, λζʹ Ῥῆνος, ληʹ Ῥοδανός, λθʹ | |
5 | Ἠριδανός, μʹ Θούβηρις ὁ νῦν καλούμενος Τίβερις. Ἔδοξέ μοι καὶ τὰς ἐπισήμους πόλεις τῶν ἑπτὰ κλιμάτων ἐξει‐ πεῖν. Αʹ. Κλίματος πρώτου Λιβύης τῆς ἐν τῇ Αἰγύπτῳ, Νίγρης μητρόπολις Αἰθιοπίας τῆς ἐν τῇ αὐτῇ Αἰγύπτῳ, αʹ Μερόη, βʹ | |
10 | Πτολεμαΐς, γʹ Ἀραβία, δʹ Μοῦζα. Βʹ. Κλίματος δευτέρου Αἰγύπτου Διόσπολις μεγάλη, Συή‐ νη, Ἀμμωνιακή, Ὤασις μεγάλη. Γʹ. Κλίματος τρίτου Μαυριτανίας Ὀππιδάνεον, Ἀφρική, Καρχηδών, Ἀδράμυστος· Κυρήνης Ἀρσινόη, Πτολεμαΐς, Ταύ‐ | |
15 | χειρα, Ἀπολλωνία, Κυρήνη· Αἰγύπτου, Παρατόνιον, Ἀλεξάν‐ δρεια μεγάλη, Πηλούσιον, Μέμφις, Πτολεμαῒς Ἑρμείου· Συ‐ ρίας Ἰουδαίας Καισάρεια, Ἀσκαλών, Τιβεριάς, Νεάπολις, Σεβαστή, Σκυθόπολις, Αἰλία· Ἀραβίας Πετραίας Πέτρα, | |
Μήδαβα, Βόστρα· Βαβυλῶνος Τερηδών. | ||
63 | Δʹ. Κλίματος τετάρτου Συρίας κοίλης Ἀντιόχεια, Ἄρκα, Ἱεράπολις, Σελεύκεια, Ἀπάμεια, Ἔμισα, Σαμόσατα, Πάλ‐ μυρα, Ἄραβες, Ἡλιούπολις, Δαμασκός, Ζεῦγμα· Ἀραβίας Μεσοποταμίας Νίσιβι, Σελεύκεια· Βαβυλῶνος Βαβυλῶνα· Ἀσ‐ | |
5 | συρίας Νίνος, Ἄρβηλα, Κτησιφών· Σουσιανῆς Σοῦσα· Μη‐ δίας Ἐκβάτανα, Ἀρσακία. Εʹ. Κλίματος πέμπτου πόλεις ἐπίσημοι Ἰταλίας Νεάπολις, Ῥώμη, Ποτίολοι· Σικελίας Μεσσήνη· Θρᾴκης Αἶνος, Φι‐ λιππούπολις, Ἀδριανούπολις, Τραϊανούπολις, Ἄβδηρα, Προ‐ | |
10 | κόνησος, Πείρινθος, Θάσος νῆσος, Σαμοθρᾴκη νῆσος, Χε‐ ρόνησος, Κοῖλα, Σηστός· Μακεδονίας Δυράχιον, Θεσσαλο‐ νίκη, Ἀμφίπολις, Ἡράκλεια, Ἔδεσα, Πέλλα, Φίλιπποι, Κα‐ σάνδρεια, Λάρισσα, Ἀπολλωνιάς, Ἀδριανούπολις· Δαλμα‐ τίας Ἐπίδαυρος· Ἑλλάδος Ἄργος· Βιθυνίας Νικομήδεια, Ἀπά‐ | |
15 | μεια, Ἰουλιούπολις, Νίκαια· Ἀσίας μεγάλης Κύζικος, Ἀλε‐ ξάνδρεια Τρῳάς, Λάμψακος, Πέργαμος, Σμύρνα, Τένεδος, Ἔζαλοι, Ἄγκυρα, Σάρδη, Ἱεράπολις, Ἀπάμεια, Κιβύρα, Μι‐ τυλήνη νῆσος, Χίος νῆσος· Γαλατίας Σινώπη, Πομπηιούπο‐ λις, Ἀντιόχεια, Πισιδία, Ἄγκυρα, Γέρμια, Ταύνιον, Πισσι‐ | |
20 | νοῦντα, Λύστρα· Παμφυλίας Ὕπαιπα· Καππαδοκίας Κώ‐ | |
64 | μανα, Ἀμάσεια, Καισάρεια, Μάζακα, Μηλιτίνη, Εἰκόνιον, Νικόπολις, Νεοκαισάρεια, Σάταλα· Ἀρμενίας μεγάλης Κολχίς. ϛʹ. Κλίματος ἕκτου Λογδοῦνος, Δαλματίας Σαλῶναι· Καπ‐ παδοκίας Τραπεζοῦντα· Ἰταλίας Ῥάβεννα, Ἀκυληία· Μυσίας | |
5 | τῆς κάτω Ὀδησσός, Δορόστολος· Θρᾴκης Ἀπολλωνιάς, Ἀγχία‐ λος, Βυζάντιον· Χερσονήσου Ἐλαιοῦς, Καλχηδών, Ἡράκλεια, Ἄμαστρα· Ἀσίας μικρᾶς Τένεδος· Γαλατίας Ἀμισός. Ζʹ. Κλίματος ἑβδόμου τοῦ διὰ Βορυσθένους **. | |
9t | Περὶ ἀστρονομίας | |
10 | Ἐν τοῖς χρόνοις τῆς πυργοποιίας ἐκ τοῦ γένους—τοῦ Ἀρφα‐ ξὰδ ἀνήρ τις Ἰνδὸς ἀνεφάνη σοφὸς ἀστρονόμος, ὀνόματι Ἀν‐ δουβάριος, ὃς καὶ συνεγράψατο πρῶτος Ἰνδοῖς ἀστρονομίαν. Ἐγεννήθη δὲ καὶ ἄλλος ἐκ τῆς φυλῆς τοῦ Σήμ, Χοὺς ὀνό‐ ματι, ὁ Αἰθίοψ, ὅστις ἐγέννησεν τὸν Νεβρὼδ γίγαντα τὸν τὴν | |
15 | Βαβυλωνίαν κτίσαντα, ὃν λέγουσιν οἱ Πέρσαι ἀποθεωθέντα καὶ γενόμενον ἐν τοῖς ἄστροις τοῦ οὐρανοῦ, ὅντινα καλοῦσιν Ὠρίωνα. οὗτος ὁ Νεβρὼδ πρῶτος κατέδειξε τὸ κυνηγεῖν καὶ χορηγεῖν πᾶσι θηρία εἰς βρῶσιν· καὶ ἐπρώτευε Περσῶν. | |
Ἐκ δὲ τῆς αὐτῆς φυλῆς τοῦ Σὴμ τῆς κρατησάσης Συρίαν | ||
65 | καὶ τὴν Περσίδα καὶ τὰ λοιπὰ μέρη τῆς ἀνατολῆς τοῦ πρώτου υἱοῦ τοῦ Νῶε ἐγεννήθη καὶ ἀνεφάνη ἄνθρωπος γιγαντογενής, ὀνόματι Κρόνος, ἐπικληθεὶς ὑπὸ Δάμνου τοῦ ἰδίου πατρὸς εἰς τὴν ἐπωνυμίαν τοῦ πλάνητος ἀστέρος. ἐγένετο δὲ δυνατὸς οὗτος, | |
5 | ὅστις πρῶτος κατέδειξε τὸ βασιλεύειν ἤτοι ἄρχειν καὶ κρατεῖν τῶν ἄλλων ἀνθρώπων· καὶ ἐβασίλευσεν αὐτὸς πρῶτος τῆς Ἀσσυρίας ἔτη πολλά, καὶ ὑπέταξε πᾶσαν τὴν γῆν Περσίδος ἀπὸ τῆς Ἀσ‐ συρίων ἀρξάμενος. ἦν δὲ φόβον ἔχων πρὸς πάντας, ὡς πολέ‐ μιος καὶ ἀναιρῶν πάντας· ὅστις εἶχε γυναῖκα τὴν Σεμίραμιν τὴν | |
10 | καὶ Ῥέαν καλουμένην παρὰ Ἀσσυρίοις διὰ τὸ καὶ αὐτὴν εἶναι ὑπερήφανον καὶ ἀλαζόνα. ἦν δὲ καὶ αὐτὴν ἐκ τῆς φυλῆς τοῦ Σὴμ τοῦ υἱοῦ Νῶε. ἔσχεν δὲ υἱὸν ὁ Κρόνος ὀνόματι Πῖκον, ὅστις ἀπὸ τῶν γονέων ἐκλήθη Ζεὺς εἰς ὄνομα καὶ αὐτὸς τοῦ πλα‐ νήτου ἀστέρος. ἔσχε δὲ καὶ ἄλλον υἱὸν ὁ αὐτὸς Κρόνος ὀνόμα‐ | |
15 | τι Νίνον· ἔσχε δὲ καὶ θυγατέρα ὀνόματι Ἥραν. ἔλαβεν δὲ γυ‐ ναῖκα Πῖκος ὁ καὶ Ζεὺς τὴν ἰδίαν αὑτοῦ ἀδελφὴν τὴν Ἥραν, ἣν καὶ Ζυγίην Νέμεσιν ἐκάλουν τινὲς εὐχαριστοῦντες αὐτῇ ὡς ἀγαθῇ καὶ δίκαια πάντα θελούσῃ· ἐξ ἧς ἔσχεν υἱὸν Πῖκος ὁ καὶ Ζεύς, ὃν ὠνόμασε Βῆλον διὰ τὸ ὀξύτατον εἶναι τὸν παῖδα. ὁ δὲ | |
20 | προπάτωρ Κρόνος ἐάσας τὸν ἑαυτοῦ υἱὸν Πῖκον ἐν τῇ Ἀσσυρίᾳ | |
καὶ τὴν ἑαυτοῦ γυναῖκα Ῥέαν τὴν καὶ Σεμίραμιν μετὰ τοῦ Πίκου | ||
66 | τοῦ καὶ Διὸς υἱοῦ αὐτοῦ. καὶ λαβὼν πολλὴν βοήθειαν ὄχλου ἀνθρώπων γενναίων ἀπῆλθεν ἐπὶ τὴν δύσιν ἀβασίλευτον οὖσαν, μὴ κρατουμένην ὑπό τινος βασιλεύοντος· καὶ ἐκράτησεν τῶν δυ‐ τικῶν μερῶν, ἀφανὴς ἐκ τῆς Συρίας γενόμενος. καὶ ἔμεινεν | |
5 | κρατῶν καὶ βασιλεύων τῆς δύσεως πάσης ἐπὶ ἔτη πολλά, καὶ ἔσχεν ἐκεῖ γυναῖκα ὀνόματι Φιλύραν, ἐξ ἧς ἔσχεν ἄλλον υἱὸν ὀνό‐ ματι Ἄφραον, ᾧτινι ἔδωκε τὴν πρὸς Λιβύην γῆν. καὶ ἐκράτει τῶν ἐκεῖ βασιλεύων ὁ Ἄφραος, ὅστις ἔγημε τὴν Ἀστυνόμην ἐκ τῆς Λακερίας νήσου, καὶ ἐγέννησεν θυγατέρα, ἣν ἐκάλεσεν | |
10 | Ἀφροδίτην εἰς ὄνομα καὶ αὐτὴν τοῦ πλάνητος ἀστέρος τῆς οὐρα‐ νίας Ἀφροδίτης, φιλόσοφον γενομένην, ὅστις ἐγαμήθη Ἀδώνιδι τῷ υἱῷ τοῦ Κινύρου, ἀθηναίῳ, καὶ αὐτῷ φιλοσόφῳ, καὶ ἔμειναν ὁμοῦ φιλοσοφοῦντες σωφρόνως ἄχρι θανάτου. ἔσχεν δὲ ἐκ τῆς αὐτῆς Φιλύρας ὁ Κρόνος καὶ ἄλλον υἱὸν τὸν λεγόμενον Χείρωνα, | |
15 | φιλόσοφον καὶ αὐτόν. μετὰ δὲ τὸ βασιλεῦσαι τὸν Πῖκον τὸν καὶ Δία τῆς Ἀσσυρίας ἔτη τριάκοντα ἐάσας καὶ αὐτὸς τὴν ἑαυτοῦ μητέρα καὶ τὴν Ἥραν τὴν ἑαυτοῦ ἀδελφὴν καὶ γυναῖκα, καὶ ποιήσας τὸν ἑαυτοῦ υἱὸν Βῆλον βασιλέα τῆς Ἀσσυρίας, ἀπῆλ‐ θεν ἐπὶ τὴν δύσιν πρὸς τὸν ἑαυτοῦ πατέρα τὸν Κρόνον. ὁ δὲ | |
20 | Βῆλος ἐβασίλευσεν τῶν Ἀσσυρίων ἔτη δύο, καὶ τελευτᾷ, ὅντινα οἱ Πέρσαι ἀπεθέωσαν. ὁ δὲ Κρόνος ἑωρακὼς τὸν ἑαυτοῦ υἱὸν | |
Πῖκον τὸν καὶ Δία ἐλθόντα πρὸς αὐτὸν ἐν τῇ δύσει, παρεχώρη‐ | ||
67 | σεν αὐτῷ τὴν βασιλείαν τῆς δύσεως· ἦν γὰρ γεγηρακὼς καὶ τα‐ λαιπωρήσας ὁ αὐτὸς Κρόνος. καὶ ἐβασίλευσεν τῆς δύσεως, ἤγουν τῆς Ἰταλίας, Πῖκος ὁ καὶ Ζεὺς ὅλα ἔτη ξβʹ τῆς δὲ Ἀσ‐ συρίας μετὰ τὸν Βῆλον ἐβασίλευσεν Νίνος ὁ ἄλλος υἱὸς Κρόνου, | |
5 | ὅστις καὶ τὴν ἑαυτοῦ μητέρα τὴν Σεμίραμιν ἔλαβεν γυναῖκα· ἐξ οὗ Πέρσαις νόμος γαμεῖν τὰς ἑαυτῶν μητέρας καὶ τὰς ἀδελφάς, διὰ τὸ καὶ τὸν Πῖκον λαβεῖν τὴν ἑαυτοῦ ἀδελφὴν τὴν Ἥραν γυ‐ ναῖκα, καθὰ καὶ ὁ σοφώτατος Ὅμηρος ἐκτίθεται, Ἥρην προσεῖπε κασιγνήτην ἄλοχόν τε. καὶ τελευτᾷ ὁ Κρόνος. ὁ δὲ | |
10 | Νίνος ἐπικρατὴς γενόμενος τῆς Ἀσσυρίας κτίζει τὴν Νινευὴ πό‐ λιν Ἀσσυρίοις, καὶ βασιλεύει πρῶτος ἐν αὐτῇ, ἔχων τὴν Σεμί‐ ραμιν τὴν καὶ Ῥέαν τὴν ἑαυτοῦ μητέρα καὶ γυναῖκα μεθ’ ἑαυτοῦ. Ἐξ αὐτοῦ οὖν τοῦ γένους ἐγεννήθη καὶ ὁ Ζωρόαστρος ὁ ἀ‐ | |
15 | στρονόμος Περσῶν ὁ περιβόητος, ὅστις μέλλων τελευτᾶν ηὔχετο ὑπὸ πυρὸς ἀναλωθῆναι οὐρανίου, εἰπὼν τοῖς Πέρσαις ὅτι ἐὰν καύσῃ με τὸ πῦρ, ἐκ τῶν καιομένων μου ὀστέων ἐπάρατε καὶ φυλάξατε, καὶ οὐκ ἐκλείψει τὸ βασίλειον ἐκ τῆς ὑμῶν χώρας ὅσον χρόνον φυλάττετε τὰ ἐμὰ ὀστέα. καὶ εὐξάμενος τὸν Ὠρίω‐ | |
20 | να ἀπὸ πυρὸς ἀερίου ἀνηλώθη. καὶ ἐποίησαν οἱ Πέρσαι καθὼς εἶπεν αὐτοῖς· καὶ ἔχουσι φυλάττοντες τὸ λείψανον αὐτοῦ τεφρω‐ | |
θὲν ἕως νῦν. | ||
68 | Μετὰ δὲ Νίνον ἐβασίλευσεν Ἀσσυρίων Θούῤῥας ὀνόματι, ὅντινα μετωνόμασεν ὁ τούτου πατὴρ Ζάμης ὁ τῆς Ῥέας ἀδελφὸς Ἄρεα εἰς ὄνομα τοῦ πλάνητος ἀστέρος. οὗτος ἐγένετο πικρὸς πολεμιστής, ὅστις ἐπολέμησεν ἐπὶ τὰ ἀρκτῷα μέρη, ἐπελθὼν | |
5 | καὶ Καυκάσῳ τινὶ καὶ αὐτῷ δυνατῷ ἀνθρώπῳ γιγαντογενεῖ καὶ πολεμικῷ, καταχθέντι ἐκ τῆς φυλῆς τοῦ Ἰάφεθ τοῦ υἱοῦ τοῦ Νῶε, καὶ πολεμήσας τὸν Καύκασον ἐφόνευσε καὶ παρέλαβε τὴν χώραν αὐτοῦ. καὶ ἐλθὼν ἐν τῇ Θρᾴκῃ ἐκεῖ τελευτήσας κεῖται· ᾧτινι Ἄρεϊ ἀνέστησαν πρῶτον στήλην οἱ Ἀσσύριοι καὶ ὡς θεὸν | |
10 | προσεκύνουν αὐτόν, καὶ ἕως τῆς νῦν καλοῦσι περσιστὶ τὸν Βαὰλ θεόν, ὅ ἐστι μεθερμηνευόμενον Ἄρης, πολέμων θεός. τούτου μνημονεύει ἡ προφητικὴ γραφὴ τοῦ Δανιὴλ καὶ τῶν τριῶν παί‐ δων ὅτι ἠναγκάζοντο προσκυνεῖν αὐτῷ. καὶ μετὰ τὴν τελευ‐ τὴν Ἄρεως ἐβασίλευσεν ὁ Λάμης. καὶ μετὰ Λάμην ἐβασίλευ‐ | |
15 | σεν Ἀσσυρίων Σαρδανάπαλλος ὁ μέγας, ὅντινα Περσεὺς ὁ Δα‐ νάης ἐφόνευσεν καὶ ἀφείλατο τὴν βασιλείαν ἀπὸ Ἀσσυρίων, καὶ βασιλεύσας αὐτῶν εἰς τὸ ἴδιον αὐτοῦ ὄνομα ἐπεκάλεσεν αὐτοὺς Πέρσας. ἅτινα συνεγράψατο Σεμηρώνιος ὁ Βαβυλώνιος Πέρ‐ σης. ὁ δὲ ἀδελφὸς τοῦ Νίνου Πῖκος ὁ καὶ Ζεὺς βασιλεύων τῆς | |
20 | Ἰταλίας ἐπέμεινεν. | |
Ἐν δὲ τοῖς αὐτοῖς χρόνοις οὔτε πόλις οὔτε διοίκησίς τις ἦν | ||
69 | ἐν τῇ δύσει, ἀλλ’ ἁπλῶς ᾠκεῖτο πᾶσα ἡ γῆ ἐκείνη ἀπὸ τῶν μετοικησάντων ἐκεῖ ἐκ τῆς φυλῆς τοῦ Ἰάφεθ υἱοῦ Νῶε. Ἔζησεν δὲ Πῖκος ὁ καὶ Ζεὺς ἔτη ρκʹ, κρατῶν τὴν δύσιν καὶ βασιλεύων αὐτῆς· καὶ ἔσχεν υἱοὺς πολλοὺς καὶ θυγατέρας ἀπὸ | |
5 | τῶν εὐπρεπῶν γυναικῶν. ἔσχεν δὲ ὁ αὐτὸς Πῖκος ὁ καὶ Ζεὺς υἱὸν ὀνόματι Φαῦνον, ὃν καὶ Ἑρμῆν ἐκάλεσεν εἰς ὄνομα τοῦ πλάνητος ἀστέρος. ὁ αὐτὸς Πῖκος ὁ καὶ Ζεὺς ἔσχε μετὰ τὸν Ἑρ‐ μῆν καὶ Ἡρακλέα, καὶ μετ’ ἐκεῖνον ἄλλον υἱὸν τὸν Περσέα ἀπὸ εὐπρεποῦς γυναικὸς ὀνόματι Δανάης, θυγατρὸς τοῦ Ἀκρισίου | |
10 | τοῦ καταγομένου ἐκ τῆς Ἀργείων χώρας, περὶ ἧς ἐμυθολόγησεν Εὐριπίδης ὁ σοφώτατος ἐν τῇ συντάξει τοῦ αὐτοῦ δράματος ἐν κιβωτῷ τινι βληθεῖσαν τὴν Δανάην βληθῆναι κατὰ θάλασσαν, ὡς φθαρεῖσαν ὑπὸ Διὸς μεταβληθέντος εἰς χρυσόν. ὁ δὲ σοφώ‐ τατος Βρούττιος ὁ ἱστορικὸς καὶ χρονογράφος ἐξέθετο ὡς ὁ αὐ‐ | |
15 | τὸς Πῖκος ὁ καὶ Ζεὺς οὖσαν ταύτην ἐν κουβουκλείῳ παρακειμένῳ τῇ θαλάσσῃ πολλῷ χρυσίῳ πείσας ἠδυνήθη προτρεψάμενος ἐκ‐ βαλεῖν, ἥντινα ἁρπάσας ὡς πάνυ εὐπρεπῆ ἔφθειρεν, καὶ ἐξ αὐ‐ τῆς ἔσχεν υἱὸν ὀνόματι Περσέα τὸν προειρημένον· ὅντινα πτερω‐ τὸν γράφουσιν διὰ τὸ ἐκ παιδόθεν περίγοργον εἶναι τὸν παῖδα. | |
20 | ὅθεν καὶ ὁ τούτου πατὴρ Πῖκος ὁ καὶ Ζεὺς ἐδίδαξεν αὐτὸν πράτ‐ τειν καὶ τελεῖν τὴν μαγείαν τοῦ μυσαροῦ σκύφου, διδάξας αὐτὸν | |
πάντα τὰ περὶ αὐτοῦ μυστικὰ καὶ δυσσεβῆ πλανήματα, λέγων | ||
70 | αὐτῷ ὅτι Νικᾷς πάντας τοὺς πολεμίους ἐξ αὐτοῦ καὶ τοὺς ἐχθρούς σου καὶ πάντα ἄνθρωπον ἐναντίον καὶ πάντας τοὺς βλέ‐ ποντας ἐν αὐτῷ τῷ προσώπῳ τῆς Γοργόνης τυφλουμένους καὶ μένοντας ὡσεὶ νεκροὺς καὶ κατασφαζομένους ὑπὸ σοῦ. καὶ λοι‐ | |
5 | πὸν ὁ Περσεὺς πεισθεὶς τῷ ἰδίῳ πατρὶ Πίκῳ τῷ καὶ Διὶ εἰς τὸν μετὰ ταῦτα χρόνον μετὰ τελευτὴν τοῦ αὐτοῦ πατρὸς Πίκου τοῦ καὶ Διὸς τελείας ἡλικίας γενόμενος ἐπεθύμησε τῆς τῶν Ἀσσυρίων βασιλείας, διαφθονούμενος τοῖς τέκνοις τοῦ Νίνου τοῦ θείου αὐ‐ τοῦ τοῦ ἀδελφοῦ τοῦ πατρὸς αὐτοῦ. καὶ χρηματισθεὶς ἀπῆλθεν | |
10 | ἐν τῇ χώρᾳ τῆς Λιβύης, καὶ κατὰ τὴν χώραν ὑπήντησεν τῷ αὐ‐ τῷ Περσεῖ μία παρθένος κόρη τελεία χωρική, ἀγρίας ἔχουσα τὰς τρίχας καὶ ὀφθαλμούς. καὶ στήσας ἐπηρώτησεν αὐτὴν λέγων, Τί σου τὸ ὄνομα; ἡ δὲ εἶπεν μετὰ παῤῥησίας Μέδουσα. καὶ κρατήσας αὐτῆς τὰς τρίχας τῆς κεφαλῆς ᾧ ἐβάσταζεν λογχο‐ | |
15 | δρεπάνῳ ξίφει ἀπέτεμεν αὐτῆς τὴν κεφαλήν. καὶ λαβὼν αὐ‐ τὸς ὁ Περσεὺς εὐθέως ἐτέλεσε τὴν κάραν μυστικῶς, καθὼς ἐδι‐ δάχθη ὑπὸ τοῦ ἰδίου πατρὸς Πίκου τοῦ καὶ Διός· ἥντινα ἐβά‐ σταζεν εἰς ἰδίαν βοήθειαν πρὸς πάντας ἐχθροὺς καὶ πολεμίους εἰς τὸ ὑποτάσσειν καὶ ἀναιρεῖν. τὴν δὲ κάραν ἐκάλεσεν Γοργό‐ | |
20 | νην διὰ τὸ ὀξὺ τοῦ βοηθήματος καὶ διὰ τὸ ἐνεργὲς πρὸς τοὺς ἐναντίους. κἀκεῖθεν περάσας ἦλθεν ἐπὶ τὴν Αἰθιοπίαν χώραν, | |
ἥτις ἐβασιλεύετο ὑπὸ τοῦ Κηφέως, καὶ εὑρηκὼς ἐκεῖ ἱερὸν Πο‐ | ||
71 | σειδῶνος εἰσῆλθεν ἐν αὐτῷ, καὶ εἶδεν ἐν τῷ ἱερῷ παραμένουσαν κόρην κατὰ τάγμα τοῦ ἰδίου αὐτῆς πατρὸς Κηφέως ἐκδοθεῖσαν καὶ λεγομένην Ἀνδρομέδαν παρθένον. καὶ ταύτην ἀπέσπασεν ἀπὸ τοῦ ἱεροῦ, καὶ φθείρας αὐτὴν ὡς εὐπρεπῆ ἔλαβεν εἰς γυναῖ‐ | |
5 | κα. καὶ καταπλεύσας ἀνεχώρησεν ἐκ τῆς χώρας ἐκείνης, καὶ ἐρχόμενος κατὰ γῆν Ἀσσυρίων κατήντησεν ἐν τῇ χώρᾳ τῆς Λυ‐ καονίας. καὶ γνόντες οἱ Λυκάονες ἀντιστάντες ἐπολέμησαν αὐ‐ τῷ· καὶ χρησάμενος τῇ βοηθείᾳ τῆς κάρας τῆς Γοργόνης ἐνίκη‐ σεν τοὺς Λυκάονας. καὶ εὑρηκὼς κώμην λεγομένην Ἄμανδραν, | |
10 | ἐποίησεν αὐτὴν πόλιν, καὶ ἔστησεν τὴν ἑαυτοῦ στήλην ἔξω τῶν πυλῶν βαστάζουσαν τὸ ἀντεικόνισμα τῆς Γοργόνης, καὶ θυ‐ σίαν ποιήσας ἐκάλεσε τὴν τύχην τῆς πόλεως Περσίδα εἰς τὸ ἴδιον αὐτοῦ ὄνομα· ἥτις στήλη ἕως τοῦ παρόντος ἐκεῖσε ἵσταται· ἥντινα πόλιν ἐκάλεσεν Εἰκόνιον, διότι πρὸ τῆς νίκης εἰκόνα τὴν | |
15 | τῆς Γοργόνης ἐκεῖ ἔλαβεν. ὑπέταξε δὲ καὶ τὰς ἄλλας χώρας μηδενὸς ἀνθισταμένου. ἐρχόμενος δὲ ἐπὶ τὴν Ἰσαυρίαν καὶ Κι‐ λικίαν, καὶ ἀντιστάσεως γενομένης αὐτῷ πολεμίων, ἐχρηματί‐ σθη ὅτι ἀπὸ τοῦ ἵππου ἀποβὰς τὸν σὸν ταρσὸν τοῦ ποδὸς εἰς τὴν χθόνα πήξας νίκην λάβοις. καὶ κατελθὼν ἐκ τοῦ ἰδίου ἵππου | |
20 | ἐν τῇ λεγομένῃ κώμῃ Ἀνδρασῷ ἐκεῖ τὸν ταρσὸν τοῦ ποδὸς ἔπη‐ ξεν. καὶ νικήσας τῇ χρήσει τῆς Γοργόνης ἐποίησε τὴν αὐτὴν | |
κώμην πόλιν, ἥντινα ἐκάλεσε Ταρσὸν ἐκ τοῦ χρησμοῦ τοῦ ἰδίου | ||
72 | αὐτοῦ ποδός, θυσιάσας κόρην ἀδαῆ ὀνόματι Παρθενόπην εἰς ἀπο‐ καθαρισμὸν τῆς πόλεως. καὶ εὐχαριστήσας ὥρμησεν ἐκεῖθεν διὰ τοῦ Ἀργαίου ὄρους κατὰ Ἀσσυρίων, καὶ νικήσας αὐτοὺς καὶ φονεύσας τὸν βασιλέα αὐτῶν Σαρδανάπαλλον τὸν ἐκ τοῦ γέ‐ | |
5 | νους αὐτοῦ καταγόμενον ὑπέταξεν αὐτοὺς καὶ ἐβασίλευσεν αὐτῶν ἔτη νγʹ, καὶ ἐπ’ ὀνόματι αὐτοῦ ἐκάλεσεν αὐτοὺς Πέρσας, ἀφε‐ λὼν ἀπὸ Ἀσσυρίων τὴν βασιλείαν καὶ τὸ ὄνομα. καὶ ἐφύτευσεν δένδρα καὶ ἐκάλεσεν περσέας. οὐ μόνον δὲ ἐκεῖ, ἀλλὰ καὶ ἐν τοῖς Αἰγυπτιακοῖς μέρεσιν ἐφύτευσεν τὰς περσέας εἰς μνήμην αὑ‐ | |
10 | τοῦ. ἐδίδαξε δὲ καὶ τοὺς Πέρσας τὴν τελετὴν τοῦ μυσαροῦ καὶ ἀθεμίτου σκύφου, καὶ ἐκάλεσεν τὴν χώραν Μήδων. ὁ δὲ αὐ‐ τὸς Περσεὺς μετὰ τὸ βασιλεῦσαι τῆς Περσικῆς χώρας ἔτη πολλὰ μαθὼν ὅτι ἐν τῇ Συρίᾳ διάγουσιν ἐκ τοῦ Ἄργους Ἰωνῖται, ἦλθεν ἐπὶ τὴν Συρίαν πρὸς αὐτοὺς εἰς τὸ Σίλπιον ὄρος, ὡς πρὸς ἰδίους | |
15 | συγγενεῖς· οἵτινες δεξάμενοι αὐτὸν μετὰ πάσης τιμῆς προσεκύνη‐ σαν. γνόντες αὐτὸν οἱ αὐτοὶ Ἀργεῖοι Ἰωπολῖται ὅτι καὶ αὐτὸς ἐκ τοῦ γένους τῶν Ἀργείων κατάγεται, χαρέντες ἀνύμνησαν αὐτόν. χειμῶνος δὲ γενομένου, καὶ πλημμυρήσαντος πολὺ τοῦ παρακει‐ μένου ποταμοῦ τῇ Ἰωνιτῶν πόλει τοῦ λεγομένου Δράκοντος, νυνὶ | |
20 | δὲ Ὀρέντου καλουμένου, ᾔτησεν τοὺς Ἰωνίτας εὔξασθαι· καὶ ἐν | |
τῷ εὔχεσθαι αὐτοὺς καὶ μυσταγωγεῖν κατηνέχθη σφαῖρα πυρὸς | ||
73 | κεραυνοῦ ἐκ τοῦ οὐρανοῦ, ἥτις ἐποίησε παυθῆναι τὸν χειμῶνα καὶ τὰ τοῦ ποταμοῦ ἐπισχεθῆναι ῥεῖθρα. καὶ θαυμάσας ἐπὶ τῷ γεγονότι ὁ Περσεὺς ἐξ ἐκείνου τοῦ πυρὸς ἀνῆψεν εὐθέως πῦρ, καὶ εἶχε φυλαττόμενον μεθ’ ἑαυτοῦ. ὅπερ πῦρ ἐβάστασεν ἀπιὼν | |
5 | ἐπὶ τὰ Περσικὰ μέρη εἰς τὰ βασίλεια, καὶ ἐδίδαξεν αὐτοὺς τι‐ μᾶν ἐκεῖνο τὸ πῦρ, ὅπερ ἔλεγεν αὐτοῖς ἑωρακέναι ἐκ τοῦ οὐρα‐ νοῦ κατενεχθῆναι· ὅπερ πῦρ καὶ ἕως τοῦ παρόντος ἐν τιμῇ ἔχου‐ σιν οἱ Πέρσαι ὡς θεῖον. ὁ δὲ αὐτὸς Περσεὺς ἔκτισεν τοῖς Ἰω‐ πολίταις ἱερόν, ὃ ἐπωνόμασεν Πυρὸς ἀθανάτου. ὁμοίως δὲ | |
10 | καὶ εἰς τὰ Περσικὰ ἔκτισεν ἱερὸν πυρός, καταστήσας ἐκεῖ δια‐ κονεῖν αὐτῷ ἄνδρας εὐλαβεῖς, οὕστινας ἐκάλεσεν μάγους. ταῦτα Παυσανίας ὁ σοφώτατος χρονογράφος συνεγράψατο. Καὶ μετὰ καιρὸν ἐλθὼν ὁ Κηφεὺς βασιλεὺς κατ’ αὐτοῦ ἐκ τῆς Αἰθιοπίας, ὁ πατὴρ τῆς Ἀνδρομέδας, ἐπολέμησεν αὐτῷ· | |
15 | ἦν δὲ ὁ Κηφεὺς ἐκ τοῦ γήρους μὴ βλέπων. καὶ ἀκούσας ὁ Περ‐ σεὺς ὅτι πολεμεῖ αὐτῷ, ὀργισθεὶς πάνυ ἐξῆλθεν κατ’ αὐτοῦ βαστάζων τὴν κάραν, καὶ ὑπέδειξεν αὐτῷ αὐτήν· καὶ ὁ Κηφεὺς μὴ βλέπων ἐπέβαινεν ἐπ’ αὐτὸν ἔφιππος. ὁ δὲ Περσεὺς ἀγνοῶν ὅτι οὐ συνορᾷ ἐλογίσατο μηκέτι ἐνεργεῖν τὴν κάραν ἧς κατεῖχε | |
20 | Γοργόνης, καὶ στρέψας αὐτὴν ἐφ’ ἑαυτὸν προσέσχεν αὐτῇ, καὶ τυφλωθεὶς ἔμεινεν ὡσεὶ νεκρὸς καὶ ἀνῃρέθη. καὶ ἐβασίλευσεν | |
Περσᾶν ὁ υἱὸς αὐτοῦ τοῦ Περσέως καὶ τῆς Ἀνδρομέδας Μέρος, | ||
74 | προβληθεὶς ἐκ τοῦ ἰδίου αὐτοῦ πάππου τοῦ Κηφέως τοῦ βασιλέως Αἰθιοπίας, ὅστις ἐκέλευσεν, καὶ ἐκαύθη ἡ μυσαρὰ κεφαλὴ τῆς Γοργόνης, καὶ ἀνεχώρησεν ἐπὶ τὴν ἰδίαν αὐτοῦ χώραν· καὶ ἔμεινεν λοιπὸν τὸ γένος τοῦ Περσέως βασιλεῦον τῆς Βαβυλωνίων | |
5 | χώρας. Ἐν δὲ τοῖς προειρημένοις χρόνοις τοῦ Πίκου Διὸς ἐπὶ τὰ δυτικὰ μέρη ἀναφαίνεταί τις ἐκ τῆς φυλῆς τοῦ Ἰάφεθ ἐν τῇ χώρᾳ τῶν Ἀργείων ὀνόματι Ἴναχος· ὅστις πρῶτος ἐβασίλευσεν ἐν τῇ χώρᾳ ἐκείνῃ, καὶ κτίζει πόλιν ἐκεῖ εἰς ὄνομα τῆς Σελήνης, ἐτί‐ | |
10 | μα γὰρ αὐτήν, ἣν ἐκάλεσεν Ἰώπολιν· οἱ γὰρ Ἀργεῖοι μυστικῶς τὸ ὄνομα τῆς Σελήνης τὸ ἀπόκρυφον Ἰὼ λέγουσιν ἕως ἄρτι. ἔστησε δὲ καὶ ἐν τῇ πόλει ἱερὸν τῇ Σελήνῃ, ἀναστήσας αὐτῇ στή‐ λην χαλκῆν, ἐν ᾗ ἐπέγραψεν, Ἰὼ μάκαιρα λαμπαδηφόρε. ὁ δὲ αὐτὸς Ἴναχος ἠγάγετο γυναῖκα Μελίαν ὀνόματι, ἐξ ἧς ἔσχεν | |
15 | παῖδας τρεῖς, Κάσον καὶ Βῆλον, καὶ θυγατέρα ἣν ἐπωνόμασεν Ἰὼ εἰς ὄνομα τῆς Σελήνης· ἦν δὲ ἡ κόρη εὐπρεπεστάτη πάνυ. τότε ὁ Πῖκος ὁ καὶ Ζεὺς ἀκούσας περὶ τοῦ Ἰνάχου ὅτι ἔχει θυγα‐ τέρα παρθένον εὐπρεπεστάτην, ὁ βασιλεὺς τῶν δυτικῶν μερῶν πέμψας ἥρπασεν τὴν Ἰώ, θυγατέρα τοῦ Ἰνάχου, καὶ ταύτην | |
20 | φθείρει, καὶ ἔγκυον ποιήσας ἔσχεν ἐξ αὐτῆς θυγατέρα, ἥντινα ἐκάλεσε Λιβύην. ἡ δὲ Ἰὼ ἐπαχθῶς ἔφερεν ἐπὶ τῷ συμβάντι αὐ‐ | |
τῇ, καὶ μὴ θέλουσα συνεῖναι τῷ Πίκῳ Διί, διαλαθοῦσα αὐτὸν | ||
75 | καὶ πάντας καὶ τὴν θυγατέρα ἑαυτῆς ἐάσασα καὶ τὸν πατέρα αὐτῆς Ἴναχον, αἰσχυνομένη ἔφυγεν εἰς Αἴγυπτον καταπλεύσασα· καὶ εἰσελθοῦσα ἐν τῇ χώρᾳ τῆς Αἰγύπτου ἡ Ἰὼ ἐκεῖ διῆγεν. καὶ μαθοῦσα μετὰ χρόνον ὅτι Ἑρμῆς βασιλεύει τῆς Αἰγύπτου ὁ υἱὸς | |
5 | Πίκου Διός, καὶ φοβηθεῖσα τὸν αὐτὸν Ἑρμῆν, φεύγει ἐκεῖθεν εἰς τὸ Σίλπιον ὄρος, εἰς ὅπερ Σέλευκος ὁ Νικάτωρ ὁ Μακεδὼν ἔκτισεν πόλιν μετὰ χρόνους καὶ ἐκάλεσεν εἰς ὄνομα τοῦ ἰδίου αὐ‐ τοῦ υἱοῦ Ἀντιόχειαν τὴν μεγάλην. ἀπελθοῦσα δὲ εἰς τὴν Συρίαν ἐκείνη ἡ Ἰὰ ἐκεῖ ἐτελεύτησεν, ὡς Θεόφιλος ὁ σοφώτατος συνε‐ | |
10 | γράψατο. ἕτεροι δὲ ἐξέθεντο ὅτι ἐν τῇ Αἰγύπτῳ τελευτᾷ Ἰώ. Ὁ δὲ Ἴναχος ὁ αὐτῆς πατὴρ εἰς ἀναζήτησιν αὐτῆς ἔπεμψεν τοὺς ἀδελφοὺς αὐτῆς καὶ τοὺς συγγενεῖς καὶ τὸν Τριπτόλεμον καὶ Ἀργείους μετ’ αὐτῶν· οἵτινες πανταχοῦ ζητήσαντες οὐχ εὗρον αὐτήν. γνόντες δὲ οἱ αὐτοὶ Ἀργεῖοι Ἰωπολῖται ὅτι ἐτελεύτησεν | |
15 | εἰς τὴν Συρίαν ἡ Ἰώ, ἐλθόντες ἔμειναν ἐκεῖ πρὸς μικρόν, κρούον‐ τες ἕκαστον οἶκον καὶ λέγοντες αὐτοῦ, Ψυχὴ ἡ Ἰὼ σωζέσθω. καὶ ἐν ὁράματι χρηματισθέντες εἶδον δάμαλιν λέγουσαν αὐτοῖς ἀνθρωπίνῃ φωνῇ ὅτι ἐνταῦθά εἰμι ἐγὼ ἡ Ἰώ. καὶ διυπνισθέν‐ τες ἔμειναν θαυμάζοντες τὴν τοῦ ὁράματος δύναμιν, καὶ λογι‐ | |
20 | σάμενοι ὅτι ἐν τῷ ὄρει αὐτῷ κεῖται ἡ Ἰώ, κτίσαντες αὐτῇ ἱερὸν | |
οἴκησαν ἐκεῖ εἰς τὸ Σίλπιον ὄρος, κτίσαντες καὶ πόλιν ἑαυτοῖς, | ||
76 | ἣν ἐκάλεσαν Ἰώπολιν· οἵτινες ἐκλήθησαν παρὰ τοῖς αὐτοῖς Σύ‐ ροις Ἰωνῖται ἕως νῦν. οἱ οὖν Σύροι Ἀντιοχεῖς ἐξ ἐκείνου τοῦ χρόνου ἀφ’ οὗ οἱ Ἀργεῖοι ἐλθόντες ἐζήτησαν τὴν Ἰὼ ποιοῦσι τὴν μνήμην, κρούοντες τῷ καιρῷ αὐτῷ κατ’ ἔτος τοὺς Ἑλλήνων | |
5 | οἴκους ἕως ἄρτι. διὰ τοῦτο δὲ οἱ Ἀργεῖοι ἔμειναν αὐτοὶ ἐκεῖ εἰς τὴν Συρίαν, ἐπειδὴ ἐκελεύσθησαν ἀπολυόμενοι ἀπὸ τῆς Ἀργείων χώρας ὑπὸ τοῦ βασιλέως αὐτῶν Ἰνάχου τοῦ πατρὸς τῆς. Ἰὼ ὅτι Εἰ μὴ ἀγάγητέ μοι τὴν θυγατέρα μου Ἰώ, μὴ ὑποστρέψητε ἐπὶ τὴν Ἀργείων χώραν. ἔκτισαν οὖν ἐκεῖ οἱ αὐτοὶ Ἰωνῖται ἱερὸν | |
10 | Κρονίωνος εἰς τὸ Σίλπιον ὄρος. Ἡ δὲ Λιβύη θυγάτηρ τῆς Ἰὼ καὶ τοῦ Πίκου Διὸς ἐγαμήθη τινὶ ὀνόματι Ποσειδῶνι· ἐξ ὧν ἐτέχθη ὁ Ἀγήνωρ καὶ Βῆλος καὶ Ἐνυάλιος, παῖδες τρεῖς. ὁ δὲ Ἀγήνωρ καὶ Βῆλος κατέλαβον τὴν Συρίαν καὶ αὐτοὶ εἰς ἀναζήτησιν τῆς Ἰώ, εἰ ἔτι ζῇ, καὶ τῶν | |
15 | ἀδελφῶν αὐτῆς, εἴπερ εἰσίν· ἦσαν γὰρ αὐτῶν συγγενεῖς. καὶ μη‐ δένα εὑρηκότες ὑπέστρεψαν. καὶ ὁ μὲν Βῆλος ἐπὶ τὴν Αἴ‐ γυπτον ἀπῆλθεν, κἀκεῖ γαμήσας τὴν Σίδαν ἔσχεν υἱοὺς δύο Αἴ‐ γυπτον καὶ Δαναόν. ὁ δὲ Ἀγήνωρ ἐπὶ τὴν Φοινίκην ἐλθὼν ἠγά‐ γετο τὴν Τυρώ· καὶ κτίζει πόλιν, ἣν ἐκάλεσεν Τύρον εἰς ὄνομα | |
20 | τῆς αὐτοῦ γαμετῆς. ἐβασίλευσεν οὖν ἐκεῖ, καὶ ἔσχεν υἱὸν ἐκ τῆς Τυρὼ τὸν Κάδμον, τὸν Φοίνικα, καὶ τὸν Σύρον καὶ τὸν Κίλι‐ | |
κα, καὶ θυγατέρα, ἣν ἐκάλεσεν Εὐρώπην. καὶ βασιλεύει ὁ | ||
77 | Ἀγήνωρ τῶν μερῶν ἐκείνων ἔτη ξγʹ. τὴν δὲ Εὐρώπην οἱ ποιη‐ ταὶ ἐξέθεντο θυγατέρα εἶναι τοῦ Φοίνικος τοῦ υἱοῦ τοῦ Ἀγήνορος βασιλέως, μὴ ὁμοφωνήσαντες τοῖς χρονογράφοις. Ἐπιῤῥίψας δὲ τῇ πόλει Τύρῳ Ταῦρος ὁ τῆς Κρήτης βασι‐ | |
5 | λεύς, ναυμαχίᾳ πολεμήσας παρέλαβε τὴν αὐτὴν Τύρον πόλιν ἑσπέρας, καὶ πραιδεύσας αὐτὴν ἔλαβεν ἐξ αὐτῆς αἰχμαλώτους πολλούς· ἐν οἷς ἔλαβεν καὶ τὴν αὐτὴν Εὐρώπην τὴν θυγατέρα τοῦ βασιλέως Ἀγήνορος. ὁ δὲ Ἀγήνωρ καὶ οἱ υἱοὶ αὐτοῦ ἐπολέ‐ μουν ἐπὶ τὸ λίμιτον. καὶ γνοὺς ὁ Ταῦρος ὁ τῆς Κρήτης βασι‐ | |
10 | λεύς, ἐξαίφνης ἐπέῤῥιψεν τῇ χώρᾳ διὰ θαλάσσης, ἧστινος ἑσπέ‐ ρας μνήμην ποιοῦσιν οἱ Τύριοι ἕως τῆς νῦν. λέγοντες Κακὴ ὀψινή. Ἀπήγαγεν δὲ τὴν Εὐρώπην εἰς τὴν ἰδίαν πατρίδα ὁ Ταῦρος, ἥντινα καὶ γυναῖκα ἔλαβεν οὖσαν παρθένον καὶ εὐπρεπῆ, καὶ | |
15 | ἐκάλεσε τὰ μέρη ἐκεῖνα εἰς ὄνομα αὐτῆς Εὐρώπεια. ἐξ ἧς ἔσχεν υἱὸν τὸν Μίνων, καθὼς Εὐριπίδης ὁ σοφώτατος ποιητὴς συνε‐ γράψατο, ὅς φησι, Ζεὺς μεταβληθεὶς εἰς Ταῦρον τὴν Εὐρώπην ἥρπασεν. Ἔκτισε δὲ ἐν τῇ αὐτῇ νήσῳ τῆς Κρήτης ὁ αὐτὸς Ταῦρος βα‐ | |
20 | σιλεὺς πόλιν μεγάλην, ἣν ἐκάλεσεν Γόρτυναν εἰς ὄνομα τῆς αὐ‐ | |
τοῦ μητρὸς τῆς ἐκγόνου Πίκου Διός. τὴν δὲ τῆς αὐτῆς πόλεως | ||
78 | τύχην ἐκάλεσεν Καλλινίκην εἰς ὄνομα τῆς παρ’ αὐτοῦ σφαγια‐ σθείσης κόρης. Ὁ δὲ Ἀγήνωρ βασιλεὺς ἐλθὼν ἐκ τοῦ πολέμου ἐν τῇ Τύρῳ, καὶ μαθὼν τὴν γενομένην παρ’ αὐτοῦ ἐξαίφνης ἔφοδόν τε καὶ | |
5 | ἁρπαγήν, εὐθέως ἐξέπεμψεν τὸν Κάδμον διὰ τὴν Εὐρώπην μετὰ χρημάτων πολλῶν καὶ στρατοῦ. μέλλων δὲ τελευτᾶν ὁ αὐτὸς βασιλεὺς Ἀγήνωρ διετάξατο πᾶσαν ἣν ὑπέταξε γῆν μερίσασθαι τοὺς τρεῖς αὐτοῦ υἱούς. καὶ ἔλαβεν ὁ Φοῖνιξ τὴν Τύρον καὶ τὴν αὐτῆς ἐνορίαν, καλέσας τὴν ὑπ’ αὐτὸν γενομένην γῆν Φοινίκην. | |
10 | ὁμοίως δὲ καὶ ὁ Σύρος εἰς τὸ ἴδιον ὄνομα τὴν ἐπιλαχοῦσαν αὐτῷ χώραν ἐκάλεσεν Συρίαν. ὡσαύτως δὲ καὶ ὁ Κίλιξ τὸ ἐπιλαχὸν αὐτῷ κλῖμα ἐκάλεσεν Κιλικίαν εἰς τὸ ἴδιον αὐτοῦ ὄνομα. Ἐν δὲ τοῖς χρόνοις τῆς βασιλείας τοῦ Φοίνικος ἦν Ἡρακλῆς ὁ φιλόσοφος ὁ λεγόμενος Τύριος, ὅστις ἐφεῦρε τὴν κογχύλην. | |
15 | ἐωριζόμενος γὰρ ἐπὶ τὸ παράλιον μέρος τῆς Τύρου πόλεως εἶδε ποιμενικὸν κύνα ἐσθίοντα τὴν λεγομένην κογχύλην, ὅπερ ἐστὶ μικρὸν εἶδος θαλάσσιον κογχυλιῶδες, καὶ ποιμένα νομίζοντα αἱ‐ μάσσειν τὸν κύνα λαβόντα ἀπὸ προβάτου πόκον ἐρέας καὶ καταμάσσοντα τὸ καταφερόμενον ἐκ τοῦ στόματος τοῦ κυνὸς | |
20 | καὶ βάπτοντα τὸν πόκον. ὁ δὲ Ἡρακλῆς προσεσχηκὼς μὴ εἶναι αὐτὸ αἷμα, ἀλλὰ βάμματος παραξένου ἀρετήν, ἐθαύμασεν· | |
καὶ γνοὺς ὅτι ἐκ τῆς κογχύλης ἐστὶ τὸ κατιὸν βάμμα τοῦ πόκου, | ||
79 | εἰληφὼς ἐκ τοῦ ποιμένος τὸν πόκον, ὡς μέγα δῶρον τοῦτον προσήγαγε τῷ βασιλεῖ τῆς Τύρου Φοίνικι. καὶ ἐκπλαγεὶς καὶ αὐτὸς ἐπὶ τῇ θέᾳ τῆς ξένης χροιᾶς τοῦ βάμματος, θαυμάζων τὴν αὐτοῦ εὕρεσιν, ἐκέλευσεν ἐξ αὐτοῦ τοῦ βάμματος τῆς κογχύ‐ | |
5 | λης βαφῆναι ἐρέαν, καὶ γενέσθαι αὐτῷ περιβόλαιον βασιλικόν, καὶ ἐφόρεσεν αὐτὸς πρῶτος περιβόλαιον ἐκ πορφύρας, καὶ πάν‐ τες ἐθαύμασαν τὴν αὐτὴν βασιλικὴν ἐσθῆτα, ὡς ξένην θέαν. καὶ ἐξ ἐκείνου ἐκέλευσεν ὁ βασιλεὺς Φοῖνιξ μηδένα ὑπὸ τὴν αὐ‐ τοῦ ὄντα βασιλείαν τολμᾶν φορεῖν τὴν αὐτὴν ἐνάρετον ἐκ γῆς καὶ | |
10 | θαλάσσης οὖσαν φορεσίαν, εἰ μήτι αὐτὸν καὶ τοὺς μετ’ αὐτὸν βασιλεύοντας Φοινίκης, διὰ τὸ γινώσκεσθαι τὸν βασιλέα τῷ στρατῷ καὶ παντὶ τῷ πλήθει ἐκ τῆς θαυμαστῆς καὶ παραξένου φορεσίας· πρώην γὰρ οὐκ ἐγίνωσκον οἱ ἄνθρωποι βάπτειν χρόας ἱματίων, ἀλλὰ τὰς τῶν προβάτων ἐρέας, οἷαι καὶ ἦσαν, ἐποίουν | |
15 | ἱμάτια καὶ ἐφόρουν, καὶ οἱ βασιλεῖς δὲ τὰς αὐτὰς χρόας τῆς τυχούσης ἐρέας ἱμάτια ἐφόρουν, καὶ οὐκ εὐχερῶς ἐγνωρίζοντο τῷ ὑπηκόῳ πλήθει οἱ βασιλεῖς. λοιπὸν οἱ κατὰ τὸν τόπον βασι‐ λεῖς ἤτοι ῥῆγες καὶ τοπάρχαι ἀκηκοότες τοῦτο, οἱ μὲν περιβό‐ λαια, οἱ δὲ φίβλας χρυσᾶς καὶ μαντία ἐπενόησαν ἑαυτοῖς πορ‐ | |
20 | φύρεα ἢ ῥούσεα, βάπτοντες αὐτὰ ἀπὸ βοτανῶν, καὶ ἐφόρουν διὰ τὸ γινώσκεσθαι τῷ ἰδίῳ πλήθει, καθὼς Παλαίφατος ὁ σο‐ | |
φώτατος ἐξέθετο. | ||
80(1t) | Περὶ τοῦ σώματος τοῦ Πίκου | |
2 | Ἐν ᾧ χρόνῳ Πῖκος ὁ καὶ Ζεὺς ἐτελεύτα, ἐκέλευσεν τὸ λείψα‐ νον αὐτοῦ ταφὲν τεθῆναι ἐν τῇ Κρήτῃ νήσῳ, καὶ κτίσαντες αὐ‐ τῷ ναὸν οἱ αὐτοῦ παῖδες ἔθηκαν αὐτὸν ἐκεῖ ἐν τῇ Κρήτῃ νήσῳ | |
5 | ἐν μνήματι, ὅπερ μνῆμά ἐστιν ἐν τῇ αὐτῇ Κρήτῃ κείμενον ἕως τοῦ παρόντος, ἐν ᾧ ἐπιγέγραπται, Ἐνθάδε κεῖται θανὼν Πῖκος ὁ καὶ Ζεύς, ὃν καὶ Δία καλοῦσιν. περὶ οὗ συνεγράψατο Διό‐ δωρος ὁ σοφώτατος χρονογράφος, ὃς καὶ ἐν τῇ ἐκθέσει τοῦ συγ‐ γράμματος αὐτοῦ τοῦ περὶ θεῶν εἶπεν ὅτι Ζεὺς ὁ τοῦ Κρόνου | |
10 | υἱὸς ἐν τῇ Κρήτῃ κεῖται. | |
11t | Περὶ Φαύνου βασιλέως τῆς Ἰταλίας, ὅστις | |
12t | πρῶτος ἐφεῦρε τὸν χρυσόν | |
13 | Μετὰ τὴν τελευτὴν τοῦ αὐτοῦ Πίκου τοῦ καὶ Διὸς ἐβασί‐ λευσεν ὁ αὐτοῦ υἱὸς Φαῦνος ὁ καὶ Ἑρμῆς τῆς Ἰταλίας ἔτη τριά‐ | |
15 | κοντα πέντε, ὃς ἦν ἀνὴρ πανοῦργος καὶ μαθηματικός, ὅστις ἐφεῦ‐ ρεν τὸ μέταλλον τοῦ χρυσίου ἐν τῇ δύσει πρῶτος καὶ τὸ χωνεύειν. γνοὺς δὲ ὅτι διαφθονοῦνται αὐτῷ οἱ ἀδελφοὶ αὐτοῦ οἱ ἀπὸ τῶν γυναικῶν ὧν ἔσχεν Πῖκος ὁ καὶ Ζεὺς ὁ αὐτοῦ πατήρ· ἠβούλοντο | |
γὰρ αὐτὸν φονεῦσαι, ὡς ὄντες πολλοί, περί που ἑβδομήκοντα· | ||
81 | μετὰ γὰρ πολλῶν συμμιγνύμενος γυναικῶν ἐτεκνοποίησεν ὁ Ζεύς· πολὺ χρυσίον ἐγκολπωσάμενος εἰς ὑπερβολὴν ἀνεχώρησεν, καὶ ἀπέρχεται εἰς τὴν Αἴγυπτον πρὸς τὴν φυλὴν τοῦ Χὰμ υἱοῦ Νῶε, οἵτινες ἐδέξαντο αὐτὸν ἐν τιμῇ. καὶ διέτριβεν ἐκεῖ ὑπερηφανῶν | |
5 | πάντας, καὶ φορῶν στολὴν χρυσῆν ἐφιλοσόφει παρὰ τοῖς Αἰγυ‐ πτίοις, λέγων αὐτοῖς μαντείας μελλόντων· ἦν γὰρ φύσει σφόδρα λογικός· καὶ προσεκύνουν αὐτὸν λέγοντες θεὸν Ἑρμῆν, ὡς λέγον‐ τα τὰ μέλλοντα καὶ διακονοῦντα αὐτοῖς ἐκ τοῦ θεοῦ τῶν μελλόν‐ των τὴν ἀπόκρισιν καὶ παρέχοντα αὐτοῖς χρήματα, ὅντινα καὶ | |
10 | πλουτοδότην ἐκάλουν, ὡς τὸν χρυσὸν θεὸν νομίζοντες. ὅτε οὖν ὁ αὐτὸς Ἑρμῆς εἰς τὴν Αἴγυπτον ἦλθεν, ἐβασίλευσεν τῶν Αἰγυπτίων τότε ἐκ τοῦ γένους τοῦ Χὰμ ὁ Μεστραΐμ· οὗτινος τελευτήσαντος ἐποίησαν οἱ Αἰγύπτιοι τὸν Ἑρμῆν βασιλέα· καὶ ἐβασίλευσε τῶν Αἰγυπτίων ἔτη λθʹ ἐν ὑπερηφανίᾳ. καὶ μετ’ αὐ‐ | |
15 | τὸν ἐβασίλευσε τῶν Αἰγυπτίων ὁ Ἥφαιστος ἡμέρας ͵αχπʹ, ὡς γενέσθαι ἔτη δʹ, μῆνας ἑπτὰ τρίτον. οὐκ ᾔδεισαν γὰρ τότε ἐνιαυ‐ τοὺς μετρεῖν οἱ Αἰγύπτιοι, ἀλλὰ τὴν περίοδον τῆς ἡμέρας ἐνιαυ‐ τοὺς ἔλεγον. τὸν δὲ αὐτὸν Ἥφαιστον θεὸν ἐκάλουν· ἦν γὰρ πο‐ λεμιστὴς καὶ μυστικός. ὅστις ἐξελθὼν εἰς πόλεμον συνέπεσεν | |
20 | σὺν τῷ ἵππῳ αὐτοῦ, καὶ πληγεὶς ἔμενε χωλεύων. ὁ δὲ αὐτὸς | |
82 | Ἥφαιστος νόμον ἔθηκεν τὰς Αἰγυπτίας γυναῖκας μονανδρεῖν καὶ σωφρόνως διάγειν, τὰς δὲ ἐπὶ μοιχείᾳ εὑρισκομένας τιμωρεῖσθαι· καὶ ηὐχαρίστησαν αὐτῷ οἱ Αἰγύπτιοι, διότι πρῶτον νόμον σω‐ φροσύνης τοῦτον ἐδέξαντο. | |
5t | Περὶ σιδήρου, τίς πρῶτος ἐφεῦρεν | |
6 | Ὁ δὲ αὐτὸς Ἥφαιστος ἀπὸ μυστικῆς τινος εὐχῆς τὴν ὀξυλά‐ βην ἐδέξατο ἐκ τοῦ ἀέρος εἰς τὸ κατασκευάζειν ἐκ σιδήρου ὅπλα. ὅθεν καὶ ἐπικρατὴς σιδήρου ηὑρέθη εἰς τοὺς πολέμους. ἀπε‐ θέωσαν οὖν αὐτὸν ὡς σωφροσύνην νομοθετήσαντα καὶ τροφὴν | |
10 | ἀνθρώποις διὰ κατασκευῆς ὅπλων εὑρηκότα καὶ ἐν τοῖς πολέμοις δύναμιν καὶ σωτηρίαν ποιήσαντα· πρὸ γὰρ αὐτοῦ ῥοπάλοις καὶ λίθοις ἐπολέμουν. μετὰ δὲ τὴν τελευτὴν Ἡφαίστου ἐβασίλευ‐ σεν Αἰγυπτίων ὁ υἱὸς αὐτοῦ ὀνόματι Ἥλιος ἡμέρας ͵δυοζʹ, ὡς εἶναι ἔτη ιβʹ, μῆνας γʹ, ἡμέρας δʹ. οὐ γὰρ ᾔδεισαν οἱ Αἰγύπτιοι | |
15 | τότε ἢ ἄλλοι τινὲς ἀριθμὸν ἐν τῷ ψηφίζειν, ἀλλὰ τὰς περιόδους τῶν ἡμερῶν εἰς ἔτη ἐψήφιζον. οἱ γὰρ τῶν ιβʹ μηνῶν ἀριθμοὶ μετὰ ταῦτα ἐπενοήθησαν, ἐξότε ἐνομίσθη ὑποτελεῖς εἶναι τοὺς ἀνθρώπους τοῖς βασιλεῦσιν. ὁ δὲ αὐτὸς Ἥλιος βασιλεὺς ὁ υἱὸς | |
Ἡφαίστου ἦν φιλόσοφος δυνατός, ὅστις ἐδιδάχθη παρά τινος ὡς | ||
83 | γυνή τις Αἰγυπτία τῶν ἐν εὐπορίᾳ καὶ ἀξίᾳ οὐσῶν παρ’ αὐτοῖς ἐρῶσά τινος ἐμοιχεύετο ὑπ’ αὐτοῦ. καὶ ἀκούσας ὁ Ἥλιος ἐζή‐ τησεν αὐτὴν πιάσαι διὰ τὴν τοῦ πατρὸς αὐτοῦ Ἡφαίστου νομο‐ θεσίαν, ἵνα μὴ λυθῇ. καὶ λαβὼν στρατιώτας ἐκ τοῦ ἰδίου στρα‐ | |
5 | τοῦ, μαθὼν τὸν καιρὸν τῆς μοιχείας αὐτῆς ὅτι γίνεσθαι ἔμελλεν νυκτός, ἐπιῤῥίψας αὐτῇ, τοῦ ἀνδρὸς αὐτῆς μὴ ὄντος αὐτόθι, εὗ‐ ρεν αὐτὴν μετ’ ἄλλου καθεύδουσαν τοῦ ἐρωμένου παρ’ αὐτῆς. ἥντινα εὐθέως καταγαγὼν ἐπόμπευσεν ἐν πάσῃ τῇ χώρᾳ τῆς Αἰ‐ γύπτου, τιμωρησάμενος αὐτήν. καὶ γέγονε σωφροσύνη μεγάλη | |
10 | ἐν τῇ γῇ τῆς Αἰγύπτου. κἀκεῖνον δὲ τὸν μοιχὸν ἀνεῖλεν, καὶ ηὐ‐ χαριστήθη· περὶ οὗ ἱστορεῖ ποιητικῶς Ὅμηρος ποιητὴς ὡς ὁ Ἥλιος, φησίν, ἤλεγξεν τὴν Ἀφροδίτην συμμιγνυμένην νυκτὸς Ἄρει. Ἀφροδίτην δὲ ἐκάλεσεν τὴν ἐπιθυμίαν τῆς πορνείας ἀπὸ τοῦ Ἡλίου βασιλέως ἐλεγχθεῖσαν· τὸ δὲ ἀληθές, ὡς προγέγρα‐ | |
15 | πται, Παλαίφατος ὁ σοφώτατος συνεγράψατο. Μετὰ δὲ τὴν τελευτὴν Ἡλίου τοῦ βασιλέως υἱοῦ Ἡφαίστου ἐβασίλευσεν Αἰγυπτίων Σῶσις· καὶ μετὰ τὴν βασιλείαν αὐτοῦ ἐβασίλευσεν Ὄσιρις· καὶ μετὰ Ὄσιριν ἐβασίλευσεν Ὧρος· καὶ μετὰ Ὧρον ἐβασίλευσεν Θοῦλις, ὅστις παρέλαβεν μετὰ δυνάμεώς | |
20 | τινος πᾶσαν τὴν γῆν ἕως τοῦ Ὠκεανοῦ· καὶ ἐν τῷ ὑποστρέφειν ἦλθεν ἐπὶ τὴν Ἀφρικὴν χώραν εἰς τὸ μαντεῖον ἐν ὑπερηφανίᾳ, καὶ θυσιάσας ἐπυνθάνετο λέγων, Φράσον μοι, πυρισθενές, ἀψευ‐ | |
δές, μάκαρ, ὁ τὸν αἰθέριον μετεγκλίνων δρόμον, τίς πρὸ τῆς | ||
84 | ἐμῆς βασιλείας ἠδυνήθη ὑποτάξαι πάντα ἢ τίς μετ’ ἐμέ; καὶ ἐδόθη αὐτῷ χρησμὸς οὗτος. πρῶτα θεός, μετέπειτα λόγος καὶ πνεῦμα σὺν αὐτοῖς. ταῦτα δὲ σύμφυτα πάντα καὶ ἔντομον εἰς ἓν ἰόντα, | |
5 | οὗ κράτος αἰώνιον· ὀρθοῖς ποσὶ βάδιζε, θνητέ, ἄδηλον διανύων βίον. καὶ εὐθέως ἐξελθὼν ἐκ τοῦ μαντείου συσκευασθεὶς ὑπὸ τῶν ἰδίων ἐσφάγη ἐν τῇ Ἀφρικῇ χώρᾳ. ταῦτα δὲ τὰ ἀρχαῖα καὶ πα‐ λαιὰ βασίλεια τῶν Αἰγυπτίων Μανέθων συνεγράψατο. καὶ ἐν | |
10 | τοῖς συγγράμμασιν αὐτοῦ ἐμφέρεται ἄλλως λέγεσθαι τὰς ἐπωνυ‐ μίας τῶν πέντε πλανητῶν ἀστέρων. τὸν γὰρ λεγόμενον Κρόνον ἀστέρα ἐκάλουν τὸν Λάμποντα, τὸν δὲ Διὸς τὸν Φαέθοντα, τὸν δὲ Ἄρεως τὸν Πυρώδη, τὸν δὲ Ἀφροδίτης τὸν Κάλλιστον, τὸν δὲ Ἑρμοῦ τὸν Στίλβοντα. | |
15 | Ἐν τοῖς μετὰ ταῦτα χρόνοις ἐβασίλευσεν τῶν Αἰγυπτίων πρῶ‐ τος ἐκ τῆς φυλῆς τοῦ Χὰμ Σέσωστρις, ὅστις ὁπλισάμενος ἐπο‐ λέμησεν Ἀσσυρίοις καὶ ὑπέταξεν αὐτοὺς καὶ τοὺς Χαλδαίους καὶ Πέρσας ἕως Βαβυλῶνος. ὁμοίως δὲ ὑπέταξε καὶ τὴν Ἀσίαν πᾶ‐ σαν καὶ τὴν Εὐρώπην καὶ τὴν Σκυθίαν καὶ τὴν Μυσίαν· καὶ ἐν τῷ | |
20 | ὑποστρέφειν αὐτὸν ἐπὶ τὴν Αἴγυπτον ἐκ τῆς χώρας τῆς Σκυθίας | |
ἐπελέξατο ἀνδρῶν νεανίσκων πολεμιστῶν χιλιάδας δεκαπέντε, οὕσ‐ | ||
85 | τινας μετανάστας ποιήσας ἐκέλευσεν αὐτοὺς οἰκεῖν ἐν τῇ Περσίδι, δοὺς αὐτοῖς χώραν ἐκεῖ ἣν ἐπελέξαντο. καὶ ἔμειναν ἐν Περσίδι οἱ αὐτοὶ Σκύθαι ἐξ ἐκείνου ἕως τῆς νῦν, οἵτινες ἐκλήθησαν παρὰ τῶν Περσῶν Παρθυαῖοι, ὅ ἐστιν Περσικῇ γλώσσῃ Σκύθες, οἳ καὶ | |
5 | τὴν φορεσίαν καὶ τὴν λαλιὰν καὶ τοὺς νόμους Σκυθῶν ἔχουσιν ἕως τῆς νῦν, καὶ εἰσὶν μαχιμώτατοι ἐν τοῖς πολέμοις, καθὼς Ἡρόδοτος ὁ σοφώτατος ταῦτα συνεγράψατο. Ἐν τοῖς χρόνοις τῆς βασιλείας Σεσώστριος ἦν Ἑρμῆς ὁ τρισ‐ μέγιστος ὁ Αἰγύπτιος, ἀνὴρ φοβερὸς ἐν σοφίᾳ· ὅστις ἔφρασεν | |
10 | τρεῖς μεγίστας δυνάμεις εἶναι τὸ τοῦ ἀῤῥήτου καὶ δημιουργοῦ θεοῦ ὄνομα, μίαν δὲ θεότητα εἶπεν εἶναι. διὸ καὶ ἐκλήθη ἀπὸ τῶν Αἰγυπτίων τρισμέγιστος Ἑρμῆς. ἐμφέρεται γὰρ ἐν διαφόροις αὐτοῦ λόγοις πρὸς Ἀσκληπιὸν εἰρηκὼς περὶ θεοῦ φύσεως ταῦτα· „εἰ μὴ πρόνοιά τις ἦν τοῦ πάντων κυρίου ὥστε μοι τὸν λόγον τοῦ‐ | |
15 | τον ἀποκαλύψαι, οὐδὲ ὑμᾶς τοιοῦτος ἔρως κατεῖχεν, ἵνα περὶ τούτου ζητήσητε· οὐ γὰρ ἐφικτόν ἐστιν εἰς ἀμυήτους τοιαῦτα μυστήρια παρέχεσθαι, ἀλλὰ τῷ νοῒ ἀκούσατε. ἓν μόνον ἦν φῶς νοερὸν πρὸ φωτὸς νοεροῦ, καὶ ἦν ἀεὶ νοῦς νοὸς φωτεινός, καὶ οὐδὲν ἕτερον ἦν ἢ ἡ τούτου ἑνότης, ἀεὶ ἐν ἑαυτῷ ὢν ἀεὶ τῷ ἑαυ‐ | |
20 | τοῦ νοῒ καὶ φωτὶ καὶ πνεύματι ἅπαντα περιέχει. ἐκτὸς τούτου | |
86 | οὐ θεός, οὐκ ἄγγελος, οὐ δαίμων, οὐκ οὐσία τις ἄλλη. πάντων γὰρ κύριος καὶ πατὴρ καὶ θεός, καὶ πάντα ἐν αὐτῷ καὶ ὑπ’ αὐτόν ἐστιν. ὁ γὰρ λόγος αὐτοῦ προελθὼν παντέλειος ὢν καὶ γόνιμος καὶ δημιουργός, ἐν γονίμῳ φύσει πεσὼν ἐν γονίμῳ ὕδατι ἔγκυον | |
5 | τὸ ὕδωρ ἐποίησεν.ϛ καὶ ταῦτα εἰρηκὼς ηὔξατο λέγων, „Οὐρανὸν ὁρκίζω σε, θεοῦ μεγάλου σοφὸν ἔργον· ἵλεως ἔσο. ὁρκίζω σε φωνὴν πατρός, ἣν ἐφθέγξατο πρώτην, ἡνίκα κόσμον ἅπαντα ἐστηρίξατο βουλῇ· φωνὴν πατρός, ἣν ἐφθέγξατο πρώτην τὸν μονογενῆ λόγον αὐτοῦ.“ | |
10 | Ταῦτα καὶ ἐν τοῖς κατὰ Ἰουλιανοῦ βασιλέως ὑπὸ τοῦ ὁσιω‐ τάτου Κυρίλλου συνταχθεῖσιν ἐμφέρεται πρὸς ἀπόδειξιν σαφε‐ στέραν ὅτι καὶ ὁ τρισμέγιστος Ἑρμῆς ἀγνοῶν τὸ μέλλον τριάδα ὁμοούσιον ὡμολόγησεν. Ὁ δὲ Σέσωστρις βασιλεὺς μετὰ τὴν νίκην καταλαβὼν τὴν Αἴ‐ | |
15 | γυπτον τελευτᾷ, καὶ ἐβασίλευσεν μετ’ αὐτὸν τῆς τῶν Αἰγυπτίων χώρας Φαραὼ ὁ καὶ Νάχωρ καλούμενος, καὶ ἐκ τοῦ αὐτοῦ γέ‐ νους ἐβασίλευσαν Αἰγυπτίων οἱ λοιποί. Ῥαγαῦ ρλβʹ, ὁμοῦ ͵γνγʹ. ἐπέζησεν σζʹ, ὁμοῦ τλθʹ. | |
20 | Σερούχ ρλʹ, ὁμοῦ ͵γρπγʹ. | |
87 | ἐπέζησεν σλʹ. ὁμοῦ τʹ. Νάχωρ οθʹ, ὁμοῦ ͵γσξβʹ. ἐπέζησεν ρκθʹ, ὁμοῦ σηʹ. Θάρα οʹ, ὁμοῦ ͵γτλβʹ. | |
5 | ἐπέζησεν σεʹ, ὁμοῦ σοεʹ. Ἑλληνισμὸς ἀπὸ τῶν χρόνων Σεροὺχ ἐναρξάμενος [διά τοι] τῆς εἰδωλολατρείας, καὶ ὡς ἐστοίχουν τὸ τηνικαῦτα ἕκαστος κατά τινα δεισιδαιμονίαν ἐπὶ τὸ μᾶλλον πολιτικώτερον ἐπὶ ἔθη καὶ ἐπὶ θεσμοὺς εἰδώλων τάττεσθαι τὰ τῶν ἀνθρώπων γένη. οἷς τότε | |
10 | στοιχήσαντες ἐποίουν διὰ χρωμάτων διαγράφοντες τὴν ἀρχὴν καὶ ἀπεικάζοντες τοὺς πάλαι παρ’ αὐτοῖς τετιμημένους ἢ τυράννους ἢ ἡγεμόνας ἤ τινάς τι δράσαντας ἐν βίῳ μνήμης δοκοῦν ἄξιον διὰ ἀλκῆς τε ἢ σώματος εὐρωστίας. ἔπειτα δὲ ἀπὸ τῶν χρόνων τοῖ Θάρα πατρὸς Ἀβραὰμ καὶ δι’ ἀγαλμάτων τὴν πλάνην | |
15 | τῆς εἰδωλολατρείας κτισάμενοι, τοὺς ἑαυτῶν προπάτορας δι’ ἀπεικονισμάτων τετιμηκότες καὶ τοὺς πρὸ αὐτῶν προτετελευτηκό‐ τας τεχνασάμενοι ἐκ κεραμικῆς ἐπιστήμης τὸ πρῶτον, ἔπειτα ἑκά‐ στης τέχνης μιμησαμένης, οἰκοδόμοι μὲν λίθον λίθῳ ξέσαντες, ἀργυροκόποι τε καὶ χρυσοχόοι διὰ τῆς ἰδίας ὕλης τεχνασάμενοι | |
20 | ἐπετέλεσαν, χαλκοπλάσται δὲ καὶ ἐπιξῦσται τέχναις χρησάμενοι | |
ἐποικιλλεύσαντο καὶ τέκτονες καὶ οἱ καθεξῆς. | ||
88 | Αἰγύπτιοι μὲν οὖν καὶ Βαβυλώνιοι καὶ Φρύγες καὶ Φοίνικες ταυτησὶ τῆς θρησκείας πρῶτοι εἰσηγηταὶ γεγονότες ἀγαλματο‐ ποιίας τε καὶ μυστηρίων τελετάς, ἀφ’ ὧν τὰ πλεῖστα εἰς Ἕλληνας μετηνέχθησαν ἀπὸ τῆς Κέκροπος ἡλικίας, καὶ μετέπειτα καθε‐ | |
5 | ξῆς ὕστερον πολλοὶ τοὺς περὶ Κρόνον καὶ Ῥέαν Δία τε καὶ Ἀπόλ‐ λωνα καὶ τοὺς ἐφεξῆς δυνάστας γενομένους θεοὺς ἀναγορεύ‐ σαντες. Ἕλληνες κέκληνται ἀπὸ Ἕλληνός τινος ἀνδρὸς τῶν ἐν τῇ Ἑλ‐ λάδι κατῳκηκότων· ὡς δὲ ἕτεροί φασιν, ἀπὸ τῆς ἐλαίας τῆς ἐν | |
10 | Ἀθήναις βλαστησάσης. Ἴωνες δὲ τούτων ἀρχηγοὶ γεγένηνται, ὡς ὁ ἀκριβὴς ἔχει λόγος, ἀπὸ τοῦ Ἰωϋάν, ἑνὸς ἀνδρὸς τῶν τὸν πύργον οἰκοδομησάντων, ὅτε αἱ γλῶσσαι διεμερίσθησαν τῶν ἀνθρώπων· δι’ ἣν αἰτίαν | |
καὶ μέροπες πάντες κέκληνται διὰ τὴν μεμερισμένην φωνήν. | ||
89 | Ἀβραὰμ οεʹ, ὁμοῦ ͵γυζʹ. Ἀβραὰμ Χαλδαῖος ὢν τὸ γένος τὴν πρώτην ἡλικίαν παρὰ Χαλδαίοις ποιεῖται. αʹ, βʹ, γʹ, δʹ, εʹ, ϛʹ, ζʹ, ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ, ιγʹ, ιδʹ, ιεʹ, | |
5 | ιϛʹ, ιζʹ, ιηʹ, ιθʹ, κʹ, καʹ, κβʹ, κγʹ, κδʹ, κεʹ, κϛʹ, κζʹ, κηʹ, κθʹ, λʹ, λαʹ, λβʹ, λγʹ, λδʹ, λεʹ, λϛʹ, λζʹ, ληʹ, λθʹ, μʹ, μαʹ, μβʹ, μγʹ, μδʹ, μεʹ, μϛʹ, μζʹ, μηʹ, μθʹ, νʹ, ναʹ, νβʹ, νγʹ, νδʹ, νεʹ, νϛʹ, νζʹ, νηʹ, νθʹ. Νάχωρ προπάτωρ Ἀβραὰμ τελευτᾷ ζήσας ἔτη σηʹ. | |
10 | ξʹ, ξαʹ, ξβʹ, ξγʹ, ξδʹ, ξεʹ, ξϛʹ, ξζʹ, ξηʹ, ξθʹ, οʹ, οαʹ, | |
οβʹ, ογʹ. | ||
90(1t) | Περὶ Μελχισεδέκ | |
2 | οδʹ Διηγήσατό τις γέρων περὶ τοῦ Μελχισεδὲκ διαβεβαιούμενος καὶ λέγων ὅτι Ἄνθρωπός ἐστιν ἐκ τῆς φυλῆς τοῦ Χάμ. εὑρεθεὶς δὲ | |
5 | ἐν τῇ φυλῇ αὐτοῦ ἅγιον γέννημα εὐηρέστησεν τῷ θεῷ, καὶ μετέθηκεν αὐτὸν ὁ θεὸς ἐκ τῆς ἰδίας αὐτοῦ γῆς εἰς τὸ πέραν τοῦ Ἰορδάνου, καθ’ ὃν τρόπον μετέθηκε τὸν Ἀβραὰμ ἐκ τῆς χώρας τῶν Χαλ‐ δαίων. ὢν δὲ ἅγιος ἐκεῖνος ὁ ἄνθρωπος καὶ δίκαιος, ἐγένετο ἱε‐ ρεὺς τοῦ θεοῦ τοῦ ὑψίστου, ἄρτον καὶ οἶνον καὶ λιτὰς ἁγίας | |
10 | προσφέρων τῷ θεῷ τῷ ὑψίστῳ. ἐδεήθη δὲ περὶ τῆς φυλῆς αὐ‐ τοῦ λέγων, Κύριε, μετέθηκάς με ἐκ τῆς φυλῆς μου καὶ ἠλέησάς με· ἐλέησον καὶ αὐτούς. εἶπε δὲ αὐτῷ ὁ κύριος, Ἐγὼ αὐτοὺς σώσω, ὅταν ἐξ Αἰγύπτου καλέσω τὸν υἱόν μου. ταύτην τὴν ἐπαγγελίαν ἔδωκεν ὁ θεὸς τῷ Μελχισεδέκ. ἐμνημόνευσεν οὖν ὁ γέρων ἐκεῖ‐ | |
15 | νος, λέγων ὅτι κατὰ τοὺς καιροὺς τούτους συνέβη τὸν Λὼτ αἰχμα‐ λωτισθῆναι ἐκ γῆς Σοδόμων ἐκ τῶν περὶ τῶν Γοθωλλογομώρ, καὶ ἐπιδιῶξαι τὸν Ἀβραὰμ ὀπίσω αὐτῶν, καὶ ἥττησεν αὐτοὺς καὶ ἀπέστρεψεν ἀπ’ αὐτῶν πᾶσαν τὴν αἰχμαλωσίαν καὶ τὸν Λὼτ τὸν υἱὸν τοῦ ἀδελφοῦ αὐτοῦ Ἀράν. | |
20 | Ἔλεγεν οὖν ἐν ἑαυτῷ ὁ Ἀβραάμ, Κύριε, εἰ ἐν τῷ χρόνῳ τῶν ἡμερῶν μου ἀποστελεῖς τὸν ἄγγελόν σου ἐπὶ τῆς γῆς, ἆρα βλέπω τὴν ἡμέραν ἐκείνην; εἶπεν δὲ αὐτῷ ὁ θεός, Οὐχί, ἀλλὰ δεικνύω σοι τὸν τύπον τῆς ἡμέρας ἐκείνης· κάτελθε καὶ πέρασον τὸν Ἰορδά‐ | |
νην ποταμόν, καὶ ὄψει τὸν τύπον τῆς ἡμέρας ἐκείνης. | ||
91 | Ἐπέρασεν δὲ Ἀβραὰμ τὸν Ἰορδάνην ποταμὸν μετὰ τῆς δυ‐ νάμεως αὐτοῦ· καὶ ἐξῆλθεν Μελχισεδὲκ εἰς ἀπάντησιν αὐτοῦ ὑπὸ τοῦ ἁγίου πνεύματος φερόμενος, ἔχων ἐν χερσὶν αὐτοῦ ἄρτον εὐ‐ χαριστίας καὶ ποτήριον εὐλογίας. οὐκ εἶδεν δὲ Ἀβραὰμ τὸν Μελ‐ | |
5 | χισεδέκ, εἰ μὴ πρῶτον διέβη τὸν Ἰορδάνην, τουτέστιν σημεῖον τοῦ βαπτίσματος. ἰδὼν δὲ Ἀβραὰμ τὸν Μελχισεδὲκ ἐρχόμενον εἰς ἀπάντησιν αὐτῷ ἔχοντα τὸν ἄρτον τῆς εὐχαριστίας καὶ τὸ πο‐ τήριον τῆς εὐλογίας, πεσὼν Ἀβραὰμ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν προσεκύνησεν, ὅτι εἶδεν τὴν ἡμέραν κυρίου, καὶ ἐχάρη. ἀπαν‐ | |
10 | τήσας δὲ αὐτῷ Μελχισεδὲκ ὁ βασιλεὺς Ἱερουσαλήμ, ἱερεὺς ὢν τοῦ θεοῦ τοῦ ὑψίστου, ηὐλόγησε τὸν Ἀβραὰμ καὶ εἶπεν, Εὐλογητὸς Ἀβραὰμ τῷ θεῷ τῷ ὑψίστῳ, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ εὐλογητὸς ὁ θεὸς ὁ ὕψιστος, ὃς παρέδωκε τοὺς ἐχθρούς σου ὑποχειρίους σου. καὶ ἔδωκεν αὐτῷ Ἀβραὰμ δεκάτην ἀπὸ πάντων. | |
15 | Ἐστὶν οὖν ὁ Μελχισεδὲκ ἄνθρωπος ἐκ τῆς φυλῆς τοῦ Χάμ, μετατεθεὶς ἐκ τῆς φυλῆς αὐτοῦ ἐκ τῆς χώρας τῶν Χαναναίων εἰς τὸ πέραν τοῦ Ἰορδάνου εἰς Σαλὴμ πόλιν, οὗ καὶ τὴν κώμην ἐθεα‐ σάμην. Ἐγένετο δὲ ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου κατὰ τὴν γραφὴν | |
20 | ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος. μετετέθη δὲ εἰς Σαλὴμ κώ‐ μην. ἥτις ἑρμηνεύεται εἰρήνη. περὶ οὗ μέμνηται ὁ ἀπόστολος | |
Παῦλος Ἑβραίοις ἐπιστέλλων, „ὤμοσεν κύριος, καὶ οὐ μεταμελη‐ | ||
92 | θήσεται· σὺ εἶς ἱερεὺς [εἰς τὸν αἰῶνα] κατὰ τὴν τάξιν Μελχισε‐ δέκ·“ περὶ οὗ πολὺς ἡμῖν ὁ λόγος καὶ ἀληθῆ ἐλέχθη ὑπὸ τοῦ γέ‐ ροντος. | |
4t | Ἐπίγραμμα | |
5 | Οὗτός ἐστιν ὁ Μελχισεδὲκ ὁ πηλίκος ὁ ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου, ὁ τοὺς κατὰ νόμον Μωϋσέως ἱερεῖς ἀποδεκατῶν. οὗ‐ τός ἐστιν ὁ βασιλεὺς τῆς εἰρήνης καὶ τῆς δικαιοσύνης ἅμα καὶ ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου, ὁ ἀφωμοιωμένος τῷ υἱῷ τοῦ θεοῦ, ὁ τὴν ἱερωσύνην μήτε ἐκ διαδοχῆς ἑτέρων ἱερέων παραλαβὼν | |
10 | μήτε ἑτέροις ἱερεῦσι παραπέμψας. οὗτός ἐστιν ὁ μὴ κατὰ νό‐ μον Μωϋσέως τὰς λατρείας ἐπιτελῶν, ἀλλ’ ἑτέροις κρείττοσι συμβόλοις ἱερουργῶν. οὗτός ἐστιν ὁ τὸν πατριάρχην Ἀβραὰμ εὐλογήσας, ὁ ἀπάτωρ καὶ ἀμήτωρ καὶ μὴ γενεαλογούμενος ἐξ αὐτῶν, ὁ μόνος ἱερεὺς καὶ βασιλεὺς ὁ ἀφωμοιωμένος τῷ υἱῷ τοῦ | |
15 | θεοῦ καὶ αὐτὸς ἀξιωθεὶς τοσούτων ἀγαθῶν μηνυτής. οεʹ. Τούτῳ τῷ ἔτει τοῦ Ἀβραὰμ Θάρα ὁ πατὴρ αὐτοῦ ἀπέθανεν ζήσας ἔτη σμεʹ. ἐν τῷ αὐτῷ χρόνῳ εἶπε κύριος πρὸς Ἀβραάμ, Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ ἐκ τοῦ οἴκου | |
20 | τοῦ πατρός σου, καὶ δεῦρο εἰς τὴν γῆν ἣν ἄν σοι δείξω, καὶ | |
93 | ποιήσω σε εἰς ἔθνος μέγα καὶ εὐλογήσω σε καὶ μεγαλυνῶ τὸ ὄνο‐ μά σου, καὶ ἔσῃ εὐλογημένος, καὶ εὐλογήσω τοὺς εὐλογοῦντάς σε καὶ τοὺς καταρωμένους σε καταράσομαι, καὶ ἐνευλογηθή‐ σονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς. καὶ ἐπορεύθη Ἀβραὰμ | |
5 | καθάπερ ἐλάλησεν αὐτῷ κύριος, καὶ ᾤχετο μετ’ αὐτοῦ Λώτ. Ἀβραὰμ δὲ ἦν ἐτῶν πέντε καὶ ἑβδομήκοντα, ὅτε θείου χρησμοῦ καταξιοῦται καὶ τῆς πρὸς αὐτὸν γενομένης ἐπαγγελίας. καὶ ἐξῆλ‐ θεν ἐκ Χαῤῥὰν εἰς γῆν Χαναάν· διέτριψεν δὲ Ἀβραὰμ εἰς γῆν Χα‐ ναὰν ἕτερα ἔτη κεʹ. | |
10 | Τούτῳ τῷ ἑβδομηκοστῷ πέμπτῳ ἔτει τοῦ Ἀβραὰμ περὶ ἡλίου δυσμὰς ἔκστασις ἐπέπεσεν ἐπ’ αὐτόν· καὶ ἰδοὺ φόβος σκο‐ τεινὸς μέγας ἐπιπίπτει αὐτῷ, καὶ ἐῤῥέθη πρὸς Ἀβραάμ, Γινώ‐ σκων γνώσῃ ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ· καὶ δουλώσουσιν αὐτοὺς καὶ κακώσουσιν αὐτοὺς τετρακόσια καὶ | |
15 | τριάκοντα ἔτη· τὸ δὲ ἔθνος ᾧ δουλεύσωσι κρινῶ ἐγώ. μετὰ δὲ ταῦτα ἐξελεύσονται ὧδε μετὰ ἀποσκευῆς πολλῆς, σὺ δὲ ἀπελεύ‐ σῃ πρὸς τοὺς πατέρας σου, τραφεὶς μετ’ εἰρήνης ἐν γήρει καλῷ τετάρτῃ δὲ γενεᾷ ἀποστραφήσονται ὧδε. | |
Καὶ Μωϋσῆς δὲ ἐν Ἐξόδῳ συνᾴδει λέγων, „ἡ δὲ κατοίκησις | ||
94 | τῶν υἱῶν Ἰσραήλ, ἣν κατῴκησαν ἐν Αἰγύπτῳ καὶ ἐν γῇ Χαναὰν αὐτοὶ καὶ οἱ πατέρες αὐτῶν ἔτη υλʹ.“ Ἀβραὰμ ἕτερα ἔτη κεʹ, ὁμοῦ ͵γυλβʹ. ἐπέζησεν οεʹ, ὁμοῦ ροεʹ. | |
5 | οϛʹ. Πρῶτον ἔτος τῆς τοῦ θεοῦ πρὸς τὸν Ἀβραὰμ ἐπαγγελίας. ἀπὸ οϛʹ ἔτους καὶ αὐτοῦ Ἀβραὰμ ἐπὶ Μωϋσέα, ἤγουν παʹ ἔτος τῆς ἐκείνου ἡλικίας καὶ τὴν ἐξ Αἰγύπτου πορείαν τοῦ Ἑβραίων ἔθνους, ἔτη τυγχάνει υλʹ. ὧν μέμνηται Παῦλος Γαλάταις ἐπι‐ | |
10 | στέλλων, „διαθήκην προκεκηρυγμένην ὑπὸ τοῦ θεοῦ εἰς Χριστὸν ὁ μετὰ ἔτη υλʹ γεγονὼς νόμος οὐκ ἀκυροῖ.“ οζʹ, οηʹ, οθʹ, πʹ, παʹ, πβʹ, πγʹ, πδʹ, πεʹ. Τούτῳ αὐτοῦ τῷ ἔτει Ἀβραάμ, λιμοῦ μεγίστου γενομένου ἐν τῇ χώρᾳ τῶν Χαναναίων, κάτεισιν εἰς Αἴγυπτον. | |
15 | Δέκατον ἔτος τῆς ἀπὸ τοῦ θεοῦ πρὸς τὸν Ἀβραὰμ ἐπαγ‐ γελίας. πϛʹ. Τούτῳ τῷ ἔτει τοῦ Ἀβραὰμ ἔτεκεν αὐτῷ Ἀγὰρ ἡ παιδίσκη τὸν Ἰσμαήλ, ἀφ’ οὗ τὸ τῶν Ἰσμαηλιτῶν γένος. οἱ δ’ αὐτοί | |
20 | εἰσιν Ἀγαρηνοὶ οἱ καὶ Σαρακηνοὶ καλούμενοι. πζʹ, πηʹ, πθʹ, ϙʹ, ϙαʹ, ϙβʹ, ϙγʹ, ϙδʹ, ϙεʹ, κʹ ἔτος τῆς ἐπαγγελίας, | |
ϙϛʹ, ϙζʹ, ϙηʹ, ϙθʹ. | ||
95 | Τούτῳ τῷ ἔτει Ἀβραὰμ ὤφθη αὐτῷ ὁ θεὸς λόγος πρὸς τῇ δρυῒ τῇ Μαμβρῇ, καὶ δύο ἄγγελοι σὺν αὐτῷ οἱ καὶ ὑποδεχθέντες ἐν τῇ σκηνῇ. καὶ εἶπεν αὐτῷ, Ἐγώ εἰμι ὁ θεός σου· εὐαρέστει ἐνώπιόν μου καὶ γίνου ἄμεμπτος, καὶ θήσομαι τὴν διαθήκην μου | |
5 | ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σοῦ καὶ πληθυνῶ σε σφόδρα. καὶ ἔπεσεν Ἀβραὰμ ἐπὶ πρόσωπον αὐτοῦ. καὶ ἐλάλησεν αὐτῷ ὁ θεὸς λέγων, Ἐγὼ ἰδοὺ ἡ διαθήκη μου μετὰ σοῦ. καὶ ἔσῃ πα‐ τὴρ πλήθους ἐθνῶν, καὶ οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Ἀβράμ, ἀλλ’ ἔσται τὸ ὄνομά σου Ἀβραάμ, ὅτι πατέρα πολλῶν | |
10 | ἐθνῶν τέθεικά σε, καὶ αὐξανῶ σε σφόδρα, καὶ θήσω τὴν δια‐ θήκην μου ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου μετὰ σὲ εἰς τὰς γενεὰς αὐτῶν. καὶ μεθ’ ἕτερα, καὶ εἶπεν ὁ θεὸς πρὸς Ἀβραάμ, Σάρα ἡ γυνή σου, οὐ κληθήσεται τὸ ὄνομα αὐτῆς Σάρα, ἀλλὰ Σάῤῥα ἔσται τὸ ὄνομα αὐτῆς. καὶ εὐλογή‐ | |
15 | σω αὐτήν, καὶ δώσω σοι ἐξ αὐτῆς τέκνον, καὶ ἔσται σοι εἰς ἔθνη καὶ βασιλεῖς ἐθνῶν ἐξ αὐτοῦ ἐξελεύσονται. καὶ ἔπεσεν ἐπὶ πρόσ‐ ωπον καὶ ἐγέλασεν ἐν τῇ διανοίᾳ αὐτοῦ λέγων, Εἰ τῷ ἑκατονταε‐ τεῖ γεννήσεται υἱός, καὶ εἰ ἡ Σάῤῥα ἐνενήκοντα ἐτῶν οὖσα τέξε‐ ται; εἶπε δὲ Ἀβραὰμ πρὸς θεόν, Ἰσμαὴλ οὗτος ζήτω ἐναντίον | |
20 | σου. εἶπε δὲ ὁ θεὸς τῷ Ἀβραάμ, Ἰδοὺ Σάῤῥα ἡ γυνή σου τέξε‐ | |
96 | ται υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσαάκ, καὶ στήσω τὴν διαθήκην μου πρὸς αὐτὸν εἰς διαθήκην αἰώνιον, εἶναι αὐτῷ θεὸς καὶ τῷ σπέρματι αὐτοῦ μετ’ αὐτόν. περὶ δὲ Ἰσμαὴλ ἰδοὺ ἐπήκουσά σου· ἰδοὺ ηὐλόγησα αὐτὸν καὶ αὐξανῶ αὐτὸν καὶ | |
5 | πληθυνῶ αὐτὸν σφόδρα· δώδεκα ἔθνη γεννήσει, καὶ δώσω αὐτὸν εἰς ἔθνος μέγα. τὴν δὲ διαθήκην μου στήσω πρὸς Ἰσαάκ, ὃν τέξεταί σοι Σάῤῥα εἰς τὸν καιρὸν τοῦτον ἐν τῷ ἐνιαυτῷ τῷ ἑτέρῳ. | |
8t | Ὅτι ϙθʹ ἐτῶν Ἀβραὰμ περιετμήθη καὶ Ἰσμαὴλ | |
9t | ἐτῶν ιδʹ | |
10 | Τούτῳ τῷ ϙθʹ ἔτει τῆς αὐτοῦ ἡλικίας Ἀβραὰμ περιετμήθη τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ καὶ Ἰσμαὴλ ὢν ἐτῶν ιδʹ καὶ πάντες οἱ οἰκογενεῖς αὐτοῦ καὶ πάντες οἱ ἀργυρώνητοι καὶ πᾶν ἄρσεν τῶν ἀνδρῶν τῶν ἐν τῷ οἴκῳ Ἀβραάμ. μετὰ ταῦτα ὤφθη αὐτῷ ὁ θεὸς πρὸς τῇ δρυῒ τῇ Μαμβρῇ, καθημένου αὐτοῦ ἐπὶ | |
15 | τῆς θύρας τῆς σκηνῆς αὐτοῦ μεσημβρίας. ἀναβλέψας δὲ τοῖς ὀφθαλμοῖς εἶδεν, καὶ ἰδοὺ τρεῖς ἄγγελοι εἱστήκεισαν ἐπάνω αὐ‐ τοῦ, καὶ ἰδὼν προσέδραμεν εἰς συνάντησιν αὐτοῖς ἀπὸ τῆς θύ‐ ρας τῆς σκηνῆς αὐτοῦ, καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν, καὶ εἶ‐ πεν, Κύριε, εἰ ἄρα ηὗρον χάριν ἐναντίον σου, μὴ παρέλθῃς | |
20 | τὸν παῖδά σου. ληφθήτω δὴ ὕδωρ καὶ νιψάτωσαν τοὺς πό‐ | |
δας ὑμῶν, καὶ καταψύξατε ὑπὸ τὸ δένδρον, καὶ λήψομαι ἄρ‐ | ||
97 | τον, καὶ φάγεσθε· καὶ μετὰ τοῦτο παρελεύσεσθε εἰς τὴν ὁδὸν ὑμῶν οὗ εἵνεκεν ἐξεκλίνατε πρὸς τὸν παῖδα ὑμῶν. καὶ εἶπαν, Οὕτω ποίησον καθὰ εἴρηκας. καὶ ἔσπευσεν Ἀβραὰμ ἐπὶ τὴν σκη‐ νὴν πρὸς Σάῤῥαν, καὶ εἶπεν αὐτῇ, Σπεῦσον καὶ φύρασον τρία | |
5 | μέτρα σεμιδάλεως, καὶ ποίησον ἐγκρυφίας. καὶ εἰς τὰς βόας ἔδραμεν Ἀβραάμ, καὶ ἔλαβε μοσχάριον ἁπαλὸν καὶ καλόν, καὶ ἔδωκε τῷ παιδὶ καὶ ἐτάχυνε τοῦ ποιῆσαι αὐτό. ἔλαβε δὲ βούτυ‐ ρον καὶ γάλα καὶ τὸ μοσχάριον [ὃ ἐποίησε], καὶ παρέθηκεν αὐ‐ τοῖς, καὶ ἔφαγον. αὐτὸς δὲ παρειστήκει αὐτοῖς ὑπὸ τὸ δένδρον. | |
10 | εἶπε δὲ πρὸς αὐτόν, Ποῦ Σάῤῥα ἡ γυνή σου; ὁ δὲ ἀποκριθεὶς εἶπεν, Ἰδοὺ ἐν τῇ σκηνῇ. εἶπε δέ, Ἐπαναστρέφων ἥξω πρὸς σὲ κατὰ τὸν καιρὸν τοῦτον εἰς ὥρας, καὶ τέξεται υἱὸν Σάῤῥα ἡ γυ‐ νή σου. Σάῤῥα δὲ ἤκουσε πρὸς τῇ θύρᾳ τῆς σκηνῆς οὖσα ὄπι‐ σθεν αὐτοῦ. Ἀβραὰμ δὲ καὶ Σάῤῥα πρεσβύτεροι προβεβηκότες | |
15 | ἡμερῶν. ἐξέλιπεν δὲ Σάῤῥᾳ γίνεσθαι τὰ γυναικεῖα. ἐγέλασε δὲ Σάῤῥα ἐν ἑαυτῇ λέγουσα, Οὔπω μέν μοι γέγονεν ἕως τοῦ νῦν· ὁ δὲ κύριός μου πρεσβύτερος. καὶ εἶπε κύριος πρὸς Ἀβραάμ, Τί ὅτι ἐγέλασεν Σάῤῥα ἐν ἑαυτῇ λέγουσα, Ἆρά γε ἀληθῶς τέξο‐ μαι; ἐγὼ δὲ γεγήρακα. μὴ ἀδυνατεῖ παρὰ τῷ θεῷ ῥῆμα; εἰς | |
20 | τὸν καιρὸν τοῦτον ἐπιστρέψω πρὸς σὲ εἰς ὥρας, καὶ ἔσται τῇ | |
98 | Σάῤῥᾳ υἱός. ἠρνήσατο δὲ Σάῤῥα, λέγουσα ὅτι Οὐκ ἐγέλασα· ἐφοβήθη γάρ. καὶ εἶπεν, Οὐχί, ἀλλ’ ἐγέλασας. Καὶ μετὰ τὸ Σόδομα καὶ Γόμοῤῥα καταστραφῆναι κύριος ἐπεσκέψατο τὴν Σάῤῥαν, καθὰ εἶπεν· καὶ ἐποίησε κύριος τῇ | |
5 | Σάῤῥᾳ καθὰ ἐλάλησεν. καὶ συλλαβοῦσα ἔτεκε Σάῤῥα τῷ Ἀβραὰμ υἱὸν εἰς τὸ γῆρας εἰς τὸν καιρὸν καθὰ ἐλάλησεν αὐτῷ κύριος. | |
7t | Ὅτι ρʹ ἐτῶν ὑπῆρχεν Ἀβραὰμ ὅτε ἐτέχθη Ἰσαάκ | |
8 | Τούτῳ τῷ ἑκατοστῷ ἔτει τοῦ Ἀβραὰμ γίνεται αὐτῷ παῖς γνήσιος Ἰσαάκ, ᾧ ἐπέζησεν ἔτη οεʹ. | |
10 | Πρώτῳ προφητῶν ὄντι τῷ Ἀβραὰμ ὁ τοῦ θεοῦ λόγος φανεὶς ἐν ἀνθρώπου σχήματι τὴν τῶν ἐθνῶν κλῆσιν θεσπίζει, ἣν καθ’ ἡμᾶς ὁ τοῦ Χριστοῦ λόγος εἰς πέρας ἤγαγεν διὰ τῆς εἰς πάντα τὰ ἔθνη εὐαγγελικῆς διδασκαλίας. Ἰσαὰκ ξʹ, ὁμοῦ ͵γυϙβʹ. | |
15 | ἐπέζησεν ρκʹ, ὁμοῦ ρπʹ. Ἐκάλεσεν Ἀβραὰμ τὸ ὄνομα τοῦ υἱοῦ αὐτοῦ τοῦ γενομένου αὐτῷ, ὃν ἔτεκεν αὐτῷ Σάῤῥα, Ἰσαάκ. περιέτεμεν δὲ Ἀβραὰμ τὸν Ἰσαὰκ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, καθὰ ἐνετείλατο αὐτῷ ὁ θεός. λʹ ἔτος τῆς ἐπαγγελίας. | |
20 | αʹ, βʹ, γʹ, δʹ, εʹ, ϛʹ, ζʹ, ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ, ιγʹ, ιδʹ, ιεʹ. | |
99 | μʹ ἔτος τῆς ἐπαγγελίας. ιϛʹ, ιζʹ, ιηʹ, ιθʹ, κʹ, καʹ, κβʹ, κγʹ, κδʹ, κεʹ. νʹ ἔτος τῆς ἐπαγγελίας. κϛʹ, κζʹ, κηʹ, κθʹ, λʹ, λαʹ, λβʹ, λγʹ, λδʹ, λεʹ. | |
5 | ξʹ ἔτος τῆς ἐπαγγελίας. Τούτῳ τῷ τριακοστῷ πέμπτῳ ἔτει τοῦ Ἰσαὰκ καὶ ρλεʹ τοῦ Ἀβραὰμ ἐπείρασε τὸν Ἀβραὰμ ὁ θεός, καὶ εἶπεν αὐτῷ, Ἀβραὰμ Ἀβραάμ. ὁ δὲ εἶπεν, Ἰδοὺ ἐγώ. καὶ εἶπεν, Λάβε τὸν υἱόν σου τὸν ἀγαπητόν, ὃν ἠγάπησας, τὸν Ἰσαάκ, καὶ πορεύθητι εἰς | |
10 | τὴν γῆν τὴν ὑψηλήν, καὶ ἀνάγαγε αὐτὸν ἐκεῖ εἰς ὁλοκάρπωσιν ἐφ’ ἓν τῶν ὀρέων ὧν ἐάν σοι εἴπω. ἀναστὰς δὲ Ἀβραὰμ τὸ πρωὶ ἐπέσαξεν τὴν ὄνον αὐτοῦ, παρέλαβε δὲ μεθ’ ἑαυτοῦ δύο παῖδας καὶ Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ. καὶ σχίσας ξύλα εἰς ὁλοκάρ‐ πωσιν ἀναστὰς ἐπορεύθη· καὶ ἦλθεν ἐπὶ τὸν τόπον ὃν εἶπεν | |
15 | αὐτῷ ὁ θεὸς τῇ ἡμέρᾳ τῇ τρίτῃ. καὶ ἀναβλέψας Ἀβραὰμ τοῖς ὀφθαλμοῖς εἶδεν τὸν τόπον ἀπὸ μακρόθεν. καὶ εἶπεν Ἀβραὰμ τοῖς παισὶν αὐτοῦ, Καθίσατε αὐτοῦ μετὰ τῆς ὄνου· ἐγὼ δὲ καὶ τὸ παιδάριον πορευσόμεθα ἕως ὧδε, καὶ προσκυνήσαντες ἀνα‐ στρέψομεν πρὸς ὑμᾶς. ἔλαβε δὲ Ἀβραὰμ τὰ ξύλα τῆς ὁλοκαρ‐ | |
20 | πώσεως καὶ ἐπέθηκεν Ἰσαὰκ τῷ υἱῷ αὐτοῦ. ἔλαβεν δὲ μετὰ χεῖ‐ | |
100 | ρας τὸ πῦρ καὶ τὴν μάχαιραν, καὶ ἐπορεύθησαν οἱ δύο ἅμα. εἶπε δὲ Ἰσαὰκ πρὸς Ἀβραὰμ τὸν πατέρα αὐτοῦ, Πάτερ; ὁ δὲ εἶπεν, Τί ἔστι τέκνον; εἶπε δέ, Ἰδοὺ τὸ πῦρ καὶ τὰ ξύλα· ποῦ ἐστι τὸ πρόβατον τὸ εἰς τὴν ὁλοκάρπωσιν; εἶπε δὲ Ἀβραάμ, ὁ | |
5 | θεὸς ὄψεται ἑαυτῷ πρόβατον εἰς ὁλοκάρπωσιν, τέκνον. πορευ‐ θέντες δὲ ἀμφότεροι ἅμα ἦλθον ἐπὶ τὸν τόπον ὃν εἶπεν αὐτῷ ὁ θεός. καὶ ᾠκοδόμησεν ἐκεῖ Ἀβραὰμ θυσιαστήριον, καὶ ἐπέθη‐ κεν τὰ ξύλα, καὶ συμποδίσας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπέθηκεν αὐτὸν ἐπὶ τὸ θυσιαστήριον ἐπάνω τῶν ξύλων. καὶ ἐξέτεινεν | |
10 | Ἀβραὰμ τὴν χεῖρα αὐτοῦ λαβεῖν τὴν μάχαιραν σφάξαι τὸν υἱὸν αὐτοῦ. καὶ ἐκάλεσεν αὐτὸν ἄγγελος κυρίου ἐκ τοῦ οὐρανοῦ, καὶ εἶπεν αὐτῷ, Ἀβραὰμ Ἀβραάμ. ὁ δὲ εἶπεν, Ἰδοὺ ἐγώ. καὶ εἶ‐ πεν, Μὴ ἐπιβάλῃς τὴν χεῖρά σου ἐπὶ τὸ παιδάριον μηδὲ ποιήσῃς αὐτῷ μηδέν. νῦν γὰρ ἔγνων ὅτι φοβῇ τὸν θεὸν σὺ καὶ οὐκ ἐφείσω | |
15 | τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι’ ἐμέ. καὶ ἀνέβλεψεν Ἀβραὰμ τοῖς ὀφθαλμοῖς αὐτοῦ καὶ εἶδεν. καὶ ἰδοὺ κριὸς εἷς κατεχόμε‐ νος ἐν φυτῷ Σαβὲκ τῶν κεράτων· καὶ ἐπορεύθη Ἀβραάμ, καὶ ἔλαβε τὸν κριόν, καὶ ἀνήνεγκεν αὐτὸν εἰς ὁλοκάρπωσιν ἀντὶ Ἰσαὰκ τοῦ υἱοῦ αὐτοῦ. καὶ ἐκάλεσεν Ἀβραὰμ τὸ ὄνομα τοῦ τόπου | |
20 | ἐκείνου Κύριος εἶδεν, ἵνα εἴπωσιν σήμερον ἐν τῷ ὄρει κύριος | |
101 | ὤφθη. καὶ ἐκάλεσεν ἄγγελος κυρίου τὸν Ἀβραὰμ ἐκ τοῦ δευτέ‐ ρου ἐκ τοῦ οὐρανοῦ, λέγων, Κατ’ ἐμαυτοῦ ὤμοσα, λέγει κύριος, οὗ εἵνεκεν ἐποίησας τὸ ῥῆμα τοῦτο καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι’ ἐμέ. ἦ μὴν εὐλογῶν εὐλογήσω σε καὶ | |
5 | πληθύνων πληθυνῶ τὸ σπέρμα σου ὡς τοὺς ἀστέρας τοῦ οὐρα‐ νοῦ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης. καὶ κληρονομήσει τὸ σπέρμα σου τὰς πόλεις τῶν ὑπεναντίων, καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς ἀνθ’ ὧν ὑπήκουσας τῆς ἐμῆς φωνῆς. ὑπέστρεψεν δὲ Ἀβραὰμ | |
10 | πρὸς τοὺς παῖδας αὐτοῦ, καὶ ἀναστάντες ἐπορεύθησαν ἅμα ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου, καὶ κατῴκησεν Ἀβραὰμ ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου. | |
Οὗτος ὁ μέγας πατριάρχης Ἀβραὰμ ὁ πρῶτος ἀνθρώπων | ||
102 | καταλείψας πατρίδα καὶ γένος καὶ ἔθνος, καὶ πιστεύσας τῷ θεῷ καὶ δικαιωθείς, διὰ τοῦτο καὶ τὰς ἐπαγγελίας ἔλαβεν τοῦ θεοῦ, ἃς πρὸς αὐτὸν ἐποιήσατο ὁ θεός, ὁ ἐκ νενεκρωμένου σώματος καὶ νενεκρωμένης μήτρας μυριάδας συστησάμενος, ὁ τὸν εὐλο‐ | |
5 | γημένον καρπὸν ὡς ἀπὸ ῥίζης φὺς τῷ κόσμῳ, δι’ οὗ κόσμος εὐ‐ λογεῖται καὶ ἀνακτίζεται, ὁ δι’ ἔργων καὶ δι’ ἐπαγγελιῶν μη‐ νύων τῷ κόσμῳ τὴν ἐκ νεκρῶν ἀνάστασιν, δι’ ἐπαγγελιῶν μέν, ὡς τὸ „ἐνευλογηθήσονται ἐν σοὶ καὶ ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη“, καθάπερ καὶ ὁ ἀπόστολος βοᾷ, „τῷ δὲ Ἀβραὰμ ἐῤῥέθη‐ | |
10 | σαν αἱ ἐπαγγελίαι καὶ τῷ σπέρματι αὐτοῦ, ὅς ἐστιν Χριστόσ“· δι’ ἔργων δέ, ὅτε τὸν μονογενῆ υἱὸν εἰς θυσίαν προσήνεγκεν. οὕτω γὰρ λέγει ὁ κύριος, „Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἰδεῖν τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδεν καὶ ἐχάρη.“ ὁ δὲ ἀπόστο‐ λος Παῦλος βοᾷ, „πίστει προσήνεγκεν Ἀβραὰμ τὸν Ἰσαὰκ πειρα‐ | |
15 | ζόμενος, καὶ τὸν μονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγελίας ἀναδε‐ ξάμενος, πρὸς ὃν ἐλαλήθη ὅτι ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα, λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγεῖραι δυνατὸς ὁ θεός· ὅθεν αὐ‐ τὸν καὶ ἐν παραβολῇ ἐκομίσατο. πάλιν γὰρ καὶ ἐν τῇ πρὸς Ῥω‐ μαίους βοᾷ, „καθὼς γέγραπται, πατέρα πολλῶν ἐθνῶν τεθεικά | |
20 | σε, κατέναντι οὗ ἐπίστευσεν θεοῦ τοῦ ζωογονοῦντος τοὺς νε‐ | |
κροὺς καὶ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα, ὃς παρ’ ἐλπίδα ἐπ’ | ||
103 | ἐλπίδι ἐπίστευσεν εἰς τὸ γενέσθαι αὐτὸν πατέρα πολλῶν ἐθνῶν κατὰ τὸ εἰρημένον, οὕτως ἔσται τὸ σπέρμα σου, καὶ μὴ ἀσθε‐ νήσας τῇ πίστει οὐ κατενόησε τὸ ἑαυτοῦ σῶμα ἤδη νενεκρωμένον, ἑκατονταετής που ὑπάρχων, καὶ τὴν νέκρωσιν τῆς μήτρας Σάῤ‐ | |
5 | ῥας. εἰς δὲ τὴν ἐπαγγελίαν τοῦ θεοῦ οὐ διεκρίθη τῇ ἀπιστίᾳ, ἀλλ’ ἐνεδυναμώθη τῇ πίστει, δοὺς δόξαν τῷ θεῷ καὶ πληρο‐ φορηθεὶς ὅτι ὃ ἐπήγγελται δυνατός ἐστιν καὶ ποιῆσαι· διὸ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. οὐκ ἐγράφη δὲ δι’ αὐτὸν μόνον ὅτι ἐλογίσθη αὐτῷ, ἀλλὰ καὶ δι’ ἡμᾶς, οἷς μέλει λογίζεσθαι | |
10 | τοῖς πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν τὸν κύριον ἡμῶν ἐκ νεκρῶν, ὃς παρεδόθη διὰ τὰ παραπτώματα ἡμῶν καὶ ἠγέρθη διὰ τὴν δικαιοσύνην ἡμῶν.“ τὸ δὲ πορευθῆναι τρεῖς ἡμέρας ἕως οὗ φθάσει τὸν τόπον ὃν ἔδειξεν αὐτῷ ὁ θεός, ἵνα ἀνενέγκῃ τὸν υἱὸν αὐτοῦ εἰς θυσίαν ἐφ’ ἓν τῶν ὀρέων, καθὼς γέγραπται, | |
15 | καὶ τὸ ἀντὶ τοῦ γνησίου καὶ φυσικοῦ υἱοῦ δεῖξαι αὐτῷ κριόν, ἵνα προσενέγκῃ, πάντα σύμβολα ἦσαν καὶ τύποι τοῦ κατὰ Χριστὸν μυστηρίου τοῦ πάθους καὶ τῆς ἀναστάσεως· πᾶσα γὰρ ἡ γραφὴ πρὸς τοῦτον τὸν σκοπὸν ὁρᾷ. λϛʹ. | |
20 | Τούτῳ τῷ τριακοστῷ ἕκτῳ ἔτει τοῦ Ἰσαὰκ Σάῤῥα ἡ γυνὴ | |
Ἀβραὰμ ἀπέθανεν ζήσασα ἔτη ρκζʹ. | ||
104 | λζʹ, ληʹ, λθʹ, μʹ. Τούτῳ τῷ ἔτει τῆς αὐτοῦ ἡλικίας Ἰσαὰκ ἔλαβε γυναῖκα τὴν Ῥεβέκκαν, ὄντος Ἀβραὰμ τοῦ πατρὸς αὐτοῦ ἐτῶν ρμʹ. μαʹ, μβʹ, μγʹ, μδʹ, μεʹ. | |
5 | οʹ ἔτος τῆς ἐπαγγελίας. μϛ, μζʹ, μηʹ, μθʹ, νʹ, ναʹ, νβʹ, νγʹ, νδʹ, νεʹ. πʹ ἔτος τῆς ἐπαγγελίας. νϛʹ, νζʹ, νηʹ, νθʹ, ξʹ. Τούτῳ τῷ ἔτει γίνονται τῷ Ἰσαὰκ δύο παῖδες δίδυμοι ἐκ τῆς | |
10 | Ῥεβέκκας, πρῶτος Ἠσαῦ ὁ καὶ Ἐδώμ, ἀφ’ οὗ τὸ Ἰδουμαίων ἔθνος, δεύτερος Ἰακὼβ ὁ μετονομασθεὶς Ἰσραήλ, ἀφ’ οὗ Ἰσραηλῖται οἱ καὶ Ἰουδαῖοι. Ἰσαὰκ προεφήτευσε περὶ Ἰακώβ, λέγων, Δουλευσάτωσάν σοι ἔθνη καὶ προσκυνήσουσίν σοι ἄρχοντες. καὶ γίνου κύριος | |
15 | τοῦ ἀδελφοῦ σου. Οὗτος Ἰσαὰκ ὁ συγκληρονόμος τῶν ἐπαγγελιῶν καὶ τῶν εὐ‐ λογιῶν τοῦ θεοῦ τῶν γενομένων πρὸς Ἀβραὰμ τὸν αὐτοῦ πατέρα, ὃς τύπος ἐγένετο τῆς σφαγῆς τοῦ δεσπότου Χριστοῦ, τριημέρως βαδίσας ἐπὶ τὸ θανεῖν καὶ μετὰ ταῦτα ζῶν ὑποστρέψας, ὁ ἐν | |
20 | τοῖς ἰδίοις ὤμοις τὰ ξύλα τῆς ἑαυτοῦ θυσίας βαστάξας, ὥσπερ καὶ ὁ δεσπότης Χριστὸς τὸν ἑαυτοῦ σταυρὸν ἐπὶ τοὺς ὤμους | |
ἐβάσταξεν, ὅτι προαιρέσει θανὼν καὶ ὑπὸ τοῦ θεοῦ ζωωθείς, | ||
105 | οὗπερ ἀντάλλαγμα πρόβατον ἐσφάγη. καὶ ἤκουσεν ὁ πατὴρ παρὰ θεοῦ ὅτι οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ· οὕτω καὶ ἐπὶ τοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ θεοῦ λέλεκται, ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν. | |
5 | καὶ ἡ σὰρξ μόνη ἐστὶν ἡ δοθεῖσα ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς, ἐπειδὴ ἀδύνατον τὴν θεότητα θανεῖν. τῆς σαρκὸς διδομένης τὸν ἴδιον υἱὸν δεδόσθαι λέγει ἡ γραφή, ἀντάλλαγμα καὶ ἀντί‐ δειξιν οὖσαν τοῦ υἱοῦ κατὰ τὸν τύπον τοῦ μακαρίου Ἰσαάκ. οὕτω γὰρ εἶπεν ὁ κύριος ὅτι Ἀβραὰμ ἠγαλλιάσατο ἰδεῖν τὴν ἡμέ‐ | |
10 | ραν τὴν ἐμήν, καὶ εἶδεν καὶ ἐχάρη. οὗτός ἐστιν Ἰσαὰκ ὁ ἀκου‐ σίως παραδοὺς τὴν ἐπηγγελμένην αὐτῷ καὶ τῷ πατρὶ αὐτοῦ εὐ‐ λογίαν ὑπὸ τοῦ θεοῦ τῷ Ἰακώβ, φάσκων, Δουλευσάτωσάν σοι ἔθνη καὶ προσκυνησάτωσάν σοι ἄρχοντες. καὶ γίνου κύριος τοῦ ἀδελφοῦ σου· καὶ προσκυνήσουσίν σοι οἱ υἱοὶ τοῦ πατρός | |
15 | σου. ὁ καταρώμενός σε ἐπικατάρατος· ὁ δὲ εὐλογῶν σε εὐλο‐ γημένος. ταῦτα δὲ πάντα ἐπὶ τοῦ Ἰακὼβ οὐχ ὁρῶμεν γενόμενα, ἀλλὰ καὶ μᾶλλον αὐτὸς ἑπτάκις πεσὼν ἐπὶ τὴν γῆν προσεκύνησεν τῷ Ἠσαῦ. καὶ τριάκοντα βασιλεῖς ἐβασίλευσαν ἐκ τοῦ Ἠσαῦ, πρὶν ἢ βασιλεῦσαι βασιλέα ἐν Ἰσραήλ, ὥστε αἱ εὐλογίαι ἐπὶ τὸν | |
20 | προσδοκώμενον ἐξ αὐτῶν δεσπότην Χριστὸν παραπέμπουσιν, | |
πρὸς ὃν πᾶς ὁ σκοπὸς τῆς θείας γραφῆς ἀφορᾷ. | ||
106 | Ἰακὼβ πγʹ, ὁμοῦ ͵γφοεʹ. Ἐξ Ἑβραίων Ἰακὼβ μέχρι τῆς τοῦ παιδὸς Ἰωσὴφ ἀρχῆς τῆς ἐν Αἰγύπτῳ ἔζησεν ἔτη ρλζʹ, καὶ μετὰ ταῦτα ἕτερα ἔτη ιζʹ, ὁμοῦ ρνδʹ. | |
5 | βʹ, γʹ, δʹ, εʹ. ϙʹ ἔτος τῆς ἐπαγγελίας. ϛʹ, ζʹ, ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ, ιγʹ, ιδʹ, ιεʹ. ρʹ ἔτος τῆς ἐπαγγελίας. ιϛʹ, ιζʹ, ιηʹ, ιθʹ, κʹ, καʹ, κβʹ, κγʹ, κδʹ, κεʹ. | |
10 | ριʹ ἔτος τῆς ἐπαγγελίας. κϛʹ, κζʹ, κηʹ, κθʹ, λʹ, λαʹ, λβʹ, λγʹ, λδʹ, λεʹ. ρκʹ ἔτος τῆς ἐπαγγελίας. λϛʹ, λζʹ, ληʹ, λθʹ, μʹ. ρʹ ἔτος τοῦ Ἰσαάκ. | |
15 | μαʹ, μβʹ, μγʹ, μδʹ, μεʹ. ρλʹ ἔτος τῆς ἐπαγγελίας. μϛʹ, μζʹ, μηʹ, μθʹ, νʹ, ναʹ, νβʹ, νγʹ, νδʹ, νεʹ. ρμʹ ἔτος τῆς ἐπαγγελίας. νϛʹ, νζʹ, νηʹ, νθʹ, ξʹ. | |
20 | ρκʹ ἔτος Ἰσαάκ. | |
ξαʹ, ξβʹ, ξγʹ. | ||
107 | Τούτῳ τῷ ἔτει τῆς αὐτοῦ ἡλικίας Ἰακὼβ κάτεισιν εἰς τὴν Μεσοποταμίαν πρὸς Λάβαν τὸν ἀδελφὸν τῆς μητρὸς αὐτοῦ, καὶ δουλεύει παρ’ αὐτῷ ἔτη κʹ, χάριν Λείας καὶ Ῥαχήλ. καὶ γίνον‐ ται αὐτῷ παῖδες ἐκεῖσε τέσσαρις, Ῥουβήν, Συμεών, Λευὶ καὶ | |
5 | Ἰούδας. ξδʹ, ξεʹ. ρνʹ ἔτος τῆς ἐπαγγελίας. ξϛʹ, ξζʹ, ξηʹ, ξθʹ, οʹ, οαʹ, οβʹ, ογʹ, οδʹ, οεʹ. ρξʹ ἔτος τῆς ἐπαγγελίας. | |
10 | οϛʹ, οζʹ, οηʹ, οθʹ, πʹ. Ἰακὼβ ὀγδοηκοστῷ ἔτει τῆς αὐτοῦ ἡλικίας γεννᾷ τὸν Ῥουβήν. παʹ. Τούτῳ τῷ ἔτει Ἰακὼβ γεννᾷ τὸν Συμεών. πβʹ, πγʹ. | |
15 | Τούτῳ τῷ ἔτει γεννᾷ Ἰακὼβ τὸν Λευί. Οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Ἰακώβ, ἀλλ’ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου, ὅτι ἐνίσχυσας μετὰ θεοῦ καὶ μετὰ ἀνθρώπων | |
δυνατῶς. | ||
108 | Οὗτος Ἰακώβ, καὶ αὐτὸς συγκληρονόμος τῶν ἐπαγγελιῶν τοῦ θεοῦ, ἐκδεχόμενος καὶ αὐτὸς τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ θεός, τουτέστιν τῆς ἐπου‐ ρανίου Ἱερουσαλήμ, ἔνθα πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Χρι‐ | |
5 | στός· εἰς ἣν κατάστασιν ἀφορᾷ πᾶσα ἡ τῶν Χριστιανῶν θρη‐ σκεία, ἣν πρῶτος πάντων ἐνεκαίνισεν ἡμῖν ὁ δεσπότης Χριστὸς ὁδὸν πρόσφατον καὶ ζῶσαν· ἣν καὶ προλέγει ὁ μέγας Ἰακὼβ παραπέμπων τῷ ἰδίῳ υἱῷ Ἰούδᾳ, εὐλογῶν αὐτόν, ἐξ οὗ καὶ ὁ τῶν ἐπαγγελιῶν ἀνεφαίνετο κύριος Ἰησοῦς Χριστός, φάσκων οὕ‐ | |
10 | τως· Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου, αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου. προσκυνησάτωσάν σοι οἱ υἱοὶ τοῦ πα‐ τρός σου. σκύμνος λέοντος Ἰούδα. ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης. ἀναπεσὼν ἐκοιμήθης, ὡς λέων καὶ ὡς σκύμνος. τίς ἐγερεῖ αὐ‐ τόν; οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν | |
15 | αὐτοῦ, ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ, καὶ αὐτὸς προσδοκία ἐθνῶν. δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ καὶ τῇ ἕλικι τὸν πῶλον τῆς ὄνου αὐτοῦ. πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ. χαροποιοὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γόλα. | |
20 | Καίτοι τοῦτον οὐ προσεκύνησαν οἱ υἱοὶ τοῦ πατρὸς αὐτοῦ, ἀλλὰ τοὐναντίον αὐτὸς προσεκύνησεν τῷ Ἰωσὴφ καὶ μετὰ θά‐ νατον τοῦ πατρός. εὔδηλον οὖν ὅτι πᾶσα ἡ προφητεία αὕτη | |
εἰς τὸν ἐξ αὐτοῦ τεχθέντα δεσπότην Χριστὸν κατὰ σάρκα ἔσχεν | ||
109 | τὸ πέρας, τό τε δυνατὸν καὶ βασιλικὸν αὐτοῦ παριστῶσα καὶ τὸ πάθος καὶ τὴν ἐκ τοῦ πάθους μακαρίαν ἀνάστασιν. Λευὶ μζʹ, ὁμοῦ ͵γχκβʹ. αʹ, βʹ. | |
5 | ροʹ ἔτος τῆς ἐπαγγελίας. γʹ. Τούτῳ τῷ τρίτῳ ἔτει τοῦ Λευὶ καὶ πϛʹ ἔτει τῆς αὐτοῦ ἡλι‐ κίας Ἰακὼβ γεννᾷ τὸν Ἰούδαν, ἐξ οὗ Ἰουδαῖοι. δʹ. Τετάρτῳ ἔτει τοῦ Λευὶ καὶ πζʹ τῆς αὐτοῦ ἡλικίας Ἰακὼβ | |
10 | γεννᾷ τὸν Ἰσσαχάρ, ὅ ἐστι μισθός. εʹ. Πέμπτῳ ἔτει τοῦ Λευὶ καὶ πηʹ τῆς αὐτοῦ ἡλικίας Ἰακὼβ γεννᾷ τὸν Ζαβουλών. ϛʹ, ζʹ. ηʹ. Ὀγδόῳ ἔτει τοῦ Λευὶ καὶ ϙαʹ ἔτει τῆς αὐτοῦ ἡλικίας Ἰα‐ | |
15 | κὼβ τίκτει τὴν Δίνα ἐκ τῆς Λείας. θʹ. Ἐνάτῳ ἔτει τοῦ Λευὶ καὶ ϙβʹ τῆς αὐτοῦ ἡλικίας Ἰακὼβ γεννᾷ τὸν Ἰωσὴφ ἐκ τῆς Ῥαχήλ. ιʹ, ιαʹ, ιβʹ. | |
ρπʹ ἔτος ἐπαγγελίας. | ||
110 | ιγʹ, ιδʹ, ιεʹ, ιϛʹ. Τούτῳ τῷ ἑκκαιδεκάτῳ ἔτει τοῦ Λευὶ καὶ ϙθʹ τῆς ἑαυτοῦ ἡλικίας Ἰακὼβ ἄνεισιν ἀπὸ τῆς Μεσοποταμίας. ιζʹ. | |
5 | Τούτῳ τῷ ἔτει τοῦ Λευὶ καὶ ρʹ τοῦ Ἰακὼβ ἦν ἔτος Ἰσαὰκ ρξʹ. ιηʹ. Τούτῳ τῷ ιηʹ ἔτει τοῦ Λευὶ καὶ ραʹ τῆς αὐτοῦ ἡλικίας Ἰα‐ κὼβ προεφήτευσεν, καὶ εἶπεν, Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου. αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου. προσκυνήσου‐ | |
10 | σίν σε οἱ υἱοὶ τοῦ πατρός σου. σκύμνος λέοντος Ἰούδα, καὶ τὰ λοιπὰ τῆς προφητείας, ὡς πρόκειται. ιθʹ, κʹ, καʹ, κβʹ. ρϙʹ ἔτος τῆς ἐπαγγελίας. κγʹ. Τούτῳ τῷ κγʹ ἔτει τοῦ Λευὶ καὶ ρϛʹ τοῦ Ἰακὼβ τὰ περὶ | |
15 | τὴν Δίναν ἐτελεῖτο καὶ Βενιαμὶν ἐτέχθη. κδʹ, κεʹ. Τῷ εἰκοστῷ πέμπτῳ ἔτει τοῖ Λευὶ καὶ ρηʹ τοῦ Ἰακὼβ Ἰω‐ σὴφ πιπράσκεται ὑπὸ τῶν ἀδελφῶν ἔτος ἄγων ιζʹ. Εἶτα οἱ κατ’ αὐτὸν ιʹ πειρασμοί. | |
20 | κϛʹ. Πρῶτον ἐζήλωσαν αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ. | |
111 | κζʹ. Εἶτα κατηγόρησαν αὐτοῦ. κηʹ. Εἶτα ἐλογίσαντο αὐτὸν ἀποκτεῖναι. εἶτα ἐνέβαλον αὐ‐ τὸν εἰς τὸν λάκκον. κθʹ. Εἶτα πιπράσκεται τοῖς Ἰσμαηλίταις. εἶτα ἐπράθη ἐν | |
5 | Αἰγύπτῳ ὑπὸ τῶν Ἰσμαηλιτῶν τῷ Πετεφρῇ. λʹ. Εἶτα ἤρξατο ἡ κυρία αὐτοῦ ἀπατᾶν αὐτὸν καὶ γυμνοῦ‐ σθαι ἔμπροσθεν αὐτοῦ καὶ παρακαλεῖν αὐτόν. λαʹ. Εἶτα μόνον αὐτὸν εὑροῦσα, καὶ ἀποκλείσασα πάσας τὰς θύρας, ἐπανέστη αὐτῷ γυμνὴ καὶ ἐβιάζετο αὐτόν. | |
10 | λβʹ. Εἶτα ἀπορήσασα αὐτοῦ κατηγόρησεν αὐτοῦ πρὸς τὸν κύριον αὐτοῦ. εἶτα ἐβλήθη ἐν τῇ εἱρκτῇ. ςʹ ἔτος τῆς ἐπαγγελίας. λγʹ, λδʹ, λεʹ, λϛʹ, λζʹ, ληʹ. Τούτῳ τῷ ληʹ ἔτει τοῦ Λευὶ Ἰωσὴφ γενόμενος ἐτῶν λʹ λύει | |
15 | τοῖς εὐνούχοις Φαραὼ ἐν τῇ εἱρκτῇ τῷ καιρῷ τοῦ δεκάτου πειρα‐ σμοῦ τοὺς ὀνείρους. Ἕως ὧδε τοῦ Ἰακώβ εἰσιν ἔτη ρκαʹ. λθʹ. | |
Τούτῳ τῷ ἔτει τοῖ Λευὶ καὶ ρκβʹ ἔτει τοῦ Ἰακὼβ γε‐ | ||
112 | νόμενος Ἰωσὴφ ἐτῶν λαʹ παρέστη τῷ Φαραὼ ἐν Αἰγύπτῳ, καὶ ἔκρινεν αὐτῷ τοὺς ὀνείρους αὐτοῦ. καὶ ἐκ τούτου τοῦ χρόνου γέγονεν αὐτὸς Ἰωσὴφ ἡγεμὼν τῆς Αἰγύπτου. Ἰωσὴφ Αἰγυπτίων ἡγεῖται ἔτη πʹ. | |
5 | Πρῶτον ἔτος ἡγεμονίας Ἰωσήφ, καὶ πρῶτον τῆς εὐθηνίας, ἐν ᾧ τριακοστὸν πρῶτον ἔτος ἦγε τῆς ἡλικίας Ἰωσήφ. μʹ, μαʹ, μβʹ. σιʹ ἔτος τῆς ἐπαγγελίας. μγʹ, μδʹ, μεʹ, μϛʹ. | |
10 | Τούτῳ τῷ μϛʹ ἔτει τοῦ Λευὶ πρῶτον ἔτος τοῦ λιμοῦ τοῦ ἐν Αἰγύπτῳ. οἱ παῖδες Ἰακὼβ εἰς Αἴγυπτον κάτεισιν ἀποσταλέντες ὑπ’ αὐτοῦ διὰ τὸν λιμόν. μζʹ. Τούτῳ τῷ μζʹ ἔτει τοῦ Λευὶ καὶ δευτέρῳ τοῦ λιμοῦ καὶ | |
15 | ἐνάτῳ τῆς ἡγεμονίας Ἰωσὴφ κάτεισιν Ἰακὼβ εἰς Αἴγυπτον, καὶ ἔστη ἐναντίον Φαραώ. εἶπε δὲ Φαραὼ τῷ Ἰακώβ, Πόσα ἔτη ἡμερῶν τῆς ζωῆς σου; καὶ εἶπεν Ἰακὼβ τῷ Φαραώ, Ἡμέραι τῶν ἐτῶν τῆς ζωῆς μου, ἃς παροικῶ, ρλʹ ἔτη. μικραὶ καὶ πο‐ νηραὶ γεγόνασιν αἱ ἡμέραι τῶν ἐτῶν τῆς ζωῆς μου. | |
20 | Καὰθ ξʹ, ὁμοῦ ͵γχπβʹ. | |
113 | αʹ, βʹ, γʹ, δʹ, εʹ. σκʹ ἔτος τῆς ἐπαγγελίας. ϛʹ, ζʹ, ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ, ιγʹ, ιδʹ, ιεʹ. σλʹ ἔτος τῆς ἐπαγγελίας. | |
5 | ιϛʹ, ιζʹ. Τούτῳ τῷ ἔτει ἑκατοστὸν τεσσαρακοστὸν ἕβδομον ἔτος ἄγων Ἰακὼβ προφητεύει περὶ τοῦ κυρίου καὶ περὶ τῆς τῶν ἐθνῶν κλή‐ σεως διὰ Χριστοῦ, εἰπών, Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ ἕως οὗ ἔλθῃ ᾧ ἀπόκειται. καὶ | |
10 | αὐτὸς ἔσται προσδοκία ἐθνῶν. δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ καὶ τῇ ἕλικι τὸν πῶλον τοῦ ὄνου αὐτοῦ, πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ. χαροποιοὶ οἱ ὀφθαλμοὶ αὐτοῦ καὶ λευκοὶ οἱ ὀδόντες ἢ γάλα. | |
15 | ιηʹ, ιθʹ, κʹ, καʹ, κβʹ, κγʹ, κδʹ, κεʹ. σμʹ ἔτος τῆς ἐπαγγελίας. κϛʹ, κζʹ, κηʹ, κθʹ, λʹ, λαʹ, λβʹ λγʹ, λδʹ, λεʹ. σνʹ ἔτος τῆς ἐπαγγελίας. λϛʹ, λζʹ, ληʹ, λθʹ, μʹ, μαʹ, μβʹ, μγʹ, μδʹ, μεʹ. | |
20 | σξʹ ἔτος τῆς ἐπαγγελίας. | |
114 | μϛʹ, μζʹ, μηʹ, μθʹ, νʹ. πʹ ἔτος Ἰωσήφ. ναʹ, νβʹ, νγʹ, νδʹ, νεʹ. σοʹ ἔτος τῆς ἐπαγγελίας. | |
5 | νϛʹ, νζʹ, νηʹ, νθʹ, ξʹ. Ἀμβρὰμ οεʹ, ὁμοῦ ͵γψνγʹ. αʹ, βʹ, γʹ, δʹ, εʹ. σπʹ ἔτος τῆς ἐπαγγελίας. ϛʹ, ζʹ ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ. | |
10 | Τούτῳ τῷ ἔτει παʹ ἔτος ἄγων τῆς ἡγεμονίας Ἰωσὴφ καὶ ριαʹ τῆς αὐτοῦ ἡλικίας τελευτᾷ τὸν βίον. Μετὰ θάνατον Ἰωσὴφ δουλεύουσιν Ἑβραῖοι τοῖς Αἰγυπτίοις ἕτερα ἔτη ρμδʹ. τὰ δὲ πάντα τῆς ἐν Αἰγύπτῳ διατριβῆς τῶν Ἰουδαίων ἔτη τυγχάνει σιεʹ, ἀριθμούμενα ἀπὸ τῆς καθόδου Ἰα‐ | |
15 | κὼβ καὶ τῶν τούτου παίδων εἰς Αἴγυπτον. ιγʹ, ιδʹ, ιεʹ. ςϙʹ ἔτος τῆς ἐπαγγελίας. ιϛʹ, ιζʹ, ιηʹ, ιθʹ, κʹ, καʹ, κβʹ, κγʹ, κδʹ, κεʹ. ἔτος τʹ τῆς ἐπαγγελίας. | |
20 | κϛʹ, κζʹ κηʹ, κθʹ, λʹ. | |
115 | Τοῦ Ἀμβρὰν Λευὶ ὁ πατὴρ αὐτοῦ ἀπέθανεν ζήσας ἔτη ρλζʹ. λαʹ, λβʹ, λγʹ, λδʹ, λεʹ. τιʹ ἔτος τῆς ἐπαγγελίας. λϛʹ, λζʹ, ληʹ, λθʹ, μʹ, μαʹ, μβʹ, μγʹ, μδʹ, μεʹ. | |
5 | τκʹ ἔτος τῆς ἐπαγγελίας. μϛʹ, μζʹ, μηʹ, μθʹ, νʹ, ναʹ, νβʹ, νγʹ, νδʹ, νεʹ. τλʹ ἔτος τῆς ἐπαγγελίας. νϛʹ, νζʹ, νηʹ, νθʹ, ξʹ, ξαʹ, ξβʹ, ξγʹ, ξδʹ, ξεʹ. τμʹ ἔτος τῆς ἐπαγγελίας. | |
10 | ξϛʹ, ξζʹ, ξηʹ, ξθʹ, οʹ, οαʹ, οβʹ. Τούτῳ τῷ οβʹ ἔτει τῆς ἑαυτοῦ ἡλικίας Ἀμβρὰν γεννᾷ τὸν Ἀαρὼν ἐκ τῆς Ἰωχαβέθ. ογʹ, οδʹ, οεʹ. Τούτῳ αὐτοῦ τῷ ἔτει γεννᾷ Ἀμβρὰν τὸν Μωϋσῆν ἐκ τῆς αὐ‐ | |
15 | τῆς Ἰωχαβέθ, θυγατρὸς ἀδελφοῦ τοῦ πατρὸς αὐτοῦ. τνʹ ἔτος τῆς ἐπαγγελίας. Μωϋσῆς πʹ, ὁμοῦ ͵γωλζʹ. αʹ. Πρῶτον ἔτος ἀναστρεφομένου Μωϋσῆ ἐν Αἰγύπτῳ. | |
Τούτῳ τῷ ἔτει Φαραὼ βασιλεὺς Αἰγύπτου ἐκέλευσεν τὰ ἄῤ‐ | ||
116 | ῥενα τῶν Ἑβραίων βρέφη εἰς τὸν ποταμὸν ῥίπτεσθαι. καὶ πολ‐ λῶν βασιλέων ἡγουμένων Παλμανωθὴς ἐβασίλευσεν τῶν περὶ Ἡλιούπολιν τόπων. οὗτος δὲ μετὰ τῶν ἄλλων βασιλέων φαύ‐ λως τοῖς Ἑβραίοις προσεφέρετο. καὶ γεγόνει τούτῳ τῷ Παλμα‐ | |
5 | νωθῇ θυγάτηρ ὀνόματι Μεῤῥί, ἣν ἐξέδοτο Χενεβρὼν βασι‐ λεύοντι τῶν ὑπὲρ Μέμφιν τόπων. αὕτη δὲ ἡ Μεῤῥὶ στεῖρα οὖσα τὸν Μωϋσῆν ῥιφέντα εἰς τὸν ποταμὸν ἀνελομένη ἀνεθρέψα‐ το εἰς υἱόν. βʹ. | |
10 | Δευτέρῳ ἔτει Μωϋσῆ οζʹ ἔτος τῆς ἑαυτοῦ ἡλικίας ἄγων Ἀμ‐ βρὰμ γεννᾷ ἐκ τῆς Ἰωχαβὲθ Μαριὰμ τὴν προφῆτιν. γʹ, δʹ, εʹ, ϛʹ, ζʹ, ηʹ, θʹ, ιʹ. τξʹ ἔτος τῆς ἐπαγγελίας. ιαʹ, ιβʹ, ιγʹ, ιδʹ, ιεʹ, ιϛʹ, ιζʹ, ιηʹ, ιθʹ, κʹ. | |
15 | τοʹ ἔτος τῆς ἐπαγγελίας. καʹ, κβʹ, κγʹ, κδʹ, κεʹ, κϛʹ, κζʹ, κηʹ, κθʹ, λʹ. τπʹ ἔτος τῆς ἐπαγγελίας. λαʹ. Τούτῳ αὐτοῦ τῷ ἔτει Μωϋσῆς κτίζει τὴν Ἑρμούπολιν, καὶ | |
20 | Αἰθίοψιν ἐπολέμησεν ἐπὶ ἔτη ιʹ. | |
117 | Τοῦ δὲ Χενεφρὼν βασιλέως τῶν ὑπὲρ Μέμφιν τόπων διὰ φθόνον ἐπιβουλεύοντος τῷ Μωϋσεῖ, καὶ τῆς Μεῤῥίνης τῆς γυ‐ ναικὸς αὐτοῦ τῆς ἀνελομένης τὸν Μωϋσῆν ἐκ τοῦ ποταμοῦ εἰς υἱὸν ἑαυτῆς τελευτησάσης καὶ ταφείσης εἰς τοὺς ὑπὲρ Αἴγυπτον | |
5 | τόπους, ἔκτισε πόλιν Ἑρμούπολιν Μωϋσῆς, ἥντινα Μεῤῥὶν κλη‐ θῆναι παρεσκεύασεν. Εἶτα γνοὺς Μωϋσῆς τὴν τοῦ Χενεφρὼν ἐπιβουλὴν φονεύει Χανεθώθην τὸν μέλλοντα ἀναιρεῖν τὸν Αἰγύπτιον, καὶ οὕτω φεύγει εἰς Ἀραβίαν πρὸς Ῥαγουὴλ τὸν τῶν τόπων ἄρχοντα, καὶ | |
10 | ἔλαβε Σεπφώραν τὴν θυγατέρα Ῥαγουὴλ πρὸς γάμον. ταῦτα ἱστορεῖ Ἀρτάβανος. Εὐπόλεμος δέ φησι Μωϋσῆν πρῶτον σοφὸν γενέσθαι καὶ γράμματα παραδοῦναι τοῖς Ἰουδαίοις πρῶτον, Φοίνικας δὲ παρὰ Ἰουδαίων παραλαβεῖν, Ἕλληνας δὲ παρὰ Φοι‐ νίκων, νόμους δὲ πρῶτον Μωϋσέα γράψαι τοῖς Ἰουδαίοις. | |
15 | Ἐκ τοῦ Ἀβραὰμ καὶ Χεττούρας γεννᾶται Ἰεζάν, ἐκ τοῦ Ἰε‐ ζὰν γεννᾶται Δαδάν, ἐκ τοῦ Δαδὰν γεννᾶται Ῥαγουήλ, ἐκ Ῥα‐ γουὴλ γεννᾶται Ἰοθὼρ καὶ Ἰακώβ, ἐκ τοῦ Ἰοθὼρ γεννᾶται Σεπ‐ φώρα, ἣν ἔγημε Μωϋσῆς. ἀπὸ οὖν Ἀβραὰμ Μωϋσῆς ἕβδομος, ἡ δὲ Σεπφώρα ἕκτη γενεαλογεῖται. | |
20 | λβʹ, λγʹ, λδʹ, λεʹ, λϛʹ, λζʹ, ληʹ, λθʹ, μʹ | |
τϙʹ ἔτος τῆς ἐπαγγελίας. | ||
118 | Τούτῳ τῷ ἔτει Μωϋσῆς τὰς ἐν Αἰγύπτῳ καταλιπὼν δια‐ τριβὰς κατὰ τὴν ἔρημον ἐφιλοσόφει. μαʹ, μβʹ, μγʹ, μδʹ, μεʹ, μϛʹ, μζʹ, μηʹ, μθʹ, νʹ. υʹ ἔτος τῆς ἐπαγγελίας. | |
5 | ναʹ, νβʹ, νγʹ, νδʹ, νεʹ, νϛʹ, νζʹ, νηʹ, νθʹ, ξʹ. υιʹ ἔτος τῆς ἐπαγγελίας. ξαʹ, ξβʹ. Τούτῳ τῷ ξβʹ ἔτει Μωϋσέως Ἀμβρὰν ὁ πατὴρ αὐτοῦ τελευ‐ τᾷ ζήσας ἔτη ροζʹ. | |
10 | ξγʹ, ξδʹ, ξεʹ, ξϛʹ, ξζʹ, ξηʹ, ξθʹ, οʹ. υκʹ ἔτος τῆς ἐπαγγελίας. οαʹ, οβʹ, ογʹ, οδʹ, οεʹ, οϛʹ, οζʹ. Μωϋσῆς θεοφανείας ἐπὶ τοῦ Σιναίου ὄρους ἠξιοῦτο. οηʹ, οθʹ, πʹ. | |
15 | υλʹ ἔτος τῆς ἐπαγγελίας. Ἰουδαϊσμὸς ἀπὸ τῶν χρόνων τοῦ Ἀβραάμ, τὸν χαρακτῆρα τοῦ Ἀβραὰμ διὰ περιτομῆς εἰληφώς, καὶ ἐν τῷ Μωϋσῇ ἑβδόμῳ ἀπὸ Ἀβραὰμ διὰ τοῦ δοθέντος νόμου ἀπὸ τοῦ θεοῦ πλατυνθείς, ἀπὸ δὲ Ἰούδα τοῦ τετάρτου υἱοῦ τοῦ Ἰακὼβ τοῦ ἐπικληθέντος | |
20 | Ἰσραὴλ διὰ Δαβὶδ τοῦ βασιλέως πρώτου ἀπὸ τῆς αὐτοῦ τοῦ | |
119 | Ἰούδα φυλῆς τὸ τέλειον τοῦ ἰουδαϊσμοῦ ὀνόματος κεκληρωμένος, καθὰ σαφῶς περὶ τούτων τῶν αἱρέσεων ὁ ἀπόστολος Παῦλος ἐπιστέλλων ἔλεγεν, „ἐν γὰρ Χριστῷ Ἰησοῦ οὐ βάρβαρος, οὐ Σκύθης, οὐκ Ἕλλην, οὐκ Ἰουδαῖος, ἀλλὰ καινὴ κτίσις.“ | |
5 | Μωϋσῆς ἐν τῇ ἐρήμῳ μʹ, ὁμοῦ ͵γωοζʹ. παʹ. Μετὰ δὲ τὰς ἡμέρας τὰς πολλὰς ἐκείνας ἐτελεύτησεν ὁ βα‐ σιλεὺς Αἰγύπτου· καὶ κατεστέναξαν υἱοὶ Ἰσραὴλ ἀπὸ τῶν ἔργων καὶ ἀνεβόησαν, καὶ ἀνέβη ἡ βοὴ αὐτῶν πρὸς τὸν θεόν, καὶ | |
10 | εἰσήκουσεν ὁ θεὸς τὸν στεναγμὸν αὐτῶν, καὶ ἐμνήσθη ὁ θεὸς τῆς διαθήκης αὐτοῦ τῆς πρὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, καὶ ἐφεῖδεν ὁ θεὸς τοὺς υἱοὺς Ἰσραήλ, καὶ ἐγνώσθη αὐτοῖς. Καὶ Μωϋσῆς ἦν ποιμαίνων τὰ πρόβατα Ἰοδὼρ τοῦ γαμβροῦ αὐτοῦ τοῦ ἱερέως Μαδιάμ, καὶ ἦγεν τὰ πρόβατα ὑπὸ τὴν ἔρη‐ | |
15 | μον, καὶ ἦλθεν εἰς τὸ ὄρος Χωρήβ. ὤφθη δὲ αὐτῷ ἄγγελος κυρίου ἐν φλογὶ πυρὸς ἐκ τοῦ βάτου· καὶ ὁρᾷ ὅτι ὁ βάτος καίεται πυρί, ὁ δὲ βάτος οὐ κατεκαίετο. εἶπε δὲ Μωϋσῆς, Παρελθὼν ὄψομαι τὸ ὅραμα τὸ μέγα τοῦτο ὅτι οὐ καίεται ὁ βάτος. ὡς δὲ εἶδεν κύριος ὅτι προσάγει ἰδεῖν, ἐκάλεσεν αὐτὸν κύριος ἐκ τοῦ βάτου λέγων, | |
20 | Μωϋσῆ Μωϋσῆ. ὁ δὲ εἶπεν, Τί ἔστιν; καὶ εἶπεν, Μὴ ἐγγίσῃς | |
120 | ὧδε. λῦσον τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου· ὁ γὰρ τόπος ἐν ᾧ σὺ ἕστηκας γῆ ἁγία ἐστίν. καὶ εἶπεν αὐτῷ, Ἐγώ εἰμι ὁ θεὸς τοῦ πατρός σου, ὁ θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰα‐ κώβ. ἀπέστρεψε δὲ Μωϋσῆς τὸ πρόσωπον αὐτοῦ· ηὐλαβεῖτο | |
5 | γὰρ κατεμβλέψαι ἐνώπιον τοῦ θεοῦ. εἶπε δὲ κύριος πρὸς Μωϋ‐ σῆν, Ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ καὶ τῆς κραυγῆς αὐτῶν ἀκήκοα ἀπὸ τῶν ἐργοδιωκτῶν· οἶδα γὰρ τὴν ὀδύνην αὐτῶν. καὶ κατέβην ἐξελέσθαι αὐτοὺς ἐκ χειρὸς Αἰγυ‐ πτίων καὶ ἐξαγαγεῖν αὐτοὺς ἐκ τῆς γῆς ἐκείνης καὶ εἰσαγαγεῖν | |
10 | αὐτοὺς εἰς γῆν ἀγαθὴν καὶ πολλήν, εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι, εἰς τὸν τόπον τῶν Χαναναίων καὶ Χετταίων καὶ Ἀμοῥ‐ ῥαίων καὶ Φερεζαίων καὶ Εὐαίων καὶ Γεργεσαίων καὶ Ἰεβουσαίων. καὶ νῦν ἰδοὺ κραυγὴ τῶν υἱῶν Ἰσραὴλ ἥκει πρός με. καὶ ἐγὼ ἑώρακα τὸν θλιμμὸν ὃν οἱ Αἰγύπτιοι θλίβουσιν αὐτούς. καὶ | |
15 | νῦν δεῦρο ἀποστελῶ σε πρὸς Φαραὼ βασιλέα Αἰγύπτου, καὶ ἐξά‐ ξεις τὸν λαόν μου, τοὺς υἱοὺς Ἰσραήλ, ἐκ γῆς Αἰγύπτου. καὶ εἶπεν Μωϋσῆς πρὸς τὸν θεόν, Τίς εἰμι, ὅτι πορεύσομαι πρὸς Φαραὼ βασιλέα Αἰγύπτου καὶ ὅτι ἐξάξω τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου; εἶπε δὲ ὁ θεὸς πρὸς Μωϋσῆν λέγων ὅτι Ἔσο‐ | |
20 | μαι μετὰ σοῦ, καὶ τοῦτό σοι τὸ σημεῖον ὅτι ἐγώ σε ἀποστέλλω | |
121 | ἐν τῷ σε ἐξαγαγεῖν τὸν λαόν μου ἐξ Αἰγύπτου, καὶ λατρεύσετε τῷ θεῷ ἐν τῷ ὄρει τούτῳ. καὶ εἶπε Μωϋσῆς πρὸς τὸν θεόν, Ἰδοὺ ἐγὼ ἐξελεύσομαι πρὸς τοὺς υἱοὺς Ἰσραήλ, καὶ ἐρῶ πρὸς αὐτούς, Ὁ θεὸς τῶν πατέρων ὑμῶν ἀπέσταλκέ με πρὸς ὑμᾶς. ἐρω‐ | |
5 | τήσουσί με, Τί τὸ ὄνομα αὐτῷ; τί ἐρῶ πρὸς αὐτούς; καὶ εἶπεν ὁ θεὸς πρὸς Μωϋσῆν, Ἐγώ εἰμι ὁ ὤν. καὶ εἶπεν, Οὕτως ἐρεῖς τοῖς υἱοῖς Ἰσραήλ, Ὁ ὢν ἔσταλκέν με πρὸς ὑμᾶς. καὶ εἶπεν πά‐ λιν ὁ θεὸς πρὸς Μωϋσῆν, Οὕτως ἐρεῖς τοῖς υἱοῖς Ἰσραήλ, Κύ‐ ριος ὁ θεὸς τῶν πατέρων ὑμῶν, ὁ θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ | |
10 | καὶ θεὸς Ἰακὼβ ἀπέσταλκέ με πρὸς ὑμᾶς. τοῦτό μού ἐστιν ὄνο‐ μα αἰώνιον καὶ μνημόσυνον γενεαῖς γενεῶν. ἐλθὼν οὖν συνά‐ γαγε τῆς γερουσίαν τῶν υἱῶν Ἰσραήλ, καὶ ἐρεῖς πρὸς αὐτούς, Κύ‐ ριος ὁ θεὸς τῶν πατέρων ὑμῶν ὦπταί μοι, θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ, λέγων, Ἐπισκοπῇ ἐπέσκεμμαι ὑμᾶς | |
15 | καὶ ὅσα συμβέβηκεν ὑμῖν ἐν γῇ Αἰγύπτῳ, καὶ εἶπον, Ἀναβι‐ βάσω ὑμᾶς ἐκ τῆς κακώσεως τῶν Αἰγυπτίων εἰς τὴν γῆν τῶν Χαναναίων καὶ Χετταίων καὶ Ἀμοῤῥαίων καὶ Φερεζαίων καὶ Γεργεσαίων καὶ Εὐαίων καὶ Ἰεβουσαίων, εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι. καὶ εἰσακούσονταί σου τῆς φωνῆς, καὶ εἰσελεύσῃ σὺ καὶ | |
20 | ἡ γερουσία Ἰσραὴλ πρὸς Φαραὼ βασιλέα Αἰγύπτου. καὶ ἐρεῖς πρὸς | |
αὐτόν, Κύριος ὁ θεὸς τῶν Ἑβραίων προκέκληται ἡμᾶς· πορευ‐ | ||
122 | σόμεθα οὖν ὁδὸν τριῶν ἡμερῶν εἰς τὴν ἔρημον, ἵνα θύσωμεν κυρίῳ τῷ θεῷ ἡμῶν. ἐγὼ δὲ οἶδα ὅτι οὐ προήσεται ὑμᾶς Φα‐ ραὼ βασιλεὺς Αἰγύπτου πορευθῆναι, ἐὰν μὴ μετὰ χειρὸς κρα‐ ταιᾶς. καὶ ἐκτείνας τὴν χεῖρά μου πατάξω τοὺς Αἰγυπτίους ἐν | |
5 | πᾶσι τοῖς θαυμασίοις μου οἷς ποιήσω ἐν αὐτοῖς· καὶ μετὰ ταῦτα ἐξαποστελεῖ ὑμᾶς. καὶ δώσω χάριν τῷ λαῷ τούτῳ ἐναντίον τῶν Αἰγυπτίων. ὅταν δὲ ἀποτρέχητε, οὐκ ἀπελεύσεσθε κενοί, ἀλλ’ αἰτήσει γυνὴ παρὰ γείτονος καὶ συσκήνου αὐτῆς σκεύη ἀργυρᾶ καὶ χρυσᾶ καὶ ἱματισμόν. καὶ ἐπιθήσετε ἐπὶ τοὺς υἱοὺς ὑμῶν, | |
10 | καὶ ἐπὶ τὰς θυγατέρας ὑμῶν, καὶ συσκευάσατε τοὺς Αἰγυπτίους. Ἀπεκρίθη δὲ Μωϋσῆς καὶ εἶπεν, Ἐὰν οὖν μὴ πιστεύσωσί μοι μηδὲ εἰσακούσωσι τῆς φωνῆς μου· ἐροῦσι γὰρ ὅτι οὐκ ὦπταί σοι ὁ θεός· τί ἐρῶ πρὸς αὐτούς; εἶπεν δὲ αὐτῷ ὁ θεός, τί τοῦ‐ τό ἐστι τὸ ἐν τῇ χειρί σου; ὁ δὲ εἶπεν, Ῥάβδος. καὶ εἶπεν | |
15 | αὐτῷ, Ῥῖψον αὐτὴν ἐπὶ τὴν γῆν. καὶ ἔῤῥιψεν αὐτὴν ἐπὶ τὴν γῆν, καὶ ἐγένετο ὄφις, καὶ ἔφυγε Μωϋσῆς ἀπ’ αὐτοῦ. καὶ εἶπεν αὐτῷ κύριος, Ἔκτεινον τὴν χεῖρά σου καὶ ἐπιλαβοῦ τῆς κέρκου. καὶ ἐκτείνας τὴν χεῖρα ἐπελάβετο τῆς κέρκου, καὶ ἐγένετο ῥάβδος ἐν τῇ χειρὶ αὐτοῦ· ἵνα πιστεύσωσί σοι ὅτι ὦπταί σοι κύριος ὁ | |
20 | θεὸς τῶν πατέρων αὐτῶν, ὁ θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ | |
θεὸς Ἰακώβ. εἶπε δὲ αὐτῷ κύριος πάλιν, Εἰσένεγκε τὴν χεῖρά | ||
123 | σου εἰς τὸν κόλπον σου. καὶ εἰσήνεγκε τὴν χεῖρα εἰς τὸν κόλπον αὐτοῦ, καὶ ἐξήνεγκεν τὴν χεῖρα αὐτοῦ ἐκ τοῦ κόλπου αὐτοῦ, καὶ ἐγένετο ἡ χεὶρ αὐτοῦ λεπρῶσα ὡσεὶ χιών. καὶ εἶπε πάλιν, Εἰσέ‐ νεγκε τὴν χεῖρά σου εἰς τὸν κόλπον σου. καὶ εἰσήνεγκε τὴν χεῖρα | |
5 | αὐτοῦ εἰς τὸν κόλπον αὐτοῦ, καὶ ἐξήνεγκεν τὴν χεῖρα αὐτοῦ ἐκ τοῦ κόλπου αὐτοῦ, καὶ πάλιν ἀπεκατεστάθη εἰς τὴν χρόαν τῆς σαρκὸς αὐτοῦ. ἐὰν δὲ μὴ πιστεύσωσί σοι μηδὲ εἰσακούσωσι τῆς φωνῆς τοῦ σημείου τοῦ πρώτου, πιστεύσουσί σοι τῆς φωνῆς τοῦ σημείου τοῦ δευτέρου. καὶ ἔσται ἐὰν μὴ πιστεύσωσί σοι τοῖς | |
10 | δυσὶ σημείοις τούτοις μηδὲ εἰσακούσωσι τῆς φωνῆς σου, λήψῃ ἀπὸ τοῦ ὕδατος τοῦ ποταμοῦ καὶ ἐκχεεῖς ἐπὶ τὸ ξηρόν, καὶ ἔσται τὸ ὕδωρ ὃ ἐὰν λάβῃς ἀπὸ τοῦ ποταμοῦ αἷμα ἐπὶ τοῦ ξη‐ ροῦ. εἶπε δὲ Μωϋσῆς πρὸς κύριον, Δέομαι, κύριε, οὐκ εὔλο‐ γός εἰμι πρὸ τῆς χθὲς οὐδὲ πρὸ τῆς τρίτης ἡμέρας, οὐδὲ ἀφ’ οὗ | |
15 | ἦρξαι λαλῆσαι τῷ θεράποντί σου, ἰσχνόφωνος καὶ βραδύγλωσ‐ σος ἐγώ εἰμι. εἶπε δὲ κύριος πρὸς Μωϋσῆν λέγων, Τίς ἔδωκε στόμα ἀνθρώπῳ; τίς ἐποίησεν δύσκωφον καὶ κωφόν, βλέποντα καὶ τυφλόν; οὐκ ἐγὼ κύριος ὁ θεός; καὶ νῦν πορεύου, καὶ ἐγὼ ἀνοίξω τὸ στόμα σου καὶ συμβιβῶ σε ἃ μέλλεις λαλῆσαι. καὶ εἶ‐ | |
20 | πεν Μωϋσῆς, Δέομαι, κύριε, προχείρισαι ἄλλον δυνάμενον, ὃν | |
124 | ἀποστελεῖς. καὶ θυμωθεὶς ὀργῇ κύριος ἐπὶ Μωυσῆν εἶπεν, Οὐκ ἰδοὺ Ἀαρὼν ὁ ἀδελφός σου ὁ Λευίτης; ἐπίσταμαι ὅτι λαλῶν λα‐ λήσει αὐτός σοι. καὶ ἰδοὺ αὐτὸς ἐξελεύσεται εἰς συνάντησίν σοι, καὶ ἰδών σε χαρήσεται ἐν ἑαυτῷ. καὶ ἐρεῖς πρὸς αὐτὸν τοὺς λό‐ | |
5 | γους τούτους, καὶ δώσεις τὰ ῥήματά μου εἰς τὸ στόμα αὐτοῦ. καὶ ἐγὼ ἀνοίξω τὸ στόμα σου καὶ τὸ στόμα αὐτοῦ καὶ συμβι‐ βάσω ὑμᾶς ἃ ποιήσετε. καὶ λαλήσει αὐτός σοι πρὸς λαόν, καὶ αὐτὸς ἔσται σου στόμα. σὺ δὲ αὐτῷ ἔσῃ τὰ πρὸς τὸν θεόν· καὶ τὴν ῥάβδον ταύτην τὴν στραφεῖσαν εἰς ὄφιν λήψῃ ἐν τῇ χειρί | |
10 | σου, ἐν ᾗ ποιήσεις ἐν αὐτῇ τὰ σημεῖα. ἐπορεύθη δὲ Μωϋσῆς, καὶ ἀπέστρεψε πρὸς Ἰοθὼρ τὸν γαμβρὸν αὐτοῦ. καὶ εἶπεν αὐτῷ, Πορεύσομαι, καὶ ἀποστρέψω πρὸς τοὺς ἀδελφούς μου τοὺς ἐν Αἰγύ‐ πτῳ, καὶ ὄψομαι εἰ ἔτι ζῶσιν. καὶ εἶπεν Ἰοθὼρ τῷ Μωϋσεῖ, Βά‐ διζε ὑγιαίνων. μετὰ δὲ τὰς ἡμέρας τὰς πολλὰς ἐκείνας ἐτελεύτη‐ | |
15 | σεν ὁ βασιλεὺς Αἰγύπτου. εἶπε δὲ κύριος πρὸς Μωϋσῆν ἐν γῇ Μαδιάμ, Βάδιζε, ἄπελθε εἰς Αἴγυπτον· τεθνήκασι γὰρ πάντες οἱ ζητοῦντες τὴν ψυχήν σου. ἀναλαβὼν δὲ Μωϋσῆς τὴν γυναῖ‐ κα καὶ τὰ παιδία ἀνεβίβασεν αὐτὰ ἐπὶ τὰ ὑποζύγια, καὶ ἀπέστρε‐ ψεν εἰς Αἴγυπτον. ἔλαβε δὲ Μωϋσῆς τὴν ῥάβδον τὴν παρὰ τοῦ | |
20 | θεοῦ ἐν τῇ χειρὶ αὐτοῦ. εἶπε δὲ κύριος πρὸς Μωϋσῆν, Πορευο‐ μένου σου καὶ ἀπὸ στρέφοντος εἰς Αἴγυπτον ὅρα πάντα τὰ τέρα‐ | |
τα ἃ ἔδωκα ἐν ταῖς χερσίν σου ποιήσεις αὐτὰ ἐναντίον Φαραώ. | ||
125 | ἐγὼ δὲ σκληρυνῶ τὴν καρδίαν αὐτοῦ, καὶ οὐ μὴ ἐξαποστείλῃ τὸν λαόν. σὺ δὲ ἐρεῖς τῷ Φαραώ, Τάδε λέγει κύριος, υἱὸς πρωτό‐ τοκός μου Ἰσραήλ. εἶπα δέ σοι, Ἐξαπόστειλον τὸν λαόν μου, ἵνα μοι λατρεύσῃ· σὺ δὲ οὐκ ἠβούλου ἐξαποστεῖλαι αὐτόν. ὅρα | |
5 | οὖν, ἐγὼ ἀποκτενῶ τὸν υἱόν σου τὸν πρωτότοκον. ἐγένετο δὲ ἐν τῇ ὁδῷ ἐν τῷ καταλύματι, συνήντησεν αὐτῷ ἄγγελος κυρίου, καὶ ἐζήτει ἀποκτεῖναι αὐτόν. καὶ λαβοῦσα Σεπφώρα ψῆφον πε‐ τρίνην περιέτεμε τὴν ἀκροβυστίαν τοῦ υἱοῦ αὐτῆς, καὶ προσέπεσε πρὸς τοὺς πόδας αὐτοῦ καὶ εἶπεν, Ἔστη τὸ αἷμα τῆς περιτομῆς | |
10 | τοῦ παιδίου μου. καὶ ἀπῆλθεν ἀπ’ αὐτοῦ ὁ ἄγγελος, διότι εἶ‐ πεν, Ἔστη τὸ αἷμα τῆς περιτομῆς τοῦ παιδίου μου. εἶπε δὲ κύ‐ ριος πρὸς Ἀαρών, Πορεύθητι εἰς συνάντησιν Μωϋσεῖ εἰς τὴν ἔρημον. καὶ ἐπορεύθη, καὶ συνήντησεν αὐτῷ ἐν τῷ ὄρει τοῦ θεοῦ, καὶ κατεφίλησαν ἀλλήλους. καὶ ἀνήγγειλε Μωϋσῆς Ἀα‐ | |
15 | ρὼν πάντας τοὺς λόγους κυρίου οὓς ἀπέστειλεν πρὸς αὐτὸν καὶ πάντα τὰ σημεῖα ἃ ἐνετείλατο αὐτῷ. ἐπορεύθη δὲ Μωϋσῆς καὶ Ἀαρών, καὶ συνήγαγον πᾶσαν τὴν γερουσίαν τῶν υἱῶν Ἰσραήλ. καὶ ἐλάλησεν Ἀαρὼν πάντα τὰ ῥήματα ταῦτα ἃ ἐλάλησεν ὁ θεὸς πρὸς Μωϋσῆν. καὶ ἐποίησε τὰ σημεῖα ἐναντίον παντὸς τοῦ λαοῦ. | |
20 | καὶ ἐπίστευσεν ὁ λαὸς καὶ ἐχάρη, ὅτι ἐπεσκέψατο ὁ θεὸς τοὺς | |
126 | υἱοὺς Ἰσραὴλ καὶ ὅτι εἶδεν αὐτῶν τὴν θλῖψιν. κύψας δὲ ὁ λαὸς προσεκύνησεν. καὶ μετὰ ταῦτα εἰσῆλθε Μωϋσῆς καὶ Ἀαρὼν πρὸς Φαραώ, καὶ εἶπαν αὐτῷ, Τάδε λέγει κύριος ὁ θεὸς Ἰσραήλ. Ἐξαπόστειλον τὸν λαόν μου, ἵνα ἑορτάσῃ μοι ἐν τῇ ἐρήμῳ. καὶ | |
5 | εἶπε Φαραώ, Τίς ἐστιν οὗ εἰσακούσομαι τῆς φωνῆς αὐτοῦ· ὥστε ἐξαποστεῖλαι τοὺς υἱοὺς Ἰσραήλ; οὐκ οἶδα τὸν κύριον, καὶ τὸν Ἰσραὴλ οὐκ ἐξαποστελῶ. καὶ λέγουσιν αὐτῷ, Ὁ θεὸς τῶν Ἑβραί‐ ων προσκέκληται ἡμᾶς. πορευσόμεθα οὖν ὁδὸν τριῶν ἡμερῶν εἰς τὴν ἔρημον, ὅπως θύσωμεν κυρίῳ τῷ θεῷ ἡμῶν, μήποτε | |
10 | συναντήσῃ ἡμῖν θάνατος ἢ φόνος. καὶ εἶπεν αὐτοῖς ὁ βασιλεὺς Αἰγύπτου, Ἱνατί, Μωϋσῆ καὶ Ἀαρών, διαστρέφετε τὸν λαὸν ἀπὸ τῶν ἔργων; ἀπέλθατε ἕκαστος ὑμῶν πρὸς τὰ ἔργα αὐτοῦ. Καὶ μετὰ βραχέα. Ἑώρων δὲ οἱ γραμματεῖς τῶν υἱῶν Ἰσρα‐ ὴλ ἑαυτοὺς ἐν κακοῖς, λέγοντες, Οὐκ ἀπολείψετε ἀπὸ τῆς πλιν‐ | |
15 | θείας τὸ καθῆκον τῇ ἡμέρᾳ. συνήντησαν δὲ Μωϋσεῖ καὶ Ἀα‐ ρὼν ἐρχομένοις εἰς συνάντησιν αὐτοῖς, ἐκπορευομένων αὐτῶν ἀπὸ Φαραώ. καὶ εἶπαν αὐτοῖς, Ἐφίδοι ὁ θεὸς ὑμᾶς καὶ κρίναι, ὅτι ἐβδελύξατε τὴν ὀσμὴν ἡμῶν ἐναντίον Φαραὼ καὶ ἐναντίον | |
τῶν θεραπόντων αὐτοῦ, δοῦναι ῥομφαίαν εἰς τὰς χεῖρας αὐτοῦ | ||
127 | ἀποκτεῖναι ἡμᾶς. ἐπέστρεψε δὲ Μωϋσῆς πρὸς κύριον, καὶ εἶπε, Κύριε, διὰ τί ἐκάκωσας τὸν λαόν σου τοῦτον, καὶ ἱνατὶ ἀπέσταλκάς με, καὶ ἀφ’ οὗ εἰσπεπόρευμαι πρὸς Φαραὼ λαλῆσαι ἐπὶ τῷ σῷ ὀνόματι, ἐκάκωσε τὸν λαὸν τοῦτον, καὶ οὐκ ἐῤῥύσω τὸν λαόν σου. | |
5 | καὶ εἶπε κύριος πρὸς Μωϋσῆν, Ἤδη ὄψει ἃ ποιήσω τῷ Φαραώ. ἐν γὰρ χειρὶ κραταιᾷ ἐξαποστελεῖ αὐτοὺς καὶ ἐν βραχίονι ὑψηλῷ ἐκβαλεῖ αὐτοὺς ἐκ τῆς γῆς αὐτοῦ. ἐλάλησε δὲ ὁ θεὸς πρὸς Μωϋσῆν καὶ εἶπε πρὸς αὐτόν, Ἐγὼ κύριος, καὶ ὤφθην πρὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, θεὸς ὢν αὐτῶν. καὶ τὸ ὄνομά | |
10 | μου κύριος οὐκ ἐδήλωσα αὐτοῖς. καὶ ἔστησα τὴν διαθήκην μου πρὸς αὐτούς, ὥστε δοῦναι αὐτοῖς τὴν γῆν τῶν Χαναναίων, τὴν γῆν ἣν παρῳκήκασιν καὶ παρῴκησαν ἐπ’ αὐτῆς. καὶ ἐγὼ εἰσή‐ κουσα τὸν στεναγμὸν τῶν υἱῶν Ἰσραήλ, ὃν οἱ Αἰγύπτιοι κατα‐ δουλοῦνται αὐτούς, καὶ ἐμνήσθην τῆς διαθήκης ὑμῶν. Βάδιζε, εἶ‐ | |
15 | πον τοῖς υἱοῖς Ἰσραὴλ λέγων, Ἐγὼ κύριος, καὶ ἐξάξω ὑμᾶς ἀπὸ τῆς δυναστείας τῶν Αἰγυπτίων, καὶ ῥύσομαι ὑμᾶς ἐκ τῆς δουλείας αὐτῶν, καὶ λυτρώσομαι ὑμᾶς ἐν βραχίονι ὑψηλῷ καὶ κρίσει με‐ γάλῃ, καὶ λήψομαι ὑμᾶς εἰς λαὸν ἐμαυτῷ καὶ ἔσομαι ὑμῶν θεός, καὶ γνώσεσθε ὅτι ἐγὼ κύριος ὁ θεὸς ὑμῶν ὁ ἐξαγαγὼν ἱμᾶς | |
20 | ἐκ γῆς Αἰγύπτου καὶ ἐκ τῆς δυναστείας τῶν Αἰγυπτίων. καὶ εἰσ‐ | |
128 | άξω ὑμᾶς εἰς τὴν γῆν εἰς ἣν ἐξέτεινα τὴν χεῖρά μου δοῦναι αὐ‐ τὴν τῷ Ἀβραὰμ καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακώβ. καὶ δώσω αὐτὴν ὑμῖν ἐν κλήρῳ ἐγὼ κύριος. Ἐλάλησε δὲ Μωϋσῆς οὕτω τοῖς υἱοῖς Ἰσραήλ, καὶ οὐκ εἰσή‐ | |
5 | κουσαν Μωϋσῆ ἀπὸ τῆς ὀλιγοψυχίας καὶ ἀπὸ τῶν ἔργων τῶν σκληρῶν. εἶπε δὲ κύριος πρὸς Μωϋσῆν λέγων, Εἴσελθε, λά‐ λησον πρὸς Φαραὼ βασιλέα Αἰγύπτου, ἵνα ἐξαποστείλῃ τοὺς υἱοὺς Ἰσραὴλ ἐκ τῆς γῆς αὐτοῦ. ἐλάλησε δὲ Μωϋσῆς ἐναντίον κυρίου λέγων, Ἰδοὺ οἱ υἱοὶ Ἰσραὴλ οὐκ εἰσήκουσάν μου· πῶς | |
10 | εἰσακούσεταί μου Φαραώ; ἐγὼ δὲ ἄλογός εἰμι. εἶπε δὲ κύριος πρὸς Μωϋσῆν καὶ Ἀαρὼν καὶ συνέταξεν αὐτοῖς πρὸς Φαραὼ βασιλέα Αἰγύπτου, ὥστε ἐξαποστεῖλαι τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου. Καὶ μετ’ ὀλίγα. Μωϋσῆς δὲ ἦν ἐτῶν ὀγδοήκοντα, Ἀαρὼν | |
15 | δὲ ὁ ἀδελφὸς αὐτοῦ ὀγδοήκοντα τριῶν ἦν ἐτῶν, ἡνίκα ἐλάλησαν πρὸς Φαραώ. καὶ εἶπε κύριος πρὸς Μωϋσῆν καὶ Ἀαρὼν λέγων, Καὶ ἐὰν λαλήσῃ πρὸς ὑμᾶς Φαραὼ λέγων, Δότε ἡμῖν σημεῖον ἢ τέρας. καὶ ἐρεῖς Ἀαρὼν τῷ ἀδελφῷ σου, Λάβε τὴν ῥάβδον, καὶ ῥῖψον αὐτὴν ἐπὶ τὴν γῆν ἐναντίον Φαραὼ καὶ τῶν θεραπόντων αὐτοῦ, | |
20 | καὶ ἔσται δράκων. εἰσῆλθεν δὲ Μωϋσῆς καὶ Ἀαρὼν ἐναντίον | |
129 | Φαραὼ καὶ τῶν θεραπόντων αὐτοῦ, καὶ ἐποίησαν οὕτως, καθά‐ περ ἐνετείλατο αὐτοῖς κύριος, καὶ ἔῤῥιψεν Ἀαρὼν τὴν ῥάβδον αὐτοῦ ἐναντίον Φαραὼ καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ, καὶ ἐγένετο δράκων. συνεκάλεσε δὲ Φαραὼ τοὺς σοφιστὰς καὶ | |
5 | τοὺς φαρμακούς, καὶ ἐποίησαν καὶ οἱ ἐπαοιδοὶ τῶν Αἰγυπτίων ταῖς φαρμακείαις αὐτῶν ὡσαύτως, καὶ ἔῤῥιψεν ἕκαστος τὴν ῥάβδον αὐτοῦ, καὶ ἐγένοντο δράκοντες. καὶ κατέπιεν ἡ ῥάβδος Ἀαρὼν τὰς ἐκείνων ῥάβδους. καὶ κατίσχυσεν ἡ καρδία Φαραώ, καὶ οὐκ εἰσήκουσεν αὐτῶν, καθάπερ ἐλάλησεν αὐτοῖς κύριος. | |
10 | εἶπε δὲ κύριος πρὸς Μωϋσῆν, Βεβάρυνται ἡ καρδία Φαραὼ τοῦ μὴ ἐξαποστεῖλαι τὸν λαόν. βάδισον πρὸς Φαραὼ τὸ πρωί, ἰδοὺ αὐτὸς ἐκπορεύεται ἐπὶ τὸ ὕδωρ. καὶ σὺ ἔσῃ συναντῶν αὐτῷ ἐπὶ τὸ χεῖλος τοῦ ποταμοῦ, καὶ τὴν ῥάβδον ταύτην τὴν στραφεῖσαν εἰς ὄφιν λήψῃ ἐν τῇ χειρί σου, καὶ ἐρεῖς πρὸς αὐτόν, Κύριος ὁ | |
15 | θεὸς τῶν Ἑβραίων ἀπέσταλκέ με πρὸς σὲ λέγων, Ἀπόστειλον τὸν λαόν μου, ἵνα λατρεύσωσί μοι ἐν τῇ ἐρήμῳ, καὶ ἰδοὺ οὐκ εἰσήκουσας ἕως τούτου. τάδε λέγει κύριος, Ἐν τούτῳ γνώσει ὅτι ἐγὼ κύριος· ἰδοὺ ἐγὼ τύπτω τῇ ῥάβδῳ τῇ ἐν τῇ χειρί μου ἐπὶ τὸ ὕδωρ τὸ ἐν τῷ ποταμῷ, καὶ μεταβαλεῖ εἰς αἷμα, καὶ οἱ ἰχθύες | |
20 | οἱ ἐν τῷ ποταμῷ τελευτήσουσι, καὶ ἐποζέσει ὁ ποταμός, καὶ οὐ δυνήσονται οἱ Αἰγύπτιοι πιεῖν ὕδωρ ἀπὸ τοῦ ποταμοῦ. εἶπε δὲ | |
κύριος πρὸς Μωϋσῆν, Εἶπον Ἀαρὼν τῷ ἀδελφῷ σου, Λάβε τὴν | ||
130 | ῥάβδον σου καὶ ἔκτεινον τὴν χεῖρά σου ἐπὶ τὰ ὕδατα Αἰγύπτου καὶ ἐπὶ τοὺς ποταμοὺς αὐτῶν καὶ ἐπὶ τὰς διώρυγας αὐτῶν καὶ ἐπὶ τὰ ἕλη αὐτῶν καὶ ἐπὶ πᾶν συνεστηκὸς ὕδωρ αὐτῶν, καὶ ἔσται αἷμα. καὶ ἐγένετο αἷμα ἐν πάσῃ γῇ Αἰγύπτῳ, ἔν τε τοῖς ξύλοις | |
5 | καὶ ἐν τοῖς λίθοις. καὶ ἐποίησαν οὕτως Μωϋσῆς καὶ Ἀαρών, καθάπερ ἐνετείλατο κύριος αὐτοῖς. καὶ ἐπάρας Ἀαρὼν τὴν ῥά‐ βδον αὐτοῦ ἐπάταξε τὸ ὕδωρ τὸ ἐν τῷ ποταμῷ ἐναντίον Φαραὼ καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ, καὶ μετέβαλε πᾶν τὸ ὕδωρ τὸ ἐν ποταμῷ εἰς αἷμα. καὶ οἱ ἰχθύες οἱ ἐν τῷ ποταμῷ ἐτελεύ‐ | |
10 | τησαν, καὶ ἐπώζεσεν ὁ ποταμός, καὶ οὐκ ἠδύναντο οἱ Αἰγύπτιοι πιεῖν ὕδωρ ἐκ τοῦ ποταμοῦ, καὶ ἦν τὸ αἷμα ἐν πάσῃ γῇ Αἰγύ‐ πτῳ. ἐποίησαν δὲ ὡσαύτως καὶ οἱ ἐπαοιδοὶ τῶν Αἰγυπτίων ταῖς φαρμακείαις αὐτῶν, καὶ ἐσκληρύνθη ἡ καρδία Φαραώ, καὶ οὐκ εἰσήκουσεν αὐτῶν, καθάπερ εἶπεν κύριος. ἐπιστραφεὶς δὲ Φα‐ | |
15 | ραὼ εἰσῆλθεν εἰς τὸν οἶκον αὐτοῦ· καὶ οὐκ ἐπέστησε τὸν νοῦν αὐτοῦ οὐδὲ ἐπὶ τοῦτο. ὤρυξαν δὲ πάντες οἱ Αἰγύπτιοι κύκλῳ τοῦ ποταμοῦ, ὥστε πιεῖν ὕδωρ, καὶ οὐκ ἠδύναντο πιεῖν ὕδωρ ἀπὸ τοῦ ποταμοῦ. καὶ ἀνεπληρώθησαν ἑπτὰ ἡμέραι μετὰ τὸ πατάξαι κύριον τὸν ποταμόν. | |
20 | Εἶπε δὲ κύριος πρὸς Μωϋσῆν, Εἴσελθε πρὸς Φαραώ, καὶ | |
ἐρεῖς πρὸς αὐτόν, Τάδε λέγει κύριος, Ἐξαπόστειλον τὸν λαόν | ||
131 | μου, ἵνα μοι λατρεύσωσιν. εἰ δὲ μὴ βούλει σὺ ἐξαποστεῖλαι, ἰδοὺ ἐγὼ τύπτω πάντα τὰ ὅριά σου βατράχοις, καὶ ἐξερεύξεται ὁ ποταμὸς βατράχους, καὶ ἀναβάντες εἰσελεύσονται εἰς τοὺς οἴκους σου καὶ εἰς τὰ ταμεῖα τῶν κοιτώνων σου καὶ ἐπὶ τῶν κλινῶν σου | |
5 | καὶ εἰς τοὺς οἴκους τῶν θεραπόντων σου καὶ τοῦ λαοῦ σου καὶ ἐν τοῖς φυράμασί σου καὶ ἐν τοῖς κλιβάνοις σου, καὶ ἐπὶ σὲ καὶ ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τοὺς θεράποντάς σου ἀνα‐ βήσονται οἱ βάτραχοι. εἶπε δὲ κύριος πρὸς Μωϋσῆν, Εἶπον Ἀαρὼν τῷ ἀδελφῷ σου, Ἔκτεινον τῇ χειρί σου τὴν ῥά‐ | |
10 | βδον σου ἐπὶ τοὺς ποταμοὺς καὶ ἐπὶ τὰς διώρυγας καὶ ἐπὶ τὰ ἕλη καὶ ἀνάγαγε τοὺς βατράχους. καὶ ἐξέτεινεν Ἀαρὼν τὴν χεῖρα ἐπὶ τὰ ὕδατα Αἰγύπτου καὶ ἀνήγαγε τοὺς βατράχους, καὶ ἀνε‐ βιβάσθη ὁ βάτραχος καὶ ἐκάλυψε τὴν γῆν Αἰγύπτου. ἐποίησαν δὲ ὡσαύτως καὶ οἱ ἐπαοιδοὶ τῶν Αἰγυπτίων ταῖς φαρμακείαις αὐ‐ | |
15 | τῶν, καὶ ἀνήγαγον τοὺς βατράχους ἐπὶ τὴν γῆν Αἰγύπτου. καὶ ἐκάλεσε Φαραὼ Μωϋσῆν καὶ Ἀαρών, καὶ εἶπεν, Εὔξασθε περὶ ἐμοῦ πρὸς κύριον, καὶ περιελέτω τοὺς βατράχους ἀπ’ ἐμοῦ καὶ ἀπὸ τοῦ ἐμοῦ λαοῦ, καὶ ἐξαποστελῶ τὸν λαόν, καὶ θύσουσι κυ‐ ρίῳ. εἶπε δὲ Μωϋσῆς πρὸς Φαραώ, Τάξαι πρός με πότε εὔξο‐ | |
20 | μαι περί σου καὶ περὶ τῶν θεραπόντων σου καὶ περὶ τοῦ λαοῦ σου ἀφανίσαι τοὺς βατράχους ἀπὸ σοῦ καὶ ἀπὸ λαοῦ σου καὶ ἐκ τῶν οἰκιῶν ὑμῶν, πλὴν ἐν ποταμῷ ὑπολειφθήσονται. ὁ δὲ εἶ‐ | |
πεν, Εἰς αὔριον. εἶπεν οὖν, Ὡς εἴρηκας, ἵνα εἰδῇς ὅτι οὐκ | ||
132 | ἔστιν ἄλλος πλὴν κυρίου. καὶ περιαιρεθήσονται οἱ βάτραχοι ἀπὸ σοῦ καὶ ἀπὸ τῶν οἰκιῶν ὑμῶν καὶ ἐκ τῶν ἐπαύλεων καὶ ἀπὸ τῶν θεραπόντων σου καὶ ἀπὸ τοῦ λαοῦ σου, πλὴν ἐν τῷ ποτα‐ μῶ ὑπολειφθήσονται. | |
5 | Ἐξῆλθε δὲ Μωϋσῆς καὶ Ἀαρὼν ἀπὸ Φαραώ. καὶ ἀνεβόησε Μωϋσῆς πρὸς κύριον περὶ τοῦ ὁρισμοῦ τῶν βατράχων, ὡς ἐτά‐ ξατο Φαραώ. ἐποίησε δὲ κύριος, καθάπερ εἶπε Μωϋσῆς, καὶ ἐτελεύτησαν οἱ βάτραχοι ἐκ τῶν οἰκιῶν καὶ ἐκ τῶν ἐπαύλεων καὶ ἐκ τῶν ἀγρῶν, καὶ συνήγαγον αὐτοὺς θημωνίας θημωνίας, καὶ | |
10 | ἐπώζεσεν ἡ γῆ. ἰδὼν δὲ Φαραὼ ὅτι γέγονεν ἀνάψυξις, ἐβα‐ ρύνθη ἡ καρδία αὐτοῦ, καὶ οὐκ εἰσήκουσεν αὐτῶν, καθάπερ ἐλά‐ λησεν κύριος. Εἶτα ἐπῆλθον τοῖς Αἰγυπτίοις καὶ ἄλλαι πληγαί. γʹ. Σκνίψ, ὡς ἀπροβλέπτοις καὶ ἀνηκόοις καὶ ἀδιακρίτοις | |
15 | καὶ ἀνομολόγοις. δʹ. Κυνόμυια, ὡς ἀχρώμοις καὶ ἀναισθήτοις. εʹ. Θάνατος πάντων τῶν τετραπόδων διὰ τὴν πρὸς αὐτὰ πεποίθησιν. ϛʹ. Ἕλκη, διὰ τὸ αὐχεῖν ἐν εὐρωστίᾳ. | |
20 | ζʹ. Χάλαζα καὶ πῦρ, διὰ τὸ αὐχεῖν ὡς ἐν εὐθηνίᾳ ἀγαθῇ. | |
ηʹ. Ἀκρίς. ἀβασίλευτόν ἐστιν ἀκρίς, ὡς οὐ κυριεῦον. τὰ | ||
133 | γὰρ ἄλλα κυριεύουσιν ἐκστρατεύματι, ἀφ’ ἑνὸς κελεύσματος εὐ‐ τάκτως πρὸς κάκωσιν ἐχθρῶν ἀποστελλόμενα. θʹ. Σκότος. ιʹ. Θάνατος πρωτοτόκων, διὰ τὸ αὐχεῖν ἐν παραμονῇ ζωῆς | |
5 | καὶ ἰσχύι καὶ δόξῃ. | |
6t | Πληγαὶ δέκα | |
7 | Γʹ διὰ τοῦ Ἀαρὼν ἐν τῇ ῥάβδῳ, αἷμα, βάτραχος, σκνίψ. καὶ βʹ διὰ ἑαυτοῦ ὁ θεός, κυνόμυιαν, θάνατον, ἕλκη. καὶ μίαν διὰ χειρὸς Μωϋσέως, συνυπουργοῦντος αὐτῷ τοῦ Ἀαρών. | |
10 | Καὶ ἄλλαι τρεῖς διὰ Μωϋσέως μόνου· μία διὰ τῆς ῥάβδου, καὶ μία διὰ τῆς χειρὸς αὐτοῦ, χάλαζα, ἀκρίας, σκότος. Καὶ μίαν, τὴν τῶν πρωτοτόκων, δι’ ἑαυτοῦ ὁ θεός. Τούτῳ τῷ ͵γωληʹ ἔτει γενέσεως κόσμου ἀρχὴν εἰληφότι ἀπὸ καʹ τοῦ μαρτίου μηνὸς καὶ δευτέρῳ τῆς ἐξόδου εἶπεν ὁ κύριος | |
15 | πρὸς Μωϋσῆν καὶ Ἀαρὼν ἐν γῇ Αἰγύπτῳ λέγων, Οὗτος ὁ μὴν ἀρχὴ μηνῶν πρῶτός ἐστιν ὑμῖν ἐν τοῖς μησὶ τοῦ ἐνιαυτοῦ· λά‐ λησον πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραὴλ λέγων, Τῇ δεκάτῃ τοῦ μηνὸς τούτου λαβέτωσαν ἕκαστος πρόβατον κατ’ οἴκους πα‐ τριῶν, πρόβατον κατ’ οἰκίαν. ἐὰν δὲ ὀλιγοστοὶ ὦσιν οἱ ἐν τῇ | |
20 | οἰκίᾳ, ὥστε μὴ ἱκανοὺς εἶναι εἰς πρόβατον, συλλήψεται μεθ’ | |
134 | ἑαυτοῦ τὸν γείτονα τὸν πλησίον αὐτοῦ, κατὰ ἀριθμὸν ψυχῶν ἕκαστος τὸ ἀρκοῦν αὐτῷ συναριθμηθήσεται εἰς πρόβατον. πρό‐ βατον τέλειον ἄρσεν ἐνιαύσιον ἔσται ὑμῖν· ἀπὸ τῶν ἀμνῶν καὶ τῶν ἐρίφων λήψεσθε. καὶ ἔσται ὑμῖν διατετηρημένον ἕως ιδʹ | |
5 | τοῦ μηνὸς τούτου, καὶ σφάξουσιν αὐτὸ πᾶν τὸ πλῆθος συναγω‐ γῆς υἱῶν Ἰσραὴλ πρὸς ἑσπέραν. καὶ λήψονται ἀπὸ τοῦ αἵματος, καὶ θήσουσιν ἐπὶ τῶν δύο σταθμῶν καὶ ἐπὶ τὴν φλιὰν ἐν τοῖς οἴ‐ κοις ἐν οἷς ἂν φάγωσιν αὐτὰ ἐν αὐτοῖς. καὶ φάγονται τὰ κρέα τῇ νυκτὶ ταύτῃ ὀπτὰ πυρὶ καὶ ἄζυμα ἐπὶ πικρίδων ἔδονται. καὶ | |
10 | οὐκ ἔδεσθε ἀπ’ αὐτῶν ὠμὸν οὐδὲ ἡψημένον ἐν ὕδατι, ἀλλ’ ἢ ὀπτὰ πυρί, κεφαλὴν σὺν τοῖς ποσὶ καὶ τοῖς ἐνδοσθίοις. οὐκ ἀπο‐ λείψεται ἀπ’ αὐτοῦ εἰς τὸ πρωί, καὶ ὀστοῦν οὐ συντρίψετε ἀπ’ αὐτοῦ. τὰ δὲ καταλειπόμενα ἀπ’ αὐτοῦ ἕως πρωὶ ἐν πυρὶ κατα‐ καύσετε, οὕτω δὲ φάγεσθε αὐτό. αἱ ὀσφύες ὑμῶν περιεζωσμέ‐ | |
15 | ναι καὶ τὰ ὑποδήματα ὑμῶν ἐν τοῖς ποσὶν ὑμῶν, καὶ αἱ βακτη‐ ρίαι ὑμῶν ἐν ταῖς χερσὶν ὑμῶν, καὶ ἔδεσθε αὐτὸ μετὰ σπουδῆς. πάσχα ἐστὶν κυρίῳ. καὶ ἐλεύσομαι ἐν γῇ Αἰγύπτῳ ἐν τῇ νυκτὶ ταύτῃ, καὶ πατάξω πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ ἀπὸ ἀν‐ θρώπου ἕως κτήνους, καὶ ἐν πᾶσι θεοῖς Αἰγυπτίων ποιήσω τὴν | |
20 | ἐκδίκησιν ἐγὼ κύριος. καὶ ἔσται τὸ αἷμα ὑμῖν ἐν σημείῳ ἐπὶ τῶν οἰκιῶν ἐν αἷς ὑμεῖς ἐστε ἐκεῖ. καὶ ὄψομαι τὸ αἷμα, καὶ σκε‐ | |
πάσω ὑμᾶς· καὶ οὐκ ἔσται ἐν ὑμῖν πληγὴ τοῦ ἐκτριβῆναι, ὅταν | ||
135 | παίω ἐν γῇ Αἰγύπτῳ. καὶ ἔσται ἡ ἡμέρα αὕτη ὑμῖν μνημόσυνον, καὶ ἑορτάσετε αὐτὴν ἑορτὴν κυρίῳ εἰς τὰς γενεὰς ὑμῶν. νόμιμον αἰώνιον ἑορτάσετε αὐτήν, ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσθε, ἀπὸ δὲ τῆς πρώτης ἡμέρας ἀφανιεῖτε ζύμην ἐκ τῶν οἰκιῶν ὑμῶν. πᾶς | |
5 | ὃς ἂν φάγῃ ζύμην, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐξ Ἰσραήλ, ἀπὸ τῆς ἡμέρας τῆς πρώτης ἕως τῆς ἡμέρας τῆς ἑβδόμης. καὶ ἡ ἡμέρα ἡ πρώτη κεκλήσεται ἁγία, καὶ ἡ ἡμέρα ἡ ἑβδόμη κλη‐ τὴ ἁγία ἔσται ὑμῖν. πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε ἐν αὐ‐ ταῖς, πλὴν ὅσα ποιηθήσεται πάσῃ ψυχῇ· τοῦτο μόνον ποιηθήσε‐ | |
10 | ται ὑμῖν, καὶ φυλάξεσθε τὴν ἐντολὴν ταύτην· ἐν γὰρ τῇ ἡμέρᾳ ταύτῃ ἐξάξω τὴν δύναμιν ὑμῶν ἐκ γῆς Αἰγύπτου. καὶ ποιήσετε τὴν ἡμέραν ταύτην εἰς γενεὰς ὑμῶν νόμιμον αἰώνιον. ἐναρχο‐ μένου τῇ τεσσαρισκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου ἀφ’ ἑσπέρας ἔδεσθε ἄζυμα ἕως ἡμέρας μιᾶς καὶ εἰκάδος τοῦ μηνὸς | |
15 | ἕως ἑσπέρας. ἑπτὰ ἡμέρας ζυμὴ οὐχ εὑρεθήσεται ἐν ταῖς οἰκίαις ὑμῶν. πᾶς ὃς ἂν φάγῃ ζυμωτόν, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ συναγωγῆς υἱῶν Ἰσραὴλ ἔν τε τοῖς γειώραις καὶ αὐ‐ τόχθοσι τῆς γῆς. πᾶν ζυμωτὸν οὐκ ἔδεσθε, ἐν παντὰ κατοικη‐ τηρίῳ ὑμῶν ἔδεσθε ἄζυμα. καὶ μετὰ βραχέα. | |
20 | Ἐὰν δὲ εἰσέλθητε εἰς τὴν γῆν ἣν ἂν δῷ κύριος ὑμῖν, κα‐ | |
θότι ἐλάλησεν, φυλάξεσθε τὴν λατρείαν ταύτην. καὶ ἔσται | ||
136 | ἐὰν λέγωσι πρὸς ὑμᾶς οἱ υἱοὶ ὑμῶν, Τίς ἡ λατρεία αὕτη; καὶ ἐρεῖτε αὐτοῖς, Θυσία τὸ πάσχα τοῦτο κυρίῳ, ὃς ἐσκέπασεν τοὺς οἴκους τῶν υἱῶν Ἰσραὴλ ἐν Αἰγύπτῳ, ἡνίκα ἐπάταξε τοὺς Αἰγυ‐ πτίους, τοὺς δὲ οἴκους ἡμῶν ἐῤῥύσατο. καὶ μεθ’ ἕτερα. | |
5 | Καὶ ἐλάλησεν κύριος πρὸς Μωϋσῆν λέγων, Εἶπον τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς, Ὅταν εἰσέλθητε εἰς τὴν γῆν ἣν ἐγὼ δίδωμι ὑμῖν, καὶ θερίζητε τὸν θερισμὸν αὐτῆς, καὶ οἴσετε δράγμα ἀπαρχὴν τοῦ θερισμοῦ ὑμῶν πρὸς τὸν ἱερέα. καὶ ἀνοίσει τὸ δράγμα ἐναντίον κυρίου δεκτὸν ὑμῖν, τῇ ἐπαύριον τῆς πρώτης ἀνοίσει | |
10 | αὐτὸ ὁ ἱερεύς. καὶ ποιήσετε ἐν τῇ ἡμέρᾳ ἐν ᾗ ἂν φέρητε τὸ δράγμα πρόβατον ἄμωμον ἐνιαύσιον εἰς ὁλοκαύτωμα τῷ κυρίῳ. καὶ τὴν θυσίαν αὐτοῦ δύο δέκατα σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ, θυσία τῷ κυρίῳ, εἰς ὀσμὴν εὐωδίας κυρίῳ καὶ σπονδὴν αὐτοῦ τὸ τέταρτον τοῦ οἴνου καὶ ἄρτον καὶ πεφρυγμένα χίδρα νέα οὐ | |
15 | φάγεσθε ἕως εἰς αὐτὴν τὴν ἡμέραν ταύτην, ἕως ἂν προσενέγκητε ὑμεῖς τὰ δῶρα τοῦ θεοῦ ὑμῶν, νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν ἐν πάσῃ κατοικίᾳ ὑμῶν. καὶ ἀριθμήσετε ὑμῖν ἀπὸ τῆς ἐπαύ‐ ριον τῶν σαββάτων ἀπὸ τῆς ἡμέρας ἧς ἂν προσενέγκητε τὸ δρά‐ γμα τοῦ ἐπιθέματος, ἑπτὰ ἑβδομάδας ὁλοκλήρους ἀριθμήσεις | |
20 | ἕως τῆς ἐπαύριον τῆς ἐσχάτης ἑβδομάδος, ἀριθμήσετε πεντήκον‐ | |
τα ἡμέρας, καὶ προσοίσετε θυσίαν νέαν τῷ κυρίῳ· ἀπὸ τῆς κα‐ | ||
137 | τοικίας ὑμῶν προσοίσετε ἄρτους ἐπίθεμα, δύο ἄρτους, ἐκ δύο δε‐ κάτων σεμιδάλεως ἔσονται, ἐζυμωμένοι πεφθήσονται πρωτογεν‐ νημάτων τῷ κυρίῳ. καὶ προσάξετε μετὰ τῶν ἄρτων ἑπτὰ ἄμνους ἀμώμους ἐνιαυσίους καὶ μόσχον ἕνα ἐκ βουκολίου καὶ κριοὺς δύο | |
5 | ἀμώμους, καὶ ἔσονται εἰς ὁλοκαύτωμα τῷ κυρίῳ, καὶ αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν θυσία ὀσμὴ εὐωδίας τῷ κυρίῳ. καὶ μεθ’ ἕτερα. Καὶ ἐξαριθμήσεις σεαυτῷ ἑπτὰ ἀναπαύσεις ἐτῶν, ἑπτὰ ἔτη ἑπτάκις, καὶ ἔσονταί σοι ἑπτὰ ἑβδομάδες ἐτῶν ἐννέα καὶ τεσσα‐ | |
10 | ράκοντα ἔτη. καὶ διαγγελεῖτε σάλπιγγος φωνῇ ἐν πάσῃ τῇ γῇ ὑμῶν τῷ μηνὶ τῷ ἑβδόμῳ τῇ δεκάτῃ τοῦ μηνός, τῇ ἡμέρᾳ τοῦ ἐξιλασμοῦ διαγγελεῖτε σάλπιγγι ἐν πάσῃ τῇ γῇ ὑμῶν, καὶ ἁγιά‐ σετε τὸ ἔτος τὸ πεντηκοστόν, καὶ διαβοήσετε ἄφεσιν ἐπὶ τῆς γῆς πᾶσι τοῖς κατοικοῦσιν αὐτήν. ἐνιαυτὸς ἀφέσεως σημασία αὕτη | |
15 | ἔσται ὑμῖν. καὶ ἀπελεύσεται ἕκαστος εἰς τὴν κτῆσιν αὐτοῦ, καὶ ἕκαστος εἰς τὴν πατριὰν αὐτοῦ ἀπελεύσεσθε. ἀφέσεως σημασία αὕτη ἔσται ὑμῖν. Καὶ ἐλάλησε κύριος πρὸς Μωϋσῆν ἐν τῇ ἐρήμῳ Σινὰ ἐν τῷ ἔτει τῷ δευτέρῳ ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου ἐν τῷ μηνὶ τῷ πρώτῳ λέ‐ | |
20 | γων, Εἶπον καὶ ποιείτωσαν υἱοὶ Ἰσραὴλ τὸ πάσχα καθ’ ὥραν αὐτοῦ | |
τῇ τεσσαρισκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου πρὸς ἑσπέραν | ||
138 | ποιήσετε αὐτὸ κατὰ καιρούς. κατὰ τὸν νόμον αὐτοῦ καὶ κατὰ τὴν σύγκρισιν αὐτοῦ ποιήσετε αὐτό. Καὶ ἐλάλησε Μωϋσῆς τοῖς υἱοῖς Ἰσραὴλ ποιῆσαι τὸ πάσχα. ἐναρχομένου τῇ τεσσαρισκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου | |
5 | ἐν τῇ ἐρήμῳ Σινά, καθὰ συνέταξε κύριος τῷ Μωϋσεῖ, οὕτως ἐποίησαν υἱοὶ Ἰσραήλ. καὶ παρεγένοντο οἱ ἄνδρες οἳ ἦσαν ἀκά‐ θαρτοι ἐπὶ ψυχῇ ἀνθρώπου, καὶ οὐκ ἠδύναντο ποιῆσαι τὸ πά‐ σχα ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. καὶ προσῆλθον ἔναντι Μωϋσεῖ καὶ Ἀαρὼν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. καὶ εἶπον οἱ ἄνδρες ἐκεῖνοι πρὸς αὐ‐ | |
10 | τούς, Ἡμεῖς ἀκάθαρτοι ἐπὶ ψυχῇ ἀνθρώπου, μὴ οὖν ὑστερήσω‐ μεν ὥστε προσενεγκεῖν τὸ δῶρον κυρίου κατὰ καιρὸν αὐτοῦ ἐν μέσῳ υἱῶν Ἰσραήλ. καὶ εἶπε Μωϋσῆς πρὸς αὐτούς, Στῆτε αὐ‐ τοῦ, καὶ ἀκούσομαι τί ἐντελεῖται κύριος περὶ ὑμῶν. καὶ ἐλά‐ λησε κύριος πρὸς Μωϋσῆν λέγων, Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ | |
15 | λέγων, Ἄνθρωπος ἄνθρωπος, ὃς ἐὰν γένηται ἀκάθαρτος ἐπὶ ψυχῇ ἀνθρώπου ἢ ἐν ὁδῷ μακρὰν ὑμῖν ἢ ἐν ταῖς γενεαῖς ὑμῶν, καὶ ποιήσει τὸ πάσχα τῷ κυρίῳ τῷ μηνὶ τῷ βʹ ἐν τῇ ιδʹ ἡμέρᾳ, πρὸς ἑσπέραν ποιήσουσιν αὐτό, ἐπ’ ἀζύμων καὶ πικρίδων φάγονται αὐ‐ τό. οὐ καταλείψουσιν ἀπ’ αὐτοῦ εἰς τὸ πρωί, καὶ ὀστοῦν οὐ | |
20 | συντρίψουσιν ἀπ’ αὐτοῦ, κατὰ τὸν νόμον τοῦ πάσχα ποιήσουσιν | |
αὐτό. καὶ ἄνθρωπος ὃς ἐὰν καθαρὸς ᾖ καὶ ἐν ὁδῷ μακρὰν οὐκ | ||
139 | ἔστιν, καὶ ὑστερήσει τοῦ ποιῆσαι τὸ πάσχα, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς, ὅτι τὸ δῶρον κυρίῳ οὐ προσ‐ ήνεγκεν κατὰ τὸν καιρὸν αὐτοῦ, ἁμαρτίαν αὐτοῦ λήψεται ὁ ἄν‐ θρωπος ἐκεῖνος. ἐὰν δὲ προσέλθῃ πρὸς ὑμᾶς προσήλυτος ἐν τῇ | |
5 | γῇ ὑμῶν, καὶ ποιήσει τὸ πάσχα κυρίῳ κατὰ τὸν νόμον τοῦ πά‐ σχα καὶ κατὰ τὴν σύνταξιν αὐτοῦ, οὕτω ποιήσει αὐτό. νόμος εἷς ἔστω ὑμῖν καὶ τῷ προσηλύτῳ καὶ τῷ αὐτόχθονι τῆς γῆς. Αὗται αἱ ἑορταὶ τῷ κυρίῳ καὶ αὗται ἅγιαι, ἃς καλέσετε αὐ‐ τὰς ἐν τοῖς καιροῖς αὐτῶν τῷ πρώτῳ μηνὶ ἐν τῇ τεσσαρισκαιδε‐ | |
10 | κάτῃ τοῦ μηνὸς ἀνὰ μέσον τῶν ἑσπερινῶν πάσχα τῷ κυρίῳ, καὶ ἐν τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τούτου ἑορτὴ τῶν ἀζύμων· ἑπτὰ ἡμέρας ἄζυμα φάγεσθε. καὶ ἡ ἡμέρα ἡ πρώτη κλητὴ ἁγία ἔσται ὑμῖν, πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε. καὶ ἡ ἡμέρα ἡ ἑβδόμη κλητὴ ἁγία ἔσται ὑμῖν. πᾶν ἔργον λατρευτὸν | |
15 | οὐ ποιήσετε. Εἶτα βουλόμενοι γνῶναι πότε ἔφθασεν ἡ δεκάτη τοῦ πρώτου μηνός, τίθεμεν τὰ ͵γωληʹ ἔτη, καὶ μερίζομεν παρὰ τὸν ιθʹ. ιθʹ ςʹ γίνονται ͵γωʹ, ιθʹ αʹ γίνονται ιθʹ. λοιπὸν ιθʹ. ἔχει δὲ τὸ κα‐ τὰ φύσιν ιθʹ ἔτος ἐπακτὰς λʹ. ταύταις συνάπτομεν τὰς ιγʹ τὰς | |
20 | πρὸ τῶν φωστήρων καὶ προσελήνους ζʹ καὶ ἀπὸ καʹ καὶ αὐ‐ | |
τῆς τοῦ μαρτίου μηνός, καθ’ ἣν ἡ ἰσημερία γνωρίζεται, ιαʹ καὶ | ||
140 | ἀπριλίου θʹ, γίνονται οʹ. ἔκβα βλʹ, γίνονται ξʹ. λοιπὸν ιʹ. καὶ δῆλον ὡς ιʹ τοῦ πρώτου μηνός, καθ’ ὃ τὸ πρῶτον ἐν Αἰγύπτῳ πά‐ σχα ἐπετελεῖτο, καὶ προσετάχθησαν οἱ υἱοὶ Ἰσραὴλ λαβεῖν τὸ πρόβατον καὶ διατηρῆσαι, τῇ θʹ ἔφθασεν τοῦ ἀπριλίου μηνός. | |
5 | διὰ τί δὲ ͵γωληʹ ἐμερίσαμεν, καὶ οὐχὶ τὸ ἓν ἐξελόντες τὰ ͵γωλζʹ ἐμερίσαμεν; ἐπειδὴ ͵γωληʹ ἔτει γενέσεως κόσμου εἰσῆλθον πρὸς Φαραὼ Μωϋσῆς καὶ Ἀαρών, καὶ ἀπὸ καʹ καὶ αὐτῆς τοῦ μαρ‐ τίου μηνὸς ἐπελάβετο τὸ ͵γωλθʹ ἔτος τοῦ κόσμου. καὶ εἰκότως τὰ ͵γωληʹ μερίζομεν παρὰ τὸν ιθʹ. | |
10 | Εἶτα θέλοντες γνῶναι καὶ πότε γέγονεν ἡ ιδʹ, καθ’ ἣν ἐπετε‐ λέσθη τὸ πάσχα, τίθεμεν τὰς τοῦ φύσει ιθʹ ἔτους ἐπακτὰς λʹ καὶ πρὸς τῶν φωστήρων ιγʹ προσελήνους ζʹ καὶ ιαʹ τὰς ἀπὸ καʹ μαρτίου καὶ ιγʹ ἀπριλίου· γίνονται οδʹ. ἔξελε βʹ λʹ, γίνον‐ ται ξʹ. λοιπὸν ιδʹ. καὶ ἔγνωμεν ὡς ἡ ιδʹ τῆς σελήνης κατὰ τὸ | |
15 | παρὸν ἔτος ἔφθασεν τῇ ιγʹ τοῦ ἀπριλίου μηνός. Εἶτα θέλοντες γνῶναι καὶ ποία ἡμέρα τῆς ἑβδομάδος ἦν, ὅτε τὸ πρῶτον ἐν Αἰγύπτῳ γέγονε πάσχα, τίθεμεν τὰ ͵γωληʹ ἔτη. τούτοις προσάπτομεν τὸ τέταρτον, γίνοντα ͵δψϙζʹ. μέρισον ἑβ‐ δόμου ζʹ, χʹ γίνονται. ͵δσζʹ πʹ, γίνονται φξʹ. ζʹ εʹ, γίνονται λεʹ. | |
20 | λοιπὸν βʹ. ταύταις πρόσβαλε πρὸ τῶν φωστήρων γʹ, γίνονται εʹ, καὶ ιαʹ τὰς ἀπὸ καʹ μαρτίου, γίνονται ιϛʹ. πρόσβαλε καὶ ἀπρι‐ | |
λίου ιγʹ, γίνονται κθʹ. ταύτας εἰς ζʹ, ζʹ δʹ γίνονται κηʹ. λοι‐ | ||
141 | πὸν αʹ. καὶ ἔγνωμεν ὡς ἡ ιδʹ τοῦ πρώτου μηνὸς τῆς σελήνης, καθ’ ἣν πρῶτον τὸ ἐν Αἰγύπτῳ πάσχα ἐπετελέσθη, ἔφθασεν τῇ ιγʹ τοῦ ἀπριλίου μηνὸς καὶ ἐν ἡμέρᾳ πρώτῃ τῆς ἑβδομάδος. Μετὰ τὰς ιʹ πληγὰς ἡ κάλυψις τῆς θαλάσσης ἐπὶ Φαραὼ καὶ | |
5 | ἐπὶ τοὺς Αἰγυπτίους ιαʹ. Τὸν Μωϋσῆν μετὰ τὸ ἐπαγαγεῖν αὐτὸν τὰς πληγὰς οἱ Αἰγύ‐ πτιοι Υομ—Θομ—Φαν—Χθὴ προσηγόρευσαν, ὃ ἑρμηνεύεται, ᾧ ἀπεκαλύφθη τὸ μέλλον. Μωϋσῆς προεφήτευσεν λέγων, Προφήτην ὑμῖν ἀναστήσει | |
10 | κύριος ὁ θεός, ὡς ἐμέ, αὐτοῦ ἀκούσεσθε κατὰ πάντα. Ἀαρὼν προεφήτευσεν λέγων, Μή μοι ὀργίζου, κύριε· σὺ γὰρ οἶδας τὸ ὅρμημα τοῦ λαοῦ τούτου· λέγουσι γάρ μοι, Ποίη‐ σον ἡμῖν θεούς. γʹ, δʹ, εʹ, ϛʹ. | |
15 | ϛʹ ἔτει τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ καὶ πϛʹ Μωϋσέως Ἀαρὼν ὁ ἀδελφὸς αὐτοῦ πθʹ ἔτος κατάγων πρῶτος Ἑβραίων ἀρχιερεὺς κατέστη. ζʹ, ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ, ιγʹ, ιδʹ, ιεʹ, ιϛʹ, ιζʹ, ιηʹ. Ἑβραίων τὴν ἀρχιερωσύνην δεύτερος διεδέξατο Ἐλεάζαρος | |
20 | υἱὸς Ἀαρών. | |
142 | ιθʹ, κʹ, καʹ, κβʹ, κγʹ, κδʹ, κεʹ, κϛʹ, κζʹ, κηʹ, κθʹ, λʹ, λαʹ, λβʹ, λγʹ, λδʹ, λεʹ, λϛʹ, λζʹ, ληʹ, λθʹ, μʹ. | |
3t | Εἰς τὸν Μωϋσῆν | |
4 | Οὗτός ἐστιν ὁ μέγας Μωϋσῆς ὁ τῶν παραδόξων σημείων | |
5 | καὶ τεράτων ποιητής, ὁ τῆς κτίσεως κοσμογράφος, ὁ σκιαῖς τοῦ ἀληθινοῦ ἡμῶν ποιμένος Χριστοῦ τετιμημένος καὶ προσώπῳ ὑπὸ θεοῦ δεδοξασμένος, ὁ λόγοις καὶ ἔργοις προμηνύων τὰ τῆς οἰκονομίας τοῦ δεσπότου Χριστοῦ, ἔργοις μὲν ὡς τὸν Ἰσραὴλ ἐκ δουλείας Αἰγυπτίων λυτρώσασθαι, τὸ πάσχα καὶ τὴν πρόσ‐ | |
10 | χυσιν τοῦ αἵματος ποιησάμενος, τὴν διάβασιν τῆς θαλάσσης ὡς ἐπὶ βαπτίσματος διὰ τῆς νεφέλης προμηνύων τὴν δόσιν τοῦ νόμου καὶ τῆς ἐρήμου τὴν διαγωγήν, ὡς ἐπὶ τοῦ ἁγίου πνεύματος καὶ τῆς ἐκ‐ κλησίας προτυπούμενος, τὸν ὄφιν τὸν χαλκοῦν ἐφ’ ὑψηλοῦ στήσας, τὸ πάθος τὸ διὰ τοῦ σταυροῦ τοῦ δεσπότου Χριστοῦ προκατήγγελλεν | |
15 | τὴν εἴσοδον τῆς γῆς τῆς ἐπαγγελίας διὰ Ἰησοῦ παραπέμψας τὸ κατοι‐ κητήριον τὸ ἐν οὐρανοῖς προεγράφετο, ᾧ τάξις μεσίτου ὑπερφυὴς διὰ πλειόνων θαυμάτων ἱστορουμένη. τί δὲ δεῖ λέγειν καὶ περὶ τῆς σκη‐ νῆς τῆς οὔσης ἐκμαγεῖον παντὸς τοῦ κόσμου, ἐν ᾗ καὶ τὸ ἱλαστήριον ἔθετο, τάξιν ἐπέχον τοῦ δεσπότου Χριστοῦ· ἀλλ’ ἵνα μὴ μη‐ | |
20 | κύνωμεν τὸν λόγον, πολλάκις αὐτὰ προειρηκότες, ἐπὶ τὴν προ‐ | |
143 | φητείαν αὐτοῦ τὴν διὰ τῶν λόγων ἔλθωμεν. λέγει τοίνυν οὕτως. Προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ. αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν εἴπῃ πρὸς ὑμᾶς. ἔσται δέ, πᾶσα ψυχή, ἥτις οὐκ ἀκούει τοῦ προφήτου ἐκείνου, ἐξο‐ | |
5 | λοθρευθήσεται ἐκ τοῦ λαοῦ αὐτῆς. καὶ πάλιν αὐτὸς συγγράφει, ὡς ἀπὸ τοῦ Βαλαὰμ εἰρημένον, Ἀνατελεῖ ἄστρον ἐξ Ἰακώβ, καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραήλ, καὶ θραύσει τοὺς ἄρχοντας Μωὰβ καὶ ὑποτάξει πάντας τοὺς υἱοὺς Σήθ. υἱοὶ δὲ Σὴθ ὅλος ὁ κόσμος ἐστί· καὶ οὐχ ἁρμόζει τοῦτο, εἰ μὴ ἐπὶ τοῦ δεσπότου | |
10 | Χριστοῦ. ὁ γὰρ Σὴθ θεμέλιος ἑρμηνεύεται. ἐπειδὴ οὖν ὁ Καῒν καὶ τὸ τούτου σπέρμα ἐν τῷ κατακλυσμῷ ὅλον ἀπώλετο, Ἀβὲλ δὲ ἄπαις νεώτερος ἐτελεύτησεν, τούτων ὁ Σὴθ μεταγενέστερος ἐγένετο, ἐξ οὗ καὶ ὁ Νῶε καὶ πᾶς ὁ κόσμος κατάγεται, ὥσπερ τις θεμέλιος τῶν ἀνθρώπων· διὰ τοῦτο ἐκ τῆς αἰτίας ἐνθουσιασθεὶς | |
15 | αὐτὸν ὁ Ἀδὰμ ἐπωνόμασε Σήθ, ἵνα εἴπῃ ὅλον τὸν κόσμον. τοῦ‐ το δὲ ἐπὶ τοῦ Χριστοῦ καὶ μόνου ἁρμόζει, πρὸς ὃν πᾶσα ἡ θεία γραφὴ ἀφορᾷ. Ἰησοῦς Ναυῆ κζʹ, ὁμοῦ ͵γϡδʹ. αʹ, βʹ, γʹ, δʹ εʹ. | |
20 | Ἦν ἀρχιερεὺς Ἐλεάζαρος, υἱὸς Ἀαρών. | |
144 | ϛʹ, ζʹ. Τούτῳ τῷ ἔτει τῆς ἑαυτοῦ ἡγεμονίας διαγαγὼν Ἰησοῦ υἱὸς Ναυῆ τοὺς υἱοὺς Ἰσραὴλ εἰς γῆν Χαναὰν δεκάτῃ τοῦ πρώτου μη‐ νὸς διὰ μέσου τοῦ Ἰορδάνου στήσας τοὺς δύο φωστῆρας θεοῦ | |
5 | βουλήσει, πρώτην τε πόλιν τὴν Ἱεριχώ, τῶν τειχέων αὐτῆς πε‐ πτωκότων αὐτομάτως ἄνευ ἀνθρωπίνης καυχήσεως, τὴν Πα‐ λαιστινῶν γῆν τῷ Ἰουδαίων ἔθνει διανέμει πρὸς κλῆρον κατὰ φυ‐ λήν, κατασκάψας ἐπαρχίας ἑπτὰ καὶ ἐρημώσας βασιλείας κθʹ ἐν ἓξ ἔτεσιν· ἐν οἷς καὶ τῆς τῶν Φοινίκων γῆς περιεκράτησεν. | |
10 | Προεφήτευσεν Ἰησοῦς καὶ εἶπεν, Κύριος ὁ θεὸς ἡμῶν κύ‐ ριος εἷς ἐστιν ἐν οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω. ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ, ιγʹ, ιδʹ, ιεʹ, ιϛʹ, ιζʹ, ιηʹ, ιθʹ, κʹ, καʹ, κβʹ, κγʹ, κδʹ, κεʹ, κϛʹ, κζʹ. Μετὰ τελευτὴν Ἰησοῦ ἐξήμαρτεν ὁ λαὸς τῶν υἱῶν Ἰσραὴλ | |
15 | πρὸς τὸν θεόν· καὶ παρέδωκεν αὐτοὺς κύριος ὁ θεὸς τῷ Χου‐ σαρσαθὲμ βασιλεῖ τῆς Μεσοποταμίας, καὶ ἐδούλευσαν αὐτῷ ἔτη ηʹ. Χουσαρσαθὲμ ηʹ, ὁμοῦ ͵γϡιβʹ. αʹ, βʹ, γʹ, δʹ, εʹ, ϛʹ, ζʹ, ηʹ. | |
20 | Ἑβραίων τὴν ἀρχιερωσύνην τρίτος διεδέξατο Φινεές. | |
Μετὰ τελευτὴν τοῦ Χουσαρσαθὲμ κρατοῦσιν Ἑβραίων ἀλ‐ | ||
145 | λόφυλοι ἔτη ηʹ, ἃ καὶ συνάπτεται τοῖς τοῦ Γοθονιὴλ κατὰ τὰς Ἰουδαίων παραδόσεις. καὶ κεκραξάντων τῶν λαῶν πρὸς τὸν θεὸν ἀνέστησεν αὐτοῖς κύριος ὁ θεὸς ἡγεμόνα τὸν Γοθονιήλ. ἀδελφὸν Χαλὲβ τὸν νεώτερον, ἐκ φυλῆς Ἰούδα. οὗτος παρετά‐ | |
5 | ξατο τῷ Χουσαρσαθὲμ βασιλεῖ τῆς Μεσοποταμίας εἰς πόλεμον, καὶ ἔκρινεν αὐτὸν, καὶ τὸν λαὸν αὐτοῦ προενόμευσεν, καὶ ἦρξεν Γοθονιὴλ κρίνων τὸν λαὸν ἔτη λβʹ. ὁμοῦ ͵γϡμδʹ. αʹ, βʹ, γʹ, δʹ, εʹ, ϛʹ, ζʹ, ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ, ιγʹ, ιδʹ, ιεʹ, ιϛʹ, ιζʹ, ιηʹ, ιθʹ, κʹ, καʹ, κβʹ, κγʹ, κδʹ, κεʹ, κϛʹ, κζʹ, κηʹ, κθʹ, | |
10 | λʹ, λαʹ, λβʹ. Καὶ πάλιν ἐξήμαρτεν ὁ λαὸς τῶν υἱῶν Ἰσραὴλ πρὸς τὸν θεόν. καὶ παρέδωκεν αὐτοὺς κύριος ὁ θεὸς τῷ Ἐγλὼμ βασιλεῖ Μωαβι‐ τῶν, καὶ ἐδούλευσαν αὐτῷ υἱοὶ Ἰσραὴλ ἔτη ιηʹ, ὁμοῦ ͵γϡξβʹ. αʹ, βʹ, γʹ, δʹ, εʹ, ϛʹ, ζʹ, ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ, ιγʹ, ιδʹ, ιεʹ, ιϛʹ, ιζʹ, ιηʹ. | |
15 | Ἐπιστρεψάντων τῶν υἱῶν Ἰσραὴλ πρὸς τὸν θεὸν ἀνέστησεν αὐτοῖς κύριος ὁ θεὸς ἡγεμόνα τὸν Ἀώδ, ἄνδρα ἐκ φυλῆς Ἐφραΐμ· καὶ ἀπέκτεινε τὸν Ἐγλὼμ βασιλέα Μωαβιτῶν. καὶ ἦρξεν τοῦ λαοῦ Ἀὼδ ἐκ φυλῆς Ἐφραΐμ, καὶ ἐδούλευσαν αὐτῷ ἔτη νϛʹ. | |
20 | Ἀὼδ νϛʹ, ὁμοῦ ͵διηʹ. | |
146 | αʹ, βʹ, γʹ, δʹ, εʹ, ϛʹ, ζʹ, ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ, ιγʹ, ιδʹ, ιεʹ, ιϛʹ, ιζʹ, ιηʹ, ιθʹ, κʹ, καʹ, κβʹ, κγʹ, κδʹ, κεʹ, κϛʹ, κζʹ, κηʹ, κθʹ, λʹ, λαʹ, λβʹ, λγʹ, λδʹ, λεʹ, λϛʹ, λζʹ, ληʹ, λθʹ, μʹ, μαʹ, μβʹ, μγʹ, μδʹ, μεʹ, μϛʹ, μζʹ, μηʹ, μθʹ, νʹ, ναʹ, νβʹ, νγʹ, νδʹ, νεʹ, νϛʹ. | |
5 | Ἦν ἀρχιερεὺς Ἀβιούδ. Μετὰ τελευτὴν Ἀὼδ τοῦ κριτοῦ ἔκρινεν ὁ υἱὸς αὐτοῦ Σεμε‐ γὰρ τὸν λαὸν τῶν υἱῶν Ἰσραήλ. Σεμεγὰρ κδʹ, ὁμοῦ ͵δμβʹ. αʹ, βʹ, γʹ, δʹ, εʹ, ϛʹ, ζʹ, ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ, ιγʹ, ιδʹ, ιεʹ, ιϛʹ, | |
10 | ιζʹ, ιηʹ, ιθʹ, κʹ, καʹ, κβʹ, κγʹ, κδʹ. Ἦν ἀρχιερεὺς Βοκχεί. Μετὰ τὸ ἀποθανεῖν Ἀὼδ καὶ Σεμεγὰρ ἐξήμαρτεν ὁ λαὸς τῶν υἱῶν Ἰσραὴλ ἐναντίον κυρίου τοῦ θεοῦ, καὶ παρεδόθησαν ὑπὸ κυρίου τῷ Ἰαβεὶς βασιλεῖ τῶν Χαναναίων, καὶ ἐδούλευσαν αὐτῷ | |
15 | ἔτη κʹ. Ἰαβεὶς κʹ, ὁμοῦ ͵δξβʹ. αʹ, βʹ, γʹ, δʹ, εʹ, ϛʹ, ζʹ, ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ, ιγʹ, ιδʹ, ιεʹ, ιϛʹ, ιζʹ, ιηʹ, ιθʹ, κʹ. Ἐν τοῖς χρόνοις τούτοις προεφήτευσεν Δεββώῤῥα, γυνὴ Λα‐ | |
20 | φιδὼ ἐκ φυλῆς Ἐφραΐμ, καὶ εἶπεν, Οὐκ ἰδοὺ κύριος ἐξελεύσεται | |
147 | ὄπισθέν σου καὶ πολεμήσει τοὺς ἀντιδίκους σου; καὶ δι’ αὐτῆς ἡγήσατο τῆς στρατιᾶς τοῦ λαοῦ Βαρὰχ ὁ υἱὸς Ἀμινοὲμ ἐκ φυλῆς Νεφθαλείμ, ὃς παραταξάμενος τῷ Σισάρᾳ τῷ ἄρχοντι τῆς στρα‐ τιᾶς τοῦ Ἰαβεὶς ἐνίκησεν αὐτόν, καὶ ἦρξεν αὐτῶν Δεββώῤῥα δια‐ | |
5 | κρίνουσα ἔτη μʹ. Δεββώῤῥα μʹ, ὁμοῦ ͵δρβʹ. αʹ. Δεβώῤῥα ἐκ φυλῆς Ἐφραΐμ, γυνὴ Λαφιδώ, καὶ Βαρὰχ ὁ τοῦ Ἀμινοὲμ φυλῆς Βενιαμὶν πνεύματι θεοῦ προαχθέντες καὶ πα‐ | |
10 | ραταξάμενοι τῷ Σισάρα στρατηγῷ Ἰαβείς, ἀπέκτειναν αὐτὸν σὺν πολλῷ πλήθει ἀλλοφύλων, καὶ ἐννακόσια ἅρματα σιδηρᾶ κατεδυ‐ νάστευσαν τοῦ Σισάρα. οὗτος δὲ διωκόμενος ὑπὸ Δεβώῤῥας καὶ Βαρὰχ ὁ Σισάρα ἀναιρεῖται ὑπὸ Ἰαήλ, γυναικὸς Ἀδὲρ τοῦ Κι‐ ναίου, πάσσαλον αὐτῆς λαβούσης ἀπὸ τοῦ τοίχου, καὶ κολλη‐ | |
15 | σάσης κατὰ τοῦ κροτάφου αὐτοῦ καθεύδοντος, καὶ διαδυέντος εἰς τὴν γῆν τοῦ αὐτοῦ πασσάλου. ἦν δὲ ποτισθεὶς γάλακτι, συνεχόμενος ἀφορήτῳ δίψει. βʹ, γʹ, δʹ, εʹ, ϛʹ, ζʹ, ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ, ιγʹ, ιδʹ, ιεʹ, ιϛʹ. Τούτῳ τῷ ἔτει τὸ Ἴλιον ὑπὸ Ἰλίου ἐκτίσθη. [καὶ Ἀσκλη‐ | |
20 | πιὸς τὴν ἰατρικὴν μετῄει.] | |
148 | ιζʹ, ιηʹ, ιθʹ, κʹ, καʹ, κβʹ, κγʹ, κδʹ, κεʹ, κϛʹ, κζʹ, κηʹ, κθʹ, λʹ, λαʹ, λβʹ, λγʹ, λδʹ, λεʹ, λϛʹ, λζʹ, ληʹ, λθʹ, μ. Μετὰ τὸ ἀποθανεῖν Δεββώῤῥαν καὶ Βαρὰχ ἐξήμαρτεν πάλιν ὁ λαὸς ἐναντίον κυρίου τοῦ θεοῦ, καὶ παρεδόθησαν τῷ Ὡρὴβ | |
5 | καὶ Ζὴβ τοῖς ἄρχουσι τῶν Μαδιηναίων, καὶ ἐδούλευσαν αὐτοῖς ἔτη ζʹ. Ὡρὴβ καὶ Ζὴβ ζʹ, ὁμοῦ ͵δρθʹ. αʹ, βʹ, γʹ, δʹ, εʹ, ϛʹ, ζʹ. Ἐπὶ τούτων ἐξανέστησεν ὁ θεὸς τὸν Γεδεὼν ἐκ φυλῆς Μα‐ | |
10 | νασσῆ, ἔχοντα τριακοσίους ἄνδρας, καὶ ἀπώλεσε τὸν Ὡρὴβ καὶ τὸν Ζὴβ τοὺς ἄρχοντας τῶν Μαδιηναίων καὶ δώδεκα μυριά‐ δας τῶν ἀλλοφύλων, καὶ ἦρξε Γεδεὼν τοῦ λαοῦ τῶν υἱῶν Ἰσραὴλ ὁ ἐκ φυλῆς Μανασσῆ ἔτη μʹ. Γεδεὼν μʹ, ὁμοῦ ͵δρμθʹ. | |
15 | αʹ, βʹ, γʹ. Κύζικος Ἑλλησπόντου καὶ Ἀσίας μητρόπολις ὑπὸ Κυζίκου ἐκτίσθη μετὰ λδʹ ἔτη τοῦ τὸ Ἴλιον κτισθῆναι. δʹ, εʹ, ϛʹ, ζʹ, ηʹ. Τύρος ἐκτίσθη πρὸ τοῦ ἐν Ἱεροσολύμοις νεὼ ἔτεσι τριακο‐ | |
20 | σίοις πεντήκοντα καὶ ἑνί. | |
149 | θʹ, ιʹ, ιαʹ, ιβʹ, ιγʹ, ιδʹ, ιεʹ, ιϛʹ, ιζʹ, ιηʹ, ιθʹ, κʹ, καʹ, κβʹ, κγʹ, κδʹ, κεʹ, κϛʹ, κζʹ, κηʹ, κθʹ, λʹ, λαʹ. Γεδεὼν καθελὼν τὸ τοῦ πατρὸς αὐτοῦ θυσιαστήριον τοῦ Βαὰλ τυγχάνον, πνεῦμά τε κυρίου λαβὼν καὶ πίστιν διὰ σημείων | |
5 | τοῦ πόκου, ἔχων τετρακοσίους ἄνδρας ἐξέκοψε τῶν Μαδιη‐ ναίων δυοκαίδεκα μυριάδας. λβʹ, λγʹ, λδʹ, λεʹ, λϛʹ, λζʹ, ληʹ, λθʹ, μʹ. Μετὰ τελευτὴν Γεδεὼν τοῦ κριτοῦ ἔκρινε τὸν λαὸν τῶν υἱῶν Ἰσραὴλ Ἀβιμέλεχ ὁ ἐκ παλλακῆς υἱὸς αὐτοῦ ἔτη τρία. | |
10 | Ἀβιμέλεχ γʹ, ὁμοῦ ͵δρνβʹ. αʹ, βʹ, γʹ. Οὗτός ἐστιν Ἀβιμέλεχ ὁ φονεύσας τοὺς ἑβδομήκοντα ἀδελ‐ φοὺς αὐτοῦ καὶ τυραννίδι ἑαυτὸν βασιλέα καταστήσας καὶ τὸν λαὸν εἰς τὸν κατ’ ἀλλήλων πόλεμον καταστήσας. | |
15 | Μετὰ τελευτὴν Ἀβιμέλεχ τοῦ κριτοῦ ἦρξεν Θωλᾶ κριτής, υἱὸς Φιλὰ τοῦ ἐκ Χαῤῥὰν ἐκ φυλῆς Ἐφραΐμ. Θωλᾶ κγʹ, ὁμοῦ ͵δροεʹ. αʹ, βʹ, γʹ, δʹ. Ἑβραίων ἀρχιερεὺς Ὀζεί. | |
20 | εʹ, ϛʹ. | |
150 | Μεθ’ ὃν οἱ ἐκ τοῦ οἴκου Ἰθάμαρ διεδέξαντο τὴν ἀρχιερωσύ‐ νην, πρώτου παραλαβόντος αὐτὴν Ἠλεὶ τοῦ κριτοῦ. ζʹ, ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ, ιγʹ, ιδʹ, ιεʹ, ιϛʹ, ιζʹ, ιηʹ, ιθʹ, κʹ, καʹ, κβʹ, κγʹ. | |
5 | Μετὰ Θωλᾶ πάλιν ἀνέστη Ἰαεὶρ ὁ Γαλααδίτης ἐκ φυλῆς Μανασσῆ, καὶ αὐτὸς ἔκρινε τὸν Ἰσραὴλ ἔτη κβʹ. Ἰαεὶρ κβʹ, ὁμοῦ ͵δρϙζʹ. αʹ, βʹ, γʹ, δʹ, εʹ, ϛʹ, ζʹ, ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ, ιγʹ, ιδʹ, ιεʹ, ιϛʹ, ιζʹ, ιηʹ, ιθʹ, κʹ, καʹ, κβʹ. | |
10 | Μετὰ τοῦτον ἐξήμαρτεν ὁ λαὸς πάλιν ἐναντίον κυρίου τοῦ θεοῦ, καὶ παρέδωκεν αὐτοὺς κύριος ὁ θεὸς τοῖς Ἀμμανίταις, καὶ ἐδούλευσαν αὐτοῖς ἔτη ιηʹ. ὁμοῦ ͵δσιεʹ. αʹ, βʹ, γʹ, δʹ, εʹ, ϛʹ, ζʹ, ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ, ιγʹ, ιδʹ, ιεʹ, | |
15 | ιϛʹ, ιζʹ, ιηʹ. Καὶ κεκράξαντος τοῦ λαοῦ πρὸς τὸν θεὸν ἀνέστησεν αὐτοῖς κύριος ὁ θεὸς ἡγεμόνα τὸν Ἰεφθαὲ τὸν Γαλααδίτην ἐκ φυλῆς Μανασσῆ, ὃς ἐξεπολέμησε τοὺς ἀλλοφύλους, καὶ ἐῤῥύσατο αὐ‐ τοὺς ἐκ τῆς δουλείας τῶν Ἀμμανιτῶν, καὶ ἔκρινε τὸν λαὸν τῶν | |
20 | υἱῶν Ἰσραὴλ ἔτη ϛʹ. | |
Ἰεφθαὲ ϛʹ. ὁμοῦ ͵δσκαʹ. | ||
151 | αʹ. Οὗτος ὁ Ἰεφθαὲ κατὰ τὸ πρῶτον ἔτος αὐτοῦ μέλλων Ἀμμα‐ νίταις πολεμεῖν ηὔξατο, ἐὰν νικήσῃ, τὸν ὑπαντήσαντα αὐτῷ πρῶτον ἐκ τῆς οἰκίας αὐτοῦ θυσίαν αὐτὸν προσενεγκεῖν τῷ θεῷ. | |
5 | καὶ νικήσαντος αὐτοῦ συνήντησεν αὐτῷ ἡ μονογενὴς αὐτοῦ θυ‐ γάτηρ, ἥντινα μετὰ δύο μῆνας πενθήσασαν τὴν ἑαυτῆς παρθε‐ νίαν ἔθυσεν· εἰς ὃν τύπον εἰσέτι καὶ νῦν αἱ τῶν Ἑβραίων παρ‐ θένοι, ὅσαι ἂν εὑρεθῶσι, κατ’ ἐνιαυτὸν τελοῦσι θρῆνον. βʹ, γʹ, δʹ, εʹ, ϛʹ. | |
10 | Μετὰ τὴν τελευτὴν Ἰεφθαὲ ἦρξεν τῶν υἱῶν Ἰσραὴλ Ἐσσε‐ βὼν ἐκ Βηθλεὲμ ἐκ φυλῆς Ἰούδα, καὶ αὐτὸς ἔκρινεν τὸν Ἰσραὴλ ἔτη ἑπτά. Ἐσσεβὼν ζʹ, ὁμοῦ ͵δσκηʹ. αʹ, βʹ, γʹ, δʹ, εʹ, ϛʹ, ζʹ. | |
15 | Μετὰ τελευτὴν Ἐσσεβὼν ἦρξεν τοῦ Ἰσραὴλ Αἰαλὼν ὁ Ζα‐ βουλωνίτης, καὶ αὐτὸς ἔκρινε τὸν Ἰσραὴλ ἔτη ιʹ. Αἰαλὼν ιʹ, ὁμοῦ ͵δσληʹ. αʹ, βʹ, γʹ, δʹ, εʹ, ϛʹ, ζʹ, ηʹ, θʹ, ιʹ. Μετὰ τὴν τελευτὴν Αἰαλὼν ἦρξε τῶν υἱῶν Ἰσραὴλ Λαβδὼν | |
20 | ὁ υἱὸς Ἀελὴμ ὁ Φαραθωνίτης ἐκ φυλῆς Ἐφραΐμ, καὶ αὐτὸς | |
ἔκρινε τὸν Ἰσραὴλ ἔτη ηʹ. | ||
152 | Λαβδὼν ηʹ, ὁμοῦ ͵δσμϛʹ. αʹ, βʹ, γʹ. Τρίτῳ ἔτει τοῦ Λαβδὼν τὸ Ἴλιον ἥλω. δʹ, εʹ, ϛʹ, ζʹ, ηʹ. | |
5 | Οὗτος ὁ Λαβδὼν ἔσχεν υἱοὺς τριάκοντα καὶ ἐκγόνους τριά‐ κοντα. Μετὰ τελευτὴν τοῦ Λαβδὼν ἐξήμαρτεν πάλιν ὁ λαὸς ἐναν‐ τίον κυρίου τοῦ θεοῦ, καὶ παρέδωκεν αὐτοὺς τοῖς Φυλιστιείμ, καὶ ἐδούλευσαν αὐτοῖς ἐπὶ ἔτη μʹ. | |
10 | Φυλισταῖοι ἔτη μʹ, ὁμοῦ ͵δσπϛʹ. αʹ, βʹ, γʹ, δʹ, εʹ, ϛʹ, ζʹ, ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ, ιγʹ, ιδʹ, ιεʹ, ιϛʹ, ιζʹ, ιηʹ, ιθʹ, κʹ, καʹ, κβʹ, κγʹ, κδʹ, κεʹ, κϛʹ, κζʹ, κηʹ, κθʹ, λʹ, λαʹ, λβʹ, λγʹ, λδʹ, λεʹ, λϛʹ, λζʹ, ληʹ, λθʹ, μʹ. Καὶ ἐπιστρεψάντων τῶν υἱῶν Ἰσραὴλ πρὸς τὸν θεὸν ἀνέστη‐ | |
15 | σεν αὐτοῖς ὁ θεὸς ἡγεμόνα τὸν Σαμψὼν υἱὸν Μανωὲ ἐκ φυλῆς Δάν, ὃς ἐξεπολέμησεν τοὺς ἀλλοφύλους ἐν ἰσχύϊ μεγάλῃ, καὶ αὐτὸς ἔκρινεν τὸν Ἰσραὴλ ἔτη κʹ. Σαμψὼν κʹ, ὁμοῦ ͵δτϛʹ. αʹ, βʹ, γʹ, δʹ, εʹ, ϛʹ, ζʹ, ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ, ιγʹ, ιδʹ, ιεʹ, | |
20 | ιϛʹ, ιζʹ, ιηʹ, ιθʹ, κʹ. | |
Τὸν Σαμψὼν υἱὸν Μανωὲ ἐκ φυλῆς Δὰν ἰσχύϊ διάσημον | ||
153 | γεγονέναι φασί, τὸν πολεμήσαντα τοὺς ἀλλοφύλους, καὶ παρά τισι τὰς πράξεις αὐτοῦ παραβάλλεσθαι ταῖς τοῦ Ἡρακλέους φα‐ σί. θηράσας γὰρ ἀλώπεκας τριακοσίους, καὶ ταῖς κέρκοις αὐ‐ τῶν λαμπάδας ἐξημμένας προσδήσας, ἐνέπρησε τῶν ἀλλοφύλων | |
5 | τοὺς ἀμπελῶνας καὶ σπόριμα. οἱ δὲ ἀλλόφυλοι ἐπιστρατεύσαν‐ τες τῷ Ἰσραὴλ ἔκδοτον αὐτὸν ἐξῄτουν γενέσθαι· συλλαβόμενοι δὲ αὐτὸν δέσμιον ἀπήγαγον. ὁ δὲ διαῤῥήξας τὰ κῶλα τῶν δε‐ σμῶν, συντυχὼν σιαγόνι ὄνου, ἀπέκτεινεν αὐτῶν χιλίους, καὶ διεσώθη. καὶ διψήσας τὸν θεὸν ἐπεκαλέσατο, καὶ διαῤῥήξας | |
10 | τὸν ἐν τῇ σιαγόνι ὅλμον, ἀνέβλυσε πηγή. εἶτα ἐν Γάζῃ συγ‐ κλεισθέντα αὐτὸν, καὶ ἀποκλεισάντων τὴν πόλιν τῶν ἀλλοφύλων, ἐλπιζόντων τε ἔχειν αὐτὸν ἐν φρουρᾷ, τῇ νυκτὶ κεκλεισμένων τῶν πυλῶν διαῤῥήξας τὰ δεσμὰ ἐξῆλθεν, συνήθειαν ἔχων πρός τινα πόρνην Δαλιδὰν ὀνόματι, κἀκεῖσε γίνεται τοῖς σατράπαις τῶν | |
15 | ἀλλοφύλων, καὶ ἡ διὰ τῆς κόμης αὐτοῦ ἰσχὺς φανερὰ τούτοις γί‐ νεται. καὶ ὑπνώσαντος αὐτοῦ καὶ ξυρηθέντος τὴν κεφαλὴν ἀπὸ τῆς Δαλιδᾶς, ἡ ἰσχὺς αὐτοῦ ἐμαράνθη. συλλαβόμενοί τε οἱ ἀλλόφυλοι καὶ ἐκκόψαντες αὐτοῦ τοὺς ὀφθαλμούς, κατήγαγον εἰς Γάζαν, καὶ πεδήσαντες αὐτὸν εἰς μύλωνα καθεῖρξαν. εἶτα | |
20 | ἑορτάζοντες προήνεγκαν αὐτὸν ἐμπαίζειν αὐτῷ. ὁ δὲ ἀξιώσας τὸν χειραγωγὸν αὐτοῦ συνάψαι αὐτὸν τοῖς κίοσιν, ὡς κεκμηκότα, | |
συνηγμένων τῶν ἀλλοφύλων ἀμφὶ τοὺς ͵γ, εὐξάμενος ἐκδίκησιν | ||
154 | παρὰ θεοῦ, ἐπεσπάσατο τοὺς κίονας, καὶ διεφθάρη σὺν τοῖς ἀλ‐ λοφύλοις, πλείονας θανατώσας τελευτῶν ἤπερ ἀποκτείνας ζῶν. Μετὰ τελευτὴν Σαμψὼν ἀναρχίας καὶ εἰρήνης μʹ, ὁμοῦ ͵δτμϛʹ. | |
5 | αʹ, βʹ, γʹ, δʹ, εʹ, ϛʹ, ζʹ, ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ, ιγʹ, ιδʹ, ιεʹ, ιϛʹ, ιζʹ, ιηʹ, ιθʹ, κʹ, καʹ, κβʹ, κγʹ, κδʹ, κεʹ, κϛʹ, κζʹ, κηʹ, κθʹ, λʹ, λαʹ, λβʹ, λγʹ, λδʹ, λεʹ, λϛʹ, λζʹ, ληʹ, λθʹ, μʹ. Μετὰ ταῦτα ἔκρινε τὸν Ἰσραὴλ Ἠλεὶ ὁ μέγας ἱερεύς, καθ’ ὃν ἡ πρώτη τῶν βασιλειῶν παρὰ τοῖς Ἑβραίοις καὶ χριστιανοῖς ἱστο‐ | |
10 | ρεῖται. μετὰ γὰρ τοὺς κριτὰς ἦρξεν Ἠλεὶ ὁ ἱερεὺς καὶ ἔκρινε τὸν Ἰσραὴλ ἔτη μʹ. Ἠλεὶ ὁ ἱερεὺς μʹ, ὁμοῦ ͵δτπϛʹ. αʹ, βʹ, γʹ, δʹ, εʹ, ϛʹ, ζʹ, ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ, ιγʹ, ιδʹ, ιϛʹ, ιζʹ, ιηʹ, ιθʹ, κʹ, καʹ, κβʹ, κγʹ, κεʹ, κϛʹ, κζʹ, κηʹ, κθʹ, λʹ, | |
15 | λαʹ, λβʹ, λγʹ, λδʹ, λεʹ, λϛʹ, λζʹ, ληʹ, λθʹ, μʹ. Ἑβραίων τέταρτος τὴν ἀρχιερωσύνην διεδέξατο Ἠλεί. οἱ δὲ τούτου υἱοὶ Ὀφνὶ καὶ Φινεὲς λοιμοὶ καὶ οὐκ εἰδότες τὸν κύριον. πρὸ γὰρ τοῦ τῷ θεῷ προσενεχθῆναι τὰς ὑπὸ τοῦ λαοῦ προσφερο‐ μένας θυσίας ἑαυτοῖς ἀπέσπων τὰ καλλιστεύοντα μετὰ βίας· οἳ | |
20 | καὶ συνετρίβησαν μετ’ οὐ πολὺ ἐν πολέμῳ τῶν ἀλλοφύλων ἐν | |
ἡμέρᾳ μιᾷ. ἐπὶ τούτου τοῦ Ἠλεὶ ὁ ἅγιος Σαμουὴλ γεννᾶται | ||
155 | ἀπὸ Ἑλκανᾶ καὶ Ἄννας, ὃς καὶ ἱερατεύειν ἤρξατο, ὁράσεων ἀξιω‐ θεὶς παρὰ τοῦ θεοῦ. Ἄννα προεφήτευσεν καὶ εἶπεν, Κύριος ἀνέβη εἰς οὐρανοὺς καὶ ἐβρόντησε. αὐτὸς κρινεῖ ἄκρα γῆς δίκαιος ὢν καὶ ὑψώσει | |
5 | κέρας Χριστοῦ αὐτοῦ. Μετὰ τελευτὴν Ἠλεὶ τοῦ ἱερέως ἔκρινε Σαμουὴλ ὁ προφήτης τοὺς υἱοὺς Ἰσραήλ, ἐπιστρέψας ἀπὸ τῶν ἀλλοφύλων τὴν κιβω‐ τὸν διαθήκης κυρίου. καὶ εἰσήγαγεν αὐτὴν εἰς οἶκον Ἀμιναδὰβ τοῦ Χετταίου, καὶ ἔμεινεν ἐκεῖ ἔτη κʹ. | |
10 | Σαμουὴλ κʹ, ὁμοῦ ͵δυϛʹ. αʹ, βʹ, γʹ, δʹ, εʹ, ϛʹ. Ἑβραίων ἀρχιερεὺς Ἀχιμέλεχ. ζʹ, ηʹ, θʹ. Προεφήτευσεν Σαμουήλ, Μάρτυς κύριος καὶ μάρτυς ὁ θεὸς | |
15 | σήμερον. ιʹ, ιαʹ, ιβʹ, ιγʹ, ιδʹ, ιεʹ, ιϛʹ, ιζʹ, ιηʹ, ιθʹ, κʹ. Γηράσαντος Σαμουήλ, καὶ τοῖ λαοῦ αἰτήσαντος βασιλέα, χρίεται κατὰ θεῖον πρόσταγμα ἐπὶ τὸν Ἰσραὴλ καὶ Ἰούδαν Σαούλ. | |
20 | Πρῶτος οὖν ἐβασίλευσεν ἐν τῇ Ἰουδαίᾳ Σαοὺλ υἱὸς Κὶς | |
φυλῆς Βενιαμὶν ἔτη κʹ. | ||
156 | Σαοὺλ λʹ, ὁμοῦ ͵δυκϛʹ. αʹ, βʹ. Ἐξ ὧν θεαρέστως ἐβασίλευσεν ἔτη δύο. τὰ δὲ λοιπὰ ἐν πα‐ ραβάσει, καθώς ἐστι τοῦτο λαβεῖν ἐκ τῶν γεγραμμένων ἐν αὐτῇ | |
5 | τῇ πρώτῃ τῶν βασιλειῶν. γʹ, δʹ, εʹ, ϛʹ. Τὴν ἀρχιερωσύνην διεδέξατο Σαμουὴλ ὁ ἐκ Βηθλεέμ, υἱὸς Ἑλκανᾶ καὶ Ἄννας. ζʹ, ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ, ιγʹ. | |
10 | Ὅμηρος κατά τινας ἐγνωρίζετο. ιδʹ, ιεʹ, ιϛʹ, ιζʹ, ιηʹ, ιθʹ, κʹ. Τούτῳ αὐτοῦ τῷ κʹ ἔτει Σαοὺλ τὸν Ἀβιμέλεχ καὶ ἄλλους τνʹ ἱερεῖς ἀνεῖλεν, ἔχων ἀρχιστράτηγον τὸν Ἀβεννὴρ υἱὸν Νήρ. Εἶτα ἔχρισε Σαμουὴλ ὁ προφήτης τὸν Δαβὶδ υἱὸν Ἰεσσαὶ | |
15 | ἐκ φυλῆς Ἰούδα εἰς βασιλέα ἐπὶ Ἰσραήλ. ὅστις πρῶτος Ἑβραί‐ ων ἐβασίλευσεν ἔτη μʹ. Ἑβραίων βασιλεὺς πρῶτος ἐκ φυλῆς Ἰούδα Δαβὶδ ἔτη μʹ, ὁμοῦ ͵δυξϛʹ. αʹ, βʹ, γʹ. | |
20 | Δαβὶδ ἐξαλείψας πόλεις τῶν ἀλλοφύλων πολλὰς τὴν Ἰεβοὺς πόλιν Ἱερουσαλὴμ προσηγόρευσεν, μηχανησάμενος ἐκ τοῦ συμ‐ | |
βεβηκότος. ἐν γὰρ τῇ Ἰεβοὺς ἐλθὼν ὁ Δαβὶδ ἐν αὐτῇ τῶν ἀλ‐ | ||
157 | λοφύλων παντελὴς νίκη γεγένηται· ὅθεν καὶ Ἱερουσαλὴμ αὐτὴν προσηγόρευσεν, οἰκοδομημένης αὐτῆς ἐν ὄρει ὑψηλῷ. ὄρος δὲ τῆ ἑβραΐδι φωνῇ ἰεβοὺς προσαγορεύεται, καὶ ἑλλάδι τῇ φωνῇ σαλὴμ [δὲ] εἰρήνη. | |
5 | δʹ, εʹ, ϛʹ, ζʹ. Ἐν Χεβρὼν ἐβασίλευσεν Δαβὶδ ἔτη ἑπτά, τὰ δὲ λοιπὰ τριά‐ κοντα τρία ἐν Ἱερουσαλήμ. οὗτος ἀνάγει τὴν κιβωτὸν διαθήκης κυρίου ἐξ οἴκου Ἀμιναδάβ, καὶ ἐν τῷ ἀνάγειν αὐτὴν ἐξέκλινεν ὁ μόσχος· καὶ ἐπισχὼν ὁ Χοζὰ τὴν κιβωτὸν ἐπατάχθη διὰ τὸ μὴ | |
10 | εἶναι αὐτὸν τῶν ἱερέων ἢ τῶν Λευιτῶν. καὶ φοβηθεὶς Δαβὶδ εἰσήγαγεν αὐτὴν εἰς οἶκον Ἀβεδεδὼν τοῦ Χετταίου, καὶ ἐποίησεν ἐκεῖ μῆνας τρεῖς. ηʹ. Ἑβραίων ἀρχιερεὺς Ἀβιαθὰρ ἐγνωρίζετο. | |
15 | θʹ. Προεφήτευον Γάδ, Νάθαν, καὶ Ἀσάφ. Νάθαν προφη‐ τεύων εἶπεν, Τί ὅτι οὐκ ἐγνώρισας τῷ δούλῳ σου τίς καθήσεται ἐπὶ τοῦ θρόνου τοῦ κυρίου μου τοῦ βασιλέως. ιʹ, ιαʹ, ιβʹ, ιγʹ, ιδʹ, ιεʹ, ιϛʹ, ιζʹ, ιηʹ, ιθʹ, κʹ, καʹ, κβʹ, κγʹ, | |
20 | κδʹ, κεʹ, κϛʹ, κζʹ, κηʹ, κθʹ, λʹ. | |
158 | Ἀβεσσαλὼμ υἱὸς Δαβὶδ εἰς τὸν ἴδιον ἐμπαροινῶν πατέρα. ἐπικαθήμενος κτήνει καὶ φεύγων, διερχόμενός τε διὰ φυτοῦ δέν‐ δρου μεγάλου, περιεπλάκη ἐκ τῆς κόμης τῆς κεφαλῆς αὐτοῦ τῷ δένδρῳ, καὶ ἐκρεμάσθη. οὗπερ γενομένου οὐκ ἄν τις ἁμάρ‐ | |
5 | τοι λαμβάνων τὸ παρὰ Μωϋσέως εἰρημένον περὶ τούτου λε‐ λέχθαι, Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου. ὃ προεφή‐ τευσε δὲ Μωϋσῆς περὶ τοῦ σωτῆρος λέγων, Ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην ἐνώπιον τῶν ὀφθαλμῶν ὑμῶν νυκτὸς καὶ ἡμέ‐ ρας, καὶ οὐ μὴ πιστεύσητε τῇ ζωῇ ὑμῶν. | |
10 | λαʹ, λβʹ, λγʹ, λδʹ, λεʹ, λϛʹ, λζʹ, ληʹ, λθʹ, μʹ. | |
11t | Τὸ πῶς συνέστη ὁ ψαλτήρ | |
12 | Μετὰ Μωϋσέα καὶ τὸν τούτου διάδοχον Ἰησοῦν τὸν τοῦ Ναυῆ καὶ μετὰ τοὺς γενομένους κριτὰς ἐν τῷ Ἰσραὴλ ἐπιλαβομένου λοιπὸν τῆς βασιλείας τοῦ Σαοὺλ καὶ ἀποδοκιμασθέντος, ἤγειρεν | |
15 | αὐτοῖς ὁ θεὸς βασιλέα ἐνάρετον δίκαιόν τε καὶ προφήτην. ὃς συνέταξε βίβλον Ψαλμῶν ρνʹ ἐκ πνεύματος ἁγίου κινούμενος ἐμμέ‐ τρως κατὰ τὸ μέτρον τὸ ἴδιον τῆς Ἑβραίας γλώττης, καὶ ἐμμελῶς μετὰ ῥυθμοῦ καὶ ὀργάνων διαφόρων καὶ ὀρχήσεων καὶ ᾠδῶν αὐ‐ τοὺς ᾄδων· ἦν γὰρ αὐτὸς κατέχων κιθάραν. εἶχε δὲ καὶ χοροὺς | |
20 | ὑφ’ ἑαυτὸν διαφόρους μικρῶν προφητῶν· οὕτω γὰρ ἐκάλουν τοὺς | |
159 | παραμένοντας τοῖς προφήταις, πολλάκις δὲ καὶ υἱοὺς προφητῶν αὐτοὺς ὠνόμαζον· ἐχόντων διάφορα ὄργανα, τοῦ μὲν κύμβαλα, τοῦ δὲ αὐλούς, τοῦ δὲ τύμπανα, τοῦ δὲ σάλπιγγας, τοῦ δὲ ψαλ‐ τήριον καὶ κιθάραν, τοὺς δὲ ᾠδοὺς τοὺς λεγομένους βοκαλίους. | |
5 | ἕκαστος δὲ χορὸς ἔξαρχον εἶχεν· ὁ μὲν ἐλέγετο Ἀσάφ, ἄλλος Ἰδι‐ θούμ, ἕτεροι υἱοὶ Κορέ, ἄλλος Ἐθὰμ Ἰσραηλίτης, ἕτερος Μωϋ‐ σῆς ἄνθρωπος τοῦ θεοῦ. ἡνίκα τοίνυν ἐκινεῖτο ὑπὸ τοῦ πνεύ‐ ματος προειπεῖν τι ἢ περὶ τῆς αἰχμαλωσίας τοῦ λαοῦ ἢ περὶ τῆς ἐπανόδου αὐτῶν ἢ περὶ ἠθῶν διδασκαλικῶν ἢ περὶ προ‐ | |
10 | νοίας ἢ περὶ τοῦ δεσπότου Χριστοῦ, συνετίθει ἐμμέτρως τὸν ψαλμὸν ἑκάστου εἰς μίαν ὑπόθεσιν συντείνοντα, διὰ τοῦτο γὰρ καὶ μεγάλοι καὶ μικροὶ ψαλμοί, καὶ παρεδίδου ἑνὶ χορῷ, ὡς ἐδοκίμαζεν ἢ ἥρμοζεν παραδίδοσθαι, καὶ ᾖδεν αὐτὸν ἐν ἐκείνῳ πρῶτον τῷ χορῷ. εἰ δὲ πάλιν ἐδοκίμασε κατὰ μέσου | |
15 | τοῦ ψαλμοῦ καὶ ἄλλῳ χορῷ παραδοῦναι τὸ λοιπὸν τοῦ ψαλ‐ μοῦ, τότε αὕτη ἡ διαδοχὴ τοῦ ῥυθμοῦ ἐκαλεῖτο διάψαλμα, ὥσ‐ τε καὶ ὅταν ἢ τοῖς λεγομένοις ᾠδοῖς ἤτοι βοκαλίοις κατὰ μέ‐ σοθεν ψαλμοῦ ἤθελεν παραδοῦναι, τότε ἐκαλεῖτο ᾠδὴ διαψάλ‐ ματος, ἐπειδήπερ οἱ ᾠδοὶ ἐκ διαδοχῆς παρελάμβανον τὸ λοιπὸν | |
20 | τοῦ ψαλμοῦ ᾄδειν. μαθεῖν δὲ ἔνεστιν τῷ βουλομένῳ περὶ τούτου ἐν τῷ γεγράφθαι ἐν ταῖς παραλειπομέναις τῶν βασιλειῶν οὕτως· | |
καὶ ᾔνεσε τὴν ᾠδὴν ταύτην ἐν χειρὶ Ἀσὰφ τοῦ προφήτου. με‐ | ||
160 | τὰ τὸ παραδοῦναι δὲ οὕτω πρῶτον τὸν ψαλμὸν λοιπὸν ἕκαστος χορὸς καὶ καθ’ ἑαυτὸν καὶ ὁμοθυμαδὸν μετὰ τέρψεων καὶ ῥυθ‐ μοῦ, τῶν μὲν τούτοις τοῖς ὀργάνοις, τῶν δὲ ἐν ἐκείνοις ἀντιφω‐ νούντων, ᾖδον τὸν ψαλμὸν μετ’ ὀρχήσεως εἰς δόξαν θεοῦ. ἔνε‐ | |
5 | στι δὲ πάλιν καὶ περὶ τούτου μαθεῖν ὡς αὐτὸς δι’ ἑαυτοῦ ὁ Δα‐ βὶδ ἀναλαβὼν ἐκ τῶν ἀλλοφύλων τὴν κιβωτὸν ὠρχήσατο ἔμπρο‐ σθεν αὐτῆς· καὶ ὀνειδισθεὶς ὑπὸ τῆς ἰδίας γυναικὸς Μελχὸλ ἔφη. Παίξομαι καὶ γελάσομαι ἐναντίον κυρίου. οὐ μόνον γὰρ ἐπαύ‐ σατο, ἀλλὰ καὶ ἐπιτείνειν τὰ τοιαῦτα ἐπηγγείλατο. τινὲς δὲ μὴ | |
10 | προσεσχηκότες τῇ τάξει καὶ τῇ ἀκριβείᾳ ταύτῃ, μὴ θελήσαντες ἐκ τῶν εἰδότων διδαχθῆναι. εἰς ἀλληγορίας ἐτράπησαν, μηδὲ πάντας εἶναι τοῦ Δαβὶδ τοὺς ψαλμοὺς ἀποφηνάμενοι, ἀλλὰ τῶν ἐκ τοῦ Δαβὶδ παραλαμβανόντων, φανεροὺς ἐξ αὐτῶν εἰρηκότες, ἐπαγγελίαν γενομένην ὅτι ταύτην ὁ θεὸς ἐκπεπλήρωκε τοῖς τέκνοις | |
15 | ἡμῶν, ἀναστήσας Ἰησοῦν, ὡς καὶ ἐν τῷ ψαλμῷ γέγραπται τῷ δευτέρῳ, Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε, τὴν γέννη‐ σιν ἐπὶ τῆς ἀναστάσεως ἐκλαβὼν καὶ κυρώσας καὶ αὐτὸς ὡς ὁ δεύτερος ψαλμὸς εἰς αὐτὸν εἴρηται, καθὰ καὶ πάντες οἱ ἀπόστο‐ λοι εἶπον. καὶ ταῦτα μὲν περὶ τῆς ἀνθρωπότητος αὐτοῦ· | |
20 | τὸ γὰρ περὶ τῆς θεότητος αὐτοῦ ἐν τούτῳ τῷ ψαλμῷ εἰρημένον ἐστὶ τοῦτο. Ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ, καὶ ὡς σκεύη | |
κεραμέως συντρίψεις αὐτούς. ὡσανεὶ τὸ ἰσχυρὸν καὶ δυνατὸν | ||
161 | τῆς θεότητος γνωρίσας ἐν ταὐτῷ καὶ τὸν ἀνακαινισμὸν ἤτοι ἀνα‐ πλασμὸν τῶν ἀνθρώπων σημάνας· τὸ γὰρ σκεῦος τοῦ κεραμέως συντριβόμενον μήπω προσομιλῆσαν πυρὶ δέχεται ἀναπλασμόν. ὁμοίως καὶ τὸν ὄγδοον εἰς αὐτὸν πάλιν εἴρηκεν, εἰς τὴν αὐτοῦ | |
5 | θεότητα εἰπὼν τὰ πρῶτα τοῦ ψαλμοῦ, καθὰ καὶ αὐτὸς ὁ δεσπό‐ της Χριστὸς μαρτυρεῖ περὶ τούτου ἐν τῷ εὐαγγελίῳ, ὅτε μετὰ τῶν κλάδων ἐπευφήμουν λέγοντες, Ὡσαννὰ τῷ υἱῷ Δαβίδ, εὐ‐ λογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου. καὶ ἐπειδὴ μὴ ἴσχυον οἱ Ἰουδαῖοι ἐπιτιμᾶν τοῖς ὄχλοις καὶ τοῖς νηπίοις, ἦν γὰρ παράδο‐ | |
10 | ξα τὰ ὁρώμενα, παῖδες καὶ θηλάζοντα νήπια καὶ μαθηταὶ καὶ ὄχλοι ἐπευφημοῦντες καὶ τὸν ὕμνον ἀνακράζοντες αὐτῷ ἐπεχείρουν τὴν μέμψιν ἐπιῤῥίπτειν, καί φασιν πρὸς αὐτόν, Ἀκούεις τί οὗτοι λέ‐ γουσιν; ὁ δὲ ἕτερος εὐαγγελιστής φησι, Τινὲς ἐκ τοῦ ὄχλου ἔλε‐ γον αὐτῷ, Ἐπιτίμησον τοῖς μαθηταῖς σου, ὡσανεὶ ὅτι δυσφη‐ | |
15 | μεῖς, καταδεχόμενος ὕμνον, ὃς τῷ θεῷ μόνῳ ἁρμόζει, ἑκάτε‐ ροι τὸν αὐτὸν νοῦν ἔχοντες. πρὸς οὓς ὁ κύριός φησι, τοῖς μέν, Ναί, οὐδέποτε ἀνέγνωτε, Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον, διαῤῥήδην φήσας τὸν ὄγδοον εἰς αὐτὸν εἰρῆ‐ σθαι ψαλμόν, ἐν ταὐτῷ καὶ αἰνιξάμενος ὅτι Οὐχ ἁρπάζω τὰ τῷ | |
20 | θεῷ προσόντα. τοῦτο γάρ εἰμι, καθὰ καὶ ὁ ἀπόστολος βοᾷ, | |
Οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε | ||
162 | μορφὴν δούλου λαβών· τοῖς δὲ πάλιν εἰπών, Μὴ θαυμάζετε περὶ τῶν νηπίων καὶ περὶ τῶν μαθητῶν· οὗτοι ἐὰν σιωπήσωσι. οἱ λίθοι κεκράξονται. οἱ δὲ εἰδότες ὅτι γέγραπται, θεωροῦντες δὲ καὶ αὐτοῖς ἔργοις νήπια καὶ θηλάζοντα παραδόξως κράζοντα | |
5 | τὸν ὕμνον, ἀναλογιζόμενοι δὲ ὡς δυνατὸν τῷ ποιήσαντι τὰ νή‐ πια ὑπὲρ φύσιν ἀνακράζειν τὸν ὕμνον, δυνατὸν αὐτῷ καὶ τὰ ἄψυχα ποιῆσαι κράξαι, εὐφημοῦντο αἰσχυνόμενοι, βαβαί, δύ‐ ναμις τοῦ δεσπότου Χριστοῦ, βαβαί, φιλανθρωπία, βαβαί, συγκατάβασις εὔσπλαγχνος. πῶς διὰ τῆς διδασκαλίας ἧς ἀνέλα‐ | |
10 | βε δούλου μορφῆς ἠξίωσε πραέως τὴν ἑαυτοῦ θεότητα ὑποδεῖξαι. δέχεσθαί τε ἐναγωγὰς ὑπὸ τῶν ἰδίων κτισμάτων, καὶ ἀποκρίνε‐ σθαι οὐ μετ’ ὀργῆς, ἀλλὰ πραέως καὶ ἀνεξικάκως. ὢ μακρο‐ θυμίας ὑπερβολή, ὢ καὶ τοὺ Δαβὶδ ἀξία, τοιαῦτα ἀξιωθέντος προειπεῖν. ἔτι γὰρ λέγει καὶ περὶ τῆς ἀνθρωπότητος αὐτοῦ ἐν | |
15 | τῷ αὐτῷ ψαλμῷ ἀπὸ τοῦ, Τί ἔστιν ἄνθρωπος ὅτι μιμνήσκει αὐ‐ τοῦ, ἕως τέλους. οἷς μαρτυρεῖ ὁ θεῖος ἀπόστολος Παῦλος λέ‐ γων οὕτως. Τὸν δὲ βραχύ τι παρὰ ἀγγέλους ἠλαττωμένον βλέ‐ πομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστε‐ φανωμένον. καὶ πάλιν, Οὐ γὰρ ἀγγέλοις ὑπέταξεν ὁ θεὸς τὴν | |
20 | οἰκουμένην τὴν μέλλουσαν, περὶ ἧς λαλοῦμεν. ἀλλὰ τίνι αὐτὴν ὑπέταξεν, ὦ Παῦλε; φησί, Διεμαρτύρατο δέ τίς που λέγων, Τί | |
ἔστιν ἄνθρωπος ὅτι μιμνήσκει αὐτοῦ; τούτῳ ὑπέταξεν αὐτήν. | ||
163 | ἐν γὰρ τῷ ὑποτάξαι αὐτῷ τὰ πάντα, φησίν, οὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότακτον. οὕτω τοῖς Ἑβραίοις πιστὸς εἰρηκὼς τὰ αὐτὰ καὶ τοῖς Ἕλλησι λέγει καί φησι, Τοὺς μὲν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ θεὸς τὰ νῦν παραγγέλλει πᾶσιν ἀνθρώποις πάντας | |
5 | πανταχοῦ μετανοεῖν, καθότι ἔστησεν ἡμέραν, ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ ἐν ἀνδρὶ ᾧ ὥρισε, πίστιν παρασχὼν πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν. ὁμοίως καὶ Πέτρος, Ὅτι αὐτός ἐστιν ὁ ὡρισμένος ἀπὸ τοῦ θεοῦ κριτὴς ζώντων καὶ νε‐ κρῶν. ὁμοίως πάλιν εἶπεν εἰς αὐτὸν ὁ Δαβὶδ καὶ τὸν τεσσαρα‐ | |
10 | κοστὸν τέταρτον ψαλμόν, ἐν ᾧ πάλιν καὶ περὶ τῆς θεότητος αὐ‐ τοῦ φαίνεται λέγων καὶ περὶ τῆς ἀνθρωπότητος. οἷς μαρτυρεῖ πάλιν ὁ μακαρίτης Παῦλος ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ λέ‐ γων οὕτως. Πρὸς δὲ τὸν Ἰησοῦν, ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος, ἡ ῥάβδος τῆς βασιλείας | |
15 | σου. τοῦτο περὶ τῆς θεότητος αὐτοῦ εἰρηκὼς λέγει εὐθέως καὶ περὶ τῆς ἀνθρωπότητος καί φησιν, Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο ἔχρισέν σε ὁ θεὸς ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. οὐ γὰρ ἡ θεότης διὰ τὸ ἀγαπῆσαι δικαιοσύνην καὶ μισῆσαι ἀδικίαν χρίεται οὔτε ὅλως | |
20 | χρίεται οὔτε θεὸν ἔχει· αὐτὸ γὰρ χρῖσμα θεός ἐστιν· ἀλλ’ ἡ ἀνθρωπότης αὐτοῦ χρίεται ἔλαιον ἀγαλλιάσεως, ἵνα εἴπῃ τῷ πνεύ‐ | |
ματι τῷ ἁγίῳ, Παρὰ τοὺς μετόχους αὐτῆς, τουτέστιν παρὰ | ||
164 | πάντας τοὺς χριστούς. ἡ γὰρ θεότης μετόχους ἄλλους οὐκ ἔχει· εἷς γάρ ἐστιν θεὸς ὅ τε πατὴρ καὶ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον. ἡ δὲ ἀνθρωπότης τοῦ Χριστοῦ πάντας τοὺς ἀνθρώπους, μάλιστα τοὺς χριστούς, ἔχει μετόχους· διὰ τοῦτο γὰρ ὅτι παρὰ πάντας | |
5 | ἐχρίσθη ἡ ἀνθρωπότης τοῦ Χριστοῦ χρισθεῖσα πνεύματι ἁγίῳ καὶ δυνάμει, ὅπερ οὐδενὶ τῶν ἄλλων χριστῶν ὑπῆρξεν, οὕτως ἐξεῖπεν, Παρὰ πάντας τοὺς μετόχους σου. ὅλον δὲ αὐτὸν τὸν ψαλμὸν περὶ τοῦ Χριστοῦ καὶ τῆς ἐκκλησίας ὡς ἐπὶ βασιλέως νυμ‐ φίου καὶ νύμφης βασιλίδος ἐξειπὼν ἐτέλεσεν. ὁμοίως δὲ καὶ | |
10 | τὸν ἑκατοστὸν ἔνατον ψαλμὸν εἰς τοῦτο εἴρηκεν. καὶ μαρτυρεῖ αὐτὸς ὁ κύριος λέγων πρὸς Ἰουδαίους, Πῶς οὖν Δαβὶδ ἐν πνεύ‐ ματι ἁγίῳ κύριον αὐτὸν ἀποκαλεῖ λέγων, Εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου. εἰ υἱὸς αὐτοῦ ἐστιν, πῶς κύριος αὐτοῦ ἐστιν; τὸ μὲν κύριος αὐτοῦ ὡς θεὸν σαφῶς προειπών, τὸ δὲ Κάθου | |
15 | ἐκ δεξιῶν μου σαφῶς τῇ ἀνθρωπότητι ἁρμόζει. τὸ γὰρ Κάθου τῷ μὴ καθεζομένῳ λέγει· ἡ δὲ θεότης ἵδρυται εἰς τὴν οἰκείαν τιμὴν καὶ δόξαν καὶ μακαριότητα παρ’ ἑτέρου μείζονος μὴ ἐπιτρεπομένη ἢ προτρεπομένη εἰς τοῦτο· ἀλλ’ ἡ ἀνθρωπότης τοῦ Χριστοῦ ὑπὸ τῆς ἡνωμένης αὐτῇ ἀχωρίστως θεότητος ἐπιτρέπεται ἀκούουσα, | |
20 | Κάθου ἐκ δεξιῶν μου, ὡσανεὶ ἐν τῇ ἐμῇ τιμῇ. οὔτε γὰρ δεξιὰ | |
οὔτε ἀριστερὰ ἔχει ὁ θεὸς ἀπερίγραφος ὑπάρχων, ἀλλὰ τοῦτο | ||
165 | αὐτὴ λέγει, ὅτι Κάθου ἐν τῇ ἐμῇ τιμῇ, ὡσανεὶ εἰς πρόσωπον ἐμόν, ὡς εἰκὼν θεοῦ παντὶ τῷ κόσμῳ δεικνυμένη. οὕτω γὰρ καὶ Δανιὴλ λέγει, Καὶ αὐτῷ ἐδόθη ἡ βασιλεία καὶ ἡ τιμὴ καὶ ἡ ἐξουσία, καὶ τὰ λοιπά. ἀλλὰ καὶ αὐτὸς ὁ κύριός φησιν, Ἐδόθη | |
5 | μοι ἐξουσία πᾶσα ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. παρακατιὼν δὲ πάλιν τοῦ αὐτοῦ ψαλμοῦ φησιν περὶ τῆς θεότητος, Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε· ὡσανεὶ τοῦ πατρὸς πρὸς τὸν υἱὸν κατὰ τὴν θεότητα λέγοντος ὅτι Πρὸ πάσης τῆς κτίσεως ὡς ἀπὸ γα‐ στρὸς τὸ ὁμοούσιον θέλων σημᾶναι οὐχ ὕστερον προβαλὼν ἀλλ’ | |
10 | ἐν ἐμαυτῷ σε ἔχων ἀνάρχως καὶ ἀπεράντως ὡς ἀπὸ γαστρὸς ἐκ τῆς ἡμετέρας οὐσίας σε ἐξεγέννησα συνόντα καὶ συνυπάρχοντα. Εἶτα πάλιν εὐθέως καὶ περὶ τῆς ἀνθρωπότητος δηλῶν φη‐ σιν, Ὤμοσε κύριος, καὶ οὐ μεταμεληθήσεται· σὺ εἶ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. οὐ γὰρ ἡ θεότης ἱερα‐ | |
15 | τεύει, ἀλλὰ μᾶλλον αὐτὴ λατρεύεται καὶ τὰ ἱερεῖα προσδέχεται. μέμνηται δὲ καὶ τῆς χρήσεως ταύτης ὁ ἀπόστολος Παῦλος ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ λέγων οὕτως. Καθώσπερ Ἀαρών, οὕ‐ τω καὶ ὁ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασεν γενέσθαι ἀρχιερέα, ἀλλ’ ὁ λαλήσας πρὸς αὐτόν, Υἱός μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε. | |
20 | καθὼς καὶ ἐν ἑτέρῳ λέγει, Σὺ εἶ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τά‐ ξιν Μελχισεδέκ, πάντα περὶ τῆς ἀνθρωπότητος αὐτοῦ ἐκλαβών. | |
οὕτως οὖν καὶ ὁ μακαρίτης Δαβὶδ τοὺς τέσσαρας τούτους ψαλ‐ | ||
166 | μοὺς εἰς τὸν δεσπότην Χριστὸν καὶ μόνον εἶπεν. οὐ γὰρ ἐκοινο‐ ποίει τὰ τοῦ δεσπότου Χριστοῦ μετὰ ἑτέρων τινῶν, τὰ τοῦ δε‐ σπότου μετὰ τῶν δούλων, ἀλλ’ ἰδίᾳ τὰ τοῦ δεσπότου ὡς δεσπό‐ του ἐξεῖπεν, καὶ τὰ τῶν δούλων ὡς δούλων. ὅσα δὲ ἕτερα ἐξέ‐ | |
5 | λαβον οἱ ἀπόστολοι ἐκ τῶν ψαλμῶν οὐχ ὡς εἰς αὐτὸν κυρίως εἰ‐ ρημένα ἐξέλαβον, ἀλλ’ ὡς ἁρμόζοντα τῇ ὑποθέσει, οἷον, Διε‐ μερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ τό, Ἔδωκαν εἰς τὸ βρῶ‐ μά μου χολήν, καὶ τό, Προωρώμην τὸν κύριον ἐνώπιόν μου διὰ παντός, καί, Ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν, καὶ | |
10 | ὅσα τούτοις ὅμοια, ὡς ἁρμόζοντα τῇ ὑποθέσει αὐτῶν ἐξέλαβον· οἷον ἐποίησε καὶ ὁ μακαρίτης Παῦλος τὴν χρῆσιν Μωϋσέως τὴν ἐν τῷ Δευτερονομίῳ μεταβαλὼν εἰς τὴν ἰδίαν ὑπόθεσιν ὡς ἁρ‐ μόζουσαν, λέγων οὕτως, Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, Τίς ἀνα‐ βήσεται εἰς τὸν οὐρανόν, τουτέστιν Χριστὸν καταγαγεῖν, ἢ Τίς | |
15 | καταβήσεται εἰς τὴν ἄβυσσον, τουτέστι Χριστὸν ἐκ νεκρῶν ἀνα‐ γαγεῖν, μεταφράσας τὴν χρῆσιν ὡς ἁρμοδίαν εἰς τὴν ἰδίαν ὑπό‐ θεσιν. οὐδὲ γὰρ ἁρμόζουσι τὰ λοιπὰ τῶν ψαλμῶν εἰς τὸν δε‐ σπότην Χριστόν, ἐξ ὧν τινα ἐξέλαβον, οἷον εἰς τό, Διεμερί‐ σαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, εἰκοστὸς πρῶτος ψαλμός ἐστιν. | |
20 | λέγει οὖν εἰς αὐτόν, Μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν πα‐ ραπτωμάτων μου· ὅπερ ἀνάρμοστον καὶ ἀσύμφωνον τῇ θείᾳ γραφῇ, | |
καὶ σαφὴς μανία περὶ τοῦ Χριστοῦ ἐκλαβεῖν τὸ τοιοῦτον. ἐπεὶ δὲ | ||
167 | τῶν τεσσάρων τούτων ψαλμῶν τῶν εἰς τὸν δεσπότην Χριστὸν εἰρη‐ μένων ὅλοι διὰ ὅλου αὐτῷ ἁρμόζουσιν. οὔτε γάρ, καθὰ καὶ πρώ‐ ην εἴπαμεν, ἐκοινοποίει ὁ μακάριος Δαβὶδ τὰ εἰς τὸν δεσπότην Χριστὸν λεγόμενα μετὰ τῶν λεγομένων εἰς ἑτέρους τινάς. φαί‐ | |
5 | νεται γὰρ καὶ αὐτὸς ὁ σωτὴρ τοῦτο ποιῶν ἡνίκα ἐνεκάλουν αὐτῷ οἱ Ἰουδαῖοι λέγοντες, Διὰ τί ἐργάζῃ ἐν σαββάτῳ; ὃς ἀπεκρίνα‐ το λέγων, Ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. ὅτε δὲ τοῖς μαθηταῖς αὐτοῦ ἐνεκάλουν, φησίν, Οὐκ ἀνέγνωτε τί ἐποίησεν Δαβίδ, ὡς τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν αὐτός, | |
10 | οὓς οὐκ ἔξεστι φαγεῖν εἰ μὴ τοῖς ἱερεῦσι μόνοις, διαῤῥήδην τῷ πατρὶ ἑαυτὸν ἀντιδιαστέλλων, τοὺς μαθητὰς δὲ τοῖς προφήταις, ἤγουν τοῖς ἱερεῦσιν, ὡς δούλους πρὸς δούλους καὶ ὡς υἱὸν πρὸς πατέρα. οὕτως οὖν καὶ ὁ προφήτης Δαβὶδ τῷ πνεύματι τῷ ἁγίῳ κινούμενος οὐκ ἀνέμιξε χύδην τὰ τῆς ὑποθέσεως τοῦ δεσπότου | |
15 | μετὰ ὑποθέσεως δούλων, ἀλλ’ ἰδικῶς εἰς τὴν ὑπόθεσιν τοῦ δεσπό‐ του τοὺς τέσσαρας τούτους ψαλμοὺς ἠξιώθη προειπεῖν καὶ συν‐ τάξαι. τοὺς δὲ ἄλλους πάντας εἰς ἑτέρων προσώπων ἢ πραγμά‐ των ἢ ἱστοριῶν κοινωφελῆ διδασκαλίαν τοῖς πᾶσιν ἐκτιθέμενος. διὰ τοῦτο καὶ ἐμμελῶς καὶ μετὰ ῥυθμοῦ αὐτὰ ἐξεῖπεν, ἵνα εὐκά‐ | |
20 | τοχα καὶ εὐμνημόνευτα τοῖς πᾶσιν ὡς τερπνὰ γένωνται. καὶ τοῦ‐ το εὔδηλον ὡς ἐν πάσαις ταῖς ἐκκλησίαις τοῦ κόσμου ᾀδόμενα τὰ | |
τοῦ Δαβὶδ εὑρήσομεν καὶ σχεδὸν ὑπὸ πάντων ἀνθρώπων μι‐ | ||
168 | κρῶν τε καὶ μεγάλων διὰ στόματος φερόμενα καὶ καθ’ ἑκάστην ᾀδόμενα καὶ μελετώμενα καὶ μνημονευόμενα πλείω τῶν ἄλλων προφητῶν καὶ γραφῶν. Δεύτερος Ἑβραίων ἐβασίλευσε Σολομῶν υἱὸς Δαβὶδ ἔτη | |
5 | μʹ. ὁμοῦ ͵δφϛʹ. αʹ, βʹ. Σολομῶν τὸν ἐν Ἱεροσολύμοις νεὼν οἰκοδομεῖν ἤρξατο, ἔχων ἑβδομήκοντα χιλιάδας ἁρμάτων αἰρόντων ἆρσιν καὶ ὀγδοήκον‐ τα χιλιάδας λατομῶν ἐν τῷ ὄρει, ὃν καὶ συνετέλεσεν ἔτεσιν ὀκτώ. | |
10 | Καὶ συνάγεται ὁ πᾶς χρόνος ἀπὸ παʹ Μωϋσέως, καθ’ ὃ ἡ ἐξ Αἰγύπτου πορεία γέγονεν, ἐπὶ Σολομῶντα καὶ τὴν ἀρχὴν τῆς τοῦ ἱεροῦ κατασκευῆς εἰς ἔτη χλʹ. γʹ, δʹ, εʹ, ϛʹ, ζʹ, ηʹ. Οὐαφρῆς βασιλεύων τῆς Αἰγύπτου ἀπέστειλε Σολομῶντι εἰς | |
15 | βοήθειαν τῆς οἰκοδομῆς τοῦ ἱεροῦ τοῦ ἐν Ἱεροσολύμοις μυριάδας ηʹ, καθὼς ἱστορεῖ Εὐπόλεμος. θʹ, ιʹ. Σολομῶν ἐκβαλὼν τὸν Ἀβιάθαρ τῆς ἀρχιερωσύνης καθίστη‐ σι τὸν Βαρούχ, ὄντα ἐκ τοῖ γένους Ἐλεαζάρου. | |
20 | ιαʹ, ιβʹ, ιγʹ, ιδʹ. | |
169 | Τυρίων ἐβασίλευσε Θείραμος, οὗ τὴν θυγατέρα ἔγημε Σο‐ λομῶν, καθὼς ἱστορεῖ Τατιανός. ιεʹ. Ἑβραίων ἀρχιερεὺς Ἀαρών. προεφήτευε Σαδώκ, Νάθαν, καὶ | |
5 | Ἀχίας ὁ Σιλωνίτης καὶ Σαμαίας υἱὸς Ἐμβλὰς καὶ ὁ Ἀδόχ. Νάθαν προφητεύων εἶπεν, Τί ὅτι οὐκ ἐγνώρισας τῷ δούλῳ σου τίς κα‐ θήσεται ἐπὶ τοῦ θρόνου τοῦ κυρίου μου τοῦ βασιλέως. ιϛʹ, ιζʹ. Σολομῶν μετὰ τὸ οἰκοδομῆσαι αὐτὸν τὸν οἶκον κυρίου καὶ | |
10 | ὀφθῆναι αὐτῷ δὶς τὸν θεὸν ἔκτισε πόλεις ἐν τῇ Ἰουδαίᾳ Ἀσούδ, Μαγδῶ, Γαζέρ, Βεθωρὼν τὴν ἄνω, Βαλαδάθ, ἔτι μὴν καὶ Θα‐ μνὼρ ἐν τῇ ἐρήμῳ τῇ νῦν λεγομένῃ Παλμύρᾳ. πολλὰ δὲ καὶ θαυμαστὰ ἔργα ποιήσας ἐν καιρῷ γήρους αὐτοῦ τὸ πονηρὸν ἔπρα‐ ξεν, καὶ παρώργισε τὸν κύριον ἐπὶ τῷ ἀπατηθῆναι αὐτὸν ἀπὸ τῆς | |
15 | Ἱερισόης, καὶ ᾠκοδόμησε τὰ ὑψηλὰ τῷ Χαμῶς εἰδώλῳ Μωὰβ καὶ τῷ Μελχὼμ προσοχθίσματι, τουτέστιν εἰδώλῳ υἱῶν Ἀμ‐ | |
μών, καὶ τῇ Ἀστάρτῃ, βδελύγματι Σιδωνίων. | ||
170 | ιηʹ, ιθʹ, κʹ, καʹ, κβʹ, κγʹ, κδʹ, κεʹ, κϛʹ, κζʹ, κηʹ, κθʹ, λʹ, λαʹ, λβʹ, λγʹ. Ἀχίας ὁ Σιλωνίτης προεθέσπισε τῷ Ἱεροβοὰμ δούλῳ Σολο‐ μῶνος περὶ τοῦ μέλλειν αὐτὸν τῶν δέκα φυλῶν τοῦ Ἰσραὴλ βα‐ | |
5 | σιλεύειν. λδʹ, λεʹ, λϛʹ, λζʹ. Τούτῳ τῷ ἔτει Σολομῶν ἠθέλησεν ἀνελεῖν τὸν Ἱεροβοάμ. ὁ δὲ γνοὺς ἀπέδρασε πρὸς Σουσακὶμ βασιλέα Αἰγύπτου. καὶ ἦν ἐκεῖ ἕως οὗ ἀπέθανεν Σολομῶν, καὶ ἔλαβεν Ἱεροβοὰμ τὴν θυ‐ | |
10 | γατέρα Σουσακὶμ ἑαυτῷ γυναῖκα. ληʹ. Σολομῶν προφητεύων εἶπεν, Ἐνεδρεύσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν· ἐναντιοῦται τοῖς ἔργοις ἡμῶν. ἐπαγ‐ γέλλεται γνῶσιν ἔχειν θεοῦ, καὶ παῖδα κυρίου ἑαυτὸν ὀνομάζει. | |
15 | λθʹ, μʹ. Μετὰ τελευτὴν Σολομῶνος, στασιάσαντος τοῦ Ἰουδαίων ἔθνους, καὶ τῆς βασιλείας αὐτῶν διαιρεθείσης, ἐν Σαμαρείᾳ δέ‐ κα φυλῶν ἡγεῖται τοῦ Ἰσραὴλ Ἱεροβοὰμ υἱὸς Ναδάβ, δοῦλος ὢν Σολομῶνος, ἐκ φυλῆς Ἐφραΐμ, ἔτη κβʹ. | |
20 | Ἰούδα δὲ καὶ Βενιαμὶν ἐν Ἱερουσαλὴμ βασιλεύει Ῥοβοὰμ | |
υἱὸς Σολομῶντος, αἷς ἐπώνυμον Ἰουδαία, διὰ τὸ ἐκ φυλῆς Ἰού‐ | ||
171 | δα κρατεῖν τοὺς βασιλεῖς· ὅθεν καὶ τὸ πᾶν ἔθνος τὴν τῶν Ἰου‐ δαίων εἴληφεν ἐπωνυμίαν. Ἱεροβοὰμ πρῶτος βασιλεύει ἐπὶ Ἰσραὴλ ἔτη κβʹ. Ἀχίας ὁ Σιλωνίτης προεφήτευεν, ὅστις ἱμάτιον καινὸν φο‐ | |
5 | ρῶν, ἀπαντήσας τῷ Ἱεροβοὰμ ἐξιόντι ἀπὸ Ἱερουσαλὴμ διέῤῥηξεν τὸ ἱμάτιον αὐτοῦ εἰς τμήματα ιβʹ, καὶ εἶπεν αὐτῷ, Λάβε σε‐ αυτῷ δέκα τμήματα, ὅτι διέῤῥηξε κύριος τὴν βασιλείαν ἐκ χειρὸς Σολομῶνος. καὶ ἐβασίλευσεν ἐπὶ Ἰσραὴλ τῶν δέκα φυλῶν ἐν Βεθὴλ καὶ ἐν Σαμαρείᾳ καὶ τῶν πέριξ, οἳ καὶ Ἰσραὴλ ἐκλήθησαν. | |
10 | βʹ, γʹ, δʹ, εʹ, ϛʹ. Προφητεύει Ἀχίας ὁ Σιλωνίτης καὶ Σαμαίας υἱὸς Βαλαμεί. ζʹ. Ἱεροβοὰμ ἑβδόμῳ ἔτει τῆς αὐτοῦ βασιλείας παρώργισε τὸν κύριον ἐπὶ εἰδωλολατρείᾳ· ποιήσας γὰρ δαμάλεις χρυσᾶς δύο τὴν | |
15 | μὲν μίαν ἔθηκεν εἰς Βεθήλ, τὴν δὲ ἑτέραν εἰς Δάν. καὶ κατέ‐ στησεν ἱερεῖς ἐκ τῶν υἱῶν Λευί· Ποιήσατε ἑορτὴν τοῖς υἱοῖς Ἰσραὴλ | |
ἐν Βεθήλ. ἀναβὰς ἐπὶ τὸ θυσιαστήριον, ὃ ἐπεποιήκει ὑψηλόν. | ||
172 | παρεφάνη αὐτῷ προφήτης παραγενόμενος ἐξ Ἰούδα λέγων, Θυσια‐ στήριον θυσιαστήριον. τάδε λέγει κύριος ὁ θεός Ἰδοὺ υἱὸς τί‐ κτεται τῷ οἴκῳ Δαβίδ, Ἰωσίας ὄνομα αὐτῷ, καὶ θύσει ἐπὶ σὲ τοὺς ἱερεῖς τῶν ὑψηλῶν τοὺς ἐπιθύοντας ἐπὶ σοί, καὶ ὀστᾶ ἀν‐ | |
5 | θρώπων καύσει ἐπὶ σέ. καὶ ἔδωκεν τέρας λέγων, Τοῦτο τὸ ῥῆ‐ μα ὃ ἐλάλησε κύριος, Ἰδοὺ τὸ θυσιαστήριον ῥήγνυται, καὶ ἐκχυ‐ θήσεται ἡ πιότης ἡ οὖσα ἐν αὐτῷ. Ἀκούσαντος δὲ τοῦ Ἱεροβοὰμ ταῦτα, καὶ ἐκτείναντος τὴν χεῖ‐ ρα αὐτοῦ ἀπὸ τοῦ θυσιαστηρίου, καὶ εἰρηκότος συλλαβέσθαι τὸν | |
10 | προφήτην, ἐξηράνθη ἡ χεὶρ αὐτοῦ, καὶ τὸ θυσιαστήριον ἐῤῥάγη. καὶ ἡ πιότης ἐξεχύθη ἡ ἐν αὐτῷ κατὰ τὸ τέρας, ὃ ἔδωκεν ὁ ἄν‐ θρωπος τοῦ θεοῦ ἐν λόγῳ θεοῦ. καὶ ἠξίου τὸν προφήτην δεη‐ θῆναι τοῦ θεοῦ, ἵνα ἐπιστρέψει ἡ χεὶρ αὐτοῦ. καὶ δεηθέντος ἀπεκατεστάθη. καὶ ἠξίου τὸν προφήτην φαγεῖν ἄρτον· καὶ οὐκ | |
15 | ἠθέλησεν ὁ προφήτης. καὶ οὐδ’ οὕτως ἐπεστράφη πρὸς κύριον, ἀλλὰ μᾶλλον τοῖς εἰδώλοις προσανεῖχεν, καὶ πᾶς ὁ βουλόμενος ἐπλήρου τὴν χεῖρα τούτου, καὶ ἐγίνετο ἱερεὺς τῶν ὑψηλῶν. καὶ τοῦ παιδὸς δὲ αὐτοῦ ἀῤῥωστήσαντος ἀπέστειλε τὴν γυναῖκα αὐ‐ τοῦ ἄνω πρὸς Ἀχίαν τὸν Σιλωνίτην προφήτην· καὶ ἤκουσεν παρ’ | |
20 | αὐτοῦ, Τεθνήξεται ὁ υἱός σου, καὶ ἐξολοθρευθήσεται τοῦ Ἱερο‐ βοὰμ οὐροῦντα πρὸς τοῖχον, καὶ τοὺς ἐν τῷ ἀγρῷ τεθνηκότας | |
αὐτοῦ καταφάγεται τὰ πετεινὰ τοῦ οὐρανοῦ. | ||
173 | ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ, ιγʹ, ιδʹ, ιεʹ, ιϛʹ, ιζʹ, ιηʹ, ιθʹ, κʹ, καʹ, κβʹ. Ῥοβοὰμ υἱὸς Σολομῶντος ἐκ φυλῆς Ἰούδα μαʹ [ἑνὸς καθε‐ τὸς] ἐνιαυτῶν βασιλεὺς τρίτος τοῦ Ἰούδα ἔτη ιζʹ. | |
5 | ὁμοῦ ͵δφκγʹ. αʹ, βʹ, γʹ, δʹ. Προεφήτευσε Σαμαίας. εʹ, ϛʹ. Τούτῳ τῷ ἔτει Ῥοβοὰμ βασιλέως Ἰούδα Σουσακὶμ βασιλεὺς | |
10 | Αἰγύπτου παραλαβὼν Λίβυας καὶ Αἰθίοπας καὶ Τρωγλοδύ‐ τας, ἀναβὰς εἰς Ἱερουσαλὴμ ἐσύλησε τὸν ναόν, λαβὼν τοὺς ἐν αὐτῷ θησαυροὺς καὶ τοὺς θησαυροὺς Ῥοβοὰμ καὶ τὰ δόρατα τὰ χρυσᾶ, ἃ ἔλαβεν Δαβὶδ ἐκ χειρὸς τῶν παίδων Ἀδρωζαὰρ βασι‐ λέως Σουβά, καὶ τὰ ὅπλα τὰ χρυσᾶ, ἃ ἐποίησε Σολομῶν. | |
15 | ζʹ, ηʹ, θʹ, ιʹ, ιαʹ. Ἔτι προεφήτευσεν Ἀχίας ὁ Σιλωνίτης καὶ Σαμαίας υἱὸς Ἐλαμί. ιβʹ, ιγʹ. Προεφήτευσεν ὁ ἐν Βεθὴλ οἰκῶν καὶ ὁ ἐπὶ τοῦ θυσιαστηρίου | |
20 | ἠξίου τὸν προφητεύσαντα τῷ Ἱεροβοὰμ δούλῳ Σολομῶνος ὁ αὐ‐ | |
174 | τὸς Ῥοβοὰμ φαγεῖν ἄρτον, καὶ μόλις ἔφαγεν. φασὶν τὸν Ἰώση‐ πον λέγειν ἀπὸ παραδόσεως αἶνον εἶναι τὸν ἐν Βεθήλ, Καὶ Ὀδὴθ ἐπὶ τοῦ θυσιαστηρίου. ιδʹ, εʹ, ιϛʹ, ιζʹ. | |
5 | Ῥοβοὰμ ἔσχεν υἱοὺς κηʹ καὶ θυγατέρας ἑπτά. Μετὰ Ἱεροβοὰμ δεύτερος ἐβασίλευσεν τοῦ Ἰσραὴλ Ναδὰβ υἱὸς αὐτοῦ ἔτη βʹ. ὁμοῦ κδʹ αʹ, βʹ. Ναδὰβ ἀναιρεῖται ὑπὸ Ἀσὰ βασιλέως Ἰούδα ἐν Γαβαθὼν | |
10 | τῇ τῶν ἀλλοφύλων βασιλείᾳ. Μετὰ Ῥοβοὰμ ἐβασίλευσεν τοῦ Ἰούδα τέταρτος Ἀβιοὺδ υἱὸς αὐτοῦ ἔτη γʹ. ὁμοῦ ͵δφκϛʹ. αʹ. Οὗτος Ἀβιοὺδ εἰδώλοις προσέχων ἀπώλεσε τοῦ λαοῦ μυ‐ | |
15 | ριάδας νʹ. βʹ. Προεφήτευον Ἰαδὼχ καὶ Ἀνανίας. γʹ. Μετὰ Ναδὰβ τρίτος ἐβασίλευσεν τοῦ Ἰσραὴλ Βαασᾶ υἱὸς | |
20 | Ἀχία ἔτη κδʹ. ὁμοῦ μηʹ. | |
175 | αʹ. Πέμπτῳ ἔτει τοῦ Ἀσὰ βασιλέως Ἰούδα Βαασᾶ υἱὸς Ἀχία ἐπάταξε τὸν οἶκον Ἱεροβοάμ. καὶ οὐχ ὑπελείπετο αὐτῷ πᾶσα πνοὴ κατὰ τὸ ῥῆμα κυρίου, ὃ ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ | |
5 | Ἀχία τοῦ Σιλωνίτου προφήτου περὶ τῶν ἁμαρτιῶν τοῦ αὐτοῦ Ἱε‐ ροβοάμ. ὕστερον δὲ καὶ αὐτὸς Βαασᾶ ἐπορεύθη ἐν ταῖς ἁμαρ‐ τίαις Ἱεροβοάμ, ᾧ καὶ προφητεύει Ἰηοῦ υἱὸς Ἀνανίου γενέσθαι τὸν οἶκον αὐτοῦ ὡς τὸν τοῦ Ἱεροβοάμ· καὶ τὸν τεθνηκότα αὐτοῦ ἐν πόλει οἱ κύνες καταφάγονται, τὸν δὲ ἐν τῷ πεδίῳ τὰ πετεινὰ | |
10 | τοῦ οὐρανοῦ. αʹ, βʹ, γʹ, δʹ, εʹ, ϛʹ, ζʹ, ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ, ιγʹ, ιδʹ, ιεʹ, ιϛʹ, ιζʹ, ιηʹ, ιθʹ, κʹ, καʹ, κβʹ, κγʹ, κδʹ. Οὗτος Βαασᾶ ἐπορεύθη ἐν ταῖς ἁμαρτίαις Ἱεροβοάμ, ᾧ προφητεύει Ἰηοῦ υἱὸς Ἀνανίου γενέσθαι τὸν οἶκον αὐτοῦ ὡς | |
15 | τὸν οἶκον Ἱεροβοάμ· καὶ τὸν τεθνηκότα αὐτοῦ ἐν πόλει οἱ κύνες καταφάγονται, τὸν δὲ ἐν τῷ πεδίῳ τὰ πετεινὰ τοῦ οὐρανοῦ. Μετὰ Ἀβιοὺδ ἐβασίλευσε πέμπτος τῶν δύο φυλῶν Ἰούδα καὶ Μανασσῆ Ἀσᾶ υἱὸς αὐτοῦ ἔτη μδʹ. ὁμοῦ ͵δφοʹ. αʹ, βʹ, γʹ, δʹ. | |
20 | Ἀρχιερεὺς ἔνατος Ἀχιμελὲχ ἐγνωρίζετο. | |
176 | εʹ. Προεφήτευσεν Ἰωήλ, ὃς καὶ εἶπεν, Ἔσται ἐν ταῖς ἡμέραις ἐκείναις, ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα προ‐ φητεύουσαν. καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς | |
5 | γῆς κάτω. καὶ μεθ’ ἕτερα ὁ αὐτὸς εἶπεν, Ἰδοῦ ἐγὼ ἐμβαλῶ εἰς τὰ θεμέλια Σιὼν λίθον πολυτελῆ, ἐκλεκτόν, ἀκρογωνιαῖον, ἔντι‐ μον εἰς τὰ θεμέλια αὐτῆς· καὶ ὁ πιστεύων ἐπ’ αὐτῷ οὐ μὴ κα‐ ταισχυνθῇ, καὶ θήσω κρίσιν εἰς ἐλπίδα. ϛʹ, ζʹ. | |
10 | Ζαρὰθ ὁ Αἰθίοψ συμπαραλαβὼν Λίβυας ἐπεστράτευσεν ἐν τῇ Ἰουδαίᾳ. ἐξελθὼν δὲ Ἀσᾶ ἐτροπώσατο αὐτὸν ἐν Γεράροις. ηʹ, θʹ. Προεφήτευσεν Ἀζαρίας υἱὸς Ἰοδὴθ καὶ Ἀνανίας. ιʹ, ιαʹ. | |
15 | Προεφήτευσεν Ἀζαρίας υἱὸς Ἰωδὴθ καὶ Ἀνανίας καὶ Ζα‐ χαρίας υἱὸς Ἰωδαὲ τοῦ ἱερέως, ὁ τὸ δρέπανον, ὅστις προφητεύ‐ ων εἶπεν, Τέρπου καὶ εὐφραίνου, θυγάτηρ Σιών, διότι ἰδοῦ ἔρ‐ χομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει κύριος, καὶ κατα‐ φεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν θεὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. | |
20 | ιβʹ, ιγʹ, ιδʹ, ιεʹ, ιϛʹ, ιζʹ, ιηʹ. | |
177 | Ἀσᾶ βασιλεὺς Ἰούδα πολεμούμενος ὑπὸ Βαασὰ βασιλέως Ἰσραὴλ ἐμισθώσατο εἰς βοήθειαν τὸν υἱὸν Ἄδερ βασιλέως Συρίας. Προεφήτευεν Ἰηοῦ. | |
5 | ιθʹ, κʹ, καʹ, κβʹ, κγʹ. Προεφήτευσεν Ἰηοῦ. κδʹ, κεʹ. Προεφήτευσεν Ἀνανίας. κϛʹ, κζʹ, κηʹ, κθʹ, λʹ, λαʹ, λβʹ, λγʹ, λδʹ, λεʹ, λϛʹ, λζʹ, ληʹ, | |
10 | λθʹ, μʹ, μαʹ, μβʹ, μγʹ, μδʹ. Μετὰ Βαασὰ τέταρτος ἐβασίλευσεν τοῦ Ἰσραὴλ Ἠλὰ υἱὸς αὐτοῦ ἔτη βʹ. ὁμοῦ νʹ. αʹ, βʹ. Τὸν Ἠλὰ ἀνελὼν Ζαμβρὶ ὁ παῖς αὐτοῦ βασιλεύει ἐπὶ | |
15 | Ἰσραὴλ ἡμέρας ζʹ, καὶ τὸν οἶκον Βαασὰ πατάξας οὐκ εἴασεν αὐ‐ τοῦ οὐροῦντα πρὸς τοῖχον κατὰ τὸ ῥῆμα κυρίου, ὃ ἐλάλησεν ἐν χειρὶ Ἰηοῦ υἱοῦ Ἀνανίου διὰ τὸ ἁμαρτεῖν αὐτόν. γνοὺς δὲ ὅτι ὁ λαὸς ἀνηγόρευσε τὸν Ἀμβρί, [ἑαυτὸν ἀνεῖλεν] Ἀμβρὶ ἑαυτὸν ἐμπρήσας ἀπέκτεινεν. | |
20 | Μετὰ Ἀσὰ ἐβασίλευσεν τοῦ Ἰούδα ἕκτος Ἰωσαφὰτ υἱὸς αὐ‐ | |
τοῦ ἔτη κεʹ. ὁμοῦ ͵δφϙεʹ. | ||
178 | αʹ, βʹ Προεφήτευσεν Ἠλίας ὁ Θεσβίτης καὶ Ἀβδιοῦ υἱὸς Ἀνα‐ νίου, ὃς καὶ εἶπεν ὅτι Ἐγγὺς ἡ ἡμέρα κυρίου ἐπὶ πάντα τὰ ἔθνη· ὃν τρόπον ἐποίησας, οὕτως ἔσται σοι. ἔτι προεφήτευον Ὀζιὴλ | |
5 | υἱὸς Ζαχαρίου, Ἰηοῦ υἱὸς Ἀνανίου, Μιχαίας ὁ Μορασθήτης, υἱὸς Ἀμαλή· ἐφ’ οὗ ψευδοπροφῆται Σεδεκίας υἱὸς Χαναάν, ὁ ποιήσας ἑαυτῷ κέρατα σιδηρᾶ καὶ μανεὶς ἐπάταξε τὸν Μιχαίαν ἐπὶ τὴν σιαγόνα. ἔτι προεφήτευεν Ἐλιέζερ καὶ ἄλλοι υʹ ψευδο‐ προφῆται καὶ τῆς αἰσχύνης υνʹ ψευδοπροφῆται τοῦ Βαάλ. | |
10 | γʹ, δʹ. Ἑβραίων ἀρχιερεὺς Ἰωαννάν. εʹ, ϛʹ. Προεφήτευον Ἠλεί, Ἀβδιοῦ, Ὀζιήλ, Ἰηοῦ, Μιχαίας. ζʹ, ηʹ, θʹ, ιʹ. | |
15 | Ψευδοπροφῆται Σεδεκίας, Ἐλιέζερ, καὶ ἄλλοι τετρακόσιοι. ιαʹ, ιβʹ, ιγʹ. Ἀνομβρία γέγονεν ἐν τῇ Παλαιστίνῃ ἐπὶ ἔτη τρία καὶ μῆ‐ νας ϛʹ. ιδʹ, ιεʹ, ιϛʹ, ιζʹ, ιηʹ. | |
20 | Ἑβραίων ἀρχιερεὺς Ἀζαρίας ἐγνωρίζετο. | |
179 | ιθʹ, κʹ, καʹ. Προεφήτευεν Ἰεζεκιὴλ ὁ τοῦ Ἐλιέζερ. κβʹ, κγʹ, κδʹ. Ἰωσαφὰτ βασιλεὺς τοῦ Ἰούδα ἀνεῖλεν τοὺς ἰδίους ἀδελφοὺς | |
5 | καὶ ἐκ τῶν ἀρχόντων τοῦ λαοῦ. κεʹ. Ἑβραίων τοῦ Ἰσραὴλ ἐβασίλευσεν πέμπτος Ἀμβρὶ ἔτη βʹ. ὁμοῦ ξβʹ. αʹ, βʹ, γʹ, δʹ, εʹ, ϛʹ, ζʹ, ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ. | |
10 | Μετὰ Ἰωσαφὰτ ἐβασίλευσεν ἕβδομος τῶν δύο φυλῶν Ἰούδα καὶ Μανασσῆ Ἰωρὰμ ὁ υἱὸς αὐτοῦ ἐν Σαμαρείᾳ ἔτη ιʹ. ὁμοῦ ͵δχεʹ. αʹ. Ἑβραίων ἀρχιερεὺς Ἀχιτώβ. | |
15 | βʹ. Ἰωρὰμ υἱὸς Ἰωσαφὰτ εἰδώλοις δουλεύσας οἰκοδόμησεν τὰ ὑψηλὰ καὶ τὰ ἄλση ὁμοίως τῷ πατρὶ αὐτοῦ. γʹ, δʹ, εʹ, ϛʹ. | |
Ἠλίας ἐξ ἀνθρώπων ἀπῆλθεν. | ||
180 | ζʹ, ηʹ. Ἰωρὰμ βασιλεὺς Ἰούδα ἐνόσησεν δεινῶς, ὥστε τὰ ἔντερα αὐτοῦ φανῆναι. θʹ. | |
5 | Προεφήτευσεν Ἀμὼς καὶ Ἐλισσαῖος. ιʹ. Ἰωναδὰβ υἱὸς Ῥηχὰβ ἐγνωρίζετο. Μετὰ Ἀμβρὶ ἕκτος υἱὸς Ἀχαάβ, ὢν ἐτῶν λεʹ, ἐβασίλευσεν τοῦ Ἰσραὴλ ἔτη κβʹ. ὁμοῦ πδʹ. | |
10 | αʹ. Ὁ Ἀχαὰβ οὗτος ἔλαβε γυναῖκα τὴν θυγατέρα Ἰθωβάλου τοῦ Τυρίων καὶ Σιδωνίων βασιλέως, ᾗ ὄνομα Ἰεζάβελ. βʹ, γʹ, δʹ, εʹ, ϛʹ, ζʹ. Ἀχαὰβ ἑβδόμῳ ἔτει τῆς βασιλείας αὐτοῦ διὰ τὴν γυναῖκα | |
15 | αὐτοῦ Ἰεζάβελ ἐδούλευσεν τῷ Βαάλ, καὶ τοῖς εἰδώλοις προσανέ‐ χων παρώργισεν κύριον τὸν θεόν· ᾧτινι Ἠλίας ὁ Θεσβίτης προε‐ φήτευσεν τοῦ μὴ γενέσθαι ὑετὸν ἐπὶ τὴν γῆν ἐπὶ ἔτη γʹ καὶ μῆνας ϛʹ. ἀναχωρήσας δὲ ὁ Ἠλίας κατὰ ἀνατολάς, καὶ καθίσας ἐν τῷ χειμάῤῥῳ Χοῤῥὰδ τῷ ἐπὶ πρόσωπον τοῦ Ἰορδάνου, ὥστε ἐξ αὐ‐ | |
20 | τοῦ πίνειν, τροφὴ αὐτῷ διὰ κοράκων ἐχορηγεῖτο. καὶ χήρᾳ δέ | |
181 | τινι διὰ λιμὸν μελλούσῃ ἅμα τῷ ἑαυτῆς υἱῷ τελευτᾶν τὴν ὑδρίαν τοῦ ἀλεύρου καὶ τὸν καψάκην τοῦ ἐλαίου εἰς ἐπάρκειαν τοῦ λιμοῦ ἀνεξάλειπτα ἐποίησεν. ἀνέστησεν δὲ αὐτῆς καὶ τὸ παιδίον τε‐ θνηκότα. μετὰ δὲ τὸ πληρωθῆναι τὸν χρόνον τῆς ἀβροχίας ἐκ | |
5 | κελεύσεως θεοῦ ἔρχεται πρὸς αὐτὸν Ἀχαάβ, ἵνα ὑετὸς γένηται. καὶ λέγει τῷ Ἀχαάβ, ζήλῳ θεοῦ κινηθείς, συναχθῆναι πάντα τὸν Ἰσραὴλ καὶ τοὺς προφήτας τοῦ Βαὰλ υνʹ καὶ τοὺς προφήτας τῆς αἰσχύνης υʹ εἰς τὸ ὄρος τὸ Καρμήλιον. αἰτήσας δὲ βόας δύο εἶπεν ὅπως οἱ προφῆται τῆς αἰσχύνης προσευξάμενοι τοῖς θεοῖς | |
10 | αὐτομάτως πυρὶ ἀναλώσουσιν τὰ ὑποκείμενα. καὶ ὡς θύσαντες τοῖς θεοῖς αὐτῶν οὐδὲν ἤνυον ἄχρι μεσημβρίας, ὁ αὐτὸς προφήτης ἕτερον βοῦν θύσας, ὕδωρ ἐπικλύσας ηὔξατο τῷ θεῷ, καὶ πῦρ ἀπ’ οὐρανοῦ κατελθὸν ἅπαντα κατανάλωσεν. καὶ οὕτως ὑπήκοον τὸν Ἀχαὰβ ποιήσας τοὺς ψευδοπροφήτας ἐθανάτωσεν, καὶ ὁ ὑε‐ | |
15 | τὸς ἐπέκλυσε τὴν γῆν. ἀναχωρήσαντος δὲ αὐτοῦ ἕως ὄρους Χωρὴβ καὶ Δαμασκοῦ, καὶ ἀσίτου διαρκέσαντος ἡμέρας τεσσε‐ ράκοντα, προστάσσεται παρὰ θεοῦ χρῖσαι τὸν Ἀζαὴλ βασιλέα τῆς Συρίας καὶ τὸν Ἰηοῦ υἱὸν Ναμεσσῆ ἐπὶ Ἰσραὴλ καὶ τὸν Ἐλισσαῖον εἰς προφήτην. καὶ ἐπανελθόντος αὐτοῦ πάλιν πρὸς | |
20 | Ἀχαὰβ ἤλεγξεν αὐτὸν ἐπὶ τῇ συμφορᾷ τοῦ φόνου Ναβουθὲ διὰ κῆπον, ὃν ἐπὶ ψευδομαρτυρίᾳ λίθοις ἀπεκτάγκει, ἐπαγγειλάμενος | |
τῷ οἴκῳ αὐτοῦ παντὶ ὄλεθρον ἔσεσθαι· ὃ καὶ γέγονεν. | ||
182 | ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ, ιγʹ, ιδʹ. Ἦσαν ψευδοπροφῆται Ἐζεκίας καὶ Ἐλιέζερ καὶ ἄλλοι υʹ. ιεʹ. Τῶν ἀλλοφύλων συναχθέντων ἐπὶ Ἰωσαφὰτ βασιλέα Ἰούδα | |
5 | πολεμῆσαι τὸν Ἰούδαν, ἔνεδρον ἔδωκεν εἰς αὐτοὺς ὁ θεός, καὶ ἀνέ‐ στησαν καὶ ἐφόνευσαν ἀλλήλους, καὶ διεσώθη Ἰωσαφὰτ καὶ Ἰούδας. ιϛʹ, ιζʹ, ιηʹ, ιθʹ, κʹ, καʹ, κβʹ. Ἀχαὰβ ὁ βασιλεὺς Ἰσραὴλ συμβαλὼν τῷ Ἄδερ βασιλεῖ Συ‐ | |
10 | ρίας εἰς πόλεμον ἀναιρεῖται. Μετὰ Ἰωρὰμ ὄγδοος ἐβασίλευσεν τῶν δύο φυλῶν Ἰούδα καὶ Μανασσῆ Ὀχοζίας υἱὸς αὐτοῦ ἔτος ἕνα. ὁμοῦ ͵δχϛʹ. αʹ. | |
15 | Προεφήτευσεν Ἐλισσαῖος καὶ Ἀβδαναΐ. Ἰηοῦ ἀνεῖλεν τὸν Ἰωρὰμ καὶ τὸν Ὀχοζίαν καὶ τοὺς οʹ υἱοὺς Ἀχαὰβ καὶ τὴν Ἰε‐ ζάβελ. Μετὰ Ἀχαὰβ ἕβδομος ἐβασίλευσεν τοῦ Ἰσραὴλ Ὀχοζίας υἱὸς αὐτοῦ ἔτη βʹ. ὁμοῦ πϛʹ. | |
20 | αʹ, βʹ. | |
Οὗτος Ὀχοζίας εἰδώλοις προσανέχων καὶ ἀῤῥωστίᾳ περιπε‐ | ||
183 | σὼν δεινῇ, ἔπεμψεν ἐπερωτῆσαι τὸν Βαὰλ προσόχθισμα θεὸν Ἀκκάρων, γνῶναι ποθῶν εἰ ζήσεται καὶ ἀναστήσεται ἐκ τῆς ἀῤ‐ ῥωστίας αὐτοῦ. ὁ δὲ Ἠλίας ἀπαντήσας τοῖς παισὶν αὐτοῦ ἔφη μὴ ἀνίστασθαι αὐτόν. καὶ χολέσας ἀπέστειλεν πρὸς Ἠλίαν τρεῖς | |
5 | πεντηκοντάρχους, ὅπως αὐτὸν ἐκ τοῦ ὄρους καταγάγωσι. τῶν δὲ δύο ἐν πυρὶ καυθέντων ὁ τρίτος δεηθεὶς αὐτοῦ κατέβη. καὶ ἐλθὼν πρὸς Ὀχοζίαν εἶπεν αὐτῷ, Ἐπειδὴ οὐκ ἐπέστρεψας πρὸς κύριον τὸν θεόν, ἀλλ’ εἰδώλοις ἔπεμψας ἐπερωτῆσαι, οὐ κατα‐ βήσῃ ἀπὸ τῆς κλίνης, ἀλλ’ ἀποθάνῃς. καὶ ἀπέθανεν ἐν τῇ κλί‐ | |
10 | νῃ κατὰ τὸ ῥῆμα κυρίου, ὃ ἐλάλησεν ἐν χειρὶ Ἠλίου τοῦ δούλου τοῦ θεοῦ. Μετὰ Ὀχοζίαν ἐβασίλευσεν τοῦ Ἰούδα καὶ Μανασσῆ ἡ μή‐ τηρ αὐτοῦ Γοθολία, γυνὴ Ἰωράμ, ἔτη ϛʹ. ὁμοῦ ͵δχιβʹ. αʹ, βʹ. | |
15 | Γοθολία μήτηρ Ὀχοζίου, θυγάτηρ Ἀχαάβ, ἐφόνευσεν τὰ τέκνα τοῦ υἱοῦ αὐτῆς Ὀχοζίου. ἐκ γὰρ τοῦ γένους ἦν αὐτὴ Ἀ‐ χαὰβ βασιλέως Ἰσραὴλ τοῦ καταραθέντος. γʹ. Γοθολία καθεῖλε τὸν οἶκον τοῦ θεοῦ τὸν ἐν Ἱερουσαλήμ, καὶ | |
20 | ἐλάτρευσεν τοῖς Βαλιείμ. | |
δʹ. | ||
184 | Ἰωναδὰβ υἱὸς Ῥηχὰβ ἐγνωρίζετο, καὶ Ἐλισσαῖος προεφή‐ τευεν. Ἑβραίων ἀρχιερεὺς Σαδούκ. εʹ. | |
5 | Ἐλισσαῖος προεφήτευεν καὶ Ἀβδαναῒ καὶ Ἰηοὺ καὶ Ὀζιήλ. ϛʹ. Ἰωσαβέχ, γυνὴ Ἰωδαὲ τοῦ ἀρχιερέως, ἀδελφὴ Ὀχοζίου, ἔκλε‐ ψεν Ἰωὰς τὸν υἱὸν Ὀχοζίου τοῦ ἀδελφοῦ αὐτῆς, καὶ τούτῳ πε‐ ριέθηκεν Ἰωδαὲ ἀρχιερεὺς τὸ βασίλειον, ἀνελὼν τὴν Γοθολίαν. | |
10 | Μετὰ Ὀχοζίαν ὄγδοος ἐβασίλευσεν τοῦ Ἰσραὴλ Ἰωρὰμ ἀδελ‐ φὸς αὐτοῦ Ὀχοζίου ἔτη ιβʹ. ὁμοῦ ϙηʹ. αʹ, βʹ. Ἀζαὴλ υἱοῦ Ἄδερ, βασιλέως Συρίας, πολιορκοῦντος τοὺς εἰς Σαμάρειαν ἐπὶ Ἰωρὰμ ἀδελφὸν Ὀχοζίου, βασιλέα Ἰσραήλ, λιμὸς | |
15 | βαρὺς γέγονεν ἐπὶ ἔτη ἑπτά, ὡς κεφαλὴν ὄνου νʹ σίκλων πεπρᾶ‐ σθαι καὶ τέταρτον μέτρον κόπρου περιστερᾶς πέντε σίκλων ἐσθίειν αὐτούς, ἔτι μὴν καὶ τὰ ἑαυτῶν τέκνα φαγεῖν τινας διὰ τὰς ἀπι‐ στίας αὐτῶν καὶ τὰς ἀσεβείας τῶν πράξεων αὐτῶν, καὶ ἀνταπο‐ δόσεις αὐτοῖς ἐπηνέχθησαν δικαίως. | |
20 | γʹ, δʹ, εʹ. | |
εʹ ἔτει τοῦ Ἰωρὰμ βασιλέως Ἰσραὴλ Ἠλίας ὁ προφήτης σὺν | ||
185 | τῷ Ἐλισσαίῳ ἐπὶ τὸν Ἰορδάνην πορευθείς, τῇ μηλωτῇ πατάξας τὸ ὕδωρ διέστησεν ἔνθεν καὶ ἔνθεν, καὶ διῆλθον ἀμφότεροι διὰ ξηρᾶς. εἶπέν τε τῷ Ἐλισσαίῳ αἰτῆσαι ὃ ἐὰν θέλῃς. ὁ δὲ διπλάσιον ἠξίωσε σχεῖν πνεῦμα οὗ εἶχεν Ἠλίας. καὶ εἶπεν αὐτῷ Ἠλίας, | |
5 | Ἕως ἂν ἴδῃς με ἀναλαμβανόμενον, ἔσται οὕτως. καὶ ἀναλη‐ φθέντος Ἠλίου ἅρματι πυρίνῳ, θεασάμενος Ἐλισσαῖος εἶπεν πε‐ ρὶ αὐτοῦ, Ἅρμα Ἰσραὴλ καὶ ἱππεὺς αὐτοῦ. καὶ ὑπέστρεψεν πνεύματος ἁγίου πλησθείς, καὶ δὶς τῇ μηλωτῇ πατάξας τὸν Ἰορ‐ δάνην παρῆλθεν αὐτὸν διὰ ξηρᾶς. ἔτι δὲ καὶ τὰ ὕδατα πονηρὰ | |
10 | ὄντα καὶ ἀτεκνοῦντα ἐν Ἱεριχὼ μετέβαλεν, ἐπικαλεσάμενος τὸν θεόν. Ἐλθὼν δὲ εἰς Βεθὴλ λίθοις ὑπὸ παιδαρίων ἐβάλλετο, κατα‐ παιζόμενος εἰς φαλακρότητα ὑπ’ αὐτῶν· καὶ ἰδὼν αὐτὰ κατηρά‐ σατο αὐτὰ ἐν ὀνόματι κυρίου, καὶ ἐξελθοῦσαι δύο ἄρκοι ἐκ τοῦ | |
15 | δρυμοῦ διέῤῥηξαν ἐξ αὐτῶν μβʹ. ἐκεῖθεν ἦλθεν εἰς τὸ Καρμή‐ λιον ὄρος, κἀκεῖθεν εἰς Σαμάρειαν. ἀλλὰ μὴν καὶ γυναικός τι‐ νος προσελθούσης αὐτῷ ὀχλουμένης ὑπὸ δανειστῶν αὐτῆς, καὶ τῶν υἱῶν αὐτῆς εἰς δουλείαν ἑλκομένων, πυθόμενός τε ἔχειν αὐ‐ τὴν εἰς ἄγγος βραχύ τι ἐλαίου, προσέταξεν αὐτῇ εἰς ἀγγεῖα πάμ‐ | |
20 | πολλα ἔχειν αὐτό. καὶ πληρωθέντων αὐτῶν ἐλαίου, ἀπέδοτο | |
τὸ χρέος, καὶ σὺν τοῖς παισὶν ἠλευθερώθη. ὁ δὲ αὐτὸς εἰς Σω‐ | ||
186 | μὰν παιδαρίου τελευτήσαντος, ζῶντα ἀπέδωκεν τῇ μητρί. καὶ εἰς Γάλγαλα παραγενόμενος, καὶ λιμοῦ ὄντος ἐκεῖσε, λέβητα μέ‐ γαν ἐπιστήσας ἐποίησεν αὐτοῖς τροφήν. καὶ συναξάντων τινῶν ἀπὸ ἀγρίων ἀμπέλων ἀμανίτας θανασίμους καὶ ἑψησάντων, | |
5 | ἀρχομένων τε ἐσθίειν, ἀνεβόησαν θανατοῦσθαι· αὐτὸς δὲ ἄλευρα ὀλίγα ἐμβαλὼν διέσωσεν αὐτοὺς ἔκ τε θανάτου καὶ λιμοῦ. ϛʹ. Προεφήτευον Ἀμὼς καὶ Ἐλισσαῖος. | |
10 | ζʹ, ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ. Μετὰ Γοθολίαν ἐβασίλευσεν τῶν δύο φυλῶν Ἰούδα καὶ Μα‐ νασσῆ Ἰωὰς υἱὸς Ὀχοζίου ἔτη μʹ. ὁμοῦ ͵δχνβʹ. αʹ, βʹ. Ἰωδαὲ παρ’ Ἑβραίοις ἀρχιερεὺς ἐγνωρίζετο, μόνος μετὰ | |
15 | Μωϋσέα βιώσας ἔτη ρλʹ. γʹ, δʹ. Ἰωὰς οὗτος ἀνῳκοδόμησε τὸν οἶκον τοῦ θεοῦ τὸν ἐν Ἱερουσα‐ λήμ, ἐρημωθέντα ὑπὸ Γοθολίας, καὶ ποιήσας τὸ εὐθὲς ἐνώπιον κυρίου, κατακόψας τε τὰ εἴδωλα Ἱερουσαλὴμ καὶ Μάτθαν τὸν | |
20 | ἱερέα τοῦ Βαὰλ μονώτατος κατ’ ἐνώπιον τοῦ θυσιαστηρίου ἀπο‐ | |
κτείνας, τῶν μετεώρων οὐκ ἀπέστη, θύων αὐτοῖς καὶ θυμιῶν. | ||
187 | ᾧ καὶ ἐπιστρατεύσας Ἀζαὴλ υἱὸς Ἄδερ βασιλεὺς Συρίας, εἰς πόλεμον, καὶ λαβὼν παρ’ αὐτοῦ χρυσίον τε καὶ ἀργύριον ὑπέ‐ στρεψεν ἐν Ἱερουσαλὴμ παρακληθείς. εʹ, ϛʹ. | |
5 | Ἐλισσαῖος καὶ Ζαχαρίας υἱὸς Ἰωδαὲ τοῦ ἀρχιερέως ὁ τὸ δρέπανον προεφήτευον καὶ Ὀζιὴλ καὶ Ἐλεάζαρ. ζʹ, ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ. Ζαχαρίας ὁ προφήτης, υἱὸς Ἰωδαὲ τοῦ ἀρχιερέως, ἀνῃρέθη ὑπὸ Ἰωὰς υἱοῦ Ὀχοζίου, βασιλέως Ἰούδα, ιβʹ ἔτει τῆς βασιλείας | |
10 | αὐτοῦ, μεταξὺ τοῦ θυσιαστηρίου, διὰ τὸ ἐλέγχειν αὐτὸν τὴν ἀσέ‐ βειαν τοῦ τε βασιλέως καὶ τοῦ λαοῦ τῶν Ἰουδαίων. ιγʹ, ιδʹ, ιεʹ, ιϛʹ, ιζʹ. Ἀζαὴλ βασιλεὺς Συρίας ἐπιστρατεύσας τῷ Ἰωὰς ἀνεῖλεν πλεῖστον ὄχλον τοῦ λαοῦ κατὰ τὸ ῥῆμα Ἐλισσαίου τοῦ προφήτου. | |
15 | ιηʹ, ιθʹ, κʹ, καʹ. Ἀζαὴλ ἐπιβὰς τῇ Ἱερουσαλὴμ ἤμελλεν αὐτὴν πολιορκεῖν. γνοὺς δὲ Ἰωὰς ὅτι ἐπολέμησεν τὸν Ἰσραήλ, ἔλαβεν πάντα τὰ ἅγια καὶ τὸ χρυσίον, καὶ ἀπέστειλε τῷ Ἀζαήλ, καὶ λαβὼν ἀνεχώρησεν. κβʹ, κγʹ, κδʹ, κεʹ, κϛʹ. | |
20 | Ἰωὰς ἠσέβησεν. | |
188 | κζʹ, κηʹ, κθʹ, λʹ, λαʹ, λβʹ, λγʹ, λδʹ, λεʹ, λϛʹ, λζʹ, ληʹ, λθʹ, μʹ. Μετὰ Ἰωρὰμ ἔνατος ἐβασίλευσεν τοῦ Ἰσραὴλ Ἰηοῦ υἱὸς Ναμεσσεὶ ἔτη κηʹ. ὁμοῦ ρκϛʹ. | |
5 | αʹ, βʹ, γʹ, δʹ, εʹ, ϛʹ. Ἐλισσαῖος ὁ προφήτης θεσπίζει τῷ Ἰωάχαζ περὶ τῆς βασι‐ λείας αὐτοῦ καὶ κακῶν ὧν ἐπάξει τῷ Ἰσραὴλ βασιλεύων. ζʹ, ηʹ, θʹ, ιʹ, ιαʹ. Ἰωδαὲ παρ’ Ἑβραίοις ἀρχιερεὺς ἐγνωρίζετο, ὃς μόνος μετὰ | |
10 | Μωϋσέα ἐβίωσεν ἔτη ρκʹ. ιβʹ, ιγʹ, ιδʹ. Ἰηοὺ ὁ βασιλεὺς Ἰσραὴλ προσεκύνησεν ταῖς δαμάλεσι ταῖς χρυσαῖς αἷς ἐποίησεν Ἱεροβοὰμ ἐν Βεθὴλ καὶ ἐν Δὰν τῇ νῦν λε‐ γομένη Πανεάδι. | |
15 | ιεʹ, ιϛʹ, ιζʹ, ιηʹ, ιθʹ, κʹ, καʹ. Ἀζαὴλ βασιλεὺς Συρίας ἐπόρθησε τὸν Ἰσραήλ. κβʹ, κγʹ, κδʹ, κεʹ, κϛʹ, κζʹ, κηʹ. Μετὰ Ἰωὰς ἐβασίλευσεν τῆς Ἰουδαίας ιαʹ Ἀμεσσίας υἱὸς αὐτοῦ ἔτη κθʹ. ὁμοῦ ͵δχπαʹ. | |
20 | αʹ. | |
Ἀμεσσίας βασιλεὺς Ἰούδα, κεʹ ὢν ἐτῶν, ἐπιστρατεύσας τοῖς | ||
189 | ἐξ Ἰσραὴλ καὶ τοῖς υἱοῖς Σηεὶρ ἐτροπώσατο αὐτούς, καὶ λαβὼν τοὺς θεοὺς αὐτῶν ἤγαγεν εἰς Ἱερουσαλήμ. βʹ, γʹ, δʹ, εʹ, ϛʹ. Ἀζαὴλ βασιλεὺς Συρίας ἀπέθανεν, καὶ ἀντ’ αὐτοῦ ἐβασί‐ | |
5 | λευσεν ὁ υἱὸς Ἄδερ. ζʹ. Ἰωνᾶς ὁ προφήτης, υἱὸς Ἀμαθί, ὑπὸ τοῦ κήτους καταπο‐ θείς, καὶ τρισὶν ἡμέραις ἐν τῇ κοιλίᾳ αὐτοῦ φυλαχθείς, ἀπεπτύ‐ σθη θεοῦ βουλήσει, ὃς καὶ εἶπεν, Ἤμην Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ | |
10 | κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, καὶ προσηυξάμην πρὸς κύριον τὸν θεόν μου ἐκ τῆς κοιλίας τοῦ κήτους, καὶ εἶπον, Ἐβόη‐ σα ἐν θλίψει μου πρὸς κύριον τὸν θεόν μου, καὶ ἐπήκουσεν ἐκ κοιλίας ᾅδου κραυγῆς μου. ἀπέῤῥιψε με εἰς βάθη καρδίας θα‐ λάσσης, ποταμοὶ ἐκύκλωσάν με. πάντες οἱ μετεωρισμοί σου καὶ | |
15 | τὰ κύματά σου ἐπ’ ἐμὲ διῆλθον. καὶ ἐγὼ εἶπα, Ἀπῶσμαι ἀπὸ ὀφθαλμῶν σου. ἆρα προσθήσω τοῦ ἐπιβλέψαι πρὸς ναὸν ἅγιόν σου. περιεχύθη μοι ὕδωρ πολὺ ἕως ψυχῆς μου, καὶ ἄβυσσος ἐκύκλωσέ με ἐσχάτη. ἔδυ ἡ κεφαλή μου εἰς σχισμὰς ὀρέων, κα‐ τέβην εἰς γῆν, ἧς οἱ μοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι, καὶ ἀνέβη ἐκ | |
20 | φθορᾶς ἡ ζωή μου, κύριε ὁ θεός μου. ἐν τῷ ἐκλείπειν τὴν ψυ‐ χήν μου ἀπ’ ἐμοῦ τοῦ κυρίου ἐμνήσθην, καὶ ἔλθοι πρὸς σὲ ἡ προ‐ | |
σευχή μου πρὸς ναὸν ἅγιόν σου. φυλάσσοντες μάταια καὶ ψεύδη | ||
190 | ἔλεον αὐτῶν ἐγκατέλιπον. ἐγὼ δὲ μετὰ φωνῆς αἰνέσεως θύσω σοι, πάντα ὅσα ηὐξάμην ἀποδώσω σοι σωτήριον τῷ κυρίῳ. καὶ προσετάγη τῷ κήτει, καὶ ἐξέβαλε τὸν Ἰωνᾶν ἐπὶ τὴν ξηράν. Ἱστορεῖ Ἰώσηπος ἐν ἐνάτῳ τῆς ἀρχαιολογίας τὸν Ἰωνᾶν κα‐ | |
5 | ταποθέντα ἀπὸ τοῦ κήτους ἐν τῷ Εὐξείνῳ Πόντῳ μετὰ τρεῖς ἡμέ‐ ρας καὶ τρεῖς νύκτας ἐκβρασθῆναι ζῶντα. ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ, ιγʹ. Ἰωὰς βασιλεὺς Ἰσραὴλ συμβαλὼν τῷ Ἀμεσσίᾳ εἰς πόλεμον αἰχμάλωτον αἱρεῖ τὸν Ἀμεσσίαν, καὶ τοῦ τείχους Ἱερουσαλὴμ | |
10 | καθεῖλεν υʹ πήχεις. ιδʹ, ιεʹ, ιϛʹ, ιζʹ, ιηʹ. Προεφήτευον Ὡσηέ, Ἀμώς, Ἰωνᾶς καὶ Ναούμ. Ἀμὼς προφητεύων εἶπεν, Ἑτοιμάζου τοῦ ἐπικαλεῖσθαι τὸν θεόν σου Ἰσραήλ, διότι ἰδοὺ στερεῶν οὐρανὸν καὶ κτίζων πᾶν πνεῦμα καὶ | |
15 | ἀπαγγέλλων εἰς ἄνθρωπον τὸν λόγον αὐτοῦ. ιθʹ, κʹ, καʹ, κβʹ, κγʹ, κδʹ, κεʹ, κϛʹ, κζʹ, κηʹ, κθʹ. Ἀμεσσίας βασιλεὺς Ἰούδα ἀνῃρέθη ὑπὸ τῶν ἰδίων εἰς Λα‐ χεῖς. Μετὰ Ἰηοὺ δέκατος ἐβασίλευσεν τοῦ Ἰσραὴλ Ἰωαχὰζ ἔτη ιζʹ. | |
20 | ὁμοῦ ρμγʹ. | |
αʹ, βʹ. | ||
191 | Ἀζαὴλ βασιλεὺς Συρίας ἠβουλήθη ἐπιστρατεῦσαι τῷ Ἰωὰς βασιλεῖ Ἰούδα. καὶ ἐπιστρατεύσας τῷ Ἰωάχαζ βασιλεῖ Ἰσραήλ, ἐν πρώτοις ἐξέθλιψεν αὐτὸν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ. γʹ, δʹ, εʹ. | |
5 | Ἐλισσαῖος ὁ προφήτης μετήλλαξε τὸν βίον προφητεύσας ἔτη μʹ. ϛʹ, ζʹ, ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ, ιγʹ, ιδʹ, ιεʹ, ιϛʹ, ιζʹ. Ἐν τῷ τάφῳ Ἐλισσαίου τοῦ προφήτου ῥιφεὶς ἐν τοῖς ὀστέοις αὐτοῦ νεκρός τις ἀπὸ τῶν μονοζώνων τῶν Μωαβιτῶν ἀνέζησε | |
10 | θεοῦ βουλήσει. Μετὰ Ἀμεσσίαν βασιλεὺς ιβʹ τῶν δύο φυλῶν Ἰούδα καὶ Βε‐ νιαμὴν Ὀζίας ὁ καὶ Ἀζαρίας υἱὸς αὐτοῦ ἔτη νβʹ. ὁμοῦ ͵δψλγʹ. αʹ. Ὀζίας ὁ καὶ Ἀζαρίας υἱὸς Ἀμεσσίου καὶ Τελεχίας ὢν ἐτῶν | |
15 | ιϛʹ ἐβασίλευσεν. βʹ, γʹ, δʹ, εʹ, ϛʹ, ζʹ, ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ, ιγʹ. Προεφήτευον Ὡσηὲ υἱὸς Βεηρεί, Ἀμὼς καὶ Ἰωνᾶς ὁ τοῦ Ἀμαθεὶ ἐκ Γοφέρ. ιδʹ. | |
20 | Ὀζίας βασιλεὺς Ἰούδα πολέμῳ καθεῖλεν τὰ τείχη Γὲθ καὶ | |
192 | Ἀζώτου καὶ Ἰαμνίας. ἐπολέμησε δὲ καὶ τοὺς Ἄραβας τοὺς κατοι‐ κοῦντας Πέτραν. ιεʹ, ιϛʹ. Ὀζίας ὁ καὶ Ἀζαρίας εἰσῆλθεν εἰς τὸ ἱερὸν τοῦ θεοῦ θυμιά‐ | |
5 | σαι· κωλυθεὶς δὲ ὑπὸ Ἀζαρίου τοῦ ἱερέως, καὶ μὴ βουλόμενος ἀναχωρῆσαι, ἐλεπρώθη ὅλος παραχρῆμα, ὄντος ἀρχιερέως Ἀζαρίου. ιζʹ, ιηʹ, ιθʹ, κʹ, καʹ, κβʹ, κγʹ, κδʹ, κεʹ. Πρῶτος Ἀμὼς ὁ προφήτης τὰ περὶ τῆς τοῦ Ἰσραὴλ αἰχμα‐ λωσίας θεσπίζει πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ. | |
10 | κϛʹ, κζʹ. Σεισμὸς μέγας γέγονεν ἐν Ἱερουσαλὴμ καὶ ὅλῃ τῇ Ἰουδαίᾳ Ὀζίου τοῦ καὶ Ἀζαρίου βασιλέως Ἰούδα εἰσελθόντος εἰς τὸ ἁγία‐ σμα τοῦ θυσιαστηρίου, καὶ λεπρωθέντος αὐτοῦ, ἐξεχύθη ἡ πιότης τοῦ θυσιαστηρίου, τοῦ σεισμοῦ γενομένου. | |
15 | κηʹ, κθʹ, λʹ, λαʹ, λβʹ, λγʹ, λδʹ, λεʹ, λϛʹ, λζʹ, ληʹ, λθʹ, μʹ, μαʹ, μβʹ, μγʹ, μδʹ, μεʹ. Τούτῳ τῷ ἔτει Ἠσαΐας υἱὸς Ἀμὼς ἤρξατο προφητεύειν, καὶ Ὡσηὲ υἱὸς Βεηρεὶ καὶ Ναούμ. Ἠσαΐας προφητεύων εἶπεν, Ἰδοὺ κύριος ἔρχεται ἐπὶ νεφέλης | |
20 | κούφης. Ὡσηὲ εἶπεν προφητεύων, Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ οὐκ ἔσται | |
φῶς, καὶ ψῦχος καὶ πάγος ἔσται μίαν ἡμέραν. καὶ ἡ ἡμέρα | ||
193 | ἐκείνη γνωστὴ τῷ κυρίῳ, καὶ οὐχ ἡμέρα καὶ οὐ νύξ, καὶ πρὸς ἑσπέραν ἔσται φῶς. Ναοὺμ προεφήτευσε λέγων, Ἀνέβη ὁ ἐμφυσῶν εἰς πρόσωπόν σου, ἐξαιρούμενός σε ἐκ θλίψεως, σκόπευσον ὁδόν, κράτησον | |
5 | ὀσφύος, ἀνδρίζου τῇ ἰσχύϊ σφόδρα, διότι ἀπέστρεψε τὴν ὕβριν Ἰακώβ, καθὼς ὕβριν τοῦ Ἰσραήλ. μϛʹ, μζʹ, μηʹ, μθʹ, νʹ. Τὴν αʹ Ὀλυμπιάδα ὁ Ἀφρικανὸς κατὰ Ἰωαθὰμ Ἑβραίων τοῦ Ἰούδα βασιλέα συνάγει. καὶ ὁ ἡμέτερος δὲ κανὼν κατὰ τὸν αὐτὸν | |
10 | παρίστησιν. γράφει δὲ ὁ Ἀφρικανὸς ὧδε πρὸς λέξιν. Αἰσχύλος ὁ Ἀγαμήστορος ἦρξεν Ἀθηναίων διὰ βίου ἔτη κγʹ, ἐφ’ οὗ Ἰωαθὰμ ἐβασίλευσεν ἐν Ἱερουσαλήμ. Καὶ ὁ ἡμέτερος δὲ κανὼν λέγει, ἐπὶ τῆς πρώτης Ὀλυμπιάδος τὸν Ἰωαθὰμ βασιλέα Ἰούδα συνείληφεν. | |
15 | ναʹ ἔτει Ὀζίου τοῦ καὶ Ἀζαρίου βασιλέως Ἰούδα πρώτη Ὀλυμπιὰς ἐτέθη ὑπὸ Ἰφίτου, καθ’ ἣν προεφήτευον Ἠσαΐας υἱὸς Ἀμώς, Ὡσηὲ ὁ τοῦ Βεηρεί, Ἰωὴλ ὁ τοῦ Βαθουήλ, Ὠδήδ, καὶ Μιχαίας ὁ Μορασθίτης. Ἡ πρώτη Ὀλυμπιὰς ἤχθη παρὰ τοῖς Ἕλλησιν, ἥτις ἐστὶν τε‐ | |
20 | τραετηρίς. | |
194 | αʹ Ὀλυμπιάς. ναʹ. νβʹ. Καὶ οὗτος Ὀζίας ὁ καὶ Ἀζαρίας ποιήσας τὸ εὐθὲς ἐνώπιον κυρίου ἐτελεύτησεν. | |
5 | Μετὰ Ἰωάχαζ ιαʹ ἐβασίλευσεν τοῦ Ἰσραὴλ Ἰωὰς υἱὸς αὐ‐ τοῦ ἔτη ιϛʹ. ὁμοῦ ρνθʹ. αʹ, βʹ, γʹ, δʹ, εʹ. Ἰωὰς βασιλεὺς Ἰσραὴλ ἐτροπώσατο τὸν Ἰούδαν, καὶ συνελά‐ βετο τὸν Ἀμεσσίαν βασιλέα Ἰούδα, καὶ καθεῖλεν τοῦ τείχους Ἱε‐ | |
10 | ρουσαλὴμ τρεῖς πήχεις, καὶ σκυλεύσας τὴν Ἱερουσαλὴμ ἀνεχώ‐ ρησεν εἰς Σαμάρειαν. ϛʹ, ζʹ, ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ, ιγʹ, ιδʹ, ιεʹ, ιϛʹ. Μετὰ Ὀζίαν τὸν καὶ Ἀζαρίαν ἐβασίλευσεν τῶν δύο φυλῶν Ἰούδα καὶ Βενιαμὶν Ἰωάθαμ υἱὸς αὐτοῦ ἔτη ιϛʹ. | |
15 | ὁμοῦ ͵δψμθʹ. αʹ. Ἠσαΐας θείας ὁράσεως ἠξιώθη. βʹ. Ἦν ἀρχιερεὺς Οὐρίας. | |
20 | Προεφήτευον Ἠσαΐας, Ὡσηέ, Ἰωνᾶς, καὶ Μιχαίας ὁ Μο‐ | |
ρασθίτης, Ἰωὴλ ὁ τοῦ Βαθουήλ, καὶ Ὠδήδ. | ||
195 | Μιχαίας προεφήτευσεν λέγων, Ἐξελεύσεται νόμος καὶ λό‐ γος κυρίου ἐξ Ἱερουσαλήμ, καὶ κρινεῖ ἀνὰ μέσον λαῖον πολλῶν, καὶ ἐλέγξει ἔθνη ἰσχυρά. καὶ μεθ’ ἕτερα. Καὶ σὺ Βηθλεέμ, οἶκος τοῦ Ἐφραθά, ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα. ἐκ | |
5 | σοῦ μοι ἐξελεύσεται τοῦ εἶναι εἰς ἄρχοντα τοῦ Ἰσραήλ. καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ’ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος. Ἰωὴλ προεφήτευσε λέγων, Ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου, καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ καὶ ση‐ μεῖα ἐπὶ τῆς γῆς αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ, ὁ ἥλιος μετα‐ | |
10 | στραφήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἷμα, πρὶν ἢ ἐλθεῖν τὴν ἡμέραν κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ. καὶ ἔσται. πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου, σωθήσεται. βʹ Ὀλυμπιάς. γʹ. | |
15 | Τούτῳ τῷ ἔτει ἐγεννήθησαν Ῥῶμος καὶ Ῥῆμος οἱ κτίσαντες τὴν Ῥώμην. δʹ, εʹ, ϛʹ. γʹ Ὀλυμπιάς. | |
ζʹ. | ||
196 | Ἰωαθὰμ τὰς ἐν τῷ ναῷ στοὰς ἵδρυσεν· ἡ ἀνατολικὴ γὰρ μόνη στοὰ ὑπὸ Σολομῶντος ἱδρύθη. ηʹ, θʹ. Προεφήτευεν Ναούμ. τὰ δὲ ὑπ’ αὐτοῦ προφητευθέντα | |
5 | περὶ τῆς Νινευὴ συνέβη μετὰ ἔτη ρμδʹ. ιʹ. δʹ Ὀλυμπιάς. ιαʹ. Ἰωαθὰμ πλεῖστα ᾠκοδόμησεν ἐν Ἱερουσαλήμ. | |
10 | ιβʹ, ιγʹ, ιδʹ. εʹ Ὀλυμπιάς. ιεʹ, ιϛʹ. Μετὰ Ἰωὰς ιβʹ ἐβασίλευσεν τοῦ Ἰσραὴλ Ἱεροβαὰλ υἱὸς αὐ‐ τοῦ ἔτη μαʹ. ὁμοῦ ςʹ. | |
15 | αʹ, βʹ, γʹ, δʹ, εʹ, ϛʹ, ζʹ, ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ, ιγʹ, ιδʹ, ιεʹ, ιϛʹ, ιζʹ, ιηʹ, ιθʹ, κʹ, καʹ, κβʹ, κγʹ, κδʹ, κεʹ, κϛʹ, κζʹ, κηʹ, κθʹ, λʹ, λαʹ, λβʹ, λγʹ, λδʹ, λεʹ, λϛʹ, λζʹ, ληʹ, λθʹ. Ἐν ἡμέραις Ὀζίου τοῦ καὶ Ἀζαρίου βασιλέως Ἰούδα καὶ | |
Μανασσῆ καὶ ἐν ἡμέραις Ἱεροβαὰλ βασιλέως Ἰσραὴλ ἐξαπέ‐ | ||
197 | στειλεν Ἀμεσσίας ὁ ἱερεὺς Βεθὴλ πρὸς Ἱεροβαὰλ βασιλέα Ἰσραὴλ λέγων. Συστροφὰς ποιεῖται κατὰ σοῦ Ἀμὼς ἐν μέσῳ οἴκου Ἰσραήλ, καὶ οὐ μὴ δυνήσεται ἡ γῆ ὑπενεγκεῖν ἅπαντας τοὺς λόγους αὐτοῦ. διότι τάδε λέγει Ἀμώς, Ἐν ῥομφαίᾳ τελευτήσει Ἱεροβαάλ, ὁ δὲ | |
5 | Ἰσραὴλ αἰχμάλωτος ἀχθήσεται ἀπὸ τῆς γῆς αὐτοῦ. καὶ εἶπεν Ἀμεσσίας πρὸς Ἀμώς, Ὁ ὁρῶν βάδιζε. ἐκχώρησον εἰς γῆν Ἰούδα, καὶ ἐκεῖ καταβιοῦ. καὶ ἐκεῖ προφητεύσεις· εἰς δὲ Βεθὴλ οὐκέτι οὐ μὴ προσθῇς τοῦ προφητεῦσαι, ὅτι ἁγίασμα βασιλέως ἐστίν, ὅτι οἶκος βασιλείας ἐστίν. καὶ ἀπεκρίθη Ἀμὼς καὶ εἶπεν πρὸς | |
10 | Ἀμεσσίαν, Οὐκ ἤμην προφήτης ἐγὼ οὐδὲ υἱὸς προφήτου, ἀλλ’ ἢ αἰπόλος ἤμην καὶ κνίζων συκάμινα, καὶ ἀνέλαβέν με κύριος ἐκ τῶν προβάτων, καὶ εἶπε κύριος πρός με, Βάδιζε, προφήτευσον ἐπὶ τὸν λαόν μου Ἰσραήλ. καὶ νῦν ἄκουε λόγον κυρίου, Σὺ λέ‐ γεις, μὴ προφήτευε ἐπὶ Ἰσραήλ, καὶ οὐ μὴ ὀχλαγωγήσετε ἐπὶ τὸν | |
15 | οἶκον Ἰακώβ. διὰ τοῦτο τάδε λέγει κύριος, Ἡ γυνή σου ἐν τῇ πόλει πορνεύσει καὶ οἱ υἱοί σου καὶ αἱ θυγατέρες σου ἐν ῥομφαίᾳ πεσοῦνται, καὶ ἡ γῆ σου ἐν σχοινίῳ συμμετρηθήσεται, καὶ σὺ ἐν γῇ ἀκαθάρτῳ τελευτήσεις. ὁ δὲ Ἰσραὴλ αἰχμάλωτος ἀχθήσεται ἀπὸ τῆς γῆς αὐτοῦ, οὕτως ἔδειξέ μοι κύριος. ἰδοὺ ἄγγος ἰξευ‐ | |
20 | τοῦ, καὶ εἶπεν. Τὶ σὺ βλέπεις, Ἀμώς; καὶ εἶπα, Ἄγγος ἰξευτοῦ. καὶ εἶπε κύριος πρός με, Ἥκει τὸ πέρας ἐπὶ τὸν λαόν μου Ἰσραήλ, | |
οὐκέτι οὐ μὴ προσθῶ τοῦ παρελθεῖν αὐτόν, καὶ ὀλολύξει τὰ φατνώ‐ | ||
198 | ματα τοῦ ναοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει κύριος. καὶ μετὰ βρα‐ χέα, Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀναστήσω τὴν σκηνὴν Δαβὶδ τὴν πεπτω‐ κυῖαν καὶ ἀνοικοδομήσω τὰ πεπτωκότα αὐτῆς καὶ τὰ ἀνεσκαμ‐ μένα αὐτῆς ἀναστήσω, καὶ ἀνοικοδομήσω αὐτήν, καθὼς αἱ ἡμέ‐ | |
5 | ραι τοῦ αἰῶνος, ὅπως ἐκζητήσωσί με οἱ κατάλοιποι τῶν ἀνθρώ‐ πων, καὶ πάντα τὰ ἔθνη, ἐφ’ οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπὶ αὐτούς. λέγει κύριος ὁ ποιῶν ταῦτα. μʹ, μαʹ. Μετὰ Ἱεροβαὰλ ιγʹ ἐβασίλευσεν τοῦ Ἰσραὴλ Μαναὴμ ἔτη ιβʹ. | |
10 | ὁμοῦ σιβʹ. αʹ, βʹ, γʹ, δʹ, εʹ. Φοὺλ βασιλεὺς Ἀσσυρίων ἐπιβὰς τῇ Σαμαρείᾳ. λαβὼν παρὰ Μαναὴμ τοῦ βασιλέως Ἰσραὴλ α τάλαντα ἀργυρίου, ἀνεχώρησεν. ϛʹ, ζʹ, ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ. | |
15 | Ἐν ταῖς ἡμέραις Μαναὴμ βασιλέως Ἰσραήλ, ἤγουν τῶν δέ‐ κα φυλῶν, ἀνέβη Φοὺλ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὴν γῆν, καὶ ἔδωκεν αὐτῷ Μαναὴμ μ τάλαντα ἀργυρίου τοῦ εἶναι χεῖρα αὐ‐ τοῦ μετ’ αὐτοῦ, διαγράψας τὸν λαὸν καὶ πάντα δυνατόν, καὶ λα‐ βὼν τὸ ἀργύριον ὁ Ἀσσύριος ὑπέστρεψεν εἰς τὴν χώραν αὐτοῦ. | |
20 | Μετὰ Μαναὴμ ιδʹ ἐβασίλευσεν τοῦ Ἰσραὴλ ὁ υἱὸς αὐτοῦ | |
Φακεείας ἔτη ιβʹ. ὁμοῦ σκδʹ. | ||
199 | αʹ, βʹ, γʹ, δʹ, εʹ, ϛʹ, ζʹ, ηʹ, θʹ, ιʹ. Ἑβραίων τοῦ Ἰσραὴλ ιδʹ Ζαχαρίας μῆνας ϛʹ. μεθ’ ὃν ιεʹ Σελοὺμ μῆνα αʹ. μεθ’ ὃν Φακεείας υἱὸς Μαναὴμ ἔτη ιʹ. ιαʹ, ιβʹ. | |
5 | Οὗτος Φακεείας ἐπιβουλευθεὶς ὑπὸ Φακεὲ υἱοῦ Ῥομελίου τοῦ τριστάτου αὐτοῦ ἀπέθανεν, καὶ ἐβασίλευσεν ἀντ’ αὐτοῦ ὁ εἰρημένος Φακεὲ υἱὸς Ῥομελίου ιεʹ τοῦ Ἰσραὴλ ἔτη λʹ. ὁμοῦ σνδʹ. αʹ, βʹ, γʹ, δʹ, εʹ, ϛʹ, ζʹ, ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ, ιγʹ, ιδʹ, ιεʹ, ιϛʹ, | |
10 | ιζʹ, ιηʹ, ιθʹ, κʹ, καʹ, κβʹ, κγʹ, κδʹ, κεʹ, κϛʹ, κζʹ, κηʹ, κθʹ, λʹ. Ἐν ταῖς ἡμέραις Φακεὲ ἀνέβη Θεγλὰθ Φανασσὰρ βασιλεὺς Ἀσσυρίων, καὶ ἔλαβε τὴν Ἀῒν καὶ τὴν Βεδμάλχα καὶ τὴν Ἀϊνὼν καὶ τὴν Κενὲξ καὶ τὴν Ἀσὼρ καὶ τὴν Γαλαὰδ καὶ τὴν Γαδδὶ καὶ τὴν Γαλιλαίαν πᾶσαν καὶ τὴν γῆν Νεφθαλείμ, καὶ ἀπῴκι‐ | |
15 | σεν αὐτοὺς εἰς Ἀσσυρίους. εἶτα μετὰ ταῦτα πολεμήσας Φακεὲ υἱὸς Ῥομελίου ἅμα τῷ Ῥαασσὼν βασιλεῖ Ἀσσυρίας κατὰ τῆς Ἱερουσαλήμ. ἔλαβεν αὐτήν. Τὸν Φακεὲ ἐπάταξεν Ὡσηὲ υἱὸς Δαλή, καὶ ἐβασίλευσεν ἀντ’ αὐτοῦ ἐν Σαμαρείᾳ ἔτη θʹ. ὁμοῦ σξγʹ. | |
20 | αʹ. | |
200 | Ὡσηὲ τὸ πονηρὸν ἐνώπιον κυρίου ποιήσας παρὰ πάντας τοὺς ἔμπροσθεν αὐτοῦ εἰδώλοις ἐδούλευσεν, οἰκοδομῶν αὐτοῖς οἴκους, καὶ τὰ τέκνα αὐτοῦ διῆγεν ἐν πυρί, καὶ τὸ βδέλυγμα τῶν ἐθνῶν, καὶ ἔθυεν καὶ ἐθυμία ἐν τοῖς ὑψηλοῖς καὶ ἐν τοῖς βουνοῖς καὶ | |
5 | ὑποκάτω παντὸς ξύλου πυκάζοντος. βʹ, γʹ, δʹ, εʹ. Καὶ ἐπὶ Ὡσηὲ ἀνέβη Σαλμανάσαρ βασιλεὺς Ἀσσυρίων καὶ ἐγένετο αὐτοῦ Ὡσηὲ δοῦλος, τουτέστιν συντελεστής. ϛʹ. ζʹ. | |
10 | Ὡσηὲ βασιλεὺς Ἰσραὴλ ἀπέστειλεν πρὸς Ἀδραμελὲχ τὸν Αἰθίοπα εἰς βοήθειαν ἑαυτοῦ. ηʹ, θʹ. Τούτῳ τῷ θʹ ἔτει τῆς βασιλείας Ὡσηὲ υἱοῦ Δαλὴ πρώτη αἰχμαλωσία γέγονε τοῦ Ἰσραὴλ τῶν δέκα φυλῶν, βασιλευομένων | |
15 | μὲν ἐν Σαμαρείᾳ, νῦν δὲ μετοικισθεισῶν εἰς ὄρη Μήδων καὶ Χαλ‐ δαίων, ἐπιστρατεύσαντος τῇ Σαμαρείᾳ καὶ πολιορκήσαντος αὐ‐ τὴν Σαλμανάσαρ τοῦ τῶν Χαλδαίων βασιλέως, ὃς καὶ αὐτὸν τὸν Ὡσηὲ υἱὸν Δαλὴ βασιλέα τοῦ Ἰσραὴλ δέσμιον λαβὼν ἀπῆλθεν. ἐβασιλεύθησαν δὲ ἐν Σαμαρείᾳ ἔτεσιν διακοσίοις ἑξήκοντα τρισί. | |
20 | μετῳκίσθησαν δὲ αἱ δέκα φυλαὶ τοῦ Ἰσραὴλ ἐκ τῆς Ἰουδαίας ἀφ’ | |
οὗ μὲν οἱ πρόγονοι αὐτῶν ἐξῆλθον ἐξ Αἰγύπτου μετὰ ἔτη ϡλβʹ, | ||
201 | ἀφ’ οὗ δὲ τὴν χώραν Σαμαρείας κατέσχον στρατηγήσαντος αὐ‐ τῶν Ἰησοῦ υἱοῦ Ναυῆ, εἰσὶν ἔτη ωϙβʹ, ἀφ’ οὗ δὲ ἀποστάντες Ῥο‐ βοὰμ τοῦ ἐκγόνου Δαβὶδ ἐβασιλεύθησαν ὑπὸ Ἱεροβοὰμ δούλου γενομένου Σολομῶνος, εἰσὶν ἔτη σξβʹ καὶ μῆνες ζʹ, ἅτινα συν‐ | |
5 | τρέχει ἤγουν καταλήγει εἰς τὸ τέταρτον ἔτος Ἐζεκίου βασιλέως Ἰούδα, καθ’ ὃ καὶ τὸ πάσχα σεσημείωται γεγενῆσθαι λαμπρῶς καὶ φιλοτίμως ἀπὸ Σολομῶνος. οἳ καὶ μετοικισθέντες εἰς Σα‐ μάρειαν Χουθέοι ἐκλήθησαν, τὴν τῆς χώρας ἐν ᾗ κατῳκίσθη‐ σαν προσηγορίαν λαβόντες, διὰ τὸ ἐκ τῆς Χουθὰς οὕτω καλου‐ | |
10 | μένης χώρας τότε μετατεθῆναι. ἔστι δὲ αὕτη ἡ Χουθὰς χώρα ἐν τῇ Περσίδι καὶ ποταμὸς τοῦτο ἔχων ὄνομα. καὶ μετοικισθέν‐ τες εἰς Σαμάρειαν ἕκαστος κατ’ ἔθνος ἴδιον εἶχε θεόν. ὕστερον δὲ Σαμαρεῖς ἐκλήθησαν, τὴν τῆς χώρας ἐν ᾗ κατῳκίσθησαν προσηγορίαν λαβόντες. | |
15 | Τούτῳ τῷ ἔτει Σίβυλλα ἡ Ἐρυθραία ἐν Αἰγύπτῳ ἐγνω‐ ρίζετο. Γεγόνασι δὲ καὶ ἄλλαι ιαʹ Σίβυλλαι. Σίβυλλα ἡ Ἑβραία. Σίβυλλα ἡ Περσίς. | |
20 | Σίβυλλα ἡ Δελφίς. Σίβυλλα ἡ Ἀδαὴ ἡ Κιμμερία. | |
Σίβυλλα ἡ Σαμία. | ||
202 | Σίβυλλα ἡ Ῥοφία. Σίβυλλα ἡ Κυμαία. Σίβυλλα ἡ Λιβοίη. Σίβυλλα ἡ Τρῳάς. | |
5 | Σίβυλλα ἡ Φρυγία. Σίβυλλα ἡ Τιβουρτία. Σίβυλλα ἡ Ἐρυθραία ἡ προγεγραμμένη ἦν ἀπὸ πολίχνης Ἐρυ‐ θρίας καλουμένης, ἀντικρὺ Χίου, ἡ καὶ ἐποποιὸς οὖσα, ἧς καὶ στήλη ἐστὶν ἐν τῇ αὐτῇ Ἐρυθρίᾳ ἄχρι τοῦ νῦν κατὰ τὴν στερεὰν | |
10 | ἀντικρὺ Χίου. Μετὰ Ἰωαθὰμ ἐβασίλευσεν τῶν δύο φυλῶν Ἰούδα καὶ Βενια‐ μὶν Ἀχὰζ υἱὸς αὐτοῦ ἔτη ιϛʹ. ὁμοῦ ͵δψξεʹ. αʹ. Ῥαασσὼν υἱὸς Ἀρὰμ καὶ Φακεὲ υἱὸς Ῥομελίου περιεκάθι‐ | |
15 | σαν τῇ Ἱερουσαλὴμ πρώτῳ ἔτει τοῦ Ἀχὰζ βασιλέως Ἰούδα, καὶ οὐκ ἴσχυσαν αὐτὴν λαβεῖν. βʹ. Οὐρίας ἀρχιερεὺς ἐγνωρίζετο καὶ Ζαχαρίας υἱὸς Βαραχίου· περὶ ὧν εἶπεν ὁ θεὸς τῷ Ἠσαΐᾳ, Μάρτυράς μοι πιστοὺς ποίησον | |
20 | τοὺς μέλλοντας προφητεύειν τῷ Ἀχὰζ τὸ Ἰδοὺ ἡ παρθένος ἐν γα‐ | |
203 | στρὶ ἕξει, καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμ‐ μανουήλ. καὶ τὸ Ταχέως σκύλευσον, ὀξέως προνόμευσον, καὶ τὰ ἑξῆς. Προεφήτευον Ἠσαΐας, Ὡσηέ, καὶ Μιχαίας. | |
5 | ϛʹ Ὀλυμπιάς. γʹ, δʹ, εʹ, ϛʹ. Ἀχὰζ βασιλεὺς Ἰούδα καὶ Βενιαμὶν ἀπέστειλεν ἀγγέλους πρὸς Θιλὰθ Φαλσὰρ βασιλέα Ἀσσυρίων, προτρέπων αὐτὸν καὶ λέγων, Εἰ δοῦλός σου καὶ υἱός σου ἐγώ, βοήθησόν μοι καὶ ἀνά‐ | |
10 | βηθι καὶ ῥῦσαί με ἐκ χειρὸς Συρίας καὶ ἐκ χειρὸς βασιλέως Ἰσραήλ, ὅτι ἐπανέστησαν κατ’ ἐμοῦ, πέμψας αὐτῷ χρυσίον καὶ ἀργύριον. καὶ δὴ ἐπείσθη αὐτῷ ὁ βασιλεὺς Ἀσσυρίων, καὶ ἀνῆλθεν ἐπὶ Δα‐ μασκόν, καὶ συνέλαβεν αὐτήν. τὸν δὲ Φακεὲ ἐπάταξεν Ὡσηὲ υἱὸς Ἤλα, καὶ ἐβασίλευσεν ἀντ’ αὐτοῦ ἐν Σαμαρείᾳ ἔτη θʹ. | |
15 | ζʹ Ὀλυμπιάς. ζʹ. Τούτῳ τῷ ζʹ ἔτει τοῦ Ἀχὰζ οἱ Ἰδουμαῖοι συμβαλόντες αὐτῷ πολλοὺς αἰχμαλώτους ἔλαβον. | |
ηʹ, θʹ, ιʹ. | ||
204 | Τούτῳ τῷ ἔτει ἀνέβη Σαλμανάσαρ εἰς Σαμάρειαν. Τούτῳ τῷ δεκάτῳ ἔτει τοῦ Ἀχὰζ καὶ τετάρτῳ ἔτει ἑβδόμης Ὀλυμπιάδος εἰκοστοτέταρτον τῆς οἰκείας ἡλικίας ἄγοντες ἐνιαυτὸν Ῥῶμος καὶ Ῥῆμος κτίζουσι τὴν Ῥώμην, ὅθεν μετεκλήθησαν Ῥω‐ | |
5 | μαῖοι· οἵτινες καὶ τὰ ὅπλα τοῦ Ἡρακλέους ἀπέθεντο ἐν τῇ παρ’ αὐτῶν κτισθείσῃ πόλει Ῥώμῃ, ἥτις πρώην ἐκαλεῖτο κώμη Βα‐ λέντζια ἐν τῷ Βοαρίῳ φόρῳ. οἱ δὲ αὐτοὶ δύο ἀδελφοὶ ἀνενέω‐ σαν τὸ λεγόμενον Παλλάντιον, τὸν βασιλικὸν οἶκον τοῦ Πάλλαν‐ τος. ἔκτισαν δὲ καὶ ναὸν μέγαν τῷ Διί, ὅντινα ἐκάλεσαν Κα‐ | |
10 | πετώλιον ῥωμαϊστί, ὅ ἐστιν ἡ κεφαλὴ τῆς πόλεως, ἀγαγόντες καὶ τὸ Παλλάδιον ξόανον ἀπὸ πόλεως Σίλβης ἀπέθεντο αὐτὸ ἐν τῇ Ῥώμῃ. οἵτινες ἀδελφοὶ ἐν τῷ βασιλεύειν αὐτοὺς εἰς ἔχθραν ἦλ‐ θον πρὸς ἀλλήλους, καὶ ἐφονεύθη ὑπὸ Ῥώμου Ῥῆμος ὁ ἀδελφὸς αὐτοῦ· καὶ ἐβασίλευσεν μόνος Ῥῶμος. ἐξότε δὲ ἐφόνευσεν τὸν | |
15 | ἴδιον ἀδελφόν, ἐσείετο πᾶσα ἡ πόλις Ῥώμη, καὶ οἱ δῆμοι αὐτῆς ἐστασίαζον, καὶ ἐγίνοντο πόλεμοι ἐμφύλιοι ἐπὶ τῆς αὐτοῦ μόνου βασιλείας. καὶ ἀπελθὼν εἰς τὸ μαντεῖον ἐπηρώτησεν διὰ τί γίνεται ἐπὶ τῆς αὐτοῦ βασιλείας ταραχή. καὶ ἐῤῥέθη αὐτῷ ἐκ τῆς Πυθίας ὅτι Εἰ μὴ συγκαθήσει σοι ὁ ἀδελφός σου ἐν τῷ βα‐ | |
20 | σιλικῷ θρόνῳ, οὐ μὴ στῇ ἡ πόλις σου Ῥώμη οὔτε ἡσυχάσει ὁ | |
δῆμος οὔτε ὁ πόλεμος. καὶ ποιήσας τῆς εἰκόνος τοῦ αὐτοῦ ἀδελ‐ | ||
205 | φοῦ ἐκτύπωμα τοῦ χαρακτῆρος αὐτοῦ χρυσοῦν στηθάριν στή‐ λην ἔθηκεν ἐν τῷ θρόνῳ αὐτοῦ ἐν ᾧ ἐκάθητο, καὶ οὕτως ἐβασί‐ λευσε τὸν ὑπόλοιπον αὐτοῦ χρόνον, συγκαθημένου αὐτῷ τοῦ ὁλοχρύσου ἐκτυπώματος τοῦ αὐτοῦ ἀδελφοῦ Ῥήμου, καὶ ἔπαυσεν | |
5 | ὁ σεισμὸς τῆς πόλεως καὶ ἡσύχασεν ἡ δημοτικὴ ταραχή. καὶ εἴ τι δ’ ἂν ἐκέλευεν θεσπίζων, ἔλεγεν ὡς ἀφ’ ἑαυτοῦ καὶ τοῦ ἀδελ‐ φοῦ αὐτοῦ, λέγων Ἐκελεύσαμεν, Ἐθεσπίσαμεν. ὅπερ ἔθος κα‐ τέσχεν ἐξ ἐκείνου παρὰ τοῖς βασιλεῦσιν ἕως τοῦ παρόντος, τὸ λέγειν, Ἐκελεύσαμεν, Ἐθεσπίσαμεν. καὶ ἐπέπεμψεν εἰς ἑκάστην πόλιν | |
10 | ὑπὸ Ῥωμαίους οὖσαν στηθάρια ὁλόχρυσα αὐτοῦ καὶ τοῦ ἀδελ‐ φοῦ αὐτοῦ ἐπὶ τῷ τίθεσθαι αὐτὰ πλησίον τῶν ἀρχόντων. ὁ δὲ αὐτὸς βασιλεὺς Ῥῶμος μετὰ τὸ πληρῶσαι αὐτὸν τὰ τείχη καὶ κο‐ σμῆσαι τὴν πόλιν, ἔκτισε καὶ τῷ Ἄρει ναόν, καὶ ἐν αὐτῷ τῷ μη‐ νὶ ἐποίησεν ἑορτὴν μεγάλην, θύσας τῷ Ἄρει, καλέσας καὶ τὸν | |
15 | μῆνα μάρτιον, πρώην λεγόμενον πρῖμον, ὅπερ ἑρμηνεύεται Ἄρεως, ἥνπερ ἑορτὴν κατ’ ἔτος οἱ Ῥωμαῖοι πάντες ἐπιτελοῦσιν ἕως νῦν, καλοῦντες τὴν ἡμέραν τῆς πανηγύρεως Μάρτις ἐν κάμπῳ. καὶ εὐθέως πάλιν ἀρξάμενος ἔκτισε Κερκέσιον ἐν τῇ Ῥώμῃ, ὅπερ Ἱππικὸν ὠνόμασεν, θέλων διασκεδάσαι τὸ πλῆθος τοῦ δήμου | |
20 | Ῥώμης, ὅτι ἐστασίαζον καὶ ἐπήρχοντο αὐτῷ διὰ τὸν ἀδελφὸν αὐ‐ τοῦ· καὶ ἐπετέλεσεν πρῶτος ἱππικὸν ἀγῶνα ἐν τῇ πόλει Ῥώμῃ εἰς | |
ἑορτὴν τοῦ Ἡλίου καὶ τῶν ὑπ’ αὐτὸν τεσσάρων στοιχείων, του‐ | ||
206 | τέστιν τῆς γῆς καὶ τῆς θαλάσσης καὶ τοῦ πυρὸς καὶ ἀέρος, λο‐ γισάμενος ὅτι διὰ τοῦτο εὐτυχῶς φέρονται οἱ τῶν Περσῶν βασι‐ λεῖς εἰς τοὺς πολέμους, ὡς τιμῶντες τὰ τέσσαρα ταῦτα στοιχεῖα ἐν τῇ Ῥώμῃ γὰρ οὐκ ἐτίμων αὐτὰ τὰ τέσσαρα στοιχεῖα οὐδὲ ἐν | |
5 | μιᾷ ἑορτῇ. ὁ δὲ τῆς Πισαίων χώρας βασιλεὺς Οἰνόμαος ἀγῶνα ἐπετέλει ἐπὶ τὰ Εὐρώπεια μέρη μηνὶ δύστρῳ τῷ καὶ μαρτίῳ κεʹ τῷ Ἡλίῳ Τιτᾶνι ὡς ὑψουμένῳ, ἀγωνιζομένης, φησίν, γῆς καὶ θαλάσσης, τουτέστιν Δημήτρας καὶ Ποσειδῶνος, καὶ τῶν ὑπο‐ κειμένων στοιχείων τῷ Ἡλίῳ. καὶ ἐβάλλετο κλῆρος μετὰ τοῦ | |
10 | αὐτοῦ Οἰνομάου βασιλέως καὶ τοῦ ἐρχομένου ἀπὸ οἱασδήποτε χώ‐ ρας καταγωνίσασθαι αὐτοῦ· καὶ ὅτε μὲν ὁ κλῆρος ἐκάλει τὸν Οἰνόμαον ἀγωνίσασθαι ὑπὲρ τοῦ Ποσειδῶνος, ἐφόρει σχῆμα ἱμά‐ τιον κυανόν, ὅ ἐστι τῶν ὑδάτων· καὶ ὁ ἀνταγωνιζόμενος κατ’ αὐτοῦ ἐφόρει τὸ χλοῶδες σχῆμα, ὅ ἐστιν τῆς γῆς. καὶ πάλιν εἰ | |
15 | ἤνεγκεν ὁ κλῆρος τῷ Οἰνομάῳ φορέσαι τὸ τῆς Δημήτρας σχῆμα, ἐφόρει τὸ χλοῶδες σχῆμα, καὶ ὁ ἀνταγωνιζόμενος αὐτοῦ ἐφόρει τὸ σχῆμα τοῦ Ποσειδῶνος, ὅ ἐστιν τῶν ὑδάτων. τὸ κυανόν. καὶ ὁ ἡττώμενος ἐφονεύετο. καὶ πλῆθος ἄπειρον ἤρχετο θεωρῆσαι τὸν αὐτὸν ἐτήσιον βασιλικὸν ἀγῶνα ἀπὸ ἑκάστης χώρας καὶ πό‐ | |
20 | λεως. καὶ οἱ μὲν τὰς παραλίους οἰκοῦντες πόλεις καὶ τὰς νήσους πολῖται καὶ τὰς κώμας τὰς παραλίους ναῦται ηὔχοντο τὸν φο‐ | |
ροῦντα τὸ κυανὸν σχῆμα, τουτέστιν τοῦ Ποσειδῶνος, νικῆσαι, | ||
207 | οἰωνιζόμενοι, ὅτι ἐὰν ἡττηθῇ ὁ ὑπὲρ τοῦ Ποσειδῶνος ἀγωνιζόμε‐ νος, ἔκλειψις ἰχθύων γίνεται παντοίων καὶ ναυάγια θαλάσσης καὶ ἀνέμων βιαίων ταραχή. οἱ δὲ τὰς μεσογείους οἰκοῦντες πο‐ λῖται καὶ ἐπιχώριοι ἄγροικοι καὶ πάντες οἱ ἐν τῇ γεωργίᾳ κάμνον‐ | |
5 | τες ηὔχοντο νικῆσαι τὸν φοροῦντα τὸ χλοῶδες σχῆμα, οἰωνιζό‐ μενοι ὅτι ἐὰν ἡττηθῇ ὁ ὑπὲρ τῆς Δημήτρας ἀγωνιζόμενος, ὅ ἐστιν ὑπὲρ τῆς γῆς, λιμὸς σίτου καὶ σπάνις οἴνου καὶ ἐλαίου καὶ τῶν ἄλλων καρπῶν πάντων γίνεται. καὶ ἐνίκησεν πολλοὺς ὁ Οἰ‐ νόμαος ἀνταγωνιστὰς αὐτοῦ ἐπὶ πολλὰ ἔτη· εἶχεν γὰρ καὶ τὸν | |
10 | Ἄψυρτον διδάσκοντα αὐτὸν πικρῶς τὴν ἡνιοχικήν· ὅστις Οἰνό‐ μαος ἡττηθεὶς ὑπὸ Πέλοπος τοῦ Λυδοῦ ἐφονεύθη. Τὸν δὲ ἱππικὸν ἀγῶνα πρῶτος ἐπενόησεν Ἐνυάλιός τις ὀνό‐ ματι, υἱὸς Ποσειδῶνος, ἀγαγόμενος τὴν Λιβύην, θυγατέρα τῆς Ἰοῦς καὶ τοῦ Πίκου Διός, ὃς κρατήσας τὰ μεσημβρινὰ μέρη ἐκά‐ | |
15 | λεσεν τὴν αὐτὴν χώραν ἐν ᾗ ἐβασίλευσεν Λιβύην εἰς ὄνομα τῆς αὐτοῦ γυναικός. τὸν δὲ αὐτὸν ἱππικὸν ἀγῶνα ὁ Ἐνυάλιος ἅρμα‐ σι διπώλοις ἐφηῦρε, καθὼς συνεγράψατο Καλλίμαχος ὁ σοφώ‐ τατος ἐν τοῖς Αἰτησίοις αὐτοῦ. καὶ λοιπὸν μετ’ αὐτὸν ὁ Ἐριχθό‐ νιος ἐπετέλεσεν καὶ ἄλλοι ἐν διαφόροις τόποις ἐπετέλεσαν. ὁ δὲ | |
20 | Οἰνόμαος πρῶτος αὐτὸς ἐπετέλεσεν τὸν αὐτὸν ἱππικὸν ἀγῶνα ἅρ‐ | |
μασι τετραΐπποις· διὸ καὶ περιβόητος ἐγένετο, καθὰ ἐν ταῖς | ||
208 | Χάρακος τοῦ σοφωτάτου ἱστορίαις ἐμφέρεται, ὃς συνεγράψατο καὶ ταῦτα, ὅτι τὸ τοῦ Ἱππικοῦ γυμνάσιον εἰς τὴν τοῦ κόσμου διοίκησιν ἐπινενόηται, τουτέστιν τοῦ οὐρανοῦ καὶ τῆς γῆς καὶ τῆς θαλάσσης. τοὺς γὰρ δώδεκα οἴκους ἱστόρησαν τοῦ ζωδιακοῦ | |
5 | κύκλου τοῦ διοικοῦντος τὴν γῆν καὶ τὴν θάλασσαν καὶ τῶν ἀν‐ θρώπων τὸν παροδικὸν βίον, τὸ δὲ πέλμα τοῦ Ἱππικοῦ τὴν γῆν πᾶσαν εἶναι, τὸν δὲ εὔριπον τὴν θάλασσαν ἀπὸ τῆς γῆς μεσα‐ ζομένην, τὸν δὲ ἐπὶ τὰς θύρας καμπτὸν τὴν ἀνατολήν, καὶ τὸν ἐπὶ τὴν σφενδόνα τὴν δύσιν, τὰ δὲ ἑπτὰ σπατία τὸν δρόμον καὶ | |
10 | τὴν κίνησιν τῆς ἀστρῴας τῶν ἑπτὰ ἀστέρων τῆς μεγάλης ἄρκτου. ὁ δὲ αὐτὸς Ῥῶμος βασιλεὺς πρὸς τιμὴν καὶ αὐτὸς τοῦ Ἡλίου καὶ τῶν ὑπ’ αὐτὸν τεσσάρων στοιχείων τὸν ἀγῶνα ἐν τῇ Ῥώμῃ πρῶ‐ τος ἐφευρὼν ἐπετέλεσεν ἐν τῇ αὐτῇ χώρᾳ τῆς δύσεως, ἤτοι τῆς Ἰταλίας, ἅρμασι τετραπώλοις, τουτέστιν τῇ γῇ καὶ τῇ θαλάσσῃ | |
15 | καὶ πυρὶ καὶ ἀέρι. καὶ ἐπέθηκεν ὁ Ῥῶμος τοῖς αὐτοῖς τέτρασι στοιχείοις τὰ ὀνόματα ταῦτα, τῇ γῇ τὸ Πράσινον μέρος, ὅ ἐστιν τὸ χλοῶδες, τῇ δὲ θαλάσσῃ, τουτέστι τοῖς ὕδασι, τὸ Βένετον μέ‐ ρος, ὡς κυανόν, τῷ πυρὶ τὸ Ῥουσαῖον μέρος πυρῶδες, καὶ τῷ ἀέρι τὸ λευκόν. κἀκεῖθεν ἐπενοήθη τέσσαρα μέρη ἐν Ῥώμῃ. | |
20 | ἐκάλεσε δὲ τὸ Πράσινον μέρος Πραίσεντον. ὅ ἐστιν ῥωμαϊκὴ λέ‐ | |
209 | ξις, ἥτις ἑρμηνεύεται ἐμπαράμονον· πραισεντεύειν γὰρ λέγεται τὸ παραμένειν, διότι ἡ χλοώδης γῆ διὰ παντὸς ἵσταται σὺν τοῖς ἄλσεσι. τὸ δὲ Βένετον ἐκάλεσεν ἐκ τοῦ εἶναι ὑπὸ τὴν Ῥώμην ἐπαρχίαν χώραν λεγομένην Βενετζίαν, ἧστινος μητρόπολίς ἐστιν | |
5 | Ἀκυληία· κἀκεῖθεν ἐξέρχονται τὰ κυανά, τουτέστιν τὰ Βενέτζια βάμματα τῶν ἱματίων, καὶ προσεκόλλησεν τῷ Πρασίνῳ μέρει, ὅ ἐστιν τῇ γῇ, τὸ λευκόν, φησὶ τὸν ἀέρα, καθότι βρέχει καὶ ὑπουρ‐ γεῖ καὶ ἁρμόττει τῇ γῇ. τῷ Βενέτῳ μέρει, ὅ ἐστι τοῖς ὕδασι, προσεκόλλησε συμμίξας τὸ Ῥουσαῖον μέρος, ὅ ἐστιν τὸ πῦρ, καθό‐ | |
10 | τι σβέννυσι τὸ πῦρ ὡς ὑποτεταγμένον αὐτῷ. καὶ λοιπὸν οἱ τὴν Ῥώμην οἰκοῦντες διεμερίσθησαν τὰ μέρη, καὶ οὐκέτι ὡμονόησαν πρὸς ἀλλήλους διὰ τὸ ἐρᾶν ἕκαστον τῆς ἰδίας νίκης καὶ ἀντιποιεῖ‐ σθαι τοῦ ἰδίου μέρους, ὥσπερ θρησκείας τινός· καὶ ὑπῆρξε μέγα σχίσμα ἐν τῇ Ῥώμῃ, καὶ μεγάλην ἔχθραν εἶχον πρὸς ἀλλήλους | |
15 | τὰ μέρη, ἀπότε ἐπενόησεν αὐτοῖς τὴν τοῦ ἱππικοῦ θέαν ὁ Ῥῶ‐ μος. ἐν δὲ τῇ βασιλείᾳ τοῦ αὐτοῦ Ῥώμου ὁ στρατὸς αὐτοῦ ἐγέ‐ νετο πολὺς ἐπείσακτος, καὶ πλῆθος ἦν ἐν τῇ Ῥώμῃ ἀγρίων ἀν‐ θρώπων, καὶ οὐκ ἦσαν πρὸς τὰ πλήθη τῶν ἀνθρώπων γυναῖκες, καὶ ἐπεθύμουν τῆς τοῦ βίου ἡδονῆς τὰ τῶν νεανιῶν στρατεύματα, | |
20 | καὶ ἐπήρχοντο κατὰ τὴν ἀγορὰν ταῖς γυναιξί, καὶ ἐγένετο ταραχὴ | |
καὶ ἐμφύλιος πόλεμος. καὶ ἠθύμει ὁ Ῥῶμος, ἀμηχανῶν τί πρά‐ | ||
210 | ξει· οὐδεμία γὰρ ἠνείχετο τῶν γυναικῶν καταμῖξαι τοῖς στρατιώ‐ ταις, ὡς ἀγρίοις καὶ βαρβάροις, καὶ ἐξεφώνησε νόμον ὥστε λαμ‐ βάνειν τοὺς στρατιώτας πρὸς γάμον παρθένους, ἃς ἐκάλεσαν βρούτιδας. καὶ οὐδεὶς εἵλατο αὐτοῖς δοῦναι τὴν ἰδίαν θυγατέ‐ | |
5 | ρα, ἀλλ’ ἔλεγον ὅτι οὐκ ἔστιν αὐτοῖς καθ’ ἑκάστην ἐλπὶς ζωῆς διὰ τοὺς πολέμους, ἀλλὰ πάντες τοῖς τῆς πόλεως ἐζεύγνυον τὰς ἑαυτῶν θυγατέρας. καὶ ἀθυμῶν ὁ Ῥῶμος ἀπῄει εἰς τὸ μαν‐ τεῖον· καὶ ἐδόθη αὐτῷ χρησμὸς ὥστε ἐπιτελέσαι ταῖς γυναιξὶ θέαν ἱππικοῦ, ἵνα ἀγάγηται ἑαυτῷ ὁ στρατὸς γυναῖκας. καὶ | |
10 | συνάξας τὸ πλῆθος τοῦ στρατοῦ ἐν τῷ Παλατίῳ ἐπετέλεσεν ἱπ‐ πικόν, κελεύσας γυναῖκας καὶ μόνον θεωρῆσαι τὸ ἱπποδρόμιον αὐτοῦ. καὶ ὡς παραξένου τινὸς θέας μελλούσης γίνεσθαι ἀπὸ πάσης τῆς περιχώρου καὶ τῶν πόῤῥωθεν πόλεων καὶ κωμῶν ἐν τῇ πόλει Ῥώμῃ πλήθη γυναικῶν παρεγένοντο, καὶ ἀνεπλήρωσαν τὸ | |
15 | Ἱππικὸν γυναῖκες ὕπανδροι καὶ νεώτεραι παρθένοι. ἦλθον δὲ καὶ θυγατέρες τῶν λεγομένων Σαβενῶν, χώρας πλησίον τῆς Ῥώ‐ μης οὔσης, γυναῖκες εὐπρεπεῖς. καὶ δεδωκὼς ὁ Ῥῶμος μανδᾶτα λάθρᾳ γυναῖκα οὖσαν ὕπανδρον Ῥωμαίαν πολίτιδα μὴ θεωρῆσαι, κελεύσας καὶ τῷ ἰδίῳ πάλιν στρατῷ ὥστε ὑπάνδρῳ γυναικὶ | |
20 | μὴ τολμῆσαι ἅψασθαι, ἀλλὰ τὰς παρθένους ἁρπάσαι καὶ τὰς μὴ ἐχούσας ἄνδρας, καὶ ἀνελθὼν ἐν τῷ Ἱππικῷ ὁ Ῥῶμος ἐθεώρει· | |
καὶ ἐν τῷ ἐπιτελεῖσθαι τὸν ἀγῶνα ἀπολυθεὶς ἀπὸ τοῦ Παλατίου | ||
211 | ὁ στρατὸς ὥρμησεν ἐν τῷ Ἱππικῷ, καὶ ἐκ τῶν βάθρων ἀπεσπῶ‐ σαν τὰς παρθένους κόρας καὶ τὰς μὴ ἐχούσας ἄνδρας, καὶ ἔλαβον ἑαυτοῖς γυναῖκας. τοῦτο πρὸς ἅπαξ ἐποίησεν ὁ Ῥῶμος γενέσθαι, καθὼς ὁ σοφώτατος Βηργίλιος ποιητής, ὡσαύτως δὲ καὶ Ἀπολ‐ | |
5 | λώνιος Ῥωμαίων ἱστοριογράφος συνεγράψατο, ὁμοίως δὲ καὶ Σίλβιος. ἕτεροι δὲ ἱστορικοὶ συνεγράψαντο τὸ πρῶτον ἱππο‐ δρόμιον ἐπιτελεσθῆναι τοῖς Ῥωμαίοις εἰς βουρδῶνας. Τὸν δὲ Ῥῶμον καὶ τὸν Ῥῆμον ἱστοροῦσιν ἀπὸ λυκαίνης γα‐ λακτοτροφηθῆναι, διότι ὁ βασιλεὺς ὁ Ἀμούλιος ὁ αὐτῶν πάππος | |
10 | ἐκέλευσεν αὐτοὺς ῥιφῆναι εἰς τὰς ὕλας, ὡς πορνογεννήτους, ἐπει‐ δὴ ἡ Ἰλία ἡ μήτηρ αὐτῶν, ἱέρεια οὖσα τοῦ Ἄρεως, ἐφθάρη πορ‐ νευθεῖσα ὑπό τινος στρατιώτου, περὶ οὗ λέγουσι μυθολογοῦντες τὸν Ἄρεα αὐτὴν ἐγγαστρῶσαι, καὶ ἐγέννησεν αὐτοὺς διδύμους, καὶ διὰ τοῦτο ὁ πάππος αὐτῶν ἔῤῥιψεν αὐτοὺς εἰς τὰς ὕλας. καὶ | |
15 | ηὗρεν τοὺς αὐτοὺς παῖδας χωρική τις βόσκουσα πρόβατα, καὶ σπλαγχνισθεῖσα, ὅτι ἦσαν εὔμορφοι, λαβοῦσα ἀνεθρέψατο αὐ‐ τοὺς τῷ ἰδίῳ γάλακτι. εἰς δὲ τὴν χώραν ἐκείνην λυκαίνας κα‐ λοῦσιν ἕως ἄρτι τὰς χωρικὰς τὰς βοσκούσας τὰ πρόβατα, ὡς ἀεὶ τὸν βίον καὶ τὴν διαγωγὴν ἐχούσας μετὰ τῶν ἀλόγων καὶ τῶν | |
20 | λύκων. Τούτου ἔνεκεν ὁ Ῥῶμος ἐπενόησεν τὰ λεγόμενα Βρουμάλια, | |
εἰρηκώς, φησίν, ἀναγκαῖον εἶναι τρέφειν τὸν κατὰ καιρὸν βασιλέα | ||
212 | τὴν ἑαυτοῦ σύγκλητον πᾶσαν καὶ τοὺς ἐν ἀξίαις καὶ πάσας τὰς ἔνδον τοῦ Παλατίου οὔσας στρατιὰς ὡς ἐντίμους ἐν τῷ καιρῷ τοῦ χειμῶνος, ὅτε τὰ πολεμικὰ ἔνδοσιν ἔχει, καὶ ἤρξατο πρώτους κα‐ λεῖν καὶ τρέφειν τοὺς ἀπὸ τοῦ α ἔχοντας τὸ ὄνομα, καὶ λοιπὸν | |
5 | ἀκολούθως ἕως τοῦ ω, κελεύσας καὶ τὴν ἑαυτοῦ σύγκλητον θρέ‐ ψαι τῷ αὐτῷ σχήματι· καὶ ἔθρεψαν καὶ αὐτοὶ τὸν ὄχλον ἅπαντα, ἕκαστος οὓς ἠβούλετο. οἱ οὖν ἑκάστου ἀριθμοῦ πάνδουροι ἀπὸ ἑσπέρας εἰς τοὺς οἴκους ἀπιόντες τῶν καλούντων οὓς ἤθελον ἐπ’ ἀρίστῳ εἰς τὴν ἑξῆς ηὔλουν πρὸς τὸ γνῶναι ἐκεῖνον ὅτι παρ’ αὐ‐ | |
10 | τῷ τρέφονται αὔριον. καὶ κατέσχεν τὸ ἔθος τῶν Βρουμαλίων παρὰ τῇ Ῥωμαίων πολιτείᾳ ἕως τοῦ νῦν. τοῦτο δὲ ἐποίησεν ὁ αὐτὸς Ῥῶμος θέλων ἐξαλεῖψαι τὴν ἑαυτοῦ ὕβριν, ὅτι οἱ Ῥω‐ μαῖοι ἐχθροὶ ὄντες αὐτοῦ καὶ μισοῦντες αὐτὸν λοιδοροῦντες ἔλε‐ γον ὅτι οὐκ ἐχρῆν αὐτὸν βασιλεύειν, διότι ἐξ ἀλλοτρίων ἐτράφη‐ | |
15 | σαν οἱ δύο ἀδελφοὶ ἕως ὅτου τελείας γεγόνασιν ἡλικίας καὶ ἐβα‐ σίλευσαν, σημαίνοντες ὅτι ἀπὸ τοῦ Φαυστόλου τοῦ γεωργοῦ καὶ τῆς γυναικὸς αὐτοῦ Λυκαίνης ἐτράφησαν ἐκ τῶν ἀλλοτρίων ἐσθί‐ οντες. ὄνειδος γὰρ ὑπῆρχε παρὰ Ῥωμαίοις καὶ πᾶσι τοῖς ἀρ‐ χαίοις τὸ ἐκ τῶν ἀλλοτρίων τρέφεσθαί τινα· ὅθεν καὶ ἐν τοῖς | |
20 | συμποσίοις τοῖς λεγομένοις φιλικοῖς ἕκαστος τῶν συνερχομένων εἰς τὸ συμπόσιον τὸ ἴδιον βρῶμα καὶ πόμα μεθ’ ἑαυτοῦ κομίζει, καὶ εἰς τὸ κοινὸν τὰ πάντα παρατίθεται, καὶ ἐσθίουσι κρατοῦν‐ | |
τες τὸ ἀρχαῖον ἔθος. | ||
213 | Τούτου οὖν χάριν ἐπενόησεν τοῦτο ὁ αὐτὸς Ῥῶμος πρὸς τὸ ἐξιλεώσασθαι τὴν ὕβριν ἑαυτοῦ, καλέσας καὶ τὸ ὄνομα τῆς κλήσεως αὐτοῦ ῥωμαϊστὶ Βρουμάλια, ὅ ἐστιν τραφῆναι ἐκ τῶν ἀλλοτρίων, καθὼς ὁ σοφώτατος Λικίνιος Ῥωμαῖος ἱστοριογράφος ἐξέθετο. | |
5 | ηʹ Ὀλυμπιάς. ιαʹ, ιβʹ. Τούτῳ τῷ ἔτει Ἠσαΐας τὴν κατὰ Βαβυλῶνος ὅρασιν εἶδεν. ιγʹ, ιδʹ. Ἀχὰζ ὁ βασιλεὺς Ἰούδα ἕτερον θυσιαστήριον προσέταξεν Οὐ‐ | |
10 | ρίᾳ τῷ ἱερεῖ ποιῆσαι ὅμοιον τοῦ ἐν Δαμασκῷ εἰς τὴν Ἱερου‐ σαλήμ. θʹ Ὀλυμπιάς. ιεʹ, ιϛʹ. Τούτῳ τῷ ιϛʹ ἔτει τῆς ἑαυτοῦ βασιλείας Ἀχὰζ καθεῖλε τὴν | |
15 | θάλασσαν τὴν χαλκῆν ἀπὸ τῶν μόσχων τὴν ὑπὸ Σολομῶνος γε‐ νομένην· καὶ ἐπὶ τούτου ἦν ἀρχιερεὺς ὁ λεχθεὶς Οὐρίας. Μετὰ Ἀχὰζ ἐβασίλευσε τῶν δύο φυλῶν τοῦ Ἰούδα Ἐζεκίας | |
υἱὸς αὐτοῦ ἔτη κθʹ. ὁμοῦ ͵δψϙδʹ | ||
214 | αʹ. Οὗτος ὁ Ἐζεκίας ἐν πάσαις ταῖς ἐντολαῖς τοῦ θεοῦ πορευθεὶς καὶ τὰ ὑψηλὰ καθελὼν καὶ τὰς στήλας συντρίψας καὶ τὸν ὄφιν ὃν ἐκρέμασε Μωϋσῆς καθεῖλεν· αὐτῷ γὰρ ἐθυσίαζον πολλοί. | |
5 | Ἀλλὰ καὶ βιβλίον Σολομῶνος, ὥς φασιν Ἑβραῖοι, ἰαμάτων παντὸς πάθους ἐγκεκολαμμένον εἰς τοῖχον εὑρὼν τοῦ ναοῦ ἐξέ‐ κοψεν. Ἐπὶ τούτου προεφήτευον Ἠσαΐας, Ὡσηέ, Ἰωήλ, Μιχαίας, Ἀμώς, Ἰωνᾶς καὶ Ναούμ. | |
10 | Οὗτος ὁ Ἐζεκίας λατρεύσας τῷ θεῷ ἀνεκτήσατο τὴν Ἱερου‐ σαλὴμ καὶ τὸν Ἰουδάμ, καὶ ᾠκοδόμησε τὸ κατεσκαμμένον τεῖχος τῆς Ἱερουσαλήμ, καὶ τὴν πηγὴν τοῦ Σιλωὰμ ἀπέστρεψεν ἔσω τῶν τειχῶν. βʹ. | |
15 | ιʹ Ὀλυμπιάς. γʹ, δʹ. Ἀπὸ Σολομῶνος τοῦ βασιλέως οὐκ ἀχθέντος τοῦ πάσχα νῦν ἐπὶ Ἐζεκίου ἐπετελέσθη λαμπρῶς καὶ φιλοτίμως· ὅτε καὶ οἱ ἐξ Ἱερουσαλὴμ μέτοικοι γεγόνασι. | |
20 | εʹ. Τούτῳ τῷ ἔτει Θαλῆς ὁ Μιλήσιος φιλόσοφος ἐν Τενέδῳ | |
ἀπέθανεν. | ||
215 | ϛʹ. ιαʹ Ὀλυμπιάς. ζʹ, ηʹ, θʹ, ιʹ. ιβʹ Ὀλυμπιάς. | |
5 | ιαʹ, ιβʹ, ιγʹ. Ἀρχιερεὺς Σοβνᾶς ἐγνωρίζετο, ὃν διεδέξατο Ἐλιακεὶμ ὁ τοῦ Χελκίου προδόντος τοῦ Σοβνᾶ τὸν λαὸν καὶ αὐτομολήσαντος πρὸς Σενναχηρεὶμ βασιλέα τῆς Συρίας. ιδʹ. | |
10 | Τούτῳ τῷ ιδʹ ἔτει τῆς βασιλείας Ἐζεκίου ἀνέβη Σενναχη‐ ρεὶμ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὰς πόλεις τῆς Ἰουδαίας τὰς ὀχυ‐ ράς, καὶ ἔλαβεν αὐτάς. ἐπιβαλὼν δὲ τῷ Ἐζεκίᾳ ἀργυρίου τά‐ λαντα τʹ καὶ χρυσίου τάλαντα λʹ, καὶ ταῦτα λαβὼν παρ’ αὐτοῦ, ἔτι περιεκάθητο συμπάσαις ταῖς παρεμβολαῖς αὐτοῦ ταῖς ἐν Ἱε‐ | |
15 | ρουσαλήμ, βουλόμενος καὶ αὐτὴν πολιορκῆσαι, ὡς καὶ τὰς ἄλλας. Ἀκούσας δὲ ὁ Σενναχηρεὶμ ὅτι Θαρθᾶς βασιλεὺς Αἰθιόπων ἐξῆλθεν πολιορκῆσαι αὐτόν, ἀπέστειλεν πρὸς Ἐζεκίαν λέγων, Μή σε ἀπατάτω ὁ θεός σου ἐφ’ ᾧ σὺ πέποιθας ἐπ’ αὐτῷ, λέγων, Οὐ μὴ παραδοθῇ Ἱερουσαλὴμ εἰς χεῖρας βασιλέως Ἀσσυρίων. οὐκ | |
20 | ἤκουσας ἃ πεποιήκασι βασιλεῖς Ἀσσυρίων πάσῃ τῇ γῇ, ὡς ἀπῴ‐ | |
216 | κισαν αὐτήν, καὶ σὺ ῥυσθήσῃ; τοῦ δὲ Ἐζεκίου γνησίως τὸν θεὸν ἐπικαλεσαμένου, καὶ τοῦ θεοῦ ἐπακούσαντος αὐτόν, ἐξελθὼν ἄγ‐ γελος κυρίου ἀνεῖλεν ἐκ τῆς παρεμβολῆς τῶν Ἀσσυρίων ἐν μιᾷ νυκτὶ ρπεʹ χιλιάδας. ἀναστάντες δὲ τὸ πρωὶ ηὗρον πάντα τὰ | |
5 | σώματα νεκρά· καὶ οὕτω διεσώθη ὅ τε λαὸς καὶ Ἱερουσαλήμ. καὶ ὑποστρέψας ὁ Σενναχηρεὶμ ᾤκησεν εἰς Νινευή. ἐν δὲ τῷ προσκυνεῖν αὐτὸν Ἀρσὰχ τὸν πάτραρχον αὐτοῦ Ἀδραμέλεχ καὶ Σαρασὰρ υἱοὶ αὐτοῦ ἐπάταξαν αὐτὸν ἐν μαχαίραις. δείκνυ‐ ται κἀντεῦθεν σαφῶς ὅσον ἰσχύει δικαίου προσευχὴ ἐν πάσαις | |
10 | ταῖς ἐντολαῖς τοῦ θεοῦ περιπατοῦντος. Κατὰ τὸν αὐτὸν χρόνον ἀῤῥωστήσαντι τῷ Ἐζεκίᾳ καὶ μέλ‐ λοντι τελευτᾶν προσδωρεῖται ὁ θεὸς διὰ Ἠσαΐου τοῦ προφήτου ἔτη ζωῆς ιεʹ δι’ ἀναποδισμοῦ φωστῆρος ἡμερινοῦ δέκα ἀναβα‐ θμίσι γενομένου. ἐν ᾧ καιρῷ καὶ Μαρωδὰχ υἱὸς Βαλαδὰν | |
15 | ἀπέστειλεν ἐπιστολὰς καὶ πρέσβεις καὶ δῶρα τῷ Ἐζεκίᾳ. ἤκου‐ σεν γὰρ ὅτι ἐμαλακίσθη Ἐζεκίας ἕως θανάτου, καὶ ἀνέστη ἐκ τῆς ἀῤῥωστίας αὐτοῦ, καὶ εἶδεν τὰ δῶρα, καὶ ἐχάρη ἐπ’ αὐτοῖς Ἐζεκίας. ιγʹ Ὀλυμπιάς. | |
20 | ιεʹ, ιϛʹ, ιζʹ, ιηʹ. | |
Προεφήτευον Ἠσαΐας, Ὡσηὲ καὶ Μιχαίας. | ||
217 | ιδʹ Ὀλυμπιάς. ιθʹ, κʹ, καʹ, κβʹ. ιεʹ Ὀλυμπιάς. κγʹ, κδʹ, κεʹ, κϛʹ. | |
5 | ιϛʹ Ὀλυμπιάς. κζʹ, κηʹ, κθʹ. Μετὰ Ἐζεκίαν ἐβασίλευσεν Μανασσῆς υἱὸς αὐτοῦ ἔτη νεʹ. ὁμοῦ ͵δωμθʹ. αʹ. | |
10 | ιζʹ Ὀλυμπιάς. βʹ, γʹ. Τούτῳ τῷ τρίτῳ ἔτει Μανασσοῦ καὶ δευτέρῳ ιζʹ Ὀλυμπιά‐ δος ἀπέθανεν Ῥῶμος ἐν τῷ βουλευτηρίῳ Ῥώμης κατὰ μέλος διαι‐ ρεθείς, ἄρξας ἔτη ληʹ. μεθ’ ὃν γέγονε δεύτερος βασιλεὺς ἐν | |
15 | Ῥώμῃ Νουμμᾶς Πομπήλιος ἔτη μγʹ. Οὗτος Νουμμᾶς ὁ καὶ Πομπήλιος δεξάμενος πρεσβευτὰς ἐκ τῆς χώρας τῶν λεγομένων Πελασγῶν, φορούντων χλαμύδας ἐχούσας ταβλία ῥούσαια, καθάπερ οἱ ἀπὸ τῆς Ἰσαυρίας χώρας, | |
καὶ τερφθεὶς τοῦ σχήματος, ἐπενόησεν πρῶτος ἐν Ῥώμῃ χλαμύ‐ | ||
218 | δας φορεῖσθαι, τὰς μὲν βασιλικὰς πορφυρᾶς, ἐχούσας ταβλία χρυσᾶ, τὰς δὲ τῶν συγκλητικῶν καὶ τῶν ἄλλων τῶν ἐν ἀξίαις καὶ στρατείαις χλαμύδας σήμαντρον τῆς βασιλικῆς φορεσίας ταβλία πορφυρᾶ, ἀξίαν δηλοῦντα Ῥωμαϊκῆς πολιτείας καὶ ὑποταγήν, κε‐ | |
5 | λεύσας μηδένα συγχωρεῖσθαι εἰσελθεῖν εἰς τὸ αὐτοῦ παλάτιον πρὸς αὐτὸν δίχα τοῦ σχήματος τῆς αὐτῆς χλαμύδος. καὶ οὐ συνεχώ‐ ρουν τινὶ εἰσελθεῖν οἱ φυλάσσοντες τὸ παλάτιον, εἰ μὴ ἐφόρει χλα‐ μύδα ἔχουσαν φιλοτιμίαν βασιλικῆς ἐσθῆτος, καθὼς ὁ σοφώτα‐ τος Σουετώνιος Τράγκυλλος Ῥωμαίων ἱστοριογράφος συνεγράψατο. | |
10 | δʹ, εʹ. ιηʹ Ὀλυμπιάς. ϛʹ. Νουμμᾶς Πομπήλιος τετάρτῳ ἔτει τῆς αὐτοῦ βασιλείας ἐν Ῥώμῃ κτίζει τὸ Καπετώλιον ἐκ θεμελίων. | |
15 | ζʹ. Νουμμᾶς Πομπήλιος κογγιάριον ἔδωκεν ἐν Ῥώμῃ ἀσσάρια ξύλινα καὶ ὀστράκινα. ηʹ, θʹ. | |
ιθʹ Ὀλυμπιάς. | ||
219 | ιʹ, ιαʹ, ιβʹ, ιγʹ. κʹ Ὀλυμπιάς. ιδʹ, ιεʹ, ιϛʹ. Ἑβραίων ἀρχιερεὺς Σελλούμ. | |
5 | ιζʹ. καʹ Ὀλυμπιάς. ιηʹ, ιθʹ, κʹ, καʹ. Ἠσαΐας ὁ προφήτης πρισθεὶς ὑπὸ Μανασσοῦ ἐλεγχομένου ὑπ’ αὐτοῦ ἐπὶ εἰδώλων σεβάσμασι μετήλλαξε τὸν βίον, προ‐ | |
10 | φητεύσας ἔτη ϙʹ. καὶ ἔθαψαν αὐτὸν ὑποκάτω δρυὸς Ῥωγήλ, ἐχόμενα τῆς διαβάσεως τῶν ὑδάτων ὧν ἀπώλεσεν Ἐζεκίας, χώ‐ σας αὐτά. καὶ ὁ θεὸς τὸ σημεῖον τοῦ Σιλωὰμ διὰ τὸν προφή‐ την ἐποίησεν, ὅτι πρὸ τοῦ ἀποθανεῖν ὀλιγώρησεν, καὶ ηὔξατο πιεῖν ὕδωρ, καὶ εὐθέως ἀπεστάλη αὐτῷ ἐξ αὐτοῦ ὕδωρ, καὶ ἔπιεν. | |
15 | διὰ τοῦτο ἐκλήθη Σιλωάμ, ὃ ἑρμηνεύεται ἀπεσταλμένος. κβʹ Ὀλυμπιάς. κβʹ. Τὸν Μανασσῆν βασιλέα Ἰούδα οἱ ἄρχοντες τῆς δυνάμεως βασιλέως Ἀσσυρίων αἰχμάλωτον ἔλαβον, καὶ κατήγαγον εἰς Βα‐ | |
20 | βυλῶνα. | |
220 | κγʹ, κδʹ, κεʹ. κγʹ Ὀλυμπιάς. κϛʹ, κζʹ, κηʹ, κθʹ. κδʹ Ὀλυμπιάς. | |
5 | λʹ, λαʹ, λβʹ, λγʹ. κεʹ Ὀλυμπιάς. λδʹ, λεʹ, λϛʹ. Μανασσῆς ἐν τῇ αἰχμαλωσίᾳ ὢν ἐπέστρεψεν πρὸς τὸν θεὸν τῶν πατέρων αὐτοῦ, καὶ ἀπεκατεστάθη εἰς τὴν βασιλείαν αὐτοῦ, | |
10 | λζʹ. κϛʹ Ὀλυμπιάς. ληʹ, λθʹ, μʹ, μαʹ. κζʹ Ὀλυμπιάς. μβʹ, μγʹ, μδʹ. | |
15 | Τούτῳ τῷ ἔτει Νουμμᾶς Πομπήλιος Ῥωμαίων βασιλεὺς κα‐ ταστήματι τελευτᾷ. Ἐν Ῥώμῃ τρίτος ἐβασίλευσεν Τοῦλλος ὁ καὶ Στήλιος | |
ἔτη λγʹ. | ||
221 | μεʹ. κηʹ Ὀλυμπιάς. μϛʹ, μζʹ, μηʹ, μθʹ κθʹ Ὀλυμπιάς. | |
5 | νʹ, ναʹ, νβʹ, νγʹ. λʹ Ὀλυμπιάς. νδʹ, νεʹ. Μετὰ Μανασσῆν ἐβασίλευσεν Ἀμὼν ὁ υἱὸς αὐτοῦ ἔτη βʹ. ὁμοῦ ͵δωναʹ. | |
10 | λαʹ Ὀλυμπιάς. αʹ, βʹ. Μετὰ Ἀμὼν ἐβασίλευσεν Ἰωσίας υἱὸς αὐτοῦ ἔτη λαʹ. ὁμοῦ ͵δωπβʹ. αʹ. | |
15 | Οὗτος Ἰωσίας, πρὶν γεννηθῆναι αὐτόν, προεφητεύθη γεννᾶ‐ σθαι, ὡς ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν ἀναγέγραπται, ὑπὸ Σαμαίου τοῦ προφήτου ἐν βασιλείᾳ Ἱεροβοὰμ βασιλέως Ἰσραήλ. ἐβασί‐ λευσεν δὲ οὗτος Ἰωσίας ὢν ἐτῶν ηʹ, καὶ κατὰ πάσας τὰς ἐντολάς, | |
ἃς προσέταξε κύριος ὁ θεός, ἐπορεύθη δίκαιος ὤν. ἐκβαλὼν | ||
222 | γὰρ τὰ εἴδωλα ἐκάθαρε τὸν ναὸν καὶ τὴν Ἱερουσαλὴμ καὶ τὴν Ἰουδαίαν, καὶ ἐποίησεν καθὼς προεφήτευσεν περὶ αὐτοῦ ὁ προ‐ φήτης ὁ ἐλθὼν ἐξ Ἰούδα ἐπὶ τοῦ θυσιαστηρίου πρὸς Ἱεροβοὰμ βασιλέα Ἰσραήλ. | |
5 | Οὗτος Ἰωσίας ἔσχεν υἱοὺς Ἰωάχας τὸν ὑπὸ τοῦ Ἱερεμίου Σελλὴμ προσαγορευόμενον καὶ τὸν Ἰωακεὶμ τὸν καὶ Ἐλιακεὶμ καὶ τὸν Ματθανίαν τὸν καὶ Σεδεκίαν. Σοφωνίας ὁ τοῦ Χουσί, υἱὸς Γοδολίου, ἐν ἡμέραις Ἰωσίου υἱοῦ Ἀμώς, βασιλέως Ἰούδα, προεφήτευσε λέγων, Διὰ τοῦτο | |
10 | ὑπόμεινόν με, λέγει κύριος, ἐν ἡμέραις ἀναστάσεώς μου εἰς μαρ‐ τύριον, διότι τὸ κρῖμά μου εἰς συναγωγὰς ἐθνῶν τοῦ εἰσδέξα‐ σθαι βασιλεῖς καὶ ἐκχέαι ἐπ’ αὐτοὺς πᾶσαν ὀργὴν θυμοῦ μου, διότι ἐν πυρὶ ζήλου μου καταναλωθήσεται πᾶσα ἡ γῆ. καὶ μεθ’ ἕτερα, Χαῖρε, θύγατερ Σιών, κήρυσσε, θύγατερ Ἱερουσαλήμ, | |
15 | εὐφραίνου καὶ κατατέρπου ἐξ ὅλης τῆς καρδίας σου, θύγατερ Ἱερουσαλήμ· περιεῖλε γὰρ κύριος τὰ ἀδικήματά σου, λελύτρωται σε ἐκ χειρὸς ἐχθρῶν σου βασιλεὺς Ἰσραήλ, καὶ ὁ κύριος ἀνὰ μέ‐ σον σου. οὐκ ὄψεται αὐτὸς οὐκέτι. ἐν τῷ καιρῷ ἐκείνῳ ἐρεῖ κύριος τῇ Ἱερουσαλήμ, Θάρσει, Σιών, μὴ παρείσθωσαν αἱ χεῖρές | |
20 | σου, κύριος ὁ θεός σου ἔν σοι δυνατὸς σῶσαί σε, ἐπάξει ἐπὶ σὲ εὐ‐ φροσύνην καὶ καινιεῖ σε ἐν τῇ ἀγαπήσει αὐτοῦ, καὶ εὐφρανθήσε‐ ται ἐπὶ σὲ ἐν τέρψει, ὡς ἐν ἡμέρᾳ ἑορτῆς, καὶ συνέξει τοὺς συν‐ | |
τετριμμένους σου. | ||
223 | βʹ, γʹ, δʹ. λβʹ Ὀλυμπιάς. εʹ, ϛʹ, ζʹ. Προεφήτευε Σοφωνίας, Ἀμβακοὺμ καὶ Ναούμ. | |
5 | ηʹ. λγʹ Ὀλυμπιάς. θʹ, ιʹ, ιαʹ, ιβʹ. λδʹ Ὀλυμπιάς. ιγʹ. | |
10 | Ἱερεμίας υἱὸς Χελκίου τοῦ ἱερέως, κατοικῶν ἐν Ἀναθὼθ ἐν γῇ Βενιαμίν, ἤρξατο προφητεύειν τρισκαιδεκάτῳ ἔτει βασιλείας Ἰωσίου υἱοῦ Ἀμώς, βασιλέως Ἰούδα. ὁ αὐτὸς δὲ καὶ ἐν ἡμέ‐ ραις Ἐλιακεὶμ τοῦ καὶ Ἰωακείμ, υἱοῦ Ἰωσίου βασιλέως Ἰούδα, καὶ ἕως συντελείας ιαʹ ἔτους Σεδεκίου τοῦ καὶ Ἰεχωνίου βασι‐ | |
15 | λέως Ἰούδα, προφητεύει ἐπὶ ἔτη μβʹ. ὁ αὐτὸς δὲ καὶ μετὰ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ καὶ τὴν ἐρήμωσιν τοῦ ἐν Ἱεροσολύμοις νεώ, ἐφ’ οὗ ψευδοπροφήτης Ἀνανίας ὁ τοῦ Χαναναίου. | |
ιδʹ, ιεʹ. | ||
224 | Ὀλδὰ γυνὴ Σελὴμ τοῦ ἱματιοφύλακος τοῦ ἱερέως παρ’ Ἑβραίοις προεφήτευσεν, καὶ Ἐλισαβελλὴμ ὁ τοῦ ἱματιοφύλακος τοῦ ἱερέως, καὶ Σοφωνίας καὶ Ὀδολλάμ. ιϛʹ. | |
5 | Τέταρτον ἔτος τῆς προφητείας Ἱερεμίου. ἐντεῦθεν ἐπὶ τὸ πρῶτον ἔτος Κύρου τοῦ Περσῶν βασιλέως ἔτη ἑβδομήκοντα. λεʹ Ὀλυμπιάς. ιζʹ, ιηʹ. Τούτῳ τῷ ἔτει τὸ πάσχα νομίμως γέγονεν. ἀφ’ οὗ γὰρ | |
10 | Ἰησοῦς ὁ τοῦ Ναυῆ ἐτελεύτησεν, οὐκ ἐφύλαξεν ὁ λαὸς τὸ πάσχα νομίμως, εἰ μὴ νῦν. καὶ Χελκίας δὲ ὁ ἱερεύς, πατὴρ Ἱερεμίου τοῦ προφήτου, τῷ ἐνεστῶτι χρόνῳ ηὗρεν ἐν τῷ ἱερῷ τὸ βιβλίον τοῦ νόμου. τῷ παρόντι χρόνῳ Ἰωσίας ὁ βασιλεὺς ἐπέθηκεν τὰ κῶλα τῶν ἀνθρώπων ἐπὶ τὰ κῶλα τῶν εἰδώλων, ὡς γέγραπται | |
15 | ἐν τῇ βίβλῳ τῶν Βασιλειῶν. ιθʹ, κʹ. λϛʹ Ὀλυμπιάς. καʹ. Τούτῳ τῷ ἔτει Τοῦλλος ὁ καὶ Στήλιος ἐν Ῥώμῃ τῆς οἰκίας | |
20 | αὐτοῦ κεραυνωθείσης συγκατεφλέχθη αὐτῇ καὶ ἀπέθανεν. καὶ | |
ἐβασίλευσεν ἐν Ῥώμῃ τέταρτος Ἄγκος Μάρκος ἔτη κδʹ. | ||
225 | κβʹ, κγʹ, κδʹ. λζʹ Ὀλυμπιάς. κεʹ, κϛʹ, κζʹ, κηʹ. Προφητεύουσιν Ἐλισαβελλὴμ ὁ τοῦ ἱματιοφύλακος τοῦ ἱερέως | |
5 | καὶ Σοφωνίας καὶ Ἱερεμίας καὶ Ὀδολλὰμ καὶ Βαρούχ. ἦν δὲ ψευδοπροφήτης Ἀνανίας ὁ λορδός· ληʹ Ὀλυμπιάς. κθʹ. Ἑβραίων ἀρχιερεὺς Ἀζαρίας. | |
10 | λʹ, λαʹ. Ἰωσίας βασιλεὺς Ἰούδα συμβαλὼν Νεχαὼ τῷ καὶ Νεχεψὼ ἀναιρεῖται ὑπ’ αὐτοῦ· καὶ ἐποίησεν ὁ λαὸς βασιλέα ἕνα τῶν υἱῶν αὐτοῖ. καί μοι θαυμάζειν ἔπεισι πῶς συνέδραμον οἱ χρόνοι κα‐ τὰ τὸν προκείμενον κανόνα, ὡς ἀντιπρόσωπον τοῦ Ἰωσίου τὸν | |
15 | τῶν Αἰγυπτίων βασιλέα Νεχαὼ τὸν καὶ Ψαμμίτιχον, ὃν καὶ ἡ θεία γραφὴ τοῦ Ἱερεμίου Φαραὼ Νεχαὼ ὀνομάζει. Μετὰ Ἰωσίαν ἐβασίλευσεν τῆς Ἰουδαίας Ἰωαχὰζ ὁ καὶ Σελ‐ | |
λήμ, υἱὸς αὐτοῦ, μῆνας γʹ. ὁμοῦ ͵δωπβʹ καὶ μῆνας γʹ. | ||
226 | Ὁ αὐτὸς Φαραὼ Νεχαὼ βασιλεὺς Αἰγύπτου τὸν Ἰωάχαζ τὸν καὶ Σελλήμ, υἱὸν Ἰωσίου, τετάρτῳ μηνὶ τῆς βασιλείας αὐ‐ τοῦ αἰχμάλωτον ἔλαβεν, δήσας αὐτὸν δεσμοῖς χαλκοῖς, καὶ κα‐ τήγαγεν εἰς Αἴγυπτον καὶ πολὺ πλῆθος τοῦ λαοῦ, ἐν οἷς καὶ Ἱε‐ | |
5 | ρεμίας ὁ προφήτης συγκατέβη μετ’ αὐτῶν εἰς Αἴγυπτον. τὸν δὲ ἀδελφὸν αὐτοῦ Ἰωαχὰζ τοῦ καὶ Σελλὴμ Ἰεχωνίαν τὸν καὶ Ἰωα‐ κεὶμ κατέστησεν ἡγεῖσθαι τῶν ὑπολελειμμένων Ἰουδαίων ἐν Ἱε‐ ρουσαλήμ, φόρον τε ἐπιθεὶς αὐτῷ ἀργυρίου τάλαντα ρʹ καὶ χρυ‐ σίου τάλαντα ιʹ ἀνεχώρησεν τῆς Ἰουδαίας. | |
10 | Μετὰ Ἰωάχαζ τὸν καὶ Σελλὴμ ἐβασίλευσε τῆς Ἰουδαίας Ἰε‐ χωνίας ὁ καὶ Ἰωακείμ, ἀδελφὸς αὐτοῦ, ἐν Ἱερουσαλὴμ ἔτη ιβʹ. ὁμοῦ ͵δωϙδʹ καὶ μῆνας γʹ. αʹ. Ἐν ἀρχῇ τῆς βασιλείας Ἰεχωνίου τοῦ καὶ Ἰωακείμ, υἱοῦ Ἰω‐ | |
15 | σίου βασιλέως Ἰούδα, ἐγένετο λόγος κυρίου πρὸς Ἱερεμίαν λέ‐ γων οὕτως. Ἔσται Ἱερουσαλὴμ ὡς ἡ Σηλώμ. καὶ οἱ ἱερεῖς καὶ οἱ ψευδοπροφῆται καὶ πᾶς ὁ λαὸς ἀκούσαντες τὸν λόγον τοῦτον συνελάβοντο τὸν Ἱερεμίαν, καὶ εἶπαν, Κρίσις θανάτου τῷ ἀν‐ θρώπῳ τούτῳ. τοῦ δὲ Ἱερεμίου εἰπόντος ὅτι Κύριος ἐλάλησέ | |
20 | μοι οὕτως, οἱ αὐτοὶ ἱερεῖς εἶπον, Οὐκ ἔστι κρίσις τῷ ἀνθρώπῳ | |
τούτῳ. | ||
227 | Προεφήτευον Οὐρίας υἱὸς Σαμαίου, Ἱερεμίας καὶ Βουζὶ καὶ Βαροὺχ ἐκ Καριαθιαρεὶμ καὶ Ἐζεκιήλ, ὃς προστάσσεται πα‐ ρὰ θεοῦ ἀπελθεῖν εἰς τὸν οἶκον Ῥηχαβεὶν καὶ συγκαλέσασθαι τοὺς υἱοὺς αὐτοῦ καὶ τοὺς υἱοὺς Ἰωναδὰβ τοῦ πιεῖν οἶνον. καὶ οὐκ | |
5 | ἠβουλήθησαν, λέγοντες, Ὁ πατὴρ ἡμῶν ἐνετείλατο ἡμῖν μήτε εἰς οἶκον μεῖναι, ἀλλ’ ἐν σκηναῖς, μήτε οἶνον πιεῖν ἕως θανάτου ἡμῶν. ὅθεν ὀνειδίζων ὁ θεὸς τὸν Ἰσραὴλ λέγει, Υἱοὶ Ἰωναδὰβ καὶ υἱοὶ Ῥηχαβεὶν ἐφύλαξαν λόγους πατρὸς αὐτῶν· ὁ δὲ λαός μου οὐκ ἐφυλάξαντο τὸν λόγον μου, καὶ τὰ ἑξῆς. | |
10 | λθʹ Ὀλυμπιάς. βʹ, γʹ. Οὐρίαν προφήτην Ἰεχωνίας ἀνεῖλεν, μὴ φέρων αὐτοῦ τὴν παῤῥησίαν. δʹ. | |
15 | Τούτῳ τῷ τετάρτῳ ἔτει Ἰεχωνίου υἱοῦ Ἰωσίου βασιλέως Ἰούδα ἦλθεν Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος εἰς Ἱερου‐ σαλὴμ καὶ ἐπολιόρκησεν αὐτήν. καὶ ἔδωκε κύριος ἐν χειρὶ αὐτοῦ τὸν Ἰεχωνίαν τὸν καὶ Ἰωακείμ, βασιλέα Ἰούδα, καὶ ἀπὸ μέρους τῶν σκευῶν οἴκου τοῦ θεοῦ, καὶ ἤνεγκεν αὐτὰ εἰς γῆν Σενναὰρ οἴ‐ | |
20 | κου τοῦ θεοῦ αὐτοῦ, καὶ τὰ σκεύη εἰσήνεγκεν εἰς τὸν οἶκον θη‐ | |
228 | σαυροῦ τοῦ θεοῦ αὐτοῦ. καὶ εἶπεν ὁ βασιλεὺς Ἀσφανὲζ τῷ ἀρ‐ χιευνούχῳ αὐτοῦ εἰσαγαγεῖν ἀπὸ τῶν υἱῶν τῆς αἰχμαλωσίας Ἰσρα‐ ὴλ καὶ ἀπὸ τοῦ σπέρματος τῆς βασιλείας καὶ ἀπὸ τῶν φορθομ‐ μεῖν νεανίσκους, οἷς οὐκ ἔστιν ἐν αὐτοῖς μῶμος, καὶ καλοὺς τῇ | |
5 | ὄψει καὶ συνιέντας ἐν πάσῃ σοφίᾳ καὶ γινώσκοντας γνῶσιν καὶ διανοουμένους φρόνησιν, καὶ οἷς ἐστιν ἰσχὺς ἐν αὐτοῖς ἑστάναι ἐν τῷ οἴκῳ ἐνώπιον τοῦ βασιλέως καὶ διδάξαι αὐτοὺς γράμματα καὶ γλῶσσαν Χαλδαίων. καὶ διέταξεν αὐτοῖς ὁ βασιλεὺς τὸ τῆς ἡμέ‐ ρας καθ’ ἡμέραν ἀπὸ τῆς τραπέζης τοῦ βασιλέως καὶ ἀπὸ τοῦ | |
10 | οἴνου τοῖ πότου αὐτοῦ, καὶ θρέψαι αὐτοὺς ἔτη τρία, καὶ μετὰ ταῦτα στῆναι ἐνώπιον τοῦ βασιλέως. καὶ ἐγένοντο ἐν αὐτοῖς ἐκ τῶν υἱῶν Ἰούδα Δανιὴλ καὶ Ἀνανίας καὶ Μισαὴλ καὶ Ἀζαρίας, καὶ ἐπέθηκεν αὐτοῖς ὁ ἀρχιευνοῦχος ὀνόματα τῷ Δανιὴλ Βαλτά‐ σαρ, καὶ τῷ Ἀνανίᾳ Σεδράχ, καὶ τῷ Μισαὴλ Μισάχ, καὶ τῷ | |
15 | Ἀζαρίᾳ Ἀβδεναγώ. καὶ ἔθετο Δανιὴλ ἐν τῇ καρδίᾳ αὐτοῦ ὡς οὐ μὴ ἀλισγηθῇ ἐν τῇ τραπέζῃ τοῦ βασιλέως καὶ ἐν τῷ οἴνῳ τοῦ πότου αὐτοῦ. καὶ ἠξίωσεν τὸν ἀρχιευνοῦχον, ὡς οὐ μὴ ἀλισγηθῇ. Καὶ ἔδωκεν ὁ θεὸς τὸν Δανιὴλ εἰς ἔλεον καὶ οἰκτιρμοὺς ἐνώπιον τοῦ ἀρχιευνούχου. καὶ εἶπεν ὁ ἀρχιευνοῦχος τῷ Δανιήλ, Φο‐ | |
20 | βοῦμαι ἐγὼ τὸν κύριόν μου τὸν βασιλέα τὸν ἐκτάξαντα τὴν βρῶ‐ σιν ὑμῶν καὶ τὴν πόσιν ὑμῶν, μήποτε ἴδῃ τὰ πρόσωπα ὑμῶν | |
σκυθρωπὰ παρὰ τὰ παιδάρια τὰ συνήλικα ὑμῶν, καὶ καταδικάση‐ | ||
229 | τε τὴν κεφαλήν μου τῷ βασιλεῖ. καὶ εἶπεν Δανιὴλ πρὸς Ἀμελ‐ σάδ, ὃν κατέστησεν ὁ ἀρχιευνοῦχος ἐπὶ Δανιὴλ καὶ Ἀνανίαν καὶ Μισαὴλ καὶ Ἀζαρίαν, Πείρασον δὴ τοὺς παῖδάς σου ἡμέρας δέ‐ κα, καὶ δότωσαν ἡμῖν ἀπὸ τῶν σπερμάτων τῆς γῆς, καὶ φαγό‐ | |
5 | μεθα καὶ ὕδωρ πιόμεθα, καὶ ὀφθήτωσαν ἐνώπιόν σου αἱ ἰδέαι ἡμῶν καὶ αἱ ἰδέαι τῶν παιδαρίων τῶν ἐσθιόντων τὴν τράπεζαν τοῦ βασιλέως, καὶ καθὼς ἂν ἴδῃς, ποίησον μετὰ τῶν παίδων σου. καὶ εἰσήκουσεν αὐτῶν, καὶ ἐπείρασεν αὐτοὺς ἡμέρας δέκα. καὶ ἐκ τέλους τῶν δέκα ἡμερῶν ὡράθησαν αἱ ἰδέαι αὐτῶν ἀγαθαὶ | |
10 | καὶ ἰσχυραὶ ταῖς σαρξὶν ὑπὲρ πάντα τὰ παιδάρια τὰ ἐσθίοντα τὴν τράπεζαν τοῦ βασιλέως. καὶ ἐγένετο Ἀμελσὰδ ἀναιρούμενος τὸ δεῖπνον αὐτῶν καὶ τὸν οἶνον τοῦ πότου αὐτῶν, καὶ ἐδίδου αὐ‐ τοῖς σπέρματα. καὶ ἔδωκεν αὐτοῖς ὁ θεὸς σύνεσιν καὶ φρόνησιν ἐν πάσῃ γραμματικῇ σοφίᾳ, καὶ Δανιὴλ συνῆκεν ἐν πάσῃ ὁράσει | |
15 | καὶ ἐνυπνίοις. Ἰεχωνίας ὁ καὶ Ἰωακείμ, υἱὸς Ἰωσίου, τὰ μὲν πάντα ἔνη ἐβασί‐ λευσεν ιαʹ, πρὸς τῷ τέλει δὲ τοῦ τρίτου ἔτους τῆς βασιλείας αὐ‐ τοῦ ἐβασίλευσεν Ναβουχοδονόσορ ἐν Βαβυλῶνι, ὡς εἶναι τὸ πρῶ‐ τον ἔτος τῆς βασιλείας Ναβουχοδονόσορ κατὰ τὸ παρὸν τέταρ‐ | |
20 | τον ἔτος Ἰεχωνίου τοῦ καὶ Ἰωκαείμ. καθὼς ἔστι τοῦτο λαβεῖν ἐκ τῆς δευτέρας τῶν Παραλειπομένων. Τούτῳ τῷ τετάρτῳ ἔτει τῆς βασιλείας Ἰεχωνίου τοῦ καὶ Ἰωα‐ | |
κείμ, βασιλέως Ἰούδα, καὶ πρώτῳ Ναβουχοδονόσορ βασιλέως | ||
230 | Βαβυλῶνος ὁ λόγος ὃν ἐλάλησεν Ἱερεμίας ὁ προφήτης πρὸς πάν‐ τα τὸν λαὸν Ἰούδα καὶ τοὺς κατοικοῦντας ἐν Ἱερουσαλήμ, λέ‐ γων, Ἀπὸ τρισκαιδεκάτου ἔτους τοῦ αὐτοῦ Ἰωσίου, υἱοῦ Ἀμώς, βασιλέως Ἰούδα, ἕως τῆς ἡμέρας ταύτης ταῦτα κʹ καὶ τρία ἔτη. | |
5 | ἐγενήθη λόγος κυρίου πρός με, καὶ ἐλάλησα πρὸς ὑμᾶς ὀρθρίζων καὶ λέγων, καὶ οὐκ ἠκούσατέ μου. καὶ εἶπε κύριος, Ἀπέστειλα πρὸς ὑμᾶς τοὺς δούλους μου τοὺς προφήτας ὄρθρου, λέγων, Ἀποστραφήτω ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς καὶ ἀπὸ τῶν πονηρῶν ἐπιτηδευμάτων ὑμῶν, καὶ κατοικήσατε ἐπὶ τῆς γῆς | |
10 | ἧς ἔδωκα τοῖς πατράσιν ὑμῶν ἀπ’ αἰῶνος καὶ ἕως αἰῶνος. μὴ πορεύεσθε ὀπίσω θεῶν ἀλλοτρίων τοῦ δουλεύειν αὐτοῖς καὶ τοῦ προσκυνεῖν αὐτοῖς, ὅπως μὴ παροργίζητέ με ἐν τοῖς ἔργοις τῶν χειρῶν ὑμῶν τοῦ κακῶσαι ὑμᾶς, καὶ οὐκ ἠκούσατέ μου. διὰ τοῦτο τάδε λέγει κύριος τῶν δυνάμεων, Ἐπειδὴ οὐκ ἐπιστεύσατε | |
15 | τοῖς λόγοις μου, ἰδοὺ ἐγὼ ἀποστελῶ, καὶ λήψομαι πᾶσαν τὴν πατριὰν τοῦ βοῤῥᾶ, καὶ πρὸς Ναβουχοδονόσορ βασιλέα Βαβυ‐ λῶνος τὸν δοῦλόν μου· καὶ ἄξω αὐτοὺς ἐπὶ τὴν γῆν ταύτην. καὶ ἐπὶ τοὺς κατοικοῦντας αὐτὴν καὶ ἐπὶ πάντα τὰ ἔθνη τὰ κύ‐ κλῳ αὐτῆς. καὶ ἐξερημώσω αὐτοὺς καὶ δώσω αὐτοὺς εἰς ἀφανι‐ | |
20 | σμὸν καὶ εἰς συριγμὸν καὶ εἰς ὀνειδισμὸν αἰώνιον, καὶ ἀπολῶ ἀπ’ αὐτῶν φωνὴν χαρᾶς καὶ φωνὴν εὐφροσύνης, φωνὴν νυμφίου καὶ | |
φωνὴν νύμφης καὶ ὀσμὴν μύρου, φωνὴν μύλου καὶ φῶς λύχνου. | ||
231 | καὶ ἔσται πᾶσα ἡ γῆ αὕτη εἰς ἐρήμωσιν καὶ εἰς ἀφανισμόν, καὶ δουλεύσουσιν ἐν τοῖς ἔθνεσιν τούτοις τῷ βασιλεῖ Βαβυλῶνος οʹ ἔτη. καὶ ἐν τῷ πληρωθῆναι τὰ οʹ ἔτη ἐκδικήσω ἐπὶ τὸν βασιλέα Βαβυλῶνος καὶ ἐπὶ τὸ ἔθνος ἐκεῖνο, φησὶ κύριος. | |
5 | Τῷ αὐτῷ τετάρτῳ ἔτει Ἰωακεὶμ τοῦ καὶ Ἰεχωνίου βασιλέως Ἰούδα Ἱερεμίας ὁ προφήτης προστάσσεται παρὰ κυρίου κεφα‐ λῖδα βιβλίου λαβεῖν, καὶ γράψαι ἐν αὐτῇ πάντας τοὺς λόγους κυ‐ ρίου τοὺς ἐπὶ Ἱερουσαλὴμ χρηματισθέντας ἀπὸ ἡμερῶν Ἰωσίου βασιλέως Ἰούδα ἕως τοῦ τετάρτου ἔτους Ἰωακείμ, Ἴσως ἐπι‐ | |
10 | στραφήσονται δι’ ἅπερ λογίζομαι εἰς αὐτούς, καὶ οὐκ ἐπεστρέψατε. μετὰ δὲ τὸ ἀναγνῶναι ταῦτα τὸν Βαροὺχ υἱὸν Νηρίου εἰς τὰ ὦτα παντὸς τοῦ λαοῦ τοὺς λόγους τούτους ἀπέστειλεν Ἰωακεὶμ Ἰουδεὶν λαβεῖν τὸ βιβλίον· καὶ λαβὼν Ἰουδεὶν τὸ βιβλίον ἀνέγνω. καὶ ὡς ἀνέγνω τρεῖς ἢ τέσσαρις σελίδας τῷ Ἰωακεὶμ ἐν οἴκῳ χειμερινῷ, | |
15 | ὅπου ἦν καὶ ἐσχάρα πυρός, ἀπέτεμεν αὐτὸ τῇ σμίλῃ τοῦ γραμμα‐ τέως καὶ ἔῤῥιπτεν εἰς τὸ πῦρ τὸ ἐπὶ τῆς ἐσχάρας, ἕως οὗ ἐξέλιπεν τὸ βιβλίον ἐν τῷ πυρί, καὶ οὐκ ἐπέστρεψαν πρὸς τὸν κύριον. καὶ ὀργισθεὶς κύριος εἶπεν Ἰωακεὶμ τῷ καὶ Ἐλιακεὶμ διὰ Ἱερεμίου τοῦ προφήτου, Ἔκαυσας τὸ βιβλίον τοῦτο εἰπών, Διὰ τί ἔγρα‐ | |
20 | ψας ἐπ’ αὐτῷ λέγων, Ἐλεύσεται Ναβουχοδονόσορ καὶ διαφθερεῖ τὴν γῆν ταύτην, καὶ ἐκλείψει ἀπ’ αὐτῆς ἄνθρωπος καὶ κτῆνος. διὰ τοῦτο εἶπεν κύριος Ἰωακείμ, Οὐκ ἔσται αὐτῷ καθήμενος ἐπὶ | |
θρόνου Δαβίδ. καὶ ἔλαβεν ἑτέραν κεφαλῖδα βιβλίου Ἱερεμίας, | ||
232 | καὶ ἔδωκεν αὐτὴν τῷ Βαρούχ, καὶ ἦν γεγραμμένα ἐν αὐτῇ πάν‐ τα ἅπερ ἦν κατὰ Ἰωακείμ. εʹ. Ἱερεμίας ὁ προφήτης ῥίπτεται εἰς λάκκον βορβόρου ὑπὸ Μελ‐ | |
5 | χίου υἱοῦ Ἰωακείμ. Ἀβδεμέλεχ δὲ ὁ Αἰθίοψ, εὐνοῦχος τοῦ αὐτοῦ Ἰωακείμ, ἀκούσας τοῦτο ἐλάλησεν τῷ βασιλεῖ μάτην βε‐ βλῆσθαι τὸν Ἱερεμίαν ἐν τῷ λάκκῳ. καὶ ἐπιτραπεὶς ὑπὸ τοῦ βα‐ σιλέως, λαβὼν λʹ ἄνδρας ἀνήγαγεν αὐτὸν ἐκ τοῦ λάκκου τοῦ βορ‐ βόρου. | |
10t | Ἐκ τῆς προφητείας Δανιήλ | |
11 | Ἐν τῷ ἔτει τῷ δευτέρῳ τῆς βασιλείας Ναβουχοδονόσορ ἐνυ‐ πνιάσθη Ναβουχοδονόσορ ἐνύπνιον, καὶ ἐξέστη τὸ πνεῦμα αὐτοῦ καὶ ὁ ὕπνος αὐτοῦ ἐγένετο ἀπ’ αὐτοῦ. καὶ εἶπεν ὁ βασιλεὺς κα‐ λέσαι τοὺς ἐπαοιδοὺς καὶ τοὺς μάγους καὶ τοὺς φαρμάκους καὶ | |
15 | τοὺς Χαλδαίους τοῦ ἀναγγεῖλαι τῷ βασιλεῖ τὸ ἐνύπνιον αὐτοῦ. καὶ ἦλθον, καὶ ἔστησαν ἐνώπιον τοῦ βασιλέως· καὶ εἶπεν αὐτοῖς ὁ βασιλεύς, Ἐνυπνιάσθην, καὶ ἐξέστη τὸ πνεῦμά μου τοῦ γνῶ‐ ναι τὸ ἐνύπνιον. καὶ ἐλάλησαν οἱ Χαλδαῖοι τῷ βασιλεῖ συριστί, Βασιλεῦ, εἰς τοὺς αἰῶνας ζῆθι, σὺ εἶπον τὸ ἐνύπνιον τοῖς παι‐ | |
20 | σί σου, καὶ τὴν σύγκρισιν αὐτοῦ ἀναγγελοῦμεν. ἀπεκρίθη ὁ βασι‐ | |
233 | λεὺς καὶ εἶπε τοῖς Χαλδαίοις, Ὁ λόγος ἀπ’ ἐμοῦ ἀπέστη· ἐὰν οὖν μὴ γνωρίσητέ μοι τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτοῦ ἀπαγ‐ γείλητέ μοι, εἰς ἀπώλειαν ἔσεσθε καὶ οἱ οἶκοι ὑμῶν εἰς διαρπα‐ γὴν ἔσονται. ἐὰν δὲ τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτοῦ γνωρίσητέ | |
5 | μοι, δώματα καὶ δωρεὰς καὶ τιμὴν πολλὴν λήψεσθε παρ’ ἐμοῦ. πλὴν τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτοῦ ἀπαγγείλατέ μοι. ἀπε‐ κρίθησαν δεύτερον καὶ εἶπον, Ὁ βασιλεὺς εἰπάτω τὸ ἐνύπνιον τοῖς παισὶν αὐτοῦ, καὶ τὴν σύγκρισιν αὐτοῦ ἀπαγγελοῦμεν. καὶ ἀπεκρίθη ὁ βασιλεὺς καὶ εἶπεν, Ἐπ’ ἀληθείας οἶδα ἐγὼ ὅτι και‐ | |
10 | ρὸν ὑμεῖς ἐξαγοράζετε, καθότι εἴδετε ὅτι ἀπέστη ἀπ’ ἐμοῦ τὸ ῥῆ‐ μα. ἐὰν οὖν τὸ ἐνύπνιον μὴ ἀπαγγείλητέ μοι, οἶδα ὅτι ῥῆμα ψευδὲς καὶ διεφθαρμένον συνέθεσθε εἰπεῖν ἐνώπιόν μου, ἕως οὗ καιρὸς παρέλθῃ· τὸ ἐνύπνιόν μου εἴπατέ μοι, καὶ γνώσομαι ὅτι καὶ τὴν σύγκρισιν αὐτοῦ ἀπαγγείλητέ μοι. ἀπεκρίθησαν πάντες | |
15 | οἱ Χαλδαῖοι ἐνώπιον τοῦ βασιλέως καὶ εἶπον, Οὐκ ἔστιν ἄν‐ θρωπος ἐπὶ τῆς ξηρᾶς, ὅστις τὸ ῥῆμα τοῦ βασιλέως δυνήσεται γνωρίσαι· καθότι πᾶς βασιλεὺς μέγας καὶ ἄρχων ῥῆμα τοιοῦτον οὐκ ἐπερωτᾷ ἐπαοιδὸν μάγον καὶ Χαλδαῖον, ὅτι ὁ λόγος ὃν ὁ βα‐ σιλεὺς ἐπερωτᾷ βαρύς, καὶ ἕτερος οὐκ ἔστιν ὃς ἀναγγελεῖ αὐτὸν | |
20 | ἐνώπιον τοῦ βασιλέως, ἀλλ’ οἱ θεοί, ὧν οὐκ ἔστιν ἡ κατοικία μετὰ πάσης σαρκός. τότε αὐτὸς ὁ βασιλεὺς ἐν θυμῷ καὶ ὀρ‐ γῇ πολλῇ εἶπεν ἀπολέσαι πάντας τοὺς σοφοὺς Βαβυλῶνος· καὶ τὸ δόγμα ἐξῆλθεν, καὶ οἱ σοφοὶ ἀπεκτείνοντο· καὶ ἐζήτη‐ | |
σαν Δανιὴλ καὶ τοὺς φίλους αὐτοῦ ἀνελεῖν. τότε Δανιὴλ ἀπε‐ | ||
234 | κρίθη βουλὴν καὶ γνώμην τῷ Ἀριὼχ τῷ ἀρχιμαγείρῳ τοῦ βασι‐ λέως, ὃς ἐξῆλθεν ἀνελεῖν τοὺς σοφοὺς Βαβυλῶνος, καὶ ἐπυνθά‐ νετο αὐτοῦ λέγων, Ἄρχων τοῦ βασιλέως, περὶ τίνος ἐξῆλθεν ἡ γνώμη ἡ ἀναιδὴς αὕτη ἐκ προσώπου τοῦ βασιλέως; ἐγνώρισε δὲ | |
5 | τὸ ῥῆμα Ἀριὼχ τῷ Δανιήλ· καὶ Δανιὴλ ἠξίωσεν ὅπως χρόνον δῷ αὐτῷ καὶ τὴν σύγκρισιν αὐτοῦ ἀπαγγείλῃ τῷ βασιλεῖ. καὶ εἰσῆλθε Δανιὴλ εἰς τὸν οἶκον αὐτοῦ καὶ τᾷ Ἀνανίᾳ καὶ τῷ Μι‐ σαὴλ καὶ τῷ Ἀζαρίᾳ τοῖς φίλοις αὐτοῦ τὸ ῥῆμα ἐγνώρισε. καὶ οἰκτιρμοὺς ἐζήτουν παρὰ τοῦ θεοῦ τοῦ οὐρανοῦ ὑπὲρ τοῦ μυστη‐ | |
10 | ρίου τούτου, ὅπως ἂν μὴ ἀπόλωνται Δανιὴλ καὶ οἱ φίλοι αὐτοῦ μετὰ τῶν ἐπιλοίπων σοφῶν Βαβυλῶνος. τότε τῷ Δανιὴλ ἐν ὁράματι τῆς νυκτὸς τὸ μυστήριον ἀπεκαλύφθη, καὶ εὐλόγησε τὸν θεὸν τοῦ οὐρανοῦ Δανιήλ, καὶ εἶπεν, Εἴη τὸ ὄνομα τοῦ κυ‐ ρίου εὐλογημένον ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος, ὅτι ἡ σύν‐ | |
15 | εσις καὶ ἡ σοφία αὐτοῦ ἐστιν, καὶ αὐτὸς ἀλλοιοῖ καιροὺς καὶ χρόνους, καθιστᾷ βασιλεῖς καὶ μεθιστᾷ, διδοὺς σοφίαν τοῖς σο‐ φοῖς καὶ φρόνησιν τοῖς εἰδόσιν σύνεσιν. καὶ αὐτὸς ἀποκαλύ‐ πτει βαθέα καὶ ἀπόκρυφα, γινώσκων τὰ ἐν τῷ σκότει, καὶ τὸ φῶς μετ’ αὐτοῦ ἐστιν. σοὶ ὁ θεὸς τῶν πατέρων μου ἐξομολο‐ | |
20 | γοῦμαι καὶ αἰνῶ ὅτι σοφίαν καὶ δύναμιν ἔδωκάς μοι καὶ ἐγνώ‐ ρισάς μοι ἃ ἠξιώσαμεν παρὰ σοῦ· καὶ τὸ ὅραμα τοῦ βασιλέως ἐγνώρισάς μοι. καὶ ἦλθε Δανιὴλ πρὸς Ἀριώχ, ὃν κατέστησεν ὁ βα‐ | |
σιλεὺς ἀπολέσαι τοὺς σοφοὺς Βαβυλῶνος· καὶ εἶπεν αὐτῷ, Τοὺς | ||
235 | σοφοὺς Βαβυλῶνος μὴ ἀπολέσῃς· εἰσάγαγέ με ἐνώπιον τοῦ βα‐ σιλέως, καὶ τὴν σύγκρισιν τῷ βασιλεῖ ἀναγγελῶ. τότε Ἀριὼχ ἐν σπουδῇ εἰσήγαγε τὸν Δανιὴλ ἐνώπιον τοῦ βασιλέως, καὶ εἶπεν αὐτῷ, Εὕρηκα ἄνδρα ἐκ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῆς Ἰου‐ | |
5 | δαίας, ὅστις τὸ σύγκριμα τῷ βασιλεῖ ἀπαγγελεῖ. καὶ ἀπεκρίθη ὁ βασιλεὺς καὶ εἶπε τῷ Δανιήλ, οὗ τὸ ὄνομα Βαλτάσαρ, Εἰ δύνασαί μοι ἀναγγεῖλαι τὸ ἐνύπνιον ὃ εἶδον καὶ τὴν σύγκρισιν αὐ‐ τοῦ; καὶ ἀπεκρίθη Δανιὴλ ἐνώπιον τοῦ βασιλέως καὶ εἶπε, Τὸ μυστήριον ὃ ὁ βασιλεὺς ἐπερωτᾷ οὐκ ἔστιν σοφῶν, μάγων, ἐπα‐ | |
10 | οιδῶν, Γαζαρηνῶν, ἀναγγεῖλαι τῷ βασιλεῖ, ἀλλ’ ἔστιν θεὸς ἐν οὐρανῷ ἀποκαλύπτων μυστήρια. καὶ ἐγνώρισεν τῷ βασιλεῖ Να‐ βουχοδονόσορ ἃ δεῖ γενέσθαι ἐπ’ ἐσχάτου τῶν ἡμερῶν. Τὸ ἐνύπνιόν σου καὶ αἱ ὁράσεις τῆς κεφαλῆς σου ἐπὶ τῆς κοί‐ της σου τοῦτο ἔστιν. σὺ βασιλεῦ, οἱ διαλογισμοί σου ἐπὶ τῆς | |
15 | κοίτης σου ἀνέβησαν, τί δεῖ γενέσθαι μετὰ ταῦτα. καὶ ὁ ἀπο‐ καλύπτων μυστήρια ἐγνώρισέν σοι ἃ δεῖ γενέσθαι· καὶ ἐμοὶ οὐκ ἐν σοφίᾳ τῇ οὔσῃ ἐν ἐμοὶ παρὰ πάντας τοὺς ζῶντας τὸ μυστήριον τοῦτο ἀπεκαλύφθη, ἀλλ’ ἕνεκεν τοῦ τὴν σύγκρισιν τῷ βασιλεῖ γνωρίσαι, ἵνα μὴ τοὺς διαλογισμοὺς τῆς καρδίας σου γνῷς. σὺ | |
20 | βασιλεῦ ἐθεώρεις, καὶ ἰδοὺ εἰκὼν μία μεγάλη, καὶ ἡ εἰκὼν ἐκείνη ἡ πρόσοψις αὐτῆς ὑπερφερής ἐστιν πρὸ προσώπου σου, καὶ ἡ ὅρασις αὐτῆς φοβερά. εἰκών, ἧς ἡ κεφαλὴ ἐκ χρυσίου καθαροῦ, | |
αἱ χεῖρες καὶ τὸ στῆθος καὶ οἱ βραχίονες αὐτῆς ἄργυρος, ἡ κοι‐ | ||
236 | λία καὶ οἱ μηροὶ χαλκοῖ καὶ αἱ κνῆμαι σιδηραῖ, οἱ πόδες μέρος μέν τι σιδηροῦν καὶ μέρος τι ὀστράκινον. ἐθεώρεις ἕως ἀπε‐ τμήθη λίθος ἐξ ὄρους ἄνευ χειρῶν· καὶ ἐπάταξε τὴν εἰκόνα ἐπὶ τοὺς πόδας τοὺς σιδηροῦς καὶ ὀστρακίνους, καὶ ἐλέπτυνεν αὐτοὺς | |
5 | εἰς τέλος. τότε ἐλεπτύνθησαν εἰς ἅπαξ τὸ ὄστρακον, ὁ σίδη‐ ρος, ὁ χαλκός, ὁ ἄργυρος, ὁ χρυσός, καὶ ἐγένοντο ὡσεὶ κονιορ‐ τὸς ἀπὸ ἅλωνος θερινῆς, καὶ ἐστήριξεν αὐτὰ τὸ πλῆθος τοῦ πνεύματος, καὶ τόπος οὐχ ηὑρέθη αὐτοῖς, καὶ ὁ λίθος ὁ πατά‐ ξας τὴν εἰκόνα ἐγενήθη εἰς ὄρος μέγα, καὶ ἐπλήρωσεν πᾶσαν τὴν | |
10 | γῆν. τοῦτό ἐστιν τὸ ἐνύπνιον, καὶ τὴν σύγκρισιν αὐτοῦ ἐροῦμεν ἐνώπιον τοῦ βασιλέως. Σὺ βασιλεῦ, βασιλεὺς βασιλέων, ᾧ ὁ θεὸς τοῦ οὐρανοῦ βα‐ σιλείαν ἰσχυρὰν καὶ κραταιὰν καὶ ἔντιμον ἔδωκεν ἐν παντὶ τό‐ πῳ, ἐν ᾧ κατοικοῦσιν οἱ υἱοὶ τῶν ἀνθρώπων, θηρία τε ἀγροῦ | |
15 | καὶ πετεινὰ οὐρανοῦ καὶ ἰχθύας θαλάσσης ἔδωκεν ἐν τῇ χειρί σου, καὶ κατέστησέν σε κύριον πάντων, σὺ εἶ ἡ κεφαλὴ ἡ χρυσῆ. καὶ ὀπίσω σου ἀναστήσεται βασιλεία ἑτέρα ἥττων σου, ἥ ἐστιν ὁ ἄρ‐ γυρος, καὶ βασιλεία τρίτη, ἥ ἐστιν ὁ χαλκός, ἣ κυριεύσει πάσης τῆς γῆς. καὶ βασιλεία τετάρτη ἔσται ἰσχυρὰ ὡς ὁ σίδηρος· ὃν | |
20 | τρόπον ὁ σίδηρος λεπτύνει καὶ δαμάζει πάντα τὰ ἐπὶ τῆς γῆς· | |
οὕτω πάντας λεπτυνεῖ καὶ δαμάσει. καὶ ὅτι εἶδες τοὺς πόδας | ||
237 | καὶ τοὺς δακτύλους μέρος μέν τι ὀστράκινον καὶ κεραμεοῦν, μέ‐ ρος δέ τι σιδηροῦν, βασιλεία διῃρημένη ἔσται, καὶ ἀπὸ τῆς ῥίζης τῆς σιδηρᾶς ἔσται ἐν αὐτῇ, ὃν τρόπον εἶδες τὸν σίδηρον ἀναμε‐ μιγμένον τῷ ὀστράκῳ. καὶ οἱ δάκτυλοι τῶν ποδῶν μέρος μέν | |
5 | τι σιδηροῦν, μέρος δέ τι ὀστράκινον, καὶ μέρος τι τῆς βασιλείας ἔσται ἰσχυρότερον, καὶ ἀπ’ αὐτῆς ἔσται συντριβόμενον. ὅτι δὲ εἶδες τὸν σίδηρον ἀναμεμιγμένον τῷ ὀστράκῳ, συμμιγεῖς ἔσονται ἐν σπέρματι ἀνθρώπων, καὶ οὐκ ἔσονται προσκολλώμενοι οὕτως μετὰ τούτου, καθὼς ὁ σίδηρος οὐκ ἀναμίγνυται μετὰ τοῦ ὀστρά‐ | |
10 | κου. καὶ ἐν ταῖς ἡμέραις τῶν βασιλέων ἐκείνων ἀναστήσει ὁ θεὸς τοῦ οὐρανοῦ βασιλείαν, ἥτις εἰς τοὺς αἰῶνας οὐ διαφθαρήσεται, καὶ ἡ βασιλεία αὐτοῦ λαῷ ἑτέρῳ οὐχ ὑπολειφθήσεται. καὶ λεπτυνεῖ καὶ λικμήσει πάσας τὰς βασιλεία, καὶ αὐτὴ ἀναστήσεται εἰς τοὺς αἰῶνας, ὃν τρόπον εἶδες ὅτι ἀπὸ ὄρους ἐτμήθη λίθος ἄνευ | |
15 | χειρῶν, καὶ ἐλέπτυνε τὸ ὄστρακον, τὸν σίδηρον, τὸν χαλκόν, τὸν ἄργυρον, τὸν χρυσόν. ὁ θεὸς ὁ μέγας ἐγνώρισεν τῷ βασιλεῖ ἃ δεῖ γενέσθαι μετὰ ταῦτα· καὶ ἀληθινὸν τὸ ἐνύπνιον, καὶ πιστὴ ἡ σύγκρισις αὐτοῦ. Τότε ὁ βασιλεὺς Ναβουχοδονόσορ ἔπεσεν ἐπὶ πρόσωπον, καὶ | |
20 | τῷ Δανιὴλ προσεκύνησε, καὶ μαναὰ καὶ εὐωδίαν εἶπε σπεῖσαι αὐ‐ τῷ. καὶ ἀποκριθεὶς ὁ βασιλεὺς εἶπε τᾷ Δανιήλ, Ἐπ’ ἀληθείας ὁ θεὸς ἡμῶν αὐτός ἐστιν θεὸς θεῶν καὶ κύριος κυρίων καὶ βα‐ σιλεὺς τῶν βασιλέων καὶ ἀποκαλύπτων μυστήρια, ὅτι ἠδυνήθης | |
ἀποκαλύψαι τὸ μυστήριον τοῦτο. | ||
238 | Καὶ ἐμεγάλυνεν ὁ βασιλεὺς τὸν Δανιήλ, καὶ δώματα μεγάλα καὶ πολλὰ ἔδωκεν αὐτῷ, καὶ κατέστησεν αὐτὸν ἐπὶ πάσης χώρας Βαβυλῶνος, καὶ ἄρχοντα σατραπῶν καὶ ἐπὶ πάντας τοὺς σοφοὺς Βαβυλῶνος· καὶ Δανιὴλ ᾐτήσατο παρὰ τοῦ βασιλέως, καὶ κα‐ | |
5 | τέστησεν ἐπὶ τὰ ἔργα τῆς χώρας Βαβυλῶνος τὸν Σεδρὰκ καὶ Μι‐ σὰκ καὶ Ἀβδεναγώ· καὶ Δανιὴλ ἦν ἐν τῇ αὐλῇ τοῦ βασιλέως. μʹ Ὀλυμπιάς. ϛʹ, ζʹ, ηʹ, θʹ. μαʹ Ὀλυμπιάς. | |
10 | ιʹ. Τούτῳ τῷ δεκάτῳ ἔτει Ἰεχωνίου τοῦ καὶ Ἰωακεὶμ Ναβουχοδο‐ νόσορ βασιλεὺς Βαβυλῶνος ἑβδόμῳ ἔτει τῆς αὐτοῦ βασιλείας τὴν Ἰουδαίων χειρωσάμενος καὶ ͵γκγʹ τῶν Ἰουδαίων αἰχμαλώτους λαβών, καὶ τῶν ἱερῶν σκευῶν τῶν ἐν τῷ νεῷ τὰ πλεῖστα λαβών, | |
15 | φόρον τε Ἰεχωνίᾳ τῷ καὶ Ἰωακεὶμ ἐπιτάξας τελεῖν ἀργυρίου τά‐ λαντα ρʹ καὶ χρυσίου τάλαντα ιʹ, ἀνεχώρησεν. Ἀπὸ ιϛʹ ἔτους Φακεὲ υἱοῦ Ῥομελίου βασιλέως Ἰσραήλ, ἤγουν δευτέρου ἔτους καὶ αὐτοῦ τῆς βασιλείας Ἰωάθαν βασι‐ λέως τῶν δύο φυλῶν Ἰούδα καὶ Βενιαμίν, ἐπὶ τὸ παρὸν δέκατον | |
20 | ἔτος Ἰεχωνίου τοῦ καὶ Ἰωακεὶμ πληροῦνται ἔτη ρνʹ, ἅπερ Ἐζε‐ | |
239 | κίας διὰ τῆς τῶν ρνʹ ἡμερῶν ἐπὶ τὸ πλευρὸν ἀνακλίσεως καὶ κοι‐ μήσεως ὑπὲρ τῆς τοῦ Ἰσραὴλ παρανομίας ἑωρακέναι λέγεται. Ἔχει οὖν τὸ ἀκριβὲς τῆς ψήφου ἡ κατάληψις οὕτως. Φακεὲ ἐν Σαμαρείᾳ ἔτη ιδʹ. | |
5 | Ὡσηὲ ἐν Σαμαρείᾳ ἔτη θʹ. Ἐζεκίας ἔτη κθʹ. Μανασσῆς ἔτη νεʹ. Ἀμὼν ἔτη βʹ. Ἰωσίας ἔτη λαʹ. | |
10 | Ἰωάχαζ ὁ καὶ Σελλὴμ μῆνας γʹ. Ἰεχωνίας ὁ καὶ Ἰωακεὶμ ἔτη ιʹ. Ἀπὸ οὖν πεντεκαιδεκάτου ἔτους Φακεὲ υἱοῦ Ῥομελίου ἐπὶ τὸ παρὸν ιʹ ἔτος Ἰεχωνίου τοῦ καὶ Ἰωακεὶμ εἰσὶν ἔτη, ὡς πρό‐ κειται, ρνʹ. | |
15 | ιαʹ. Ἱερεμίας προφητεύων Ἰεχωνίᾳ τῷ καὶ Ἰωακεὶμ λέγει, Ὁ οἰ‐ κοδομῶν τὸν οἶκον αὐτοῦ οὐ μετὰ δικαιοσύνης καὶ τὰ ὑπερῷα αὐτοῦ οὐκ ἐν κρίσει, παρ’ αὐτῷ ὁ πλησίον αὐτοῦ ἐργᾶται δω‐ ρεὰν καὶ τὸν μισθὸν αὐτοῦ οὐ διδοὺς αὐτῷ. ᾠκοδόμησας σεαυ‐ | |
20 | τῷ οἶκον σύμμετρον, ὑπερῷα εὐρύχωρα, διεσταλμένα θυρίσι καὶ | |
ἐξυλωμένα ἐν κέδρῳ καὶ κεχρισμένα ἐν μιλτῇ. μὴ βασιλεύων | ||
240 | βασιλεύσῃς, ὅτι ἁμιλλᾶσαι πρὸς τὴν κέδρον. ὁ πατήρ σου ἔφα‐ γεν καὶ ἔπιεν καὶ ἐποίησεν δίκαια, καὶ καλῶς ἦν αὐτῷ, καὶ σὲ ἔδει οὕτω ποιεῖν. διὰ τοῦτο, φησίν. οὐ μὴ κόψονται αὐτόν. οἴμοι, κύριε, οἴμοι, ἀδελφέ, οὐδὲ μὴ κλαύσονται αὐτόν, ὦ ἀδελ‐ | |
5 | φέ, οἴμοι, ἀδελφέ. ταφῇ ὄνου ταφήσεται. συμψησθεὶς ὡς κοπρία ῥιφήσεται ἐπέκεινα τῆς πύλης Ἱερουσαλήμ. ὅπερ καὶ γέ‐ γονεν οὐ μετ’ οὐ πολύ. ιβʹ. Τούτῳ τᾷ ἔτει Ἱερεμίας ἐκ προσώπου τοῦ θεοῦ προφητεύων | |
10 | λέγει Ἰεχωνίᾳ τῷ καὶ Ἰωακείμ, Παραδοθήσῃ εἰς χεῖρας Ναβου‐ χοδονόσορ βασιλέως Βαβυλῶνος σὺ καὶ ἡ μήτηρ σου ἡ τεκοῦσά σε, καὶ ἐκεῖ ἀποθανεῖσθε. ὃ καὶ γέγονεν εὐθύ. Ναβουχοδονό‐ σορ γὰρ ἀπὸ Μαρέων τῆς Αἰγύπτου ἕως τοῦ ποταμοῦ Εὐφράτου πάντα οἷα ἦν τῆς βασιλείας Αἰγύπτου ἀποσπάσας, τῇ γῇ Βαβυ‐ | |
15 | λωνίων προσκτησάμενος, ἐλθὼν πάλιν εἰς Ἱερουσαλὴμ Ἰεχωνίαν τὸν καὶ Ἰωακεὶμ τῷ μηνὶ τῷ τρίτῳ δωδεκάτῳ ἔτει τῆς βασιλείας αὐτοῦ, δήσας αὐτὸν Ναβουχοδονόσορ ἐν πέδαις χαλκαῖς ἐνάτῳ ἔτει τῆς ἑαυτοῦ βασιλείας αἰχμάλωτον ἔλαβεν, καὶ πλεῖστον μέ‐ ρος τοῦ λαοῦ ἀπῆξεν εἰς Βαβυλῶνα, καὶ ὡς ἠβούλετο ἐχρῆτο | |
20 | αὐτοῖς κατὰ τὴν προφητείαν Ἱερεμίου· ἐν οἷς καὶ τὸν Δανιὴλ | |
καὶ τοὺς σὺν αὐτῷ τρεῖς παῖδας καὶ τὸν Ἐζεκιὴλ ἤγαγεν αἰχμα‐ | ||
241 | λώτους· πλὴν βασιλεύσας ιβʹ ἔτη ὁ αὐτὸς Ἰεχωνίας ὁ καὶ Ἰωα‐ κεὶμ ἀπέθανεν, καὶ βασιλεύει μετ’ αὐτὸν Ἰωακεὶμ υἱὸς αὐτοῦ, ἔκγο‐ νος Ἰωσίου, ὅντινα ἡ βίβλος τῶν Παραλειπομένων καὶ τὸ εὐαγ‐ γέλιον Ἰεχωνίαν ὀνομάζει, ὅστις τρίμηνον ἐβασίλευσεν. | |
5 | Μετὰ Ἰεχωνίαν τὸν καὶ Ἰωακεὶμ ἐβασίλευσεν Ἰεχωνίας ἔκ‐ γονος Ἰωσίου μῆνας γʹ. ὁμοῦ ͵δωϙδʹ καὶ μῆνας γʹ. Ἐπὶ τούτου πάλιν ἀνέβη Ναβουχοδονόσορ τρίτῳ μηνὶ τῆς βασιλείας αὐτοῦ ἐν Ἱερουσαλήμ, καὶ ἦλθεν ἡ πόλις ἐν περιοχῇ. καὶ ἐξῆλθεν Ἰεχωνίας αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ παῖδες αὐ‐ | |
10 | τοῦ πρὸς τὸν βασιλέα Βαβυλῶνος, καὶ ἔλαβεν αὐτοὺς Ναβουχο‐ δονόσορ τῷ ἐνάτῳ ἔτει τῆς αὐτοῦ βασιλείας. καὶ εἰσῆλθεν εἰς τὴν πόλιν ὁ βασιλεὺς τῶν Ἀσσυρίων, καὶ ἐξήνεγκεν τοὺς θησαυ‐ ροὺς τοῦ τε ναοῦ καὶ τοῦ βασιλέως, καὶ συνέκοψεν τὰ σκεύη ἃ ἐποίησεν Σολομῶν, καὶ ἀπῴκισεν τὴν Ἱερουσαλὴμ καὶ πάντας | |
15 | τοὺς ἄρχοντας καὶ πάντας τοὺς δυνατοὺς ἰσχύϊ καὶ ὅλον τὸν λαὸν ιζʹ χιλιάδας αἰχμαλώτους καὶ πάντα τέκτονα καὶ τὸν συγκλείον‐ τα, καὶ οὐχ ὑπελείφθησαν πλὴν πενομένων τοῦ λαοῦ τῆς γῆς, ἐν οἷς καὶ αὐτὸν τὸν Ἰεχωνίαν μετῴκισεν εἰς Βαβυλῶνα καὶ τὴν μητέρα καὶ τὰς γυναῖκας αὐτοῦ καὶ τοὺς εὐνούχους. ἔλαβεν ἑτέ‐ | |
20 | ραν κεφαλῖδα βιβλίου Ἱερεμίας, καὶ ἔδωκεν αὐτὴν τῷ Βαρούχ, καὶ ἦν γεγραμμένα αὐτῇ πάντα ἅπερ ἦν κατὰ Ἰεχωνία. καὶ ἐβα‐ σίλευσεν μετ’ αὐτὸν Σεδεκίας ὁ καὶ Ματθανίας, υἱὸς αὐτοῦ, | |
ἔτη ιαʹ. ὁμοῦ ͵δϡεʹ καὶ μῆνας ϛʹ | ||
242 | αʹ. μβʹ Ὀλυμπιάς. βʹ. Τούτῳ τῷ ἔτει Ἄγκιος Μάρκος τελευτᾷ ἐν Ῥώμῃ καταστή‐ | |
5 | ματι· καὶ ἐβασίλευσεν ἀντ’ αὐτοῦ Ἄγκιος Ταρκύνιος ὁ καὶ Πρί‐ σκος ἐν αὐτῇ τῇ Ῥώμῃ ἔτη ληʹ. γʹ. Ἐπὶ τῆς Ἰουδαίας προεφήτευεν Ἱερεμίας καὶ Βαρούχ. δʹ. | |
10 | Τούτῳ τῷ ἔτει Ματθανίας ὁ καὶ Σεδεκίας ἀπέστειλε πρὸς Ἱερεμίαν τὸν Πάσχωρ υἱὸν Μελχίου καὶ Σοφωνίαν υἱὸν Μα‐ δαασαίου τοῦ ἱερέως ἐπερωτῆσαι περὶ Ναβουχοδονόσορ, ἐπελ‐ θόντος αὐτῷ καὶ τῇ Ἰουδαίᾳ, εἰ ποιήσει κύριος ἔλεος μετ’ αὐτῶν. καὶ εἶπεν αὐτοῖς Ἱερεμίας ἐκ προσώπου κυρίου ὅτι πολεμήσει | |
15 | κύριος τὴν πόλιν καὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ ἐν χειρὶ ἐντετα‐ μένῃ καὶ ἐν βραχίονι ὑψηλῷ μετὰ θυμοῦ καὶ ὀργῆς καὶ παροξυ‐ σμοῦ μεγάλου. καὶ μετὰ ταῦτα τὸν Ματθανίαν τὸν καὶ Σεδε‐ κίαν, βασιλέα Ἰούδα, καὶ τοὺς παῖδας αὐτοῦ καὶ τὸν λαὸν τὸν | |
καταλειφθέντα ἐν τῇ πόλει ἀπὸ τοῦ θανάτου καὶ τῆς μαχαίρας | ||
243 | καὶ τοῦ λιμοῦ παραδώσει ἐν χειρὶ Ναβουχοδονόσορ βασιλέως Βαβυλῶνος, καὶ κατακόψουσιν αὐτοὺς ἐν στόματι μαχαίρας, καὶ οὐ φείσομαι ἐπ’ αὐτοῖς καὶ οὐκ οἰκτερῶ αὐτούς. καὶ ἀπέστειλεν Ματθανίας ὁ καὶ Σεδεκίας τοῖς ἐν Βαβυλῶνι ἃ ἔμαθεν ἐκ προ‐ | |
5 | φητείας Ἱερεμίου περὶ τῶν οʹ ἐτῶν τῆς αἰχμαλωσίας. Ἀνανίας δὲ ὁ ψευδοπροφήτης ἐνιστάμενος ταῖς Ἱερεμίου προφητείαις τῷ αὐτῷ τετάρτῳ ἔτει τελευτᾷ. Τούτῳ τῷ τετάρτῳ ἔτει Ματθανίου τοῦ καὶ Σεδεκίου καὶ πέμπτῳ ἔτει τῆς αἰχμαλωσίας Ἐλιακεὶμ τοῦ καὶ Ἰωακεὶμ εἰκο‐ | |
10 | στὸν ἔνατον ἔτος τυγχάνει μεθ’ ὃ τὸ πάσχα γέγονεν νομίμως κα‐ τὰ τὸ ὀκτωκαιδέκατον ἔτος τοῦ Ἰωσίου. Τούτῳ τῷ τετάρτῳ ἔτει Ἐζεκιὴλ ὁ τοῦ Βουζὶ τοῦ ἱερέως υἱὸς τετάρτῳ μηνὶ πέμπτῃ τοῦ μηνὸς ἤρξατο προφητεύειν ἐν Βαβυ‐ λῶνι ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ, μεθ’ οὗ ἦσαν προφητεύον‐ | |
15 | τες Ναούμ, Μαλαχίας καὶ Δανιήλ. Μαλαχίας προφητεύων εἶπεν, Οὐκ ἔστι μοι θέλημα ἐν ὑμῖν, λέγει κύριος παντοκράτωρ, καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν, διότι ἀπὸ τῶν ἀνατολῶν ἡλίου καὶ μέχρι δυσμῶν τὸ ὄνομά μου δοξασθήσεται. Ἀνανίας καὶ Ἀζαρίας καὶ Μισαὴλ ἐγνωρίζοντο ἐν Βαβυλῶνι. | |
20 | ἐν δὲ τῇ Ἰουδαίᾳ προεφήτευον Ἱερεμίας καὶ Βαροὺχ υἱὸς Νηρίου. Τούτῳ τῷ τετάρτῳ ἔτει μηνὶ πέμπτῳ Ἐζεκιὴλ προφητεύει | |
περὶ ὧν ἐποίει ὁ οἶκος Ἰσραὴλ ἀνομιῶν. καὶ δεκάτῃ πάλιν τοῦ | ||
244 | αὐτοῦ πέμπτου μηνὸς ὁ αὐτὸς ἐπὶ πλεῖον ἀνομούντων αὐτῶν καὶ τοῦ Θαμούζ, ὅπερ ἑρμηνεύεται Ἄδωνις, θρηνούντων, προφη‐ τεύει, ἐλέγχων καὶ ὀνειδίζων τὸν Ἰσραὴλ τὰς ἀνομίας αὐτῶν. Προεφήτευεν Βαροὺχ ἐν Αἰγύπτῳ καὶ Ἐζεκιὴλ καὶ Ἀμβα‐ | |
5 | κοὺμ καὶ Ναούμ, Μαλαχίας ὁ νεώτερος καὶ Ἀγγαῖος καὶ Ζα‐ χαρίας. εʹ. Τούτῳ τῷ ἔτει Ἐζεκιὴλ ἤρξατο τῆς προφητείας ἐν Βαβυλῶνι. μγʹ Ὀλυμπιάς. | |
10 | ϛʹ. Τούτῳ τῷ ἔτει ὁ βασιλεὺς Ματθανίας ὁ καὶ Σεδεκίας καὶ οἱ ἔνδοξοι αὐτοῦ καὶ οἱ ἱερεῖς ἐμίαναν τὸν οἶκον κυρίου τὸν ἐν Ἱε‐ ρουσαλὴμ ἐν τοῖς εἰδώλοις τῶν ἐθνῶν. ζʹ. | |
15 | Ἑβραίων ἀρχιερεὺς Σαραίας ὁ πατὴρ Ἰωσεδὲκ ἐγνωρίζετο. ηʹ, θʹ. Τούτῳ τῷ ἐνάτῳ ἔτει Σεδεκίου τοῦ καὶ Ἰεχωνίου βασιλέως Ἰούδα, ἐν τῷ μηνὶ τῷ δεκάτῳ, Ναβουχοδονόσορ μετὰ δυνάμεως πολλῆς ὅσης αὐτοῦ εἰς Ἱερουσαλὴμ παραγενόμενος ἐν τῷ ὀγδόῳ | |
20 | καὶ δεκάτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἐπολιόρκησεν αὐτήν, καὶ | |
ἔλαβεν ἐξ αὐτῆς αἰχμαλώτους Ἰουδαίους ͵ωλβʹ, καὶ ἀπήγαγεν εἰς | ||
245 | Βαβυλῶνα. ἐν ᾧ καιρῷ καὶ τὴν εἰκόνα τὴν ἑαυτοῦ χρυσῆν ἔστησεν εἰς τὸ ὑπὸ πάντων ἐκεῖσε προσκυνεῖσθαι αὐτήν· καὶ ἦν τὸ ὕψος αὐτῆς πηχῶν ἑξήκοντα, εὖρος αὐτῆς πηχῶν ἕξ. καὶ ἔστησεν αὐτὴν ἐν πεδίῳ Δεηρὰ ἐν χώρᾳ Βαβυλῶνος. καὶ ἀπέστειλεν συναγαγεῖν τοὺς ὑπά‐ | |
5 | τους καὶ στρατηγοὺς καὶ τοπάρχας, ἡγουμένους καὶ τυράννους καὶ τοὺς ἐπ’ ἐξουσιῶν καὶ ἄρχοντας τῶν χωρῶν ἐλθεῖν εἰς τὰ ἐγκαίνια τῆς εἰκόνος τῆς χρυσῆς, ἧς ἔστησεν Ναβουχοδονόσορ ὁ βασιλεύς. καὶ συνήχθησαν οἱ τοπάρχαι, ὕπατοι, στρατηγοί, ἡγούμενοι, τύ‐ ραννοι μεγάλοι ἐπ’ ἐξουσιῶν καὶ πάντες οἱ ἄρχοντες τῶν χω‐ | |
10 | ρῶν εἰς τὸν ἐγκαινισμὸν τῆς εἰκόνος ἧς ἔστησεν Ναβουχοδονό‐ σορ ὁ βασιλεύς· καὶ εἱστήκεισαν ἐνώπιον τῆς εἰκόνος ἧς ἔστησεν Ναβουχοδονόσορ· καὶ ὁ κῆρυξ ἐβόα ἐν ἰσχύϊ, Ὑμῖν λέγεται, ἔθνη, λαοί, φυλαί, γλῶσσαι, ᾗ ἂν ὥρᾳ ἀκούσητε τῆς φωνῆς τῆς σάλπιγγος, σύριγγός τε καὶ κιθάρας, σαμβύκης καὶ ψαλτη‐ | |
15 | ρίου, καὶ παντὸς γένους μουσικῶν, πίπτοντες προσκυνεῖτε τῇ εἰ‐ κόνι τῇ χρυσῇ ᾗ ἔστησεν Ναβουχοδονόσορ ὁ βασιλεύς. καὶ ὃς ἂν μὴ πεσὼν προσκυνήσῃ, αὐτῇ τῇ ὥρᾳ ἐμβληθήσεται εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην. καὶ ἐγένετο, ὅτε ἤκουσαν οἱ λαοὶ τῆς φωνῆς τῆς σάλπιγγος, σύριγγός τε καὶ κιθάρας, σαμ‐ | |
20 | βύκης τε καὶ ψαλτηρίου, καὶ παντὸς γένους μουσικῶν, πίπτοντες οἱ λαοί, φυλαί, γλῶσσαι προσεκύνουν τῇ εἰκόνι τῇ χρυσῇ ἣν | |
ἔστησεν Ναβουχοδονόσορ ὁ βασιλεύς, τότε προσῆλθον ἄνδρες | ||
246 | Χαλδαῖοι, καὶ διέβαλον τοὺς Ἰουδαίους, καὶ ὑπολαβόντες εἶπον Ναβουχοδονόσορ τῷ βασιλεῖ, Βασιλεῦ, εἰς τοὺς αἰῶνας ζῆθι. σὺ βασιλεῦ ἔθηκας δόγμα, Πᾶς ἄνθρωπος, ὃς ἂν ἀκούσῃ τῆς φω‐ νῆς τῆς σάλπιγγος, σύριγγός τε καὶ κιθάρας, σαμβύκης καὶ | |
5 | ψαλτηρίου, καὶ συμφωνίας, καὶ παντὸς γένους μουσικῶν, καὶ μὴ πεσὼν προσκυνήσῃ τῇ εἰκόνι τῇ χρυσῇ, ἐμβληθήσεται εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην. εἰσὶν ἄνδρες Ἰουδαῖοι, οὓς κατέστησας ἐπὶ τὰ ἔργα τῆς χώρας Βαβυλῶνος, Σεδράκ, Μισὰκ καὶ Ἀβδεναγώ· οἱ ἄνδρες ἐκεῖνοι οὐχ ὑπήκουσαν, βασιλεῦ, τῷ | |
10 | δόγματί σου, καὶ τοῖς θεοῖς σου οὐ λατρεύουσιν καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησας οὐ προσκυνοῦσιν. τότε Ναβουχοδονόσορ ἐν θυ‐ μῷ καὶ ὀργῇ εἶπεν ἀγαγεῖν τὸν Σεδράκ, Μισὰκ καὶ Ἀβδεναγώ. καὶ ἤχθησαν ἐνώπιον τοῦ βασιλέως, καὶ ἀπεκρίθη Ναβουχοδο‐ νόσορ καὶ εἶπεν αὐτοῖς, Εἰ ἀληθῶς, Σεδράκ, Μισὰκ καὶ Ἀβδενα‐ | |
15 | γώ, τοῖς θεοῖς μου οὐ λατρεύετε καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησα οὐ προσκυνεῖτε; νῦν οὖν εἰ ἔχετε ἑτοίμως, ἵνα ὡς ἂν ἀκούσητε τῆς φωνῆς τῆς σάλπιγγος, σύριγγός τε καὶ κιθάρας, σαμβύκης τε καὶ ψαλτηρίου, καὶ συμφωνίας, καὶ παντὸς γένους μουσικοῦ, πε‐ σόντες προσκυνεῖτε τῇ εἰκόνι ᾗ ἐποίησα· ἐὰν δὲ μὴ προσκυνή‐ | |
20 | σητε, αὐτῇ τῇ ὥρᾳ ἐμβληθήσεσθε εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν | |
καιομένην. καὶ τίς ἔστιν ὃς ἐξελεῖται ὑμᾶς ἐκ τῶν χειρῶν μου; | ||
247 | Ἀπεκρίθη Σεδράκ, Μισὰκ καὶ Ἀβδεναγὼ λέγοντες τῷ βα‐ σιλεῖ Ναβουχοδονόσορ, Οὐ χρείαν ἔχομεν ἡμεῖς περὶ τοῦ ῥήμα‐ τος τούτου ἀποκριθῆναί σοι· ἔστι γὰρ θεὸς ἐν οὐρανῷ, ᾧ ἡμεῖς λατρεύομεν, [δυνατὸς] ἐξελέσθαι ἡμᾶς ἐκ τῆς καμίνου τοῦ πυ‐ | |
5 | ρὸς τῆς καιομένης, καὶ ἐκ τῶν χειρῶν σου, βασιλεῦ, ῥύσεται ἡμᾶς· καὶ ἐὰν μή, γνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησας οὐ προσ‐ κυνοῦμεν. τότε Ναβουχοδονόσορ ἐπλήσθη θυμοῦ, καὶ ἡ ὄψις τοῦ προσώπου αὐτοῦ ἠλλοιώθη ἐπὶ Σεδράκ, Μισὰκ καὶ Ἀβδενα‐ | |
10 | γώ, καὶ εἶπεν, Ἐκκαύσατε τὴν κάμινον ἑπταπλασίως, ἕως οὗ εἰς τέλος ἐκκαῇ· καὶ ἄνδρας ἰσχυροὺς εἶπεν πεδήσαντας τὸν Σεδράκ, Μισὰκ καὶ Ἀβδεναγὼ ἐμβαλεῖν εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην. τότε οἱ ἄνδρες ἐκεῖνοι ἐπεδήθησαν σὺν τοῖς σαραβά‐ ροις αὐτῶν καὶ τιάραις καὶ περικνημῖσι καὶ ἐνδύμασιν αὐτῶν | |
15 | ἐβλήθησαν εἰς τὸ μέσον τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης, ἐπεὶ τὸ ῥῆμα τοῦ βασιλέως ὑπερίσχυσεν. καὶ ἡ κάμινος ἐξεκαύ‐ θη ἐκ περισσοῦ, καὶ οἱ τρεῖς οὗτοι Σεδράκ, Μισὰκ καὶ Ἀβδε‐ ναγὼ ἔπεσον εἰς μέσον τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης πε‐ πεδημένοι· καὶ περιεπάτουν ἐν μέσῳ τοῦ πυρὸς ὑμνοῦντες τὸν | |
20 | θεὸν καὶ εὐλογοῦντες τὸν κύριον. καὶ συστὰς Ἀζαρίας προσηύ‐ ξατο οὕτως, καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐν μέσῳ τοῦ πυρὸς εἶ‐ | |
πεν, Εὐλογητὸς εἶ, κύριε ὁ θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνε‐ | ||
248 | τὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας, Ὅτι δίκαιος εἶ ἐπὶ πᾶσιν οἷς ἐποίησας ἡμῖν, καὶ πάντα τὰ ἔργα σου ἀληθινὰ καὶ εὐθεῖαι αἱ ὁδοί σου καὶ πᾶσαι αἱ κρίσεις σου ἀληθιναί, καὶ κρίματα ἀληθείας ἐποίησας κατὰ πάντα ὅσα ἐποίησας ἡμῖν καὶ | |
5 | ἐπὶ τὴν πόλιν τὴν ἁγίαν σου τὴν τῶν πατέρων ἡμῶν Ἱερουσαλήμ, ὅτι. ἐν ἀληθείᾳ καὶ κρίσει ἐπήγαγες ταῦτα πάντα διὰ τὰς ἁμαρ‐ τίας ἡμῶν, ὅτι ἡμάρτομεν καὶ ἠνομήσαμεν ἀποστῆναι ἀπό σου καὶ ἐξημάρτομεν ἐν πᾶσι καὶ τῶν ἐντολῶν σου οὐκ ἠκούσαμεν οὐδὲ συνετηρήσαμεν οὐδὲ ἐποιήσαμεν καθὼς ἐνετείλω ἡμῖν, ἵνα | |
10 | εὖ ἡμῖν γένηται. καὶ πάντα ὅσα ἡμῖν ἐπήγαγες, καὶ πάντα ὅσα ἐποίησας ἡμῖν, ἐν ἀληθινῇ κρίσει ἐποίησας, καὶ παρέδωκας ἡμᾶς εἰς χεῖρας ἐχθρῶν ἐχθίστων ἀποστατῶν, καὶ βασιλεῖ ἀδίκῳ καὶ πονηροτάτῳ παρὰ πᾶσαν τὴν γῆν. καὶ νῦν οὐκ ἔστιν ἡμῖν ἀνοῖ‐ ξαι τὸ στόμα ἡμῶν· αἰσχύνη καὶ ὄνειδος ἐγενήθη τοῖς δούλοις | |
15 | σου καὶ τοῖς σεβομένοις σε. μὴ δὴ παραδῷς ἡμᾶς εἰς τέλος διὰ τὸ ὄνομά σου, καὶ μὴ διασκεδάσῃς τὴν διαθήκην σου, καὶ μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ’ ἡμῶν διὰ Ἀβραὰμ τὸν ἠγαπημένον ὑπό σου καὶ διὰ Ἰσαὰκ τὸν δοῦλόν σου καὶ Ἰσραὴλ τὸν ἅγιόν σου, οἷς ἐλάλησας πρὸς αὐτοὺς λέγων, Πληθῦναι τὸ σπέρμα αὐτῶν | |
20 | ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ καὶ ὡς τὴν ἅμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης. ὅτι, δέσποτα, ἐσμικρύνθημεν παρὰ πάντα τὰ | |
ἔθνη, καὶ ἐσμὲν ταπεινοὶ ἐν πάσῃ τῇ γῇ σήμερον διὰ τὰς ἁμαρ‐ | ||
249 | τίας ἡμῶν, καὶ οὐκ ἔστιν ἐν τῷ καιρῷ τούτῳ ἄρχων καὶ προφή‐ της καὶ ἡγούμενος οὐδὲ ὁλοκαύτωσις οὐδὲ θυσία οὐδὲ προσ‐ φορὰ οὐδὲ θυμίαμα, οὐ τόπος τοῦ ὁλοκαρπῶσαι ἐναντίον σου καὶ εὑρεῖν ἔλεος, ἀλλ’ ἐν ψυχῇ συντετριμμένῃ καὶ πνεύματι τα‐ | |
5 | πεινώσεως προσδεχθείημεν, ὡς ἐν ὁλοκαυτώμασι κριῶν καὶ ταύ‐ ρων καὶ ὡς ἐν μυριάσιν ἀρνῶν πιόνων, οὕτως γενέσθω ἡ θυσία ἡμῶν ἐνώπιόν σου σήμερον, καὶ ἐκτελέσαι ὄπισθέν σου, ὅτι οὐκ ἔστιν αἰσχύνη τοῖς πεποιθόσιν ἐπὶ σοί. νῦν οὖν ἀκολουθοῦμεν ἐν ὅλῃ καρδίᾳ, καὶ φοβούμεθά σε καὶ ζητοῦμεν τὸ πρόσωπόν σου, | |
10 | μὴ καταισχύνῃς ἡμᾶς, ἀλλὰ ποίησον μεθ’ ἡμῶν κατὰ τὴν ἐπιεί‐ κειάν σου καὶ κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου, καὶ ἐξελοῦ ἡμᾶς κατὰ τὰ θαυμάσιά σου, καὶ δὸς δόξαν τῷ ὀνόματί σου, κύριε. καὶ ἐντραπείησαν πάντες οἱ ἐνδεικνύμενοι τοῖς δούλοις σου κακά. καὶ καταισχυνθείησαν ἀπὸ πάσης δυνάμεως καὶ δυναστείας, καὶ | |
15 | ἡ ἰσχὺς αὐτῶν συντριβείη, καὶ γνώτωσαν ὅτι σὺ εἰ κύριος ὁ θεὸς μόνος καὶ ἔνδοξος ἐφ’ ὅλην τὴν οἰκουμένην. Καὶ οὐ διέλιπον οἱ ἐμβαλόντες αὐτοὺς ὑπηρέται τοῦ βασι‐ λέως καίοντες τὴν κάμινον νάφθαν καὶ πίσσαν καὶ στυπεῖον καὶ κληματίδα· καὶ διεχεῖτο ἡ φλὸξ ἐπάνω τῆς καμίνου ἐπὶ πήχεις | |
20 | τεσσεράκοντα ἐννέα, καὶ διώδευσεν καὶ ἐνεπύρισεν οὓς ηὗρε περὶ τὴν κάμινον τῶν Χαλδαίων. ὁ δὲ ἄγγελος τοῦ κυρίου συγκατέ‐ | |
βη ἅμα τοῖς περὶ τὸν Ἀζαρίαν εἰς τὴν κάμινον, καὶ ἐξετίναξεν τὴν | ||
250 | φλόγα τοῦ πυρὸς ἐκ τῆς καμίνου, καὶ ἐποίησεν τὸ μέσον τῆς κα‐ μίνου ὡς πνεῦμα δρόσου διασυρίζων. καὶ οὐχ ἥψατο αὐτῶν καθόλου τὸ πῦρ· καὶ οὐκ ἐλύπησεν οὐδὲ ἠνώχλησεν αὐτούς. τό‐ τε οἱ τρεῖς ὡς ἐξ ἑνὸς στόματος ὕμνουν καὶ ἐδόξαζον καὶ εὐλό‐ | |
5 | γουν τὸν θεὸν ἐν τῇ καμίνῳ, λέγοντες, Εὐλογητὸς εἶ, κύριε ὁ θεὸς τῶν πατέρων ἡμῶν καὶ αἰνετὸς καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας, καὶ εὐλογημένον τὸ ὄνομά σου τὸ ἅγιον καὶ ὑπερύμνη‐ τον καὶ ὑπερυψούμενον εἰς τοὺς αἰῶνας. εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς ἁγίας δόξης σου καὶ ὑπερύμνητος καὶ ὑπερένδοξος εἰς | |
10 | τοὺς αἰῶνας. καὶ μετὰ βραχέα. Εὐλογεῖτε Ἀνανία, Ἀζαρία καὶ Μισαὴλ τὸν κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶ‐ νας, ὅτι ἐξείλατο ἡμᾶς ἐξ ᾅδου καὶ ἔσωσεν ἡμᾶς, ἐκ χειρὸς θανάτου καὶ ἐῤῥύσατο ἡμᾶς ἐκ καμίνου μέσης καιομένης φλο‐ γὸς καὶ ἐκ μέσου πυρὸς ἐῤῥύσατο ἡμᾶς. ἐξομολογεῖσθε τῷ κυ‐ | |
15 | ρίῳ, ὅτι χρηστός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. εὐλογεῖτε πάντες οἱ σεβόμενοι τὸν κύριον, τὸν θεὸν τῶν θεῶν, ὑμνεῖτε καὶ ἐξομολογεῖσθε, ὅτι εἰς πάντας τοὺς αἰῶνας τὸ ἔλεος αὐτοῦ. Καὶ Ναβουχοδονόσορ ἤκουσεν ὑμνούντων αὐτῶν, καὶ ἐθαύμα‐ σεν, καὶ ἐξανέστη ἐν σπουδῇ, καὶ εἶπε τοῖς μεγιστᾶσιν αὐτοῦ, Οὐχὶ | |
20 | ἄνδρας τρεῖς ἐβάλομεν ἐν μέσῳ τοῦ πυρὸς πεπεδημένους; καὶ εἶ‐ πον τῷ βασιλεῖ, Ἀληθῶς, βασιλεῦ. καὶ εἶπεν ὁ βασιλεύς, Ὧδε | |
ἐγὼ ὁρῶ ἄνδρας τέσσαρις λελυμένους καὶ περιπατοῦντας ἐν μέ‐ | ||
251 | σῳ τοῦ πυρός, καὶ διαφθορὰ οὐκ ἔστιν ἐν αὐτοῖς, καὶ ἡ ὅρασις τοῦ τετάρτου ὁμοία υἱῷ θεοῦ. Τότε προσῆλθεν Ναβουχοδονόσορ πρὸς τὴν θύραν τῆς καμί‐ νου τοῦ πυρὸς τῆς καιομένης, καὶ εἶπεν, Σεδράκ, Μισάκ, Ἀβδε‐ | |
5 | ναγώ, οἱ δοῦλοι τοῦ θεοῦ τοῦ ὑψίστου, ἐξέλθετε καὶ δεῦτε. καὶ ἐξῆλθον Σεδράκ, Μισάκ, Ἀβδεναγὼ ἐκ μέσου τοῦ πυρός. Καὶ συνάγονται οἱ σατράπαι καὶ οἱ στρατηγοὶ καὶ οἱ τοπάρ‐ χαι καὶ οἱ δυνάσται τοῦ βασιλέως, καὶ ἐθεώρουν τοὺς ἄνδρας ὅτι οὐκ ἐκυρίευσε τὸ πῦρ τοῦ σώματος αὐτῶν καὶ ἡ θρὶξ τῆς κεφα‐ | |
10 | λῆς αὐτῶν οὐκ ἐφλογίσθη καὶ τὰ σαράβαρα αὐτῶν οὐκ ἠλλοιώ‐ θησαν καὶ ὀσμὴ πυρὸς οὐκ ἦν ἐν αὐτοῖς. καὶ προσεκύνησεν ὁ βα‐ σιλεὺς ἐνώπιον αὐτῶν τῷ κυρίῳ. καὶ ἀπεκρίθη Ναβουχοδονό‐ σορ καὶ εἶπεν, Εὐλογητὸς ὁ θεὸς τοῦ Σεδράκ, Μισὰκ καὶ Ἀβ‐ δεναγώ, ὃς ἀπέστειλε τὸν ἄγγελον αὐτοῦ καὶ ἐξείλατο τοὺς παῖ‐ | |
15 | δας αὐτοῦ, ὅτι ἐπεποίθησαν ἐπ’ αὐτῷ καὶ τὸ ῥῆμα τοῦ βασι‐ λέως ἠλλοίωσαν καὶ παρέδωκαν τὰ σώματα αὐτῶν εἰς πῦρ, ὅπως μὴ λατρεύσωσι μηδὲ προσκυνήσωσι παντὶ θεῷ, ἀλλ’ ἢ τῷ θεῷ αὐτῶν. ἐγὼ ἐκτίθεμαι δόγμα, Πᾶς λαός, φυλή, γλῶσσα, ἡ ἐὰν εἴπῃ βλασφημίαν κατὰ τοῦ θεοῦ Σεδράκ, Μισάκ, Ἀβδενα‐ | |
20 | γώ, εἰς ἀπώλειαν ἔσονται, καὶ οἱ οἶκοι αὐτῶν εἰς διαρπαγήν, κα‐ θότι οὐκ ἔστιν θεὸς ἕτερος, ὅστις δυνήσεται ῥύσασθαι οὕτως. | |
Τότε ὁ βασιλεὺς κατεύθυνε τὸν Σεδράκ, Μισὰκ καὶ Ἀβδε‐ | ||
252 | ναγὼ ἐν τῇ χώρᾳ Βαβυλῶνος, καὶ ηὔξησεν αὐτούς, καὶ ἠξίωσεν αὐτοὺς ἡγεῖσθαι πάντων τῶν Ἰουδαίων τῶν ὄντων ἐν τῇ βασι‐ λείᾳ αὐτοῦ. μδʹ Ὀλυμπιάς. | |
5 | ιʹ. Τούτῳ τῷ δεκάτῳ ἔτει Ματθανίου τοῦ καὶ Σεδεκίου ὁ λό‐ γος ὁ γενόμενος πρὸς Ἱερεμίαν παρὰ κυρίου, ἐν ᾧ καιρῷ ἐφυλάτ‐ τετο τῇ αὐλῇ τῆς φυλακῆς τοῦ βασιλέως Ἰούδα, ἐν ᾗ κατέκλεισεν αὐτὸν Ματθανίας ὁ καὶ Σεδεκίας, λέγων, Διὰ τί σὺ προφη‐ | |
10 | τεύεις λέγων, Οὕτως εἶπε κύριος, Ἰδοῦ ἐγὼ δίδωμι τὴν πόλιν ταύτην ἐν χειρὶ βασιλέως Βαβυλῶνος, καὶ λήψεται αὐτήν, καὶ Ματθανίας ὁ καὶ Σεδεκίας οὐ μὴ σωθῇ ἐκ χειρὸς τῶν Χαλδαίων, ὅτι παραδόσει παραδοθήσεται εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ λαλήσει τὸ στόμα αὐτοῦ πρὸς τὸ στόμα αὐτοῦ καὶ οἱ ὀφθαλμοὶ | |
15 | αὐτοῦ τοὺς ὀφθαλμοὺς αὐτοῦ ὄψονται, καὶ εἰσελεύσεται Ματθα‐ νίας ὁ καὶ Σεδεκίας εἰς Βαβυλῶνα, καὶ ἐκεῖ καθιεῖται, ἕως οὗ ἐπισκέψομαι αὐτόν, φησὶ κύριος, ὅτι πολεμεῖ τοὺς Χαλδαίους. ιαʹ. Τούτῳ τῷ ἔτει ἐνάτῃ τοῦ τετάρτου μηνὸς ἐῤῥάγη ἡ πόλις | |
20 | Ἱερουσαλήμ, καὶ εἰσῆλθον πάντες οἱ ἡγεμόνες Ναβουχοδονόσορ, | |
253 | καὶ ἔφυγεν Ματθανίας ὁ καὶ Σεδεκίας καὶ οἱ μετ’ αὐτοῦ νυκτὸς εἰς κῆπον αὐτοῦ, καὶ ἠθέλησαν φυγεῖν, καὶ κατεδίωκον οἱ Χαλ‐ δαῖοι ὀπίσω τοῦ βασιλέως, καὶ κατέλαβον αὐτόν· καὶ πᾶσα ἡ δύναμις αὐτοῦ διεσπάρη, καὶ ἔσφαξαν τοὺς υἱοὺς αὐτοῦ ὁρῶντος | |
5 | αὐτοῦ καὶ αὐτὸν ἐξετύφλωσεν καὶ ἀπήγαγεν αὐτὸν εἰς Βαβυ‐ λῶνα. Καὶ ἐν τῷ μηνὶ τῷ εʹ, θʹ τοῦ μηνός, οὗτος ιθʹ ἐνιαυτὸς Ναβουχοδονόσορ, ἦλθεν Ναβουζάρδαν ὁ ἀρχιμάγειρος αὐτοῦ εἰς Ἱερουσαλήμ, καὶ ἐνέπρησε τὸν ναὸν κυρίου διαρκέσαντα ἔτεσιν | |
10 | υκεʹ, καὶ τὸν οἶκον τοῦ βασιλέως Σεδεκίου τοῦ καὶ Ἰεχωνίου καὶ αὐτὸν ἐνέπρησεν, καὶ πάσας τὰς οἰκίας τῆς πόλεως καὶ πᾶν τὸ τεῖχος Ἱερουσαλὴμ κύκλῳ καθεῖλεν πᾶσα ἡ δύναμις Χαλδαίων ἡ μετὰ Ναβουζάρδαν τοῦ ἀρχιμαγείρου, καὶ τοὺς καταλειφθέντας ἐν τῇ πόλει καὶ τοὺς πεπτωκότας ἀπῴκισεν πρὸς βασιλέα Βαβυ‐ | |
15 | λῶνος, τοὺς δὲ πένητας τῆς γῆς κατέλιπεν Ναβουζάρδαν εἰς ἀμπελουργοὺς καὶ εἰς γεωργούς. καὶ τοὺς στύλους τοὺς χαλκοῦς τοὺς ἐν οἴκῳ κυρίου συνέτριψαν οἱ Χαλδαῖοι, καὶ ἔλαβον πάντα τὸν χαλ‐ κὸν αὐτῶν καὶ ἀπήνεγκαν εἰς Βαβυλῶνα. καὶ τοὺς ποδιστῆρας καὶ τοὺς ἀναληπτῆρας καὶ τὰ ψαλτήρια καὶ τὴν στεφάνην καὶ τὰς φιά‐ | |
20 | λας καὶ τὰς κρεάγρας καὶ πάντα σκεύη τὰ χαλκᾶ, ἐν οἷς ἐλει‐ τούργουν ἐν αὐτοῖς, καὶ τὰς ὑδρίας καὶ σαπφὼθ καὶ τὰ μασ‐ | |
μαιρὼθ καὶ τοὺς ὑποχυτῆρας καὶ τὰς λυχνίας καὶ τὰ ἀμμα‐ | ||
254 | σρακὼθ καὶ τὰς θυίσκας καὶ τοὺς κυάθους, ἃ ἦν χρυσᾶ καὶ ἃ ἦν ἀργυρᾶ, ἔλαβεν ὁ ἀρχιμάγειρος. καὶ οἱ στῦλοι δύο καὶ ἡ θάλασσα μία καὶ οἱ μόσχοι δώδεκα χαλκοῖ, οἳ ἦσαν ὑποκάτω τῆς θαλάσσης, ἃ ἐποίησεν βασιλεὺς Σολομῶν εἰς οἶκον κυρίου, οὐκ | |
5 | ἦν σταθμὸς τοῦ χαλκοῦ αὐτῶν πάντων τῶν σκευῶν τούτων. Καὶ οὗτος Σεδεκίας ὁ καὶ Ἰεχωνίας τὸ πονηρὸν ἐποίησεν ἐνώ‐ πιον κυρίου κατὰ πάντα ὅσα ἐποίησαν οἱ πατέρες αὐτοῦ. Τῷ αὐτῷ ιαʹ ἔτει Σεδεκίου τῇ Σώρ, ὅπερ ἐστὶν Τύρος, ἐπι‐ʹ φανείσῃ τῇ Ἱερουσαλὴμ διὰ τὰ συμβάντα αὐτῇ ὑπὸ Ναβουχοδο‐ | |
10 | νόσορ καὶ Ναβουζάρδαν τοῦ ἀρχιμαγείρου αὐτοῦ προφητεύει κατ’ αὐτῆς Ἐζεκιὴλ δηλῶν ὅσα αὐτῇ κακὰ ἔσται καὶ ὡς εἰς λεω‐ πετρίαν δοθήσεται καὶ ψυγμὸς σαγηνῶν ἔσται. Ἐπὶ τούτου καὶ οἱ βασιλεῖς Ἰουδαίων ἐπαύσαντο αἰχμαλω‐ τισθέντες ὑπὸ Ναβουχοδονόσορ, καὶ μηκέτι ἰσχύσαντες ἐδούλευ‐ | |
15 | σαν Βαβυλωνίοις καὶ Μήδοις. παρέδωκε γὰρ κύριος ὁ θεὸς τὴν βασιλείαν τῆς γῆς εἰς χεῖρας Ἀσσυρίων καὶ Χαλδαίων καὶ Μή‐ δων καὶ Περσῶν. Μέχρι Ματθανίου τοῦ καὶ Σεδεκίου καταλήγουσιν οἱ ἐκ φυ‐ λῆς Ἰούδα βασιλεῖς, διαγενόμενοι ἐπὶ ὅλοις ἔτεσιν υοθʹ. | |
20 | Τὰ οʹ ἔτη τῆς αἰχμαλωσίας τῶν Ἰουδαίων τὰ προφητευθέν‐ | |
τα ὑπὸ Ἱερεμίου τοῦ προφήτου, καθὼς ἡ δευτέρα τῶν Παραλει‐ | ||
255 | πομένων καὶ ἡ τοῦ Ἔσδρα διδάσκει γραφή, τὴν ἀρχὴν ἔχει μετὰ τὸ ιαʹ ἔτος Ματθανίου τοῦ καὶ Σεδεκίου, καὶ συμπληροῦνται εἰς τὸ δεύτερον ἔτος Δαρείου τοῦ Ὑστάσπου βασιλέως Περσῶν. ιβʹ. | |
5t | Ἰουδαίων αἰχμαλωσίας καὶ ἀφανισμοῦ τοῦ | |
6t | ἐν Ἱεροσολύμοις νεώ | |
7 | Πρῶτον ἔτος ἀρχῆς ἀφανισμοῦ τοῦ νεὼ καὶ αἰχμαλωσίας τοῦ Ἰουδαίων ἔθνους πλὴν ὀλίγων, οἳ καὶ εἰς Αἴγυπτον κατέβη‐ σαν πρὸς Οὐαφρῆν βασιλέα Αἰγύπτου μετὰ τὰς εἰς αὐτοὺς γε‐ | |
10 | νομένας μερικὰς αἰχμαλωσίας, καθ’ ἣν ὁ τῶν Χαλδαίων καὶ Βα‐ βυλωνίων βασιλεὺς Ναβουχοδονόσορ ἐπαύσατο πολιορκήσας τὰ Ἱεροσόλυμα καὶ τὸν Σεδεκίαν ἐκτυφλώσας αἰχμάλωτον ἔλαβεν. Ναβουζάρδαν δὲ ὁ ἀρχιμάγειρος μηνὶ πέμπτῳ δεκάτῃ τοῦ μηνὸς τόν τε νεὼ πυρπολεῖ, διαρκέσαντα ἀπὸ πρώτης οἰκοδομῆς Σολο‐ | |
15 | μῶνος ἔτεσι υμβʹ. συνᾴδει δὲ ἡμῖν ὁ Κλήμης καὶ αὐτὸς ἐν τῷ πρώτῳ στρώματι, φάσκων ἐπὶ τῆς μδʹ Ὀλυμπιάδος τὴν εἰς Βα‐ βυλῶνα αἰχμαλωσίαν τοῦ Ἰουδαίων λαοῦ γενέσθαι, βασιλεύοντος μὲν Αἰγυπτίων Οὐαφροῦ, ἄρχοντος δὲ Ἀθήνησι Φιλίππου· συ‐ νάγεσθαί τε τὰ οʹ ἔτη τῆς ἐρημίας τοῦ τόπου ἐπὶ τὸ δεύτερον ἔτος | |
20 | Δαρείου τοῦ Ὑστάσπου. ταῦτα μὲν ὁ δηλωθεὶς ἀνήρ. | |
256 | Ἐζεκιὴλ δὲ ὁ προφήτης τῷ Φαραὰ Οὐαφρῇ βασιλεῖ Αἰγύ‐ πτου προφητεύει ὁπόσα αὐτῷ συμβήσεται καὶ τῇ Αἰγύπτῳ, ἀνθ’ ὧν ὡς καλαμίνη ῥάβδος τεθλασμένη ἐγενήθη τῷ οἴκῳ Ἰσραήλ. | |
5 | Ὁ αὐτὸς δέ φησι περὶ τοῦ αὐτοῦ ἀφανισμοῦ, Δωδεκάτῳ ἔτει αἰχμαλωσίας Ἐλιακεὶμ τοῦ καὶ Ἰωακείμ, ὅπερ ἐστὶ πρῶτον ἔτος ἀφανισμοῦ τοῦ ἐν Ἱεροσολύμοις νεώ. Δεκάτῳ μηνὶ πέμπτῃ τοῦ μηνὸς ἦλθεν ὁ ἀνασωθεὶς ἀπὸ Ἱε‐ ρουσαλὴμ ἐν χώρᾳ Χαλδαίων, λέγων τῷ προφήτῃ Ἰεζεκιήλ, Ἑά‐ | |
10 | λωκεν ἡ πόλις. χεὶρ δὲ κυρίου ἦν γενομένη ἐπὶ τὸν αὐτὸν προ‐ φήτην ἑσπέρας, πρὶν ἢ ἐλθεῖν τὸν ἀνασωθέντα, καὶ ἠνοίχθη τὸ στόμα αὐτοῦ πρωί, ὡς ἦλθεν πρὸς αὐτὸν ὁ ἀνασωθείς, καὶ ἀνοι‐ χθέντος τοῦ στόματος αὐτοῦ οὐ συνεσχέθη ἔτι, καὶ μετὰ τοῦτό φησιν, Ἐγένετο λόγος κυρίου πρός με λέγων, Υἱὲ ἀνθρώπου, οἱ | |
15 | κατοικοῦντες τὰς ἠρημωμένας πόλεις ἐπὶ τῆς γῆς τοῦ Ἰσραὴλ λέ‐ γουσιν, Εἷς ἦν Ἀβραὰμ καὶ κατέσχε γῆν, καὶ ἡμεῖς πλείους ἐσμέν· ἡ‐ μῖν δέδοται εἰς κατάσχεσιν. διὰ τοῦτο εἰπὲ αὐτοῖς, Τάδε λέγει Ἀδω‐ ναεὶ κύριος, Ἐπειδὴ τοῦ αἵματος ἐσθίετε καὶ τοὺς ὀφθαλμοὺς ὑμῶν ἤρατε πρὸς τὰ εἴδωλα ὑμῶν καὶ αἷμα ἐξεχέατε καὶ τὴν γῆν ἐκληρονο‐ | |
20 | μήσατε καὶ ἕκαστος τὴν γυναῖκα τοῦ πλησίον ἐμιάνατο, ζῶ ἐγώ, | |
λέγει κύριος, εἰ μὴ οἱ ἐν ταῖς ἠρημωμέναις μαχαίρᾳ πεσοῦνται, | ||
257 | καὶ οἱ ἐν τῷ πεδίῳ βρωθήσονται ἀπὸ τῶν θηρίων τοῦ ἀγροῦ, καὶ ἐρημωθήσεται ὄρη τοῦ Ἰσραὴλ διὰ τὸ μὴ εἶναι διαπορευόμενον, καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος. Δανιὴλ ἐν Βαβυλῶνι προεφήτευεν. ἐκεῖσε δὲ καὶ Ἀνανίας καὶ | |
5 | Ἀζαρίας καὶ Μισαὴλ ἐγνωρίζοντο. κβʹ. μεʹ Ὀλυμπιάς. κγʹ. Τούτῳ τῷ κγʹ ἔτει Ναβουχοδονόσορ καὶ τρίτῳ τῆς αἰχμαλω‐ | |
10 | σίας ἀπῴκισε Ναβουζάρδαν πάλιν ἀπὸ Ἱερουσαλὴμ Ἰουδαίους ψμεʹ. πᾶσαι δὲ ψυχαὶ Ἰουδαίων ἀπῳκίσθησαν ἀπὸ Ἱερουσαλὴμ εἰς Βαβυλῶνα δʹ καὶ χʹ. Μετὰ Ναβουχοδονόσορ διεδέξατο τὴν Χαλδαίων ἀρχὴν ὁ υἱὸς αὐτοῦ Εὐειλὰδ Μαροδὰχ ἔτη ζʹ. ὁμοῦ ͵δϡιεʹ. | |
15 | αʹ. Τούτῳ τῷ ἔτει ἐξέβαλεν Εὐειλὰδ Μαροδὰχ ὁ υἱὸς Ναβουχο‐ δονόσορ Ἰωακεὶμ τὸν καὶ Ἰεχωνίαν ἐκ τῆς οἰκίας τῆς φυλακῆς ἧς ἐφυλάττετο, καὶ ἐλάλησεν αὐτῷ χρηστά, καὶ ἔδωκεν τὸν θρόνον αὐτοῦ ἐπάνω τῶν θρόνων τῶν βασιλέων τῶν μετ’ αὐτοῦ ἐν Βα‐ | |
20 | βυλῶνι, καὶ ἤλλαξε τὴν στολὴν τῆς φυλακῆς αὐτοῦ, καὶ ἤσθιεν | |
258 | ἄρτον διὰ παντὸς κατὰ πρόσωπον αὐτοῖ πάσας τὰς ἡμέρας ἃς ἔζησεν, καὶ ἡ ταγὴ αὐτοῦ ταγὴ διὰ παντὸς ἐδίδοτο αὐτῷ παρὰ τοῦ βασιλέως Βαβυλῶνος ἐξ ἡμέρας εἰς ἡμέραν ἕως ἡμέρας ἧς ἀπέθανεν. | |
5 | βʹ, γʹ. μϛʹ Ὀλυμπιάς. δʹ, εʹ, ϛʹ, ζʹ. μζʹ Ὀλυμπιάς. Μετὰ Εὐειλὰδ Μαροδὰχ βασιλεύει Χαλδαίων ὁ ἀδελφὸς αὐ‐ | |
10 | τοῦ Βαλτασὰρ ἔτη δʹ ὁμοῦ ͵δϡιθʹ αʹ, βʹ, γʹ. κʹ ἔτος προφητείας Ἰεζεκιὴλ καὶ λʹ προφητείας Δανιὴλ ἐν Βαβυλῶνι. δʹ. | |
15 | Βαλτάσαρ ὁ βασιλεὺς ἐποίησε δεῖπνον μέγα τοῖς μεγιστᾶσιν αὐτοῦ ἀνδράσι ͵α. κατέναντι τῶν χιλίων πίνων Βαλτάσαρ εἶπεν ἐν τῇ γεύσει τοῦ οἴνου ἐξενεγκεῖν τὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ ἀρ‐ γυρᾶ, ἃ ἐξήνεγκε Ναβουχοδονόσορ ὁ πατὴρ αὐτοῦ ἐκ τοῦ ναοῦ τοῦ ἐν Ἱερουσαλήμ, καὶ πινέτωσαν ἐν αὐτοῖς ὁ βασιλεὺς καὶ οἱ | |
20 | μεγιστᾶνες αὐτοῦ καὶ αἱ παλλακαὶ αὐτοῦ καὶ αἱ παράκοιτοι αὐ‐ | |
259 | τοῦ. καὶ ἠνέχθησαν τὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ, ἃ ἐξή‐ νεγκεν ἐκ τοῦ ναοῦ τοῦ θεοῦ τοῦ ἐν Ἱερουσαλήμ. καὶ ἔπινον ἐν αὐτοῖς ὁ βασιλεὺς καὶ οἱ μεγιστᾶνες αὐτοῦ καὶ αἱ παλλακαὶ αὐτοῦ καὶ αἱ παράκοιτοι αὐτοῦ ἔπινον οἶνον, καὶ ᾔνεσαν τοὺς θεοὺς | |
5 | τοὺς χρυσοῦς καὶ ἀργυροῦς καὶ χαλκοῦς καὶ σιδηροῦς καὶ ξυλί‐ νους καὶ λιθίνους, καὶ τὸν θεὸν τοῦ αἰῶνος οὐκ εὐλόγησαν τὸν ἔχοντα τὴν ἐξουσίαν τοῦ πνεύματος αὐτῶν. ἐν αὐτῇ τῇ ὥρᾳ ἐξῆλθον δάκτυλοι χειρὸς ἀνθρώπου καὶ ἔγραφον κατέναντι τῆς λαμπάδος ἐπὶ τοῦ κονιάματος τοῦ τοίχου τοῦ οἴκου τοῦ βασιλέως. | |
10 | καὶ ὁ βασιλεὺς ἐθεώρει τοὺς ἀστραγάλους τῆς χειρὸς τῆς γραφού‐ σης. τότε τοῦ βασιλέως ἡ μορφὴ ἠλλοιώθη, καὶ οἱ διαλογισμοὶ αὐτοῦ συνετάρασσον αὐτόν, καὶ οἱ δεσμοὶ τῆς ὀσφύος αὐτοῦ διε‐ λύοντο καὶ τὰ γόνατα αὐτοῦ συνεκρούοντο. Καὶ ἐβόησεν ὁ βασιλεὺς ἐν ἰσχύϊ τοῦ εἰσαγαγεῖν μάγους, | |
15 | Χαλδαίους, Γαζαρηνούς· καὶ ἀπεκρίθη ὁ βασιλεὺς καὶ εἶπε τοῖς σοφοῖς Βαβυλῶνος, Ὃς ἂν ἀναγνῶ τὴν γραφὴν ταύτην καὶ τὴν σύγκρισιν αὐτῆς γνωρίσῃ μοι, πορφύραν ἐνδύσεται, καὶ ὁ μα‐ νιάκης ὁ χρυσοῦς ἐπὶ τὸν τράχηλον αὐτοῦ, καὶ τρίτος ἐν τῇ βα‐ σιλείᾳ μου ἄρξει. καὶ εἰσεπορεύοντο πάντες οἱ σοφοὶ τοῦ βασι‐ | |
20 | λέως, καὶ οὐκ ἠδύναντο τὴν γραφὴν ἀναγνῶναι οὐδὲ τὴν σύγκρι‐ σιν τῷ βασιλεῖ γνωρίσαι. καὶ ὁ βασιλεὺς Βαλτάσαρ ἐταράχθη, καὶ ἡ μορφὴ αὐτοῦ ἠλλοιώθη ἐπ’ αὐτῷ, καὶ οἱ μεγιστᾶνες αὐτοῦ | |
συνεταράσσοντο. καὶ ἡ βασίλισσα εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ | ||
260 | πότου, καὶ ἀπεκρίθη ἡ βασίλισσα καὶ εἶπεν, Βασιλεῦ, εἰς τοὺς αἰῶνας ζῆθι· μὴ ταρασσέτωσάν σε οἱ διαλογισμοί σου, καὶ ἡ μορφή σου μὴ ἀλλοιούσθω. ἔστιν ἀνὴρ ἐν τῇ βασιλείᾳ σου, ἐν ᾧ πνεῦμα θεοῦ ἅγιον, καὶ ἐν ταῖς ἡμέραις τοῦ πατρός σου γρη‐ | |
5 | γόρησις καὶ σύνεσις ηὑρέθη ἐν αὐτῷ· καὶ ὁ βασιλεὺς Ναβουχο‐ δονόσορ ὁ πατήρ σου ἄρχοντα ἐπαοιδῶν, μάγων, Χαλδαίων, Γα‐ ζαρηνῶν κατέστησεν αὐτόν, ὅτι πνεῦμα περισσὸν ἐν αὐτῷ καὶ φρόνησις καὶ σύνεσις, συγκρίνων ἐνύπνια καὶ ἀναγγέλλων κρυπτό‐ μενα καὶ λύων συνδέσμους Δανιήλ, καὶ ὁ βασιλεὺς ἐπέθηκεν αὐ‐ | |
10 | τῷ ὄνομα Βαλτάσαρ. νῦν οὖν κληθήτω, καὶ τὴν σύγκρισιν ἀναγγελεῖ σοι. τότε Δανιὴλ εἰσήχθη κατ’ ἐνώπιον τοῦ βασιλέως. καὶ εἶπεν ὁ βασιλεὺς τῷ Δανιήλ, Σὺ εἶ Δανιὴλ ὁ ἀπὸ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῆς Ἰουδαίας ἧς ἤγαγεν ὁ βασιλεὺς ὁ πατήρ μου; καὶ εἶπεν, Ναί, βασιλεῦ. Ἤκουσα περὶ σοῦ ὅτι πνεῦμα | |
15 | θεοῦ ἐν σοὶ καὶ γρηγόρησις καὶ σύνεσις καὶ σοφία περισσὴ ηὑρέ‐ θη ἐν σοί, καὶ νῦν εἰσῆλθον ἐνώπιόν μου οἱ σοφοί, μάγοι, Χαλ‐ δαῖοι, Γαζαρηνοί, ἵνα τὴν γραφὴν ταύτην ἀναγνῶσι καὶ τὴν σύγκρισιν αὐτῆς γνωρίσωσί μοι· καὶ οὐκ ἠδυνήθησαν ἀπαγγεῖλαί μοι. καὶ ἐγὼ ἤκουσα περὶ σοῦ ὅτι δύνασαι κρίματα συγκρῖναι. | |
20 | νῦν οὖν ἐὰν δυνηθῇς τὴν γραφὴν ἀναγνῶναι καὶ τὴν σύγκρισιν αὐτῆς γνωρίσαι μοι, πορφύραν ἐνδύσῃ, καὶ ὁ μανιάκης ὁ χρυ‐ | |
σοῦς ἐπὶ τὸν τράχηλόν σου, καὶ τρίτος ἐν τῇ βασιλείᾳ μου ἄρ‐ | ||
261 | ξεις. τότε ἀπεκρίθη Δανιὴλ καὶ εἶπεν ἐνώπιον τοῦ βασιλέως, Τὰ δόματά σου σοὶ ἔστω καὶ τὴν δωρεὰν τῆς οἰκίας σου ἑτέρᾳ δός· ἐγὼ δὲ τὴν γραφὴν ἀναγνώσομαι τῷ βασιλεῖ καὶ τὴν σύγ‐ κρισιν αὐτῆς γνωρίσω σοι. βασιλεῦ, ὁ θεὸς ὁ ὕψιστος τὴν βα‐ | |
5 | σιλείαν καὶ τὴν μεγαλωσύνην καὶ τὴν δόξαν ἔδωκεν Ναβουχοδο‐ νόσορ τῷ πατρί σου. καὶ ἀπὸ τῆς μεγαλωσύνης ἧς ἔδωκεν αὐτῷ πάντες οἱ λαοί, φυλαί, γλῶσσαι ἦσαν τρέμοντες καὶ φοβούμενοι ἀπὸ προσώπου αὐτοῦ. οὓς ἠβούλετο αὐτὸς ἀνῄρει καὶ οὓς ἠβού‐ λετο αὐτὸς ἔτυπτεν καὶ οὓς ἠβούλετο αὐτὸς ὕψου καὶ οὓς | |
10 | ἠβούλετο αὐτὸς ἐταπείνου. καὶ ὅτε ὑψώθη ἡ καρδία αὐτοῦ καὶ τὸ πνεῦμα αὐτοῦ ἐκραταιώθη τοῦ ὑπερηφανεύεσθαι, κατη‐ νέχθη ἀπὸ τοῦ θρόνου τῆς βασιλεία, καὶ ἡ τιμὴ ἀφῃρέθη ἀπ’ αὐτοῦ, καὶ ἀπὸ τῶν ἀνθρώπων ἐξεδιώχθη, καὶ ἡ καρ‐ δία αὐτοῦ μετὰ τῶν θηρίων ἐδόθη καὶ μετὰ ὀνάγρων ἡ κα‐ | |
15 | τοικία αὐτοῦ, καὶ χόρτον ὡς βοῦν ἐψώμιζον αὐτόν, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ τὸ σῶμα αὐτοῦ ἐβάφη ἕως οὗ ἔγνω ὅτι κυ‐ ριεύει ὁ ὕψιστος τῆς βασιλείας τῶν αἰώνων καὶ ᾧ ἐὰν δόξῃ δώ‐ σει αὐτήν. καὶ σὺ οὖν ὁ υἱὸς αὐτοῦ Βαλτάσαρ οὐκ ἐποίησας τὴν καρδίαν σου κατ’ ἐνώπιον τοῦ θεοῦ, οὐ πάντα ταῦτα ἔγνως, καὶ | |
20 | ἐπὶ τὸν κύριον θεὸν τοῦ οὐρανοῦ ὑψώθης καὶ τὸ σκεύη τοῦ οἴκου αὐτοῦ ἤνεγκας ἐνώπιόν σου καὶ σὺ καὶ οἱ μεγιστᾶνές σου καὶ αἱ παλλακαί σου καὶ αἱ παράκοιτοί σου οἶνον ἔπιναν ἐν αὐτοῖς, καὶ | |
τοὺς θεοὺς τοὺς χρυσοῦς καὶ ἀργυροῦς καὶ χαλκοῦς καὶ σιδηροῦς | ||
262 | καὶ ξυλίνους καὶ λιθίνους, οἳ οὐ βλέπουσι καὶ οὐκ ἀκούουσι καὶ οὐ γινώσκουσιν, ᾔνεσας. καὶ τὸν θεὸν τοῦ οὐρανοῦ, οὗ ἡ πνοή σου ἐν τῇ χειρὶ αὐτοῦ καὶ πᾶσαι αἱ ὁδοί σου, αὐτὸν οὐκ ἐδόξασας. διὰ τοῦτο ἐκ προσώπου αὐτοῦ ἀπεστάλη ἀστράγαλος χειρός, καὶ | |
5 | τὴν γραφὴν ταύτην ἐνέταξεν. καὶ αὕτη ἡ γραφὴ ἡ ἐντεταγμένη, Μανῆ, Θεκέλ, Φαρές. τοῦτο τὸ σύγκριμα τοῦ ῥήματος· Μα‐ νῆ ἐμέτρησεν ὁ θεὸς τὴν βασιλείαν σου καὶ ἐπλήρωσεν αὐτήν, Θεκὲλ κατεστάθη ἐν ζυγῷ, καὶ ηὑρέθη ὑστεροῦσα, Φαρὲς διῄρη‐ ται ἡ βασιλεία σου, καὶ ἐδόθη Μήδοις καὶ Πέρσαις. καὶ εἶπεν | |
10 | Βαλτάσαρ, καὶ ἐνέδυσαν τὸν Δανιὴλ πορφύραν καὶ τὸν μανιάκην τὸν χρυσοῦν περιέθηκαν περὶ τὸν τράχηλον αὐτοῦ καὶ ἐκήρυξεν περὶ αὐτοῦ εἶναι αὐτὸν ἄρχοντα τρίτον ἐν τῇ βασιλείᾳ αὐτοῦ. ἐν ταύτῃ τῇ νυκτὶ ἀνῃρέθη Βαλτάσαρ ὁ Χαλδαῖος καὶ Δαρεῖος ὁ Μῆδος παρέλαβε τὴν βασιλείαν. | |
15 | μηʹ Ὀλυμπιάς. Μετὰ Βαλτάσαρ βασιλεὺς Χαλδαίων Δαρεῖος ὁ Μῆδος ἔτη γʹ. ὁμοῦ ͵δϡκβʹ. αʹ. Οὗτος Δαρεῖος κατέστησεν ἐπὶ τῆς βασιλείας αὐτοῦ σατρά‐ | |
20 | πας ρκʹ, καὶ τούτων ἐπάνω τακτικοὺς γʹ, ὧν εἷς ἐτύγχανε Δανιὴλ | |
ὁ προφήτης. συσκευῇ δὲ καὶ διαβολῇ τῶν αὐτῶν σατραπῶν καὶ | ||
263 | τακτικῶν πεισθεὶς ὁ Δαρεῖος ἔβαλε τὸν Δανιὴλ εἰς λάκκον λεόν‐ των, καὶ οὐκ ἐφθάρη, διὰ τὴν εἰς τὸν θεὸν μετὰ πεποιθήσεως προσκύνησιν αὐτοῦ. καὶ εἶπεν ἄγγελος κυρίου τῷ Ἀμβακούμ, Ἀπένεγκαι τὸ ἄριστον ὃ ἔχεις εἰς Βαβυλῶνα τῷ Δανιὴλ εἰς τὸν | |
5 | λάκκον τῶν λεόντων. καὶ εἶπεν Ἀμβακούμ, Κύριε, Βαβυλῶνα οὐχ ἑώρακα, καὶ τὸν λάκκον οὐ γινώσκω [ποῦ ἔστιν]. καὶ ἐπε‐ λάβετο ὁ ἄγγελος κυρίου τῆς κορυφῆς αὐτοῦ, καὶ βαστάσας τῆς κόμης τῆς κεφαλῆς αὐτοῦ ἔθηκεν αὐτὸν εἰς Βαβυλῶνα ἐπάνω τοῦ λάκκου ἐν τῷ ῥοίζῳ τοῦ πνεύματος αὐτοῦ. καὶ ἐβόησεν Ἀμβα‐ | |
10 | κοὺμ λέγων, Δανιὴλ Δανιήλ, λάβε τὸ ἄριστον ὃ ἀπέστειλέν σοι ὁ θεός. εἶπε δὲ Δανιήλ, Ἐμνήσθης γάρ μου, ὁ θεός, καὶ οὐκ ἐγκατέλειπας τοὺς ἀγαπῶντάς σε. καὶ ἀναστὰς Δανιὴλ ἔφαγεν. ὁ δὲ ἄγγελος τοῦ θεοῦ ἀπεκατέστησε τὸν Ἀμβακοὺμ παραχρῆμα ἐπὶ τὸν τόπον αὐτοῦ. | |
15 | Τῷ αὐτῷ πρώτῳ ἔτει ἐνύπνιον εἶδεν Δανιήλ, ὃς ἐπεκλήθη Βαλτάσαρ, τὸ τῶν τεσσάρων θηρίων, λεαίνης, ἄρκου, παρδά‐ λεως, καὶ ἑτέρου ζώου τούτων φοβερωτέρου καὶ ἰσχυροτέρου πε‐ ρισσῶς, ἅτινά εἰσι τέσσαρες βασιλεῖαι ἐξαιρούμεναι ἀπὸ τῆς γῆς. Ἐν τῷ αὐτῷ δὲ ἔτει καὶ τὸν παλαιὸν τῶν ἡμερῶν εἶδεν, ἕως | |
20 | οὗ θρόνοι ἐτέθησαν, καὶ ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ, ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος ἦν, καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασεν, | |
καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία, καὶ πάντες λαοί, | ||
264 | φυλαί, γλῶσσαι αὐτῷ δουλεύσουσι, καὶ ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος, ἥτις οὐ παρελεύσεται οὐδὲ διαφθαρήσεται. Τίς δ’ ἂν εἴη ὁ κατὰ σάρκα φανεὶς τῷ γένει τῶν ἀνθρώ‐ πων; θεὸς λόγος, ὁ πρὸ αἰώνων γεννηθεὶς θεός. | |
5 | βʹ, γʹ. Τρίτῳ ἔτει Δαρείου ὅρασιν εἶδε Δανιὴλ ἐν Σούσοις τῇ βάρει, ἥτις ἐστὶν ἐν χώρᾳ Αἰλὰμ Βαβυλῶνος, κριὸν κερατίζοντα κατὰ θάλασσαν καὶ βοῤῥᾶν καὶ νότον, ὡς πάντα τὰ θηρία μὴ ἵστασθαι ἐνώπιον αὐτοῦ καὶ μετ’ αὐτοῦ. τράγον ὁρῶ ἀπὸ λιβὸς ἐρχόμενον | |
10 | ἐπὶ πρόσωπον πάσης τῆς γῆς, ὃς συνέτριψε τὸν κριὸν καὶ τὰ κέ‐ ρατα αὐτοῦ, ὅπερ ἐστὶν βασιλεία Ῥωμαίων τὴν πρὸ αὐτῆς βα‐ σιλείαν καὶ τὸ σπέρμα αὐτῆς συντρίψει. Μετὰ Δαρεῖον τὸν Μῆδον ἐβασίλευσεν Δαρεῖος υἱὸς Ἀσ‐ σουήρου ἀπὸ τοῦ σπέρματος Μήδων ἔτη ιγʹ. ὁμοῦ ἔτη ͵δϡλεʹ. | |
15 | Τινές φασι τουτονὶ τὸν Δαρεῖον καὶ Ἀστυάγην ἐπικεκλῆσθαι. αʹ. ξʹ ἔτος προφητείας Ἱερεμίου ἐν τῇ Ἰουδαίᾳ. μθʹ Ὀλυμπιάς. βʹ. | |
20 | ξαʹ ἔτος προφητείας Ἱερεμίου ἐν τῇ Αἰγύπτῳ. | |
265 | γʹ, δʹ, εʹ. νʹ Ὀλυμπιάς. ϛʹ, ζʹ, ηʹ, θʹ. ναʹ Ὀλυμπιάς. | |
5 | ιʹ, ιαʹ, ιβʹ. Ἐργασίας μάταιον αὐτὸ εἶναι. ἔτι δὲ καὶ τὸν δράκοντα ἀνεῖ‐ λεν ὃν ἔσεβον Βαβυλώνιοι, δι’ ἣν αἰτίαν ἔκδοτον αὐτὸν αἰτησάμε‐ νοι ἔβαλλον εἰς λάκκον λεόντων. ἐκ προνοίας δὲ θεοῦ δι’ Ἀμβα‐ κοὺμ τραφεὶς ἑπτὰ ἡμέρας σῶος ἀνήχθη, καὶ ἀντ’ αὐτοῦ οἱ | |
10 | ὑπεναντίοι αὐτοῦ βληθέντες παρὰ τοῦ αὐτοῦ βασιλέως εἰς τὸν λάκ‐ κον τῶν λεόντων παραχρῆμα ἐβρώθησαν. ιγʹ. Κῦρος τὸν Ἀστυάγην καθελὼν τὴν Μήδων καθεῖλεν βασι‐ λείαν, γεγονυῖαν ἐν ἔτεσι σνθʹ, ἥτις συνεκρίθη μετὰ τῆς βασιλείας | |
15 | Βαβυλωνίων ἡ χρυσῆ κεφαλὴ τῆς εἰκόνος ἧς εἶδεν Ναβουχοδο‐ νόσορ. νβʹ Ὀλυμπιάς. Περσῶν ἐβασίλευσεν πρῶτος Κῦρος ὁ Πέρσης ἔτη λʹ. | |
ὁμοῦ ͵δϡξεʹ. | ||
266 | αʹ. Κῦρος ἀνῆκε τὴν αἰχμαλωσίαν τοῦ Ἰουδαίων ἔθνους πο‐ ρεύεσθαι εἰς τὰ Ἱεροσόλυμα· καθ’ ὃν ἐπανελθόντες ἀπὸ Βαβυ‐ λῶνος ἀμφὶ τὰς πέντε μυριάδας Ἰουδαίων τὸ θυσιαστήριον ἤγει‐ | |
5 | ραν καὶ θεμελίους κατεβάλοντο τοῦ ἱεροῦ. τῶν δὲ περιοίκων ἐθνῶν ἐπισχόντων, διέμεινεν τὸ ἔργον ἀτελὲς μέχρι δευτέρου ἔτους Δαρείου τοῦ Ὑστάσπου βασιλέως Περσῶν, μόνου τοῦ θυσιαστη‐ ρίου συνεστῶτος, ἐπειδὴ ἡ προφητεία μέμνηται Δαρείου καὶ τῶν τριῶν προφητῶν, Ἀγγαίου καὶ Ζαχαρίου καὶ Μαλαχίου τοῦ καὶ | |
10 | ἀγγέλου προφητευόντων. Προεφήτευον ἐν Περσίδι Δανιὴλ καὶ Ἰεζεκιήλ· ἐν δὲ τῇ Ἰου‐ δαίᾳ Ἀμβακούμ, Ἀγγαῖος καὶ Ζαχαρίας· καθ’ οὓς ἐν Περσίδι Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ ἱερεὺς ἐγνωρίζετο, καὶ Ζοροβάβελ ὁ τοῦ Σαλαθιήλ, βασιλικοῦ γένους ὤν, οἳ καὶ ἡγήσαντο τῆς ἀπὸ Βα‐ | |
15 | βυλῶνος ἐπανόδου. τῷ Δανιὴλ ἐν τῷ αὐτῷ πρώτῳ ἔτει Κύρου λόγος ἀπεκαλύφθη ἐν ἡμέρᾳ εἰκοστῇ τετάρτῃ τοῦ πρώτου μηνὸς ὄντι ἐν τῷ Τίγρι ποταμῷ τὰ περὶ τῶν πέντε βασιλέων τῶν ἔτι ἀναστησομένων καὶ τὰ περὶ τῆς παντελοῦς ἐρημώσεως Ἱερουσα‐ λὴμ καὶ τοῦ θυμιάματος καὶ τοῦ χρίσματος τοῦ ἐν αὐτῇ καὶ τὰ | |
20 | περὶ τῆς τῶν ἐθνῶν κλήσεως· ἐν ᾧ ἔτει Δανιὴλ ἐκοιμήθη προφη‐ τεύσας ἔτη νʹ. | |
βʹ, γʹ, δʹ. | ||
267 | νγʹ Ὀλυμπιάς. εʹ, ϛʹ, ζʹ. Σιμωνίδης ἐγνωρίζετο. ηʹ. | |
5 | Χίλων ὁ τῶν ἑπτὰ σοφῶν ἔφορος ἐν Λακεδαίμονι αʹ ἐγένετο. νδʹ Ὀλυμπιάς. θʹ. Πυθαγόρας φυσικὸς φιλόσοφος ἐγνωρίζετο. ιʹ. | |
10 | Ξενοφάνης Κολοφῶνος ἐγνωρίζετο. | |
268 | ιαʹ, ιβʹ. νεʹ Ὀλυμπιάς. ιγʹ. Κροῖσος ἐπὶ Κῦρον ἐστράτευσεν. | |
5 | ιδʹ, ιεʹ. Κῦρος τὴν Λυδῶν βασιλείαν καθεῖλεν καὶ Κροῖσον αἰχμα‐ λώτισεν. ὁ δὲ αὐτὸς καὶ ἄλλας βασιλείας περιεῖλεν Ἀσίας, Κα‐ ρίας, Λυκίας, Ἰνδῶν πρὸς βοῤῥᾶν καὶ Σακῶν καὶ Σκυθῶν. ιϛʹ. | |
10 | Θαλῆς ὁ Ἐξαμύου Μιλήσιος πρῶτος φυσικὸς φιλόσοφος ἀπέ‐ θανεν ζήσας ἔτη ϙαʹ. νϛʹ Ὀλυμπιάς. ιζʹ, ιηʹ, ιθʹ. Συνάγεται ὁ πᾶς χρόνος τῆς αἰχμαλωσίας τῶν οʹ ἐτῶν τοῦ Ἰου‐ | |
15 | δαίων ἔθνους, ἀριθμούμενος κατὰ μέν τινας ἀπὸ τρίτου ἔτους τῆς βασιλείας Ἐλιακεὶμ τοῦ καὶ Ἰωακεὶμ ἐπὶ τὸ θʹ καὶ δέκατον ἔτος Κύρου τοῦ Περσῶν βασιλέως, κατὰ δὲ ἑτέρους ἀπὸ ἀρχῆς τῆς Ἱερεμίου προφητείας, ἣ γέγονε κατὰ τὸ ιγʹ ἔτος Ἰωσίου τοῦ τῶν | |
Ἰουδαίων βασιλέως, ἐπὶ τὸ λϛʹ Ἀστυάγους. ἀπὸ δὲ τῆς προφη‐ | ||
269 | τείας Ἱερεμίου ἐπὶ τὸ αʹ ἔτος Κύρου ἔτη γίνεται οʹ. ὅπερ δοκεῖ πιθανὸν εἶναι· τὸ δὲ ἀληθὲς τῆς ἐρημίας τοῦ ἱεροῦ ἡ ἑβδομη‐ κονταετία ἐπὶ τὸ δεύτερον ἔτος Δαρείου τοῦ Ὑστάσπου περαιοῦ‐ ται ἀπὸ θʹ καὶ ιʹ ἔτους Ναβουχοδονόσορ ἀρχομένη. | |
5 | κʹ. Θέογνις ποιητὴς ἐγνωρίζετο. νζʹ Ὀλυμπιάς. καʹ, κβʹ. Φερεκύδης ἱστοριοποιὸς ἐγνωρίζετο καὶ Πυθαγόρας. | |
10 | κγʹ, κδʹ. νηʹ Ὀλυμπιάς. κεʹ, κϛʹ, κζʹ, κηʹ. κθʹ Ὀλυμπιάς. κθʹ, λʹ. | |
15 | Τόμυρις γυνή, Μασσαγετῶν βασίλισσα, Κῦρον ἀνεῖλεν. μετὰ Κῦρον Περσῶν ἐβασίλευσε δεύτερος Καμβύσης υἱὸς Κύ‐ | |
ρου ἔτη ηʹ. ὁμοῦ ͵δϡογʹ. | ||
270 | αʹ. Καμβύσην φασὶν παρ’ Ἑβραίοις δεύτερον Ναβουχοδονόσορ καλεῖσθαι· ἐφ’ οὗ τὴν κατὰ Ἰουδὶθ ἱστορίαν λέγουσιν γεγε‐ νῆσθαι. | |
5 | βʹ. Ἡλίου ἔκλειψις γέγονε. ξʹ Ὀλυμπιάς. γʹ, δʹ, εʹ, ϛʹ. Καμβύσης Αἰγύπτου κατέσχεν. | |
10 | Ὁ δὲ αὐτὸς καὶ τὸν Ἀμμενῶφιν, ὃς Μέμνων νομιζόμενος εἶ‐ ναι καὶ λίθος φθεγγόμενος, τέμνει, ὑφορώμενος γοητείαν τινὰ εἶναι ἐν αὐτῷ, ὡς ἱστορεῖ Πολύαινος Ἀθηναῖος. ξαʹ Ὀλυμπιάς. ζʹ, ηʹ. | |
15 | Περσῶν τρίτοι ἐβασίλευσαν δύο ἀδελφοί, Μέρδιος καὶ Πα‐ τζάτης, μῆνας ζʹ Περσῶν τέταρτος ἐβασίλευσεν Δαρεῖος Ὑστάσπου ἔτη λϛ. ὁμοῦ ͵εθʹ. αʹ, βʹ. | |
20 | Ἔτους δευτέρου Δαρείου τοῦ Ὑστάσπου τοῦ Περσῶν καὶ | |
271 | Ἀσσυρίων καὶ Αἰγυπτίων βασιλέως, ἐφ’ οὗ ἅμα Ἀγγαῖος καὶ Ζαχαρίας καὶ ὁ ἐκ τῶν ιβʹ ἄγγελος προφητεύουσιν, ἐπληρώθη τὰ οʹ ἔτη τῆς ἐρημίας τοῦ ἱεροῦ· καὶ μάρτυς ἐχέγγυος ὁ προφήτης Ζαχαρίας, ἔτους δευτέρου Δαρείου εἰπών, Κύριε παντόκρατορ, | |
5 | ἕως τίνος οὐ μὴ ἐλεήσεις τὴν Ἱερουσαλὴμ καὶ τὰς πόλεις Ἰούδα, ἃς ὑπερεῖδες τοῦτο οʹ ἔτος. καὶ κατὰ μὲν Κῦρον ἡ τῆς αἰχμαλωσίας τοῦ Ἰουδαίων ἔθνους ἐλευθερία γίνεται καὶ ἡ συγχώρησις τῆς τοῦ ἱεροῦ οἰκοδομῆς, εἰς ἔργον δὲ χωρεῖ καὶ τελειοῦται ὁ ναὸς κατὰ τὸ ηʹ ἔτος Δαρείου τοῦ Ὑστάσπου, καθ’ ὃ ἱεράτευεν Ἰησοῦς ὁ | |
10 | τοῦ Ἰωσεδὲκ ἅμα Ζοροβάβελ τοῦ Σαλαθιήλ, τῶν περιοίκων ἐν τῷ μεταξὺ χρόνῳ τὴν οἰκοδομὴν ἐπισχόντων. παρατηρητέον δὲ ὡς μετὰ τὴν ἐπάνοδον τῆς αἰχμαλωσίας οὐκέτι βασιλεὺς μνημο‐ νεύεται τοῦ λαοῦ, ἐπειδὴ ἤγγιζεν τοῦ ἐπουρανίου βασιλέως Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ θεοῦ ἡ κατὰ σάρκα ἀνάδειξις. συνᾴδει | |
15 | δὲ τούτοις καὶ ὁ Κλήμης ἐν τῷ πρώτῳ Στρώματι γράφων οὕτως· καὶ ἔμεινεν ἡ αἰχμαλωσία ἔτη οʹ, καταλήξασα εἰς τὸ βʹ ἔτος Δα‐ ρείου τοῦ Ὑστάσπου τοῦ Περσῶν καὶ Ἀσσυρίων καὶ Αἰγυπτίων γενομένου βασιλέως, ἐφ’ οὗ Ἀγγαῖος καὶ Ζαχαρίας καὶ ὁ ἐκ τῶν ιβʹ ἄγγελος προφητεύουσι. καὶ ταῦτα μὲν ὁ δηλωθεὶς ἀνήρ. | |
20 | περὶ δὲ τοῦ μέχρι δευτέρου ἔτους Δαρείου τὸ οʹ τῆς ἐρημίας τοῦ ἱεροῦ ἔτος παρατεῖναι μάρτυς ἐχέγγυος ὁ προφήτης Ζαχαρίας, | |
ἔτους δευτέρου Δαρείου εἰπών, Κύριε παντόκρατορ, ἕως τίνος | ||
272 | οὐ μὴ ἐλεήσεις τὴν Ἱερουσαλὴμ καὶ τὰς πόλεις Ἰούδα, ἃς ὑπερεῖ‐ δες τοῦτο οʹ ἔτος. καὶ κατὰ μὲν Κῦρον ἡ τῆς αἰχμαλωσίας τῶν Ἰουδαίων ἐλευθερία γίνεται καὶ ἡ συγχώρησις τῆς τοῦ ἱεροῦ οἰκο‐ δομῆς, εἰς ἔργον δὲ χωρεῖ καὶ τελειοῦται ὁ νεὼς κατὰ τὸ ηʹ ἔτος | |
5 | Δαρείου βασιλείας. ξβʹ Ὀλυμπιάς. γʹ. Ἔτους τρίτου Δαρείου τοῦ Ὑστάσπου ὁ ἐν Ἱεροσολύμοις νεὼς οἰκοδομεῖται ὑπὸ Ζοροβάβελ, τελειοῦται δὲ ἐν ϛʹ ἔτεσιν. | |
10 | δʹ. Δαρεῖος φόρους ἔταξεν τοῖς ὑπηκόοις πρῶτος. εʹ, ϛʹ, ζʹ. ξγʹ Ὀλυμπιάς. Ἁρμόδιος καὶ Ἀριστογείτων Ἵππαρχον καὶ Ἱππίαν Ἀθηναίων | |
15 | τυράννους ἀνεῖλον. ηʹ. Ἐνταῦθα ἀπὸ πρώτου ἔτους Κύρου ὁ τῶν μϛʹ ἐτῶν χρόνος | |
συμπληροῦται τῆς οἰκοδομῆς τοῦ ναοῦ τοῦ ἐν Ἱερουσαλήμ· ὅντι‐ | ||
273 | να χρόνον τῷ σωτῆρι ἔλεγον ἀπιστοῦντες Ἰουδαῖοι, μᾶλλον δὲ οὐ νοήσαντες τὸ ὑπ’ αὐτοῦ εἰρημένον ἐν τῷ κατὰ Ἰωάννην εὐαγγε‐ λίῳ, Τεσσαράκοντα καὶ ἓξ ἔτεσιν οἰκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ λέγεις, ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. | |
5 | Μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον πρῶτος μετὰ τὴν τοῦ ἱε‐ ροῦ οἰκοδομὴν ἀρχιερεύσατο Ἰησοῦς ὁ τοῦ Ἰωσέδεκ ἅμα Ζορο‐ βάβελ ἔτη λβʹ. οὗτοι τέλος ἐπιτεθείκασιν τῇ τοῦ ἱεροῦ οἰκοδομῇ. Ἀπ’ ἐντεῦθεν τοῦ ἐνιαυτοῦ, ἐν ᾧ ὁ ἐν Ἱεροσολύμοις νεὼς τέ‐ λεον ἐπληρώθη, ἕως τελευταίου ἔτους Ὑρκάνου Ἰουδαίων | |
10 | ἀρχιερέως καὶ βασιλέως ὑστάτου γενομένου ἐκ γένους ἱερατικοῦ ἔτη τυγχάνει υπγʹ, ὁπόσα αἱ ζʹ καὶ ξβʹ τοῦ Δανιὴλ προφητευό‐ μεναι συνάγουσιν ἑβδομάδες. θʹ, ιʹ. ξδʹ Ὀλυμπιάς. | |
15 | ιαʹ, ιβʹ, ιγʹ, ιδʹ. ξεʹ, Ὀλυμπιάς. ιεʹ. Ἡλίου ἔκλειψις ἐγένετο. ιϛʹ, ιζʹ, ιηʹ. | |
20 | ξϛʹ Ὀλυμπιάς. | |
274 | ιθʹ, κʹ, καʹ, κβʹ. ξζʹ Ὀλυμπιάς. κγʹ. Ἑλλάνικος ἱστοριογράφος καὶ Δημόκριτος φιλόσοφος καὶ | |
5 | Ἡράκλειτος ὁ σκοτεινὸς καὶ Ἀναξαγόρας φυσικὸς φιλόσοφος ἐγνω‐ ρίζοντο. κδʹ, κεʹ, κϛʹ. ξηʹ Ὀλυμπιάς. κζʹ, κηʹ, κθʹ, λʹ. | |
10 | ξθʹ Ὀλυμπιάς. λαʹ, λβʹ, λγʹ, λδʹ. οʹ Ὀλυμπιάς. λεʹ, λϛʹ. Δέον ἐν συντόμῳ μνημονεῦσαι καὶ τῶν προφητῶν καὶ δεῖξαι | |
15 | καὶ αὐτοὺς περὶ τοῦ κατὰ Χριστὸν μυστηρίου προειρηκότας καὶ ὅτι πάντες ἀπὸ τοῦ πρωτοπλάστου Ἀδὰμ μέχρις Ἰωάννου τοῦ βαπτιστοῦ εἰς τὴν μέλλουσαν κατάστασιν ἀφορῶσιν. | |
18t | Εἰς τὸν Ἠλίαν | |
19 | Οὗτός ἐστιν Ἠλίας ὁ πρῶτος ἀνθρώπων τοῖς ἀνθρώποις ὑπο‐ | |
275 | δείξας οὐρανοδρομεῖν, ὁ πρῶτος ἀνθρώπων ὑποδείξας ἀγγέλων καὶ ἀνθρώπων μίαν ὁδόν, ὁ τὴν γῆν λαχὼν οἰκητήριον καὶ τὸν οὐρα‐ νὸν ἀθρόον διατρέχων, ὁ θνητὸς ὑπάρχων καὶ τοῖς ἀθανάτοις ἁμιλλώμενος, ὁ χαμαὶ βαδίζων καὶ ὡς πνεῦμα μετ’ ἀγγέλων οὐ‐ | |
5 | ρανοπολῶν, ὁ διὰ τῆς μηλωτῆς τῷ μαθητῇ Ἐλισσαίῳ διπλᾶ τὰ χαρίσματα μεταδούς, ὁ μακροχρόνιος καὶ ἀγήρως ἄνθρωπος, ὁ τῷ Ἀντιχρίστῳ διατηρούμενος στρατηγός, ὁ ἀντικαθιστάμενος καὶ διελέγχων τὴν ἀπάτην καὶ τὴν ὑπερηφανίαν αὐτοῦ, ὁ πάντας ἀνθρώπους ἐκ τῆς πλάνης αὐτοῦ ἐπὶ τὸν θεὸν ἐν τῇ συντελείᾳ ἐπι‐ | |
10 | στρέφων. οὗτος ὁ τῆς δευτέρας καὶ ἐπιφανοῦς παρουσίας τοῦ δε‐ σπότου Χριστοῦ ἀξιούμενος εἶναι πρόδρομος, ὁ μετὰ διακονιῶν τοῖς ἀγγέλοις ἁμιλλώμενος. δόξα τῷ ταῦτα τοῖς ἀνθρώποις χα‐ ριζομένῳ θεῷ. Ἀμήν. | |
14t | Εἰς τὸν Ὡσηέ. Σωζόμενος | |
15 | Οὗτος Ὡσηὲ τῶν ιβʹ προφητῶν ὁ πρῶτος ἀξιωθεὶς εἰπεῖν πε‐ ρὶ τοῦ δεσπότου Χριστοῦ οὕτως, Ὅταν θλιβῶσιν, ὀρθρίσουσιν πρός με λέγοντες, Δεῦτε ἐπιστρέψωμεν πρὸς κύριον τὸν θεὸν ἡμῶν, ὅτι αὐτὸς ἥρπακεν, καὶ ἰάσεται ἡμᾶς πλήξας, μοτώσει ἡμᾶς, ὑγιάσει ἡμᾶς μετὰ δύο ἡμέρας· ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ | |
20 | ἀναστησόμεθα ἐνώπιον αὐτοῦ, καὶ γνωσόμεθα. ἐκ ταύτης τῆς | |
χρήσεως ὁ ἀπόστολος λέγει Παῦλος τοῖς Κορινθίοις, Παρέδωκα | ||
276 | γὰρ ὑμῖν ἐν πρώτοις ὃ καὶ παρέλαβον, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφάς, καὶ ὅτι ἐτάφη, καὶ ὅτι ἐγήγερται τῇ ἡμέρᾳ τῇ τρίτῃ κατὰ τὰς γραφάς. οὐκ ἔστιν ἀλλαχόθεν εὑρεῖν. ἔτι λέγει ὁ προφήτης ἁρμόζων ἐπὶ τοῦ δε‐ | |
5 | σπότου Χριστοῦ, Σάρξ μου ἐξ αὐτῶν. πάλιν λέγει, Ἐκύκλω‐ σάν με ἐν ψεύδει Ἐφραῒμ καὶ ἐν ἀσεβείᾳ οἶκος Ἰσραὴλ καὶ Ἰούδα, νῦν ἔγνω αὐτοὺς ὁ θεός, καὶ λαὸς ἅγιος κεκλήσεται τοῦ θεοῦ, ἀπὸ τῆς φυλῆς διὰ τὸν ἐξ αὐτῆς ἀναδεινύμενον κατὰ σάρκα δεσπότην Χριστὸν λαὸν ἅγιον θεοῦ ὀνομάσας τὸν Ἰούδαν. ἔτι πάλιν ὁ | |
10 | αὐτὸς προφήτης, Ἐκ χειρὸς ᾅδου ῥύσομαι αὐτούς· ποῦ ἡ δίκη σου, θάνατε; ποῦ τὸ κέντρον σου, ᾅδη; ταύτῃ τῇ χρήσει ἐχρή‐ σατο ὁ ἀπόστολος Παῦλος ἐπὶ τῆς ἀναστάσεως. Οὗτος Ὡσηὲ ἦν ἐκ Βελεμὼθ τῆς φυλῆς Ἰσσάχαρ, καὶ ἐτάφη ἐν τῇ γῇ αὐτοῦ ἐν εἰρήνῃ. | |
15t | Εἰς τὸν Ἀμώς. Στερέωσις | |
16 | Οὗτος ὁ δεύτερος Ἀμὼς καὶ αὐτὸς ἀξιωθεὶς εἰπεῖν περὶ τῆς ἐλεύσεως τοῦ δεσπότου Χριστοῦ οὕτως· Διότι ἰδοὺ ἐγὼ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα καὶ ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν Χριστὸν αὐτοῦ. ἔτι λέγει, Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀναστήσω τὴν | |
20 | σκηνὴν Δαβὶδ τὴν πεπτωκυῖαν, καὶ ἀνοικοδομήσω τὰ πεπτωκότα | |
277 | αὐτῆς καὶ ἀνοικοδομήσω αὐτήν, καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος, ὅπως ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων τὸν κύριον, καὶ πάντα τὰ ἔθνη, ἐφ’ οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπ’ αὐτούς. λέγει κύριος ὁ ποιῶν ταῦτα. ταύτης τῆς χρήσεως μέμνηται Ἰά‐ | |
5 | κωβος ὁ ἀπόστολος ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων. Ἀμὼς ἦν ἐκ Θεκουέ, καὶ Ἀμεσσίας συχνῶς αὐτὸν ἐτυμπάνι‐ σεν. τέλος ἀνεῖλεν αὐτὸν ὁ υἱὸς αὐτοῦ ῥοπάλῳ πλήξας τὸν κρόταφον, καὶ ἔτι ἐμπνέων ἦλθεν εἰς τὴν γῆν αὐτοῦ, καὶ μεθ’ ἡμέρας δύο ἀπέθανεν, καὶ ἐκεῖ ἐτάφη. | |
10t | Εἰς τὸν Μιχαίαν. Στρατηγός | |
11 | Οὗτος Μιχαίας ὁ τρίτος, ὃς ἠξιώθη καὶ αὐτὸς προειπεῖν πε‐ ρὶ τῆς ἐλεύσεως τοῦ δεσπότου Χριστοῦ, καί φησιν, Καὶ σύ, Βηθλεέμ, οἶκος τοῦ Ἐφραθά, ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα. ἐκ σοῦ μοι ἐξελεύσεται τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραήλ, | |
15 | καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ’ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος. ταύτην τὴν χρῆσιν λαβόντες οἱ ἀρχιερεῖς καὶ γραμματεῖς τῶν Ἰουδαίων, Ἡρώ‐ δου αὐτοὺς ἀπαιτοῦντος ποῦ ὁ Χριστὸς γεννᾶται, ἔφησαν, Ἐν Βηθλεέμ. ὅθεν καὶ τοὺς μάγους ἐπὶ τὴν Βηθλεὲμ τότε ἀπέστει‐ λεν. ἔτι λέγει αὐτὸς ὁ προφήτης, Αὐτὸς ἐπιστρέψῃ καὶ οἰκτει‐ | |
20 | ρήσει ἡμᾶς, καταδύσει τὰς ἁμαρτίας ἡμῶν καὶ ἀποῤῥίψει εἰς | |
τὰ βάθη τῆς θαλάσσης πάσας τὰς ἀδικίας ἡμῶν, δώσει εἰς ἀλή‐ | ||
278 | θειαν τῷ Ἰακώβ, ἔλεος τῷ Ἀβραάμ, καθότι ὤμοσε τοῖς πατρά‐ σιν ἡμῶν κατὰ τὰς ἡμέρας τὰς ἔμπροσθεν. Μιχαίας ἦν ἀπὸ Μορασθὴ ἐκ φαλῆς Ἐφραΐμ. πολλὰ ποιή‐ σας τῷ Ἀχαὰβ ὑπὸ Ἰωρὰμ τοῦ υἱοῦ αὐτοῦ ἀνῃρέθη ἐν κρημνῷ, | |
5 | ὅτι ἤλεγχεν αὐτὸν ἐπὶ ταῖς ἀσεβείαις τῶν πατέρων αὐτοῦ· καὶ ἐτά‐ φη ἐν τῇ γῇ αὐτοῦ μόνος, σύνεγγυς πολυανδρίου ἐν Ἀκείμ. | |
7t | Εἰς τὸν Ἰωήλ. Αὐθαίρετος ἰσχύς | |
8 | Οὗτος Ἰωὴλ ὁ τέταρτος καὶ αὐτὸς ἀξιωθεὶς προειπεῖν περὶ τοῦ κατὰ τὸν δεσπότην Χριστὸν μυστηρίου· φησὶ γὰρ οὕτως· | |
10 | Καὶ ἔσται μετὰ ταῦτα, ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶ‐ σαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν, καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνυπνίοις ἐνυπνιασθήσονται, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται, καὶ ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ | |
15 | πνεύματός μου, καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ. ὁ ἥλιος μεταστραφή‐ σεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἷμα, πρὶν ἐλθεῖν τὴν ἡμέραν κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ. καὶ ἔσται, πᾶς ὃς ἂν ἐπικαλέ‐ σηται τὸ ὄνομα κυρίου, σωθήσεται. | |
20 | Ταύτης τῆς χρήσεως μέμνηται ὁ μακαρίτης Πέτρος ἐν ταῖς | |
279 | Πράξεσι τῶν ἀποστόλων πληρουμένης ὅτε ἡ κάθοδος τοῦ ἁγίου πνεύματος ἐπὶ τοὺς ἀποστόλους ἐν τῇ ἡμέρᾳ τῆς πεντηκοστῆς ἐγένετο. Ἰωὴλ ἐκ γῆς ἦν τοῦ Ῥουβὴν ἀγροῦ τοῦ Βεθομορῶν, καὶ | |
5 | ἀπέθανεν ἐν εἰρήνῃ, καὶ ἐκεῖ ἐτάφη. | |
6t | Εἰς τὸν Ἀβδιοῦ. Δουλεύων κυρίῳ | |
7 | Οὗτος Ἀβδιοῦ πέμπτος φησὶ καὶ αὐτὸς ἀξιωθεὶς εἰπεῖν περὶ τοῦ κατὰ Χριστὸν μυστηρίου οὕτως· Διότι ἐγγὺς ἡμέρα κυρίου ἐπὶ πάντα τὰ ἔθνη. εἴρηται μὲν κατὰ τὸ πρόχειρον ἐπὶ τῶν | |
10 | Σκυθῶν, τουτέστιν τοῦ Γὼγ καὶ Μαγώγ· κυριώτερον δὲ ἁρμόζει ἐπὶ τοῦ δεσπότου Χριστοῦ. ἐπιφέρει γὰρ μετ’ ὀλίγα, Ἐν δὲ τῷ ὄρει Σιὼν ἔσται ἡ σωτηρία. Ἀβδιοῦ ἦν ἐκ γῆς Συχὲμ ἀγροῦ Βιθαχαράμ. οὗτος ἦν μαθητὴς Ἠλία, καὶ πολλὰ ὑπομείνας δι’ αὐτὸν περισώζεται. | |
15 | οὗτος ἦν ὁ τρίτος πεντηκόνταρχος, οὗ ἐφείσατο Ἠλίας, καὶ κα‐ τέβη πρὸς Ὀχοζίαν, καὶ μετὰ ταῦτα ἀπολιπὼν λειτουργίαν τοῦ βασιλέως προεφήτευσεν, καὶ ἀπέθανεν, ταφεὶς μετὰ τῶν πατέ‐ ρων αὐτοῦ. | |
19t | Εἰς τὸν Ἰωνᾶν | |
20t | Δέησις κυρίου, ὁ αὐτὸς βαπτιστής | |
21 | Οὗτος Ἰωνᾶς ἕκτος, ὃς οὐ διὰ λόγων ἀλλ’ ἔργῳ καὶ τύπῳ | |
280 | προεμήνυσε τὴν ἀνάστασιν τοῦ Χριστοῦ. φησὶ γὰρ ὁ κύριος. Ὥσπερ Ἰωνᾶς ἔμεινεν ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. ὥσπερ γὰρ τὸ κῆτος ἀδιάφθορον ἐξήμεσε τὸν Ἰω‐ νᾶν, οὕτω καὶ ὁ τάφος τὸν δεσπότην ἐξήμεσεν εἰς κρείττονα | |
5 | ζωήν. Ἰωνᾶς ἦν ἐκ γῆς Καριαθμαοῦς, πλησίον Ἀζώτου, πόλεως Ἑλλήνων κατὰ θάλασσαν, καὶ ἐκβρασθεὶς ἐκ τοῦ κήτους, καὶ ἀπελθὼν ἐν Νινευῇ, ἀνακάμψας οὐκ ἔμεινεν εἰς τὴν γῆν αὐτοῦ, ἀλλὰ παραλαβὼν τὴν μητέρα αὐτοῦ παρῴκησε τὴν Σούρ, χώραν | |
10 | ἀλλοφύλων ἐθνῶν. ἔλεγε γὰρ ὅτι Οὕτως ἀφελῶ τὸ ὄνειδός μου, ὅτι ἐψευσάμην προφητεύσας κατὰ Νινευῆ πόλεως τῆς μεγάλης, ἣν τότε Ἠλίας ἐλέγχων καὶ τὸν οἶκον Ἀχαάβ, καὶ καλέσας λιμὸν ἐπὶ τὴν γῆν, ἔφυγεν. καὶ ἐλθὼν ηὗρε τὴν χήραν μετὰ τοῦ υἱοῦ αὐτῆς, καὶ ἔμεινεν παρ’ αὐτοῖς· οὐ γὰρ ἠδύνατο μένειν μετὰ | |
15 | ἀπεριτμήτων· καὶ ηὐλόγησεν αὐτήν. θανόντα τὸν Ἰωνᾶν πάλιν ἤγειρεν ἐκ νεκρῶν ὁ θεὸς διὰ τοῦ Ἠλία· ἠθέλησε γὰρ δεῖξαι αὐ‐ τῷ ὅτι οὐ δύναται ἀποδρᾶσαι θεόν. καὶ ἀναστὰς Ἰωνᾶς μετὰ τὴν λιμὸν ἦλθεν ἐν γῇ Ἰούδα, καὶ ἀποθανοῦσαν τὴν μητέρα αὐ‐ τοῦ κατὰ τὴν ὁδὸν ἔθαψεν αὐτήν, ἐχόμενα τῆς Λιβάνου βαλά‐ | |
20 | νου. ἐν γῇ Σαὰρ ἀπέθανεν, καὶ ἐτάφη ἐν σπηλαίῳ Κενεζέου, | |
κριτοῦ γενομένου μιᾶς φυλῆς ἐν ἡμέραις τῆς ἀναρχίας. καὶ ἔδω‐ | ||
281 | κεν τέρας ἐπὶ Ἱερουσαλὴμ καὶ ὅλην τὴν γῆν, ὅτε ἴδωσι λίθον βο‐ ῶντα οἰκτρῶς, ἐγγίζει τὸ τέλος, καὶ ὅτε ἴδωσιν ἐν Ἱερουσαλὴμ πάντα τὰ ἔθνη, τότε ἡ πόλις ἀφανισθήσεται. | |
4t | Εἰς τὸν Ναούμ. Παράκλησις | |
5 | Οὗτος Ναοὺμ ἕβδομος ἠξιώθη καὶ αὐτὸς προειπεῖν περὶ τῆς ἀναστάσεως τοῦ δεσπότου Χριστοῦ, καὶ φησίν, Ἑόρταζε, Ἰούδα, τὰς ἑορτάς σου, ἀπόδος κυρίῳ τὰς εὐχάς σου, διότι οὐ μὴ προσ‐ θῶσιν ἔτι τοῦ διελθεῖν εἰς παλαίωσιν. συντετέλεσται, ἐξῆρται. ἀνέ‐ βη ὁ ἐμφυσῶν εἰς πρόσωπόν σου, ὁ ἐξαιρούμενός σε ἐκ θλίψεως. | |
10 | Ναοὺμ ἦν ἀπὸ Ἐλκεσεῒ πέραν τοῦ εἰς Βηταβαρὴν ἐκ φυλῆς Συμεών. οὗτος μετὰ τὸν Ἰωνᾶν τῇ Νινευῇ τέρας ἔδωκεν ὅτι ἀπὸ ὑδάτων γλυκέων καὶ πυρὸς ὑπογείου ἀπολεῖται. ὃ καὶ γέγο‐ νεν· ἡ γὰρ περιέχουσα αὐτὴν λίμνη κατέκλυσεν αὐτὴν ἐν σεισμῷ καὶ ἀπώλεσεν· καὶ πῦρ ἐκ τῆς ἐρήμου ἐπελθὸν τὸ ὑψηλότερον | |
15 | αὐτῆς ἐνέπρησεν μέρος. ἀπέθανε δὲ ἐν εἰρήνῃ, καὶ ἐτάφη ἐν τῇ γῇ αὐτοῦ. | |
17t | Εἰς τὸν Ἀμβακούμ. Περίληψις | |
18 | Οὗτος Ἀμβακοὺμ ὄγδοος καὶ αὐτὸς ἀξιωθεὶς εἰπεῖν περὶ τῆς | |
282 | ἀναστάσεως τοῦ Χριστοῦ οὕτως· Ἴδετε οἱ καταφρονηταὶ καὶ ἐπιβλέψατε καὶ θαυμάσατε καὶ ἀφανίσθητε, διότι ἐγὼ ἔργον ἐρ‐ γάζομαι ἐν ταῖς ἡμέραις ὑμῶν, ὃ οὐ μὴ πιστεύσητε, ἐάν τις ἐκ‐ διηγῆται. ταύτην τὴν χρῆσιν ἁρμοδίως ὁ Παῦλος ἐπὶ τῆς ἀνα‐ | |
5 | στάσεως τοῦ δεσπότου Χριστοῦ ἐξέλαβεν ἐν Ἀντιοχείᾳ τῆς Πι‐ σιδίας. Ἀμβακοὺμ ἦν ἐκ φυλῆς Συμεὼν ἐξ ἀγροῦ Βηθιτουχάρ. οὗ‐ τος εἶδεν πρὸ τῆς αἰχμαλωσίας περὶ τῆς ἁλώσεως Ἱερουσαλήμ, καὶ ἐπένθησεν. Ναβουχοδονόσορ ὅτε ἦλθεν εἰς Ἱερουσαλήμ, | |
10 | ἔφυγεν εἰς Ὀστρακίνην, καὶ ἦν πάροικος ἐν γῇ Ἰσμαήλ. ὡς δὲ ὑπέστρεψαν οἱ Χαλδαῖοι καὶ οἱ κατάλοιποι οἱ ὄντες εἰς Ἱερουσα‐ λὴμ καὶ κατέβησαν εἰς Αἴγυπτον, ἦν παροικῶν γῆν αὐτοῦ καὶ ἐλειτούργει θερισταῖς τοῦ ἀγροῦ αὐτοῦ. ὡς δὲ ἔλαβε τὸ ἔδεσμα, προεφήτευσε τοῖς ἰδίοις εἰπών, Πορεύομαι εἰς γῆν μακράν, καὶ | |
15 | ταχέως ἐλεύσομαι· εἰ δὲ βραδυνῶ, ἐνέγκατε τοῖς θερισταῖς. καὶ γενόμενος ἐν Βαβυλῶνι, καὶ δοὺς τὸ ἄριστον τῷ Δανιὴλ ἐπέστη τοῖς θερισταῖς ἐσθίουσι, καὶ οὐδὲν εἶπεν τῶν γενομένων. συνῆ‐ κεν δὲ ὅτι τάχιον ἐπιστρέψει ὁ λαὸς ἀπὸ Βαβυλῶνος. καὶ πρὸ δύο ἐτῶν ἀποθνήσκει τῆς ἐπιστροφῆς, καὶ ἐτάφη ἐν ἀγρῷ ἰδίῳ | |
20 | μόνος ἐν τῇ Ἰουδαίᾳ. καὶ περὶ συντελείας τοῦ ναοῦ προεῖπεν ὅτι ὑπὸ ἔθνος δυτικὸν γενήσεται. τότε τὸ ἅπλωμα, φησί, τοῦ δα‐ | |
βεὶρ καὶ τὰ ἐπίκρανα τῶν δύο στηλῶν ἀφαιρεθήσονται, καὶ οὐδεὶς | ||
283 | γνώσεται ποῦ ἔσονται. αὐτὰ δὲ ἐν τῇ ἐρήμῳ ἀπενεχθήσονται ὑπὸ ἀγγέλου, ὅπου ἐν ἀρχῇ ἐπάγη ἡ σκηνὴ τοῦ μαρτυρίου, καὶ ἐν αὐτοῖς γνωσθήσεται ἐπὶ τέλους κύριος, καὶ φωτίσει τοὺς διω‐ κομένους ὑπὸ τοῦ ὄφεως ἐν σκότει, ὡς ἐξ ἀρχῆς. | |
5t | Εἰς τὸν Σοφωνίαν. Σκοπεύων | |
6 | Οὗτος Σοφωνίας ἔνατος καὶ αὐτὸς ἀξιωθεὶς προφητεῦσαι περὶ τοῦ δεσπότου Χριστοῦ φησὶν οὕτως· Ἐπιφανήσεται κύριος ἐπ’ αὐτούς, καὶ ἐξολοθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν τῆς γῆς, καὶ προσκυνήσουσιν αὐτῷ ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ, πᾶ‐ | |
10 | σαι αἱ νῆσοι τῶν ἐθνῶν. πάλιν λέγει ὅτι Μεταστρέψω ἐπὶ λαοὺς γλῶσσαν εἰς γενεὰς αὐτῆς τοῦ ἐπικαλεῖσθαι πάντας τὸ ὄνομα κυρίου τοῦ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἕνα. ἐκ περάτων ποτα‐ μῶν Αἰθιοπίας οἴσουσι θυσίας μοι. καὶ πάλιν λέγει, Χαῖρε σφόδρα, θύγατερ Ἱερουσαλήμ, εὐφραίνου καὶ κατατέρπου ἐξ | |
15 | ὅλης τῆς καρδίας σου, θύγατερ Ἱερουσαλήμ, περιεῖλε κύριος τὰ ἀδικήματά σου, λελύτρωταί σε ἐκ χειρὸς ἐχθρῶν σου βασιλεὺς Ἰσραὴλ ὁ κύριος, ἐν μέσῳ σου οὐκ ὄψει κακὰ οὐκέτι. ἃπερ πάν‐ τα κυριώτερον ἐπὶ τοῦ δεσπότου Χριστοῦ ἁρμόζει. Σοφωνίας ἦν ἐκ φυλῆς Συμεὼν ἐξ ἀγροῦ Σαβαρθαθά. οὗ‐ | |
20 | τος προεφήτευσε περὶ τῆς πόλεως καὶ περὶ τέλους Ἰσραὴλ καὶ αἰ‐ | |
σχύνης ἀσεβῶν· καὶ θανὼν ἐτάφη ἐν ἀγρῷ αὐτοῦ. | ||
284(1t) | Εἰς τὸν Ἀγγαῖον. Ἑορτή | |
2 | Οὗτος Ἀγγαῖος δέκατος ἠξιώθη καὶ αὐτὸς προειπεῖν περὶ τοῦ δεσπότου Χριστοῦ ὡς εἰς πρόσωπον Ζοροβάβελ τὰ ἁρμό‐ ζοντα τῷ δεσπότῃ Χριστῷ λέγων, Καὶ θήσομαί σε σφραγῖδα, | |
5 | διότι σε ᾑρετισάμην, λέγει κύριος παντοκράτωρ, καθάπερ καὶ Ἰωάννης ὁ εὐαγγελιστὴς λέγει, Τοῦτον γὰρ ὁ πατὴρ ἐσφράγισεν ὁ θεός. Ἀγγαῖος νέος ἦλθεν ἐκ Βαβυλῶνος εἰς Ἱερουσαλήμ, καὶ φα‐ νερῶς περὶ τῆς ἐπιστροφῆς τοῦ λαοῦ προεφήτευσεν. καὶ εἶδεν ἐκ | |
10 | μέρους τὴν οἰκοδομὴν τοῦ ναοῦ· καὶ θανὼν ἐτάφη πλησίον τοῦ τάφου τῶν ἱερέων ἐνδόξως, ὡς αὐτοί. | |
12t | Εἰς τὸν Ζαχαρίαν. Μνήμη θεοῦ | |
13 | Οὗτος Ζαχαρίας ἑνδέκατος καὶ αὐτὸς ἀξιωθεὶς προειπεῖν περὶ τῆς ἐλεύσεως τοῦ Χριστοῦ, λέγων οὕτως· Χαῖρε σφόδρα, θύγατερ | |
15 | Σιών, κήρυσσε, θύγατερ Ἱερουσαλήμ, ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται δίκαιος καὶ σώζων, αὐτὸς πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον. ὑπερβολικῶς μὲν εἰς τὸν Ζοροβάβελ εἴρηκεν ταύτην τὴν χρῆσιν· τὴν ἔκβασιν δὲ κυρίως ἔσχεν ἐπὶ τοῦ δεσπό‐ του Χριστοῦ. ἔτι λέγει, Καὶ ἐρῶ πρὸς αὐτόν, Τί αἱ πληγαὶ αὗ‐ | |
20 | ται αἱ ἀνὰ μέσον τῶν χειρῶν σου; καὶ ἐρεῖ, Ἐπλήγην ἐν τῷ οἴ‐ | |
κῳ τῷ ἀγαπητῷ μου. καὶ μετ’ ὀλίγα πάνυ, Πατάξω τὸν ποι‐ | ||
285 | μένα, καὶ διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης. ταύτης τῆς χρήσεως μέμνηται ὁ κύριος ἐν τῷ καιρῷ τοῦ πάθους, ὅτε ἤμελλε παραδίδοσθαι, εἰς ἑαυτὸν αὐτὴν εἰρηκώς. Ζαχαρίας ἦλθεν ἀπὸ Χαλδαίων ἤδη προβεβηκώς, κἀκεῖ τῷ | |
5 | λαῷ πολλὰ προεφήτευσεν, καὶ τέρατα ἔδωκεν εἰς ἀπόδειξιν. οὗ‐ τος εἶπεν τῷ Ἰωσεδέκ, Καὶ εἰς Ἱερουσαλὴμ ἱερατεύσεις. οὗτος καὶ τὸν Σαλαθιὴλ ἐπὶ υἱῷ ηὐλόγησεν καὶ τὸ ὄνομα Ζοροβάβελ ἐπέθηκεν. καὶ ἐπὶ Κύρου τέρας ἔδωκεν εἰς νῖκος, καὶ περὶ τῆς λειτουργίας αὐτοῦ προηγόρευσεν ἣν ποιήσει ἐπὶ Ἱερουσαλήμ, καὶ | |
10 | ηὐλόγησεν αὐτὸν σφόδρα. τὰ δὲ τῆς προφητείας εἶδεν ἐν Ἱερου‐ σαλήμ, περὶ τέλους ἐθνῶν καὶ τοῦ ναοῦ καὶ ἀργίας προφητῶν καὶ ἱερέων καὶ περὶ διπλῆς κρίσεως ἐξέθετο. καὶ ἀπέθανεν ἐν γήρει μακρῷ, καὶ ἐτάφη σύνεγγυς τοῦ Ἀγγαίου. | |
14t | Εἰς τὸν Μαλαχίαν. Ἄγγελος | |
15 | Οὗτος Μαλαχίας δωδέκατος καὶ αὐτὸς προφητεύειν ἀξιωθεὶς τῶν κατὰ τὴν οἰκονομίαν τοῦ δεσπότου τοῦ Χριστοῦ. λέγει δὲ καὶ αὐτὸς οὕτως. Διότι ἀπὸ ἀνατολῶν ἕως δυσμῶν τὸ ὄνομά μου δεδό‐ ξασται ἐν τοῖς ἔθνεσιν, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνόματί μου καὶ θυσία καθαρά, διότι μέγα τὸ ὄνομά μου ἐν | |
20 | τοῖς ἔθνεσι, λέγει κύριος παντοκράτωρ. καὶ πάλιν λέγει, Ἰδοὺ | |
ἐγὼ ἐξαποστελῶ τὸν ἄγγελόν μου, καὶ ἐπιβλέψεται ὁδὸν πρὸ προσ‐ | ||
286 | ώπου σου. ταύτην δὲ τὴν χρῆσιν ὁ κύριος εἰς ἑαυτὸν ἐξέλαβεν καὶ εἰς τὸν βαπτιστὴν Ἰωάννην. ἔτι λέγει ὁ αὐτὸς προφήτης, καὶ ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις τὸ ὄνομά μου ἥλιος δικαιοσύ‐ νης καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ, καὶ ἐξελεύσεσθε καὶ σκιρ‐ | |
5 | τήσετε ὡς μοσχάρια ἐκ δεσμῶν ἀνειμένα, καὶ καταπατήσετε ἀνό‐ μους, διότι ἔσονται σποδὸς ὑποκάτω τῶν ποδῶν ὑμῶν ἐν τῇ ἡμέρᾳ ἣν ἐγὼ ποιῶ, λέγει κύριος παντοκράτωρ. καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμῖν Ἠλίαν τὸν Θεσβίτην, πρὶν ἐλθεῖν τὴν ἡμέραν κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ, καθὼς εἶπεν ὁ κύριος τοῖς Ἰου‐ | |
10 | δαίοις ὅτι καὶ ἐὰν θέλετε δέξασθαι περὶ Ἰωάννου, αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι. Μαλαχίας οὗτος μετὰ τὴν ἐπιστροφὴν τίκτεται ἐν Σοφᾷ· καὶ ἔτι πάνυ νέος ὢν καλὸν βίον ἔσχηκεν· καὶ ἐπειδὴ πᾶς ὁ λαὸς ἐτί‐ μα αὐτὸν ὡς ὅσιον καὶ πρᾷον, ἐκάλεσαν αὐτὸν Μαλαχίαν, ὃ ἑρ‐ | |
15 | μηνεύεται ἄγγελος. ἦν γὰρ καὶ τῷ εἴδει εὐπρεπής, ἀλλὰ καὶ ὅσα εἶπεν αὐτὸς ἐν προφητείᾳ, αὐτῇ τῇ ἡμέρᾳ ὀφθεὶς ἄγγελος κυρίου ἐπεδευτέρωσεν, ὡς ἐγένετο ἐν ἡμέραις ἀναρχίας, ὡς γέγραπται ἐν Σφερτελλείμ, τουτέστιν ἐν βίβλῳ Κριτῶν. καὶ ἔτι νέος ὢν προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ ἐν ἀγρῷ αὐτοῦ. | |
20 | Λοιπὸν ἐπὶ τοὺς τέσσαρας μεγάλους βαδιοῦμεν, πληρώσαν‐ | |
287 | τες σὺν θεῷ τοὺς ιβʹ. πάντες μὲν οἱ προφῆται προεφήτευον καὶ ὑπεμίμνησκον τοὺς Ἰουδαίους περὶ τῶν ἐπαγγελιῶν τοῦ θεοῦ ὧν πρὸς τοὺς πατέρας ἐποιήσατο, ὅπως πάντα τὰ ἔθνη εὐλογεῖν ὑπέσχετο ἐν τῷ σπέρματι τοῦ Ἀβραὰμ διὰ τῆς κατὰ τὸν δεσπό‐ | |
5 | την Χριστὸν οἰκονομίας, καὶ ὅπως ἐλυτρώσατο αὐτοὺς ὁ θεὸς πρώην ἐκ τῆς δουλείας τῶν Αἰγυπτίων μετὰ βραχίονος ὑψηλοῦ· καὶ δέδωκεν αὐτοῖς τὴν γῆν τῆς ἐπαγγελίας, καὶ ὅπως αἰχμάλω‐ τοι εἰς Βαβυλῶνα ὑπὸ Ναβουχοδονόσορ ἀπαχθήσονται, καὶ πά‐ λιν ἐνδόξως ἐπανήξουσι, καὶ πάλιν πείσονται κακὰ ὑπὸ Ἀντιόχου | |
10 | καὶ τῶν πέριξ ἐθνῶν, καὶ ὅπως καὶ τούτων δυνάμει θείᾳ περιγέ‐ νωνται, καὶ τότε ὁ προσδοκώμενος ἐκ τοῦ σπέρματος Ἀβραὰμ ἥξει ἐπὶ σωτηρίᾳ παντὸς τοῦ κόσμου κατὰ τὰς ἄνωθεν ἐπαγγε‐ λίας. τοῦτο τὸ ἔργον τῶν προφητῶν. τινὲς μὲν οὖν ἐξ αὐτῶν ἑαυτοῖς συνέγραψαν τὰς ἰδίας βίβλους, οἷον ὁ Δαβίδ, συνθεὶς τὴν | |
15 | βίβλον τῶν Ψαλμῶν, καὶ Δανιήλ, ἐν τῇ αἰχμαλωσίᾳ κελευσθεὶς γράψαι ἅπερ αὐτῷ δι’ ὁράσεων ἀπεκαλύφθη, ἢ καὶ ἄλλοι τινές. οἱ δὲ λοιποὶ οὐχ ἑαυτοῖς συνέγραφον, ἀλλὰ γραμματεῖς ἦσαν ἐν τῷ ἱερῷ, οἳ ἔγραφον ἑκάστου προφήτου ὡς ἐπὶ ἡμερολογίου λό‐ γον. καὶ ἡνίκα ἀπεστέλλετο ὑπὸ τοῦ θεοῦ προφήτης κηρῦξαι ἢ | |
20 | περὶ Ἱερουσαλὴμ ὅτι μέλλει αἰχμαλωτίζεσθαι ἢ περὶ Σαμαρείας ἢ περὶ ἑτέρων τόπων ἢ περὶ τῆς ἐπανόδου ἢ περὶ Ἀντιόχου ἢ πε‐ | |
ρὶ τῶν πέριξ ἐθνῶν ἢ περὶ αὐτοῦ τοῦ δεσπότου Χριστοῦ, καθ’ | ||
288 | ἣν ἡμέραν προεφήτευεν, ἔγραφον ἐν τῷ λόγῳ τοῦ προφήτου ἐκεί‐ νου ὃ ἐκήρυττεν περὶ ἑνὸς πράγματος. καὶ πάλιν μετὰ καιρόν, εἰ ἐκήρυξεν περὶ ἑτέρου πράγματος, πάλιν ἔγραφον ὑποτάσσοντες εἰς τὸν αὐτοῦ λόγον, ὡς ἀρχὴν κεφαλαίου ποιούμενοι ἐκήρυττον. | |
5 | καὶ οὕτω πᾶσαν τὴν βίβλον αὐτοῦ συνετίθεσαν. ὅθεν ἔστιν εὑ‐ ρεῖν ἐν ταῖς αὐτῶν βίβλοις κεφάλαιον ἁρμόζον εἰς τὴν αἰχμαλω‐ σίαν Βαβυλῶνος ἢ εἰς τὴν ἐπάνοδον, καὶ εὐθέως περὶ Χριστοῦ ἕτερον καὶ αὖθις περὶ τῆς αἰχμαλωσίας καὶ τῆς ἐπανόδου λέγοντα. καὶ ἁπλῶς εἰπεῖν, ἐὰν μὴ παρατετηρημένως ἀναγνῷς, συγκεχυ‐ | |
10 | μένα τὰ πάντα εὑρήσεις. οὐ μόνον δέ, ἀλλὰ καὶ αἱ βασιλεῖαι τούτῳ τῷ τρόπῳ ἐγράφησαν ἐν τῷ ἱερῷ κατὰ μέρος ἐν τῷ και‐ ρῷ τοῦ Σαοὺλ τὰ ἕως τοῦ Σαοὺλ καὶ ἐν τῷ καιρῷ τοῦ Δαβὶδ τὸ ἕως Δαβίδ. ὁμοίως καὶ τὰ ἑκάστου βασιλέως κατὰ τὸν ἴδιον καιρὸν ἐγράφοντο. ὁμοίως ἔγραφον καὶ ἐν τοῖς σκρινίοις τῶν | |
15 | βασιλέων, ἃς καλοῦμεν Παραλειπομένας. τὴν δὲ Πεντάτευ‐ χον ὁ Μωϋσῆς ἔγραψεν ἱστορίαν προγεγονότων καὶ γινομέ‐ νων καὶ ἐσομένων. Ἰησοῦς πάλιν τὴν ἰδίαν βίβλον, τοὺς Κριτὰς πάλιν ἐν τῷ ἱερῷ, ἤγουν τῇ σκηνῇ, ὁμοίως καὶ τὴν Ῥούθ. Σο‐ λομὼν πάλιν τὰ ἴδια ἔγραψεν, τάς τε Παροιμίας καὶ τὰ Ἄισμα‐ | |
20 | τα καὶ τὸν Ἐκκλησιαστήν· σοφίας γὰρ χάριν εἰληφὼς παρὰ θεοῦ, καὶ πάντα ἄνθρωπον νουθετῶν σοφῶς ἀναστρέφεσθαι ἐν τῷδε τῷ βίῳ· προφητείας γὰρ χάριν οὐκ εἰλήφει. ὅσους οὖν | |
ηὕρομεν προφήτας ἀξιωθέντας εἰπεῖν περὶ τοῦ δεσπότου Χριστοῦ | ||
289 | ἐτάξαμεν. ἔτι δὲ γράφωμεν καὶ περὶ τῶν ἄλλων τεσσάρων προ‐ φητῶν, ὅσα ἠξιώθησαν εἰπεῖν περὶ τῆς κατὰ τὸν δεσπότην Χρι‐ στὸν οἰκονομίας, ἐν ᾗ ἀφορᾷ πᾶς ὁ σκοπὸς τῆς θείας γραφῆς. προφέρωμεν τοίνυν πρῶτον τὸν μεγαλοφωνότατον Ἠσαΐαν, ὃς | |
5 | καὶ τύπῳ καὶ λόγῳ ἠξιώθη ἰδεῖν καὶ προειπεῖν περὶ τοῦ κατὰ Χριστὸν μυστηρίου. | |
7t | Εἰς τὸν Ἠσαΐαν | |
8 | Οὗτος ὁ μέγας Ἠσαΐας ὁ υἱὸς τοῦ Ἀμώς, ὃς τύπῳ μὲν εἶδεν τὰ κατὰ τὸ μυστήριον τοῦ Χριστοῦ, ὅτε εἶδεν τὸν κύριον καθή‐ | |
10 | μενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ σεραφεὶμ εἱστήκει‐ σαν κύκλῳ αὐτοῦ, ἓξ πτέρυγες τῷ ἑνὶ καὶ ἓξ πτέρυγες τῷ ἑνὶ ἑαυτὰ κατακαλύπτοντα, καὶ ἔκραζον ἕτερος πρὸς τὸν ἕτερον, Ἅγιος ἅγιος ἅγιος, κύριος σαβαώθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐ‐ τοῦ. ἐπὶ τούτοις ἀπεστάλη ἓν τῶν σεραφείμ, καὶ ἔλαβεν τῇ | |
15 | λαβίδι ἄνθρακα ἀπὸ τοῦ θυσιαστηρίου, καὶ ἥψατο τῶν χειλέων αὐτοῦ λέγων, Τοῦτο ἀφελεῖ τὰς ἁμαρτίας σου, σαφῶς διὰ τῆς ὄψεως τῆς δειχθείσης καὶ τοῦ ὕμνου καὶ τοῦ τύπου διδαχθεὶς προμηνῦσαι τὸ κατὰ Χριστὸν μυστήριον. ἔτι δὲ πάλιν καὶ λόγῳ φησὶν οὕτως· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναν‐ | |
20 | τίον τοῦ κείραντος αὐτὸν ἄφωνος. ταύτην τὴν χρῆσιν ὁ Αἰθίοψ | |
290 | εὐνοῦχος ἀναγνοὺς τὸν Φίλιππον παρεκάλει ἑρμηνευθῆναι αὐτῷ αὐτήν· ὃς τάχιστα περὶ τοῦ δεσπότου Χριστοῦ αὐτὴν ἑρμήνευ‐ σεν εἰρῆσθαι ὑπὸ τοῦ προφήτου. ἔτι πάλιν λέγει, Ἄνθρωπος ἐν πληγῇ ὢν καὶ εἰδὼς φέρειν μαλακίαν. καὶ πάλιν, Ὅτι ἀνομίαν | |
5 | οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ, καὶ κύ‐ ριος βούλεται καθαρίσαι αὐτὸν ἀπὸ τῆς πληγῆς καὶ δεῖξαι αὐτῷ φῶς. καὶ πάλιν οὕτω λέγει κύριος· Ἰδοὺ ἐγὼ ἐμβαλῶ εἰς τὰ θε‐ μέλια Σιὼν λίθον πολυτελῆ ἐκλεκτὸν ἀκρογωνιαῖον ἔντιμον εἰς τὰ θεμέλια αὐτῆς, καὶ ὁ πιστεύων ἐπ’ αὐτῷ οὐ μὴ καταισχυν‐ | |
10 | θῇ. καὶ πάλιν, Ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἡ ῥίζα τοῦ Ἰεσσαί, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσι. καὶ πάλιν, Πνεῦμα κυρίου ἐπ’ ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με. τοῦτο ἀνα‐ γνοὺς ὁ κύριος ἐν τῇ συναγωγῇ τοῖς σάββασιν εἶπεν, Ἀμὴν λέγω ὑμῖν, σήμερον ἐπληρώθη ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν. | |
15 | Ἠσαΐας ἦν ἀπὸ Ἱερουσαλήμ· θνήσκει δὲ ὑπὸ Μανασσοῦ πρισθεὶς εἰς δύο, καὶ ἐτέθη ὑποκάτω δρυὸς Ῥογήλ, ἐχόμενα τῆς διαβάσεως τῶν ὑδάτων ὧν ἀπώλεσεν Ἐζεκίας ὁ βασιλεὺς χώσας αὐ‐ τά. καὶ ὁ θεὸς τὸ σημεῖον τοῦ Σιλωὰμ ἐποίησεν διὰ τὸν προφήτην, ὅτι πρὸ τοῦ ἀποθανεῖν ὀλιγωρήσας ηὔξατο πιεῖν ὕδωρ, καὶ εὐθέως | |
20 | ἀπεστάλη αὐτῷ ἐξ αὐτοῦ· διὰ τοῦτο ἐκλήθη Σιλωάμ, ὅπερ ἑρ‐ | |
μηνεύεται ἀπεσταλμένος. καὶ ἐπὶ τοῦ Ἐζεκία πρὸ τοῦ ποιῆσαι | ||
291 | τοὺς λάκκους καὶ τὰς κολυμβήθρας ἐπὶ εὐχῇ τοῦ Ἠσαΐου μικρὸν ὕδωρ ἐξῆλθεν, ὅτι ἦν ὁ λαὸς ἐν συγκλεισμῷ ἀλλοφύλων, καὶ ἵνα μὴ διαφθαρῇ ἡ πόλις, ὡς μὴ ἔχουσα ὕδωρ. ἠρώτων γὰρ οἱ πολέμιοι πόθεν πίνουσι· καὶ χαρακώσαντες τὴν πόλιν παρεκαθέ‐ | |
5 | ζοντο τῷ Σιλωάμ. ὅταν οὖν ἤρχοντο σὺν τῷ Ἠσαΐᾳ οἱ Ἰουδαῖοι, ἐξήρχετο τὸ ὕδωρ· διὸ ἕως τῆς σήμερον αἰφνιδίως ἐξέρχεται, ἵνα δειχθῇ τὸ μέγα τοῦτο μυστήριον. καὶ ἐπειδὴ διὰ τοῦ Ἠσαΐου τοῦτο γέγονε, μνήμης χάριν καὶ ὁ λαὸς τῶν Ἰουδαίων πλησίον αὐτὸν τοῦ Σιλωὰμ ἔθαψαν ἐπιμελῶς καὶ ἐνδόξως, ἵνα διὰ τῶν | |
10 | ὁσίων αὐτοῦ προσευχῶν καὶ μετὰ θάνατον αὐτοῦ ὡσαύτως ἔχω‐ σι τὴν ἀπόλαυσιν τοῦ ὕδατος, ὅτι καὶ χρησμὸς ἐδόθη αὐτῷ περὶ αὐτοῦ τοῦ ποιῆσαι οὕτως. ἔστι δὲ ὁ τάφος ἐχόμενος τοῦ τάφου τῶν βασιλέων, ὄπισθεν τοῦ τάφου τῶν Ἰουδαίων ἐπὶ τὸ μέρος τὸ πρὸς νότον. Σολομῶν γὰρ ἐποίησε τοὺς τάφους τοῦ Δαβίδ, διαγράψας | |
15 | κατὰ ἀνατολὰς τῆς Σιών, ἥτις ἔχει εἴσοδον ἀπὸ Γαβαὼν μήκοθεν τῆς πόλεως σταδίους εἴκοσιν. ἐποίησεν δὲ ταύτην σκολιάν, σύν‐ θετον, ἀνυπονόητον· καὶ ἔστιν ἡ εἴσοδος ἕως τῆς σήμερον τοῖς πολλοῖς ἀγνοουμένη τῶν ἱερέων καὶ ὅλῳ τῷ λαῷ. ἐκεῖ εἶχεν ὁ βασιλεὺς Σολομῶν τὸ χρυσίον τὸ ἐξ Αἰθιοπίας καὶ τὰ ἀρώματα. | |
20 | καὶ ἐπειδὴ ἔδειξεν Ἐζεκίας τὸ μυστήριον Δαβὶδ καὶ Σολομῶν τοῖς | |
ἔθνεσι καὶ ἐμίανεν ὀστᾶ τῶν προπατόρων αὐτοῦ, διὰ τοῦτο ὁ θεὸς | ||
292 | ἐπηράσατο εἰς δουλείαν ἔσεσθαι τὸ σπέρμα αὐτοῦ τοῖς ἐχθροῖς αὐτοῦ, καὶ ἄκαρπον αὐτὸν καὶ ἄγονον ἐποίησεν ὁ θεὸς ἀπὸ τῆς ἡμέρας ἐκείνης. | |
4t | Εἰς τὸν Ἱερεμίαν | |
5 | Οὗτος Ἱερεμίας ἀξιωθεὶς καὶ αὐτὸς προειπεῖν περὶ τοῦ κατὰ Χριστὸν μυστηρίου, λέγων οὕτως· Καὶ ἔλαβον τὰ τριάκοντα ἀρ‐ γύρια τὴν τιμὴν τοῦ τετιμημένου, ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραήλ, καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως, καθὰ συνέταξέ μοι κύριος. ταύτης δὲ τῆς χρήσεως καὶ ὁ εὐαγγελιστὴς μέμνηται | |
10 | Ματθαῖος, πληρωθείσης ἐν καιρῷ τοῦ πάθους. πάλιν λέγει ὁ αὐτὸς προφήτης, Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ δια‐ θήσομαι τῷ οἴκῳ Ἰσραὴλ καὶ τῷ οἴκῳ Ἰούδα διαθήκην καινήν, οὐ κατὰ τὴν διαθήκην ἣν ἐποίησα τοῖς πατράσιν αὐτῶν, ἐν ᾗ ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ | |
15 | γῆς Αἰγύπτου, ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, κἀ‐ γὼ ἠμέλησα αὐτῶν, φησὶ κύριος, διδοὺς νόμους μου ἐπὶ διά‐ νοιαν αὐτῶν, καὶ ἐπὶ καρδίαν αὐτῶν ἐπιγράψω αὐτούς, καὶ ἔσομαι αὐτοῖς εἰς θεόν, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν, καὶ οὐ μὴ δι‐ δάξουσιν ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ καὶ ἕκαστος τὸν πλη‐ | |
20 | σίον αὐτοῦ, λέγων, Γνῶθι τὸν κύριον, ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν, ὅτι ἵλεως ἔσομαι ταῖς ἀδι‐ | |
κίαις αὐτῶν, καὶ τῶν ἁμαρτιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι. καὶ | ||
293 | ταύτης τῆς χρήσεως μέμνηται ὁ ἀπόστολος ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ. Ἱερεμίας ἦν ἐξ Ἀναθώθ, καὶ ἐν Τάφναις Αἰγύπτου λίθοις βληθεὶς ὑπὸ τοῦ λαοῦ ἀποθνήσκει. κεῖται δὲ ἐν τόπῳ τῆς οἰκή‐ | |
5 | σεως Φαραώ, ὅτι Αἰγύπτιοι ἐδόξασαν αὐτὸν εὐεργετηθέντες δι’ αὐτοῦ· ηὔχετο γὰρ αὐτοῖς. τῶν γὰρ ὑδάτων οἱ θῆρες, οὓς καλοῦσιν οἱ Αἰγύπτιοι μενεφώθ, Ἕλληνες δὲ κροκοδείλους, καὶ ὅσοι εἰσὶ πιστοὶ θεοῦ ἕως σήμερον εὔχονται ἐν τῷ τόπῳ ἐκείνῳ, καὶ λαμβάνοντες τοῦ χοὸς τοῦ τόπου δήγματα ἀνθρώπων θερα‐ | |
10 | πεύουσι, καὶ πολλοὶ αὐτὰ τὰ θηρία τὰ ἐν τῷ ὕδατι φυγαδεύου‐ σιν. ἡμεῖς δὲ ἠκούσαμεν ἐκ τῶν παίδων Ἀντιγόνου καὶ Πτολε‐ μαίου, γερόντων ἀνδρῶν, ὅτι Ἀλέξανδρος ὁ τῶν Μακεδόνων, ἐπιστὰς τῷ τάφῳ τοῦ προφήτου καὶ ἐπιγνοὺς τὰ εἰς αὐτὸν μυ‐ στήρια, εἰς Ἀλεξάνδρειαν μετέστησεν αὐτοῦ τὰ λείψανα, περιθεὶς | |
15 | αὐτὰ ἐνδόξως κύκλῳ, καὶ ἐκωλύθη ἐκ τῆς γῆς ἐκείνης τὸ γένος τῶν ἀσπίδων, καὶ ἐκ τοῦ ποταμοῦ ὡσαύτως, καὶ οὕτως ἐνέβαλεν τοὺς ὄφεις τοὺς λεγομένους ἀργολάους, ὅ ἐστιν ὀφιομάχους, οὓς | |
ἤνεγκεν ἐκ τοῦ Ἄργους τοῦ Πελοποννησιακοῦ, ὅθεν καὶ ἀργόλαοι | ||
294 | καλοῦνται, τουτέστιν Ἄργους δεξιοί. λαλιὰν δὲ ἔχουσιν ἡδυτάτην καὶ πανευώνυμον. Οὗτος ὁ Ἱερεμίας σημεῖον ἔδωκεν τοῖς ἱερεῦσιν Αἰγύπτου ὅτι δεῖ σεισθῆναι τὰ εἴδωλα αὐτῶν καὶ συμπεσεῖν διὰ σωτῆρος παιδὸς | |
5 | ἐκ παρθένου γενομένου, ἐν φάτνῃ δὲ κειμένου. διὸ καὶ ἕως νῦν θεοποιοῦσιν παρθένον λοχὸν καὶ βρέφος ἐν φάτνῃ τιθέντες προσ‐ κυνοῦσιν. καὶ Πτολεμαίῳ τῷ βασιλεῖ τὴν αἰτίαν πυνθανομένῳ ἔλεγον ὅτι πατροπαράδοτόν ἐστιν μυστήριον ὑπὸ ὁσίου προφήτου τοῖς πατράσιν ἡμῶν παραδοθέν. | |
10 | Οὗτος ὁ προφήτης Ἱερεμίας πρὸ τῆς ἁλώσεως τοῦ ναοῦ ἥρ‐ πασε τὴν κιβωτὸν τοῦ νόμου καὶ τὰ ἐν αὐτῇ, καὶ ἐποίησεν αὐτὰ κατατεθῆναι ἐν πέτρᾳ, καὶ εἶπεν τοῖς παρεστῶσιν, Ἀπεδήμησε κύριος ἐκ Σινᾶ εἰς οὐρανόν, καὶ πάλιν ἐλεύσεται νομοθέτης ἐκ Σιὼν ἐν δυνάμει, καὶ σημεῖον ὑμῖν ἔστω τῆς παρουσίας αὐτοῦ, | |
15 | ὅτε ξύλον πάντα τὰ ἔθνη προσκυνήσουσιν. εἶπεν δὲ ὅτι Τὴν κι‐ βωτὸν ταύτην οὐδεὶς ἐκβαλεῖ εἰ μὴ Ἀαρών, καὶ τὰς ἐν αὐτῇ πλά‐ κας οὐδεὶς ἀναπτύξει οὐκέτι ἱερέων ἢ προφητῶν, εἰ μὴ Μωϋσῆς ὁ ἐκλεκτὸς τοῦ θεοῦ. καὶ ἐν τῇ ἡμέρᾳ τῆς ἀναστάσεως πρώτη ἡ κιβωτὸς ἀναστήσεται, καὶ ἐξελεύσεται ἐκ τῆς πέτρας, καὶ τεθή‐ | |
20 | σεται ἐν ὄρει Σινᾷ. καὶ πάντες οἱ ἅγιοι πρὸς αὐτὴν συναχθή‐ | |
σονται, ἐκεῖ ἐκδεχόμενοι κύριον, τὸν ἐχθρὸν φεύγοντες, ἀνελεῖν | ||
295 | αὐτοὺς θέλοντα. ἐν τῇ πέτρᾳ ἐκείνῃ ἐσφράγισεν τῷ δακτύλῳ τὸ ὄνομα τοῦ θεοῦ, καὶ ἐγένετο ὁ τύπος ὡς γλυφὴ σιδήρου, καὶ νε‐ φέλη φωτεινὴ ἐσκέπασε τὸ ὄνομα, καὶ οὐδεὶς νοεῖ τὸν τύπον, οὐ‐ δὲ ἀναγνῶναι αὐτὸν δύναταί τις ἕως σήμερον καὶ ἕως τῆς συντε‐ | |
5 | λείας. ἔστιν δὲ ἡ πέτρα ἐν τῇ ἐρήμῳ, ὅπου πρῶτον ἡ κιβωτὸς γέγονεν μεταξὺ τῶν δύο ὀρέων, ἐν οἷς κεῖνται Μωϋσῆς καὶ Ἀα‐ ρών. καὶ ἐν νυκτὶ νεφέλη ὡς πῦρ γίνεται περὶ τὸν τόπον κατὰ τὸν τύπον τὸν ἀρχαῖον, ὅτι οὐ μὴ παύσηται ἡ δόξα τοῦ θεοῦ ἐκ τοῦ νόμου αὐτοῦ. διὰ τοῦτο ἔδωκεν ὁ θεὸς τῷ Ἱερεμίᾳ χάριν, | |
10 | ἵνα τὸ τέλος τοῦ μυστηρίου αὐτοῦ αὐτὸς ποιήσῃ, ἵνα γένηται συγκοίνωνος Μωϋσέως καὶ Ἀαρών· καὶ ὁμοῦ εἰσιν ἕως σήμερον, ἐπειδὴ καὶ ὁ Ἱερεμίας ἐστὶν ἐκ σπέρματος ἱερατικοῦ. | |
14t | Εἰς τὸν Ἰεζεκιήλ | |
15 | Οὗτος Ἰεζεκιὴλ ἐν Βαβυλῶνι προφητεύων καὶ αὐτὸς ἠξιώθη προειπεῖν περὶ τῆς κατὰ Χριστὸν οἰκονομίας, καί φησι, Καὶ ῥύ‐ σομαι αὐτοὺς ἀπὸ πασῶν τῶν ἀνομιῶν αὐτῶν, καὶ καθαριῶ αὐτούς, καὶ ἔσονταί μοι εἰς λαόν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς θεόν, καὶ ὁ δοῦλός μου Δαβὶδ ἄρχων ἐν μέσῳ αὐτῶν καὶ ποιμὴν εἷς | |
20 | ἔσται πάντων, ὅτι ἐν τοῖς προστάγμασίν μου πορεύσονται. καὶ πάλιν λέγει, Καὶ εἶπε πρός με, Τὸ ὕδωρ τοῦτο τὸ ἐκπορευόμε‐ | |
νον εἰς τὴν Γαλιλαίαν τὴν πρὸς ἀνατολάς, καὶ κατέβαινεν ἐπὶ | ||
296 | τὴν Ἀραβίαν, καὶ ἤρχετο ἐπὶ τὴν θάλασσαν ἐπὶ τὸ ὕδωρ τῆς διεκβολῆς, καὶ ὑγιάσει τὰ ὕδατα· καὶ ἔσται, πᾶσα ψυχὴ τῶν ζώων τῶν ἐκζεόντων καὶ ἐπὶ πάντα ἐφ’ ἃ ἂν ἐπέλθῃ ἐκεῖ ὁ ποτα‐ μός, ζήσεται. | |
5 | Ἰεζεκιὴλ οὗτός ἐστιν ἐξ Ἀριρὰ τῶν ἱερέων, καὶ ἀπέθανεν ἐν γῇ Χαλδαίων ἐπὶ τῆς αἰχμαλωσίας, πολλὰ προφητεύσας τοῖς ἐν τῇ Ἰουδαίᾳ. ἀπέκτεινεν δὲ αὐτὸν ὁ ἡγούμενος τοῦ λαοῦ Ἰσραὴλ ἐκεῖ, ἐλεγχόμενος ὑπ’ αὐτοῦ ἐπὶ εἰδώλων σεβάσμασι. καὶ ἔθαψεν αὐτὸν ὁ λαὸς ἐν ἀγρῷ Μαοὺρ ἐν τάφῳ Ἰωσὴφ καὶ Ἀρφαξὰδ πα‐ | |
10 | τέρων Ἀβραάμ. καὶ ἔστιν ὁ τάφος σπήλαιον διπλοῦν, ὅτι Ἀβραὰμ ἐν Χεβρῶν πρὸς τὴν ὁμοιότητα αὐτοῦ ἐποίησεν τὸν τάφον Σάῤῥας. διπλοῦν δὲ λέγεται, ὅτι εἱλικτόν ἐστι καὶ ἀπόκρυφον ἐξ ἐπιπέδου, καὶ ἔστιν ὑπερῷον ἐπὶ γῆς ἐν πέτρᾳ κρεμάμενον. Οὗτος ὁ προφήτης τέρας ἔδωκε τῷ λαῷ, ὥστε προσέχειν | |
15 | τῷ ποταμῷ Χοβάρ, ὅτε ἐκλείποι, ἐλπίζειν τὸ δρέπανον τῆς ἐρημώσεως εἰς πέρας τῆς γῆς, καὶ ὅτε πλημμυρήσει, τὴν εἰς Ἱερουσαλὴμ ἐπάνοδον. καὶ γὰρ ἐκεῖ κατῴκει ὁ ὅσιος, καὶ πολ‐ λοὶ πρὸς αὐτὸν συνήγοντο. καί ποτε πλήθους συνόντος αὐτῷ ἔδησαν οἱ Χαλδαῖοι τοὺς Ἑβραίους, μὴ ἀναταράξωσι καὶ ἐπέλ‐ | |
20 | θωσιν αὐτοῖς εἰς ἀναίρεσιν. καὶ ἐποίησεν ὁ προφήτης διαστῆ‐ ναι τὸ ὕδωρ, ἵνα ἐκφύγωσιν εἰς τὸ πέραν. οἱ δὲ κατατολμήσαν‐ | |
τες τῶν ἐχθρῶν ἐπιδιώξαντες κατεποντίσθησαν. | ||
297 | Οὗτος ὁ προφήτης διὰ προσευχῆς αὐτομάτως αὐτοῖς δαψιλῆ τροφὴν ἰχθύων παρέσχεν, καὶ πολλῶν ἐκλειπόντων ζωὴν αὐτοῖς ἐκ θεοῦ ἐλθεῖν παρεκάλεσεν. Οὗτος ἀπολλυμένου τοῦ λαοῦ σημεῖα ποιήσας ἔπαυσε τοὺς | |
5 | πολεμίους, καταπλήξας αὐτοὺς οὐρανόθεν, ὅτε ἔλεγεν ὁ Ἰσραὴλ ὅτι διαπεφωνήκαμεν, ἀπόλωλεν ἡ ἐλπὶς ἡμῶν. καὶ ἐν τέρασι τῶν ὀστέων τῶν νεκρῶν αὐτοὺς ἔπεισεν ὅτι ἐστὶν ἐλπὶς τῷ Ἰσραὴλ καὶ ὧδε καὶ ἐπὶ τοῦ μέλλοντος, οὗτος κρίνων τῷ Ἰσραὴλ ἐδεί‐ κνυεν τὰ ἐν Ἱερουσαλὴμ καὶ ἐν τῷ ναῷ γενόμενα. οὗτος ἡρπάγη | |
10 | ἐκεῖθεν, καὶ ἦλθεν εἰς Ἱερουσαλήμ, καὶ εἶπεν τὰ ἐν τῷ ναῷ γενό‐ μενα κατ’ αὐτὴν τὴν ὥραν εἰς ἔλεγχον τῶν ἀπειθούντων τῷ θεῷ. Οὗτος κατὰ τὸν Μωϋσῆν εἶδε τὸν τύπον τοῦ ναοῦ καὶ τὸ τεῖχος καὶ περίτειχος καὶ τὴν πύλην ἐν ᾗ κύριος εἰσελεύσεται καὶ ἐξελεύσεται. καὶ ἔσται ἡ πύλη κεκλεισμένη, καὶ εἰς αὐτὸν ἐλ‐ | |
15 | πιοῦσι πάντα τὰ ἔθνη. Οὗτος ἔκρινεν ἐν Βαβυλῶνι τὴν φυλὴν Δὰν καὶ τοῦ Γάδ, ὅτι ἠσέβουν πρὸς κύριον διώκοντες τοὺς τὸν νόμον φυλάσσοντας, καὶ ἐποίησεν αὐτοῖς τέρας μέγα, ὅτι οἱ ὄφεις ἀνήλισκον τὰ βρέφη αὐτῶν καὶ πάντα τὰ κτήνη αὐτῶν διὰ τὴν ἀσέβειαν αὐτῶν. καὶ | |
20 | εἴρηκεν ὅτι δι’ αὐτοὺς οὐκ ἐπιστρέψει ὁ λαὸς εἰς τὴν γῆν αὐτοῦ, | |
298 | ἀλλ’ ἐν Μηδίᾳ ἔσονται ἕως συντελείας πλάνης αὐτῶν, καὶ ἐξ αὐ‐ τῶν ἦν ὁ ἀνελὼν αὐτὸν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ. | |
3t | Εἰς τὸν Δανιήλ | |
4 | Οὗτος Δανιὴλ ἐν Βαβυλῶνι προφητεύων καὶ αὐτὸς ἀξιωθεὶς | |
5 | προειπεῖν περὶ τοῦ δεσπότου Χριστοῦ φησιν οὕτως· Καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναί σοι καὶ τοῦ οἰκο‐ δομηθῆναι Ἱερουσαλὴμ ἕως Χριστοῦ ἡγουμένου ἑβδομάδες ἑπτὰ καὶ ἑβδομάδες ἑξήκοντα δύο, καὶ τὰ ἑξῆς. καὶ πάλιν, Καὶ ἐτμή‐ θη λίθος ἄνευ χειρῶν, καὶ ἐπάταξε τὴν εἰκόνα, καὶ ἐγένετο ὁ λί‐ | |
10 | θος εἰς ὄρος μέγα, καὶ ἐπλήρωσε τὴν γῆν. καὶ πάλιν, Καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος, καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασεν, καὶ αὐτῷ ἐδόθη ἡ τιμὴ καὶ ἡ ἐξουσία καὶ τὰ λοιπὰ ὅσα ἐῤῥέθη. Δανιὴλ οὗτος ἦν ἐκ φυλῆς Ἰούδα τῶν ἐξεχόντων τῆς βασιλι‐ | |
15 | κῆς ὑπηρεσίας, ἀλλ’ ἔτι νήπιος ὢν ἤχθη ἐν τῇ αἰχμαλωσίᾳ ἐκ τῆς Ἰουδαίας εἰς γῆν Χαλδαίων. ἐγενήθη δὲ ἐν Βεθωρὼμ τῇ ἀνωτέρᾳ, καὶ ἦν ἀνὴρ σώφρων, ὥστε δοκεῖν τοὺς Ἰουδαίους εἶ‐ ναι αὐτὸν σπάδοντα. Πολλὰ ἐπένθησεν οὗτος τὸν λαὸν καὶ ἐπὶ τὴν πόλιν Ἱερου‐ | |
20 | σαλήμ, καὶ ἐν νηστείαις ἤσκησεν ἀπὸ πάσης τροφῆς ἐπιθυμητῆς, | |
299 | σπέρματα γῆς ἐσθίων. καὶ ἦν ἀνὴρ ξηρὸς καὶ σπανός, τὴν ἰδέαν ὡραῖος, ἐν χάριτι ὑψίστου. οὗτος πολλὰ ηὔξατο ὑπὲρ τοῦ Να‐ βουχοδονόσορ, παρακαλοῦντος αὐτὸν Βαλτάσαρ τοῦ υἱοῦ αὐτοῦ, ὅτι ἐγένετο θηρίον καὶ κτῆνος, ἵνα μὴ ἀπόληται. ἦν γὰρ τὰ ἔμ‐ | |
5 | προσθεν ὡς βοῦς σὺν τῇ κεφαλῇ, καὶ οἱ πόδες σὺν τοῖς ὄπισθεν λέων. ἀπεκαλύφθη δὲ τῷ ὁσίῳ περὶ τοῦ μυστηρίου τούτου ὅτι κτῆνος γέγονε διὰ τὴν ἄλογον αὐτοῦ φιληδονίαν καὶ σκληροτρα‐ χηλίαν, καὶ ὅτι ὡς βοῦς ὑποζύγιον γενήσεται τοῦ Βελιᾶ, λέων δὲ διὰ τὸ ἁρπακτικὸν καὶ τυραννικὸν καὶ θηριῶδες τοῦ τρόπου. | |
10 | ταῦτα ἔχουσιν οἱ δυνάσται ἐν νεότητι, ἐπὶ τέλει δὲ θῆρες γίνον‐ ται, ἁρπάζοντες, ὀλοθρεύοντες, πατάσσοντες, ἀναιροῦντες, τυ‐ ραννοῦντες, ἀσεβοῦντες, τὰς δὲ τούτων ἀμοιβὰς παρὰ τοῦ δι‐ καιοκρίτου θεοῦ ἀπολαμβάνοντες. ἔγνω δὲ διὰ τοῦ θεοῦ ὁ ἅγιος ὅτι ὡς βοῦς ἤσθιε χόρτον, καὶ ὅτι οὐκ ἐγένετο αὐτῷ ἀνθρωπίνης | |
15 | φύσεως τροφῆς ἐπιθυμία. διὰ τοῦτο καὶ ὁ αὐτὸς Ναβουχοδονό‐ σορ μετὰ τὴν πέψιν τῆς τροφῆς ἐν καρδίᾳ ἀνθρωπίνῃ γινόμενος ἔκλαιε καὶ ἠξίου κύριον πᾶσαν τὴν ἡμέραν καὶ νύκτα τεσσαρα‐ κοντάκις δεόμενος. δαίμων δὲ ἐπεγίνετο αὐτῷ, καὶ ἐλάνθανεν ὅτι γέγονεν ἄνθρωπος. ἤρθη δὲ ἡ γλῶσσα αὐτοῦ τοῦ μὴ λα‐ | |
20 | λεῖν, καὶ νοῶν εὐθὺς ἐδάκρυεν, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἦσαν ὡς νεκρὸν κρέας ἐν τῷ κλαίειν· πολλοὶ γὰρ ἐξιόντες ἐκ τῆς πόλεως | |
ἐθεώρουν αὐτόν. | ||
300 | Ὁ δὲ Δανιὴλ μόνος οὐκ ἤθελεν ἰδεῖν αὐτόν, ὅτι πάντα τὸν χρόνον τῆς ἀλλοιώσεως αὐτοῦ ἐν προσευχῇ ἦν περὶ αὐτοῦ. ἔλε‐ γεν γὰρ ὅτι Πάλιν ἄνθρωπος γενήσεται, καὶ τότε ὄψομαι αὐτόν. καὶ ἠπίστουν αὐτῷ. | |
5 | Ὁ Δανιὴλ οὖν τὰ ἑπτὰ ἔτη προσευχόμενος πρὸς τὸν ὕψιστον ᾔτησεν γενέσθαι οὓς εἶπεν καιρούς, προσευχόμενος πρὸς τὸν ὕψιστον ἐποίησεν γενέσθαι μῆνας ἑπτά. καὶ τὸ μυστήριον τῶν ἑπτὰ καιρῶν ἐτελέσθη ἐπ’ αὐτόν, ὅτι ἀποκαταστὰς ἐν ἑπτὰ μησίν, ὡς ἦν τὸ πρίν, τὰ ἓξ ἔτη καὶ πέντε μῆνας ὑπέπιπτεν κυρίῳ καὶ ὡμολόγει τὴν ἀσέ‐ | |
10 | βειαν αὐτοῦ καὶ πᾶσαν τὴν ἀνομίαν αὐτοῦ, καὶ μετὰ ἄφεσιν τῶν ἀνομιῶν αὐτοῦ ἀπέδωκεν αὐτῷ τὴν βασιλείαν αὐτοῦ, καὶ οὔτε ἄρτον οὔτε κρέα ἔφαγεν οὔτε οἶνον ἔπιεν, ἐξομολογούμενος κυρίῳ ὅτι Δανιὴλ προσέταξεν αὐτῷ ὀσπρίοις βρεκτοῖς καὶ χλόαις ἐξιλεώσα‐ σθαι κύριον. διὰ τοῦτο ἐκάλεσεν αὐτὸν Βαλτάσαρ, ὡς τὸν υἱὸν | |
15 | αὐτοῦ. ἠθέλησεν δὲ αὐτὸν συγκληρονόμον καταστῆσαι τῶν τέ‐ κνων αὐτοῦ. ἀλλ’ ὁ ὅσιος εἶπεν, Ἵλεώς μοι ἀφεῖναί με κληρονο‐ μίαν πατέρων μου καὶ κολληθῆναί με κληρονομίᾳ ἀπεριτμήτων. καὶ τοῖς ἄλλοις βασιλεῦσι Περσῶν πολλὰ ἐποίησεν τεράστια, ὅσα οὐκ ἐγράφησαν. οὗτος δὲ ἀπέθανεν, καὶ ἐτάφη ἐν τῷ σπηλαίῳ | |
20 | τῷ βασιλικῷ μόνος ἐνδόξως. καὶ αὐτὸς ἔδωκε τέρας ἐν ὄρεσι | |
τοῖς ὑπεράνω τῆς Βαβυλῶνος ὅτι Ὅτε καπνισθήσεται τὸ ἐκ βοῤ‐ | ||
301 | ῥα, τότε ἥξει τέλος Βαβυλῶνος· ὅτε δὲ κατ’ ἀνατολὰς ὕδωρ καθαρὸν ἐξελεύσεται, τότε ὁ θεὸς ἐπὶ γῆς φανεὶς ὡς ἄνθρωπος ἀναδέξεται πάσας τὰς ἀνομίας τοῦ κόσμου εἰς ἑαυτὸν ἐν τῷ ἀνα‐ σκολοπίζεσθαι αὐτὸν ὑπὸ τῶν ἱερέων τοῦ νόμου. καὶ εὐθὺς | |
5 | πνεύματος χάρις ἐπὶ γῆς ἐκχυθήσεται εἰς πάντα τὰ ἔθνη. ὅτε δὲ ἐν πυρὶ καίεται, τότε τέλος ἔσται πάσης τῆς γῆς. ἐὰν δὲ ἐν τῷ νότῳ ῥεύσῃ ὕδατα, ὑποστρέψει ὁ λαὸς εἰς τὴν γῆν αὐτοῦ. ἐὰν δὲ αἷμα ῥεύσῃ, φόνος ἔσται τοῦ Βελιᾶ ἐν πάσῃ τῇ γῇ. καὶ ἐκοιμήθη ἐν εἰρήνῃ ὁ ὅσιος τοῦ θεοῦ. | |
10t | Ἠλίας ὁ Θεσβίτης | |
11 | Οὗτος ἦν ἐκ γῆς Ἀράβων, φυλῆς Ἀαρών, οἰκῶν ἐν Γαλαάδ, ὅτι ἡ Θεσβὶς δῶμα ἦν τοῖς ἱερεῦσιν. οὗτος ὅταν ἔμελλεν τεχθῆναι, εἶδεν Σωβαχὰ ὁ πατὴρ αὐτοῦ ὅτι ἄγγελοι λευκοφανεῖς αὐτὸν προσηγόρευον καὶ ὅτι ἐν πυρὶ αὐτὸν ἐσπαργάνουν καὶ φλό‐ | |
15 | γα πυρὸς ἐδίδουν αὐτῷ φαγεῖν. καὶ ἐλθὼν ἀνήγγειλεν εἰς Ἱερου‐ σαλήμ, καὶ εἶπεν αὐτῷ ὁ χρησμός, Μὴ δειλιάσῃς· ἔσται γὰρ ἡ οἴκησις αὐτοῦ φῶς καὶ ὁ λόγος αὐτοῦ ἀπόφασις, καὶ κρινεῖ τὸν Ἰσραὴλ ἐν ῥομφαίᾳ καὶ πυρί. | |
19t | Εἰς τὸν Ἐλισσαῖον | |
20 | Οὗτος ὁ Ἐλισσαῖος ἦν ἐξ Ἀβελμαοὺλ γῆς τοῦ Ῥουβίν. καὶ | |
302 | ἐπὶ τούτου γέγονε τέρας ὅτι ἡνίκα ἐτέχθη, ἐν Γαλγάλοις ἡ δάμα‐ λις ἡ χρυσῆ ὀξὺ ἐβόησεν, ὥστε ἀκουσθῆναι εἰς Ἱερουσαλήμ, καὶ εἶπεν ὁ ἱερεὺς διὰ τῶν δήλων ὅτι προφήτης ἐτέχθη εἰς Ἱερουσα‐ λήμ, ὃς καθελεῖ τὰ γλυπτὰ αὐτῶν καὶ τὰ χωνευτὰ αὐτῶν. καὶ | |
5 | θανὼν ἐτάφη ἐν Σαμαρείᾳ. | |
6t | Ζαχαρίας | |
7 | Ζαχαρίας υἱὸς Ἰωδαὲ τοῦ ἱερέως. οὗτος ἦν ἐξ Ἱερουσαλήμ, καὶ ἀπέκτεινεν αὐτὸν Ἰωὰς ὁ βασιλεὺς Ἰούδα ἐχόμενα τοῦ θυσια‐ στηρίου, καὶ ἐξέχεεν τὸ αἷμα αὐτοῦ ὁ οἶκος Δαβὶδ ἀνὰ μέσον ἐπὶ | |
10 | τοῦ Ἐλάμ. καὶ λαβόντες αὐτὸν οἱ ἱερεῖς ἔθαψαν μετὰ τοῦ πα‐ τρὸς αὐτοῦ. Περσῶν εʹ Ξέρξης ὁ μέγας Δαρείου τοῦ Ὑστάσπου υἱὸς ἔτη κηʹ. ὁμοῦ ͵ελζʹ. αʹ, βʹ. | |
15 | οαʹ Ὀλυμπιάς. γʹ, δʹ. Ἀριστείδης ἐξωστρακίσθη. | |
Δεύτερος ἀρχιερεὺς Ἰάκιμος υἱὸς Ἰησοῦ ἔτη λʹ. ὁμοῦ ξβʹ. | ||
303 | εʹ, ϛʹ. οβʹ Ὀλυμπιάς. ζʹ, ηʹ, θʹ, ιʹ. ογʹ Ὀλυμπιάς. | |
5 | ιαʹ. Πίνδαρος ἐγνωρίζετο. ιβʹ. Θεμιστοκλῆς εἰς Πέρσας ἔφυγεν. ιγʹ. | |
10 | Σοφοκλῆς τραγωδοποιὸς πρῶτος ἐπεδείξατο. ιδʹ. οδʹ Ὀλυμπιάς. ιεʹ. | |
Εὐριπίδης ἐγνωρίζετο. | ||
304 | ιϛʹ. Ἔσδρας ἀρχιερεὺς παρὰ Ἰουδαίοις ἐγνωρίζετο. ιζʹ. Ἡρόδοτος ἱστοριογράφος ἐγνωρίζετο. | |
5 | ιηʹ. Βακχυλίδης ἤκμαζεν. οεʹ Ὀλυμπιάς. ιθʹ, κʹ. Σωκράτης ἐγεννήθη. | |
10 | καʹ, κβʹ. οϛʹ Ὀλυμπιάς. κγʹ, κδʹ, κεʹ, κϛʹ. οζʹ Ὀλυμπιάς. κζʹ. | |
15 | Περσῶν ϛʹ ἐβασίλευσεν Ἀρτάβανος μῆνας ζʹ. μεθ’ ὃν ζʹ Ἀρταξέρξης ὁ ἐπικληθεὶς μακρόχειρ μαʹ. ὁμοῦ ͵εοηʹ. | |
αʹ. | ||
305 | Θεμιστοκλῆς αἷμα ταύρου πιὼν τελευτᾷ. Μαρδοχαῖόν φασί τινες ἐν τοῖς χρόνοις τούτοις γεγεννῆσθαι. οὐ γὰρ ἂν ἐσιώπησε τὰς κατ’ αὐτὸν πράξεις ἡ τοῦ Ἔσδρα γρα‐ φή, ἥτις τὰ κατὰ τὸν Ἀρταξέρξην ἱστορεῖ καὶ Ἔσδραν καὶ Νεε‐ | |
5 | μίαν ἐκ Βαβυλῶνος ἀνεληλυθέναι καὶ τὰς ἐμφερομένας πράξεις αὐτῶν γεγονέναι. βʹ. οηʹ Ὀλυμπιάς. γʹ, δʹ, εʹ, ϛʹ. | |
10 | Ὁ ἥλιος ἐξέλιπεν. Τρίτος ἀρχιερεὺς Ἐλιάσιβος υἱὸς Ἰακίμου ἔτη μʹ. ὁμοῦ ρβʹ. οθʹ Ὀλυμπιάς. ζʹ, ηʹ. | |
15 | Ἔσδρας γραμματικῆς νόμων ἱερῶν διδάσκαλος ἐγνωρίζετο. θʹ, ιʹ. πʹ Ὀλυμπιάς. | |
ιαʹ. | ||
306 | Ἡρόδοτος Ἁλικαρνασσεὺς ἱστοριογράφος ἐγνωρίζετο. ιβʹ, ιγʹ. Ἐμπεδοκλῆς καὶ Παρμενίδης φυσικοὶ φιλόσοφοι ἐγνωρίζοντο. ιδʹ. | |
5 | παʹ Ὀλυμπιάς. ιεʹ. Φερεκύδης ὁ δεύτερος, ἱστοριογράφος, ἐγνωρίζετο. ιϛʹ. ιζʹ. Κατὰ τοῦτον τὸν χρόνον Νεεμίας υἱὸς Ἀχελλὶ ἐκ σπέρμα‐ | |
10 | τος Ἰσραὴλ οἰκοδομεῖ τὴν Ἱερουσαλήμ· ὢν γὰρ ἀρχιοινοχόος τοῦ βασιλέως Ἀρταξέρξου, αἰτήσας τὸν βασιλέα οἰκοδομῆσαι τὴν Ἱερουσαλήμ, ἐπιτραπεὶς παρ’ αὐτοῦ ἄνεισιν εἰς τὴν Ἰουδαίαν σὺν δυνάμει πολλῇ. τὸ δὲ τεῖχος τῆς πόλεως ἀνεγείρει καὶ πλα‐ τείας ἐν αὐτῇ κατασκευάζει κατὰ τὴν τοῦ Δανιὴλ προφητείαν, φά‐ | |
15 | σκουσαν οὕτως· Ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου, καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν τοῦ συντελεσθῆναι ἁμαρ‐ τίας καὶ σφραγίσαι ἁμαρτίας καὶ τοῦ ἀπαλεῖψαι τὰς ἀνομίας καὶ τοῦ ἐξιλάσασθαι ἀδικίας καὶ τοῦ ἀγαγεῖν δικαιοσύνην αἰώνιον καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην καὶ χρῖσαι ἅγιον ἁγίων. | |
20 | καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι καὶ | |
307 | τοῦ ἀνοικοδομηθῆναι Ἱερουσαλὴμ ἕως Χριστοῦ ἡγουμένου ἑβδο‐ μάδες ζʹ καὶ ἑβδομάδες ξβʹ, καὶ ἐπιστρέψει, καὶ οἰκοδομηθήσονται πλατεῖα καὶ τεῖχος, καὶ ἐκκενωθήσονται οἱ καιροί· καὶ μετὰ τὰς ἑβδομάδας τὰς ζʹ καὶ ξβʹ ἐξολοθρευθήσεται χρῖσμα, καὶ κρῖμα | |
5 | οὐκ ἔσται ἐν αὐτῷ. τὴν δὲ πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ, καὶ ἐκκοπήσεται ἐν κατακλυσμῷ, καὶ ἕως τέλους πολέμου συντετμημένου τάξει ἀφανισμούς, καὶ δυναμώσει διαθήκην πολλοῖς ἑβδομὰς μία, καὶ ἥμισυ τῆς ἑβδομάδος κατα‐ παύσει θυσιαστήρια καὶ θυσίας, καὶ ἕως πτερυγίου ἀπὸ ἀφανι‐ | |
10 | σμοῦ καὶ ἕως συντελείας καὶ σπονδῆς τάξει ἐπὶ ἀφανισμῷ, καὶ δυναμώσει διαθήκην πολλοῖς ἑβδομὰς μία. καὶ ἐν τῷ ἡμίσει τῆς ἑβδομάδος ἀρθήσεταί μου θυσία καὶ σπονδή, καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῶν ἐρημώσεων ἔσται καὶ ἕως συντελείας καιροῦ συντέ‐ λεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν. | |
15 | Ἐντεῦθεν οὖν Ἀφρικανὸς ἐξαριθμεῖ τὸν ἐν τῇ αὐτῇ προφη‐ τείᾳ τῶν ἑβδομήκοντα ἑβδομάδων ἀριθμόν, συντείνοντα οὐ μόνον ἐπὶ τὴν τοῦ σωτηρίου κηρύγματος παρουσίαν, ἀλλὰ γὰρ καὶ εἰς ἔτη υϙʹ, αἳ παρὰ τῷ Δανιὴλ προφητευθεῖσαι τῶν οʹ ἐτῶν ἑβδο‐ μάδες τὴν ἀρχὴν ἔλαβον. καὶ συμπληροῦνται εἰς τὸ κβʹ ἔτος | |
20 | τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, ἤγουν δʹ ἔτος σαʹ Ὀλυμπιά‐ δος, καὶ τῶν μὲν ξθʹ ἑβδομάδων πληρουμένων εἰς τὸ ιδʹ ἔτος | |
τῆς ἡγεμονίας Τιβερίου Καίσαρος καὶ πρῶτον ἔτος οβʹ Ὀλυμπιά‐ | ||
308 | δος, ἐν ᾧ ἡ παρουσία ἡ ἐπὶ τὸ βάπτισμα καὶ ἡ ἀρχὴ τοῦ σωτηρίου κηρύγματος τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. τῆς δὲ λοιπῆς μιᾶς ἑβδομάδος, ἥτις δυναμώσει διαθήκην πολ‐ λοῖς, πληρουμένης, ὡς εἴρηται, κατὰ τὸ κβʹ ἔτος τῆς Τιβερίου | |
5 | Καίσαρος μοναρχίας. τὸ δὲ ἥμισυ τῆς ἑβδομάδος, ἐν ᾧ φησιν ὁ προφήτης, Ἀρθήσεταί μου θυσία, φθάνει κατὰ τὸ ιθʹ ἔτος τῆς Τιβερίου μοναρχίας, ἤγουν τέταρτον ἔτος σβʹ Ὀλυμπιάδος, καθ’ ὃ τὸν ἑκούσιον καὶ ζωοποιὸν ὑπέμεινε σταυρὸν Χριστὸς ὁ ἀληθι‐ νὸς θεὸς ἡμῶν. | |
10 | ιηʹ. πβʹ Ὀλυμπιάς. ιθʹ, κʹ, καʹ, κβʹ. κγʹ Ὀλυμπιάς. κγʹ, κδʹ, κεʹ, κϛʹ. | |
15 | πδʹ Ὀλυμπιάς. κζʹ, κηʹ, κθʹ, λʹ. πεʹ Ὀλυμπιάς. Ἀπὸ τούτου τοῦ χρόνου ἤρξαντο οἱ Ῥωμαίων ὕπατοι χρημα‐ τίζειν καὶ διοικεῖν τὰ Ῥωμαϊκὰ πράγματα ἐπὶ ἔτη τϙδʹ, τουτέστιν | |
20 | ἕως δευτέρου ἔτους καὶ αὐτοῦ ρπγʹ Ὀλυμπιάδος, ὑπατείας Λεπί‐ | |
309 | δου καὶ Πλάγκου, ἤγουν καὶ ἐπὶ τὸ αʹ ἔτος Γαΐου Ἰουλίου Καί‐ σαρος καὶ ἕκτον Κλεοπάτρας. | |
3t | Ὀνομασίαι τῶν ἐν Ῥώμῃ ὑπάτων | |
4 | λαʹ. ὑπατεία Βρούτου καὶ Κολλατίνου. | |
5 | λβʹ. ὑπ. Πουβλικόλα καὶ Λουκρητίου. λγʹ. ὑπ. Πουβλικόλα τὸ βʹ καὶ Πουπλίου. λδʹ. ὑπ. Πουβλικόλα τὸ γʹ καὶ Λουκρητίου τὸ βʹ. πϛʹ Ὀλυμπιάς. λεʹ. ὑπ. Μενενίου καὶ Ποστουμιανοῦ. | |
10 | λϛʹ. ὑπ. Τρικόστου καὶ Βιτελλίνου. λζʹ. ὑπ. Ἀρούγκου καὶ Φλάβου. ληʹ. ὑπ. Καμερίνου καὶ Λόγγου. πζʹ Ὀλυμπιάς. | |
λθʹ. ὑπ. Ἑλούα καὶ Γεμίνου. | ||
310 | μʹ. ὑπ. Φλάβου τὸ βʹ καὶ Σιφούλου. μαʹ. ὑπ. Ἀτρατίνου καὶ Αὐγουρίνου. Περσῶν βασιλεὺς ηʹ Δαρεῖος Ξέρξου ὁ ἐπικληθεὶς νόθος ἔτη ιδʹ. ὁμοῦ ͵εϙζʹ. | |
5 | αʹ. ὑπ. Ἄλβου καὶ Κελεμοντανοῦ. πηʹ Ὀλυμπιάς. βʹ. ὑπ. Σαβίνου καὶ Πρίσκου. γʹ. ὑπ. Κελεμοντανοῦ τὸ βʹ καὶ Γεμίνου τὸ βʹ. δʹ. ὑπ. Ἀρούγκου τὸ βʹ καὶ Βιτελλίνου τὸ βʹ. | |
10 | εʹ. ὑπ. Μακρίνου καὶ Αὐγουρίνου τὸ βʹ. Τέταρτος ἀρχιερεὺς Ἰωδαὲ υἱὸς Ἐλιασίβου ἔτη ιϛʹ. ὁμοῦ ρληʹ. πθʹ Ὀλυμπιάς. ϛʹ. ὑπ. Αὐγουρίνου τὸ γʹ καὶ Ἀτρατίνου τὸ βʹ. | |
15 | Πλάτων ἐγεννήθη. ζʹ. ὑπ. Καμερίνου καὶ Φλαύου. ηʹ. ὑπ. Τούλλου καὶ Ῥούφου. Ἐπὶ τούτων τῶν ὑπάτων Ῥωμαῖοι ἄρχοντες ἐκλήθησαν. | |
θʹ. ὑπ. Ναυτίτου καὶ Ῥούφου τὸ βʹ. | ||
311 | ϙʹ Ὀλυμπιάς. ιʹ. ὑπ. Λούσκου καὶ Σαβίνου. Ἐντεῦθεν Ἀφρικανὸς ἀριθμεῖ κατὰ τὴν τοῦ Δανιὴλ προφη‐ τείαν τὸν τῶν οʹ ἑβδομάδων ἀριθμόν, συντείνοντα εἰς ἔτη υϙʹ. καὶ | |
5 | εὕροι τις αὐτὰς περαιουμένας μετὰ τὴν τοῦ Χριστοῦ ἀνάληψιν ἐπὶ τὴν ἀρχὴν Νέρωνος Ῥωμαίων αὐτοκράτορος, καθ’ ὃν ἡ πό‐ λις ἀρξαμένη πολιορκεῖσθαι δευτέρῳ ἔτει τοῦ μετ’ αὐτὸν βασι‐ λεύσαντος Οὐεσπασιανοῦ καὶ δευτέρῳ σιβʹ Ὀλυμπιάδος τὴν ἐσχά‐ την ἅλωσιν, ἤγουν αἰχμαλωσίαν, ὑπέμεινε. | |
10 | ιαʹ. ὑπ. Ῥουτιλίου καὶ Βιτελλίνου. ιβʹ. ὑπ. Φαβίου καὶ Μαλογεννησίου. ιγʹ. ὑπ. Μαμέρκου καὶ Φαβίου τὸ βʹ. ϙαʹ Ὀλυμπιάς. ιδʹ. ὑπ. Φαβίου τὸ γʹ καὶ Βολισίου. | |
15 | ιεʹ. ὑπ. Τερτύλλου καὶ Φαβίου τὸ δʹ. ιϛʹ. ὑπ. Σαβίνου καὶ Φούσου. ιζʹ. ὑπ. Κικιννάτου καὶ Φαβίου τὸ εʹ. ϙβʹ Ὀλυμπιάς. | |
ιηʹ. ὑπ. Ῥουτιλίου καὶ Φαβίου τὸ ϛʹ. | ||
312 | ιθʹ. ὑπ. Αἰμιλίου καὶ Ἑρκουλίνου. Ξέρξης ἐλθὼν εἰς τὴν Ἑλλάδα ἐξεπολέμησε τὰς Ἀθήνας ἐμ‐ πρήσας αὐτάς· καὶ τοξοβολίᾳ πληγεὶς ὑπέστρεψεν εἰς Βαβυλῶνα καὶ ἀπέθανεν. | |
5 | Περσῶν θʹ ἐβασίλευσε Σογδιανὸς ἔτη ζʹ. ὁμοῦ ͵ερδʹ. αʹ. ὑπ. Λενάτου καὶ Πουβλικίου. βʹ. ὑπ. Ῥουτιλίου τὸ βʹ καὶ Στρούκτου. ϙγʹ Ὀλυμπιάς. γʹ. ὑπ. Ναυτίου καὶ Πουβλικόλα. | |
10 | δʹ. ὑπ. Μαλλίου καὶ Φουρίου. εʹ. ὑπ. Αἰμιλίου τὸ βʹ καὶ Ἰουλίου. ϛʹ. ὑπ. Πιναρίου καὶ Φούσου. ϙδʹ Ὀλυμπιάς. ζʹ. ὑπ. Σαβίνου καὶ Καπετωλίνου. | |
15 | Περσῶν ιʹ ἐβασίλευσεν Ἀρταξέρξης ὁ μνήμων, υἱὸς Δα‐ ρείου καὶ Πυράττιδος, ἔτη μʹ. ὁμοῦ ͵ερμδʹ. αʹ. ὑπ. Αἰμιλίου τὸ γʹ καὶ Βαλερίου. βʹ. ὑπ. Κελεμοντάνου καὶ Πρίσκου. | |
Εὐριπίδης τελευτᾷ καὶ Σοφοκλῆς ἐν Ἀθήναις. | ||
313 | γʹ. ὑπ. Κελεμοντάνου τὸ βʹ καὶ Πρίσκου τὸ βʹ. ϙεʹ Ὀλυμπιάς. δʹ. ὑπ. Αἰμιλίου τὸ δʹ καὶ Βιβουλανοῦ. εʹ. ὑπ. Ῥεγιλλανοῦ καὶ Φούσκου. | |
5 | ϛʹ. ὑπ. Πρίσκου καὶ Φλάβου. ζʹ. ὑπ. Τρικεπιτίνου καὶ Βετουρίνου. ϙϛʹ Ὀλυμπιάς. ηʹ. ὑπ. Γάλλου καὶ Καμερίνου. θʹ. ὑπ. Πουβλικόλα τὸ βʹ καὶ Σαβίνου. | |
10 | ιʹ. ὑπ. Βιβουλάνου τὸ βʹ καὶ Μαλογεννησίου. Ἰσοκράτης ὁ ῥήτωρ ἐγνωρίζετο. ιαʹ. ὑπ. Ναυτίου καὶ Ἀτρατίνου. Ἀθηναῖοι ἤρξαντο στοιχείοις κδʹ χρᾶσθαι, πρότερον ιϛʹ χρώ‐ μενοι. | |
15 | ϙζʹ Ὀλυμπιάς. ιβʹ. ὑπ. Πουβλιλίου καὶ Ἱλαριανοῦ. ιγʹ. ὑπ. Μαξίμου καὶ Βεργινίου. | |
ιδʹ. ὑπ. Ῥόγου καὶ Βετουρίου. | ||
314 | ιεʹ. ὑπ. Καπετωλίνου καὶ Οὐάρου. Πέμπτος ἀρχιερεὺς Ἰανναῖος υἱὸς Ἰωδαὲ ἔτη λβʹ. ὁμοῦ ροδʹ. ϙηʹ Ὀλυμπιάς. | |
5 | ιϛʹ. ὑπ. Φήστου καὶ Κυντίλλου. ιζʹ. ὑπ. Λανάτου καὶ Καπετωλίνου τὸ βʹ. ιηʹ. ὑπ. Βαρβάτου καὶ Ποτίτου. ιθʹ. ὑπ. Ἀρμενίου καὶ Τρικόστου. ϙθʹ Ὀλυμπιάς. | |
10 | ὑπ. Μακρίνου καὶ Ἰουλίου. ὑπ. Φουρίου καὶ Καπετωλίνου τὸ γʹ. Εὔδοξος ἀστρολόγος ἐγνωρίζετο. κβʹ. ὑπ. Γενουκίου καὶ Κουρτίου. Γαλάται οἱ καὶ Κελτοὶ Ῥώμης ἐκράτησαν πλὴν τοῦ Καπε‐ | |
15 | τωλίου. κγʹ. ὑπ. Μακρίνου τὸ βʹ καὶ Καπετωλίνου τὸ γʹ. | |
Πλάτων φιλόσοφος ἤκμαζεν. | ||
315 | ρʹ Ὀλυμπιάς. κδʹ. ὑπ. Βιβουλάνου καὶ Ἑλούα. κεʹ. ὑπ. Πακέλλου καὶ Κράσσου. κϛʹ. ὑπ. Μακρίνου τὸ γʹ καὶ Λενάτου. | |
5 | κζʹ. ὑπ. Μαλλίου καὶ Καπετωλίνου τὸ εʹ. ραʹ Ὀλυμπιάς. κηʹ. ὑπ. Μακρίνου τὸ δʹ καὶ Φιδενάτου. κθʹ. ὑπ. Μαλογενησίου καὶ Κράσσου. λʹ. ὑπ. Ἰουλίου καὶ Βεργινίου. | |
10 | λαʹ. ὑπ. Καπετωλίνου τὸ ϛʹ καὶ Καμερίνου. ρβʹ Ὀλυμπιάς. λβʹ. ὑπ. Ποίνου καὶ Μελίτωνος. Καμπανῶν ἔθνος ἐν Ἰταλίᾳ συνέστη. λγʹ. ὑπ. Κράσσου καὶ Τουλλίου. | |
15 | λδʹ. ὑπ. Τρικιτίνου καὶ Φιδενάτου τὸ βʹ. λεʹ. ὑπ. Κόσσου καὶ Ποίνου τὸ βʹ. Ἰσοκράτης ὁ ῥήτωρ ἐγνωρίζετο. ργʹ Ὀλυμπιάς. | |
λϛ. ὑπ. Ἀχίλλα καὶ Μουγιλάνου. | ||
316 | λζʹ. ὑπ. Ἀτρατίνου καὶ Βιβουλάνου. Πλάτων καὶ Ξενοφῶν καὶ ἄλλοι Σωκρατικοὶ ἐγνωρίζοντο. ληʹ. ὑπ. Καπετωλίνου τὸ ζʹ καὶ Βιβουλάνου τὸ βʹ. λθʹ. ὑπ. Μουγιλάνου τὸ βʹ καὶ Ῥουτιλίου. | |
5 | ρδʹ Ὀλυμπιάς. μʹ. ὑπ. Αἰμιλίου καὶ Ῥουστικίου. Ξενοφῶν ὁ Γρύλλου καὶ Κτησίας ἐγνωρίζοντο, καὶ Σω‐ κράτης φιλόσοφος ἐν τῷ δεσμωτηρίῳ πιὼν τὸ κώνειον ἀπέθανεν, ζήσας ἔτη ϙʹ. | |
10 | ιαʹ. Περσῶν ἐβασίλευσεν Ἀρταξέρξης ὁ καὶ Ὦχος ἔτη κζʹ. ὁμοῦ ͵εροαʹ. αʹ. ὑπ. Κόσσου καὶ Μεδουλλίνου. βʹ. ὑπ. Φλάβου καὶ Καμερίνου. | |
γʹ. ὑπ. Ποτίτου καὶ Καπετωλίνου. | ||
317 | Διογένης Ἱκεσίου ὁ κυνικὸς ἐγνωρίζετο. ρεʹ Ὀλυμπιάς. δʹ. ὑπ. Γενουκίου καὶ Κουρτίου. εʹ. ὑπ. Μαμερτίνου καὶ Λατεράνου. | |
5 | Δημόκριτος τελευτᾷ ζήσας ἔτη ρʹ. ϛʹ. ὑπ. Πετίνου καὶ Γάλβα. Σκιπίων Ἀφρικανὸς Ῥωμαίων δικτάτωρ πορθήσας τὴν Καρ‐ χηδόνα Ἀφρικὴν μετωνόμασεν. ζʹ. ὑπ. Μαμερτίνου τὸ βʹ καὶ Σύλλα. | |
10 | Σεισμοῦ γενομένου ἐν Ἀχαΐᾳ Ἑλίκη καὶ Βοῦρα καὶ Πελο‐ πόννησος κατεπόθησαν, ὧν κατὰ θάλασσαν ἄχρι νῦν ἴχνη φαί‐ νονται πλεόντων ἀπὸ Κορίνθου εἰς Πάτρας ἐπὶ τὰ ἀριστερὰ μέρη. Εὔδοξος ἀστρολόγος ἐγνωρίζετο. | |
15 | Ἕκτος ἀρχιερεὺς Ἰαδδοῦς ἔτη κʹ. ὁμοῦ ρϙδʹ. ρϛʹ Ὀλυμπιάς. | |
ηʹ. ὑπ. Ἄλλου καὶ Γενουκίου. | ||
318 | θʹ. ὑπ. Στόλωνος καὶ Πετίνου. ιʹ. ὑπ. Λίβωνος καὶ Λαινάτου. ιαʹ. ὑπ. Ἀμβούστου καὶ Προκούλου. Ἰσοκράτης ὁ ῥήτωρ ἐγνωρίζετο. | |
5 | ρζʹ Ὀλυμπιάς. ιβʹ. ὑπ. Ῥουστικίου καὶ Καπετωλίνου. ιγʹ. ὑπ. Ἀμβούστου τὸ βʹ καὶ Λαινάτου. ιδʹ. ὑπ. Ποτίτου καὶ Πουβλικόλα. ιεʹ. ὑπ. Ῥουστικίου τὸ βʹ καὶ Ποίνου. | |
10 | ρηʹ Ὀλυμπιάς. ιϛʹ. ὑπ. Σκιπίωνος καὶ Λενάτου. ιζʹ. ὑπ. Καμίλλου καὶ Κράσσου. Δημοσθένης ὁ ῥήτωρ ἐγνωρίζετο. ιηʹ. ὑπ. Κορβίνου καὶ Λενάτου τὸ γʹ. | |
15 | ιθʹ. ὑπ. Βένωκος καὶ Τορκουάτου. ρθʹ Ὀλυμπιάς. | |
κʹ. ὑπ. Κορβίνου τὸ βʹ καὶ Λίβωνος. | ||
319 | καʹ. ὑπ. Βούλσωνος καὶ Καμερίνου. κβʹ. ὑπ. Ῥουτιλίου καὶ Τορκουάτου. κγʹ. ὑπ. Κορβίνου τὸ γʹ καὶ Κόσσου. ριʹ Ὀλυμπιάς. | |
5 | κδ. ὑπ. Ἄλλου καὶ Ῥουτιλίου τὸ βʹ. κεʹ. ὑπ. Βένωκος τὸ βʹ καὶ Μαμερτίνου. κϛʹ. ὑπ. Τορκουάτου τὸ γʹ καὶ Μούσωνος. Πλάτων καὶ Αἰσχίνης καὶ Σύμμαχος καὶ Ἀριστοφάνης κωμῳδοποιὸς ἐγνωρίζοντο καὶ Δημοσθένης. | |
10 | κζʹ. ὑπ. Μαμερτίνου καὶ Σίλωνος. Ἀρταξέρξης ὁ καὶ Ὦχος, βασιλεὺς Περσῶν, κατελθὼν εἰς Αἴγυπτον ἐπολιόρκησεν αὐτήν. τότε κατασοφισάμενος ὁ Νεκτε‐ ναβός, βασιλεὺς τελευταῖος Αἰγύπτου, Φαραὼ κεκλημένος, μα‐ θὼν ὅτι ἔπαυσεν ὁ θεὸς τὴν δυναστείαν τῶν Αἰγυπτίων, ξυρησά‐ | |
15 | μενος τὴν κόμην τῆς κεφαλῆς αὐτοῦ καὶ ἀλλοιώσας ἑαυτὸν ἑτέρῳ σχήματι ἔφυγεν διὰ τοῦ Πηλουσίου, καταλιπὼν τὸ ἴδιον βασί‐ λειον, καὶ εἰς τὴν Πέλλην τῆς Μακεδονίας διέτριβεν, ὅπου ἐτυ‐ ράννησε Φίλιππος ὁ Μακεδὼν βασιλεύς. Ἕβδομος ἀρχιερεὺς Ὀνείας υἱὸς Ἰάδδου ἔτη καʹ. | |
20 | ὁμοῦ ͵σιεʹ. | |
320 | ριαʹ Ὀλυμπιάς. ιβʹ ἐβασίλευσεν ἐν Περσίδι Ἀρσισόχος ἔτη δʹ. ὁμοῦ ͵εροεʹ. αʹ. ὑπ. Καμίλλου καὶ Μυνίου. βʹ. ὑπ. Φήστου καὶ Λόγγου. | |
5 | γʹ. ὑπ. Κράσσου καὶ Δουλίου. δʹ. ὑπ. Ῥηγούλου καὶ Κορβίνου. ριβʹ Ὀλυμπιάς. ιγʹ ἐβασίλευσε Δαρεῖος ὁ καὶ Ἀλέξανδρος Ἀρσάμου ἔτη ϛʹ. ὁμοῦ ͵ερπαʹ. | |
10 | αʹ. ὑπ. Ἀλβίνου καὶ Γαλβίνου. βʹ. ὑπ. Ἀλβίνου τὸ βʹ καὶ Κόσσου. γʹ. ὑπ. Ποτίτου καὶ Μαρκέλλου. δʹ. ὑπ. Κράσσου καὶ Βένωκος. ριγʹ Ὀλυμπιάς. | |
15 | εʹ. ὑπ. Μαμερτίνου τὸ βʹ καὶ Δεκιανοῦ. | |
ϛʹ. ὑπ. Βένωκος τὸ γʹ καὶ Σκιπίωνος. | ||
321 | Κατέσχεν Βαβυλῶνος Ἀλέξανδρος, καὶ ἡ Περσῶν βασιλεία κατελύθη, διαμείνασα ἔτεσι σμϛʹ ἀπὸ πρώτου ἔτους Κύρου ἕως τοῦ παρόντος ἕκτου ἔτους Δαρείου τοῦ Ἀρσάμου, ἧς βασι‐ λείας ἡ ὁμοίωσις τῆς εἰκόνος γέγονεν, ἧς αἱ χεῖρες καὶ τὸ στῆθος | |
5 | καὶ οἱ βραχίονες ἀργυροῖ. Ἀλέξανδρος ἔκτισε πόλεις ιβʹ, ὧν αἱ προσηγορίαι αὗται. Ἀλεξάνδρειαν τὴν παρὰ Πεντάπολιν, πρότερον Χεττοῦν καλουμένην, Μέμφεως οὖσαν ἐμπόριον. Ἀλεξάνδρειαν τὴν πρὸς Αἴγυπτον. | |
10 | Ἀλεξάνδρειαν τὴν πρὸς Ἅρπαν. Ἀλεξάνδρειαν τὴν Καβίωσαν. Ἀλεξάνδρειαν τὴν καὶ Σκυθίαν ἐν Αἰγαίοις. Ἀλεξάνδρειαν τὴν ἐπὶ Πώρῳ. Ἀλεξάνδρειαν τὴν περὶ Κυπρίδος ποταμόν. | |
15 | Ἀλεξάνδρειαν τὴν ἐπὶ Τρῳάδος. Ἀλεξάνδρειαν τὴν ἐπὶ Βαβυλῶνος. Ἀλεξάνδρειαν τὴν ἐπὶ Μεσασγαγές. | |
Ἀλεξάνδρειαν τὴν ἐπὶ Πέρσας. | ||
322 | Ἀλεξάνδρειαν τὴν Κάσον. Ἀλέξανδρος λβʹ ἔτος ἄγων ἀναιρεθεὶς φαρμάκῳ τελευτᾷ ἐν Βαβυλῶνι. | |
4t | Αἰγύπτου τῶν δώδεκα Λαγιδῶν βασιλεῖς | |
5 | Αἰγύπτου πρῶτος Πτολεμαῖος Λάγου καὶ Ἀρσινόης υἱὸς ἔτη μʹ. ὁμοῦ ͵εσκαʹ. αʹ. ὑπ. Λεντούλου καὶ Σίλωνος. βʹ. ὑπ. Λίβωνος καὶ Κούρσωρος. ριδʹ Ὀλυμπιάς. | |
10 | γʹ. ὑπ. Καμίλλου καὶ Βρούτου. Παπίριος Κούρσωρ ἀντιγραφεὺς κατέστη, Δροῦσος στρα‐ τηγὸς ἱππέων. Κάμιλλος ὕπατος τὸν ἴδιον υἱὸν ἐπελέκισεν παρὰ γνώμην αὐτοῦ συμβαλόντα πόλεμον καὶ νικήσαντα. | |
15 | δʹ. ὑπ. Λόγγου καὶ Κερατανοῦ. εʹ. ὑπ. Κούρσωρος τὸ βʹ καὶ Σύλλου. | |
ϛʹ. ὑπ. Γαλβίνου καὶ Βαλβίνου. | ||
323 | ριεʹ Ὀλυμπιάς. ζʹ. ὑπ. Κούρσωρος τὸ γʹ καὶ Σίλωνος. ηʹ. ὑπ. Παπιρίου καὶ Κερατανοῦ. θʹ. ὑπ. Βένωκος καὶ Φλάκκου. | |
5 | ιʹ. ὑπ. Βαρβούλου καὶ Βουβούλκου. ριϛʹ Ὀλυμπιάς. ιαʹ. ὑπ. Ῥουτιλίου καὶ Λενάτου. Ὄγδοος ἀρχιερεὺς ἐν Ἱερουσαλὴμ Ἐλεάζαρος ἔτη ιεʹ. ὁμοῦ σλʹ. | |
10 | ιβʹ. ὑπ. Κούρσωρος τὸ δʹ καὶ Λενάτου τὸ βʹ. ιγʹ. ὑπ. Σαμνήτου καὶ Λόγγου. ιδʹ. ὑπ. Κούρσωρος τὸ εʹ καὶ Βουβούλκου τὸ βʹ. ριζʹ Ὀλυμπιάς. ιεʹ. ὑπ. Μαξίμου καὶ Μούσωνος. | |
15 | ιϛʹ. ὑπ. Βουβούλκου τὸ γʹ καὶ Βαρβούλου. ιζʹ. ὑπ. Ῥούλλου καὶ Ῥουτιλίου. Ἀπὸ τούτων τῶν ὑπάτων ψηφίζονται τὰ ἔτη τῶν Συρομα‐ | |
κεδόνων, ἤγουν καὶ Ἀπαμέων, εἰς τὸ πασχάλιν. | ||
324 | Ἐπὶ τῶν προκειμένων ὑπάτων γέγονε μάγιστρος Βού‐ βουλκος. ιηʹ. ὑπ. Μούσωνος τὸ βʹ καὶ Ῥούλλου τὸ βʹ. ριηʹ Ὀλυμπιάς. | |
5 | ιθʹ. ὑπ. Ἀππίου καὶ Βιόλεντος. κʹ. ὑπ. Ῥεμούλου καὶ Ἀλβίνου. καʹ. ὑπ. Μετέλλου καὶ Μινουκίου. κβʹ. ὑπ. Σεμπρωνίου καὶ Φαβερίου. ριθʹ Ὀλυμπιάς. | |
10 | κγʹ. ὑπ. Λεντούλου καὶ Ἀβεντησίου. κδʹ. ὑπ. Δεντωνίου καὶ Αἰμιλίου. κεʹ. ὑπ. Κορβίνου καὶ Πάνσα. κϛʹ. ὑπ. Πετίτου καὶ Τορκουάτου. Ἔνατος ἀρχιερεὺς Σίμων ἔτη ιδʹ. ὁμοῦ σμʹ. | |
15 | ρκʹ Ὀλυμπιάς. κζʹ. ὑπ. Σκιπίωνος καὶ Μαξίμου. κηʹ. ὑπ. Ῥούλλου τὸ γʹ καὶ Μούσωνος τὸ γʹ. Μένανδρος ὁ κωμικὸς τελευτᾷ. | |
κθʹ. ὑπ. Κλαυδίου καὶ Βιόλεντος. | ||
325 | λʹ. ὑπ. Ῥούλλου τὸ δʹ καὶ Μούσωνος τὸ δʹ. ρκαʹ Ὀλυμπιάς. λαʹ. ὑπ. Κλαυδίου καὶ Βιόλεντος τὸ βʹ. λβʹ. ὑπ. Ῥούλλου τὸ εʹ καὶ Μούσωνος τὸ εʹ. | |
5 | λγʹ. ὑπ. Μετέλλου καὶ Ῥηγούλου. λδʹ. ὑπ. Κούρσωρος καὶ Μαξίμου. ρκβʹ Ὀλυμπιάς. λεʹ. ὑπ. Μαξίμου τὸ βʹ καὶ Γράκχου. λϛʹ. ὑπ. Μετέλλου τὸ βʹ καὶ Βούλβου. | |
10 | λζʹ. ὑπ. Μαξίμου τὸ γʹ καὶ Μούσωνος τὸ ϛʹ. ληʹ. ὑπ. Κρεμούλου καὶ Ἀλβίνου. ρκγʹ Ὀλυμπιάς. λθʹ. ὑπ. Μαρκέλλου καὶ Ῥουτιλίου. μʹ. ὑπ. Ποτίτου καὶ Πετίτου. | |
15 | Δέκατος ἀρχιερεὺς Ὀνίας Σίμωνος υἱὸς ἔτη λβʹ. ὁμοῦ σοβʹ. Αἰγύπτου δεύτερος βασιλεὺς Πτολεμαῖος ὁ Φιλάδελφος, Βερνίκης καὶ Πτολεμαίου τοῦ Σωτῆρος υἱός, ἔτη ληʹ. | |
ὁμοῦ ͵εσνθʹ. | ||
326 | αʹ. ὑπ. Λεπίδου καὶ Κεκίννα. βʹ. ὑπ. Τακίτου καὶ Δέντωνος. Πτολεμαῖος ὁ φιλάδελφος τοὺς κατ’ Αἴγυπτον αἰχμαλώ‐ τους Ἰουδαίους ὑπὸ Πτολεμαίου τοῦ πατρὸς αὐτοῦ γενομένους | |
5 | ἐλευθέρους ἀνῆκεν, ἀναθέματά τε βασιλικὰ ἐν Ἱεροσολύμοις Ὀνίᾳ Σίμωνι ἀρχιερεῖ, ἀδελφῷ Ἐλεαζάρου, διαπεμψάμενος τὰς Ἰου‐ δαίων γραφὰς ἐκ τῆς Ἑβραίων φωνῆς εἰς τὴν ἑλλάδα μεταβλη‐ θῆναι ἐσπούδασεν διὰ τῶν ἑβδομήκοντα δύο παρ’ Ἑβραίοις σο‐ φῶν, ἐν Φάρῳ τῇ νήσῳ Πρωτέως ἐν οβʹ οἴκοις αὐτοὺς ἀποκλεί‐ | |
10 | σας, καὶ ἐν ταῖς κατὰ τὴν Ἀλεξάνδρειαν κατασκευασθείσαις αὐ‐ τῷ βιβλιοθήκαις ἀ μετὰ καὶ ἄλλων πλείστων ἀπὸ ἑκάστης πόλεως φορολογήσας παντοίων βιβλίων. θεασάμενος δὲ τὰς ἀπὸ Ἱεροσολύμων κομισθείσας βίβλους χρυσοῖς γράμμασι γεγραμ‐ μένας, ἐθαύμασεν, καὶ μεταγραφῆναι ποιήσας μετέπεμψεν σὺν | |
15 | δώροις. ἑρμηνεύθησαν δὲ αἱ βίβλοι ἐν Φάρῳ τῇ νήσῳ ἐν οβʹ ἡμέραις. καὶ ἐθαυμάσθη ὅτι χωρισθέντες ἀλλήλων οἱ οβʹ καὶ ἑρμηνεύσαντες τὰς γραφὰς εἰσελθόντες παρὰ Πτολεμαίῳ πα‐ ραντέβαλον, καὶ ηὗρον ὡσαύτως ἔχειν. ὁ δὲ θεὸς ἐδοξάσθη· αἱ δὲ γραφαὶ ὄντως θεῖαι ἐγνώσθησαν, τῶν πάντων ὡσαύτως ἑρμη‐ | |
20 | νευσάντων, ὡς καὶ τὰ παρόντα ἔθνη γνῶναι ὅτι κατ’ ἐπίπνοιαν | |
327 | τοῦ θεοῦ εἰσιν ἑρμηνευθεῖσαι αἱ γραφαὶ ἐν οβʹ ἡμέραις ἐν Φάρῳ τῇ νήσῳ. ρκδʹ Ὀλυμπιάς. γʹ. ὑπ. Δολαβέλλα καὶ Μαξίμου. | |
5 | δʹ. ὑπ. Λουκίου καὶ Πάππου. εʹ. ὑπ. Βαρβούλου καὶ Φιλίππου. ϛʹ. ὑπ. Λεβίνου καὶ Κουρουγκανίου. ρκεʹ Ὀλυμπιάς. ζʹ. ὑπ. Σαβερίωνος καὶ Μούρωνος. | |
10 | ηʹ. ὑπ. Λουσκίνου καὶ Πάππου τὸ βʹ θʹ. ὑπ. Ῥουφίνου καὶ Βουβούλκου. ιʹ. ὑπ. Γοργίτου καὶ Κλεπυϊνοῦ. ρκϛʹ Ὀλυμπιάς. ιαʹ. ὑπ. Βενάκου καὶ Λεντούλου. | |
15 | ιβʹ. ὑπ. Βενάκου τὸ βʹ καὶ Μερένδου. ιγʹ. ὑπ. Λικινίου καὶ Καμβίου. Ἐπὶ τούτων τῶν ὑπάτων ἀργυροῦν νόμισμα πρώτοις ἐν Ῥώ‐ μῃ ἐκόπη. | |
ιδʹ. ὑπ. Κούρσωρος καὶ Μαξίμου. | ||
328 | ρκζʹ Ὀλυμπιάς. ιεʹ. ὑπ. Κλαυδίου καὶ Κλεψινάτου. ιϛʹ. ὑπ. Γάλλου καὶ Πίκτωρος. ιζʹ. ὑπ. Σεμπρωνίου καὶ Ῥούφου. | |
5 | ιηʹ. ὑπ. Ῥηγούλου καὶ Λίβωνος. ρκηʹ Ὀλυμπιάς. ιθʹ. ὑπ. Φαβίου Πίκτωρος καὶ Πέτα. κʹ. ὑπ. Μαξίμου καὶ Βιτούλου. καʹ. ὑπ. Θαυγάτου καὶ Φλάκκου. | |
10 | Νικομήδης Βιθυνῶν βασιλεύσας Ἀστάκειαν ἐπικτίσας Νι‐ κομήδειαν ὠνόμασεν. κβʹ. ὑπ. Μαξίμου τὸ βʹ καὶ Κράσσου. ρκθʹ Ὀλυμπιάς. κγʹ. ὑπ. Ἀλβίνου καὶ Βιτούλου. | |
15 | κδʹ. ὑπ. Φλάκκου τὸ βʹ καὶ Κράσσου τὸ βʹ. κεʹ. ὑπ. Σκιπίωνος καὶ Δουλίου. κϛʹ. ὑπ. Σκιπίωνος τὸ βʹ καὶ Φλώρου. ρλʹ Ὀλυμπιάς. | |
κζʹ. ὑπ. Κατακένου καὶ Πατερκύλου. | ||
329 | κηʹ. ὑπ. Ῥηγούλου καὶ Βλέσου. κθʹ. ὑπ. Βούλσωνος καὶ Δεκίου. λʹ. ὑπ. Πετίνου καὶ Παύλου. ρλαʹ Ὀλυμπιάς. | |
5 | λαʹ. ὑπ. Σκιπίωνος καὶ Κατακίωνος. λβʹ. ὑπ. Καπίτωνος καὶ Βλέσου τὸ βʹ. Ἰουδαίων ιαʹ ἀρχιερεὺς Μανασσῆς ἔτη κϛʹ. ὁμοῦ ςϙηʹ. λγʹ. ὑπ. Κόττα καὶ Γεμίνου. λδʹ. ὑπ. Μετέλλου καὶ Πάππου. | |
10 | ρλβʹ Ὀλυμπιάς. λεʹ. ὑπ. Ῥηγούλου τὸ βʹ καὶ Βούλσωνος. λϛʹ. ὑπ. Πούλχρου καὶ Πούλχρου. λζʹ. ὑπ. Κόττα τὸ βʹ καὶ Γεμίνου τὸ βʹ. ληʹ. ὑπ. Μετέλλου τὸ βʹ καὶ Βουτέωνος. | |
15 | Αἰγύπτου γʹ Πτολεμαῖος Εὐεργέτης ὁ καὶ Τρύφων ἔτη κϛʹ. ὁμοῦ ͵εσπεʹ. ρλγʹ Ὀλυμπιάς. | |
αʹ. ὑπ. Κράσσου καὶ Λικινίου. | ||
330 | βʹ. ὑπ. Βουτέωνος τὸ βʹ καὶ Βούλβου. γʹ. ὑπ. Τορκουάτου καὶ Βλέσου. δʹ. ὑπ. Φουνδούλου καὶ Γάλλου. ρλδʹ Ὀλυμπιάς. | |
5 | εʹ. ὑπ. Κατούλου καὶ Ἀλβίνου. Σέλευκος Καλλίνικος ἐν Μεσοποταμίᾳ Καλλίνικον πόλιν κτίζει. ϛʹ. ὑπ. Τορκουάτου καὶ Κάτωνος. ζʹ. ὑπ. Κέντωνος καὶ Τουδινάτου. | |
10 | ηʹ. ὑπ. Τογκίνου καὶ Φάλκωνος. ρλεʹ Ὀλυμπιάς. θʹ. ὑπ. Γράκχου καὶ Φλάκκου. ιʹ. ὑπ. Κλαυδίου καὶ Οὐάρου. ιαʹ. ὑπ. Τορκουάτου τὸ βʹ καὶ Βούλβου. | |
15 | ιβʹ. ὑπ. Ἀλβίνου τὸ βʹ καὶ Ῥόγου. ρλϛʹ Ὀλυμπιάς. ιγʹ. ὑπ. Μαξίμου καὶ Μάλχωνος. ιδʹ. ὑπ. Λεπίδου καὶ Βαλβούλου. | |
ιεʹ. ὑπ. Μάτωνος καὶ Μάσωνος. | ||
331 | ιϛʹ. ὑπ. Βαλλιόλου καὶ Πέρου. ρλζʹ Ὀλυμπιάς. ιζʹ. ὑπ. Ἀλβίνου τὸ γʹ καὶ Κεντουμάλου. ιηʹ. ὑπ. Γούργα καὶ Μαξίμου. | |
5 | ιθʹ. ὑπ. Φλάκκου καὶ Ῥηγούλου. κʹ. ὑπ. Μαξίμου καὶ Ἀρουστίου. ιβʹ ἀρχιερεὺς ἐν Ἱερουσαλὴμ Σίμων ἔτη κβʹ. ὁμοῦ τκʹ. Κατὰ τοῦτον Ἰησοῦς ὁ τοῦ Σιρὰχ τὴν καλουμένην Πανά‐ ρετον σοφίαν συντάξας αὐτοῦ τοῦ Σίμωνος ἐμνημόνευσεν. | |
10 | Ἐπὶ τῶν προκειμένων ὑπάτων ἡ πρώτη τῶν Μακκαβαίων ἐτελεῖτο. ρληʹ Ὀλυμπιάς. καʹ. ὑπ. Πάππου καὶ Ῥηγούλου τὸ βʹ. κβʹ. ὑπ. Τορκουάτου καὶ Πάππου τὸ βʹ. | |
15 | Αἱ παρθένοι ἐν Ῥώμῃ ἁλοῦσαι κατωρύγησαν. Καρία καὶ Ῥόδος ἐσείσθη, ὡς καὶ τὸν κολοσσὸν ἐν Ῥόδῳ πεσεῖν. | |
Ἡ δευτέρα τῶν Μακκαβαίων βίβλος ἤρξατο συγγράφεσθαι. | ||
332 | κγʹ. ὑπ. Φλαμινίνου καὶ Φίλου. Ἐρατοσθένης ἐγνωρίζετο. κδʹ. ὑπ. Σκιπίωνος καὶ Μαρκέλλου. ρλθʹ Ὀλυμπιάς. | |
5 | κεʹ. ὑπ. Σκιπίωνος τὸ βʹ καὶ Ῥούφου. Ἀρχιμήδης μηχανικὸς ἐγνωρίζετο. κϛʹ. ὑπ. Κατούλου καὶ Φίλωνος. Αἰγύπτου δʹ Πτολεμαῖος Φιλοπάτωρ ὁ καὶ Γάλλος, Πτο‐ λεμαίου Εὐεργέτου τοῦ καὶ Τρύφωνος υἱός, ἔτη ιζʹ. ὁμοῦ ͵ετβʹ. | |
10 | αʹ. ὑπ. Παύλου καὶ Σαλινάτωρος. Ἰουδαίων ληφθέντων ἀπὸ τούτου τοῦ Πτολεμαίου, καὶ τεσσαράκοντα ὁπλίτας ἀποβαλομένων, καὶ αἰχμαλώτων ἀχθέν‐ των ἐν Ἱερουσαλήμ, ἐκ προστάξεως αὐτοῦ Πτολεμαίου ἐλέφαν‐ τας πεντακοσίους, οὓς εἶχον ἐπιτηδείους, οἰνολιβάνῳ ἐπὶ τρεῖς | |
15 | ἡμέρας ἐπότισαν, ὅπως ἅπαντας τοὺς Ἰουδαίους κοινῇ μοίρᾳ ἀπολέσωσιν. ἐλθούσης δὲ τῆς τετάρτης ἡμέρας, καὶ προσευξα‐ μένων αὐτῶν, οἱ ἐλέφαντες εἰς τοὺς ἰδίους ἐνόπλους στρατιώτας τε καὶ δήμους ἐμπηδήσαντες πολυτελέστατον αὐτῶν ὄχλον ἐν τῇ περιεχούσῃ αὐτοὺς μανίᾳ ἀπώλεσαν, καὶ οὕτω διασωθέντες | |
20 | οἱ Ἰουδαῖοι μετ’ εὐχαριστίας ἐπανῆλθον εἰς τὰ ἴδια. | |
333 | βʹ. ὑπ. Σκιπίωνος τὸ γʹ καὶ Λόγγου. ρμʹ Ὀλυμπιάς. γʹ. ὑπ. Γεμίνου καὶ Φλαμινίνου. δʹ. ὑπ. Παύλου τὸ βʹ καὶ Βάῤῥωνος. | |
5 | εʹ. ὑπ. Φαβίου Μαξίμου καὶ Γράκχου. ϛʹ. ὑπ. Φαβίου Μαξίμου τὸ βʹ καὶ Μαρκέλλου τὸ βʹ. ρμαʹ Ὀλυμπιάς. ζʹ. ὑπ. Μαξίμου καὶ Γράκχου τὸ βʹ. ηʹ. ὑπ. Πούλχρου καὶ Φλάκκου. | |
10 | θʹ. ὑπ. Γάλβα καὶ Κεντουμάλου. Εἴδωλον τῆς Ῥέας μητρὸς θεῶν ἀπὸ Φρυγίας ἐν Ῥώμῃ ἀπηνέχθη. ιʹ. ὑπ. Λεβίνου καὶ Μαρκέλλου τὸ γʹ. ρμβʹ. Ὀλυμπιάς. | |
15 | ιαʹ. ὑπ. Φαβίου καὶ Φλάκκου τὸ βʹ. ιβʹ. ὑπ. Μαρκέλλου τὸ δʹ καὶ Κρισπίνου. ιγʹ. ὑπ. Νέρωνος καὶ Σαλινάτωρος. | |
ιδʹ. ὑπ. Μετέλλου καὶ Φίλωνος. | ||
334 | ρυγʹ Ὀλυμπιάς. ιεʹ. ὑπ. Σκιπίωνος καὶ Κράσσου. ιϛʹ. ὑπ. Κεθήγου καὶ Τουδινάτου. ιγʹ ἀρχιερεὺς ἐν Ἱερουσαλὴμ Ὀνείας ἕτερος ἔτη κδʹ. | |
5 | ὁμοῦ τμδʹ. ιζʹ. ὑπ. Σκιπίωνος τὸ βʹ καὶ Σερβιλίου. Αἰγύπτου εʹ Πτολεμαῖος Ἐπιφανής, Πτολεμαίου τοῦ Φι‐ λοπάτορος τοῦ καὶ Γάλλου υἱός, ἔτη κδʹ. ὁμοῦ ͵ετκϛʹ. αʹ. ὑπ. Νέρωνος τὸ βʹ καὶ Σερβιλίου τὸ βʹ. | |
10 | ρμδʹ Ὀλυμπιάς. βʹ. ὑπ. Λεντούλου καὶ Πέτου. γʹ. ὑπ. Γάλβα τὸ βʹ καὶ Κόττα. δʹ. ὑπ. Λεντούλου τὸ βʹ καὶ Ταππούλου. εʹ. ὑπ. Φλαμινίνου καὶ Πέτου τὸ βʹ. | |
15 | ρμεʹ Ὀλυμπιάς. ϛʹ. ὑπ. Κεθήγου τὸ βʹ καὶ Ῥούφου. ζʹ. ὑπ. Πορφυρίου καὶ Μαρκέλλου. Ἀντίοχος βασιλεὺς Συρίας φιλωθεὶς Πτολεμαίῳ τῷ Ἐπι‐ | |
φανεῖ σπονδὰς πρὸς αὐτὸν ἐποιήσατο καὶ Κλεοπάτραν τὴν | ||
335 | αὐτοῦ θυγατέρα ἐκδίδωσι τῷ Πτολεμαίῳ εἰς γυναῖκα, παραχω‐ ρήσας αὐτῷ φερνῆς ὀνόματι Συρίαν καὶ Φοινίκην καὶ Σαμάρειαν καὶ Ἰουδαίαν. ηʹ. ὑπ. Φήστου καὶ Φλάκκου. | |
5 | θʹ. ὑπ. Σκιπίωνος τὸ γʹ καὶ Λόγγου. ρμϛʹ Ὀλυμπιάς. ιʹ. ὑπ. Μερούλου καὶ Ἕρμου. ιαʹ. ὑπ. Φλαμινίνου τὸ βʹ καὶ Ἀενοβάρβου. ιβʹ. ὑπ. Γλαβρίωνος καὶ Νασίκου. | |
10 | ιγʹ. ὑπ. Σκιπίωνος τὸ δʹ καὶ Λελίου. ρμζʹ Ὀλυμπιάς. ιδʹ. ὑπ. Βούλσωνος καὶ Νοβιλιόρου. ιεʹ. ὑπ. Σαλινάτωρος καὶ Μεσσάλα. ιϛʹ. ὑπ. Λεπίδου καὶ Φλαμινίου. | |
15 | ιζʹ. ὑπ. Ἀλβίνου καὶ Φιλίππου. ρμηʹ Ὀλυμπιάς. ιηʹ. ὑπ. Πούλχρου καὶ Τουδινάτου. ιθʹ. ὑπ. Πούλχρου τὸ βʹ καὶ Λικινίου. | |
κʹ. ὑπ. Λαβέμου καὶ Μαρκέλλου. | ||
336 | καʹ. ὑπ. Παμφίλου καὶ Παύλου. Σίμων τις προστάτης τοῦ ἐν Ἱεροσολύμοις ἱεροῦ ἀντιπο‐ λιτευσάμενος Ὀνείᾳ τῷ ἀρχιερεῖ, καὶ κατὰ πάντα τρόπον διαβα‐ λὼν τὸ τῶν Ἰουδαίων ἔθνος τῷ βασιλεῖ Σελεύκῳ τῷ Νικάτορι, | |
5 | καὶ οὐκ ἰσχύσας αὐτὸν κακῶσαι, φυγὰς γενόμενος τὴν πατρίδα αὐτῶν παραδοῦναι ἐβουλεύσατο· καὶ ἐλθὼν πρὸς Ἀπολλώνιον τὸν Συρίας καὶ Φοινίκης καὶ Κιλικίας στρατηγὸν ὑπισχνεῖται χρήματα, φάσκων αὐτῷ τὰ ἐν Ἱεροσολύμοις γαζοφυλάκια πολ‐ λῶν χρημάτων ἰδιωτικῶν πεπληρῶσθαι, καὶ μὴ προσήκειν αὐτὰ | |
10 | τῷ ἱερῷ, ἀλλὰ τῷ βασιλεῖ. Ὁ δὲ Ἀπολλώνιος ἀνήγαγεν ταῦτα τῷ βασιλεῖ Σελεύκῳ, καὶ λαβὼν τὴν ἐξουσίαν παρὰ τοῦ βασιλέως ὁ Ἀπολλώνιος ἔρχε‐ ται εἰς Ἱερουσαλὴμ μετὰ τοῦ Σίμωνος καὶ στρατοῦ βαρυτάτου. τοῦ δὲ λαοῦ καὶ τῶν ἱερέων τοῦ ἱεροῦ ἀντιλεγόντων, μετ’ ἀπειλῶν | |
15 | ὁ Ἀπολλώνιος εἰσῄει εἰς τὸ ἱερόν. ἱκετεύσαντος δὲ τοῦ λαοῦ τὸν θεὸν ὑπερασπίσαι τοῦ ἱεροῦ, ἐξαίφνης οὐρανόθεν ἔφιπποι προ‐ φανέντες ἄγγελοι κατέπληξαν τὸν Ἀπολλώνιον, καὶ ἔπεσεν ἡμι‐ θανὴς χάμαι ἐπὶ τὸν πάμφυλον τοῦ ἱεροῦ περίβολον, καὶ ἐκτεί‐ νας τὰς χεῖρας αὐτοῦ ἱκέτευεν τὸν λαὸν ὑπὲρ αὐτοῦ εὔξασθαι καὶ | |
20 | δεηθῆναι τοῦ θεοῦ. πεισθεὶς δὲ τοῖς λόγοις αὐτοῦ Ὀνείας ὁ ἀρ‐ | |
337 | χιερεύς, ἵνα μὴ μάλιστα νομίσῃ ὁ Σέλευκος ἀπὸ ἀνθρωπίνης ἐπι‐ βουλῆς τεθνάναι τὸν Ἀπολλώνιον, ηὔξατο περὶ αὐτοῦ πρὸς τὸν θεόν. καὶ διασωθεὶς ὁ αὐτὸς Ἀπολλώνιος ἦλθεν πρὸς τὸν βασι‐ λέα Σέλευκον, δηλώσων τὰ συμβάντα αὐτῷ. | |
5 | ρμθʹ Ὀλυμπιάς. κβʹ. ὑπ. Κεθήγου καὶ Παμφίλου τὸ βʹ. κγʹ. ὑπ. Ἀλβίνου καὶ Πίσωνος. ιδʹ ἀρχιερεὺς Ἰησοῦς ἔτη ιϛʹ. ὁμοῦ τξʹ. κδʹ. ὑπ. Ἀκινδύνου καὶ Φλάκκου. | |
10 | Αἰγύπτου ϛʹ ἐβασίλευσεν Πτολεμαῖος Φιλομήτωρ Πτολε‐ μαίου τοῦ Ἐπιφανοῦς υἱὸς ἔτη λεʹ. ὁμοῦ ͵ετξαʹ. αʹ. ὑπ. Βρούτου καὶ Βούλσωνος. ρνʹ Ὀλυμπιάς. βʹ. ὑπ. Πούλχρου καὶ Γράκχου. | |
15 | γʹ. ὑπ. Σκιπίωνος καὶ Πετίνου. δʹ. ὑπ. Λεπίδου καὶ Σκεβόλου. Ἀριστόβουλος Ἰουδαῖος περιπατητικὸς φιλόσοφος ἐγνωρί‐ ζετο, ὃς Πτολεμαίῳ τῷ Φιλομήτορι ἐξηγήσεις τῆς Μωϋσέως γρα‐ φῆς ἀνέθηκεν. | |
20 | εʹ. ὑπ. Ἀλβίνου καὶ Βενάτου. | |
338 | ρναʹ Ὀλυμπιάς. ϛʹ. ὑπ. Λενάτου καὶ Αἰμιλίου. ζʹ. ὑπ. Κράσσου καὶ Λόγγου. ηʹ. ὑπ. Μακρίνου καὶ Σεῤῥάνου. | |
5 | θʹ ὑπ. Φιλίππου καὶ Πίσωνος. ρνβʹ Ὀλυμπιάς. ιʹ. ὑπ. Παύλου καὶ Κράσσου. ιαʹ. ὑπ. Πέτου καὶ Πέννου. ιβʹ. ὑπ. Γάλλου καὶ Κλαυδίου. | |
10 | ιγʹ. ὑπ. Τορκουάτου καὶ Ὀκταβίου. ρνγʹ Ὀλυμπιάς. ιδʹ. ὑπ. Τορκουάτου τὸ βʹ καὶ Λογγίνου. ιεʹ. ὑπ. Γράκχου καὶ Ταλίνου. Ἀρχιερεὺς ἐν Ἱερουσαλὴμ ιεʹ Ὀνείας ὁ καὶ Μενέλαος ἔτη ζʹ. | |
15 | ὁμοῦ τξζʹ. ιϛʹ. ὑπ. Σκιπίωνος Νασίκα καὶ Φιγούλου. ιζʹ. ὑπ. Μεσσαλᾶ καὶ Κάρβωνος. ρνδʹ Ὀλυμπιάς. | |
ιηʹ. ὑπ. Γάλλου καὶ Κεθήγου. | ||
339 | ιθʹ. ὑπ. Δολαβέλλα καὶ Φουλβίου. κʹ. ὑπ. Λεπίδου καὶ Λενάτου. Ἰουδαίων ἡγεῖται πρῶτος Ἰούδας ὁ καὶ Μακκαβαῖος, Ματ‐ θίου παῖς, τρίτῳ ἔτει ρνδʹ Ὀλυμπιάδος. | |
5 | Ὀνείου τοῦ καὶ Μενελάου, ἀρχιερέως Ἰουδαίων, τοῦ καὶ τὸ ἔθνος προδεδωκότος Ἀντιόχῳ τῷ Ἐπιφανεῖ, ἀναιρεθέντος ὑπὸ Ἀντιόχου τοῦ Εὐπάτορος, Ἄλκιμος, οὐκ ὢν ἐκ γένους ἱερατικοῦ, τὴν ἱερωσύνην ἐκ περιδρομῆς διαδεξάμενος· δι’ ὃν Ὀνείας Ὀνείου τοῦ ἀρχιερέως υἱὸς ἐλθὼν εἰς Αἴγυπτον κτίζει πόλιν τὴν ἐπικλη‐ | |
10 | θεῖσαν Ὀνείου, ἐν ᾗ καὶ ἱερὸν οἰκοδομεῖ ὅμοιον τοῦ ναοῦ τοῦ ἐν Ἱεροσολύμοις. Ἄλκιμος δὲ ὁ ἀρχιερεὺς πρὸς Ἰούδαν τὸν Μακκαβαῖον στα‐ σιάσας μετ’ οὐ πολὺν χρόνον θεοῦ πληγῇ περιπεσὼν τελευτᾷ. ὁ δὲ πᾶς τῶν Ἰουδαίων λαὸς Ἰούδᾳ τῷ Μακκαβαίῳ τὴν ἀρχιερω‐ | |
15 | σύνην δίδωσιν. ὁ δὲ ταύτην ὑποδεξάμενος πρεσβεύεται πρὸς Ῥωμαίους, καὶ ψηφίζεται ἡ σύγκλητος φίλους καὶ συμμάχους Ῥωμαίων Ἰουδαίους ἀπογράψασθαι, καθὼς ἡ τῶν Μακκαβαίων ἱστορία δηλοῖ. καʹ. ὑπ. Καίσαρος καὶ Ὀρέστου. | |
20 | Ἀντίοχος ὁ νέος Εὐπάτωρ ἐλθὼν εἰς Ἀντιόχειαν ηὗρε Φί‐ | |
340 | λιππον βασιλεύοντα, καὶ ἀνεῖλεν αὐτόν. μετὰ δὲ ταῦτα πολεμῶν εἰς Ἱεροσόλυμα ἡττήθη ὑπὸ Ἰούδα τοῦ Μακκαβαίου στρατηγοῦ Ἰουδαίων. ὁ δὲ αὐτὸς Ἀντίοχος διὰ Ἀνδρονίκου στρατηγοῦ αὐ‐ τοῦ Ὀνείαν τὸν καὶ Μενέλαον, ἱερέα, ἀναιρεῖ. μεθ’ ὃν Ἄλκι‐ | |
5 | μος οὐκ ὢν ἐκ γένους ἱερατικοῦ ἐγνωρίζετο. ρνεʹ Ὀλυμπιάς. κβʹ. ὑπ. Λεντούλου καὶ Φιγούλου. ιϛʹ ἀρχιερεὺς ἐν Ἱερουσαλὴμ Ἰούδας Μακκαβαῖος ἔτη λγʹ. ὁμοῦ υʹ. | |
10 | Ἡ δευτέρα τῶν Μακκαβαίων τὰς κατὰ Σέλευκον τὸν Κε‐ ραυνὸν καὶ Ἀντίοχον τὸν μέγαν καὶ Σέλευκον τὸν Φιλοπάτορα καὶ Ἀντίοχον τὸν Ἐπιφανῆ καὶ Ἀντίοχον τὸν Νέον Εὐπάτορα καὶ ἕως πέμπτου ἔτους Δημητρίου τοῦ Σωτῆρος καὶ Ἰούδαν τὸν Μακ‐ καβαῖον Ματταθίου παῖδα περιέχει. μετὰ Ἰούδαν ἡγεῖται Ἰω‐ | |
15 | άνθης ἀδελφὸς αὐτοῦ Ματταθίου καὶ αὐτός. κγʹ. ὑπ. Νασίκου καὶ Μαρκέλλου. Ἀρίσταρχος γραμματικὸς ἤκμαζεν. κδʹ. ὑπ. Ὀπιμίου καὶ Ἀλβίνου. | |
κεʹ. ὑπ. Νοβιλιόρου καὶ Λαύσου. | ||
341 | ρνϛʹ Ὀλυμπιάς. κϛʹ. ὑπ. Μαρκέλλου τὸ βʹ καὶ Φλάκκου. κζʹ. ὑπ. Λουκούλλου καὶ Ἀλβίνου. κηʹ. ὑπ. Φλαμινίνου καὶ Βάλβου. | |
5 | κθʹ. ὑπ. Κενσωρίνου καὶ Μανιλίου. ρνζʹ Ὀλυμπιάς. λʹ. ὑπ. Ἀλβίνου τὸ βʹ καὶ Πίσωνος. λαʹ. ὑπ. Σκιπίωνος καὶ Δρούσου. λβʹ. ὑπ. Λεντούλου καὶ Νουμικίου. | |
10 | Σαμαρεῖται καὶ Ἰουδαῖοι ἐν Ἀλεξανδρείᾳ παρὰ Πτολεμαίῳ τῷ Φιλομήτορι διακρίνονται περὶ τῶν παρ’ ἑκατέρῳ μέρει τιμω‐ μένων ἱερῶν, καὶ νικῶσιν Ἰουδαῖοι. λγʹ. ὑπ. Μαξίμου καὶ Μανικίου. ρνηʹ Ὀλυμπιάς. | |
15 | λδʹ. ὑπ. Γάλβα καὶ Κόττα. λεʹ. ὑπ. Κλαυδίου καὶ Μετέλλου. Αἰγύπτου ζʹ Πτολεμαῖος ὁ νεώτερος, δεύτερος Εὐεργέτης, ἔτη κθʹ. ὁμοῦ ͵ετϙʹ. αʹ. ὑπ. Μετέλλου τὸ βʹ καὶ Μαξίμου. | |
20 | Ἀλεξάνδρῳ Συρίας καὶ Ἀσίας βασιλεῖ Πτολεμαῖος ὁ νεώτε‐ | |
342 | ρος, δεύτερος Εὐεργέτης, τὴν ἑαυτοῦ θυγατέρα πρὸς γάμον ἐκδί‐ δωσι. βʹ. ὑπ. Σκιπίωνος καὶ Λακαίου. ρνθʹ Ὀλυμπιάς. | |
5 | γʹ. ὑπ. Βενάτου καὶ Πίσωνος. δʹ. ὑπ. Νασίκα καὶ Βρουττίου. Ἀλέξανδρος βασιλεὺς Συρίας καὶ Ἀσίας ἀνῃρέθη ὑπὸ Πτο‐ λεμαίου τοῦ ἰδίου πενθεροῦ. εʹ. ὑπ. Λεπίδου καὶ Φλαμίνου. | |
10 | Δημητρίῳ τῷ μετὰ Ἀλέξανδρον βασιλεύσαντι Συρίας καὶ Ἀσίας Πτολεμαῖος ὁ νεώτερος Εὐεργέτης τὴν ἑαυτοῦ θυγατέρα δίδωσι πρὸς γάμον, τὴν καὶ Ἀλεξάνδρου πρώην γενομένην γα‐ μετήν. ϛʹ. ὑπ. Φίλου καὶ Σερβιλίου. | |
15 | ρξʹ Ὀλυμπιάς. ζʹ. ὑπ. Φλάκκου καὶ Πίσωνος. ηʹ. ὑπ. Σκιπίωνος καὶ Φλάκκου τὸ βʹ. θʹ. ὑπ. Σκεβόλου καὶ Καλπουρνίου. | |
ιʹ. ὑπ. Λενάτου καὶ Ῥουτιλίου. | ||
343 | ρξαʹ Ὀλυμπιάς. ιαʹ. ὑπ. Κράσσου καὶ Φλάκκου. ιβʹ. ὑπ. Λεντούλου καὶ Πεπέρνου. ιγʹ. ὑπ. Αὐδινάτου καὶ Ἀνουλλίνου. | |
5 | ιδʹ. ὑπ. Ὀκταβίου καὶ Ῥούφου. ρξβʹ Ὀλυμπιάς. ιεʹ. ὑπ. Λογγίνου καὶ Κεκίννα. ιϛʹ. ὑπ. Λεπίδου καὶ Ὀρέστου. ιζʹ. ὑπ. Ὑψαίου καὶ Φλάκκου. | |
10 | ιηʹ. ὑπ. Λογγίνου τὸ βʹ καὶ Βολβίνου. ρξγʹ Ὀλυμπιάς. ιθʹ. ὑπ. Μετέλλου καὶ Φλαμινίνου. Δημήτριος ὁ Σίδης, βασιλεὺς Συρίας, ἐπελθὼν τοῖς Ἱε‐ ροσολύμοις, καὶ παραταξάμενος εἰς πολιορκίαν ἐπὶ συνθήκαις | |
15 | ταῖς πρὸς Ἰούδαν τὸν Μακκαβαῖον, ἀναιρεῖται ὑπὸ στρατιωτῶν Πτολεμαίου τοῦ δευτέρου Εὐεργέτου ἐν συμποσίῳ. κʹ. ὑπ. Ἀενοβάρβου καὶ Φαινίου. Ἰουδαίων ιζʹ ἀρχιερεὺς Ἰωάνθης Μακκαβαῖος ἔτη ιζʹ. | |
ὁμοῦ υιζʹ. | ||
344 | καʹ. ὑπ. Ὀπιμίου καὶ Μαξίμου. κβʹ. ὑπ. Μανιλίου καὶ Κάρβου. ρξδʹ Ὀλυμπιάς. κγʹ. ὑπ. Μετέλλου τὸ βʹ καὶ Κόττα. | |
5 | κδʹ. ὑπ. Κάτωνος καὶ Μαρκίου. κεʹ. ὑπ. Μετέλλου τὸ γʹ καὶ Σινερεβούλου. κϛʹ. ὑπ. Γέτα καὶ Μαξίμου. Ἰωάνθης ὁ Μακκαβαῖος Ἰουδαίων ἀρχιερεὺς τὴν Σαμάρειαν τὴν καθ’ ἡμᾶς Σεβαστὴν καλουμένην, Σαμαρέων οὖσαν, πο‐ | |
10 | λιορκήσας εἰς ἔδαφος καθεῖλεν· ἣν ὕστερον Ἡρώδης ἀλλόφυλος βασιλεύσας Ἰουδαίων ἀναστήσας Σεβαστὴν ὠνόμασεν. ρξεʹ Ὀλυμπιάς. κζʹ. ὑπ. Σκαύρου καὶ Μετέλλου. κηʹ. ὑπ. Βάλβου καὶ Κάτωνος. | |
15 | κθʹ. ὑπ. Μετέλλου τὸ δʹ καὶ Κάρβωνος. Αἰγύπτου ηʹ ἐβασίλευσεν Πτολεμαῖος Φούσκων ὁ καὶ Σω‐ τήρ, Κλεοπάτρας υἱός ἔτη ιζʹ. ὁμοῦ ͵ευζʹ. | |
αʹ. ὑπ. Βρούτου καὶ Πέονος. | ||
345 | Ἰωάνθης ὁ Μακκαβαῖος, Ἰουδαίων ἀρχιερεύς, διαπρεπῶς τῆς Ἰουδαίας ἡγεῖτο. ρξϛʹ Ὀλυμπιάς. βʹ. ὑπ. Νασικάρπου καὶ Βεστίου. | |
5 | γʹ. ὑπ. Ῥούφου καὶ Ἀλβίνου. δʹ. ὑπ. Μετέλλου τὸ εʹ καὶ Σιλάνου. εʹ. ὑπ. Σουλπικίου καὶ Σκαύρου. ρξζʹ Ὀλυμπιάς. ϛʹ. ὑπ. Λογγίνου καὶ Μαρίου. | |
10 | ζʹ. ὑπ. Σεῤῥάνου καὶ Σκιπίωνος. ηʹ. ὑπ. Ῥούφου τὸ βʹ καὶ Μαλλίου. ιηʹ ἀρχιερεὺς ἐν Ἱερουσαλὴμ Σίμων ἀδελφὸς Ἰωάνθου τοῦ καὶ Μακκαβαίου ἔτη ηʹ. ὁμοῦ υκεʹ. θʹ. ὑπ. Μαρίου τὸ βʹ καὶ Φιμβρίου. | |
15 | Σελευκεῖς οἱ πρὸς Ἀντιόχειαν τῆς Συρίας ἀπ’ ἐντεῦθεν τοὺς ἑαυτῶν χρόνους ἀριθμοῦσι. ρξηʹ Ὀλυμπιάς. | |
ιʹ. ὑπ. Μαρίου τὸ γʹ καὶ Ὀρέστου. | ||
346 | ιαʹ. ὑπ. Μαρίου τὸ δʹ καὶ Κατούλου. ιβʹ. ὑπ. Μαρίου τὸ εʹ καὶ Ἀκυλίου. ιγʹ. ὑπ. Μαρίου τὸ ϛʹ καὶ Φλάκκου. ρξθʹ Ὀλυμπιάς. | |
5 | ιδʹ. ὑπ. Ἀντωνίου καὶ Ἀλβίνου. Ἀσκαλωνῖται τοὺς ἑαυτῶν χρόνους ἐντεῦθεν ἀριθμοῦσιν. ιεʹ. ὑπ. Μετέλλου τὸ ϛʹ καὶ Κιτιδίου. ιϛʹ. ὑπ. Λεντούλου καὶ Κράσσου. ιθʹ ἀρχιερεὺς Ἱερουσαλὴμ Ἰωάνθης κζʹ. ὁμοῦ υνβʹ. | |
10 | ιζʹ. ὑπ. Ἀενοβάρβου καὶ Λογγίνου. Ἰωάνθης ἱερεὺς ὁμοῦ καὶ στρατηγὸς κατὰ Ὑρκανῶν στρα‐ τηγήσας Ὑρκανὸς μετωνομάσθη· ὃς καὶ πρεσβεύσας πρὸς Ῥω‐ μαίους δόγματι συγκλήτου φιλίαν πρὸς αὐτοὺς σπένδεται. ροʹ Ὀλυμπιάς. | |
15 | Αἰγύπτου θʹ Πτολεμαῖος ὁ καὶ Ἀλέξανδρος, υἱὸς Πτολε‐ μαίου τοῦ δευτέρου Εὐεργέτου καὶ Φιλομήτορος, ἔτη ιʹ. ὁμοῦ ͵ευιζʹ. αʹ. ὑπ. Κράσσου καὶ Σκεβόλου. | |
βʹ. ὑπ. Βάλβου καὶ Ἀενοβάρβου. | ||
347 | γʹ. ὑπ. Φλάκκου καὶ Ἑρεννίου. δʹ. ὑπ. Φούλκου καὶ Περπέρνου. ροαʹ Ὀλυμπιάς. εʹ. ὑπ. Φιλίππου καὶ Καίσαρος. | |
5 | ϛʹ. ὑπ. Καίσαρος καὶ Λούπου. ζʹ. ὑπ. Στράβωνος καὶ Κάτωνος. ηʹ. ὑπ. Σύλλου καὶ Ῥούφου. ροβʹ Ὀλυμπιάς. θʹ. ὑπ. Ὀκταβίου καὶ Κίννα. | |
10 | ιʹ. ὑπ. Μαρίου τὸ ζʹ καὶ Κίννα τὸ βʹ. Σαλούστιος ἐγεννήθη καλάνδαις ὀκτωβρίαις. Πτολεμαῖος ὁ καὶ Ἀλέξανδρος, υἱὸς Πτολεμαίου τοῦ δευ‐ τέρου Εὐεργέτου καὶ Κοκκῆς μητρός, ἀπεβλήθη τῆς βασιλείας καὶ ἐσφάγη εἰς Μύρα τῆς Λυκίας. | |
15 | Αἰγύπτου ιʹ ἐβασίλευσεν Πτολεμαῖος ὁ Ποθεινός, ὁ ἐξω‐ σθείς, ὁ αὐτὸς ὢν καὶ Φούσκων καὶ Σωτήρ, υἱὸς Κλεοπάτρας, ἔτη ηʹ. ὁμοῦ ͵ευκεʹ. αʹ. ὑπ. Κίννα τὸ γʹ καὶ Κάρβωνος. | |
βʹ. ὑπ. Κάρβωνος τὸ βʹ καὶ Σκριβωνίου. | ||
348 | ρογʹ Ὀλυμπιάς. γʹ. ὑπ. Σκιπίωνος καὶ Νάρβωνος. δʹ. ὑπ. Κάρβωνος τὸ γʹ καὶ Μαρίου τὸ βʹ. εʹ. ὑπ. Φουσκούλου καὶ Δολαβέλλα. | |
5 | ϛʹ. ὑπ. Σύλλου καὶ Μετέλλου. ροδʹ Ὀλυμπιάς. ζʹ. ὑπ. Βιτία καὶ Πούλχρου. ηʹ. ὑπ. Κλαυδίου καὶ Σερβιλίου. Αἰγύπτου ιαʹ βασιλεὺς Πτολεμαῖος ὁ νέος Διόνυσος, Αὐ‐ | |
10 | λητής, Πτολεμαίου Φούσκωνος τοῦ καὶ Σωτῆρος υἱός, ἀδελφὸς δὲ Κλεοπάτρας, ἔτη λʹ. ὁμοῦ ͵ευνεʹ. αʹ. ὑπ. Λεπίδου καὶ Κατούλου. βʹ. ὑπ. Βρούτου καὶ Μαμέρκου. ροεʹ Ὀλυμπιάς. | |
15 | γʹ. ὑπ. Ὀκταβίου καὶ Κουρίωνος. δʹ. ὑπ. Λουκούλλου καὶ Μικούττου. εʹ. ὑπ. Μαρκέλλου καὶ Κασσίου. ϛʹ. ὑπ. Λεντούλου καὶ Γελλίου. ροϛʹ Ὀλυμπιάς. | |
20 | ζʹ. ὑπ. Λεντούλου καὶ Ὀρέστου. | |
349 | ηʹ. ὑπ. Πομπηίου καὶ Κράσσου. Εἰκοστὸς ἀρχιερεὺς ἐν Ἱερουσαλὴμ Ἀριστόβουλος ἔτος αʹ. ὁμοῦ ͵υνγʹ. Οὗτος Ἀριστόβουλος υἱὸς Ἰωάνθου τοῦ καὶ Ὑρκανοῦ | |
5 | πρὸς τῇ ἀρχιερωσύνῃ διάδημα περιέθετο βασιλικὸν πρώτοις ἐπὶ ἐνιαυτὸν ἕνα μετὰ ἔτη φκζʹ ἀπὸ πρώτου ἔτους τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας. θʹ. ὑπ. Ὁρτηνσίου καὶ Μετέλλου. Εἰκοστὸς πρῶτος ἀρχιερεὺς Ἰανναῖος ὁ καὶ Ἀλέξανδρος, | |
10 | βασιλεὺς ἅμα καὶ ἀρχιερεύς, ἔτη λʹ. ὁμοῦ υπγʹ. ὃς καὶ ὠμότα‐ τα προέστη. Παρατηρητέον οὖν ἐκ τούτου ὡς διέφθαρτο λοιπὸν ἡ τῆς βα‐ σιλείας Ἰούδα διαδοχή. μετὰ γὰρ τελευτὴν Ζοροβάβελ, ὄντος ἐκ φυλῆς Ἰούδα, μετὰ τὴν ἐκ τῆς αἰχμαλωσίας ἐπάνοδον ἕως | |
15 | ἀναδείξεως Χριστοῦ οὐκ ἦν ἡ προειρημένη διαδοχή, ὡς λοιπὸν ἐπι‐ ζητεῖσθαι τὸν ἐπηγγελμένον Χριστόν. ὅθεν καὶ οἱ προσδοκῶντες ἅγιοι τῆς Χριστοῦ παρουσίας τὴν ἀνάδειξιν ἐν σαρκὶ θεάσασθαι γεγόνασιν ἄξιοι, ὅπερ ἐπόθουν εὑρεῖν, ἐκλαμβάνοντες. μετὰ τε‐ λευτὴν Ζοροβάβελ, Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα οὐδὲ ἡγούμε‐ | |
20 | νος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς | |
350 | ἔσται προσδοκία ἐθνῶν, σαφῶς εἰς τὴν κατὰ σάρκα γέννησιν τοῦ Χριστοῦ τοῦτο πληροῦσθαι. ὅθεν, οἶμαι, καὶ οἱ τοῦ Χριστοῦ μαθηταὶ νομομαθήσαντες ἔλεγον, Εὑρήκαμεν τὸν Μεσσίαν, ὅς ἐστι Χριστός, περὶ οὗ ἔγραψεν ἡμῖν Μωϋσῆς καὶ οἱ προφῆται. | |
5 | Βιργίλιος ἐγεννήθη. ιʹ. ὑπ. Μαρκίου Ῥήγου καὶ Μετέλλου τὸ βʹ. ροζʹ Ὀλυμπιάς. ιαʹ. ὑπ. Πίσωνος καὶ Γλαβρίωνος. ιβʹ. ὑπ. Βουλκακίου καὶ Τούλλου. | |
10 | ιγʹ. ὑπ. Κόττου καὶ Τορκουάτου. ιδʹ. ὑπ. Λουκίου Καίσαρος καὶ Φιγούλου. ροηʹ Ὀλυμπιάς. ιεʹ. ὑπ. Κικέρωνος καὶ Ἀντωνίου. Πομπήιος, δὶς στρατηγὸς Ῥωμαίων, ἐπελθὼν πολιορκεῖ | |
15 | μὲν τὰ Ἱεροσόλυμα μέχρι τῶν ἀδύτων, τουτέστι τῶν ἁγίων τοῦ ἱεροῦ, πρόεισι, καὶ τὸν ναὸν συλήσας, καὶ πολλὰ παρ’ αὐτοῦ ἀφελόμενος, Ἀριστόβουλον ἅμα τέκνοις δέσμιον ποιεῖ Ῥωμαίοις. ιϛʹ. ὑπ. Σιλανοῦ καὶ Μουρήνα. | |
ιζʹ. ὑπ. Πίσωνος καὶ Μεσσάλα. | ||
351 | Πομπήιος ὁ μέγας ἑλὼν τὰ Ἱεροσόλυμα καὶ τὸν ναὸν συ‐ λήσας, καὶ ἀφελόμενος τὰς ἁγίας γραφὰς καὶ τοὺς κανθάρους καὶ χαρακτῆρας χρυσοῦς καὶ ἄλλα πολλὰ ἅγια σκεύη καὶ τὴν ἄμ‐ πελον τὴν χρυσῆν καὶ τὴν κλίνην Σολομῶνος, Ὑρκανῷ τὴν ἀρ‐ | |
5 | χιερωσύνην τῷ υἱῷ Ἀλεξάνδρου καὶ Ἀλεξάνδρας τῆς Σαλίνας παραδίδωσι, καὶ Ἀντίπατρόν τινα Ἀσκαλωνίτην τῆς Παλαιστί‐ νης ἐπιμελητὴν καθιστᾷ· τό τε πᾶν ἔθνος Ἰουδαίων ὑπόφορον Ῥωμαίοις καταστήσας πολλοὺς αὐτῶν αἰχμαλώτους εἰς Ῥώμην ἤγαγεν τῇ συγκλήτῳ. | |
10 | Ὑρκανὸς τὰ ὑπὸ Πομπηίου καθαιρεθέντα τείχη τῆς Ἱερου‐ σαλὴμ ἀνίστησιν. ιηʹ. ὑπ. Ἀφρανίου καὶ Μετέλλου. ροθʹ Ὀλυμπιάς. ιθʹ. ὑπ. Δεκίου Καίσαρος καὶ Βιβουλάνου. | |
15 | κʹ. ὑπ. Πίσωνος καὶ Γαβίνου. Φιλαδελφεῖς ἐντεῦθεν ἀριθμοῦσι τοὺς ἑαυτῶν χρόνους. καʹ. ὑπ. Λεντούλου καὶ Μαρκέλλου. Πομπήιος ὁ μέγας Ῥωμαίων στρατηγὸς αὐτοκράτωρ προση‐ γορεύθη, καὶ θεμέλιοι θεάτρου ὑπ’ αὐτοῦ ἐβλήθησαν ἐν Ῥώμῃ. | |
20 | κβʹ. ὑπ. Μαρκέλλου τὸ βʹ καὶ Φιλίππου. | |
352 | Ἐντεῦθεν Γαζαῖοι τοὺς ἑαυτῶν χρόνους ἀριθμοῦσιν. ρπʹ Ὀλυμπιάς. κγʹ. ὑπ. Πομπηίου καὶ Κράσσου. κδʹ. ὑπ. Ἀενοβάρβου καὶ Πούλχρου. | |
5 | Κικέρων ὁ ῥήτωρ ἀπὸ ἐξορίας μετεκλήθη διὰ μηνῶν ιϛʹ. Πτολεμαῖος ὁ νέος Διόνυσος ὁ καὶ Αὐλητὴς εἰς Ῥώμην ἔφυγεν. κεʹ. ὑπ. Βαλβίνου καὶ Μεσσάλα. Γάϊος Ἰούλιος Καῖσαρ πρὸς Ἕλληνας ἐπολέμει. | |
10 | κϛʹ. ὑπ. Πομπηίου τὸ βʹ καὶ Μετέλλου. Πομπήιος ὁ μέγας τὸ κτισθὲν ὑπ’ αὐτοῦ θέατρον ἀφιέρω‐ σεν, καὶ θεωρίας ἐπετέλεσεν ἐν αὐτῷ δι’ ἐλεφάντων σαράκοντα καὶ ἱππέων τʹ καὶ πεζῶν ωʹ καὶ μονομάχων χʹ, ἐλεφαντομαχίαν ποιήσας. | |
15 | ρπαʹ Ὀλυμπιάς. κζʹ. ὑπ. Ῥούφου καὶ Μαρκέλλου. κηʹ. ὑπ. Μαρκέλλου τὸ βʹ καὶ Παύλου. κθʹ. ὑπ. Λεντούλου καὶ Μαρκέλλου. | |
λʹ. ὑπ. Γαΐου Ἰουλίου Καίσαρος καὶ Σερβιλίου. | ||
353 | ρπβʹ Ὀλυμπιάς. Αἰγύπτου δωδεκάτη Κλεοπάτρα θυγάτηρ Πτολεμαίου τοῦ νέου Διονύσου τοῦ καὶ Αὐλητοῦ ἔτη κβʹ. ὁμοῦ ͵ευοζʹ. αʹ. ὑπ. Καλίνου καὶ Βατίνου. | |
5 | Ἀρχὴ Γαΐου Ἰουλίου Καίσαρος καὶ Πομπηίου καὶ [τοῦ] Λε‐ πίδου. Γάϊος Ἰούλιος Καῖσαρ Γαλάτας εἰς τέλειον νικήσας εἰς Ῥώμην ἐπανῆλθεν. βʹ. ὑπ. Γαΐου Ἰουλίου Καίσαρος τὸ βʹ καὶ Λεπίδου. | |
10 | γʹ. ὑπ. Γαΐου Ἰουλίου Καίσαρος τὸ γʹ μόνου. δʹ. ὑπ. Γαΐου Ἰουλίου Καίσαρος τὸ δʹ καὶ Ἀντωνίου. ρπγʹ Ὀλυμπιάς. εʹ. ὑπ. Πάνσα καὶ Ἱρτίου. Γάϊος Ἰούλιος Καῖσαρ πρῶτος Ῥωμαίων ᾑρέθη μονάρχης. | |
15 | Τὰ Ῥωμαϊκὰ ἐδιοικήθη πράγματα ὑπὸ Βρούτου καὶ Κολ‐ λατίνου καὶ τῶν μετ’ αὐτοὺς ὑπάτων ἐπὶ ἔτη τϙγʹ, ἤγουν τοῦ παρόντος πέμπτου ἔτους Κλεοπάτρας καὶ ἐπὶ τὸ πρῶτον ἔτος Γαΐου Ἰουλίου Καίσαρος καὶ τῶν προκειμένων ὑπάτων. | |
Ἰούλιος Καῖσαρ ὁ δικτάτωρ οὐκ ἐγεννήθη, ἀλλὰ τῆς μητρὸς | ||
354 | αὐτοῦ τῷ ἐνάτῳ μηνὶ τελευτησάσης, ἀνέκειραν αὐτὴν καὶ ἐξέβα‐ λον τὸ βρέφος· διὸ καὶ Καῖσαρ ἐλέγετο· Καῖσαρ γὰρ λέγεται ῥωμαϊστὶ ἡ ἀνατομή. ἀνατραφεὶς δὲ καὶ ἀνδρεῖος γενόμενος, προεβλήθη τριουμβιράτωρ μετὰ Πομπηίου καὶ Κράσσου ὑπατευ‐ | |
5 | σάντων κατὰ τὸ πρῶτον ἔτος τῆς προκειμένης ρπʹ Ὀλυμπιάδος. ἀπὸ γὰρ τριῶν τούτων ἐδιοικεῖτο τὰ Ῥωμαϊκὰ πράγματα. Ὁ δὲ Ἰούλιος Καῖσαρ ὁ δικτάτωρ μετὰ τὸ φονευθῆναι τὸν Κράσσον παραληφθέντα ὑπὸ Περσῶν πολέμῳ ἐν τοῖς Περσικοῖς μέρεσιν ἔμεινεν αὐτὸς πολεμῶν μετὰ τοῦ πλήθους αὐτοῦ ἐν τοῖς | |
10 | μέρεσι τῆς δύσεως. καὶ διαδεχθεὶς τῆς ὑπατείας ἤτοι τριουμβι‐ ρατορίας κατὰ δοκιμασίαν τοῦ κοινοῦ τῆς συγκλήτου Ῥώμης καὶ Πομπηίου Μάγνου τοῦ αὐτοῦ πενθεροῦ ὁ αὐτὸς Ἰούλιος Καῖσαρ λυπηθεὶς ἐτυράννησε Ῥωμαίους, καὶ προτρεψάμενος κατὰ Ῥω‐ μαίων πολεμίους ἐπεστράτευσεν κατὰ τῆς συγκλήτου Ῥώμης καὶ | |
15 | Πομπηίου Μάγνου. καὶ γενόμενος ἐν Ῥώμῃ, καὶ παραλαβὼν αὐτήν, ἀνεῖλεν τοὺς συγκλητικοὺς αὐτῆς. Οὗτος Γάϊος Ἰούλιος ὁ δικτάτωρ, ὅ ἐστιν μονάρχης, ἁπάν‐ των ἐκράτησεν ἐν ὑπερηφανίᾳ καὶ τυραννείᾳ ἐπὶ ἔτη δʹ καὶ μῆ‐ νας ζʹ πρὸ δʹ ἰδῶν μαΐων τῆς πρώτης ἐπινεμήσεως. καὶ προε‐ | |
20 | τέθη ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ ἡ ἐλευθερία αὐτῆς, ὅτε καὶ ὑπὸ | |
355 | Ῥωμαίους ἐγένετο, τῇ κʹ τοῦ ἀρτεμισίου μηνὸς πεμφθεῖσα παρὰ τοῦ αὐτοῦ Ἰουλίου Καίσαρος, καὶ ἐκλήθη ὁ αὐτὸς Καῖσαρ Ἰού‐ λιος δικτάτωρ ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ γʹ καὶ κʹ τοῦ αὐτοῦ ἀρτε‐ μισίου μηνός. χρηματίζει οὖν τῆς μεγάλης Ἀντιοχείας εἰς τι‐ | |
5 | μὴν αὐτῆς ἔτος αʹ καὶ πρῶτον ἔτος τῆς πεντεκαιδεκαετηρίδος τῶν ἰνδίκτων ἀπὸ πρώτου ἔτους Γαΐου Ἰουλίου Καίσαρος. ϛʹ. ὑπ. Λεπίδου καὶ Πλάγκου. αʹ. Γάϊος Ἰούλιος Καῖσαρ πρῶτος Ῥωμαίων ᾑρέθη μονάρ‐ χης βασιλεύς, ἐφ’ οὗ τὰ Ῥωμαίων ἤκμασεν· καὶ οἱ μετ’ αὐτὸν | |
10 | Καίσαρες προσηγορεύθησαν. ὃς καὶ ὕπατος βασιλεὺς πρῶτος Ῥωμαίων προῆλθεν. Οὗτος εἰς ἄκρον ῥητορικὴν ἠσκεῖτο. | |
13t | Ἀρχὴ Ἰνδικτιώνων | |
14 | Ἀπὸ πρώτου ἔτους Γαΐου Ἰουλίου Καίσαρος καὶ τῶν προ‐ | |
15 | κειμένων ὑπάτων Λεπίδου καὶ Πλάγκου, ἤγουν ιβʹ καὶ αὐτῆς τοῦ ἀρτεμισίου μηνός, Ἀντιοχεῖς τοὺς ἑαυτῶν χρόνους ἀριθμοῦσι, καὶ αἱ ἴνδικτοι δὲ χρηματίζειν ἤρξαντο ἀπὸ πρώτης καὶ αὐτῆς | |
τοῦ γορπιαίου μηνός. | ||
356 | ζʹ. ὑπ. Ἀντωνίου καὶ Ἰσαυρικοῦ. βʹ. Γαΐου τοῦ Ἰουλίου Καίσαρος. Λαοδικεῖς ἐντεῦθεν τοὺς ἑαυτῶν χρόνους ἀριθμοῦσιν. Ἐπὶ τῶν προκειμένων ὑπάτων πόλεμος Ἰσαυρικὸς συνε‐ | |
5 | βλήθη. Ἀντώνιος ὁ ὕπατος ἐψηφίσατο ἰούλιον μῆνα λέγεσθαι τὸν κυντίλιον διὰ τὸ αὐτὸν ἐν αὐτῷ γεγεννῆσθαι. Ὁ δὲ αὐτὸς καὶ τῷ ἐνιαυτῷ προσέθηκεν ἡμέρας ιαʹ, σκο‐ πήσας τὸν τοῦ ἡλίου καὶ σελήνης δρόμον. | |
10 | ηʹ. ὑπ. Ἀλβίνου καὶ Πουλλίωνος. γʹ. Γαΐου Ἰουλίου Καίσαρος. Γάϊος Ἰούλιος Καῖσαρ τρίτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἐπε‐ στράτευσεν κατὰ Σκιπίωνος καὶ Ὑρκανοῦ τοῦ ἀρχιερέως, καὶ φυγαδεύσας αὐτοὺς θεωρίας ἔδωκεν ἐπὶ ἡμέρας ϛʹ. | |
15 | Εἰσὶν δὲ καὶ οἱ καθηγησάμενοι τῶν Ἑβραίων ἀρχιερεῖς με‐ τὰ τὴν ἐπάνοδον τῆς αἰχμαλωσίας τῶν οʹ ἐτῶν, ἤγουν ἀπὸ ὀγ‐ δόου ἔτους καὶ αὐτοῦ Δαρείου τοῦ Ὑστάσπου καὶ δευτέρου ἔτους ξγʹ Ὀλυμπιάδος, οἵδε. αʹ. Ἰησοῦς υἱὸς Ἰωσεδὲκ ἅμα Ζοροβάβελ ἔτη λβʹ. | |
20 | βʹ. Ἰακίμος υἱὸς Ἰησοῦ ἔτη λʹ. | |
γʹ. Ἐλιάσιβος Ἰακίμου ἔτη μʹ. | ||
357 | δʹ. Ἰωδαὲ Ἐλιασίβου ἔτη λϛʹ. εʹ. Ἰανναῖος ὁ τοῦ Ἰωδαὲ ἔτη λβʹ. ϛʹ. Ἰαδδοὺς Ἰανναίου, καθ’ ὃν Ἀλέξανδρος Ἀλεξάνδρειαν ἔκτισεν, καὶ ἐλθὼν εἰς Ἱερουσαλὴμ προσεκύνησεν, ἔτη κʹ. | |
5 | ζʹ. Ὀνείας Ἰαδδοῦ ἔτη καʹ. ηʹ. Ἐλεάζαρος, καθ’ ὃν οἱ οʹ τὰς θείας γραφὰς ἑρμήνευσαν, ἔτη ιεʹ. θʹ. Ὀνείας Σίμωνος, ἀδελφὸς Ἐλεάζαρ, ἔτη ιδʹ. ιʹ. Σίμων, καθ’ ὃν Ἰησοῦς ὁ τοῦ Σίραχ ἐγνωρίζετο, ἔτη λβʹ. | |
10 | ιαʹ. Μανασσῆς ἔτη κϛʹ. ιβʹ. Σίμων ἀρχιερεὺς ἔτη κβʹ. ιγʹ. Ὀνείας, καθ’ ὃν Ἀντίοχος Ἰουδαίους πολιορκήσας ἑλληνί‐ ζειν ἠνάγκασεν ἔτη κθʹ. Μεθ’ ὃν Ἰούδας ὁ Μακκαβαῖος προέστη, ἐκκαθάρας τῶν | |
15 | ἀσεβῶν τὴν χώραν. ιδʹ. Ἰησοῦς ἀρχιερεὺς ἔτη ιϛʹ. ιεʹ. Ὀνείας ὁ καὶ Μενέλαος ἔτη ζʹ. ιϛʹ. Ἰούδας ὁ Μακκαβαῖος ἔτη λγʹ. ιζʹ. Ἰωάνθης ἀδελφὸς Ἰούδα ἔτη ιζʹ. | |
20 | ιηʹ. Σίμων ἀδελφὸς Ἰωάνθου ἔτη ιηʹ. | |
358 | ιθʹ. Ἰωάνθης Σίμωνος, ὁ καὶ Ὑρκανός, ἔτη κζʹ. κʹ. Ἀριστόβουλος, ὃς πρῶτος περιέθετο διάδημα βασιλικὸν πρὸς τῇ ἱερωσύνῃ ἔτη αʹ. καʹ. Ἰανναῖος ὁ καὶ Ἀλέξανδρος βασιλεὺς ἅμα καὶ ἀρχιερεὺς | |
5 | ἔτη λʹ. Μέχρι τούτου οἱ ἀπὸ Κύρου χριστοὶ ἡγούμενοι διαρκέσαντες ἔτεσιν υπγʹ, αἵ εἰσιν ἑβδομάδες ἐτῶν ξθʹ, αἱ καὶ παρὰ τῷ Δανιὴλ τοῦτον εἰρημέναι τὸν τρόπον, Καὶ γνώσει καὶ συνήσεις ἀπὸ ἐξόδου λόγων τοῦ ἀποκριθῆναι καὶ ἀνοικοδομῆσαι Ἱερουσαλήμ· καὶ ἐπι‐ | |
10 | στρέψει, καὶ οἰκοδομηθήσεται πλατεῖα καὶ τεῖχος, καὶ ἐκκενω‐ θήσονται οἱ καιροὶ ἕως Χριστοῦ ἡγουμένου ἑβδομάδες ζʹ καὶ ἑβ‐ δομάδες ξβʹ. Τῶν παρὰ Ἰουδαίοις ἀρχιερέων καὶ βασιλέων ἐκλειπόντων Ἡρώδης ἀλλόφυλος βασιλεύει, Ἀντιπάτρου τοῦ Ἀσκαλωνίτου | |
15 | παῖς, καὶ μητρὸς Κύπριδος Ἀραβίσσης, ἀπὸ Ῥωμαίων τὴν τῶν Ἰουδαίων ἐγχειρισθεὶς βασιλείαν, καθ’ ὃν τῆς τοῦ Χριστοῦ γενέ‐ σεως πλησιαζούσης ἡ ἐκ προγόνων διαδοχὴ καὶ ἀρχιερωσύνη τε καὶ βασιλεία τῶν Ἰουδαίων κατελύθη, συμπληρουμένης τῆς παρὰ Μωϋ‐ σεῖ προφητείας, Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα οὐδ’ ἡγούμενος ἐκ | |
20 | τῶν μηρῶν αὐτοῦ, ἕως οὗ ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς ἔσται προσδοκία ἐθνῶν. | |
Ἐνταῦθα δὲ καὶ ὁ προφητευόμενος παρὰ τῷ Δανιὴλ χριστὸς | ||
359 | ἡγούμενος τέλος λαμβάνει· μέχρι γὰρ Ἡρώδου χριστοὶ ἡγούμε‐ νοι. οἱ δὲ ἦσαν ἀρχιερεῖς. οἳ προέστησαν τοῦ ἰδίου ἔθνους, ἀρξάμενοι μὲν ἀπὸ τῆς κατὰ Δαρεῖον τὸν Ὑστάσπου τελείας ἀνα‐ νεώσεως τοῦ ἱεροῦ, ἥτις γέγονε κατὰ τὸ δεύτερον ἔτος ρπγʹ Ὀλυμ‐ | |
5 | πιάδος. τὰ δὲ μεταξὺ γίνεται ἔτη υπγʹ, ἅτινά ἐστιν ἑβδομάδες ἐτῶν ξθʹ, ὁπόσας καὶ ἡ τοῦ Δανιὴλ θεσπίζει προφητεία. ρπδʹ Ὀλυμπιάς. Ἰνδ. δʹ. θʹ. ὑπ. Κενσωρίνου καὶ Σαβίνου. δʹ. Γαΐου Ἰουλίου Καίσαρος. | |
10 | Σαλούστιος ἀπέθανεν πρὸ τριῶν ἰδῶν μαΐων. Ἰνδ. εʹ. ιʹ. ὑπ. Πούλχρου καὶ Φλάκκου. εʹ. Γαΐου Ἰουλίου Καίσαρος. Γάϊος Ἰούλιος Καῖσαρ ἀπελθὼν ἐν Ῥώμῃ ἐσφάγη ὑπὸ τοῦ δευτέρου Βρούτου, συμποιησάντων μετ’ αὐτοῦ καὶ ἄλλων τινῶν | |
15 | συγκλητικῶν. Μετὰ τὸ τελευτῆσαι τὸν Καίσαρα Γάϊον Ἰούλιον ἐπελέξατο ἡ σύγκλητος Ῥωμαίων τὸν Αὔγουστον Ὀκτάβιον τὸν συγγενέα τοῦ Καίσαρος καὶ τὸν Ἀντώνιον τὸν τοῦ Αὐγούστου γαμβρὸν ἐπὶ | |
ἀδελφῇ καὶ Λέπιδον. καὶ ἐγένοντο οἱ τρεῖς τριουμβιράτορες, οἳ | ||
360 | ἐδιοίκουν τὰ Ῥωμαϊκὰ πράγματα ἕως θανάτου αὐτῶν, προβαλ‐ λόμενοι ὑπάτους. Ῥωμαίων δεύτερος ἐβασίλευσεν Καῖσαρ Σεβαστὸς Αὔγου‐ στος ὁ καὶ Ὀκτάβιος ἔτη νϛʹ, μῆνας ϛʹ, ὁμοῦ ͵εφκαʹ, δώδεκα μὲν | |
5 | ἕως οὗ ἀνῃρέθη Κλεοπάτρα, λʹ δὲ ἄλλα μετὰ τὴν ἐκείνης ἀναί‐ ρεσιν μοναρχήσας, κρατήσας καὶ τῆς Αἰγύπτου, ἐν οἷς ἐτέχθη κατὰ σάρκα ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, τὰ δὲ λοιπὰ ιδʹ μετὰ ταῦτα, καθὼς ἐνταῦθα φέρεται. Ἰνδ. ϛʹ. ιαʹ. ὑπ. Ἀγρίππα καὶ Γάλλου. | |
10 | αʹ Αὐγούστου Καίσαρος. Δόγματι συγκλήτου τρεῖς ἄνδρες τὸν κόσμον διεμερίσαντο, αʹ Καῖσαρ Αὔγουστος δυσμὰς σὺν τῇ Ἰταλίᾳ, βʹ Ἀντώνιος Ἑῴαν σὺν τῇ Ἀσίᾳ, γʹ Λέπιδος τὴν Λιβύην. Ἀπὸ τούτου Σεβαστοὶ καὶ Αὔγουστοι οἱ Ῥωμαίων βασιλεῖς | |
15 | ἀνηγορεύθησαν. Ἐπὶ τούτων τῶν ὑπάτων Κικέρων ῥήτωρ ἀπέθανεν καλάν‐ δαις μαΐαις. Ἰνδ. ζʹ. ιβʹ. ὑπ. Πουβλικόλα καὶ Ἔρβα Κοκίου. βʹ Αὐγούστου Καίσαρος. | |
20 | Ἔκλειψις ἡλίου ἐγένετο. | |
Ἡρώδης δὲ Ἀνάνηλόν τινα μεταπεμψάμενος ἀπὸ Βαβυλῶ‐ | ||
361 | νος Ἰουδαίων ἀρχιερέα καθίστησι. μετ’ οὐ πολὺ δὲ τοῦτον παύ‐ σας Ἀριστόβουλον τὸν ἀδελφὸν τῆς ἑαυτοῦ γυναικός, υἱὸν δὲ Ὑρκανοῦ, ἐπὶ τὴν τιμὴν προάγει. ἐνιαυτοῦ δε διαγενομένου πάλιν τῷ Ἀνανήλῳ ἀποδίδωσι τὴν λειτουργίαν, τὸν Ἀριστόβου‐ | |
5 | λον ἀνελών. ρπεʹ Ὀλυμπιάς. Ἰνδ. ηʹ. ιγʹ. ὑπ. Κορνεφικίου καὶ Πομπηίου. γʹ Αὐγούστου Καίσαρος. Ἰνδ. θʹ. ιδʹ. ὑπ. Ἀντωνίνου καὶ Λίβωνος. | |
10 | Αὐγούστου Καίσαρος δʹ. Ἰνδ. ιʹ. ιεʹ. ὑπ. Ὀκταβιανοῦ Αὐγούστου καὶ Κικέρωνος. Αὐγούστου Καίσαρος εʹ. Ἰνδ. ιαʹ. ιϛʹ. ὑπ. Ὀκταβιανοῦ Αὐγούστου τὸ βʹ καὶ Κορβι‐ λίου. | |
15 | Αὐγούστου Καίσαρος ϛʹ. Ἔκλειψις ἡλίου ἐγένετο. ρπϛʹ Ὀλυμπιάς. Ἰνδ. ιβʹ. ιζʹ. ὑπ. Ὀκταβιανοῦ Αὐγούστου τὸ γʹ καὶ Κράσσου. Αὐγούστου Καίσαρος ζʹ. | |
20 | Ἰνδ. ιγʹ. ιηʹ. ὑπ. Ὀκταβιανοῦ Αὐγούστου τὸ δʹ καὶ Κράσ‐ | |
σου τὸ βʹ. | ||
362 | Αὐγούστου Καίσαρος ηʹ. Ἀντίπατρος ὁ Ἀσκαλωνίτης, παῖς δὲ οὗτος ἦν Ἡρώδου τι‐ νὸς τῶν περὶ τὸν νεὼ τοῦ Ἀπόλλωνος ἱεροδούλων, Ὑρκανῷ τῷ Ἰουδαίων βασιλεῖ τὰ πλεῖστα συμπράττων ἐπίτροπος τῆς Ἰου‐ | |
5 | δαίας ὑπὸ Ἡρώδου καθίσταται. ηʹ ἔτει Αὐγούστου Καίσαρος Ἡρώδης υἱὸς Ἀντιπάτρου καὶ Κύπριδος τὸ γένος ἐξ Ἀραβίας φερούσης ὑπὸ Ῥωμαίων τὴν βασιλείαν ἐγχειρίζεται· ὃς τὸν Ὑρκανὸν ἀνελὼν οὐκέτι τοῖς ἐκ διαδοχῆς, ἀλλά τισιν ἀσήμοις τὴν ἀρχιερωσύνην ἀπένειμεν. | |
10 | Καθ’ ὃν γεννηθέντος τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἡ παρὰ Μωϋσεῖ πληροῦται προφητεία ἡ φάσκουσα, Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς ἔσται προσδοκία ἐθνῶν. Βασιλεύει δὲ Ἡρώδης Ἰουδαίων ἔτη λζʹ· οὗ τῆς βασιλείας | |
15 | ἔτει λεʹ Ἰησοῦς ὁ Χριστὸς ἐν Βηθλεὲμ γεννᾶται τῆς Ἰουδαίας. Μεθ’ ὃν Ἀρχέλαος παῖς αὐτοῦ ἔτη θʹ. Μεθ’ ὃν Ἡρώδης Ἀρχελάου ἀδελφὸς τετράρχης ἔτη κηʹ, καθ’ ὃν πέπονθεν ὁ κύριος ἡμῶν καὶ σωτὴρ ὁ Χριστός. | |
Ἰνδ. ιδʹ. ιθʹ. ὑπ. Ἀενοβάρβου καὶ Σουσίου. | ||
363 | Αὐγούστου Καίσαρος θʹ. Ἰνδ. ιεʹ. κʹ. ὑπ. Ὀκταβίου Αὐγούστου τὸ εʹ καὶ Ἀπουληίου. Αὐγούστου Καίσαρος ιʹ. ρπζʹ Ὀλυμπιάς. | |
5 | Ὀκτάβιος Αὔγουστος Σεβαστὸς ἀνηγορεύθη, καὶ ὁ σεξ‐ τίλιος μὴν Αὔγουστος προσηγορεύθη διὰ τὸ ἐν αὐτῷ Σεβαστὸν ἀναγορευθῆναι. Ἰνδ. αʹ καʹ. ὑπ. Ὀκταβίου Αὐγούστου τὸ ϛʹ καὶ Ἀγρίππα. Αὐγούστου Καίσαρος ιαʹ. | |
10 | Ἰνδ. βʹ. κβʹ. ὑπ. Ὀκταβίου Αὐγούστου τὸ ζʹ καὶ Ἀγρίππα τὸ βʹ. Αὐγούστου Καίσαρος ιβʹ. Δωδεκάτῳ ἔτει τῆς τριουμβιρατορίας Αὐγούστου Καίσα‐ ρος, τυραννησάντων τῶν Αἰγυπτίων καὶ τῆς Κλεοπάτρας τῆς | |
15 | κτισάσης ἐν Ἀλεξανδρείᾳ τῇ μεγάλῃ Φάρον εἰς τὴν νῆσον τὴν λε‐ γομένην Πρωτέως καὶ οὖσαν κατέναντι Ἀλεξανδρείας αὐτῆς ὡς ἀπὸ μιλίων δʹ, καὶ προσχωσάσης γῆν καὶ λίθους εἰς τὴν θάλασσαν ἐπὶ τοσοῦτον διάστημα, ποιησάσης βαδίζεσθαι ἕως αὐτῆς τῆς νή‐ σου καὶ τῆς Φάρου ἀπὸ ἀνθρώπων· ὅπερ φοβερὸν ἔργον ἐποίη‐ | |
20 | σεν ἡ αὐτὴ Κλεοπάτρα διὰ Δεξιφάνους Κνιδίου μηχανικοῦ, ὃς | |
364 | τὴν θάλασσαν ἐποίησεν χθόνα. τῆς δὲ τυραννίδος τῶν Αἰγυ‐ πτίων καὶ τῆς Κλεοπάτρας γνωσθείσης Ῥωμαίοις, ἐξῆλθεν ἀπὸ Ῥώμης Ἀντώνιος ὁπλισάμενος κατὰ τῆς Κλεοπάτρας καὶ τῶν Αἰγυπτίων καὶ τὰ Περσικὰ μέρη, ὅτι ἐτάρασσον τὴν ἀνατολήν. | |
5 | Λέγει ἐν τοῖς χρόνοις τούτοις Σωσίβιόν τινα Ἀντιοχέα συγ‐ κλητικὸν ἀνελθεῖν μετὰ τοῦ Αὐγούστου ἐν τῇ Ῥώμῃ, καὶ τελευ‐ τῶντα καταλιπεῖν τὴν πρόσοδον αὐτοῦ τῇ ἰδίᾳ πατρίδι εἰς τὸ ἐπι‐ τελεῖσθαι ἐν αὐτῇ κατὰ πενταετηρίδα τὰς λʹ ἡμέρας τοῦ περιτίου μηνὸς ἀγῶνας ἀκροαμάτων, θυμελικῶν, σκηνικῶν καὶ ἀθλητῶν | |
10 | καὶ ἱππικὸν ἀγῶνα. Λέγει ὅτι πρῶτος ἐγένετο βασιλεὺς Ῥωμαίων μονάρχης ὁ Αὔγουστος, ὅστις ἐχρημάτισεν οὕτως· Αὔγουστος Καῖσαρ Ὀκ‐ ταυιανός, τροπαιοῦχος, σεβαστός, κραταιός, ἰμπεράτωρ, ὅπερ ἐστὶν αὐτοκράτωρ. | |
15 | Αὔγουστος ἐλθὼν εἰς Αἴγυπτον κρατεῖ τῆς Αἰγύπτου, τὴν τῶν Πτολεμαίων καθελὼν βασιλείαν, διαρκέσασαν ἔτεσι σνϛʹ. Αὔγουστος Ὀκτάβιος ἐμονάρχησεν ἔτη μδʹ. ὁμοῦ ͵εφκαʹ. | |
Ἰνδ. γʹ. ιγʹ. ὑπ. Ὀκταβιανοῦ Αὐγούστου τὸ ηʹ καὶ Ταύρου. | ||
365 | Ἐντεῦθέν τινες ἀριθμοῦσιν τὸ πρῶτον ἔτος Αὐγούστου μο‐ ναρχίας, ἥντινα βασιλείαν Ῥωμαίων οὖσαν ἡ παρὰ τῷ Δανιὴλ τῆς εἰκόνος σύγκρισις σιδηρᾶν ὀνομάζει, ὡς λεπτύνουσαν. Βα‐ βυλωνίων χρυσὸς ἡ βασιλεία, ἡ Περσῶν ἄργυρος, Μακεδόνων | |
5 | χαλκός. τὸ δὲ μέρος τι αὐτῆς σιδηροῦν, μέρος τι ὀστράκου, τὸ ἐπίμικτον τῆς Ῥωμαίων καὶ Αἰγυπτίων βασιλείας δηλοῖ, ὡς εἶναι μὲν τὴν Ῥωμαίων βασιλείαν σίδηρον, τὴν δὲ τῶν Αἰγυπτίων ὄστρακον. Ἰνδ. δʹ. ιδʹ. ὑπ. Ὀκταβιανοῦ Αὐγούστου τὸ θʹ καὶ Σιλάνου. | |
10 | ρπηʹ Ὀλυμπιάς. Ἰνδ. εʹ. ιεʹ. ὑπ. Ὀκταβιανοῦ Αὐγούστου τὸ ιʹ καὶ Φλάκκου. Ἰνδ. ϛʹ. ιϛʹ. ὑπ. Ὀκταβιανοῦ Αὐγούστου τὸ ιαʹ καὶ Πίσωνος. Ἰνδ. ζʹ. ιζʹ. ὑπ. Ὀκταβιανοῦ Αὐγούστου τὸ ιβʹ καὶ Ἀρουν‐ τίου. | |
15 | Ἰνδ. ηʹ. ιηʹ. ὑπ. Κέλσου καὶ Τιβερίου. Αὔγουστος Καῖσαρ Καλαβρίαν καὶ Γαλάτας ὑποφόρους ἐποίησεν. Θέατρον Μαρκέλλου ἐν Ῥώμῃ ἐκαύθη. ρπθʹ Ὀλυμπιάς. | |
20 | Ἰνδ. θʹ. ιθ. ὑπ. Λολλίου καὶ Λεπίδου. | |
366 | Ἰνδ. ιʹ. κʹ. ὑπ. Ἀπουληίου καὶ Νέρβα. Ἰνδ. ια. καʹ. ὑπ. Σατορνίλου καὶ Λουκρητίου. Ἰνδ. ιβʹ. κβʹ. ὑπ. Λεντούλου καὶ Λεντούλου. ρϙʹ Ὀλυμπιάς. | |
5 | Ἰνδ. ιγʹ. κγʹ. ὑπ. Λεντούλου τὸ βʹ καὶ Κορνηλίου. Ἡρώδης ἐν Ἱεροσολύμοις πλεῖστα καὶ μέγιστα ἔκτισεν. ὁ αὐτὸς δὲ καὶ τὴν πάλαι Σαμάρειαν κατηριπωμένην ἐκ θεμελίων ἐγείρας εἰς τιμὴν τοῦ Σεβαστοῦ Αὐγούστου Σεβαστὴν ὠνόμα‐ σεν. ἐν Πανειάδι δὲ τὸ Πάνειον κατεσκεύασεν. | |
10 | Ἰνδ. ιδʹ. κδʹ. ὑπ. Φορνικίου καὶ Σιλανοῦ. Ἰνδ. ιεʹ. κεʹ. ὑπ. Δομετίου καὶ Ἀενοβάρβου. Ἐπὶ τούτων τῶν ὑπάτων μηνὶ σεπτεμβρίῳ ηʹ ἡμέρᾳ βʹ ἰνδ. ιεʹ ἐγεννήθη ἡ δέσποινα ἡμῶν ἡ θεοτόκος ἀπὸ Ἰωακεὶμ καὶ Ἄν‐ νης. | |
15 | Ἰνδ. αʹ. κϛʹ. ὑπ. Λίβωνος καὶ Πίσωνος. Ἡρώδης ἐν Ἱεροσολύμοις νεὼν λύσας μείζονα οἰκοδόμησεν. ρϙαʹ Ὀλυμπιάς. Ἰνδ. βʹ. κζʹ. ὑπ. Κράσσου καὶ Λεντούλου. | |
Ἰνδ. γʹ. κηʹ. ὑπ. Νέρωνος καὶ Κλάρου. | ||
367 | Ἰνδ. δʹ. κθʹ. ὑπ. Μεσσάλα καὶ Κυρινίου. Ἡρώδης Καισάρειαν εἰς ὄνομα Καίσαρος Αὐγούστου ἔκτι‐ σεν, Στράτωνος πύργον τὸ πρὶν καλουμένην. ὁ αὐτὸς δὲ καὶ Ἀν‐ θηδόνα ἐπικτίσας Ἀγρίππειαν ἐκάλεσεν, ἔτι δὲ καὶ Περσαβίνην | |
5 | εἰς ὄνομα Ἀντιπάτρου τοῦ ἰδίου πατρός. Ἰνδ. εʹ. λʹ. ὑπ. Ῥουβελλίου καὶ Σατορνίνου. ρϙβʹ Ὀλυμπιάς. Ἰνδ. ϛʹ. λά. ὑπ. Μαξίμου καὶ Τουβέρωνος. Ἰνδ. ζʹ. λβʹ. ὑπ. Ἀφρικανοῦ καὶ Μαξίμου τὸ βʹ. | |
10 | Ἰνδ. ηʹ. λγʹ. ὑπ. Δρούσου καὶ Κρισπίνου. Ἰνδ. δʹ. λδʹ. ὑπ. Κενσωρίνου καὶ Γάλλου. ρϙγʹ Ὀλυμπιάς. Ἰνδ. ιʹ. λεʹ. ὑπ. Νέρωνος τὸ βʹ καὶ Πίσωνος τὸ βʹ. Τιβέριος ἐστράτευσεν κατὰ Βρεταννῶν καὶ Ἀρμενίων. | |
15 | Ἰνδ. ιαʹ. λϛʹ. ὑπ. Βάλβου καὶ Βετέρου. Ἰνδ. ιβʹ. λζʹ. ὑπ. Ὀκταβιανοῦ λοιπὸν τὸ ιγʹ καὶ Σύλλου. Ἰνδ. ιγʹ. ληʹ. ὑπ. Σαβίνου καὶ Ῥουφίνου. Αὔγουστος Ἰουλίαν τὴν ἑαυτοῦ θυγατέρα ἐφυγάδευσεν, κα‐ | |
ταγνοὺς αὐτῆς μοιχείαν. | ||
368 | ρϙδʹ Ὀλυμπιάς. Ἰνδ. ιδʹ. λθʹ. ὑπ. Ὀκταβιανοῦ Αὐγούστου τὸ ιδʹ καὶ Σιλανοῦ. Τούτῳ τῷ ͵εφϛʹ ἔτει γενέσεως κόσμου μετὰ τὸ παρελθεῖν τὸ κϛʹ ἔτος τῆς Αὐγούστου Καίσαρος μοναρχίας καὶ μῆνα τὸν | |
5 | ἕκτον, τουτέστιν κατὰ τὸ λθʹ ἔτος τῆς αὐτοῦ βασιλείας, θέλομεν γνῶναι πόστην ἔχει κατὰ σελήνην ἡ πρώτη τοῦ ἑβδόμου μηνὸς Εἰ‐ λούλ κατὰ τὴν σεληνιακὴν παράδοσιν τῆς γραφῆς καὶ ποία ἐστὶν ἡμέρα τῆς ἑβδομάδος. ἀπὸ τῶν ͵εφϛʹ ἐτῶν τὸ αʹ ἀφαιροῦντες τὰ ͵εφεʹ ποιοῦμεν παρὰ τὸν ιθʹ. ιθʹ ςʹ γίνονται ͵γωʹ. ιθʹ πʹ γί‐ | |
10 | νονται ͵αφκʹ. ιθʹ θʹ γίνονται ροαʹ. λοιπὸν ιδʹ. τὸ ιδʹ ἔτος τῆς ἐννεακαιδεκαετηρίδος ἔχει δʹ ἐπακτάς. ταύταις προσάπτομεν ιγʹ τὰς πρὸ τῶν φωστήρων καὶ ιαʹ τὰς ἀπὸ καʹ μαρτίου. ἀπριλίου λʹ, μαΐου λαʹ, ἰουνίου λʹ, ἰουλίου λαʹ, αὐγούστου λαʹ, σεπτεμ‐ βρίου αʹ, γίνονται ρπβʹ. ἔκβα τριακοντάδας, λοιπὸν βʹ. ἔγνω‐ | |
15 | μεν οὖν ὡς κατὰ τὸ παρὸν ͵εφϛʹ ἔτος γενέσεως κόσμου ἡ αʹ ἡλιακὴ τοῦ σεπτεμβρίου μηνὸς ἔσχεν κατὰ σελήνην δευτέραν. Εἶτα γνῶμεν καὶ ποίᾳ ἡμέρᾳ ἔφθασεν ἡ πρώτη τοῦ σεπτεμ‐ βρίου. τοῖς ͵εφεʹ προσάπτομεν τὸ δʹ ͵ατοϛʹ γίνονται ͵ϛωπαʹ. | |
ταύτας παρὰ τὸ ζʹ· ζʹ ϡʹ γίνονται ͵ϛτʹ· ζʹ πʹ γίνονται φξʹ· ζʹ | ||
369 | βʹ γίνονται ιδʹ, λοιπὸν ζʹ. καὶ ἔγνωμεν ὡς κατὰ τὸ ͵εφϛʹ ἔτος ἔφθασεν ἡ αʹ τοῦ σεπτεμβρίου ἐν ἡμέρᾳ ζʹ, καὶ εἶχε κατὰ σελή‐ νην δευτέραν. | |
4t | Λευιτικοῦ | |
5 | Καὶ αἱ μὲν ἑορταὶ τοῦ ἑβδόμου μηνός εἰσιν αὗται. Καὶ ἐλάλησε κύριος πρὸς Μωϋσῆν λέγων, Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ λέγων, Τοῦ μηνὸς τοῦ ἑβδόμου μιᾷ τοῦ μηνὸς ἔσται ὑμῖν ἀνάπαυσις, μνημόσυνον σαλπίγγων, κλητὴ ἁγία τῷ κυρίῳ. πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε, καὶ προσάξετε ὁλοκαύ‐ | |
10 | τωμα τῷ κυρίῳ. καὶ ἐλάλησε κύριος πρὸς Μωϋσῆν λέγων, Καὶ τῇ δεκάτῃ τοῦ μηνὸς τοῦ ἑβδόμου τούτου ἡμέρα ἐξιλασμοῦ κλητὴ ἁγία ἔσται ὑμῖν, καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμῶν, καὶ προσά‐ ξετε ὁλοκαύτωμα τῷ κυρίῳ. πᾶν ἔργον οὐ ποιήσετε ἐν αὐτῇ τῇ ἡμέρᾳ· ἔστιν γὰρ ἡμέρα ἐξιλασμοῦ αὕτη ὑμῖν ἐξιλάσασθαι περὶ | |
15 | ὑμῶν ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν. πᾶσα γὰρ ψυχὴ ἥτις οὐ ταπεινωθήσεται ἐν αὐτῇ τῇ ἡμέρᾳ ταύτῃ, ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ αὐτῆς, καὶ πᾶσα ψυχὴ ἥτις ποιήσει ἔργον ἐν αὐτῇ τῇ ἡμέρᾳ, ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς. πᾶν ἔργον οὐ ποιήσετε. νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν ἐν πάσαις | |
20 | ταῖς κατοικίαις ὑμῶν. σάββατα σαββάτων ἔσται ὑμῖν, καὶ τα‐ | |
370 | πεινώσετε τὰς ψυχὰς ὑμῶν ἀπὸ ἐνάτης τοῦ μηνός, ἀπὸ ἑσπέρας ἕως ἑσπέρας σαββατιεῖτε τὰ σάββατα ὑμῶν. καὶ ἐλάλησε κύριος πρὸς Μωϋσῆν λέγων, Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ λέγων, Τῇ πεντεκαιδεκάτῃ τοῦ μηνὸς τοῦ ἑβδόμου τούτου, ὅταν συντελέση‐ | |
5 | τε τὰ γεννήματα τῆς γῆς, ἑορτάσετε τῷ κυρίῳ ζʹ ἡμέρας. τῇ ἡμέρᾳ τῇ πρώτῃ ἀνάπαυσις καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἀνάπαυσις. καὶ λήψεσθε ἑαυτοῖς τῇ ἡμέρᾳ τῇ πρώτῃ καρπὸν ξύλου ὡραῖον καὶ κάλλυνθρα φοινίκων καὶ κλάδους ξύλου δασεῖς καὶ ἰτέας καὶ ἄγνου κλάδους ἐκ χειμάῤῥου, καὶ εὐφρανθήσεσθε ἐναντίον κυρίου | |
10 | τοῦ θεοῦ ὑμῶν ἑπτὰ ἡμέρας τοῦ ἐνιαυτοῦ. νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ ἑορτάσετε αὐτήν. ἐν σκηναῖς κατοικήσετε ἑπτὰ ἡμέρας. πᾶς ὁ αὐτόχθων ἐν Ἰσραὴλ κατοικήσουσιν ἐν σκηναῖς, ὅπως ἴδωσιν αἱ γενεαὶ ὑμῶν ὅτι ἐν σκηναῖς κατῴκισα τοὺς υἱοὺς Ἰσραὴλ ἐν τῷ ἐξαγαγεῖν με αὐτοὺς | |
15 | ἐκ γῆς Αἰγύπτου ἐγὼ κύριος. Καὶ αἱ μὲν ἑορταὶ τοῦ ἑβδόμου μηνός, καθὰ λέλεκται, εἰ‐ σὶν αὗται. ἡ πρώτη ἑορτὴ σαλπίγγων, καθὼς ἀπεδείχθη, ἡμέ‐ ρα ἑβδόμη λειτουργουμένη ἐπὶ ἡμέρας ἑπτά. ἡ δὲ ὀγδόη ἐγκαί‐ νια τοῦ ναοῦ ἡμέρα ἑβδόμη. ἡ δεκάτη ἐξιλασμοῦ, ἡμέρα δευ‐ | |
20 | τέρα, τρίτη δὲ τῶν ἐγκαινίων. καὶ μετὰ τὰς ἑπτὰ ἡμέρας τῶν | |
ἐγκαινίων ἡ πεντεκαιδεκάτη ἑορτὴ σκηνοπηγίων, ἡμέρα ἑβδόμη, | ||
371 | ἑπτὰ ἡμέρας ἑορταζομένη, ἐν ᾗ ἤρξατο τῆς λειτουργίας Ζαχα‐ ρίας, καὶ εὐηγγελίσθη ὑπὸ τοῦ ἀγγέλου τὴν σύλληψιν τῆς Ἐλι‐ σάβετ. καὶ μετὰ τὰς ἑπτὰ τῶν σκηνοπηγίων ἡ ὀγδόη ἐξόδιον, ἡμέρα ἑβδόμη. καὶ ἔμεινεν τὸ σάββατον διὰ τὴν ἐντολὴν τοῦ | |
5 | νόμου. καὶ τῇ εἰκοστῇ τρίτῃ ἡμέρᾳ πρώτῃ, εἰκάδι δὲ τετάρτῃ κατὰ σελήνην, ἡμέρᾳ πρώτῃ ἀπῆλθεν Ζαχαρίας εἰς τὸν οἶκον αὐτοῦ. Καὶ ἐγένετο, ὡς ἐπλήσθησαν αἱ ἡμέραι τῆς λειτουργίας αὐτοῦ, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ. μετὰ δὲ ταύτας τὰς ἡμέ‐ | |
10 | ρας συνέλαβεν Ἐλισάβετ ἡ γυνὴ αὐτοῦ, καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε λέγουσα ὅτι οὕτω μοι πεποίηκεν ὁ κύριος ἐν ἡμέ‐ ραις αἷς ἀφεῖλεν τὸ ὄνειδός μου ἐν ἀνθρώποις. Ἀριθμήσωμεν τοίνυν τὰς ἡμέρας κατὰ τὴν κρατοῦσαν συν‐ ήθειαν τῆς γραφῆς σεληνιακῶς ἀπὸ τῆς συλλήψεως τῆς Ἐλισά‐ | |
15 | βετ ἕως τῆς ἡμέρας τοῦ εὐαγγελισμοῦ τῆς ἁγίας ἀειπαρθένου καὶ θεοτόκου Μαρίας, ἐν ᾗ συνελήφθη ὁ ἀμνὸς τοῦ θεοῦ κατὰ τὴν τοῦ τυπικοῦ ἀμνοῦ σύλληψιν· εὑρίσκομεν τὸν ἕκτον μῆνα τῆς Ἐλισάβετ ἀφ’ οὗ συνέλαβεν τότε πληροῦσθαι. Τίθεμεν τὰς ἀπὸ κεʹ τοῦ ἑβδόμου μηνὸς ἡμέρας σεληνιακῶς | |
20 | οὕτως. εἰλοὺλ ζʹ σεπτεμβρίου, θεελεὶφ λαʹ ὀκτωβρίου, μορσουὰν | |
λʹ νοεμβρίου, χασιλεῦ λαʹ δεκεμβρίου· τούτῳ τῷ μηνὶ ιηʹ, ἡμέρᾳ | ||
372 | πέμπτῃ, ἐπορεύθη ἡ ἁγία θεοτόκος εἰς τὴν ὀρεινὴν πρὸς τὴν Ἐλι‐ σάβετ καὶ ἠσπάσατο αὐτήν. ὑπ. Λεντούλου καὶ Πίσωνος. τηβὴθ λαʹ ἰανουαρίου, σαβὰτ κηʹ φεβρουαρίου, ἀδὰρ κεʹ μαρ‐ τίου. ὁμοῦ ρπγʹ. ταύτας κατὰ σελήνην μέρισον· ϛʹ κʹ γίνονται | |
5 | ρκʹ· ϛʹ ιʹ γίνονται ξʹ· τουτέστιν τὸ ἥμισυ τοῦ ϛʹ γίνονται γʹ. Τούτῳ τῷ ͵εφζʹ ἔτει εὐηγγελίσθη τὴν σύλληψιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡ δέσποινα ἡμῶν ἡ θεο‐ τόκος μηνὶ μαρτίῳ κεʹ, ἡμέρᾳ βʹ Τούτῳ τῷ ͵εφϛʹ ἔτει γενέσεως κόσμου τῷ ζʹ μηνὶ ιεʹ, τῇ ἡμέ‐ | |
10 | ρᾳ τῶν σκηνοπηγίων θεοῦ βιῶν ὁ Ζαχαρίας εὐηγγελίσθη τὴν σύλ‐ ληψιν τῆς Ἐλισάβετ. Τῇ κεʹ τοίνυν τοῦ δύστρου μηνὸς συμπληροῦται ὁ ἑξαμη‐ νιαῖος χρόνος τῆς συλλήψεως τῆς Ἐλισάβετ· διὰ τοῦτο καὶ ὁ εὐαγγελιστὴς λέγει, Ἐν δὲ τῷ μηνὶ τῷ ϛʹ ἀπεστάλη ὁ ἄγγελος | |
15 | Γαβριὴλ ὑπὸ τοῦ θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας, ᾗ ὄνομα Να‐ ζαρέτ, πρὸς παρθένον μεμνηστευμένην ἀνδρί, ᾧ ὄνομα Ἰωσήφ, ἐξ οἴκου καὶ πατριᾶς Δαβίδ· καὶ τὸ ὄνομα τῆς παρθένου Μα‐ ριάμ. καὶ εἰσελθὼν ὁ ἄγγελος πρὸς αὐτὴν εἶπεν, Χαῖρε κεχαρι‐ τωμένη, ὁ κύριος μετά σου. ἡ δὲ ἐπὶ τῷ λόγῳ διεταράχθη, καὶ | |
20 | διελογίζετο ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος. καὶ εἶπεν ὁ ἄγγε‐ | |
λος πρὸς αὐτήν, Μὴ φοβοῦ, Μαριάμ· εὗρες γὰρ χάριν παρὰ | ||
373 | τῷ θεῷ. καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν, καὶ καλέ‐ σεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. οὗτος ἔσται μέγας, καὶ υἱὸς ὑψί‐ στου κληθήσεται, καὶ δώσει αὐτῷ κύριος ὁ θεὸς τὸν θρόνον Δα‐ βὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς | |
5 | τοὺς αἰῶνας· καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. εἶπε δὲ Μαριὰμ πρὸς τὸν ἄγγελον, Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῇ, Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι, διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς θεοῦ. καὶ ἰδοὺ Ἐλισάβετ ἡ | |
10 | συγγενής σου καὶ αὐτὴ συνειληφυῖα υἱὸν ἐν γήρει αὐτῆς, καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ, τῇ καλουμένῃ στείρᾳ. ὅτι οὐκ ἀδυ‐ νατήσει παρὰ τῷ θεῷ πᾶν ῥῆμα. εἶπεν δὲ Μαριὰμ πρὸς τὸν ἄγ‐ γελον, Ἰδοὺ ἡ δούλη κυρίου, γένοιτό μοι κατὰ τὸ ῥῆμά σου. καὶ ἀπῆλθεν ἀπ’ αὐτῆς ὁ ἄγγελος. | |
15 | Ἐν ταύτῃ τοίνυν τῇ ἡμέρᾳ, λέγω δὲ τῇ κεʹ τοῦ κατὰ Ῥω‐ μαίους μαρτίου μηνός, παραλαβοῦσα ἀπὸ τῶν θεοφόρων διδα‐ σκάλων ἑορτάζει τὸν εὐαγγελισμὸν τῆς ἁγίας δεσποίνης ἡμῶν ἐν‐ δόξου θεοτόκου καὶ ἀειπαρθένου Μαρίας ἡ τοῦ θεοῦ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία. | |
20 | Τοῦ οὖν ἕκτου μηνὸς τῇ Ἐλισάβετ συμπληρουμένου, καθὰ πρόκειται, τῇ κεʹ τοῦ κατὰ Ῥωμαίους μαρτίου μηνός, καὶ ἐν ταύτῃ ἀρχομένου αὐτῇ τοῦ ἑβδόμου μηνός, συνέλαβεν ἐν γαστρὶ | |
κατὰ σάρκα τὸν ἀΐδιον καὶ ὁμοούσιον τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύ‐ | ||
374 | ματι μονογενῆ υἱὸν καὶ λόγον, Χριστὸν τὸν ἀληθινὸν θεὸν ἡμῶν, ἡ παναγία ἄχραντος εὐλογημένη ἀειπαρθένος καὶ θεοτόκος Μα‐ ρία. καὶ εὐθέως ἤρξατο ἐν τῇ γαστρὶ αὐτῆς ἡ καθ’ ὑπόστα‐ σιν ἕνωσις, ἐν ᾗ ἡ ἄσηπτος κιβωτὸς εἰσῆλθεν εἰς τὴν γῆν τῆς | |
5 | ἐπαγγελίας, καὶ ἡ ἄμωμος καὶ παναγία σὰρξ τοῦ θεοῦ λόγου ἡ μὴ διαφθαρεῖσα ἤρξατο πλαστουργεῖσθαι ἐν τῇ ἐμψύχῳ γῇ τῇ θεοτόκῳ τῇ ἐπελεύσει τοῦ ἁγίου πνεύματος καὶ τῇ ἐπισκιάσει τῆς δυνάμεως τοῦ ὑψίστου ἐβλάστησεν τὸ ἄνθος τὸ ἐκ τῆς ῥίζης Ἰεσσαὶ ἐν τῇ παρθένῳ γῇ τῇ θεοτόκῳ, τουτέστιν ἡ κατὰ σάρκα | |
10 | τοῦ ἑνὸς τῆς ἁγίας τριάδος θεοῦ λόγου σύλληψις ἤρξατο κατὰ τὸ γεγραμμένον, Καὶ ἡ γῆ ἡμῶν δώσει τὸν καρπὸν αὐτῆς. Ἐπὶ τῶν προκειμένων ὑπάτων Λεντούλου καὶ Πίσωνος τῇ εἰκάδι πέμπτῃ τοῦ δύστρου μηνός, κατὰ δὲ τοὺς Αἰγυπτίους ἀδὰρ τριακάδι, πρὸ ηʹ καλανδῶν ἀπριλίων ἔτους ͵εφζʹ γενέσεως | |
15 | κόσμου, ἐν τῷ πρώτῳ σεληνιακῷ μηνὶ ἀδάρ, δεκάτῃ τοῦ μη‐ νός, ὡς προεμήνυσεν διὰ τῆς λήψεως καὶ διατηρήσεως τοῦ προ‐ βάτου τὴν κατὰ σάρκα σύλληψιν αὐτοῦ ὁ κύριος καὶ δεσπότης τῶν ἁπάντων Χριστός, ὁ ἀληθινὸς θεὸς ἡμῶν, οὕτω καὶ ἐπλή‐ ρωσεν ὁ κατὰ πάντα τέλειος καὶ τελεσιουργὸς πάσης κτίσεως ἐν | |
20 | τῷ τελείῳ ἀριθμῷ τῆς συλλήψεως, καὶ πάλιν ὡς προεζωγράφη‐ σεν ἐν τῇ κιβωτῷ τὴν ἄχραντον καὶ ἄμωμον καὶ παναγίαν αὐτοῦ σάρκα καὶ εἰσήγαγεν αὐτὴν εἰς τὴν γῆν τῆς ἐπαγγελίας, οὕτως ἐν τῷ αὐτῷ μηνὶ ἐν τῇ αὐτῇ ἡμέρᾳ τοῦ μηνός, ἡμέρᾳ δευτέρᾳ | |
375 | ἐπὶ τῇ φωνῇ τοῦ ἀγγέλου εἰπόντος πρὸς τὴν ἁγίαν παρθένον, Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς θεοῦ· ἐν ᾗ τῆς δημιουργίας ἡμέρᾳ δευτέρᾳ τοὺς οὐρανοὺς ἐποίησεν Χριστὸς ὁ | |
5 | θεὸς ἡμῶν, ἐν αὐτῇ εὑρίσκεται σαρκωθεὶς καὶ τελείως ἐνανθρω‐ πήσας, ὡς ὑπάρχων ἥλιος δικαιοσύνης· φησὶ γὰρ ὁ προφήτης πε‐ ρὶ αὑτοῦ, Ἀνατελεῖ τοῖς φοβουμένοις αὐτὸν ἥλιος δικαιοσύνης, καὶ ἴασις ἔσται ἐν ταῖς πτέρυξιν αὐτοῦ. Εὑρίσκομεν δὲ τὴν δεκάτην τοῦ πρώτου μηνὸς τῆς σελήνης, | |
10 | ἐν ᾗ προσέταξεν ὁ δεσπότης τῶν ἁπάντων ληφθῆναι τὸ πρόβατον καὶ διατηρηθῆναι, συντρέχουσαν κατὰ τὸ παρὸν ͵εφζʹ ἔτος εἰς τὴν πέμπτην καὶ εἰκάδα τοῦ μαρτίου μηνός. Ἐστὶ γὰρ κατὰ τὸ παρὸν ͵εφζʹ ἔτος τῆς ἐννεακαιδεκαετηρί‐ δος ἔτος ιϛʹ, καὶ ἀναγεγραμμένας ἐπακτὰς ιεʹ. ταύταις προσ‐ | |
15 | τίθεμεν τὰς πρὸ τῶν φωστήρων ιγʹ καὶ προσελήνους ζʹ καὶ εʹ τὰς ἀπὸ καʹ καὶ αὐτῆς τοῦ μαρτίου, γίνονται μʹ, ἔκβα λʹ, μέ‐ νουσι ιʹ. Καὶ γινώσκομεν ὡς τῇ δεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου κατὰ σελήνη ηὑρέθη κατὰ τὸ παρὸν ἔτος τῇ εἰκάδι πέμπτῃ τοῦ κατὰ | |
20 | Ῥωμαίους μαρτίου μηνός. Ἀναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις, καὶ ἐλ‐ θοῦσα ἐκ Ναζάρετ διὰ γʹ, καὶ τελέσασα τὸ πάσχα ἐν Ἱερουσαλὴμ | |
376 | καὶ τὰς τῶν ἀζύμων ζʹ ἡμέρας, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα, οὖσαν ἀπὸ μιλίων ιβʹ. καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. καὶ ἐγέ‐ νετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρ‐ | |
5 | τησεν τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσθη πνεύματος ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησεν φωνῇ μεγάλῃ, καὶ εἶπεν, Εὐλογημένη σὺ ἐν γυναιξὶν καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ κυρίου μου πρός με; ἰδοὺ γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ | |
10 | ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ κυρίου. Καὶ εἶπεν Μαριάμ, Μεγαλύνει ἡ ψυχή μου τὸν κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ θεῷ τῷ σωτῆρί μου, ὅτι | |
15 | ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί, ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰς γενεῶν τοῖς φοβουμένοις αὐτόν. ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ | |
20 | καρδίας αὐτῶν, καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσεν ταπεινούς. πεινῶντας ἐνέπλησεν ἀγαθῶν, καὶ πλουτοῦντας ἐξα‐ πέστειλεν κενούς. ἀντελάβετο Ἰσραὴλʹ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν τῷ Ἀβραὰμ | |
καὶ τῷ σπέρματι αὐτοῦ εἰς τὸν αἰῶνα. | ||
377 | Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέ‐ στρεψεν εἰς τὸν οἶκον αὑτῆς. τῇ δὲ Ἐλισάβετ ἐπλήσθη ὁ χρόνος τοῦ τεκεῖν αὐτήν, καὶ ἐγέννησεν υἱόν· καὶ ἤκουσαν οἱ περίοικοι καὶ οἱ συγγενεῖς αὐτῆς ὅτι ἐμεγάλυνε κύριος τὸ ἔλεος αὑτοῦ μετ’ αὐ‐ | |
5 | τῆς, καὶ συνέχαιρον αὐτῇ. καὶ ἐγένετο, τῇ ἡμέρᾳ τῇ ηʹ ἦλθον περιτεμεῖν τὸ παιδίον, καὶ ἐκάλουν αὐτὸ ἐπὶ τῷ ὀνόματι τοῦ πα‐ τρὸς αὐτοῦ Ζαχαρίαν. καὶ ἀποκριθεῖσα ἡ μήτηρ αὐτοῦ εἶπεν, Οὐχί, ἀλλὰ κληθήσεται Ἰωάννης. καὶ εἶπαν πρὸς αὐτήν, Ὅτι οὐδείς ἐστιν ἐκ τῆς συγγενείας σου ὃς καλεῖται τῷ ὀνόματι τούτῳ. | |
10 | ἐνένευον δὲ τῷ πατρὶ αὐτοῦ τὸ τί ἂν θέλοι καλεῖσθαι αὐτόν. καὶ αἰτήσας πινακίδιον ἔγραψεν λέγων, Ἰωάννης ἐστὶ τὸ ὄνομα αὐ‐ τοῦ. καὶ ἐθαύμασαν πάντες. ἀνεῴχθη δὲ τὸ στόμα αὐτοῦ παραχρῆμα, καὶ ἐλύθη ἡ γλῶσσα αὐτοῦ, καὶ ἐλάλει εὐλογῶν τὸν θεόν. καὶ ἐγένετο ἐπὶ πάντας φόβος τοὺς περιοικοῦντας αὐ‐ | |
15 | τούς, καὶ ἐν ὅλῃ τῇ ὀρεινῇ τῆς Ἰουδαίας ἐλαλεῖτο πάντα τὰ ῥή‐ ματα ταῦτα. καὶ ἔθεντο πάντες οἱ ἀκούσαντες ἐν τῇ καρδίᾳ αὐτῶν λέγοντες, Τί ἄρα τὸ παιδίον τοῦτο ἔσται; καὶ χεὶρ κυ‐ ρίου ἦν μετ’ αὐτοῦ. καὶ Ζαχαρίας ὁ πατὴρ αὐτοῦ ἐπλήσθη πνεύματος ἁγίου, καὶ προεφήτευσεν λέγων, Εὐλογητὸς κύριος | |
20 | ὁ θεὸς τοῦ Ἰσραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ. καὶ ἤγειρεν κέρας σωτηρίας ἡμῖν ἐν τῷ οἴκῳ Δαβὶδ τοῦ παιδὸς αὐτοῦ, καθὼς ἐλάλησεν διὰ στόματος τῶν ἁγίων τῶν ἀπ’ | |
αἰῶνος προφητῶν αὐτοῦ. σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν καὶ ἐκ χει‐ | ||
378 | ρὸς πάντων τῶν μισούντων ἡμᾶς. ποιῆσαι ἔλεος μετὰ τῶν πα‐ τέρων ἡμῶν, καὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ. ὅρκον ὃν ὤμοσεν πρὸς Ἀβραὰμ τὸν πατέρα ἡμῶν τοῦ δοῦναι ἡμῖν. ἀφόβως ἐκ χειρὸς τῶν ἐχθρῶν ἡμῶν ῥυσθέντας λατρεύειν αὐτῷ πάσας | |
5 | τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν. καὶ σύ, παιδίον, προφήτης ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ πρὸ προσώπου κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ ἐν ἀφέ‐ σει ἁμαρτιῶν αὐτῶν. διὰ σπλάγχνα ἐλέους θεοῦ ἡμῶν, ἐν οἷς ἐπεσκέψατο ἡμᾶς, ἀνατολὴ ἐξ ὕψους. ἐπιφανεῖ τοῖς ἐν σκότει | |
10 | καὶ σκιᾷ θανάτου καθημένοις τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης. Τὸ δὲ παιδίον ηὔξανεν καὶ ἐκραταιοῦτο πνεύματι, καὶ ἦν ἐν ταῖς ἐρήμοις ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ πρὸς τὸν Ἰσραήλ. | |
14t | Εἰς Ἰωάννην τὸν Πρόδρομον | |
15 | Οὗτος ὁ μείζων πάντων ἀνθρώπων Ἰωάννης ὁ βαπτιστής, ὁ ἔτι ἐν κοιλίᾳ πνεύματος ἁγίου πλησθεὶς καὶ σκιρτῶν καὶ ἐπει‐ γόμενος προδραμεῖν τοῦ κυρίου αὐτοῦ, ὁ μέγας ἐνώπιον τοῦ θεοῦ, ὁ πρόδρομος τοῦ κυρίου, ὁ ἑτοιμάζων αὐτῷ λαὸν κατεσκευασμέ‐ νον, ὁ τῶν προφητῶν ἀνώτερος καὶ τῶν ἀποστόλων προγενέστε‐ | |
20 | ρος, ὁ μέσος τῆς παλαιᾶς καὶ καινῆς διαθήκης, ὁ τελευταῖος ἐν | |
νόμῳ καὶ τῆς νέας ὑποδείκτης, ὁ παρόντα τὸν δεσπότην Χριστὸν | ||
379 | πᾶσιν ὑποδεικνύς, ὁ τῇ σκληραγωγίᾳ πάντας ἀνθρώπους ὑπερ‐ αίρων καὶ τῇ διακονίᾳ πάντας ἀνθρώπους ὑπερβάς, ὁ ἐν πνεύ‐ ματι καὶ δυνάμει Ἠλίου προελθὼν καὶ τὸν Ἠλίαν ὑπερβαίνων τῷ βαπτίζειν τὸν κύριον, ὁ λύχνος ὁ καιόμενος πρὸ τοῦ ἡλίου τῆς | |
5 | δικαιοσύνης, οὗτος παρόντα τὸν κύριον ὑποδείκνυσι λέγων, Ἰδὲ ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἀμνὸν ὡς θυόμενον καλέσας καὶ τὴν ἁμαρτίαν τοῦ κόσμου αἴροντα. ὡς ἀπαλλάττοντα τὸν κόσμον τῆς ἁμαρτίας, διὰ τῆς ἀναστάσεως ἀφθάρτους καὶ ἀθανάτους καὶ ἀτρέπτους ἀποτελῶν. τοιαύτης | |
10 | διακονίας καὶ τοιούτων πραγμάτων μηνυτὴς ἠξιώθη ὁ μέγας Ἰωάννης εἶναι. Εἶτα θέλοντες γνῶναι καὶ πόστῃ τοῦ μηνὸς ἐτέχθη ὁ πρό‐ δρομος, εὑρίσκομεν ὡς ὁ ἐννεαμηνιαῖος ἡλιακὸς χρόνος τῆς συλλή‐ ψεως τῆς Ἐλισάβετ συμπληροῦται εἰς τὴν εἰκάδα τετάρτην τοῦ | |
15 | ἰουνίου μηνός. Εἶτα γνῶναι βουλόμενοι καὶ τὴν ἡμέραν καθ’ ἣν ἐτέχθη, τίθεμεν τὰ ͵εφζʹ παρὰ τὸ ἕν, καὶ συνάπτομεν αὐτοῖς τὸ τέταρ‐ τον, τουτέστιν ἄλλα ͵ατοϛʹ· γίνονται ͵ϛωπβʹ. μέρισον εἰς ζʹ· ζʹ ϡʹ ͵ϛτʹ, ζʹ πʹ φξʹ, ζʹ γʹ καʹ. λοιπὸν αʹ· ταύτῃ προστίθεμεν | |
20 | ἀπριλίου λʹ, μαίου λαʹ, ἰουνίου κδʹ, γίνονται πϛʹ λῦσον εἰς ζʹ, ζʹ ιʹ οʹ, ζʹ βʹ ιδʹ, λοιπὸν βʹ. | |
Ἔγνωμεν οὖν ὡς ἐν δευτέρᾳ τῆς ἑβδομάδος ἡμέρᾳ κατὰ τὸ | ||
380 | παρὸν ἔτος ὁ πρόδρομος ἐτέχθη, καθ’ ἣν ἡμέραν ἐδημιούργησεν ὁ θεὸς τὸ στερέωμα τὸ ἐν μέσῳ τῶν ὑδάτων. Ἐν ταύταις δὲ ταῖς ἡμέραις ἐξῆλθεν δόγμα παρὰ Καίσαρος Αὐγούστου ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην. αὕτη ἡ ἀπο‐ | |
5 | γραφὴ πρώτη ἐγένετο ἡγεμονεύοντος τῆς Συρίας Κυρινίου, καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι, ἕκαστος εἰς τὴν ἰδίαν πόλιν. ἀνέβη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας ἐκ πόλεως Ναζαρὲθ εἰς τὴν Ἰουδαίαν εἰς πόλιν Δαβίδ, ἥτις καλεῖται Βηθλεέμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαβίδ, ἀπογράψασθαι σὺν | |
10 | Μαριὰμ τῇ μεμνηστευμένῃ αὐτῷ γυναικί, οὔσῃ ἐγκύῳ. ἐγένετο δὲ ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ, ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐ‐ τήν, καὶ ἔτεκεν τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐσπαργά‐ νωσεν αὐτὸν καὶ ἀνέθηκεν αὐτὸν ἐν τῇ φάτνῃ, διότι οὐκ ἦν αὐ‐ τοῖς τόπος ἐν τῷ καταλύματι. καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ | |
15 | αὐτῇ ἀγραυλοῦντες καὶ φυλάσσοντες φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν. καὶ ἰδοὺ ἄγγελος κυρίου ἐπέστη αὐτοῖς, καὶ δό‐ ξα κυρίου περιέλαμψεν αὐτούς, καὶ ἐφοβήθησαν φόβον μέγαν. καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος, Μὴ φοβεῖσθε ὑμεῖς· ἰδοὺ γὰρ εὐαγ‐ γελίζομαι ὑμῖν χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ, ὅτι | |
20 | ἐτέχθη ὑμῖν σήμερον σωτήρ, ὅς ἐστιν Χριστὸς κύριος ἐν πόλει Δαβίδ, καὶ καθὼς γέγραπται, Αὐτὸς ὁ λαλῶν ἰδοὺ πάρειμι. Εἶτα γνῶναι βουλόμενοι καὶ τὴν ἡμέραν καθ’ ἣν ἐτέχθη | |
Χριστὸς ὁ ἀληθινὸς θεὸς ἡμῶν, τίθεμεν τὴν κατὰ τὸ παρὸν ἔτος | ||
381 | μίαν ἐπακτὴν τοῦ ἡλίου, καὶ ταύτῃ προστιθέντες ἀπὸ ἀρχῆς τοῦ πρώτου μηνὸς ἡμέρας ἀπριλίου λʹ, μαΐου λαʹ, ἰουνίου λʹ, ἰου‐ λίου λαʹ, αὐγούστου λαʹ, σεπτεμβρίου λʹ, ὀκτωβρίου λαʹ, νοεμ‐ βρίου λʹ, δεκεμβρίου κεʹ, γίνονται σοʹ, ταύτας ἑβδόμου, ζʹ λʹ γί‐ | |
5 | νονται σιʹ, ζʹ ηʹ νϛʹ, λοιπὰ δʹ. Ἔγνωμεν οὖν ὡς καθ’ ἣν ἡμέραν ἐδημιούργησεν τοὺς φω‐ στῆρας, κατ’ αὐτὴν ἐτέχθη Χριστὸς ὁ ἀληθινὸς θεὸς ἡμῶν, ὡς ὑπάρχων ἥλιος δικαιοσύνης. Ἡρώδης δὲ πρὸς ταῖς ἑτέραις αὐτοῦ μιαιφονίαις Σαλώμης | |
10 | τῆς ἰδίας ἀδελφῆς ἀναιρεῖ τὸν ἄνδρα. γήμαντος δὲ αὐτὴν ἑτέ‐ ρου, καὶ τοῦτον ἐπιπροστίθησιν. καὶ ἔτι πρὸς τούτοις τοὺς ὑφηγητὰς τῶν ἱερῶν νόμων καὶ τοὺς τῶν πατρίων ζηλωτὰς κτίν‐ νυσιν. Ἰνδ. αʹ. μαʹ. ὑπ. Πουπλίου Καίσαρος καὶ Παύλου. | |
15 | Τῇ πρώτῃ τοῦ ἰανουαρίου μηνὸς ἡμέρᾳ δʹ, ὅτε ἐπλήσθη‐ σαν ἡμέραι ηʹ, ἦλθον περιτεμεῖν τὸ παιδίον, καὶ ἐκλήθη τὸ ὄνο‐ μα αὐτοῦ Ἰησοῦς, τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ συλλη‐ φθῆναι αὐτὸν ἐν τῇ κοιλίᾳ. εἶτα μετὰ ταῦτα ὡς ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτοῦ, κατὰ τὸν νόμον τὸν δοθέντα | |
20 | παρ’ αὐτοῦ διὰ Μωϋσέως ἀνήγαγον αὐτὸν εἰς Ἱεροσόλυμα πα‐ ραστῆσαι τῷ κυρίῳ, καθὼς γέγραπται ἐν νόμῳ κυρίου, ὅτι πᾶν | |
ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ κυρίῳ κληθήσεται. καὶ ἐν τῷ | ||
382 | εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν ἐν τῷ ἱερῷ ἐδέξατο αὐ‐ τὸ Συμέων ἐν ταῖς ἀγκάλαις αὐτοῦ, καὶ εὐλόγησεν τὸν θεὸν καὶ εἶπεν, Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοί‐ | |
5 | μασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξα λαοῦ σου Ἰσραήλ. καὶ μετὰ βραχέα, Ἰδοὺ οὗ‐ τος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον. καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύ‐ σεται ῥομφαία. | |
10 | Ταῦτα δὲ ἡμῖν παραδέδοται ἐκ τῶν ἀπ’ ἀρχῆς αὐτοπτῶν καὶ ὑπηρετῶν γενομένων τοῦ λόγου, παρ’ ὧν καὶ ὁ ἅγιος Λου‐ κᾶς λαβὼν συνεγράψατο. οἱ δὲ αὐτόπται καὶ ὑπηρέται εἰσὶν ἡ ἁγία ἔνδοξος καὶ κατὰ ἀλήθειαν δέσποινα ἡμῶν θεοτόκος, ἡ καὶ συντηρήσασα πάντα ἐν τῇ καρδίᾳ αὐτῆς, καθὼς γέγραπται, καὶ ὁ | |
15 | δίκαιος Ἰωσὴφ ὁ μνηστὴρ καὶ οἱ υἱοὶ αὐτοῦ Ἰάκωβος ὁ πρῶτος τῶν ἐν Ἱεροσολύμοις κατακοσμήσας θρόνον καὶ Ἰωσῆς καὶ Σίμων καὶ Ἰούδας. οὗτοί εἰσιν οἱ ἀπ’ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται ἕως τοῦ τριακοστοῦ ἔτους τῆς κατὰ σάρκα ἐπιφανείας τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. | |
20t | Ἐκ τοῦ μεγάλου Βασιλείου | |
21 | Τὰ τοῦ Συμεὼν ῥήματα πρὸς τὴν Μαρίαν οὐδὲν ἔχει ποι‐ | |
383 | κίλον οὐδὲ βαθύ. ηὐλόγησε γὰρ αὐτοὺς Συμεὼν καὶ εἶπε πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ, Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀ‐ νάστασιν πολλῶν ἐν τῷ Ἰσραήλ, καὶ εἰς σημεῖον ἀντιλεγόμενον. καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία. καίτοι ἐμοὶ | |
5 | οὐδὲν ἧττον φαίνεται ἄπορον πῶς ὁ αὐτὸς εἰς πτῶσιν κεῖται καὶ εἰς ἀνάστασιν, καὶ τί τὸ σημεῖον τὸ ἀντιλεγόμενον, καὶ τρίτον πῶς τῆς Μαρίας τὴν ψυχὴν διελεύσεται ἡ ῥομφαία. ἡγοῦμαι τοίνυν εἰς πτῶσιν καὶ ἀνάστασιν εἶναι τὸν κύριον οὐκ ἄλλων πι‐ πτόντων καὶ ἄλλων ἀνισταμένων, ἀλλ’ αὐτοῦ τοῦ ἐν ἡμῖν χείρο‐ | |
10 | νος καταπίπτοντος καὶ τοῦ βελτίονος διανισταμένου. καθαιρε‐ τικὴ μὲν γὰρ τῶν σωματικῶν παθῶν ἐστιν ἡ τοῦ κυρίου ἐπιφά‐ νεια, διεγερτικὴ δὲ τῶν τῆς ψυχῆς ἰδιωμάτων. ὡς ὅταν λέγει Παῦλος, Ὅταν ἀσθενῶ, δυνατός εἰμι, ὁ αὐτὸς ἀσθενεῖ καὶ δύ‐ ναται· ἀλλ’ ἀσθενεῖ μὲν τῇ σαρκί, δυνατὸς δέ ἐστι τῷ πνεύμα‐ | |
15 | τι. οὕτω καὶ ὁ κύριος οὐχὶ τοῖς μὲν τοῦ πίπτειν τὰς ἀφορμὰς παρέχει, τοῖς δὲ τοῦ ἀνίστασθαι· οἱ γὰρ πίπτοντες ἀπὸ τῆς στά‐ σεως ἐν ᾗ ποτε ἦσαν καταπίπτουσιν δηλονότι. οὐδέποτε δὲ στή‐ κει ὁ ἄπιστος, ἀεὶ συρόμενος μετὰ τοῦ ὄφεως συνέπεται. οὐκ ἔχει οὖν ὅθεν πέσῃ διὰ τὸ καταβεβλῆσθαι τῇ ἀπιστίᾳ. πρώτη | |
20 | εὐεργεσία τοῦ στήκοντα τῇ ἁμαρτίᾳ πεσεῖν καὶ ἀποθανεῖν, εἶτα | |
ζῆσαι τῇ δικαιοσύνῃ καὶ ἀναστῆναι, τῆς εἰς Χριστὸν γνώσεως | ||
384 | ἑκάτερον ἡμῖν χαριζομένης. πιπτέτω τὰ χείρονα, ἵνα λάβῃ και‐ ρὸν τὰ βελτίω πρὸς τὴν ἀνάστασιν. ἐὰν μὴ πέσῃ πορνεία, σω‐ φροσύνη οὐκ ἀνίσταται· ἐὰν μὴ ἀλογία συντριβῇ, τὸ λογικὸν ἐν ἡμῖν οὐκ ἀνθήσει. οὕτως οὖν εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν. | |
5 | εἰς δὲ σημεῖον ἀντιλεγόμενον, κυρίως σημεῖον ἔγνωμεν παρὰ τῇ γραφῇ τὸν σταυρὸν εἰρημένον. ἔθηκεν γὰρ Μωϋσῆς τὸν ὄφιν ἐπὶ σημείου, τουτέστιν ἐπὶ σταυροῦ, ὃ σημεῖόν ἐστι παραδόξου τινὸς καὶ ἀφανοῦς πράγματος ἐνδεικτικόν, ὁρώμενον μὲν πα‐ ρὰ αὐτῶν, νοούμενον δὲ παρὰ τῶν ἐντρεχῶν τὴν διάνοιαν. | |
10 | ἐπεὶ οὖν οὐ παύονται ζυγομαχοῦντες περὶ τῆς ἐνανθρωπή‐ σεως τοῦ κυρίου, οἱ μὲν ἀνειληφέναι σῶμα, οἱ δὲ ἀσώμα‐ τον αὐτοῦ τὴν ἐπιδημίαν γεγενῆσθαι διοριζόμενοι, καὶ οἱ μὲν πα‐ θητὸν ἐσχηκέναι τὸ σῶμα, οἱ δὲ φαντασίᾳ τινὶ τὴν διὰ τοῦ σώ‐ ματος οἰκονομίαν πληροῦν, ἄλλοι δὲ χοϊκόν, καὶ ἄλλοι ἐπουρά‐ | |
15 | νιον σῶμα, καὶ οἱ μὲν προαιώνιον τὴν ὕπαρξιν, οἱ δὲ ἀπὸ Μα‐ ρίας τὴν ἀρχὴν ἐσχηκέναι· διὰ τοῦτο εἰς σημεῖον ἀντιλεγόμενον. ῥομφαίαν δὲ λέγει τὸν λόγον τὸν πειραστικόν, τὸν κριτικὸν τῶν ἐνθυμήσεων, τὸν διικνούμενον ἄχρι μερισμοῦ ψυχῆς καὶ σώμα‐ τος, ἁρμῶν τε καὶ μυελῶν καὶ κριτικῶν ἐνθυμήσεων· ἐπειδὴ | |
20 | τοίνυν πᾶσα ψυχὴ παρὰ τὸν καιρὸν τοῦ πάθους οἱονεὶ διακρίσει | |
τινὶ ὑπεβάλλετο κατὰ τὴν τοῦ κυρίου φωνὴν εἰπόντος ὅτι πάν‐ | ||
385 | τες σκανδαλισθήσεσθε ἐν ἐμοί, προφητεύει Συμεὼν περὶ αὐτῆς τῆς Μαρίας ὅτι παρεστῶσα τῷ σταυρῷ καὶ βλέπουσα τὰ γινόμε‐ να καὶ ἀκούουσα τῶν φωνῶν μετὰ τὴν τοῦ Γαβριὴλ μαρτυρίαν, μετὰ τὴν ἀπόῤῥητον γνῶσιν τῆς θείας συλλήψεως, μετὰ τὴν με‐ | |
5 | γάλην τῶν θαυμάτων ἐπίδειξιν, γενήσεταί τις καὶ περὶ τὴν σὴν ψυχὴν σάλος. ἔδει γὰρ τὸν κύριον ὑπὲρ παντὸς γεύσασθαι θα‐ νάτου, καὶ ἱλαστήριον γενόμενον τοῦ κόσμου πάντας δικαιῶσαι τῷ αὐτοῦ αἵματι. καὶ σοῦ οὖν αὐτῆς τῆς ἄνωθεν δεδιδαγμένης τὰ περὶ τοῦ κυρίου ἅψεταί τις διάκρισις, τουτέστιν ῥομφαία, | |
10 | ὅπως ἂν ἀποκαλυφθῶσιν ἀπὸ πολλῶν καρδιῶν διαλογισμοί. ὀνή‐ σεται, ὅτι μετὰ τὸν σκανδαλισμὸν τὸν ἐπὶ τῷ σταυρῷ τοῦ Χρι‐ στοῦ γενόμενον τοῖς τε μαθηταῖς καὶ αὐτῇ τῇ Μαρίᾳ ταχεῖά τις ἴασις παρακολουθήσει παρὰ τοῦ κυρίου, βεβαιοῦσα αὐτῶν τὴν καρ‐ δίαν ἐπὶ τὴν αὐτῶν πίστιν. οὕτω γὰρ οἴδαμεν Πέτρον μετὰ τὸ | |
15 | σκανδαλισθῆναι βεβαιότερον τῆς εἰς τὸν Χριστὸν πίστεως ἀντε‐ χόμενον. τὸ ἀνθρώπινον οὖν σαθρὸν διηλέγχθη, ἵνα τὸ ἰσχυ‐ ρὸν τοῦ κυρίου διδαχθῇ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶ‐ νας. ἀμήν. Εἶτα γνῶναι θέλοντες καὶ ἐν πόστῃ τῆς ἑβδομάδος ἡμέρᾳ | |
20 | κατὰ τὸ παρὸν πεντακισχιλιοστὸν φζʹ ἔτος ἔφθασεν ἡ δευτέρα τοῦ φεβρουαρίου μηνός, τίθεμεν τὴν μίαν ἐπακτὴν τοῦ ἡλίου, καὶ | |
ταύτῃ συνάπτομεν τὰς ἀπὸ πρώτης ἀπριλίου μηνὸς ἡμέρας μέ‐ | ||
386 | χρις αὐτῆς τῆς δευτέρας τοῦ φεβρουαρίου μηνός, τουτέστιν ἀπρι‐ λίου λʹ, μαΐου λαʹ, ἰουνίου λʹ, ἰουλίου λαʹ, αὐγούστου λαʹ, σε‐ πτεμβρίου λʹ, ὀκτωβρίου λαʹ, νοεμβρίου λʹ, δεκεμβρίου λαʹ, ἰα‐ νουαρίου λαʹ, φεβρουαρίου βʹ, γίνονται τθʹ. ταύτας ἑβδόμου· ζʹ | |
5 | μʹ γίνονται σπʹ· ζʹ δʹ γίνονται κηʹ· λοιπὸν αʹ. ἔγνωμεν ὡς ἐν κυριακῇ ἔφθασεν, ὅτε Συμεὼν ἐν ἀγκάλαις ἐδέξατο τὸν δεσπότην Χριστὸν τὸν ἀληθινὸν θεὸν ἡμῶν· καθ’ ἣν ἡμέραν ἐδημιούργη‐ σεν τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ ᾗ ἡμέρᾳ τὴν ἄφθαρτον καὶ ζωοποιὸν ἡμῖν ἀνάστασιν ἐδωρήσατο. | |
10 | Ἰνδ. βʹ. μβʹ ὑπ. Οὐινδικίου καὶ Οὐάρου. Ἡρώδης τὴν τοῦ Χριστοῦ γέννησιν πυθόμενος παρὰ τῶν μάγων, τὰ περὶ τὴν Βηθλεὲμ ἀναιρεῖ παιδία ἀπὸ διετοῦς καὶ κατωτέρω, οἰόμενος καὶ τὸν Χριστὸν τῆς τοιαύτης τοῖς ὁμήλιξιν συναπολέσαι συμφορᾶς, ὄντος τοῦ κυρίου κατὰ τοῦτον τὸν και‐ | |
15 | ρὸν ἐν Αἰγύπτῳ μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ. ρϙεʹ Ὀλυμπιάς. Ἰνδ. γʹ. μγʹ. ὑπ. Λαμίου καὶ Σερβιλίου. Ἰνδ. δʹ. μδʹ. ὑπ. Μάγνου καὶ Βαλερίου. | |
Ἡρώδης ὑδέρῳ δεινῷ πιασθείς, σκώληκας δὲ ἐκβράσας ἀπὸ | ||
387 | τοῦ σώματος καὶ σαπεὶς ὅλος, καταστρέφει τὸν βίον· ποινὴν δικαίαν τίσας, ἀνθ’ ὧν ἀμφὶ Βηθλεὲμ ἀνεῖλεν παίδων τῆς τοῦ σωτῆρος ἡμῶν ἐπιβουλῆς ἕνεκα. ἐβασίλευσεν δὲ ἐν τῇ Ἰου‐ δαίᾳ ἀντ’ αὐτοῦ Ἀρχέλαος ὁ υἱὸς αὐτοῦ ἔτη θʹ | |
5 | Ἰνδ. εʹ μεʹ. ὑπ. Λεπίδου καὶ Πλάγκου. Ἰνδ. ϛʹ. μϛʹ. ὑπ. Τιβερίου Καίσαρος καὶ Καπίτωνος. Ἰουδαίων βασιλέα Αὔγουστος Ἀρχέλαον Ἡρώδου παῖδα καθίστησιν, τετράρχας δὲ ἀποδείκνυσιν Ἡρώδην τὸν καὶ Ἀντί‐ παν καὶ Λυσανίαν καὶ Φίλιππον, Ἀρχελάου ἀδελφούς. | |
10 | ρϙϛʹ Ὀλυμπιάς. Ἰνδ. ζʹ. μζʹ. ὑπ. Κρητίου καὶ Νερβά. Ἰνδ. ηʹ. μή. ὑπ. Καμίλλου καὶ Κυντιλιανοῦ. Ἰνδ. θʹ. μθʹ. ὑπ. Καμερίνου καὶ Σαβίνου. Ἰνδ. ιʹ. νʹ. ὑπ. Δολαβέλλα καὶ Σιλανοῦ. | |
15 | ρϙζʹ Ὀλυμπιάς. Ἰνδ. ιαʹ. ναʹ. ὑπ. Λεπίδου καὶ Ταύρου. Ἰνδ. ιβʹ. νβʹ. ὑπ. Τιβερίου Καίσαρος τὸ βʹ καὶ Σκηπίωνος. Ἰνδ. ιγʹ. νγʹ. ὑπ. Φλάκκου καὶ Σιλάνου. Ἀποθανόντος Ἀρχελάου βασιλεύει τῆς Ἰουδαίας Ἡρώδης | |
20 | ὁ τετράρχης, ἀδελφὸς αὐτοῦ, υἱὸς δὲ καὶ αὐτὸς Ἡρώδου | |
388 | τοῦ τετράρχου καὶ βασιλέως τῆς Ἰουδαίας, τοῦ καὶ ἀνελόντος τὰ νήπια. βασιλεύει δὲ οὗτος Ἡρώδης ἔτη κδʹ. Ἰνδ. ιδʹ. νδʹ. ὑπ. Σέκστου καὶ Σέκστου. ρϙηʹ Ὀλυμπιάς. | |
5 | Ἰνδ. ιεʹ. νεʹ. ὑπ. Πομπηίου Μάγνου καὶ Ἀπουληίου. Ἰνδ. αʹ. νϛʹ. ὑπ. Βρούτου καὶ Φλάκκου τὸ βʹ. Ῥωμαίων γʹ ἐμονάρχησεν Τιβέριος Καῖσαρ ἔτη κβʹ. ὁμοῦ ͵εφμγʹ. Ἰνδ. βʹ. αʹ. ὑπ. Ταύρου καὶ Λίβωνος. | |
10 | Ἰνδ. γʹ. βʹ. ὑπ. Κράσσου καὶ Ῥούφου. ρϙθʹ Ὀλυμπιάς. Ἰνδ. δʹ. γʹ. ὑπ. Τιβερίου Καίσαρος τὸ γʹ καὶ Ῥούφου τὸ βʹ. Ἰνδ. εʹ. δʹ. ὑπ. Σιλάνου καὶ Βάλβου. Ἰνδ. ϛʹ. εʹ. ὑπ. Μεσσάλα καὶ Γράτου. | |
15 | Ἰνδ. ζʹ. ϛʹ. ὑπ. Τιβερίου Καίσαρος τὸ δʹ καὶ Δρούσου. ςʹ Ὀλυμπιάς. | |
Ἰνδ. ηʹ. ζʹ. ὑπ. Ἀγρίππα καὶ Γάλβα. | ||
389 | Ἰνδ. θʹ. ηʹ. ὑπ. Πούλλωνος καὶ Βετέρου. Ἰνδ. ιʹ. θʹ. ὑπ. Κεθήγου καὶ Οὐάρου. Ἰνδ. ιαʹ. ιʹ. ὑπ. Ἀγρίππα τὸ βʹ καὶ Λεντούλου. σαʹ Ὀλυμπιάς. | |
5 | Ἰνδ. ιβʹ. ιαʹ. ὑπ. Γετουλικοῦ καὶ Σαβίνου Ἰνδ. ιγʹ. ιβʹ. ὑπ. Κράσσου καὶ Πίσωνος. Ἐπὶ τούτων τῶν ὑπάτων Πόντιος Πιλᾶτος ἐπίτροπος τῆς Ἰουδαίας ὑπὸ Τιβερίου ἐκπέμπεται ιβʹ ἔτει τῆς βασιλείας αὐτοῦ, ὡς ἱστορεῖ Ἰώσηπος. | |
10 | Ἰνδ. ιδʹ. ιγʹ. ὑπ. Σιλανοῦ καὶ Νερούα. Ἰνδ. ιεʹ. ιδʹ. ὑπ. Γεμίνου καὶ Γεμίνου. Ἐπὶ τούτων τῶν ὑπάτων ἦν ἀρχιερεὺς ἐν Ἱερουσαλὴμ Ἄν‐ νας. Ἰωάννης ὁ βαπτιστὴς προφητεύων εἶπεν, Ἐγὼ φωνὴ βοῶν‐ τος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε | |
15 | τὰς τρίβους αὐτοῦ. πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται, καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθεῖαν καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας, καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ. Ὁ αὐτὸς ὡς εἶδεν τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν, εἶπεν, | |
20 | Ἴδε, ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. | |
390 | Οἱ καθηγησάμενοι τῶν Ἑβραίων τῶν καὶ Ἰουδαίων ἀρχιερεῖς μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον ἐν Ἱερουσαλήμ. αʹ. Πρῶτος ἀρχιερεὺς Ἰησοῦς ὁ τοῦ Ἰωσέδεκ ἅμα Ζοροβάβελ ἔτη λβʹ. | |
5 | βʹ. Ἰωακεὶμ ἀρχιερεὺς ἔτη λʹ. γʹ. Ἐλιάσιβος ἀρχιερεὺς ἔτη μʹ. δʹ. Ἰωδαὲ ἀρχιερεὺς ἔτη λϛʹ. εʹ. Ἰανναῖος ἀρχιερεὺς ἔτη λβʹ. ϛʹ. Ἰαδδοῦς ἀρχιερεὺς ἔτη κʹ. | |
10 | Ἐν τοῖς χρόνοις τούτου Ἀλέξανδρος ὁ Μακεδὼν καὶ κτίστης, Ἀλεξάνδρειαν κτίζων τὴν πρὸς Αἴγυπτον, ἀνελθὼν εἰς Ἱεροσόλυ‐ μα, κυρίῳ τῷ θεῷ προσεκεύνησεν. ζʹ. Ὀνείας ἀρχιερεὺς ἔτη καʹ. ηʹ. Ἐλεάζαρος ἀρχιερεὺς ἔτη ιεʹ. | |
15 | θʹ. Σίμων ἀρχιερεὺς ἔτη ιδʹ. ιʹ. Ὀνείας ἀρχιερεὺς ἔτη. λβʹ. ιαʹ. Μανασσῆς ἀρχιερεὺς ἔτη κϛʹ. ιβʹ. Σίμων ἀρχιερεὺς ἔτη κβʹ. ιγʹ. Ὀνείας ἕτερος ἀρχιερεὺς ἔτη κδʹ. | |
20 | ιδʹ. Ἰησοῦς ἀρχιερεὺς ἔτη ιϛʹ. | |
ιεʹ. Ὀνείας ὁ καὶ Μενέλαος ἀρχιερεὺς ἔτη ζʹ. | ||
391 | Ἐν τοῖς χρόνοις τούτοις Ἀντίοχος Συρίας βασιλεὺς πο‐ λιορκήσας τοὺς Ἰουδαίους ἑλληνίζειν ἠνάγκαζεν. μεθ’ ὃν ιϛʹ. Ἰούδας ὁ ἐπικληθεὶς Μακκαβαῖος προέστη ἔτη λγʹ. Οὗτος ἐξεκάθαρεν τῶν ἀσεβημάτων τὴν χώραν. | |
5 | ιζʹ. Ἰωάνθης ὁ Μακκαβαῖος ἀρχιερεὺς ἔτη ιζʹ. ιηʹ. Σίμων ὁ ἀδελφὸς αὐτοῦ ἀρχιερεὺς ἔτη ηʹ. ιθʹ. Ἰωάνθης ἀρχιερεὺς ἔτη κζʹ. κʹ. Ἀριστόβουλος ἀρχιερεὺς ἔτος αʹ. Οὗτος πρῶτος περιέθετο διάδημα βασιλείας πρὸς τῇ ἀρ‐ | |
10 | χιερωσύνῃ. καʹ. Ἰανναῖος ὁ καὶ Ἀλέξανδρος βασιλεὺς ἅμα καὶ ἀρχιερεὺς ἔτη λʹ. Μέχρι τούτου οἱ ἀπὸ Κύρου βασιλέως Περσῶν χριστοὶ ἡγούμενοι διαρκέσαντες ἔτη υπγʹ, αἵ εἰσιν ἑβδομάδες ἐτῶν ξθʹ, | |
15 | αἳ καὶ παρὰ τῷ Δανιὴλ τοῦτον εἴρηνται τὸν τρόπον. Ἕως γὰρ Ἰανναίου τοῦ καὶ Ἀλεξάνδρου χριστοὶ ἡγούμενοι, ἐφ’ ὃν κατέληξαν οἱ κατὰ διαδοχὴν ἐξ ἀρχιερέων ἡγούμενοι, χρι‐ στοὶ ὑπὸ τῆς προφητείας ὀνομαζόμενοι. σβʹ Ὀλυμπιάς. | |
20 | Ἰνδ. αʹ. ιεʹ. ὑπ. Ῥούφου καὶ Ῥουβελλίνου. | |
Ἐν ἔτει πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, | ||
392 | ἐπιτροπεύοντος Ποντίου Πιλάτου τῆς Ἰουδαίας, τετραρχοῦντος δὲ τῆς Γαλιλαίας Ἡρώδου, Φιλίππου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ τε‐ τραρχοῦντος τῆς Ἰτουραίας καὶ Τραχωνίτιδος χώρας, καὶ Λυσα‐ νίου τῆς Ἀβιληνῆς τετραρχοῦντος, ἐπὶ ἀρχιερέων Ἄννα καὶ Καϊ‐ | |
5 | άφα, ἐγένετο ῥῆμα θεοῦ ἐπὶ Ἰωάννην τὸν Ζαχαρίου υἱὸν ἐν τῇ ἐρήμῳ· καὶ ἦλθεν εἰς πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου, κη‐ ρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν, ὡς γέγραπται ἐν βίβλῳ Ἠσαΐου τοῦ προφήτου λέγοντος, Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὴν ὁδὸν κυρίου· εὐθείας ποιεῖτε τὰς τρί‐ | |
10 | βους αὐτοῦ. πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βου‐ νὸς ταπεινωθήσεται, καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθεῖαν καὶ αἱ τρα‐ χεῖαι εἰς ὁδοὺς λείας, καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ. καὶ καθὼς γέγραπται ὅτι Ἁγιάσετε τὸ ἔτος τὸ πεντηκο‐ στόν, καὶ διαβοήσετε ἄφεσιν ἐπὶ τῆς γῆς πᾶσι τοῖς κατοικοῦσιν | |
15 | αὐτήν· ἐνιαυτὸς ἀφέσεως ἔσται ὑμῖν· οὕτω καὶ ἐγένετο. ἐν τῷ γὰρ παρόντι ͵εφλϛʹ ἔτει γενέσεως κόσμου, μηνὶ αὐδυναίῳ ϛʹ, τῆς τε κληροδοσίας τῶν υἱῶν Ἰσραὴλ ἔτους ͵αψʹ, συμπληρουμένων Ἰωβηλαίων λδʹ, ἐγένετο ῥῆμα θεοῦ ἐπὶ Ἰωάννην τὸν τοῦ Ζαχα‐ ρίου υἱὸν ἐν τῇ ἐρήμῳ, καὶ ἦλθεν κηρύσσων βάπτισμα μετανοίας | |
20 | εἰς τὴν κυρίως καὶ κατὰ ἀλήθειαν ἄφεσιν τῶν ἁμαρτιῶν πᾶσιν ἀνθρώποις, παρὰ τῷ Ἰορδάνῃ ποταμῷ εὐαγγελιζόμενος ἐν μέ‐ | |
σοις αὐτοῖς ἤδη παρεῖναι τὸν χριστὸν τοῦ θεοῦ. καὶ αὐτὸς δὲ | ||
393 | Ἰησοῦς ὁ Χριστὸς ὁ τοῦ θεοῦ υἱὸς μετὰ τὸ τεχθῆναι ἐν Βηθλεὲμ τῆς Ἰουδαίας συμπληρώσας ἐτῶν ἀριθμὸν τριάκοντα παρεγένε‐ το ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην, καὶ ἐβαπτίσθη ὑπ’ αὐτοῦ. ἐν τῇ τρισκαιδεκάτῃ οὖν ἡμέρᾳ τοῦ τρια‐ | |
5 | κοστοῦ πρώτου ἔτους αὐτοῦ Χριστὸς ὁ ἀληθινὸς θεὸς ἡμῶν ἐβα‐ πτίσθη τῇ ἕκτῃ, καθὰ λέλεκται, τοῦ αὐδυναίου μηνός, καθὼς ἀνεπιλήπτως ἐν αὐτῇ ἑορτάζει τὰ ἅγια φῶτα, ἤγουν ἐπιφάνια τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ἡ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία ἐν τύπῳ αὐτοῦ τε καὶ τῶν ιβʹ μαθη‐ | |
10 | τῶν αὐτοῦ. Ἐν τῷ ͵ε τοίνυν φζʹ ἔτει γενέσεως κόσμου, καθὼς πρόκει‐ ται, καὶ τεσσαρακοστῷ τῆς Αὐγούστου Καίσαρος βασιλείας, ἤ‐ γουν εἰκοστῷ ὀγδόῳ τῆς αὐτοῦ μοναρχίας, ἐγεννήθη κατὰ σάρκα Χριστὸς ὁ ἀληθινὸς θεὸς ἡμῶν. ἐν δὲ τῷ παρόντι ͵εφλϛʹ ἔτει | |
15 | ἐβαπτίσθη ἐν τῷ Ἰορδάνῃ ὑπὸ Ἰωάννου ὁ αὐτὸς κύριος καὶ θεὸς ἡμῶν Ἰησοῦς ὁ Χριστὸς κατὰ τὸ πεντηκοστὸν ἔτος τῆς τριακο‐ στοτετάρτης πεντηκονταετηρίδος ἀπὸ τῆς κληροδοσίας τῶν υἱῶν Ἰσραήλ. κατὰ γὰρ πεντηκονταετηρίδα μετὰ τὸ εἰσελθεῖν εἰς τὴν γῆν τῆς ἐπαγγελίας τοὺς υἱοὺς Ἰσραὴλ ἄφεσιν γίνεσθαι ὁ θεῖος | |
20 | παρεκελεύσατο νόμος, ἣν ἤρξαντο καταριθμεῖν ἀπὸ ὀγδοηκοστο‐ πρώτου ἔτους Μωϋσέως, μετὰ τὸ πέρας δηλονότι τῶν υλʹ ἐτῶν | |
τῆς πρὸς τὸν Ἀβραὰμ κατὰ τὸ ἑβδομηκοστὸν πέμπτον ἔτος τῆς | ||
394 | αὐτοῦ ἡλικίας γενομένης αὐτῷ ἀπὸ τοῦ θεοῦ ἐπαγγελίας τῆς ἐν Αἰ‐ γύπτῳ δουλείας ἕνεκα καὶ τῆς ἐκεῖθεν γενησομένης ἐλευθερίας τῶν υἱῶν Ἰσραήλ. Καὶ εὐλογῶν ὁ Ἰωάννης τὰ ὕδατα εἶπεν, Φωνὴ κυρίου ἐπὶ | |
5 | τῶν ὑδάτων, ὁ θεὸς τῆς δόξης ἐβρόντησεν, κύριος ἐπὶ ὑδάτων πολλῶν. ἐγένετο δὲ μετὰ τὸ βαπτισθῆναι ἅπαντα τὸν λαὸν καὶ Ἰησοῦ βαπτισθέντος καὶ προσευχομένου ἀνεῳχθῆναι τὸν οὐρανὸν καὶ καταβῆναι τὸ πνεῦμα τὸ ἅγιον σωματικῷ εἴδει ὡσεὶ περιστε‐ ρὰν ἐπ’ αὐτόν, καὶ φωνὴν ἐξ οὐρανοῦ γενέσθαι λέγουσαν, Σὺ εἶ | |
10 | ὁ υἱός μου ὁ ἀγαπητός, ἐν σοὶ ηὐδόκησα. Εἶτα γνῶναι βουλόμενοι καὶ ποία ἦν τῆς ἑβδομάδος ἡμέρα, ὅτε ὁ κύριος ἐβαπτίσθη, τίθεμεν τὰ ͵εφλϛʹ ἔτη· τούτοις προσ‐ τίθεμεν τὸ τέταρτον· γίνονται ͵ϛϡκʹ. ταῦτα παρὰ τὸν ζʹ· ἑπτά‐ κις ϡʹ γίνονται ͵ϛτʹ· ἑπτάκις πʹ γίνονται φξʹ· ἑπτάκις ὀκτὼ γίνον‐ | |
15 | ται νϛʹ· λοιπὸν δʹ ἐπακταί. ταύταις προσάπτομεν τὰς ἀπὸ τοῦ πρώτου μηνὸς νισὰν ἡμέρας ἕως αὐτῆς τῆς ἡμέρας ἐν ᾗ ὁ κύριος ἐβαπτίσθη. οὕτως ἔχεις ἐπακτὰς δʹ, ἀπριλίου λʹ, μαΐου λαʹ, ἰουνίου λʹ, ἰουλίου λαʹ, αὐγούστου λαʹ, σεπτεμβρίου λʹ, ὀκτω‐ βρίου λαʹ, νοεμβρίου λʹ, δεκεμβρίου λαʹ, ἰανουαρίου ϛʹ· γίνον‐ | |
20 | ται σπεʹ. ταύτας παρὰ τὸν ζʹ· ἑπτάκις μʹ γίνονται σπʹ· λοιπὸν εʹ. | |
Ἔγνωμεν οὖν ὡς ἐν πέμπτῃ τῆς ἑβδομάδος ἡμέρᾳ ἐβαπτί‐ | ||
395 | σθη ὁ Χριστὸς ὁ ἀληθινὸς θεὸς ἡμῶν ἐν τῷ Ἰορδάνῃ ποταμῷ, καθ’ ἣν πέμπτην ἡμέραν ἐν ἀρχῇ τῆς τοῦ κόσμου γενέσεως αὐτὸς ὁ τῶν ἁπάντων δεσπότης καὶ δημιουργὸς προσέταξεν ἐξαγαγεῖν τὰ ὕδατα, ἑρπετὰ ψυχῶν ζωσῶν, αὐτὸς ἐπὶ συντελείᾳ τῶν αἰώνων, | |
5 | ἐν αὐτῇ τῇ ἡμέρᾳ ἐβαπτίσθη ἐν ὕδατι καὶ ἡγίασεν τὸ ὕδωρ καὶ σωτήριον αὐτὸ καὶ ζωοποιὸν ἡμῖν ἀπειργάσατο. μετὰ δὲ τὸ βα‐ πτισθῆναι ἀνήχθη ὑπὸ τοῦ πνεύματος εἰς τὴν ἔρημον πειρασθῆ‐ ναι ὑπὸ τοῦ διαβόλου, ὡς ἱστορεῖ τὰ θεῖα εὐαγγέλια, καὶ νηστεύ‐ σας ἡμέρας μʹ καὶ νύκτας μʹ, καὶ πειρασθεὶς ὑπὸ τοῦ διαβόλου, | |
10 | καὶ νικήσας τὸν πειράζοντα, παρεγένετο εἰς τὴν Γαλιλαίαν, κη‐ ρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας, καὶ καλέσας τοὺς μαθητὰς πιστεύσαντας καὶ δεξαμένους τὸ κήρυγμα τῆς εὐσεβείας ἀνῆλθε μετ’ αὐτῶν εἰς Ἱεροσόλυμα ἑορτάσαι τὸ νομικὸν πάσχα. Εἶτα θέλοντες γνῶναι πόστῃ τοῦ μηνὸς ἔφθασεν κατὰ τὸ | |
15 | παρὸν ͵εφλζʹ ἔτος, ἀρχὴν εἰληφὸς ἀπὸ καʹ τοῦ μαρτίου μηνός, ἡ ιδʹ τοῦ πρώτου μηνὸς τῆς σελήνης, τὰ ͵εφλϛʹ ποιοῦμεν παρὰ τὸν ιθʹ· ιθʹ ςʹ γίνονται ͵γωʹ· ιθʹ ϙ γίνονται ͵αψιʹ· ιθʹ αʹ γίνον‐ ται ιθʹ· λοιπὸν ζʹ· ταύτας ἐπὶ τὸν ιαʹ, γίνονται οζʹ· ἔκβα βʹ λʹ· γίνονται ξʹ· λοιπὸν ιζʹ· πρόσβαλε ταύταις ιγʹ τὰς πρὸ τῶν φω‐ | |
20 | στήρων, προσελήνους ζʹ, καὶ ζʹ τὰς ἀπὸ καʹ καὶ αὐτῆς τοῦ μαρτίου μηνός, γίνονται μδʹ· ἔκβα λʹ, λοιπὸν ιδʹ. ἔφθασεν ἡ ιδʹ τοῦ πρώ‐ | |
του μηνὸς τῆς σελήνης τῇ κζʹ τοῦ μαρτίου μηνός. | ||
396 | Εἶτα θέλοντες γνῶναι καὶ ποίᾳ ἡμέρᾳ ἔφθασεν ἡ ιδʹ τοῦ πρώτου μηνὸς τῆς σελήνης, τοῖς ͵εφλϛʹ προστίθεμεν τὸ τέταρ‐ τον ͵ατπδʹ· γίνονται ͵ϛϡκʹ. ταύτας εἰς ζʹ· ζʹ ϡʹ γίνονται ͵ϛτʹ· ζʹ πʹ γίνονται φξʹ· ζʹ ηʹ γίνονται νϛʹ· λοιπὸν δʹ ἐπακταί. ταύ‐ | |
5 | ταις πρόσβαλε γʹ τὰς πρὸ τῶν φωστήρων καὶ ζʹ τὰς ἀπὸ καʹ καὶ αὐτῆς τοῦ μαρτίου μηνός, γίνονται ιδʹ. ταύτας παρὰ τὸν ζʹ· ἔκ‐ βα ζʹ, λοιπὸν ζʹ. ἔγνωμεν οὖν ὡς κατὰ τὸ παρὸν ἔτος ἔφθασεν ἡ ιδʹ τοῦ πρώτου μηνὸς τῆς σελήνης τῇ κζʹ τοῦ μαρτίου μηνὸς καὶ ἐν σαββάτῳ. ἡ δὲ ιεʹ τοῦ πρώτου μηνὸς τῆς σελήνης, ἣν | |
10 | πρώτην τῶν ἀζύμων ὁ θεῖος προσαγορεύει νόμος, ἔφθασεν ἐν ἡμέρᾳ πρώτῃ τῆς ἑβδομάδος, τουτέστιν κυριακῇ, ἥ ἐστιν ἡμέρα δευτέρα τοῦ σαββάτου· εἴωθεν γὰρ ἡ θεόπνευστος γραφὴ ἑκά‐ στην ἡμέραν ἀνάπαυσιν ἔχουσαν σάββατον ὀνομάζειν. σάββα‐ τον οὖν καλεῖ οὐ μόνον τὴν ιδʹ τοῦ πρώτου μηνὸς τῆς σελήνης | |
15 | φθάσασαν ἐν σαββάτῳ, ἀλλὰ καὶ τὴν ιεʹ τοῦ πρώτου μηνὸς τῆς σελήνης, ἥτις ἐστὶν πρώτη τῶν ἀζύμων ἡμέρα, καὶ αὐτὴν ἐν ἡμέρᾳ πρώτῃ φθάσασαν, καὶ τὴν καʹ τοῦ αὐτοῦ μηνός, ἥτις ἐστὶν ἑβδόμη μὲν ἡμέρα τῆς ἑορτῆς τῶν ἀζύμων, ἑβδόμη δὲ τῆς ἑβδο‐ μάδος ἡμέρα. τοῦτο οὖν τὸ πάσχα δηλῶσαί μοι δοκεῖ ὁ θεῖος | |
20 | εὐαγγελιστὴς Λουκᾶς, ἐν οἷς φησιν, Ἐγένετο ἐν σαββάτῳ δευτε‐ ροπρώτῳ διέρχεσθαι τὸν Ἰησοῦν καὶ τοὺς μαθητὰς αὐτοῦ διὰ τῶν | |
σπορίμων, τοὺς δὲ μαθητὰς τίλλοντας τοὺς στάχυας ἐσθίειν. | ||
397 | δευτερόπρωτον δὲ σάββατον καλεῖ τοῦτο τὸ σάββατον, οὐ μόνον ὡς ἑβδόμης ἡμέρας οὔσης, ἐν ᾗ ἡ πρώτη τῶν ἀζύμων εὑρέθη, ἀλλὰ καὶ διὰ τὸ ἀπ’ αὐτῆς ἀριθμεῖν τὰς νʹ ἡμέρας, καὶ ἑορτάζειν τὴν ἑορ‐ τήν, ἣν ἑορτὴν τῶν ἑβδομάδων ὁ θεῖος προσαγορεύει νόμος. ἑπτὰ | |
5 | οὖν σαββάτων ὄντων ἐν τούτῳ τῷ ἔτει τῆς πεντηκοστῆς, ἅτε ἀπὸ σαββάτου ἀρχομένης καὶ εἰς σάββατον συμπληρουμένης, πρῶ‐ τον ἦν σάββατον τῶν ἑπτὰ σαββάτων καὶ τελευταῖον πάλιν τοῦ ὅλου ἀριθμοῦ· διὰ ταύτας τὰς αἰτίας ἐν τούτῳ τῷ πάσχα τὸν κύριον μετὰ τῶν μαθητῶν διερχόμενον διὰ τῶν σπορίμων δηλῶ‐ | |
10 | σαι βουλόμενος ὁ εὐαγγελιστὴς εἴρηκεν ὅτι ἐν σαββάτῳ δευτερο‐ πρώτῳ διήρχετο διὰ τῶν σπορίμων ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ. Ὅτι δὲ ὁ θεῖος νόμος τὴν μὲν ιδʹ τοῦ πρώτου μηνὸς τῆς σελήνης πάσχα προσαγορεύει, τὴν δὲ ιεʹ πρώτην τῶν ἀζύμων καὶ | |
15 | σάββατον ὀνομάζει, πρὸς δέ γε καὶ τὴν ιϛʹ πρώτην τῆς πεντηκο‐ στῆς ἡμέραν καλεῖ, διδάσκει σαφῶς ἡ θεόπνευστος γραφή. ἐν γὰρ τῷ Λευιτικῷ γέγραπται ἐπὶ λέξεως οὕτως. „αὗται αἱ ἑορταὶ τῷ κυρίῳ κληταὶ ἅγιαι, ἃς καλέσετε αὐτὰς ἐν τοῖς καιροῖς αὐτῶν. ἐν τῷ πρώτῳ μηνὶ ἐν τῇ ιδʹ ἡμέρᾳ τοῦ μηνὸς ἀνὰ μέσον τῶν | |
20 | ἑσπερινῶν πάσχα τῷ κυρίῳ. ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσθε. καὶ ἡ ἡμέρα ἡ πρώτη κλητὴ ἁγία ἔσται ὑμῖν. πᾶν ἔργον λατρευτὸν | |
οὐ ποιήσετε, καὶ προσάξετε ὁλοκαυτώματα τῷ κυρίῳ ἑπτὰ ἡμέ‐ | ||
398 | ρας. καὶ ἡ ἡμέρα ἡ ἑβδόμη κλητὴ ἁγία ἔσται ὑμῖν. πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε. ὅταν δὲ εἰσέλθητε εἰς τὴν γῆν, ἣν ἐγὼ δίδωμι ὑμῖν, καὶ θερίζητε τὸν θερισμὸν αὐτῆς, καὶ οἴσετε τὸ δράγμα, ἀπαρχὴν τοῦ θερισμοῦ ὑμῶν, πρὸς τὸν ἱερέα, καὶ | |
5 | ἀνοίσει τὸ δράγμα ἔναντι κυρίου δεκτὸν ὑμῖν, καὶ τῇ ἐπαύριον τῆς πρώτης ἀνοίσει αὐτὸ ὁ ἱερεύς. καὶ ἀριθμήσετε ὑμῖν ἀπὸ τῆς ἐπαύριον τῆς πρώτης τῶν σαββάτων ἀπὸ τῆς ἡμέρας, ἧς ἂν προσενέγκητε τὸ δράγμα τοῦ ἐπιθέματος, ἑπτὰ ἑβδομάδας ὁλο‐ κλήρους ἀριθμήσεις ἕως τῆς ἐπαύριον τῆς ἐσχάτης ἑβδομάδος, | |
10 | ἀριθμήσετε πεντήκοντα ἡμέρας, καὶ προσοίσετε θυσίαν νέαν τῷ κυρίῳ, καὶ καλέσετε ταύτην τὴν ἡμέραν κλητήν· ἁγία ἔσται ὑμῖν. πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε ἐν αὐτῇ.“ Εἴτε οὖν τὴν ιεʹ τῆς σελήνης, ὡς ἐν σαββάτῳ φθάσασαν, μετὰ τὸ θῦσαι τὸν ἀμνόν, δεύτερον ὠνόμασε σάββατον ὁ εὐαγ‐ | |
15 | γελιστής, εἴτε ὡς πρώτην οὖσαν τῆς πεντηκοστῆς, ἤγουν τῶν ἑπτὰ τῆς ἐν τούτῳ τῷ ἔτει πεντηκοστῆς, πανταχόθεν φαίνεται ὅτι τὴν ἐν τούτῳ τῷ ἔτει τοῦ πάσχα ἑορτὴν δηλῶσαι βουλόμενος ὁ εὐαγγελιστὴς δευτερόπρωτον ὠνόμασε σάββατον. τοῦτο τὸ πάσχα ἐδήλωσεν καὶ ὁ θεολόγος καὶ εὐαγγελιστὴς Ἰωάννης μετὰ | |
20 | τὸ πρῶτον ἐν Κανᾷ τῆς Γαλιλαίας θαῦμα, ὅτε τὸ ὕδωρ οἶνος ἐγένετο, λέγων οὕτως, Ταύτην ἐποίησεν ἀρχὴν τῶν σημείων ὁ | |
Ἰησοῦς ἐν Κανᾷ τῆς Γαλιλαίας καὶ ἐφανέρωσεν τὴν δόξαν αὑτοῦ | ||
399 | καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ. μετὰ τοῦτο ἀνέβη εἰς Καπερναοὺμ αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ μαθηταὶ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ. καὶ ἔμειναν οὐ πολλὰς ἡμέρας, καὶ ἐγγὺς ἦν τὸ πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα. | |
5 | Πρῶτον οὖν πάσχα νομικὸν ἑόρτασε σὺν τοῖς μαθηταῖς με‐ τὰ τὸ βαπτισθῆναι ὁ κύριος ἐν τῷ ὀγδόῳ ἔτει τῆς κατὰ φύσιν ἐν‐ νεακαιδεκαετηρίδος τῆς σελήνης καὶ καʹ τῆς κατὰ φύσιν ὀκτω‐ καιεικοσαετηρίδος τοῦ ἡλίου, ὄντος ἀρχιερέως ἐν Ἱερουσαλὴμ Ἰσμαήλου τοῦ Βάφει. | |
10 | Εἰσὶν δὲ τῶν μαθητῶν αἱ προσηγορίαι, ὧν ἐξελέξατο ὁ κύ‐ ριος, οὕτως. αʹ. Σίμων Πέτρος ὁ τῶν ἀποστόλων κορυφαῖος. βʹ. Ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ. γʹ. Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου. | |
15 | δʹ. Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ, ὃν ἠγάπα ὁ Ἰησοῦς, ὁ εὐαγ‐ γελιστής. εʹ. Φίλιππος. ϛʹ. Βαρθολομαῖος. ζʹ. Θωμᾶς. | |
20 | ηʹ. Ἰάκωβος ὁ τοῦ Ἀλφαίου, ὁ ἀδελφὸς τοῦ κυρίου κατὰ σάρ‐ κα, ὁ ἐπικληθεὶς δίκαιος. | |
θʹ. Ματθαῖος ὁ εὐαγγελιστής. | ||
400 | ιʹ. Θαδδαῖος ὁ καὶ Λεβαῖος, ὁ ἐπικληθεὶς Βαρσαβάς. ιαʹ. Σίμων ὁ Κανανίτης ὁ ἐπικληθεὶς Ἰούδας, Ἰακώβου. ιβʹ. Ἰούδας Ἰσκαριώτης. Τούτους τοὺς ιβʹ μαθητὰς ἔχων ὁ κύριος τῶν λοιπῶν αὐ‐ | |
5 | τοῦ μαθητῶν κατά τι γέρας ἐξαίρετον ἀποστόλους ὠνόμασεν. Καὶ αὖθις ἀναδείκνυσιν ἑτέρους οʹ, ὧντινων καὶ αὐτῶν αἱ προσηγορίαι εἰσὶν αὗται. αʹ. Ματθίας, ὃν ἀνέδειξεν ὁ κύριος, ὁ καὶ συγκαταριθμη‐ θεὶς μετὰ τῶν ιαʹ ἀποστόλων μετὰ τὸ ἀναληφθῆναι τὸν | |
10 | κύριον ἀντὶ Ἰούδα τοῦ Ἰσκαριώτου, ὡς περιέχουσιν αἱ Πράξεις. βʹ. Σωσθένης, οὗ μέμνηται Παῦλος Κορινθίοις ἐπιστέλλων. γʹ. Κηφᾶς, ὁμώνυμος Πέτρου, ᾧ καὶ ἐμαχήσατο Παῦλος κα‐ τὰ ἰουδαϊσμοῦ. | |
15 | δʹ. Λίνος, οὗ μέμνηται Παῦλος Τιμοθέῳ γράφων. εʹ. Κλεοπᾶς, οὗ μέμνηται εἰς τὸ κατὰ Ματθαῖον Εὐαγγέλιον. ϛʹ. Ἀκύλας. ζʹ. Ἐπαίνετος. ηʹ. Ἀνδρόνικος. | |
20 | θʹ. Ἀμπλίας. | |
ιʹ. Οὐρβανός. | ||
401 | ιαʹ. Στάχυς. ιβʹ. Ἀπελλῆς. ιγʹ. Ἡρωδίων. ιδʹ. Ἀριστόβουλος. | |
5 | ιεʹ. Νάρκισσος. ιϛʹ. Ῥοῦφος. ιζʹ. Ἀσύγκριτος. ιηʹ. Φλέγων. ιθʹ. Ἑρμᾶς. | |
10 | κʹ. Πατροβᾶς. καʹ. Ἑρμῆς. κβʹ. Φιλόλογος. κγʹ. Νηρεύς. κδʹ. Ὀλυμπᾶς. | |
15 | κεʹ. Λούκιος. κϛʹ. Ἰάσων. κζʹ. Σωσίπατρος. κηʹ. Τέρτιος. κθʹ. Γάϊος. | |
20 | λʹ. Ἔραστος. | |
λαʹ. Κούαρτος, ὧν μέμνηται Παῦλος Ῥωμαίοις ἐπιστέλλων. | ||
402 | λβʹ. Ἀπολλῶς. λγʹ. Στεφανᾶς. λδʹ. Φουρτουνᾶτος. λεʹ. Ἀχάϊκος, ὧν μέμνηται Παῦλος εἰς τὴν πρὸς Κορινθίους | |
5 | αʹ ἐπιστολήν. λϛʹ. Τύχικος, οὗ μέμνηται Παῦλος Ἐφεσίοις γράφων. λζʹ. Κλήμης, οὗ μέμνηται Παῦλος εἰς τὴν πρὸς Φιλιππη‐ σίους. ληʹ. Ἐπαφρόδιτος. | |
10 | λθʹ. Ὀνήσιμος. μʹ. Ἀρίσταρχος. μαʹ. Ἰησοῦς ὁ λεγόμενος Ἰοῦστος. μβʹ. Δημᾶς. μγʹ. Νυμφᾶς. | |
15 | μδʹ. Ἄρχιππος, ὧν μέμνηται Παῦλος εἰς τὴν πρὸς Κοριν‐ θίους. μεʹ. Ὀνησίφορος. μϛʹ. Κρήσκης. μζʹ. Ἔραστος. | |
20 | μηʹ. Τρόφιμος. | |
μθʹ. Εὔβουλος. | ||
403 | νʹ. Πούδης, ὧν μνημονεύει Παῦλος εἰς τὴν πρὸς Τιμόθεον βʹ ἐπιστολήν. ναʹ. Ἀρτεμᾶς. νβʹ. Τύχικος. | |
5 | νγʹ. Ζηνᾶς ὁ νομικός, ὧντινων εἰς τὴν πρὸς Τίτον ἐπιστολὴν Παῦλος ἐμνημόνευσεν. νδʹ. Φιλήμων. νεʹ. Ἐπαφρᾶς. νϛʹ. Δημᾶς, ὧντινων καὶ αὐτῶν εἰς τὴν πρὸς Φιλήμονα Παῦ‐ | |
10 | λος ἐπεμνήσθη. Τοὺς δὲ λοιποὺς ιδʹ εὑρίσκεις ἅμα Παύλῳ συνανειλημμέ‐ νους μετὰ τὴν ἀνάληψιν τοῦ κυρίου. Ἀπὸ Ἀδὰμ ἐπὶ τὸν κατακλυσμὸν ἔτη ͵βσξβʹ. Ἀπὸ τοῦ κατακλυσμοῦ ἐπὶ τὴν ἔξοδον ἔτη ͵αφοεʹ. | |
15 | Ἀπὸ τῆς διὰ Μωϋσέως ἐξ Αἰγύπτου πορείας ἐπὶ τὴν πρώ‐ την οἰκοδομὴν τοῦ ναοῦ, ἥτις ἀρχὴν ἔλαβε μετὰ τὸ τρίτον ἔτος Σολομῶνος, ἔτη χιδʹ. Ἀπὸ τετάρτου ἔτους Σολομῶνος, ἤγουν τῆς πρώτης ἐπι‐ σκευῆς τοῦ ναοῦ ἐπὶ Κῦρον βασιλέα Περσῶν ἔτη υπʹ καὶ μῆ‐ | |
20 | νες γʹ. Ἀπὸ Κύρου βασιλέως Περσῶν ἐπὶ Ἀλέξανδρον Μακεδόνα ἔτη σμηʹ καὶ μῆνες θʹ. | |
Ἀπὸ Ἀλεξάνδρου Μακεδόνος ἕως τοῦ παρόντος ιεʹ ἔτους | ||
404 | Τιβερίου Καίσαρος καὶ τὴν καταρχὴν τοῦ σωτηρίου κηρύγματος, ἣ γέγονε κατὰ τὸ παρὸν ἔτος ιεʹ, ἔτη τνϛʹ. Ὁμοῦ ἀπὸ Ἀδὰμ ἕως τοῦ παρόντος ἔτους πεντεκαιδεκάτου Τιβερίου Καίσαρος, ἤγουν τῆς εἰκάδος καὶ αὐτῆς τοῦ μαρτίου | |
5 | μηνός, ἔτη ͵εφλζʹ πλήρη. Μετὰ τὸ βάπτισμα ἐνδιέτριψεν ὁ κύριος εἰς τὰς ἰάσεις ἕτε‐ ρα γʹ ἔτη συναναστρεφόμενος τοῖς μαθηταῖς αὐτοῦ. καὶ τὰ περὶ τούτου Λουκᾶς φανεροῖ, λέγων ὅτι Εἶπεν ὁ κύριος διὰ Ἡρώδην, Πορευθέντες εἴπατε τῇ ἀλώπεκι ταύτῃ, Ἰδοὺ ἐκβάλλω δαιμόνια | |
10 | καὶ ἰάσεις ἐπιτελῶ σήμερον καὶ αὔριον, καὶ τῇ τρίτῃ τελειοῦμαι, διὰ τούτων τὰ τρία ἔτη σημαίνων. τὸ δὲ εἰπεῖν Σήμερον δείκνυ‐ σιν ὅτι τῷ πρώτῳ ἐνιαυτῷ τῶν ἰάσεων αὐτοῦ ταῦτα ἐδήλωσεν τῷ Ἡρώδῃ. τοῦτο δὲ αὐτὸ καὶ Ἰωάννης ὁ εὐαγγελιστὴς δηλοῖ ἀπὸ πάσχων εἰς πάσχα τρία ἔτη καὶ αὐτὸς ἐν ταῖς ἰάσεσιν αὐτοῦ. | |
15 | Ἰνδ. βʹ. ιϛʹ. ὑπ. Οὐεννικίου καὶ Λογγίνου. Ἐν τῷ παρόντι ͵εφληʹ ἔτει γενέσεως κόσμου, ἀρχὴν εἰλη‐ φότι ἀπὸ καʹ τοῦ κατὰ Ῥωμαίους μαρτίου μηνός, δεύτερον νο‐ μικὸν ἐπετέλεσε πάσχα μετὰ τὸ βαπτισθῆναι ὁ κύριος κατὰ τὸ ἔνατον ἔτος τῆς κατὰ φύσιν ἐννεακαιδεκαετηρίδος τῆς σελήνης | |
20 | καὶ κατὰ τὸ κβʹ ἔτος τῆς κατὰ φύσιν ὀκτωκαιεικοσαετηρίδος τοῦ | |
ἡλίου. | ||
405 | Θέλοντες δὲ γνῶναι πόστῃ τοῦ μηνὸς ἔφθασεν ἡ ιδʹ τοῦ πρώτου μηνὸς τῆς σελήνης κατὰ τὸ παρὸν ἔτος, εὑρίσκομεν εἰς τὸ ἔνατον ἔτος τῆς κατὰ φύσιν ἐννεακαιδεκαετηρίδος προσκειμένας ἐ‐ πακτὰς κηʹ. ταύταις προστίθεμεν ιγʹ τὰς πρὸ τῶν φωστήρων καὶ | |
5 | προσελήνους ζʹ καὶ ιαʹ τὰς ἀπὸ καʹ καὶ αὐτῆς τοῦ μαρτίου μηνός, ἀπριλίου ιεʹ· γίνονται οδʹ. ἔκβα δὶς λʹ· γίνονται ξʹ· λοιπὸν ιδʹ. ἔγνωμεν οὖν ὡς κατὰ τὸ παρὸν ἔτος ἔφθασεν ἡ ιδʹ τῆς σελήνης τῇ ιεʹ τοῦ ἀπριλίου μηνός. Εἶτα θέλοντες γνῶναι καὶ τὴν ἡμέραν, ἐν ᾗ ἔφθασεν ἡ ιδʹ, | |
10 | εὑρίσκομεν κατὰ τὸ κβʹ ἔτος τῆς ὀκτωκαιεικοσαετηρίδος προσκει‐ μένας ἐπακτὰς εʹ, ταύταις συνάπτομεν τὰς πρὸ τῶν φωστήρων γʹ καὶ ιαʹ ἀπὸ καʹ τοῦ μαρτίου καὶ ἀπριλίου ιεʹ· γίνονται λδʹ. ταύ‐ τας ἀνάβαλε εἰς ζʹ· ζʹ δʹ γίνονται κηʹ· λοιπὸν ϛʹ. ἔγνωμεν οὖν ὡς ἡ ιδʹ τοῦ πρώτου μηνὸς τῆς σελήνης κατὰ τὸ παρὸν ἔτος ἔφθα‐ | |
15 | σεν ἐν ἡμέρᾳ ἕκτῃ. Τοῦτο τὸ δεύτερον πάσχα φαίνεται δηλῶν ὁ θεῖος εὐαγγε‐ λιστὴς Ἰωάννης μετὰ τὸ δεύτερον θαῦμα ὃ ἐποίησεν ὁ Ἰησοῦς ἐν Κανᾷ τῆς Γαλιλαίας, ἰασάμενος τὸ παιδίον τοῦ βασιλικοῦ, γράφων οὕτως, Τοῦτο πάλιν δεύτερον σημεῖον ἐποίησεν ὁ Ἰησοῦς ἐλθὼν ἐκ | |
20 | τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν. μετὰ ταῦτα ἦν ἑορτὴ τῶν Ἰου‐ | |
δαίων, καὶ ἀνέβη Ἰησοῦς εἰς Ἱεροσόλυμα. | ||
406 | Ἐπειδὴ γὰρ ἐπίσημον καὶ ἐξαίρετον καὶ πρώτην ἑορτὴν Ἰου‐ δαῖοι τὴν τοῦ πάσχα εἶχον, διὰ τοῦτο ὁ εὐαγγελιστὴς ποτὲ μὲν μετὰ προσδιορισμοῦ ταύτης μέμνηται, λέγων, Ἐγγὺς ἦν τὸ πά‐ σχα, ἡ ἑορτὴ τῶν Ἰουδαίων, ποτὲ δὲ ἀπροσδιορίστως γράφων, | |
5 | Ἦν ἑορτὴ τῶν Ἰουδαίων. Τὸ βʹ τοίνυν πάσχα δοκεῖ μοι σημαίνειν ἐνταῦθα εἰπών, Μετὰ ταῦτα ἦν ἑορτὴ τῶν Ἰουδαίων, καὶ ἀνέβη Ἰησοῦς εἰς Ἱε‐ ροσόλυμα. ἔνθα γὰρ ἑτέρας μνημονεύει τῶν Ἰουδαίων ἑορτῆς, μετὰ προσδιορισμοῦ πάντως ταύτης μέμνηται, ὥσπερ καὶ τῆς | |
10 | ἑορτῆς τῶν σκηνοπηγίων, λέγων, Καὶ ἦν ἐγγὺς ἡ ἑορτὴ τῶν Ἰου‐ δαίων ἡ σκηνοπηγία, ὄντος ἀρχιερέως Ἐλεαζάρου υἱοῦ Ἀνάνου. Ἰνδ. γʹ. ιζʹ. ὑπ. Τιβερίου Καίσαρος τὸ εʹ μόνου. Πάλιν τρίτον νομικὸν πάσχα μετὰ τὸ βαπτισθῆναι ἑορτάζει ὁ κύριος ἐν τῷ ιʹ ἔτει τῆς κατὰ φύσιν ἐννεακαιδεκαετηρίδος τῆς | |
15 | σελήνης καὶ κγʹ τῆς κατὰ φύσιν ὀκτωκαιεικοσαετηρίδος τοῦ ἡ‐ λίου. καὶ θέλοντες γνῶναι πόστῃ τοῦ μηνὸς ἔφθασεν κατὰ τὸ παρὸν ͵εφλθʹ ἔτος ἀρξάμενον ἀπὸ καʹ καὶ αὐτῆς τοῦ μαρτίου μη‐ νός, εὑρίσκομεν κατὰ τὸ δέκατον ἔτος τῆς κατὰ φύσιν ἐννεακαιδε‐ καετηρίδος ἐπακτὰς τῆς σελήνης θʹ, ταύταις συνάπτομεν τὰς πρὸ | |
20 | τῶν φωστήρων ιγʹ, προσελήνους ζʹ, καὶ ιαʹ τὰς ἀπὸ καʹ τοῦ μαρτίου μηνὸς καὶ ἀπριλίου δʹ· γίνονται μδʹ. ἔκβα λʹ· λοιπὸν | |
ιδʹ. ἰδοὺ ἔφθασεν ἡ ιδʹ τοῦ πρώτου μηνὸς τῆς σελήνης κατὰ τὸ | ||
407 | παρὸν ἔτος τῇ δʹ τοῦ ἀπριλίου μηνός. εἶτα καὶ τὴν ἡμέραν γνῶ‐ ναι βουλόμενοι ἐν ᾗ ἔφθασεν αὐτή, εὑρίσκομεν κατὰ τὸ κγʹ ἔτος τῆς ὀκτωκαιεικοσαετηρίδος ἐπακτὰς ϛʹ. ταύταις προστίθεμεν τὰς πρὸ τῶν φωστήρων γʹ καὶ ιαʹ τὰς ἀπὸ καʹ καὶ αὐτῆς τοῦ μαρτίου, | |
5 | δʹ ἀπριλίου· γίνονται κδʹ. ταύτας παρὰ τὸν ζʹ· ζʹ γʹ γίνονται καʹ· λοιπὸν γʹ. ἔγνωμεν οὖν ὅτι ἡ ιδʹ τοῦ πρώτου μηνὸς τῆς σελήνης, ἐν ᾗ τὸ νομικὸν ἐπιτελεῖσθαι προστέτακται πάσχα, κα‐ τὰ τὸ παρὸν ͵εφλθʹ ἔτος ἔφθασεν τῇ δʹ τοῦ ἀπριλίου μηνὸς καὶ ἐν ἡμέρᾳ γʹ. | |
10 | Τοῦτο τὸ τρίτον πάσχα σημαίνων ὁ θεῖος εὐαγγελιστὴς Ἰω‐ άννης, μέλλων τὸ θαῦμα διηγεῖσθαι, ὃ ἐποίησεν ὁ κύριος ἐκ πέντε ἄρτων πεντακισχιλίους ἄνδρας κορέσας, λέγει, Μετὰ ταῦ‐ τα ἀπῆλθεν ὁ Ἰησοῦς πέραν τῆς θαλάσσης τῆς Γαλιλαίας τῆς Τι‐ βεριάδος, καὶ ἠκολούθει αὐτῷ ὄχλος πολύς, ὅτι ἑώρων τὰ ση‐ | |
15 | μεῖα ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων. ἀνέβη δὲ εἰς τὸ ὄρος ὁ Ἰη‐ σοῦς, καὶ ἐκεῖ ἐκάθητο μετὰ τῶν μαθητῶν αὐτοῦ. ἦν δὲ ἐγγὺς τὸ πάσχα, ἡ ἑορτὴ τῶν Ἰουδαίων. Τούτῳ τῷ ἐνιαυτῷ μηνὶ λώῳ κθʹ ὁ ἅγιος Ἰωάννης ὁ πρό‐ δρομος καὶ βαπτιστὴς τὴν κεφαλὴν ἀποτέμνεται ὑπὸ Ἡρώδου τοῦ | |
20 | βασιλέως τῆς Ἰουδαίας, υἱοῦ ὄντος τοῦ πρώτου Ἡρώδου, ἀδελ‐ φοῦ Ἀρχελάου, δέσμιος εἰς τὸν Μαχαιροῦντα φρούριον πεμφθεὶς | |
διὰ Ἡρωδιάδα, περὶ οὗ μνημονεύει ἡ θεία τῶν εὐαγγελίων γρα‐ | ||
408 | φή. ἱστορεῖ δὲ καὶ ὁ Ἰώσηππος ἐν ιηʹ τῆς Ἀρχαιολογίας αὐτοῦ βίβλῳ ὡς διὰ Ἡρωδιάδα, γυναῖκα οὖσαν Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ τοῦ Ἡρώδου, ὁ ἅγιος Ἰωάννης ἀποτέμνεται. ἀθετήσας γὰρ ἔτι ζῶσαν τὴν προτέραν αὐτοῦ γυναῖκα ὁ Ἡρώδης, κατὰ | |
5 | νόμους αὐτῷ γεγαμημένην, Ἀρέτα δὲ ἦν αὕτη τοῦ Πετραίων βα‐ σιλέως θυγάτηρ, τὴν δὲ Ἡρωδιάδα ἔτι ζῶντος διαστήσας τοῦ ἀνδρός, δι’ ἣν καὶ τὸν Ἰωάννην ἀνεῖλεν, πόλεμον αἱρεῖται ὁ Ἀρέτας πρὸς τὸν Ἡρώδην, ὡς ἠτιμασμένης αὐτοῦ τῆς θυγατρός, ἐν ᾧ πολέμῳ πάντα φασὶ τὸν Ἡρώδου στρατὸν διαφθαρῆναι, καὶ | |
10 | ταῦτα πεπονθέναι τῆς ἐπιβουλῆς ἕνεκα τῆς γενομένης κατὰ τοῦ Ἰωάννου. ὁ δὲ αὐτὸς Ἰώσηππος ἱστορεῖ τῆς βασιλείας ἀποπε‐ πτωκέναι τὸν Ἡρώδην διὰ Ἡρωδιάδα· μεθ’ ἧς αὐτὸν καὶ εἰς τὴν ὑπερόριον ἀπεληλάσθαι, Λουγδόνον τῆς Σπανίας πόλιν οἰκεῖν καταδικασθέντα, ὄντος ἀρχιερέως ἐν Ἱερουσαλὴμ Σίμωνος τοῦ | |
15 | Καμαθεὶ υἱοῦ. Ἰνδ. δʹ. ιηʹ. ὑπ. Περσικοῦ καὶ Βετελλίου. Ἰησοῦς ὁ Χριστὸς ὁ τοῦ θεοῦ υἱὸς τρεῖς ἐνιαυτοὺς καὶ οϛʹ ἡμέρας μετὰ τὸ βάπτισμα τοῖς ἑαυτοῦ μαθηταῖς τὰ σωτήρια καὶ ἐπουράνια μαθήματα παραδοὺς καὶ τὰς περὶ ἑαυτοῦ προφητείας | |
20 | ἐπὶ τὸ πάθος παρῄει τῷ ιθʹ ἔτει τῆς Τιβερίου μοναρχίας, ἀρχὴν | |
εἰληφότι τῇ καʹ τοῦ μαρτίου μηνὸς τῆς ἐνισταμένης δʹ ἰνδικτιῶ‐ | ||
409 | νος καὶ ιαʹ ἔτει τῆς κατὰ φύσιν ἐννεακαιδεκαετηρίδος τῆς σελή‐ νης καὶ κδʹ ἔτει τῆς κατὰ φύσιν ὀκτωκαιεικοσαετηρίδος τοῦ ἡλίου. Τοῦτο δὲ τὸ δʹ πάσχα ἐστίν, ἐν ᾧ πέπονθεν ὑπὲρ ἡμῶν Χριστὸς ὁ ἀληθινὸς θεὸς ἡμῶν. τοῦτο τὸ πάσχα δηλῶν ὁ εὐαγ‐ | |
5 | γελιστὴς Ἰωάννης μετὰ τὸ θαῦμα ὃ ἐποίησεν ὁ κύριος ἐγείρας τὸν Λάζαρον ἐκ νεκρῶν, εἴρηκεν οὕτως, Ἀπ’ ἐκείνης οὖν τῆς ἡμέρας συνεβουλεύσαντο ἵνα ἀποκτείνωσιν αὐτόν. Ἰησοῦς οὖν οὐκέτι παῤῥησίᾳ περιεπάτει ἐν τοῖς Ἰουδαίοις, ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου, εἰς Ἐφραῒμ λεγομένην | |
10 | πόλιν, κἀκεῖ διέτριβεν μετὰ τῶν μαθητῶν αὐτοῦ. ἦν δὲ ἐγγὺς τὸ πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβησαν πολλοὶ εἰς Ἱεροσόλυμα ἐκ τῆς χώρας πρὸ τοῦ πάσχα, ἵνα ἁγνίσωσιν ἑαυτούς. ἐξήτουν οὖν τὸν Ἰησοῦν, καὶ ἔλεγον μετ’ ἀλλήλων ἐν τῷ ἱερῷ ἑστηκότες, Τί δοκεῖ ὑμῖν, ὅτι οὐ μὴ ἔλθῃ εἰς τὴν ἑορτήν; δεδώκεισαν δὲ οἱ | |
15 | ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ἐντολὴν ἵνα ἐάν τις γνῶ ποῦ ἐστιν, μηνύσῃ, ὅπως πιάσωσιν αὐτόν. ὁ οὖν Ἰησοῦς πρὸ ϛʹ ἡμερῶν τοῦ πάσχα ἦλθεν εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος ὁ τεθνηκώς, ὃν ἤγειρεν ἐκ νεκρῶν. εἶτα οἱ μακάριοι τοῦ κυρίου μαθηταὶ ἠρώ‐ τησαν αὐτὸν λέγοντες ὅτι Ἰδοὺ μετὰ δύο ἡμέρας τὸ πάσχα γίνε‐ | |
20 | ται· ποῦ οὖν θέλεις ἑτοιμάσωμέν σοι; δῆλον οὖν ὅτι οὐ κατὰ τὸν αὐτὸν χρόνον, ἀλλὰ μέλλοντος ἔσεσθαι τοῦ πάσχα μετὰ δύο | |
ἡμέρας. ὅτι δὲ οὐ κατὰ τὴν ιδʹ ἐπετέλεσεν τὸ πάσχα, ἀλλὰ πρὸ | ||
410 | τούτου τὸ τυπικὸν ἐτέλεσεν δεῖπνον, ὅτε καὶ ὁ ἁγιασμὸς τῶν ἀζύ‐ μων καὶ ἡ προετοιμασία τῆς ἑορτῆς ἐγίνετο, εὑρίσκεται τοῖς μα‐ θηταῖς μεταδιδοὺς οὐ θύματος οὐδὲ ἀζύμων, ἀλλ’ ἄρτου καὶ πο‐ τηρίου· ὅτε καὶ τῶν μαθητῶν ἀπένιψεν τοὺς πόδας, καθὰ τὰ | |
5 | θεόπνευστα διδάσκει λόγια, ὅπερ οὐ κατὰ τὴν Μωσαϊκὴν πρόσ‐ ταξιν ἐπετελεῖτο. εἰ γὰρ μὴ αὐτὸς ἐγίνετο ἀντὶ τοῦ ἀμνοῦ τοῦ κατὰ τύπον καὶ σκιὰν θύματος τοῦ πάλαι παρὰ Μωϋσέως προσ‐ ταχθέντος θύεσθαι τοῖς εἰς ὕστερον θῦμα, οὐκ ἂν παρῆλθεν τὰ τοῦ Ἰσραὴλ νόμιμα, ἀλλ’ εἶχεν ἂν καὶ πρόβατον θύσασθαι | |
10 | καὶ μεταδοῦναι τοῖς μαθηταῖς, καθὰ καὶ εἰς τοὺς πρότερον ἐποι‐ εῖτο χρόνους, εἰ μὴ ἐπέστη ὁ καιρὸς τῆς συμπληρώσεως τοῦ κατ’ αὐτῶν μυστηρίου, καὶ παύσας τὸν τυπικὸν ἀμνὸν τῇ κβʹ τοῦ κα‐ τὰ Ῥωμαίους μαρτίου μηνός, αὐτῇ τῇ ἡμέρᾳ σελήνης ἐχούσης ιγʹ ὥρᾳ νυκτερινῇ εʹ τῇ ἐπιφωσκούσῃ εἰς εἰκάδα τετάρτην, ὄντος | |
15 | Ἡρώδου τοῦ τετράρχου βασιλέως, ὡς δηλοῖ Λουκᾶς ὁ εὐαγγελι‐ στής. ἀποθανόντος γὰρ Ἡρώδου τοῦ τὰ νήπια ἀνελόντος ἡ τού‐ του μετέπεσεν ἀρχὴ εἰς τοὺς υἱοὺς αὐτοῦ, ὡς ἱστορεῖ Ἰώσηππος, καὶ γίνεται βασιλεὺς τῆς Ἰουδαίας Ἀρχέλαος, βασιλεύσας ἔτη θʹ. καὶ μετὰ τὴν τούτου τελευτὴν Ἡρώδης ὁ τετράρχης, ἀδελφὸς αὐ‐ | |
20 | τοῦ, βασιλεύει τῆς Γαλιλαίας ἔτη κδʹ, ἕως τῆς τελευτῆς Τιβε‐ ρίου. τῆς δὲ Ἰουδαίας Πόντιος Πιλᾶτος ἦν βασιλεύς. Πόντιος δὲ Πιλᾶτος κατὰ τοῦτο ἐπικέκληται, καθότι νῆσός ἐστιν κατὰ | |
θάλασσαν ἐπὶ τὴν πρεσβυτέραν Ῥώμην καλουμένη Πόντος, ἐξ | ||
411 | ἧς ὁ Πιλᾶτος ὥρμητο, καὶ ὡς ἀπὸ τῆς πατρίδος Πόντιος Πιλᾶ‐ τος ἐχρημάτισεν. Οὗτος Πόντιος Πιλᾶτος ἀνέκρινε τὸν κύριον· καὶ μαθὼν ὅτι ἀπὸ τῆς ἐξουσίας ἐστὶν Ἡρώδου, τουτέστιν ἀπὸ τῆς Γαλι‐ | |
5 | λαίας, ὥς φησιν ὁ εὐαγγελιστὴς Ματθαῖος, ἀνέπεμψεν αὐτὸν τῷ Ἡρώδῃ, καὶ πάλιν Ἡρώδης ἔπεμψεν τῷ Πιλάτῳ. κἀκεῖνος πάλιν ἀνέπεμψεν αὐτὸν πρὸς Ἄνναν· ἦν γὰρ πενθερὸς τοῦ Καϊά‐ φα. καὶ οὗτος Καϊάφας, ὡς ὢν ἀρχιερεὺς τοῦ ἐνιαυτοῦ τού‐ του, συνεβούλευσεν τοῖς Ἰουδαίοις λέγων ὅτι Συμφέρει ἕνα ἄν‐ | |
10 | θρωπον ἀποθανεῖν ὑπὲρ τοῦ λαοῦ. εἶτα πάλιν Ἄννας ἀπέστει‐ λεν τὸν Ἰησοῦν δεδεμένον πρὸς Καϊάφαν τὸν ἀρχιερέα. ἄγουσιν οὖν τὸν Ἰησοῦν ἀπὸ τοῦ Καϊάφα εἰς τὸ πραιτώριον. ἦν δὲ πρωί, καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς πραιτώριον, ἵνα μὴ μιανθῶ‐ σιν, ἀλλ’ ἵνα φάγωσι τὸ πάσχα· κἀκεῖθεν παρεδόθη τῷ Πιλά‐ | |
15 | τῳ. ἦν δὲ παρασκευή· ὥρα ἦν ὡσεὶ τρίτη, καθὼς τὰ ἀκριβῆ βιβλία περιέχει, αὐτό τε τὸ ἰδιόχειρον τοῦ εὐαγγελιστοῦ Ἰωάν‐ νου, ὅπερ μέχρι νῦν πεφύλακται χάριτι θεοῦ ἐν τῇ Ἐφεσίων ἁγιωτάτῃ ἐκκλησίᾳ καὶ ὑπὸ τῶν πιστῶν ἐκεῖσε προσκυνεῖται. Καὶ εὐθέως ἡ γυνὴ τοῦ Πιλάτου ἐδήλωσεν αὐτῷ, Μηδὲν | |
20 | σοὶ καὶ τῷ δικαίῳ ἐκείνῳ· πολλὰ γὰρ ἔπαθον σήμερον κατ’ ὄναρ διὰ αὐτόν. καὶ γνόντες τοῦτο οἱ Ἰουδαῖοι ἐστασίαζον, κράζον‐ | |
τες, Ἆρον ἆρον, σταύρωσον αὐτόν. καὶ εἰσαγαγὼν τὸ ἀλη‐ | ||
412 | θινὸν πάσχα κατὰ τὰς θείας γραφὰς αὐτὸς πάσχει ὑπὲρ ἡμῶν τῇ ϛʹ τῆς ἑβδομάδος ἡμέρᾳ, καὶ θύεται, ὡς ἀμνὸς ἀληθὴς ὑπάρχων καὶ πάσχα ἀληθινὸν ὁ κύριος καὶ θεὸς ἡμῶν Ἰησοῦς Χριστός. καὶ ἐσκοτίσθη ὁ ἥλιος εἰς ὅλον τὸν κόσμον ἀπὸ ἕκτης | |
5 | ὥρας· περὶ οὗ σκότους μέμνηται καὶ Διονύσιος ὁ Ἀρειοπαγίτης ἐν τῇ πρὸς Πολύκαρπον ἐπιστολῇ τῆς κατὰ τόδε τὸ ἔτος γενομέ‐ νης καινοπρεποῦς τοῦ ἡλίου ἐκλείψεως. καὶ οἱ ἔξωθεν δὲ τὸν ἐνιαυτὸν τοῦτον ἐπεσημήναντο ἀσφαλῶς, εἰπόντες καὶ τὸν γενό‐ μενον σεισμόν, καὶ κατ’ ἐξαίρετον Φλέγων ὁ τὰς Ὀλυμπιάδας | |
10 | συναγαγών. λέγει γὰρ ἐν τῷ τρισκαιδεκάτῳ συγγράμματι οὕ‐ τως. „τῷ δὲ τετάρτῳ ἔτει τῆς σβʹ Ὀλυμπιάδος ἐγένετο ἔκλειψις ἡλίου μεγίστη τῶν ἐγνωσμένων πρότερον· καὶ νὺξ ὥρᾳ ϛʹ τῆς ἡμέρας ἐγένετο, ὥστε καὶ ἀστέρας ἐν οὐρανῷ φανῆναι, σεισμός τε μέγας κατὰ Βιθυνίαν γενόμενος τὰ πολλὰ Νικαίας κατεστρέ‐ | |
15 | ψατο.“ ταῦτα ὁ δηλωθεὶς ἀνήρ, γνοὺς τὸ παράδοξον τῆς ἐκ‐ λείψεως τοῦ ἡλίου. οὔτε γὰρ ἠκούσθη οὐδὲ γέγονεν τοῖς ἔμ‐ προσθεν αἰῶσιν περὶ τὴν πανσέληνον ἔκλειψις ἡλίου, ἐπειδὴ μηδὲ τῇ ἀστρῴᾳ τοῦτο συμβαίνει κινήσει. καὶ τῶν οὕτως ἐπι‐ σήμων καὶ ἀπίστοις ἐνιαυτῶν ἡμᾶς τοὺς πιστοὺς σφάλλεσθαι οὐ | |
20 | καλὸν οὐδὲ δίκαιον· δι’ ἡμᾶς γὰρ οὗτος ὁ ἐνιαυτός. | |
Περὶ ταύτης τῆς ἡμέρας προεφήτευσε Ζαχαρίας υἱὸς Ἰω‐ | ||
413 | δαὲ λέγων, Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ οὐκ ἔσται φῶς, καὶ ψῦχος καὶ πάγος ἔσται μίαν ἡμέραν· καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ κυρίῳ, καὶ οὐχ ἡμέρα καὶ οὐ νύξ, καὶ πρὸς ἑσπέραν ἔσται φῶς. Ὁ δὲ κύριος Ἰησοῦς Χριστὸς παρέδωκε τὸ πνεῦμα τῇ αὐ‐ | |
5 | τῇ παρασκευῇ ὥραν ἐνάτην. καὶ εὐθέως ἐγένετο εἰς ἅπαντα τὸν κόσμον σεισμὸς μέγας καὶ τάφοι ἠνεῴχθησαν καὶ νεκροὶ ἀνέστη‐ σαν, καθὰ ταῖς θείαις ἐμφέρεται γραφαῖς· ὥστε λέγειν τοὺς Ἰου‐ δαίους, Ἀληθῶς θεοῦ υἱὸς ἦν οὗτος, ὃν ἡμεῖς ἐσταυρώσαμεν. ἐν ταύτῃ δὲ τῇ ἑορτῇ τοῦ πάσχα συμφώνως καὶ οἱ λοιποὶ εὐαγγε‐ | |
10 | λισταὶ σταυρωθῆναι τὸν κύριον δηλοῦσιν. Οἱ οὖν Ἰουδαῖοι, ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώμα‐ τα ἐν τῷ σαββάτῳ, ἐπεὶ παρασκευὴ ἦν, ἦν γὰρ μεγάλη ἡ ἡμέρα ἐκείνου τοῦ σαββάτου, ἠρώτησαν τὸν Πιλᾶτον ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη καὶ ἀρθῶσιν. ἦλθον οὖν οἱ στρατιῶται, καὶ | |
15 | τοῦ μὲν πρώτου κατέαξαν τὰ σκέλη καὶ τοῦ ἄλλου ὁμοίως τοῦ συσταυρωθέντος αὐτῷ. ἐπὶ δὲ τὸν Ἰησοῦν ἐλθόντες, ὡς εἶδον αὐτὸν ἤδη τεθνηκότα, οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη, ἀλλ’ εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξεν, καὶ εὐθέως ἐξῆλθεν αἷμα καὶ ὕδωρ, τὰ δύο καθάρσια τοῦ τε βαπτίσματος | |
20 | καὶ τῆς μεταλήψεως τῶν ἀχράντων αὐτοῦ μυστηρίων. ἄλ‐ λως δὲ τὴν σωτήριον ταύτην ἐπιτελοῦμεν ἑορτὴν μετὰ τὴν ἐκ | |
νεκρῶν αὐτοῦ ἀνάστασιν, ἥτις τῇ τρίτῃ ἡμέρᾳ μετὰ τὸ σταυρω‐ | ||
414 | θῆναι κατὰ τὰς θείας γραφὰς ἐπιτελεῖται τῇ ιϛʹ τοῦ πρώτου μηνὸς τῆς σελήνης· ἡ γὰρ ιδʹ εὑρίσκεται οὐχ ἡ ἀνάστασις, ἀλλ’ ὁ καιρὸς τῆς σωτηριώδους προσηλώσεως τῆς ἐν τῷ σταυρῷ. καὶ ἐκ τούτου φαίνονται τοὐναντίον Ἰουδαῖοι ποιοῦντες· ὅτε γὰρ | |
5 | ἔδει νηστεύειν καὶ μηδαμῶς πανηγυρίζειν, οὗτοι φαίνονται καὶ εὐφραινόμενοι καὶ ἑορτάζοντες, οὐδαμῶς τὸν καιρὸν τῆς ὄντως τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἀναστάσεως ἐκ νεκρῶν εἰδό‐ τες, καὶ ἐκ τούτου μηδὲ ταῖς θείαις γραφαῖς ἑπόμενοι, ἀλλ’ οἰ‐ κείοις τισὶν ἔθεσιν. | |
10 | Εἶτα θέλοντες παραστῆσαι ὡς κατὰ τὸ παρὸν πεντακισχι‐ λιοστὸν πεντακοσιοστὸν τεσσαρακοστὸν ἔτος γενέσεως κόσμου, ἀρξάμενοι ἀπὸ καʹ καὶ αὐτῆς τοῦ μαρτίου μηνός, πόστῃ τοῦ μηνὸς καὶ ποίᾳ ἡμέρᾳ ἔφθασεν ἡ ιδʹ τοῦ πρώτου μηνὸς τῆς σελή‐ νης, εὑρίσκομεν τὰ ͵εφλθʹ ἔτη ποιοῦντες παρὰ τὸν ιθʹ. ιθʹ ςʹ | |
15 | γίνονται ͵γωʹ, ιθʹ ϙʹ γίνονται ͵αψιʹ, ιθʹ αʹ γίνονται ιθʹ· λοιπὸν ιʹ· καὶ εὑρίσκομεν κατὰ τὸ φύσει μὲν ιʹ ἔτος τῆς ἐννεακαιδεκαε‐ τηρίδος, θέσει δὲ ιαʹ προσκειμένας ἐπακτὰς καʹ. ταύταις προσ‐ τίθεμεν ιγʹ τὰς πρὸ τῶν φωστήρων, προσελήνους ἑπτά, καὶ γʹ τὰς ἀπὸ καʹ καὶ αὐτῆς τοῦ μαρτίου μηνός, καὶ τοῖς κβʹ λεπτοῖς | |
20 | ἄλλα λεπτὰ μεʹ πρόσθες, ὡς τρίτου ἔτους ὄντος μετὰ τὸ βίσεκστον, | |
καὶ ἐκ τῶν ξζʹ λεπτῶν λαμβάνομεν μίαν, καὶ γίνονται μδʹ· ἔκβα | ||
415 | λʹ· λοιπὸν ιδʹ. καὶ ἰδοὺ ἔγνωμεν ὡς ἡ ιδʹ τοῦ πρώτου μηνὸς τῆς σελήνης ἔφθασεν τῇ κγʹ τοῦ μαρτίου μηνός. εἶτα καὶ τὴν ἡμέ‐ ραν ζητοῦντες γνῶναι, καθ’ ἣν ἔφθασεν ἡ ιδʹ, τοῖς ͵εφλθʹ προσ‐ τίθεμεν τὸ τέταρτον ͵ατπδʹ, γινόμενα ὁμοῦ ͵ϛϡκγʹ· ταύτας | |
5 | παρὰ τὸν ζʹ· ζʹ ϡʹ γίνονται ͵ϛτʹ, ζʹ πʹ γίνονται φξʹ, ζʹ ηʹ νϛʹ· λοιπὸν ζʹ. ταύταις προσβάλλομεν γʹ τὰς πρὸ τῶν φωστήρων καὶ γʹ τὰς ἀπὸ καʹ τοῦ μαρτίου μηνός· γίνονται ιγʹ· ἔκβα ζʹ· λοιπὸν ϛʹ. Καὶ δέδεικται ὡς ἡ ιδʹ κατὰ τὸ παρὸν ͵εφμʹ ἔτος τῆς τοῦ | |
10 | κόσμου γενέσεως καὶ ιθʹ τῆς Τιβερίου Καίσαρος μοναρχίας, ἀρ‐ χὴν εἰληφὸς ἀπὸ καʹ τοῦ κατὰ Ῥωμαίους μαρτίου μηνός, ἰνδ. δʹ, καθ’ ὃ ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τὸν ἑκούσιον καὶ ζωοποιὸν ὑπέμεινε σταυρόν, ἔφθασεν τῇ κγʹ τοῦ μαρτίου μηνὸς καὶ ἐν ἡμέρᾳ παρασκευῇ. ἐν ἡμέρᾳ δὲ παρασκευῇ σταυρωθῆναι | |
15 | τὸν κύριον διδάσκουσιν τὰ θεόπνευστα λόγια, ἐν τῇ τοῦ πάσχα ἑορτῇ, καθὼς ἔμπροσθεν εἴρηται. τριῶν οὖν πάσχα μετὰ τὸ βαπτισθῆναι τὸν κύριον τελεσθέντων, καὶ ἐν τῷ τετάρτῳ ἔτει τῆς τοῦ πάσχα ἑορτῆς ὑπὲρ ἡμῶν σταυρωθέντος τοῦ κυρίου, δεί‐ κνυται σαφῶς ὅτι τρία ὁλόκληρα ἔτη τὸ σωτήριον ἐδίδαξεν κή‐ | |
20 | ρυγμα καὶ ἡμέρας οϛʹ, τινὰς μὲν αὐτῶν πρὸ τοῦ πάσχα τοῦ πρώ‐ του κατὰ τὸ ιεʹ ἔτος τῆς Τιβερίου Καίσαρος μοναρχίας, τινὰς | |
δὲ πρὸ τοῦ κατὰ τὸ παρὸν ἔτος ͵εφμʹ γεγονότος σωτηριώδους | ||
416 | πάσχα. ὅτι δὲ τρεῖς ἐνιαυτοὺς κηρύξας τὸ εὐαγγέλιον ὁ κύριος ἐπὶ τὸν ἑκούσιον καὶ ζωοποιὸν ἦλθε σταυρὸν διδάσκει καὶ Ἰγνά‐ τιος ὁ θεοφόρος καὶ μάρτυς, ὁ Ἰωάννου τοῦ θεολόγου γνήσιος μαθητὴς γεγονώς, τῆς δὲ ἐν Ἀντιοχείᾳ ἁγιωτάτης ἐκκλησίας | |
5 | ἐπίσκοπος ὑπὸ τῶν ἀποστόλων κατασταθείς. ἐν τῇ πρὸς Τραλ‐ λιανοὺς τοίνυν ἐπιστολῇ γέγραφεν ἐπὶ λέξεως οὕτως. „ἀληθῶς τοίνυν ἐγέννησε Μαρία τὸ σῶμα θεὸν ἔχον ἔνοικον, καὶ ἀλη‐ θῶς ἐγεννήθη ὁ λόγος ἐκ τῆς παρθένου Μαρίας, σῶμα ὁμοιο‐ παθὲς ἡμῖν ἠμφιεσμένος. ἀληθῶς γέγονεν ἐν μήτρᾳ ὁ πάντας | |
10 | ἀνθρώπους ἐν μήτρᾳ διαπλάττων, καὶ ἐποίησεν ἑαυτῷ σῶμα ἐκ τῶν τῆς παρθένου σπερμάτων, πλὴν ὅσον ὁμιλίας ἀνδρὸς ἄνευ. ἀληθῶς ἐκυοφορήθη, ὡς καὶ ἡμεῖς, χρόνων περιόδοις, καὶ ἀληθῶς ἐτέχθη, ὡς καὶ ἡμεῖς. ἀληθῶς ἐγαλακτοτροφήθη, καὶ τροφῆς κοινῆς καὶ ποτοῦ μετέσχεν, ὡς καὶ ἡμεῖς, καὶ τρεῖς δε‐ | |
15 | κάδας ἐτῶν πολιτευσάμενος ἐβαπτίσθη ὑπὸ Ἰωάννου ἀληθῶς καὶ οὐ δοκήσει. καὶ γʹ ἐνιαυτοὺς κηρύξας τὸ εὐαγγέλιον καὶ ποιήσας σημεῖα καὶ τέρατα ὑπὸ τῶν ψευδοϊουδαίων καὶ Πιλάτου ἡγεμόνος ὁ κριτὴς ἐκρίθη, ἐμαστιγώθη ὑπὸ δούλων, ἐπὶ κόῤῥης ἐῤῥαπίσθη, ἐνεπτύσθη, ἀκάνθινον στέφανον καὶ πορφυροῦν ἱμάτιον ἐφόρε‐ | |
20 | σεν, κατεκρίθη, ἐσταυρώθη ἀληθῶς, οὐ δοκήσει, οὐ φαντασίᾳ, οὐκ ἀπάτῃ. ἀπέθανεν ἀληθῶς, καὶ ἐτάφη, καὶ ἠγέρθη ἐκ τῶν νεκρῶν.“ Ἰδοὺ φανερῶς ὁ τοιοῦτος καὶ τηλικοῦτος τῆς ἐκκλησίας δι‐ δάσκαλος τρεῖς ἐνιαυτοὺς κηρῦξαι τὸ εὐαγγέλιον τὸν σωτῆρα | |
λέγει. | ||
417 | Οἱ δὲ κατὰ τῶν ἑορτῶν τῆς ἁγίας τοῦ θεοῦ καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας γράψαι τολμήσαντες τέσσαρας ἐνιαυτοὺς ὁλοκλήρους καὶ ἡμέρας τινὰς κηρῦξαι τὸν κύριον τὸ εὐαγγέλιον ἀπεφήναντο, ἐναντιούμενοι τῷ ῥηθέντι θεοφόρῳ καὶ μάρτυρι καὶ | |
5 | ταῖς ἁγίαις γραφαῖς. Ὅτι δὲ τρεῖς ἐνιαυτοὺς ὁ σωτὴρ ἐδίδαξε τὸ κήρυγμα δείκνυ‐ ται καὶ ἐξ ἑτέρων ἀναγκαίων λόγων, ἔκ τε τῶν ἱερῶν εὐαγγελίων καὶ ἐκ τῶν Ἰωσήππῳ τῷ παρ’ Ἑβραίοις σοφῷ γραφέντων καὶ ἐξ ὧν, ὡς πρόκειται, ὁ παρὰ τοῖς Ἕλλησι χρονογράφος ἱστόρησε | |
10 | Φλέγων ὁ τὰς Ὀλυμπιάδας τεθεικώς, λέγων, Τῷ δὲ τετάρτῳ ἔτει τῆς σβʹ Ὀλυμπιάδος ἐγένετο ἔκλειψις ἡλίου μεγίστη τῶν ἐγνω‐ σμένων πρότερον· καὶ νὺξ ὥρᾳ ἕκτῃ τῆς ἡμέρας ἐγένετο, ὥστε καὶ ἀστέρας ἐν οὐρανῷ φανῆναι, σεισμός τε μέγας κατὰ Βιθυ‐ νίαν γενόμενος τὰ πολλὰ Νικαίας κατεστρέψατο. ταῦτα ὁ δη‐ | |
15 | λωθεὶς ἀνήρ. τὰ μέντοι ἱερὰ εὐαγγέλια ἄρξασθαι τὸν κύριόν φασι τοῦ σωτηρίου κηρύγματος ἐπὶ Ἄννα ἀρχιερέως, σταυρω‐ θῆναι δὲ ἐπὶ Καϊάφα λέγουσιν. ὁ δὲ Ἰώσηππος ἐν τῷ ιηʹ τῆς Ἰουδαϊκῆς Ἀρχαιολογίας γράφει τρεῖς ἀρχιερεῖς μετὰ τὸν Ἄνναν γεγονέναι, Ἰσμάηλον τὸν τοῦ Βαφεὶ καὶ Ἐλεάζαρον τὸν τοῦ | |
20 | Ἀνάνου υἱὸν καὶ Σίμωνα τὸν τοῦ Καμαθεί, καὶ τότε μετ’ ἐκεί‐ νους τὸν Καϊάφαν ἀρχιερέα γενέσθαι. ἐνιαύσιος δὲ ὁ τῆς ἑκά‐ | |
στου ἀρχιερωσύνης ἦν χρόνος. ἐξ ὧν δῆλον ὅτι τρεῖς ἐνιαυτοὺς | ||
418 | τοῦ Ἰσμαήλου καὶ τοῦ Ἐλεαζάρου καὶ τοῦ Σίμωνος ὁλοκλήρους ἐκήρυξεν ὁ σωτὴρ τὸ εὐαγγέλιον τῆς βασιλείας, ἡμέρας δέ τινας ἐκ τοῦ τέλους τῆς ἀρχιερωσύνης τοῦ Ἄννα καὶ ἡμέρας τινὰς ἐκ τῆς ἀρχῆς τῆς τοῦ Καϊάφα ἀρχιερωσύνης. τῇ τεσσαρεσκαιδεκά‐ | |
5 | τῃ οὖν, ὡς πρόκειται, τοῦ πρώτου μηνὸς τῆς σελήνης ἐσταυ‐ ρώθη ὁ κύριος καὶ ἐν ἡμέρᾳ ἕκτῃ τῆς ἑβδομάδος. Κἀντεῦθεν δείκνυται ὅτι καθ’ ἣν ἡμέραν ἔπλασε τὸν ἄνθρω‐ πον αὐτὸς ὁ ἀληθινὸς θεὸς ἡμῶν, αὐτὸς ἐπὶ συντελείᾳ τῶν αἰώ‐ νων ἐσταυρώθη ἐν ἡμέρᾳ ἕκτῃ δι’ ἡμᾶς τοὺς ἐξ αὐτοῦ ὑπὸ τὴν | |
10 | ἀπόφασιν τοῦ θανάτου διὰ τὴν ἁμαρτίαν γενομένους, ἵνα ἡμῖν τῷ οἰκείῳ πάθει τὴν ἀπάθειαν χαρίσηται, καθά φησιν ὁ μέγας Βασίλειος. καὶ τῇ ιϛʹ κατὰ σελήνην, ἐν ᾗ τὸ δράγμα προσέτα‐ ξεν ὁ θεῖος νόμος προσφέρεσθαι ἀπαρχὴν θερισμοῦ, καὶ πρὸ τοῦ ἐπελθεῖν δρέπανον ἐπ’ ἀμητὸν ἀνέστη ἐκ νεκρῶν, ἀπαρχὴ τῆς | |
15 | ἀνθρωπότητος γενόμενος ὁ κύριος ἡμῶν καὶ σωτὴρ ὁ Χριστὸς πρὸ τοῦ ἐπελθεῖν τὸ τῆς συντελείας δρέπανον τῷ κόσμῳ. καὶ καθὼς προδιέγραψεν ἐν τῇ προσφορᾷ τοῦ δράγματος τῆς ἀπαρ‐ χῆς, οὕτως ἀνέστη, λυτρωσάμενος ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν, ἐν ᾗ προσήνεγκεν τὸ δράγμα τῆς ἀπαρχῆς τοῦ ἡμετέρου φυράμα‐ | |
20 | τος τῷ θεῷ καὶ πατρὶ τὴν ἐξ ἀναστάσεως τῶν νεκρῶν ἀπαρχὴν κατὰ τὰς ὑπ’ αὐτοῦ περὶ ἑαυτοῦ προῤῥηθείσας γραφάς. | |
Ἐκ ταύτης δὲ τῆς ἡμέρας, τουτέστιν τῆς ιϛʹ καὶ αὐτῆς τοῦ | ||
419 | πρώτου μηνός, ἀριθμεῖν τὰς νʹ ἡμέρας τῆς πεντηκοστῆς ὁ θεῖος παρεκελεύσατο νόμος. καὶ τῇ τεσσαρακοστῇ ἡμέρᾳ τῆς ἀναστά‐ σεως αὐτοῦ ὁ κύριος ἡμῶν. Ἰησοῦς ὁ Χριστὸς ἀνελήφθη εἰς τοὺς οὐρανοὺς τῇ τρίτῃ τοῦ ἀρτεμισίου μηνὸς ἐν ἡμέρᾳ πέμπτῃ | |
5 | τῆς ἑβδομάδος, καὶ καθὼς γέγραπται, Ἀνάστηθι, κύριε, εἰς τὴν ἀνάπαυσίν σου σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου. καὶ ὁ ἅγιος Ἀθανάσιος ἑρμηνεύων τὸν ρλαʹ ψαλμὸν ἔγραψεν οὕ‐ τως· „Ἀνάστηθι, κύριε, εἰς τὴν ἀνάπαυσίν σου· τὴν εἰς οὐρα‐ νοὺς ἀνάληψιν ἐπισπεύδουσιν αὐτοῦ. Σὺ καὶ ἡ κιβωτὸς τοῦ | |
10 | ἁγιάσματός σου τὴν ἁγίαν αὐτοῦ σάρκα φησί· μετ’ αὐτῆς γὰρ ἀνελήφθη. οὐ γὰρ ἀποσαρκοῦται εἰς τοὺς ἀγηράτους αἰῶνας τῶν αἰώνων.“ Μετὰ δὲ τὴν ἀνάληψιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τὴν ἀποβολὴν τοῦ ἔθνους τῶν Ἰουδαίων, ὅσοι τῆς τοῦ δεσπότου | |
15 | Χριστοῦ κλήσεως δι’ οἶκτον φιλανθρωπίας γεγόναμεν ἄξιοι, τὸ σκιῶδες πάσχα οὐκέτι ἐπετελέσαμεν· παρῆλθε γὰρ ἡ σκιὰ τοῦ νό‐ μου τῆς χάριτος ἐπελθούσης. καὶ τῇ ιγʹ τοῦ ῥηθέντος ἀρτεμι‐ σίου μηνὸς ἐν ἡμέρᾳ κυριακῇ, αὐτῇ τῇ πεντηκοστῇ ἡμέρᾳ τῆς σωτηριώδους ἀναστάσεως, ἐπεδήμησε τοῖς ἀποστόλοις ἐν πυρί‐ | |
20 | ναις γλώσσαις τὸ πνεῦμα τὸ ἅγιον, καὶ ἐκάθισεν ἐφ’ ἕνα ἕκα‐ στον αὐτῶν. πλησθέντες δὲ οἱ ἀπόστολοι πνεύματος ἁγίου ἤρ‐ ξαντο κηρύσσειν τὸ εὐαγγέλιον τῆς βασιλείας. ἐξ ἧς κανονίζον‐ τες τὴν διὰ τὴν ἡμετέραν σωτηρίαν γενομένην ἀνάστασιν ἐν τῇ | |
ἁγίᾳ κυριακῇ, ἑορτάζομεν τὸ ἐκκλησιαστικὸν κήρυγμα ηʹ ἡμέρας, | ||
420 | ὥς φησιν ὁ ἅγιος Ἰωάννης. καὶ ἐκ τούτου τοῦ ἐνιαυτοῦ ἠρξά‐ μεθα ἡμεῖς οἱ χριστιανοὶ ἑορτάζειν τὴν ζωοποιὸν ἀναστάσιμον ἑορτὴν τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν. | |
5 | Εἰσὶν δὲ καὶ οἱ ἐπίσημοι τῶν ἀποστόλων γεγονότες μετὰ τοὺς προγεγραμμένους ιβʹ μαθητὰς τοῦ κυρίου κατὰ τὸ ιεʹ ἔτος τῆς Τιβερίου Καίσαρος μοναρχίας, οἵτινες μετὰ τὴν εἰς οὐρα‐ νοὺς ἀνάληψιν τοῦ κυρίου, καὶ αὐτοί εἰσιν οἵδε. νζʹ. Βαρνάβας. | |
10 | νηʹ. Μάρκος ὁ εὐαγγελιστής. νθʹ. Σιλᾶς. ξʹ. Λουκᾶς ὁ ἰατρὸς καὶ εὐαγγελιστὴς γενόμενος, περὶ οὗ Παῦλος ἐν τῇ πρὸς Κολοσσαεῖς ἐμνημόνευσεν ἐπιστολῇ. ξαʹ. Τιμόθεος. | |
15 | ξβʹ. Σιλουανός. ξγʹ. Τίτος. Εἰσὶν δὲ καὶ οἱ κατασταθέντες διάκονοι μετὰ τὴν εἰς οὐρα‐ νοὺς ἀνάληψιν τοῦ κυρίου ζʹ. ξδʹ. Στέφανος ὁ πρῶτος μάρτυς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χρι‐ | |
20 | στοῦ, ὃς καὶ ἀνῃρέθη λιθοβοληθεὶς ὑπὸ Ἰουδαίων. ξεʹ. Φίλιππος. ξϛʹ. Πρόχωρος. ξζʹ. Νικάνωρ. | |
ξηʹ. Τίμων. | ||
421 | ξθʹ. Παρμενίων. οʹ. Νικόλαος. Οὗτοι πάντες γεγόνασιν συνέκδημοι τοῖς ἀποστόλοις μετὰ τὴν τοῦ κυρίου εἰς οὐρανοὺς ἀνάληψιν. | |
5 | Εἶτα ἐχειροτονήθησαν ἐπίσκοποι, πρῶτος ἐν Ῥώμῃ Πέτρος, ἐν Ἀλεξανδρείᾳ Μάρκος ὁ εὐαγγελιστής, ἐν Ἱεροσολύμοις Ἰάκω‐ βος ὁ ἀδελφὸς τοῦ κυρίου, ἐν Ἀντιοχείᾳ ὁ προειρημένος ἀπόστο‐ λος Πέτρος. περὶ δὲ τῶν προγεγραμμένων οʹ μαθητῶν τῶν με‐ τὰ τοὺς ιβʹ τοὺς προτεταγμένους ἱστορεῖ Κλήμης ὁ συγγραφεὺς | |
10 | ἐν τῇ πέμπτῃ τῶν Ὑποτυπώσεων. Εἰσὶν δὲ καὶ αἱ παρακολουθήσασαι τοῖς ἀποστόλοις ἅγιαι γυναῖκες μετὰ τὴν εἰς οὐρανοὺς ἀνάληψιν τοῦ κυρίου, περὶ ὧν ἐπιστέλλων Παῦλος ἐμνημόνευσεν, Φοίβη, Τρυφῶσα, Εὐνίκη μήτηρ τοῦ ἀποστόλου Τιμοθέου, Πρίσκα, Περσίς, Πρίσκα, | |
15 | Μαρία, Ἰουλία, Κλαυδία, Ἰουνία, Πρίσκιλλα, Ἀπφία, Τρύ‐ φαινα, Λωίς, μάμμη Τιμοθέου τοῦ ἀποστόλου. | |
17t | Περὶ τῆς γεννήσεως τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ | |
18t | τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν καὶ τοῦ παναγίου αὐτοῦ | |
19t | βαπτίσματος καὶ τοῦ σωτηρίου αὐτοῦ πάσχα | |
20t | σύντομος διήγησις | |
21 | Ἡ καθολικὴ γέννησις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ | |
ἀληθινοῦ θεοῦ ἐστιν αὕτη. | ||
422 | Ἐγεννήθη χοιὰκ κηʹ ὥρᾳ ζʹ τῆς νυκτός. ἐβαπτίσθη τυβὶ ιαʹ ὥρᾳ ιʹ τῆς ἡμέρας ὑπὸ Ἰωάννου ἐν τῷ Ἰορδάνῃ ποταμῷ, καὶ ὁ Ἰορδάνης ἀνεπόδισεν εἰς τὰ ὀπίσω. Εἶπεν δὲ ὁ κύριος τῷ Ἰωάννῃ, Εἶπον τῷ Ἰορδάνῃ, Στῆθι, ὁ | |
5 | κύριος ἦλθεν πρὸς ἡμᾶς. καὶ εὐθέως ἔστησαν τὰ ὕδατα. τότε ὁ Ἰωάννης προσεκύνησεν αὐτῷ λέγων, Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βα‐ πτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με. καὶ εἶπεν αὐτῷ ὁ κύριος, Ἄφες ἄρτι, δεῖ γενέσθαι τοῦτο. τότε καταβάντων αὐτῶν ἐπὶ τὸ ὕδωρ ἀνεκόχλασαν τὰ ὕδατα, ὥσπερ κεκερασμένον ὕδωρ. καὶ ὅτε | |
10 | ἀνέβη ἐκ τοῦ ὕδατος, εὐθέως ἀνεῴχθη ὁ οὐρανός, καὶ ἦλθεν τὸ πνεῦμα τὸ ἅγιον ὡς περιστερὰ πυροειδής· καὶ φωνὴ μεγάλη ἠκούσθη ὡς φωνὴ βροντῆς, λέγουσα, Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα. ἔμεινεν δὲ ὁ Χριστὸς σὺν ἡμῖν ἐν τῷ κόσμῳ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἔτη λγʹ | |
15 | καὶ μῆνας γʹ. ἐν δὲ τῷ λδʹ ἔτει ἐκρατήθη καὶ ἐσταυρώθη φαμε‐ νὼθ κθʹ, ἡμέρᾳ τῆς σελήνης ιδʹ, παρασκευῆς οὔσης. ἀνέστη δὲ ἐν τριημέρῳ φαρμουθὶ αʹ, κυριακῆς οὔσης, σελήνης ιϛʹ, ὥρᾳ θʹ τῆς νυκτός. ἀνελήφθη παχὼν ιʹ ὥρᾳ θʹ τῆς ἡμέρας. σγʹ Ὀλυμπιάς. | |
20 | Ἰνδ. εʹ. ιθʹ. ὑπ. Ἀρουντίου καὶ Ἀενοβάρβου. | |
423 | Ἐν τῷ κʹ ἔτει τῆς Τιβερίου βασιλείας, ἀρχὴν εἰληφότι ἀπὸ τῆς καʹ καὶ αὐτῆς τοῦ κατὰ Ῥωμαίους μαρτίου μηνὸς τῆς παρού‐ σης πέμπτης ἰνδικτιῶνος, εἰκοστῷ πέμπτῳ ἔτει τῆς ὀκτωκαιεικο‐ σαετηρίδος τοῦ ἡλίου καὶ δωδεκάτῳ τῆς ἐννεακαιδεκαετηρίδος τῆς | |
5 | σελήνης καὶ τῶν προκειμένων ὑπάτων, εὑρεθείσης τῆς ιδʹ τοῦ πρώτου μηνὸς τῆς σελήνης τῇ ιαʹ τοῦ κατὰ Ῥωμαίους ἀπριλίου μηνός, ἐν ἡμέρᾳ ἕκτῃ τῆς ἑβδομάδος, καθὰ διὰ τῶν προκειμέ‐ νων μεθόδων εὑρίσκομεν, ἑόρτασαν πρῶτον πάσχα οἱ ἅγιοι ἀπό‐ στολοι μετὰ τὴν εἰς οὐρανοὺς ἀνάληψιν τοῦ κυρίου, τὴν ἁγίαν | |
10 | δ’ αὐτοῦ ἀνάστασιν τῇ ιγʹ ξανθικοῦ μηνός. αὐτοὶ οὖν πρώτως, ὡς εἴρηται, κατὰ τὸ παρὸν ἔτος ἐπιτελέσαντες παρέδωκαν ταῖς ἁγίαις τοῦ θεοῦ ἐκκλησίαις καθ’ ἕκαστον ἐνιαυτὸν ἐπιτηρεῖν τὴν ιδʹ τοῦ πρώτου μηνὸς τῆς σελήνης μετὰ ἐπίβασιν τῆς ἡμέρας, καθ’ ἣν ἡ ἐαρινὴ ἰσημερία γίνεται, τουτέστιν τὴν καʹ τοῦ κατὰ | |
15 | Ῥωμαίους μαρτίου μηνός. πάσης ἀμφιβολίας ἀμέτοχος ὁ λόγος τούς τε μεγάλους φωστῆρας ἐν τῇ τοῦ κόσμου καταβολῇ μετὰ γʹ ἡμέραν γεγενῆσθαι καὶ τὸν μυστικὸν τοῦ κυρίου μετὰ τῶν μαθη‐ τῶν δεῖπνον ἐν τῷ τοῦ πάθους καιρῷ πρὸ γʹ ἡμερῶν τῆς ἁγίας ἀναστάσεως ἐπιτελεσθῆναι. καλῶς ὡρίσθη πρὸ ιαʹ καλανδῶν | |
20 | ἀπριλίων πάσχα ἐπιτελεῖν, μὴ ἐξεῖναι δὲ μηδὲ πρὶν τῆς πρὸ ιαʹ | |
424 | καλανδῶν ἀπριλίων μηδὲ μετὰ τὴν πρὸ ζʹ καλανδῶν μαΐων πά‐ σχα ἑορτάσαι. οὕτω τοίνυν ταῖς δηλωθείσαις ἀπὸ τῆς πρὸ ιαʹ καλανδῶν ἀπριλίων μέχρι τῆς πρὸ ζʹ καλανδῶν μαΐων ἡμέραις κανονιστέον. καὶ ἐὰν ἐν κυριακῇ φθάσῃ ἡ ιδʹ τῆς σελήνης, εἰς | |
5 | τὴν ἐπιοῦσαν κυριακὴν οἱ τῆς καθολικῆς τοῦ Χριστοῦ ἐκκλησίας μαθηταὶ τὸ πάσχα τελοῦμεν, ἵνα μὴ μετὰ τῶν Ἰουδαίων ἑορτά‐ σωμεν. εἰ δὲ ἐν δευτέρᾳ τυχὸν ἢ τρίτῃ ἢ τετράδι ἢ πέμπτῃ ἢ παρασκευῇ ἢ σαββάτῳ, καθὼς ἐν τοῖς ἔμπροσθεν εἴρηται, ἡ ιδʹ φθάσῃ τοῦ φέγγους, εἰς τὴν προϊοῦσαν κυριακὴν ἡμεῖς οἱ Χρι‐ | |
10 | στιανοὶ τελοῦμεν τὸ πάσχα, ἐπεκτεινομένης δηλαδὴ τῆς ποσταίας τοῦ φέγγους διὰ τὴν τῆς κυριακῆς ἡμέραν. Τινὲς δὲ κατὰ τῶν ἐν ταῖς ἀνὰ πᾶσαν τὴν ὑφ’ ἡλίῳ ἁγίαις τοῦ θεοῦ ἐκκλησίαις τελουμένων ἑορτῶν οὐ μόνον γλώσσας ἀλλὰ δὴ καὶ χεῖρας κινῆσαι τολμήσαντες οὐκ ὤκνησαν καὶ ἐν τούτῳ τὴν | |
15 | ἁγίαν τοῦ θεοῦ ἐκκλησίαν ἐπισκῆψαι, διότι τὴν σεπτὴν τῆς ἐκ νεκρῶν ἀναστάσεως Χριστοῦ τοῦ θεοῦ ἡμῶν ἑορτὴν πάσχα προσ‐ αγορεύει, ἀγνοήσαντες, ὡς ἔοικεν, τὸ διὰ τῆς λέξεως ταύτης δηλούμενον. ὅπερ γὰρ τῇ ἑλλάδι φωνῇ λέγεται διάβασις καὶ ἔκβασις καὶ ὑπέρβασις, τοῦτο τῇ Ἑβραίων γλώσσῃ φασόχ, ἤγουν | |
20 | πάσχα, ὀνομάζεται. Ἀναγκαίως οὖν ἡ τοῦ θεοῦ ἐκκλησία οὐ μόνον τὸ πάθος | |
τοῦ κυρίου, ἀλλὰ δὴ καὶ τὴν ἀνάστασιν αὐτοῦ πάσχα προσαγο‐ | ||
425 | ρεύει. διὰ γὰρ τοῦ πάθους τοῦ κυρίου καὶ τῆς ἀναστάσεως αὐ‐ τοῦ διάβασιν καὶ ἔκβασιν καὶ ὑπέρβασιν ἡ τῶν ἀνθρώπων φύσις εἴληφεν τοῦ ἔχοντος τὸ κράτος τοῦ θανάτου, αὐτοῦ τε τοῦ θα‐ νάτου καὶ τοῦ ᾅδου καὶ τῆς φθορᾶς. εἰ γὰρ ὁ θάνατος τοῦ | |
5 | Χριστοῦ τοῦτο ἡμῖν ἐδωρήσατο, πολλῷ μᾶλλον ἡ ἀνάστασις αὐ‐ τοῦ, ὅτε ἀνέστη ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων, μηκέτι μέλλων ὑποστρέφειν εἰς διαφθοράν. θάνατος γὰρ οὐκέτι κυριεύει κατὰ τὴν τῶν θείων ἀποστόλων διδασκαλίαν. Δοκοῦσι δέ μοι οἱ κατηγορῆσαι τῆς ἐκκλησίας ἐν τούτῳ | |
10 | τολμήσαντες παρανοῆσαι τὴν ἐκ τοῦ Λευιτικοῦ μαρτυρίαν, ἐν ᾗ φησιν ὁ νομοθέτης, Καὶ τῇ ιδʹ τοῦ αʹ μηνὸς ἀνὰ μέσον τῶν ἑσπε‐ ρινῶν πάσχα τῷ κυρίῳ. καὶ ἐν τῇ ιεʹ τοῦ μηνὸς τούτου ἑορτὴ ἀζύμων τῷ κυρίῳ ζʹ ἡμέρας ἔδεσθε ἄζυμα, καὶ ἡ ἡμέρα ἡ αʹ κλητὴ ἁγία ἔσται ὑμῖν, ὁμοίως καὶ ἡ ἡμέρα ἡ ἑβδόμη κλητὴ | |
15 | ἁγία ἔσται ὑμῖν. ἀλλὰ τοὺς μὲν Ἰσραηλίτας πάσχα προσαγο‐ ρεύειν τὴν ιδʹ μόνον ὁ νομοθέτης προστάττει, ἐπειδὴ ἐν αὐτῇ τῇ ἡμέρᾳ κατὰ θεῖον πρόσταγμα τὸν ἀμνὸν πρὸς ἑσπέραν ἔθυ‐ σαν, καὶ τῷ αἵματι αὐτοῦ τοὺς σταθμοὺς καὶ τὰς φλιὰς ἔχρισαν, καὶ τὰ κρέα ἐν αὐτῇ τῇ νυκτὶ ἔφαγον, καὶ οὕτω μεσούσης τῆς | |
20 | νυκτός, καθὼς γέγραπται, διερχόμενος ὁ θεὸς ἐν γῇ Αἰγύπτου πατάξαι τὰ πρωτότοκα τῶν Αἰγυπτίων, θεασάμενος τὸ αἷμα, | |
τοὺς μὲν υἱοὺς Ἰσραὴλ ἐσκέπασεν, παρελθὼν αὐτῶν τὴν θύραν | ||
426 | καὶ μὴ ἀφεὶς τὸν ὀλοθρεύοντα πατάξαι τινὰ ἐξ αὐτῶν. Αἰγυ‐ πτίοις δὲ τὴν φθορὰν ἐναπέσκηψεν καὶ τὰ πρωτότοκα αὐτῶν ἀνεῖλεν· καὶ οὕτω μετὰ τὸ μεσονύκτιον τοὺς υἱοὺς Ἰσραὴλ ἐξή‐ γαγεν ἐξ Αἰγύπτου. γέγραπται γὰρ ἐν τῇ ἱερᾷ βίβλῳ τῆς Ἐξό‐ | |
5 | δου ἐπὶ λέξεως οὕτως. „ἐκάλεσεν δὲ Μωϋσῆς πᾶσαν τὴν γερου‐ σίαν Ἰσραήλ, καὶ εἶπεν πρὸς αὐτούς, Ἀπέλθατε, λάβετε ὑμῖν αὐτοῖς πρόβατον κατὰ συγγενείας ὑμῶν, καὶ θύσατε τὸ πάσχα· λήψεσθε δὲ δέσμην ὑσσώπου, καὶ βάψαντες ἀπὸ τοῦ αἵματος τοῦ εἰς τὴν θύραν καθίξετε τῆς φλιᾶς, καὶ ἐπ’ ἀμφοτέρων τῶν | |
10 | σταθμῶν ἀπὸ τοῦ αἵματος ὅ ἐστι παρὰ τὴν θύραν· ὑμεῖς δὲ οὐκ ἐξελεύσεσθε ἕκαστος τὴν θύραν τοῦ οἴκου αὐτοῦ ἕως πρωί. καὶ παρελεύσεται κύριος πατάξαι τοὺς Αἰγυπτίους, καὶ ὄψεται τὸ αἷ‐ μα ἐπὶ τῆς φλιᾶς καὶ ἐπ’ ἀμφοτέρων τῶν σταθμῶν· καὶ παρε‐ λεύσεται κύριος τὴν θύραν, καὶ οὐκ ἀφήσει τὸν ὀλοθρεύοντα εἰσ‐ | |
15 | ελθεῖν εἰς τὰς οἰκίας ὑμῶν πατάξαι. καὶ φυλάξασθε τὸ ῥῆμα τοῦτο νόμιμον σεαυτῷ καὶ τοῖς υἱοῖς σου ἕως αἰῶνος. ἐὰν δὲ εἰσ‐ έλθητε εἰς τὴν γῆν, ἣν δῷ κύριος ὑμῖν, καθότι ἐλάλησε, καὶ φυλάξετε τὴν λατρείαν ταύτην. καὶ ἔσται, ἐὰν λέγωσι πρὸς ὑμᾶς οἱ υἱοὶ ὑμῶν, Τίς ἡ λατρεία αὕτη; καὶ ἐρεῖτε αὐτοῖς, Θυσία τὸ | |
20 | πάσχα τοῦτο κυρίου, ὃς ἐσκέπασε τοὺς οἴκους τῶν υἱῶν Ἰσραὴλ ἐν γῇ Αἰγύπτου, ἡνίκα ἐπάταξε τοὺς Αἰγυπτίους, τοὺς δὲ οἴ‐ | |
κους ἡμῶν ἐῤῥύσατο. καὶ κύψας ὁ λαὸς προσεκύνησεν. καὶ | ||
427 | πάλιν, Ἐὰν ἐρωτήσῃ σε ὁ υἱός σου μετὰ ταῦτα λέγων, Τὶ τοῦτο; ἐρεῖς αὐτῷ ὅτι Ἐν χειρὶ κραταιᾷ ἐξήγαγεν ἡμᾶς κύριος ἐκ γῆς Αἰγύπτου ἐξ οἴκου δουλείας· ἡνίκα δὲ ἐσκλήρυνε Φαραὼ ἐξαπο‐ στεῖλαι ἡμᾶς, ἀπέκτεινε πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτου ἀπὸ | |
5 | προτοτόκων ἀνθρώπων ἕως πρωτοτόκων κτηνῶν. καὶ ἔσται εἰς σημεῖον ἐπὶ τῆς χειρός σου καὶ ἀσάλευτον πρὸ ὀφθαλμῶν σου. ἐν γὰρ χειρὶ κραταιᾷ ἐξήγαγέ με κύριος ἐξ Αἰγύπτου.“ τούτων οὕτως ὑπὸ τῆς θεοπνεύστου γραφῆς εἰρημένων εἰκότως ἄρα ἐκεί‐ νην τὴν ἡμέραν μόνον πάσχα οἱ υἱοὶ Ἰσραὴλ προσηγόρευον, τὴν | |
10 | δὲ ιεʹ καὶ τὰς μετὰ αὐτὴν ϛʹ ἡμέρας ἑορτὴν ἀζύμων. ὅθεν τὴν ἑβραΐδα γλῶσσαν εἰς τὴν ἑλληνίδα φωνὴν μεταβάλλοντες δια‐ βατήρια καὶ ὑπερβάσια τὴν ἑορτὴν ταύτην ἐκάλουν, ὡς ἔστιν τοῦτο γνῶναι ἔκ τε τῶν θεοφόρων τῆς ἐκκλησίας διδασκάλων καὶ ἐκ τῶν παρ’ Ἑβραίοις σοφῶν, Φίλωνος λέγω καὶ Ἰωσήπου. ἡ δὲ | |
15 | τοῦ θεοῦ ἐκκλησία οὐ μόνον τὸ πάθος καὶ θάνατον τοῦ Χριστοῦ ἀλλὰ καὶ τὴν ἀνάστασιν αὐτοῦ πάσχα ὀνομάζει ἀναγκαίως διὰ τὴν ῥηθεῖσαν αἰτίαν, εἰ καὶ ἐν οἱαδήποτε ἡμέρᾳ τῶν ἑπτὰ ἡμερῶν τῶν μετὰ τὴν ιδʹ τοῦ πρώτου μηνὸς τῆς σελήνης εὑρεθείη αὕτη, λέγω δὲ ἡ ἀνάστασις, ἑορταζομένη. ὅθεν Βασίλειος ὁ μέγας, ὁ | |
20 | Καισαρείας Καππαδοκίας ἐπίσκοπος γεγονώς, ἐν τῷ λόγῳ τῷ προτρεπτικῷ εἰς τὸ βάπτισμα μεγάλῃ τῇ φωνῇ κηρύττει βοῶν, | |
Πᾶς μὲν οὖν χρόνος εὐκαιρίαν ἔχει πρὸς τὴν διὰ τοῦ βαπτίσματος | ||
428 | σωτηρίαν, κἂν νύκτα εἴπῃς κἂν ἡμέραν κἂν ὥραν κἂν στιγμὴν χρόνου κἂν τὸ βραχύτατον· πολλῷ δὲ δήπου εἰκὸς ἐπιτηδειότερον εἶναι τὸν οἰκειότατον. τί δ’ ἂν γένοιτο τῆς ἡμέρας τοῦ πάσχα συγγενέστερον πρὸς τὸ βάπτισμα; ἡ μὲν γὰρ ἡμέρα μνημόσυνόν | |
5 | ἐστιν ἀναστάσεως, τὸ δὲ βάπτισμα δύναμίς ἐστι πρὸς τὴν ἀνά‐ στασιν. ἐν τοίνυν τῇ ἀναστασίμῳ τῆς ἀναστάσεως τὴν χάριν ὑποδεξώμεθα. καὶ Γρηγόριος δὲ ὁ θεολόγος ἐν τῷ εἰς τὸ πάσχα λόγῳ, οὗ ἡ ἀρχή, Ἐπὶ τῆς φυλακῆς μου στήσομαι, φησὶν ὁ θε‐ σπέσιος Ἀμβακούμ, τὰ παραπλήσια διδάσκει, γράφων ὧδέ πως· | |
10 | Πάσχα κυρίου, πάσχα, καὶ πάλιν ἐρῶ, πάσχα, τιμὴ τῆς ἁγίας τριάδος. αὕτη ἑορτῶν ἡμῖν ἑορτὴ καὶ πανηγύρεων πανήγυρις, τοσοῦτον ὑπεραίρουσα οὐ τὰς ἀνθρωπικὰς μόνον καὶ χαμαὶ ἐρχο‐ μένας ἀλλ’ ἤδη καὶ τὰς αὐτοῦ Χριστοῦ καὶ ἐπ’ αὐτῷ τελουμέ‐ νας, ὅσον ἀστέρος ἥλιος. καλὴ μὲν οὖν καὶ ἡ χθὲς ἡμῖν λαμ‐ | |
15 | προφορία καὶ φωταγωγία, ἣν ἰδίᾳ τε καὶ δημοσίᾳ συνεστησάμεθα πᾶν γένος ἀνθρώπων μικροῦ καὶ ἀξία πᾶσα, δαψιλεῖ τῷ πυρὶ τὴν νύκτα καταφωτίζοντες, καὶ τοῦ μεγάλου φωτὸς ἀντίτυπος, ὅσον τε οὐρανὸς ἄνωθεν φρυκτωρεῖ κόσμον ὅλον αὐγάζων τοῖς παρ’ ἑαυτοῦ κάλλεσι καὶ ὅσον ὑπερουράνιον ἔν τε ἀγγέλοις τῇ | |
20 | πρώτῃ φωτεινῇ φύσει μετὰ τὴν πρώτην τὸ ἐκεῖθεν καταυγάζεσθαι | |
καὶ ὅσον ἐν τῇ τριάδι, παρ’ ἧς φῶς ἅπαν συνέστηκεν ἐξ ἀμερί‐ | ||
429 | στου φωτὸς μεριζόμενον καὶ τεμνόμενον. καλλίων δὲ ἡ σήμε‐ ρον καὶ περιφανεστέρα, ὅσον χθὲς μὲν πρόδρομον ἦν τοῦ μεγά‐ λου φωτὸς ἀνιστάμενον τὸ φῶς καὶ οἷον εὐφροσύνη τις προεόρ‐ τιος. σήμερον δὲ τὴν ἀνάστασιν αὐτὴν ἑορτάζομεν οὐκέτι ἐλπι‐ | |
5 | ζομένην, ἀλλ’ ἤδη γεγενημένην καὶ κόσμον ὅλον ἑαυτῇ συνά‐ γουσαν. Ἐκ τῶν ἱερῶν τοίνυν καὶ θεοπνεύστων λογίων καὶ τῶν ὁσίων τῆς ἐκκλησίας διδασκάλων ταῦτα σαφῶς διδαχθέντες μετὰ παῤ‐ ῥησίας οἱ τῆς ἁγίας καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας λέγω‐ | |
10 | μεν, Τὸ πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη καὶ ἀνέστη Χριστός. καὶ πάσχα ὀνομάζομεν, ὡς ἀνωτέρω εἴρηται, τὸν θάνατον τοῦ κυρίου καὶ τὴν ἀνάστασιν. Εἶτα γνῶναι βουλόμενοι καὶ τὴν ιδʹ τοῦ πρώτου μηνὸς τῆς σελήνης τὸ πότε ἔφθασεν αὕτη, τὰ ͵εφμʹ ἔτη ποιοῦμεν παρὰ τὸν | |
15 | ιθʹ. ιθʹ ςʹ ͵γωʹ· ιθʹ ϙʹ γίνονται ͵αψιʹ· ιθʹ μία γίνονται ιθʹ· λοιπὸν ιαʹ. τὸ οἶν ιαʹ ἔτος τῆς κατὰ φύσιν ἐννεακαιδεκαετηρίδος ἔχει προσκειμένην ἐπακτὴν μίαν· ταύτῃ προστίθεμεν ιγʹ τὰς πρὸ τῶν φωστήρων, ζʹ τὰς προσελήνους καὶ ιαʹ τὰς ἀπὸ καʹ τοῦ μαρτίου μηνός, ἀπριλίου ιβʹ· γίνονται μδʹ· ἔκβα λʹ· λοιπὸν ιδʹ. καὶ | |
20 | ἔγνωμεν ὡς εἰς ιδʹ τοῦ πρώτου μηνὸς τῆς σελήνης κατὰ τὸ παρὸν ἔτος ἔφθασεν τῇ ιβʹ τοῦ ἀπριλίου μηνός. εἶτα γνῶμεν καὶ ποίᾳ | |
ἡμέρᾳ τῆς ἑβδομάδος ἔφθασεν αὕτη· τοῖς ͵εφμʹ ἔτεσιν προστίθε‐ | ||
430 | μεν τὸ δʹ ͵ατπεʹ· γίνονται ͵ϛϡκεʹ. ταύτας εἰς ζʹ· ζʹ ϡʹ ͵ϛτʹ· ζʹ πʹ γίνονται φξʹ· ζʹ θʹ γίνονται ξγʹ· λοιπὸν δὲ δύο. ταύταις πρόσ‐ θες γʹ τὰς πρὸ τῶν φωστήρων καὶ ιαʹ τὰς ἀπὸ καʹ μαρτίου καὶ ιβʹ ἀπριλίου· γίνονται κηʹ· ἔκβα ζʹ γʹ· γίνονται καʹ· λοιπὸν | |
5 | ζʹ. ἔφθασεν οὖν ἡ ιδʹ κατὰ τὸ παρὸν ἔτος ἐν ἡμέρᾳ σαββάτου. Τούτῳ τῷ δευτέρῳ ἔτει τῆς εἰς οὐρανοὺς ἀναλήψεως τοῦ κυρίου Φίλιππος ὁ ἀπόστολος τὸν εὐνοῦχον Κανδάκης τῆς βασι‐ λίσσης Αἰθιόπων ἀπαρχὴν τῆς τῶν ἐθνῶν κλήσεως τῷ τοῦ Χρι‐ στοῦ κηρύγματι ὑπηγάγετο. | |
10 | Τῷ αὐτῷ ἔτει πρῶτος τῶν κατὰ τὴν Παλαιστίνην Καισά‐ ρειαν Κορνήλιος σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ δι’ ἐπιφανείας θείας, ὑπουργίᾳ δὲ Πέτρου τοῦ ἀποστόλου, τὴν εἰς Χριστὸν πίστιν κατεδέξατο. Ἰνδ. ϛʹ. κʹ. ὑπ. Γάλβα καὶ Σύλλου. | |
15 | Ἀγρίππας υἱὸς Ἡρώδου τοῦ βασιλέως κατήγορος Ἡρώ‐ δου τοῦ τετράρχου ἀφικόμενος ἐν Ῥώμῃ δεσμεῖται ὑπὸ Τιβερίου. Ἰνδ. ζʹ. καʹ. ὑπ. Γάλλου καὶ Νοννιανοῦ. Ἐπὶ τούτων τῶν ὑπάτων Πόντιος Πιλᾶτος περὶ τοῦ Χρι‐ στοῦ καὶ τοῦ χριστιανῶν δόγματος ἐκοινώσατο Τιβερίῳ Καίσαρι, | |
20 | κἀκεῖνος τῇ συγκλήτῳ Ῥώμης. τῆς δὲ μὴ προσιεμένης, Τιβέ‐ | |
431 | ριος θάνατον ἠπείλησεν τοῖς χριστιανοκατηγόροις, ὡς ἱστορεῖ Τερτυλλιανὸς ὁ Ῥωμαῖος. Ἰνδ. ηʹ. κβʹ. ὑπ. Λελιανοῦ καὶ Πλαύτου. Τετάρτῳ ἔτει τῆς εἰς οὐρανοὺς ἀναλήψεως τοῦ κυρίου Πέ‐ | |
5 | τρος ὁ ἀπόστολος ἀπὸ Ἱεροσολύμων ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ τὸν λόγον τοῦ θεοῦ ἐδίδασκεν, καὶ τὴν χειροτονίαν τῆς ἐπισκοπῆς δεξάμενος ἐκεῖσε ἑαυτὸν ἐνεθρόνισεν, πεισθεὶς τοῖς ἀπὸ Ἰουδαίων γενομένοις χριστιανοῖς· καὶ τοὺς ἐξ ἐθνῶν πιστοὺς οὐκ ἐδέξατο οὐδὲ ἠγάπα, ἀλλ’ οὕτως ἐάσας αὐτοὺς ἐξῆλθεν ἐκεῖθεν. | |
10 | σδʹ Ὀλυμπιάς. Ὁ βασιλεὺς Τιβέριος τελευτᾷ ἰδίῳ θανάτῳ ἐν τῷ παλατίῳ Ῥώμης, ἄπαις καὶ ἀγύναιος, ὢν ἐτῶν οʹ. Ῥωμαίων τέταρτος ἐβασίλευσεν Γάϊος Γάλλος Καῖσαρ ἔτη δʹ. ὁμοῦ ͵εφμηʹ. | |
15 | Ἰνδ. θʹ. αʹ. ὑπ. Προκούλου καὶ Νιπρίνου. Γάϊος Καῖσαρ ἅμα ἐβασίλευσεν, Ἡρώδην ἐξώρισεν διὰ Ἡρωδιάδα, ὥς φησιν Ἰώσηππος, καὶ Ἀγρίππαν λύσας τῶν δε‐ σμῶν βασιλέα τῶν Ἰουδαίων κατέστησεν. οὗτός ἐστιν Ἡρώδης ὁ Ἰάκωβον ἀνελών, ὁ εἰς τὰς πράξεις λαλούμενος, ὁ σκωληκό‐ | |
20 | βρωτος γεγονώς· ὅστις ἐβασίλευσεν ἔτη ζʹ, Γαΐου μὲν δʹ, Κλαυ‐ | |
432 | δίου δὲ τοῦ μετ’ αὐτὸν Γάϊον ἔτη γʹ, ὡς ἀναγράφεται Ἰώ‐ σηππος. Ἰνδ. ιʹ. βʹ. ὑπ. Ἰουλιανοῦ καὶ Ἀσπερνάτου. Πόντιος Πιλᾶτος ὁ ἐπὶ τοῦ σωτῆρος ποικίλαις περιπεσὼν | |
5 | συμφοραῖς αὐτόχειρ ἑαυτοῦ γίνεται, τῆς θείας, ὡς ἔοικε, δίκης οὐκ εἰς μακρὰν αὐτὸν μετελθούσης, ὡς ἱστοροῦσιν οἱ τὰ Ῥωμαϊκὰ περὶ αὐτοῦ καὶ Ἑλλήνων γράψαντες, οἱ καὶ τὰς Ὀλυμπιάδας ἅμα αὐτοῖς ἀναγραψάμενοι. Ἰνδ. ιαʹ. γʹ. ὑπ. Κλαυδίου Καίσαρος καὶ Κερσιανοῦ. | |
10 | Ἐπὶ τούτων τῶν ὑπάτων Πέτρος ὁ ἅγιος ἀπόστολος πρῶ‐ τος τὴν ἐκκλησίαν Ἀντιοχείας θεμελιοῖ. Τῷ αὐτῷ ἔτει Μάρκος ὁ εὐαγγελιστὴς Αἰγυπτίοις καὶ Ἀλε‐ ξανδρεῦσιν ἐπιδημήσας εὐαγγελίζεται τὸν Χριστοῦ λόγον, ἐκκλη‐ σίας τε πρῶτος ἐπ’ αὐτῆς Ἀλεξανδρείας συνεστήσατο καὶ προέ‐ | |
15 | στη αὐτῶν ἔτη κβʹ. Ἰνδ. ιβʹ. δʹ. ὑπ. Κλαυδίου Καίσαρος τὸ βʹ μόνου. Ἐπὶ τούτου τοῦ Γαΐου Φίλων ἐγνωρίζετο ὁ ἱστοριογράφος. οὗτος ἱστορεῖ τὰ κατὰ Γάϊον συμβάντα τοῖς Ἰουδαίοις. Ἐπὶ τῶν προκειμένων ὑπάτων Γάϊος Γάλλος ἐσφάγη ἐν τῷ | |
20 | παλατίῳ Ῥώμης ὑπὸ τῶν ἰδίων σπαθαρίων τῶν κουβικουλαρίων | |
εὐνούχων κατὰ γνώμην τῆς συγκλήτου, ὢν ἐτῶν λθʹ. | ||
433 | σεʹ Ὀλυμπιάς. Ῥωμαίων εʹ ἐβασίλευσεν Κλαύδιος ἔτη ιδʹ ὁμοῦ ͵εφξβʹ Ἰνδ. ιγʹ. αʹ. ὑπ. Κλαυδίου Καίσαρος τὸ γʹ καὶ Ἀντωνίνου. Τούτῳ τῷ πρώτῳ ἔτει Κλαυδίου ὁ ἅγιος Στέφανος μαρτυ‐ | |
5 | ρεῖ, καὶ ἦν Παῦλος εὐδοκῶν τῇ ἀναιρέσει αὐτοῦ. οὗτος Στέφα‐ νος ὁ τῆς νέας διαθήκης πρωτομάρτυρ καὶ πρωτοδιάκονος, ὁ τὸν μέγαν Παῦλον ἔτι ζηλωτὴν ὑπάρχοντα τοῦ νόμου φονέα ἴδιον κεκτημένος, ὁ μόνος μετὰ πάσης συναγωγῆς ἀγωνιζόμενος, ὁ τὸν ἀγωνοθέτην πρὸς τὴν θέαν διαναστήσας, οὗτος ὁ θεωρῶν | |
10 | τοὺς οὐρανοὺς διηνοιγμένους καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἑστῶτα ἐκ δεξιῶν τοῦ θεοῦ. πάσης γὰρ τῆς θείας γραφῆς καθήμενον λεγούσης, οὗτος ἑστῶτα εἶδεν· ἡ γὰρ σφοδρότης τοῦ ἀγῶνος ἐπὶ τὴν θέαν τὸν ἀγωνοθέτην ἐξανέστησεν, ὅθεν καὶ παρ’ αὐτοῦ προτρεπόμενος ἀφιέναι εἰς ἐκείνην τὴν δόξαν ηὔχετο τοῖς αὐτὸν | |
15 | λιθάζουσι λέγων, Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύ‐ την, ἀλλὰ σὺ αὐτὸς δέξαι τὸ πνεῦμά μου. Ἰδοὺ καὶ οὗτος τὰ αὐτὰ τοῖς ἄλλοις καὶ εἶδεν καὶ κηρύττει, ὡς εἰς τὸν οὐρανόν ἐστιν ὁ Χριστὸς ὁ τῆς δευτέρας καταστάσεως ἀρχηγός, ὃν παρακαλεῖ καὶ αὐτὸν αὐτόθι δέξασθαι. | |
20 | Ἰνδ. ιδʹ. βʹ. ὑπ. Κλαυδίου Καίσαρος τὸ δʹ καὶ Λάργου. | |
434 | Τούτῳ τῷ ἔτει Παῦλος τὴν ἐκκλησίαν διώκων πηροῦται ἐν τῇ ὁδῷ, καὶ ἔρχεται χειραγωγούμενος εἰς Δαμασκόν, καὶ ἐκεῖ ἀναβλέπει καὶ βαπτίζεται ὑπὸ Ἀνανίου, καθὼς ταῖς Πράξεσιν ἐμφέρεται. καὶ ἀπὸ Δαμασκοῦ ἀπῆλθεν εἰς Ἀραβίαν, καὶ πά‐ | |
5 | λιν ὑπέστρεψεν εἰς Δαμασκόν, ὡς γράφει Γαλάταις. Ἰνδ. ιεʹ. γʹ. ὑπ. Κλαυδίου Καίσαρος τὸ εʹ καὶ Βιτελλίου. Τούτῳ τῷ ἔτει Παῦλος φυγὼν ἀπὸ Δαμασκοῦ διὰ τοῦ τεί‐ χους ἀνῆλθεν εἰς Ἱεροσόλυμα, καὶ ταύτην τὴν ἀνάβασιν γρά‐ φει Γαλάταις. ἔπειτα μετὰ τρία ἔτη ἀνῆλθεν εἰς Ἱεροσόλυμα | |
10 | ἱστορῆσαι Πέτρον. ταῦτα τὰ τρία ἔτη ἱστορεῖ, οὐχὶ τοὺς ἰδίους χρόνους ἀριθμῶν· ἀκμὴν γὰρ εἰς ἀποστολὴν κληθεὶς οὐκ ἦν οὔτε αὐτὸς οὔτε Βαρνάβας, ἀλλ’ οὔτε Ἡρώδης οὔπω ἦν ἀποθανών, ὡς τὰ κατὰ μέρος τῶν Πράξεων δηλοῖ. Βαρνάβας δὲ ἐπιλαβό‐ μενος αὐτὸν ἤγαγεν πρὸς τοὺς ἀποστόλους, καὶ οὐχ εὗρεν, εἰ | |
15 | μὴ Πέτρον καὶ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ κυρίου, ὡς γράφει Γαλάταις, καὶ διηγήσατο αὐτοῖς πῶς ἐν τῇ ὁδῷ εἶδεν τὸν κύριον. ἰδοὺ δῆλόν ἐστιν ὅτι ταῦτα τὰ τρία ἔτη ἱστορεῖ, καὶ ὅτι ἐλάλη‐ σεν αὐτῷ, καὶ πῶς ἐν Δαμασκῷ ἐπαῤῥησιάσατο ἐν τῷ ὀνόματι τοῦ Ἰησοῦ, ὡς περιέχουσιν αἱ Πράξεις. ἐπιγνόντες δὲ οἱ ἀδελ‐ | |
20 | φοὶ τὴν ἐπιβουλὴν τῶν Ἰουδαίων, ὅτι ἀνελεῖν αὐτὸν θέλουσιν, | |
ἐξέπεμψαν αὐτὸν εἰς Ταρσόν, καὶ εὑρὼν αὐτὸν Βαρνάβας φέρει | ||
435 | εἰς Ἀντιόχειαν, καὶ ποιοῦσι τὸν τρίτον χρόνον Κλαυδίου ἐν Ἀν‐ τιοχείᾳ. φασὶ γὰρ αἱ Πράξεις, Ἐξῆλθεν Βαρνάβας ἀναζητῆσαι Σαῦλον, καὶ εὑρὼν ἤγαγεν εἰς Ἀντιόχειαν. ἐγένετο δὲ αὐτὸν ἐκεῖ ἐνιαυτὸν ὅλον συναχθῆναι ἐν τῇ ἐκκλησίᾳ. ὡς οὖν προέφην, | |
5 | ὅλον τὸν τρίτον χρόνον πληροῦσιν εἰς Ἀντιόχειαν· εἰς τοῦτον γὰρ τὸν τρίτον χρόνον Ἄγαβος τὸν λιμὸν προφητεύων, ὥς φασιν αἱ Πράξεις. ἐν ταύταις δὲ ταῖς ἡμέραις κατῆλθον ἀπὸ Ἱεροσο‐ λύμων προφῆται εἰς Ἀντιόχειαν. ἀναστὰς δὲ εἷς ἐξ αὐτῶν, ὀνό‐ ματι Ἄγαβος, ἐσήμαινε διὰ τοῦ πνεύματος λιμὸν μέγαν, ἥτις | |
10 | ἐγένετο ἐπὶ Κλαυδίου· καὶ εὐθέως ἐπιφέρει, Κατ’ ἐκεῖνον δὲ τὸν καιρὸν ἐπέβαλεν Ἡρώδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας· καὶ ἀνεῖλεν Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάν‐ νου μαχαίρᾳ, καὶ Πέτρον ἔβαλεν ἐν φυλακῇ. καὶ ταῦτα ποιή‐ σας θνήσκει εὐθέως Ἡρώδης σκωληκόβρωτος γενόμενος, Ἰω‐ | |
15 | σήππου λέγοντος ἑπτὰ χρόνους βασιλεῦσαι τὸν Ἡρώδην. Ἰνδ. αʹ. δʹ. ὑπ. Κρίσπου καὶ Ταύρου. Τούτῳ τῷ ἔτει ἐκλέγονται Βαρνάβας καὶ Παῦλος εἰς ἀπο‐ στολήν, καθὼς αἱ Πράξεις περιέχουσιν. ςϛʹ Ὀλυμπιάς. | |
20 | Ἰνδ. βʹ. εʹ. ὑπ. Οὐεννικίου καὶ Κορβίνου. | |
436 | Τούτῳ τῷ πέμπτῳ ἔτει Κλαυδίου προχειροτονηθεὶς Παῦλος εἰσῆλθεν εἰς Ἀντιόχειαν τὴν μεγάλην, καὶ μαθὼν περὶ τοῦ ἁγίου Πέτρου πανταχοῦ τὸ σκάνδαλον περιεῖλεν, καὶ πάντας ἐδέξατο καὶ ἠγάπα, προτρεψάμενος πάντας, καθὼς συνεγράψαντο τὰ | |
5 | περὶ τούτου Κλήμης καὶ Τατιανὸς οἱ χρονογράφοι. εἰσῆλθεν δὲ καὶ εἰς Κύπρον καὶ εἰς Σελεύκειαν καὶ εἰς ἄλλας πόλεις, δι‐ δάσκων τὸν λόγον τοῦ θεοῦ. Ἰνδ. γʹ. ϛʹ. ὑπ. Ἀσιατικοῦ καὶ Σιλάνου. Ἐπὶ τούτων τῶν ὑπάτων ἀνῆλθεν πάλιν εἰς Ἱεροσόλυμα | |
10 | Παῦλος, ὅθεν γράφει Γαλάταις περὶ ταύτης τῆς ἀναβάσεως οὕ‐ τως· „διὰ ιδʹ ἐτῶν πάλιν ἀνῆλθον εἰς Ἱεροσόλυμα.“ καὶ ὃ εἶπεν Πάλιν, δηλονότι ἑτέρα ἐστὶν ἀνάβασις αὕτη· τῷ εἰπεῖν αὐτὸν Διὰ ιδʹ ἐτῶν δοκεῖ μοι τοὺς χρόνους τῶν ἀποστόλων τοὺς ἀπὸ τῆς ἀναλήψεως ἀριθμεῖν αὐτόν. ἀπὸ γὰρ τῆς ἀναλήψεως τοῦ | |
15 | κυρίου ἕως ταύτης τῆς ἀναβάσεως πληροῦνται τῶν ἀποστόλων ἔτη ιδʹ, μῆνες ιʹ. καὶ εἰ μὴ τοῦτο δῶμεν, εὑρεθήσεται ὁ χρόνος ἀφ’ οὗ ἐβαπτίσθη καὶ ἀνέβλεψεν, ὡς περιέχουσιν αἱ Πράξεις, ἔτη δʹ. καὶ τοῦτο οὐ μόνον καθὼς αἱ Πράξεις φέρουσιν, ἀλλὰ καὶ Ἰώσηππος, λέγων τρία ἔτη Κλαυδίου ζῆσαι τὸν Ἡρώδην, | |
20 | καὶ εὐθέως μετὰ τὴν τελευτὴν Ἡρώδου κληθῆναι Παῦλον καὶ | |
Βαρνάβαν εἰς ἀποστολήν, τουτέστιν τετάρτου χρόνου Κλαυδίου, | ||
437 | ὡς αἱ Πράξεις δηλοῦσιν. καὶ οὐ ταῦτα μόνον πείσουσίν τινα, ἀλλὰ καὶ εὑρεθήσεται ὅλος ὁ χρόνος τῆς διδασκαλίας Παύλου ἀφ’ οὗ εἰσῆλθεν εἰς ἀποστολὴν ἔτη θʹ ἕως οὗ ἐβλήθη εἰς φυλα‐ κὴν ὑπὸ Φήλικος, μέλλων εἰς Ῥώμην ἐπὶ Νέρωνος ἐκπέμπεσθαι, | |
5 | ὡς τὰ ἐφεξῆς τῶν Πράξεων δηλοῖ καὶ οἱ χρόνοι τῆς βασιλείας Κλαυδίου. πάλιν μετέπειτα ἐλθὼν εἰς Ἱεροσόλυμα μετὰ Βαρνά‐ βα, καὶ εὑρὼν Πέτρον καὶ τοὺς λοιποὺς ἀποστόλους ἅμα Ἰακώ‐ βῳ τῷ ἀδελφῷ τοῦ κυρίου, γράφουσιν ἐπιστολὴν οἱ ἀπόστολοι εἰς Ἀντιόχειαν τῆς Συρίας, θεμελιοῦντες τὴν αὐτῶν ἐκκλησίαν, | |
10 | καὶ διακονοῦσι τὴν ἐπιστολὴν εἰς Ἀντιόχειαν αὐτὸς Παῦλος καὶ Βαρνάβας, ὡς δηλοῦσιν αἱ Πράξεις. ἐκ τούτου δείκνυται ὅτι καὶ τὰς καθολικὰς αὐτῶν οἱ ἀπόστολοι τότε γράφουσιν πρὸ τῆς διασπορᾶς αὐτῶν, εἰ καὶ Πέτρος μόνος ἀπὸ Ῥώμης γράφει, ὥς τινες ἱστοροῦσιν, ἀλλὰ καὶ Ματθαῖος πρῶτος ἐκεῖ εἰς τὰ Ἱερο‐ | |
15 | σόλυμα γράφει τὸ εὐαγγέλιον, ὡς λέγει ὁ Χρυσόστομος. οἶ‐ | |
μαι δὲ * * * | ||
438 | * * * καὶ ἀποστείλῃ τὸν προκεχειρισμένον ὑμῖν Ἰησοῦν Χριστόν, ὃν δεῖ οὐρανὸν μὲν δέξασθαι ἄχρι χρόνων ἀποκαταστάσεως πάν‐ των, ὧν ἐλάλησεν ὁ θεὸς διὰ στόματος πάντων τῶν ἁγίων ἀπ’ αἰῶνος αὐτοῦ προφητῶν. καὶ μέμνηται τῆς χρήσεως Μωϋσέως | |
5 | τὸ Προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεός· καὶ πάλιν ἐπιφέ‐ ρει, Καὶ πάντες δὲ οἱ προφῆται ἀπὸ Σαμουὴλ καὶ τῶν καθεξῆς, ὅσοι ἐλάλησαν καὶ κατήγγειλαν τὰς ἡμέρας ταύτας. ὑμεῖς ἐστε υἱοὶ τῶν προφητῶν καὶ τῆς διαθήκης ἧς διέθετο ὁ θεὸς πρὸς τοὺς πατέρας ὑμῶν, λέγων πρὸς Ἀβραάμ, Καὶ ἐν τῷ σπέρματί | |
10 | σου ἐνευλογηθήσονται πᾶσαι αἱ πατριαὶ τῆς γῆς. ὑμῖν πρῶτον ὁ θεὸς ἀναστήσας τὸν παῖδα αὐτοῦ ἀπέστειλεν αὐτὸν εὐλογοῦντα ὑμᾶς ἐν τῷ ἀποστρέφειν ἕκαστον ἀπὸ τῶν πονηριῶν ὑμῶν. τού‐ | |
τοις πᾶσι μαρτυρεῖ καὶ ὁ μακαρίτης Πέτρος, ὥσπερ καὶ οἱ εὐαγγε‐ | ||
439 | λισταί, καὶ ὅτι πάντες οἱ προφῆται προκατήγγειλαν πάντα ταῦτα, ὅτι ὁ θεὸς δευτέραν τινὰ κατάστασιν καινὴν πεποίηκεν καὶ ποιεῖ, ἣν καὶ προκατήγγειλεν διὰ στόματος πάντων τῶν προφητῶν. καὶ οὔτε πρὸ ταύτης τῆς καταστάσεως εἶπεν ἑτέραν εἶναι οὔτε μετὰ | |
5 | τὴν μέλλουσαν ἑτέραν ἀπεφήνατο, ἀλλὰ μετὰ πάντων τῶν προ‐ φητῶν καὶ ἀποστόλων δύο μόνον ἐξεῖπεν, ταύτην καὶ τὴν μέλ‐ λουσαν. | |
8t | Εἰς Παῦλον τὸν ἀπόστολον | |
9 | Οὗτος ὁ μέγας Παῦλος ὁ ἀπόστολος, ὁ τῆς οὐρανίου φάλαγ‐ | |
10 | γος ταξιάρχης, ὁ ἐν ἑαυτῷ ἔχων τὸν Χριστὸν λαλοῦντα, ὁ τὰ στίγματα τοῦ Χριστοῦ ἐν τῷ σώματι περιφέρων, ὁ μέγας διδά‐ σκαλος τῆς ἐκκλησίας, ὁ μυρίους θανάτους καθ’ ἑκάστην ὑπὲρ τῆς ἐκκλησίας ὑπομένων, ὁ ἐν κυρίῳ καυχώμενος καὶ ταῖς ἰδίαις ἀσθενείαις, ὁ τὴν χάριν τοῦ Χριστοῦ ἐν ἑαυτῷ βρύουσαν ἔχων, | |
15 | ὁ γλώσσαις λαλῶν πᾶσι τοῖς ἔθνεσιν, ὁ ποτὲ διώκτης, νῦν δὲ διωκόμενος, ὁ ποτὲ ἁμαρτωλός, νῦν δὲ ἠλεημένος, ὁ ἕως τρί‐ του οὐρανοῦ ἁρπαγεὶς καὶ πάλιν εἰς τὸν παράδεισον, ὁ τῶν ἀῤ‐ ῥήτων ῥημάτων ἀκουστής, ὁ τῶν πνευματικῶν χαρισμάτων κε‐ κριμένος δικαστής, ὁ μέγας κανονάρχης καὶ ὑπερβαίνων τοὺς | |
20 | λοιποὺς διδασκάλους τῆς ἐκκλησίας Παῦλος, οὗ ὁ ἀσπασμὸς ἐν | |
πάσαις ταῖς ἐπιστολαῖς αὐτοῦ ὡς ἐν τάξει σημείου, ἡ χάρις ἐστὶν | ||
440 | τοῦ κυρίου, οὗτος καθόλου ἐν πάσαις ταῖς ἑαυτοῦ ἐπιστολαῖς, ὡς ἤδη γενόμενος ἐν τῇ δευτέρᾳ καταστάσει, γεγηθὼς καὶ πεποι‐ θὼς διατελεῖ, συνήγειρεν καὶ συνεκάθισεν, φάσκων, Ἐν τοῖς ἐπουρανίοις καὶ τῇ ἐλπίδι ἐσώθημεν, καὶ ἄλλα μυρία ἃ νῦν κα‐ | |
5 | ταλέγειν οὐκ εὐχερές. ἐνίων δὲ μνημονεύσομεν, ἵνα μὴ τὸν λό‐ γον μηκύνωμεν. λέγει τοίνυν ἐν τῇ πρὸς Κορινθίους πρώτῃ ἐπι‐ στολῇ οὕτως. „εἰ ἐν τῇ ζωῇ ταύτῃ ἐν Χριστῷ ἠλπικότες ἐσμὲν μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν.“ ἀλλὰ τί, Παῦλε, μετὰ τὴν ἐνταῦθα ζωὴν ποίαν ἄλλην ἐλπίδα ἐλπίζωμεν; Ναί, | |
10 | φησίν, ἔστι τις κρείττων ζωή, ἰσχυρὰ καὶ οὐράνιος, μεθ’ ὅρ‐ κου παρὰ θεοῦ ἐπαγγελλομένη. φησὶ γάρ, Ἐν ᾧ περισσότερον βουλόμενος ὁ θεὸς ἐνδεῖξαι τοῖς κληρονόμοις τῆς ἐπαγγελίας τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ ἐμεσίτευσεν ὅρκῳ, ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι τὸν θεόν, | |
15 | ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ καταφυγόντες κρατῆσαι τῆς προ‐ κειμένης ἐλπίδος, ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς ἀσφαλῆ τε καὶ βεβαίαν καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσμα‐ τος, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀρχιερεὺς γενόμενος εἰς τὸν αἰῶνα. | |
20 | Καὶ πάλιν, Γινώσκοντες ἔχειν ὑμᾶς κρείττονα ὕπαρξιν καὶ | |
μένουσαν. καὶ πάλιν, Διὸ βασιλείαν ἀσάλευτον παραλαμβά‐ | ||
441 | νοντες. καὶ πάλιν, Οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν. καὶ πάλιν, Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου. καὶ πάλιν, Ἡ δὲ εὐσέβεια πρὸς πάν‐ τα ὠφέλιμός ἐστιν, ἐπαγγελίαν ἔχουσα ζωῆς τῆς νῦν καὶ τῆς | |
5 | μελλούσης. καὶ πάλιν, Ἀδελφοί, ἐγὼ ἐμαυτὸν οὔπω λογί‐ ζομαι κατειληφέναι, ἓν δέ, τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, κατὰ σκοπὸν διώκω εἰς τὸ βρα‐ βεῖον τῆς ἄνω κλήσεως τοῦ θεοῦ ἐν Χριστῷ Ἰησοῦ. ὅσοι οὖν τέλειοι, τοῦτο φρονῶμεν. καὶ πάλιν, Ἡμῶν δὲ τὸ πολίτευμα | |
10 | ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ σωτῆρα ἀπεκδεχόμεθα κύριον Ἰησοῦν, ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ. καὶ πά‐ λιν, Προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δό‐ ξης τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. καὶ | |
15 | πάλιν, Εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ, τὰ ἄνω ζητεῖτε, οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ θεοῦ καθήμενος, τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς. καὶ πάλιν, Τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ κυρίου, οὐ μὴ φθάσομεν τοὺς κοιμηθέντας, ὅτι αὐτὸς ὁ | |
20 | κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι θεοῦ | |
καταβήσεται ἀπὸ οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἐγερθήσον‐ | ||
442 | ται πρῶτον, ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἅμα αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα, καὶ οὕτως πάντοτε σὺν κυρίῳ ἐσόμεθα· ὥστε παρακαλεῖτε ἀλλή‐ λους ἐν τοῖς λόγοις τούτοις. καὶ πάλιν, οἱ γὰρ τοιαῦτα λέγοντες | |
5 | ἐμφανίζουσιν ὅτι πατρίδα ἐπιζητοῦσιν. καὶ εἰ μὲν ἐκείνης ἐμνη‐ μόνευσαν, ἀφ’ ἧς ἐξέβησαν, εἶχον ἂν καιρὸν ἀνακάμψαι, νῦν δὲ κρείττονος ὀρέγονται, τουτέστιν ἐπουρανίου. διὸ οὐκ ἐπαισχύ‐ νεται αὐτοὺς ὁ θεὸς θεὸς ἐπικαλεῖσθαι αὐτῶν· ἡτοίμασε γὰρ αὐ‐ τοῖς πόλιν. καὶ πάλιν, Ἐξεδέχοντο γὰρ τὴν τοὺς θεμελίους | |
10 | ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ θεός. καὶ πάλιν, Τῶν ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθείας ἣν ἔπηξεν ὁ κύριος καὶ οὐκ ἄνθρωπος. ἀλλὰ καὶ ἐν ταῖς Πράξεσιν, ὅταν τῷ Φήστῳ καὶ τῷ Ἀγρίππᾳ ἐπὶ βήματος διελέγετο, ταῦτά φησι· Περὶ ἧς ἐλπίδος ἐγκαλοῦμαι ὑπὸ Ἰουδαίων, βασιλεῦ· τί; ἄπιστον | |
15 | κρίνεται παρ’ ὑμῖν, εἰ ὁ θεὸς νεκροὺς ἐγείρει; καὶ πάλιν, Ἕνε‐ κα τούτου Ἰουδαῖοι συλλαβόμενοι ὄντα ἐν τῷ ἱερῷ ἐπειρῶντο δια‐ χειρίσασθαι. ἐπικουρίας οὖν τυχὼν τῆς ἀπὸ τοῦ θεοῦ ἄχρι τῆς ὥρας ταύτης ἕστηκα μαρτυρόμενος μικρῷ τε καὶ μεγάλῳ, οὐδὲν ἐκτὸς λέγων ὧν τε οἱ προφῆται ἐλάλησαν μελλόντων γίνεσθαι | |
20 | καὶ Μωϋσῆς, εἰ παθητὸς ὁ Χριστός, εἰ πρῶτος ἐξ ἀναστάσεως | |
νεκρῶν φῶς μέλλει καταγγέλλειν τῷ λαῷ καὶ τοῖς ἔθνεσιν. | ||
443 | Καὶ εἰ θελήσομεν πάσας τὰς τοῦ ἀποστόλου χρήσεις ἀνα‐ λέξασθαι περὶ τούτου, σχεδὸν τὰς ιʹ καὶ δʹ αὐτοῦ ἐπιστολὰς ὅλας δι’ ὅλου εὑρήσομεν περὶ τούτου λεγούσας ὅτι ἐκ ταύτης τῆς κα‐ ταστάσεως ἐπὶ τὴν μέλλουσαν ἐπειγόμεθα δραμεῖν. ὅθεν καὶ πα‐ | |
5 | ραγγέλλει λέγων, Σπουδάσωμεν οὖν εἰσελθεῖν εἰς ἐκείνην τὴν κα‐ τάπαυσιν, Κατάπαυσιν αὐτὴν εἰρηκώς, ὡς ἑτέρας μὴ οὔσης μετ’ αὐτήν, ἀλλὰ καὶ βασιλείαν ἀσάλευτον. ἰδοὺ δέδεικται διὰ τῶν ἀρχαίων ἀνθρώπων καὶ τῶν προφητῶν πάντων, εὐαγγελι‐ στῶν τε καὶ ἀποστόλων, ὡς προειρήκασιν ἅπαντες ὡς ἀπὸ τοῦ | |
10 | πρωτοπλάστου Ἀδὰμ μέχρις Ἰωάννου τοῦ βαπτιστοῦ εἰς τὴν μέλ‐ λουσαν κατάστασιν ἀφορῶσιν. τοῦτο πεποιήκαμεν ὅπερ καὶ ὁ δεσπότης Χριστὸς καὶ οἱ τούτου μαθηταὶ καὶ ἀπόστολοι διαῤ‐ ῥήδην λοιπὸν ἐκήρυξαν ὡς ἔστιν τις μέλλουσα κατάστασις κρείτ‐ των τῆς ἐνταῦθα πολύ, ἣν ἐν ἑαυτῷ πρῶτος ἡμῖν ἔδειξεν ὁ δε‐ | |
15 | σπότης Χριστὸς ἀναστὰς ἐκ τῶν νεκρῶν καὶ εἰς οὐρανὸν ἀνελη‐ λυθώς, ἣν καὶ οἱ πρῶτοι σκοπῷ τινι ἐμήνυσαν καὶ οἱ μετὰ ταῦ‐ τα σαφῶς διαγγέλλουσιν, καὶ ὅτι οὐδεὶς αὐτῶν ποτε οὔτε τῶν νεωτέρων οὔτε τῶν ἀρχαίων ἑτέραν ποτὲ κατάστασιν ἢ πρεσβυτέ‐ ραν ἢ μεταγενεστέραν τούτων τῶν δύο ἐκήρυξαν ἢ ἐφαντάσθη‐ | |
20 | σαν, ἀλλ’ ὅτι ἀρξάμενος ὁ θεὸς ποιῆσαι τὴν κτίσιν πᾶσαν τὰς δύο ταύτας μόνον καταστάσεις ἐποίησεν, ταύτην πρῶτον ὁρίσας πο‐ | |
λιτεύεσθαι, εἶθ’ οὕτω τὴν μέλλουσαν, εἰς ἣν ἀφορᾷ πᾶς ὁ σκο‐ | ||
444 | πὸς τοῦ θεοῦ καὶ τῶν γραφῶν αὐτοῦ. αἰσχυνέσθωσαν τοίνυν Ἕλληνες οἱ συναΐδιον τῷ θεῷ τὸν κόσμον ὑποτιθέμενοι καὶ προ‐ βιοτὴν καταγγέλλοντες καὶ ἀνάστασιν σωμάτων ἀθετοῦντες. αἰ‐ σχυνέσθωσαν καὶ οἱ τούτων ἐπακόλουθοι, οἱ χριστιανίζειν μὲν | |
5 | δοκοῦντες, τῷ δὲ ἔργῳ τὰ τῶν Ἑλλήνων φρονοῦντες, οἱ λέγοντες σφαιροειδῆ εἶναι τὸν οὐρανόν· οὐδὲν γὰρ ἕτερον καὶ αὐτοὶ λέγου‐ σιν ὧν οἱ Ἕλληνες καταγγέλλουσιν, ἀεὶ τὸν κόσμον οὕτως ἐν φθορᾷ τῶν σωμάτων μηδέποτε γίνεσθαι μήτε ἑτέραν κατάστασιν. αἰσχυνέσθωσαν Μανιχαῖοι καὶ Μαρκιωνισταὶ τὰς σάρκας ἀπο‐ | |
10 | βαλλόμενοι καὶ πονηρᾶς ἀρχῆς αὐτὰς ποιήματα καταγγέλλοντες. αἰσχυνέσθωσαν πάντες οἱ ἀθετοῦντες τὴν ἡμετέραν σάρκα, καὶ ὅσοι ἀθετοῦσι τὰς ἡμετέρας ψυχάς, σύντονοι αὐτῶν, τουτέστιν Εὐτυχής, Ἄρειος, Ἀπολλινάριος, καὶ πάντες οἱ κατ’ αὐτούς. αἰσχυνέσθωσαν πάντες οἱ αἱρετικοὶ οἱ μὴ ὁμολογοῦντες ἕνα θεὸν | |
15 | ἐν τρισὶν ὑποστάσεσιν γνωριζόμενόν τε καὶ προσκυνούμενον, ποιη‐ τὴν οὐρανοῦ καὶ γῆς ὑπάρχοντα, καὶ τῆς ἡμετέρας σαρκὸς τὴν ἀνάστασιν. αἰσχυνέσθωσαν Σαμαρεῖται, μήτε τῆς ἡμετέρας σαρ‐ κὸς ἀνάστασιν ὁμολογοῦντες μήτε ἄγγελον μήτε πνεῦμα. αἰσχυ‐ νέσθωσαν τῶν Ἰουδαίων οἱ ἄπιστοι, οἱ τὸν προσδοκώμενον μὴ | |
20 | δεξάμενοι μηδὲ χριστιανικὴν ἀνάστασιν ὁμολογοῦντες, ἀλλὰ τοι‐ αύτην οἵαν νῦν πολιτευόμεθα, γαμοῦντες καὶ γαμιζόμενοι. εὖγε | |
δέ, εὖγε, χαρά τε καὶ ἀγαλλίασις τοῖς ὄντως χριστιανοῖς, τοῖς | ||
445 | πειθομένοις πᾶσι τῇ θείᾳ γραφῇ παλαιᾷ τε καὶ καινῇ διαθήκῃ, τοῖς ποδηγηθεῖσιν ἐκ τοῦ νόμου καὶ πιστεύσασι Χριστῷ καὶ πᾶ‐ σιν οἷς ἐκήρυξεν καὶ ἔτι λέγοντι, Ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου προεκήρυξαν, καὶ ἀπὸ τῶν ἡμερῶν Ἰωάννου τοῦ βαπτι‐ | |
5 | στοῦ ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν, ἵνα εἴπῃ ὅτι Ὅσοι ἑαυτοὺς βιάζονται καὶ πολιτεύονται δικαίως καὶ μὴ ταῖς ἰδίαις ἐννοίαις ἐξακολουθοῦσιν, ἀλλὰ τῷ θεῷ πιστεύουσιν, ἐκεῖνοι ταύτης τυγχάνουσιν. ἀμέλει καὶ ἡ μή‐ τηρ Ἰωάννου καὶ Ἰακώβου αἰτησαμένη τὸν κύριον ἕνα ἐκ δεξιῶν | |
10 | αὐτοῦ εἶναι καὶ ἕνα ἐξ εὐωνύμων ἐν τῇ βασιλείᾳ, ἀπεκρίνατο αὐ‐ τῇ ὅτι Οὐκ ἔστιν ἐμὸν τοῦτο δοῦναι, ἀλλ’ οἷς, φησίν, ἡτοίμα‐ σται παρὰ τοῦ πατρός μου, ὡσανεὶ τὸ μὲν δῶρον τοῦ θεοῦ πᾶ‐ σιν ἐφήπλωται, τὸ ἀναστῆναι ἐκ τῶν νεκρῶν καὶ γενέσθαι ἀφθάρ‐ τους καὶ ἀθανάτους καὶ ἀτρέπτους, τὸ δὲ προτιμᾶσθαι ἑτέρων | |
15 | οὐ δῶρον τοῦτο, ἀλλ’ ἑτοιμασία τοῦ θεοῦ τοῖς καλῶς πιστεύουσι καὶ βιώσασι. πάλιν γὰρ λέγει ὁ κύριος, Δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασι‐ λείαν, καὶ πότε ἡτοιμάσθη φησίν, ἀπὸ καταβολῆς κόσμου προσ‐ ειπών. ὁ κοσμογράφος τοίνυν Μωϋσῆς καὶ οἱ λοιποὶ πάντες προφῆ‐ | |
20 | ται καὶ ἀρχαῖοι ἄνθρωποι περὶ τῶν δύο τούτων καταστάσεων καὶ μόνων εἰπόντες, καὶ ἑτέρας μὴ μνημονεύσαντες, ἀλλὰ ταύτας μόνον | |
προκηρύξαντες καὶ συγγραψάμενοι, οὐ μόνον δέ, ἀλλὰ καὶ ὁ κύ‐ | ||
446 | ριος παραγεγονὼς καὶ οἱ τούτου μαθηταὶ εὐαγγελισταὶ καὶ ἀπό‐ στολοι οὐδὲν ἕτερον ἐκήρυξαν ἢ τὰς δύο ταύτας καὶ μόνας κατα‐ στάσεις. τίς ἔτι λείπεται πίστεως ὡς ὅτι ταῦτα οὐκ εἰσὶν ἀλη‐ θῆ; τίς οὐκ ἐντραπήσεται τὸν ὄχλον τῶν προῤῥήσεων, τὰς ἐκ‐ | |
5 | βάσεις τῶν προφητειῶν, τὸν ὄχλον τῶν σημείων καὶ τῶν παρα‐ δόξων καὶ τῶν θαυμάτων, αὐτὴν τὴν πολιτείαν πάντων τῶν ἁγίων καὶ τοῦ δεσπότου Χριστοῦ καὶ τῶν αὐτοῦ ἀποστόλων, τὴν συμφωνίαν τῆς παλαιᾶς καὶ καινῆς διαθήκης. τίς ἐξ αὐτῶν διε‐ φώνησεν πρὸς τοὺς ἄλλους σφαιροειδῆ τὸν οὐρανὸν ἐξηγησάμενος | |
10 | ἢ προΰπαρξιν τούτου τοῦ κόσμου ἐκήρυξεν ἢ ἀΐδιον εἶναι τὸν κό‐ σμον ἀπεφήνατο ἢ ἠθέτησε τὴν τῶν σωμάτων ἡμῶν ἀνάστασιν ἢ τὴν διὰ τοῦ Χριστοῦ γενομένην οἰκονομίαν τοῦ ἀνέρχεσθαι τοὺς δικαίους ἀνθρώπους εἰς τὸν οὐρανόν; ἀλλὰ πάντες ὡς ἐξ ἑνὸς θείου πνεύματος ποδηγούμενοι τὰ αὐτὰ καὶ δι’ ἔργων καὶ διὰ λό‐ | |
15 | γων ἤτοι τύπων προεμήνυσαν, καὶ πάντες εἰς τὴν μέλλουσαν κα‐ τάστασιν ἀφορῶσιν. καὶ αὐτὸς δὲ ὁ δεσπότης Χριστὸς ἐν εὐαγ‐ γελίοις δηλοῖ ἐν οἷς μέλλουσιν ἀναστρέφεσθαι οἱ τέλειοι δίκαιοι καὶ οἱ μέσοι καὶ οἱ ἀσεβεῖς. καὶ περὶ μὲν τῶν δικαίων τῶν τελείων, ὡς ὅταν προσκαλεῖται αὐτοὺς πρὸς ἑαυτὸν λέγων, Δεῦτε οἱ εὐ‐ | |
20 | λογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. περὶ δὲ τῶν ἀσεβῶν, ὡς ὅταν τοῖς ἐξ εὐωνύμων λέγει, Πορεύεσθε ἀπ’ ἐμοῦ οἱ κατηραμένοι εἰς | |
τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις | ||
447 | αὐτοῦ, ἵνα εἴπῃ τοῖς μὲν δικαίοις Ἄνω εἰς τὸν οὐρανὸν ἐσώτε‐ ρον τούτου τοῦ ὁρωμένου στερεώματος, τοῖς δὲ ἀσεβέσι Κάτω περὶ τὴν γῆν, ἔνθα καὶ ὁ διάβολος κατεῤῥίφη. λοιπὸν τῶν μέ‐ σων ἀνάγκη ζητῆσαι τὸν τόπον· λέγει τοίνυν ἐν τῇ παραβολῇ | |
5 | τῶν δέκα παρθένων ὡς αἱ πέντε φρόνιμοι εἰσῆλθον μετὰ τοῦ νυμ‐ φίου εἰς τὸν νυμφῶνα, τουτέστιν εἰς τὸν οὐρανόν, ἐπειδήπερ καὶ τὴν παρθενείαν καὶ τὴν ἐλεημοσύνην ὡς φρόνιμοι ἐπελέξαντο. αἱ δὲ μωραί, φησίν, τὸ ἓν ἐπιλεξάμεναι, τοῦ δὲ ἑτέρου καταφρο‐ νήσασαι, ἔμειναν ἔξω τοῦ νυμφῶνος, κεκλεισμένην εὑροῦσαι τὴν | |
10 | θύραν καὶ ἀκούσασαι, Ἀπέλθατε ἀπ’ ἐμοῦ, οὐκ οἶδα ὑμᾶς, οὔ‐ τε εἰσελθεῖν συγχωρηθεῖσαι οὔτε μετὰ τῶν ἀσεβῶν κατακριθεῖ‐ σαι, ἀλλὰ μείνασαι ἔξω τοῦ νυμφῶνος. οὕτως οὖν ἕκαστος τῶν πιστῶν ὀρθὴν καὶ ἀνυπόκριτον πίστιν καὶ βίον καλὸν ἔχων μετὰ παῤῥησίας εἰσέρχεται εἰς τὴν βασιλείαν. οἱ δὲ ἐναντίοι οἱ μηδὲ | |
15 | ἓν τούτων ἔχοντες μήτε πίστιν ὀρθὴν μήτε βίον εὐθῆ μετὰ τοῦ διαβόλου περὶ τὴν γῆν κατακρίνονται. οἱ δὲ ἕνα μὲν ἔχοντες, ἕνα δὲ μὴ ἔχοντες, μέσοι τινὲς εἰσίν, ἔξωθεν μένειν τοῦ νυμφῶ‐ νος κατακρινόμενοι, τουτέστι τοῦ στερεώματος. τὸ δὲ εἶδος τῶν ἀγαθῶν ἢ τῶν τιμωριῶν ἀδύνατον εἰδέναι ἡμᾶς, εἰ μὴ ἐντὸς αὐ‐ | |
20 | τῶν γενώμεθα· ὡς ἐν ὑποδείγματι δὲ μόνον τῶν ἐνταῦθα τιμω‐ ριῶν καὶ τῶν ἐνταῦθα ἀγαθῶν ἐσήμανεν τὰ μέλλοντα· οὐδὲ γὰρ | |
ἐνῆν ἡμᾶς ἄλλως ἀκοῦσαι μήπω πεῖραν εἰληφότας καινῶν τινων | ||
448 | πραγμάτων, ἀλλ’ ὅσον αἰνιγματωδῶς εἰπεῖν, εἶπεν ὅτι ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἐποίησε τῷ υἱῷ αὐτοῦ γάμους, τὰ πάντων ἀνώτερα τῶν τοῦ βίου τούτου ἀγα‐ θῶν ἐκλεξάμενος καὶ ὁμοιώσας τοῖς ἐκεῖσε ἀγαθοῖς, ὁμοίως καὶ | |
5 | τὰ χείριστα, πῦρ, σκώληκα, τάρταρον καὶ βρυγμὸν ὀδόντων καὶ σκότος καὶ ὅσα τούτοις παραπλήσια, ἐπειδὴ ταῦτα τῶν ἐνταῦθα τιμωρητικῶν δεινότερα τυγχάνουσι, τούτοις αὐτὰ ἐξωμοίωσεν. οὔτε δὲ τὰ ἀγαθὰ τῶν ἐκεῖ δυνατὸν ἀναλογίσασθαι οὔτε τὰ δεινὰ οὔτε τὰ μέσα τούτων, ἀλλ’ ἑτέρα τις κατάστασίς ἐστιν κρείττων | |
10 | πολὺ καὶ λίαν πολὺ καθόλου ὑπάρχουσα τῶν ἐνταῦθα, ὥσπερ κρείττων ὑπάρχει ὁ βίος οὗτος οὗ ὅτε ἦμεν ἐν τῇ κοιλίᾳ τῆς μη‐ τρὸς ἡμῶν. ἀναλογίσασθαι γὰρ δεῖ πῶς ἦμεν ἔσωθεν τῆς κοι‐ λίας διάγοντες ἐν σκότῳ, ἐν αἵματι, ἐν φλέγματι, ἐν χολῇ καὶ βορβόρῳ καὶ κόπρῳ καὶ πάσῃ ἀκαθαρσίᾳ καὶ δυσωδίᾳ συμφυρό‐ | |
15 | μενοι καὶ ἐν πάσῃ ἀγνωσίᾳ ὑπάρχοντες. παρακύψαντες δὲ ἐν τῷ βίῳ τούτῳ ἕτερά τινα θεωροῦμεν, ὧν τὴν πεῖραν οὔπω πα‐ ρειλήφαμεν, ἀνέσεως ἔκτασιν, ἀέρος ἀναπνοήν, ἀπόλαυσιν φω‐ τὸς καλλίστου, κατασκευὴν κόσμου, τεχνίτου καὶ πανσόφου δη‐ μιούργημα, καὶ γνώσεως θεοῦ ἐμπιπλάμενοι, ἅπερ πάντα οὔτε | |
20 | εἰδέναι ἡμᾶς ἦν δυνατὸν οὔτε ἐνθυμηθῆναι οὔτε ἀκοῦσαι οὔτε | |
ἀπολαῦσαι ἑνὸς τούτων ἔτι ὄντας ἐν τῇ κοιλίᾳ. οὕτω καὶ τὴν | ||
449 | μέλλουσαν κατάστασιν καθόλου κρείττονα τυγχάνουσαν τῶν ἐν‐ ταῦθα οὐ δυνατὸν ἡμᾶς ἀναλογίσασθαι ἔτι ὄντας ἐν τούτῳ τῷ βίῳ ἢ ἐνθυμεῖσθαι ἢ φαντασθῆναι, εἰ μὴ ἐντὸς αὐτῶν τῶν πρα‐ γμάτων γενώμεθα. ἃ γὰρ ὁ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤ‐ | |
5 | κουσεν, φησίν, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοί‐ μασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. ὥσπερ τοίνυν ἐνταῦθα κοι‐ νὸν δῶρον ἅπασι κεχάρισται ὁ θεός, τὸν ἥλιον αὐτοῦ ἀνατέλλων ἐπὶ δικαίους καὶ ἀδίκους καὶ βρέχων ἐπὶ ἀγαθοὺς καὶ πονηρούς, οὕτω καὶ ἐν τῇ μελλούσῃ καταστάσει κοινὸν δῶρον πᾶσι χαρίζε‐ | |
10 | ται ἀθανασίαν καὶ ἀφθαρσίαν καὶ ζωὴν καὶ ἀτρεπτότητα. κα‐ τὰ δὲ τὰς προτέρας τάξεις ἕκαστος ἑαυτῷ ἐφέλκεται εἴτε τὴν βα‐ σιλείαν εἴτε τὴν τιμωρίαν εἴτε ἄνοδον ἐν οὐρανῷ εἴτε μονὴν περὶ τὴν γῆν εἴτε περὶ τὴν μέσην τάξιν. πάντα δὲ αἰώνια καὶ ἀπέ‐ ραντα τυγχάνει, καὶ τὰ ἀγαθὰ καὶ τὰ τούτων χείριστα. καθό‐ | |
15 | λου δὲ ἐκείνη ἡ κατάστασις τῆς ἐνταῦθα πολὺ καὶ πάνυ πολὺ διε‐ νήνοχεν· πρὸς δέ γε τὰ ἀγαθὰ τὰ ἡτοιμασμένα τοῖς δικαίοις ἀν‐ τιδιαστελλόμενα τὰ τῶν ἀσεβῶν ἐσχάτη τιμωρία καὶ κρίσις ἀνε‐ λεὴς τυγχάνει· ἀναλογεῖ γὰρ τῇ καταστάσει ἐκείνῃ καὶ ἡ ταύτης κρίσις καὶ τιμωρία. | |
20 | Ἰδοὺ δέδεικται οὐ μόνον διὰ τῶν προφητῶν, ἀλλὰ γὰρ καὶ διὰ τῶν εὐαγγελικῶν φωνῶν καὶ μὴν καὶ ἀποστολικῶν ὡς καὶ αὐ‐ τοὶ συμφώνως τοῖς παλαιοῖς εἶπον ταύτας καὶ μόνας τὰς δύο κα‐ | |
ταστάσεις παρὰ θεοῦ γεγενῆσθαι, ταύτην πρώτην, ἐν ᾗ καὶ | ||
450 | διάγομεν νῦν, καὶ τὴν μέλλουσαν, ἐν ᾗ πάντες οἱ χριστιανοὶ ἀφο‐ ρῶμεν. Ἰνδ. θʹ. ιγʹ. ὑπ. Καπίτωνος καὶ Ῥούφου. Φλάβιος Ἰώσηππος συγγραφεύς, στρατηγήσας ὑπὲρ Ἰου‐ | |
5 | δαίων, καὶ μέλλων εἰς τὸν πόλεμον ἀναιρεῖσθαι, θεσπίζει Οὐε‐ σπασιανῷ περὶ τῆς Νέρωνος τελευτῆς καὶ τῆς αὐτοῦ Οὐεσπασια‐ νοῦ βασιλείας. Κατὰ τοῦτον τὸν χρόνον Λουκανὸς παρὰ Ῥωμαίοις μέγας ἦν καὶ ἐπαινούμενος· ὁμοίως δὲ Μουσώνιος καὶ Πλούταρχος φι‐ | |
10 | λόσοφοι ἐγνωρίζοντο. Ζητητέον ἐστὶ καὶ τὸ πολυθρύλητον ἐκεῖνο καὶ παρὰ πᾶ‐ σιν ἄνω καὶ κάτω περιφερόμενον ῥητὸν τίνα τὴν λύσιν ἔχει, τὸ Πᾶς ὁ ἀποκτείνας Καῒν ἑπτὰ ἐκδικούμενα παραλύσει. | |
14t | Τοῦ μακαρίου Κυρίλλου πρὸς Ὄπτιμον | |
15t | ἐπίσκοπον εἰς τὸ Πᾶς ὁ ἀποκτείνας Καῒν | |
16t | ἑπτὰ ἐκδικούμενα παραλύσει | |
17 | Καὶ ἄλλως ἡδέως ὁρῶν τοὺς ἀγαθοὺς παῖδας διά τε τὸ ὑπὲρ τὴν ἡλικίαν τῶν ἠθῶν εὐσταθὲς καὶ διὰ τὸ πρὸς τὴν σὴν εὐλάβειαν οἰκεῖον, ἀφ’ οὗ τι καὶ μέγα προσδοκᾶν ἔστιν ἐπ’ αὐ‐ | |
20 | τοῖς, ἐπειδὴ μετὰ γραμμάτων σῶν εἶδον αὐτοὺς προσιόντας μοι, | |
451 | ἐδιπλασίασα τὸ ἐπ’ αὐτοῖς φίλτρον. ὅτε δὲ ἀνέγνων τὴν ἐπιστο‐ λήν, καὶ εἶδον ἐν αὐτῇ ὁμοῦ μὲν τὸ περὶ τὰς ἐκκλησίας προνοη‐ τικὸν τῆς σῆς διαθέσεως, ὁμοῦ δὲ τὸ περὶ τὴν ἀνάγνωσιν τῶν θείων γραφῶν ἐπιμελές, ηὐχαρίστησα τῷ κυρίῳ καὶ ἐπηυξάμην | |
5 | τὰ ἀγαθὰ τοῖς τὰ τοιαῦτα ἡμῖν διακομίσασι γράμματα, καὶ πρό γε αὐτῶν τῷ γράψαντι ἡμῖν. ἐπεζήτησας τὸ πολυθρύλητον ἐκεῖ‐ νο καὶ παρὰ πᾶσιν ἄνω καὶ κάτω περιφερόμενον ῥητὸν τίνα τὴν λύσιν ἔχει, τὸ Πᾶς ὁ ἀποκτείνας Καῒν ἑπτὰ ἐκδικούμενα παραλύ‐ σει. διὰ δὲ τούτου τέως μὲν αὐτὸς ἑαυτὸν συνέστησας, τὸ Τι‐ | |
10 | μοθέου ὃ παρέδωκεν Παῦλος αὐτῷ, ἀκριβῶς φυλάσσοντι· δῆ‐ λος γὰρ εἶ προσέχων τῇ ἀναγνώσει· ἔπειτα καὶ ἡμᾶς τοὺς γέ‐ ροντας νεναρκηκότας ἤδη καὶ τῷ χρόνῳ καὶ τῇ ἀσθενείᾳ τοῦ σώ‐ ματος καὶ τῷ πλήθει τῶν θλίψεων, αἳ πολλαὶ τοίνυν περὶ ἡμᾶς κινηθεῖσαι ἐβάρησαν ἡμῶν τὴν ζωήν, ὅμως διανέστησας, καὶ | |
15 | ζέων τῷ πνεύματι κατεψυγμένους ἡμᾶς ὡς τὰ φωλεύοντα τῶν ζώων εἰς ἐγρήγορσιν μετρίαν καὶ ζωτικὴν ἐνέργειαν ἐπανάγεις. ἔστιν οὖν τὸ ῥητὸν καὶ ἁπλῶς οὕτω νοηθῆναι δυνάμενον καὶ ἀ‐ ποίκιλον ἐπιδέξασθαι λόγον. ἡ μὲν οὖν ἁπλουστέρα καὶ παντὶ δυναμένῃ ἐκ τοῦ προχείρου παραστῆσαι διάνοια αὕτη ἐστίν, Ὅτι | |
20 | δεῖ τὸν Καῒν ἑπταπλασίονα δοῦναι τὴν τιμωρίαν ὑπὲρ ὧν ἥμαρ‐ τεν. οὐ γάρ ἐστι δικαιοκρίτου ἴσας πρὸς ἴσας ὁρίζειν ἀνταποδό‐ | |
σεις, ἀλλ’ ἀνάγκη τὸν κατάρξαντα κακοῦ μετὰ προσθήκης ἀπο‐ | ||
452 | τῖσαι τὰ ὀφειλόμενα εἰ μέλλει αὐτὸς βελτίων ταῖς τιμωρίαις γενέ‐ σθαι καὶ τοὺς λοιποὺς σωφρονεστέρους ποιῆσαι τῷ ὑποδείγματι. οὐκοῦν ἐπειδὴ τέτακται ἑπτάκις ἀποπληρῶσαι τὴν δίκην τῶν ἡ‐ μαρτημένων τὸν Καΐν, παραλύσει, φησίν, τούτῳ τὸ ὑπὸ τῆς | |
5 | θείας κρίσεως ἐπ’ αὐτῷ δεδογμένον ὁ ἀποκτείνας αὐτόν. οὗτός ἐστιν ὁ νοῦς ὁ ἐντεῦθεν ἀπὸ τῆς πρώτης ἀναγνώσεως ὑποπίπτων. ἐπειδὴ δὲ ἐρευνᾶν πέφυκε τὰ βάθη τῶν φιλοπονωτέρων ἡ διάνοια, ἐπιζητεῖ τὸ δίκαιον πῶς ἐν τῷ ἑπτάκις πληροῦται καὶ τὰ ἐκδικού‐ μενα, πότερον τὰ ἁμαρτηθέντα ἑπτά ἐστιν ἢ ἓν μὲν τὸ ἁμάρ‐ | |
10 | τημα, ἑπτὰ δὲ ἐπὶ τῷ ἑνὶ αἱ κολάσεις. ἀεὶ μὲν οὖν ἡ γραφὴ τὸν τῆς ἀφέσεως τῶν ἁμαρτιῶν ἀριθμὸν ἐν τοῖς ἑπτὰ περιορίζει. πο‐ σάκις, φησίν, ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου, καὶ ἀφήσω αὐτῷ, ὁ Πέτρος ἐστὶ λέγων τῷ κυρίῳ, ἕως ἑπτάκις; εἶτα ἀπόκρισις τοῦ κυρίου, Οὐ λέγω σοι ἕως ἑπτάκις, ἀλλ’ ἕως ἑβδομηκοντάκις | |
15 | ἑπτά· οὐ γὰρ ἐπ’ ἄλλον ἀριθμὸν μετέβη ὁ κύριος, ἀλλὰ τὸν ἑπτὰ πολυπλασιάσας ἐν αὐτῷ τὸν ὅρον ἔθετο τῆς ἀφέσεως. καὶ δι’ ἑπτὰ ἐτῶν ὁ Ἑβραῖος ἀπελύετο τῆς δουλείας. ἑπτὰ δὲ ἑβδο‐ μάδες ἐτῶν τὸν ὀνομαστὸν ἰωβίλαιον ἐποίουν τοῖς πάλαι, ἐν ᾧ ἐσαββάτιζεν ἡ γῆ. χρεῶν δὲ ἦσαν ἀποκοπαὶ καὶ δουλείας ἀπαλ‐ | |
20 | λαγή, καὶ οἱονεὶ νέος ἄνωθεν καθίστατο βίος ἐν τῷ ἑβδοματικῷ | |
ἀριθμῷ, τοῦ παλαιοῦ τρόπον τινὰ τὴν συντέλειαν δεχομένου. | ||
453 | ταῦτα δὲ τύποι τοῦ αἰῶνος τούτου, ὃς διὰ τῶν ἑπτὰ ἡμερῶν ἀνα‐ κυκλούμενος ἡμᾶς παρατρέχει· ἐν ᾧ γίνονται αἱ τῶν μετριωτέ‐ ρων ἁμαρτημάτων ἐκτίσεις κατὰ τὴν φιλάνθρωπον ἐπιμέλειαν τοῦ ἀγαθοῦ δεσπότου, ὡς μὴ τῷ ἀπεράντῳ αἰῶνι παραδοθῆναι | |
5 | ἡμᾶς εἰς κόλασιν. τὸ μὲν οὖν ἑπτάκις διὰ τὴν πρὸς τὸν κόσμον τοῦτον συγγένειαν, ὡς τῶν φιλοκόσμων ἀνθρώπων ἀπ’ αὐτῶν ὀφειλόντων μάλιστα ζημιοῦσθαι, ὧν ἕνεκεν εἵλαντο πονηρεύεσθαι. ἐκδικούμενα δὲ εἴτε τὰ παρὰ τῷ Καῒν λέγοις, εὑρήσεις ἑπτά, εἴ‐ τε τὰ παρὰ τοῦ κριτοῦ ἐπ’ αὐτῷ ὁρισθέντα, καὶ οὕτως οὐκ ἀπο‐ | |
10 | τεύξῃ τῆς ἐννοίας. ἐν μὲν οὖν τοῖς παρὰ τοῦ Καῒν τετολμημέ‐ νοις πρῶτον ἁμάρτημα φθόνος ἐπὶ τῇ προτιμήσει τοῦ Ἄβελ, δεύτερον δόλος μεθ’ οὗ διειλέχθη τῷ ἀδελφῷ, εἰπών, Διέλθω‐ μεν εἰς τὸ πεδίον, τρίτον φόνος, τέταρτον προσθήκη τοῦ κα‐ κοῦ, ὅτι καὶ ἀδελφοῦ φόνος, μείζων ἡ ἐπίτασις, πέμπτον ὅτι | |
15 | πρῶτος φονεὺς ὁ Καῒν πονηρὸν ὑπόδειγμα τῷ βίῳ καταλιπών, ἕκτον ἀδίκημα, ὅτι γονεῦσιν πένθος ἐνεποίησεν, ἕβδομον, ὅτι θεὸν ἐψεύσατο. ἐρωτηθεὶς γὰρ ὅτι Ποῦ Ἄβελ ὁ ἀδελφός σου; εἶπεν Οὐκ οἶδα. ἑπτὰ οὖν ἐκδικούμενα παρέλυσεν ἐν τῷ ἀναιρε‐ θῆναι τὸν Καΐν. | |
20 | Ἐπειδὴ γὰρ εἶπεν ὁ κύριος ὅτι Ἐπικατάρατος ἡ γῆ, ἣ ἔχα‐ | |
454 | νεν δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου, καὶ στένων καὶ τρέ‐ μων ἔσῃ ἐπὶ τῆς γῆς, ὁ Καΐν φησιν, Εἰ ἐκβάλλεις με σήμερον ἀπὸ τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι, καὶ ἔσομαι στένων καὶ τρέμων ἐπὶ τῆς γῆς, καὶ πᾶς ὁ εὑρίσκων με ἀποκτε‐ | |
5 | νεῖ. πρὸς δὴ τοῦτο ὁ κύριός φησιν, Οὐχ οὕτως· πᾶς ὁ ἀποκτεί‐ νας Καῒν ἑπτὰ ἐκδικούμενα παραλύσει. ἐπειδὴ γὰρ ἐνόμισεν εὐά‐ λωτος εἶναι παντὶ ὁ Καῒν διὰ τὸ ἐκ τῆς γῆς τὴν ἀσφάλειαν μὴ ἔχειν, ἐπικατάρατος γὰρ ἡ γῆ ἀπ’ αὐτοῦ, καὶ τῆς ἀπὸ θεοῦ βοη‐ θείας ἠρημῶσθαι, ὀργισθέντος αὐτοῦ ἐπὶ τῷ φόνῳ, ὡς οὔτε | |
10 | ἀπὸ γῆς οὔτε ἀπὸ οὐρανοῦ ἀντιλήψεως αὐτῷ λειπομένης, Ἔσται, φησί, πᾶς ὁ εὑρίσκων με ἀποκτενεῖ με, ἐλέγχει αὐτοῦ τὸ σφάλ‐ μα ὁ λόγος λέγων, Οὐχ οὕτως, τουτέστιν οὐκ ἀναιρεθήσῃ. ὁ δὲ οὐ μόνον κρύπτει τὸ ἕλκος, ἀλλὰ καὶ ἕτερον προσεργάζεται, τῷ φόνῳ τὸ ψεῦδος ἐπισυνάπτων, Οὐκ οἶδα· μὴ φύλαξ τοῦ ἀδελ‐ | |
15 | φοῦ μού εἰμι ἐγώ; ἐντεῦθεν λοιπὸν ἀπαριθμεῖται τὰς τιμωρίας. ἐπικατάρατος ἡ γῆ ἀπὸ σοῦ· μία κόλασις· ἐργᾷ τὴν γῆν· δευ‐ τέρα αὕτη· ἀνάγκη γάρ τις ἄῤῥητος αὐτῷ συνέζευκται πρὸς τὸ ἔργον τῆς γῆς αὐτὸν κατεπείγουσα, ὥστε μηδὲ βουλομένῳ αὐτῷ ἐξεῖναι ἀναπαύεσθαι, ἀλλ’ ἀεὶ αὐτὸν προσταλαιπωρεῖσθαι τῇ | |
20 | ἐχθρᾷ αὐτοῦ γῇ, ἣν ἐπικατάρατον αὐτὴν ἐποίησεν, μιάνας ἀδελ‐ | |
φότητος αἵματι. δεινὴ γὰρ τιμωρία ἡ μετὰ τῶν μισούντων δια‐ | ||
455 | γωγή, σύνοικον ἔχειν πολέμιον, ἄπαυστον ἔχειν τὸ μῖσος. ἐργᾷ τὴν γῆν, τουτέστιν, κατατεινόμενος τοῖς ἔργοις τοῖς γεωπονικοῖς οὐδένα χρόνον ἀνήσεις οὔτε νυκτὸς οὔτε ἡμέρας ἐκλυόμενος ἐκ τῶν πόνων, ἀλλὰ δεσπότου τινὸς χαλεπωτέραν ἔχων τὴν ἀνάγκην ἐπὶ | |
5 | τὰ ἔργα σε διεγείρουσαν, καὶ οὐ προσθήσει δοῦναι τὴν ἰσχὺν αὐ‐ τῆς. καίτοι εἰ καὶ τὸ τῆς ἐργασίας ἄπαυστον εἶχέ τινα καρπόν, αὐτὸς ὁ πόνος οὐ μετρία βάσανος τῷ ἀεὶ κατατεινομένῳ καὶ κο‐ πιῶντι· ἐπειδὴ δὲ καὶ ἡ ἐργασία ἄπαυστος καὶ ἄκαρπος ἡ περὶ γῆν ταλαιπωρία, ἡ ἀκαρπία τῶν πόνων. στένων καὶ τρέμων | |
10 | ἔσῃ ἐπὶ τῆς γῆς. δύο προσέθηκεν ἄλλας ταῖς τρισί, στεναγμὸν διηνεκῆ καὶ τρόμον τοῦ σώματος, τὸν ἐκ τῆς ἰσχύος στηριγμὸν τῶν μελῶν οὐκ ἐχόντων. ἐπειδὴ γὰρ κακῶς ἐχρήσατο τῇ δυνά‐ μει τοῦ σώματος, ὑφῃρέθη αὐτοῦ ὁ τόνος, ὥστε κλονεῖσθαι αὐ‐ τὸν καὶ κατασείεσθαι, οὔτε ἄρτον δυνάμενον προσφέρειν ῥᾳδίως | |
15 | τῷ στόματι οὔτε ποτὸν προσκομίζειν τῆς πονηρᾶς χειρὸς μετὰ τὴν ἀνοσίαν πρᾶξιν οὔτε ταῖς ἰδίαις καὶ ἀναγκαίαις τοῦ σώματος χρείαις λοιπὸν ἐξυπηρετεῖσθαι συγχωρουμένης. ἄλλη τιμωρία, ἣν αὐτὸς ἀπεκάλυψεν ὁ Κάϊν εἰπών, Εἰ ἐκβάλλεις με νῦν ἀπὸ τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι. ἡ βαρυτάτη | |
20 | κόλασις τοῖς σωφρονοῦσιν ὁ ἀπὸ θεοῦ χωρισμός. καὶ ἔσται, φη‐ | |
σίν, πᾶς ὁ εὑρίσκων με ἀποκτενεῖ με. εἰκάζει ἐκ τοῦ ἀκολούθου | ||
456 | τῶν προαγόντων, Εἰ ἀπὸ τῆς γῆς ἐκβέβλημαι, εἰ ἀπὸ τοῦ προσ‐ ώπου σου κρυβήσομαι, λείπεται ἀπὸ παντὸς ἀναιρεῖσθαι. τί οὖν ὁ κύριος; οὐχ οὕτως, ἀλλ’ ἔθετο σημεῖον ἐπ’ αὐτόν· ἑβ‐ δόμη αὕτη τιμωρία, τὸ μηδὲ κρύπτεσθαι τὴν τιμωρίαν, ἀλλὰ | |
5 | σημείῳ προδήλῳ πᾶσι προκεκηρῦχθαι ὅτι οὗτός ἐστιν ὁ τῶν ἀνο‐ σίων ἔργων δημιουργός. καὶ γὰρ τῷ ὀρθῶς λογιζομένῳ βαρυτάτη κολάσεων αἰσχύνη, ἣν καὶ περὶ τῆς κρίσεως μεμαθήκαμεν ὅτι οὗ‐ τοι ἀναστήσονται εἰς ζωὴν αἰώνιον καὶ οὗτοι εἰς αἰσχύνην καὶ ὀνει‐ δισμὸν αἰώνιον. ἀκολουθεῖ τούτῳ ζήτημα συγγενὲς τὸ παρὰ τοῦ | |
10 | Λάμεχ ταῖς γυναιξὶν εἰρημένον, Ὅτι ἄνδρα ἀπέκτεινα καὶ νεανί‐ σκον, τὸν ἄνδρα εἰς τραῦμα καὶ νεανίσκον εἰς μώλωπα. ἄλλο οὖν τραῦμα καὶ ἄλλο μώλωψ, καὶ ἄλλο ἀνὴρ καὶ ἄλλο νεανίσκος. ὅτι εἰ ἐκ Κάϊν ἐκδεδίκηται ἑπτάκις, ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά, τετρακοσίας καὶ ἐνενήκοντα τιμωρίας ὑποσχεῖν, εἰ μὴ | |
15 | δίκαιος, εἴπερ δικαία τοῦ θεοῦ ἡ κρίσις ἐπὶ τοῦ Κάϊν, ὥστε ἑπτὰ αὐτὸν παρέχειν τὰς κολάσεις· ὁ μὲν γὰρ ὥσπερ οὐκ ἔμαθεν παρ’ ἄλλου τὸ φονεύειν, οὕτως οὐδὲ εἶδεν τιμωρίαν ὑπέχοντα φονευτήν. ἐγὼ δὲ ἐν ὀφθαλμοῖς ἔχων τὸν στένοντα καὶ τρέμοντα καὶ τὸ μέ‐ γεθος τῆς ὀργῆς τοῦ θεοῦ, οὐκ ἐσωφρονίσθην τῷ ὑποδείγματι, | |
20 | ὅθεν ἄξιός εἰμι τετρακοσίας καὶ ἐνενήκοντα δοῦναι κολάσεις. ἔνιοι | |
δὲ πρὸς τοιοῦτον ὥρμησαν λόγον, οὐκ ἀπᾴδοντα τοῦ ἐκκλησια‐ | ||
457 | στικοῦ δόγματος, ὅτι ἀπὸ τοῦ Κάϊν ἕως τοῦ κατακλυσμοῦ ἑπτὰ παρεληλύθασιν γενεαί. καὶ εὐθέως ἐπηνέχθη τῇ γῇ ἡ τιμωρία διὰ τὸ πολλὴν γενέσθαι χύσιν τῆς ἁμαρτίας. τὸ δὲ ἁμάρτημα τοῦ Λάμεχ οὐ κατακλυσμοῦ δεῖται πρὸς θεραπείαν, ἀλλ’ αὐτοῦ | |
5 | τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου. Ἀρίθμησον τοίνυν ἀπὸ Ἀδὰμ μέχρι τῆς παρουσίας τοῦ Χρι‐ στοῦ τὰς γενεάς, καὶ εὑρήσεις κατὰ τὴν τοῦ Λουκᾶ γενεαλογίαν τῇ ἑβδομηκοστῇ καὶ ἑβδόμῃ διαδοχῇ γεγεννημένον τὸν Χριστόν. καὶ πρὸς εὐμάθειαν τῶν ἐντυγχανόντων καὶ αὐτὴν τὴν γενεαλογίαν | |
10 | ἐνταῦθα καθυπετάξαμεν. | |
11t | Ἐκ τοῦ κατὰ Λουκᾶν τὸν εὐαγγελιστήν | |
12 | Καὶ αὐτὸς ἦν ὁ Ἰησοῦς ὡσεὶ ἐτῶν τριάκοντα ἀρχόμενος εἶ‐ ναι, ὡς ἐνομίζετο, υἱὸς αʹ τοῦ Ἰωσὴφ βʹ τοῦ Ἠλεὶ | |
15 | γʹ τοῦ Ματταθὰ δʹ τοῦ Λευὶ εʹ τοῦ Μελχὶ ϛʹ τοῦ Ἰαννὰ ζʹ τοῦ Ἰωσὴφ ηʹ τοῦ Ματταθίου θʹ τοῦ Ἀμὼς ιʹ τοῦ Ναοὺμ ιαʹ τοῦ Ἐσλεὶ ιβʹ τοῦ Ναγγαὶ | |
20 | ιγʹ τοῦ Μαὰθ ιδʹ τοῦ Ματταθίου | |
458 | ιεʹ τοῦ Σεμεεὶ ιϛʹ τοῦ Ἰωσὴφ ιζʹ τοῦ Ἰούδα ιηʹ τοῦ Ἰωαννὰ ιθʹ τοῦ Ῥησὰ κʹ τοῦ Ζοροβάβελ καʹ τοῦ Σαλαθιὴλ κβʹ τοῦ Νηρεὶ | |
5 | κγʹ τοῦ Μελχεὶ κδʹ τοῦ Ἀδδεὶ κεʹ τοῦ Κωσὰμ κϛʹ τοῦ Ἐλμωδὰδ κζʹ τοῦ Ἢρ κηʹ τοῦ Ἰωσῆ κθʹ τοῦ Ἐλιέζερ λʹ τοῦ Ἰωρεὶμ λαʹ τοῦ Ματθὰθ λβʹ τοῦ Λευὶ | |
10 | λγʹ τοῦ Συμεὼν λδʹ τοῦ Ἰουδᾶ λεʹ τοῦ Ἰωσὴφ λϛʹ τοῦ Ἰωνὰν λζʹ τοῦ Ἐλιακεὶμ ληʹ τοῦ Μελχέα λθʹ τοῦ Μαϊανᾶν μʹ τοῦ Ματταθὰ μαʹ τοῦ Νάθαν μβʹ τοῦ Δαβὶδ | |
15 | μγʹ τοῦ Ἰεσσαὶ μδʹ τοῦ Ὠβὴδ μεʹ τοῦ Βοὸζ μϛʹ τοῦ Σαλμὰν μζʹ τοῦ Ναασσὼν μηʹ τοῦ Ἀμηναδὰβ μθʹ τοῦ Ἀρὰμ νʹ τοῦ Ἰωρὰμ ναʹ τοῦ Ἐσρὼμ νβʹ τοῦ Φαρὲς | |
20 | νγʹ τοῦ Ἰούδα νδʹ τοῦ Ἰακὼβ | |
νεʹ τοῦ Ἰσαὰκ νϛʹ τοῦ Ἀβραὰμ | ||
459 | νζʹ τοῦ Θάῤῥα νηʹ τοῦ Ναχὼρ νθʹ τοῦ Σεροὺχ ξʹ τοῦ Ῥαγαῦ ξαʹ τοῦ Φάλεγ ξβʹ τοῦ Ἕβερ ξγʹ τοῦ Σάλα ξδʹ τοῦ Καϊνὰν | |
5 | ξεʹ τοῦ Ἀρφαξὰτ ξϛʹ τοῦ Σὴμ ξζʹ τοῦ Νῶε ξηʹ τοῦ Λάμεχ ξθʹ τοῦ Μαθουσάλα οʹ τοῦ Ἐνὼχ οαʹ τοῦ Ἰάρετ οβʹ τοῦ Μαλελεὴλ ογʹ τοῦ Καϊνὰν οδʹ τοῦ Ἐνὼς | |
10 | οεʹ τοῦ Σὴθ οϛʹ τοῦ Ἀδὰμ οζʹ τοῦ θεοῦ. Ἰνδ. ιʹ. ιδʹ. ὑπʹ. Ἰταλικοῦ καὶ Τραχάλου. Ἐπὶ τούτων τῶν ὑπάτων ἀφανὴς γέγονεν Νέρων, καὶ τε‐ λευτᾷ ἐκ συσκευῆς τῶν Ἰουδαίων, καθότι Πιλᾶτον ἀπεκεφάλισεν | |
15 | ὡς εἰς ἐκδίκησιν τοῦ Χριστοῦ, καὶ τελευτᾷ ὁ αὐτὸς Νέρων, ὢν ἐτῶν ξθʹ. μετὰ Νέρωνα Γαλβᾶς ἐβασίλευσεν ἐν Ἰβηρίᾳ, Οὐι‐ τέλλιος ἐν Γερμανίᾳ, Ὄθων ἐπὶ Ῥώμης. Ἕκαστος αὐτῶν ἰδίᾳ ἐπέβη τῇ ἀρχῇ. Γάλβας ἐβασίλευσεν μῆνας ζʹ. καὶ ἐν μέσῃ τῇ Ῥωμαίων ἀγορᾷ τὴν κεφαλὴν ἀπε‐ | |
20 | τμήθη. | |
460 | Οὐϊτέλλιος βασιλεύσας μῆνας ιʹ ἑαυτῷ διεχειρίσατο Ὄθων βασιλεύσας μῆνας ϛʹ ἐσφάγη ἐν τῷ παλατίῳ Ῥώμης. σιβʹ Ὀλυμπιάς. Ῥωμαίων ζʹ ἐβασίλευσεν Οὐεσπασιανὸς ἔτη θʹ, μῆνας ιαʹ, | |
5 | ἡμέρας κβʹ, στέψαντος αὐτὸν τοῦ στρατοῦ. ὁμοῦ ͵εφπϛʹ. Ἰνδ. ιαʹ. αʹ. ὑπ. Γαλβᾶ καὶ Τίτου Ῥουφίνου. Ἐπὶ τούτων τῶν ὑπάτων ταφῇ παρεδόθη τὰ σώματα τῶν ἁγίων ἀποστόλων κατὰ κέλευσιν Οὐεσπασιανοῦ τοῦ βασιλέως· ἐν ὁράματι γὰρ ἐκελεύσθη δοῦναι ταφῇ τὰ σώματα τῶν ἁγίων | |
10 | ἀποστόλων. Τῷ αὐτῷ ἔτει ὁ ἅγιος Ἰάκωβος ὁ ἀπόστολος καὶ πατριάρ‐ χης Ἱεροσολύμων, ὃν ἐνεθρόνισεν ὁ ἅγιος Πέτρος εἰς τόπον ἑαυτοῦ, ἀνιὼν ἐπὶ τὴν Ῥώμην, ἐτελεύτησεν· καὶ παρέλαβε τὸ σχῆμα τῆς ἐπισκοπῆς Ἱεροσολύμων Συμεὼν ὁ καὶ Σίμων, καὶ γέ‐ | |
15 | γονε πατριάρχης. Ἐπὶ τῶν αὐτῶν ὑπάτων ἔπαθεν ἀπὸ θεομηνίας Νικομήδεια μητρόπολις μεγάλη τῆς Βιθυνίας. Τούτῳ τῷ ἔτει θνήσκει Ἀγρίππας ὁ βασιλεὺς ὁ τῆς Βερε‐ νίκης, βασιλεύσας ἔτη κϛʹ· καὶ λοιπὸν Οὐεσπασιανὸς καταλύει | |
20 | τὴν βασιλείαν τῶν ἀλλοφύλων Ἡρώδου καὶ Ἀγρίππα. | |
461 | Κατὰ τὸν αὐτὸν χρόνον τυραννήσαντες οἱ Ἰουδαῖοι ἀνεῖλαν τὸν ἑαυτῶν ἄρχοντα Κυρήνιον. Οὐεσπασιανὸς αὐτοκράτωρ τὸν κατὰ Ἰουδαίων ἐγχειρίσας πόλεμον Τίτῳ αὐτὸς δι’ Ἀλεξανδρείας εἰς τὴν Ῥωμαίων ἀφίκετο | |
5 | πόλιν. Ἰωάννης ὁ θεολόγος ἐκβὰς εἰς Ἔφεσον ἐποίησεν ἐκεῖσε ἔτη ἐννέα, καὶ ἐν τῇ ἐξορίᾳ αὐτοῦ ἐν Πάτμῳ τῇ νήσῳ ἔτη ιεʹ, καὶ ὑποστρέψας πάλιν εἰς Ἔφεσον, καὶ γράψας τὸ εὐαγγέλιον, ἐποίη‐ σεν ἕως τῆς κοιμήσεως αὐτοῦ ἕτερα ἔτη κϛʹ. | |
10 | Ἰνδ ιβʹ. βʹ. ὑπ. Οὐεσπασιανοῦ αὐτοκράτορος μόνου. Τριακοστῷ ἐνάτῳ ἔτει τῆς εἰς οὐρανοὺς ἀναλήψεως τοῦ κυ‐ ρίου Τίτος υἱὸς Οὐεσπασιανοῦ τὴν Ἰουδαίαν παρέλαβεν καὶ τὴν Ἱερουσαλήμ, πορευθεὶς εἰς πᾶσαν τὴν Παλαιστίνην, τὸ ἱερὸν τῶν Ἰουδαίων κατέστρεψεν. ἦν δὲ ἡ ἡμέρα τῆς ἑορτῆς τοῦ πά‐ | |
15 | σχα, ὅτε παρέλαβε τὴν πόλιν Ἱερουσαλὴμ καὶ ἀπώλεσε ψυχῶν μυριάδας ριʹ ξίφεσιν αὐτοὺς κατακόψας, καὶ ἄλλας δὲ μυριάδας ιεʹ διαπέπρακεν αἰχμαλώτων νεανίσκων καὶ παιδίων ἀῤῥενικῶν καὶ παρθένων κορασίων, καθὼς Ἰώσηππος ὁ σοφώτατος χρονο‐ γράφος συνεγράψατο· ὡς γὰρ Ἑβραῖος ὑπάρχων παρῆν ἐν τῷ | |
20 | πολέμῳ. πάσας δὲ τὰς ἐπαρχίας τῆς Ἰουδαίας ἀπώλεσεν ὁ Τίτος. | |
Ὁ δὲ σοφώτατος Εὐσέβιος ὁ Παμφίλου συνεγράψατο οὕ‐ | ||
462 | τως· ὅτι ἐν τῇ ἑορτῇ τὸν Χριστὸν ἐσταύρωσαν οἱ Ἰουδαῖοι, ἐν τῇ αὐτῶν ἑορτῇ πάντες ἀπώλοντο. καὶ τοῦτο μάλιστα γέγονεν αἴτιον τοῦ τοσοῦτον πλῆθος ηὑρῆσθαι ἐν τῇ πόλει, καθότι ἐν τῇ τοῦ πάσχα ἑορτῇ πάντες συνεληλυθότες ἐτύγχανον, ὥσπερ ἐν εἱρ‐ | |
5 | κτῇ συγκλεισθέντες. ἔδει γὰρ ἔδει τοὺς ἐν ἡμέρᾳ τοῦ πάσχα τῷ σωτῆρι ἐπιβεβουλευκότας μὴ ἄλλοτε τὰ ἐπίχειρα ὧν ἐτόλμησαν παθεῖν, τοῦ σωτῆρος θεοῦ ἐκδεδωκότος αὐτούς. Ὁ δὲ Τίτος θριαμβεύσας τὴν νίκην ἀνῆλθεν ἐπὶ τὴν Ῥώ‐ μην. Οὐεσπασιανὸς δὲ ὁ βασιλεὺς ἐκ τῆς Ἰουδαϊκῆς πραίδας | |
10 | ἔκτισεν ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ τῆς Συρίας καὶ τὰ μεγάλα Χε‐ ρουβεὶμ ταῖς πύλαις τῆς πόλεως ἐκεῖ ἔπηξεν, καὶ τὰ Χερουβεὶμ τὰ χαλκᾶ, ἃ ηὗρεν Τίτος ὁ υἱὸς αὐτοῦ ἐν τῷ ναῷ ὑπὸ Σολομῶ‐ νος πεπηγμένα· ὅτε γὰρ τὸν ναὸν ἔστρεψεν, ἀφείλατο αὐτὰ καὶ ἤνεγκεν αὐτὰ ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ σὺν τοῖς Σεραφεὶμ θριαμ‐ | |
15 | βεύων τὴν κατὰ Ἰουδαίων γενομένην ἐπὶ τῆς αὐτοῦ βασιλείας νί‐ κην, στήσας ἄνω στήλην χαλκῆν εἰς τιμὴν τῆς σελήνης μετὰ τεσ‐ σάρων ταύρων προσεχόντων ἐπὶ Ἱερουσαλήμ. νυκτὸς γὰρ αὐ‐ τὴν παρέλαβεν λαμπούσης τῆς σελήνης, καὶ διὰ τοῦτο τὴν στή‐ λην ἔστησεν. ἔκτισε δὲ καὶ τὸ θέατρον Δάφνης ἐπιγράψας ἐν | |
20 | αὐτῷ EX PRAEDA IVDAEAE. ἦν δὲ πρώην ὁ τοῦ αὐτοῦ | |
θεάτρου τόπος συναγωγὴ Ἰουδαίων, καὶ πρὸς ὕβριν αὐτῶν τὴν | ||
463 | συναγωγὴν αὐτῶν λύσας θέατρον ἐποίησε, στήσας ἑαυτοῦ ἄγαλ‐ μα μαρμάρινον, ὅπερ ἕως νῦν ἐκεῖσε ἵσταται. Ἀρχομένου λοιπὸν τεσσαρακοστοῦ ἔτους τῆς εἰς οὐρανοὺς ἀναλήψεως τοῦ κυρίου, δευτέρῳ ἔτει Οὐεσπασιανοῦ, οἱ Ἰου‐ | |
5 | δαίων ἡγεμόνες τέλεον ἐπαύσαντο, τῆς ἐσχάτης αὐτοὺς ἁλώσεως καταλαβούσης. Συνάγεται ὁ πᾶς χρόνος ἐπὶ τὸ δεύτερον ἔτος Οὐεσπασια‐ νοῦ καὶ τὴν ὑστάτην ἅλωσιν Ἱεροσολύμων, ἀπὸ μὲν πεντεκαιδεκά‐ του ἔτους καὶ αὐτοῦ Τιβερίου Καίσαρος καὶ τοῦ σωτηρίου κηρύ‐ | |
10 | γματος ἀρχῆς εἰς ἔτη τεσσαράκοντα δύο, ἀπὸ δὲ ἕκτου ἔτους Δα‐ ρείου τοῦ Ὑστάσπου, καθ’ ὃ δευτέρας οἰκοδομῆς ἔτυχεν ὁ ναός, ἤγουν ἀπὸ δευτέρου ἔτους καὶ αὐτοῦ ξγʹ Ὀλυμπιάδος, ἐπὶ τὸ παρὸν δεύτερον ἔτος Οὐεσπασιανοῦ εἰς ἔτη φϙζʹ, ἀπὸ δὲ τῆς πρώτης ἐπισκευῆς αὐτοῦ τῆς ἐπὶ Σολομῶνος γενομένης εἰς ἔτη ͵αργʹ. | |
15 | Ἰνδ. ιγʹ. γʹ. ὑπ. Οὐεσπασιανοῦ Αὐγούστου τὸ βʹ καὶ Νερουᾶ. Ἰώσηππος ἱστορεῖ ἐν τῷ πέμπτῳ λόγῳ τῆς ἁλώσεως ὅτι ἔτους τρίτου Οὐεσπασιανοῦ ἡ ἅλωσις τῶν Ἰουδαίων γέγονεν, ὡς μετὰ μʹ ἔτη τῆς γενομένης παρ’ αὐτῶν τόλμης κατὰ τοῦ Ἰησοῦ· ἐν ᾧ χρόνῳ, φησί, καὶ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ κυρίου καὶ ἐπί‐ | |
20 | σκοπον Ἱεροσολύμων γενόμενον ὑπ’ αὐτῶν κρημνισθῆναι καὶ ὑπ’ | |
αὐτῶν ἀναιρεθῆναι λιθοβοληθέντα. | ||
464 | Κομμαγηνοὶ καὶ Σαμοσατεῖς ἐντεῦθεν τοὺς ἑαυτῶν ἀρι‐ θμοῦσι χρόνους. Ἰνδ. ιδʹ. δʹ. ὑπ. Οὐεσπασιανοῦ Αὐγούστου τὸ γʹ καὶ Τίτου. σιγʹ Ὀλυμπιάς. | |
5 | Ἰνδ. ιεʹ. εʹ. ὑπ. Οὐεσπασιανοῦ Αὐγούστου τὸ δʹ καὶ Τίτου τὸ βʹ. Οὐεσπασιανὸς μετὰ τὴν τῶν Ἱεροσολύμων ἅλωσιν πάντας τοὺς ἀπὸ γένους Δαβὶδ ἀναζητεῖσθαι προστάττει, ὡς μὴ περιλει‐ φθῆναι τινὰ παρὰ Ἰουδαίοις τῶν ἀπὸ τῆς βασιλικῆς φυλῆς καὶ ὡς | |
10 | ἐκ τούτου μέγιστον Ἰουδαίοις συμβῆναι διωγμὸν πάλιν. Ἰνδ. αʹ. ϛʹ. ὑπ. Δομετιανοῦ καὶ Μεσσαλλίνου. Ἰνδ. βʹ. θʹ. ὑπ. Οὐεσπασιανοῦ Αὐγούστου τὸ εʹ καὶ Τίτου τὸ γʹ. Ἐπὶ τούτων τῶν ὑπάτων ἐν Ῥόδῳ ὁ κολοσσὸς ἀνεστάθη, μῆκος ἔχων ποδῶν ρζʹ. | |
15 | Ἰνδ. γʹ. ηʹ. ὑπ. Οὐεσπασιανοῦ Αὐγούστου τὸ ϛʹ καὶ Τίτου τὸ δʹ. σιδʹ Ὀλυμπιάς. Ἰνδ. δʹ. θʹ. ὑπ. Οὐεσπασιανοῦ Αὐγούστου τὸ ζʹ καὶ Τίτου τὸ εʹ. | |
20 | Ἀλκίππη γυνὴ ἐν Ῥώμῃ ἐλέφαντα ἐγέννησεν, ἐν ᾧ καιρῷ | |
φθορὰ ἀνθρώπων ἐγένετο. | ||
465 | Ἰνδ. εʹ. ιʹ. ὑπ. Τίτου τὸ ϛʹ καὶ Δομετιανοῦ τὸ βʹ. Ἐν τούτῳ τῷ χρόνω νόσῳ βληθεὶς ὁ Οὐεσπασιανὸς βασι‐ λεὺς παρεθεὶς τελευτᾷ, ὢν ἐτῶν οʹ. Ῥωμαίων ηʹ ἐβασίλευσεν Τίτος ὁ υἱὸς αὐτοῦ ἔτη βʹ. | |
5 | ὁμοῦ ͵εφπηʹ. Ἰνδ. ϛʹ. αʹ. ὑπ. Τίτου Αὐγούστου τὸ ζʹ καὶ Δομετιανοῦ τὸ γʹ. Ἰνδ. ζʹ. βʹ. ὑπ. Γάλβα καὶ Πουλλίωνος. Ἕως τούτου τοῦ χρόνου διήρκεσαν Φίλων καὶ Ἰώσηππος ἱστορήσαντες τὴν ἅλωσιν. | |
10 | σιεʹ Ὀλυμπιάς. Ἐπὶ τῶν προκειμένων ὑπάτων πάθει δεινῷ βληθεὶς Τίτος ἀπέθανεν, ὢν ἐτῶν μβʹ. Ῥωμαίων θʹ ἐβασίλευσεν Δομετιανὸς ἔτη ιϛʹ. ὁμοῦ ͵εχδʹ. Ἰνδ. ηʹ. αʹ. ὑπ. Δομετιανοῦ Αὐγούστου τὸ δʹ καὶ Σαβίνου. | |
15 | Ἰνδ. θʹ. βʹ. ὑπ. Δομετιανοῦ Αὐγούστου τὸ εʹ καὶ Τίτου Ῥούφου. Δομετιανὸς εὐνουχίζειν ἄνδρας ἐκώλυσεν. Ἰνδ. ιʹ. γʹ. ὑπ. Δομετιανοῦ Αὐγούστου τὸ ϛʹ καὶ Σαβίνου. | |
Ἰνδ. ιαʹ. δʹ. ὑπ. Δομετιανοῦ Αὐγούστου τὸ ζʹ καὶ Φουλβίου. | ||
466 | σιϛʹ Ὀλυμπιάς. Ἰνδ. βʹ. εʹ. ὑπ. Δομετιανοῦ Αὐγούστου τὸ ηʹ καὶ Δολαβέλλα. Δομετιανὸς τὸν ἄξυλον ναὸν κατεσκεύασεν. Ἐπὶ τῶν προκειμένων ὑπάτων πρώτη πενταετηρὶς ἀγῶνος | |
5 | ἤχθη ἐν Ῥώμῃ. Δύο μῆνες μετωνομάσθησαν, σεπτέμβριος γερμανικὸς καὶ ὀκτώβριος δομετιανός, διὰ τὸ νίκας ἐν αὐτοῖς κατὰ Γερμανῶν ἐνεχθῆναι τῇ Ῥώμῃ. Ἰνδ. ιγʹ. ϛʹ. ὑπ. Δομετιανοῦ Αὐγούστου τὸ θʹ καὶ Σατορ‐ | |
10 | νίνου. Ἰνδ. ιδʹ. ζʹ. ὑπ. Δομετιανοῦ Αὐγούστου τὸ ιʹ καὶ Τίτου Ῥού‐ φου τὸ βʹ. Ἰνδ. ιεʹ. ηʹ. ὑπ. Φουλβίου τὸ βʹ καὶ Ἀτρατίνου. Ἡ πρώτη τῶν τῆς Ἑστίας παρθένων Κορνηλία ἐπὶ φθορᾷ | |
15 | κατηγορήθη, καὶ ζῶσα κατωρύγη μετὰ τῶν συνήθων αὐτῆς φί‐ λων κατὰ τὸν νόμον. σιζʹ Ὀλυμπιάς. Ἰνδ. αʹ. θʹ. ὑπ. Δομετιανοῦ Αὐγούστου τὸ ιαʹ καὶ Νερούα. Δομετιανὸς διετάξατο ἐν ταῖς πόλεσιν ἄμπελον μὴ φυτεύ‐ | |
20 | εσθαι. | |
467 | Ἰνδ. βʹ. ιʹ. ὑπ. Λαβρίωνος καὶ Τραϊανοῦ. Τῆς Ῥωμαίων ἐκκλησίας ἡγεῖται τρίτος Κλήμης ἔτη θʹ, ὃς καὶ ὑπὸ Παύλου τοῦ ἀποστόλου ἐν τῇ πρὸς Φιλιππησίους ἐπιστο‐ λῇ μνημονεύεται, φήσαντος, Μετὰ καὶ Κλήμεντος καὶ τῶν λοι‐ | |
5 | πῶν συνεργῶν μου, ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς. Ἰνδ. γʹ. ιαʹ. ὑπ. Δομετιανοῦ Αὐγούστου τὸ ιβʹ καὶ Σατορ‐ νίνου. Ἰνδ. δʹ. ιβʹ. ὑπ. Πομπηίου καὶ Κρισπίνου. Ἐπὶ τούτων τῶν ὑπάτων Ἀπολλώνιος ὁ Τυανεὺς ἤκμαζεν, | |
10 | περιπολεύων πανταχοῦ καὶ ποιῶν τελέσματα εἰς τὰς πόλεις καὶ χώρας, ὅστις ἀπὸ Ῥώμης ἐξελθὼν κατέλαβε τὸ Βυζάντιον, καὶ ἐλθὼν εἰς Βυζοῦ πόλιν, τὴν ἀπὸ τῆς τύχης λεγομένην Κωνσταν‐ τινούπολιν, ἐποίησε τελέσματα πολλά, τὸ τῶν χελωνῶν καὶ τὸ τοῦ Λύκου ποταμοῦ κατὰ μέσον τῆς πόλεως καὶ τὸ τῶν ἵππων | |
15 | καὶ ἄλλων τινῶν. σιηʹ Ὀλυμπιάς. Ἰνδ. εʹ. ιγʹ. ὑπ. Δομετιανοῦ Αὐγούστου τὸ ιγʹ καὶ Φλαβίου Κλήμεντος. Δεύτερος μετὰ Νέρωνα Δομετιανὸς χριστιανοὺς ἐδίωξεν. | |
20 | Ἐπ’ αὐτοῦ δὲ καὶ ὁ ἀπόστολος Ἰωάννης εἰς Πάτμον ἐξορί‐ | |
468 | ζεται τὴν νῆσον, ἔνθα τὴν ἀποκάλυψιν ἑωρακέναι λέγεται, ὡς δηλοῖ Εἰρηναῖος. Δομετιανὸς τοὺς ἀπὸ γένους Δαβὶδ ἀναιρεῖσθαι προσέτα‐ ξεν, ἵνα μή τις διαμείνῃ διάδοχος τῆς τῶν Ἰουδαίων βασιλικῆς | |
5 | φυλῆς. Ἰνδ. ϛʹ. ιδʹ. ὑπ. Ἀσπρενάτου καὶ Λατεράνου. Ἱστορεῖ ὁ Βρούττιος πολλοὺς χριστιανοὺς κατὰ τὸ ιδʹ ἔτος Δομετιανοῦ μεμαρτυρηκέναι. Ἰνδ. ζʹ. ιεʹ. ὑπ. Δομετιανοῦ Αὐγούστου τὸ ιδʹ καὶ Κλήμεν‐ | |
10 | τος τὸ βʹ. Ἰνδ. ηʹ. ιϛʹ. ὑπ. Οὐάλεντος καὶ Βετέρου. Τούτῳ τῷ ἔτει ὁ βασιλεὺς Δομετιανὸς ἐφόνευσεν τὸν περι‐ βόητον Ἀσκληπιόν, ὃς προεῖπεν αὐτῷ ὅτι σφαζόμενος τελευτᾷ. καὶ κατασκευασθεὶς ἀπὸ τῆς συγκλήτου ὁ αὐτὸς βασιλεὺς Δομε‐ | |
15 | τιανός, ὡς εἰσῆλθεν ἐν τῷ ἱερῷ τοῦ Διὸς θυσιάσαι, ἀφανὴς γε‐ νόμενος τελευτᾷ, ὢν ἐτῶν μεʹ, φησάντων πάντων ὅτι ἐπήρθη ἀπὸ τῆς γῆς εἰς τὸν ἀέρα, ὡς φιλόσοφος. ὁ δὲ ἀνῃρέθη ἐν τῷ τοῦ Διὸς ἱερῷ, σφαγεὶς ἀπὸ τῆς συγκλήτου, ὡς ὑπερήφανος καὶ τυραννῶν αὐτούς. οἵτινες ἐποίησαν ἣν ἐφόρει χλαμύδα πορ‐ | |
20 | φυρᾶν κρεμασθῆναι εἰς μίαν ἅλυσιν τῶν οὐσῶν ἐν τῷ ἱερῷ καν‐ | |
469 | δήλων, καὶ πάντες εἰσιόντες εἰς τὸ ἱερὸν ἠπατῶντο, νομίζοντες ὅτι ἐπήρθη εἰς τὸν ἀέρα. ἐγνώσθη δὲ μετὰ ταῦτα ὅτι ἐσφάγη, καὶ ἐγένετο ταραχή, διότι εἰς τὸ ἱερὸν ἔσω ἐσφάγη. σιθʹ Ὀλυμπιάς. | |
5 | Ῥωμαίων ιʹ ἐβασίλευσεν Νερουᾶς ἔτος αʹ. ὁμοῦ ͵εχεʹ. Ἰνδ. θʹ. αʹ. ὑπ. Νερουᾶ Αὐγούστου καὶ Τίτου Ῥούφου τὸ γʹ. Κατὰ τοῦτον τὸν χρόνον ὁ βασιλεὺς Νερουᾶς ἀνεκαλέσατο τὸν ἀπόστολον Ἰωάννην ἀπὸ Πάτμου τῆς νήσου, καὶ ἦλθεν πά‐ λιν εἰς Ἔφεσον. | |
10 | Ἐπὶ τῆς βασιλείας Νερουᾶ ἀνεφάνη δογματίζων Μάνης, διδάσκων καὶ ὀχλαγωγῶν. Ἐν τούτῳ τῷ χρόνῳ ἐκωλύθησαν οἱ μονομάχοι καὶ αἱ θεαὶ αὐτῶν, καὶ ἀντ’ αὐτῶν ἐπενοήθη ἡ τῶν κυνηγίων θέα. Νερουᾶς νοσήσας ἐτελεύτησεν πρὸ ηʹ καλανδῶν φεβρουα‐ | |
15 | ρίων, ἄρξας ἔτος αʹ. Ῥωμαίων ιαʹ ἐβασίλευσεν Τραϊανὸς ἔτη ιθʹ. ὁμοῦ ͵εχκδʹ Ἰνδ. ιʹ. αʹ. ὑπ. Τραϊανοῦ Αὐγούστου μόνου. Ἰνδ. ιαʹ. βʹ. ὑπ. Παλμᾶ καὶ Σενεκίωνος. | |
Ἰνδ. ιβʹ. γʹ. ὑπ. Τραϊανοῦ Αὐγούστου τὸ βʹ καὶ Ποντιανοῦ. | ||
470 | σκʹ Ὀλυμπιάς. Ἰνδ. ιγʹ. δʹ. ὑπ. Τραϊανοῦ Αὐγούστου τὸ γʹ καὶ Πέτου. Ἰωάννην τὸν ἀπόστολον καὶ εὐαγγελιστὴν μέχρι τῶν Τραϊα‐ νοῦ χρόνων παραμεῖναι τῷ βίῳ Εἰρηναῖος ἱστορεῖ. Κλήμης δὲ ὁ | |
5 | Ἀλεξανδρεὺς καὶ αὐτὸς τὰ αὐτὰ σύμφησι, καὶ περμέναι αὐτὸν τὴν Ἀσίαν καὶ τὰς πλησιοχώρους πατρίδας ἐπισκόπους καθι‐ στῶντα καὶ κληρικούς. Ἐν ᾧ χρόνῳ καὶ ὁ νεανίσκος, ὃν παρέθετο ὁ ἀπόστολος Ἰωάννης τῷ ἐπισκόπῳ Σμύρνης, καὶ μετὰ τοῦτο λῄσταρχος γεγο‐ | |
10 | νώς, εἶτα διὰ τοῦ ἁγίου Ἰωάννου μετανοήσας, ἐγνωρίζετο. Ἰνδ. ιδʹ. εʹ. ὑπ. Συριανοῦ καὶ Συρίου. Ἰνδ. ιεʹ. ϛʹ. ὑπ. Τραϊανοῦ Αὐγούστου τὸ δʹ καὶ Μαξίμου. Ἰνδ. αʹ. ζʹ. ὑπ. Συριανοῦ τὸ βʹ καὶ Μαρκέλλου. Διήρκεσεν ὁ θεολόγος μετὰ τὴν ἀνάληψιν τοῦ κυρίου καὶ | |
15 | θεοῦ ἡμῶν ἔτη οβʹ. Ἐπὶ τούτων τῶν ὑπάτων διωγμὸς χριστιανῶν ἐγένετο, καὶ πολλοὶ ἐνδόξως ἐμαρτύρησαν διὰ τὴν εἰς Χριστὸν ὁμολογίαν. Ἐπὶ τῶν προκειμένων ὑπάτων φασὶ τὸν ἅγιον Ἰωάννην γε‐ νόμενον ἐτῶν ρʹ καὶ μηνῶν ζʹ κοιμηθῆναι. | |
20 | Ἐν τούτῳ τῷ χρόνῳ Κλήμης ὁ Ῥώμης ἐπίσκοπος τελευτᾷ. | |
471 | κατὰ τὸν αὐτὸν χρόνον καὶ Σίμων ὁ Κανανίτης ὁ ἐπικληθεὶς Ἰούδας Ἰακώβου, ὁ γενόμενος ἐπίσκοπος μετὰ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ κυρίου, ζήσας ἔτη ρκʹ, ἐσταυρώθη. Ἐπὶ τούτου τοῦ Τραϊανοῦ καὶ Μάρκος ὁ εὐαγγελιστὴς καὶ | |
5 | ἐπίσκοπος Ἀλεξανδρείας γενόμενος, κάλων λαβὼν καὶ συρεὶς ἀπὸ τῶν καλουμένων τὰ Βουκολίων ἕως τῶν λεγομένων Ἀγγέλων, ἐκεῖ‐ σε πυρὶ κατεκαύθη φαρμουθὶ πρώτῃ, καὶ οὕτως ἐμαρτύρησεν. Κρήσκης κηρύξας τὸ εὐαγγέλιον τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν Γαλλίαις ἐπὶ Νέρωνος ἀποθνήσκει, καὶ ἐκεῖσε θά‐ | |
10 | πτεται. σκαʹ Ὀλυμπιάς. Ἰνδ. βʹ. ηʹ. ὑπ. Κανδίδου καὶ Κουαδράτου. Τραϊανοῦ κατὰ χριστιανῶν διωγμὸν κινήσαντος Σίμων ὁ τοῦ Κλεοπᾶ, τῆς ἐν Ἱεροσολύμοις ἐκκλησίας ἐπίσκοπος γενόμενος, | |
15 | ἐμαρτύρησεν, γενόμενος ἐτῶν ρκʹ, ἐπὶ Ἀττικοῦ ὑπατικοῦ διαβληθεὶς ὑπὸ τῶν τῆς μοίρας Κηρίνθου καὶ τῶν λεγομένων Νικολαϊτῶν, ὡς οὐ μόνον χριστιανός, ἀλλὰ καὶ ὡς ἀπὸ τῶν τοῦ γένους Δαβὶδ ὑπάρχων, ὃς ἐπὶ πλείστας ἡμέρας αἰκισθείς, καὶ αὐτὸν τὸν δικα‐ | |
στὴν καὶ τοὺς περὶ αὐτὸν τὰ μέγιστα καταπλήξας, τῷ τοῦ σταυ‐ | ||
472 | ροῦ πάθει παραπλήσιον τοῦ κυρίου τέλος ἀπηνέγκατο. ὁμοίως δὲ καὶ Ἰγνάτιος Ἀντιοχέων ἐπίσκοπος ἐν Ῥώμῃ ἐμαρτύρησεν. Ἐπὶ τῶν προκειμένων ὑπάτων ἡ τῶν Ἐβιωναίων αἵρεσις ἐγνωρίζετο, πτωχὰ περὶ τοῦ Χριστοῦ δοξάζουσα, μὴ εἶναι λέ‐ | |
5 | γουσα τὸν Χριστὸν πρὸ αἰώνων, ἀλλ’ ἐπ’ ἐσχάτων, ἀξίαν τῆς αἱρέσεως αὐτῶν τὴν ὀνομασίαν εἰληφότες· Ἐβιωναῖοι γὰρ πτωχοὶ ἑρμηνεύονται. Πετραῖοι καὶ Βοστρηνοὶ ἐντεῦθεν τοὺς ἑαυτῶν χρόνους ἀριθμοῦσι. | |
10 | Ἰνδ. γʹ. θʹ. ὑπ. Κομμόδου καὶ Κερατανοῦ. Τούτοις τοῖς ὑπάτοις πολέμου χαλεποῦ ἐπιβάντος τῇ Ῥω‐ μανίᾳ ὑπὸ Περσῶν καὶ Γόθων καὶ ἑτέρων ἐθνῶν, Τραϊανὸς ἀπερχόμενος εἰς τὸν τούτων πόλεμον ἄφεσιν ἐχαρίσατο τῶν τε‐ λῶν, ἄχρις ἂν ἐπιστρέψῃ. | |
15 | Ἰνδ. δʹ. ιʹ. ὑπ. Συριανοῦ τὸ γʹ καὶ Σενεκίωνος τὸ βʹ. Τῆς Ἱεροσολύμων ἐκκλησίας τρίτος προέστη Ἰοῦστος ὁ ἐπι‐ κληθεὶς Βαρσαββᾶς, ὁ ἐκλεγεὶς ὑπὸ τῶν ἀποστόλων ἀντὶ Ἰούδα τοῦ προδότου· μεθ’ οὗ καὶ Ματθίας ἐπελέγη ὑπὸ τῶν αὐτῶν ἁγίων ἀποστόλων. | |
20 | Ἰνδ. εʹ. ιαʹ. ὑπ. Γάλλου καὶ Βραδουᾶ. σκβʹ Ὀλυμπιάς. | |
Ἰνδ. ϛʹ. ιβʹ. ὑπ. Παλμᾶ καὶ Τούλλου. | ||
473 | Μέχρι τούτων τῶν ὑπάτων οἱ συνόμιλοι τῶν ἁγίων ἀποστό‐ λων ἐπίσκοποι γεγονότες ἐγνωρίζοντο. Ἰνδ. ζʹ. ιγʹ. ὑπ. Ὀρφίτου καὶ Πρισκιανοῦ. Ἰνδ. ηʹ. ιδʹ. ὑπ. Πίσωνος καὶ Ἰουλιανοῦ. | |
5 | Ἰνδ. θʹ. ιεʹ. ὑπ. Τραϊανοῦ Αὐγούστου τὸ εʹ καὶ Ἀφρικανοῦ. σκγʹ Ὀλυμπιάς. Ἰνδ. ιʹ. ιϛʹ. ὑπ. Πρισκιανοῦ καὶ Κέλσου. Ἰνδ. ιαʹ. ιζʹ. ὑπ. Μάλσου καὶ Βουλκίσκου. Ἰνδ. ιβʹ. ιηʹ. ὑπ. Μεσσάλα καὶ Πόδωνος. | |
10 | Ἰνδ. ιγʹ. ιθʹ. ὑπ. Αἰλιανοῦ καὶ Βετέρου. Ὁ βασιλεὺς Τραϊανὸς ὑδρωπιάσας ἀπέθανεν ἐν Σελινοῦν‐ τι, πόλει τῆς Σελευκίας, ὢν ἐτῶν ξεʹ. Ῥωμαίων ιβʹ ἐβασίλευσεν Αἴλιος Ἀδριανὸς ἔτη καʹ. ὁμοῦ ͵εχμεʹ. | |
15 | σκδʹ Ὀλυμπιάς. Ἰνδ. ιδʹ. αʹ. ὑπ. Ἀπρωνιανοῦ καὶ Νίγρου. Ἰνδ. ιεʹ. βʹ. ὑπ. Αἰλίου Ἀδριανοῦ Αὐγούστου καὶ Σαλινά‐ | |
τωρος. | ||
474 | Ἰνδ. αʹ. γʹ. ὑπ. Αἰλίου Ἀδριανοῦ Αὐγούστου τὸ βʹ καὶ Ῥου‐ στικίου. Ἐπὶ τούτων τῶν ὑπάτων Ἰουδαίων στασιασάντων ἦλθεν Ἀδριανὸς εἰς Ἱεροσόλυμα, καὶ ἔλαβε τοὺς Ἰουδαίους αἰχμαλώ‐ | |
5 | τους, καὶ ἀπελθὼν εἰς τὴν λεγομένην Τερέβινθον προέστησεν πανήγυριν καὶ πέπρακεν αὐτοὺς εἰς ταγὴν ἵππου ἕκαστον, καὶ τοὺς ὑπολειφθέντας ἔλαβεν εἰς Γάζαν, καὶ ἐκεῖ ἔστησεν πανήγυ‐ ριν καὶ ἐπώλησεν αὐτούς, καὶ ἕως τοῦ νῦν ἡ πανήγυρις ἐκείνη λέγεται Ἀδριανή. καὶ καθελὼν τὸν ναὸν τῶν Ἰουδαίων τὸν | |
10 | ἐν Ἱεροσολύμοις ἔκτισε τὰ δύο δημόσια καὶ τὸ θέατρον καὶ τὸ τρικάμαρον καὶ τὸ τετράνυμφον καὶ τὸ δωδεκάπυλον τὸ πρὶν ὀνο‐ μαζόμενον ἀναβαθμοὶ καὶ τὴν κόδραν, καὶ ἐμέρισεν τὴν πόλιν εἰς ἑπτὰ ἄμφοδα, καὶ ἔστησεν ἀνθρώπους ἰδίους ἀμφοδάρχας, καὶ ἑκάστῳ ἀμφοδάρχῃ ἀπένειμεν ἄμφοδον· καὶ ἕως τῆς σήμε‐ | |
15 | ρον εἰς τὸ τοῦ ἀμφοδάρχου ὄνομα ἕκαστον ἄμφοδον χρηματίζει. καὶ ἐπέθηκε τὸ ἑαυτοῦ ὄνομα τῇ πόλει, Αἰλίαν αὐτὴν ὀνομάσας, ἐπειδὴ Αἴλιος Ἀδριανὸς ἐλέγετο. Ἰνδ. βʹ. δʹ. ὑπ. Σεβήρου καὶ Φούλκου. σκεʹ Ὀλυμπιάς. | |
20 | Ἰνδ. γʹ. εʹ. ὑπ. Σευήρου τὸ βʹ καὶ Αὐγουρίνου. | |
475 | Ἰνδ. δʹ. ϛʹ. ὑπ. Ἀβιόλα καὶ Πανσᾶ. Τούτοις τοῖς ὑπάτοις Ἀδριανὸς εἰς τὴν Αἴγυπτον παρεγέ‐ νετο, καὶ κτίζει τὴν Ἀντινόου τῆς Θηβαΐδος, πρὸ γʹ καλανδῶν νοεμβρίου. | |
5 | Ἰνδ. εʹ. ζʹ. ὑπ. Ἀπρωνιανοῦ τὸ βʹ καὶ Παμπίνου. Ἐπὶ τούτων τῶν ὑπάτων Ἀπολλώνιος ὁ Τυανεὺς καταστρέ‐ φει τὸν βίον. Ἀδριανὸς ἐν Νικομηδείᾳ καὶ Νικαίᾳ ἀγορὰς ἐποίησε καὶ τετραπλατείας καὶ τὰ τείχεα τὰ πρὸς τῇ Βιθυνίᾳ· ἔτι γε μὴν καὶ | |
10 | ἐν Κυζίκῳ ναὸν ἔκτισεν καὶ τὴν ἐν αὐτῇ πλατεῖαν ἔστρωσε μαρ‐ μάροις. καὶ ἐν πολλαῖς δὲ ἄλλαις ἐπισημοτέραις πόλεσι ναοὺς διαφόρους καὶ πολλοὺς ἀνέστησεν, καὶ ἀγάλματα ποικίλα ἵδρυ‐ σεν ἐν αὐτοῖς. Ἰνδ. ϛʹ. ηʹ. ὑπ. Γλαβρίωνος καὶ Τορκουάτου. | |
15 | σκϛʹ Ὀλυμπιάς. Ἰνδ. ζʹ. θʹ. ὑπ. Ἀσιατικοῦ καὶ Ἀκυλίνου. Ἰνδ. ηʹ. ιʹ. ὑπ. Σεβήρου τὸ γʹ καὶ Ἀμβιγούλου. Ἀδριανὸς ὁ αὐτοκράτωρ πατὴρ πατρίδος ἀνηγορεύθη καὶ ἡ γυνὴ αὐτοῦ σεβαστή. | |
20 | Ἰνδ. θʹ. ιαʹ. ὑπ. Τιτιανοῦ καὶ Γαλλικανοῦ. | |
Ἰνδ. ιʹ. ιβʹ. ὑπ. Τορκουάτου καὶ Λίβωνος. | ||
476 | Ἐπὶ τούτων τῶν ὑπάτων σεισμοῦ γενομένου Νικομηδείας καὶ Ἀορίας τῆς Βιθυνίας τὰ πολλὰ κατεστράφη. σκζʹ Ὀλυμπιάς. Ἰνδ. ιαʹ. ιγʹ. ὑπ. Μαρκέλλου καὶ Κέλσου. | |
5 | Ἰνδ. ιβʹ. ιδʹ. ὑπ. Κατουλλίνου καὶ Λίβωνος τὸ βʹ. Ὁ ἐν Ῥόδῳ κολοσσὸς ἐπὶ τῆς ἀρχῆς Ἀδριανοῦ πρῶτος ἐκινήθη. Ἰνδ. ιγʹ. ιεʹ. ὑπ. Ποντιανοῦ καὶ Ῥούφου. Ἰνδ. ιδʹ. ιϛʹ. ὑπ. Αὐγουρίνου καὶ Σεργιανοῦ. | |
10 | Ἀκύλας ἐγνωρίζετο, ὃς ἦν πενθερὸς Ἀδριανοῦ τοῦ βασι‐ λέως. ἦν δὲ Ἕλλην, ὡς Ἀδριανός, ἀπὸ Σινώπης τοῦ Πόντου ὁρμώμενος, ὕστερον δὲ ἐβαπτίσθη, πεισθεὶς ὑπὸ τῶν ἀποστό‐ λων. ἦν δὲ καὶ ἀστρονόμος, καὶ ἐγκαλούμενος περὶ τούτου ἀπὸ τῶν τῆς ἐκκλησίας, καὶ μὴ πεισθείς, μετέπειτα τὰ χριστιανῶν | |
15 | ἀθετήσας, προσηλυτεύει τε Ἰουδαίοις καὶ περιτέμνεται Ἰουδαῖος, καὶ ἐμπόνως μαθὼν τὴν αὐτῶν διάλεκτον καὶ τὰ στοιχεῖα ἑρμη‐ νείαν ἑαυτῷ ἑρμήνευσεν οὐκ ὀρθῷ λογισμῷ, ἀλλ’ ὅπως διαστρέ‐ ψῃ τινὰ τῶν ῥητῶν. ταῦτα ἱστορεῖ Ἐπιφάνιος ὁ Κύπριος εἰς | |
τὸν λόγον αὐτοῦ τὸν περὶ σταθμῶν καὶ μέτρων. | ||
477 | σκηʹ Ὀλυμπιάς. Ἰνδ. ιεʹ. ιζʹ. ὑπ. Ἰεβερίου καὶ Σισίννου. Ἰνδ. αʹ. ιηʹ. ὑπ. Σεβήρου καὶ Οὐάρου. Τούτῳ τῷ ἔτει Ἀπελλῆς καὶ Ἀρίστων, ὧν μέμνηται Εὐσέ‐ | |
5 | βιος ὁ Παμφίλου ἐν τῇ ἐκκλησιαστικῇ αὐτοῦ ἱστορίᾳ, ἐπιδίδω‐ σιν ἀπολογίας σύνταξιν περὶ τῆς καθ’ ἡμᾶς θεοσεβείας Ἀδριανῷ τῷ βασιλεῖ. Ἰνδ. βʹ. ιθʹ. ὑπ. Ποντιανοῦ τὸ βʹ καὶ Ἀκυλίνου. Ἰνδ. γʹ. κʹ. ὑπ. Κομμόδου καὶ Ποντιανοῦ τὸ γʹ. | |
10 | σκθʹ Ὀλυμπιάς. Ἰνδ. δʹ. καʹ. ὑπ. Αἰλιανοῦ Καίσαρος καὶ Βαλβίνου. Ἐπὶ τούτων τῶν ὑπάτων Αἴλιος Ἀδριανὸς νοσήσας ὀλίγας ἡμέρας ἐτελεύτησεν, ὢν ἐτῶν οζʹ. Ῥωμαίων ιγʹ ἐβασίλευσεν Αἴλιος Ἀντωνῖνος ὁ εὐσεβὴς ἔτη | |
15 | κγʹ. ὁμοῦ ͵εχξηʹ. Ἰνδ. εʹ. αʹ. ὑπ. Καμερίνου καὶ Νίγρου. Ἰνδ. ϛʹ. βʹ. ὑπ. Ἀντωνίνου Αὐγούστου καὶ Πραισέντου. Κέρδων τῆς κατὰ Μαρκίωνα πλάνης ἀρχηγός, ποτὲ μὲν | |
συνὼν τοῖς ἐν Ῥώμῃ χριστιανοῖς, ποτὲ δὲ παραδιδάσκων καὶ λέ‐ | ||
478 | γων ὅτι ἄλλος ἐστὶν ὁ ὑπὸ τοῦ νόμου κηρυττόμενος θεός, ὁ μὴ ὢν πατὴρ τοῦ Χριστοῦ, καὶ τὸν μὲν γνωρίζεσθαι, τὸν δὲ ἄγνω‐ στον εἶναι, καὶ τὸν μὲν δίκαιον, τὸν δὲ ἀγαθὸν ὑπάρχειν, ὡς ἀπὸ τῶν κατὰ Σίμωνα τὸν μάγον ἔχων τὰς ἀφορμάς. ὃς ἐν τοῖς | |
5 | μετὰ ταῦτα διάδοχον ἔσχε Μαρκίωνα Ποντικόν. Ἰνδ. ζʹ. γʹ. ὑπ. Ἀντωνίνου Αὐγούστου τὸ βʹ καὶ Μάρκου Αὐρηλιανοῦ Βήρου υἱοῦ αὐτοῦ. σλʹ Ὀλυμπιάς. Ἰνδ. ηʹ. δʹ. ὑπ. Σεβήρου τὸ δʹ καὶ Σιλανοῦ. | |
10 | Ἰνδ. θʹ. εʹ. ὑπ. Ῥουφίνου καὶ Κουαδράτου. Ἰνδ. ιʹ. ϛʹ. ὑπ. Τορκουάτου καὶ Ἡρώδου. Ἰνδ. ιαʹ. ζʹ. ὑπ. Ἀβιόλα καὶ Μαξίμου. σλαʹ Ὀλυμπιάς. Ἰνδ. ιβ. ηʹ. ὑπ. Ἀντωνίνου Αὐγούστου τὸ γʹ καὶ Αὐρηλια‐ | |
15 | νοῦ τὸ βʹ. Ἰνδ. ιγʹ. θʹ. ὑπ. Σεβήρου τὸ εʹ καὶ Οὐηρίνου. Ἰνδ. ιδʹ. ιʹ. ὑπ. Λάργου καὶ Μεσσαλίνου. Τούτοις τοῖς ὑπάτοις ἄφεσις ἐγένετο τῶν χρεοφειλετῶν πα‐ ρὰ Ἀντωνίνου Εὐσεβοῦς, καὶ οἱ ταμιακοὶ χάρται δωρεὰν ἐκαύ‐ | |
20 | θησαν. | |
479 | Ἰνδ. ιεʹ. ιαʹ. ὑπ. Τορκουάτου τὸ βʹ καὶ Ἰουλιανοῦ. Ἐπὶ τούτων τῶν ὑπάτων Ἀφρικανὸς τελευτᾷ. σλβʹ Ὀλυμπιάς. Ἰνδ. αʹ. ιβʹ. ὑπ. Ὀρφίτου καὶ Πρίσκου. | |
5 | Ἰνδ. βʹ. ιγʹ. ὑπ. Γλαβρίωνος καὶ Βετέρου. Ἰνδ. γʹ. ιδʹ. ὑπ. Κονδιανοῦ καὶ Μαξίμου. Ἰνδ. δʹ. ιεʹ. ὑπ. Γλαβρίωνος τὸ βʹ καὶ Ἰουμιλίου. σλγʹ Ὀλυμπιάς. Ἰνδ. εʹ. ιϛʹ. ὑπ. Πραίσεντος καὶ Ῥουφίνου. | |
10 | Ἰνδ. ϛʹ. ιζʹ. ὑπ. Κομμόδου καὶ Λατερανοῦ. Ἰνδ. ζʹ. ιηʹ. ὑπ. Σεβήρου τὸ ϛʹ καὶ Σαβινιανοῦ. Ἰνδ. ηʹ. ιθʹ. ὑπ. Σιλβάνου καὶ Αὐγουρίνου. σλδʹ Ὀλυμπιάς. Ἰνδ. θʹ. κʹ. ὑπ. Βαρβάρου καὶ Ῥηγούλου. | |
15 | Ἰνδ. ιʹ. καʹ. ὑπ. Τερτύλλου καὶ Σακερδότου. Πολύκαρπος Σμύρνης ἐπίσκοπος, ἀνὴρ θαυμάσιος, καὶ τῶν ἀποστόλων οὐ μόνον ἀκουστής, ἀλλὰ καὶ ὑπ’ αὐτῶν ἐπίσκο‐ πος καταστάς, ἔτι περιὼν ἐν τῷ βίῳ, γενόμενος ἐν Ῥώμῃ ἐπὶ | |
Ἀνικήτου ἐπισκόπου διὰ ζήτημα περὶ τῆς τοῦ πάσχα ἑορτῆς πολ‐ | ||
480 | λοὺς τῶν ἀπὸ Οὐαλεντίνου καὶ Μαρκίωνος αἱρετικῶν τῷ τοῦ Χρι‐ στοῦ ὑγιεῖ λόγῳ ἐπέστρεψεν. ὃς καὶ Μαρκίωνί ποτε εἰς ὄψιν αὐτοῦ ἐλθόντι καὶ φήσαντι, Ἐπιγινώσκεις ἡμᾶς; ἀπεκρίθη Ἐπιγινώσκω σε τὸν πρωτότοκον τοῦ Σατανᾶ, ὡς ἱστορεῖ Εἰρη‐ | |
5 | ναῖος. Ἰνδ. ιαʹ. κβʹ. ὑπ. Κυιντίλλου καὶ Πρίσκου. Ἰνδ. ιβʹ. κγʹ. ὑπ. Βραδουᾶ καὶ Οὐήρου. Ἐπὶ τούτων τῶν ὑπάτων ἐσφάγη Αἴλιος Ἀντωνῖνος ἐν Προ‐ κονήσῳ, ὢν ἐτῶν ξζʹ. | |
10 | Ῥωμαίων ιδʹ ἐβασίλευσεν Μάρκος Αὐρήλιος Ἀντωνῖνος ὁ καὶ Οὐῆρος, υἱὸς Ἀντωνίνου τοῦ Εὐσεβοῦς, καὶ Λούκιος Αὐ‐ ρήλιος Κόμμοδος ἀδελφὸς αὐτοῦ ἔτη ιθʹ. ὁμοῦ ͵εχπζʹ. σλεʹ Ὀλυμπιάς. Ἰνδ. ιγʹ. αʹ. ὑπ. Μάρκου Αὐρηλίου Οὐήρου καὶ Λουκίου | |
15 | Κομμόδου Αὐγούστου. Ἰνδ. ιδʹ. βʹ. ὑπ. Μάρκου Αὐρηλίου Οὐήρου καὶ Λουκίου Κομμόδου Αὐγούστου τὸ βʹ. Ἰνδ. ιεʹ. γʹ. ὑπ. Ῥουστικίου καὶ Ἀκυλίνου. Ἰνδ. αʹ. δʹ. ὑπ. Αἰλιανοῦ καὶ Πάστωρος. | |
20 | Ἔτους ρλγʹ τῆς εἰς οὐρανοὺς ἀναλήψεως τοῦ κυρίου μεγί‐ | |
481 | στων τὴν Ἀσίαν ἀνασοβησάντων διωγμῶν πολλοὶ ἐμαρτύρησαν, ἐν οἷς Πολύκαρπος Σμύρνης ἐπίσκοπος καὶ τοῦ ἀποστόλου Ἰωάν‐ νου μαθητὴς καὶ ὑπ’ αὐτοῦ κατασταθεὶς ἐπίσκοπος, συλληφθεὶς ἐπὶ ἀνθυπάτου Τατίου Κοδράτου ὑπὸ Ἡρώδου εἰρηνάρχου, | |
5 | υἱοῦ ὄντος Νικήτου, καὶ πολλὰ ὑπομείνας διὰ τὴν εἰς Χριστὸν πίστιν, τῇ πρὸ ζʹ καλανδῶν ἀπριλίων τῷ μεγάλῳ σαββάτῳ ὥραν ηʹ τοῦ κεντυρίωνος τὴν τῶν ἐπισυναχθέντων Ἰουδαίων καὶ ἐθνικῶν φιλονεικίαν θεασαμένου τεθεὶς ὑπ’ αὐτῶν ἐν μέσῳ ἐκάη ζῶν, ὢν ἐτῶν πϛʹ. οὕτω γὰρ καὶ ἀπεκαλύφθη αὐτῷ τε‐ | |
10 | λειοῦσθαι αὐτὸν ζῶντα καιόμενον. περὶ δὲ τῶν ἐτῶν αὐτοῦ εἶπε τῷ ἀνθυπάτῳ εἰπόντι αὐτῷ, Βλασφήμησον τὸν Χριστόν· ὁ δὲ εἶπεν, Πϛʹ ἔτη δουλεύω τῷ Χριστῷ, οὐδέν με ἠδίκησε· καὶ πῶς δύναμαι βλασφημῆσαι τὸν σώσαντά με βασιλέα; τούτῳ καὶ φωνὴ ἐκ τοῦ οὐρανοῦ ἐδόθη ἐν τῷ σταδίῳ Σμυρναίων εἰσιόντι, | |
15 | Ἴσχυε, Πολύκαρπε, καὶ ἀνδρίζου. καὶ τὸν μὲν εἰπόντα οὐδεὶς τῶν ἄλλων εἶδεν, τὴν δὲ φωνὴν πολλοὶ καὶ τῶν ἡμετέρων ἤκου‐ σαν. σὺν τῷ ἁγίῳ δὲ Πολυκάρπῳ καὶ ἄλλοι θʹ ἀπὸ Φιλαδελ‐ φείας μαρτυροῦσιν ἐν Σμύρνῃ· καὶ ἐν Περγάμῳ δὲ ἕτεροι, ἐν οἷς ἦν καὶ Παπίας καὶ ἄλλοι πολλοί, ὧν καὶ ἔγγραφα φέρονται | |
20 | τὰ μαρτύρια. πλεῖστοι καὶ αὐτῶν ἀνάγραπτοι εἰς ἔτι νῦν οἱ ἀγῶνες διαμένουσιν, ὧν πάντων ταῖς πρεσβείαις γένοιτο ἡμᾶς | |
συγκοινωνούς τε καὶ μαθητὰς γενέσθαι. | ||
482 | σλϛʹ Ὀλυμπιάς. Ἰνδ. βʹ. εʹ. ὑπ. Μακρίνου καὶ Κέλσου. Ἰνδ. γʹ. ϛʹ. ὑπ. Ὀρφίτου καὶ Πούδεντος. Ἰουστῖνος φιλόσοφος τοῦ καθ’ ἡμᾶς λόγου δεύτερον ὑπὲρ | |
5 | τῶν καθ’ ἡμᾶς δογμάτων βιβλίον ἀναδοὺς Μάρκῳ Αὐρηλίῳ καὶ Ἀντωνίνῳ Βήρῳ τοῖς αὐτοκράτορσι θείῳ κατακοσμεῖται οὐ μετ’ οὐ πολὺ στεφάνῳ τῷ τοῦ μαρτυρίου, Κρήσκεντος αὐτὸν ὑπο‐ βάλλοντος. ἀλλὰ καὶ Μελίτων Ἀσιανὸς Σαρδιανῶν ἐπίσκοπος βιβλίον ἀπολογίας ἔδωκεν τοῖς λελεγμένοις βασιλεῦσιν, καὶ ἕτεροι | |
10 | δὲ πολλοί, ὧν ὁ μὲν δηλωθεὶς Ἰουστῖνος μετά τινα ἄλλα ὧν ἔγρα‐ ψεν καὶ τοῦτο ἐνέθηκεν· Κἀγὼ προσδοκῶ ὡς εἷς τῶν προωνο‐ μασμένων ἐπιβουλευθῆναι καὶ ξύλῳ ἐντιναχθῆναι, ἢ κἂν ἀπὸ Κρήσκεντος τοῦ ἀφιλοσόφου καὶ φιλοκόμπου· οὐ γὰρ φιλόσοφον εἰπεῖν ἄξιον τὸν ἄνδρα, ὅς γε δημοσίᾳ καταμαρτυρεῖ ὡς ἀθέων | |
15 | ἡμῶν καὶ ἀσεβῶν χριστιανῶν ὄντων, πρὸς χάριν καὶ ἡδονὴν πολ‐ λῶν τῶν πεπλανημένων τοῦτο πράττων. καὶ μετὰ βραχέα, Καὶ γὰρ προθέντα με καὶ ἐρωτήσαντα αὐτὸν ἐρωτήσεις τινὸς μαθεῖν καὶ ἐλέγξαι ὅτι ἀληθῶς οὐδὲν ἐπίσταται εἰδέναι ὑμᾶς βούλομαι· | |
καὶ ὅτι ἀληθῆ λέγω, εἰ μὴ ἀνηνέχθησαν ὑμῖν αἱ κοινωνίαι τῶν λό‐ | ||
483 | γων, ἕτοιμός εἰμι καὶ ἐπὶ ὑμῶν κοινωνεῖν τῶν ἐρωτήσεων πά‐ λιν· βασιλικὸν γὰρ ἂν καὶ τοῦτο ἔργον εἴη. εἰ δὲ καὶ ἐγνώ‐ σθησαν ὑμῖν αἱ ἐρωτήσεις μου καὶ αἱ ἐκείνου ἀποκρίσεις, φα‐ νερὸν ὑμῖν ἐστιν ὅτι οὐδὲν τῶν ἡμετέρων ἐπίσταται· εἰ δὲ καὶ | |
5 | ἐπίσταται, διὰ τοὺς ἀκούοντας δὲ οὐ τολμᾷ λέγειν, ὡς πρότερον ἔφην, οὐ φιλόσοφος ἀλλὰ φιλόδοξος ἀνὴρ δείκνυται, ὅς γε μηδὲ τὸ Σωκρατικὸν ὅλως ἐπίσταται. Μελίτων Σαρδιανῶν ἐπίσκοπος μετὰ πολλὰ τῶν ἐπιδοθέν‐ των παρὰ τοῦ αὐτοῦ Ἰουστίνου φησίν, Οὐκ ἐσμὲν λίθων οὐδε‐ | |
10 | μίαν αἴσθησιν ἐχόντων θεραπευταί, ἀλλὰ μόνου θεοῦ τοῦ πρὸ πάντων καὶ ἐπὶ πάντων καὶ τοῦ Χριστοῦ αὐτοῦ ὄντος θεοῦ λό‐ γου πρὸ αἰώνων ἐσμὲν θρησκευταί, καὶ τὰ ἑξῆς. Ἰνδ. δʹ. ζʹ. ὑπ. Πούδεντος τὸ βʹ καὶ Πουλλίωνος. Ἰνδ. εʹ. ηʹ. ὑπ. Μάρκου Αὐρηλίου Οὐήρου τὸ γʹ καὶ Κουα‐ | |
15 | δράτου. σλζʹ Ὀλυμπιάς. | |
Ἰνδ. ϛʹ. θʹ. ὑπ. Ἀπρωνιανοῦ καὶ Παύλου. | ||
484 | Λούκιος Αὐρήλιος Κόμμοδος ἀπέθανεν ἐν Ἀλτίνῳ ἄρξας ἔτη θʹ. Ἐπὶ τῶν προκειμένων ὑπάτων Μάρκος Αὐρήλιος Ἀντωνῖ‐ νος Κόμμοδον τὸν ἑαυτοῦ υἱὸν κοινωνὸν ἐποιήσατο τῆς ἑαυτοῦ | |
5 | βασιλείας. Ἰνδ. ζʹ. ιʹ. ὑπ. Πρίσκου καὶ Ἀπολλιναρίου. Μελίτων Ἀσιανὸς τῆς Σάρδεων πόλεως ἐπίσκοπος καὶ Ἀπολλινάριος Ἱεραπόλεως ἐπίσκοπος καὶ ἄλλοι πολλοὶ τοῦ καθ’ ἡμᾶς λόγου βιβλίον ἀπολογίας Μάρκῳ Αὐρηλίῳ Ἀντωνίνῳ ἐπέ‐ | |
10 | δωκαν, Ἰουστίνου τελειωθέντος καὶ ἄλλων πολλῶν. ἐντευχθεὶς δὲ καὶ ὑφ’ ἑτέρων ὁ αὐτὸς βασιλεὺς ἐπὶ τῆς Ἀσίας παντοίαις ὕβρεσιν πρὸς τῶν ἐπιχωρίων καταπονουμένων τοιαύτης ἠξίωσε τὸ κοινὸν διατάξεως. Αὐτοκράτωρ Καῖσαρ Μάρκος Αὐρήλιος Ἀντωνῖνος, σεβα‐ | |
15 | στός, δημαρχικῆς ἐξουσίας τὸ πεντεκαιδέκατον καὶ ὕπατος τὸ τρίτον, τῷ κοινῷ τῆς Ἀσίας χαίρειν. Ἐγὼ μὲν οἶδα ὅτι καὶ τοῖς θεοῖς ἐπιμελές ἐστιν μὴ λανθά‐ νειν τοὺς τοιούτους· πολλῷ γὰρ μᾶλλον ἐκεῖνοι κολάσαιεν ἂν τοὺς μὴ βουλομένους αὐτοῖς προσκυνεῖν ἢ ὑμεῖς, οὓς εἰς ταρα‐ | |
20 | χὴν ἐμβάλλοντες βεβαιοῦτε τὴν γνώμην αὐτῶν, ἥνπερ ἔχουσιν ὡς ἀθέων κατηγοροῦντες. εἴη δ’ ἂν κἀκείνοις ἀρεστὸν τὸ δο‐ | |
κεῖν κατηγορουμένους τεθνάναι μᾶλλον ἢ ζῆν ὑπὲρ σοῦ οἰκείου | ||
485 | θεοῦ· ὅθεν καὶ νικῶσι προϊέμενοι τὰς ἑαυτῶν ψυχὰς ἤπερ πεποίθασιν οἷς ἀξιοῦτε πράττειν αὐτούς. περὶ δὲ τῶν σεισμῶν τῶν γενομένων καὶ γινομένων οὐκ ἄτοπον ὑμᾶς ὑπομνῆσαι, ἀθυ‐ μοῦντας μὲν ὅτανπερ ὦσιν, παραβάλλοντας δὲ τὰ ἡμέτερα πρὸς | |
5 | τὰ ἐκείνων· οἱ μὲν εὐπαῤῥησιαστότεροι γίνονται πρὸς τὸν θεόν, ὑμεῖς δὲ παρὰ πάντα τὸν χρόνον, καθ’ ὃν ἀγνοεῖν δοκεῖτε, τῶν θεῶν καὶ τῶν ἄλλων ἀμελεῖτε καὶ τῆς θρησκείας τῆς περὶ τὸν ἀθάνατον, ὃν δὴ τοὺς χριστιανοὺς θρησκεύοντας ἐλαύνετε καὶ διώκετε ἕως θανάτου. ὑπὲρ δὲ τῶν τοιούτων ἤδη καὶ πολλοὶ | |
10 | τῶν περὶ τὰς ἐπαρχίας ἡγεμόνων καὶ τῷ θειοτάτῳ ἡμῶν ἔγρα‐ ψαν πατρί· οἷς καὶ ἀντέγραψεν μηδὲν ἐνοχλεῖν τοῖς τοιούτοις, εἰ μὴ ἐμφαίνοιντό τι περὶ τὴν Ῥωμαίων ἡγεμονίαν ἐγχειροῦντες. καὶ ἐμοὶ δὲ περὶ τῶν τοιούτων πολλοὶ ἐσήμαναν, οἷς δὴ καὶ προέγραψα κατακολουθῶν τῇ τοῦ πατρὸς γνώμῃ. εἰ δέ τις ἐπι‐ | |
15 | μένοι τινὰ τῶν τοιούτων εἰς πράγματα φέρων ὡς δὴ τοιοῦτον ὄντα, ἐκεῖνος ὁ καταφερόμενος ἀπολελύσθω τοῦ ἐγκλήματος, καὶ ἐὰν φαίνηται τοιοῦτος ὤν, ὁ δὲ καταφέρων ἔνοχος ἔσται δίκης. προετέθη ἐν Ἐφέσῳ. | |
Ἰνδ. ηʹ. ιαʹ. ὑπ. Κεθήγου καὶ Κλάρου. | ||
486 | Ἰνδ. θʹ. ιβʹ. ὑπ. Σεβήρου καὶ Ἑρεννιανοῦ. Ἡ τῶν Ἐγκρατιτῶν αἵρεσις ἄρτι φυεῖσα, ξένην καὶ φθο‐ ροποιὸν ψευδοδοξίαν εἰσάγουσα ἐν βίῳ, Τατιανὸν ἀρχηγὸν ἔσχεν. οὗτος δὲ τῶν μαθητῶν Ἰουστίνου γεγονώς, ἕως μὲν ἔζη ὁ Ἰου‐ | |
5 | στῖνος, οὐδ’ ὅλως ἐτόλμα ἐνδείξασθαι παραφθορὰν τῆς ὑγιοῦς κατὰ Χριστὸν πίστεως. ἀποθανόντος δὲ αὐτοῦ ἤρξατο κενοῖς λόγοις καταποθεὶς δογματίζειν ἀγαμίαν, ὡς καὶ οἱ πρὸ αὐτοῦ Σατορνῖνος καὶ Μαρκίων, ἠρέμα σὺν αὐτοῖς ἀθετῶν τὴν ἀρ‐ χαίαν πλάσιν τοῦ θεοῦ καὶ κατηγορῶν τὸ ἄῤῥεν καὶ τὸ θῆλυ | |
10 | εἰς γένεσιν ἀνθρώπων πεποιηκότος, καὶ τῶν λεγομένων παρ’ αὐτοῖς ἐμψύχων ἀποχὴν εἰσηγήσατο, ἀχαριστοῦντες τῷ τὰ πάν‐ τα πεποιηκότι θεῷ. ἀντιλέγουσί τε τῇ τοῦ πρωτοπλάστου σω‐ τηρίᾳ, καὶ τοῦτο νῦν ἐξηυρέθη παρ’ αὐτοῖς. τούτου Τατιανὸς πρῶτος ταύτην εἰσηνέγκατο τὴν βλασφημίαν, καὶ αἰῶνάς τινας | |
15 | ἀορίστους ὁ αὐτὸς εἰσάγει ὁμοίως τοῖς ἀπὸ Οὐαλεντίνου μυθολο‐ γήσας, γάμον τε φθορὰν καὶ πορνείαν παραπλησίως Μαρκίωνι καὶ Σατορνίνῳ ἀναγορεύσας, καθ’ ὧν πολλοὶ μὲν καὶ ἄλλοι ἔγραψαν, ἱκανὰ δὲ καὶ Μουσανός. Ἀντωνῖνος αὐτοκράτωρ πυκνῶς τοῖς πολεμίοις ἐπέκειτο, | |
20 | αὐτός τε παρὼν καὶ τοὺς πολεμάρχας ἀποστέλλων. καὶ Περτί‐ | |
487 | νακι καὶ τοῖς σὺν αὐτῷ δίψει πιεζομένοις ὄμβρος ἐκ τοῦ θεοῦ ἐγέ‐ νετο, καὶ τοῖς ἀντιτασσομένοις Γερμανικοῖς καὶ Σαρμάταις σκη‐ πτὸς ἔπεσεν, πολλούς τε αὐτῶν διέφθειρεν. λέγεται δὲ ὡς καὶ ἐπιστολαὶ φέρονται Μάρκου τοῦ βασιλέως, ἐν αἷς μαρτυρεῖ μέλ‐ | |
5 | λοντα τὸν στρατὸν αὐτοῦ διαφθείρεσθαι ταῖς τῶν χριστιανῶν εὐχαῖς διασεσῶσθαι. σληʹ Ὀλυμπιάς. Ἰνδ. ιʹ. ιγʹ. ὑπ. Ὀρφίτου τὸ βʹ καὶ Μαξίμου. Ἰνδ. ιαʹ. ιδʹ. ὑπ. Σεβήρου τὸ βʹ καὶ Πομπηιανοῦ. | |
10 | Δεύτερος μετὰ τὸν προκείμενον Τατιανὸν Σεύηρός τις κρα‐ τήσας τὴν αὐτὴν αἵρεσιν Σευηριανῶν προσηγορίας γέγονεν αἴ‐ τιος, χρωμένων τούτων καὶ νόμῳ καὶ προφήταις καὶ εὐαγγελίοις, ἰδίως ἑρμηνεύοντες τῶν ἱερῶν γραφῶν τὰ νοήματα, βλασφημοῦν‐ τες Παῦλον τὸν ἀπόστολον, ἀθετοῦντες αὐτοῦ τὰς ἐπιστολάς, | |
15 | μηδὲ τὰς Πράξεις τῶν ἀποστόλων καταδεχόμενοι. ὁ μέντοι γε πρότερος αὐτῶν Τατιανὸς συνάφειάν τινα καὶ συναγωγὴν οὐκ οἶ‐ δα ὅπως τῶν εὐαγγελίων ποιησάμενος τὸ διὰ τεσσάρων τοῦτο προσ‐ ωνόμασεν, ὃ παρά τισιν εἰς ἔτι καὶ νῦν φέρεται. τοῦ δὲ ἀπο‐ στόλου φασὶν αὐτὸν θελῆσαί τινας αὐτῶν μεταφράσαι φωνάς, ὡς | |
20 | ἐπιδιορθούμενον αὐτὸν τὴν τῆς φράσεως σύνταξιν. καταλέλοιπεν | |
488 | δὲ οὗτος πολύ τι πλῆθος συγγραμμάτων, ὧν μάλιστα παρὰ πολ‐ λοῖς μνημονεύεται διαβόητος αὐτοῦ λόγος ὁ πρὸς Ἕλληνας, ἐν ᾧ καὶ τῶν ἀνέκαθεν χρόνων μνημονεύσας τῶν παρ’ Ἕλλησιν εὐδο‐ κίμων ἁπάντων Μωσέα τε καὶ τοὺς Ἑβραίων προφήτας ἀπέφηνε | |
5 | προγενεστέρους, ὃς δὴ καὶ δοκεῖ τῶν συγγραμμάτων αὐτοῦ πάν‐ των καλλίων τε καὶ ὠφελιμώτατος ὑπάρχειν. Ἰνδ. ιβʹ. ιεʹ. ὑπ. Γάλλου καὶ Φλάκκου. Ἰνδ. ιγʹ. ιϛʹ. ὑπ. Ὀρφίτου τὸ γʹ καὶ Ῥούφου. Ποθεινὸς ὁ τῆς Λογδούνου ἐπίσκοπος, ὑπὲρ τὰ ϙʹ ἔτη τῆς | |
10 | ἡλικίας γενόμενος, συρόμενος ἐπὶ τὸ βῆμα καὶ πολλὰ παθὼν ἀνή‐ κεστα τῷ τοῦ μαρτυρίου δρόμῳ ἐτελειώθη. Ἀλλὰ καὶ Ἄτταλος τοὔνομα πολλὰ πολλῷ τῷ χρόνῳ πεπον‐ θώς, ἐν εἱρκτῇ τυγχάνων θείας ὀπτασίας ἐν νυκτὶ ἀξιοῦται. Ἀλκιβιάδου γάρ τινος τῶν ἐν εἱρκτῇ τυγχανόντων κατεχομένου, | |
15 | πάνυ αὐχμηρὸν βιοῦντος βίον, καὶ μηδενὸς ὅλως πρότερον μετα‐ λαμβάνοντος, ἀλλ’ ἢ ἄρτῳ καὶ ὕδατι μόνῳ χρωμένου, πειρωμέ‐ νου δὲ καὶ ἐν τῇ εἱρκτῇ οὕτω διάγειν, Ἀττάλῳ τῷ προειρημένῳ μετὰ τὸν πρῶτον ἀγῶνα, ὃν ἐν τῷ ἀμφιθεάτρῳ ἤνυσεν, ἀπεκα‐ λύφθη ὅτι οὐ καλῶς ποιεῖ Ἀλκιβιάδης μὴ χρώμενος τοῖς κτίσμασι | |
20 | τοῦ θεοῦ καὶ ἄλλοις τύπον ὑπολειπόμενος σκανδάλου. πεισθεὶς | |
489 | δὲ ὁ Ἀλκιβιάδης πάντων φανερῶς μετελάμβανεν, καὶ ηὐχαρίστει τῷ θεῷ, καὶ δικαίως· οὐ γὰρ ἀνεπίσκεπτοι χάριτος θεοῦ ἦ ἀλλὰ τὸ πνεῦμα τὸ ἅγιον ἦν σύμβουλον αὐτοῖς. σλθʹ Ὀλυμπιάς. | |
5 | Ἰνδ. ιδʹ. ιζʹ. ὑπ. Πουλλίωνος καὶ Ἄπρου. Ἐπὶ τούτων τῶν ὑπάτων νόμος ἐτέθη ὥστε ἐξ ἀδιαθέτου κληρονομεῖν τὸν πατέρα τὰ τέκνα· καὶ τῷ ἀχαρίστω δὲ παιδὶ τὸ τετραούγκιον δίδοσθαι τῆς πατρῴας περιουσίας. Ὁ δὲ αὐτὸς βασιλεὺς ὑπέταξε τὸ ἔθνος τῶν Γερμανῶν. | |
10 | Ἰνδ. ιεʹ. ιηʹ. ὑπ. Κομμόδου καὶ Κυϊντίλλου. Ἰνδ. αʹ. ιθʹ. ὑπ. Ὀρφίτου τὸ δʹ καὶ Ῥούφου τὸ βʹ. Σμύρνα τῆς Ἀσίας ἀπὸ σεισμῶν κατεῤῥίφη. Ἀντωνῖνος ὁ καὶ Οὐῆρος νοσήσας ἀπέθανεν ἐν Παννωνίαις πρὸ ὀκτὼ καλανδῶν ἀπριλίων, ἄρξας ἔτη ιθʹ. | |
15 | Ῥωμαίων ιεʹ ἐβασίλευσε Κόμμοδος ἔτη ιβʹ. ὁμοῦ ͵εχϙʹ. Ἰνδ. βʹ. αʹ. ὑπ. Κομμόδου Αὐγούστου τὸ βʹ καὶ Βήρου. Οὗτος ὁ Κόμμοδος ἐπὶ τῆς αὐτοῦ κρατήσεως παύει τὸν διω‐ | |
γμὸν τῆς ἐκκλησίας. | ||
490 | Ἐπὶ τούτου Ἡγήσιππος τελειοῦται περὶ τῶν ἀποστόλων με‐ γάλως συγγραψάμενος, ὡς ἱστορεῖ Εὐσέβιος ὁ Παμφίλου. σμʹ Ὀλυμπιάς. Ἰνδ. γʹ. βʹ. ὑπ. Πραίσεντος καὶ Γορδιανοῦ. | |
5 | Ἰνδ. δʹ. γʹ. ὑπ. Κομμόδου Αὐγούστου τὸ γʹ καὶ Βήρου τὸ βʹ. Εἰρηναῖος ἐπίσκοπος πόλεως Λογδούνου τῆς Γαλλίας διέ‐ πρεπεν. Ἐπὶ τῶν προκειμένων ὑπάτων κτήτωρ τις ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ ὀνόματι Ἀρτάβανος φιλοτίμως ἔῤῥιψεν ἐν τῇ καλου‐ | |
10 | μένῃ Δάφνῃ τοῖς δήμοις καλάμια συντόμια πολλὰ ἄρτων διαιωνι‐ ζόντων, καὶ ἐκάλεσεν τοὺς ἄρτους πολιτικοὺς διὰ τὸ τῇ ἰδίᾳ πόλει τούτους δωρήσασθαι, καὶ ἠφόρισεν ἐκ τῶν ἰδίων αὐτοῦ χωρίων πρόσοδον ἀναλογοῦσαν εἰς λόγον τῶν αὐτῶν πολιτικῶν ἄρτων. καὶ ἀνήγειραν αὐτῷ οἱ τῆς Ἀντιοχέων πόλεως ἐν τῇ | |
15 | Δάφνῃ στήλην μαρμαρίνην, ἐπιγράψαντες Ἀρταβάνει αἰωνία μνήμη. Ἰνδ. εʹ. δʹ. ὑπ. Μαμερτίνου καὶ Ῥούφου τὸ γʹ. Ἡ κατὰ Φρύγας ἄθεος ψευδοπροφητεία Μοντανοῦ καὶ τῶν σὺν αὐτῷ παραπλήγων γυναικῶν αὐτοῦ Πρισκίλλας καὶ Μαξιμίλ‐ | |
20 | λας συνέστη, ἔτι δὲ καὶ Ἀλκιβιάδου καὶ Θεοδότου· καθ’ ὧν | |
491 | συνεγράψατο ὁ ἐν ὁσίᾳ τῇ μνήμῃ Ἀπολλινάριος Ἱεραπόλεως ἐπί‐ σκοπος καὶ Μιλτιάδης συγγραφεὺς καὶ ἄλλοι πολλοί, ἐν οἷς καὶ Σαραπίων Ἀντιοχείας ἐπίσκοπος. Ἰνδ. ϛʹ. εʹ. ὑπ. Κομμόδου Αὐγούστου τὸ δʹ καὶ Βικτωρίνου. | |
5 | Τὸ ἐν Νικαίᾳ τῆς Βιθυνίας Ἀπολλώνιον ἔξω τειχῶν ἐγένε‐ το ἐφισταμένου τὸ ἔργον Βακτουανοῦ καὶ Σεβήρου Βιθυνίας ἡγεμονεύοντος. σμαʹ Ὀλυμπιάς. Ἰνδ. ζʹ. ϛʹ. ὑπ. Μαρκέλλου καὶ Αἰλιανοῦ. | |
10 | Ἐπὶ τῶν προκειμένων ὑπάτων Θεοδοτίων τις τοῦ Πόντου ἀπὸ τῆς διαδοχῆς Μαρκίωνος τοῦ αἱρεσιάρχου τοῦ ἀπ’ αὐτῆς Σινώπης ὁρμωμένου, καὶ αὐτὸς μηνίων τῇ αὐτοῦ αἱρέσει καὶ εἰς ἰουδαϊσμὸν ἐκκλίνας καὶ τὰ αὐτῶν στοιχεῖα καὶ γλῶσσαν μα‐ θών, ἰδίως καὶ αὐτὸς ἐξέδωκεν τὰ πλεῖστα τοῖς οβʹ ἑρμηνευταῖς | |
15 | συνᾴδοντα, ὡς καὶ ἱστορεῖ περὶ τούτου Ἐπιφάνιος ὁ Κύπριος. Ἰνδ. ηʹ. ζʹ. ὑπ. Ματέρνου καὶ Βραδουᾶ. Ἰνδ. θʹ. ηʹ. ὑπ. Κομμόδου Αὐγούστου τὸ εʹ καὶ Γλαβρίωνος. | |
Ἰνδ. ιʹ. θʹ. ὑπ. Κρισπίνου καὶ Αἰλιανοῦ. | ||
492 | Τοῦ κολοσσοῦ Ῥόδου τὴν κεφαλὴν ἀφελὼν Κόμμοδος ἰδίαν ἐπέθηκεν εἰκόνα. Ὠριγένης ἐν Ἀλεξανδρείᾳ ἐγεννήθη. Τούτῳ τῷ χρόνῳ ἐν τῷ Καπετωλίῳ Ῥώμης σκηπτὸς ἔπε‐ | |
5 | σεν, καὶ σφοδρὸς ἐμπρησμὸς γέγονεν, καὶ τὰς βιβλιοθήκας καὶ ὅλα τὰ μέρη Ῥώμης αὐτῆς διέφλεξεν. Θέρμαι Κομμοδιαναὶ ἐν Ῥώμῃ ἀφιερώθησαν. σμβʹ Ὀλυμπιάς. Ἰνδ. ιαʹ. ιʹ. ὑπ. Φουσκιανοῦ καὶ Σιλανοῦ. | |
10 | Ἰνδ. ιβʹ. ιαʹ. ὑπ. Κομμόδου Αὐγούστου τὸ ϛʹ καὶ Σεπτι‐ μιανοῦ. Ἰνδ. ιγʹ. ιβʹ. ὑπ. Κομμόδου Αὐγούστου τὸ ζʹ καὶ Περτί‐ νακος. Κόμμοδος αἰφνίδιον ἐτελεύτησεν ἀποπνιγεὶς ἐν οἰκίᾳ Βε‐ | |
15 | στιανοῦ συγγενοῦς αὐτοῦ καὶ Ἀτταλιανῆς τῆς ὑπατίσσης ἐν Ῥώ‐ μῃ πρὸ αʹ καλανδῶν ἰανουαρίων, ἄρξας ἔτη ιβʹ. Ῥωμαίων ιϛʹ ἐβασίλευσε Λούκιος Περτίναξ μῆνας βʹ. ὁμοῦ ἔτη ͵εχϙθʹ καὶ μῆνας βʹ. | |
Περτίναξ ἀξιούσῃ τῇ συγκλήτῳ Ῥωμαίων τὴν γυναῖκα αὐ‐ | ||
493 | τοῦ σεβαστὴν ὀνομάσαι καὶ τὸν υἱὸν Καίσαρα ἀποδεῖξαι, ἀντεῖ‐ πε φάσκων, Ἱκανὸν ὅτι βεβιασμένος πάρεισιν ἐπὶ τὴν ἀρχήν. Περτίναξ ὁ καὶ Λούκιος ἐσφάγη ἀπὸ τῶν στρατιωτῶν, ὡς ἐξέρχεται ἀπὸ τοῦ παλατίου εἰς τὸν Μάρτιον, ὢν ἐτῶν οʹ. | |
5 | Ῥωμαίων ιζʹ ἐβασίλευσεν Δίδιος Ἰουλιανὸς ὁ καὶ Σίλβιος μῆνας ζʹ. ὁμοῦ ἔτη ͵εψʹ. Ἰνδ. ιδʹ. αʹ. ὑπ. Φλάκκου καὶ Κλάρου. Καὶ οὗτος Δίδιος ἐσφάγη ἀπὸ κουβικουλαρίου εἰς τὴν πη‐ γὴν τοῦ παλατίου Ῥώμης ἔσω, ὡς προσέχει τοῖς ἰχθύσιν, ἐκ συ‐ | |
10 | σκευῆς τῶν μετ’ αὐτοῦ, ὢν ἐτῶν ξʹ. σμγʹ Ὀλυμπιάς. Ῥωμαίων ιηʹ ἐβασίλευσεν Λούκιος Σεπτίμιος Σεβῆρος ἀπὸ τῆς συγκλήτου Ῥώμης ψηφισθεὶς ἔτη ιθʹ. ὁμοῦ ἔτη ͵εψιθʹ Ἰνδ. ιεʹ. αʹ. ὑπ. Σεβήρου Αὐγούστου καὶ Σαβίνου. | |
15 | Ἰνδ. αʹ. βʹ. ὑπ. Τερτύλλου καὶ Κλήμεντος. Ἰνδ. βʹ. γʹ. ὑπ. Δέξτρου καὶ Πρίσκου. Ἰνδ. γʹ. δʹ. ὑπ. Λατερανοῦ καὶ Ῥουφίνου. Λέγεται τὸ Βυζάντιον Θρᾴκης ἐμπόριον εἶναι, καὶ ὅτι το‐ | |
πάρχης ἦν ἐν αὐτῷ Βαρβύσιος ὁ πατὴρ Φεδαλίας, καὶ ὅτι ἐν | ||
494 | ζωῇ τοῦ πατρὸς αὐτῆς ἔκτισεν ἐκείνη πολλὰ ἐν αὐτῷ τῷ ἐμπορίῳ, καὶ ἔστησεν ἐν αὐτῷ καὶ τύχην, ἥντινα ἐκάλεσε Κερόην. καὶ ὅτε ἤμελλε τελευτᾶν ὁ πατὴρ αὐτῆς Βαρβύσιος, παρεκελεύσατο κτίσαι αὐτὴν τεῖχος ἐν αὐτῷ τῷ τόπῳ ἀπὸ θαλάσσης ἕως θαλάσ‐ | |
5 | σης, ὅπερ νῦν ἐστι τὸ παλαιὸν τεῖχος Κωνσταντινουπόλεως, του‐ τέστιν ἀπὸ τοῦ καλουμένου Πετρίου ἕως τῆς πόρτας τοῦ ἁγίου Αἰμιλιανοῦ, πλησίον τῆς καλουμένης Ῥάβδου. τὴν δὲ λεχθεῖ‐ σαν Φεδαλίαν μετὰ θάνατον τοῦ πατρὸς αὐτῆς ἠγάγετο Βύζας ὁ Θρᾴκης βασιλεύς, καὶ ἐπωνόμασε τὸν τόπον, ἤγουν τὸ ἐμπό‐ | |
10 | ριον, εἰς ὄνομα αὐτοῦ τὸ Βυζάντιον, ἔνθα νῦν καλοῦνται αἱ Νῖκαι, πλησίον τῶν Κιλίκων, δεδωκὼς τῷ τόπῳ καὶ δίκαιον πόλεως. καὶ ἐλθὼν ἀπὸ Ῥώμης μετὰ χρόνους πολλοὺς ὁ Σεβῆ‐ ρος τούτῳ τῷ χρόνῳ τῆς βασιλείας αὐτοῦ ἐπὶ τὸ Βυζάντιον, καὶ ἑωρακὼς τὴν τοποθεσίαν τῆς πόλεως καλήν, ἀνήγειρε τὴν Βυ‐ | |
15 | ζοῦ πόλιν, καὶ ἔκτισεν ἐν αὐτῇ τὸ δημόσιον λουτρὸν τὸ λεγόμενον Ζεύξιππον. καὶ ὅτι ἐκεῖ ἵστατο ἐν μέσῳ τοῦ Τετραστῴου στήλη χαλκῆ τοῦ ἡλίου, καὶ ὑποκάτω αὐτῆς ἔγραφε τὸ ὄνομα τοῦ ἡλίου Ζευξίππου. οἱ δὲ Θρᾷκες οὕτως ἔλεγον τὸν τόπον Ἥλιον, οἱ δὲ τῆς πόλεως Βυζαντίων καὶ αὐτοὶ ὠνόμασαν τὸ αὐτὸ δημόσιον | |
20 | λουτρὸν Ζεύξιππον κατὰ τὸ ὄνομα, ὅπερ εἶχε πρῴην ὁ τόπος, καὶ οὐκέτι, ὡς εἶπεν ὁ βασιλεύς, εἰς τὸ ἴδιον αὐτοῦ ὄνομα ἐκά‐ | |
λουν αὐτὸ Σεβήριον. ἐγένετο δὲ τὸ Τετράστῳον τοῦ Ζευξίππου, | ||
495 | ὅπου ἵστατο ἐν μέσῳ ἡ στήλη τοῦ ἡλίου, καὶ ἔκτισεν ἀντ’ αὐτοῦ ἐν τῇ ἀκροπόλει τῆς αὐτῆς Βύζου πόλεως ναὸν ἤτοι ἱερὸν Ἀπόλ‐ λωνος, καὶ ἀντὶ τῶν ἄλλων δύο ἱερῶν τῶν κτισθέντων πρώην ἀπὸ μὲν Βύζου Ἀρτέμιδι σὺν ἐλάφῳ, ἀπὸ δὲ Φεδαλίας Ἀφροδίτῃ. | |
5 | καὶ ἀναγαγὼν Σεβῆρος ὁ βασιλεὺς ἐκ τοῦ Τετραστῴου τὸ ἄγαλμα τοῦ Ἡλίου ἔστησεν αὐτὸ ἄνω ἐν τῷ ἱερῷ, κτίσας ὁ αὐτὸς βασιλεὺς κατέναντι τοῦ ἱεροῦ τῆς Ἀρτέμιδος κυνῆγιν μέγα πάνυ, καὶ κατέ‐ ναντι τοῦ ἱεροῦ τῆς Ἀφροδίτης θέατρον. ἔκτισε δὲ καὶ τὸ ἱππι‐ κὸν εἰς τὸ Βυζάντιον ὁ λεχθεὶς Σεβῆρος, ἀγοράσας οἰκήματα καὶ | |
10 | κῆπον ἀπό τινων ἀδελφῶν ὀρφανῶν· καὶ καταλύσας τὰ οἰκήμα‐ τα καὶ τὸν κῆπον ἐκδενδρώσας ἐποίησε τὸ ἱππικὸν τοῖς Βυζαντίοις καὶ τὸ λεγόμενον Στρατήγιον ἀνενέωσεν ὁ αὐτὸς Σεβῆρος, ὅπερ ἦν πρώην κτισθὲν ὑπὸ Ἀλεξάνδρου τοῦ Μακεδόνος, ὅτε κατὰ Δαρείου ἐπεστράτευσεν, καὶ ἐκάλεσε τὸν τόπον Στρατῆγιν· ἐκεῖ | |
15 | γὰρ στρατολογήσας Ἀλέξανδρος ὁ Μακεδὼν ὥρμησεν κατὰ Περ‐ σῶν εἰς τὸν πόλεμον. σμδʹ Ὀλυμπιάς. Ἰνδ. δʹ. εʹ. ὑπ. Σατορνίνου καὶ Γάλλου. Ἰνδ. εʹ. ϛʹ. ὑπ. Ἀνουλλίνου καὶ Φρόντωνος. | |
20 | Ἰνδ. ϛʹ. ζʹ. ὑπ. Σεβήρου Αὐγούστου τὸ βʹ καὶ Βικτωρίνου. | |
496 | Ἰνδ. ζʹ. ηʹ. ὑπ. Μωκιανοῦ καὶ Φαβιανοῦ. Ἐπὶ τούτων τῶν ὑπάτων διωγμὸς ἐγένετο τῶν χριστιανῶν, καὶ πολλοὶ ἐμαρτύρησαν. σμεʹ Ὀλυμπιάς. | |
5 | Ἰνδ. ηʹ. θʹ. ὑπ. Σεβήρου Αὐγούστου τὸ γʹ καὶ Ἀντωνίνου. Ἐν τοῖς χρόνοις τούτοις Σύμμαχός τις Σαμαρείτης, τῶν παρ’ αὐτοῖς σοφῶν, μὴ τιμηθεὶς ὑπὸ τοῦ ἰδίου ἔθνους, νοσή‐ σας φιλαρχίαν καὶ ἀγανακτήσας κατὰ τῆς ἰδίας φυλῆς, προσ‐ έρχεται Ἰουδαίοις καὶ προσηλυτεύει καὶ περιτέμνεται δευτέραν | |
10 | περιτομήν. οὗτος τοίνυν πρὸς διαστροφὴν τῶν παρὰ Σαμα‐ ρείταις ἑρμηνειῶν ἑρμηνεύσας τὴν τρίτην ἐξέδωκεν ἑρμηνείαν. ταῦτα Ἐπιφάνιος ὁ Κύπριος περὶ τῶν τριῶν ἑρμηνευτῶν, Ἀκύλα καὶ Συμμάχου καὶ Θεοδοτίωνος, ἔθηκεν. Ἰνδ. θʹ. ιʹ. ὑπ. Πλαυτιανοῦ καὶ Γέτα. | |
15 | Πλαυτιανὸς ὁ ὕπατος ἐσφάγη πρὸ ιαʹ καλανδῶν φεβρουα‐ ρίων. Ἰνδ. ιʹ. ιαʹ. ὑπ. Χίλωνος καὶ Λίβωνος. Ἰνδ. ιαʹ. ιβʹ. ὑπ. Ἀντωνίνου τὸ βʹ καὶ Γέτα τὸ βʹ. Τούτοις τοῖς ὑπάτοις Σεβῆρος ἐν Ἀλεξανδρείᾳ γενόμενος | |
20 | διωγμὸν κατὰ χριστιανῶν ἐποίησε, καὶ πολλοὶ ἐμαρτύρησαν ἀπὸ | |
497 | Ἀλεξανδρείας καὶ Αἰγύπτου καὶ Αὐγουσταμνικῆς καὶ ἕως Θη‐ βαΐδος. Τούτοις τοῖς χρόνοις ἐν Ἀλεξανδρείᾳ τὸ Σεβηριανὸν ἐκτί‐ σθη γυμνάσιον καὶ τὸ ἐκεῖσε ἱερὸν μέγα τὸ καλούμενον Πάνθεον. | |
5 | σμϛʹ Ὀλυμπιάς. Ἰνδ. ιβʹ. ιγʹ. ὑπ. Ἀλβίνου καὶ Αἰμιλιανοῦ. Ἰνδ. ιγʹ. ιδʹ. ὑπ. Ἄπρου καὶ Μαξίμου. Ἰνδ. ιδʹ. ιεʹ. ὑπ. Ἀντωνίνου τὸ γʹ καὶ Γέτα τὸ γʹ. Ἰνδ. ιεʹ. ιϛʹ. ὑπ. Πομπηιανοῦ καὶ Ἄττου. | |
10 | σμζʹ Ὀλυμπιάς. Ἰνδ. αʹ. ιζʹ. ὑπ. Φαυστίνου καὶ Ῥουφίνου. Ἰνδ. βʹ. ιηʹ. ὑπ. Γεντιανοῦ καὶ Βάσσου. Ἰνδ. γʹ. ιθʹ. ὑπ. Ἄπρου τὸ βʹ καὶ Ἄπρου. Τούτοις τοῖς ὑπάτοις ἐτελεύτησε Σεβῆρος εἰς τὸ βαρβαρι‐ | |
15 | κόν, ὢν ἐτῶν ξεʹ. Ῥωμαίων ιθʹ ἐβασίλευσεν Ἀντωνῖνος Καράκαλλος υἱὸς Σεβήρου ἔτη ζʹ. ὁμοῦ ͵εψκϛʹ. Ἰνδ. δʹ. αʹ. ὑπ. Ἀντωνίνου Αὐγούστου τὸ δʹ καὶ Ἀλβίνου. σμηʹ Ὀλυμπιάς. | |
20 | Ἰνδ. εʹ. βʹ. ὑπ. Μεσσαλᾶ καὶ Σαβίνου. | |
498 | Ἰνδ. ϛʹ. γʹ. ὑπ. Λεντούλου καὶ Κερεαλίου. Ἰνδ. ζʹ. δʹ. ὑπ. Σαβίνου τὸ βʹ καὶ Ἀνουλλίνου. Ἰνδ. ηʹ. εʹ. ὑπ. Πραίσεντος καὶ Ἐξτρικάτου. σμθʹ Ὀλυμπιάς. | |
5 | Ἰνδ. θʹ. ϛʹ. ὑπ. Ἀντωνίνου Αὐγούστου τὸ εʹ καὶ Ἀδουέντος. Ἰνδ. ιʹ. ζʹ. ὑπ. Ἀντωνίνου Αὐγούστου τὸ ϛʹ καὶ Σακερδότου. Ἐπὶ τούτων τῶν ὑπάτων Ἀντωνῖνος Καράκαλλος κατὰ Περσῶν ἀπελθὼν καὶ ἀναλαβὼν τὴν Ὀσροηνήν, συμβαλὼν εἰς τὸν πόλεμον ἐσφάγη, μέσον Ἐδέσσης καὶ Καῤῥῶν, ὢν ἐτῶν ξʹ. | |
10 | Ῥωμαίων κʹ ἐβασίλευσεν Μακρῖνος ἔτος αʹ. ὁμοῦ ͵εψκζʹ. Ἰνδ. ιαʹ. αʹ. ὑπ. Ἀντωνίνου καὶ Κωμάζοντος. Μακρῖνος ἐσφάγη ἐν Ἀρχελαΐδι, ὢν ἐτῶν νβʹ. Ῥωμαίων καʹ ἐβασίλευσεν Ἀντωνῖνος Ἡλιογάβαλος ἔτη δʹ. ὁμοῦ ͵εψλαʹ. | |
15 | Ἰνδ. ιβʹ. αʹ. ὑπ. Γράτου καὶ Σελεύκου. σνʹ Ὀλυμπιάς. | |
Ἰνδ. ιγʹ. βʹ. ὑπ. Ἀντωνίνου Αὐγούστου τὸ βʹ καὶ Ἀλεξάνδρου. | ||
499 | Ἰνδ. ιδʹ. γʹ. ὑπ. Μαξίμου καὶ Αἰλιανοῦ. Διανυκτέρευσις ἡμερῶν τριῶν ἐν Ῥώμῃ γέγονεν, καὶ σει‐ σμοὶ σφοδροὶ ἐν αὐτῇ ἐγένοντο πρὸ εʹ ἰδῶν σεπτεμβρίων καὶ πρὸ ιεʹ καλανδῶν ὀκτωβρίων καὶ πρὸ ιδʹ καλανδῶν νοεμβρίων. | |
5 | Παλαιστίνης Νικόπολις, ἡ πρότερον Ἐμμαοῦς, ἐκτίσθη πόλις, πρεσβεύοντος ὑπὲρ αὐτῆς καὶ προϊσταμένου Ἰουλίου Ἀφρικανοῦ τοῦ τὰ χρονικὰ συγγραψαμένου. Ἰνδ. ιεʹ. δʹ. ὑπ. Φλαβιανοῦ καὶ Κρισπίνου. Ἐπὶ τούτων τῶν ὑπάτων ἐσφάγη Ἀντωνῖνος Ἡλιογάβαλος | |
10 | Αὔγουστος ἐν Ῥώμῃ ὑπὸ ἰδίου αὐτοῦ συγγενοῦς, ὢν ἐτῶν λϛʹ. Ῥωμαίων κβʹ ἐβασίλευσεν Ἀλέξανδρος Μαμμαίας ἔτη ιγʹ. ὁμοῦ ͵εψμδʹ. Ἰνδ. αʹ. αʹ. ὑπ. Φουσκιανοῦ καὶ Δέξτρου. σναʹ Ὀλυμπιάς. | |
15 | Ἰνδ. βʹ. βʹ. ὑπ. Ἀλεξάνδρου τὸ βʹ καὶ Μαρκέλλου. Ἰνδ. γʹ. γʹ. ὑπ. Ἀλβίνου καὶ Μαξίμου τὸ βʹ. Ἰνδ. δʹ. δʹ. ὑπ. Μοδέστου καὶ Πρόβου. Ἰνδ. εʹ. εʹ. ὑπ. Ἀλεξάνδρου τὸ γʹ καὶ Δίωνος. σνβʹ Ὀλυμπιάς. | |
20 | Ἰνδ. ϛʹ. ϛʹ. ὑπ. Ἀγρεκόλα καὶ Κλήμεντος. | |
500 | Ἰνδ. ζʹ. ζʹ. ὑπ. Πομπηιανοῦ καὶ Πελεγμιανοῦ. Ἰνδ. ηʹ. ηʹ. ὑπ. Λούπου καὶ Μαξίμου τὸ γʹ. Ἰνδ. θʹ. θʹ. ὑπ. Μαξίμου τὸ δʹ καὶ Πατέρνου. σνγʹ Ὀλυμπιάς. | |
5 | Ἰνδ. ιʹ. ιʹ. ὑπ. Μαξίμου τὸ εʹ καὶ Οὐρβάνου. Ἰνδ. ιαʹ. ιαʹ. ὑπ. Σεβήρου καὶ Κυντιανοῦ. Ἰνδ. ιβʹ. ιβʹ. ὑπ. Μαξίμου τὸ ϛʹ καὶ Ἀφρικανοῦ. Ἰνδ. ιγʹ. ιγʹ. ὑπ. Περπέτου καὶ Κορνηλίου. Ἔτους σεʹ τῆς εἰς οὐρανοὺς ἀναλήψεως τοῦ κυρίου ὁ ἅγιος | |
10 | Κυπριανὸς ἐμαρτύρησεν. Ἐπὶ τῶν προκειμένων ὑπάτων ἐσφάγη ὑπὸ τοῦ στρατοῦ Ἀλέξανδρος Αὔγουστος, ὡς ἔστιν ὑπὸ τὸν παπυλεῶνα αὐτοῦ ἐν Μογοντιακῷ, ὢν ἐτῶν λʹ· τὴν δὲ μητέρα αὐτοῦ Μαμμαίαν, οὖσαν μετ’ αὐτοῦ, ἔπνιξαν ἐν σχοινίῳ εἰς τὸν παπυλεῶνα ἔσω. | |
15 | Ῥωμαίων κγʹ ἐβασίλευσε Μαξιμῖνος Αὔγουστος ἀναγορευ‐ θεὶς ὑπὸ τοῦ στρατοῦ ἔτη γʹ. ὁμοῦ ͵εψμζʹ. σνδʹ Ὀλυμπιάς. Ἰνδ. ιδʹ. αʹ. ὑπ. Οὐλπικίου καὶ Ποντιανοῦ. | |
Ἰνδ. ιεʹ. βʹ. ὑπ. Γορδιανοῦ καὶ Ἀλβιόλα. | ||
501 | Ἰνδ. αʹ. γʹ. ὑπ. Ἀλβίνου καὶ Οὐενούστου. Ἐπὶ τούτων τῶν ὑπάτων ἐπελθόντες οἱ στρατιῶται ἔσφα‐ ξαν Μαξιμῖνον Αὔγουστον εἰς Ἀκυληίαν, ὄντα ἐτῶν ξεʹ. καὶ ἐβασίλευσεν Βαλβῖνος μῆνας γʹ, καὶ ἐσφάγη. καὶ ἐβασίλευσεν | |
5 | Πούπλιος ἡμέρας ἑκατόν, καὶ ἐσφάγη. Ῥωμαίων κδʹ ἐβασίλευσεν Γορδιανὸς Σενίωρ ἔτη ϛʹ. ὁμοῦ ͵εψνγʹ. Ἰνδ. βʹ. αʹ. ὑπ. Γορδιανοῦ Αὐγούστου τὸ βʹ καὶ Πομ‐ πηιανοῦ. | |
10 | σνεʹ Ὀλυμπιάς. Ἰνδ. γʹ. βʹ. ὑπ. Ἀττικοῦ καὶ Πραιτεξτάτου. Ἰνδ. δʹ. γʹ. ὑπ. Αὐρηλιανοῦ καὶ Πάππου. Γορδιανὸς Αὔγουστος ἐποίησεν ἀριθμὸν τῶν λεγομένων κανδιδάτων, ἐπάρας αὐτοὺς κατ’ ἐπιλογήν, ὡς τελείους καὶ εὐ‐ | |
15 | σθενεῖς καὶ μεγάλης ὄντας θέας, ἀπὸ τοῦ τάγματος τῶν λεγομέ‐ νων σχολαρίων, καλέσας τὴν σχολὴν τοῦ αὐτοῦ ἀριθμοῦ εἰς τὸ ἴδιον ἐπώνυμον σενιώρων· οὗτοί εἰσιν οἱ τῆς ἕκτης σχολῆς. Ἰνδ. εʹ. δʹ. ὑπ. Περεγρίνου καὶ Αἰμιλιανοῦ. | |
Ἰνδ. ϛʹ. εʹ. ὑπ. Φιλίππου καὶ Τατιανοῦ. | ||
502 | σνϛʹ Ὀλυμπιάς. Ἰνδ. ζʹ. ϛʹ. ὑπ. Πραισέντου καὶ Ἀλβίνου. Ἐπὶ τούτων τῶν ὑπάτων νόσῳ βληθεὶς Γορδιανὸς Σενίωρ τελευτᾷ, ὢν ἐτῶν οθʹ. | |
5 | Ῥωμαίων κεʹ ἐβασίλευσε Φίλιππος ὁ Ἰουνίωρ ἅμα Φιλίπ‐ πῳ τῷ υἱῷ αὐτοῦ ἔτη ϛʹ. ὁμοῦ ͵εψνθʹ. Ἰνδ. ηʹ. αʹ. ὑπ. Φιλίππου Αὐγούστου τὸ βʹ καὶ Φιλίππου υἱοῦ αὐτοῦ. Ἰνδ. θʹ. βʹ. ὑπ. Φιλίππου Αὐγούστου τὸ γʹ καὶ Φιλίππου | |
10 | υἱοῦ τὸ βʹ. Ἰνδ. ιʹ. γʹ. ὑπ. Αἰμιλιανοῦ τὸ βʹ καὶ Ἀκυλίνου. σνζʹ Ὀλυμπιάς. Ἰνδ. ιαʹ. δʹ. ὑπ. Δεκίου καὶ Γρατιανοῦ. Ὁ βασιλεὺς Φίλιππος ἅμα τῷ υἱῷ αὐτοῦ Φιλίππῳ ἀριθμὸν | |
15 | συνεστήσαντο τῶν λεγομένων κανδιδάτων, ἐπάραντες κατ’ ἐπι‐ λογὴν νεανίσκους ἄνδρας ἀπὸ τῶν σχολαρίων, καλέσαντες τὴν σχολὴν τοῦ παρ’ αὐτῶν συστάντος τάγματος εἰς τὸ ἐπώνυμον Φιλίππου τοῦ πατρὸς Ἰουνιώρων· οὗτοί εἰσιν οἱ τῆς ἑβδόμης σχολῆς. | |
20 | Ἰνδ. ιβʹ. εʹ. ὑπ. Γάλλου καὶ Βολουσιανοῦ. | |
503 | Ἰνδ. ιγʹ. ϛʹ. ὑπ. Βολουσιανοῦ τὸ βʹ καὶ Μαξίμου. Φίλιππος ὁ Ἰουνίωρ πολλοὺς συμβαλὼν πολέμους εὐτυχῶς ἔπραξεν. καὶ ὡς πολεμεῖ τοῖς Γήπεσιν, ἐκονδύλησεν ὁ ἵππος αὐτοῦ, καὶ συμπεσὼν αὐτῷ μηρόκλαστος ἐγένετο· καὶ ἐλθὼν ἐν | |
5 | τῇ Ῥώμῃ ἐξ αὐτοῦ τοῦ κλάσματος τελευτᾷ, ὢν ἐτῶν μεʹ. Ῥωμαίων κϛʹ ἐβασίλευσεν Δέκιος ἔτος αʹ. ὁμοῦ ͵εψξʹ. Ἰνδ. ιδʹ. αʹ. ὑπ. Δεκίου Καίσαρος καὶ Δεκίου υἱοῦ αὐτοῦ. Ἐν ἀρχῇ βασιλείας Δεκίου διωγμοῦ κατὰ χριστιανῶν γενο‐ | |
10 | μένου Φλαβιανὸς Ῥωμαίων ἐπίσκοπος ἐμαρτύρησεν· μεθ’ ὃν Κορνήλιος τὴν ἐπισκοπὴν διαδέχεται τρισὶν ἔτεσιν. ὁμοίως δὲ καὶ Βαβυλᾶς τῆς Ἀντιοχέων ἐπίσκοπος τῷ τοῦ μαρτυρίου δρόμῳ ἐτελειώθη. μεθ’ ὃν Ἀντιοχείας ἡγεῖται ιγʹ Φάβιος ἔτη γʹ. πολ‐ λοὶ δὲ καὶ ἄλλοι ἐν τῇ ἀνατολῇ ἐνστάντες ὑπὲρ τῆς εἰς Χριστὸν | |
15 | πίστεως καὶ ἐν ἄλλαις ἐπαρχίαις ἐτελειώθησαν. κατὰ διαδο‐ χὴν δὲ ἦλθεν εἰς ἡμᾶς καὶ τοῦτο περὶ τοῦ ἁγίου Βαβυλᾶ, ὡς διηγήσατο τοῖς πρὸ ἡμῶν ὁ μακάριος Λεόντιος ὁ ἐπίσκοπος Ἀν‐ τιοχείας. οὗτος Δέκιος ἀνεῖλε τὸν ἅγιον Βαβυλᾶν, οὐχ ὡς χρι‐ στιανὸν μόνον, ἀλλ’ ὅτι καὶ ἐτόλμησεν ἐπισχεῖν τοῦ βασιλέως | |
20 | Φιλίππου τὴν γυναῖκα καὶ αὐτὸν Φίλιππον χριστιανοὺς ὄντας | |
504 | εἰσελθεῖν εἰς τὴν ἐκκλησίαν, παρανομήσαντος τοῦ Φιλίππου. ἦν δὲ ἡ παρανομία τοιαύτη. Φίλιππος ἐκεῖνος ὁ Ἰουνίωρ, ἔπαρ‐ χος ὢν ἐπὶ τοῦ προηγησαμένου αὐτὸν βασιλέως Γορδιανοῦ, πα‐ ραθήκην ἔλαβεν παρὰ Γορδιανοῦ τὸν υἱὸν αὐτοῦ· καὶ τελευτή‐ | |
5 | σαντος Γορδιανοῦ τοῦ βασιλέως σφάξας τὸν παῖδα Φίλιππος ἐβασίλευσεν. Καὶ ἐν Σμύρνῃ τῆς Ἀσίας Πιόνιος σὺν ἄλλοις πολλοῖς ἐμαρτύρησεν, ἀνὴρ λόγιος καὶ τῶν ἐν μαθήμασιν τοῦ χριστια‐ νῶν λόγου διαπρεπόντων γνωριζόμενος, ἐπὶ Πρόκλου Κυϊντιλλια‐ | |
10 | νοῦ ἀνθυπάτου τῆς Ἀσίας πρὸ δʹ ἰδῶν μαρτίων, ὅ ἐστι κατὰ Ἀσιανοὺς μηνὶ ἕκτῳ ιβʹ, σαββάτου ὥρᾳ δεκάτῃ. Ὁμοίως δὲ καὶ ὁ τῆς Ἱεροσολύμων ἐκκλησίας ἐπίσκοπος Ἀλέξανδρος ἐν Καισαρείᾳ τῆς Παλαιστίνης, ἡγεμονικοῖς παρα‐ στὰς δικαστηρίοις, καὶ ἐπὶ δευτέρᾳ διαπρέψας ὁμολογίᾳ, λι‐ | |
15 | παρῷ γήρει καὶ σεμνῇ πολιτεία ἐτελειώθη τῷ τοῦ μαρτυρίου δρόμῳ. Ὁ αὐτὸς Δέκιος βασιλεὺς ἤγαγεν ἀπὸ τῆς Ἀφρικῆς λέοντας φοβεροὺς καὶ λεαίνας, καὶ ἀπέλυσεν εἰς τὸ λίμιτον ἀνατολῆς, ἀπὸ Ἀραβίας καὶ Παλαιστίνης ἕως τοῦ Κιρκησίου κάστρου, πρὸς τὸ | |
20 | ποιῆσαι γενεάν, διὰ τοὺς βαρβάρους Σαρακηνούς. ὁμοίως δὲ | |
ἀπὸ τῆς ξηρᾶς Λιβύης ἤγαγεν ἑρπετὰ ἰοβόλα καὶ φοβερὰ ἀῤῥενο‐ | ||
505 | θήλεα, καὶ ἀπέλυσεν εἰς τὸ τῆς Αἰγύπτου λίμιτον διὰ τοὺς Νομά‐ δας καὶ Βλεμμύας βαρβάρους· καὶ διὰ τοῦτο γράφουσιν αὐτὸν ἑστῶτα μεταξὺ λεόντων καὶ ἀσπίδων. Ἐξελθὼν δὲ ὁ αὐτὸς Δέκιος εἰς πόλεμον κατὰ Φράγκων, | |
5 | ὡς ἀπέρχεται, ἐσφάγη μετὰ τοῦ υἱοῦ αὐτοῦ ἀπό τινος τῶν ἐξάρ‐ χων ἐν Ἀβύρτῳ, ὢν ἐτῶν ξʹ. σνηʹ Ὀλυμπιάς. Ῥωμαίων κζʹ ἐβασίλευσεν Γάϊος Γάλλος ἔτη γʹ. ὁμοῦ ͵εψξγ. | |
10 | Ἰνδ. ιεʹ. αʹ. ὑπ. Οὐαλεριανοῦ καὶ Γαλλιηνοῦ. Ἰνδ. αʹ. βʹ. ὑπ. Οὐαλεριανοῦ τὸ βʹ καὶ Γαλλιηνοῦ τὸ βʹ. Ἰνδ. βʹ. γʹ. ὑπ. Μαξίμου τὸ βʹ καὶ Γλαβρίωνος. Ἐτελεύτησε Γάϊος Γάλλος, ὢν ἐτῶν ξβʹ. Ῥωμαίων κηʹ ἐβασίλευσεν Οὐαλεριανὸς Αὔγουστος ἔτη ιδʹ | |
15 | ὁμοῦ ͵εψοζʹ. Ἰνδ. γʹ. αʹ. ὑπ. Οὐαλεριανοῦ Αὐγούστου τὸ γʹ καὶ Γαλλι‐ ηνοῦ τὸ γʹ. Διονύσιος Ἀλεξανδρείας ἐπίσκοπος, πολλῶν ὑποπεσόντων αὐτῷ τῶν ἐν τῷ διωγμῷ Δεκίου, ὀρέγων αὐτοῖς χεῖρα μετανοίας | |
20 | ἐξευμενίσασθαι τὸν θεόν, πολλοῖς τῶν ἐπισκόπων περὶ αὐτῶν | |
γράφει· ἐν οἷς ἀρθεὶς ὑπερηφανίᾳ Ναύατος τῆς Ῥωμαίων ἐκκλη‐ | ||
506 | σίας πρεσβύτερος ἔλεγεν μὴ δεῖν αὐτοὺς δεχθῆναι, ὡς μηκέτι οὔσης αὐτοῖς σωτηρίας ἐλπίδος, μηδὲ εἰ πάντα τὰ εἰς ἐπιστρο‐ φὴν γνήσια ἐπιτελοῖεν, ἰδίας αἱρέσεως τῶν κατὰ λογισμὸν φυσιω‐ θέντων καὶ καθαροὺς ἑαυτοὺς ἀποφηνάντων ἀρχηγὸς καθίστα‐ | |
5 | ται. ἐφ’ ᾧ συνόδου μεγίστης ἐν τῇ Ῥώμῃ συγκροτηθείσης, ξʹ μὲν τὸν ἀριθμὸν ἐπισκόπων, πλειόνων δὲ ἔτι μᾶλλον πρεσβυ‐ τέρων καὶ διακόνων, ἰδίως δὲ καὶ κατὰ τὰς λοιπὰς ἐπαρχίας περὶ τοῦ πρακτέου ἐπισκεψαμένων, δόγμα γέγονε τοῖς πᾶσιν τὸν μὲν Ναύατον ἅμα τοῖς σὺν αὐτῷ συνεπαρθεῖσι καὶ τοὺς συνευδοκεῖν | |
10 | τῇ εἰς ἀδελφοὺς ἀπανθρωποτάτῃ γνώμῃ τοῦ ἀνδρὸς προαιρουμέ‐ νους ἐν ἀλλοτρίοις τῆς ἐκκλησίας ἡγεῖσθαι, τοὺς δὲ τῇ συμφορᾷ περιπεπτωκότας τῶν ἀδελφῶν ἰᾶσθαι καὶ θεραπεύειν τοῖς τῆς με‐ τανοίας φαρμάκοις. περὶ τούτων καὶ Κορνήλιος Ῥωμαίων ἐπί‐ σκοπος πρὸς τὸν τῆς Ἀντιοχέων ἐκκλησίας ἐπίσκοπον Φάβιον | |
15 | ἔγραψε, δηλῶν αὐτῷ τὰ τῆς συνόδου Ῥωμαίων καὶ τὰ δόξαντα τοῖς κατὰ τὴν Ἰταλίαν καὶ Ἀφρικὴν καὶ τὰς αὐτόθι χώρας. καὶ ἄλλοι δὲ πλείους πρὸς πλείονας πολλὰ περὶ τῆς ἀπονοίας Ναυάτου καὶ τῆς μετανοίας τῶν ἐν τῷ διωγμῷ καταπεσόντων ἔγραψαν. σνθʹ Ὀλυμπιάς. | |
20 | Ἰνδ. δʹ. βʹ. ὑπ. Τούσκου καὶ Βάσσου. | |
507 | Ἐπὶ τούτων τῶν ὑπάτων ὁ ἅγιος Κυπριανὸς ἐμαρτύρησεν πρὸ ιηʹ καλανδῶν ὀκτωβρίων. Ἰνδ. εʹ. γʹ. ὑπ. Αἰμιλιανοῦ τὸ γʹ καὶ Βολουσιανοῦ τὸ βʹ. Ἰνδ. ϛʹ. δʹ. ὑπ. Σεκολαρίου καὶ Δονάτου. | |
5 | Ἰνδ. ζʹ. εʹ. ὑπ. Γαλλιηνοῦ τὸ δʹ καὶ Βολουσιανοῦ τὸ γʹ. σξʹ Ὀλυμπιάς. Ἰνδ. ηʹ. ϛʹ. ὑπ. Γαλλιηνοῦ τὸ εʹ καὶ Φαυστινιανοῦ. Ἰνδ. θʹ. ζʹ. ὑπ. Ἀλβίνου καὶ Δέξτρου. Ἰνδ. ιʹ. ηʹ. ὑπ. Γαλλιηνοῦ τὸ ϛʹ καὶ Σατορνίνου. | |
10 | Ἰνδ. ιαʹ. θʹ. ὑπ. Οὐαλεριανοῦ Αὐγούστου τὸ δʹ καὶ Λου‐ κιανοῦ. σξαʹ Ὀλυμπιάς. Ἰνδ. ιβʹ. ιʹ. ὑπ. Οὐαλεριανοῦ Αὐγούστου τὸ εʹ καὶ Λουκια‐ νοῦ τὸ βʹ. | |
15 | Ἰνδ. ιγʹ. ιαʹ. ὑπ. Γαλλιηνοῦ τὸ ζʹ καὶ Σαβινιανοῦ. Ἰνδ. ιδʹ. ιβʹ. ὑπ. Πατέρνου καὶ Ἀρκεσιλάου. Ἰνδ. ιεʹ. ιγʹ. ὑπ. Πατέρνου τὸ βʹ καὶ Μαρινιανοῦ. σξβʹ Ὀλυμπιάς. | |
Ἰνδ. αʹ. ιδʹ. ὑπ. Κλαυδίου καὶ Πατέρνου τὸ γʹ. | ||
508 | Ἐπὶ τῶν προκειμένων ὑπάτων Οὐαλεριανὸς Αὔγουστος ἐσφάγη ὑπὸ Περσῶν ἐπαναστάντων αὐτῷ, ὢν ἐτῶν ξαʹ. Ῥωμαίων κθʹ ἐβασίλευσε Κλαύδιος ἔτη βʹ. ὁμοῦ ͵εψοθʹ. Ἰνδ. βʹ. αʹ. ὑπ. Ἀντιοχιανοῦ καὶ Ὀρφίτου. | |
5 | Ἰνδ. γʹ. βʹ. ὑπ. Αὐρηλιανοῦ καὶ Βάσσου. Ἐπὶ τούτου Κλαυδίου ἐνικήθησαν Γόθοι καὶ παρέλαβε τὸ Σίρμιον. Κλαύδιος τελευτᾷ ἐν Σιρμίῳ, ὢν ἐτῶν νϛʹ. Ῥωμαίων λʹ ἐβασίλευσεν Αὐρηλιανὸς ἔτη ϛʹ. ὁμοῦ ͵εψπεʹ. | |
10 | Ἰνδ. δʹ. αʹ. ὑπ. Κυιέτου καὶ Βουδουμιανοῦ. σξγʹ Ὀλυμπιάς. Ἰνδ. εʹ. βʹ. ὑπ. Τακίτου καὶ Πλακιδιανοῦ. Τούτοις τοῖς ὑπάτοις Αὐρηλιανὸς Αὔγουστος ἤρξατο τὰ τείχη Ῥώμης ἀνανεοῦν· ἦν γὰρ τῷ χρόνῳ φθαρέντα. | |
15 | Ἰνδ. ϛʹ. γʹ. ὑπ. Κυιέτου τὸ βʹ καὶ Βραδουμιανοῦ. Ἰνδ. ζʹ. δʹ. ὑπ. Αὐρηλιανοῦ Αὐγούστου τὸ βʹ καὶ Καπετω‐ λίνου. Ἰνδ. ηʹ. εʹ. ὑπ. Αὐρηλιανοῦ Αὐγούστου τὸ γʹ καὶ Μαρκέλλου. σξδʹ Ὀλυμπιάς. | |
20 | Ἰνδ. θʹ. ϛʹ. ὑπ. Τακίτου τὸ βʹ καὶ Αἰμιλιανοῦ. | |
509 | Αὐρηλιανὸς Αὔγουστος τελευτᾷ, ὢν ἐτῶν οεʹ. καὶ ἐβασί‐ λευσε Φλωριανὸς ἡμέρας ϙζʹ, καὶ ἐσφάγη. Κατὰ τοῦτον τὸν χρόνον ἀνεφάνη τις Μανιχαῖος ὀνόματι Κέρδων, δογματίζων καὶ παρασυνάγων. | |
5 | Ῥωμαίων λαʹ ἐβασίλευσεν Πρόβος ἔτη ϛʹ. ὁμοῦ ͵εψϙαʹ. Ἰνδ. ιʹ. αʹ. ὑπ. Πρόβου Αὐγούστου καὶ Παυλίνου. Ἰνδ. ιαʹ. βʹ. ὑπ. Πρόβου Αὐγούστου τὸ βʹ καὶ Λούπου. Ἰνδ. ιβʹ. γʹ. ὑπ. Πρόβου Αὐγούστου τὸ γʹ καὶ Πατέρνου. σξεʹ Ὀλυμπιάς. | |
10 | Ἰνδ. ιγʹ. δʹ. ὑπ. Μεσσαλᾶ καὶ Γράτου. Ἰνδ. ιδʹ. εʹ. ὑπ. Πρόβου Αὐγούστου τὸ δʹ καὶ Τιβεριανοῦ. Ἰνδ. ιεʹ. ϛʹ. ὑπ. Πρόβου Αὐγούστου τὸ εʹ καὶ Βικτωρίνου. Ἐσφάγη Πρόβος Αὔγουστος ἐν Σιρμίῳ, ὢν ἐτῶν νʹ. Ῥωμαίων λβʹ ἐβασίλευσεν Κᾶρος ἅμα τοῖς υἱοῖς αὐτοῦ Κα‐ | |
15 | ρίνῳ καὶ Νουμεριανῷ ἔτη γʹ. ὁμοῦ ͵εψϙδʹ. Ἰνδ. αʹ. αʹ. ὑπ. Κάρου καὶ Καρίνου. σξϛʹ Ὀλυμπιάς. | |
Ἰνδ. βʹ. βʹ. ὑπ. Διοκλητιανοῦ καὶ Βάσσου. | ||
510 | Ἰνδ. γʹ. γʹ. ὑπ. Καρίνου τὸ βʹ καὶ Νουμεριανοῦ. Ἔτους σνεʹ τῆς εἰς οὐρανοὺς ἀναλήψεως τοῦ κυρίου, ἐγέ‐ νετο διωγμὸς χριστιανῶν, καὶ πολλοὶ ἐμαρτύρησαν· ἐν οἷς ἐμαρ‐ τύρησεν καὶ ὁ ἅγιος Γεώργιος καὶ ὁ ἅγιος Βαβυλᾶς. οὗτος δὲ | |
5 | ἦν ἐπίσκοπος Ἀντιοχείας τῆς μεγάλης, καὶ ἐκεῖ κατέφθασεν Κα‐ ρῖνος ὁ βασιλεὺς ἀπιὼν πολεμῆσαι κατὰ Περσῶν μετὰ τοῦ θείου αὐτοῦ Κάρου· ὅστις Κᾶρος ἐκεραυνώθη ἐν τῇ Μεσοποταμίᾳ. Καρῖνος δὲ ἡττηθεὶς ἔφυγεν εἰς Κάῤῥας τὴν πόλιν. καὶ παρα‐ φωσεύσαντες οἱ Πέρσαι ἔλαβον αὐτὸν αἰχμάλωτον, καὶ εὐθέως | |
10 | αὐτὸν ἐφόνευσαν. καὶ ἐκδείραντες αὐτὸν ἐποίησαν τὸ δέρμα αὐτοῦ σάκκον, καὶ σμυρνίσαντες ἐφύλαξαν εἰς ἰδίαν δόξαν. τε‐ λευτᾷ δὲ οὗτος Καρῖνος ὢν ἐτῶν λϛʹ. καὶ μετὰ θάνατον αὐτοῦ Νουμεριανὸς ὁ ἀδελφὸς αὐτοῦ ἐπεστράτευσεν κατὰ Περσῶν εἰς ἐκδίκησιν τοῦ ἰδίου ἀδελφοῦ Καρίνου, καὶ περιεγένετο αὐτῶν | |
15 | δυνατῶς. Εἶτα σφάζεται Νουμεριανὸς ἐν Περίνθῳ τῆς Θρᾴκης τῇ νῦν καλουμένῃ Ἡρακλείᾳ ὑπὸ Ἄπρου ἐπάρχου. Ῥωμαίων λγʹ ἐβασίλευσεν Διοκλητιανὸς ἔτη κʹ. ὁμοῦ ͵εωιδʹ. Διοκλητιανὸς ἀναγορευθεὶς πρὸ ιεʹ καλανδῶν ὀκτωβρίων ἐν | |
20 | Χαλκηδόνι εἰσῆλθεν ἐν Νικομηδείᾳ πρὸ εʹ καλανδῶν ὀκτωβρίων | |
511 | μετὰ τῆς πορφυρίδος, καὶ καλάνδαις ἰανουαρίαις προῆλθεν ὕπατος. Ἰνδ δʹ. αʹ. ὑπ. Διοκλητιανοῦ Αὐγούστου τὸ βʹ καὶ Ἀριστο‐ βούλου. | |
5 | Ἀπὸ τούτων τῶν ὑπάτων τάσσονται τὰ Διοκλητιανοῦ ἔτη εἰς τὸ πασχάλιν. Ἰνδ. εʹ. βʹ. ὑπ. Μαξίμου καὶ Ἀκυλίνου. σξζʹ Ὀλυμπιάς. Ἰνδ. ϛʹ. γʹ. ὑπ. Διοκλητιανοῦ Αὐγούστου τὸ γʹ καὶ Μαξι‐ | |
10 | μιανοῦ Ἑρκουλίου Αὐγούστου. Τούτῳ τῷ ἔτει Διοκλητιανὸς τῆς ἑαυτοῦ βασιλείας κοινω‐ νὸν ἀνέδειξε Μαξιμιανὸν Ἑρκούλιον, ἀρχομένου τρίτου ἔτους τῆς αὐτοῦ βασιλείας, παραχειμάσας ἐν Νικομηδείᾳ. Ἰνδ. ζʹ. δʹ. ὑπ. Μαξιμιανοῦ Ἑρκουλίου τὸ βʹ καὶ Ἰανουαρίου. | |
15 | Ἰνδ. ηʹ. εʹ. ὑπ. Βάσσου καὶ Κυντιανοῦ. Ἰνδ. θʹ. ϛʹ. ὑπ. Διοκλητιανοῦ Αὐγούστου τὸ δʹ καὶ Μαξιμια‐ νοῦ Ἑρκουλίου Αὐγούστου τὸ γʹ. σξηʹ Ὀλυμπιάς. | |
Ἰνδ. ιʹ. ζʹ. ὑπ. Τιβεριανοῦ καὶ Δίωνος. | ||
512 | Ἰνδ. ιαʹ. ηʹ. ὑπ. Ἀννιβαλιανοῦ καὶ Ἀσκληπιοδότου. Ἰνδ. ιβʹ. θʹ. ὑπ. Διοκλητιανοῦ Αὐγούστου τὸ εʹ καὶ Μαξι‐ μιανοῦ Ἑρκουλίου Αὐγούστου τὸ δʹ. Τούτῳ τῷ ἔτει Μαξιμιανὸς Ἰόβιος ἐπιφανέστατος Καῖσαρ | |
5 | εἰς τὴν ἀρχὴν εἰσεποιήθη καὶ Κωνστάντιος ἐν Νικομηδείᾳ πρὸ ιβʹ καλανδῶν ἰουνίων. Ἰνδ. ιγʹ. ιʹ. ὑπ. Κωνσταντίου Καίσαρος καὶ Μαξιμιανοῦ Ἰο‐ βίου Καίσαρος. σξθʹ Ὀλυμπιάς. | |
10 | Ἰνδ. ιδʹ. ιαʹ. ὑπ. Τούσκου καὶ Ἀνουλλίνου. Ἔτους σξζʹ τῆς εἰς οὐρανοὺς ἀναλήψεως τοῦ κυρίου καὶ τῶν προκειμένων ὑπάτων ἐμαρτύρησεν ὁ ἅγιος Μηνᾶς ἐν Κο‐ τυαείῳ Φρυγίας Σαλουταρίας ἀθὺρ ιεʹ, πρὸ γʹ ἰδῶν νοεμβρίων. Ἰνδ. ιεʹ. ιβʹ. ὑπ. Διοκλητιανοῦ Αὐγούστου τὸ ϛʹ καὶ Κων‐ | |
15 | σταντίου Καίσαρος τὸ βʹ. Ἰνδ. αʹ. ιγʹ. ὑπ. Μαξιμιανοῦ Ἑρκουλίου τὸ εʹ καὶ Μαξιμια‐ νοῦ Ἰοβίου τὸ βʹ. Πέρσαι κατὰ κράτος ἐνικήθησαν ὑπὸ Κωνσταντίου καὶ | |
Μαξιμιανοῦ Ἰοβίου. | ||
513 | Ἔτους σξθʹ τῆς εἰς οὐρανοὺς ἀναλήψεως τοῦ κυρίου καὶ τῶν προκειμένων ὑπάτων ἐμαρτύρησεν ὁ ἅγιος Γελάσινος ἐν τῇ Ἡλιουπολιτῶν πόλει τῆς Λιβανησίας. ὅστις ἦν μῖμος δεύτερος, ἀγῶνος πανδήμου θεάτρου ἀγομένου, καὶ πλήθους θεωροῦντος | |
5 | ἔβαλον αὐτὸν οἱ ἄλλοι μῖμοι εἰς βοῦττιν μεγάλην βαλανείου γέ‐ μουσαν ὕδατος χλιαροῦ, καταπαίζοντες τοῦ δόγματος τῶν χρι‐ στιανῶν καὶ τοῦ ἁγίου βαπτίσματος. ὁ δὲ αὐτὸς Γελάσινος ὁ δεύτερος μῖμος βαπτισθεὶς καὶ ἀνελθὼν ἐκ τοῦ βουττίου, φορέ‐ σας ἱμάτια λευκά, οὐκέτι ἠνέσχετο θεατρίσαι, λέγων ὅτι Χριστια‐ | |
10 | νός εἰμι· εἶδον γὰρ δόξαν φοβερὰν εἰς τὸ βοῦττιν, καὶ χριστια‐ νὸς ἀποθνήσκω. καὶ ἀκούσας ταῦτα ὁ λαὸς ὁ θεωρῶν ἐν τῷ θεάτρῳ τῆς Ἡλιουπολιτῶν πόλεως ἐμάνη σφόδρα· καὶ ὁρμή‐ σαντες ἐκ τῶν βάθρων εἰς τὴν θυμέλην, κρατήσαντες τὸν ἅγιον Γελάσινον ἔξω τοῦ θεάτρου, ὡς φορεῖ τὰ λευκὰ ἱμάτια αὐτοῦ, | |
15 | λιθοβολήσαντες ἐφόνευσαν αὐτόν, καὶ οὕτως ἐτελειώθη ὁ δίκαιος. καὶ λαβόντες τὸ λείψανον αὐτοῦ οἱ ἐκ τοῦ γένους αὐτοῦ ἀπήγα‐ γον αὐτὸ εἰς τὴν κώμην τὴν λεγομένην Μαριάμμην, ὅθεν ὑπῆρ‐ χεν, ἔξω Ἡλιουπόλεως, καὶ ἐκεῖ ἔκτισαν αὐτῷ εὐκτήριον οἶκον. Ἐπὶ τῶν αὐτῶν ὑπάτων ἐνικήθησαν Πέρσαι ὑπὸ Μαξιμια‐ | |
20 | νοῦ Ἑρκουλίου Αὐγούστου. | |
514 | Ἰνδ. βʹ. ιδʹ. ὑπ. Ἀνικίου Φαύστου καὶ Σεβήρου Γάλλου. σοʹ Ὀλυμπιάς. Ἰνδ. γʹ. ιεʹ. ὑπ. Διοκλητιανοῦ Αὐγούστου τὸ ζʹ καὶ Μαξι‐ μιανοῦ Ἑρκουλίου Αὐγούστου τὸ ϛʹ. | |
5 | Ἰνδ. δʹ. ιϛʹ. ὑπ. Κωνσταντίου Καίσαρος τὸ γʹ καὶ Μαξιμια‐ νοῦ Ἰοβίου τὸ γʹ. Τῆς Ἀλεξανδρέων ἐκκλησίας ιϛʹ ἡγεῖται Πέτρος ἔτη ιβʹ. εὐτονώτερον δὲ τῇ ἀσκήσει ἑαυτὸν ἄγων, τοῦ κοινοῦ τῶν ἐκκλη‐ σιῶν οὐκ ἀφανῶς ἐπιμελόμενος, θʹ ἔτει τοῦ διωγμοῦ καὶ ιϛʹ τῆς | |
10 | Διοκλητιανοῦ βασιλείας τὴν κεφαλὴν ἀποτμηθεὶς τῷ τοῦ μαρτυ‐ ρίου κατεκοσμήθη στεφάνῳ μετὰ καὶ ἄλλων ἀναριθμήτων ἐν πολλαῖς μαρτυρησάντων πόλεσι. Ἰνδ. εʹ. ιζʹ. ὑπ. Τατιανοῦ καὶ Νεπωτιανοῦ. Ἰνδ. ϛʹ. ιηʹ. ὑπ. Κωνσταντίου Καίσαρος τὸ δʹ καὶ Μαξιμια‐ | |
15 | νοῦ Ἰοβίου Καίσαρος τὸ δʹ. Τούτῳ τῷ ἔτει ὁ καστρήσιος ἄρτος ἐν Ἀλεξανδρείᾳ ὑπὸ Διοκλητιανοῦ ἐδωρήθη. σοαʹ Ὀλυμπιάς. Ἰνδ. ζʹ. ιθʹ. ὑπ. Διοκλητιανοῦ Αὐγούστου τὸ ηʹ καὶ Μαξι‐ | |
20 | μιανοῦ Ἑρκουλίου τὸ ζʹ. | |
515 | Ἔτους ιθʹ τῆς Διοκλητιανοῦ βασιλείας μηνὶ [αὐγούστῳ ζʹ,] δύστρῳ κεʹ, λέγοιτο δ’ ἂν οὗτος μάρτιος κατὰ Ῥωμαίους, ἐν ἡμέρᾳ τῆς ἑορτῆς τοῦ πάσχα, ἥπλωτο πανταχόσε βασιλικὰ γράμ‐ ματα, τὰς μὲν ἐκκλησίας εἰς ἔδαφος φέρειν, τὰς δὲ θείας γρα‐ | |
5 | φὰς ἀφανεῖς πυρὶ γενέσθαι προστάττοντα, καὶ τοὺς μὲν τιμῆς καὶ ἀξίας ἐπειλημμένους ἀτίμους, τοὺς δὲ ἐν οἰκετίαις, εἰ ἐπι‐ μένοιεν τῇ τοῦ χριστιανισμοῦ προθέσει, ἐλευθερίας ὑστερεῖσθαι προαγορεύοντα. μετ’ οὐ πολὺ δὲ ἕτερα φοιτήσαντα γράμματα προσέταττε τοὺς τῶν ἐκκλησιῶν προέδρους καὶ πάντας τοὺς | |
10 | κατὰ πάντα τόπον πρῶτον μὲν δεσμοῖς παραδίδοσθαι, εἶτα ὕστερον πάσῃ μηχανῇ θύειν ἀναγκάζεσθαι, ὡς πολλοὺς ἐκ τού‐ του ποικίλως διαθλήσαντας τελειωθῆναι, πολλοὺς δὲ χαυνωθέν‐ τας καταπεσεῖν ὑπὸ δειλίας τὴν ψυχὴν προναρκήσαντας. Τῷ αὐτῷ ἔτει πολλοὶ μὲν πανταχόσε, καθὼς ἔφαμεν, δια‐ | |
15 | θλήσαντες ἐτελειώθησαν· οὐδὲν δὲ ἧττον καὶ κατὰ τὴν Νικομη‐ δέων πόλιν, ἐν ᾗ ὁ βασιλεὺς ἐποιεῖτο τὰς διατριβάς, τότε Δω‐ ρόθεος καὶ Γοργόνιος σὺν ἑτέροις ἅμα πλείοσι τῆς βασιλικῆς ὑπηρεσίας οὖσιν ἐτελειώθησαν, καὶ χορὸς ἅμα πολὺς μαρτύρων ἀνεδείχθη. οὐ μετ’ οὐ πολὺ δὲ καὶ Ἄνθιμος τῆς αὐτῆς Νι‐ | |
20 | κομηδέων ἐκκλησίας ἐπίσκοπος τὴν κεφαλὴν ἀποτμηθεὶς ἐτελειώ‐ | |
θη· ἕτεροι δὲ πυρί, πλείονες δὲ καὶ ἐν τῇ θαλάσσῃ ἐῤῥίπτοντο, | ||
516 | οὐκ εὐτονούντων τῶν δημίων εἰς τοσοῦτον ἀπειρότατον πλῆθος ἐξαρκεῖν. περὶ τούτου τοῦ ἀπείρου πλήθους τῶν μαρτυρησάν‐ των Λουκιανὸς πρεσβύτερος Ἀντιοχεῦσι γράφων ἐδήλου, Ἀσπά‐ ζεται ὑμᾶς χορὸς ἅπας ὁμοῦ μαρτύρων. εὐαγγελίζομαι δὲ ὑμᾶς | |
5 | ὡς Ἄνθιμος ὁ πάπας τῷ τοῦ μαρτυρίου δρόμῳ ἐτελειώθη. καὶ τὰ μὲν κατὰ Νικομήδειαν ταῦτα καὶ τούτων ἔτι πλείονα. Ἰνδ. ηʹ. κʹ. ὑπ. Διοκλητιανοῦ Αὐγούστου τὸ θʹ καὶ Μαξι‐ μιανοῦ Ἑρκουλίου τὸ ηʹ. Μαξιμιανὸς Ἑρκούλιος συνεβασίλευσεν Διοκλητιανῷ, καὶ | |
10 | ἔδωκεν ὑπατείας ηʹ. ἐβασίλευσεν δὲ ὁ αὐτὸς Μαξιμιανὸς ἔτη ιηʹ. καὶ ἅμα Διοκλητιανῷ ἐποίησαν οἱ δύο Καίσαρας δύο, ὁ μὲν Διοκλητιανὸς τὸν ἴδιον γαμβρὸν Γαλέριον Μαξιμιανόν· εἶ‐ χεν γὰρ τὴν Διοκλητιανοῦ παῖδα Βαλερίαν εἰς γάμον· ὁ δὲ Ἑρ‐ κούλιος Μαξιμιανὸς καὶ αὐτὸς ἐποίησεν Καίσαρα τὸν ἴδιον γαμ‐ | |
15 | βρόν· ὁ γὰρ Κωνστάντιος ἔγημε Θεοδώραν τὴν πρόγονον Μαξι‐ μιανοῦ Ἑρκουλίου, ἐξ ἧς ἔσχε τέκνα Δελμάτιον, Κωνστάντιον, καὶ Ἀννιβαλιανόν. ὁ γὰρ Κωνσταντῖνος ὁ μετὰ Διοκλητιανὸν καὶ τοὺς μετ’ αὐτοῦ βασιλεύσας ἐξ ἑτέρας τινὸς μίξεως ὑπῆρχεν αὐτῷ Κωνσταντίῳ παῖς ἀπὸ Ἑλένης. | |
20 | Ὡς εἴρηται οὖν, ἅμα ἐβασίλευον Διοκλητιανὸς καὶ ὁ Ἑρ‐ | |
κούλιος Μαξιμιανός, καὶ ὁ μὲν Διοκλητιανὸς Ῥώμης, ὁ δὲ Ἑρ‐ | ||
517 | κούλιος Μαξιμιανὸς τῶν Κελτῶν. ὕστερον δὲ Διοκλητιανὸς καὶ ὁ Ἑρκούλιος Μαξιμιανὸς ἐν ζωῇ ἀποθέμενοι τὰ σκῆπτρα τοῖς ἰδίοις Καίσαρσι δεδώκασι τὴν βασιλείαν, ὁ μὲν Ἑρκούλιος Μαξι‐ μιανὸς Κωνσταντίῳ ἔδωκεν τὴν βασιλείαν, ὁ δὲ Διοκλητιανὸς Γα‐ | |
5 | λερίῳ Μαξιμιανῷ. Κελτῶν δὲ βασιλεύσας Κωνστάντιος ἐπὶ ἔτη ιγʹ ἀπέθανεν, καὶ διεδέξατο αὐτὸν ὁ παῖς αὐτοῦ Κωνσταντῖνος ὁ νόθος ἐξ Ἑλένης αὐτῷ γενόμενος· οἱ γὰρ ἀπὸ Θεοδώρας αὐτῷ τεχθέντες μικροὶ ὑπῆρχον. Γαλέριος δὲ Μαξιμιανὸς βασιλεύων Ῥώμης δύο Καίσαρας ἐποίησεν, Μαξιμῖνον μὲν ἐν ἀνατολῇ, | |
10 | ἐν δὲ Ἰταλίᾳ Σευῆρον. Ῥωμαῖοι δὲ αὐθεντίᾳ ἔστησαν βασιλέα Μαξέντιον τὸν υἱὸν Ἑρκουλίου Μαξιμιανοῦ. καὶ ὁ Γαλέριος Μαξιμιανὸς Σευῆρον ἀπέστειλεν τὸν Καίσαρα, ἵνα Μαξέντιον ἀνέλῃ· καὶ ἀνῃρέθη Σευῆρος ἐν πολέμῳ. καὶ βασιλεύσας ἔτη ιϛʹ Γαλέριος τελευτῶν ἐποίησεν βασιλέα Λικίνιον ἐν ἀνατολῇ. | |
15 | τέσσαρες οὖν βασιλεῖς ηὑρέθησαν, Κωνσταντῖνος Κελτῶν, Ῥώ‐ μης Μαξέντιος, υἱὸς Ἑρκουλίου Μαξιμιανοῦ, ἀνατολῆς Λικί‐ νιος, καὶ Μαξιμῖνος ἔτι Καῖσαρ μείνας. ἀλλὰ τὸν Μαξέντιον ἀνεῖλε Κωνσταντῖνος πολέμῳ· καὶ οὕτω μόνος τῆς δύσεως ἐβα‐ σίλευσεν. καὶ Μαξιμῖνος δὲ στρατεύσας κατὰ Λικινίου σπονδὰς | |
20 | ἐποιήσατο πρὸς αὐτόν, ὥστε τὸν Λικίνιον παραχωρῆσαι τῆς βα‐ σιλείας. καὶ οὕτω μονοκράτωρ γενόμενος Κωνσταντῖνος ἔκτισε τὸ Βυζάντιον, χρησμὸν εἰληφὼς ὅτι ἀπόλλυσθαι μέλλει ἡ βασι‐ | |
λεία Ῥώμης, χριστιανὸς ἐγένετο. ἐβασίλευσεν δὲ ἔτη λαʹ, μῆ‐ | ||
518 | νας ιʹ. καὶ ἔσχε παῖδας Κωνστάντιον, Κώνσταν, καὶ Κων‐ σταντῖνον. ἀλλὰ Κωνσταντῖνον μὲν ἀνεῖλον οἱ Κώνστα στρα‐ τιῶται. καὶ αὐτὸν δὲ Κώνσταν Μαγνέντιός τις τύραννος ἀνεῖ‐ λεν. μόνος οὖν Κωνστάντιος ἐβασίλευσεν, καὶ ἐποίησε Καίσα‐ | |
5 | ρα Γάλλον τὸν υἱὸν Κωνσταντίου, ἀδελφοῦ Δελματίου τοῦ υἱοῦ Θεοδώρας, τοῦ αὐτοῦ θείου, ποιήσας αὐτὸν Καίσαρα εἰς ἀνατολήν. Ῥωμαίων λδʹ ἐβασίλευσεν ὁ θειότατος καὶ πιστότατος Κων‐ σταντῖνος ὁ μέγας, ὁ υἱὸς Κωνσταντίου, πρὸ ηʹ καλανδῶν αὐ‐ | |
10 | γούστων ἔτη λαʹ καὶ μῆνας ιʹ. ὁμοῦ ͵εωμϛʹ. Ἰνδ. θʹ. αʹ. ὑπ. Κωνσταντίου Καίσαρος τὸ εʹ καὶ Μαξιμια‐ νοῦ Ἰοβίου τὸ εʹ. Ἀρξάμενος Κωνσταντῖνος τῆς βασιλείας ἀπὸ τῶν δυτικῶν μερῶν εἶχεν συμβασιλεύοντας αὐτῷ τοὺς προειρημένους, Κων‐ | |
15 | στάντιον, Γαλέριον, Μαξιμῖνον καὶ Φλάβιον Οὐαλέριον Σεβῆ‐ ρον καὶ Μαξέντιον, καὶ τὸν μὲν Κωνστάντιον καὶ Σευῆρον ἕως διετοῦς τῆς βασιλείας αὐτοῦ, τὸν δὲ Μαξέντιον ἕως ἑπταετοῦς τῆς βασιλείας αὐτοῦ, τὸν δὲ Γαλέριον, Οὐαλέριον καὶ Μαξιμῖ‐ νον ἕως ἐννεαετοῦς τῆς βασιλείας αὐτοῦ. | |
20 | Ἰνδ. ιʹ. βʹ. ὑπ. Κωνσταντίου Καίσαρος τὸ ϛʹ καὶ Μαξιμια‐ νοῦ Ἰοβίου τὸ ϛʹ. | |
Κωνστάντιος πατὴρ Κωνσταντίνου τοῦ μεγάλου βασι‐ | ||
519 | λέως ἐτελεύτησεν, βασιλεύσας ἔτη ιγʹ, καὶ Μαξέντιος ἀνηγο‐ ρεύθη. σοβʹ Ὀλυμπιάς. Ἰνδ. ιαʹ. γʹ. ὑπ. Νοβίου Κωνσταντίνου Αὐγούστου μόνου. | |
5 | Μαξιμιανὸς Ἰόβιος ἐτελεύτησεν, βασιλεύσας ἔτη ιδʹ. λικίνιος ἀνηγορεύθη εἰς Καρνοῦντα πρὸ γʹ ἰδῶν νοεμ‐ βρίων. Ἰνδ. ιβʹ. δʹ. ὑπ. Πάλιν δέκατον καὶ Μαξιμιανοῦ Γαλερίου τὸ ζʹ. Ἰνδ. ιγʹ. εʹ. ὑπ. Μαξιμιανοῦ Ἑρκουλίου τὸ ηʹ καὶ Γαλερίου | |
10 | Μαξίμου. Ἐφ’ ὅλης τῆς οἰκουμένης διαλάμποντες οἱ μεγαλοπρεπέστα‐ τοι τοῦ Χριστοῦ μάρτυρες τοὺς μὲν ἁπανταχοῦ τῆς ἀνδρείας αὐ‐ τῶν ἐπόπτας εἰκότως κατεπλήξαντο, τῆς δὲ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἀληθῶς ἀποῤῥήτου δυνάμεως ἐμφανῆ δι’ ἑαυτῶν | |
15 | τὰ τεκμήρια παρεστήσαντο, ὧν ἑκάστου κατ’ ὄνομα μνημονεύειν ἄνθρωπον ἀδύνατον. τῶν δὲ κατ’ ἐπισήμους πόλεις μαρτυρη‐ σάντων ἐκκλησιαστικῶν ἀρχόντων πρῶτος ἡμῖν ἐν εὐσεβῶν στή‐ λαις τῆς Χριστοῦ βασιλείας ἀνηγορεύσθω μάρτυς ὁ μικρῷ πρό‐ σθεν μνημονευθεὶς ἐπίσκοπος τῆς Νικομηδέων πόλεως Ἄνθιμος· | |
20 | τῶν δὲ ἐπ’ Ἀντιοχείας ὁ πάντα τὸν βίον ἄριστος πρεσβύτερος τῆς | |
αὐτόθι παροικίας Λουκιανός, ἐν τῇ Νικομηδείᾳ καὶ αὐτὸς βασι‐ | ||
520 | λέως ἐπιπαρόντος διὰ καμίνου τὴν οὐράνιον τοῦ Χριστοῦ βασι‐ λείαν λόγῳ πρότερον δι’ ἀπολογίας, εἶτα καὶ δι’ ἔργων ἀνακη‐ ρύξας κτίννυται. τῶν δὲ ἐπὶ Φοινίκης Τυραννίων ἐπίσκοπος Τύρου, Ζηνόβιος πρεσβύτερος τῆς κατὰ Σιδῶνα ἐκκλησίας, Σιλ‐ | |
5 | βανὸς Ἐμίσης ἐπίσκοπος μετὰ πολλοῦ χοροῦ μαρτύρων, ὑπεργή‐ ρως, τεσσαράκοντα ἔτη γεγονὼς ἐπίσκοπος, βορὰ θηρῶν γενό‐ μενος, τῶν δὲ ἐπὶ Παλαιστίνης Σιλβανὸς ἐπίσκοπος Γάζης σὺν ἑτέροις τὸν ἀριθμὸν μʹ τὴν κεφαλὴν ἀποτμηθείς, Αἰγύπτιοι δὲ Πηλεὺς καὶ Νεῖλος ἐπίσκοποι μεθ’ ἑτέρων διὰ πυρὸς τελειω‐ | |
10 | θέντες. Ἰνδ. ιδʹ. ϛʹ. ὑπ. Κωνσταντίνου Αὐγούστου τὸ βʹ καὶ Λι‐ κινίου. Κωνσταντίνου βασιλέως ἐκ βασιλέων εὐσεβοῦς τε καὶ τὰ πάντα σωφρονεστάτου, παιδὸς Κωνσταντίου, πρὸς τοῦ παμ‐ | |
15 | βασιλέως θεοῦ καὶ τοῦ μονογενοῦς αὐτοῦ υἱοῦ, κυρίου δὲ ἡμῶν, Ἰησοῦ Χριστοῦ, τὴν πεποίθησιν ἐσχηκότος καὶ κινήσαντος κατὰ τῶν δυσσεβεστάτων τυράννων Μαξιμίνου Γαλερίου καὶ Μαξεν‐ τίου, ὤφθη αὐτῷ κατ’ αὐτῶν ἀπερχομένῳ πολεμῆσαι φωτοειδῶς ἐν τῷ οὐρανῷ τὸ σημεῖον τοῦ σταυροῦ, μέσον καὶ ὑποκάτω διὰ | |
20 | φωτοειδῶν γραμμάτων ῥωμαϊκῶν ταῦτα, ΕΝ ΤΟΥΤΩΙ ΝΙΚΑ, | |
καὶ φανερώτατα πίπτει μὲν ἐπὶ Ῥώμης Μαξέντιος πνιγεὶς εἰς τὸν | ||
521 | Τίβεριν ποταμὸν εἰς τὴν γέφυραν Μουλουβίου, βασιλεύσας ἔτη ϛʹ, Γαλέριος δὲ Μαξιμῖνος ἡττηθεὶς ὑπὸ Λικινίου ἐν Κιλικίᾳ φυγὰς ὤλετο, βασιλεύσας ἔτη θʹ, πολὺν στρατὸν ἑαυτοῦ ἀναλώ‐ σας, οἷα τύραννός τις ὢν καὶ ἀγεννής. | |
5 | σογʹ Ὀλυμπιάς. Ἰνδ. ιεʹ. ζʹ. ὑπ. Κωνσταντίνου Αὐγούστου τὸ γʹ καὶ Λικι‐ νίου τὸ βʹ. Κωνσταντῖνος νικητής, σεβαστός, Αὔγουστος, πρῶτος τῶν ἐπὶ Ῥώμης κατατυραννουμένων χριστιανῶν κηδόμενος σωτη‐ | |
10 | ρίας, λαβὼν θεὸν τὸν ἐπουράνιον σύμμαχον δι’ εὐχῶν ἐπικα‐ λεσάμενος, πρόεισι πανστρατιᾷ, Ῥωμαίων τὰ τῆς ἐκ προγόνων ἐλευθερίας προμνώμενος. οἳ καὶ μετὰ πάσης χαρᾶς καὶ θυμη‐ δίας ἅμα κομιδῇ νηπίοις καὶ γυναιξὶ τῶν τε ἀπὸ τῆς συγκλήτου βουλῆς καὶ τῶν ἄλλων διασημοτάτων σὺν παντὶ δήμῳ Ῥωμαίων | |
15 | φαιδροῖς ὄμμασιν αὐταῖς ψυχαῖς, οἷα λυτρωτήν, σωτῆρά τε καὶ εὐεργέτην, μετ’ εὐφημιῶν καὶ πλείστης χαρᾶς αὐτὸν ὑπεδέξαντο. ὁ δὲ ὥσπερ ἔμφυτον τὴν εἰς θεὸν εὐσέβειαν κεκτημένος, μηδ’ ὅλως ταῖς βοαῖς ὑποσαλευόμενος μηδὲ ἐπαιρόμενος ὑπὸ τῶν ἐπαί‐ νων, εὖ μάλα τῆς ἐκ θεοῦ συναισθόμενος βοηθείας, αὐτίκα τοῦ | |
20 | σωτηρίου πάθους τρόπαιον ὑπὸ χεῖρα ἰδίας εἰκόνος ἀνατεθῆναι | |
προστάττει, τὸ σωτήριον σημεῖον ἐν τῇ δεξιᾷ κατέχοντα, ἐν τόπῳ | ||
522 | μάλιστα τῶν ἐπὶ Ῥώμης δεδημοσιευμένων, ἐπιγραφὴν ἐν αὐτῇ ἐντάξαι ῥήμασιν αὐτοῖς τῇ Ῥωμαίων ἐγκελεύεται φωνῇ· τούτῳ τῷ σωτηριώδει σημείῳ ἀληθεῖ ἐλέγχῳ τῆς ἀνδρείας τὴν πό‐ λιν ὑμῶν ἀπὸ ζυγοῦ δουλείας τοῦ τυράννου Μαξεντίου διασωθεῖ‐ | |
5 | σαν ἠλευθέρωσα, ἔτι μὴν καὶ τὴν σύγκλητον καὶ τὸν δῆμον Ῥω‐ μαίων τῇ ἀρχαίᾳ ἐπιφανείᾳ καὶ λαμπρότητι ἐλευθερώσας ἀπεκα‐ τέστησα. Γαλέριος Μαξιμιανὸς νόσῳ χαλεπωτάτῃ ληφθείς, ἐπ’ ἀνα‐ τολῆς διάγων, καὶ τοῦ σώματος αὐτοῦ διαῤῥέοντος σκώληκάς τε | |
10 | ἐκβράσαντος, ὑπὸ μυρίων ἀνδρῶν περιοδευόμενος καὶ μηδ’ ὅλως ὠφεληθείς, νόμους ἐξέπεμψεν ἀνεθῆναι μὲν χριστιανοὺς μὴ μό‐ νον, ἀλλὰ καὶ ἐκκλησίας οἰκοδομεῖν. | |
13t | Ἰνδικτιώνων Κωνσταντινιανῶν ἐντεῦθεν | |
14t | ἀρχή | |
15 | Ἰνδ. αʹ. ηʹ. ὑπ. Κωνσταντίνου Αὐγούστου τὸ δʹ καὶ Λικι‐ νίου τὸ γʹ. Τῆς ἐν τῷ Βυζαντίῳ ἐκκλησίας ἡγεῖται πρῶτος Μητροφά‐ νης ἔτη ιʹ. Ἰνδ. βʹ. θʹ. ὑπ. Βολουσιανοῦ καὶ Ἀνιανοῦ. | |
20 | Ἰνδ. γʹ. ιʹ. ὑπ, Κωνσταντίνου Αὐγούστου τὸ εʹ καὶ Λικινίου | |
τὸ δʹ. | ||
523 | σοδʹ Ὀλυμπιάς. Ἰνδ. δʹ. ιαʹ. ὑπ. Σαβίνου καὶ Ῥουφίνου. Κωνσταντῖνος ὁ Αὔγουστος τὸν ἴδιον υἱὸν Κωνσταντῖνον ἀνηγόρευσε Καίσαρα. | |
5 | Γαλέριος δὲ Μαξιμιανὸς τούτοις τοῖς ὑπάτοις ὕδρωπι δει‐ νῷ πιασθεὶς ἐν Σαλώναις ἀπέθανεν. Ἰνδ. εʹ. ιβʹ. ὑπ. Γαλλικανοῦ καὶ Συμμάχου. Κωνσταντῖνος Αὔγουστος Κώνσταντα, Κωνστάντιον καὶ Κρίσπον τοὺς ἑαυτοῦ υἱοὺς Καίσαρας ἀνηγόρευσε καλάνδαις | |
10 | μαρτίαις. Ἰνδ. ϛʹ. ιγʹ. ὑπ. Λικινίου τὸ εʹ καὶ Κρίσπου Καίσαρος. Ἰνδ. ζʹ. ιδʹ. ὑπ. Κωνσταντίνου Αὐγούστου τὸ ϛʹ καὶ Λικινίου τὸ εʹ. Φωτὸς οὐρανίου κατὰ τὴν οἰκουμένην ἅπασαν ταῖς τοῦ σω‐ | |
15 | τῆρος Χριστοῦ καταυγάσαντος ἐκκλησίαις, εἰς πάντα τόπον τῶν πρὸς τῶν τυράννων ἠριπωμένων οἴκων ἐκ βάθρων εἰς ὕψος ἄπειρον τελεσθέντων οὐ μόνον ἐγκαίνια ἐγένοντο, ἀλλὰ καὶ βασιλεῖς συνε‐ | |
χέσι ταῖς ὑπὲρ χριστιανῶν νομοθεσίαις ἐχρήσαντο. | ||
524 | σοεʹ Ὀλυμπιάς. Ἰνδ. ηʹ. ιεʹ. ὑπ. Κωνσταντίνου Αὐγούστου τὸ ζʹ καὶ Κων‐ σταντίου Καίσαρος. Ἰνδ. θʹ. ιϛʹ. ὑπ. Κρίσπου τὸ βʹ καὶ Κωνσταντίου τὸ βʹ. | |
5 | Ἰνδ. ιʹ. ιζʹ. ὑπ. Προβιανοῦ καὶ Ἰουλιανοῦ. Ἰνδ. ιαʹ. ιηʹ. ὑπ. Σεβήρου καὶ Ῥουφίνου. Τῆς ἐν τῷ Βυζαντίῳ ἐκκλησίας ἡγεῖται δεύτερος Ἀλέξαν‐ δρος ἔτη ζʹ. σοϛʹ Ὀλυμπιάς. | |
10 | Ἰνδ. ιβʹ. ιθʹ. ὑπ. Κρίσπου τὸ γʹ καὶ Κωνσταντίου τὸ γʹ. Προλαβὼν ὁ τῶν οἰκείων ψυχῶν ποιητὴς καὶ φειδωλὸς σω‐ τὴρ τοῖς πᾶσιν ἐκλάμψας Κωνσταντῖνον ἅμα παιδὶ Κρίσπῳ παρασκευάζει κυκλωθῆναι ἅπερ κατεῖχεν μέρη Λικίνιος, κἀκεῖνος στενωθεὶς πανταχόθεν τοιοῦτον ἀπηνέγκατο τέλος σφαγεὶς οἷόν‐ | |
15 | περ αὐτὸς εἶδε καὶ ἤκουσε συμβὰν τοῖς πρὸ αὐτοῦ μικρὸν τυ‐ ραννήσασι. Ἰνδ. ιγʹ. κʹ. ὑπ. Παυλίνου καὶ Ἰουλιανοῦ. Ἔτους ςϙεʹ τῆς εἰς οὐρανοὺς ἀναλήψεως τοῦ κυρίου καὶ κʹ τῆς βασιλείας Κωνσταντίνου τοῦ εὐσεβοῦς ὁ αὐτὸς ἀοίδιμος βα‐ | |
20 | σιλεύς, εἰς ἄκρον τὴν εὐσέβειαν θεόθεν ἐμπιστευθείς, κατὰ τὸ | |
525 | παρὸν κʹ ἔτος τῆς αὐτοῦ βασιλείας μηνὶ δαισίῳ ιθʹ τιηʹ ἁγίων πατέρων σύνοδον ἐν Νικαίᾳ γενέσθαι παρεσκεύασεν καὶ τὸ τῆς ἀμωμήτου πίστεως ἐκτεθῆναι σύμβολον. διὸ καὶ νικητὴν αὐτὸν κατὰ πάντων ἐποίησεν ὁ δεσπότης τῶν ὅλων θεὸς ταῖς εὐχαῖς | |
5 | τῶν συνελθόντων ἐν τῇ αὐτῇ συνόδῳ ἁγίων καὶ μακαρίων πατέ‐ ρων. Ἄρειος γὰρ παρατραπεὶς τὸν νοῦν τὴν ἄῤῥητον καὶ ἀδιαί‐ ρετον τῆς τοῦ πατρὸς καὶ υἱοῦ θεότητος ἑνότητα διιστᾶν καὶ δια‐ κρίνειν ὁ κατάρατος οὐκ ἔφριξεν. Κωνσταντῖνος ὁ εὐσεβέστατος Κώνσταντα τὸν ἑαυτοῦ υἱόν, | |
10 | Καίσαρα ὄντα, ἀνηγόρευσεν Αὔγουστον πρὸ ϛʹ ἰδῶν νοεμβρίων, καὶ εἰκοσαετηρίδα τῆς βασιλείας αὐτοῦ ἦξεν, καὶ ἔδωκεν ἐν τῇ Ῥώμῃ βικεννάλια πάνυ φαιδρῶς καὶ φιλοτίμως, καὶ τῶν τεχνιτῶν καὶ συντελεστῶν τὰ ἐπιτάγματα περιεῖλεν τοῦ ἐνιαυτοῦ τῆς αὐτῆς εἰκοσαετηρίδος, καὶ ταῖς καθόλου ἐκκλησίαις πολλὰ ἐδωρήσατο. | |
15 | Κωνσταντῖνος νικητὴς Αὔγουστος τὸν τῶν Ἀδριανοπολι‐ τῶν πόλεμον θραύσας πρὸ εʹ καλανδῶν ἰουλίων, καὶ τὸν Καλχη‐ δονίων πόλεμον ἡττήσας πρὸ ιδʹ καλανδῶν ὀκτωβρίων, Κρίσπον τὸν ἴδιον υἱόν, Καίσαρα ὄντα καὶ διαβληθέντα αὐτῷ, ἀνεῖλεν. Τῷ αὐτῷ ἔτει Κωνσταντῖνος μοναρχήσας βασιλεὺς τῆς Ῥω‐ | |
20 | μαίων ἀρχῆς πάσης πάντα τὰ εἴδωλα πανταχοῦ κατέστρεψεν, καὶ πάντα αὐτῶν ἀφείλατο τὰ χρήματα καὶ τὰ κτήματα, καὶ πάσας | |
τὰς ἐκκλησίας τοῦ Χριστοῦ ἐτίμησεν καὶ πάντας τοὺς χριστιανούς. | ||
526 | Κατ’ αὐτὸν δὲ τὸν καιρὸν κατὰ τῶν πολεμίων τῆς τῶν χρι‐ στιανῶν πίστεως στρατεύσας ὑπηγάγετο τῇ εὐχῇ τὴν νίκην. διὸ καὶ κυριακὰ πρὸς ἐπιστροφὴν τῶν ἐθνῶν κατὰ τόπους εἰς τι‐ μὴν τοῦ ἐπὶ πάντων σωτῆρος Χριστοῦ τοῦ θεοῦ ἡμῶν πεποίηκεν. | |
5 | Εἰσὶν τὰ ἀπὸ κτίσεως κόσμου ἐπὶ τὴν εἰκοσαετη‐ ρίδα Κωνσταντίνου Αὐγούστου ἔτη οὕτως Ἀπὸ γενέσεως Ἀδὰμ ἕως τοῦ κατακλυσμοῦ ͵βσξβʹ. Ἀπὸ τοῦ κατακλυσμοῦ ἐπὶ Ἀβραὰμ ͵αοʹ. Ἀπὸ γεννήσεως Ἀβραὰμ ἕως πʹ ἔτους Μωϋσέως φεʹ. | |
10 | Ἀπὸ παʹ ἔτους Μωϋσέως, ἤγουν τῆς ἐξόδου τῶν υἱῶν Ἰσρα‐ ήλ, ἕως γʹ ἔτους τοῦ Λαβδών, ἐν ᾧ τὸ Ἴλιον ἥλω, υδʹ. Ἀπὸ δʹ ἔτους τοῦ Λαβδὼν ἐπὶ τὸ βʹ ἔτος Σολομῶνος, καθ’ ὃ ἤρξατο ἡ πρώτη κατασκευὴ τοῦ ἱεροῦ, σκϛʹ. Ἀπὸ αʹ ἔτους Σολομῶνος ἕως νʹ ἔτους τοῦ Ὀζίου, ἤγουν | |
15 | τὴν πρώτην Ὀλυμπιάδα, σξδʹ. Ἀπὸ ἀρχῆς τῆς πρώτης Ὀλυμπιάδος ἕως ϛʹ ἔτους Δαρείου τοῦ Ὑστάσπου, καθ’ ὃ συνετελέσθη ἡ δευτέρα τοῦ ἱεροῦ οἰκοδο‐ μή, σμηʹ. Ἀπὸ ζʹ ἔτους καὶ αὐτοῦ τοῦ λεχθέντος Δαρείου ἕως ιεʹ | |
20 | ἔτους Τιβερίου, ἤγουν τοῦ σωτηρίου βαπτίσματος, φνζʹ. | |
527 | Ἀπὸ ιϛʹ ἔτους Τιβερίου, ἤγουν βʹ ἔτους καὶ αὐτοῦ σβʹ Ὀλυμπιάδος, ἕως τῆς εἰκοσαετηρίδος Κωνσταντίνου τοῦ με‐ γάλου βασιλέως καὶ βʹ ἔτους σοϛʹ Ὀλυμπιάδος ςϙζʹ. Ὁμοῦ ἀπὸ γενέσεως κόσμου ἕως τῆς εἰκοσαετηρίδος Κων‐ | |
5 | σταντίνου ἔτη ͵εωλγʹ. Ἰνδ. ιδʹ. καʹ. ὑπ. Κωνσταντίνου Αὐγούστου τὸ θʹ καὶ Κων‐ σταντίου Καίσαρος τὸ δʹ. Ἰνδ. ιεʹ. κβʹ. ὑπ. Κωνσταντίου Καίσαρος τὸ εʹ καὶ Μαξίμου. Δρέπανον ἐπικτίσας ὁ βασιλεὺς Κωνσταντῖνος ἐν Βιθυνίᾳ | |
10 | εἰς τιμὴν τοῦ ἁγίου μάρτυρος Λουκιανοῦ ὁμώνυμον τῇ μητρὶ αὐ‐ τοῦ Ἑλενούπολιν κέκληκεν, δωρησάμενος ἄχρι τοῦ νῦν ἕως φα‐ νερᾶς περιοχῆς πρὸ τῆς πόλεως εἰς τιμὴν τοῦ ἁγίου μάρτυρος Λουκιανοῦ ἀτέλειαν. σοζʹ Ὀλυμπιάς. | |
15 | Ἰνδ. αʹ. κγʹ. ὑπ. Ἰανουαρίου καὶ Ἰούστου. Κωνσταντῖνος ὁ εὐσεβὴς τὸν Δανοῦβιν πλειστάκις ἐπέρα‐ σεν, καὶ γέφυραν αὐτῷ λιθίνην ἐποίησεν. Ἐπὶ τῶν προκειμένων ὑπάτων Κωνσταντῖνος ὁ ἀοίδιμος βα‐ σιλεὺς ἀπὸ Ῥώμης ἐλθών, καὶ διάγων ἐν Νικομηδείᾳ, μητρο‐ | |
20 | πόλει τῆς Βιθυνίας, ποιήσας πρόκεσσα ἐπὶ πολὺν χρόνον ἐν τῷ | |
528 | Βυζαντίῳ, ἀνενέωσε τὸ πρῶτον τεῖχος τῆς Βύζου πόλεως, ποιή‐ σας καὶ προσθήκας τῷ αὐτῷ τείχει οὐκ ὀλίγας, καὶ συνῆψεν τῷ παλαιῷ τείχει τῆς πόλεως, καὶ ἐκάλεσεν αὐτὴν Κωνσταντινούπο‐ λιν, ἀναπληρώσας καὶ τὸ Ἱππικόν, κοσμήσας αὐτὸ χαλκουργή‐ | |
5 | μασι καὶ πάσῃ ἀρετῇ, ποιήσας ἐν αὐτῷ κάθισμα θεωρίου βασι‐ λικοῦ καθ’ ὁμοιότητα τοῦ ἐν Ῥώμῃ ὄντος. καὶ παλάτιον μέγα ποιήσας πλησίον τοῦ αὐτοῦ Ἱππικοῦ τὴν ἄνοδον ἀπὸ τοῦ παλα‐ τίου εἰς τὸ κάθισμα τοῦ Ἱππικοῦ διὰ τοῦ λεγομένου Κοχλίου, κτίσας καὶ φόρον μέγαν καὶ εὐπρεπῆ πάνυ· καὶ ἔστησεν ἐν μέσῳ | |
10 | κίονα πορφυροῦν μέγαν λίθου Θηβαίου ἀξιοθαύμαστον, καὶ ὑπεράνω τοῦ αὐτοῦ κίονος ἔστησεν ἑαυτοῦ ἀνδριάντα μέγαν, ἔχοντα ἐν τῇ κεφαλῇ αὐτοῦ ἀκτῖνας, ὅπερ χαλκούργημα ἤγαγεν ἀπὸ τῆς Φρυγίας. ὁ δὲ αὐτὸς βασιλεὺς Κωνσταντῖνος ἀφελὼν κρυπτῶς ἀπὸ Ῥώμης τὸ λεγόμενον Παλλάδιον ἔθηκεν αὐτὸ ἐν τῷ | |
15 | ὑπ’ αὐτοῦ κτισθέντι φόρῳ ὑποκάτω τοῦ κίονος τῆς στήλης αὐτοῦ, ὥς τινες λέγουσι τῶν Βυζαντίων ἐκ διαδοχῆς ἀκούσαντες. τὴν δὲ τύχην τῆς πόλεως τῆς ὑπ’ αὐτοῦ ἀνανεωθείσης ποιήσας θυ‐ σίαν ἀναίμακτον ἐκάλεσεν Ἀνθοῦσαν. Ὁ αὐτὸς βασιλεὺς ἔκτισε καὶ δύο ἐμβόλους ἀπὸ τῆς εἰσόδου | |
20 | τοῦ παλατίου ἕως τοῦ φόρου εὐπρεπεῖς, κοσμήσας ἀνδριᾶσι καὶ μαρμάροις, καλέσας τὸν τόπον τῶν ἐμβόλων Ῥηγίαν, κτίσας ἐγ‐ | |
γὺς καὶ βασιλικὴν ἔχουσαν κόγχην, καὶ ἔξω μεγάλους κίονας στή‐ | ||
529 | σας καὶ ἀνδριάντας, ἥνπερ ἐκάλεσεν Σενᾶτον, καλέσας τὸν τό‐ πον Αὐγουσταῖον, καθότι καὶ στήλην ἦν στήσας κατέναντι τῆς ἰδίας αὐτοῦ μητρὸς Ἑλένης Αὐγούστας δεσποίνης ἐν πορφυρῷ κίονι. | |
5 | Ὁμοίως δὲ καὶ τὸ δημόσιον τὸ λεγόμενον Ζεύξιππον ἀνεπλή‐ ρωσεν, κοσμήσας κίοσι καὶ μαρμάροις ποικίλοις καὶ χαλκουρ‐ γήμασιν. Ἰνδ. βʹ. κδʹ. ὑπ. Κωνσταντίνου Αὐγούστου τὸ ιʹ καὶ Κων‐ σταντίου Καίσαρος τὸ εʹ. | |
10 | Ἰνδ. γʹ. κεʹ. ὑπ. Γαλλικανοῦ καὶ Συμμάχου. Ἔτους ταʹ τῆς εἰς οὐρανοὺς ἀναλήψεως τοῦ κυρίου καὶ κεʹ τῆς ἑαυτοῦ βασιλείας Κωνσταντῖνος ὁ εὐσεβέστατος, πατὴρ Κων‐ σταντίνουʹ νέου Αὐγούστου καὶ Κωνσταντίου καὶ Κώνσταντος Καισάρων, πόλιν μεγίστην, λαμπράν, καὶ εὐδαίμονα κτίσας, | |
15 | συγκλήτῳ τε τιμήσας, Κωνσταντινούπολιν κέκληκε πρὸ πέντε ἰδῶν μαΐων, ἡμέρᾳ δευτέρᾳ τῆς ἑβδομάδος, ἰνδικτιῶνος τρίτης, τὸ πρότερον καλουμένην Βυζάντιον, Ῥώμην αὐτὴν δευτέραν χρη‐ ματίζειν ἀναγορεύσας, ἐπιτελέσας ἱππικὸν ἀγῶνα πρῶτος, φορέ‐ σας πρώτοις διάδημα διὰ μαργαριτῶν καὶ ἑτέρων τιμίων λίθων. | |
20 | καὶ ἐποίησεν ἑορτὴν μεγάλην, κελεύσας διὰ θείου αὐτοῦ τύπου τῇ αὐτῇ ἡμέρᾳ ἐπιτελεῖσθαι τὸ γενέθλιον τῆς πόλεως αὐτοῦ καὶ | |
ἀνοίγειν τῇ ιαʹ τοῦ αὐτοῦ ἀρτεμισίου μηνὸς τὸ δημόσιον λουτρὸν | ||
530 | Ζεύξιππον, πλησίον ὄντα τοῦ Ἱππικοῦ καὶ τῆς Ῥηγίας τοῦ παλατίου, ποιήσας ἑαυτῷ ἄλλην στήλην ἀπὸ ξοάνου κεχρυσωμένην βαστά‐ ζουσαν ἐν τῇ δεξιᾷ χειρὶ τύχην τῆς αὐτῆς πόλεως, καὶ αὐτὴν κε‐ χρυσωμένην, κελεύσας κατὰ τὴν αὐτὴν ἡμέραν τοῦ γενεθλιακοῦ | |
5 | ἱππικοῦ εἰσιέναι τὴν αὐτὴν τοῦ ξοάνου στήλην διριγευομένην ὑπὸ τῶν στρατευμάτων μετὰ χλανιδίων καὶ καμπαγίων, πάντων κα‐ τεχόντων κηροὺς λευκούς, καὶ περιέρχεσθαι τὸ ὄχημα τὸν ἄνω καμπτόν, καὶ ἔρχεσθαι εἰς τὸ σκάμμα κατέναντι τοῦ βασιλικοῦ καθίσματος, καὶ ἐπεγείρεσθαι τὸν κατὰ καιρὸν βασιλέα καὶ | |
10 | προσκυνεῖν τὴν στήλην τοῦ αὐτοῦ βασιλέως Κωνσταντίνου καὶ αὐτῆς τῆς τύχης τῆς πόλεως. Ὁ αὐτὸς θειότατος βασιλεὺς Κωνσταντῖνος ἔμεινεν βασι‐ λεύων ἐν Κωνσταντινουπόλει, ἀφελόμενος αὐτὴν ἀπὸ τῆς ἐπαρ‐ χίας Εὐρώπης, ἤγουν τῆς μητροπόλεως αὐτῆς Ἡρακλείας, προ‐ | |
15 | βαλόμενος τῇ αὐτῇ Κωνσταντινουπόλει ἔπαρχον πραιτωρίων καὶ ἔπαρχον πόλεως καὶ τοὺς λοιποὺς μεγάλους ἄρχοντας. Εἰσὶν ἀπὸ κτίσεως Ῥώμης ἕως οὗ Κωνσταντινούπολις ἐνε‐ καινίσθη ἔτη ͵απʹ. Τούτῳ τῷ ἔτει Ἀλέξανδρος ἐπίσκοπος Ἀλεξανδρείας ἐτε‐ | |
20 | λεύτησεν πρὸ ιδʹ καλανδῶν μαΐων, φαρμουθὶ κβʹ, καὶ ἐχειροτο‐ | |
νήθη ἀντ’ αὐτοῦ ἐπίσκοπος Ἀθανάσιος ὁ μέγας πατήρ. | ||
531 | Ἰνδ δʹ. κϛʹ. ὑπ. Βάσσου καὶ Ἀβλαβίου. σοηʹ Ὀλυμπιάς. Ἰνδ. εʹ. κζʹ. ὑπ. Πακατιανοῦ καὶ Ἱλαριανοῦ. Ἐπὶ τούτων τῶν ὑπάτων ἤρξατο ἀναλίσκεσθαι τοῖς πολί‐ | |
5 | ταις Κωνσταντινουπόλεως ὁ ἄρτος ἀπὸ ιηʹ μαΐου. Ἰνδ. ϛʹ. κηʹ. ὑπ. Δαλμάτου καὶ Ζηνοφίλου. Ἰνδ. ζʹ. κθʹ. ὑπ. Ὀπτάτου Πατρικίου καὶ Ἀνικίου Παυ‐ λίνου. Τούτοις τοῖς ὑπάτοις γέγονε τὰ ἐγκαίνια τῆς ἐκκλησίας τοῦ | |
10 | ἁγίου σταυροῦ τῆς οἰκοδομηθείσης ὑπὸ Κωνσταντίνου ἐπὶ Μα‐ καρίου ἐπισκόπου, μηνὶ σεπτεμβρίῳ ιζʹ. ἐντεῦθεν ἤρξατο ἡ σταυροφάνεια. Ἰνδ. ηʹ. λʹ. ὑπ. Κωνσταντίου Καίσαρος ϛʹ καὶ Ἀλβίνου. Κωνσταντίνου τοῦ εὐσεβοῦς ἤχθη τριακονταετηρὶς ἐν Κων‐ | |
15 | σταντινουπόλει Ῥώμῃ πάνυ φιλοτίμως πρὸς ηʹ καλανδῶν αὐγού‐ στων, καὶ Κώνσταντα τὸν υἱὸν αὐτοῦ Αὔγουστον ἀνέδειξεν, καὶ Δαλμάτιον τὸν υἱὸν τοῦ ἀδελφοῦ αὐτοῦ Δαλματίου τοῦ κήνσω‐ ρος Καίσαρα ἀνηγόρευσεν πρὸς ηʹ καλανδῶν ὀκτωβρίων. ἦν δὲ Δαλμάτιος ὁ υἱὸς Δαλματίου τοῦ ἀδελφοῦ Κωνσταντίνου τοῦ | |
20 | εὐσεβοῦς στρατηγὸς Ῥωμαίων καὶ ὕπατος πρὸ τοῦ αὐτὸν ἀνα‐ | |
532 | γορευθῆναι Καίσαρα. καὶ Ἀννιβαλιανὸν ῥῆγα προχειρισάμενος ἐνέδυσε κοκκηρὰν χλαμύδα, καὶ κατὰ Καισάρειαν τῆς Καππαδο‐ κίας ἀπέστειλεν. σοθʹ Ὀλυμπιάς. | |
5 | Ἰνδ. θʹ. λαʹ. ὑπ. Νεπωτιανοῦ καὶ Φακούνδου. Ἰνδ. ιʹ. λβʹ. ὑπ. Φηλικιανοῦ καὶ Τατιανοῦ. Πέρσαι πόλεμον ἐδήλωσαν πρὸς Ῥωμαίους, καὶ ἐπιβὰς Κωνσταντῖνος λβʹ ἐνιαυτῷ τῆς αὐτοῦ βασιλείας, ὁρμήσας ἐπὶ τὴν ἀνατολὴν κατὰ Περσῶν, ἐλθὼν ἕως Νικομηδείας, ἐνδόξως | |
10 | καὶ εὐσεβῶς μεταλλάττει τὸν βίον ἐν προαστείῳ τῆς αὐτῆς πό‐ λεως μηνὶ ἀρτεμισίῳ ιαʹ, καταξιωθεὶς τοῦ σωτηριώδους βαπτί‐ σματος ὑπὸ Εὐσεβίου ἐπισκόπου Κωνσταντινουπόλεως, βασι‐ λεύσας ἔτη λαʹ καὶ μῆνας ιʹ. καὶ κατέλιπε Καίσαρας τοὺς τρεῖς υἱοὺς αὐτοῦ, Κωνσταντῖνον Καίσαρα, βασιλεύοντα τῶν κατὰ | |
15 | Γαλλίαν μερῶν, ἄγοντα τῆς βασιλείας ἔτος εἰκοστόν, καὶ Κων‐ στάντιον τὸν μετ’ αὐτὸν Καίσαρα ἐν τοῖς κατὰ τὴν ἀνατολὴν μέρεσιν, ἔτος ἄγοντα τῆς βασιλείας ιαʹ, καὶ Κώνσταντα μετ’ αὐ‐ τὸν Καίσαρα, ἐν τοῖς κατὰ τὴν Ἰταλίαν μέρεσι διάγοντα, τῆς βα‐ σιλείας ἔτος ἄγοντα τρίτον, καὶ Δαλμάτιον Καίσαρα υἱὸν τοῦ | |
20 | ἀδελφοῦ αὐτοῦ ἐν τῇ Μεσοποταμίᾳ, ἔτος ἄγοντα καὶ αὐτὸν τρίτον. | |
Ὁ τρισμακάριος Κωνσταντῖνος ἀνεπαύσατο μηνὶ μαΐῳ κβʹ | ||
533 | πρὸ ιαʹ καλανδῶν ἰουνίων ἐν αὐτῇ τῇ ἁγίᾳ πεντηκοστῇ, ἔτι κει‐ μένου ἀτάφου τοῦ σκηνώματος Κωνσταντίνου τοῦ εὐσεβοῦς ἐν τῷ παλατίῳ Κωνσταντινουπόλεως καὶ φυλαττομένου ἕως οὗ γνῶσιν οἱ υἱοὶ αὐτοῦ. | |
5 | Ἀκούσας Κωνστάντιος ἐν τῇ ἀνατολῇ ἐν Μεσοποταμίᾳ, ἔτι τοῦ Περσικοῦ πολέμου ἐπικειμένου, εὐθέως ἐξώρμησεν ἐπὶ Κωνσταντινούπολιν, ἐν ᾗ παραγενόμενος προεκόμισε τὸν ἑαυτοῦ πατέρα Κωνσταντῖνον τὸν ἀοίδιμον ἐν τοσαύτῃ παρατάξει καὶ δόξῃ βασιλικῆς προόδου, ὡς οὐκ ἔστιν εἰπεῖν κατ’ ἀξίαν, πα‐ | |
10 | ρόντος στρατοπέδου ὡς ἔτι ζῶντος ἐν ὁπλοφορίᾳ, τῆς τε πόλεως ἁπάσης, ἅτε καὶ ὑπ’ αὐτοῦ ἀνηγορευμένης Ῥώμης, καὶ δὴ ὅσα γέγονεν ἐν αὐτῇ ἔνδοξά τε καὶ σιτομέτρια τῶν δωρηθεισῶν ἀννω‐ νῶν, ἐν πένθει τοσούτῳ πάντων ὄντων, ὡς οὐκ ἐγένετο πώποτε βασιλέα τῶν πρὸ αὐτοῦ δοξασθῆναι οὕτως ἐν τῇ ζωῇ καὶ μετὰ θά‐ | |
15 | νατον. καὶ κατετέθη ἐν τῷ ναῷ τῶν ἁγίων Ἀποστόλων, ἐν ᾧ ἀπό‐ κεινται λείψανα τῶν ἁγίων ἀποστόλων Ἀνδρέου καὶ Λουκᾶ τοῦ εὐαγγελιστοῦ καὶ Τιμοθέου μαθητοῦ Παύλου τοῦ ἀποστόλου. Σάπωρις ὁ Περσῶν βασιλεὺς ἐπῆλθεν τῇ Μεσοποταμίᾳ πορθήσων τὴν Νίσιβιν, καὶ περικαθίσας αὐτὴν ἡμέρας ξγʹ καὶ | |
20 | μὴ κατισχύσας αὐτῆς, ἀνεχώρησεν. Ῥωμαίων λεʹ ἐβασίλευσαν μετὰ θάνατον τοῦ πατρὸς αὐ‐ τῶν Κωνσταντίνου Κωνσταντῖνος ὁ νέος καὶ Κώνστας καὶ Κων‐ | |
στάντιος ἔτη κδʹ. ὁμοῦ ͵εωοʹ. | ||
534 | Καὶ ὁ μὲν νέος Κωνσταντῖνος ἐβασίλευσεν ἐν Κωνσταντι‐ νουπόλει ἔτος αʹ, Κώνστας δὲ ἐν Ῥώμῃ ἔτη ιβʹ, καὶ μετὰ τὴν αὐ‐ τοῦ Κώνστα τελευτὴν τὰ λοιπὰ ιβʹ ἔτη ἐβασίλευσεν ἐν Ῥώμῃ Κων‐ στάντιος ὁ αὐτῶν ἀδελφὸς ὤν. τὸ κατὰ μέρος ἐστὶν οὕτως. | |
5 | Ἰνδ. ιαʹ. αʹ. ὑπ. Οὔρσου καὶ Πολεμίου. Ἰνδ. ιβʹ. βʹ. ὑπ. Κωνσταντίνου νέου Αὐγούστου τὸ δʹ καὶ Κώνσταντος Αὐγούστου τὸ ζʹ. σπʹ Ὀλυμπιάς. Ἰνδ. ιγʹ. γʹ. ὑπ. Ἀκινδύνου καὶ Πρόκλου. | |
10 | Ἰνδ. ιδʹ. δʹ. ὑπ. Μαρκελλίνου καὶ Προβίνου. Ἰνδ. ιεʹ. εʹ. ὑπ. Κωνσταντίου Αὐγούστου τὸ εʹ καὶ Κώνσταν‐ τος Αὐγούστου τὸ βʹ. Ἰνδ. αʹ. ϛʹ. ὑπ. Πλακίτου καὶ Ῥωμύλου. σπαʹ Ὀλυμπιάς. | |
15 | Ἰνδ. βʹ. ζʹ. ὑπ. Λεοντίου καὶ Σαλουστίου. Ἰνδ. γʹ. ηʹ. ὑπ. Ἀμαντίου καὶ Ἀλβίνου. Ἐπὶ τούτων τῶν ὑπάτων Κωνσταντιαναὶ δημόσιον ἐν Κων‐ σταντινουπόλει πλησίον τῶν Ἀποστόλων ἤρξατο κτίζεσθαι ὑπὸ | |
Κωνσταντίου Αὐγούστου ἀπὸ μηνὸς ἀπριλίου ιζʹ. | ||
535 | Ἰνδ. δʹ. θʹ. ὑπ. Κωνσταντίου Αὐγούστου τὸ ϛʹ καὶ Κών‐ σταντος Αὐγούστου τὸ γʹ. Ἰνδ. εʹ. ιʹ. ὑπ. Ῥουφίνου καὶ Εὐσεβίου. σπβʹ Ὀλυμπιάς. | |
5 | Ἰνδ. ϛʹ. ιαʹ. ὑπ. Φιλίππου καὶ Σαλία. Ἰνδ. ζʹ. ιβʹ. ὑπ. Λιμενίου καὶ Κατουλλίνου. Ἐπὶ τούτων τῶν ὑπάτων ἀπεκτάνθη Κώνστας ἐν Γαλλίαις ὑπὸ Μαγνεντίου, ἄρξας ἔτη ιβʹ, καὶ ἐπήρθη Μαγνέντιος πρὸ ιεʹ καλανδῶν φεβρουαρίων, καὶ Βετρανίων εἰς τὸ Σίρμιον καλάν‐ | |
10 | δαις μαρτίαις. καὶ Νεπωτιανὸς αὐτῷ τῷ ἔτει ἐπήρθη ἐν Ῥώμῃ πρὸ τριῶν νώνων ἰουνίων, καὶ πόλεμος μέγας ἐγένετο μετὰ ταῦτα μεταξὺ Ῥωμαίων καὶ Μαγνεντιακῶν. Ἰνδ. ηʹ. ιγʹ. ὑπ. Σεργίου καὶ Νιγρινιανοῦ. Ὁ μακάριος Λεόντιος ὁ ἐπίσκοπος Ἀντιοχείας τῆς Συρίας, | |
15 | ἀνὴρ κατὰ πάντα πιστός τε καὶ εὐλαβὴς καὶ ζηλωτὴς ὑπάρχων τῆς ἀληθοῦς πίστεως, ἐπιμελούμενος δὲ καὶ τῶν ξενοδοχείων ὑπὲρ τῆς τῶν ξένων θεραπείας, κατέστησεν ἄνδρας εὐλαβεῖς ἐν τῇ τού‐ των φροντίδι, ἐν οἷς ἐγένοντο τρεῖς σφόδρα ζηλωταὶ τῆς εὐσε‐ βείας. οὗτοι διά τινα χρείαν ὥρμησαν εἰς χωρίον ἀπὸ ιζʹ σημείων | |
20 | Ἀντιοχείας· ὄνομα δὲ τὸ χωρίον Θρᾳκῶν κώμη λεγομένη. τού‐ | |
536 | τοις συνώδευεν περιτυχὼν Ἰουδαῖός τις· ἦν δὲ ὁ προηγούμενος τῶν τριῶν ἀδελφῶν εὐλαβέστατος ἀνήρ, Εὐγένιος τοὔνομα. ἐν δὲ τῷ συνοδεύειν ἀρξάμενος ὁ Εὐγένιος ἐκίνει λόγον πρὸς τὸν Ἰουδαῖον περὶ τῆς τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ πίστεως. τοῦ | |
5 | δὲ Ἰουδαίου διαχλευάζοντος, ηὑρέθη ἐν τῇ ὁδῷ ὄφις νεκρὸς κεί‐ μενος· καὶ εὐθέως ὁ Ἰουδαῖος πρὸς αὐτοὺς λέγει, Ἐὰν φάγητε τὸν ὄφιν τοῦτον τὸν νεκρὸν καὶ μὴ ἀποθάνητε, γίνομαι χριστια‐ νός. καὶ εὐθέως ὁ Εὐγένιος λαβὼν τὸν ὄφιν διεῖλεν εἰς τρία μέρη ἑαυτῷ καὶ τοῖς σὺν αὐτῷ δυσί· καὶ ἔφαγον ἐνώπιον τοῦ | |
10 | Ἰουδαίου, καὶ ἔζησαν. ἐφ’ οἷς ἐπληροῦτο τὸ εὐαγγελικὸν καὶ σωτήριον λόγιον τὸ φῆσαν, Καὶ ἐν ταῖς χερσὶν αὐτῶν ὄφεις ἀροῦ‐ σιν, κἂν θανάσιμόν τι φάγωσιν, οὐ μὴ αὐτοῖς ἀδικήσει. ὁ Ἰου‐ δαῖος συνεισελθὼν αὐτοῖς ἐν τῷ ξενῶνι, καὶ διαμείνας ἐν αὐτῷ, ηὐδοκίμει χριστιανὸς γενόμενος. | |
15 | Κωνστάντιος ὁ Αὔγουστος, διατρίβων ἐν τοῖς ἀνατολικοῖς μέρεσιν διὰ τὸν Περσικὸν πόλεμον, ἀκούσας τὰ κατὰ Μαγνέν‐ τιον, ἐξώρμησεν ἀπὸ τῆς Ἀντιοχέων ἐπὶ τὴν Ἰταλίαν. Σάπωρις δὲ ὁ Περσῶν βασιλεὺς ἐπελθὼν τῇ Μεσοποταμίᾳ, καὶ περικαθίσας ἡμέρας ρʹ τὴν Νίσιβι, καὶ διαφόρως αὐτὴν | |
20 | πολεμήσας καὶ μηχαναῖς πολλαῖς χρησάμενος, ὡς καὶ ἐλεφάν‐ | |
537 | των πλῆθος ἀγαγεῖν ἐπιτηδείων πρὸς συμμαχίαν καὶ βασιλεῖς μισθωτούς, μαγγανικά τε παντοῖα, οἷς, εἰ μὴ βούλοιντο τὴν πό‐ λιν ἐκχωρήσειν, ἐξαφανίζειν αὐτὴν ἐκ βάθρων ἠπείλουν. τῶν δὲ Νισιβηνῶν ἀντεχόντων πρὸς τὴν παράδοσιν, τὸ λοιπὸν ἐξυδα‐ | |
5 | τῶσαι ταύτην τῷ πρὸς αὐτὴν ποταμῷ διεγνώκει ὁ Σάπωρις. οἱ δὲ Νισιβηνοὶ εὐχαῖς ἐνίκουν τοὺς πολεμίους, εὐμενῆ τὸν θεὸν ἔχοντες. τῶν γὰρ ὑδάτων μελλόντων τὴν θέσιν τῶν τειχέων ἐξο‐ μαλίζειν εἰς πτῶσιν, μέρος τοῦ τείχους πεπόνθει κατὰ θεοῦ συγ‐ χώρησιν ἐπὶ τῷ συμφέροντι, καθὼς ἐν τοῖς ἑξῆς δηλωθήσεται. | |
10 | γίνεται γὰρ τήν τε πόλιν φυλαχθῆναι καὶ τοὺς πολεμίους τοῖς ὕδασιν ἀντέχεσθαι, ὡς καὶ πολλοὺς ἀπολέσθαι. οἱ δὲ καὶ τοῦ‐ το πεπονθότες ἠπείλουν διὰ τοῦ καταπεσόντος μέρους τοῦ τείχους εἰσελθεῖν, παραστήσαντες τοὺς ἐλέφαντας ἐνόπλους καὶ ὄχλον συμπείσαντες ἐμβριθέστερον προσέχειν τῷ πολέμῳ μαγγάνοις | |
15 | παντοίοις μηχανώμενοι. οἱ δὲ τὴν πόλιν φρουροῦντες στρατιῶ‐ ται νίκην ἐκ θεοῦ προνοίας ἐσχήκασιν. τὸν γὰρ τόπον ἅπαντα παντοίοις ὅπλοις ἐπλήρουν, καὶ ὀνάγροις τοὺς πλείονας ἐλέφαν‐ τας ἀπέκτειναν· οἱ δὲ λοιποὶ ἐν τοῖς κατατέλμασι τῶν τάφρων ἐνέπεσαν, ἄλλοι δὲ κρουσθέντες ἀπεστράφησαν εἰς τὰ ὀπίσω, | |
20 | καὶ ὑπὲρ μυρίους αὐτῶν ὁπλίτας ἀπέκτειναν, καὶ τοῖς λοιποῖς σκη‐ πτὸς οὐρανόθεν ἔπεσεν, νεφελῶν τε γνοφωδῶν καὶ ὑετοῦ λάβρου καὶ | |
βροντῶν φωναῖς ἅπαντας ἐξέπληττον, ὡς τοὺς πλείονας αὐτῶν φόβῳ | ||
538 | διαφθαρῆναι. πάντοθεν δὲ ὁ νέος Φαραὼ Σάπωρις στενούμε‐ νος ἡττᾶτο, τοῖς τοῦ φόβου κύμασι δεινῶς καταντλούμενος. μέλλων δὲ καθαιρεῖν αὐτήν, τοῦ τείχους ῥῆγμα μέγιστον ὑπο‐ μείναντος, καὶ τῆς πόλεως λοιπὸν προδίδοσθαι μελλούσης, ὅρα‐ | |
5 | σις ἐδείχθη ἐν ἡμέρᾳ τῷ Σάπωρι καθ’ ἣν ὥραν ἐπολέμει ἀνήρ τις περιτρέχων εἰς τὰ τείχη τῆς Νισίβης· ἦν δὲ ὁ φαινόμενος τῷ εἴδει Κωνστάντιος ὁ Αὔγουστος· ὡς πλέον ἀγανακτεῖν τὸν Σάπωριν κατὰ τῶν τῆς Νισίβης οἰκητόρων, λέγοντα ὡς Οὐδὲν ὑμῶν ὁ βασιλεὺς ἰσχύει· ἐξελθάτω καὶ πολεμείτω, ἢ παράδοτε | |
10 | τὴν πόλιν. ἐκείνων δὲ λεγόντων, Οὐκ ἐστιν δίκαιον παραδοῦ‐ ναι ἡμᾶς τὴν πόλιν, ἀπόντος τοῦ βασιλέως ἡμῶν Κωνσταντίου τοῦ Αὐγούστου. ὡς ἐκ τούτου πλέον ἀγανακτεῖν τὸν Σάπωριν, ψευδομένων αὐτῶν κατὰ τὸ φαινόμενον ἐκείνῳ, καὶ λέγειν αὐτόν, Ἵνα τί ψεύδεσθε· ἐγὼ θεωρῶ τοῖς ἐμοῖς ὀφθαλμοῖς τὸν βασιλέα | |
15 | ὑμῶν Κωνστάντιον περιτρέχοντα εἰς τὰ τείχη τῆς πόλεως ὑμῶν. καὶ ἐν τούτοις πολεμηθεὶς ὑπὸ τοῦ θεοῦ ποικίλως ὁ Σάπωρις ἄπρακτος ἀνεχώρησεν, θάνατον ἀπειλήσας τοῖς μάγοις αὐτοῦ. μαθόντες δὲ τὴν αἰτίαν διέγνωσαν τοῦ φανέντος ἀγγέλου σὺν τῷ Κωνσταντίῳ τὴν δύναμιν, καὶ ἡρμήνευον αὐτῷ. καὶ ἐπι‐ | |
20 | γνοὺς ὁ Σάπωρις τοῦ κινδύνου τὴν αἰτίαν, ἐν φόβῳ γεγονὼς ἐκέ‐ λευσε τά τε μαγγανικὰ καυθῆναι καὶ ὅσα πρὸς τὴν τοῦ πολέμου | |
παρασκευὴν ηὐτρέπισεν διαλυθῆναι. αὐτὸς δὲ σὺν τοῖς ἰδίοις | ||
539 | φυγῇ διωκόμενος τὴν πατρίδα κατείληφεν, πρότερον λοιμικῇ νό‐ σῳ τῶν πλειόνων διαφθαρέντων. φέρεται δὲ ἐν ἐπιστολῇ Οὐα‐ λαγέσου ἐπισκόπου Νισίβης τὸ κατὰ μέρος τούτων δηλούσῃ. Κωνσταντίου τοῦ Αὐγούστου ἐν τῷ κατὰ Μαγνεντίου | |
5 | ἀπερχομένου πολέμῳ, πρὶν ἢ φθάσαι αὐτὸν Κωνσταντία ἡ Κων‐ σταντίου ἀδελφὴ ἐνδύσασα Βετρανίωνα πορφύραν καλάνδαις μαρτίαις εἰς βασιλέα ἐν Ναϊσῷ τῆς Ἰταλίας ἄνδρα ἔντιμον ἀνέ‐ στησε τῷ Μαγνεντίῳ πρὸς τὴν μάχην. καὶ μετὰ ταῦτα φθάσας ὁ Κωνστάντιος ἐν οἷς τόποις ἦν ὁ πόλεμος ἐν τῇ Ἰταλίᾳ, προσε‐ | |
10 | δέξατο τὸν Βετρανίωνα μετὰ πολλῆς τιμῆς· καὶ μετὰ ταῦτα ἐν τῷ κάμπῳ τριβουνάλιον ἐφ’ ὑψηλοῦ ποιήσας, παρόντος αὐτῷ τοῦ στρατοπέδου, συμπαρεστῶτος δὲ καὶ τοῦ Βετρανίωνος, ἐδη‐ μηγόρει ὁ Κωνστάντιος ἀκόλουθον εἶναι τῇ βασιλείᾳ τὴν ἐξου‐ σίαν ὑπάρχειν καὶ τῷ ἐκ προγόνων βασιλέων διαδεξομένῳ ταύ‐ | |
15 | την· συμφέρειν δὲ καὶ τῷ κοινῷ δεόντως ὑπὸ μίαν ἐξουσίαν διοι‐ κεῖσθαι τὰ δημόσια καὶ ὅσα τούτοις ἀκόλουθα. Ἐν πᾶσι δὲ τούτοις ἦν ὁ θεὸς μετὰ Κωνσταντίου, εὐοδῶν αὐτοῦ τὴν βασιλείαν. ἦν γὰρ καὶ αὐτὸς πολλὴν φροντίδα ποιού‐ μενος ὑπὲρ τῶν ἐκκλησιῶν τοῦ Χριστοῦ. τὸν δὲ Βετρανίωνα | |
20 | βασιλεύσαντα μῆνας δέκα κατὰ τὴν προειρημένην δημηγορίαν ὁ Κωνστάντιος ἀποδύσας τὴν πορφύραν κατ’ αὐτὸν τὸν καιρὸν | |
τραπέζης αὐτῷ πρὸς ἑστίασιν κοινωνίαν παρέσχετο καὶ μετὰ πά‐ | ||
540 | σης τιμῆς καὶ δορυφορίας καὶ πολλῶν χαρισμάτων ἀπέστειλεν αὐτὸν ἐν πόλει Προυσιάδι τῆς Βιθυνίας διάγειν, λαμβάνοντα ἀν‐ νώνας καὶ κελλαρικὰ δαψιλῶς. χριστιανὸς δὲ ὢν ὁ Βετρανίων, καὶ παραβάλλων ἐν τῇ ἐκκλησίᾳ ἐν συνάξεσιν, ἐποίει ἐλεημοσύ‐ | |
5 | νας πένησι, τιμῶν καὶ τοὺς τῆς ἐκκλησίας προεστῶτας ἕως τελευ‐ τῆς αὐτοῦ. Ἰνδ. θʹ. ιδʹ. ὑπ. Σεργίου καὶ Νιγρινιανοῦ. Κωνστάντιος Αὔγουστος μόνος βασιλεύων Γάλλον ἀνε‐ ψιὸν αὐτοῦ κοινωνὸν τῆς αὐτοῦ βασιλείας Καίσαρα ἀνηγόρευ‐ | |
10 | σεν, μετονομάσας αὐτὸν Κωνστάντιον, ἰδοῖς μαρτίαις, καὶ ἐν τῇ κατὰ τὴν ἀνατολὴν Ἀντιοχείᾳ ἀπέστειλε, τῶν Περσῶν ἐπι‐ κειμένων. Τὸ σημεῖον τοῦ σταυροῦ τοῦ Χριστοῦ ὤφθη ἐν Ἱεροσολύ‐ μοις κατὰ τοῦτον τὸν χρόνον, ὥρα ἦν ὡς τρίτη, ἐν ἡμέρᾳ πεντη‐ | |
15 | κοστῇ, φωτοειδὲς τεταμένον νώναις μαΐαις ἐν τῷ οὐρανῷ ἀπὸ τοῦ ὄρους τῶν ἐλαιῶν ἕως τοῦ Γολγοθᾶ, ἐν ᾧ τόπῳ ἐσταυρώθη ὁ κύριος κατὰ ἀνατολάς, ὅθεν ἀνελήφθη ὁ κύριος, κύκλῳ τοῦ φανέντος τιμίου σταυροῦ, στέφανος ὡς ἡ ἶρις τὸ εἶδος ἔχων. καὶ τῇ αὐτῇ ὥρᾳ ὤφθη ἐν Παννωνίᾳ Κωνσταντίῳ τῷ Αὐγούστῳ καὶ | |
20 | τῷ σὺν αὐτῷ στρατῷ ὄντι ἐν τῷ κατὰ Μαγνέντιον πολέμῳ, καὶ ἀρξαμένου Κωνσταντίου νικᾶν, Μαγνεντίου συμβαλόντος αὐτῷ πε‐ ρὶ τὴν λεγομένην Μοῦρσαν πόλιν, ἡττηθεὶς ὁ Μαγνέντιος ἔφυ‐ | |
γεν εἰς τὴν Γαλλίαν μετ’ ὀλίγων. | ||
541 | Κωνστάντιος δὲ ὁ καὶ Γάλλος ὁ προειρημένος Καῖσαρ ἐν τῇ ἀνατολῇ καὶ ἐν Ἀντιοχείᾳ διῆγεν. σπγʹ Ὀλυμπιάς. Ἰνδ. ιʹ. ιεʹ. ὑπ. Κωνσταντίου Αὐγούστου τὸ ζʹ καὶ Κώνσταν‐ | |
5 | τος Καίσαρος. Ἰνδ. ιαʹ. ιϛʹ. ὑπ. Κωνσταντίου Αὐγούστου τὸ ηʹ καὶ Κών‐ σταντος Καίσαρος τὸ βʹ. Ἰνδ. ιβʹ. ιζʹ. ὑπ. Κωνσταντίου Αὐγούστου τὸ θʹ καὶ Κών‐ σταντος Καίσαρος τὸ γʹ. | |
10 | Ἐν τούτῳ τῷ ἔτει Μαγνέντιος πάλιν συμβαλὼν ἐν Μόν‐ τῳ Σελεύκῳ, ἡττηθεὶς ἔφυγε μόνος ἐν Γαλλίαις εἰς Λουγδοῦ‐ νον πόλιν, καὶ ὅτε τὸν ἴδιον ἀδελφὸν ἔσφαξεν, τότε καὶ ἑαυτὸν ἀνεῖλεν πρὸ τεσσάρων ἰδῶν αὐγούστου. Ἰνδ. ιγʹ. ιηʹ. ὑπ. Ἀρβητίωνος καὶ Λουλλιανοῦ. | |
15 | Τούτῳ τῷ ἔτει Γάλλος ὁ καὶ Κωνστάντιος, Καῖσαρ ὤν, ἐκ διαβολῆς, ὡς παρὰ γνώμην Κωνσταντίου τοῦ Αὐγούστου ἀποκτείνας ἔπαρχον πραιτωρίων καὶ κυέστωρα, μετασταλεὶς ἀπὸ τῆς Ἀντιοχέων ὑπὸ Κωνσταντίου τοῦ Αὐγούστου ἐν Ἴστρῳ τῇ νήσῳ ἀνῃρέθη. καὶ Ἰουλιανὸν τὸν ἀδελφὸν τοῦ αὐτοῦ Γάλλου | |
20 | τοῦ καὶ Κωνσταντίου πορφύραν ἐνέδυσεν, καὶ Καίσαρα προεχει‐ | |
542 | σίσατο πρὸ ηʹ ἰδῶν ὀκτωβρίων, δοὺς αὐτῷ πρὸς γάμον Κωνστάν‐ τιος Αὔγουστος τὴν ἑαυτοῦ ἀδελφὴν Ἑλένην, καὶ ἀπέστειλεν αὐ‐ τοὺς ἐν Γαλλίαις. σπδʹ Ὀλυμπιάς. | |
5 | Ἰνδ. ιδʹ. ιθʹ. ὑπ. Κωνσταντίου Αὐγούστου τὸ ιʹ καὶ Ἰουλια‐ νοῦ Καίσαρος. Ἐπὶ τούτων τῶν ὑπάτων, μηνὶ πανέμῳ αʹ, Τιμοθέου τοῦ ἁγίου μαθητοῦ γενομένου Παύλου τοῦ ἀποστόλου, ἐπισκόπου τε πρώτου χειροτονηθέντος ἐν Ἐφέσῳ τῆς Ἀσίας, τὰ λείψανα ἠνέ‐ | |
10 | χθη ἐν Κωνσταντινουπόλει σὺν πάσῃ τιμῇ, καὶ ἀπετέθη εἰς τοὺς ἁγίους Ἀποστόλους ὑποκάτω τῆς ἁγίας τραπέζης. Ἰνδ. ιεʹ. κʹ. ὑπ. Κωνσταντίου Αὐγούστου τὸ ιαʹ καὶ Ἰουλια‐ νοῦ Καίσαρος τὸ βʹ. Ἐπὶ τούτων τῶν ὑπάτων μηνὶ δύστρῳ γʹ ἠνέχθη ἐν Κων‐ | |
15 | σταντινουπόλει τὰ λείψανα τῶν ἁγίων Λουκᾶ καὶ Ἀνδρέου τῶν ἀποστόλων σπουδῇ Κωνσταντίου τοῦ Αὐγούστου μετὰ σπουδῆς καὶ θεοσεβείας ψαλμῳδίας τε καὶ ὑμνολογίας, καὶ ἀπετέθη εἰς τοὺς ἁγίους Ἀποστόλους. Κωνστάντιος Αὔγουστος εἰς τὴν ἑαυτοῦ εἰκοσαετηρίδα με‐ | |
20 | τὰ πολλῆς φαντασίας καὶ παρατάξεως εἰσῆλθεν ἐν Ῥώμῃ· συνεισ‐ | |
543 | ῆλθεν δὲ αὐτῷ καὶ ἡ γυνὴ αὐτοῦ Εὐσεβία ἡ βασίλισσα, καὶ ἐποίησαν ἡμέρας ιδʹ ἐν τῇ Ῥώμῃ. Ἰνδ. αʹ. καʹ. ὑπ. Δατιανοῦ καὶ Κερεαλίου. Ἰνδ. βʹ. κβʹ. ὑπ. Εὐσεβίου καὶ Ὑπατίου. | |
5 | Ἐπὶ τούτων τῶν ὑπάτων μηνὶ ὑπερβερεταίῳ μέγας γέγονε καὶ σφοδρὸς σεισμὸς ἐν Νικομηδείᾳ περὶ ὥραν γʹ νυκτερινήν. καὶ ἡ πόλις κατέπεσε καὶ διεφθάρη, ἐν οἷς καὶ συναπώλετο ὁ τῆς αὐ‐ τῆς πόλεως ἐπίσκοπος Κεκρόπιος τοὔνομα. Γρατιανὸς υἱὸς Οὐαλεντινιανοῦ ἐγεννήθη πρὸ ιʹ καλανδῶν | |
10 | ἰουνίων, καὶ αὐτῷ τῷ ἔτει ἐν πρώτοις προῆλθεν ἐν Κωνσταντι‐ νουπόλει ἔπαρχος Ῥώμης ὀνόματι Ὁνώρατος πρὸ γʹ ἰδῶν σεπτεμ‐ βρίων. σπεʹ Ὀλυμπιάς. Ἰνδ. γʹ. κγʹ. ὑπ. Κωνσταντίου Αὐγούστου τὸ ιβʹ καὶ Ἰου‐ | |
15 | λιανοῦ Καίσαρος τὸ γʹ. Τούτῳ τῷ ἔτει μηνὶ περιτίῳ ιεʹ καθιερώθη ἡ μεγάλη ἐκκλη‐ σία Κωνσταντινουπόλεως. Μακεδόνιος Κωνσταντινουπόλεως ἐπίσκοπος καθῃρέθη ἐπὶ πολλοῖς ἰδίοις αὐτοῦ ἐγκλήμασιν, καὶ κατέστη ἀντ’ αὐτοῦ Εὐδό‐ | |
20 | ξιος τῆς αὐτῆς ἐκκλησίας ἐπίσκοπος, ἐνθρονισθεὶς μηνὶ αὐδυναίῳ | |
κζʹ, παρουσίᾳ ἐπισκόπων οβʹ, Μάρι, Ἀκακίου, Γεωργίου, | ||
544 | Σέῤῥα, Οὐρανίου, Θεοδοσίου, Εὐσεβίου, Λεοντίου, Κυρίωνος, Ἀραβιανοῦ, Ἀσίνου, Φιλοθέου, Ἀγερωχίου, Εὐγενίου, Ἐλπι‐ δίου, Στεφάνου, Ἡλιοδώρου, Δημοφίλου, Τιμοθέου, Ἐξευρε‐ σίου, Μεγασίου, Μειζονίου, Παύλου, Εὐαγρίου, Ἀπολλωνίου, | |
5 | Φοίβου, Θεοφίλου, Προτασίου, Θεοδώρου, Ἡλιοδώρου, Εὐ‐ μαθίου, Συνεσίου, Πτολεμαίου, Εὐτυχῆ, Κύντου, Ἀλφίου, Τροφίμου, Εὐτυχίου, Βασιλίσκου, Θεομνήστου, Βετρανίωνος, Φιλίππου, Ἀναστασίου, Μαξεντίου, Πολυεύκτου, Γρατιανοῦ, Λεοντίου, Μητροδώρου, Εὐσταθίου, Ἰουνιανοῦ, Τροφίμου, | |
10 | Οἰκουμενίου, Μηνοφίλου, Εὐηθίου καὶ τῶν λοιπῶν. Ἐπὶ τῆς αὐτῆς συνόδου τῶν ἐπισκόπων οὐ μετὰ πολλὰς ἡμέρας τοῦ ἐνθρονισθῆναι τὸν Εὐδόξιον ἐπίσκοπον Κωνσταντι‐ νουπόλεως τὰ ἐγκαίνια τῆς μεγάλης ἐκκλησίας τῆς αὐτῆς πόλεως ἐτελέσθη δι’ ἐτῶν λδʹ μικρῷ πρόσω ἀφ’ οὗ θεμελίους κατεβάλε‐ | |
15 | το Κωνσταντῖνος νικητής, σεβαστός. ἐγένετο δὲ καὶ τὰ ἐγκαί‐ νια αὐτῆς ἐπὶ τῶν προκειμένων ὑπάτων πρὸ ιϛʹ καλανδῶν μαρ‐ τίων, ἥτις ἐστὶ μηνὸς περιτίου ιδʹ. εἰς τὰ ἐγκαίνια προσήγαγεν ὁ βασιλεὺς Κωνστάντιος Αὔγουστος ἀναθέματα πολλά, κειμήλια χρυσᾶ καὶ ἀργυρᾶ μεγάλα καὶ διάλιθα χρυσυφῆ ἁπλώματα τοῦ | |
20 | ἁγίου θυσιαστηρίου πολλά, ἔτι μὴν καὶ εἰς τὰς θύρας τῆς ἐκ‐ | |
κλησίας ἀμφίθυρα χρυσᾶ διάφορα καὶ εἰς τοὺς πυλεῶνας τοὺς | ||
545 | ἔξω χρυσυφῆ ποικίλα· ὡς πολλὰς δωρεὰς ἐχαρίσατο φιλοτίμως τότε παντὶ κλήρῳ καὶ τῷ κανόνι τῶν παρθένων καὶ τῶν χηρῶν καὶ τοῖς ξενοδοχείοις. καὶ εἰς διατροφὴν τῶν προειρημένων καὶ τῶν πτωχῶν καὶ ὀρφανῶν καὶ φυλακῶν σιτομέτριον προσέθηκεν | |
5 | πλείονος μέτρου οὗπερ ὁ πατὴρ αὐτοῦ Κωνσταντῖνος ἐχαρίσατο. Ἰνδ. δʹ. κδʹ. ὑπ. Ταύρου καὶ Φλωρεντίου Ἀρχῇ τετάρτης ἰνδικτιῶνος διὰ τὴν ἀπαγγελθεῖσαν αὐτῷ ἀταξίαν Ἰουλιανοῦ Καίσαρος, ἐλθὼν εἰς Μόμψου κρήνας ἐν πρώ‐ τῃ μονῇ ἀπὸ Τάρσου Κιλικίας, καὶ πρότερος εἰληφὼς τὸ ἅγιον | |
10 | βάπτισμα παρὰ Εὐζωίου ἐπισκόπου Ἀντιοχείας μετασταλέντος ἐν τῇ αὐτῇ μονῇ ὑπὸ τοῦ αὐτοῦ Κωνσταντίου, μεταλλάττει τὸν βίον ὁ αὐτὸς Κωνστάντιος Αὔγουστος μηνὶ δίῳ γʹ ἔτους Ἀντιοχείας υιʹ ἰνδικτιῶνος εʹ, εἰρήνης τῶν ἐκκλησιῶν ἐπιλαβομένου ἔτους νʹ, τῶν προειρημένων ὑπάτων Ταύρου καὶ Φλωρεντίου. | |
15 | Ῥωμαίων λϛʹ ἐβασίλευσεν Ἰουλιανὸς ὁ παραβάτης, ἀνεψιὸς μὲν Κωνσταντίου, ἀδελφὸς δὲ Γάλλου τοῦ καὶ Κωνσταντίου, ἔτη βʹ. ὁμοῦ ͵εωοβʹ. Ἰνδ. εʹ. αʹ. ὑπ. Μαμερτίνου καὶ Νεβήττα. Μετὰ τελευτὴν Κωνσταντίου τοῦ Αὐγούστου ἡ εἰρήνη τῶν | |
20 | ἐκκλησιῶν διεκόπη, εἰσελθόντος Ἰουλιανοῦ ἐν Κωνσταντινουπόλει | |
μηνὶ ἀπελλαίῳ ιαʹ. καὶ ἔστιν τὰ παρακολουθήσαντα ταῦτα. | ||
546 | Ἰουλιανὸς γνοὺς Κωνσταντίου τοῦ Αὐγούστου τελευτήν, τὴν ἑαυτοῦ ἀποστασίαν καὶ ἀσέβειαν φανερὰν καθιστῶν διατά‐ γματα κατὰ τοῦ χριστιανισμοῦ καθ’ ὅλης τῆς οἰκουμένης ἀποστέλ‐ λων τὰ εἴδωλα πάντα ἀνανεοῦσθαι προσέταττεν. ἐφ’ οἷς ἐπαρθέν‐ | |
5 | τες οἱ κατὰ τὴν ἀνατολὴν Ἕλληνες εὐθέως ἐν Ἀλεξανδρείᾳ τῇ κατ’ Αἴγυπτον Γεώργιον τὸν ἐπίσκοπον τῆς πόλεως συλλαβόμε‐ νοι ἀνεῖλον καὶ τὸ λείψανον αὐτοῦ ἀσεβῶς ἐνύβρισαν· καμήλῳ γὰρ ἐπιθέντες δι’ ὅλης τῆς πόλεως περιέφερον, καὶ μετὰ τοῦτο διαφόρων ἀλόγων νεκρὰ σώματα μετὰ τῶν ὀστέων συναγαγόντες | |
10 | καὶ συμμίξαντες αὐτοῦ τῷ λειψάνῳ καὶ κατακαύσαντες διεσκόρ‐ πισαν. Καὶ ἐν Παλαιστίνῃ δὲ τοῦ ἁγίου Ἰωάννου τοῦ βαπτιστοῦ τὰ λείψανα ἐν Σεβαστῇ τῇ πόλει κείμενα ἀνορύξαντες διεσκόρπισαν. Ἔτι δὲ καὶ τοῦ ἁγίου Πατροφίλου ἐπισκόπου τῆς ἐν Σκυ‐ | |
15 | θοπόλει ἐκκλησίας γενομένου ἀνορύξαντες ἀπὸ τοῦ τάφου τὰ λεί‐ ψανα τὰ μὲν ἄλλα διεσκόρπισαν, τὸ δὲ κρανίον ἐφυβρίστως κρε‐ μάσαντες ὡς ἐν σχήματι κανδήλας ἐνέπηξαν. Ἐν δὲ Γάζῃ καὶ Ἀσκαλῶνι πρεσβυτέρους καὶ παρθένους ἀναιροῦντες, καὶ μετὰ τοῦτο ἀναπτύσσοντες καὶ τὰ σώματα αὐ‐ | |
20 | τῶν κριθῶν πληρώσαντες, τοῖς χοίροις παρέβαλον. Καὶ ἐν Φοινίκῃ δὲ Κύριλλον διάκονον Ἡλιουπολίτην ἀνελόν‐ τες τοῦ ἥπατος αὐτοῦ ἀπεγεύσαντο, ἐπειδὴ τὰ εἴδωλα αὐτῶν ἐπὶ | |
τοῦ μακαρίτου Κωνσταντίνου κατέστρεψεν. ὁ δὲ ἀνατεμὼν τὸν | ||
547 | διάκονον καὶ ἀπογευσάμενος τοῦ ἥπατος αὐτοῦ ὅπως κατέστρεψε τὸν ἑαυτοῦ βίον ἄξιον ἐπιμνησθῆναι. τὴν μὲν γλῶσσαν σαπεῖ‐ σαν ἀπώλεσεν, τοὺς δὲ ὀδόντας θρυβέντας ἀπέβαλεν, τοὺς δὲ ὀφθαλμοὺς ἐπὶ πολὺ καὶ σφοδρότερον ὀδυνηθεὶς ἐπηρώθη, καὶ | |
5 | διὰ ὅλου τοῦ σώματος βασανιζόμενος δεινῶς ἀπέθανεν. Ἐν δὲ Ἐμέσῃ τῇ μεγάλῃ ἐκκλησίᾳ ἐπελθόντες τὸ τοῦ Διο‐ νύσου εἴδωλον ἵδρυσαν. Ὁμοίως δὲ καὶ ἐν Ἐπιφανείᾳ πόλει τῆς Συρίας ἐπεισελ‐ θόντες οἱ Ἕλληνες τῇ ἐκκλησίᾳ εἴδωλον εἰσήγαγον μετὰ αὐλῶν | |
10 | καὶ τυμπάνων. ὁ δὲ μακάριος Εὐστάθιος ὁ τῆς αὐτῆς ἐκκλησίας ἐπίσκοπος τυγχάνων, ἀνὴρ εὐλαβὴς καὶ εὐσεβής, ἀκούσας τῶν αὐ‐ λῶν καὶ πυθόμενος τὸ ποῦ ἂν εἴη ταῦτα, καὶ γνοὺς ὅτι ἐν τῇ ἐκ‐ κλησίᾳ, ζῆλον ἔχων ἐν πίστει καὶ εὐλαβείᾳ, ἀθρόως ἀκούσας ἐκοιμήθη, προσευξάμενος μὴ ἰδεῖν ταῦτα τοῖς ἑαυτοῦ ὀφθαλ‐ | |
15 | μοῖς. Ἔτι δὲ καὶ ἐν Κωνσταντινουπόλει ἐπιβὰς ὁ Ἰουλιανός, Εὐ‐ δοξίου τε ἐπισκόπου ἐν αὐτῇ ὄντος, πολυτρόπως κατὰ τῆς ἐκκλη‐ σίας μηχανώμενος ἐπιβουλὰς εἰς σύγχυσιν καὶ τὰ κατ’ αὐτὴν ἤγαγεν, βουληθεὶς ἅπαντας τοὺς καθαιρεθέντας πρὸ τούτου ἐπὶ | |
20 | διαφόροις ἀτόποις κακοδοξίαις ἐπαφεῖναι ταῖς ἐκκλησίαις, προ‐ φάσεις ἐκ τῶν γενομένων ταραχῶν ἐπινοῶν κατὰ τῶν ἐκκλησιῶν τοῦ θεοῦ. | |
Οὕτως οὖν καὶ Μελέτιος ὁ ἐπὶ ἀσεβείᾳ καὶ ἑτέροις κακοῖς | ||
548 | καθῃρημένος ἐπανελθὼν ἐν Ἀντιοχείᾳ τὴν παλαιὰν ἥρπασεν ἐκκλησίαν, συνδραμόντων αὐτῷ καὶ τῶν ἤδη ἐκ τοῦ κλήρου κα‐ θαιρεθέντων ἐνθέσμως ὑπὸ τῆς ἁγίας συνόδου· ἐν οἷς ἦν μάλι‐ στα καὶ Διογένης, ἀπὸ πρεσβυτέρων, τῶν ἄλλων πλείω συντρέ‐ | |
5 | χων, καὶ Βιτάλιος λαϊκός, ἐν ἐπιθέσει ἀεὶ ζήσας, καὶ δὴ ἀπὸ πολ‐ λοῦ προϊών, καὶ ὕστερον λυπηθεὶς μετὰ χρόνον πρὸς τὸν Μελέ‐ τιον, ἀπεσχίσθη ἀπ’ αὐτοῦ, καὶ αἵρεσιν γέλωτος καὶ αὐτὴν ἀξίαν οὖσαν συνεστήσατο, ἀφ’ οὗ ἄχρι τοῦ νῦν Βιταλιανοὶ λέγονται. ταύτῃ τῇ αἱρέσει καὶ Ἀπολλινάριος, ὡς ἂν Λαοδικεὺς τῆς Συρίας, | |
10 | γραμματικοῦ υἱὸς γεγονώς, προέστη. Ἰνδ. ϛʹ. βʹ. ὑπ. Ἰουλιανοῦ Αὐγούστου τὸ δʹ καὶ Σαλουστίου. Ἐν τούτῳ τῷ χρόνῳ καὶ τῶν ἐν στρατείαις ἐξεταζομένων τι‐ νὲς ἠπατήθησαν εἰς ἀποστασίαν, οἱ μὲν ἐπαγγελίαις δόσεων καὶ ἀξιωμάτων, οἱ δὲ καὶ ἀνάγκαις ταῖς ἐπιτιθεμέναις ὑπὸ τῶν ἰδίων | |
15 | ἀρχόντων χαυνούμενοι. καὶ Θεότεκνος δέ τις πρεσβύτερος τῆς ἐν Ἀντιοχείᾳ ἐκκλησίας ἐξ ὑποσχέσεως ἀπατηθεὶς αὐτομάτως ἐπὶ τὴν εἰδωλολατρείαν ἐχώρησεν, ὃν ὁ θεὸς ἐτιμωρήσατο παραχρῆ‐ μα τρόπῳ τοιούτῳ· σκωληκόβρωτος γὰρ γενόμενος καὶ τὰς ὄψεις ἀποβαλὼν καὶ τὴν γλῶσσαν ἐσθίων, οὕτως ἀπέθανεν. | |
20 | Τότε καὶ Ἥρων οὕτω λεγόμενός τις Θηβαῖος ἐπίσκοπος | |
549 | αὐτομάτως ἀπέστη, ἐν τῇ Ἀντιοχέων πόλει τυγχάνων, ὃν ἡ πα‐ ραδοξοποιὸς τοῦ θεοῦ δύναμις εἰς παράδειγμα καὶ φόβον πολλῶν τιμωρίας εἰσεπράξατο. ἔρημον γὰρ αὐτὸν καταστήσας πάσης κηδεμονίας, καὶ σηπεδόνος νόσον ἐμβαλὼν ἐν ταῖς πλατείαις φε‐ | |
5 | ρόμενον ἐκψῦξαι δημοσίᾳ ἐνώπιον πάντων ἐποίησεν. Ἐν τούτοις καὶ Οὐαλεντινιανός, τριβοῦνος τότε ὢν τάγμα‐ τος κορνούτων οὕτω λεγομένῳ νουμέρῳ, τῇ εἰς Χριστὸν ὁμο‐ λογίᾳ διέπρεπεν. οὐ μόνον γὰρ τοῦ ἀξιώματος κατεφρόνησεν, ἀλλὰ καὶ ἐξορίᾳ ὑποβληθεὶς γενναίως καὶ προθύμως ὑπέμενεν. | |
10 | ὃς μετὰ ταῦτα ὅπως ἐτιμήθη ὑπὸ τοῦ θεοῦ, βασιλεὺς Ῥωμαίων γενόμενος, ἐν τοῖς ἑξῆς δηλωθήσεται. Ἀρτέμιος δὲ δοὺξ ὢν τῆς κατ’ Αἴγυπτον διοκήσεως, ἐπει‐ δήπερ ἐν τοῖς καιροῖς τῆς αὐτοῦ ἀρχῆς ἐπὶ τοῦ μακαρίτου Κων‐ σταντίου τοῦ Αὐγούστου ζῆλον πολὺν ὑπὲρ τῶν ἐκκλησιῶν ἐνε‐ | |
15 | δείξατο, ἐν τῇ Ἀλεξανδρέων ἐδημεύθη καὶ τὴν κεφαλὴν ἀπετμή‐ θη, μνησικακήσαντος αὐτὸν τοῦ Ἰουλιανοῦ. Ἐμαρτύρησεν δὲ καὶ ἐν Δοροστόλῳ τῆς κατὰ τὴν Θρᾴκην Σκυθίας Αἰμιλιανός, ἀπὸ στρατιωτῶν πυρὶ παραδοθεὶς ὑπὸ Κα‐ πετωλίνου οὐϊκαρίου, πολλοί τε ἄλλοι κατὰ διαφόρους τόπους καὶ | |
20 | πόλεις καὶ χώρας διέπρεψαν τῇ εἰς Χριστὸν ὁμολογίᾳ, ὧν οὐκ | |
ἔστιν ῥᾴδιον τὸν ἀριθμὸν ἐξειπεῖν καὶ τὰ ὀνόματα. | ||
550 | Ἐν τούτῳ τῷ χρόνῳ Θαλάσσιός τις ὁ καὶ Μάγνος, ἐν ἀσελ‐ γείαις μὲν καὶ ἀσωτίαις ἐπίσημος, ὃς καὶ τῆς ἑαυτοῦ θυγατρὸς ἐπ’ αἰσχρουργίαις προαγωγοὺς ἐτύγχανεν, συμπεσόντος αὐτῷ τοῦ οἴκου ἀπέθανεν. | |
5t | Περὶ μαρτυρίου τοῦ ἁγίου Δομετίου | |
6 | Ἐν τούτῳ τῷ ἔτει ἐμαρτύρησε καὶ ὁ ἅγιος Δομέτιος τρόπῳ τοιούτῳ. ἀπερχόμενος γὰρ Ἰουλιανὸς εἰς πόλεμον, καὶ παρερ‐ χόμενος διὰ τῶν Κυῤῥηστικῶν εἶδεν ὄχλον ἑστῶτα ἔμπροσθεν τοῦ σπηλαίου τοῦ ἁγίου Δομετίου καὶ ἰώμενον, καὶ ἐπηρώτησε τὸ τίς | |
10 | ἔστιν· καὶ μαθὼν ὅτι μοναχὸς καὶ συνάγεται ὄχλος θέλων ἰαθῆ‐ ναι καὶ εὐλογηθῆναι παρ’ αὐτοῦ, ἐδήλωσεν τῷ ἁγίῳ Δομετίῳ αὐτὸς Ἰουλιανὸς διὰ ῥεφερενδαρίου χριστιανοῦ ταῦτα. Εἰ διὰ τὸ ἀρέσαι τῷ θεῷ σου εἰς τὸ σπήλαιον εἰσῆλθες, ἀνθρώποις μὴ θέλε ἀρέσκειν, ἀλλ’ ἰδίαζε. ἀντεδήλωσεν αὐτῷ ὁ ἅγιος Δομέτιος ὅτι | |
15 | Τῷ θεῷ ἐκδούς μου τὴν ψυχὴν καὶ τὸ σῶμα ἐκ παλαιοῦ τοῦ χρό‐ νου ἐν τῷ σπηλαίῳ τούτῳ ἀπέκλεισα ἐμαυτόν. τὸν δὲ πρὸς ἐμὲ ἐρχόμενον ἐν πίστει ὄχλον ἀποδιώκειν οὐ δύναμαι. καὶ ἐκέλευσεν ὁ βασιλεὺς Ἰουλιανὸς ἀναφραγῆναι τὸ σπήλαιον, καὶ ἔμεινεν ἔσω ὁ δίκαιος. καὶ οὕτως ἐτελειώθη αὐτὸς ὁ ἅγιος Δομέτιος. | |
20 | Τῷ αὐτῷ χρόνῳ εἶδεν Ἰουλιανὸς ἐν ὁράματί τινα τέλειον | |
551 | ἄνδρα ἐνδεδυμένον ὑπάτου σχῆμα καὶ εἰσελθόντα πρὸς αὐτὸν εἰς τὸν παπυλεῶνα, πεπηγμένον πλησίον τῆς πόλεως Κτησιφῶντος ἐν κώμῃ λεγομένῃ Ῥασίᾳ, κροῦσαι αὐτὸν λόγχῃ. καὶ ἐξυπνι‐ σθεὶς ἔκραξεν, καὶ ἀνέστησαν οἱ κουβικουλάριοι εὐνοῦχοι καὶ οἱ | |
5 | σπαθάριοι καὶ στρατὸς ὁ φυλάττων τὸν παπυλεῶνα, καὶ εἰσῆλ‐ θον πρὸς αὐτὸν μετὰ λαμπάδων βασιλικῶν· καὶ προσεσχηκὼς ὁ Ἰουλιανὸς ἑαυτὸν σφαγὴν κατὰ τῆς μασχάλης ἔχοντα ἐπηρώτη‐ σεν τοὺς παρεστῶτας Πῶς λέγεται ἡ κώμη, ὅπου ἐστὶν ὁ παπυ‐ λεών μου πεπηγμένος; καὶ εἶπον αὐτῷ Ῥασία. καὶ εὐθέως | |
10 | ἀνέκραξεν Ἰουλιανός, Ὦ Ἥλιε, ἀπώλεσας Ἰουλιανόν. καὶ ἐκχυ‐ θεὶς παρέδωκε τὴν ψυχὴν ὥρᾳ νυκτερινῇ εʹ μηνὶ δαισίῳ πρὸ ϛʹ καλανδῶν ἰουλίων. καὶ εὐθέως ὁ στρατὸς πρὸ τοῦ γνῶναι τοὺς πολεμίους Πέρσας ἀπῆλθαν ἐν τῷ παπυλεῶνι Ἰοβιανοῦ κόμητος δομεστίκων καὶ στρατηλάτου τὴν ἀξίαν· καὶ ἀγνοοῦντος αὐτοῦ | |
15 | τὰ τῆς τελευτῆς Ἰουλιανοῦ, ἤγαγον αὐτὸν εἰς τὸν βασιλικὸν πα‐ πυλεῶνα, ὡς τοῦ βασιλέως Ἰουλιανοῦ ζητήσαντος αὐτόν. καὶ ἀπότε εἰσῆλθεν εἰς τὸν παπυλεῶνα, συνέχοντες αὐτὸν ἀνηγόρευσαν βασιλέα μηνὶ τῷ αὐτῷ δαισίῳ πρὸ ϛʹ καλανδῶν ἰουλίων πρὸ τοῦ διαφαῦσαι. τὸ δὲ πλῆθος τοῦ στρατοῦ τὸ ὂν εἰς Κτησιφῶντα | |
20 | καὶ ἀπὸ πολλοῦ διαστήματος ἀπληκεῦον οὐκ ἔγνω τὰ συμβάντα | |
ἕως ἀνατολῆς ἡλίου. τελευτᾷ οὖν ὁ αὐτὸς Ἰουλιανὸς ὢν ἐτῶν λϛʹ. | ||
552 | Ἐν αὐτῇ δὲ τῇ νυκτὶ εἶδεν ἐν ὁράματι ὁ ὁσιώτατος Βασί‐ λειος ἐπίσκοπος Καισαρείας τοὺς οὐρανοὺς ἀνεῳγμένους καὶ τὸν σωτῆρα Χριστὸν ἐπὶ θρόνου καθήμενον καὶ εἰπόντα κραυγῇ, Μερκούριε, ἀπελθὼν φόνευσον Ἰουλιανὸν τὸν βασιλέα τὸν κατὰ | |
5 | τῶν χριστιανῶν. ὁ δὲ ἅγιος Μερκούριος, ἑστὼς ἔμπροσθεν τοῦ κυρίου, φορῶν θώρακα σιδηροῦν, ἀκούσας τὴν κέλευσιν ἀφανὴς ἐγένετο. καὶ πάλιν ηὑρέθη ἑστὼς ἔμπροσθεν τοῦ θρόνου τοῦ κυρίου, καὶ ἔκραξεν, Ἰουλιανὸς ὁ βασιλεὺς σφαγεὶς ἀπέθανεν, ὡς ἐκέλευσας, κύριε. καὶ θροηθεὶς ἐκ τῆς κραυγῆς ὁ ἐπίσκοπος Βα‐ | |
10 | σίλειος διυπνίσθη τεταραγμένος. ἐτίμα δὲ αὐτὸν ὁ βασιλεὺς Ἰου‐ λιανός, ὡς ἐλλόγιμον καὶ ὡς συμπράκτορα αὐτοῦ, καὶ ἔγραφεν αὐτῷ συνεχῶς. καὶ κατελθὼν ὁ ἐπίσκοπος Βασίλειος εἰς τὴν ἐκ‐ κλησίαν διὰ τὰ ἑωθινά, καλέσας πάντα τὸν κλῆρον εἶπεν αὐτοῖς τὸ τοῦ ὁράματος μυστήριον καὶ ὅτι ἐσφάγη Ἰουλιανὸς ὁ βασι‐ | |
15 | λεὺς καὶ τελευτᾷ ἐν τῇ νυκτὶ ταύτῃ· καὶ πάντες παρεκάλουν αὐτὸν σιγᾶν καὶ μὴ λέγειν τι τοιοῦτον. Μετὰ δὲ τὴν βασιλείαν Ἰουλιανοῦ μηνὶ δαισίῳ ἐβασίλευ‐ σεν ὁ αὐτὸς Ἰοβιανὸς μῆνας ηʹ, στεφθεὶς ἀπὸ τοῦ στρατοῦ εἰς τὰ Περσικὰ μέρη. ἅμα δὲ ἐβασίλευσεν, προσεφώνησεν τῷ παντὶ | |
20 | στρατῷ καὶ τοῖς μετ’ αὐτοῦ συγκλητικοῖς διὰ φωνῆς αὐτοῦ ἰδίας, Εἰ θέλετε βασιλεύειν με ὑμῶν, ἵνα πάντες χριστιανοί ἐσμεν. καὶ | |
εὐφήμησεν αὐτὸν ἅπας ὁ στρατὸς καὶ ἡ σύγκλητος καὶ τὰ τάγμα‐ | ||
553 | τα τῶν στρατευμάτων. καὶ λοιπὸν ἐξελθὼν ὁ αὐτὸς Ἰοβιανὸς ἅμα τῷ οἰκείῳ στρατῷ ἐκ τῆς ἐρήμου γῆς εἰς τὴν εὐθαλῆ Περ‐ σικήν, ἐμερίμνα πῶς ἐξέλθῃ ἐκ τῶν λοιπῶν Περσικῶν μερῶν. Ὁ δὲ βασιλεὺς Περσῶν Λαβουαρσάκιος μήπω μαθὼν τὴν | |
5 | τοῦ βασιλέως Ἰουλιανοῦ τελευτήν, ἐν φόβῳ πολλῷ κατεχόμενος, ἐκ τῆς Περσικῆς Ἀρμενίας χώρας πρεσβεύων ἐξέπεμψέν τινα τῶν μεγιστάνων αὐτοῦ ὀνόματι Σουρέναν πρὸς τὸν βασιλέα Ῥωμαίων περὶ εἰρήνης αἰτῶν καὶ δεόμενος. ὅντινα δεξάμενος ἀσμένως Ἰο‐ βιανὸς ὁ βασιλεὺς ἐπένευσεν δέχεσθαι τὴν πρεσβείαν τῆς εἰρήνης, | |
10 | εἰρηκὼς καὶ αὐτὸς πέμπειν πρεσβευτὴν πρὸς τὸν βασιλέα Περ‐ σῶν. ἀκούσας δὲ τοῦτο Σουρένας πρεσβευτὴς Περσῶν, ᾔτησε τὸν βασιλέα Ἰοβιανὸν τυπῶσαι εὐθέως καὶ παραχρῆμα εἰρήνης πάκτα. Καὶ ἀφορίσας ὁ βασιλεὺς Ἰοβιανὸς ἕνα συγκλητικὸν αὐτοῦ, | |
15 | τὸν πατρίκιον Ἀρίνθαιον, δεδωκὼς αὐτῷ τὸ πᾶν, συνθέμενος ἐμμένειν τοῖς παρ’ αὐτοῦ δοκιμαζομένοις ἤτοι τυπουμένοις με‐ τὰ τῆς συγκλήτου καὶ τοῦ πρεσβευτοῦ Περσῶν ποιῆσαι εἰρήνης πάκτα, ὡς αὐτὸς ἀσχολούμενος. καὶ παρέσχεν ἔνδοσιν τοῦ πο‐ λέμου τρεῖς ἡμέρας ἐν τῇ περὶ τῆς εἰρήνης βουλῇ. καὶ ἐτυπώθη | |
20 | μεταξὺ τοῦ πατρικίου Ἀρινθαίου τοῦ Ῥωμαίου καὶ Σουρένα συγ‐ κλητικοῦ Περσῶν δοῦναι Ῥωμαίους Πέρσαις πᾶσαν τὴν ἐπαρχίαν | |
καὶ τὴν λεγομένην πόλιν Νισίβιος γυμνὴν σὺν τείχεσι καὶ μόνοις | ||
554 | ἄνευ ἀνδρῶν τῶν οἰκούντων αὐτήν. καὶ τούτου στηριχθέντος καὶ εἰρήνης ἐγγράφου γενομένης, ἔλαβεν μεθ’ ἑαυτοῦ ὁ βασιλεὺς Ἰοβιανὸς ἕνα τῶν σατραπῶν Περσῶν, ὄντα μετὰ τοῦ πρεσβευ‐ τοῦ, ὀνόματι Ἰούνιον, εἰς τὸ παραλαβεῖν τὴν ἐπαρχίαν καὶ τὴν | |
5 | μητρόπολιν αὐτῆς. καὶ καταφθάσας ὁ αὐτὸς βασιλεὺς Ἰοβιανὸς τὴν Νισιβέων πόλιν οὐκ εἰσῆλθεν ἐν αὐτῇ, ἀλλ’ ἔξω τῶν τει‐ χῶν ἔστη. ὁ δὲ Ἰούνιος ὁ τῶν Περσῶν σατράπης ἐπελθὼν ἐν τῇ πόλει κατὰ κέλευσιν τοῦ βασιλέως εἰς ἕνα τῶν πύργων σημεῖον Περσικὸν ἐπέθηκε, τοῦ βασιλέως Ῥωμαίων κελεύσαντος τοὺς πολί‐ | |
10 | τας πάντας σὺν πᾶσιν τοῖς διαφέρουσιν αὐτοῖς ἕως ἑνὸς εὐθέως ἐξελ‐ θεῖν. καὶ ἐξελθὼν πρὸς αὐτὸν Σιλουανός, κόμης τὴν ἀξίαν καὶ πο‐ λιτευόμενος τῆς αὐτῆς πόλεως, προσέπεσεν τῷ βασιλεῖ, δεόμενος μὴ παραδοῦναι τὴν πόλιν Πέρσαις. ὡς δὲ οὐκ ἔπεισεν αὐτόν, ὀμω‐ μοκέναι γὰρ ἔφασκεν καὶ μὴ βούλεσθαι δόξαν ἐπιόρκου παρὰ πᾶ‐ | |
15 | σιν ἔχειν, τειχίσας κώμην οὖσαν ἔξω τοῦ τείχους τῆς πόλεως Ἀμίδης προσέζευξεν τὸ αὐτὸ τεῖχος τῷ τείχει τῆς πόλεως Ἀμίδης, καλέσας τὴν κώμην Νισίβεως, καὶ ἐκεῖ πάντας τοὺς ἐκ τῆς Μυ‐ γδονίας χώρας οἰκεῖν ἐποίησεν, καὶ Σιλουανὸν τὸν πολιτευόμενον εὐθέως ἐκ τῆς Μεσοποταμίας καὶ πάντα χριστιανὸν ἀνήγαγεν, | |
20 | καὶ χριστιανοῖς ἐνεχείρισεν τὰς ἀρχὰς τῆς ἀνατολῆς πάσης καὶ ἐπάρχους. | |
Καὶ μετὰ τὸ ποιῆσαι πάκτα εἰρήνης μετὰ Περσῶν ἀπολι‐ | ||
555 | πὼν τὴν ἀνατολὴν ὁ βασιλεὺς Ἰοβιανὸς πρὸς ὀλίγον χρόνον ἐξώρ‐ μησεν ἐπὶ Κωνσταντινούπολιν μετὰ τοῦ στρατοῦ σπουδαίως διὰ τὸν χειμῶνα· ἦν γὰρ βαρύς. σπϛʹ Ὀλυμπιάς. | |
5 | Ῥωμαίων λζʹ ἐβασίλευσεν Ἰοβιανὸς μῆνας ιʹ, ἡμέρας ιεʹ. ὁμοῦ ͵εωογʹ. Ἰνδ. ζʹ. αʹ. ὑπ. Ἰοβιανοῦ Αὐγούστου καὶ Βαῤῥωνιανοῦ. Τούτῳ τῷ ἔτει ἐτελεύτησεν Ἰοβιανὸς Αὔγουστος εἰς Δαδά‐ στανα μηνὶ περιτίῳ πρὸ ιβʹ καλανδῶν μαρτίων. | |
10 | Ῥωμαίων ληʹ ἐβασίλευσεν Οὐαλεντινιανὸς Αὔγουστος, Σα‐ λουστίου τοῦ ἐπάρχου πραιτωρίων καὶ παλαιοῦ πατρικίου ἐπιλε‐ ξαμένου τὸν αὐτὸν Οὐαλεντινιανόν· ὅντινα Οὐαλεντινιανὸν Ἰου‐ λιανὸς ὁ παραβάτης ὡς χριστιανὸν πάνυ πέμψας ἦν εἰς Σηλυ‐ βρίαν, ποιήσας αὐτὸν ἐκεῖ τριβοῦνον ἀριθμοῦ. ἔγνω γὰρ ἐν | |
15 | ὁράματι Ἰουλιανὸς ὅτι μετ’ αὐτὸν βασιλεύει. ὁ δὲ ἔπαρχος τῶν πραιτωρίων Σαλούστιος πέμψας ἤνεγκεν αὐτὸν ἀπὸ Σηλυβρίας, καὶ εἶπεν τῷ στρατῷ καὶ τῇ συγκλήτῳ ὅτι οὐδεὶς ποιεῖ βασιλέα εἰς τὰ Ῥωμαίων ὡς αὐτός. καὶ ἐπήρθη Οὐαλεντινιανὸς Αὔγουστος ἐν Νικαίᾳ Βιθυνίας μηνὶ περιτίῳ πρὸ εʹ καλανδῶν μαρτίων. | |
20 | Ἐβασίλευσεν δὲ Ῥωμαίων ληʹ ὁ αὐτὸς θειότατος Οὐαλεν‐ | |
τινιανὸς ἔτη ιδʹ. ὁμοῦ ͵εωπζʹ. | ||
556 | Ὅστις Οὐαλεντινιανὸς ἅμα ἐβασίλευσεν, διεδέξατο τὸν ἔπαρχον τῶν πραιτωρίων Σαλούστιον, καὶ ὑπὸ ἐγγύας αὐτὸν ποιήσας ἔθηκε προθέματα κατ’ αὐτοῦ, ἵνα εἴ τις ἠδίκηται παρ’ αὐτοῦ, προσέλθῃ τῷ βασιλεῖ Οὐαλεντινιανῷ. καὶ οὐδεὶς προσῆλ‐ | |
5 | θεν κατὰ Σαλουστίου· ἦν γὰρ ἁγνότατος πάνυ. Τούτῳ τῷ ἔτει ἐπήρθη Οὐάλης Αὔγουστος ὁ ἀδελφὸς Οὐα‐ λεντινιανοῦ εἰς Κωνσταντινούπολιν ἐν τῷ Ἑβδόμῳ ὑπὸ Οὐαλεν‐ τινιανοῦ Αὐγούστου μηνὶ δύστρῳ πρὸ δʹ καλανδῶν ἀπριλίων. Οὗτος Οὐάλης ὁ ἀδελφὸς Οὐαλεντινιανοῦ ἦν Ἀρειανός, καὶ | |
10 | ἔσχεν γυναῖκα Δομνίκην, ἐξ ἧς ἔσχεν υἱὸν ὀνόματι Γαλάτην καὶ θυγατέρας δύο, Ἀναστασίαν καὶ Καρῶσαν, καὶ κτίζει δύο δη‐ μόσια ἐν Κωνσταντινουπόλει πρὸς τὰ αὐτῶν ὀνόματα, Ἀναστα‐ σιανὰς καὶ Καρωσιανάς. Ἰνδ. ηʹ. αʹ. ὑπ. Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος. | |
15 | Τούτῳ τῷ ἔτει ἡ θάλασσα ἐκ τῶν ἰδίων ὅρων ἐξῆλθεν μηνὶ πανέμῳ πρὸ ιβʹ καλανδῶν σεπτεμβρίων. Ἰνδ. θʹ. βʹ. ὑπ. Γρατιανοῦ ἐπιφανεστάτου καὶ Δαγαλαΐφου. Ἐπὶ τούτων τῶν ὑπάτων ἐγεννήθη Οὐαλεντινιανὸς Αὔγου‐ στος μηνὶ αὐδυναίῳ πρὸ ιεʹ καλανδῶν φεβρουαρίων. | |
20 | Καὶ τῷ αὐτῷ ἔτει Προκόπιος ἀντάρτης εἰς Φρυγίαν Σα‐ | |
557 | λουταρίαν ἐν τῷ πεδίῳ Νακολίας ὑπὸ Οὐαλεγτινιανοῦ Αὐγούστου κατασχεθεὶς ἀνῃρέθη μηνὶ δαισίῳ πρὸ ιβʹ καλανδῶν ἰουλίων. Ἰνδ. ιʹ. γʹ. ὑπ. Λουπικίνου καὶ Ἰοβιανοῦ. Ἐπὶ τούτων τῶν ὑπάτων ὁ θεὸς χάλαζαν ἔβρεξεν ἐν Κων‐ | |
5 | σταντινουπόλει εἰς τύπον λίθων μηνὶ δαισίῳ πρὸ δʹ νωνῶν ἰουνίων. Καὶ ἐν αὐτῷ τῷ ἔτει ἐπήρθη Γρατιανὸς Αὔγουστος ἐν Γαλ‐ λίαις ὑπὸ Οὐαλεντινιανοῦ Αὐγούστου πατρὸς αὐτοῦ μηνὶ λώῳ πρὸ θʹ καλανδῶν σεπτεμβρίων. | |
10 | σπζʹ Ὀλυμπιάς. Ἰνδ. ιαʹ. δʹ. ὑπ. Οὐαλεντινιανοῦ Αὐγούστου τὸ βʹ καὶ Οὐά‐ λεντος Αὐγούστου τὸ βʹ. Ἐπὶ τούτων τῶν ὑπάτων σεισμὸς ἐγένετο εἰς τὴν πόλιν Νι‐ καίας, ὥστε αὐτὴν καταστραφῆναι, μηνὶ γορπιαίῳ πρὸ εʹ ἰδῶν | |
15 | ὀκτωβρίων. Ἰνδ. ιβʹ. εʹ. ὑπ. Οὐαλεντινιανοῦ Αὐγούστου τὸ γʹ καὶ Οὐί‐ κτωρος. Ἐπὶ τούτων τῶν ὑπάτων ὁ θειότατος βασιλεὺς Οὐαλεντι‐ | |
νιανὸς πολλοὺς συγκλητικοὺς καὶ ἄρχοντας ἐπαρχιῶν ἐφόνευσεν | ||
558 | ἀδικοῦντας καὶ κλέπτοντας καὶ παραδικάζοντας. καὶ τὸν πραι‐ πόσιτον τοῦ παλατίου αὐτοῦ, Ῥοδανὸν ὀνόματι, ἄνδρα δυνα‐ τὸν καὶ εὔπορον καὶ διοικοῦντα τὸ παλάτιον, ὡς πρῶτον ὄντα ἀρχιευνοῦχον καὶ ἐν μεγάλῃ τιμῇ ὄντα, ἐποίησε ζωοκαυστὸν εἰς | |
5 | τὴν σφενδόνα τοῦ Ἱππικοῦ φρυγάνοις, ὡς θεωρεῖ τὸ ἱππικόν. Ὁ αὐτὸς πραιπόσιτος Ῥοδανὸς ἥρπασεν περιουσίαν ἀπό τι‐ νος χήρας γυναικός, καλουμένης Βερενίκης, πλέξας αὐτῇ, ὡς ἐν δυνάμει ὤν, καὶ προσῆλθεν ἐκείνη τῷ βασιλεῖ Οὐαλεντινιανῷ κατ’ αὐτοῦ τοῦ πραιποσίτου, καὶ ἔδωκεν αὐτοῖς δικαστὴν τὸν | |
10 | πατρίκιον Σαλούστιον, ὅστις κατέκρινε τὸν αὐτὸν πραιπόσιτον Ῥοδανόν. καὶ μαθὼν ὁ βασιλεὺς τὸν ὅρον παρὰ τοῦ πατρικίου Σαλουστίου ἐκέλευσε τῷ αὐτῷ πραιποσίτῳ δοῦναι τῇ χήρᾳ ἅπερ ἥρπασεν παρ’ αὐτῆς. οὐκ ἐπείσθη δὲ ὁ αὐτὸς Ῥοδανὸς ἀνα‐ δοῦναι αὐτῇ ἅπερ ἥρπασεν παρ’ αὐτῆς, ἀλλ’ ἐξεκαλέσατο τὸν | |
15 | πατρίκιον Σαλούστιον. καὶ ἀγανακτήσας ὁ Σαλούστιος ἐκέ‐ λευσεν τῇ γυναικὶ προσελθεῖν τῷ βασιλεῖ, ὡς θεωρεῖ τὸ ἱππικόν. καὶ προσῆλθεν τῷ βασιλεῖ Οὐαλεντινιανῷ ἡ γυνὴ τῷ δʹ βαΐῳ πρωί, ὡς ἵσταται ἐγγὺς αὐτοῦ ὁ πραιπόσιτος. καὶ ἐκέλευσεν ὁ βασιλεύς, καὶ κατηνέχθη ἀπὸ τοῦ καθίσματος πάντων θεωρούν‐ | |
20 | των ὁ πραιπόσιτος, καὶ ἀπηνέχθη εἰς τὴν σφενδόνα καὶ ἐκαύθη. καὶ ἐχαρίσατο ὁ βασιλεὺς τῇ γυναικὶ Βερενίκῃ πᾶσαν τὴν περιου‐ | |
σίαν τοῦ πραιποσίτου Ῥοδανοῦ, καὶ εὐφημήθη ἀπὸ τοῦ δήμου | ||
559 | παντὸς καὶ τῆς συγκλήτου ὁ βασιλεύς, ὡς δίκαιος καὶ ἀπότομος· καὶ ἐγένετο φόβος πολὺς εἰς τοὺς κακοπράγμονας καὶ εἰς τοὺς ἁρπάζοντας τὰ ἀλλότρια, καὶ ἡ δικαιοσύνη ἐκράτει. Ὁμοίως καὶ τὴν δέσποιναν Μαρῖναν τὴν αὐτοῦ γυναῖκα | |
5 | ἀγοράσασαν προάστειον παρ’ ὅσου ἦν ἄξιον ἔχον πρόσοδον, καὶ ὡς Αὔγουσταν τιμηθεῖσαν, ἀκούσας ἔπεμψεν ὁ βασιλεύς, καὶ διετιμήσατο τὸ προάστειον, ὁρκώσας τοὺς διατιμησαμένους. καὶ μαθὼν ὅτι πλείονος τιμῆς πολὺ ἦν ἄξιον τῆς ἀγορασθείσης, ἠγα‐ νάκτησε κατὰ τῆς βασιλίσσης, καὶ ἐξώρισεν αὐτὴν τῆς πόλεως. | |
10 | ἀναδοὺς τῇ πωλησάσῃ γυναικὶ τὸ προάστειον. Ἰνδ. ιγʹ. ϛʹ. ὑπ. Οὐαλεντινιανοῦ Αὐγούστου τὸ δʹ καὶ Οὐά‐ λεντος Αὐγούστου τὸ γʹ. Ἐπὶ τούτων τῶν ὑπάτων καθιερώθη ἡ ἐκκλησία τῶν ἁγίων Ἀποστόλων ἐν Κωνσταντινουπόλει μηνὶ ξανθικῷ πρὸ πέντε ἰδῶν | |
15 | ἀπριλίων. Ἰνδ. ιδʹ. ζʹ. ὑπ. Γρατιανοῦ τὸ βʹ καὶ Πρόβου. σπηʹ Ὀλυμπιάς. Ἰνδ. ιεʹ. ηʹ. ὑπ. Μοδέστου καὶ Ἀρινθαίου. Ἰνδ. αʹ. θʹ. ὑπ. Οὐαλεντινιανοῦ Αὐγούστου τὸ εʹ καὶ Οὐά‐ | |
20 | λεντος Αὐγούστου τὸ δʹ. | |
560 | Ἰνδ. βʹ. ιʹ. ὑπ. Γρατιανοῦ Αὐγούστου τὸ γʹ καὶ Αἰκυτίου. Ἰνδ. γʹ. ιαʹ. ὑπ. Γρατιανοῦ Αὐγούστου τὸ δʹ καὶ Αἰκυτίου τὸ βʹ. Ἐπὶ τούτων τῶν ὑπάτων ἐνεκαινίσθη τὸ γυμνάσιον Καρω‐ | |
5 | σιαναί, παρόντος τοῦ ἐπάρχου Οὐινδαθνίου Μάγνου. Ἐπὶ τῶν αὐτῶν ὑπάτων ἐπήρθη Οὐαλεντινιανὸς νέος Αὔ‐ γουστος μηνὶ δίῳ πρὸ εʹ καλανδῶν δεκεμβρίων εἰς πόλιν Ἄκυγκον. σπθʹ Ὀλυμπιάς. Ἰνδ. δʹ. ιβʹ. ὑπ. Οὐάλεντος Αὐγούστου τὸ εʹ καὶ Οὐαλεντι‐ | |
10 | νιανοῦ Καίσαρος. Ἰνδ. εʹ. ιγʹ. ὑπ. Γρατιανοῦ Αὐγούστου τὸ εʹ καὶ Μερο‐ βαύδου. Ἰνδ. ϛʹ. ιδʹ. ὑπ. Οὐάλεντος Αὐγούστου τὸ ζʹ καὶ Οὐαλεντι‐ νιανοῦ Καίσαρος τὸ βʹ. | |
15 | Ἐπὶ τούτων τῶν ὑπάτων νόσῳ βληθεὶς ὁ βασιλεὺς Οὐαλεν‐ τινιανὸς τελευτᾷ ἐν καστελλίῳ Βιργιτινῶν, ὢν ἐτῶν νεʹ. Ἐπὶ τῶν αὐτῶν ὑπάτων Γρατιανὸς Αὔγουστος ἀνεκαλέσατο τὴν οἰκείαν μητέρα Μαρῖναν τὴν δέσποιναν. Ῥωμαίων λθʹ ἐβασίλευσεν Γρατιανὸς καὶ Οὐάλης καὶ Θεο‐ | |
20 | δόσιος ὁ μέγας ἔτη ιϛʹ. ὁμοῦ ͵εϡγʹ. | |
561 | Ἐπήρθη Θεοδόσιος Αὔγουστος ἐν Σιρμίῳ ὑπὸ Γρατιανοῦ Αὐγούστου τοῦ αὐτοῦ γυναικαδελφοῦ μηνὶ αὐδηναίῳ πρὸ ιδʹ καλανδῶν φεβρουαρίων. καὶ εἰσῆλθεν ἐν Κωνσταντινουπόλει μηνὶ δίῳ πρὸ ηʹ καλανδῶν δεκεμβρίων. | |
5 | Ἰνδ. ζʹ. αʹ. ὑπ. Αὐσονίου καὶ Ὀλυβρίου. Ἐπὶ τούτων τῶν ὑπάτων Θεοδόσιος ὁ βασιλεὺς ἔδωκε τὰς ἐκκλησίας τοῖς ὀρθοδόξοις, πανταχοῦ ποιήσας σάκρας καὶ διώ‐ ξας ἐξ αὐτῶν τοὺς λεγομένους Ἀρειανοὺς Ἐξωκιονίτας, τοὺς δὲ ναοὺς τῶν Ἑλλήνων κατέστρεψεν ἕως ἐδάφους. | |
10 | Κωνσταντῖνος ὁ ἀοίδιμος βασιλεύσας τὰ ἱερὰ μόνον ἔκλει‐ σεν καὶ τοὺς ναοὺς τῶν Ἑλλήνων· οὗτος Θεοδόσιος καὶ κατέλυ‐ σεν, καὶ τὸ ἱερὸν Ἡλιουπόλεως τὸ τοῦ Βαλανίου τὸ μέγα καὶ περιβόητον τὸ τρίλιθον, καὶ ἐποίησεν αὐτὸ ἐκκλησίαν χριστια‐ νῶν. ὁμοίως δὲ καὶ τὸ ἱερὸν Δαμασκοῦ ἐποίησεν ἐκκλησίαν | |
15 | χριστιανῶν. καὶ ηὐξήθη τὰ χριστιανῶν πλέον ἐπὶ τῆς αὐτοῦ βασιλείας. ςϙʹ Ὀλυμπιάς. Ἰνδ. ηʹ. βʹ. ὑπ. Γρατιανοῦ Αὐγούστου τὸ ϛʹ καὶ Θεοδοσίου | |
Αὐγούστου. | ||
562 | Ἐπὶ τούτων τῶν ὑπάτων Γρατιανὸς Αὔγουστος, υἱὸς Οὐα‐ λεντινιανοῦ τοῦ μεγάλου, πονέσας τὸν σπλῆνα ἔμεινεν ἐπὶ πολὺν χρόνον νοσηλευόμενος, καὶ ἐν τῷ ἀνέρχεσθαι αὐτὸν εἰς τὸ Ἱππι‐ κὸν Κωνσταντινουπόλεως θεωρῆσαι διὰ τοῦ Κοχλίου κατὰ τὴν | |
5 | θύραν τοῦ λεγομένου Δεκίμου παρεσκεύασεν αὐτὸν Ἰουστῖνα ἡ μητρυιὰ αὐτοῦ ὡς χριστιανὸν ὄντα σφαγῆναι· ἦν γὰρ ἐκείνη Ἀρειανή. Ἰνδ. θʹ. γʹ. ὑπ. Συαγρίου καὶ Εὐχερίου. Τῷ τριακοσιοστῷ πεντηκοστῷ πρώτῳ ἔτει τῆς εἰς οὐρα‐ | |
10 | νοὺς ἀναλήψεως τοῦ κυρίου συνηθροίσθη σύνοδος ἁγίων καὶ μα‐ καρίων πατέρων ρνʹ ἐν Κωνσταντινουπόλει. καὶ αὐτοὶ τὸ τῆς ὀρθοδοξίας ἐκραταίωσαν σύμβολον, καταβαλόντες Μακεδόνιον, καὶ αὐτὸν ὁμοίως ἀρειοθολωθέντα τὴν διάνοιαν, ὃς τῆς τοῦ ἁγίου πνεύματος τῷ πατρὶ καὶ τῷ υἱῷ συναϊδιότητος τὸ ἀκατά‐ | |
15 | ληπτον καὶ ἀόρατον κτιστὸν ὑπὸ χρόνον τάττειν ὁ δυσσεβὴς οὐ κατενάρκησεν. Ἰνδ. ιʹ. δʹ. ὑπ. Ἀντωνίνου καὶ Συαγρίου τὸ βʹ. Ἰνδ. ιαʹ. εʹ. ὑπ. Μεροβαύδου καὶ Σατορνίου. Ἐπὶ τούτων τῶν ὑπάτων Ἀρκάδιος Αὔγουστος ἐν Κων‐ | |
20 | σταντινουπόλει ἐν τῷ τριβουναλίῳ τοῦ Ἑβδόμου ὑπὸ τοῦ πατρὸς | |
563 | αὐτοῦ Θεοδοσίου τοῦ Αὐγούστου ἀνηγορεύθη μηνὶ αὐδυναίῳ πρὸ ιδʹ καλανδῶν φεβρουαρίων. Καὶ αὐτῷ τῷ ἔτει εἰσῆλθεν τὸ σκήνωμα Κωνσταντίας τῆς θυγατρὸς Κωνσταντίνου Αὐγούστου ἐν Κωνσταντινουπόλει μηνὶ | |
5 | γορπιαίῳ πρὸ μιᾶς καλανδῶν σεπτεμβρίων, καὶ κατετέθη μηνὶ ἀπελλαίῳ καλανδαῖς δεκεμβρίαις. ςϙαʹ Ὀλυμπιάς. Ἰνδ. ιβʹ. ϛʹ. ὑπ. Ῥηχομήρου καὶ Κλεάρχου. Ἐπὶ τούτων τῶν ὑπάτων εἰσῆλθε πρεσβευτὴς Περσῶν. καὶ | |
10 | αὐτῷ τῷ ἔτει ἐγεννήθη Ὁνώριος ἀδελφὸς γνήσιος Ἀρκαδίου Αὐγούστου μηνὶ γορπιαίῳ πρὸ εʹ ἰδῶν σεπτεμβρίων. Ἰνδ. ιγʹ. ζʹ. ὑπ. Ἀρκαδίου Αὐγούστου καὶ Βαύτονος. Θεοδόσιος ὁ Αὔγουστος ἔσχεν πρώτην γυναῖκα πρὸ τῆς ἀρ‐ χῆς αὐτοῦ Γάλλαν τὴν θυγατέρα Οὐαλεντινιανοῦ τοῦ μεγάλου. | |
15 | ἐκ ταύτης ἔσχεν θυγατέρα ὁμώνυμον τῇ μητρὶ Γάλλαν, ἣν καὶ Πλακιδίαν ἐκάλεσεν· ἑκάτεραι δὲ ἦσαν Ἀρειαναί· καὶ Πλακιδία εἰσελθοῦσα ἐν Κωνσταντινουπόλει μετὰ τοῦ πατρὸς αὐτῆς Θεο‐ δοσίου κτίζει τὸν οἶκον τῶν Πλακιδίας. | |
Ἔσχεν δὲ δευτέραν γαμετὴν Θεοδόσιος Φλάκκιλλαν ὀρθό‐ | ||
564 | δοξον, ἐξ ἧς ἔσχεν Ἀρκάδιον καὶ Ὁνώριον. καὶ αὕτη Φλάκκιλλα κτίζει Φλακκιλλιανὸν τὸ παλάτιον. Ἰνδ. ιδʹ. ηʹ. ὑπ. Ὁνωρίου Καίσαρος καὶ Εὐοδίου. Ἰνδ. ιεʹ. θʹ. ὑπ. Οὐαλεντινιανοῦ τὸ δʹ καὶ Εὐτροπίου. | |
5 | ςϙβʹ Ὀλυμπιάς. Ἰνδ. αʹ. ιʹ. ὑπ. Θεοδοσίου Αὐγούστου τὸ βʹ καὶ Κυνηγίου. Ἰνδ. βʹ. ιαʹ. ὑπ. Τιμασίου καὶ Προμώτου. Ἐπὶ τούτων τῶν ὑπάτων εἰσῆλθεν Θεοδόσιος ὁ βασιλεὺς ἐν Ῥώμῃ μετὰ τοῦ υἱοῦ αὐτοῦ Ὁνωρίου, καὶ ἔστεψεν αὐτὸν ἐκεῖ | |
10 | εἰς βασιλέα. καὶ ἐβασίλευσεν ἐκεῖ Ὁνώριος ἔτη ιδʹ. Ἰνδ. γʹ. ιβʹ. ὑπ. Οὐαλεντινιανοῦ τὸ δʹ καὶ Νεωτερίου. Ἰνδ. δʹ. ιγʹ. ὑπ. Τατιανοῦ καὶ Συμμάχου. Ἐπὶ τούτων τῶν ὑπάτων Θεοδόσιος Αὔγουστος εὑρὼν τὴν κεφαλὴν τοῦ ἁγίου Ἰωάννου τοῦ βαπτιστοῦ παρά τινι γυναικὶ | |
15 | Μακεδονικῇ ἐν Κυζίκῳ διαγούσῃ, ταύτην ἀνακομισάμενος καὶ ἐν Χαλκηδόνι τέως ἀποθέμενος, τελευταῖον ἐκ βάθρων οἶκον οἰ‐ κοδομήσας ἐπὶ τῷ ὀνόματι τοῦ ἁγίου ἐν τῷ λεγομένῳ Ἑβδόμῳ Κωνσταντινουπόλεως ἐν αὐτῷ τὴν τιμίαν κεφαλὴν τοῦ βαπτι‐ στοῦ ἀπέθετο μηνὶ περιτίῳ πρὸ ιβʹ καλανδῶν μαρτίων. | |
20 | ςϙγʹ Ὀλυμπιάς. | |
Ἰνδ. εʹ. ιδʹ. ὑπ. Ἀρκαδίου τὸ βʹ καὶ Ῥουφίνου. | ||
565 | Ἰνδ. ϛʹ. ιεʹ. ὑπ. Θεοδοσίου τὸ γʹ καὶ Ἀβουνδαντίου. Ἐπὶ τούτων τῶν ὑπάτων ἀπεκεφαλίσθη Πρόκλος ἀπὸ ἐπάρ‐ χων μηνὶ ἀπελλαίῳ πρὸ ηʹ ἰδῶν δεκεμβρίων ἐν Συκαῖς. καὶ αὐτῷ τῷ ἔτει ἐνεκαινίσθη ὁ Θεοδοσιακὸς φόρος. | |
5 | Ἰνδ. ζʹ. ιϛʹ. ὑπ. Ἀρκαδίου τὸ γʹ καὶ Ὁνωρίου τὸ βʹ. Ἐπὶ τούτων τῶν ὑπάτων ἐστάθη μέγας ἀνδριὰς Θεοδοσίου Αὐγούστου ἐν τῷ Θεοδοσιακῷ φόρῳ μηνὶ λώῳ καλανδαῖς αὐ‐ γούσταις. Καὶ αὐτῷ τῷ ἔτει Διογένης ὁ τύραννος ἀπεκεφαλίσθη ἐν | |
10 | Ἰταλίᾳ. Τούτῳ τῷ ἔτει ἐτελεύτησεν Θεοδόσιος Αὔγουστος ἐν Με‐ διολάνῳ μηνὶ αὐδυναίῳ πρὸς ιϛʹ καλανδῶν φεβρουαρίων, ὢν ἐτῶν ξεʹ. Ῥωμαίων μʹ ἐβασίλευσεν Ἀρκάδιος, ἐλθὼν ἀπὸ Ῥώμης, | |
15 | ἐάσας ἐν αὐτῇ τῇ Ῥώμῃ Ὁνώριον τὸν ἀδελφὸν αὐτοῦ. ἐβασί‐ λευσαν δὲ ὁ μὲν Ἀρκάδιος ἐν Κωνσταντινουπόλει, ὁ δὲ Ὁνώριος ἐν Ῥώμῃ ἔτη ιδʹ. ὁμοῦ ͵εϡιζʹ. Ἰνδ. ηʹ. αʹ. ὑπ. Ὀλυβρίου καὶ Προβίνου. Ἐπὶ τούτων τῶν ὑπάτων γάμους ἐπετέλεσεν Ἀρκάδιος Αὔ‐ | |
20 | γουστος μηνὶ ξανθικῷ πρὸς εʹ καλανδῶν μαΐων. καὶ ἐν τῷ | |
566 | αὐτῷ ἔτει εἰσῆλθε τὸ σκήνωμα τοῦ μεγάλου Θεοδοσίου ἐν Κων‐ σταντινουπόλει μηνὶ δίῳ πρὸ εʹ ἰδῶν νοεμβρίων, καὶ ἀπετέθη πρὸ εʹ ἰδῶν νοεμβρίων. Καὶ ἀνῃρέθη Ῥουφῖνος ἔπαρχος πραιτωρίων ἐν τῷ Ἑβδό‐ | |
5 | μῳ ὑπὸ τοῦ ἐξερκέτου. ςϙδʹ Ὀλυμπιάς. Ἰνδ. θʹ. βʹ. ὑπ. Ἀρκαδίου Αὐγούστου τὸ δʹ καὶ Ὁνωρίου Αὐγούστου τὸ γʹ. Οὗτος Ἀρκάδιος, υἱὸς Θεοδοσίου τοῦ μεγάλου, ἔσχεν γυ‐ | |
10 | ναῖκα Εὐδοξίαν, ἐξ ἧς τίκτεται Θεοδόσιος ὁ νέος. ἔσχεν δὲ καὶ θυγατέρας Πουλχερίαν καὶ Ἀρκαδίαν καὶ Μαρῖναν. καὶ ἐκ τού‐ των αἱ μὲν δύο, τουτέστιν Ἀρκαδία ἔκτισε τὸ δημόσιον Ἀρκα‐ διανάς, Μαρῖνα δὲ τὸν οἶκον ἔκτισε τῶν Μαρίνης. καὶ Πουλ‐ χερία τελευταῖον ἔγημε Μαρκιανόν. ἡ δὲ Ἀρκαδία ἔκτισε καὶ | |
15 | τὸν οἶκον τοῦ ἁγίου Ἀνδρέου, ἐπίκλην τὰ Ἀρκαδίας. Εἰσὶν ἀφ’ οὗ ἐτελειώθησαν οἱ ἅγιοι ἀπόστολοι Πέτρος καὶ Παῦλος μέχρι τῶν προκειμένων ὑπάτων, ἤγουν κηʹ καὶ αὐτῆς τοῦ ἰουνίου μηνός, ἔτη τλεʹ πλήρη. | |
Ἰνδ. ιʹ. γʹ. ὑπ. Καισαρίου καὶ Ἀττικοῦ. | ||
567 | Ἐπὶ τούτων τῶν ὑπάτων ἐγεννήθη Φλάκκιλλα ἐπιφανεστά‐ τη νέα μηνὶ δαισίῳ πρὸ υεʹ καλανδῶν ἰουλίων. Ἰνδ. ιαʹ. δʹ. ὑπ. Ὁνωρίου Αὐγούστου τὸ δʹ καὶ Εὐτυχιανοῦ. Ἰνδ. ιβʹ. εʹ. ὑπ. Θεοδώρου μόνου. | |
5 | Ἐπὶ τούτων τῶν ὑπάτων ἐγεννήθη Πουλχερία ἐπιφανεστά‐ τη μηνὶ αὐδυναίῳ πρὸ ιδʹ καλανδῶν φεβρουαρίων. ςϙεʹ Ὀλυμπιάς. Ἰνδ. ιγʹ. ϛʹ. ὑπ. Στελίχωνος καὶ Αὐρηλιανοῦ. Ἐπὶ τούτων τῶν ὑπάτων ἡ ἐπιφανεστάτη Εὐδοξία ἐπήρθη | |
10 | Αὔγουστα μηνὶ αὐδυναίῳ πρὸ εʹ ἰδῶν ἰανουαρίων, καὶ ἐγεννήθη Ἀρκαδία ἐπιφανεστάτη μηνὶ ξανθικῷ πρὸ γʹ νωνῶν ἀπριλίων. Καὶ αὐτῷ τῷ ἔτει ἐσφάγησαν Γότθοι πολλοὶ ἐν τῷ Λαι‐ μομακελλίῳ. καὶ ἐκάη ἡ ἐκκλησία τῶν Γότθων σὺν πολλῷ πλή‐ θει χριστιανῶν μηνὶ πανέμῳ πρὸ δʹ ἰδῶν ἰουλίων. καὶ κατεπον‐ | |
15 | τίσθησαν Γότθοι ἐν τῇ θαλάσσῃ τῶν στενῶν ἐν Χεῤῥονήσῳ μηνὶ ἀπελλαίῳ πρὸ ιʹ καλανδῶν ἰανουαρίων. Ἰνδ. ιδʹ. ζʹ. ὑπ. Βικεντίου καὶ Φλαβίτου. Ἐπὶ τούτων τῶν ὑπάτων ἐπόμπευσεν ἡ κεφαλὴ Γαϊνᾶ τοῦ Γότθου μηνὶ αὐδυναίῳ πρὸ γʹ νωνῶν ἰανουαρίων. | |
20 | Καὶ αὐτῷ τῷ ἔτει ἐγεννήθη Θεοδόσιος ἐπιφανέστατος υἱὸς | |
Ἀρκαδίου Αὐγούστου μηνὶ ξανθικῷ πρὸ δʹ ἰδῶν ἀπριλίων. | ||
568 | Καὶ αὐτῷ τῷ ἔτει ἐπάγη ἡ θάλασσα ἐπὶ ἡμέρας κʹ σχήματι κρυστάλλου. Ἰνδ. ιεʹ. ηʹ. ὑπ. Ἀρκαδίου Αὐγούστου τὸ εʹ καὶ Ὁνωρίου Αὐ‐ γούστου τὸ εʹ. | |
5 | Ἐπὶ τούτων τῶν ὑπάτων ἐπήρθη Θεοδόσιος νέος Αὔγου‐ στος ἐν Κωνσταντινουπόλει εἰς τὸ Ἕβδομον ἐν τῷ τριβουναλίῳ ὑπὸ Ἀρκαδίου τοῦ πατρὸς αὐτοῦ μηνὶ αὐδυναίῳ πρὸ δʹ ἰδῶν ἰα‐ νουαρίων. Ἰνδ. αʹ. θʹ. ὑπ. Θεοδοσίου νέου Αὐγούστου καὶ Ῥομορίδου. | |
10 | Ἐπὶ τούτων τῶν ὑπάτων ἐγεννήθη Μαρῖνα ἐπιφανεστάτη μηνὶ περιτίῳ πρὸ δʹ ἰδῶν φεβρουαρίων. ςϙϛʹ Ὀλυμπιάς. Ἰνδ. βʹ. ιʹ. ὑπ. Ὁνωρίου Αὐγούστου τὸ ϛʹ καὶ Ἀρισταινέτου. Ἐπὶ τούτων τῶν ὑπάτων ἐξεώσθη Ἰωάννης ἐπίσκοπος | |
15 | Κωνσταντινουπόλεως, καὶ αἰφνιδίως ἐκάη ἡ μεγάλη ἐκκλησία σὺν τῷ σενάτῳ ἀπὸ τῶν κρατούντων αὐτῆς τῶν λεγομένων Ξυλοκερ‐ κητῶν ἡμέρᾳ δευτέρᾳ ὥρᾳ ϛʹ. καὶ ἐγένετο Ἀρσάκιος ἐπίσκοπος ἐν τοῖς Ἀποστόλοις μηνὶ δαισίῳ πρὸ ϛʹ καλανδῶν ἰουλίων ἡμέρᾳ | |
δευτέρᾳ. | ||
569 | Τούτῳ τῷ ἔτει ὁ θεὸς χάλαζαν ἔβρεξεν ἐν Κωνσταντινου‐ πόλει εἰς τύπον λίθων μεγέθει καρύων μηνὶ ὑπερβερεταίῳ ἡμέρᾳ παρασκευῇ ὥραν ὀγδόην. καὶ ἐτελεύτησεν Εὐδοξία Αὔγουστα μηνὶ τῷ αὐτῷ ὑπερβερεταίῳ πρὸ αʹ νωνῶν ὀκτωβρίων ἡμέρᾳ εʹ, | |
5 | καὶ ἐτέθη ἐν τοῖς ἁγίοις Ἀποστόλοις μηνὶ ὑπερβερεταίῳ πρὸ δʹ ἰδῶν ὀκτωβρίων ἡμέρᾳ δʹ. Ἰνδ. γʹ. ιαʹ. ὑπ. Στελίχωνος τὸ βʹ καὶ Ἀνθημίου. Ἰνδ. δʹ. ιβʹ. ὑπ. Ἀρκαδίου Αὐγούστου τὸ ϛʹ καὶ Πρόβου. Ἐπὶ τούτων τῶν ὑπάτων ἐκάησαν αἱ θύραι τοῦ Ἱππικοῦ | |
10 | σὺν τῇ Πρανδιάρᾳ καὶ οἱ προσπαρακείμενοι ἔμβολοι μηνὶ ὑπερ‐ βερεταίῳ πρὸ ηʹ καλανδῶν νοεμβρίων ὥρᾳ τρίτῃ τῆς νυκτός. Καὶ αὐτῷ τῷ ἐνιαυτῷ ἐκομίσθη τὰ λείψανα τοῦ ἁγίου Σα‐ μουὴλ ἐν Κωνσταντινουπόλει διὰ τῆς Χαλκηδονησίας σκάλας μηνὶ ἀρτεμισίῳ πρὸ ιδʹ καλανδῶν ἰουνίων, προηγουμένου Ἀρ‐ | |
15 | καδίου Αὐγούστου καὶ Ἀνθημίου ἐπάρχου πραιτωρίων καὶ ἀπὸ ὑπάτων Αἰμιλιανοῦ ἐπάρχου πόλεως καὶ πάσης τῆς συγκλή‐ του· ἅπερ ἀπετέθη πρός τινα χρόνον ἐν τῇ ἁγιωτάτῃ μεγάλῃ ἐκκλησίᾳ. Ἰνδ. εʹ. ιγʹ. ὑπ. Ὁνωρίου Αὐγούστου τὸ ζʹ καὶ Θεοδοσίου νέου | |
20 | Αὐγούστου τὸ βʹ. | |
Ἐπὶ τούτων τῶν ὑπάτων ἐπετελέσθη κυϊνκεννάλια Θεοδοσίου | ||
570 | νέου Αὐγούστου ἐν Κωνσταντινουπόλει μηνὶ αὐδυναίῳ πρὸ γʹ ἰδῶν ἰανουαρίων. Καὶ αὐτῷ τῷ ἔτει ἐγένετο βροχὴ μεγάλη σὺν βρονταῖς καὶ ἀστραπαῖς καὶ σεισμῷ μηνὶ ξανθικῷ καλανδαῖς ἀπριλίαις πρω‐ | |
5 | θυπνίῳ, ὥστε ἀνασκευασθῆναι τὰς κεράμους τὰς χαλκᾶς τοῦ φόρου Θεοδοσίου ἐπὶ Καινούπολιν καὶ τὸ σιγνόχριστον τοῦ Καπετωλίου πεσεῖν καὶ πολλὰ πλοῖα παθεῖν καὶ ἐκριφῆναι σκηνώματα οὐκ ὀλίγα ἐν τῷ Ἑβδόμῳ. Τῷ αὐτῷ ἐνιαυτῷ ἀνοικοδομήθη ἡ ἀναβάθρα τοῦ Ἱππικοῦ | |
10 | ἡ ἐπὶ τὴν στοάν. ςϙζʹ Ὀλυμπιάς. Ἰνδ. ϛʹ. ιδʹ. ὑπ. Βάσσου καὶ Φιλίππου. Ἐπὶ τούτων τῶν ὑπάτων ἐτελεύτησεν Ἀρκάδιος Αὔγουστος ἐν τῷ παλατίῳ Κωνσταντινουπόλεως μηνὶ ἀρτεμισίῳ καλάνδαις | |
15 | μαΐαις, καὶ ἀπετέθη ἐν τοῖς Ἀποστόλοις. καὶ αὐτῷ τῷ ἔτει ἐγένετο βροχὴ μεγάλη σὺν βρονταῖς καὶ ἀστραπαῖς καὶ σεισμῷ μηνὶ πανέμῳ πρὸ γʹ νωνῶν ἰουλίων ἡμέρᾳ δευτέρᾳ ὥρᾳ αʹ. Ῥωμαίων μαʹ ἐβασίλευσεν Θεοδόσιος νέος ἔτη μβʹ. ὁμοῦ ͵εϡνθʹ. | |
20 | Ἰνδ. ζʹ. αʹ. ὑπ. Ὁνωρίου Αὐγούστου τὸ ηʹ καὶ Θεοδοσίου νέου Αὐγούστου τὸ γʹ. Ἰνδ. ηʹ. βʹ. ὑπ. Οὐαρανᾶ μόνου. Ἰνδ. θʹ. γʹ. ὑπ. Ὁνωρίου Αὐγούστου τὸ θʹ καὶ Θεοδοσίου νέου Αὐγούστου τὸ δʹ. | |
25 | Ἐπὶ τούτων τῶν ὑπάτων εἰσῆλθεν Ἀλλάριχος καὶ ἐποίησεν ἀντᾶραι Ἄτταλον ἔπαρχον πόλεως. καὶ αὐτῷ τῷ ἔτει τὰ λείψανα | |
τοῦ ἁγίου προφήτου Σαμουὴλ ἀπετέθη ἐν τῷ προφητείῳ αὐτοῦ | ||
571 | τῷ πλησίον τοῦ ἁγίου Ἰωάννου Ἰουκουνδιανῶν μηνὶ ὑπερβερεταίῳ πρὸ γʹ νωνῶν ὀκτωβρίων. ςϙηʹ Ὀλυμπιάς. Ἰνδ. ιʹ. δʹ. ὑπ. Θεοδοσίου νέου Αὐγούστου τὸ εʹ μόνου. | |
5 | Ἐπὶ τῆς παρούσης ὑπατείας ἐκάη τὸ πραιτώριον Μοναξίου ἐπάρχου πόλεως ἀπὸ τοῦ δήμου Κωνσταντινουπόλεως διὰ τὴν ἔνδειαν τοῦ ἄρτου, καὶ ἐσύρη ἡ καροῦχα αὐτοῦ ἀπὸ τῆς πρώτης ῥεγεῶνος ἕως τῶν Δομνίνου ἐμβόλων, καὶ ὑπήντησαν αὐτοῖς οἱ δύο στρατηλάται, Οὐαρανᾶς ὁ ὕπατος καὶ Ἀρσάκιος καὶ Συνέσις | |
10 | ὁ κόμης τῶν λαργιτιώνων, καὶ παρεκάλεσαν αὐτοὺς λέγοντες, Ὑποστρέψατε, καὶ ἡμεῖς τυποῦμεν ὡς θέλετε. Ἰνδ. ιαʹ. εʹ. ὑπ. Λουκίου μόνου. Ἰνδ. ιβʹ. ϛʹ. ὑπ. Κωνσταντίου καὶ Κώνσταντος. Ἐπὶ τούτων τῶν ὑπάτων Πουλχερία ἀδελφὴ Θεοδοσίου νέου | |
15 | Αὐγούστου ἐπιφανεστάτη ἀνηγορεύθη μηνὶ πανέμῳ πρὸ δʹ νωνῶν ἰουλίων. Καὶ αὐτῷ τῷ ἔτει ἀφιερώθησαν στηθάρια γʹ ἐν τῇ συγκλή‐ τῳ Ὁνωρίου καὶ Θεοδοσίου Αὐγούστων καὶ Πουλχερίας Αὐγού‐ στης ἀπὸ Αὐρηλιανοῦ δὶς ἐπάρχου τῶν ἱερῶν πραιτωρίων καὶ | |
20 | πατρικίου μηνὶ ἀπελλαίῳ πρὸ γʹ καλανδῶν ἰανουαρίων. | |
572 | Ἰνδ. ιγʹ. ζʹ. ὑπ. Ὁνωρίου τὸ ιʹ καὶ Θεοδοσίου νέου Αὐγού‐ στου τὸ ϛʹ. Ἐπὶ τούτων τῶν ὑπάτων κυϊνκεννάλια Θεοδόσιος νέος Αὔ‐ γουστος ἐπετέλεσεν ἐν Κωνσταντινουπόλει μηνὶ αὐδηναίῳ πρὸ γʹ | |
5 | ἰδῶν ἰανουαρίων, καὶ ἐδηλώθη θάνατος Θερμουντίας γαμετῆς τοῦ δεσπότου Ὁνωρίου τοῦ Αὐγούστου μηνὶ πανέμῳ τῇ πρὸ γʹ καλανδῶν Αὐγούστου ἡμέρᾳ παρασκευῇ. Καὶ αὐτῷ τῷ ἔτει μηνὶ γορπιαίῳ τῇ πρὸ ηʹ καλανδῶν ὀκ‐ τωβρίων ἡμέρᾳ παρασκευῇ ἐδηλώθη ἀνῃρῆσθαι Ἀταοῦλφον βάρ‐ | |
10 | βαρον ἐν τοῖς ἄνω μέρεσιν ὑπὸ τοῦ δεσπότου Ὁνωρίου. καὶ γε‐ νομένης λυχναψίας τῇ ἑξῆς ἱππικὸν ἤχθη, ὡς καὶ πομπὴν εἰσ‐ ελθεῖν. Τῷ αὐτῷ ἔτει ἐπετελέσθη τὰ ἐγκαίνια τῆς μεγάλης ἐκκλη‐ σίας Κωνσταντινουπόλεως μηνὶ γορπιαίῳ πρὸ ϛʹ ἰδῶν ὀκτωβρίων | |
15 | ἡμέρᾳ κυριακῇ. καὶ ἐκομίσθη ἐν Κωνσταντινουπόλει διὰ τῆς Χαλκηδονησίας σκάλας λείψανα Ἰωσὴφ τοῦ υἱοῦ Ἰακὼβ καὶ Ζαχα‐ ρίου τοῦ πατρὸς τοῦ ἁγίου Ἰωάννου τοῦ βαπτιστοῦ μηνὶ γορπιαίῳ πρὸ ϛʹ νωνῶν σεπτεμβρίων ἡμέρᾳ σαββάτῳ, βασταζόντων τὰ αὐτὰ λείψανα ἐν γλωσσοκόμοις δυσὶν Ἀττικοῦ πατριάρχου Κωνσταν‐ | |
20 | τινουπόλεως καὶ Μωσέως ἐπισκόπου Ἀνταράδου Φοινίκης, κα‐ | |
θεζομένων αὐτῶν ἐν βουριχαλίοις· ἅτινα ἀπέθεντο ἐν τῇ μεγάλῃ | ||
573 | ἐκκλησίᾳ, προπέμποντος Οὔρσου ἐπάρχου πόλεως καὶ πάσης τῆς συγκλήτου. Καὶ ἀφιερώθη ἀνδριὰς χρυσοῦς ἐν τῇ συγκλήτῳ τοῦ δεσπό‐ του Θεοδοσίου νέου Αὐγούστου ὑπὸ Αὐρηλιανοῦ δὶς ἐπάρχου | |
5 | πραιτωρίων καὶ πατρικίου. ςϙθʹ Ὀλυμπιάς. Ἰνδ. ιδʹ. ηʹ. ὑπ. Θεοδοσίου νέου Αὐγούστου τὸ ζʹ καὶ Παλ‐ λαδίου. Ἐπὶ τούτων τῶν ὑπάτων ἐκ τοῦ πορφυροῦ κίονος, ἐν ᾧ | |
10 | ἐπέστη Κωνσταντῖνος ὁ μέγας βασιλεύς, ἀπὸ τοῦ κατωτέρου λί‐ θου ἀπέσπασεν λίθος μέγας νυκτὸς μηνὶ δύστρῳ τῇ πρὸ εʹ κα‐ λανδῶν ἀπριλίων, ἐπιφωσκούσης ἡμέρας τρίτης. Καὶ αὐτῷ τῷ ἔτει ἐδέθησαν οἱ πάντες σφόνδυλοι τοῦ αὐ‐ τοῦ κίονος. | |
15 | Καὶ ἐπετελέσθη θέατρον, θεωρήσαντος Οὔρσου ἐπάρ‐ χου πόλεως, ὑπὲρ τῶν ἐπινικίων τῶν κατὰ Ἄτταλον τὸν τύραν‐ νον μηνὶ δαισίῳ τῇ πρὸ δʹ καλανδῶν ἰουλίων ἡμέρᾳ δʹ. Καὶ ἤχθη καὶ ἱππικὸν περὶ τῶν αὐτῶν ἐπινικίων μηνὶ πα‐ | |
νέμῳ νώναις ἰουλίαις. | ||
574 | Καὶ αὐτῷ τῷ ἔτει εἰσῆλθεν ὁ δεσπότης Θεοδόσιος νέος ἀπὸ Ἡρακλείας εἰς Κωνσταντινούπολιν μηνὶ γορπιαίῳ πρὸ αʹ καλαν‐ δῶν ὀκτωβρίων ἡμέρᾳ σαββάτῳ, κομισάμενος κατὰ τὴν συνή‐ θειαν τὸν χρυσοῦν στέφανον ἐν τῷ Θεοδοσιακῷ φόρῳ ὑπὸ | |
5 | Οὔρσου ἐπάρχου πόλεως καὶ τῆς συγκλήτου. Ἰνδ. ιεʹ. θʹ. ὑπ. Ὁνωρίου τὸ ιαʹ καὶ Κωνσταντίου τὸ βʹ. Ἐπὶ τούτων τῶν ὑπάτων σεισμὸς ἐγένετο μέγας ἑσπέρας ἡμέρᾳ παρασκευῇ μηνὶ ξανθικῷ πρὸ ιβʹ καλανδῶν μαΐων. ἦν δὲ κατ’ αὐτὴν τὴν ἡμέραν τὸ πάθος τοῦ κυρίου ἡμῶν Ἰησοῦ | |
10 | Χριστοῦ. Ἰνδ. αʹ. ιʹ. ὑπ. Ὁνωρίου τὸ ιβʹ καὶ Θεοδοσίου νέου Αὐγού‐ στου τὸ ηʹ. Ἐπὶ τούτων τῶν ὑπάτων γέγονεν ἔκλειψις ἡλίου μηνὶ πα‐ νέμῳ πρὸ ιδʹ καλανδῶν αὐγούστων ἡμέρᾳ παρασκευῇ ὥραν ηʹ. | |
15 | Ἰνδ. βʹ. ιαʹ. ὑπ. Μοναξίου καὶ Πλίνθα. Ἐπὶ τούτων τῶν ὑπάτων ἡμέρᾳ κυριακῇ εἰσελθόντος Ἀε‐ τίου ἐπάρχου πόλεως μετὰ τοῦ σχήματος ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ μηνὶ περιτίῳ πρὸ ζʹ καλανδῶν μαρτίων ἐπὶ τῷ εὐξάμενον αὐ‐ τὸν ἀπελθεῖν κληθέντα ἐν τῷ παλατίῳ, Κυριακός τις γέρων | |
20 | βαλὼν μάχαιραν μεγάλην εἰς χάρτην, ὡσανεὶ λίβελλον αὐτῷ προσφέρων, ἔκρουσεν αὐτῷ κατὰ τοῦ δεξιοῦ μέρους τοῦ στήθους, | |
ὥστε τὸ πενόλιον αὐτοῦ καὶ τὴν τόγαν τρηθῆναι. | ||
575 | τʹ Ὀλυμπιάς. Ἰνδ. γʹ. ιβʹ. ὑπ. Θεοδοσίου νέου Αὐγούστου τὸ θʹ καὶ Κων‐ σταντίου τὸ γʹ. Ὅτε προέκοψεν τὴν ἡλικίαν Θεοδόσιος νέος Αὔγουστος, | |
5 | ἀνεγίνωσκεν ἐν τῷ παλατίῳ ἐν ζωῇ τοῦ πατρὸς αὐτοῦ· καὶ μετὰ τελευτὴν τοῦ πατρὸς αὐτοῦ συνανεγίνωσκεν αὐτῷ νεώτερός τις ὀνόματι Παυλῖνος, υἱός τινος κόμητος δομεστίκων. ἐφίλει δὲ αὐτὸν Θεοδόσιος. καὶ ἀνδρειωθεὶς ὁ αὐτὸς Θεοδόσιος νέος Αὔ‐ γουστος ἐζήτει λαβεῖν δέσποιναν εἰς γάμον· καὶ ὤχλει τῇ ἀδελφῇ | |
10 | αὐτοῦ Πουλχερίᾳ τῇ δεσποίνῃ, οὔσῃ παρθένῳ. κἀκείνη πάλιν ὡς φιλοῦσα τὸν ἴδιον αὐτῆς ἀδελφὸν οὐχ εἵλετο γαμηθῆναί τινι. ἡ δὲ περιεργασαμένη περὶ πολλῶν παρθένων κορασίων, θυγατέ‐ ρων πατρικίων καὶ ἐξ αἵματος βασιλικοῦ, θέλουσα τῷ ἀδελφῷ αὐτῆς συνδιάγειν ἐν τῷ παλατίῳ, καὶ εἶπεν αὐτῇ Θεοδόσιο ὅτι | |
15 | Ἐγὼ θέλω εὑρεῖν νεωτέραν εὔμορφον πάνυ, ἵνα τοιοῦτον κάλ‐ λος μὴ ἔχῃ ἄλλη γυνὴ ἐν Κωνσταντινουπόλει, καὶ ἐξ αἵματος βα‐ σιλικοῦ. εἰ δὲ μή ἐστιν καλὴ εἰς ὑπερβολήν, οὐ χρείαν ἔχω οὔτε ἀξιωματικοῦ οὔτε βασιλικοῦ αἵματος οὔτε πλουσίαν, ἀλλὰ | |
καὶ εἴ τινος δήποτε ἐάν ἐστι θυγάτηρ, μόνον εὐπρεπὴς πάνυ, | ||
576 | αὐτὴν λαμβάνω. καὶ ἀκούσασα ταῦτα ἡ δέσποινα Πουλχερία πανταχοῦ ἔπεμψεν περιεργαζομένη. καὶ Παυλῖνος δὲ ὁ αὐτοῦ συμπράκτωρ καὶ φίλος περιέτρεχεν, ἀρέσαι θέλων αὐτῷ χάριν τοῦ κεφαλαίου τούτου. ἐν δὲ τῷ μεταξὺ συνέβη ἐλθεῖν ἐν Κων‐ | |
5 | σταντινουπόλει μετὰ τῶν ἰδίων συγγενῶν κόρην εὐπρεπεστάτην, ἐλλόγιμον, Ἑλλαδικήν, ὀνόματι Ἀθηναΐδα, θυγατέρα γενομέ‐ νην Ἡρακλείτου τοῦ φιλοσόφου, ἥτις Ἀθηναῒς ἠναγκάσθη κα‐ ταλαβεῖν τὴν εὐδαίμονα πόλιν πρὸς τὴν ἰδίαν αὐτῆς θείαν διὰ πρόφασιν τοιαύτην. ὁ φιλόσοφος Ἡράκλειτος ὁ αὐτῆς πατήρ, | |
10 | ἔχων καὶ δύο υἱούς, μέλλων τελευτᾶν διέθετο, γράψας ἐν τῇ αὐτοῦ διαθήκῃ κληρονόμους πάσης τῆς ὑπ’ αὐτοῦ καταλειφθεί‐ σης περιουσίας τοὺς δύο υἱοὺς αὐτοῦ Οὐαλεριανὸν καὶ Γέσιον, εἰρηκὼς ἐν τῇ αὐτῇ διαθήκῃ, Ἀθηναΐδι δὲ τῇ ποθεινοτάτῃ μου θυγατρὶ δοθῆναι βούλομαι νομίσματα ἑκατὸν καὶ μόνον· | |
15 | ἀρκεῖ γὰρ αὐτῇ ἡ αὐτῆς τύχη ὑπερέχουσα πᾶσαν τὴν γυναικείαν τύχην. καὶ τελευτᾷ ὁ αὐτῆς πατὴρ Ἡράκλειτος ὁ σοφὸς Ἀθη‐ ναῖος. μετὰ δὲ τὴν αὐτοῦ ἀποβίωσιν καὶ τοῦ δῆλα γενέσθαι τὰ διατυπωθέντα ἡ αὐτὴ Ἀθηναῒς τοὺς ἑαυτῆς ἀδελφοὺς ἐδυσώ‐ πει, ὡς μείζονας ὄντας τὴν ἡλικίαν, προσπίπτουσα αὐτοῖς καὶ | |
20 | αἰτοῦσα μὴ προσχεῖν τῇ αὐτῇ διαθήκῃ, ἀλλὰ τὸ τρίτον μέρος λαβεῖν τῆς πατρῴας περιουσίας, λέγουσα μηδὲν ἡμαρτηκέναι, | |
ἀλλ’ ὅτι Καὶ ὑμεῖς γινώσκετε τὸ πῶς διεκείμην πρὸς τὸν κοινὸν | ||
577 | ἡμῶν πατέρα, καὶ οὐκ οἶδα διὰ τί ἄπορόν με κατέλιπεν μέλλων τελευτᾶν καὶ εὐπορίας τυχεῖν μετὰ τὴν αὐτοῦ νέκρωσιν ἐχαρί‐ σατό μοι. οἱ δὲ αὐτῆς ἀδελφοὶ ἔμειναν ἀπειθεῖς, καὶ ὀργισθέν‐ τες ἐδίωξαν αὐτὴν καὶ ἐκ τοῦ πατρῴου αὐτῶν οἴκου. καὶ ἐδέ‐ | |
5 | ξατο αὐτὴν λοιπὸν ἡ ἀδελφὴ τῆς γενομένης αὐτῆς μητρός, καὶ οὐ μόνον ὡς ὀρφανὴν ἀλλὰ καὶ ὡς παρθένον καὶ ἀδελφόπαιδα ἐφύλαξεν αὐτήν· ἥντινα λαβοῦσα μεθ’ ἑαυτῆς ἀνήγαγεν ἐν Κων‐ σταντινουπόλει πρὸς τὴν ἄλλην θείαν αὐτῆς τὴν ἀδελφὴν τοῦ αὐτῆς πατρὸς Ἡρακλείτου. καὶ λαβοῦσαι αὐτὴν ἐποίησαν ἀξίω‐ | |
10 | σιν κατὰ τῶν αὐτῆς ἀδελφῶν, καὶ προσῆλθον τῇ εὐσεβεστάτῃ δεσποίνῃ Πουλχερίᾳ τῇ ἀδελφῇ Θεοδοσίου τοῦ βασιλέως, καὶ ἐδίδαξαν ὡς βιαζομένη παρὰ τῶν ἰδίων αὐτῆς ἀδελφῶν, διαλε‐ γομένη ἐλλογίμως. καὶ ἑωρακόσα αὐτὴν ἡ αὐτὴ δέσποινα Πουλ‐ χερία εὐπρεπῆ καὶ ἐλλόγιμον, ἐπηρώτησεν τὰς αὐτῆς θείας εἰ | |
15 | ἔστι παρθένος; καὶ ἐδιδάχθη ὅτι παρθένος πεφύλακται ἀπὸ τοῦ αὐτῆς πατρὸς καὶ ὅτι διὰ λόγων πολλῶν ἦκται φιλοσοφίας, ἐκέ‐ λευσεν αὐτὴν ἅμα ταῖς αὐτῆς θείαις διὰ κουβικουλαρίων φυ‐ λαχθῆναι καὶ περιμεῖναι, λαβοῦσα, φησίν; τὴν δέησιν παρ’ αὐτῆς εἰσῆλθε πρὸς τὸν ἴδιον ἀδελφὸν Θεοδόσιον τὸν βασιλέα, | |
20 | καὶ εἶπεν αὐτῷ ὅτι Ηὗρον νεωτέραν καθαράν, εὔστολον, λεπτο‐ χαράκτηρον, εὔρινα, ἀσπροτάτην ὡσεὶ χιών, μεγαλόφθαλμον, | |
ὑποκεχαρισμένην, οὐλοξανθόκομον, σεμνόποδα, ἐλλόγιμον, Ἑλ‐ | ||
578 | λαδικήν, παρθένον. ὁ δὲ ἀκούσας, ὡς νεώτερος, ἀνήφθη, καὶ μεταστειλάμενος τὸν συμπράκτορα αὐτοῦ καὶ φίλον Παυλῖνον ᾔτησε τὴν ἀδελφὴν αὐτοῦ ὡς ἐπ’ ἄλλῳ τινὶ εἰσαγαγεῖν τὴν αὐ‐ τὴν Ἀθηναΐδα ἐν τῷ αὐτῆς κουβουκλίῳ, ἵνα διὰ τοῦ βήλου θεω‐ | |
5 | ρήσῃ αὐτὴν ἅμα Παυλίνῳ. καὶ εἰσήχθη, καὶ ἑωρακὼς αὐτὴν ἠράσθη αὐτῆς, θαυμάσαντος αὐτὴν Παυλίνου, καὶ κρατήσας αὐτὴν ἐποίησε χριστιανήν, ἦν γὰρ Ἑλληνίς, καὶ μετωνόμασεν αὐτὴν Εὐδοκίαν. Ἰνδ. δʹ. ιγʹ. ὑπ. Εὐσταθίου καὶ Ἀγρεκόλα. | |
10 | Ἐπὶ τούτων τῶν ὑπάτων ἐνεβλήθη τὸ ὕδωρ τῆς κιστέρνης τῆς δεσποίνης Πουλχερίας Αὐγούστας μηνὶ περιτίῳ πρὸ αʹ ἰδῶν φεβρουαρίων, παρόντος τοῦ δεσπότου Θεοδοσίου Αὐγούστου. Τούτῳ τῷ ἔτει γάμους ἐπετέλεσε Θεοδόσιος Αὔγουστος, λαβὼν γυναῖκα Ἀθηναΐδα τὴν καὶ Εὐδοκίαν μηνὶ δαισίῳ πρὸ ζʹ | |
15 | ἰδῶν ἰουνίων, καὶ ἐπετελέσθη ἱππικὸν τῶν αὐτῶν γάμων τῷ αὐ‐ τῷ δαισίῳ μηνὶ πρὸ δʹ ἰδῶν ἰουνίων, ὁμοίως καὶ θέατρον τοῦ αὐτοῦ ἱππικοῦ. Καὶ ἔσχεν ἐξ αὐτῆς Ἀθηναΐδος τῆς καὶ Εὐδοκίας θυγατέρα Εὐδοξίαν ὀνόματι. | |
20 | Ἀκούσαντες δὲ οἱ τῆς Αὐγούστης ἀδελφοὶ ὅτι βασιλεύει ἡ | |
ἀδελφὴ αὐτῶν, προσέφυγον ἐν τῇ Ἑλλάδι φοβηθέντες· καὶ πέμ‐ | ||
579 | ψασα ἀνήνεγκεν αὐτοὺς ὑπὸ λόγον, καὶ ἐποίησεν αὐτοὺς ἀξιωμα‐ τικούς, προαγαγόντος αὐτοὺς τοῦ βασιλέως Θεοδοσίου. καὶ τὸν μὲν λεγόμενον Γέσιον ἔπαρχον πραιτωρίων ἐποίησεν τοῦ Ἰλλυ‐ ριῶν ἔθνους, τὸν δὲ Οὐαλεριανὸν μάγιστρον, εἰρηκόσης αὐτοῖς | |
5 | τῆς ἀδελφῆς αὐτῶν Εὐδοκίας ὅτι Εἰ μὴ ὑμεῖς κακῶς ἐχρήσασθέ μοι, οὐκ ἂν ἠναγκαζόμην ἐλθεῖν ἐν Κωνσταντινουπόλει καὶ βα‐ σιλεῦσαι. τὴν οὖν ἐκ τῆς γενέσεώς μου βασιλείαν ὑμεῖς ἐχαρί‐ σασθε· ἡ γὰρ ἐμὴ ἀγαθὴ τύχη ὑμᾶς ἀπειθεῖς ἐποίησεν εἰς ἐμὲ γενέσθαι καὶ οὐχ ἡ ὑμετέρα πρὸς ἐμὲ γνώμη. | |
10 | Ὁ δὲ βασιλεὺς Θεοδόσιος Παυλῖνον ὡς φίλον αὐτοῦ καὶ μεσάσαντα τῷ γάμῳ καὶ συναριστοῦντα αὐτοῖς ἐποίησεν διὰ πά‐ σης ἀξίας ἐλθεῖν· καὶ μετὰ ταῦτα προηγάγετο αὐτὸν μάγιστρον. καὶ ηὐξήθη, ὡς ἔχων παῤῥησίαν πρὸς τὸν βασιλέα Θεοδόσιον καὶ τὴν Αὔγουσταν, ὡς καὶ παράνυμφος αὐτῶν γενόμενος. | |
15 | Τούτῳ τῷ ἔτει ἀφιερώθη ἀνδριὰς Ἀρκαδίου ἑστὼς ἐπάνω τοῦ Κοχλίου τοῦ κίονος ἐν τῷ Ἀρκαδιακῷ φόρῳ ἐν τῷ καλουμέ‐ νῳ Ξηρολόφῳ μηνὶ πανέμῳ πρὸ ϛʹ ἰδῶν ἰουλίων ἡμέρᾳ σαβ‐ βάτῳ. Τῷ αὐτῷ ἔτει ἐδηλώθη νίκη κατὰ Περσῶν μηνὶ γορπιαίῳ | |
20 | πρὸ ηʹ ἰδῶν σεπτεμβρίων ἡμέρᾳ γʹ. Ἰνδ. εʹ. ιδʹ. ὑπ. Ὁνωρίου τὸ ιγʹ καὶ Θεοδοσίου Αὐγούστου | |
τὸ ιʹ. | ||
580 | Ἐπὶ τούτων τῶν ὑπάτων ἐφάνη ἐν τῷ οὐρανῷ ἀστὴρ πέμ‐ πων ἀκτῖνα πάνυ ἐπιμήκη λευκὴν μηνὶ δύστρῳ ὡς ἐπὶ νύκτας ιʹ μετὰ ἀλεκτρυόνα, καὶ αὐτῷ τῷ ἔτει ἐγένετο σεισμός. Ἰνδ. ϛʹ. ιεʹ. ὑπ. Ἀσκληπιοδότου καὶ Μαρινιανοῦ. | |
5 | Ἐπὶ τούτων τῶν ὑπάτων ἀνηγορεύθη ἡ Εὐδοκία Αὔγουστα μηνὶ αὐδυναίῳ πρὸ δʹ νωνῶν ἰανουαρίων, καὶ πολλοὶ σεισμοὶ ἐγέ‐ νοντο ἡμέρᾳ δευτέρᾳ ὥραν δεκάτην μηνὶ ξανθικῷ πρὸς ζʹ ἰδῶν ἀπριλίων. ταʹ Ὀλυμπιάς. | |
10 | Ἰνδ. ζʹ. ιϛʹ. ὑπ. Βίκτωρος καὶ Καστίνου. Ἰνδ. ηʹ. ιζʹ. ὑπ. Θεοδοσίου Αὐγούστου τὸ ιαʹ καὶ Οὐαλεντι‐ νιανοῦ Καίσαρος. Ἐπὶ τούτων τῶν ὑπάτων ἐπήρθη ὑπὸ Θεοδοσίου νέου Αὐ‐ γούστου Οὐαλεντινιανὸς νέος Αὔγουστος μηνὶ ὑπερβερεταίῳ πρὸ | |
15 | ιʹ καλανδῶν νοεμβρίων. Ἰνδ. θʹ. ιηʹ. ὑπ. Θεοδοσίου Αὐγούστου τὸ ιβʹ καὶ Οὐαλεντι‐ νιανοῦ νέου Αὐγούστου τὸ βʹ. Ἰνδ. ιʹ. ιθʹ. ὑπ. Ἱερίου καὶ Ἀρδαβουρίου. | |
Ἐπὶ τούτων τῶν ὑπάτων ἐνεκαινίσθη τὸ δημόσιον τὸ ποτὲ | ||
581 | μὲν Κωνσταντινιαναί, νῦν δὲ Θεοδοσιαναί, τελέσαντος αὐτὸ Ἱε‐ ρίου τοῦ δὶς ἐπάρχου καὶ ὑπάτου μηνὶ ὑπερβερεταίῳ πρὸ εʹ νω‐ νῶν ὀκτωβρίων. τβʹ Ὀλυμπιάς. | |
5 | Ἰνδ. ιαʹ. κʹ. ὑπ. Φήλικος καὶ Ταύρου. Ἐπὶ τούτων τῶν ὑπάτων Οὐάνδαλοι εἰσῆλθον εἰς Ἀφρικήν. Ἰνδ. ιβʹ. καʹ. ὑπ. Φλωρεντίου καὶ Διονυσίου. Ἰνδ. ιγʹ. κβʹ. ὑπ. Θεοδοσίου Αὐγούστου τὸ ιγʹ καὶ Οὐαλεντι‐ νιανοῦ νέου Αὐγούστου γʹ. | |
10 | Ἰνδ. ιδʹ. κγʹ. ὑπ. Ἀντιόχου καὶ Βάσσου. Ἐν ἔτει υαʹ τῆς εἰς οὐρανοὺς ἀναλήψεως τοῦ κυρίου καὶ τῆς Θεοδοσίου νέου Αὐγούστου βασιλείας ἔτους κγʹ καὶ τῶν προ‐ κειμένων ὑπάτων ἐγένετο ἡ τρίτη σύνοδος ἐν Ἐφέσῳ τῶν ςʹ ἁγίων καὶ μακαρίων πατέρων κατὰ Νεστορίου τοῦ δυσσεβοῦς, | |
15 | ἥτις καὶ αὐτὴ τοῦ συμβόλου τῆς ὀρθῆς καὶ ἀμωμήτου πίστεως ἐχομένη ἐν ὀνόματι Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν τὸν αὐτὸν κατέβαλεν Νεστόριον. οὗτος γὰρ τὸν ὑπὲρ νοῦν ἀνθρώπων καὶ πᾶσαν φύσιν ὑπεραίροντα ἐκ τῆς παρθένου κύριον Ἰησοῦν Χριστὸν ἀνθρωπίνης μόνης οὐσίας, οὐχ ἅμα δὲ καὶ θείας εἶναι διδάσκειν | |
20 | ὁ παράφρων ἐτόλμησεν. | |
582 | τγʹ Ὀλυμπιάς. Ἰνδ. ιεʹ. κδʹ. ὑπ. Οὐαλερίου καὶ Ἀετίου. Ἰνδ. αʹ. κεʹ. ὑπ. Θεοδοσίου Αὐγούστου τὸ ιδʹ καὶ Μαξίμου. Ἐπὶ τούτων τῶν ὑπάτων ἐγένετο πυρκαϊὰ μεγάλη ἀπὸ τοῦ | |
5 | νεωρίου· καὶ ἐκάησαν τὰ ὅρια καὶ τὸ δημόσιον ὁ Ἀχιλλεὺς μηνὶ λώῳ πρὸ ιβʹ καλανδῶν σεπτεμβρίων. Ἰνδ. βʹ. κϛʹ. ὑπ. Ἀρεοβίνδου καὶ Ἄσπαρος. Ἰνδ. γʹ. κζʹ. ὑπ. Θεοδοσίου Αὐγούστου τὸ ιεʹ καὶ Οὐαλεν‐ τινιανοῦ νέου Αὐγούστου τὸ δʹ. | |
10 | τδʹ Ὀλυμπιάς. Ἰνδ. δʹ. κηʹ. ὑπ. Ἰσιδώρου καὶ Σενάτορος. Ἰνδ. εʹ. κθʹ. ὑπ. Ἀετίου τὸ βʹ καὶ Σιγισβούλδου. Ἐπὶ τούτων τῶν ὑπάτων εἰσῆλθεν ἐν Κωνσταντινουπόλει Οὐαλεντινιανὸς νέος Αὔγουστος μηνὶ ὑπερβερεταίῳ πρὸ ιβʹ κα‐ | |
15 | λανδῶν νοεμβρίων. καὶ ἐπετέλεσε τοὺς αὐτοῦ γάμους, λαβὼν Εὐδοξίαν τὴν θυγατέρα Θεοδοσίου καὶ Εὐδοκίας Αὐγούστων, μηνὶ ὑπερβερεταίῳ πρὸ δʹ καλανδῶν νοεμβρίων, καὶ ἔσχεν ἐξ αὐ‐ | |
τῆς δύο θυγατέρας, Εὐδοκίαν καὶ Πλακιδίαν. | ||
583 | Ἰνδ. ϛʹ. λʹ. ὑπ. Θεοδοσίου Αὐγούστου τὸ ιϛʹ καὶ Φαύστου. Ἰνδ. ζʹ. λαʹ. ὑπ. Θεοδοσίου Αὐγούστου τὸ ιζʹ καὶ Φήστου. Ἐν τούτῳ τῷ ἔτει ἐκέλευσε Θεοδόσιος Αὔγουστος τὰ τείχη κύκλῳ γενέσθαι ἐν ὅλῳ τῷ παραθαλασσίῳ Κωνσταντινουπόλεως. | |
5 | καὶ αὐτῷ τῷ ἔτει εἰσῆλθεν ἐν Καρθαγένῃ Ζινζίριχος ὁ βασιλεὺς τῶν Οὐανδάλων μηνὶ ὑπερβερεταίῳ· καὶ αὐτῷ τῷ ἔτει πειρᾶται τὴν Σικελίαν ἐρημῶσαι. τεʹ Ὀλυμπιάς. Ἰνδ. ηʹ. λβʹ. ὑπ. Οὐαλεντινιανοῦ Αὐγούστου τὸ εʹ καὶ Ἀνα‐ | |
10 | τολίου. Ἰνδ. θʹ. λγʹ. ὑπ. Κύρου μόνου. Ἐπὶ τούτου ἐσφάγη Ἰωάννης Οὐάνδαλος ἐν τῇ Θράκῃ. Ἰνδ. ιʹ. λδʹ. ὑπ. Εὐδοξίου καὶ Διοσκόρου. Ἐπὶ τούτων τῶν ὑπάτων ἐπέρασαν οἱ Οὗννοι καὶ τὸ Ἰλλυ‐ | |
15 | ρικὸν ἠρήμωσαν Ἀττίλας καὶ Βλίδας. Ἰνδ. ιαʹ. λεʹ. ὑπ. Μαξίμου τὸ βʹ καὶ Πατέρνου. Ἐπὶ τούτων τῶν ὑπάτων ἐνεκαινίσθη τὸ δημόσιον λουτρὸν | |
ὁ Ἀχιλλεὺς μηνὶ αὐδυναίῳ πρὸ γʹ ἰδῶν ἰανουαρίων. καὶ εἰσῆλ‐ | ||
584 | θεν Θεοδόσιος ὁ Αὔγουστος ἐν Κωνσταντινουπόλει ἀπὸ τοῦ ἐξ‐ πεδίτου τῆς Ἀσίας μηνὶ λώῳ πρὸ ϛʹ καλανδῶν σεπτεμβρίων. τϛʹ Ὀλυμπιάς. Ἰνδ. ιβʹ. λϛʹ. ὑπ. Θεοδοσίου Αὐγούστου τὸ ιηʹ καὶ Ἀλβίνου. | |
5 | Ἐν τούτῳ τῷ ἔτει προϊόντος τοῦ βασιλέως Θεοδοσίου εἰς τὴν ἐκκλησίαν τῇ ἑορτῇ τῶν ἁγίων θεοφανίων, συνέβη τὸν μά‐ γιστρον Παυλῖνον ἀῤῥωστῆσαι ἐκ τοῦ ποδὸς καὶ μεῖναι ἀπρόϊτον καὶ ἐξσκουσεῦσαι. καὶ προσήνεγκεν πένης τις τῷ βασιλεῖ Θεοδο‐ σίῳ μῆλον Φρύγιον παμμέγεθες εἰς πᾶσαν ὑπερβολήν. καὶ ἐξε‐ | |
10 | νίσθη ὁ βασιλεὺς καὶ πᾶσα ἡ σύγκλητος, καὶ εὐθέως ὁ βασιλεὺς δέδωκεν τῷ πένητι νομίσματα ρνʹ, καὶ ἔπεμψε τὸ μῆλον τῇ Αὐ‐ γούστᾳ Εὐδοκίᾳ, καὶ ἡ Αὔγουστα ἔπεμψεν αὐτὸ Παυλίνῳ τῷ μαγίστρῳ καὶ φίλῳ τοῦ βασιλέως. ὁ δὲ αὐτὸς μάγιστρος ἀγνοῶν ὅτι ὁ βασιλεὺς ἔπεμψεν αὐτὸ τῇ Αὐγούστᾳ, αὐτὸς πάλιν ἔπεμ‐ | |
15 | ψεν αὐτὸ τῷ βασιλεῖ Θεοδοσίῳ, ὡς ἐξέρχεται ἀπὸ τῆς ἐκκλησίας. καὶ ἐδέξατο αὐτὸ ὁ βασιλεὺς δίχα τῆς Αὐγούστας, καὶ ἀποκρύψας αὐτὸ καλέσας τὴν Αὔγουσταν ἐπηρώτησεν αὐτήν, Ποῦ ἐστι τὸ μῆλον ὃ ἔπεμψά σοι; ἡ δὲ εἶπεν ὅτι Ἔφαγον αὐτό. καὶ ὥρκω‐ σεν αὐτὴν κατὰ τῆς ἑαυτοῦ σωτηρίας εἰ ἔφαγεν ἤ τινι ἔπεμψεν | |
20 | αὐτό. κἀκείνη ἐπωμόσατο ὅτι οὐδενὶ αὐτὸ ἔπεμψεν, ἀλλ’ αὐτὴ | |
αὐτὸ ἔφαγεν. καὶ ἐκέλευσεν, καὶ ἠνέχθη τὸ μῆλον, καὶ ἔδειξεν | ||
585 | αὐτῇ αὐτό· καὶ ἐγένετο μεταξὺ αὐτῶν λύσις καὶ ἀπομερισμός. καὶ λοιπὸν ὑπενόησεν τὸν αὐτὸν Παυλῖνον Θεοδόσιος ὁ βασιλεύς, καὶ ἐκέλευσεν αὐτὸν ἀποκτανθῆναι. καὶ λυπηθεῖσα ἡ αὐτὴ δέ‐ σποινα Εὐδοκία ὡς ὑβρισθεῖσα, ἐγνώσθη γὰρ πανταχοῦ ὅτι διὰ | |
5 | αὐτὴν ἐσφάγη ὁ Παυλῖνος, ὡς ὢν εὔμορφος νεώτερος, ᾐτήσατο τὸν βασιλέα Θεοδόσιον ἡ Αὔγουστα Εὐδοκία ἀπελθεῖν εὐχῆς χά‐ ριν εἰς τοὺς ἁγίους τόπους, καὶ παρέσχεν αὐτῇ, καὶ ἀπιοῦσα ἀπὸ Κωνσταντινουπόλεως ἐπὶ τὰ Ἱεροσόλυμα εὔξασθαι, εἰσελ‐ θοῦσα ἐν τῇ Ἀντιοχείᾳ τῇ μεγάλῃ εἶπεν ἐν τῷ βουλευτηρίῳ λό‐ | |
10 | γον ἐγκωμιαστικὸν εἰς τὴν αὐτὴν Ἀντιόχειαν, καθημένη ἔσωθεν τοῦ δίφρου ὁλοχρύσου ὄντος καὶ διαλίθου βασιλικοῦ, καὶ ἔκραξαν αὐτῇ οἱ τῆς πόλεως, καὶ ἀνηνέχθη αὐτὴ ἔσω ἐν τῷ βουλευτηρίῳ εἰκὼν ἔγχρυσος, καὶ εἰς τὸ λεγόμενον Μουσεῖον στήλην χαλκῆν ἔστησαν αὐτῇ, αἵτινες ἕως τοῦ νῦν ἵστανται. καὶ φιλοτιμησα‐ | |
15 | μένη τῇ τῶν Ἀντιοχέων πόλει τῆς Συρίας χρήματα λόγῳ σιτωνι‐ κοῦ ὥρμησεν ἐπὶ τοὺς ἁγίους τόπους, καὶ ἔκτισεν εἰς Ἱεροσό‐ λυμα πολλά, καὶ τὸ τεῖχος ἅπαν ἀνενέωσεν τῆς Ἱερουσαλήμ, εἰ‐ ποῦσα ὅτι Δι’ ἐμὲ εἶπε Δαβὶδ ὁ προφήτης ὅτι Καὶ ἐν τῇ εὐδοκίᾳ σου οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. καὶ μείνασα εἰς αὐ‐ | |
20 | τὴν Ἱερουσαλὴμ καὶ κτίσασα μνῆμα ἑαυτῆς ἐκεῖσε βασιλικὸν τε‐ λευτᾷ, καὶ ἀπετέθη ἐκεῖ ἐν Ἱερουσαλήμ. ἐν τῷ δὲ μέλλειν αὐτὴν τελευτᾶν ἐπωμόσατο μὴ συγγινώσκειν τῇ κατηγορίᾳ τῇ γενομένῃ | |
κατ’ αὐτῆς ἕνεκεν Παυλίνου. | ||
586 | Ἰνδ. ιγʹ. λζʹ. ὑπ. Οὐαλεντινιανοῦ Αὐγούστου τὸ ϛʹ καὶ Νόμου. Ἰνδ. ιδʹ. ληʹ. ὑπ. Λεοντίου τὸ γʹ καὶ Συμμάχου. Ἰνδ. ιεʹ. λθʹ. ὑπ. Ἀρδαβουρίου καὶ Ἀλυπίου. Ἐπὶ τούτων τῶν ὑπάτων Μαρκιανούπολις παρελήφθη, καὶ | |
5 | ἐσφάγη Ἀνάργισκος στρατηλάτης Θρᾴκης. Καὶ αὐτῷ τῷ ἔτει ἐγένοντο σεισμοὶ μεγάλοι, ὥστε τὰ τείχη πεσεῖν· ἐκράτησαν γὰρ ἐπὶ χρόνον, ὥστε μὴ τολμᾶν τινα ἐν οἴκῳ μένειν, ἀλλ’ ἔφυγον ἔξω τῆς πόλεως πάντες λιτανεύοντες ἡμέ‐ ρας καὶ νυκτός· γέγονε γὰρ ἀπειλὴ μεγάλη, οἵα οὐ γέγονεν ἀπ’ | |
10 | ἀρχῆς· τινὲς δὲ ἔλεγον καὶ πῦρ ἐν τῷ οὐρανῷ τεθεᾶσθαι. ὅθεν καὶ ἡ ἀνάμνησις κατ’ ἔτος ἐπιτελεῖται μέχρι νῦν τῆς λιτανείας ὑπὲρ τῆς τοῦ φιλανθρώπου θεοῦ μακροθυμίας ἐν τῷ Τρικόγχῳ πρὸ ηʹ ἰδῶν νοεμβρίων. ἐν γὰρ τῇ τοσαύτῃ ἀπειλῇ οὐκ ἐθανά‐ τωσέν τινας. | |
15 | τζʹ Ὀλυμπιάς. Ἰνδ. αʹ. μʹ. ὑπ. Ζήνωνος καὶ Ποστουμιανοῦ. Ἰνδ. βʹ. μαʹ. ὑπ. Πρωτογένους καὶ Ἀστερίου. Ἐπὶ τούτων τῶν ὑπάτων ἐτελεύτησεν Μαρῖνα Αὔγουστα, γυνὴ Οὐαλεντινιανοῦ Αὐγούστου, μηνὶ λώῳ πρὸ γʹ νωνῶν αὐ‐ | |
20 | γούστου. | |
587 | Ἰνδ. γʹ. μβʹ. ὑπ. Οὐαλεντινιανοῦ Αὐγούστου τὸ ζʹ καὶ Ἀβι‐ ήνου. Τούτοις τοῖς ὑπάτοις ἡ ἐν Ἐφέσῳ δευτέρα σύνοδος ἐγένετο, καὶ καθῃρέθησαν ὑπὸ Διοσκόρου ἐπισκόπου Ἀλεξανδρείας Δό‐ | |
5 | μνος ἐπίσκοπος Ἀντιοχείας καὶ Φλαβιανὸς ἐπίσκοπος Κωνσταν‐ τινουπόλεως καὶ Ἴβας καὶ Θεοδώρητος καὶ ἄλλοι πλείονες. Ἐπὶ τῆς βασιλείας Θεοδοσίου καὶ Οὐαλεντινιανοῦ Αὐγού‐ στων ἐπεστράτευσεν κατὰ Ῥώμης καὶ Κωνσταντινουπόλεως Ἀττί‐ λας ὁ ἐκ τοῦ γένους τῶν Γηπέδων Οὕννων, ἔχων πλῆθος μυριά‐ | |
10 | δων πολλῶν. καὶ ἐδήλωσεν διὰ Γότθου ἑνὸς πρεσβευτοῦ Οὐα‐ λεντινιανῷ βασιλεῖ Ῥώμης, Ἐκέλευσέ σοι δι’ ἐμοῦ ὁ δεσπότης μου καὶ δεσπότης σου Ἀττίλας ἵνα εὐτρεπίσῃς αὐτῷ παλάτιν. ὁμοίως δὲ καὶ Θεοδοσίῳ βασιλεῖ τὰ αὐτὰ ἐν Κωνσταντινουπόλει ἐδήλωσεν δι’ ἑνὸς Γότθου πρεσβευτοῦ. καὶ ἀκηκοὼς Ἀέτιος ὁ | |
15 | πρῶτος συγκλητικὸς Ῥώμης τὴν ὑπερβάλλουσαν τόλμαν τῆς ἀπο‐ νενοημένης ἀποκρίσεως Ἀττίλα, ἀπῆλθε πρὸς Ἀλλάριχον εἰς τὰς Γαλλίας, ὄντα ἐχθρὸν Ῥώμης διὰ Ὁνώριον, καὶ προετρέψατο αὐτὸν ἅμα αὐτῷ κατὰ Ἀττίλα, ἐπειδὴ ἀπώλεσεν πόλεις πολλὰς τῆς Ῥώμης. καὶ ἐξαίφνης ἐπιῤῥίψαντες αὐτῷ, ὡς ἔστιν ἠπληκευ‐ | |
20 | μένος πλησίον τοῦ Δανουβίου ποταμοῦ, ἔκοψαν αὐτοῦ χιλιάδας | |
πολλάς· εἰς δὲ τὴν συμβολὴν ὁ Ἀλλάριχος πληγὴν λαβὼν ἀπὸ | ||
588 | σαγίττας τελευτᾷ. ὡσαύτως δὲ καὶ ὁ Ἀττίλας τελευτᾷ καταφο‐ ρᾷ αἵματος διὰ τῶν ῥινῶν ἐνεχθεὶς νυκτὸς μετὰ Οὕννας παλλακί‐ δος αὐτοῦ καθεύδων, ἥτις κόρη καὶ ὑπενοήθη ὅτι αὐτὴ ἀνεῖλεν αὐτόν· περὶ οὗ πολέμου συνεγράψατο ὁ σοφώτατος Πρίσκος ὁ | |
5 | Θρᾴξ. Λέγει ὅτι Κῦρος προεβλήθη ἐν Κωνσταντινουπόλει ἔπαρχος πραιτωρίων καὶ ἔπαρχος πόλεως. καὶ προῄει μὲν ὡς ἔπαρχος πραιτωρίων εἰς τὴν καροῦχαν τῶν ἐπάρχων· ἀνεχώρει δὲ καθή‐ μενος εἰς τὴν καροῦχαν τοῦ ἐπάρχου τῆς πόλεως· ἐκράτησεν γὰρ | |
10 | τὰς δύο ἀρχὰς ἐπὶ χρόνους τέσσαρας, διότι καθαρὸς ἦν πάνυ καὶ αὐτὸς ἐπενόησεν τὰ ἑσπερινὰ φῶτα ἅπτεσθαι εἰς τὰ ἐργαστή‐ ρια, ὁμοίως καὶ τὰ νυκτερινά. καὶ ἔκραξαν αὐτῷ τὰ μέρη εἰς τὸ Ἱππικὸν ὅλην τὴν ἡμέραν, Κωνσταντῖνος ἔκτισεν, Κῦρος ἀνε‐ νέωσε. καὶ ἐχόλεσεν αὐτῷ ὁ βασιλεύς, ὅτι ταῦτα ἔκραξαν, καὶ | |
15 | διεδέξατο αὐτὸν δημεύσας καὶ ἐποίησεν αὐτὸν κληρικὸν καὶ ἔπεμ‐ ψεν αὐτὸν ἐπίσκοπον εἰς Σμύρναν τῆς Ἀσίας· ἦσαν γὰρ οἱ τῆς πόλεως ἐκείνης ἤδη τέσσαρας ἐπισκόπους φονεύσαντες· καὶ ἵνα καὶ αὐτὸν Κῦρον ἀνέλωσιν. φθάσαντος δὲ αὐτοῦ τὴν πόλιν ἐν τοῖς ἁγίοις γενεθλίοις τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ὑπο‐ | |
20 | νοήσαντες οἱ τῆς πόλεως Σμύρνης ὅτι ὡς Ἕλληνα αὐτὸν ὁ βασι‐ λεὺς ἐκεῖ ἐπίσκοπον ἐποίησεν, ᾔτησαν αὐτὸν προσφωνῆσαι. ὅστις | |
ἀναγκασθεὶς ὑπ’ αὐτῶν ἀνέβη προσομιλῆσαι· καὶ μετὰ τὸ δοῦ‐ | ||
589 | ναι εἰρήνην ἤρξατο λέγειν οὕτως, Ἀδελφοί, ἡ γέννησις τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ σιωπῇ τιμάσθω, ὅτι ἀκοῇ μόνον συνελήφθη ἐν τῇ ἁγίᾳ παρθένῳ· λόγος γὰρ ἦν. αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν. καὶ εὐφημηθεὶς κατῆλθεν, καὶ | |
5 | ἔμεινεν ἐκεῖ ἕως θανάτου αὐτοῦ. Τούτῳ τῷ ἔτει ἔπαθε Κωνσταντινούπολις ἀπὸ σεισμοῦ μη‐ νὶ αὐδυναίῳ ϛʹ καὶ κʹ νυκτὸς ἀπὸ τῶν λεγομένων Τρῳαδησίων Ἐμβόλων ἕως τοῦ χαλκοῦ Τετραπύλου ἐπὶ χρόνον, ὥστε μὴ τολ‐ μᾶν ἐν οἴκῳ τινὰ μένειν, ἀλλ’ ἔφυγον ἔξω τῆς πόλεως πάντες | |
10 | λιτανεύοντες ἡμέρας καὶ νυκτός. καὶ ὁ βασιλεὺς ἐλιτάνευσε με‐ τὰ τῆς συγκλήτου καὶ τοῦ ὄχλου καὶ τοῦ κλήρου ἀνυπόδετος ἡμέ‐ ρας πολλάς. γέγονε γὰρ ἀπειλὴ μεγάλη, οἵα οὐ γέγονεν ἀπ’ ἀρ‐ χῆς· τινὲς δὲ ἔλεγον καὶ πῦρ ἐν τῷ οὐρανῷ τεθεᾶσθαι. ὅθεν καὶ ἡ μνήμη κατ’ ἔτος ἐπιτελεῖται τῆς λιτανείας μέχρι καὶ νῦν | |
15 | ἐν τῷ Κάμπῳ ὑπὲρ τῆς τοῦ φιλανθρώπου θεοῦ μακροθυμίας. ἐν γὰρ τοσαύτῃ ὀργῇ οὐδεὶς ἐθανατώθη. Τούτῳ τῷ ἔτει ἐξῆλθεν Θεοδόσιος Αὔγουστος ἱππασθῆναι, καὶ ἐν τῷ ἱππάζεσθαι αὐτὸν συνέπεσεν ἐκ τοῦ ἵππου· καὶ πλη‐ γεὶς τὸν σφόνδυλον αὐτοῦ εἰσῆλθεν λεκτικίῳ ἀπὸ Λευκοῦ ποτα‐ | |
20 | μοῦ, καὶ καλέσας τὴν ἀδελφὴν αὐτοῦ τὴν δέσποιναν Πουλχερίαν | |
590 | εἶπεν αὐτῇ διὰ Μαρκιανὸν τὸν ἀπὸ τριβούνων. καὶ τότε πάλιν αὐτὸς ὁ βασιλεὺς Θεοδόσιος εἶπεν Μαρκιανῷ ἐπὶ Ἄσπαρος καὶ τῶν λοιπῶν συγκλητικῶν πάντων ὅτι Ἐφάνη μοι ὡς δεῖ σε γενέ‐ σθαι βασιλέα μετ’ ἐμέ. καὶ μεθ’ ἡμέρας τελευτᾷ ὁ αὐτὸς Θεο‐ | |
5 | δόσιος, ὢν ἐτῶν ναʹ. Καὶ αὐτῷ τῷ ἔτει ἐσφάγη Χρυσάφις ὁ σπαθάριος εἰς τὴν πόρταν Μελαντιάδος. Καὶ αὐτῷ τῷ ἔτει ἐπήρθη Μαρκιανὸς Αὔγουστος ἀπὸ τοῦ Κερκησίου ἐν τῷ Ἑβδόμῳ μηνὶ λώῳ πρὸ ηʹ καλανδῶν σεπτεμβρίων | |
10 | ἡμέρᾳ πέμπτῃ. ἢ μόνον δὲ ἐβασίλευσεν, ἔγημε τὴν ἀδελφὴν Θεοδοσίου τοῦ νέου βασιλέως τὴν δέσποιναν Πουλχερίαν, παρ‐ θένον οὖσαν ἐτῶν νδʹ. Ῥωμαίων μβʹ ἐβασίλευσεν Μαρκιανὸς ἔτη ζʹ. ὁμοῦ ἔτη ͵εϡξϛʹ. | |
15 | Ἰνδ. δʹ. αʹ. ὑπ. Μαρκιανοῦ Αὐγούστου καὶ Ἀδελφίου. Πουλχερία ἡ γυνὴ Μαρκιανοῦ τοῦ βασιλέως τῶν ἁγίων τεσσαράκοντα τῶν ἐν Σεβαστείᾳ μαρτυρησάντων κατ’ ὀπτασίαν εὑρίσκει τὰ λείψανα κατακρυπτόμενα εἰς τὸν οἶκον τοῦ ἁγίου Θύρ‐ σου ὀπίσω τοῦ ἄμβωνος. καὶ ἀνεδομήσατο αὐτῶν οἶκον ἔξω | |
20 | τῶν τειχῶν τῶν Τρῳαδησίων Καισάριος ὕπατος καὶ ἔπαρχος. τηʹ Ὀλυμπιάς. | |
Ἰνδ. εʹ. βʹ. ὑπ. Σφωρακίου καὶ Ἑρκουλάνου. | ||
591 | Ἔτους υκβʹ τῆς εἰς οὐρανοὺς ἀναλήψεως τοῦ κυρίου γέγο‐ νεν ἡ τετάρτη σύνοδος ἐν Χαλκηδόνι τῶν χλʹ ἁγίων πατέρων κα‐ τὰ τῶν μιαρῶν Εὐτυχοῦς καὶ Διοσκόρου ἐπισκόπου Ἀλεξανδρείας τῶν καὶ καθαιρεθέντων. | |
5 | Ἰνδ. ϛʹ. γʹ. ὑπ. Βινκομάλου καὶ Ὀπιλίωνος. Ἐπὶ τούτων τῶν ὑπάτων ἐτελεύτησεν ἡ δέσποινα Πουλχερία. Ἐπὶ τῶν προκειμένων ὑπάτων Βινκομάλου καὶ Ὀπιλίωνος, βασιλευόντων Οὐαλεντινιανοῦ καὶ Μαρκιανοῦ Αὐγούστων μηνὶ περιτίῳ πρὸ ιβʹ καλανδῶν μαρτίων τῇ μέσῃ ἑβδομάδι τῶν νη‐ | |
10 | στειῶν ἔτους Συρομακεδόνων ψξγʹ, Ἀντιοχέων φαʹ, καὶ υκεʹ ἔτους ἀφ’ οὗ ἀπετμήθη ὁ ἅγιος πρόδρομος προφήτης καὶ βαπτιστὴς Ἰωάννης, ηὑρέθη ἡ τιμία αὐτοῦ κεφαλὴ ἐν τῇ Ἐμεσηνῶν πόλει. Ἰνδ. ζʹ. δʹ. ὑπ. Ἀετίου καὶ Στουδίου. Τούτῳ τῷ ἔτει βασιλεύοντος Ἀνθήμου ἐν Ῥώμῃ ἐκτίσθη | |
15 | ὑπ’ αὐτοῦ ὁ οἶκος τοῦ ἁγίου Θωμᾶ, πλησίον τοῦ Βοραιδίου, ἐπι‐ λεγόμενον τὸ Ἀποστολεῖον. Ἰνδ. ηʹ. εʹ. ὑπ. Οὐαλεντινιανοῦ Αὐγούστου τὸ ηʹ καὶ Ἀν‐ θήμου. | |
Τούτῳ τῷ ἔτει ἐσφάγη Οὐαλεντινιανὸς Αὔγουστος ἐν Ῥώμῃ | ||
592 | μέσον δύο δαφνῶν, καὶ ἐπήρθη βασιλεὺς Μάξιμος, καὶ ἐσφάγη καὶ αὐτὸς τῷ αὐτῷ ἔτει. καὶ εἰσῆλθεν Ζινζίριχος βασιλεὺς τῶν Ἄφρων εἰς Ῥώμην, καὶ παρέλαβεν Εὐδοξίαν τὴν γυναῖκα Οὐα‐ λεντινιανοῦ καὶ τὰς δύο αὐτῆς θυγατέρας, Πλακιδίαν καὶ Ὁνω‐ | |
5 | ρίαν, ἃς μετ’ ὀλίγον ἀγοράζει ἐκ τῆς αἰχμαλωσίας Λέων ὁ βα‐ σιλεύς. τὴν δὲ Ὁνωρίαν νύμφην ἐκράτησεν Ζινζίριχος εἰς Ὁνώ‐ ριχον υἱὸν αὐτοῦ. τθʹ Ὀλυμπιάς. Ἰνδ. θʹ. ϛʹ. ὑπ. Οὐαρανᾶ καὶ Ἰωάννου. | |
10 | Ὁ βασιλεὺς Μαρκιανὸς ἐφίλει τὸ Βένετον μέρος οὐ μόνον ἐν Κωνσταντινουπόλει, ἀλλὰ καὶ πανταχοῦ. ὃς ταραχῆς γενο‐ μένης ὑπὸ τῶν τοῦ Πρασίνου μέρους, διάταξιν αὐτοῦ θείαν ἐξε‐ φώνησεν μὴ πολιτεύεσθαι Πρασίνους μήτε στρατεύεσθαι ἐπὶ ἔτη γʹ· | |
15 | Ἰνδ. ιʹ. ζʹ. ὑπ. Κωνσταντίνου καὶ Ῥούφου. Ἐπὶ τούτων τῶν ὑπάτων ἐτελεύτησεν Μαρκιανὸς Αὔγου‐ στος, ὢν ἐτῶν ξεʹ. καὶ ἐπήρθη Λέων ὁ μέγας βασιλεὺς ὑπὸ τοῦ ἐξερκέτου μηνὶ περιτίῳ πρὸ ζʹ ἰδῶν φεβρουαρίων, καὶ ἐβασίλευ‐ σεν ἔτη ιϛʹ. ὁμοῦ ͵εϡπβʹ. | |
20 | μγʹ ἐβασίλευσε Ῥωμαίων Λέων ἔτη ιϛʹ. ὁμοῦ ͵εϡπβʹ. | |
593 | Ἰνδ. ιαʹ. αʹ. ὑπ. Λέοντος Αὐγούστου καὶ Μαϊουρίνου. Ἰνδ. ιβʹ. βʹ. ὑπ. Ῥεκιμέρου καὶ Πατρικίου. Ἐπὶ τούτων τῶν ὑπάτων προήχθη ἔπαρχος πόλεως Θεο‐ δόσιος· καὶ ἔκτισεν τὸ Αὐγουσταῖον ἐκ πλαγίων τῆς μεγάλης ἐκ‐ | |
5 | κλησίας. Τούτῳ δὲ τῷ ἐνιαυτῷ ἤρξατο Ἄσπαρ ὁ στρατηλάτης κτί‐ ζειν τὴν μεγίστην κιστέρναν πλησίον τοῦ παλαιοῦ τείχους. τιʹ Ὀλυμπιάς. Ἰνδ. ιγʹ. γʹ. ὑπ. Ἀπολλωνίου καὶ Μάγνου. | |
10 | Ἰνδ. ιδʹ. δʹ. ὑπ. Δαγαλαΐφου καὶ Σευηριανοῦ. Ἰνδ. ιεʹ. εʹ. ὑπ. Λέοντος Αὐγούστου τὸ βʹ καὶ Σερπεντίου. Ἰνδ. αʹ. ϛʹ. ὑπ. Βιβιανοῦ καὶ Βασιλείου. Ἐπὶ τούτων τῶν ὑπάτων λεῖψις γέγονεν τοῦ ἄρτου, ὥστε πραθῆναι τὸν ἕνα ἄρτον φόλεων τριῶν. | |
15 | τιαʹ Ὀλυμπιάς. Ἰνδ. βʹ. ζʹ. ὑπ. Ῥουστικίου καὶ Ὀλυβρίου. Τούτῳ τῷ ἔτει τελευτᾷ ὁ ἅγιος Συμεὼν ὁ στηλίτης, ὄντος τότε κόμητος ἀνατολῆς Ἀρδαβουρίου τοῦ πατρικίου τοῦ υἱοῦ Ἄσπαρος τοῦ στρατηλάτου. καὶ κραξάντων τῶν Ἀντιοχέων καὶ | |
20 | αἰτησάντων τὸ σῶμα τοῦ δικαίου, ἔπεμψεν ὁ αὐτὸς Ἀρδαβού‐ | |
594 | ριος Γοτθικὴν βοήθειαν, καὶ ἤνεγκε τὸ λείψανον τοῦ ἁγίου Συ‐ μεῶνος ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ, καὶ ἐκτίσθη αὐτοῦ μαρτύριον οἶκος μέγας. Ὀλύβριος πεμφθεὶς ἐν Ῥώμῃ ὑπὸ Λέοντος βασιλέως, καὶ βια‐ | |
5 | σθεὶς ὑπὸ τῶν ἐκεῖσε Ῥωμαίων, ἐκεῖσε χειροτονεῖται βασιλεύς, καὶ ἔσχεν γυναῖκα Πλακιδίαν τὴν καὶ ἀγορασθεῖσαν, ἤγουν ἀναῤῥυσθεῖ‐ σαν, ἐκ τῆς αἰχμαλωσίας. οὗτοι κτίζουσι τὴν ἁγίαν Εὐφημίαν τὰ Ὀλυβρίου. καὶ γεννᾷ ἐξ αὐτῆς Ὀλύβριος Ἰουλιάναν τὴν γενομένην γυναῖκα Ἀρεοβίνδου τοῦ μεγάλου τοῦ μονομαχήσαντος ἐν Περσίδι, | |
10 | ἐξ ὧν γεννᾶται Ὀλύβριος ὁ μικρός. Ἰνδ. γʹ. ηʹ. ὑπ. Βασιλίσκου καὶ Ἀρμεναρίχου. Ἐπὶ τούτων τῶν ὑπάτων Μηνᾶς, νυκτέπαρχος ὤν, κατη‐ γορηθεὶς ἐπὶ φαύλοις πράγμασιν, ἠρωτήθη ἐν τῷ Ἱππικῷ ἀπὸ τῆς συγκλήτου, καὶ κατὰ κέλευσιν τοῦ βασιλέως ἐπὶ τῆς βαθείας | |
15 | τοῦ Ἱππικοῦ καμπτοῦ παιδίον αὐτὸν ἐσκέλισεν καὶ ἔῤῥιψεν ἐπὶ πρόσωπον, καὶ λαβὼν αὐτὸν ὁ δῆμος ἤρξαντο σύρειν. ἰδόντες δὲ οἱ ἄρχοντες τὸ γεγονός, φοβηθέντες ἀνεχώρησαν. καὶ ἔσυραν ἐκεῖνον ἕως τῶν οἴκων τοῦ Στουδίου· καὶ λαβὼν εἷς Γότθος λίθον ἔδωκεν αὐτὸν κατὰ τῆς ἀκοῆς, καὶ ἐθανάτωσεν αὐτόν. καὶ ἐσύ‐ | |
20 | ρη ἀπὸ τοῦ δήμου τὸ σκήνωμα αὐτοῦ ἕως θαλάσσης. | |
595 | Μεθ’ ἡμέρας δὲ τριάκοντα ἐκάησαν τῆς πόλεως ἀπὸ θεο‐ μηνίας ῥεγεῶνες ηʹ μηνὶ γορπιαίῳ σεπτεμβρίου βʹ, ἡμέρᾳ δʹ. ἰν‐ δικτιῶνος γʹ, ἐν τῇ συνάξει τοῦ ἁγίου Μαμᾶ. Ἰνδ. δʹ. θʹ. ὑπ. Λέοντος Αὐγούστου τὸ γʹ μόνου. | |
5 | Ἰνδ. εʹ. ιʹ. ὑπ. Πουσαίου καὶ Ἰωάννου. Ἐπὶ τούτων τῶν ὑπάτων κατηγορήθη Ἰσοκάσιος ὁ φιλόσο‐ φος καὶ κυεστόριος, ὡς Ἕλλην, ὅστις κατήγετο μὲν ἐκ γένους Αἴγεος τῆς Κιλικίας, ἦν δὲ κτήτωρ Ἀντιοχείας τῆς μεγάλης καὶ οἰκήτωρ, ὅστις διήνυσεν ἀρχὰς πολλὰς μετὰ δόξης· ἦν δὲ σφό‐ | |
10 | δρα λογικός. καὶ συσχεθεὶς κατὰ κέλευσιν τοῦ βασιλέως διὰ τὴν τότε γενομένην ἀταξίαν ἐν Κωνσταντινουπόλει, ἀποζωσθεὶς τῆς ἀξίας αὐτοῦ παρεπέμφθη ἐν Χαλκηδόνι, πέραν τῆς Κωνσταντι‐ νουπόλεως, τῷ ἄρχοντι Βιθυνίας Θεοφίλῳ, ὅστις καὶ τὰς φω‐ νὰς αὐτοῦ ἔλαβεν. Ἰάκωβος δὲ ὁ Κίλιξ ἀρχιητρὸς ὢν τῆς πό‐ | |
15 | λεως, ὁ λεγόμενος ψυχριστός, παρεκάλεσε τὸν βασιλέα. ἐφίλει γὰρ αὐτὸς ὁ Λέων αὐτὸν τὸν ψυχριστὸν καὶ πᾶσα ἡ σύγκλητος καὶ ἡ πόλις, ὡς ἄριστον ἰατρὸν καὶ φιλόσοφον, ᾧτινι οἱ συγκλη‐ τικοὶ καὶ εἰκόνας αὐτοῦ ἔστησαν ἐν τῷ Ζευξίππῳ. οὗτος ἐδυσ‐ ώπησεν τὸν βασιλέα, αἰτῶν αὐτὸν ἐν Κωνσταντινουπόλει τὸν | |
20 | Ἰσοκάσιον ἐξετασθῆναι παρὰ τῆς συγκλήτου καὶ τοῦ ἐπάρχου τῶν πραιτωρίων καὶ μὴ παρὰ ἄρχοντι ἐπαρχίας, ἐπειδὴ κυεστορίου εἶ‐ | |
χεν ἀξίαν. καὶ πεισθεὶς ὁ βασιλεὺς Λέων ἐκέλευσεν ἐνεχθῆναι | ||
596 | τὸν Ἰσοκάσιον ἀπὸ Χαλκηδόνος, καὶ εἰς τὸν Ζεύξιππον προνε‐ χθεὶς ἐξητάζετο ἀπὸ τοῦ ἐπάρχου τῶν πραιτωρίων καὶ ὑπάτου Πουσαίου. καὶ διελάλησεν ὁ αὐτὸς Πουσαῖος κατὰ τοῦ Ἰσοκα‐ σίου, εἰσελθόντος πρὸ βηλοῦ γυμνοῦ, δεδεμένου ὀπισθάγκωνα, | |
5 | ταῦτα· Ὁρᾶς ἑαυτόν, Ἰσοκάσιε, ἐν ποίῳ σχήματι καθέστηκας; καὶ ἀποκριθεὶς Ἰσοκάσιος εἶπεν, Ὁρῶ, καὶ οὐ ξενίζομαι; ἄν‐ θρωπος γὰρ ὢν ἀνθρωπίναις περιέπεσα συμφοραῖς. ἀλλὰ δίκῃ δίκασον ἐπ’ ἐμοὶ ὡς ἐδίκαζες σὺν ἐμοί. καὶ ἀκούσας τοῦ Ἰσο‐ κασίου ὁ δῆμος τῶν Βυζαντίων ὁ ἑστὼς καὶ θεωρῶν, εὐφήμησε | |
10 | τὸν βασιλέα Λέοντα πολλά· καὶ ἀποσπάσαντες τὸν αὐτὸν Ἰσο‐ κάσιον ἀπήγαγον αὐτὸν ἀπὸ τοῦ Ζευξίππου εἰς τὴν μεγάλην ἐκκλη‐ σίαν, καὶ κατηχηθεὶς ἐφωτίσθη καὶ ἐπέμφθη εἰς τὴν χώραν αὐτοῦ. Ὁ δὲ αὐτὸς θειότατος βασιλεὺς τὰς κυριακὰς ἀπράκτους ἐκέλευσε γίνεσθαι, ἐκφωνήσας περὶ τούτου θεῖον αὐτοῦ νόμον, | |
15 | ἵνα μήτε αὐλὸς ἢ κιθάρα ἢ ἄλλο τι μουσικὸν λέγειν ἐν κυριακῇ, ἀλλὰ πάντα ἀργεῖν. καὶ πᾶς ἄνθρωπος ἠνέσχετο. Τούτῳ τῷ ἔτει τυραννίδα μελετήσαντα Ἄσπαρα τὸν πατρίκιον καὶ πρῶτον τῆς συγκλήτου ἐφόνευσεν ἐν τῷ παλα‐ τίῳ ἔσω, καὶ Ἀρδαβούριον καὶ Πατρίκιν τοὺς υἱοὺς αὐτοῦ ἐν | |
20 | κομβένδῳ, καὶ αὐτοὺς συγκλητικοὺς ὄντας, κατακόψας τὰ σώ‐ ματα αὐτῶν. καὶ ἐγένετο ἐν Κωνσταντινουπόλει ταραχή· εἶ‐ | |
χαν γὰρ πλῆθος Γότθων καὶ κόμητας καὶ ἄλλους παῖδας παρα‐ | ||
597 | μένοντας αὐτοῖς. ὅθεν εἷς Γότθος τῶν διαφερόντων αὐτῷ Ἄσπα‐ ρι, ὀνόματι Ὄστρους, κόμης, εἰσῆλθεν εἰς τὸ παλάτιον τοξεύων μετὰ ἄλλων Γότθων, καὶ συμβολῆς γενομένης μετὰ τῶν ἐξκου‐ βιτώρων καὶ Ὄστρου κόμητος πολλοὶ ἐκόπησαν. καὶ μεσασθεὶς | |
5 | εἶδεν ὅτι ἡττήθη, καὶ ἔφυγεν λαβὼν τὴν παλλακίδα Ἄσπαρος, εὐπρεπεστάτην οὖσαν καὶ εὔπορον Γότθαν, ἥτις ἔφιππος ἅμα αὐτῷ ἐξῆλθεν ἐπὶ τὴν Θρᾴκην, καὶ ἐπραίδευσεν τὰ χωρία, περὶ οὗ ἔκραξαν οἱ Βυζάντιοι, Νεκροῦ φίλος οὐδείς, εἰ μὴ μόνος Ὄστρους. | |
10 | Ὁ αὐτὸς βασιλεὺς Λέων διωγμὸν μέγαν ἐποίησε τοῖς τοῦ δόγματος τῶν Ἀρειανῶν ἐξωκιονιτῶν. καὶ διατάξεις πανταχοῦ ἔπεμψεν μὴ ἔχειν αὐτοὺς ἐκκλησίας ἢ ὅλως συνάγεσθαι. Τῷ αὐτῷ ἔτει ἐφάνη ἐν τῷ οὐρανῷ σημεῖον μέγιστον, ἀπό τινων λεγόμενον σάλπιγξ, ἀπό τινων δὲ λογχίας, καὶ ἀπό τινων | |
15 | δοκίς· ἐφάνη δὲ ἐπὶ ἡμέρας τινάς. Τῷ αὐτῷ ἔτει ἐβασίλευσεν Ἀνθήμιος, καὶ ἀπῆλθεν εἰς Ῥώμην· καὶ εἰσῆλθεν τὰ λαβρᾶτα αὐτοῦ ἐν Κωνσταντινουπόλει ὑπὸ Διαφερεντίου ἐπάρχου πόλεως. τιβʹ Ὀλυμπιάς. | |
20 | Ἰνδ. ϛʹ. ιαʹ. ὑπ. Ἀνθημίου Αὐγούστου τὸ βʹ μόνου. | |
598 | Οὗτος Ἀνθήμιος δομεῖται τὸν οἶκον τοῦ ἁγίου Θωμᾶ τοῦ ἀποστόλου, τὰ λεγόμενα Ἀνθημίου, πλησίον τῶν Βοῤῥαΐδου. Ἐπὶ τούτου τοῦ προκειμένου ὑπάτου Δινζίριχος, υἱὸς Ἀτ‐ τίλα, ἐσφάγη ὑπὸ Ἀναγάστου τοῦ στρατηλάτου Θρᾴκης, καὶ εἰσ‐ | |
5 | ῆλθεν ἡ κεφαλὴ αὐτοῦ εἰς Κωνσταντινούπολιν ἱππικοῦ ἀγομέ‐ νου, καὶ ἐπόμπευσεν διὰ τῆς μέσης, καὶ ἀπηνέχθη εἰς τὸν Ξυ‐ λόκιρκον καὶ ἐπάγη ἐν ξύλῳ· καὶ ἐξῆλθε πᾶσα ἡ πόλις εἰς θέαν αὐτῆς ἐπὶ ἡμέρας ἱκανάς. Ἰνδ. ζʹ. ιβʹ. ὑπ. Ζήνωνος καὶ Μαρκιανοῦ. | |
10 | Τούτῳ τῷ ἔτει ἔβρεξεν ἐν Κωνσταντινουπόλει κονίαν ἀντὶ βροχῆς· ἐπὶ παλαιστὴν ὕψους ἐτέθη εἰς τὰς κεράμους ἡ κονία. καὶ πάντες ἔτρεμον λιτανεύοντες καὶ λέγοντες ὅτι Πῦρ ἦν καὶ ἐσβέσθη, καὶ ηὑρέθη κόνις τοῦ θεοῦ φιλανθρωπευσαμένου μηνὶ δίῳ νοεμβρίου ιαʹ. | |
15 | Τούτῳ τῷ ἔτει ἐγένετο ἐμπρησμὸς μέγας ἐν Κωνσταντινου‐ πόλει οἷος οὐδέποτε· ἐκάη γὰρ ἀπὸ θαλάσσης ἕως θαλάσσης. καὶ φοβηθεὶς Λέων ὁ βασιλεὺς ἐξῆλθεν πέραν εἰς τὸν ἅγιον Μαμᾶν, καὶ ἐποίησεν ἐκεῖ πρόκεσσον μῆνας ἕξ, καὶ ἔκτισεν ἐκεῖ λιμενά‐ ριον καὶ ἔμβολον, ὅστις οὕτω καλεῖται ὁ τόπος, Νέος ἔμβολος. | |
20 | Ἰνδ. ηʹ. ιγʹ. ὑπ. Γορδιανοῦ καὶ Σεβήρου. | |
599 | Ἰνδ. θʹ. ιδʹ. ὑπ. Λέοντος τὸ δʹ καὶ Προβιανοῦ. τιγʹ Ὀλυμπιάς. Ἰνδ. ιʹ. ιεʹ. ὑπ. Μαρκιανοῦ καὶ Φήστου. Ἰνδ. ιαʹ. ιϛʹ. ὑπ. Λέοντος τὸ εʹ μόνου. | |
5 | Μετὰ τελευτὴν Λέοντος τοῦ μεγάλου Ῥωμαίων μγʹ ἐβασί‐ λευσεν Λέων νέος Αὔγουστος ἔτος αʹ. ὁμοῦ ͵εϡπγʹ. Ἰνδ. ιβʹ. αʹ. ὑπ. Λέοντος νέου μόνου. Οὗτος Λέων ὑποβληθεὶς ὑπὸ τῆς ἰδίας αὐτοῦ μητρὸς τῆς ἐπιφανεστάτης Ἀριάδνης, ὡς προσκυνεῖ αὐτὸν ὡς βασιλέα Ζή‐ | |
10 | νων ὁ στρατηλάτης καὶ πατρίκιος, ὁ αὐτοῦ πάππος, ἐπέθηκε στέφανον βασιλικὸν ἐπὶ τὴν κεφαλὴν τοῦ αὐτοῦ Ζήνωνος· καὶ ἐβασίλευσεν Ζήνων ὁ Κοδισσεὺς ὁ Ἴσαυρος μετὰ τοῦ ἰδίου ἐκγό‐ νου Λέοντος ὀλίγον χρόνον. καὶ τῷ ιαʹ μηνὶ τῆς αὐτοῦ ὑπατείας ἀῤῥωστήσας Λέων νέος μηνὶ δίῳ τῷ καὶ νοεμβρίῳ ἐτελεύτησεν, | |
15 | ὢν ἐτῶν ιζʹ, καθὼς Νεστοριανὸς ὁ σοφώτατος χρονογράφος ἕως Λέοντος νέου συνεγράψατο. Ῥωμαίων μδʹ ἐβασίλευσεν Ζήνων Αὔγουστος ἔτη ιζʹ. ὁμοῦ ͵ϛʹ. | |
Ἰνδ. ιγʹ. αʹ. ὑπ. Ζήνωνος Αὐγούστου τὸ βʹ μόνου. | ||
600 | τιδʹ Ὀλυμπιάς. Ἰνδ. ιδʹ. βʹ. Βασιλίσκου καὶ Ἀρμάτου. Ἰνδ. ιεʹ. γʹ. ὑπ. Βασιλίσκου καὶ Ἀρμάτου. Ζήνων ὁ βασιλεὺς αἰτηθεὶς πρᾶγμα παρὰ τῆς πενθερᾶς | |
5 | αὐτοῦ Βηρίνης, καὶ μὴ παρασχών, κατεσκευάσθη παρ’ αὐτῆς· καὶ φοβηθεὶς μὴ σφαγῇ ἀπό τινος τῶν τοῦ παλατίου, σὺν αὐτῷ γὰρ οἴκει ἐν τῷ παλατίῳ καὶ ἡ πενθερὰ αὐτοῦ Βηρῖνα, ποιήσας πρόκεσσον ἐν Χαλκηδόνι, ἐκεῖθεν ἔφυγεν βερέδοις, καὶ ἀπῆλθεν εἰς τὴν Ἰσαυρίαν, ὡς ἦν βασιλεύς. ὅντινα κατέλαβε φυγοῦσα | |
10 | τὴν ἰδίαν αὐτῆς μητέρα λάθρᾳ ἡ βασίλισσα Ἀριάδνη εἰς τὴν Ἰσαυρίαν, καὶ διῆγεν ἐκεῖσε ἅμα τῷ ἰδίῳ ἀνδρί. Καὶ μετὰ τὸ φυγεῖν Ζήνωνα τὸν βασιλέα καὶ Ἀριάδνην τὴν Αὔγουσταν εὐθέως προεχειρίσατο ἡ δέσποινα Βηρῖνα βασιλέα στέψασα Βασιλίσκον τὸν ἴδιον αὐτῆς ἀδελφόν. καὶ ἐβασίλευσεν | |
15 | ὁ αὐτὸς Βασιλίσκος ἔτη δύο, ἅτινα συναριθμοῦνται σὺν τοῖς πρώτοις καὶ τοῖς μετὰ ταῦτα Ζήνωνος ἔτεσιν. Ὁ δὲ Βασιλίσκος ἅμα ἐβασίλευσεν, ἔστεψε τὸν ἑαυτοῦ υἱὸν Μάρκον εἰς βασιλέα, καὶ ἐβασίλευσαν οἱ δύο ἅμα. Ἰνδ. αʹ. δʹ. ὑπ. Ἴλλου μόνου. | |
20 | Τούτῳ τῷ ἔτει ἐπανῆλθε Ζήνων ὁ βασιλεὺς μετ’ ὄχλου | |
πολλοῦ ἐκ τῆς Ἰσαυρίας. ὁ δὲ Βασιλίσκος μαθὼν τὴν τοῦ βα‐ | ||
601 | σιλέως Ζήνωνος ἐπάνοδον, ἔπεμψεν Ἀρμᾶτον τὸν στρατηλάτην τοῦ πραισέντου μετὰ πάσης ἧς εἶχεν βοηθείας τοῦ στρατοῦ εἰς τὴν Θρᾴκην καὶ εἰς Κωνσταντινούπολιν καὶ τὸ παλάτιον, ὁρκώ‐ σας αὐτὸν εἰς τὸ ἅγιον βάπτισμα μὴ προδοῦναι. καὶ λαβὼν τὸ | |
5 | ἄπειρον πλῆθος τοῦ στρατοῦ ὁ Ἀρμᾶτος ἐπέρασεν. καὶ τοῦτο προμαθὼν Ζήνων ὁ βασιλεὺς ἔπεμψεν πρὸς αὐτὸν Ἀρμᾶτον, ἐπαγγειλάμενος αὐτῷ πολλὰ καὶ τὴν στρατηλασίαν τοῦ πραισέν‐ του ἕως τῆς αὐτοῦ ζωῆς καὶ τὸν υἱὸν αὐτοῦ ποιεῖν Καίσαρα. καὶ προτραπεὶς Ἀρμᾶτος ὑπὸ Ζήνωνος τοῦ βασιλέως προέδωκεν, εὑ‐ | |
10 | ρεθεὶς εἰς τὸ μέρος Ζήνωνος τοῦ βασιλέως, καὶ οὐχ ὑπήντησεν Ζήνωνι ἐρχομένῳ, ἀλλὰ δι’ ἄλλης ὁδοῦ ἔδοξεν ἀπιέναι. ὁ δὲ βασιλεὺς Ζήνων μετὰ τῆς αὐτοῦ βοηθείας διὰ τῆς ὁδοῦ τῆς Ἰσαυ‐ ρίας ἐξορμήσας ἐπέρασεν ἀπὸ τῶν λεγομένων Πυλῶν, καὶ εἰσῆλ‐ θεν ἐν Κωνσταντινουπόλει εἰς τὸ παλάτιν μετὰ τῶν ἰδίων, καὶ | |
15 | ἐδέχθη ἀπὸ τῶν στρατευμάτων καὶ τῆς συγκλήτου. ἀκούσας δὲ ἐξαίφνης Βασιλίσκος ὁ βασιλεὺς ὅτι Ζήνων ὁ βασιλεὺς εἰς τὸ παλάτιν ὥρμησεν καὶ εἰσῆλθεν, καὶ ὅτι ἐδέξαντο αὐτὸν πάντες καὶ Βηρῖνα ἡ δέσποινα ἡ αὐτοῦ πενθερά, λαβὼν Βασιλίσκος τὴν γυναῖκα αὐτοῦ καὶ τὰ τέκνα ἔφυγεν εἰς τὴν μεγάλην ἐκκλησίαν | |
20 | Κωνσταντινουπόλεως εἰς τὸ μέγα φωτιστήριον. ὁ δὲ θειότατος Ζήνων παρασχὼν τὸ βῆλον τοῦ ἱππικοῦ, εὐθέως ἀνελθὼν ἐθεώ‐ | |
ρησεν, καὶ ἐδέχθη ὑπὸ τῶν τῆς πόλεως. καὶ εὐθέως πέμψας ὁ | ||
602 | βασιλεὺς εἰς τὴν μεγάλην ἐκκλησίαν ἐπῆρεν παρὰ Βασιλίσκου καὶ τῆς γυναικὸς αὐτοῦ καὶ τοῦ υἱοῦ αὐτῶν τὰ τῆς βασιλείας ἅπαντα, καὶ ἐξέβαλεν αὐτὸν καὶ τὰ τέκνα αὐτοῦ καὶ τὴν γυναῖκα, λαβόντας λόγον ὅτι οὐκ ἀποκεφαλίζονται. καὶ ἔπεμψεν αὐτὸν | |
5 | καὶ τοὺς μετ’ αὐτοῦ εἰς Λίμνας τὸ κάστρον ὁ αὐτὸς Ζήνων βα‐ σιλεὺς εἰς τὴν Καππαδοκίαν. καὶ ἐβλήθησαν εἰς ἕνα πύργον τοῦ κάστρου, καὶ ἀνοικοδομήθη ἡ θύρα καὶ ἐφυλάττετο ὁ πύργος καὶ τὸ κάστρον αὐτὸ ὑπὸ στρατιωτῶν καὶ Ἰσαύρων πλήθους πολ‐ λοῦ· καὶ λιμοκτονηθεὶς ὁ αὐτὸς Βασιλίσκος καὶ ἡ γυνὴ αὐτοῦ καὶ | |
10 | τὰ τέκνα αὐτῶν ἀπέδωκαν τὰς ψυχάς, καὶ ἐτάφησαν ἐκεῖ εἰς τὸν αὐτὸν πύργον Λιμνῶν. Ἰνδ. βʹ. εʹ. ὑπ. Ζήνωνος Αὐγούστου τὸ γʹ μόνου. τιεʹ Ὀλυμπιάς. Ἰνδ. γʹ. ϛʹ. ὑπ. Βασιλείου μόνου. | |
15 | Ἰνδ. δʹ. ζʹ. ὑπ. Πλακίτα μόνου. Ἰνδ. εʹ. ηʹ. ὑπ. Τροκόνδου καὶ Σεβηριανοῦ. Ἰνδ. ϛʹ. θʹ. ὑπ. Φαύστου μόνου. τιϛʹ Ὀλυμπιάς. Ἰνδ. ζʹ. ιʹ. ὑπ. Θεοδωρίχου καὶ Βεναντίου. | |
20 | Τούτῳ τῷ ἔτει Ζήνων ὁ βασιλεὺς ἐποίησε Καίσαρα τὸν υἱὸν | |
Ἀρμάτου τοῦ στρατηλάτου πραισέντου, Βασιλίσκον ὀνόματι, καὶ | ||
603 | συνεκάθισεν αὐτῷ εἰς τὸ θεωρεῖν· καὶ εἶδαν τοὺς ἡνιόχους ὁ βα‐ σιλεὺς καὶ ὁ Καῖσαρ. Ὁ δὲ βασιλεὺς Ζήνων λογισάμενος ὅτι ἐπιώρκησεν Ἀρμᾶτος ὁ στρατηλάτης τοῦ πραισέντου, ὁ πατὴρ τοῦ Καίσαρος, ὀμόσας | |
5 | εἰς τὸ ἅγιον βάπτισμα Βασιλίσκῳ μὴ προδοῦναι αὐτόν, καὶ ὅτι προτραπεὶς παρ’ ἐμοῦ προέδωκεν αὐτόν, καὶ ἀπέθανεν, πῶς τῇ ἐμῇ βασιλείᾳ πιστὰ φυλάξει; μικρὸν γὰρ ἐὰν ἀνδρειωθῇ ὁ υἱὸς αὐτοῦ ὁ Καῖσαρ, πάντως κἀμὲ παραβαίνει. ἐγὼ δὲ οὐ πα‐ ρέβην αὐτόν, ἀλλὰ καὶ αὐτὸν ἐποίησα ἐπὶ τόπου μεῖναι στρατη‐ | |
10 | λάτην, καὶ τὸν υἱὸν αὐτοῦ Καίσαρα ἐποίησα. καὶ ἐκέλευσεν ὁ βασιλεὺς Ζήνων σφαγῆναι Ἀρμᾶτον τὸν ἀπὸ ὑπάτων καὶ στρα‐ τηλάτην ὡς ἐπίορκον. καὶ ἐσφάγη εἰς τὸν Κόχλιον τοῦ παλα‐ τίου κατὰ τὸ Δέκιμον, ὡς ἀνέρχεται εἰς τὸ ἱππικὸν θεωρῆσαι ὁ αὐτὸς Ἀρμᾶτος. καὶ μετὰ τὸ φονευθῆναι Ἀρμᾶτον τότε καὶ τὸν | |
15 | υἱὸν αὐτοῦ Βασιλίσκον τὸν Καίσαρα νεώτερον ὄντα ἐχειροτόνη‐ σεν ἐπίσκοπον εἰς Κύζικον τὴν μητρόπολιν Ἑλλησπόντου, ἐπειδὴ ἦν φορέσας πορφύραν βασιλικήν, ὡς Καῖσαρ, δημεύσας πᾶσαν τὴν οὐσίαν τοῦ αὐτοῦ Ἀρμάτου. Ἐν τοῖς χρόνοις τούτοις πρόφασιν λαβόντες οἱ ἐκ τοῦ ἔθνους | |
20 | τῶν Σαμαρειτῶν ἐν Παλαιστίνῃ ἐτυράννησαν, καὶ ἔστεψαν λῄ‐ σταρχον, ὀνόματι Ἰουστασᾶν, Σαμαρείτην. καὶ εἰσῆλθεν ἐν | |
Καισαρείᾳ, καὶ ἐθεώρησεν ἱππικόν, καὶ πολλοὺς ἐφόνευσεν ἡγε‐ | ||
604 | μονεύων τῆς Παλαιστίνης. ἔκαυσεν δὲ καὶ τὴν ἐκκλησίαν τοῦ ἁγίου Πρόβου ὁ αὐτὸς Ἰουστασᾶς ἐπὶ Τιμοθέου ἐπισκόπου Καισαρείας. καὶ εὐθέως ὁ δοὺξ Παλαιστίνης Ἀσκληπιάδης ἦλ‐ θεν μετὰ τῆς ἑαυτοῦ βοηθείας, ὡς λῃστοδιώκτης, ὁ ἀξιωματι‐ | |
5 | κὸς Καισαρείας, μετὰ τῶν Ἀρκαδιανῶν, καὶ ὁρμήσας κατ’ αὐτοῦ Ἰουστασᾶ συνέβαλεν αὐτῷ, καὶ ἀπεκεφαλίσθη ὁ αὐτὸς Ἰουστα‐ σᾶς, καὶ ἐπέμφθη ἡ κεφαλὴ αὐτοῦ μετὰ τοῦ διαδήματος αὐτοῦ τῷ βασιλεῖ Ζήνωνι. ὁ δὲ βασιλεὺς Ζήνων εὐθέως ἐποίησε τὴν συναγωγὴν αὐτῶν τὴν οὖσαν εἰς τὸ καλούμενον Γαργαρίδην εὐ‐ | |
10 | κτήριον οἶκον μέγαν τῆς δεσποίνης ἡμῶν τῆς θεοτόκου καὶ ἀει‐ παρθένου Μαρίας, ἀνανεώσας καὶ τὸν οἶκον τοῦ ἁγίου Προ‐ κοπίου, ποιήσας διάταξιν μὴ στρατεύεσθαι Σαμαρείτην, δημεύ‐ σας τοὺς εὐπόρους αὐτῶν. καὶ ἐγένετο φόβος καὶ εἰρήνη. Ἰνδ. ηʹ. ιαʹ. ὑπ. Συμμάχου μόνου. | |
15 | Τούτῳ τῷ ἔτει Θεοδερὶχ τῷ γενομένῳ ῥηγὶ Ῥώμης προσῆλ‐ θεν μία γυνὴ συγκλητικὴ Ῥώμης, ὀνόματι Ἰουβεναλία, διδά‐ σκουσα αὐτὸν ὅτι Τρία ἔτη ἔχω δικαζομένη μετὰ τοῦ πατρικίου Φόρμου, καὶ εὐλύτωσόν με. καὶ ἐνεγκὼν τοὺς δικολόγους τῶν ἀμφοτέρων μερῶν εἶπεν αὐτοῖς ὅτι Εἰ μὴ διὰ τῆς αὔριον καὶ | |
20 | διὰ τῆς μετ’ αὐτῆς δώσετε αὐτοῖς ὅρον καὶ ἀπαλλάξετε αὐτούς, | |
605 | ἀποκεφαλίζω ὑμᾶς. καὶ καθίσαντες διὰ τῶν δύο ἡμερῶν εἶ‐ παν τὰ δοκοῦντα τοῖς νόμοις, δεδωκότες αὐτοῖς ὅρον, καὶ ἀπήλ‐ λαξαν αὐτούς. καὶ ἅψασα κηροὺς ἡ Ἰουβεναλία προσῆλθεν αὐτῷ εὐχαριστοῦσα, ὅτι εὐλυτώθη ἡ δίκη αὐτῶν. καὶ ἠγανά‐ | |
5 | κτησεν ὁ αὐτὸς ῥὴξ κατὰ τῶν δικολόγων, καὶ ἀγαγὼν αὐτοὺς εἶ‐ πεν αὐτοῖς, Διὰ τί, ὃ ἐποιήσατε εἰς δύο ἡμέρας καὶ ἀπηλλάξα‐ τε αὐτούς, εἰς τρία ἔτη οὐκ ἐποιήσατε; καὶ ἀπεκεφάλισεν τοὺς δύο δικολόγους ἐξ ἀμφοτέρων τῶν μερῶν, καὶ ἐγένετο φόβος. καὶ ἐποίησε διάταξιν περὶ ἑκάστου νόμου. καὶ ἐξελθὼν ἀπὸ Ῥώ‐ | |
10 | μης οἴκησεν τὴν Ῥάβενναν, πόλιν παραθαλασσίαν, ἕως θανά‐ του αὐτοῦ. καὶ μετὰ θάνατον αὐτοῦ ἐγένετο ῥὴξ Ῥώμης ὁ ἐκ γένους αὐτοῦ Ἀταλλάριχος. ἦν δὲ Ἀρειανὸς τῷ δόγματι, ὅ ἐστιν ἐξωκιονίτης. Ἰνδ. θʹ. ιβʹ. ὑπ. Λογγίνου καὶ Δεκίου. | |
15 | Ἰνδ. ιʹ. ιγʹ. ὑπ. Βοηθίου μόνου. Τούτῳ τῷ ἔτει ἔπαθεν ἀπὸ θεομηνίας σεισμοῦ Κωνσταντι‐ νούπολις τὸ δεύτερον αὐτῆς πάθος μηνὶ γορπιαίῳ σεπτεμβρίῳ κϛʹ ἐπ’ ὀλίγον διάστημα ἕως τοῦ Ταύρου. τιζʹ Ὀλυμπιάς. | |
20 | Ἰνδ. ιαʹ. ιδʹ. ὑπ. Δυναμίου καὶ Σιφιδίου. | |
606 | Ἰνδ. ιβʹ. ιεʹ. ὑπ. Εὐσεβίου καὶ Προβίνου. Ἰνδ. ιγʹ. ιϛʹ. ὑπ. Λογγίνου τὸ βʹ καὶ Φαύστου τὸ βʹ. Λέγει ὅτι Ζήνων ὁ βασιλεὺς ἐρωτήσας Μαυριανὸν τὸν σο‐ φώτατον κόμητα, ὅστις καὶ πολλὰ αὐτῷ προέλεγεν, ἦν γὰρ μυ‐ | |
5 | στικά τινα εἰδὼς ὁ αὐτὸς Μαυριανός, τίς μετ’ αὐτὸν Ζήνωνα βασιλεύει, καὶ ἔμαθεν παρ’ αὐτοῦ ὅτι τὴν βασιλείαν αὐτοῦ καὶ τὴν γυναῖκα αὐτοῦ διαδέχεταί τις ἀπὸ σιλεντιαρίων. καὶ ταῦτα ἀκούσας ὁ βασιλεὺς Ζήνων συνέσχεν τὸν πατρίκιον Πελάγιον τὸν ἀπὸ σιλεντιαρίων πληρώσαντα καὶ ἐλθόντα εἰς τὴν τοῦ πατρικίου | |
10 | ἀξίαν, ἄνδρα σοφόν. καὶ δημεύσας αὐτὸν ἐκέλευσεν φυλάττε‐ σθαι. ὅντινα οἱ φυλάσσοντες ἐξκουβίτωρες ἔπνιξαν ἀγχόνῃ κατὰ κέλευσιν τοῦ βασιλέως Ζήνωνος. καὶ ἀκούσας ὁ ἔπαρχος τῶν πραιτωρίων Ἀρκάδιος ἐλοιδόρησε τὸν βασιλέα Ζήνωνα διὰ τὸν πατρίκιον Πελάγιον, ὅτι ἐφονεύθη. καὶ εἰσῆλθεν εἰς τὰς ἀκοὰς | |
15 | Ζήνωνος τοῦ βασιλέως, καὶ ἐκέλευσεν εἰσερχόμενον αὐτὸν Ἀρκά‐ διον εἰς τὸ παλάτιον σφαγῆναι. ὁ δὲ ἔπαρχος τῶν πραιτωρίων Ἀρκάδιος μαθὼν τοῦτο, καὶ ὅτι μετεστάλη ἀπὸ τοῦ βασιλέως, ὡς παρήρχετο διὰ τῆς μεγάλης ἐκκλησίας, ἐποίησεν ἑαυτὸν βου‐ λόμενον εὔξασθαι, καὶ κατελθὼν ἐκ τοῦ ὀχήματος εἰσῆλθεν εἰς | |
20 | τὴν μεγάλην ἐκκλησίαν Κωνσταντινουπόλεως, καὶ ἔμεινεν ἐκεῖ | |
ἔσω, καὶ ἐῤῥύσθη πικροῦ θανάτου. | ||
607 | Ἰνδ. ιδʹ. ιζʹ. ὑπ. Ὀλυβρίου μόνου. τιηʹ Ὀλυμπιάς. Τούτῳ τῷ ἔτει μηνὶ ξανθικῷ τῷ καὶ ἀπριλίῳ δυσεντερίᾳ ληφθεὶς Ζήνων τελευτᾷ, ὢν ἐτῶν ξεʹ καὶ ἡμερῶν ἐννέα. | |
5 | Ῥωμαίων μεʹ ἐβασίλευσεν Ἀναστάσιος ὁ Δίκορος, ὁ ἐκ τῆς νέας Ἠπείρου ἐπαρχίας, ἀπὸ σιλεντιαρίων, ἐπὶ τῆς ὑπατείας Ὀλυβρίου υἱοῦ Ἀρεοβίνδου, στεφθεὶς μηνὶ ξανθικῷ τῷ καὶ ἀπρι‐ λίῳ τῇ εʹ τῆς μεγάλης ἑβδομάδος, ἰνδικτιῶνος ιδʹ, ἔτους χρη‐ ματίζοντος κατὰ Ἀντιόχειαν τὴν μεγάλην ζλʹ καὶ φʹ. καὶ ἔγημε | |
10 | τὴν δέσποιναν τὴν Ἀριάδνην, τὴν Ζήνωνος τοῦ πρὸ αὐτοῦ βασι‐ λέως γενομένην γαμετήν. ἐβασίλευσεν δὲ ὁ αὐτὸς Ἀναστάσιος ἔτη κζʹ. ὁμοῦ ͵ϛκζʹ. Ἰνδ. ιεʹ. αʹ. ὑπ. Ἀναστασίου Αὐγούστου καὶ Ῥούφου. Ἰνδ. αʹ. βʹ. ὑπ. Εὐσεβίου τὸ βʹ καὶ Ἀλβίνου. | |
15 | Ἰνδ. βʹ. γʹ. ὑπ. Ἀστερίου καὶ Πραισιδίου. Ἰνδ. γʹ. δʹ. ὑπ. Βεάτωρος μόνου. τιθʹ Ὀλυμπιάς. Ἰνδ. δʹ. εʹ. ὑπ. Παύλου μόνου. Ἰνδ. εʹ. ϛʹ. ὑπ. Ἀναστασίου Αὐγούστου τὸ βʹ μόνου. | |
20 | Ἰνδ. ϛʹ. ζʹ. ὑπ. Ἰωάννου Σκυθοπολίτου καὶ Παυλίνου. | |
608 | Ἐπὶ τούτων τῶν ὑπάτων ἱππικοῦ ἀγομένου παρεκάλουν οἱ τοῦ μέρους τῶν Πρασίνων τὸν βασιλέα Ἀναστάσιον ἀπολυθῆναί τινας συσχεθέντας ἀπὸ τοῦ ἐπάρχου τῆς πόλεως λιθοβόλους. καὶ οὐ παρεκλήθη ἀπὸ τοῦ δήμου ὁ αὐτὸς Ἀναστάσιος, ἀλλὰ ἀγα‐ | |
5 | νακτήσας ἐκέλευσεν ἄρμα κατ’ αὐτῶν ἐξελθεῖν, καὶ ἐγένετο ἀτα‐ ξία μεγάλη, καὶ κατῆλθαν οἱ δῆμοι κατὰ τῶν ἐξκουβιτώρων. καὶ ἐλθόντες ἐπὶ τὸ κάθισμα ἔῤῥιψαν λίθους κατὰ τοῦ βασιλέως Ἀνα‐ στασίου, ἐν οἷς εἷς Μαῦρος ἔῤῥιψεν ἐπάνω τοῦ βασιλέως Ἀνα‐ στασίου. καὶ ἐξέφυγεν ὁ βασιλεὺς τὸν λίθον, ἐπεὶ ἐφονεύετο. | |
10 | καὶ θεασάμενοι οἱ ἐξκουβίτωρες τὴν τοῦ αὐτοῦ Μαύρου τόλμαν, ὥρμησαν κατ’ αὐτοῦ, καὶ ἔκοψαν αὐτὸν κατὰ μέλος, καὶ οὕτω τὴν ψυχὴν ἀπέδωκεν. ὁ δὲ δῆμος στενωθεὶς ἔβαλεν πῦρ ἐν τῇ λεγομένῃ Χαλκῇ τοῦ Ἱππικοῦ· καὶ ὁ περίβολος ὅλος ἐκαύθη ἕως τοῦ βασιλικοῦ καθίσματος. καὶ ὁ δημόσιος ἔμβολος ἕως τοῦ | |
15 | Ἑξαϊππίου καὶ ἕως τοῦ φόρου Κωνσταντίνου ὅλως καυθεὶς κατη‐ νέχθη διακοπῶν πανταχοῦ γενομένων, καὶ πολλῶν συσχεθέντων καὶ τιμωρηθέντων γέγονεν ἡσυχία, προαχθέντος ἐπάρχου πόλεως Πλάτωνος. Λέγει ὅτι ὁ βασιλεὺς Ἀναστάσιος μετὰ τὸ περιγενέσθαι αὐ‐ | |
20 | τὸν τοῦ Περσικοῦ πολέμου ἐτείχισεν τὸ Δόρας, χωρίον ὄντα | |
609 | τῆς Μεσοποταμίας μέγα πάνυ καὶ ὀχυρόν, κείμενον μέσον τῶν ὅρων Ῥωμαίων καὶ Περσῶν. καὶ ἐποίησεν ἐν αὐτῷ δημόσια λοῦτρα βʹ καὶ ἐκκλησίας καὶ ἐμβόλους καὶ ὅρια εἰς ἀπόθετα σίτου καὶ κιστέρνας ὑδάτων. τὸ δὲ αὐτὸ χωρίον διὰ τοῦτο λέγεται κλη‐ | |
5 | θῆναι Δόρας ὑπὸ Ἀλεξάνδρου Μακεδόνος, διότι Δαρεῖον τὸν βασιλέα Περσῶν ὁ αὐτὸς Ἀλέξανδρος ἐκεῖ δόρατι ἔκρουσεν, ὅθεν καὶ τὸ ὄνομα ἔχει μέχρι νῦν. Ἰνδ. ζʹ. ηʹ. ὑπ. Ἰωάννου Κυρτοῦ μόνου. τκʹ Ὀλυμπιάς. | |
10 | Ἰνδ. ηʹ. θʹ. ὑπ. Πατρικίου καὶ Ὑπατίου. Ἰνδ. θʹ. ιʹ. ὑπ. Πομπηίου καὶ Ἀβιήνου. Ἰνδ. ιʹ. ιαʹ. ὑπ. Πρόβου καὶ Ἀβιήνου τὸ βʹ. Ἰνδ. ιαʹ. ιβʹ. ὑπ. Δεξικράτους καὶ Βολουσιανοῦ. τκαʹ Ὀλυμπιάς. | |
15 | Ἰνδ. ιβʹ. ιγʹ. ὑπ. Κεθήγου μόνου. Ἰνδ. ιγʹ. ιδʹ. ὑπ. Σαβινιανοῦ καὶ Θεοδώρου. Ἰνδ. ιδʹ. ιεʹ. ὑπ. Ἀρεοβίνδου καὶ Μεσσαλᾶ. | |
Ἰνδ. ιεʹ. ιϛʹ. ὑπ. Ἀναστασίου Αὐγούστου τὸ γʹ καὶ Βεναντίου. | ||
610 | Ἰουλιάνας τῆς ἐπιφανεστάτης πατρικίας ἔκραζον διὰ τὸν αὐτῆς ἄνδρα Ἀρεόβινδον βασιλέα τῇ Ῥωμανίᾳ. καὶ ἔφυγεν ὁ Ἀρεόβινδος πέραν. καὶ λοιπὸν ὁ βασιλεὺς Ἀναστάσιος ἀνῆλθεν εἰς τὸ κάθισμα τοῦ Ἱππικοῦ δίχα διαδήματος. καὶ τοῦτο γνοὺς | |
5 | ὁ πᾶς δῆμος ἀνῆλθεν εἰς τὸ Ἱππικόν, καὶ διὰ προσφωνήσεως αὐτοῦ μετεχειρίσατο τὸ πλῆθος τῆς πόλεως. Τούτῳ τῷ ἔτει ἐκτίσθη τὸ μακρὸν τεῖχος τὸ λεγόμενον Ἀνα‐ στασιακόν. Ἰνδ. αʹ. ιζʹ. ὑπ. Μάγνου μόνου. | |
10 | Ἐπὶ τούτου τοῦ ὑπάτου εἶδεν ὁ βασιλεὺς Ἀναστάσιος ἐν ὁράματι ὅτι ἐναντίον αὐτοῦ ἀνήρ τις τέλειος, εὐσχήμων, βα‐ στάζων κώδικα γεγραμμένον, καὶ ἀναπτύξας φύλλα τοῦ κωδι‐ κίου πέντε, ἀναγνοὺς τὸ τοῦ βασιλέως ὄνομα εἶπεν αὐτῷ, Ἴδε, διὰ τὴν ἀπληστίαν σου ἀπαλείφω ιδʹ. καὶ τῷ ἰδίῳ δακτύλῳ | |
15 | ἀπήλειψεν. καὶ διυπνισθεὶς καὶ καταῤῥαγεὶς ὁ αὐτὸς βασιλεὺς Ἀναστάσιος, προσκαλεσάμενος Ἀμάντιν τὸν κουβικουλάριον καὶ πραιπόσιτον εἶπεν αὐτῷ τὴν τοῦ ὁράματος δύναμιν. ὅστις Ἀμάν‐ | |
τις εἶπεν αὐτῷ, Εἰς τὸν αἰῶνα ζῆθι, βασιλεῦ· κἀγὼ γὰρ ἐθεα‐ | ||
611 | σάμην ταύτῃ τῇ νυκτὶ ὅτι ὡς ἵσταμαι ἐναντίον τοῦ ὑμετέρου κρά‐ τους, ὄπισθέν μου ἐλθὼν χοῖρος μέγας δραξάμενος τῷ στόματι τὴν ἀρχὴν τῆς χλαμύδος μου καὶ τινάξας κατήγαγέ με εἰς τὸ ἔδα‐ φος, καὶ ἀνήλισκέ με κατεσθίων καὶ πατῶν. καὶ προσκαλεσά‐ | |
5 | μενος βασιλεὺς Πρόκλον τὸν Ἀσιανὸν τὸν φιλόσοφον καὶ ὀνειρο‐ κρίτην εἶπεν αὐτῷ τὸ ὅραμα, ὁμοίως δὲ καὶ Ἀμάντιος. ὁ δὲ ἐσαφήνισεν αὐτοῖς τὴν αὐτῶν δύναμιν καὶ ὅτι μετ’ ὀλίγον χρόνον τελειοῦνται. καὶ μετ’ ὀλίγον ἀῤῥωστήσας ὁ βασιλεὺς Ἀναστά‐ σιος ἔκειτο· καὶ ἀστραπῆς γενομένης καὶ βροντῆς μεγάλης πάνυ | |
10 | θροηθεὶς ἀπέδωκεν τὸ πνεῦμα, ὢν ἐνιαυτῶν ϙʹ καὶ μηνῶν πέντε. Μετὰ τὴν βασιλείαν Ἀναστασίου τοῦ Δικόρου ἐβασίλευσεν ὁ θειότατος Ἰουστῖνος ὁ Βενδαρίτης, ὁ Θρᾴξ, ἐπὶ τῆς ὑπατείας Μάγνου, μηνὶ πανέμῳ τῷ καὶ ἰουλίῳ θʹ, ἰνδ. ιαʹ, χρηματίζον‐ τος κατὰ τοὺς Ἀντιοχεῖς τῆς Συρίας ἔτους, ϛξϡʹ, ὅντινα ὁ στρα‐ | |
15 | τὸς τῶν φυλαττόντων τὸ παλάτιον ἐξκουβιτώρων ἅμα τῷ δήμῳ στέψαντες ἐποίησαν βασιλέα· ἦν γὰρ κόμης ἐξκουβιτώρων. καὶ ἐβασίλευσεν ἔτη θʹ. ὁμοῦ ͵ϛλϛʹ. Ἰνδ. βʹ. ιηʹ. ὑπ. Ἰουστίνου Αὐγούστου καὶ Εὐθερίχου. Οὗτος Ἰουστῖνος ἅμα ἐβασίλευσεν, ἀνεῖλεν Ἀμάντιον τὸν | |
20 | πραιπόσιτον αὐτοῦ καὶ Ἀνδρέαν τὸν κουβικουλάριον τὸν Λαυ‐ | |
612 | σιακὸν καὶ Θεόκριτον κόμητα τὸν τοῦ ῥηθέντος Ἀμαντίου δομέ‐ στικον, ὃν ἐβούλετο ποιῆσαι βασιλέα ὁ αὐτὸς Ἀμάντιος, δεδω‐ κὼς αὐτῷ Ἰουστίνῳ χρήματα ῥογεῦσαι, ἵνα γένηται Θεόκριτος βασιλεύς, καὶ ἐρόγευσεν. ὁ δὲ στρατὸς καὶ ὁ δῆμος λαβόντες | |
5 | οὐχ εἵλαντο Θεόκριτον ποιῆσαι βασιλέα, ἀλλ’ ἐποίησαν τὸν αὐ‐ τὸν Ἰουστῖνον βασιλέα. μετὰ οὖν τὸ βασιλεῦσαι αὐτὸν ὡς τυράννους καὶ βουληθέντας ἐπιβουλεῦσαι τῇ βασιλείᾳ αὐτοῦ ἐφόνευσεν αὐτούς. ἐσφάγησαν δὲ εἰς τὸ παλάτιον ἔσω. Ὁ δὲ αὐτὸς βασιλεὺς ἀνεκαλέσατο τὸν πατρίκιον Ἀπίωνα | |
10 | καὶ Διογενιανὸν ἀπὸ στρατηλατῶν καὶ Φιλόξενον καὶ αὐτὸν ἀπὸ στρατηλατῶν, πεμφθέντας εἰς ἐξορίαν παρὰ τοῦ πρὸ αὐτοῦ βασιλέως. καὶ ἐποίησεν Ἀπίωνα μὲν ἔπαρχον πραιτωρίων, Διο‐ γενιανὸν δὲ ἀπὸ στρατηλατῶν ἀνατολῆς, καὶ Φιλόξενον μετὰ χρόνον ἐποίησεν ὕπατον. | |
15 | Τῷ αὐτῷ ἔτει ἀνῆλθεν εἰς πέραν ἐν τῇ ἀνατολῇ ἀστὴρ φο‐ βερός, ὀνόματι κομήτης, ὃς εἶχεν ἀκτῖνα πέμπουσαν ἐπὶ τὸ κά‐ τω, ὅντινα ἔλεγόν τινες πωγωνίαν εἶναι· καὶ ἐφοβοῦντο οἱ ἄν‐ θρωποι. τκεʹ Ὀλυμπιάς. | |
20 | Ἰνδ. ιγʹ. βʹ. ὑπ. Βιταλιανοῦ καὶ Ῥουστικίου. | |
613 | Ἰνδ. ιδʹ. γʹ. ὑπ. Ἰουστινιανοῦ καὶ Οὐαλερίου. Ἰνδ. ιεʹ. δʹ. ὑπ. Συμμάχου καὶ Βοηθίου. Ἐν τούτῳ τῷ χρόνῳ Τζάθιος ὁ υἱὸς Ζαμνάξου τοῦ Λαζῶν βασιλέως, ἢ μόνον ἐτελεύτα ὁ πατὴρ αὐτοῦ Ζαμνάξης, εὐθέως | |
5 | ἀνῆλθεν ἐν Κωνσταντινουπόλει πρὸς τὸν θειότατον βασιλέα Ἰου‐ στῖνον. καὶ ἑαυτὸν ἐκδεδωκὼς παρεκάλεσεν ἀναγορευθῆναι αὐτὸν βασιλέα Λαζῶν ὑπὸ τοῦ Ῥωμαίων βασιλέως, γινόμενον χριστια‐ νόν, καὶ μὴ πρὸς συνήθειαν ὑπὸ τοῦ Περσῶν βασιλέως προχειρι‐ ζόμενον ἀναγκασθῆναι αὐτόν, ὡς οἷα ὑποκείμενον καὶ παρ’ αὐτοῦ | |
10 | προχειριζόμενον βασιλέα, καὶ τὰς θυσίας ποιῆσαι καὶ πάντα τὰ Περ‐ σικὰ σεβάσματα. ἦν δὲ κατ’ αὐτὸν τὸν καιρὸν βασιλεὺς Περσῶν Κωά‐ δης, καὶ παρὰ Πέρσαις ἐκράτει ὥστε βασιλέως Λαζῶν τελευτῶντος ἄλλον βασιλέα στέφεσθαι τούτοις ὑπὸ τοῦ κατὰ καιρὸν βασιλέως Περσῶν, τοῦ ἔθνους μέντοι τῶν Λαζῶν ὑπάρχοντα. καὶ δεχθεὶς ὁ | |
15 | Τζάθιος παρὰ τοῦ αὐτοῦ βασιλέως Ἰουστίνου ἐφωτίσθη· καὶ χρι‐ στιανὸς γενόμενος ἔγημε γυναῖκα Ῥωμαίαν, ἔκγονον Ὀνίνου τοῦ πα‐ τρικίου τοῦ ἀπὸ κουροπαλατῶν, Οὐαλεριανήν. ἥντινα εἰς τὴν ἰδίαν αὐτοῦ χώραν λαβὼν ἀπήγαγεν, προχειρισθεὶς καὶ στεφθεὶς βασι‐ λεὺς Λαζῶν ὑπὸ τοῦ αὐτοῦ Ἰουστίνου βασιλέως, φορέσας στέ‐ | |
20 | φανον Ῥωμαίων καὶ χλαμύδιν ἄσπρον ὁλοσηρικόν, ἔχον ἀντὶ | |
614 | πορφυροῦ χρυσοῦν βασιλικὸν τάβλιν, ἐν ᾧ ὑπῆρχεν ἐν μέσῳ στη‐ θάριν ἀληθινὸν μικρὸν τοῦ βασιλικοῦ χαρακτῆρος Ἰουστίνου καὶ στιχάριν ἄσπρον παραγαῦδιν, καὶ αὐτὸ ἔχον χρυσᾶ πλουμμία βασιλικά, ὡσαύτως φέροντα τὸν χαρακτῆρα τοῦ αὐτοῦ βασιλέως | |
5 | Ἰουστίνου. τὰ γὰρ τζαγγία αὐτοῦ ἦν ἀπὸ τῆς χώρας αὐτοῦ ῥουσαῖα, Περσικῷ σχήματι, ἔχοντα μαργαρίτας· ὁμοίως δὲ καὶ ἡ ζώνη αὐτοῦ ὑπῆρχεν διὰ μαργαριτῶν. ἔλαβεν δὲ παρὰ τοῦ βασιλέως Ἰουστίνου δῶρα πολλὰ καὶ αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ Οὐ‐ αλεριανή, ὡς ἅπαξ ἀναγκασθεῖσα ἤτοι προτραπεῖσα γαμηθῆναι | |
10 | αὐτῷ εἰς ἄλλα βασίλεια. καὶ γνοὺς τοῦτο Κωάδης βασιλεὺς Περσῶν ἐδήλωσεν διὰ πρεσβευτοῦ τῷ βασιλεῖ Ἰουστίνῳ ταῦτα, ὅτι Φιλίας καὶ εἰρήνης μεταξὺ ἡμῶν λαλουμένης καὶ γινομένης τὰ ἐχθρῶν πράττεις. ἰδοὺ γὰρ τὸν ὑποκείμενόν μοι βασιλέα Λαζῶν αὐτὸς προεχειρίσω, μὴ ὄντα ὑπὸ τὴν Ῥωμαίων διοίκη‐ | |
15 | σιν, ἀλλ’ ὑπὸ τῶν Περσῶν τάξιν ἐξ αἰῶνος. καὶ πρὸς ταῦτα ἀντεδήλωσεν αὐτῷ ὁ αὐτὸς βασιλεὺς Ἰουστῖνος ταῦτα. Ἡμεῖς τι‐ να τῶν ὑποκειμένων τῇ σῇ βασιλείᾳ οὔτε προσελαβόμεθα οὔτε προετρέψαμεν, ἀλλ’ ἐλθών τις ὀνόματι Τζάθιος εἰς τὰ ἡμέτερα βα‐ σίλεια ἐδεήθη προσπίπτων ἡμῖν ῥυσθῆναι μυσαροῦ τινος καὶ ἑλλη‐ | |
20 | νικοῦ δόγματος καὶ ἀσεβῶν θυσιῶν καὶ πλάνης δαιμόνων ἀδίκων, καὶ χριστιανὸς γενέσθαι ἀξιούμενος τῆς δυνάμεως τοῦ αἰωνίου καὶ ἐπου‐ | |
ρανίου θεοῦ καὶ δημιουργοῦ τῶν ἁπάντων, καὶ κωλῦσαι τὸν βουλόμε‐ | ||
615 | νον εἰς τὸ βέλτιον ἐλθεῖν καὶ γνῶναι θεὸν ἀληθινὸν οὐκ ἐνεδέχετο. ὅθεν χριστιανὸν αὐτὸν γενόμενον καὶ ἀξιωθέντα τῶν ἐπουρανίων μυστηρίων εἰς τὴν ἰδίαν ἀπελύσαμεν χώραν. Καὶ ἐγένετο λοιπὸν ἔχθρα μεταξὺ Ῥωμαίων καὶ Περσῶν. | |
5 | καὶ προέτρεψε Κωάδης βασιλεὺς Περσῶν τῷ αὐτῷ χρόνῳ ῥῆγα τῶν Οὕννων ὀνόματι Ζίλγβι. περὶ οὗ ἀκούσας ὁ αὐτὸς βασι‐ λεὺς Ἰουστῖνος καὶ ὡς πρώην αὐτὸς αὐτὸν ἦν προτρεψάμενος πρὸς βοήθειαν Ῥωμαίων, πέμψας αὐτῷ δῶρα πολλὰ καὶ σύντα‐ ξιν λαβὼν μεθ’ ὅρκων παρ’ αὐτοῦ, ἐλυπήθη σφόδρα. | |
10 | Ὁ δὲ αὐτὸς Οὗννος προτραπεὶς παρὰ τῶν Περσῶν ἀπῆλ‐ θεν πρὸς Κωάδην βασιλέα Περσῶν κατὰ Ῥωμαίων μετὰ χιλιά‐ δων κʹ, ὀφείλων Ῥωμαίοις πολεμῆσαι. Ὁ δὲ θειότατος Ἰουστῖνος ἐδήλωσε διὰ πρεσβευτοῦ Κωάδῃ τῷ Περσῶν βασιλεῖ μετὰ φιλικῆς αὐτοῦ ἀποκρίσεως ὡς ἐπ’ ἄλ‐ | |
15 | λῳ τινὶ γράψας τὴν τοῦ αὐτοῦ Τζίλγβιρος ῥηγὸς τῶν Οὕννων πα‐ ραβασίαν καὶ ἐπιορκίαν καὶ ὅτι παρὰ Ῥωμαίων ἐκομίσατο χρήμα‐ τα κατὰ Περσῶν, ὀφείλων αὐτοὺς προδοῦναι καὶ τῷ καιρῷ τῆς συμβολῆς εἰς τὸ μέρος Ῥωμαίων συμμαχεῖν, καὶ ὅτι Δεῖ ἡμᾶς ἀδελφοὺς ὄντας εἰς φιλίαν λαλεῖν καὶ μὴ ἀπὸ τῶν κυνῶν τούτων | |
20 | παίζεσθαι. καὶ γνοὺς ταῦτα Κωάδης βασιλεὺς Περσῶν ἐπηρώ‐ τησεν τὸν Ζίλγβιν, εἰρηκὼς αὐτῷ ὅτι Δῶρα ἔλαβες παρὰ Ῥω‐ | |
μαίων προτραπεὶς κατὰ Περσῶν; καὶ εἶπεν ὁ Ζίλγβις ὅτι Ναί. | ||
616 | καὶ ὀργισθεὶς ὁ Κωάδης ἐφόνευσεν αὐτόν, καὶ πολλοὺς τοῦ ὄχλου αὐτοῦ νυκτὸς ἀνεῖλεν, πέμψας κατ’ αὐτῶν πλῆθος πολύ, ἀγνοούντων τῶν Οὕννων ὅτι ἀπὸ τοῦ βασιλέως τῶν Περσῶν ἐπέμφθη κατ’ αὐτῶν τὸ πλῆθος, ἀλλ’ ὡς ἀπ’ ἄλλης χώρας τινῶν, φησίν, | |
5 | ἐπελθόντων τοῖς Οὕννοις καὶ τῷ ῥηγὶ αὐτῶν. οἱ δὲ λοιποὶ τῶν Οὕννων οἱ ὑπολειφθέντες ἔφυγον. καὶ ἔδοξε λοιπὸν ὁ Κωάδης λαλεῖν, φησίν, περὶ πάκτων εἰρήνης ἤτοι φιλίας, δηλώσας διὰ Βροΐου πρεσβευτοῦ τῷ βασιλεῖ Ῥωμαίων Ἰουστίνῳ. Ἰνδ. αʹ. εʹ. ὑπ. Μαξίμου μόνου. | |
10 | τκϛʹ Ὀλυμπιάς. Ἰνδ. βʹ. ϛʹ. ὑπ. Ἰουστινιανοῦ τὸ βʹ καὶ Ὀπιλίωνος. Ἰνδ. γʹ. ζʹ. ὑπ. Φιλοξένου καὶ Πρόβου. Ἰνδ. δʹ. ηʹ. ὑπ. Ὀλυβρίου μόνου. Ἰνδ. εʹ. θʹ. ὑπ. Μαβορτίου Ῥωμαίου μόνου. | |
15 | Μετὰ τὸ διελθεῖν τὸ ὄγδοον ἔτος καὶ μῆνας θʹ, ἡμέρας εʹ, τῆς βασιλείας Ἰουστίνου τοῦ θειοτάτου συνεβασίλευσεν αὐτῷ ὁ εὐσεβέστατος Ἰουστινιανὸς ὁ αὐτοῦ συγγενὴς ὁ μεγαλόψυχος. εἰς ὑπερβολήν, μετὰ τῆς γαμετῆς αὐτοῦ Θεοδώρας ἀναγορευθείς, καὶ ἐστέφθη ὑπὸ τοῦ θειοτάτου Ἰουστίνου τοῦ αὐτοῦ θείου μη‐ | |
20 | νὶ ξανθικῷ, κατὰ Ῥωμαίους ἀπριλίου πρώτῃ, ἰνδικτίωνος εʹ, τοῦ | |
͵εοφʹ ἔτους Ἀντιοχείας τῆς Συρίας, ὑπατείας τοῦ προκειμένου | ||
617 | Μαβορτίου Ῥωμαίου. ὅστις βασιλεὺς Ἰουστινιανὸς μεγάλην ἐποίησεν κατάστασιν ἐν Κωνσταντινουπόλει καὶ ἐν ἑκάστῃ πόλει, πέμψας θείας σάκρας ὥστε τιμωρηθῆναι τοὺς ἀταξίας ἢ φόνους ποιοῦντας καὶ μήτινα λιθοβολεῖν ἢ φονεύειν, ἀλλὰ θεωρεῖν εὐ‐ | |
5 | τάκτως· καὶ φόβον ἔδειξε πολὺν καὶ εἰρήνην εἰς πάσας τὰς ἐπαρ‐ χίας. ἐν δὲ τῷ μεταξὺ συνέβη ἀσθενήσαντα τὸν βασιλέα Ἰου‐ στῖνον ἐκ τοῦ ἕλκους οὗ εἶχεν ἐν τῷ ποδὶ αὐτοῦ ἐξ ἧς ἔλαβε σα‐ γίττας ἐν τῷ πολέμῳ τελευτῆσαι μηνὶ λώῳ, κατὰ Ῥωμαίους αὐγούστου πρώτῃ, ἡμέρᾳ κυριακῇ, ὥραν τρίτην, τῆς παρούσης | |
10 | εʹ ἐπινεμήσεως. τελευτᾷ δὲ ἐτῶν οζʹ. Καὶ λοιπὸν ἐβασίλευσεν μονάρχης Ῥωμαίων Ἰουστινιανὸς Αὔγουστος ἔτη ληʹ, μῆνας ιαʹ. ὁμοῦ ͵ϛοεʹ. Ψηφίζεται δὲ ὁ χρόνος τῆς αὐτοῦ βασιλείας ἀφ’ οὗπερ ἀνηγορεύθη βασιλεύς, τουτέστιν ἀπὸ μηνὸς ξανθικοῦ, κατὰ | |
15 | Ῥωμαίους ἀπριλίου αʹ. Ἰνδ. εʹ. τκζʹ Ὀλυμπιάς. Ἰνδ. ϛʹ. αʹ. ὑπ. Ἰουστινιανοῦ Αὐγούστου τὸ γʹ μόνου. Ὁ βασιλεὺς Ἰουστινιανὸς κατὰ τὸ πρῶτον ἔτος τῆς αὐτοῦ βασιλείας μηνὶ αὐδυναίῳ, κατὰ Ῥωμαίους ἰανουαρίου πρώτῃ, τῆς | |
20 | ἕκτης ἐπινεμήσεως, τοσαῦτα ἔῤῥιψε χρήματα καὶ παρέσχε πᾶσιν | |
ὡς οὐδεὶς βασιλεὺς ἕτερος ὑπατεύσας. | ||
618 | Τῷ αὐτῷ ἔτει Πέρσαι ἐπολέμησαν Τζαθίῳ τῷ Λαζῶν βα‐ σιλεῖ, ὡς προσρυέντι Ῥωμαίοις. καὶ λοιπὸν ὁ αὐτὸς Τζάθιος ἔπεμψε, καὶ ἐδεήθη τοῦ βασιλέως Ἰουστινιανοῦ καὶ τῆς Ῥωμαίων βοηθείας. καὶ ἔπεμψεν αὐτῷ πλῆθος στρατιωτῶν ὁ βασιλεὺς | |
5 | Ἰουστινιανὸς καὶ στρατηλάτας τρεῖς, Βηλισάριον καὶ Κήρυκον καὶ Εἰρηναῖον τὸν Πενταδίας. καὶ συνέκρουσαν πόλεμον, καὶ πολλοὶ ἔπεσαν τοῦ Ῥωμαίων στρατοῦ. καὶ ἠγανάκτησε κατὰ τῶν στρατηλατῶν ὁ βασιλεὺς Ἰουστινιανός, ὅτι φθονοῦντες ἀλ‐ λήλοις προεδίδουν ἀλλήλους καὶ ἐγνώριζον κατ’ ἀλλήλων τῷ βα‐ | |
10 | σιλεῖ, καὶ διεδέξατο αὐτούς, Πέτρου τοῦ στρατηλάτου τοῦ ἀπὸ νοταρίων τοῦ βασιλέως κατελθόντος καὶ ἀποκινήσαντος αὐτοὺς καὶ λαβόντος τὰ ἐξπέδιτα παρ’ αὐτῶν, καὶ συμβαλόντος τοῖς Πέρσαις μετὰ τῶν Λαζῶν πολλοὺς κατέκοψαν Πέρσας. Ἐν τούτῳ τῷ χρόνῳ ὁ βασιλεὺς Ἰουστινιανὸς ἀνενέωσε τὸ | |
15 | προάστειον Συκὰς πρώην λεγόμενον, κείμενον κατέναντι Κων‐ σταντινουπόλεως, καὶ τὸ θέατρον αὐτῶν Συκῶν καὶ τὰ τείχη, δεδωκὼς δίκαιον πόλεως, μετονομάσας αὐτὰς Ἰουστινιανούπολιν. ἔκτισε δὲ καὶ τὴν γέφυραν, δι’ ἧς δύναταί τις τὴν πορείαν ποιεῖ‐ σθαι ἀπὸ τῆς ἀντιπέραν εἰς τὴν πανευδαίμονα. | |
20 | Ὁ αὐτὸς βασιλεὺς ἀνεπλήρωσε καὶ τὸ δημόσιον λουτρόν, ὃ ἦν πρώην ἀρξάμενος κτίζειν ἐν Κωνσταντινουπόλει Ἀναστάσιος ὁ | |
βασιλεὺς τὸ ἐν τοῖς Δαγισθαίου. | ||
619 | Ἐποίησε δὲ ὁ αὐτὸς βασιλεὺς καὶ τὸ μεσίαυλον τῆς βασιλι‐ κῆς Ἴλλου κιστέρναν μεγάλην, βουλόμενος βαλεῖν τὸ Ἀδριάνειον ὕδωρ τοῦ ἀγωγοῦ εἰς αὐτήν. ὅνπερ ἀγωγὸν ἀνενέωσεν ὁ αὐτὸς βασιλεύς, κατασκευασθέντα πρώην ὑπὸ Ἀδριανοῦ βασιλέως | |
5 | τοῖς Βυζαντίοις εἰς τὸ ὑδρεύεσθαι πρὸ τοῦ ὑδρεύεσθαι τὸ Βυ‐ ζάντιον. Ἰνδ. ζʹ. βʹ. ὑπ. Δεκίου μόνου. Τούτῳ τῷ ἔτει ὁ Ἰουστινιανὸς κῶδιξ ἀνεπληρώθη καὶ ἐκε‐ λεύσθη αὐθεντεῖσθαι ἀπὸ τῆς πρὸ ιϛʹ καλανδῶν ἀπριλίων τῆς ἐνε‐ | |
10 | στώσης ζʹ ἐπινεμήσεως. Τούτῳ τῷ ἔτει κατὰ θεοῦ φιλανθρωπίαν γέγονε τὸ μέγα θανατικόν. Ἰνδ. ηʹ. γʹ. ὑπ. Λαμπαδίου καὶ Ὀρέστου. Τούτῳ τῷ ἔτει Σαμαρειτῶν στασιασάντων, καὶ ποιησάν‐ | |
15 | των ἑαυτοῖς βασιλέα καὶ Καίσαρα, ἐπέμφθη Εἰρηναῖος ὁ Πεντα‐ δίας στρατηλάτης, καὶ ἐθανάτωσε πολλοίς. καί τινες ἐξ αὐτῶν φοβηθέντες προσῆλθον ἐξ ἀνάγκης τῷ χριστιανισμῷ καὶ δεχθέν‐ τες ἐβαπτίσθησαν, καὶ ἕως τῆς σήμερον ἐπαμφοτερίζουσιν, καὶ ἐπ’ αὐστηρίᾳ μὲν ἀρχόντων σχήματι διεψευσμένοι ὑπούλως καὶ | |
20 | κακούργως ὡς χριστιανοὺς ἑαυτοὺς ἐμφανίζουσιν, ἐπὶ χαυνότητι | |
δὲ ἀρχόντων φιλοχρημάτων Σαμαρεῖται καὶ μισοχριστιανοὶ καὶ | ||
620 | ὡς μὴ γνόντες χριστιανισμόν, οὕτω διαπράττονται, τοὺς ἄρχον‐ τας πείθοντες σαμαρειτίζειν διὰ τῶν χρημάτων. Πέμπτῳ ἔτει τῆς βασιλείας Ἰουστινιανοῦ, μηνὶ ἰανουαρίῳ, γέγονε τοῦ λεγομένου Νίκα ἡ ἀνταρσία τρόπῳ τοιούτῳ. ἀνελ‐ | |
5 | θόντα τὰ μέρη ἐν τῷ Ἱππικῷ ἔκραξαν οἱ δῆμοι τῶν Πρασίνων, Ἄκτα διὰ Καλοπόδιον τὸν κουβικουλάριον καὶ σπαθάριον. ἔτη πολλά, Ἰουστινιανέ, τοῦ βίγκας· ἀδικούμεθα, μόνε ἀγαθέ, οὐ βαστάζομεν, οἶδεν ὁ θεός, φοβούμεθα ὀνομάσαι, μὴ πλέον εὐτυχήσει, καὶ μέλλομεν κινδυνεύειν. Καλοπόδιός ἐστιν ὁ σπα‐ | |
10 | θαροκουβικουλάριος ὁ ἀδικῶν ἡμᾶς. καὶ πολλῶν ὕβρεων γενο‐ μένων μεταξὺ τῶν μερῶν Βενέτων καὶ Πρασίνων, καὶ τὸν βασι‐ λέα πολλὰ λοιδορήσαντες, κατῆλθον οἱ Πράσινοι, ἐάσαντες τὸν βασιλέα καὶ τοὺς Βενέτους θεωροῦντας τὸ ἱππικόν. καὶ ἀπέστει‐ λεν ὁ βασιλεὺς ἰδεῖν τί κράζουσιν ὡς ἔτυχεν· ἀλλ’ ὅτε πολλὴ γέ‐ | |
15 | νηται ἀνάγκη, τότε ποιεῖς ἃ ἐβουλεύσω. καὶ εἶπεν αὐτοῖς ὁ βα‐ σιλεύς, Ἐξέλθατε οὖν καὶ μάθετε τίνος χάριν στασιάζουσιν. καὶ | |
ἐξῆλθεν ἀπὸ τοῦ παλατίου ὁ πατρίκιος Βασιλείδης ὁ ποιῶν τὸν | ||
621 | τόπον τοῦ μαγίστρου Ἑρμογένους ἐν Κωνσταντινουπόλει καὶ Κων‐ σταντίολος. καὶ στήσαντες τὰ εἰσελαύνοντα πλήθη ἔξω τοῦ πα‐ λατίου, κατασιγήσαντες αὐτὰ προσεφώνησαν αὐτοῖς, λέγοντες, Τί ζητοῦντες γενέσθαι στασιάζετε; καὶ ἔκραξαν κατὰ τοῦ | |
5 | ἐπάρχου τῶν πραιτωρίων Ἰωάννου τοῦ Καππάδοκος καὶ Ῥουφί‐ νου τοῦ κυαίστορος καὶ τοῦ ἐπάρχου τῆς πόλεως Εὐδαίμονος. καὶ ταῦτα ἀκηκοότες ἀνήγαγον τῷ βασιλεῖ. καὶ εὐθέως διεδέξατο τὸν ἔπαρχον τῶν πραιτωρίων Ἰωάννην, καὶ ἐποίησεν ἀντ’ αὐτοῦ ἔπαρχον πραιτωρίων τὸν πατρίκιον Φωκᾶν τὸν Κρατεροῦ. διε‐ | |
10 | δέξατο δὲ καὶ Ῥουφῖνον τὸν κυαίστορα, καὶ ἐποίησεν ἀντ’ αὐτοῦ τὸν πατρίκιον Βασιλείδην κυαίστορα τὸν τοποτηροῦντα τὸν μάγι‐ στρον, ὡς προείρηται. καὶ τὸν ἔπαρχον δὲ τῆς πόλεως Εὐδαί‐ μονα διεδέξατο, καὶ ἐποίησεν ἀντ’ αὐτοῦ Τρύφωνα ἔπαρχον πό‐ λεως, τὸν ἀδελφὸν Θεοδώρου ἀπὸ ἐπάρχων πόλεως. ὁ δὲ δῆμος | |
15 | ἐπέμενεν ἔξω τοῦ παλατίου εἰσελαύνων· καὶ τούτου γνωσθέντος, ἐξῆλθεν ὁ πατρίκιος Βηλισάρις ὁ στρατηλάτης μετὰ πλήθους Γότθων, καὶ ἔκοψε πολλοὺς ἄχρις ἑσπέρας. καὶ λοιπὸν ἐνέ‐ πρησαν τὴν εἴσοδον τοῦ παλατίου τὴν χαλκόστεγον, καὶ ἐκαύθη μετὰ τοῦ πορτίκου τῶν σχολαρίων καὶ τῶν προτηκτόρων καὶ καν‐ | |
20 | διδάτων, καὶ γέγονε διακοπή. ὁμοίως δὲ ἐκαύθη καὶ τὸ Σενᾶτον, | |
ὅπου ἐστὶ τὸ λεγόμενον Αὐγουσταῖον, καὶ ἡ μεγάλη ἐκκλησία πᾶσα | ||
622 | σὺν τοῖς φοβεροῖς καὶ θαυμαστοῖς κίοσι πᾶσα ἐκ τετραέντου κα‐ τηνέχθη. κἀκεῖθεν κατῆλθεν ὁ δῆμος πάλιν εἰσελαύνων ἐπὶ τὸν Ἰουλιανοῦ λιμένα εἰς τὸν οἶκον Πρόβου· καὶ ἐζήτει παρ’ αὐτοῦ λαβεῖν ὅπλα, καὶ ἔκραζον, Πρόβον βασιλέα τῇ Ῥωμανίᾳ. καὶ | |
5 | ἔβαλον πῦρ εἰς τὸν οἶκον τοῦ αὐτοῦ πατρικίου Πρόβου· καὶ ὀλί‐ γων καυθέντων ἐλείφθη τὸ πῦρ καὶ ἐσβέσθη. τῇ δὲ παρασκευῇ ἡμέρᾳ τοῦ αὐτοῦ μηνὸς ιϛʹ ἦλθον οἱ δῆμοι εἰς τὸ πραιτώριον τῶν ἐπάρχων, καὶ ἔβαλον ἐκεῖ πῦρ, καὶ ἐκαύθησαν αἱ στέγαι τῶν δύο βασιλικῶν οἴκων καὶ μόνον τοῦ αὐτοῦ πραιτωρίου, ὅπου τὰ | |
10 | σκρίνια. ἐφύσησεν γὰρ ἄνεμος βοῤῥᾶς, καὶ τὸ πῦρ ἔξω τοῦ πραιτωρίου ἐδίωξεν, καὶ ἐκαύθη τὸ βαλανεῖον τῶν Ἀλεξάνδρου, καὶ ὁ ξενὼν τῶν Εὐβούλου ἐν μέρει καὶ ἡ ἁγία Εἰρήνη, ἥτις ἦν κτισθεῖσα ὑπὸ Ἴλλου τοῦ Ἰσαύρου τοῦ ἀντάρτου Ζήνωνος τοῦ βασιλέως. καὶ ὁ ξενὼν τοῦ Σαμψὼν ὁ μέγας ἐκαύθη, καὶ ἀπώ‐ | |
15 | λοντο οἱ ἐν αὐτῷ ἀνακείμενοι ἄῤῥωστοι. τῷ δὲ σαββάτῳ, του‐ τέστιν τῇ ιζʹ τοῦ αὐτοῦ αὐδυναίου μηνός, ἐποίησαν συμβολὴν μετὰ τοῦ δήμου οἱ στρατιῶται οἱ ἐλθόντες ἀπὸ τοῦ Ἑβδόμου καὶ τοῦ Ῥηγίου καὶ τοῦ Ἀθύρα καὶ ἀπὸ Καλαβρίας, ἐπειδὴ ὡς ἔτυ‐ χεν ἐφόνευον οἱ δῆμοι τοὺς ἀνθρώπους καὶ ἔσυρον αὐτοὺς καὶ | |
20 | ἔβαλλον εἰς θάλασσαν ὡς παρακενωτάς. ὁμοίως δὲ καὶ γυναῖ‐ κας ἐφόνευον, καὶ πολλοὶ ἔπεσαν δημόται. καὶ ἑωρακότες ἑαυ‐ | |
τοὺς βαλλομένους οἱ ὄχλοι, ἦλθον αὐτοὶ εἰς τὸν Ὀκτάγωνον τὸν | ||
623 | ὄντα εἰς μέσον τῆς βασιλικῆς τῶν Γουναρίων καὶ τοῦ δημοσίου Ἐμβόλου τῆς Ῥηγίας. καὶ ἑωρακότες οἱ στρατιῶται ὅτι οὐκ ἠδύ‐ ναντο εἰσελθεῖν, ἐπάνω αὐτῶν ἔβαλον πῦρ, καὶ ὑφῆψαν τὴν Ὀκτάγωνον, καὶ ἐξ αὐτοῦ τοῦ πυρὸς ἐκαύθη τὰ πέριξ τοῦ ἁγίου | |
5 | Θεοδώρου τῶν Σφωρακίου δίχα τοῦ σκευοφυλακίου τοῦ φούρνου τοῦ ἁγίου οἴκου. ὁ δὲ Ἔμβολος ὅλος τῶν ἀργυροπρατίων καὶ ὁ οἶκος Συμμάχου τοῦ ἀπὸ ὑπάτων ὀρδιναρίων καὶ ἡ ἁγία Ἀκυ‐ λῖνα ἕως τῆς καμάρας τοῦ ἄλλου Ἐμβόλου τοῦ φόρου Κωνσταν‐ τίνου ἐκαύθη. καὶ φυγόντες ἐκεῖθεν οἱ δῆμοι ἔβαλον πῦρ ἐπὶ τὸ | |
10 | Λίβυρνον ἐπὶ τὴν Μαγναύραν, καὶ συνδρομῆς πολλῆς γενομένης ἐσβέσθη εὐθέως. Τῇ δὲ κυριακῇ ἡμέρᾳ, τουτέστι τῇ ιηʹ τοῦ αὐτοῦ μηνός, ἀπο‐ νύχιον ἀνῆλθεν ὁ βασιλεὺς εἰς τὸ Ἱππικὸν ἐν τῷ ἰδίῳ καθίσματι, βαστάζων τὸ ἅγιον εὐαγγέλιον. καὶ τούτου γνωσθέντος ἀνῆλθεν | |
15 | πᾶς ὁ δῆμος, καὶ ἐγεμίσθη τὸ Ἱππικὸν ὅλον ἐκ τῶν ὄχλων. καὶ ἐπωμόσατο αὐτοῖς ὁ βασιλεύς, λέγων, Μὰ τὴν δύναμιν ταύ‐ την, συγχωρῶ ὑμῖν τὸ πταῖσμα τοῦτο καὶ οὐ κελεύω τινὰ ἐξ ὑμῶν συσχεθῆναι, ἀλλ’ ἡσυχάσατε· οὐδὲν γὰρ παρ’ ὑμᾶς, ἀλ‐ λὰ παρ’ ἐμέ. αἱ γὰρ ἐμαὶ ἁμαρτίαι ἐποίησάν με μὴ παρασχεῖν | |
20 | ὑμῖν περὶ ὧν ᾐτήσατέ με ἐν τῷ Ἱππικῷ. καὶ πολλοὶ τοῦ δήμου | |
ἔκραξαν, Αὔγουστε Ἰουστινιανέ, τοῦ βίγκας. ἄλλοι δὲ ἔκραζον, | ||
624 | Ἐπιορκεῖς, σγαύδαρι. καὶ ἔασεν, καὶ κατῆλθεν αὐτὸς ἐκ τοῦ Ἱππικοῦ ὁ βασιλεύς· καὶ ἔδωκεν εὐθέως μίσσας τοῖς τοῦ παλα‐ τίου, καὶ λέγει τοῖς συγκλητικοῖς, Ἀπέλθατε, ἕκαστος φυλάξει τὸν οἶκον αὐτοῦ. καὶ ἐξελθόντων αὐτῶν ὑπήντησεν ὁ δῆμος | |
5 | Ὑπατίῳ τῷ πατρικίῳ καὶ Πομπηίῳ τῷ πατρικίῳ· καὶ ἔκραξαν, Ὑπάτιε Αὔγουστε, τοῦ βίγκας. καὶ λαβόντες οἱ δῆμοι τὸν αὐ‐ τὸν πατρίκιον Ὑπάτιον εἰς τὸν φόρον Κωνσταντίνου, φοροῦντα ἄσπρον χλανίδιν, ἀναγαγόντες αὐτὸν ὕψος εἰς τοὺς βαθμοὺς τοῦ κίονος τῆς στήλης Κωνσταντίνου τοῦ βασιλέως ἤνεγκαν οἱ | |
10 | δῆμοι ἀπὸ τοῦ παλατίου Πλακιλλιανῶν οὕτω λεγομένου σίγνα βασιλικὰ ἀποκείμενα ἐκεῖσε, καὶ ἔβαλον εἰς τὴν κεφαλὴν τοῦ αὐ‐ τοῦ Ὑπατίου, καὶ μανιάκιον χρυσοῦν εἰς τὸν τράχηλον αὐτοῦ. καὶ τούτου γνωσθέντος τῷ βασιλεῖ, ἐσφαλίσθη τὸ παλάτιον, καὶ λαβόντα τὰ τοῦ δήμου πλήθη τὸν αὐτὸν Ὑπάτιον καὶ Πομπήιον | |
15 | τὸν πατρίκιον καὶ Ἰουλιανὸν τὸν ἀπὸ ἐπάρχων πραιτωρίων ἀπή‐ γαγον τὸν αὐτὸν Ὑπάτιον εἰς τὸ βασιλικὸν κάθισμα, βουλόμενοι ἐκβαλεῖν ἐκ τοῦ παλατίου πορφύραν βασιλικὴν καὶ διάδημα καὶ στέψαι αὐτὸν εἰς βασιλέα. καὶ ἔκραξεν αὐτῷ ὁ πᾶς δῆμος ὁ ὢν εἰς τὸ Ἱππικόν, Αὔγουστε Ὑπάτιε, τοῦ βίγκας. καὶ αὐτὸς | |
20 | Ὑπάτιος προθεωρῶν τὰ τοῦ δήμου ὅτι τρεπτοί εἰσι καὶ πάλιν ἐγ‐ κρατὴς γίνεται ὁ βασιλεύς, πέμψας λάθρᾳ Ἐφραίμιον τὸν καν‐ διδᾶτον, ᾧτινι ἐθάῤῥει, δηλοῖ τῷ βασιλεῖ Ἰουστινιανῷ, Ἰδοὺ | |
τοὺς ἐχθρούς σου πάντας ἐν τῷ Ἱππικῷ συνήγαγον· ὃ κελεύεις | ||
625 | ποίησον. ἀπελθόντος δὲ τοῦ αὐτοῦ Ἐφραϊμίου ἐν τῷ παλατίῳ, καὶ θελήσαντος εἰσελθεῖν καὶ εἰπεῖν τῷ βασιλεῖ τὴν ἀπόκρισιν, ἀπαντᾷ αὐτῷ Θωμᾶς τις ἀδσηκρῆτις, ἰατρὸς ὢν τοῦ βασιλέως, πάνυ φιλούμενος παρ’ αὐτοῦ, καὶ λέγει τῷ κανδιδάτῳ, Ποῦ εἰσ‐ | |
5 | έρχῃ; ἔσω οὐδείς ἐστιν· ὁ γὰρ βασιλεὺς ἀπῆλθεν ἀπ’ αὐτοῦ. καὶ ὑποστρέψας Ἐφραΐμιος λέγει Ὑπατίῳ, Δέσποτα, μᾶλλον ὁ θεὸς θέλει σε βασιλεῦσαι· ὁ γὰρ Ἰουστινιανὸς ἔφυγεν, καὶ οὐδείς ἐστιν τῷ παλατίῳ. καὶ ταῦτα ἀκούσας ὁ Ὑπάτιος ἔδοξε θαρ‐ σαλεώτερος καθέζεσθαι ἐν τῷ δεσποτικῷ καθίσματι τοῦ Ἱππικοῦ | |
10 | καὶ ἀκούειν τὰς εἰς αὐτὸν εὐφημίας τοῦ δήμου καὶ τὰς ὑβριστι‐ κὰς φωνάς, ἃς ἔλεγον εἰς τὸν βασιλέα Ἰουστινιανὸν καὶ εἰς τὴν Αὔγουσταν Θεοδώραν. ἦλθαν δὲ καὶ ἀπὸ Κωνσταντιανῶν νεώ‐ τεροι Πράσινοι, φοροῦντες ζάβας, σνʹ οἵτινες νεώτεροι ἦλθον ὡπλισμένοι, ὑπολαβόντες ὅτι δύνανται ἀνοῖξαι τὸ παλάτιον καὶ | |
15 | εἰσαγαγεῖν αὐτὸν ἐν αὐτῷ. ὁ δὲ θειότατος βασιλεὺς Ἰουστινια‐ νὸς ἀκηκοὼς τὰ περὶ τοῦ δήμου καὶ Ὑπατίου καὶ παρὰ Πομ‐ πηίου τολμηθέντα, εὐθέως ἀνῆλθεν διὰ τοῦ λεγομένου Κοχλίου εἰς τὰ λεγόμενα Πούλπιτα, ὄπισθεν τοῦ καθίσματος τοῦ Ἱππι‐ κοῦ, εἰς τὸν Τρίκλινον τὸν ἔχοντα τὰς χαλκᾶς θύρας, αἵτινες | |
20 | ἦσαν ἠσφαλισμέναι. ἦσαν δὲ μετ’ αὐτοῦ τοῦ βασιλέως Μοῦνδος | |
626 | καὶ Κωνσταντίολος καὶ Βασιλείδης καὶ Βηλισάρις καὶ ἄλλοι τι‐ νὲς συγκλητικοί. εἶχεν δὲ καὶ τὴν τοῦ παλατίου ἔνοπλον βοή‐ θειαν μετὰ τῶν ἰδίων σπαθαρίων καὶ κουβικουλαρίων. Καὶ τούτων γενομένων Ναρσῆς ὁ κουβικουλάριος καὶ σπα‐ | |
5 | θάριος ἐξελθὼν λαθραίως δι’ ἑαυτοῦ καὶ τῶν ἀνθρώπων αὐτοῦ ὑπέκλεψέ τινας τῶν τοῦ Βενέτου μέρους, ῥογεύσας χρήματα. καὶ ἀποσχίσαντες ἤρξαντο κράζειν, Αὔγουστε Ἰουστινιανέ, τοῦ βίγκας. κύριε, σῶσον Ἰουστινιανὸν καὶ Θεοδώραν. καὶ ὠλόλυ‐ ξεν ἅπαν τὸ πλῆθος ἐν τῷ Ἱππικῷ. τινὲς δὲ τῶν ἐκ τοῦ Πρα‐ | |
10 | σίνου μέρους ἀνασεισταὶ ὁρμήσαντες κατ’ αὐτῶν ἐλιθοβόλουν αὐ‐ τούς. καὶ λοιπὸν τρακταΐσαντες οἱ ἐν τῷ παλατίῳ ὄντες ἔλαβον τὴν εὑρεθεῖσαν ἔσω βοήθειαν, ὑποκλέψαντες καὶ φανεροὺς τῶν ἐξκουβιτώρων καὶ σχολαρίων· ἦσαν γὰρ καὶ αὐτοὶ ἀποσχίσαντες μετὰ τοῦ δήμου· καὶ ἐξελθόντες μετὰ τῶν ἰδίων αὐτῶν ἀνθρώ‐ | |
15 | πων ὥρμησαν εἰς τὸ Ἱππικόν, ὁ μὲν Ναρσῆς διὰ τῶν θυρῶν, ὁ δὲ υἱὸς Μούνδου διὰ τῆς σφενδόνης, καὶ ἄλλοι διὰ τοῦ μονο‐ πόρτου τοῦ δεσποτικοῦ καθίσματος εἰς τὸ πέλμα, ἕτεροι δὲ διὰ τῶν Ἀντιόχου καὶ τῆς λεγομένης Νεκρᾶς πόρτας. καὶ ἤρξαντο κόπτειν τοὺς δήμους ὡς ἔτυχεν, ὥστε μηδένα τῶν πολιτῶν ἢ ξέ‐ | |
20 | νων τῶν εὑρεθέντων ἐν τῷ Ἱππικῷ περισωθῆναι, ἐν οἷς ἐσφάγη καὶ Ἀντίπατρος ὁ βίνδιξ Ἀντιοχείας τῆς Θεουπόλεως. εὐθέως | |
δὲ οἱ περὶ τὸν στρατηλάτην Βηλισάριν ἀνοίξαντες τὰς θύρας ἐπὶ | ||
627 | τὸ δεσποτικὸν κάθισμα ὁρμήσαντες μετὰ σπαθαρίων, καὶ συλ‐ λαβόμενοι τὸν Ὑπάτιον μετὰ Πομπηίου τοῦ πατρικίου τοῦ αὐ‐ τοῦ ἐξαδέλφου εἰσήγαγον τῷ βασιλεῖ Ἰουστινιανῷ. οἵτινες εἰσ‐ ενεχθέντες προσέπεσαν, λέγοντες, Δέσποτα, πολὺς ἡμῖν κόπος | |
5 | ἐγένετο, ὥστε συναγαγεῖν τοὺς ἐχθροὺς τοῦ κράτους ὑμῶν εἰς τὸ Ἱππικόν. καὶ λέγει αὐτοῖς ὁ βασιλεύς, Καλῶς ἐποιήσατε· ὅμως παρ’ ὃ ἐπείθοντο ὑμῖν κελεύουσιν αὐτοῖς, διὰ τί τοῦτο οὐκ ἐποι‐ ήσατε πρὸ τοῦ πᾶσα ἡ πόλις καυθῇ; καὶ λέγει τοῖς εὐνούχοις καὶ σπαθαρίοις αὐτοῦ καὶ Εὐλαλίῳ τῷ βαρβάτῳ καὶ τοῖς κανδι‐ | |
10 | δάτοις, Λάβετε αὐτοὺς καὶ ἀποκλείσατε. καὶ ἔλαβον αὐτοὺς κάτω εἰς τὸ παλάτιον, καὶ ἀπέκλεισαν τὸν Ὑπάτιον καὶ τὸν Πομ‐ πήιον μόνους. ἐσφάγησαν δὲ τῇ αὐτῇ ἡμέρᾳ εἰς τὸ παλάτιν, ὡς λέγουσιν οἱ στοχασάμενοι, πολιτῶν καὶ ξένων ἀνδρῶν χιλιά‐ δες λεʹ. καὶ οὐκέτι ἐφάνη δημότης πού ποτε, ἀλλὰ γέγονεν ἡσυ‐ | |
15 | χία ἕως ἑσπέρας. Τῇ δὲ ἐπαύριον, ἥτις ἦν ἡμέρα δευτέρα μηνὸς τοῦ αὐτοῦ αὐδυναίου ιθʹ, ἐσφάγησαν Ὑπάτιος καὶ Πομπήιος οἱ πατρίκιοι, καὶ ἐῤῥίφησαν τὰ λείψανα αὐτῶν εἰς τὴν θάλασσαν. καὶ τὸ μὲν Ὑπατίου λείψανον ἐφανερώθη παρὰ τὸν αἰγιαλόν, καὶ ἐκέλευσεν | |
20 | ὁ βασιλεὺς χωσθῆναι αὐτὸ εἰς τὸ μέσον τῶν λοιπῶν βιοθανάτων, καὶ πλάκα τεθῆναι ἐπάνω τοῦ λειψάνου αὐτοῦ, ἐν ᾗ ἐπεγράφη, | |
Ἐνθάδε κατάκειται ὁ βασιλεὺς τῆς Λούππας. | ||
628 | Μεθ’ ἡμέρας δὲ ἐκέλευσεν τοῖς αὐτοῦ λαβεῖν τὸ λείψανον αὐτοῦ καὶ θάψαι αὐτό. καὶ λαβόντες αὐτὸ οἱ αὐτοῦ ἔθαψαν εἰς τὸ μαρτύριον τῆς ἁγίας Μαύρας· τὸ δὲ Πομπηίου σῶμα οὐδα‐ μοῦ ἐφανερώθη. τὰ δὲ διαφέροντα αὐτοῖς πάντα ἐδημεύθη. | |
5 | καὶ οἱ λοιποὶ πατρίκιοι οἱ ἅμα αὐτοῖς εὑρεθέντες ἔφυγον, οἱ μὲν εἰς μοναστήρια, οἱ δὲ εἰς εὐκτηρίους οἴκους, καὶ ἐσφραγίσθη‐ σαν οἱ οἶκοι αὐτῶν. φανεροὶ δὲ καὶ ἐδημεύθησαν καὶ ἐξωρίσθη‐ σαν. καὶ γέγονε φόβος βασιλικὸς πολύς. γνοὺς δὲ ὁ βασιλεὺς μετὰ ταῦτα τὴν δοθεῖσαν ἀπόκρισιν παρὰ Θωμᾶ τοῦ ἀδσηκρῆτις | |
10 | Ἐφραϊμίῳ τῷ κανδιδάτῳ, τὸν μὲν Θωμᾶν ἀπεκεφάλισεν, Ἐφραΐ‐ μιον δὲ ἐξώρισεν εἰς Ἀλεξάνδρειαν τὴν μεγάλην. Καὶ τῇ κʹ τοῦ αὐτοῦ αὐδυναίου μηνός, ἡμέρᾳ τρίτῃ, ἡσύχασεν πᾶσα Κωνσταντινούπολις, καὶ οὐδεὶς ἐτόλμησεν προσελθεῖν, ἀλλ’ ἠνέῳξαν τὰ ἐργαστήρια μόνα τὰ παρέχοντα βρῶσιν καὶ πόσιν δεο‐ | |
15 | μένοις ἀνθρώποις. καὶ ἔμειναν τὰ πράγματα ἄπρακτα καὶ Κων‐ σταντινούπολις ὑπῆρχεν ἀδοσόληπτος ἐπὶ ἡμέρας ἱκανάς. Ὁ δὲ βασιλεὺς Ἰουστινιανὸς εὐθέως ἐδήλωσε τὴν ἑαυτοῦ νίκην εἰς τὰς ὑπὸ τὴν αὐτοῦ βασιλείαν πόλεις πάσας καὶ τὴν ἀναίρεσιν τῶν ἐπαναστάντων αὐτῷ τυράννων, ἐπιλαβόμενος κτί‐ | |
20 | ζειν σπουδαίως καὶ βέλτιον τὴν μεγάλην ἐκκλησίαν καὶ τὸ παλά‐ | |
629 | τιον καὶ πάντας τοὺς καυθέντας τῆς πόλεως δημοσίους τόπους. ἔκτισε δὲ ἔνδον τοῦ παλατίου μαγκίπια καὶ ὅρια εἰς τὸ ἀποτίθε‐ σθαι σῖτον. ὁμοίως δὲ καὶ κιστέρναν ὑδάτων διὰ τὰς δημοτι‐ κὰς περιστάσεις, κελεύσας τῷ ἐπάρχῳ τῆς πόλεως τιμωρήσα‐ | |
5 | σθαι τοὺς ἐκ τοῦ Βενέτου μέρους τοὺς συναινέσαντας τοῖς Πρα‐ σίνοις καὶ τοῖς λοιποῖς μέρεσι κατ’ αὐτοῦ. τκηʹ Ὀλυμπιάς. Ἰνδ. ιʹ. εʹ. μετὰ ὑπ. Λαμπαδίου καὶ Ὀρέστου τὸ βʹ. Ἰνδ. ιαʹ. ϛʹ. ὑπ. Ἰουστινιανοῦ Αὐγούστου τὸ δʹ μόνου. | |
10 | Τούτῳ τῷ ἔτει μηνὶ δίῳ κατὰ Ῥωμαίους νοεμβρίῳ, τῆς ιβʹ ἰνδικτιῶνος, γέγονε σεισμὸς μέγας ἀβλαβὴς ἐν Κωνσταντινουπό‐ λει, ἑσπέρας βαθείας, ὥστε πᾶσαν τὴν πόλιν συναχθῆναι εἰς τὸν φόρον Κωνσταντίνου καὶ λιτανεύειν καὶ λέγειν, Ἅγιος ὁ θεός, ἅγιος, ἰσχυρός, ἅγιος ἀθάνατος ὁ σταυρωθεὶς δι’ ἡμᾶς, ἐλέη‐ | |
15 | σον ἡμᾶς. καὶ ἔμειναν πᾶσαν τὴν νύκτα ἀγρυπνοῦντες καὶ εὐ‐ χόμενοι. πρωίας δὲ γενομένης, ὁ πᾶς δῆμος τῶν λιτανευόντων ἐξεβόησεν, Νικᾷ ἡ τύχη τῶν χριστιανῶν. ὁ σταυρωθείς, σῶσον ἡμᾶς καὶ τὴν πόλιν. Αὔγουστε Ἰουστινιανέ, τοῦ βίγκας. ἆρον, καῦσον τὸν τόμον τὸν ἐκτεθέντα ἀπὸ τῶν ἐπισκόπων τῆς συνόδου | |
20 | Χαλκηδόνος. | |
630 | Καὶ τῇ κʹ τοῦ αὐτοῦ δίου μηνός, τῆς ιβʹ ἰνδικτιῶνος, προ‐ έθηκεν θεῖον αὐτοῦ γράμμα ὁ αὐτὸς βασιλεὺς Ἰουστινιανὸς ἐν Κωνσταντινουπόλει, καταπέμψας καὶ ἐν τῇ πόλει Ῥώμῃ καὶ ἐν Ἱεροσολύμοις καὶ ἐν τῇ μεγάλῃ τῶν Ἀντιοχέων Θεουπόλει τῆς | |
5 | Συρίας καὶ ἐν τῇ μεγάλῃ τῶν Ἀλεξανδρέων πόλει τῇ πρὸς Αἴγυ‐ πτον καὶ ἐν Θεσσαλονίκῃ τῇ πόλει τοῦ Ἰλλυριῶν ἔθνους καὶ ἐν Ἐφέσῳ πόλει τῆς Ἀσίας τὸ αὐτὸ θεῖον αὐτοῦ γράμμα, ὅπερ εἶ‐ χεν οὕτως. | |
9t | Αὐτοκράτωρ Καῖσαρ Ἰουστινιανός, εὐσεβής, νικητής, | |
10t | τροπαιοῦχος, μέγιστος, ἀεισέβαστος, Αὔγουστος, | |
11t | πολίταις ἡμετέροις | |
12 | Τὸν σωτῆρα καὶ δεσπότην τῶν ἁπάντων Ἰησοῦν Χριστὸν τὸν ἀληθινὸν ἡμῶν θεὸν θεραπεύειν διὰ πάντων σπουδάζομεν ὅσον ἐνδέχεται νοῦν καταλαμβάνειν ἀνθρώπινον μιμεῖσθαι τὴν αὐτοῦ | |
15 | συγκατάβασιν. καὶ εὑρόντες τινὰς τῇ νόσῳ καὶ μανίᾳ κρατου‐ μένους Νεστορίου καὶ Εὐτυχοῦς τῶν ἐχθρῶν τοῦ θεοῦ καὶ τῆς ἁγιωτάτης καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας ἀρνουμένους τὴν ἁγίαν ἔνδοξον ἀειπαρθένον Μαρίαν θεοτόκον εἰπεῖν κυρίως καὶ κατ’ ἀλήθειαν, ἐσπουδάσαμεν τούτους τὴν ὀρθὴν τῶν χρι‐ | |
20 | στιανῶν διδαχθῆναι πίστιν. οἱ δὲ ἀνιάτως ἔχοντες καὶ κρύ‐ | |
631 | πτοντες τὴν ἑαυτῶν πλάνην, περιέρχονται, καθὰ μεμαθήκα‐ μεν, τὰς τῶν ἁπλουστέρων ψυχὰς ἐκταράττοντες καὶ σκανδαλί‐ ζοντες καὶ ἐναντία τῆς ἁγίας καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας λέγοντες. ἀναγκαῖον τοίνυν ἐνομίσαμεν καταλῦσαι μὲν τὰς τῶν | |
5 | αἱρετικῶν ψευδολογίας, σαφηνίσαι δὲ πᾶσιν ὅπως δοξάζει ἡ ἁγία τοῦ θεοῦ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία. κηρύττουσι δὲ οἱ αὐτῆς ὁσιώτατοι ἱερεῖς, οἷς καὶ ἡμεῖς ἑπόμενοι φανερὰ καθιστῶ‐ μεν τὰ περὶ τῆς ἐν ἡμῖν ἐλπίδος, οὐ καινίζοντες πίστιν, μὴ γέ‐ νοιτο, ἀλλ’ ἐλέγχοντες τὴν μανίαν τῶν φρονούντων τὰ τῶν ἀσε‐ | |
10 | βῶν αἱρετικῶν, ὅπερ καὶ ἤδη ἐν τοῖς προοιμίοις τῆς ἡμετέρας βασιλείας πράξαντες πᾶσι κατάδηλον ἐποιήσαμεν. Πιστεύομεν γὰρ εἰς ἕνα θεὸν πατέρα παντοκράτορα καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῖ θεοῦ καὶ εἰς τὸ ἅγιον πνεῦμα, μίαν οὐσίαν ἐν τρισὶν ὑποστάσεσι προσκυνοῦντες, μίαν θεότητα, | |
15 | μίαν δύναμιν, τριάδα ὁμοούσιον. ἐπ’ ἐσχάτου δὲ τῶν ἡμερῶν ὁμολογοῦμεν Ἰησοῦν Χριστὸν τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ, τὸν ἐκ θεοῦ ἀληθινοῦ, τὸν πρὸ αἰώνων ἐκ τοῦ πατρὸς γεννηθέντα, τὸν συναΐδιον τῷ πατρί, τὸν ἐξ οὗ τὰ πάντα καὶ δι’ οὗ τὰ πάντα, κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ πνεύματος ἁγίου | |
20 | καὶ τῆς ἁγίας ἐνδόξου ἀειπαρθένου καὶ θεοτόκου Μαρίας καὶ | |
ἐνανθρωπήσαντα σταυρόν τε ὑπομεῖναι ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου | ||
632 | Πιλάτου καὶ ταφῆναι καὶ ἀναστῆναι τῇ τρίτῃ ἡμέρᾳ, ἑνὸς καὶ τοῦ αὐτοῦ τά τε θαύματα καὶ τὰ πάθη, ἅπερ ἑκουσίως ὑπέμεινε σαρκί, γινώσκοντες. οὐ γὰρ ἄλλον τὸν θεὸν λόγον καὶ ἄλλον τὸν Χριστὸν ἐπιστάμεθα, τὸν ἕνα καὶ τὸν αὐτὸν ὁμοούσιον τῷ πατρὶ | |
5 | κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν τὸν αὐτὸν κατὰ τὴν ἀν‐ θρωπότητα, τὴν δὲ καθ’ ὑπόστασιν ἑνότητα δεχόμεθα καὶ ὁμο‐ λογοῦμεν. ἔμεινε γὰρ τριὰς ἡ τριὰς καὶ σαρκωθέντος τοῦ ἑνὸς τῆς τριάδος θεοῦ λόγου· οὔτε γὰρ τετάρτου προσώπου προσθή‐ κην ἐπιδέχεται ἡ ἁγία τριάς. τούτων τοίνυν οὕτως ἐχόντων, | |
10 | ἀναθεματίζομεν πᾶσαν αἵρεσιν, ἐξαιρέτως δὲ Νεστόριον τὸν ἀν‐ θρωπολάτρην καὶ τοὺς τὰ αὐτοῦ φρονήσαντας ἢ φρονοῦντας, τοὺς διαιροῦντας τὸν ἕνα κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ καὶ θεὸν ἡμῶν, καὶ μὴ ὁμολογοῦντας κυρίως καὶ κατὰ ἀλήθειαν τὴν ἁγίαν ἔνδοξον ἀειπαρθένον Μαρίαν θεοτόκον, του‐ | |
15 | τέστι μητέρα θεοῦ, ἀλλὰ δύο υἱοὺς λέγοντας, ἄλλον μὲν τὸν ἐκ πατρὸς θεὸν λόγον, ἄλλον δὲ τὸν ἐκ τῆς ἁγίας ἀειπαρθένου καὶ θεοτόκου Μαρίας, χάριτι δὲ καὶ σχέσει καὶ οἰκειώσει τῇ πρὸς τὸν θεὸν λόγον καὶ θεὸν αὐτὸν γεγενῆσθαι ἀρνουμένους, καὶ μὴ ὁμο‐ λογοῦντας τὸν δεσπότην ἡμῶν Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ | |
20 | καὶ θεὸν ἡμῶν τὸν σαρκωθέντα καὶ ἐνανθρωπήσαντα καὶ σταυ‐ | |
ρωθέντα ἕνα εἶναι τῆς ὁμοουσίου τριάδος. οὗτος γὰρ μόνος | ||
633 | ἐστὶν ὁ συμπροσκυνούμενος καὶ συνδοξαζόμενος τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι. Ἀναθεματίζομεν δὲ καὶ Εὐτυχέα τὸν φρενοβλαβῆ καὶ τοὺς τὰ αὐτοῦ φρονήσαντας ἢ φρονοῦντας, τοὺς φαντασίαν εἰσάγον‐ | |
5 | τας, ἀρνουμένους δὲ τὴν ἐκ τῆς ἁγίας ἀειπαρθένου καὶ θεοτό‐ κου Μαρίας ἀληθινὴν σάρκωσιν τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τουτέστιν τὴν ἡμετέραν σωτηρίαν, καὶ μὴ ὁμο‐ λογοῦντας αὐτὸν ὁμοούσιον τῷ πατρὶ κατὰ τὴν θεότητα. τὸν αὐ‐ τὸν δὲ τρόπον καὶ Ἀπολλινάριον τὸν ψυχοφθόρον καὶ τοὺς τὰ | |
10 | αὐτοῦ φρονήσαντας ἢ φρονοῦντας τοὺς ἄνθρωπον μόνον λέγον‐ τας τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ καὶ θεὸν ἡμῶν, καὶ σύγχυσιν ἤτοι φυρμὸν εἰσάγοντας τῇ ἐνανθρωπήσει τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ, καὶ πάντας τοὺς τὰ αὐτῶν φρο‐ νήσαντας ἢ φρονοῦντας. | |
15 | Τὸ ἴσον δὲ τούτου οἱ ἐπίσκοποι πάντες ἔλαβον ἐν ταῖς ἰδίαις πόλεσι, καὶ προέθηκαν ἐν ταῖς ἐκκλησίαις. Ἰνδ. ιβʹ. ζʹ. ὑπ. Ἰουστινιανοῦ Αὐγούστου τὸ εʹ καὶ Παυ‐ λίνου. Ἐπὶ τούτων τῶν ὑπάτων ὁ Ἰουστινιανὸς κῶδιξ ἀνενεώθη, | |
20 | προστεθεισῶν αὐτῷ καὶ τῶν μετ’ αὐτὸν διατάξεων. καὶ ἐκελεύ‐ | |
634 | σθη τῆς προτέρας ἐκδόσεως σχολαζούσης αὐθεντεῖσθαι ἀπὸ τῆς πρὸ δʹ καλανδῶν ἰανουαρίων ἰνδικτιῶνος ιγʹ. Ἰνδ. ιγʹ. ηʹ. ὑπ. Βηλισαρίου μόνου. τκθʹ Ὀλυμπιάς. | |
5 | Ἰνδ. ιδʹ. θʹ. ὑπ. Βηλισαρίου μόνου. Ἰνδ. ιεʹ. ιʹ. ὑπ. Βηλισαρίου τὸ βʹ μόνου. Ἰνδ. αʹ. ιαʹ. ὑπ. Ἰωάννου μόνου. Ἰνδ. βʹ. ιβʹ. ὑπ. Ἀπίωνος, υἱοῦ Στρατηγίου, μόνου. τλʹ Ὀλυμπιάς. | |
10 | Ἰνδ. γʹ. ιγʹ. ὑπ. Ἰουστίνου νέου μόνου. Ἰνδ. δʹ. ιδʹ. ὑπ. Βασιλείου μόνου. Ἰνδ. εʹ. ιεʹ. μετὰ ὑπ. Βασιλείου μόνου. Ἰνδ. ϛʹ. ιϛʹ. μετὰ ὑπ. Βασιλείου τὸ βʹ μόνου. τλαʹ Ὀλυμπιάς. | |
15 | Ἰνδ. ζʹ. ιζʹ. μετὰ ὑπ. Βασιλείου τὸ γʹ μόνου. Ἰνδ. ηʹ. ιηʹ. μετὰ ὑπ. Βασιλείου τὸ δʹ μόνου. | |
Ἰνδ. θʹ. ιθʹ. μετὰ ὑπ. Βασιλείου τὸ εʹ μόνου. | ||
635 | Ἰνδ. ιʹ. κʹ. μετὰ ὑπ. Βασιλείου τὸ ϛʹ μόνου. τλβʹ Ὀλυμπιάς. Ἰνδ. ιαʹ. καʹ. μετὰ ὑπ. Βασιλείου τὸ ζʹ μόνου. Ἰνδ. ιβʹ. κβʹ. μετὰ ὑπ. Βασιλείου τὸ ηʹ μόνου. | |
5 | Ἰνδ. ιγʹ. κγʹ. μετὰ ὑπ. Βασιλείου τὸ θʹ μόνου. Ἰνδ. ιδʹ. κδʹ. μετὰ ὑπ. Βασιλείου τὸ ιʹ μόνου. τλγʹ Ὀλυμπιάς. Ἰνδ. ιεʹ. κεʹ. μετὰ ὑπ. Βασιλείου τὸ ιαʹ μόνου. Τούτῳ τῷ κεʹ ἔτει τῆς Ἰουστινιανοῦ βασιλείας μετὰ τὴν | |
10 | ὑπατείαν Φλ. Βασιλείου τὸ ιαʹ μόνου γέγονεν ἡ εʹ σύνοδος ἐν Κωνσταντινουπόλει κατὰ τῶν δυσσεβῶν καὶ μυσαρῶν καὶ ἀκαθάρ‐ των καὶ ἀλλοτρίων τοῦ χριστιανισμοῦ ἑλληνικῶν δογμάτων Ὠριγέ‐ νους καὶ Διδύμου καὶ Εὐαγρίου τῶν θεομάχων καὶ Θεοδώρου τοῦ δυσσεβοῦς καὶ τῶν Ἰουδαϊκῶν αὐτοῦ συγγραμμάτων καὶ τῆς ἀκα‐ | |
15 | θάρτου ἐπιστολῆς τῆς πρὸς Μάριν τὸν Πέρσην Ἴβα λεγομένης καὶ τῶν μωρῶν συγγραμμάτων Θεοδωρήτου τῶν κατὰ τῶν ιβʹ κεφαλαίων Κυρίλλου τοῦ ἁγιωτάτου πατρὸς ἡμῶν καὶ διδασκάλου. Ἐν ὀνόματι τοῦ θεοῦ καὶ πατρὸς καὶ τοῦ μονογενοῦς αὐτοῦ | |
υἱοῦ Ἰησοῦ Χριστοῦ κυρίου ἡμῶν καὶ τοῦ ἁγίου πνεύματος | ||
636 | αὐτοκράτωρ, Καῖσαρ, Φλ. Ἰουστινιανός, Ἀλαμανικός, Γοτ‐ θικός, Φραγκικός, Γερμανικός, Ἀντικός, Ἀλανικός, Οὐαν‐ δαλικός, Ἀφρικανός, εὐσεβής, εὐτυχής, ἔνδοξος, νικητής, τροπαιοῦχος, ἀεισέβαστος, Αὔγουστος, παντὶ τῷ πληρώματι | |
5 | τῆς καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας. Εἰδότες ὡς οὐδὲν οὕτω θεραπεύει τὸν φιλάνθρωπον θεὸν ὡς τὸ ἓν καὶ τὸ αὐτὸ φρονεῖν πάντας τοὺς χριστιανοὺς περὶ τὴν ὀρθὴν καὶ ἀμώμητον πίστιν καὶ μὴ εἶναι σχίσματα ἐν τῇ ἁγίᾳ τοῦ θεοῦ ἐκκλησίᾳ, ἀναγκαῖον ἡγησάμεθα πᾶσαν πρόφασιν ἀναι‐ | |
10 | ροῦντες τοῖς σκανδαλιζομένοις ἢ σκανδαλίζουσι τὴν τῆς ὀρθῆς πίστεως ὁμολογίαν τὴν ἐν τῇ ἁγίᾳ τοῦ θεοῦ ἐκκλησίᾳ κηρυττομέ‐ νην φανερὰν διὰ τοῦ παρόντος ἠδίκτου ποιήσασθαι πρὸς τὸ καὶ τοὺς τὴν ὀρθὴν πίστιν ὁμολογοῦντας ἐν βεβαίῳ ταύτην φυλάτ‐ τειν καὶ τοὺς πρὸς ταύτην φιλονεικοῦντας μανθάνοντας τὴν ἀλή‐ | |
15 | θειαν σπουδάσαι ἑνωθῆναι τῇ ἁγίᾳ τοῦ θεοῦ ἐκκλησίᾳ. Ὁμολογοῦμεν τοίνυν πιστεύειν εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, τριάδα ὁμοούσιον, μίαν θεότητα ἤτοι φύσιν καὶ οὐσίαν καὶ δύναμιν καὶ ἐξουσίαν ἐν τρισὶν ὑποστάσεσιν ἤτοι προσώποις δοξάζοντες, εἰς ἃ βεβαπτίσμεθα, εἰς ἃ πεπιστεύκαμεν, καὶ οἷς | |
20 | συντετάγμεθα, τὰς μὲν ἰδιότητας χωρίζοντες, ἑνοῦντες δὲ τὴν θεότητα. μονάδα γὰρ ἐν τριάδι καὶ τριάδα ἐν μονάδι προσ‐ | |
κυνοῦμεν, παράδοξον ἔχουσαν καὶ τὴν διαίρεσιν καὶ τὴν ἕνωσιν. | ||
637 | μονάδα μὲν κατὰ τὸν τῆς οὐσίας, ἤγουν θεότητος λόγον, τριά‐ δα δὲ κατὰ τὰς ἰδιότητας, ἤγουν ὑποστάσεις ἤτοι πρόσωπα. διαιρεῖται γὰρ ἀδιαιρέτως, ἵνα οὕτως εἴπωμεν, καὶ συνάπτεται διῃρημένως. ἓν γὰρ ἐν τρισὶν ἡ θεότης, καὶ τὰ τρία ἕν, ἐν οἷς | |
5 | ἡ θεότης, ἢ τό γε ἀκριβέστερον εἰπεῖν, ἃ ἡ θεότης, θεὸν ἕκα‐ στον, ἂν θεωρεῖται μόνον, τοῦ νοῦ χωρίζοντος τὰ ἀχώριστα, θεὸν τὰ τρία μετ’ ἀλλήλων νοούμενα τῷ αὐτῷ τῆς κινήσεως καὶ τῆς φύσεως. ἐπειδὴ χρὴ καὶ τὸν ἕνα θεὸν ὁμολογεῖν καὶ τὰς τρεῖς ὑποστάσεις κηρύττειν, ἤγουν τρία πρόσωπα, καὶ ἑκάστην μετὰ | |
10 | τῆς ἰδιότητος, καὶ οὔτε τὶν ἕνωσιν σύγχυσιν ἐργαζόμεθα κατὰ Σαβέλλιον, ἓν πρόσωπον τριώνυμον λέγοντα τὴν τριάδα, τὸν αὐτὸν πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, οὔτε διαιροῦντες ἀλ‐ λοτριοῦμεν τῆς τοῦ θεοῦ πατρὸς οὐσίας τὸν υἱὸν ἢ τὸ πνεῦμα τὸ ἅγιον, κατὰ τὴν Ἀρείου μανίαν εἰς τρεῖς διαφόρους οὐσίας κατα‐ | |
15 | τέμνοντες τὴν θεότητα. Εἷς τοίνυν θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς υἱὸς μονογενής, δι’ οὗ τὰ πάντα, καὶ ἓν πνεῦμα ἅγιον, ἐν ᾧ τὰ πάν‐ τα. ὁμολογοῦμεν δὲ αὐτὸν τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ, θεὸν λόγον τὸν πρὸ αἰώνων, καὶ ἀχρόνως ἐκ τοῦ πατρὸς γεννηθέντα, | |
20 | οὐ ποιηθέντα, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν δι’ ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα | |
ἐκ πνεύματος ἁγίου καὶ τῆς ἁγίας ἐνδόξου θεοτόκου καὶ ἀειπαρ‐ | ||
638 | θένου Μαρίας καὶ γεννηθέντα ἐξ αὐτῆς, ὅς ἐστιν κύριος Ἰησοῦς Χριστός, εἷς τῆς ἁγίας τριάδος, ὁμοούσιος τῷ θεῷ καὶ πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιος ἡμῖν ὁ αὐτὸς κατὰ τὴν ἀνθρω‐ πότητα, παθητὸς σαρκί, ἀπαθὴς ὁ αὐτὸς θεότητι. οὔτε γὰρ | |
5 | ἕτερός τίς ἐστιν παρὰ τὸν λόγον ὁ τὸ πάθος καὶ τὸν θάνατον ἀναδεδεγμένος, ἀλλ’ αὐτὸς ὁ ἀπαθὴς καὶ ἀΐδιος τοῦ θεοῦ λόγος γεννήσεως σαρκὸς ἀνθρωπίνης ἀνασχόμενος τὰ πάντα πεπλήρω‐ κεν. διὸ οὐκ ἄλλον τὸν θεὸν λόγον τὸν θαυματουργήσαντα καὶ ἄλλον τὸν Χριστὸν τὸν παθόντα ἐπιστάμεθα, ἀλλ’ ἕνα καὶ τὸν | |
10 | αὐτὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν τοῦ θεοῦ λόγον σαρκω‐ θέντα καὶ ἐνανθρωπήσαντα, καὶ τοῦ αὐτοῦ τά τε θαύματα καὶ τὰ πάθη, ἅπερ ἑκουσίως ὑπέμεινε σαρκί, ὁμολογοῦμεν. οὔτε γὰρ ἄνθρωπός τις ὑπὲρ ἡμῶν ἑαυτὸν δέδωκεν, ἀλλ’ αὐτὸς ὁ λόγος τὸ ἴδιον σῶμα δέδωκεν ὑπὲρ ἡμῶν, ἵνα μὴ εἰς ἄνθρωπον ἡ πίστις | |
15 | καὶ ἡ ἐλπὶς ἡμῶν ᾖ, ἀλλ’ εἰς αὐτὸν τὸν θεὸν λόγον τὴν ἡμετέ‐ ραν πίστιν ἔχωμεν. καὶ θεὸν τοίνυν αὐτὸν ὁμολογοῦντες οὐκ ἀθε‐ τοῦμεν τὸ εἶναι αὐτὸν καὶ ἄνθρωπον, καὶ ἄνθρωπον λέγοντες αὐτὸν οὐκ ἀρνούμεθα τὸ εἶναι αὐτὸν καὶ θεόν. εἰ γὰρ θεὸς μό‐ νον ἦν, πῶς ἔπασχεν, πῶς ἐσταυροῦτο καὶ ἀπέθνησκεν; ἀλλό‐ | |
20 | τρια γὰρ ταῦτα θεοῦ. εἰ δὲ ἄνθρωπος μόνον, πῶς διὰ τοῦ πά‐ θους ἐνίκα, πῶς ἔσωζε, πῶς ἐζωοποίει; ταῦτα γὰρ ὑπὲρ ἄν‐ | |
θρωπον ἦν. νῦν δὲ ὁ αὐτὸς πάσχει καὶ σώζει, καὶ διὰ τοῦ πά‐ | ||
639 | θους νικᾷ, ὁ αὐτὸς θεός, ὁ αὐτὸς ἄνθρωπος, τὸ συναμφότερον, οὕτως ἓν ἑκάτερον ὡς μόνον. ὅθεν ἐξ ἑκατέρας φύσεως, του‐ τέστιν ἐκ θεότητος καὶ ἀνθρωπότητος ἕνα Χριστὸν σύνθετον λέ‐ γοντες σύγχυσιν τῇ ἑνώσει οὐκ ἐπεισάγομεν, καὶ ἐν ἑκατέρᾳ δὲ | |
5 | φύσει, τουτέστιν ἐν θεότητι καὶ ἐν ἀνθρωπότητι, τὸν ἕνα κύ‐ ριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν τοῦ θεοῦ λόγον σαρκωθέντα καὶ ἐνανθρωπήσαντα γινώσκοντες, καὶ διαίρεσιν μέν τινα ἀμερὸς ἢ τομὴν οὐκ ἐπιφέρομεν τῇ μιᾷ αὐτοῦ ὑποστάσει, τὴν δὲ διαφορὰν τῶν φύσεων ἐξ ὧν καὶ συνετέθη σημαίνομεν οὐκ ἀνῃρημένην διὰ | |
10 | τὴν ἕνωσιν, ἐπειδὴ ἑκατέρα φύσις ἐστὶν ἐν αὐτῷ. συνθέσεως γὰρ ὁμολογουμένης, καὶ τὰ μέρη ἐν τῷ ὅλῳ ὑπάρχει καὶ τὸ ὅλον ἐν τοῖς μέρεσι γινώσκεται. οὔτε γὰρ ἡ θεία φύσις εἰς τὴν ἀν‐ θρωπίνην μετεβλήθη οὔτε δὲ ἡ ἀνθρωπίνη φύσις εἰς τὴν θείαν ἐτράπη, νοουμένης δὲ μᾶλλον καὶ ὑπαρχούσης ἑκα‐ | |
15 | τέρας ἐν τῷ τῆς ἰδίας φύσεως ὅρῳ τε καὶ λόγῳ, πεπρᾶχ‐ θαί φαμεν τὴν ἕνωσιν καθ’ ὑπόστασιν. ἡ δὲ καθ’ ὑπόστα‐ σιν ἕνωσις δηλοῖ ὅτι ὁ θεὸς λόγος, τουτέστιν ἡ μία ὑπόστασις, ἐκ τῶν τριῶν τῆς θεότητος ὑποστάσεων οὐ προϋποστάντι ἀνθρώ‐ πῳ ἡνώθη, ἀλλ’ ἐν τῇ γαστρὶ τῆς ἁγίας παρθένου ἐδημιούργη‐ | |
20 | σεν ἐν ἑαυτῷ ἐξ αὐτῆς ἐν τῇ ἰδίᾳ ὑποστάσει σάρκα ἐψυχωμένην | |
ψυχῇ λογικῇ καὶ νοερᾷ, ὅπερ ἐστὶν φύσις ἀνθρωπίνη. ταύτην | ||
640 | δὲ τὴν καθ’ ὑπόστασιν τοῦ θεοῦ λόγου πρὸς τὴν σάρκα ἕνωσιν διδάσκων ἡμᾶς καὶ ὁ θεῖος ἀπόστολος λέγει, Ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών. διὰ γὰρ τοῦ εἰπεῖν Ὃς ἐν μορ‐ | |
5 | φῇ θεοῦ ὑπάρχων τὴν τοῦ λόγου ὑπόστασιν ὑπάρχουσαν ἔδειξεν ἐν οὐσίᾳ θεοῦ, διὰ δὲ τοῦ εἰπεῖν Μορφὴν ἔλαβεν οὐσίᾳ ἀνθρώ‐ που, καὶ οὐχ ὑποστάσει ἤτοι προσώπῳ ἐνωθῆναι τὸν θεὸν λόγον ἐσήμανεν. οὔτε γὰρ εἶπεν Τὸν ἐν μορφῇ δούλου ὑπάρχοντα ἔλα‐ βεν, ἵνα μὴ προϋποστάντι ἀνθρώπῳ ἑνωθῆναι δείξῃ τὸν λόγον, | |
10 | καθὼς Θεόδωρος καὶ Νεστόριος ἀσεβοῦντες ἐβλασφήμησαν, σχε‐ τικὴν τὴν ἕνωσιν λέγοντες. Ἡμεῖς δὲ τῇ θείᾳ γραφῇ καὶ τοῖς ἁγίοις πατράσιν ἑπόμε‐ νοι ὁμολογοῦμεν ὅτι ὁ θεὸς λόγος σὰρξ ἐγένετο, ὅπερ ἐστὶ καθ’ ὑπόστασιν ἑαυτῷ ἑνῶσαι φύσιν ἀνθρωπίνην. διὸ καὶ εἷς ὑπάρχει ὁ | |
15 | κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός, ἔχων ἐν ἑαυτῷ τὸ τέλειον τῆς θεϊκῆς φύσεως καὶ τὸ τέλειον τῆς ἀνθρωπίνης φύσεως. καὶ ἔστιν μονογενὴς μὲν καὶ λόγος, ὡς ἐκ θεοῦ πατρὸς γεννηθείς, καὶ πρωτότοκος δὲ ἐν πολλοῖς ἀδελφοῖς ὁ αὐτός, ὅτε γέγονεν ἄνθρω‐ πος· ὁ γὰρ υἱὸς τοῦ θεοῦ υἱὸς ἀνθρώπου γέγονεν καὶ μείνας ὅπερ | |
20 | ἦν οὐ μετέβαλεν ὅπερ γέγονεν. ὅθεν καὶ δύο γεννήσεις τοῦ αὐτοῦ | |
μονογενοῦς θεοῦ λόγου ὁμολογοῦμεν, τὴν μὲν πρὸ αἰώνων ἐκ τοῦ | ||
641 | πατρὸς ἀσωμάτως, τὴν δὲ ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τοῦ αὐτοῦ ἐκ τῆς ἁγίας ἐνδόξου θεοτόκου καὶ ἀειπαρθένου Μαρίας σαρκω‐ θέντος καὶ ἐνανθρωπήσαντος. ὁ γὰρ ἐκ πατρὸς ἐκλάμψας ὑπὲρ ἔννοιαν ἐκ μητρὸς ἀνέτειλεν ὑπὲρ λόγον, καὶ ὢν θεὸς ἀληθὴς | |
5 | ἄνθρωπος γέγονεν ἀληθῶς. διὰ τοῦτο κυρίως καὶ κατὰ ἀλήθειαν θεοτόκον τὴν ἁγίαν ἔνδοξον καὶ ἀειπαρθένον Μαρίαν ὁμολογοῦ‐ μεν, οὐχ ὡς τοῦ θεοῦ λόγου τὴν ἀρχὴν ἐξ αὐτῆς λαβόντος, ἀλλ’ ὅτι ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ὁ πρὸ τῶν αἰώνων μονογενὴς θεὸς λόγος σαρκωθεὶς ἐξ αὐτῆς ἀτρέπτως ἐνηνθρώπησεν, καὶ ἀόρα‐ | |
10 | τος ὢν ἐν τοῖς ἑαυτοῦ ὁρατὸς γέγονεν ἐν τοῖς παρ’ ἡμῖν, καὶ ἀπα‐ θὴς ὢν θεὸς οὐκ ἀπηξίωσεν παθητὸς εἶναι ἄνθρωπος καὶ ὁ ἀθά‐ νατος νόμοις ὑποκεῖσθαι θανάτου. τοῦτον τὸν ἐν Βηθλεὲμ γεν‐ νηθέντα ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα καὶ ὁμοιωθέντα ἀν‐ θρώποις καὶ σταυρωθέντα ὑπὲρ ἀνθρώπων ἐπὶ Ποντίου Πιλάτου | |
15 | ἐκήρυξαν οἱ ἅγιοι ἀπόστολοι αὐτὸν εἶναι θεόν, αὐτὸν ἄνθρω‐ πον, αὐτὸν υἱὸν θεοῦ, αὐτὸν υἱὸν ἀνθρώπου, αὐτὸν ἐξ οὐρα‐ νοῦ, αὐτὸν ἀπὸ γῆς, αὐτὸν ἀπαθῆ, αὐτὸν παθητόν. ὁ γὰρ γεννηθεὶς ἄνωθεν ἐκ τοῦ πατρὸς λόγος ἀῤῥήτως, ἀφράστως, ἀκαταλήπτως, ἀϊδίως, αὐτὸς ἐν χρόνῳ γεννᾶται κάτωθεν ἐκ | |
20 | παρθένου Μαρίας, ἵνα οἱ κάτωθεν πρότερον γεννηθέντες ἄνω‐ θεν ἐκ δευτέρου γεννηθῶσιν, τουτέστιν ἐκ θεοῦ. αὐτὸς οὖν μη‐ | |
τέρα μόνον ἔχει ἐπὶ τῆς γῆς, καὶ ἡμεῖς πατέρα μόνον ἔχομεν ἐν | ||
642 | οὐρανῷ. λαβὼν γὰρ τὸν θνητὸν πατέρα τῶν ἀνθρώπων τὸν Ἀδὰμ ἔδωκε τοῖς ἀνθρώποις τὸν ἑαυτοῦ πατέρα ἀθάνατον κατὰ τὸ λεγόμενον, Δέδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι. ὅθεν καὶ θανάτου κατὰ σάρκα γεύεται ὁ υἱὸς τοῦ θεοῦ, διὰ τὸν | |
5 | σαρκικὸν αὐτοῦ πατέρα, ἵνα οἱ υἱοὶ τοῦ ἀνθρώπου τῆς ζωῆς αὐ‐ τοῦ μεταλάβωσι διὰ τὸν κατὰ πνεῦμα αὐτῶν πατέρα τὸν θεόν. αὐτὸς οὖν κατὰ φύσιν υἱός ἐστιν τοῦ θεοῦ, ἡμῶν δὲ κατὰ χάριν. καὶ πάλιν αὐτὸς κατ’ οἰκονομίαν καὶ δι’ ἡμᾶς υἱὸς γέγονε τοῦ Ἀδάμ· ἡμεῖς δὲ κατὰ φύσιν ἔσμεν υἱοὶ τοῦ Ἀδάμ. πατὴρ γὰρ αὐτοῦ | |
10 | ἐστιν ὁ θεὸς κατὰ φύσιν, ἡμῶν κατὰ χάριν. καὶ θεὸς αὐτοῦ γέγονε κατ’ οἰκονομίαν, διότι ἄνθρωπος· ἡμῶν δὲ κατὰ φύσιν δεσπότης ἐστὶ καὶ θεός. καὶ διὰ τοῦτο ὁ λόγος, ὅς ἐστιν υἱὸς τοῦ πατρός, ἑνωθεὶς σαρκὶ γέγονε σάρξ, ἵνα οἱ ἄνθρωποι ἑνω‐ θέντες τῷ πνεύματι γένωνται ἓν πνεῦμα. αὐτὸς οὖν ὁ ἀληθινὸς | |
15 | υἱὸς τοῦ θεοῦ τοὺς πάντας ἡμᾶς φορεῖ, ἵνα οἱ πάντες τὸν ἕνα φορέσωμεν θεόν, καὶ ἔστιν καὶ μετὰ τὴν ἐνανθρώπησιν εἷς τῆς ἁγίας τριάδος ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς σύνθετος ἐξ ἑκατέρας φύσεως. σύνθετον δὲ τὸν Χρι‐ στὸν ὁμολογοῦμεν τῇ τῶν ἁγίων πατέρων ἀκολουθοῦντες διδα‐ | |
20 | σκαλίᾳ. ἐπὶ γὰρ τοῦ κατὰ Χριστὸν μυστηρίου ἡ κατὰ σύνθεσιν | |
ἕνωσις τὴν σύγχυσιν καὶ διαίρεσιν ἀποβάλλεται, καὶ φυλάττει μὲν | ||
643 | τὴν ἑκατέρας φύσεως ἰδιότητα, μίαν δὲ ὑπόστασιν ἤτοι πρόσω‐ πον τοῦ θεοῦ λόγου καὶ μετὰ τῆς σαρκὸς δείκνυσι· καὶ ἔστιν εἷς καὶ ὁ αὐτὸς τέλειος ἐν θεότητι καὶ τέλειος ἐν ἀνθρωπότητι, οὐχ ὡς ἐν δυσὶν ὑποστάσεσιν ἤτοι προσώποις, ἀλλ’ ἐν θείᾳ φύσει | |
5 | καὶ ἀνθρωπίνῃ γνωριζόμενος, ἵνα εἷς ᾖ τὰ ἑκάτερα τέλειος θεὸς καὶ τέλειος ἄνθρωπος ὁ αὐτὸς ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὁ εἷς τῆς ἁγίας τριάδος, συνδοξαζόμενος τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι. οὔτε γὰρ τετάρτου προσώπου προσθήκην ἐπεδέξατο ἡ ἁγία τριὰς καὶ σαρκωθέντος τοῦ ἑνὸς τῆς ἁγίας τριάδος θεοῦ λό‐ | |
10 | γου. ταύτην τὴν καλὴν παρακαταθήκην, ἣν παρὰ τῶν ἁγίων πατέρων εἰλήφαμεν, φυλάττομεν, ἐν ᾗ ζῶμεν καὶ πολιτευόμεθα καὶ ἣν συνέκδημον λάβοιμεν εἰς πατέρα καὶ Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ τοῦ ζῶντος καὶ ἅγιον πνεῦμα ὁμολογίαν. ταῦτα οὕτως ὁμο‐ λογοῦντες πρὸς ταῖς ἄλλαις τοῦ ἐν ἁγίοις Κυρίλλου περὶ τῆς ὀρ‐ | |
15 | θῆς πίστεως διδασκαλίαις καὶ τὸ εἰρημένον παρ’ αὐτοῦ μίαν φύσιν τοῦ θεοῦ λόγου σεσαρκωμένην δεχόμενοι ὁμολογοῦμεν ὅτι ἐκ τῆς θείας φύσεως καὶ τῆς ἀνθρωπίνης εἷς Χριστὸς ἀπετελέσθη, καὶ οὐ μία φύσις, καθώς τινες κακῶς τὴν λέξιν ἐκλαμβάνοντες λέγειν ἐπιχειροῦσιν. ἀμέλει τοι καὶ αὐτὸς ὁ πατήρ, ὁσάκις μίαν | |
20 | φύσιν εἶπεν τοῦ λόγου σεσαρκωμένην, ἐπὶ τούτου τῷ τῆς φύσεως ὀνόματι ἀντὶ ὑποστάσεως ἐχρήσατο. καὶ ἐν οἷς λόγοις εἶπεν ταύ‐ | |
την τὴν λέξιν, ἐν τοῖς ἐφεξῆς ὡς ἐπὶ τὸ πλεῖστον ἐπήγαγεν ποτὲ | ||
644 | μὲν υἱόν, ποτὲ δὲ λόγον ἢ μονογενῆ, ἅπερ οὐ φύσεως, ἀλλ’ ὑπο‐ στάσεως ἤτοι προσώπου ἐστὶ δηλωτικά. ἡ τοίνυν ὑπόστασις τοῦ λόγου σαρκωθεῖσα οὐ μίαν φύσιν, ἀλλ’ ἕνα Χριστὸν σύνθετον ἀπετέλεσεν, τὸν αὐτὸν θεὸν καὶ ἄνθρωπον. Θεὸν δὲ καὶ ἄν‐ | |
5 | θρωπον τὸν Χριστὸν ὁμολογοῦντας μίαν φύσιν ἤτοι οὐσίαν ἐπ’ αὐτῷ λέγειν ἀσεβές. ἀδύνατον γὰρ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν κατὰ μίαν καὶ τὴν αὐτὴν φύσιν ἤτοι οὐσίαν καὶ πρὸ αἰώνων εἶναι καὶ ἐν χρόνῳ ἢ ἀπαθῆ καὶ παθητόν, ὅπερ ἐπὶ τῆς μιᾶς αὐτοῦ ὑποστάσεως ἤτοι προσώπου ὀρθῶς ὁμολογοῦμεν. ἐξ | |
10 | αὐτῶν δὲ τῶν εἰρημένων τοῦ αὐτοῦ ἐν ἁγίοις Κυρίλλου ἀποδεί‐ ξομεν τὴν περὶ τῆς εἰρημένης λέξεως σαφεστάτην αὐτοῦ διδασκα‐ λίαν. ἐν γὰρ τῇ πρώτῃ πρὸς Σούκενσον ἐπιστολῇ εἰπὼν μίαν φύσιν τοῦ θεοῦ λόγου σεσαρκωμένην εὐθὺς ἐπήγαγεν, Οὐκοῦν ὅσον μὲν ἧκεν εἰς ἔννοιαν καὶ εἴς γε μόνον τὸ ὁρᾶν τοῖς τῆς ψυ‐ | |
15 | χῆς ὄμμασι τίνα τρόπον ἐνηνθρώπηκεν ὁ μονογενής, δύο τὰς φύσεις εἶναί φαμεν, ἕνα δὲ υἱὸν καὶ Χριστὸν καὶ κύριον τὸν τοῦ θεοῦ λόγον ἐνανθρωπήσαντα καὶ σεσαρκωμένον. διὰ τούτων δὲ ὁ πατὴρ τὸν τρόπον τῆς ἐνανθρωπήσεως παραστῆσαι βουλόμενος καὶ τὸ ἀδιαίρετον καὶ ἀσύγχυτον φυλάττων καὶ τὸν ἀριθμὸν τῶν | |
20 | συνελθουσῶν φύσεων ἔδειξε καὶ ἕνα Χριστὸν ἐκήρυξεν, ἀλλ’ οὐ‐ | |
χὶ μίαν φύσιν θεότητος καὶ σαρκός. καὶ ἐν τῇ δευτέρᾳ δὲ πρὸς | ||
645 | τὸν αὐτὸν Σούκενσον ἐπιστολῇ τὰ παραπλήσια διδάσκων γράφει οὕτως. Εἰ μὲν γὰρ μίαν εἰπόντες τοῦ λόγου φύσιν σεσιγήκαμεν, οὐκ ἐπενεγκόντες τὸ σεσαρκωμένην, ἀλλ’ οἷον ἔξω θέντες τὴν οἰ‐ κονομίαν, ἦν αὐτοῖς τάχα που καὶ οὐκ ἀπίθανος ὁ λόγος προσ‐ | |
5 | ποιουμένοις ἐρωτᾶν ποῦ τὸ τέλειον ἐν ἀνθρωπότητι ἢ τὸ πῶς ὑφέστηκεν ἡ καθ’ ἡμᾶς οὐσία. ἐπειδὴ δὲ καὶ ἡ ἐν ἀνθρωπότητι τελειότης καὶ τῆς καθ’ ἡμᾶς οὐσίας ἡ δήλωσις εἰσκεκόμισται διὰ τοῦ λέγειν σεσαρκωμένην, παυσάσθωσαν καλαμίνην ῥάβδον ἑαυ‐ τοῖς ὑποστήσαντες. τοῦ γὰρ ἐκβάλλοντος τὴν οἰκονομίαν καὶ ἀρ‐ | |
10 | νουμένου τὴν σάρκωσιν ἦν τὸ ἐγκαλεῖσθαι δικαίως ὡς ἀφαιρουμένου τὸν υἱὸν τῆς τελείας ἀνθρωπότητος. εἰ δέ, ὡς ἔφην, ἐν τῷ σεσαρ‐ κῶσθαι λέγειν αὐτὸν σαφής ἐστιν καὶ ἀναμφίβολος ὁμολογία τοῦ ὅτι γέγονεν ἄνθρωπος, οὐδὲν κωλύει νοεῖν ὡς εἷς ὑπάρχων καὶ μόνος υἱὸς ὁ Χριστὸς ὁ αὐτὸς θεός ἐστι καὶ ἄνθρωπος, ὥσπερ | |
15 | ἐν θεότητι τέλειος, οὕτω καὶ ἐν ἀνθρωπότητι τέλειος. ὀρθό‐ τατα δὲ καὶ πάνυ συνετῶς ἡ σὴ τελειότης τὸν περὶ τοῦ σωτηρίου πάθους ἐκτίθεται λόγον, οὐκ αὐτὸν τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ, καθ’ ὃ νοεῖται καὶ ἔστι θεός, παθεῖν εἰς ἰδίαν φύσιν τὰ σώματος ἰσχυριζομένη, παθεῖν δὲ μᾶλλον τῇ χοϊκῇ φύσει. δεῖ γὰρ ἀναγ‐ | |
20 | καίως ἀμφότερα σώζεσθαι τῷ ἑνὶ καὶ κατὰ ἀλήθειαν υἱῷ, καὶ τὸ μὴ πάσχειν θεϊκῶς καὶ τὸ λέγεσθαι παθεῖν ἀνθρωπίνως· ἡ αὐτοῦ | |
γὰρ πέπονθε σάρξ. | ||
646 | Καὶ ἐν τῷ τρισκαιδεκάτῳ δὲ κεφαλαίῳ τῶν σχολίων ὁ αὐτὸς ἐν ἁγίοις Κύριλλος ὁμοίως ἀποβαλλόμενος τούς τε δύο υἱοὺς εἰσ‐ άγοντας τούς τε μίαν φύσιν λέγοντας θεότητος καὶ τῆς σαρκὸς τοῦ Χριστοῦ γράφει οὕτως. Οὐ διοριστέον οὖν ἄρα τὸν ἕνα | |
5 | κύριον Ἰησοῦν Χριστὸν εἰς ἄνθρωπον ἰδικῶς καὶ θεὸν ἰδικῶς, ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν κύριον Ἰησοῦν Χριστόν φαμεν, τὴν τῶν φύσεων εἰδότες διαφορὰν καὶ ἀσυγχύτους ἀλλήλαις τηροῦντες αὐτάς. Εἰ τοίνυν, καθὼς διδάσκει ὁ ἐν ἁγίοις Κύριλλος, εἷς ἐστιν | |
10 | ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τέλειος ἐν θεότητι καὶ τέλειος ὁ αὐτὸς ἐν ἀνθρωπότητι, καὶ οὐκ ἔπαθεν τῇ θείᾳ φύσει, ἀλλὰ τῇ χοϊκῇ φύσει· οἶδεν δὲ καὶ τὴν τῶν φύσεων διαφορὰν καὶ τὸ ἀσυγ‐ χύτους αὐτὰς ἀλλήλαις ἐν μιᾷ ὑποστάσει φυλάττεσθαι· δῆλον ὅτι τὸν αὐτὸν ἐν τῇ θείᾳ φύσει καὶ τῇ ἀνθρωπίνῃ λέγει ὁ πατὴρ | |
15 | γνωρίζεσθαι, καὶ ἑκατέραν φύσιν ἐν αὐτῷ εἶναι, ἐξ ὧν καὶ συνε‐ τέθη. καὶ οὐκ ἄν τις οὕτω μανείη ὡς ὀρθῶς νομίσαι φρονεῖν τοὺς λέγοντας μίαν εἶναι φύσιν ἤτοι οὐσίαν σαρκὸς καὶ θεότη‐ τος τοῦ Χριστοῦ, τὴν αὐτὴν θείαν καὶ χοϊκήν, παθητὴν καὶ ἀπαθῆ. ἐπειδὴ δὲ καὶ ἑτέρωθεν κατασκευάζειν ἐπιχειροῦσίν τινες | |
20 | τὸ μίαν εἶναι φύσιν τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος τοῦ Χριστοῦ, τὸ τοῦ ἀνθρώπου παράδειγμα προβαλλόμενοι καὶ λέ‐ | |
γοντες ὅτι ὥσπερ ἐξ ἑτεροφυῶν ψυχῆς καὶ σώματος συνεστὼς ὁ | ||
647 | ἄνθρωπος μία φύσις λέγεται, οὕτω καὶ ἐκ δύο φύσεων θεότητος καὶ ἀνθρωπότητος τὸν Χριστὸν λέγοντες ὀφείλομεν μίαν φύσιν ἐπ’ αὐτῷ λέγειν, ἐκεῖνο πρὸς αὐτοὺς ἐροῦμεν ὅτι ὁ μὲν ἄνθρωπος, κἂν ἐκ διαφόρων συνέστηκεν, τουτέστιν ψυχῆς καὶ σώματος, | |
5 | ὅμως διὰ τοῦτο μία φύσις λέγεται, ἐπειδὴ κοινᾶς κατὰ πασῶν τῶν ὑποστάσεων, ἤγουν προσώπων, τῶν ὑπὸ τὸ αὐτὸ εἶδος ἀνα‐ γομένων κατηγορεῖται. εἰ καὶ τὰ μάλιστα γὰρ ἑκάστη ὑπόστασις ἤτοι πρόσωπον, οἷον Πέτρος καὶ Παῦλος, τοῖς ἰδιώμασιν ἀπ’ ἀλλήλων διαχωρίζονται, ἀλλ’ ὅμως οὐ τῇ φύσει διαιροῦνται· ἀμ‐ | |
10 | φότεροι γὰρ ἄνθρωποι· καὶ πάλιν οὔτε ψυχὴ χωρὶς σώματος οὔτε σῶμα χωρὶς ψυχῆς ἄνθρωπος, ἀλλ’ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι, ἐκ ψυχῆς καὶ σώματος ἐδημιουργήθη. πᾶν δὲ κτίσμα εἰ καὶ ἐκ διαφόρων συνέστηκεν, ἀλλ’ οὖν μίαν ἐκείνην ἔχειν λέγεται φύσιν, καθ’ ἣν παρὰ τοῦ θεοῦ ἐδημιουργήθη. ὁ δὲ Χριστὸς | |
15 | οὐχ οὕτως· οὔτε γὰρ μίαν φύσιν, ἤγουν οὐσίαν, δηλοῖ κοινῶς κατὰ πολλῶν ὑποστάσεων ἤτοι προσώπων κατηγορουμένην, ὥσ‐ περ ὁ ἄνθρωπος· εἰ γὰρ τοῦτο ἦν, πολλοὶ Χριστοὶ εὑρεθήσον‐ ται, καθ’ ὧν τὸ κοινὸν τῆς μιᾶς φύσεως κατηγορεῖται, ὅπερ καὶ λέγειν ἐστὶν ἀσεβές· ἀλλ’ οὔτε ἀπ’ ἀρχῆς ἐκ θεότητος καὶ ἀνθρω‐ | |
20 | πότητος, ὥσπερ ὁ ἄνθρωπος ἐκ ψυχῆς καὶ σώματος, ὁ Χριστὸς | |
ἐδημιουργήθη, ἵνα τοῦτο ᾖ φύσις Χριστοῦ, ἀλλὰ θεὸς ὢν πρὸ | ||
648 | αἰώνων ὁ λόγος καὶ τῆς αὐτῆς φύσεως ἤτοι οὐσίας ὑπάρχων τῷ πατρὶ καὶ δημιουργὸς τῶν ἁπάντων ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ἀνθρώπου φύσιν καθ’ ὑπόστασιν ἑνώσας ἑαυτῷ γέγονεν ἄνθρω‐ πος, μὴ ἐκστὰς τοῦ εἶναι θεός. | |
5 | Ἔστιν οὖν ὁ Χριστὸς μία ὑπόστασις, ἤτοι πρόσωπον, καὶ ἔχει τὸ τέλειον ἐν ἑαυτῷ τῆς τε θείας καὶ ἀκτίστου φύσεως καὶ τὸ τέλειον τῆς ἀνθρωπίνης καὶ κτιστῆς φύσεως. πῶς οὖν, ἐν ᾧ δύο φύσεις γνωρίζονται, ἄκτιστος καὶ κτιστή, ἐπὶ τούτου μίαν φύσιν ἤτοι οὐσίαν λέγεσθαι δυνατόν; εἰ γὰρ μία ὑπόστασις ἤτοι | |
10 | πρόσωπον ὁ Χριστός, ἀλλ’ ὁμοούσιος τῷ θεῷ καὶ πατρί, καὶ ὁμοούσιος ἡμῖν ὁ αὐτός, οὐ μὴν κατὰ μίαν καὶ τὴν αὐτὴν φύσιν ἤτοι οὐσίαν. εἰ δὲ μία φύσις ἤτοι οὐσία ἦν ὁ Χριστός, ἢ ἄσαρ‐ κος ὢν μόνῳ τῷ θεῷ καὶ πατρί ἐστιν ὁμοούσιος, ἐπειδὴ μία τῆς θεότητος οὐσία ἤτοι φύσις, ἢ ψιλὸς ὢν ἄνθρωπος μόνοις ἡμῖν | |
15 | ἐστιν ὁμοούσιος, ἐπειδὴ μία φύσις τῆς ἀνθρωπότητος, ἢ τρα‐ πεῖσα ἑκατέρα φύσις ἑτεροφυής ἐστιν, ἀπετέλεσε παρὰ τὰς συν‐ ελθούσας, καὶ κατ’ αὐτοὺς οὔτε θεὸς ἔμεινεν οὔτε ἄνθρωπος γέγονεν ὁ Χριστός, καὶ διὰ τοῦτο οὔτε τῷ πατρὶ οὔτε ἡμῖν ἐστιν ὁ αὐτὸς ὁμοούσιος. τὸ δὲ οὕτω φρονεῖν πάσης πεπλήρωται ἀσε‐ | |
20 | βείας. καὶ ταῦτα λέγομεν οὐκ ἀγνοοῦντες ὅτι καί τινες τῶν ἁγίων πατέρων τῷ τοῦ ἀνθρώπου ὑποδείγματι ἐπὶ τοῦ κατὰ Χριστὸν | |
μυστηρίου ἐχρήσαντο, ἀλλ’ ἐκεῖνοι μὲν ἵνα δείξωσιν ὅτι καθάπερ | ||
649 | ὁ ἄνθρωπος ἐκ ψυχῆς καὶ σώματος εἷς ἀποτελεῖται καὶ οὐχὶ δύο ἄνθρωποι, οὕτω καὶ ὁ Χριστὸς ἐκ θεότητος καὶ ἀνθρωπότητος συντεθεὶς εἷς ἐστιν, καὶ οὐκ εἰς δύο Χριστοὺς ἢ δύο υἱοὺς μερί‐ ζεται. οὗτοι δὲ τῷ τοῦ ἀνθρώπου ὑποδείγματι κέχρηνται, ἵνα | |
5 | μίαν φύσιν ἤτοι οὐσίαν θεότητος καὶ ἀνθρωπότητος τοῦ Χριστοῦ εἰσαγάγωσιν, ὅπερ ἀπεδείξαμεν ἀλλότριον εἶναι τῆς εὐσεβείας. ἀλλὰ διὰ τοῦτο ἐλεγχόμενοι ὡς παρὰ τὴν ὀρθὴν τῶν πατέρων δι‐ δασκαλίαν ἀναπλάττουσιν ἐν ἑαυτοῖς μίαν φύσιν ἤτοι οὐσίαν θεό‐ τητος καὶ σαρκός, ἐφ’ ἕτερα μεταβαίνουσι, λέγοντες μὴ δεῖν | |
10 | ἀριθμὸν φύσεων ἐπὶ Χριστοῦ λέγειν, ὡς τοῦ ἀριθμοῦ διαίρεσιν εἰσάγοντος. ἴστωσαν τοίνυν ὅτι ὁ ἀριθμός, ὅταν μὲν ἐπὶ δια‐ φόρων προσώπων ἢ ὑποστάσεων λέγεται, τῶν πραγμάτων αὐ‐ τῶν τὴν ἀνὰ μέρος ἔχει διαίρεσιν, οἷον ὡς ἐπὶ δύο ἢ πλειόνων ἀν‐ θρώπων· ὅταν δὲ ἐπὶ ἡνωμένων πραγμάτων, τηνικαῦτα μόνῳ | |
15 | λόγῳ καὶ θεωρίᾳ, οὐ μὴν αὐτῶν τῶν πραγμάτων ἔχει τὴν διαί‐ ρεσιν, οἷον ἐπὶ μιᾶς ὑποστάσεως ἀνθρώπου ἐκ ψυχῆς καὶ σώμα‐ τος συνεστώσης. δύο γὰρ καὶ ἐνταῦθα φύσεις θεωροῦνται, ἑτέρα μὲν τῆς ψυχῆς καὶ ἑτέρα τοῦ σώματος. καὶ ὅμως οὐ διὰ τοῦτο εἰς δύο ἀνθρώπους διαιρεῖται, ἀλλ’ ἕνα ἴσμεν τὸν ἄνθρωπον καὶ | |
20 | μίαν αὐτοῦ τὴν ὑπόστασιν. καὶ ἐπὶ τοῦ κατὰ Χριστὸν τοίνυν | |
μυστηρίου τῆς ἑνώσεως γενομένης, εἰ καὶ διάφορα θεωρεῖται τὰ | ||
650 | ἑνωθέντα, ἀλλ’ οὖν οὐ πραγματικῶς καὶ ἀνὰ μέρος ἀλλήλων διί‐ στανται τὰ ἐξ ὧν ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς συνετέθη. τὴν μέντοι διαφορὰν κατανοοῦντες, καὶ ταύτην σημᾶναι βουλό‐ μενοι, τὸν ἀριθμὸν παραλαμβάνομεν, καὶ δύο τὰς ἐν Χριστῷ | |
5 | φύσεις εἶναί φαμεν, καὶ οὐ διὰ τοῦτο ὁ εἷς Χριστὸς εἰς δύο Χρι‐ στοὺς ἢ δύο υἱοὺς διαιρεῖται. καὶ μαρτυρεῖ τοῖς παρ’ ἡμῶν εἰ‐ ρημένοις ὁ ἐν ἁγίοις Γρηγόριος ὁ θεολόγος ἐν τῷ πρὸς Κληδόνιον πρώτῳ λόγῳ γράφων οὕτως. Εἴτις εἰσάγει δύο υἱούς, ἕνα μὲν τὸν ἐκ τοῦ θεοῦ καὶ πατρός, δεύτερον δὲ τὸν ἐκ τῆς μητρός, | |
10 | ἀλλ’ οὐχὶ ἕνα καὶ τὸν αὐτόν, καὶ τῆς υἱοθεσίας ἐκπέσοι τῆς ἐπηγγελμένης τοῖς ὀρθῶς πιστεύουσι. φύσεις μὲν γὰρ δύο, θεὸς καὶ ἄνθρωπος, ἐπεὶ καὶ ψυχὴ καὶ σῶμα, υἱοὶ δὲ οὐ δύο οὐδὲ θεοί· οὐδὲ γὰρ ἐνταῦθα δύο ἄνθρωποι, εἰ καὶ οὕτως ὁ Παῦ‐ λος τὸ ἐντὸς τοῦ ἀνθρώπου καὶ τὸ ἐκτὸς προσηγόρευσεν. καὶ εἰ | |
15 | δεῖ συντόμως εἰπεῖν, ἄλλο μὲν καὶ ἄλλο τὰ ἐξ ὧν ὁ σωτήρ, εἴ‐ περ μὴ ταὐτὸν ὁ ἀόρατος τῷ ὁρατῷ καὶ τὸ ἄχρονον τῷ ὑπὸ χρό‐ νον, οὐκ ἄλλος δὲ καὶ ἄλλος, μὴ γένοιτο. Ἰδοὺ διὰ τούτων σαφῶς διδάσκει ὁ ἐν ἁγίοις Γρηγόριος ὅτι ἐπὶ τοῦ κατὰ Χριστὸν μυστηρίου ὁ μὲν ἐπὶ προσώπων τὸν ἀρι‐ | |
20 | θμὸν λέγων ὡς ἀσεβὴς κατακρίνεται, ὁ δὲ ἐπὶ τῶν φύσεων, ἐξ ὧν ὁ εἷς συνετέθη Χριστός, τοῦτον παραλαμβάνων ὀρθῶς ὁμολο‐ | |
γεῖ, ὡς τὴν μὲν διαφορὰν τῶν συνελθουσῶν φύσεων διὰ τούτου | ||
651 | σημαίνων, διαίρεσιν δὲ τὴν ἀνὰ μέρος κατ’ οὐδένα τρόπον ποιού‐ μενος. ὥσπερ γὰρ ἑτέρα φύσις τῆς ψυχῆς καὶ ἑτέρα τοῦ σώμα‐ τος, καὶ ὅμως εἷς κατὰ σύνθεσιν ἄνθρωπος ἀποτελεῖται καὶ οὐ δύο, οὕτω καὶ ἐν Χριστῷ εἰ καὶ δύο φύσεις θεωροῦνται, ἑτέρα | |
5 | μὲν τῆς θεότητος, ἑτέρα δὲ τῆς ἀνθρωπότητος, ἀλλ’ οὐ διὰ τοῦτο δύο Χριστοὶ ἢ δύο υἱοὶ εἰσάγονται· ὥστε τὸν ἀριθμὸν τῶν ἐν Χριστῷ φύσεων κατὰ τὸν εἰρημένον τρόπον παραιτούμενοι λέγειν δῆλοί εἰσι τὴν διαφορὰν τούτων ἀρνούμενοι καὶ σύγχυσιν ἐπεισά‐ γοντες τῇ οἰκονομίᾳ. εἰ δὲ τὴν διαφορὰν ὁμολογοῦσιν, ἀνάγκη | |
10 | πάντως ἐπὶ ταύτῃ καὶ τὸν ἀριθμὸν τῶν ἀσυγχύτως συνελθουσῶν φύσεων εἰς μίαν ὑπόστασιν λέγειν αὐτούς. ὅπου γὰρ διαφορὰ φυλάττεται, ταύτῃ πάντως καὶ ἀριθμὸς ἕπεται. εἰς σύστασιν δὲ τῶν παρ’ ἡμῶν εἰρημένων τῇ τῶν ἁγίων πατέρων μαρτυρίᾳ χρώμενοι δείξομεν αὐτοὺς λέγοντας ὅτι ἐπὶ τοῦ κατὰ Χριστὸν μυ‐ | |
15 | στηρίου οἱ μὲν λόγοι διαιροῦνται κατὰ τὴν διαφορὰν τῶν φύσεων, θεότητος καὶ ἀνθρωπότητος, ἐξ ὧν καὶ συνετέθη, καὶ τὸν ἀρι‐ θμὸν ἐπὶ τούτου παραλαμβάνουσιν, οὐ μὴν πραγματικῶς ἀνὰ μέ‐ ρος τὴν τῶν φύσεων ποιοῦνται διαίρεσιν εἰς δύο ὑποστάσεις ἤτοι δύο πρόσωπα. λέγει γὰρ ὁ ἐν ἁγίοις Κύριλλος ἐν τῇ ἑρμηνείᾳ | |
20 | τοῦ Λευιτικοῦ οὕτως. Ὅλον δὴ πάλιν ἐν τούτοις περιάθρει σα‐ φῶς τοῦ σωτῆρος ἡμῶν τὸ μυστήριον καὶ τὸν διὰ τοῦ ἁγίου | |
βαπτίσματος καθαρισμόν. δύο μὲν γὰρ ὀρνίθια ληφθῆναι κε‐ | ||
652 | λεύει ζῶντα καὶ καθαρά, ἵνα νοήσῃς διὰ τῶν πετεινῶν τὸν οὐ‐ ράνιον ἄνθρωπόν τε ὁμοῦ καὶ θεὸν εἰς δύο φύσεις, ὅσον ἧκεν εἰς τὸν ἑκάστῃ πρέποντα λόγον, διαιρούμενον· λόγος γὰρ ἦν ὁ ἐκ θεοῦ πατρὸς ἀναλάμψας ἐν σαρκὶ τῇ ἐκ γυναικός· πλὴν οὐ | |
5 | μεριζόμενον· εἷς γὰρ ἐξ ἀμφοῖν ὁ Χριστός. καὶ πάλιν ὁ αὐτὸς ἐν ἁγίοις Κύριλλος ἐν τῇ πρὸς Σούκενσον δευτέρᾳ ἐπιστολῇ γράφει οὕτως. Ἀλλ’ ἠγνόησαν ὅτι ὅσα μὴ κατὰ μόνην τὴν θεωρίαν διαι‐ ρεῖσθαι φιλεῖ, ταῦτα οὐ πάντως καὶ εἰς ἑτερότητα τὴν ἀνὰ μέρος ὁλοτρόπως καὶ ἰδικῶς ἀποφοιτήσειεν ἂν ἀπ’ ἀλλήλων. καὶ ὁ ἐν | |
10 | ἁγίοις Βασίλειος ἐν τῷ τετάρτῳ κατ’ Εὐνομίου λόγῳ, ἑρμηνεύων τὸ Κύριος ἔκτισέ με καὶ πρὸ πάντων βουνῶν γεννᾷ με, γράφει οὕτως. Ληπτέον οὖν τὸ μὲν Ἐγέννησεν ἐπὶ τοῦ θεοῦ υἱοῦ, τὸ δὲ Ἔκτισεν ἐπὶ τοῦ τὴν μορφὴν τοῦ δούλου λαβόντος. ἐν πᾶσι δὲ τούτοις οὐ δύο λέγομεν, θεὸν ἰδίᾳ καὶ ἄνθρωπον ἰδίᾳ· εἷς | |
15 | γὰρ ἦν· ἀλλὰ κατ’ ἐπίνοιαν τὴν ἑκάστου φύσιν λογιζόμενοι. Καὶ ὁ ἐν ἁγίοις δὲ Γρηγόριος ὁ θεολόγος ἐν τᾷ περὶ υἱοῦ δευτέρῳ λόγῳ διδάσκων ἡμᾶς ὅπως δεῖ τὰς ἐν τῷ κυρίῳ ἡμῶν Ἰη‐ σοῦ Χριστῷ φύσεις κατ’ ἐπίνοιαν διακρίνειν γράφει οὕτως. Ἡνί‐ κα αἱ φύσεις διίστανται ταῖς ἐπινοίαις, συνδιαιρεῖται καὶ τὰ ὀνό‐ | |
20 | ματα. Παύλου λέγοντος ἄκουσον, ἵνα ὁ θεὸς τοῦ κυρίου ἡμῶν | |
Ἰησοῦ Χριστοῦ ὁ πατὴρ τῆς δόξης Χριστοῦ μὲν θεός, τῆς δὲ | ||
653 | δόξης πατήρ. εἰ γὰρ καὶ τὸ συναμφότερον ἕν, ἀλλ’ οὐ τῇ φύ‐ σει, τῇ δὲ συνόδῳ. Καὶ ὁ ἐν ἁγίοις δὲ Γρηγόριος ὁ Νύσης ἐπίσκοπος ἐν τῷ κατ’ Εὐνομίου τετάρτῳ λόγῳ τὰ αὐτὰ ἡμᾶς διδάσκων γράφει | |
5 | οὕτως. Καὶ ὡς ἂν μή τις τῇ ἀκηράτῳ φύσει τὸ κατὰ τὸν σταυ‐ ρὸν πάθος προστρίβοιτο, δι’ ἑτέρων τρανότερον τὴν τοιαύτην ἐπανορθοῦται πλάνην, μεσίτην αὐτὸν θεοῦ καὶ ἀνθρώπων καὶ ἄνθρωπον καὶ θεὸν αὐτὸν ὀνομάζων, ἵνα ἐκ τοῦ τὰ δύο περὶ τὸ ἓν λέγεσθαι τὸ πρόσφορον νοοῖτο περὶ ἑκάτερον, περὶ μὲν τὸ θεῖον | |
10 | ἡ ἀπάθεια, περὶ δὲ τὸ ἀνθρώπινον ἡ κατὰ τὸ πάθος οἰκονομία. τῆς οὖν ἐπινοίας διαιρουμένης, τὸ κατὰ φιλανθρωπίαν μὲν ἡνω‐ μένον, τῷ δὲ λόγῳ διακρινόμενον, ὅταν μὲν τὸ ὑπερκείμενον καὶ ὑπερέχον πάντα νοῦν κηρύσσει, τοῖς ὑψηλοτέροις κέχρηται τῶν ὀνομάτων, ἐπὶ πάντων θεὸν καὶ μέγαν θεὸν καὶ δύναμιν θεοῦ | |
15 | καὶ σοφίαν καὶ τὰ τοιαῦτα καλῶν. ὅταν δὲ τὴν ἀναγκαίως διὰ τὸ ἡμέτερον ἀσθενὲς συμπαραληφθεῖσαν τῶν παθημάτων πεῖραν περιγράφει τῷ λόγῳ, ἐκ τοῦ ἡμετέρου κατονομάζει τὸ συναμφότε‐ ρον, ἄνθρωπον αὐτὸν προσαγορεύων, οὐ κοινοποιῶν πρὸς τὴν λοιπὴν φύσιν διὰ τῆς φωνῆς τὸν δηλούμενον, ἀλλ’ ὥστε περὶ ἑκά‐ | |
20 | τερον τὸ εὐσεβὲς φυλαχθῆναι. Τούτων οὕτως ἀποδεδειγμένων διὰ τῆς τῶν πατέρων διδα‐ | |
σκαλίας, παυσάσθωσαν οἱ τὸν ἀριθμὸν τῶν ἐν Χριστῷ φύσεων | ||
654 | πρόφασιν τῆς οἰκείας πλάνης ποιούμενοι καὶ τῷ διὰ τούτου τὴν διαφορὰν ἀρνεῖσθαι σύγχυσιν εἰσάγειν ἐπιχειροῦντες. πῶς γὰρ οὐκ ἀναγκαῖος ἀριθμὸς ᾧ ἐπὶ σημασίᾳ τῆς διαφορᾶς τῶν ἑνωθει‐ σῶν εἰς μίαν ὑπόστασιν φύσεων καὶ οὐκ ἐπὶ τῇ ἀνὰ μέρος διαιρέ‐ | |
5 | σει αὐτῶν οἱ πατέρες ἐχρήσαντο; ἀποδεδειγμένου τοίνυν παντα‐ χόθεν ὡς ἀσεβές ἐστι τὸ λέγειν μίαν φύσιν ἤτοι οὐσίαν θεότητος καὶ τῆς σαρκὸς τοῦ Χριστοῦ, κἀκεῖνο ἐροῦμεν ὡς οὐδὲ καθ’ ὃ μίαν ὑπόστασιν λέγομεν τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος τοῦ Χριστοῦ, οὕτω δυνατὸν καὶ μίαν φύσιν λέγειν Χριστοῦ, ἐπειδὴ | |
10 | μὴ ταὐτὸν φύσις τε καὶ ὑπόστασις. πάντες γὰρ οἱ ἅγιοι πατέ‐ ρες συμφώνως ἡμᾶς διδάσκουσιν ἄλλο εἶναι φύσιν ἤτοι οὐσίαν καὶ μορφὴν καὶ ἄλλο ὑπόστασιν ἤτοι πρόσωπον, καὶ τὴν μὲν φύσιν ἤτοι οὐσίαν καὶ μορφὴν τὸ κοινὸν σημαίνειν, τὴν δὲ ὑπόστασιν ἤτοι πρόσωπον τὸ ἰδικόν. | |
15 | Εἰ δὲ φήσωσί τινες ὅτι ὥσπερ μία ὑπόστασις σύνθετος εἴ‐ ρηται ἐπὶ Χριστοῦ, οὕτω δὲ καὶ μίαν φύσιν σύνθετον λέγειν, ἀποδείξομεν καὶ τοῦτο ἀλλότριον εἶναι τῆς εὐσεβείας. μίαν γὰρ φύσιν θεότητος ἤτοι οὐσίαν λέγοντες τρεῖς ἐπ’ αὐτῆς δοξάζομεν ὑποστάσεις, ἐν ἑκάστῃ ὑποστάσει τὴν αὐτὴν φύσιν ἤτοι οὐσίαν | |
20 | γνωρίζοντες, καὶ εὐσεβῶς ἐκ τῶν τριῶν ὑποστάσεων μίαν ὑπό‐ στασιν τὴν τοῦ λόγου πρὸς τὴν σάρκα συντεθεῖσθαί φαμεν. οὐ‐ | |
δεὶς γάρ ποτε ἐτόλμησεν ἐν τῇ καθολικῇ ἐκκλησίᾳ εἰπεῖν ὅτι ὥσπερ | ||
655 | τρεῖς ὑποστάσεις, οὕτω καὶ τρεῖς φύσεις εἰσὶν τῆς ἁγίας τριάδος, ὥστε καὶ δύνασθαι λέγειν μίαν φύσιν ἐκ τῶν τριῶν φύσεων συν‐ τεθεῖσθαι πρὸς σάρκα. τρεῖς γὰρ φύσεις ἐπὶ τῆς ἁγίας τριάδος μόνος Ἄρειος τολμήσας εἰπεῖν ὡς βλάσφημος κατεκρίθη. | |
5 | Διὰ τοῦτο τοίνυν κατὰ τὸν ὀρθὸν λόγον δύο φύσεων ἕνωσιν λέγομεν καὶ μίαν ὑπόστασιν, ἐπειδὴ ὁ τοῦ θεοῦ υἱὸς κατὰ τὴν ὑπόστασιν ἕτερος ὢν παρὰ τὸν πατέρα, τῆς αὐτῆς δὲ φύσεως ὢν τῷ πατρὶ ἐν τῇ ἰδίᾳ ὑποστάσει, ἐδημιούργησεν ἑαυτῷ σάρκα ἐψυχωμένην ψυχῇ λογικῇ καὶ νοερᾷ, ὅπερ δηλοῖ ἀνθρωπίνῃ φύσει | |
10 | ἑνωθῆναι τὸν τοῦ θεοῦ λόγον καὶ οὐχ ὑποστάσει ἤτοι προσώπῳ τοῦ δή τινος. ἔστι τοίνυν ὁ τοῦ θεοῦ λόγος καὶ σαρκωθεὶς μία ὑπόστασις ἐν ἑκατέρᾳ φύσει γνωριζόμενος, ἔν τε τῇ θείᾳ, ἐν ᾗ ὑπῆρχε κατὰ τὸ Ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων, καὶ ἐν τῇ ἀνθρωπίνῃ κατὰ τὸ Ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος. καὶ | |
15 | διὰ τοῦτο εὐσεβῶς εἴποι τις ἂν μίαν ὑπόστασιν τοῦ θεοῦ λό‐ γου σύνθετον, ἤπερ μίαν φύσιν σύνθετον, ἐπειδὴ ὅτε καθ’ ἑαυ‐ τὴν ἁπλῶς φύσις λέγεται μὴ προσκειμένου ταύτῃ ἰδικοῦ τινος προσώπου, ἀόριστόν τι καὶ ἀνυπόστατον δηλοῖ· τὸ δὲ ἀόριστον πρὸς οὐδὲν συντεθῆναι δύναται. εἰ δέ τις καὶ μετὰ τοὺς τοιού‐ | |
20 | τους λόγους πρὸς φιλονεικίαν μόνην ὁρῶν ἀντιθεῖναι ἐπιχειρήσοι, | |
656 | λέγων ὅτι κατὰ τὸν ἀποδοθέντα τῆς φύσεως λόγον χρὴ καὶ τὴν ἀνθρωπίνην φύσιν τοῦ Χριστοῦ ἰδίαν ὑπόστασιν ἤτοι πρόσωπον ἴδιον ἔχειν, πρόδηλός ἐστιν ὁ τοιοῦτος ὅτι προϋποστάντι ἀνθρώ‐ πῳ ἑνωθῆναι λέγει τὸν λόγον καὶ σχετικὴν γεγενῆσθαι τὴν ἕνω‐ | |
5 | σιν· δύο γὰρ ὑποστάσεων ἤτοι προσώπων καθ’ ὑπόστασιν ἕνω‐ σιν γενέσθαι ἀδύνατον. ὥστε ὁ ταῦτα λέγων, τὸ δυνατὸν τοῦ θεοῦ λόγοις ἀνθρωπίνης σοφίας κενῶσαι σπουδάζων, ἀγνοεῖ τὸ μέγα τῆς εὐσεβείας μυστήριον, ὅπερ καρδίᾳ μὲν πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν· οὔτε γὰρ ἡ | |
10 | ἀνθρωπίνη φύσις τοῦ Χριστοῦ ἁπλῶς ποτε λέγεται, ἀλλ’ οὔτε ἰδίαν ὑπόστασιν ἤτοι πρόσωπον ἔσχεν, ἀλλ’ ἐν τῇ ὑποστάσει τοῦ λόγου τὴν ἀρχὴν τῆς ὑπάρξεως ἔλαβεν. ὅθεν αὐτὸν τὸν θεὸν λόγον ἀτρέπτως ἄνθρωπον γεγενῆσθαι ὁμολογοῦμεν, καὶ οὐκ εἰς ἄνθρω‐ πόν τινα αὐτὸν ἐληλυθέναι, καὶ τοῦ αὐτοῦ θεοῦ λόγου σαρκω‐ | |
15 | θέντος τὴν ἐκ παρθένου γέννησιν εἶναι, καὶ διὰ τοῦτο θεοτόκον εἶναι τὴν ἁγίαν ἔνδοξον ἀειπαρθένον Μαρίαν. διὰ τοῦτο καὶ πρὸ τῆς σαρκώσεως τοῦ θεοῦ λόγου καὶ μετὰ τὴν αὐτοῦ σάρκωσιν τρεῖς ὑποστάσεις λέγομεν, τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, τῆς ἁγίας τριάδος τετάρτης ὑποστάσεως ἤτοι | |
20 | προσώπου προσθήκην μὴ ἐπιδεξαμένης. ἐκ τούτων τοίνυν πάν‐ των διελέγχονται οἳ λέγοντες πρὸ τῆς ἑνώσεως δύο φύσεις ὡς προϋ‐ | |
ποστάντα λέγουσιν τὸν ἄνθρωπον, καὶ οὕτως ἑνωθῆναι τῷ θεῷ | ||
657 | λόγῳ, κατὰ τὴν μανίαν Θεοδώρου καὶ Νεστορίου τῶν ἀσεβῶν, οἵ τε λέγοντες μὴ χρῆναι λέγειν μετὰ τὴν ἕνωσιν δύο φύσεις ἐπὶ Χριστοῦ, ἀλλὰ μίαν φύσιν καὶ φαντασίαν εἰσάγοντες, κατὰ Ἀπολλινάριον καὶ Εὐτυχέα τοὺς ἀσεβεῖς. ἀλλ’ οὗτοι μὲν ταῦτα. | |
5 | οἱ δὲ ἅγιοι πατέρες μετὰ τὴν τοῦ λόγου ἐνανθρώπησιν θεωρήσαν‐ τες τὰ ἐξ ὧν ὁ Χριστός, καὶ ὅτι ἀσύγχυτοι μεμενήκασιν αἱ φύ‐ σεις, ὀρθότατα τὰς δύο φύσεις, τήν τε θείαν καὶ ἀνθρωπίνην, ἐν τῷ Χριστῷ εἶναι εἰρήκασιν. οὔτε γὰρ πρὸ τῆς ἐνανθρωπήσεως δύο φύσεις ἦσαν τοῦ κυρίου, οὔτε μετὰ τὴν ἐνανθρώπησιν αἱ | |
10 | δύο μία γεγόνασιν, εἰ καὶ ἐν μιᾷ ὑποστάσει γνωρίζονται. Ταῦτα δὲ καὶ ἐκ τῶν θείων γραφῶν καὶ ἐκ τῆς τῶν πατέ‐ ρων διδασκαλίας διδαχθέντες πρὸς ἀνατροπὴν τῶν συγχεόντων καὶ τεμνόντων τὸ τῆς θείας οἰκονομίας μυστήριον εἰκότως ἐγρά‐ ψαμεν, καὶ οὐ τῷ σαφηνίζειν τὰ ἐξ ὧν ἐστι καὶ ἐν οἷς γνωρίζε‐ | |
15 | ται ὁ Χριστὸς σύγχυσιν ἢ διαίρεσιν τῇ θείᾳ οἰκονομίᾳ εἰσάγομεν. ἀμέλει δοξολογίαν καὶ τὸν τῆς ἑνώσεως λόγον προφέροντες ἕνα Χριστὸν καὶ υἱὸν καὶ κύριον τὸν τοῦ θεοῦ λόγον σεσαρκωμένον καὶ ἐνανθρωπήσαντα ὁμολογοῦμέν τε καὶ προσκυνοῦμεν σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι. τούτων οὕτως ὑπὸ τῆς τοῦ θεοῦ | |
20 | καθολικῆς ἐκκλησίας ὁμολογουμένων, γινώσκειν βουλόμεθα πάν‐ | |
τας τοὺς Χριστιανοὺς ὅτι ὥσπερ ἕνα θεὸν καὶ κύριον ἔχομεν, οὕ‐ | ||
658 | τω καὶ μίαν πίστιν. εἷς γάρ ἐστιν ὅρος πίστεως τὸ ὁμολογεῖν καὶ ὀρθῶς δοξάζειν πατέρα καὶ Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ καὶ ἅγιον πνεῦμα. ταύτην τὴν ὁμολογίαν φυλάττομεν, εἰς ἣν καὶ ἐβαπτί‐ σθημεν, δωρηθεῖσαν μὲν παρὰ τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος | |
5 | ἡμῶν Ἰησοῦ Χριστοῦ τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς καὶ ἀποστό‐ λοις, παρ’ αὐτῶν δὲ κηρυχθεῖσαν ἐν ὅλῳ τῷ κόσμῳ. οἱ δὲ τιʹ καὶ ηʹ ἅγιοι πατέρες οἱ συναχθέντες ἐν Νικαίᾳ κατὰ Ἀρείου, καὶ τοῦτον μετὰ τῆς αὐτοῦ ἀσεβείας καταδικάσαντες, τὴν αὐτὴν ὁμο‐ λογίαν ἤτοι σύμβολον καὶ μάθημα τῆς πίστεως παραδεδώκασι | |
10 | τῇ ἁγίᾳ τοῦ θεοῦ ἐκκλησίᾳ, καὶ μετ’ ἐκείνους οἱ ρνʹ ἅγιοι πατέ‐ ρες οἱ συναχθέντες ἐν Κωνσταντινουπόλει κατὰ Μακεδονίου τοῦ πνευματομάχου καὶ Μάγνου τοῦ Ἀπολλιναριστοῦ καὶ τούτους κα‐ ταδικάσαντες μετὰ τῆς αὐτῶν ἀσεβείας, ἀκολουθοῦντές τε κατὰ πάντα τῷ αὐτῷ ἁγίῳ συμβόλῳ τῷ παρὰ τῶν τιηʹ ἁγίων | |
15 | πατέρων παραδοθέντι, ἐτράνωσαν τὰ περὶ τῆς θεότητος τοῦ ἁγίου πνεύματος. ἔτι δὲ καὶ οἱ ἐν Ἐφέσῳ συναχθέντες τὸ πρό‐ τερον ἅγιοι πατέρες κατὰ Νεστορίου τοῦ δυσσεβοῦς καὶ οἱ ἐν Χαλκηδόνι ἅγιοι πατέρες κατὰ Εὐτυχοῦς τοῦ δυσσεβοῦς, ἀκολου‐ θήσαντες κατὰ πάντα τῷ εἰρημένῳ ἁγίῳ συμβόλῳ ἤτοι μαθήματι | |
20 | τῆς πίστεως, κατεδίκασαν τοὺς προειρημένους αἱρετικοὺς μετὰ τῆς αὐτῶν ἀσεβείας καὶ τῶν τὰ ὅμοια αὐτοῖς φρονησάντων ἢ φρο‐ | |
νούντων. | ||
659 | Καὶ πρὸς τούτοις ἀνεθεμάτισαν τοὺς ἕτερον ὅρον πίστεως ἤτοι σύμβολον καὶ μάθημα παραδιδόντας τοῖς προσιοῦσιν τῷ ἁγίῳ βαπτίσματι ἢ ἐξ οἵας δή ποτε αἱρέσεως ἐπιστρέφουσι πα‐ ρὰ τὸν παραδοθέντα, ὡς εἴρηται, ὑπὸ τῶν τιʹ καὶ ηʹ ἁγίων | |
5 | πατέρων καὶ τρανωθέντα ὑπὸ τῶν ρνʹ ἁγίων πατέρων. Τούτων οὕτως ἐχόντων συνείδαμεν καὶ κεφάλαια ὑποτάξαι τήν τε τῆς ὀρθῆς πίστεως ὁμολογίαν ἐν συντόμῳ τήν τε τῶν αἱ‐ ρετικῶν κατάκρισιν περιέχοντα. Εἴ τις οὐχ ὁμολογεῖ πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, | |
10 | τριάδα ὁμοούσιον, μίαν θεότητα, ἤγουν φύσιν καὶ οὐσίαν, μίαν τε δύναμιν καὶ ἐξουσίαν ἐν τρισὶν ὑποστάσεσιν, ἤγουν προσώποις, προσκυνουμένην, ὁ τοιοῦτος ἀνάθεμα ἔστω. Εἴ τις οὐχ ὁμολογεῖ τὸν πρὸ αἰώνων καὶ ἀχρόνως ἐκ τοῦ πατρὸς γεννηθέντα θεὸν λόγον, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν σαρ‐ | |
15 | κωθέντα ἐκ τῆς ἁγίας θεοτόκου καὶ ἀειπαρθένου Μαρίας καὶ ἄνθρωπον γενόμενον, γεννηθέντα ἐξ αὐτῆς, καὶ διὰ τοῦτο τοῦ αὐτοῦ θεοῦ λόγου εἶναι τὰς δύο γεννήσεις, τήν τε πρὸ αἰώνων ἀσωμάτως καὶ τὴν ἐπ’ ἐσχάτων τῶν ἡμερῶν κατὰ σάρκα, ὁ τοι‐ οῦτος ἀνάθεμα ἔστω. | |
20 | Εἴ τις λέγει ἄλλον εἶναι τὸν θεὸν λόγον τὸν θαυματουρ‐ | |
γήσαντα καὶ ἄλλον τὸν Χριστὸν τὸν παθόντα, ἢ τὸν θεὸν λόγον | ||
660 | συνεῖναι λέγει τῷ Χριστῷ, γενομένῳ ἐκ γυναικός, ἢ ἐν αὐτῷ εἶναι ὡς ἄλλον ἐν ἄλλῳ, ἀλλ’ οὐχὶ ἕνα καὶ τὸν αὐτὸν κύριον ἡμῶν Ἰη‐ σοῦν Χριστὸν τὸν τοῦ θεοῦ λόγον σαρκωθέντα καὶ ἐνανθρωπή‐ σαντα, καὶ τοῦ αὐτοῦ τά τε θαύματα καὶ τὰ πάθη, ἅπερ ἑκου‐ | |
5 | σίως ὑπέμεινε σαρκί, ὁ τοιοῦτος ἀνάθεμα ἔστω. Εἴ τις λέγει κατὰ χάριν ἢ κατ’ ἐνέργειαν ἢ κατ’ ἀξίαν ἢ κατ’ ἰσοτιμίαν ἢ κατ’ αὐθεντίαν ἢ ἀναφορὰν ἢ σχέσιν ἢ δύνα‐ μιν τὴν ἕνωσιν τοῦ θεοῦ λόγου πρὸς ἄνθρωπον γεγενῆσθαι ἢ καθ’ ὁμωνυμίαν, καθ’ ἣν οἱ Νεστοριανοί, καὶ τὸν θεὸν λόγον Χρι‐ | |
10 | στὸν καλοῦντες, καὶ τὸν ἄνθρωπον κεχωρισμένως Χριστὸν ὀνομά‐ ζοντες, κατὰ μόνην τὴν προσηγορίαν ἕνα Χριστὸν λέγοντες, ἢ εἴ τις λέγει κατ’ εὐδοκίαν τὴν ἕνωσιν γεγενῆσθαι, καθὼς Θεόδωρος ὁ αἱρετικὸς αὐταῖς λέξεσι λέγει, ὡς ἀρεσθέντος τοῦ θεοῦ λόγου τοῦ ἀνθρώπου ἀπὸ τοῦ εὖ καὶ καλὰ δόξαι αὐτῷ περὶ αὐτοῦ, ἀλλ’ | |
15 | οὐχὶ καθ’ ὑπόστασιν τοῦ θεοῦ λόγου πρὸς τὴν σάρκα, ἐψυχωμέ‐ νην ψυχῇ λογικῇ καὶ νοερᾷ, τὴν ἕνωσιν ὁμολογεῖ, καὶ διὰ τοῦτο μίαν αὐτοῦ τὴν ὑπόστασιν σύνθετον, ὁ τοιοῦτος ἀνάθεμα ἔστω. Εἴ τις κατὰ ἀναφορὰν ἢ καταχρηστικῶς θεοτόκον λέγει τὴν ἁγίαν ἔνδοξον ἀειπαρθένον Μαρίαν ἢ ἀνθρωποτόκον ἢ χριστοτό‐ | |
20 | κον, ὡς τοῦ Χριστοῦ μὴ ὄντος θεοῦ, ἀλλὰ μὴ κυρίως καὶ κατ’ | |
ἀλήθειαν θεοτόκον αὐτὴν ὁμολογεῖ, διὰ τὸ τὸν πρὸ αἰώνων ἐκ | ||
661 | τοῦ πατρὸς γεννηθέντα θεὸν λόγον ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ἐξ αὐτῆς σαρκωθῆναι καὶ γεννηθῆναι, ὁ τοιοῦτος ἀνάθεμα ἔστω. Εἴ τις οὐχ ὁμολογεῖ τὸν ἐσταυρωμένον σαρκὶ κύριον ἡμῶν Ἰησοῦν Χριστὸν θεὸν εἶναι ἀληθινὸν καὶ κύριον τῆς δόξης καὶ | |
5 | ἕνα τῆς ἁγίας τριάδος, ὁ τοιοῦτος ἀνάθεμα ἔστω. Εἴ τις ἐν δυσὶ φύσεσι λέγων μὴ ὡς ἐν θεότητι καὶ ἐν ἀν‐ θρωπότητι τὸν ἕνα κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν τοῦ θεοῦ λόγον σαρκωθέντα ὁμολογεῖ, μηδὲ ἐπὶ τῷ σημᾶναι τὴν διαφορὰν τῶν φύσεων, ἐξ ὧν καὶ συνετέθη, ἀλλ’ ἐπὶ διαιρέσει τῇ ἀνὰ μέ‐ | |
10 | ρος τὴν τοιαύτην λαμβάνει φωνὴν ἐπὶ τοῦ κατὰ Χριστὸν μυστη‐ ρίου, ὡς κεχωρισμένας καὶ ἰδιοϋποστάτους εἶναι τὰς φύσεις, κα‐ θὼς Θεόδωρος καὶ Νεστόριος βλασφημοῦσιν, ὁ τοιοῦτος ἀνά‐ θεμα ἔστω. Εἴ τις ἐπὶ τοῦ ἑνὸς κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τουτέ‐ | |
15 | στιν τοῦ σαρκωθέντος θεοῦ λόγου, τὸν ἀριθμὸν τῶν φύσεων ὁμο‐ λογῶν μὴ τῇ θεωρίᾳ τὴν διαφορὰν τούτων ἐξ ὧν καὶ συνετέθη λαμβάνει, ὡς ταύτης οὐκ ἀνῃρημένης διὰ τὴν ἕνωσιν, ἀλλ’ ἐπὶ διαιρέσει τῇ ἀνὰ μέρος τῷ ἀριθμῷ κέχρηται, ὁ τοιοῦτος ἀνάθεμα ἔστω. | |
20 | Εἴ τις λέγων μίαν φύσιν τοῦ θεοῦ λόγου σεσαρκωμένην οὐχ | |
οὕτως αὐτὸ ἐκλαμβάνει ὡς ὅτι ἐκ τῆς θείας φύσεως καὶ τῆς ἀν‐ | ||
662 | θρωπίνης εἷς Χριστὸς ἀπετελέσθη, ὁμοούσιος τῷ πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιος ἡμῖν ὁ αὐτὸς κατὰ τὴν ἀνθρωπότητα, ἀλλ’ ὅτι τῆς θεότητος καὶ τῆς σαρκὸς τοῦ Χριστοῦ μία φύσις ἤτοι οὐσία ἀπετελέσθη κατὰ τὴν Ἀπολλιναρίου καὶ Εὐτυχοῦς κα‐ | |
5 | κοπιστίαν, ὁ τοιοῦτος ἀνάθεμα ἔστω. ἐφίσης γὰρ καὶ τοὺς ἀνὰ μέρος διαιροῦντας ἤτοι τέμνοντας καὶ τοὺς συγχέοντας τὸ τῆς θείας οἰκονομίας μυστήριον τοῦ Χριστοῦ ἀποστρέφεται καὶ ἀνα‐ θεματίζει ἡ καθολικὴ ἐκκλησία. Εἴ τις μὴ ἀναθεματίζει Ἄρειον, Εὐνόμιον, Μακεδόνιον, | |
10 | Ἀπολλινάριον, Νεστόριον, Εὐτυχέα, καὶ τοὺς τὰ ὅμοια τούτοις φρονοῦντας ἢ φρονήσαντας, ἀνάθεμα ἔστω. Εἴ τις ἀντιποιεῖται Θεοδώρου τοῦ Μοψουεστίας, τοῦ εἰπόν‐ τος ἄλλον εἶναι τὸν θεὸν λόγον καὶ ἄλλον τὸν Χριστόν, ὑπὸ παθῶν ψυχῆς καὶ τῶν τῆς σαρκὸς ἐπιθυμιῶν ἐνοχλούμενον, καὶ | |
15 | ἐκ προκοπῆς ἔργων βελτιωθέντα, καὶ βαπτισθέντα εἰς ὄνομα πα‐ τρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, καὶ διὰ τοῦ βαπτίσματος τὴν χάριν τοῦ ἁγίου πνεύματος λαβεῖν καὶ υἱοθεσίας ἀξιωθῆναι, καὶ κατ’ ἰσότητα βασιλικῆς εἰκόνος εἰς πρόσωπον τοῦ θεοῦ λόγου προσκυνούμενον καὶ μετὰ τὴν ἀνάστασιν ἄτρεπτον ταῖς ἐννοίαις | |
20 | καὶ ἀναμάρτητον παντελῶς γενόμενον, καὶ πάλιν εἰρηκότος τὴν ἕνωσιν τοῦ θεοῦ λόγου πρὸς τὸν Χριστὸν τοιαύτην γεγενῆσθαι, | |
οἵαν εἶπεν ὁ ἀπόστολος ἐπὶ ἀνδρὸς καὶ γυναικός, Ἔσονται οἱ δύο | ||
663 | εἰς σάρκα μίαν, καὶ πρὸς ταῖς ἄλλαις ἀναριθμήτοις αὐτοῦ βλασ‐ φημίαις τολμήσαντος εἰπεῖν ὅτι μετὰ τὴν ἀνάστασιν ἐμφυσήσας ὁ κύριος τοῖς μαθηταῖς καὶ εἰπών, Λάβετε πνεῦμα ἅγιον, οὐ δε‐ δωκὼς αὐτοῖς πνεῦμα ἅγιον, ἀλλὰ σχήματι μόνον ἐνεφύσησεν. | |
5 | οὗτος δὲ καὶ τὴν ὁμολογίαν Θωμᾶ, ἣν ἐπὶ τῇ ψηλαφήσει τῶν χειρῶν καὶ τῆς πλευρᾶς τοῦ κυρίου μετὰ τὴν ἀνάστασιν τὸ Ὁ κύ‐ ριός μου καὶ θεός μου εἶπεν, μὴ εἰρῆσθαι περὶ τοῦ Χριστοῦ παρὰ τοῦ Θωμᾶ· οὐδὲ γὰρ εἶναι λέγει τὸν Χριστὸν θεόν, ἀλλ’ ἐπὶ τῷ παραδόξῳ τῆς ἀναστάσεως ἐκπλαγέντα τὸν Θωμᾶν ὑμνῆ‐ | |
10 | σαι τὸν θεὸν τὸν ἐγείραντα τὸν Χριστόν. τὸ δὲ χεῖρον, ὅτι καὶ ἐν τῇ τῶν Πράξεων τῶν ἀποστόλων γενομένῃ παρ’ αὐτοῦ δῆθεν ἑρμηνείᾳ συγκρίνων ὁ αὐτὸς Θεόδωρος τὸν Χριστὸν Πλάτωνι καὶ Μανιχαίῳ καὶ Ἐπικούρῳ καὶ Μαρκίωνι λέγει ὅτι ὥσπερ ἐκείνων ἕκαστος εὑράμενος οἰκεῖον δόγμα τοὺς αὐτῷ μαθητεύσαντας πε‐ | |
15 | ποίηκε καλεῖσθαι Πλατωνικοὺς καὶ Μανιχαίους καὶ Ἐπικουρείους καὶ Μαρκιωνιστάς, τὸν ὅμοιον τρόπον καὶ τοῦ Χριστοῦ εὑραμέ‐ νου τὸ δόγμα ἐξ αὐτοῦ τοὺς χριστιανοὺς καλεῖσθαι. εἴ τις τοίνυν ἀντιποιεῖται Θεοδώρου τοῦ τὰ τοιαῦτα βλασφημήσαντος, ἀλλὰ μὴ ἀναθεματίζει αὐτὸν καὶ τὰ αὐτοῦ συγγράμματα καὶ τοὺς τὰ | |
20 | ὅμοια αὐτοῦ φρονοῦντας ἢ φρονήσαντας, ἀνάθεμα ἔστω. Εἴ τις ἀντιποιεῖται τῶν συγγραμμάτων Θεοδωρήτου, ἅπερ | |
ἐξέθετο ὑπὲρ Νεστορίου τοῦ αἱρετικοῦ καὶ κατὰ τῆς ὀρθῆς πί‐ | ||
664 | στεως καὶ τῆς ἐν Ἐφέσῳ πρώτης ἁγίας συνόδου καὶ τοῦ ἐν ἁγίοις Κυρίλλου καὶ τῶν ιβʹ αὐτοῦ κεφαλαίων, ἐν οἷς ἀσεβέσι συγγράμ‐ μασι σχετικὴν λέγει τὴν ἕνωσιν τοῦ θεοῦ λόγου πρὸς τόν τινα ἄν‐ θρωπον, περὶ οὗ βλασφημῶν λέγει ὅτι ἐψηλάφησεν Θωμᾶς τὸν | |
5 | ἀναστάντα καὶ προσεκύνησε τὸν ἐγείραντα. καὶ διὰ τοῦτο ἀσε‐ βεῖς καλεῖ τοὺς τῆς ἐκκλησίας διδασκάλους τοὺς καθ’ ὑπόστασιν τὴν ἕνωσιν τοῦ θεοῦ λόγου πρὸς τὴν σάρκα ὁμολογοῦντας. καὶ πρὸς τούτοις θεοτόκον ἀπαρνεῖται τὴν ἁγίαν ἔνδοξον ἀειπαρθένον Μαρίαν. εἴ τις τοίνυν τὰ εἰρημένα συγγράμματα Θεοδωρήτου | |
10 | ἐπαινεῖ, ἀλλὰ μὴ ἀναθεματίζει αὐτά, ὁ τοιοῦτος ἀνάθεμα ἔστω. διὰ ταύτας γὰρ τὰς βλασφημίας τῆς ἐπισκοπῆς ἐξεβλήθη, καὶ μετὰ ταῦτα ἐν τῇ ἁγίᾳ συνόδῳ τῇ ἐν Χαλκηδόνι συνωθήθη πάν‐ τα τὰ ἐναντία τοῖς μνημονευθεῖσιν αὐτοῦ συγγράμμασιν ποιῆσαι καὶ τὴν ὀρθὴν πίστιν ὁμολογῆσαι. | |
15 | Εἴ τις ἀντιποιεῖται τῆς ἀσεβοῦς ἐπιστολῆς τῆς λεγομένης παρὰ Ἴβα γεγράφθαι πρὸς Μάριν τὸν Πέρσην τὸν αἱρετικόν, τῆς ἀρνουμένης τὸν θεὸν λόγον ἄνθρωπον γεγενῆσθαι καὶ λεγούσης μὴ τὸν λόγον ἐκ τῆς παρθένου σαρκωθέντα γεννηθῆναι, ἀλλὰ ψιλὸν ἄνθρωπον ἐξ αὐτῆς γεννηθῆναι, ὃν ναὸν ἀποκαλεῖ, ὡς | |
20 | ἄλλον εἶναι τὸν θεὸν λόγον καὶ ἄλλον τὸν ἄνθρωπον, πρὸς τού‐ τοις δὲ ἐνυβριζούσης τὴν ἐν Ἐφέσῳ πρώτην σύνοδον, ὡς χωρὶς | |
ζητήσεως καὶ κρίσεως Νεστόριον καταδικάσασαν, καὶ τὸν ἐν | ||
665 | ἁγίοις Κύριλλον αἱρετικὸν ἀποκαλούσης καὶ ἀσεβῆ τὰ ιβʹ αὐτοῦ κεφάλαια, Νεστόριον δὲ καὶ Θεόδωρον μετὰ τῶν ἀσεβῶν αὐτοῦ συγγραμμάτων ἐπαινούσης καὶ ἐκδικούσης· εἴ τις τοίνυν, καθὰ εἴρηται, τὴν εἰρημένην ἀσεβῆ ἐπιστολὴν ἐκδικεῖ ἢ ὀρθὴν αὐτὴν | |
5 | εἶναι λέγει ἢ μέρος αὐτῆς, ἀλλὰ μὴ ἀναθεματίζει αὐτήν, ἀνά‐ θεμα ἔστω. Τῆς τοιαύτης τοίνυν ἐπιστολῆς δικαίως ἀναθεματισθείσης διὰ τὰς περιεχομένας αὐτῇ βλασφημίας, οἱ τὰ Θεοδώρου καὶ Νεστορίου τῶν ἀσεβῶν φρονοῦντες ἐπιχειροῦσι λέγειν ταύτην δε‐ | |
10 | δέχθαι παρὰ τῆς ἁγίας ἐν Χαλκηδόνι συνόδου. τοῦτο δὲ λέγουσι τὴν μὲν ἁγίαν σύνοδον συκοφαντοῦντες, τῷ δὲ ταύτης προσχή‐ ματι σπουδάζοντες τῆς ὀφειλομένης κατακρίσεως ἐλευθερῶσαι Θεόδωρον καὶ Νεστόριον καὶ τὴν ἀσεβῆ ἐπιστολήν, περὶ ἧς Ἴβας πολλάκις κατηγορηθεὶς οὐκ ἐτόλμησε ταύτην οἰκειώσασθαι διὰ | |
15 | τὰς περιεχομένας αὐτῇ βλασφημίας. καὶ ταῦτα ἀποδείξομεν ἐκ τῶν διαφόρως περὶ τούτου κεκινημένων. ἐν γὰρ τοῖς παρὰ Φω‐ τίου καὶ Εὐσταθίου πεπραγμένοις ἐν Τύρῳ κατηγορούμενος ὁ προλεχθεὶς Ἴβας περὶ τῶν ὕβρεων τοῦ ἐν ἁγίοις Κυρίλλου φανε‐ ρῶς κατέθετο μετὰ τὴν ἕνωσιν τῶν ἀνατολικῶν τὴν πρὸς τὸν ἐν | |
20 | ἁγίοις Κύριλλον μηδὲν ὕβρεως ἐχόμενον εἰρηκέναι περὶ αὐτοῦ. ἡ δὲ ἐπιστολὴ ἡ πεπληρωμένη τῶν εἰρημένων βλασφημιῶν, ἐφ’ | |
αἷς κατηγορεῖτο Ἴβας, πολλὰς κατὰ τοῦ ἐν ἁγίοις Κυρίλλου | ||
666 | ὕβρεις περιέχουσα παρίστησιν ὅτι μετὰ τὴν ἕνωσιν τὴν πρὸς τοὺς ἀνατολικοὺς γέγονεν· ἐξ οὗ δείκνυται Ἴβας ταύτην ἀπαρνη‐ σάμενος. ὅθεν οἱ μνημονευθέντες Φώτιος καὶ Εὐστάθιος διὰ τὴν τῶν ἐγκαλούντων πληροφορίαν ἐγγράφως διετύπωσαν τὸν εἰρημέ‐ | |
5 | νον Ἴβαν πάντα τὰ ἐναντία τῇ ἐπιστολῇ πρᾶξαι, καθὼς ἡ περὶ τούτου δοθεῖσα παρ’ αὐτῶν ἐπίκρισις δείκνυσιν. ἀλλὰ μὴ πληρώ‐ σας Ἴβας τὰ παρ’ ἐκείνων ἐπικριθέντα ἐξεβλήθη τῆς ἐπισκοπῆς διὰ τὰς βλασφημίας τῆς εἰρημένης ἐπιστολῆς, καὶ Νόννος ἀντ’ αὐ‐ τοῦ ἐχειροτονήθη, ὃς καὶ συνεκαθέσθη τῇ ἁγίᾳ ἐν Χαλκηδόνι | |
10 | συνόδῳ. Περὶ τῶν αὐτῶν τοίνυν καὶ ἐν Χαλκηδόνι κατηγορηθεὶς ὁ μνημονευθεὶς Ἴβας μετὰ τὴν ἀνάγνωσιν τῆς ἀσεβοῦς ἐπιστολῆς οὐκ ἐτόλμησε ταύτην οἰκειώσασθαι, ἀλλ’ εὐθὺς αὐταῖς λέξεσιν ἐπήγαγεν ὅτι Ἀλλότριός εἰμι τῶν ἐπαγομένων μοι. ὅθεν ἡ ἁγία | |
15 | σύνοδος, μὴ ἀρκεσθεῖσα τῇ ἀρνήσει Ἴβα τῇ ἐπὶ τῇ ἀσεβεῖ ἐπιστολῇ, συνώθησεν αὐτὸν τἀναντία ταύτῃ πρᾶξαι. τουτέστιν τὴν ἐν αὐ‐ τῇ ἀθετουμένην ὀρθὴν πίστιν ὁμολογῆσαι καὶ τὴν ἐν Ἐφέσῳ πρώτην ἁγίαν σύνοδον δέξασθαι καὶ τὸν ἐν ἁγίοις Κύριλλον πα‐ τέρα καὶ διδάσκαλον ἐπιγράψασθαι τὰ ἐν τῇ αὐτῇ ἀσεβεῖ ἐπι‐ | |
20 | στολῇ ὑβριζόμενα καὶ Νεστόριον καὶ τὸ ἀσεβὲς αὐτοῦ δόγμα ἀνα‐ θεματίσαι, ὅπερ ἡ ἀσεβὴς ἐπιστολὴ ἐπαινεῖ καὶ ἐκδικεῖ. Εἰ τοίνυν καὶ αὐτὸς Ἴβας διαφόρως κατηγορηθεὶς περὶ τῆς | |
ἀσεβοῦς ἐπιστολῆς οὐκ ἐτόλμησεν αὐτὴν οἰκειώσασθαι, ἀλλὰ | ||
667 | καὶ ἡ ἐν Χαλκηδόνι ἁγία σύνοδος πάντα τὰ ἐναντία ταύτης πα‐ ρεσκεύασεν αὐτὸν πρᾶξαι, πῶς εἶχεν ἡ αὐτὴ ἁγία σύνοδος τὴν εἰρημένην ἐπιστολὴν δέξασθαι καὶ τῷ κρίματι τῆς περιεχομένης αὐτῇ ἀσεβείας ὑποπεσεῖν, ἀφ’ ἧς Ἴβαν ἐλευθερῶσαι ἐσπούδασεν; | |
5 | Ἐπειδὴ δὲ πάσας ὑπερβαίνοντες τὰς περιεχομένας τῇ ἐπι‐ στολῇ βλασφημίας οἱ αἱρετικοὶ τοῦτο μόνον ἐξ αὐτῆς προφέρουσι τὸ πρὸς ἀπάτην τῶν ἁπλουστέρων παρὰ τοῦ τὴν ἐπιστολὴν γρά‐ ψαντος εἰρημένον, τοῦτ’ ἔστιν δύο φύσεις, μίαν δύναμιν, ἓν πρόσωπον, ἀποδείξομεν αὐτὸν καὶ ἐν τούτῳ τὴν ἰδίαν ἀσέβειαν | |
10 | παραμιγνύντα. τίνος γὰρ ἂν καὶ λέγοι δύο φύσεις καὶ ἓν πρόσω‐ πον ὁ ἀπαρνούμενος τὸν θεὸν λόγον σαρκωθῆναι ἐκ τῆς ἁγίας ἐν‐ δόξου θεοτόκου καὶ ἀειπαρθένου Μαρίας καὶ τεχθῆναι ἐξ αὐτῆς; ἀλλὰ πρόδηλον ὡς ἑκάστῃ φύσει ἴδιον πρόσωπον ἀπονέμει, κα‐ θὼς Θεόδωρος καὶ Νεστόριος ἐν τοῖς οἰκείοις λόγοις βλασφη‐ | |
15 | μοῦντες ἐξέθεντο· οὓς καὶ ἐκδικεῖ ὁ γράψας τὴν ἐπιστολὴν μετὰ τῆς αὐτῶν ἀσεβείας. ἐκεῖνοι γὰρ φανερῶς λέγουσι δύο πρόσωπα τοῦ θεοῦ λόγου καὶ τοῦ Χριστοῦ, ὃν ψιλὸν ἄνθρωπον ἀποκα‐ λοῦσι κατὰ σχετικὴν συνάφειαν, καὶ τὴν αὐτὴν ἀξίαν τε καὶ τι‐ μὴν ἓν πρόσωπον ἀναφαίνεσθαι λέγουσιν. ἀλλὰ καὶ τῶν δύο φύ‐ | |
20 | σεων μίαν δύναμιν ἤτοι δυναστείαν λέγων ὁ γράψας τὴν ἐπιστο‐ λὴν φανερός ἐστιν ὡς καὶ ἐν τούτῳ ἀκολουθεῖ τοῖς εἰρημένοις αἱ‐ | |
ρετικοῖς, Θεοδώρῳ μὲν λέγοντι ἐν τοῖς περὶ ἐνανθρωπήσεως | ||
668 | αὐτοῦ διαφόροις λόγοις ἀσεβῶς ἐκτεθεῖσιν, Νεστορίῳ δὲ ἐν πολ‐ λοῖς συγγράμμασι, μάλιστα δὲ ἐν τῇ ἐπιστολῇ τῇ γραφείσῃ πρὸς Ἀλέξανδρον τὸν αἱρετικὸν Ἱεραπολίτην, ὅτι τῶν δύο φύσεων μία ἐστὶν αὐθεντία καὶ μία δύναμις ἤτοι δυναστεία καὶ ἓν πρόσωπον | |
5 | κατὰ μίαν ἀξίαν καὶ τὴν αὐτὴν τιμήν. ἀφ’ ὧν ἀποδείκνυται ὁ τὴν ἐπιστολὴν γράψας κατὰ τὴν ἐκείνων κακοδοξίαν ἀντὶ προσώ‐ πων τῇ τῶν φύσεων προσηγορίᾳ χρησάμενος. μία γὰρ αὐθεντία καὶ μία δύναμις ἤτοι δυναστεία καὶ μία ἀξία καὶ ἡ αὐτὴ τιμὴ οὐκ ἐπὶ διαφόρων φύσεων, ἀλλ’ ἐπὶ διαφόρων προσώπων καὶ | |
10 | τῆς αὐτῆς οὐσίας λέγεται, ὅπερ ἐπὶ τῆς ἁγίας τριάδος ὁμολογοῦ‐ μεν. ὅθεν καὶ οἱ ἅγιοι πατέρες ἀνεθεμάτισαν τοὺς κατ’ αὐθεν‐ τίαν ἢ δύναμιν ἤτοι δυναστείαν ἢ ἀξίαν ἢ ἰσοτίμως λέγοντας τὸν θεὸν λόγον τῷ Χριστῷ ἡνῶσθαι, ὃν ψιλὸν ἄνθρωπον οἱ ἀπὸ Θεοδώρου καὶ Νεστορίου καλοῦσιν, ἀλλ’ οὐχὶ καθ’ ὑπόστασιν | |
15 | τὴν τοῦ λόγου πρὸς τὴν σάρκα, ἐψυχωμένην ψυχῇ λογικῇ καὶ νοερᾷ, τὴν ἕνωσιν γεγενῆσθαι ὁμολογοῦντας. Καὶ ἤρκει μὲν ταῦτα πρὸς τὸ διελέγξαι τὴν ἀσέβειαν τῶν ἐκδικούντων τὴν μυσαρὰν ἐκείνην ἐπιστολήν. πλὴν ὅμως καὶ πρὸς τῷ τέλει τῆς αὐτῆς ἐπιστολῆς ὁ ταύτην γράψας τὴν ἰδίαν | |
20 | δείκνυσι κακοδοξίαν, λέγων ὅτι δεῖ πιστεύειν εἰς τὸν ναὸν καὶ | |
εἰς τὸν ἐνοικοῦντα ἐν τῷ ναῷ· ἐν οἷς φανερῶς δύο εἰσάγει | ||
669 | πρόσωπα. ἀλλὰ καὶ ταύτην τὴν ἀσέβειαν ὁ γράψας τὴν ἐπιστο‐ λὴν παρὰ Θεοδώρου καὶ Νεστορίου ἐδιδάχθη. ἡ μέντοι καθολικὴ ἐκκλησία τὴν τοιαύτην κακοδοξίαν κατακρίνουσα οὐχὶ εἰς τὸν ναὸν καὶ εἰς τὸν ἐνοικοῦντα ἐν τῷ ναῷ, ἀλλ’ εἰς ἕνα κύριον | |
5 | Ἰησοῦν Χριστὸν τὸν τοῦ θεοῦ λόγον σαρκωθέντα καὶ ἐνανθρω‐ πήσαντα ὁμολογεῖν καὶ πιστεύειν παραδίδωσιν. οὐδὲν δὲ θαυμα‐ στὸν εἰ τῇ τῶν φύσεων ὀνομασίᾳ ἐχρήσατο ὁ τὴν ἀσεβῆ ἐκείνην ἐπιστολὴν γράψας· ἔθος γὰρ τοῖς αἱρετικοῖς πρὸς ἀπάτην τῶν ἁπλουστέρων ταῖς παρὰ τῶν ὀρθοδόξων εὐσεβῶς λεγομέναις φω‐ | |
10 | ναῖς κεχρῆσθαι καὶ τὴν εὐσεβῆ τούτων ἔννοιάν τε καὶ ἐξήγησιν πρὸς τὴν οἰκείαν μεταφέρειν ἀσέβειαν, ἐπειδὴ ἔστιν ὅτε αἱ αὐταὶ φωναὶ καλῶς μὲν ἐξηγούμεναι καὶ νοούμεναι μετὰ τῆς εὐσεβείας εἰσί, κακῶς δὲ παρὰ τῶν αἱρετικῶν ἑρμηνευόμεναι καὶ προφερό‐ μεναι τὸ ἀσεβὲς ἔχουσιν. | |
15 | Ἀμέλει Νεστόριον εἰπόντα μὲν δύο φύσεις καὶ ἓν πρόσωπον, μὴ ὁμολογοῦντα δὲ τούτων τὴν καθ’ ὑπόστασιν ἕνωσιν, ἡ ἐν Ἐφέσῳ πρώτη ἁγία σύνοδος, ἧς ἐξῆρχον Καιλεστῖνος καὶ Κύριλ‐ λος οἱ ἐν ὁσίᾳ τῇ μνήμῃ, οὐ προσεδέξατο, ἀλλὰ καὶ κατεδίκα‐ σεν. ἡμεῖς δὲ τῇ τῶν ἁγίων πατέρων διδασκαλίᾳ διὰ πόντων ἀκο‐ | |
20 | λουθοῦντες, καὶ τὴν τῶν δύο φύσεων ἕνωσιν, ἐξ ὧν ὁ κύριος | |
ἡμῶν Ἰησοῦς ὁ Χριστός, ὁ εἷς τῆς ἁγίας τριάδος, ὁ θεὸς λόγος | ||
670 | σαρκωθείς, συνετέθη, καὶ τὴν τούτων διαφορὰν οὐκ ἀνῃρημένην διὰ τὴν ἕνωσιν, ὡς ἀνωτέρω σαφέστερον ἀπεδείξαμεν. Καὶ ἤρκει μὲν τὰ παρ’ ἡμῶν εἰρημένα πληροφορῆσαι τοὺς μὴ βουλομένους φιλονεικεῖν· ἀλλ’ ἐπειδὴ πρὸς ἀσέβειαν ἅπαξ | |
5 | ἐκκλίναντες καὶ ἑτέροις ἐπιχειροῦσιν, ἀναγκαίως ἡμεῖς καὶ τὰς τοιαύτας αὐτῶν προφάσεις ματαίας ἀποδείξομεν. φασὶ γὰρ μὴ δεῖν ὑπὸ μέμψιν γενέσθαι τὴν ἀσεβῆ ἐπιστολὴν διὰ τὸ φέρεσθαι ἔν τισι βιβλίοις. ἀλλ’ εἰ τοῦτό τις κατὰ τὴν αὐτῶν ἄνοιαν προσ‐ δέξηται, δεῖ καὶ Εὐτυχέα καὶ Νεστόριον δέχεσθαι, ἐπειδὴ πολ‐ | |
10 | λὰ καὶ περὶ τούτων τοῖς ἐν τῇ συνόδῳ πεπραγμένοις ἐμφέρεται· ἀλλ’ οὐδεὶς τῶν εὖ φρονούντων τοῖς παρ’ αὐτῶν λεγομένοις προσ‐ έξει τὸν νοῦν. τὰ γὰρ περὶ τῶν αἱρετικῶν ἐν ταῖς συνόδοις προ‐ φερόμενα καὶ μέρος τῶν ὑπομνημάτων γινόμενα οὐκ ἐπὶ τῷ ἐλευ‐ θερωθῆναι, ἀλλ’ εἰς ἔλεγχον αὐτῶν καὶ ἐπὶ μείζονι κατακρίσει | |
15 | αὐτῶν τε καὶ τῶν τὰ ὅμοια τούτοις φρονούντων παραλαμβάνεται. Εἰ καὶ ὅτι τὰ τῆς ἀσεβοῦς ἐπιστολῆς φερόμενα ὑπομνήματα ἔν τισι μὲν βιβλίοις, ὡς εἴρηται, ἐντέτακται, ἐν δὲ τοῖς αὐθεν‐ τικοῖς, ἐν οἷς ὑπέγραψαν οἱ ὁσιώτατοι ἐπίσκοποι, οὐδαμῶς ηὕρη‐ ται, πλὴν κἀκείνῳ δεῖ προσέχειν τοὺς τὴν ἀλήθειαν ἐρευνῶντας, | |
20 | ὅτι πολλάκις τινὰ ἐν ταῖς συνόδοις παρά τινων ἐν αὐτοῖς εὑρι‐ | |
σκομένων λέγεται ἢ κατὰ προσπάθειαν ἢ κατ’ ἐναντίωσιν ἢ κατὰ | ||
671 | ἄγνοιαν. οὐδεὶς δὲ προσέχει τοῖς κατὰ μέρος παρά τινων λεγομέ‐ νοις, ἀλλὰ μόνοις τοῖς κατὰ κοινὴν συναίνεσιν παρὰ πάντων ὁρι‐ ζομένοις. εἰ γὰρ κατ’ ἐκείνους βουληθείη τις προσέχειν ταῖς τοιαύταις ἐναντιώσεσιν, ἑκάστη σύνοδος εὑρίσκεται ἑαυτὴν ἀνα‐ | |
5 | τρέπουσα. Διὰ ταῦτα τοίνυν ἔδει αὐτούς, εἴπερ ὀρθῶς ἐδέχοντο τὴν ἁγίαν σύνοδον, μὴ τοιαύτας αὐτῇ μέμψεις περιάπτειν, ἀλλὰ ἀκολουθῆσαι τοῖς διδασκάλοις τῆς καθολικῆς ἐκκλησίας, καὶ μά‐ λιστα τοῖς ἐν ἁγίοις Ἀθανασίῳ τῷ γενομένῳ τῆς Ἀλεξανδρέων | |
10 | ἐπισκόπῳ καὶ πολλοὺς καὶ μεγάλους ἀγῶνας ἀναδεξαμένῳ ὑπὲρ τῆς ὀρθῆς τῶν χριστιανῶν πίστεως κατὰ πάσης αἱρέσεως, καὶ μά‐ λιστα τῶν ἀσεβεστάτων Ἀρειανῶν. τῶν γὰρ αὐτῶν Ἀρειανῶν πρὸς ἀπάτην τῶν λαῶν εἰς τὴν ἑαυτῶν μερίδα ἐπισπωμένων Διο‐ νύσιον, πρὸ πολλῶν ἐτῶν τοῦ ἐν ἁγίοις Ἀθανασίου τῆς Ἀλεξαν‐ | |
15 | δρέων γενόμενον ἐπίσκοπον, καὶ λεγόντων ὡς καὶ αὐτὸς Διονύ‐ σιος τὰ ὅμοια αὐτοῖς ἐφρόνησεν, Ἀθανάσιος ὁ μέγας τῆς ἐκκλη‐ σίας διδάσκαλος πολλοῖς τρόποις ἐγγράφως ἀπέδειξεν τὴν ὀρθὴν πίστιν Διονύσιον ἐξ ἀρχῆς κηρῦξαι καὶ μηδαμῶς ἐπικοινωνῆσαι τῇ τῶν Ἀρειανῶν ἀσεβείᾳ. οὗτοι δὲ τὰ τῶν αἱρετικῶν φρονοῦν‐ | |
20 | τες εἰς τὴν οἰκείαν ἀσέβειαν ταύτῃ περιάπτειν σπουδάζουσιν. ὁποῖον δέ ἐστι κατάκριμα καὶ ποία ἐπίκειται ἀρὰ τοῖς εἰς πατέρας | |
ἁμαρτάνουσιν διδάσκει ἡμᾶς καὶ ἡ θεία γραφή. εἰ γὰρ Χὰμ ὁ | ||
672 | υἱὸς τοῦ Νῶε θεασάμενος γυμνὸν τὸν ἴδιον πατέρα, καὶ μὴ καλύ‐ ψας τὴν τοῦ πατρὸς σωματικὴν γύμνωσιν, ἐξελθὼν ἀπήγγειλε ταύτην τοῖς ἀδελφοῖς, καὶ ἐκεῖνοι ἱματίῳ ταύτην περιεσκέπασαν, αὐτὸς δὲ Χὰμ καὶ οἱ ἐξ αὐτοῦ γεννηθέντες ὑπὸ κατάραν γεγόνα‐ | |
5 | σιν, οἱ δὲ σκεπάσαντες εὐλογίας μεγάλης ἠξιώθησαν, πολλῷ μᾶλλον οὗτοι μείζονος καὶ ἔτι πλείονος κατακρίσεως εἰσιν ἄξιοι οἱ τὴν μηδαμῶς προσοῦσαν ἀτιμίαν τῇ συνόδῳ σπουδάζοντες διὰ τῆς ἀσεβείας τῆς ἐπιστολῆς καὶ Θεοδώρου περιάπτειν αὐτῇ. ἀλλ’ οὐ διὰ τοῦτο ἡ ἀσεβὴς ἐπιστολὴ ἢ οἱ ταύτης ἀντιποιούμενοι ἐκ‐ | |
10 | φεύξονται τὴν ἐπὶ τῇ αὐτῶν ἀσεβείᾳ κατάκρισιν, ἀλλ’ οὐδὲ Θεό‐ δωρος ὁ Ἕλληνάς τε καὶ Ἰουδαίους καὶ πάντας αἱρετικοὺς τῇ ἀσε‐ βείᾳ ὑπερβαλόμενος. οὗτος γὰρ πρὸς ταῖς ἄλλαις αὐτοῦ βλασφη‐ μίαις οὐκ ἠρκέσθη τῷ πρὸς τὴν ἰδίαν πλάνην παρερμηνεῦσαι τὸ σύμβολον τῶν τιʹ καὶ ηʹ ἁγίων πατέρων, ἀλλὰ καὶ περιφρο‐ | |
15 | νήσας τούτου ἕτερον σύμβολον ἐξέθετο πάσης ἀσεβείας πεπληρω‐ μένον, ἐν ᾧ ἀναθεματίσαι τοὺς ἑτέρως φρονοῦντας ἢ παραδιδόν‐ τας ἐτόλμησεν, ὥστε ὅσον κατὰ τὴν ἐκείνου μανίαν πάντας τοὺς ἁγίους ἀποστόλους καὶ πατέρας κατακεκρίσθαι. τοῦτο δὲ τὸ ἀσε‐ βὲς Θεοδώρου σύμβολον καὶ ἐν τῇ κατ’ Ἔφεσον πρώτῃ συνόδῳ | |
20 | προκομισθὲν καὶ ἐν Χαλκηδόνι ἀναγνωσθὲν ὑφ’ ἑκατέρας συνό‐ δου μετὰ τοῦ ἐκθεμένου καὶ τῶν δεξαμένων αὐτὸ κατεκρίθη. | |
ἐπειδὴ δέ τινες τὸν ὑπὲρ Θεοδώρου λόγον ποιούμενοι, προφερο‐ | ||
673 | μένων τῶν ἀσεβῶν αὐτοῦ συγγραμμάτων, διὰ τὴν ἐνοῦσαν αὐ‐ τοῖς βλασφημίαν προσποιοῦνται μὲν λέγειν ὅτι ἀσεβῆ ταῦτα τυγ‐ χάνει, αὐτὸν δὲ τὸν τὴν τοιαύτην ἀσέβειαν ἐξεμέσαντα παραι‐ τοῦνται ἀναθεματίζειν, θαυμάζομεν τὴν τούτων ἄνοιαν, ὅτι | |
5 | τῇ θείᾳ τολμῶσιν ἐναντιοῦσθαι γραφῇ, φανερῶς λεγούσῃ ὅτι ἐν ἴσῳ μισητὰ θεῷ καὶ ὁ ἀσεβῶν καὶ ἡ ἀσέβεια αὐτοῦ· καὶ γὰρ τὸ πραχθὲν σὺν τῷ δράσαντι κολασθήσεται. εἰ δὲ ὁμοίως τῇ αὐ‐ τοῦ ἀσεβείᾳ μισητὸς θεῷ καὶ ὁ ἀσεβῶν, πρόδηλον ὡς ὁ τοιοῦτος κεχώρισται τοῦ θεοῦ καὶ τῷ ἀναθέματι δικαίως ὑποβάλλεται. | |
10 | τὸ γὰρ ἀνάθεμα οὐδὲν ἕτερον σημαίνει ἢ τὸν ἀπὸ τοῦ θεοῦ χω‐ ρισμόν, ὡς ἐν τῇ παλαιᾷ καὶ τῇ καινῇ διαθήκῃ τὸ περὶ τοῦ ἀνα‐ θέματος κρῖμα δηλοῖ. ὅτι δὲ καὶ κύριος τοὺς μὴ μένοντας ἐν τῷ τῆς ἀληθείας αὐτοῦ λόγῳ κεχωρισμένους εἶναι λέγει τῆς ἐκκλησίας, ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ πρὸς τοὺς Ἰουδαίους διαλεγόμε‐ | |
15 | νος οὕτω φησί, Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας. ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκείᾳ εἰς τὸν αἰῶνα· ὁ δὲ υἱὸς μένει εἰς τὸν αἰῶνα. ὅτι δὲ τὴν παρὰ τοῦ κυρίου ὠνομασμέ‐ νην οἰκίαν ἡ θεία γραφὴ ἐκκλησίαν θεοῦ ζῶντος καλεῖ ὁ ἀπόστο‐ λος μαρτυρεῖ ἐν τῇ πρὸς Τιμόθεον πρώτῃ ἐπιστολῇ. εἰ δὲ λέ‐ | |
20 | γουσί τινες μὴ δεῖν Θεόδωρον μετὰ θάνατον ἀναθεματίζεσθαι, ἴστωσαν οἱ τὸν τοιοῦτον αἱρετικὸν ἐκδικοῦντες ὡς πᾶς αἱρετικὸς | |
μέχρι τέλους τῇ οἰκείᾳ πλάνῃ ἐμμείνας δικαιότερον διηνεκεῖ ἀνα‐ | ||
674 | θεματισμῷ καὶ μετὰ θάνατον ὑποβάλλεται. καὶ τοῦτο ἐπὶ πολ‐ λοῖς γέγονεν αἱρετικοῖς ἀρχαιοτέροις τε καὶ τοῖς ἐγγυτέρω, τουτέ‐ στιν Βαλεντίνῳ, Βασιλείδῃ, Μαρκίωνι, Κηρίνθῳ, Μανιχαίῳ, Εὐνομίῳ καὶ Βονόσῳ. τοῦτο δὲ αὐτὸ καὶ ἐπὶ Θεοδώρου γέγονεν, | |
5 | καὶ ἐν ζωῇ κατηγορηθέντι καὶ μετὰ θάνατον ἀναθεματισθέντι ὑπὸ τῶν ἁγίων πατέρων, οἷς εἰ μὴ βούλονται πείθεσθαι ὡς αἱ‐ ρετικοὶ οἱ τούτου ἀντιποιούμενοι, τῇ γοῦν παρ’ αὐτῶν ἐκδικου‐ μένῃ ἀσεβεῖ ἐπιστολῇ πιστευσάτωσαν, ἥτις εἰ καὶ τὰ μάλιστα Θεόδωρον ἐκδικεῖ, ὅμως φανερῶς λέγει ὅτι καὶ ἐπ’ ἐκκλησίας | |
10 | παρὰ ἁγίων πατέρων ἀνεθεματίσθη· καὶ ἐξ ἐκείνου πολλὴ ζήτη‐ σις γέγονεν περὶ τῶν αὐτοῦ συγγραμμάτων, ὡς ἀσεβείας δηλον‐ ότι πεπληρωμένων. τοῦτο δὲ ἐποίουν τηνικαῦτα οἱ τῆς καθολι‐ κῆς ἐκκλησίας διδάσκαλοι, ἐφ’ ᾧ μὴ τοὺς ἁπλουστέρους τυγχά‐ νοντας τοῖς ἐκείνου ἀσεβέσι συγγράμμασι τῆς ὀρθῆς παρατρέπε‐ | |
15 | σθαι πίστεως. ὅτι δὲ οἱ ἀσεβεῖς εἰ καὶ μὴ τὸν κατὰ πρόσωπον ἐν ζωῇ δέξονται ἀναθεματισμόν, ὅμως καὶ μετὰ θάνατον ἀναθε‐ ματίζονται ὑπὸ τῆς καθολικῆς ἐκκλησίας δείκνυται ἐκ τῶν ἁγίων συνόδων. ἡ μὲν γὰρ ἐν Νικαίᾳ τοὺς τὸ ἀσεβὲς Ἀρείου φρόνημα πρεσβεύοντας ἀνωνύμως ἀνεθεμάτισεν, ἡ δὲ ἐν Κωνσταντινου‐ | |
20 | πόλει τὴν Μακεδονίου ἀσεβεστάτην αἵρεσιν· ἀλλ’ ὅμως ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία καὶ μετὰ θάνατον Ἄρειον καὶ Μακεδόνιον ὀνο‐ | |
μαστὶ ἀναθεματίζει. ἐκ πολλῶν δὲ τῶν ἀποδείξεων ἐλεγχόμενοι | ||
675 | ὡς ἀσεβοῦσι διακενῆς οἱ Θεοδώρου καὶ τῆς ἀσεβείας αὐτοῦ ἀντι‐ ποιούμενοι, ἐφ’ ἑτέραν ματαίαν πρόφασιν καταφεύγουσι, λέ‐ γοντες μὴ δεῖν αὐτὸν ἀναθεματισθῆναι διὰ τὸ ἐν τῇ κοινωνίᾳ τῶν ἐκκλησιῶν τετελευτηκέναι. ἔδει δὲ αὐτοὺς εἰδέναι ὡς ἐκεῖνοι | |
5 | τελευτῶσιν ἐν τῇ κοινωνίᾳ τῶν ἐκκλησιῶν οἱ τὸ κοινὸν τῆς εὐ‐ σεβείας δόγμα τὸ ἐπὶ τῆς καθολικῆς κηρυττόμενον ἐκκλησίας μέ‐ χρι τέλους φυλάξαντες. οὗτος δὲ τῇ οἰκείᾳ ἐντελευτήσας ἀσεβείᾳ ἀπὸ πάσης ἐκκλησίας ἐξεβλήθη. ἀμέλει τοι καὶ πᾶν τὸ πλήρωμα τῆς ἐν Μομψουεστίᾳ ἐκκλησίας, ἐν ᾗ λέγεται ἐπίσκοπος γεγενῆ‐ | |
10 | σθαι, διὰ τὰς βλασφημίας, δι’ ἅσπερ Ἕλλησί τε καὶ Ἰουδαίοις καὶ Σοδομίταις παρὰ τῶν ἁγίων πατέρων συνηριθμήθη, ἀπή‐ λειψαν ἐξ ἐκείνου τῶν ἱερῶν τῆς ἐκκλησίας διπτύχων τὴν τούτου προσηγορίαν, ὡς τὰ περὶ τούτου συστάντα κατὰ τὴν αὐτὴν πό‐ λιν παρὰ τῇ συνόδῳ τῆς ἐπαρχίας ὑπομνήματα δείκνυσιν. | |
15 | Θαυμάζομεν τοίνυν τοὺς ἐκδικοῦντας Θεόδωρον οἰκειου‐ μένους αὐτόν τε καὶ τὴν αὐτοῦ ἀσέβειαν, ὅπου γε ἡ ἐκκλησία ἐν ᾗ γέγονεν ἐπίσκοπος ὡς αἱρετικὸν ἐκ πολλῶν τῶν χρόνων αὐτὸν ἀπεβάλετο. ὅτι δὲ ἐπὶ κατακρίσει οἰκείᾳ τὴν τοιαύτην προβάλλον‐ ται πρόφασιν οἱ Θεόδωρον ἐκδικοῦντες ἔξεστι γνῶναι καὶ ἐξ | |
20 | αὐτοῦ τοῦ ἐπὶ Ἰούδα γενομένου φοβεροῦ κρίματος. ἐκεῖνος γὰρ | |
νομίσας λανθάνειν τὸν τὰ κρυπτὰ τῶν ἀνθρώπων γινώσκοντα | ||
676 | ἐκοινώνησε τῶν μυστηρίων τοῖς ἀποστόλοις. ἀλλ’ ὅμως οὐδὲν αὐτὸν ὤνησεν καὶ ἡ μετὰ ὑποκρίσεως κοινωνία, ἀλλ’ οὐδὲ τὸ καὶ μετὰ θάνατον αὐτοῦ δώδεκα ὀνομασθῆναι τοὺς μαθητάς, ὥς φησιν Ἰωάννης ὁ εὐαγγελιστὴς λέγων, Θωμᾶς δὲ ὁ λεγόμενος δί‐ | |
5 | δυμος, εἷς τῶν ιβʹ, οὐκ ἦν μετ’ αὐτῶν, ὅτε ἦλθεν ὁ Ἰησοῦς, ἢ ἐξαιρεῖ τὸν Ἰούδαν τῆς κατακρίσεως ἢ συναριθμεῖσθαι ποιεῖ τοῖς ἀποστόλοις. ἀμέλει τοι μετὰ τὴν τοῦ κυρίου ἀνάληψιν οἱ ἀπόστολοι δι’ οἰκείας ψήφου τὸν αὐτὸν Ἰούδαν καὶ μετὰ θάνατον κατεδίκασαν, καὶ ἕτερον ἀντεισήγαγον. ὅτι δὲ ματαίαν πρόφασιν | |
10 | προβάλλονται λέγοντες μὴ δεῖν τοὺς τελευτῶντας αἱρετικοὺς ἀνα‐ θεματίζεσθαι καὶ ἐξ αὐτῶν τῶν τοῦ κυρίου ῥημάτων ἀποδείξο‐ μεν. τοὺς γὰρ ἀσεβεῖς καὶ ἔτι ζῶντας νεκροὺς ὀνομάζει, λέγων, Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς· ὥσπερ οὖν καὶ τοὺς δικαίους τελευτήσαντας ζῶντας ἀποκαλεῖ· λέγει γὰρ περὶ | |
15 | Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ὅτι ὁ θεὸς οὐκ ἔστι νεκρῶν ἀλλὰ ζώντων. εἰ τοίνυν κατὰ τοὺς ἐκείνων λόγους οὐ χρὴ τοὺς αἱρετι‐ κοὺς τελευτῶντας ἀναθεματίζεσθαι, οὐδὲ ζῶντες αἱρετικοὶ ἀνα‐ θεματισθήσονται, οὓς ὁ κύριος νεκροὺς ἀποκαλεῖ διὰ τὸ ἀποκε‐ χωρισμένους εἶναι αὐτοῦ τοῦ εἰπόντος, Ἐγώ εἰμι ἡ ζωή. καὶ κατ’ | |
20 | αὐτοὺς λοιπὸν οὔτε ζῶντες οὔτε τελευτῶντες αἱρετικοὶ ἀναθεμα‐ τισθήσονται, καὶ μάτην κατ’ ἐκείνους ἡ ἀποστολικὴ διδασκαλία | |
παραδέδωκεν ἀναθεματίζεσθαι τοὺς παραδιδόντας παρ’ ὃ παρε‐ | ||
677 | λάβαμεν, μάτην αἱ ἅγιαι σύνοδοι τοὺς αἱρετικοὺς κατέκριναν, μάτην καὶ οἱ ἄλλοι ἅγιοι πατέρες καὶ διδάσκαλοι τῆς ἐκκλησίας τοὺς αἱρετικοὺς ἀνεθεμάτισαν. μέμψονται δὲ καὶ Ἱερεμίᾳ τῷ προφήτῃ εἰπόντι, Ἐπικατάρατος ὁ ποιῶν τὰ ἔργα κυρίου ἀμελῶς, | |
5 | καὶ Δαβὶδ τῷ προφήτῃ λέγοντι, Ἐπικατάρατοι οἱ ἐκκλίναντες ἀπὸ τῶν ἐντολῶν σου, καὶ συντόμως εἰπεῖν, πάσῃ τῇ θείᾳ γρα‐ φῇ, πολλαχοῦ τὰς τοιαύτας κατακρίσεις ἐπαγούσῃ τοῖς ἀσεβέσιν. εἰ δὲ οἱ ἀμελῶς ποιοῦντες τὰ ἔργα κυρίου καὶ ἁμαρτάνοντες περὶ τὰς αὐτοῦ ἐντολὰς τοιαύταις κατακρίσεσιν ὑποβάλλονται, πόσῳ | |
10 | μᾶλλον Θεόδωρος ὁ ἀσεβὴς ὁ τοιαῦτα κατ’ αὐτοῦ τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ βλασφημήσας δικαιότε‐ ρον κατακέκριται καὶ ἀναθεματίζεται; καὶ ἤρκει μὲν ταῦτα πρὸς ταῖς παρατεθείσαις ἀνωτέρω τε καὶ ἐν ἑτέροις ἡμῶν λόγοις ἀπο‐ δείξεσι περὶ τοῦ δεῖν καὶ μετὰ τελευτὴν τοὺς αἱρετικοὺς κατα‐ | |
15 | κρίνεσθαι καταισχύνειν τοὺς Θεοδώρου μεταποιουμένους καὶ παύσονται τῆς τοιαύτης ἀσεβείας· διὰ δὲ τὸ ἐμφιλονείκως τοῖς αὐτοῖς ἐπιμένειν τὸ πλέον ἐροῦμεν ὅτι τινὲς τῶν συναχθέντων ἐν τῇ κατὰ Νίκαιαν ἁγίᾳ συνόδῳ καὶ ὑπογράψαντες τῷ ἐκτεθέντι παρ’ αὐτῆς ὅρῳ ἤτοι συμβόλῳ τῆς πίστεως, ἐπειδὴ μετὰ ταῦτα | |
20 | ἐναντία φρονήσαντες ἐφάνησαν, οἱ μὲν ζῶντες, οἱ δὲ μετὰ θά‐ νατον ἀνεθεματίσθησαν παρὰ Δαμάσου τοῦ τῆς ὁσίας μνήμης | |
πάπα τῆς πρεσβυτέρας Ῥώμης καὶ τῆς ἐν Σαρδικῇ οἰκουμενικῆς | ||
678 | συνόδου, καθὰ μαρτυρεῖ ὁ ἐν ἁγίοις Ἀθανάσιος. ἀλλὰ καὶ ἡ ἐν Χαλκηδόνι ἁγία σύνοδος Δόμνον τὸν Ἀντιοχείας γενόμενον ἐπί‐ σκοπον μετὰ θάνατον κατεδίκασεν, τολμήσαντα μόνον γράψαι δεῖν παρασιωπηθῆναι τὰ ιβʹ κεφάλαια τοῦ ἐν ἁγίοις Κυρίλλου. | |
5 | ἐπειδὴ δὲ οἱ Θεοδώρου ἀντιποιούμενοι αἱρετικοὶ πάσης προτάσεως καὶ ἐγχειρήσεως ἐκπεπτωκότες ἐπεχείρησαν λέγειν πρὸς ἀπάτην τῶν ἀγνοούντων ὡς ὁ τῆς ὁσίας μνήμης Κύριλλος ἔν τινι μέρει ἐπιστολῆς τοῦτον ἐπῄνεσεν, ἐκ πολλῶν ἀποδείκνυται ὅτι οὐ συμ‐ βαίνει τὸ αὐτῶν ἐγχείρημα τοῖς εἰρημένοις παρὰ τοῦ ἐν ἁγίοις | |
10 | Κυρίλλου ἐν διαφόροις αὐτοῦ λόγοις κατὰ τοῦ δυσσεβοῦς Θεοδώ‐ ρου, ἐν οἷς ἀσεβέστερον αὐτὸν πάντων τῶν ἄλλων αἱρετικῶν ἀπο‐ δείξας, εἶτα οὐκ ἐνεγκὼν τὸ πλῆθός τε καὶ μέγεθος τῶν αὐτοῦ βλασφημιῶν τῶν εἰρημένων κατὰ τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ἀπεφθέγξατο οὕτως εἰπών, Ἐξέστη ὁ | |
15 | οὐρανὸς ἐπὶ τούτῳ καὶ ἔφριξεν ἐπὶ πλείω σφόδρα, λέγει κύριος. ὢ τῆς ἀποῤῥήτου σκαιότητος, ὢ γλώσσης λαλούσης ἀδικίαν κατὰ τοῦ θεοῦ καὶ τὸ κέρας αἰρούσης. καὶ πάλιν, Ἐπίθες, ἄνθρωπε, τῇ σαυτοῦ γλώττῃ θύραν καὶ μοχλόν· παῦσαι τὸ κέρας εἰς ὕψος ἐπαίρων καὶ λαλῶν ἀδικίαν κατὰ τοῦ θεοῦ. μέχρι τίνος ἐπιπη‐ | |
20 | δᾷς ἀνεξικακοῦντι Χριστῷ; εἰς νοῦν ἔχε τὸ γεγραμμένον παρὰ τοῦ θεσπεσίου Παύλου, Οὕτω δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελ‐ | |
φοὺς καὶ πλήττοντες αὐτῶν ἀσθενοῦσαν τὴν συνείδησιν εἰς Χρι‐ | ||
679 | στὸν ἁμαρτάνετε. καὶ ἵνα τί καὶ ἐκ προφητικῶν φθέγξωμαι βι‐ βλίων, Ἐδικαιώθη Σόδομα ἐκ σοῦ. νενίκηκας τὰς Ἑλλήνων ἀθυ‐ ροστομίας, ἃς ἐποιήσαντο κατὰ Χριστοῦ, μωρίαν ἡγούμενοι τὸν σταυρόν. οὐδὲν ὄντα διέδειξας τὰ τῆς Ἰουδαϊκῆς ἀπονοίας | |
5 | ἐγκλήματα. τούτων τοίνυν οὕτως ἐπὶ κατακρίσει τοῦ ἀσεβοῦς Θεοδώρου ὑπὸ τοῦ ἐν ἁγίοις Κυρίλλου εἰρημένων, εἰ καὶ δοίη τις κατὰ τοὺς ἐκείνων λόγους τὸν ἐν ἁγίοις Κύριλλον εἰρηκέναι τι ὑπὲρ Θεοδώρου, οὐδὲ τοῦτο ἐξαιρεῖται αὐτὸν τῆς κατακρίσεως. εὑρίσκομεν γὰρ ὡς πολλοὶ τῶν ἄλλων πατέρων τινὰς τῶν αἱρετι‐ | |
10 | κῶν ἀπεδέξαντο, ὥσπερ καὶ οἱ ἐν ἁγίοις Δάμασος καὶ Ἀθανά‐ σιος καὶ Βασίλειος Ἀπολλινάριον, καὶ Λέων δὲ ὁ τῆς ὁσίας μνή‐ μης Εὐτυχέα. καὶ ὅμως ἐπειδὴ φανερὰ γέγονεν ἡ τούτων ἀσέβεια, οὐκ ἐξέφυγον διὰ τὴν τοιαύτην ἀποδοχὴν οἱ αἱρετικοὶ τὴν μετὰ ταῦτα εἰς οἰκεῖον πρόσωπον καὶ τὴν αὐτῶν ἀσέβειαν γενομένην | |
15 | κατάκρισίν τε καὶ ἀναθεματισμόν. τοσαύτη δέ ἐστιν ἡ μανία τῶν Θεόδωρον ἐκδικούντων ὅτι τολμῶσι καταψεύδεσθαι καὶ Γρη‐ γορίου τοῦ θεολόγου καὶ Ἰωάννου τοῦ Κωνσταντινουπόλεως, ὡς ἐπιστολὰς πρὸς αὐτὸν Θεόδωρον ἀποστειλάντων πεπληρωμένας ἐπαίνου· ὅπερ ψεύδους ἐστὶ μεστόν. Γρηγόριος μὲν γὰρ ὅτε ὑπὲρ | |
20 | τῆς ἀληθείας ἐν Κωνσταντινουπόλει ἀγωνισάμενος καὶ τοὺς λαοὺς ἀπὸ τῆς τῶν Ἀρειανῶν πλάνης εἰς τὴν ὀρθόδοξον πίστιν ἐπιστρέ‐ ψας εἰς τὴν οἰκείαν ἐπανῆλθε πατρίδα, τὰς παρὰ τῶν αἱρετικῶν | |
κακούργως προφερομένας ἐπιστολὰς οὐ πρὸς Θεόδωρον τὸν Μο‐ | ||
680 | ψουεστίας ἔγραψεν, ἀλλὰ πρὸς Θεόδωρον ἐπίσκοπον Τυάνων, ἥτις ἐστὶν τῆς δευτέρας Καππαδοκῶν μητρόπολις· τῆς δὲ αὐτῆς χώρας ἐστὶν ἡ Ναζιανζός, ἧς γέγονεν ἐπίσκοπος ὁ αὐτὸς ἐν ἁγίοις Γρηγόριος, καὶ Ἀριανζὸς τὸ χωρίον, ὅθεν ὥρμητο. τοῦτο | |
5 | γὰρ καὶ αὐταὶ σαφῶς δηλοῦσιν αἱ ἐπιστολαί, μεμνημέναι ἐθῶν καὶ συνόδων καὶ τοῦ αὐτοῦ χωρίου Ἀριανζοῦ καὶ ἑτέρων χωρίων τῆς αὐτῆς ἐπαρχίας καὶ μηνῶν τῇ ἐπιχωρίῳ διαλέκτῳ Καππαδο‐ κῶν ὠνομασμένων καὶ Βοσπορίου ἐπισκόπου ὑπ’ αὐτὸν τελοῦν‐ τος Κολωνίας τῆς πόλεως καὶ ἑτέρων ἐπισκόπων καὶ χωρεπισκό‐ | |
10 | πων καὶ μοναστηρίων ὑπὸ τὸν αὐτὸν τελούντων Θεόδωρον μνη‐ μονεύουσαι, ὧν καὶ μέχρι νῦν σώζεται τὰ αὐτὰ ὀνόματα. ποῖα δὲ μετουσία Καππαδόκαις πρὸς τοὺς ἀπὸ τῆς δευτέρας Κιλικίας ἢ τότε ἢ νῦν ὑπάρχει, διαμεμερισμένης τῆς τῶν ἐπαρχιῶν τούτων διοικήσεως; ἢ ποίους ἐπισκόπους ὑφ’ ἑαυτὸν ἔχειν ἠδύνατο ὁ | |
15 | Μοψουεστίας ἐπίσκοπος, αὐτὸς ὑπὸ τὸν τῆς αὐτῆς δευτέρας Κι‐ λικίας μητροπολίτην τελῶν; Ἰωάννης δὲ ὁ Κωνσταντινουπόλεως ἔγραψεν ἐπιστολὴν πρὸς Θεόδωρον τὸν Μοψουεστίας, οὐκ ἐπαί‐ νων δὲ ἀλλὰ μέμψεων καὶ ἐπιτιμήσεων οὖσαν μεστήν, ὡς ἐκπε‐ σόντος αὐτοῦ τῆς θεοσεβείας. συνασκήσας γὰρ αὐτῷ τὸν μονήρη | |
20 | βίον ἐν ἑνὶ καὶ τῷ αὐτῷ μοναστηρίῳ τῆς ἐκεῖσε συνδιαγωγῆς | |
ἀναμιμνήσκει αὐτόν, καὶ ταῦτα μαρτυροῦσι Σωζόμενος καὶ Ἡσύ‐ | ||
681 | χιος καὶ Σωκράτης καὶ Θεοδώρητος ὁ πολλοὺς ὑπὲρ Θεοδώρου λόγους τε καὶ ἐπαίνους ἐκτείνας. εἰ δὲ προφέρουσι μαρτυρίας Ἰωάννου τοῦ Ἀντιοχείας καὶ τῆς ὑπ’ αὐτὸν ἀνατολικῆς συνόδου ὑπὲρ Θεοδώρου καὶ τῆς αὐτοῦ ἀσεβείας γενομένας, ἀνάγκη αὐ‐ | |
5 | τοὺς κἀκεῖνα δέξασθαι, ἅπερ ὅσον τό γε ἐπ’ αὐτοῖς εἰς κατάκρι‐ σιν τοῦ ἐν ἁγίοις Κυρίλλου καὶ ἀθέτησιν τῆς ὀρθῆς πίστεως οἱ περὶ Ἰωάννην ἐτόλμησαν, καὶ ἅπερ ἔγραψαν, Νεστόριον καὶ τὴν αὐτοῦ κακοδοξίαν ἐπὶ πλεῖστον χρόνον ἐκδικοῦντες. καὶ τοῦτο δείκνυται ἐκ διαφόρων αὐτῶν λόγων τε καὶ ἐπιστολῶν πρὸς Θεο‐ | |
10 | δόσιον τὸν τῆς εὐσεβοῦς λήξεως καὶ ἑτέρους διαφόρους γραφει‐ σῶν. καὶ ταῦτα μὲν οὕτως. ἵνα δὲ μηδὲν τῆς ἀκριβείας παρα‐ λείψωμεν, ἀναγκαῖον ἐνομίσαμεν μνησθῆναι καὶ τῶν γραφέντων παρὰ Αὐγουστίνου τοῦ τῆς ὁσίας μνήμης ἐπισκόπου ἐν Ἀφρικῇ γενομένου. ζητήσεως γάρ τινος περὶ Καικιλιανοῦ μετὰ θάνατον | |
15 | αὐτοῦ κινηθείσης, ὡς τῆς ἐκκλησιαστικῆς παρατραπέντος παρα‐ δόσεως, καί τινων τούτου χάριν χωρισάντων ἑαυτοὺς τῆς καθο‐ λικῆς ἐκκλησίας, γράφει πρὸς Βονιφάτιον ὁ αὐτὸς τῆς ὁσίας μνήμης Αὐγουστῖνος ὡς οὐκ ἔδει τινὰς διὰ τοῦτο χωρίσαι ἑαυτοὺς τῆς καθολικῆς ἐκκλησίας· εἰ γὰρ ἀληθῆ ὑπῆρχεν τὰ ἐπαγόμενα | |
20 | Καικιλιανῷ, καὶ ἐφανερώθη ἐναντία φρονήσας τῆς καθολικῆς | |
καταστάσεως, καὶ μετὰ θάνατον ἂν τοῦτον ἀναθέματι ὑπέβαλον. | ||
682 | ἀλλὰ καὶ κανὼν τῆς ἁγίας ἐν Ἀφρικῇ συνόδου διαγορεύει τοὺς ἐπισκόπους τοὺς τὴν οἰκείαν περιουσίαν ἢ ἐν διαθήκῃ ἢ ἐξ ἀδια‐ θέτου αἱρετικῷ παραπέμποντας χρῆναι καὶ μετὰ θάνατον ἀναθε‐ ματίζεσθαι. πρὸς τούτοις δὲ ἅπασι τίς ἀγνοεῖ τὰ ἐν τοῖς ἡμετέ‐ | |
5 | ροις χρόνοις ἐν τῇ ἐκκλησίᾳ τῆς πρεσβυτέρας Ῥώμης γενόμενα κατὰ Διοσκόρου, ὃς οὐδὲν περὶ πίστιν ἡμαρτηκὼς διὰ μόνην ἐκ‐ κλησιαστικὴν κατάστασιν μετὰ θάνατον παρ’ αὐτῆς τῆς κατὰ Ῥώμην ἁγιωτάτης ἐκκλησίας ἀνεθεματίσθη. εἰ τοίνυν οἱ μηδὲν εἰς πίστιν πταίσαντες ἐπίσκοποι διὰ κατάστασιν ἐκκλησιαστικὴν | |
10 | καὶ διὰ χρηματικὴν αἰτίαν ἀναθέματι καὶ μετὰ θάνατον ὑποβάλ‐ λονται, πόσῳ μᾶλλον Θεόδωρος ὁ εἰς αὐτὸν τὸν θεὸν ἀσεβήσας; ὅσον δὲ πρὸς τὴν ἄνοιαν τῶν λεγόντων μὴ δεῖν ἀναθεματίζε‐ σθαι μετὰ θάνατον τοὺς ἐν τῇ οἰκείᾳ ἀσεβείᾳ τελευτῶντας, ἔδει μηδὲ τοὺς ἀδίκως κατακριθέντας πατέρας μετὰ θάνατον ἀνακα‐ | |
15 | λεῖσθαι, ὅπερ συμβέβηκεν καὶ ἐπὶ Ἰωάννῃ τῷ ἐν ὁσίᾳ τῇ μνήμῃ ἐπισκόπῳ γενομένῳ Κωνσταντινουπόλεως ὑπὸ τῆς καθολικῆς ἐκ‐ κλησίας μετὰ θάνατον ἀνακληθέντι καὶ ἐπὶ Φλαβιανῷ τῷ τῆς ὁσίας μνήμης, καὶ αὐτῷ Κωνσταντινουπόλεως γενομένῳ ἐπισκόπῳ, ἀδίκως μὲν ἐν ζωῇ κατακριθέντι, δικαίως δὲ μετὰ θάνατον ἀνα‐ | |
20 | κληθέντι ὑπό τε τοῦ τῆς ὁσίας μνήμης πάπα Λέοντος καὶ τῆς ἐν Χαλκηδόνι ἁγίας συνόδου. ἐντεῦθεν δὲ συμβαίνει κατὰ τοὺς | |
ἐκείνων λόγους τοὺς μὲν αἱρετικοὺς τοῖς ἁγίοις πατράσι συναρι‐ | ||
683 | θμεῖσθαι, οἷα ἐλευθέρους ἀφιεμένους τῆς ὀφειλομένης αὐτοῖς κατακρίσεως, τοὺς δὲ ἁγίους πατέρας ἀδίκως καταδικασθέντας τοῖς αἱρετικοῖς συνάπτεσθαι, οἷα μὴ λυομένης τῆς ἐπ’ αὐτοῖς ἀδίκου κατακρίσεως. ἀξιοπιστότερος δὲ πάντων ἐστὶ διδάσκαλος | |
5 | ὁ κύριος καὶ θεὸς ἡμῶν Ἰησοῦς ὁ Χριστὸς περὶ ἑαυτοῦ λέγων, Οὕτω γὰρ ἠγάπησεν ὁ θεὸς τὸν κόσμον ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ’ ἔχη ζωὴν αἰώνιον. οὐ γὰρ ἀπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐ‐ τοῦ, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ’ ἵνα σωθῇ ὁ κόσμος δι’ αὐτοῦ. | |
10 | ὁ πιστεύων εἰς αὐτὸν οὐ κρίνεται· ὁ μὴ πιστεύων εἰς αὐτὸν ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ. καὶ τὸ πνεῦμα δὲ τὸ ἅγιον διὰ τοῦ προφήτου Δαβὶδ λέγει τοὺς ἀσεβεῖς μὴ ἀναστήσεσθαι ἐν κρίσει. τῆς οὖν τοιαύτης τοῦ κυρίου ἀποφάσεως ἐξενεχθείσης κατὰ παντὸς ἀσεβοῦς, καὶ | |
15 | οὐδὲν διαστελλούσης μεταξὺ ζώντων καὶ νεκρῶν αἱρετικῶν, πῶς τολμῶσιν ἀντιπίπτειν τῇ τοιαύτῃ ἀποφάσει, καὶ τοὺς ἅπαξ ἀσε‐ βήσαντας καὶ διὰ τοῦτο ἤδη ὑπὸ τοῦ κυρίου κατακεκριμένους λέγειν μὴ δεῖν μετὰ θάνατον κατακρίνεσθαι; καὶ ὁ θεῖος δὲ ἀπόστολος, τὸν Χριστὸν ἔχων ἐν ἑαυτῷ λαλοῦντα, οὐ μόνον κατὰ | |
20 | ἀνθρώπων, ἀλλὰ καὶ κατὰ ἀγγέλων, τὴν τοιαύτην ἐπήγαγεν ἀπόφασιν, εἰπὼν ἐν τῇ ἐπιστολῇ τῇ πρὸς Γαλάτας, Ἀλλὰ καὶ | |
ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμᾶς παρ’ ὃ εὐηγ‐ | ||
684 | γελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω, ὡς προειρήκαμεν. καὶ ἄρτι πάλιν λέγω, Εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ’ ὃ παρελάβετε, ἀνά‐ θεμα ἔστω. καὶ τίς οὕτως ἀσεβὴς ὡς τολμῆσαι εἰπεῖν ὡς τὰ παρὰ Θεοδώρου ἀσεβῶς συγγραφέντα ἢ μέρος αὐτῶν παρεδόθη | |
5 | ποτὲ τῇ ἁγίᾳ τοῦ θεοῦ ἐκκλησίᾳ, ἀλλ’ οὐκ εὐθὺς ὁ τολμήσας τι τοιοῦτο παραφθέγξασθαι ἀναθέματι καθυπεβλήθη παρὰ τῶν ἁγίων πατέρων; Εἴ τις τοίνυν μετὰ τὴν τοιαύτην ὀρθὴν ὁμολογίαν καὶ κα‐ τάκρισιν τῶν αἱρετικῶν, τῆς εὐσεβοῦς ἐννοίας σωζομένης, περὶ | |
10 | ὀνομάτων ἢ συλλαβῶν ἢ λέξεων ζυγομαχῶν χωρίζει ἑαυτὸν τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας, ὥσπερ ἐν ὀνόμασι μόνοις καὶ λέξεσι κειμένης ἡμῖν τῆς εὐσεβείας, ἀλλ’ οὐκ ἐν πράγμασιν, ὁ τοιοῦτος ὡς τοῖς σχίσμασι χαίρων λόγον ὑφέξει ὑπὲρ ἑαυτοῦ καὶ τῶν ὑπ’ αὐτοῦ ἀπατωμένων ἢ ἀπατηθησομένων τῷ μεγάλῳ θεῷ καὶ σω‐ | |
15 | τῆρι ἡμῶν Ἰησοῦ Χριστῷ ἐν ἡμέρᾳ κρίσεως. Ἰνδ. αʹ. κϛʹ. μετὰ ὑπ. Βασιλείου τὸ ιβʹ μόνου. Ἰνδ. βʹ. κζʹ. μετὰ ὑπ. Βασιλείου τὸ ιγʹ μόνου. Ἰνδ. γʹ. κηʹ. μετὰ ὑπ. Βασιλείου τὸ ιδʹ μόνου. τλδʹ Ὀλυμπιάς. | |
20 | Ἰνδ. δʹ. κθʹ. μετὰ ὑπ. Βασιλείου τὸ ιεʹ μόνου. | |
Ἰνδ. εʹ. λʹ. μετὰ ὑπ. Βασιλείου τὸ ιϛʹ μόνου. | ||
685 | Ἰνδ. ϛʹ. λαʹ. μετὰ ὑπ. Βασιλείου τὸ ιζʹ μόνου. Ἰνδ. ζʹ. λβʹ. μετὰ ὑπ. Βασιλείου τὸ ιηʹ μόνου. τλεʹ Ὀλυμπιάς. Ἰνδ. ηʹ. λγʹ. μετὰ ὑπ. Βασιλείου τὸ ιθʹ μόνου. | |
5 | Ἰνδ. θʹ. λδʹ. μετὰ ὑπ. Βασιλείου τὸ κʹ μόνου. Ἰνδ. ιʹ. λεʹ. μετὰ ὑπ. Βασιλείου τὸ καʹ μόνου. Τούτῳ τῷ εʹ καὶ λʹ ἔτει τῆς Ἰουστινιανοῦ βασιλείας καὶ μετὰ ὑπατείας Βασιλείου τὸ καʹ τῇ κʹ τοῦ μαρτίου μηνός, ἰνδι‐ κτιῶνος ιʹ, καὶ τρίτῳ ἔτει τλεʹ Ὀλυμπιάδος, ἐπληρώθη τὰ φλβʹ | |
10 | ἔτη τοῦ ἑορταστικοῦ κύκλου τοῦ ἁγίου καὶ ζωοποιοῦ σταυροῦ, ἀφ’ οὗ τὸν ὑπὲρ ἡμῶν ἑκούσιον καὶ ζωοποιὸν κατεδέξατο θάνα‐ τον Χριστὸς ὁ ἀληθινὸς θεὸς ἡμῶν, καὶ ἡμεῖς οἱ χριστιανοὶ ἑορ‐ τάζειν ἠρξάμεθα τὴν ἁγίαν αὐτοῦ ἀνάστασιν. καὶ ἄρχεται ἡ δευ‐ τέρα περίοδος τοῦ ἑορταστικοῦ κύκλου τῶν φλβʹ ἐνιαυτῶν ἀπὸ | |
15 | εἰκοστῆς πρώτης καὶ αὐτῆς τοῦ μαρτίου μηνὸς τῆς ἐνεστώσης ἐπινεμήσεως, καθ’ ἣν ἡ ἰσημερία γνωρίζεται. | |
17t | Τοῦ ἁγίου Γρηγορίου ἐκ τοῦ εἰς τὸ πάσχα λόγου | |
18 | Ἐπὶ τῆς φυλακῆς μου στήσομαι, φησὶν ὁ θαυμάσιος Ἀμβα‐ | |
κούμ, κἀγὼ μετ’ αὐτοῦ σήμερον τῆς δεδομένης μοι παρὰ τοῦ | ||
686 | πνεύματος ἐξουσίας καὶ θεωρίας, καὶ ἀποσκοπεύσω καὶ γνώσο‐ μαι τί ὀφθήσεται καὶ τί λαληθήσεταί μοι. καὶ ἔστην καὶ ἀπε‐ σκόπευσα. καὶ ἰδοὺ ἀνὴρ ἐπιβεβηκὼς ἐπὶ τῶν νεφελῶν, καὶ οὗ‐ τος ὑψηλὸς σφόδρα, καὶ ἡ ὅρασις αὐτοῦ ὡς ὅρασις ἀγγέλου, καὶ | |
5 | ἡ στολὴ αὐτοῦ ὡς φέγγος ἀστραπῆς διερχομένης. καὶ ἐπῆρεν τὴν χεῖρα αὐτοῦ κατὰ ἀνατολάς, καὶ ἐβόησεν φωνῇ μεγάλῃ· φωνὴ αὐτοῦ ὡς φωνὴ σάλπιγγος, καὶ κύκλῳ αὐτοῦ ὡς πλῆθος οὐρα‐ νίου στρατιᾶς. καὶ εἶπεν, Σήμερον σωτηρία τῷ κόσμῳ ὅσος τε ὁρατὸς καὶ ὅσος ἀόρατος. Χριστὸς ἐκ νεκρῶν, συνεγείρεσθε. | |
10 | Χριστὸς εἰς ἑαυτόν, ἐπανέρχεσθε. Χριστὸς ἐκ τάφων, ἐλευθε‐ ρώθητε τῶν δεσμῶν τῆς ἁμαρτίας. πύλαι ᾅδου ἀνοίγονται, καὶ θάνατος καταλύεται, καὶ ὁ παλαιὸς Ἀδὰμ ἀποτίθεται. καὶ εἴ τις ἐν Χριστῷ καινὴ κτίσις, ἀνακαινίζεσθε. ταῦτα ὁ μὲν ἔλεγεν. οἱ δὲ ἀνύμνουν ὅπερ καὶ πρότερον, ἡνίκα ἡμῖν ἐπεφάνη Χριστὸς | |
15 | διὰ τῆς κάτω γεννήσεως, τὸ Δόξα ἐν ὑψίστοις θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία· μεθ’ ὧν καὶ αὐτὸς ἐν ὑμῖν ταῦτα φθεγγόμενος. εἴη δὲ καὶ φωνὴν λαβεῖν τῆς ἀγγελικῆς ἀξίαν καὶ πάντα περιηχοῦσαν τὰ πέρατα. Λογιζέσθω ἡ ἀρχὴ τῆς ἀποκαταστάσεως, ἤγουν περιόδου | |
20 | τῶν φλβʹ ἐνιαυτῶν ἀπὸ εʹ ἔτους καὶ αὐτοῦ Φιλίππου τοῦ ἰουνίο‐ ρος καὶ Φιλίππου υἱοῦ αὐτοῦ, ὑπατείας Δεκίου καὶ Γρατιανοῦ, | |
καὶ αʹ ἔτους σνζʹ Ὀλυμπιάδος, ἐξ οὗπερ τις ἀνιὼν ἐπὶ τὸ ιθʹ | ||
687 | ἔτος Τιβερίου Καίσαρος, ἤγουν δʹ ἔτος σβʹ Ὀλυμπιάδος, ἐν ᾧ γέγονεν τὸ σωτήριον πάθος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, εὑρήσει χρόνον ἐτῶν σιηʹ. κατιὼν δὲ ἐπὶ τὸ ηʹ ἔτος Κωνσταντί‐ νου τοῦ μεγίστου βασιλέως, καθ’ ὃ ἡ πρώτη ἴνδικτος ἐτέθη ἐν | |
5 | ὑπατείᾳ Βολουσιανοῦ καὶ Ἀνιανοῦ, συνάξει ἔτη ξεʹ. ἀπὸ δὲ θʹ ἔτους Κωνσταντίνου καὶ μέχρι τῆς ἐνεστώσης ιʹ ἰνδικτιῶνος, ἔτους λεʹ τῆς βασιλείας Ἰουστινιανοῦ ἐν ὑπατείᾳ Βασιλείου τὸ καʹ μόνου, ἀθροίσει χρόνον ἐτῶν σμθʹ, ὡς ὁμοῦ εἶναι τὰ ἀπὸ τοῦ σωτηρίου πάσχα μέχρι τοῦ ἐνεστῶτος λεʹ ἔτους τῆς Ἰουστινιανοῦ | |
10 | βασιλείας καὶ γʹ ἔτους τλεʹ Ὀλυμπιάδος ἔτη φλβʹ Ἰνδ. ιαʹ. λϛʹ. μετὰ ὑπ. Βασιλείου τὸ κβʹ μόνου. Τούτῳ τῷ λϛʹ ἔτει τῆς Ἰουστινιανοῦ βασιλείας μηνὶ ἀπελ‐ λαίῳ, κατὰ Ῥωμαίους δεκεμβρίου κδʹ, ἡμέρᾳ πρώτῃ τῆς ιβʹ ἰνδικτιῶνος, ἡ τῶν ἐγκαινίων τῆς ἁγίας τοῦ θεοῦ μεγάλης ἐκκλη‐ | |
15 | σίας Κωνσταντινουπόλεως τὸ δεύτερον ἐπετελέσθη ἑορτή. τλϛʹ Ὀλυμπιάς. Ἰνδ. ιβʹ. λζʹ. μετὰ ὑπ. Βασιλείου τὸ κγʹ μόνου. Ἰνδ. ιγʹ. ληʹ. μετὰ ὑπ. Βασιλείου τὸ κδʹ μόνου. | |
Ἰνδ. ιθʹ. λδʹ. μετὰ ὑπ. Ἰουστίνου νέου τὸ βʹ μόνου. | ||
688 | Τούτῳ τῷ ἔτει τῇ ιδʹ τοῦ νοεμβρίου μηνὸς ἰνδικτιῶνος τεʹ ἐτελεύτησεν Ἰουστινιανός, καὶ ἐβασίλευσεν Ἰουστῖνος νέος Αὔ‐ γουστος ἔτη ιαʹ, μῆνας ηʹ. ὁμοῦ ͵ϛπζʹ. Ἰνδ. ιεʹ. αʹ. μετὰ βʹ ὑπ. Ἰουστίνου νέου Αὐγούστου μόνου. | |
5 | τλζʹ Ὀλυμπιάς. Ἰνδ. αʹ. μʹ. μετὰ βʹ ὑπ. Ἰουστίνου νέου Αὐγούστου τὸ βʹ μόνου. Ἰνδ. βʹ. γʹ. μετὰ βʹ ὑπ. Ἰουστίνου νέου Αὐγούστου τὸ γʹ μόνου. | |
10 | Ἰνδ. γʹ. δʹ. μετὰ βʹ ὑπ. Ἰουστίνου νέου Αὐγούστου τὸ δʹ μόνου. Ἰνδ. δʹ. εʹ. μετὰ βʹ ὑπ. Ἰουστίνου νέου Αὐγούστου τὸ εʹ μόνου. τληʹ Ὀλυμπιάς. | |
15 | Ἰνδ. εʹ. ϛʹ. μετὰ βʹ ὑπ. Ἰουστίνου νέου Αὐγούστου τὸ ϛʹ | |
μόνου. | ||
689 | Ἰνδ. ϛʹ. ζʹ. μετὰ βʹ ὑπ. Ἰουστίνου νέου Αὐγούστου τὸ ζʹ μόνου. Ἰνδ. ζʹ. ηʹ. μετὰ βʹ ὑπ. Ἰουστίνου νέου Αὐγούστου τὸ ηʹ μόνου. | |
5 | Τούτῳ τῷ ηʹ ἔτει τῆς αὐτοῦ βασιλείας μηνὶ σεπτεμβρίῳ ζʹ τῆς ηʹ ἰνδικτιῶνος ἠσθένησεν Ἰουστῖνος Αὔγουστος, καὶ ἐποίησεν Τιβέριον Καίσαρα, μετονομάσας αὐτὸν Κωνσταντῖνον, καὶ διε‐ τέλεσε σὺν αὐτῷ Καῖσαρ ὢν ἔτη τέσσαρα. Ἰνδ. ηʹ. θʹ. μετὰ βʹ ὑπ. Ἰουστίνου Αὐγούστου τὸ θʹ μόνου. | |
10 | τλθʹ Ὀλυμπιάς. Ἰνδ. θʹ. ιʹ. μετὰ βʹ ὑπ. Ἰουστίνου Αὐγούστου τὸ ιʹ μόνου. Ἰνδ. ιʹ. ιαʹ. μετὰ βʹ ὑπ. Ἰουστίνου Αὐγούστου τὸ ιαʹ μόνου. Ἰνδ. ιαʹ. ιβʹ. μετὰ βʹ ὑπ. Ἰουστίνου Αὐγούστου τὸ ιβʹ μόνου. Τούτῳ τῷ ιβʹ ἔτει τῆς Ἰουστίνου βασιλείας μηνὶ σεπτεμ‐ | |
15 | βρίῳ κϛʹ τῆς ιβʹ ἰνδικτιῶνος ἐστέφθη ὑπ’ αὐτοῦ Τιβέριος νέος Κωνσταντῖνος, καὶ τῇ εʹ τοῦ μετ’ αὐτὸν ὀκτωβρίου μηνὸς τε‐ λευτᾷ Ἰουστῖνος Αὔγουστος. Καὶ ἐμονάρχησεν Τιβέριος Κωνσταντῖνος ἕτερα ἔτη δʹ. ὁμοῦ ͵ϛϙαʹ. | |
20 | Ἰνδ. ιβʹ. αʹ. ὑπ. Τιβερίου νέου Κωνσταντίνου Αὐγούστου | |
τὸ αʹ. | ||
690 | τμʹ Ὀλυμπιάς. Ἰνδ. ιγʹ. βʹ. μετὰ ὑπ. Τιβερίου νέου Κωνσταντίνου. Ἰνδ. ιδʹ. γʹ. μετὰ ὑπ. Τιβερίου νέου Κωνσταντίνου τὸ βʹ μόνου. | |
5 | Ἰνδ. ιεʹ. δʹ. μετὰ ὑπ. Τιβερίου νέου Κωνσταντίνου τὸ γʹ μόνου. Τούτῳ τῷ δʹ ἔτει τῆς αὐτοῦ μοναρχίας ἠσθένησε Τιβέριος Καῖσαρ, καὶ τῇ πέμπτῃ τοῦ αὐγούστου μηνὸς τῆς παρούσης ιεʹ ἰνδικτιῶνος ἐγένετο Καῖσαρ Μαυρίκιος Τιβέριος· καὶ τῇ δεκάτῃ | |
10 | τρίτῃ τοῦ αὐγούστου μηνὸς ἐστέφθη βασιλεύς, δοθείσης αὐτῷ παρὰ Τιβερίου νέου Κωνσταντίνου τῆς θυγατρὸς αὐτοῦ Κων‐ σταντίνης εἰς γυναῖκα· καὶ τῇ ιδʹ τοῦ αὐτοῦ αὐγούστου μηνὸς τε‐ λευτᾷ Τιβέριος νέος Κωνσταντῖνος ἐν προκέσσῳ τοῦ Ἑβδόμου· καὶ ἐνεχθέντος τοῦ λειψάνου αὐτοῦ πλοῒ ἐν Κωνσταντινουπόλει, | |
15 | τῇ ἑξῆς ἡμέρᾳ ἐκηδεύθη καὶ ἀπετέθη τὸ σῶμα αὐτοῦ εἰς τοὺς ἁγίους Ἀποστόλους. Εἶτα ἐβασίλευσε Μαυρίκιος ἔτη κʹ. ὁμοῦ ͵ϛριαʹ. Ἰνδ. αʹ. αʹ. ἐνιαυτὸς ἀνύπατος. καὶ ἐκ κοινοῦ δόγματος ἐγρά‐ φη, μετὰ ὑπατείαν Τιβερίου Κωνσταντίνου τοῦ τῆς θείας λή‐ | |
20 | ξεως ἔτους δʹ. | |
691 | τμαʹ Ὀλυμπιάς. Ἰνδ. βʹ. βʹ. ὑπ. Μαυρικίου Αὐγούστου τὸ αʹ μόνου. Ἰνδ. γʹ. γʹ. μετὰ ὑπ. Μαυρικίου Τιβερίου Αὐγούστου μόνου. Ἰνδ. δʹ. δʹ. μετὰ ὑπ. Μαυρικίου Τιβερίου Αὐγούστου τὸ βʹ | |
5 | μόνου. Ἰνδ. εʹ. εʹ. μετὰ ὑπ. Μαυρικίου Τιβερίου Αὐγούστου τὸ γʹ μόνου. τμβʹ Ὀλυμπιάς. Ἰνδ. ϛʹ. ϛʹ. μετὰ ὑπ. Μαυρικίου Τιβερίου Αὐγούστου τὸ δʹ | |
10 | μόνου. Ἰνδ. ζʹ. ζʹ. μετὰ ὑπ. Μαυρικίου Τιβερίου Αὐγούστου τὸ εʹ μόνου. Ἰνδ. ηʹ. ηʹ. μετὰ ὑπ. Μαυρικίου Τιβερίου Αὐγούστου τὸ ϛʹ. Τούτῳ τῷ ἐνιαυτῷ τῇ πασχαλίᾳ ἑορτῇ Μαυρίκιος Τιβέριος | |
15 | ἔστεψε Θεοδόσιον τὸν ἴδιον υἱὸν εἰς βασιλέα. οὐ μέντοι ἐτάγη εἰς συμβόλαια ἢ ἄλλο τι ἐπράχθη ἐπ’ αὐτῷ τῶν εἰς γνώρισμα βασιλέως, ἀλλ’ ἢ μόνον ἐστέφθη. Ἰνδ. θʹ. θʹ. μετὰ ὑπ. Μαυρικίου Τιβερίου τὸ ζʹ. Τούτῳ τῷ ἐνιαυτῷ Χοσρόης ὁ Περσῶν βασιλεὺς ἦλθε πρὸς | |
20 | Ῥωμαίους, ἀνταρσίαν ὑπομείνας ἀπὸ Βαρὰμ τοῦ αὐτῷ συμφυ‐ λέτου· καὶ διὰ συμμαχίας Ῥωμαϊκῆς ἀπεκατέστη εἰς τὴν ἑαυτοῦ | |
βασιλείαν. | ||
692 | τμγʹ Ὀλυμπιάς. Ἰνδ. ιʹ. ιʹ. μετὰ ὑπ. Μαυρικίου Τιβερίου τὸ ηʹ. Τούτῳ τῷ ἐνιαυτῷ Ἀναστάσιος πατριάρχης Ἀντιοχείας ἐπανῆλθεν ἐν Ἀντιοχείᾳ μετὰ τελευτὴν Γρηγορίου, πατριάρχου | |
5 | γενομένου, τοῦ καὶ διαδεξαμένου πρὸ τούτου τὸν αὐτὸν Ἀνα‐ στάσιον. Ἰνδ. ιαʹ. ιαʹ. μετὰ ὑπ. Μαυρικίου Τιβερίου τὸ θʹ. Ἰνδ. ιβʹ. ιβʹ. μετὰ ὑπ. Μαυρικίου Τιβερίου Αὐγούστου τὸ ιʹ. Τῆς ἐν Κωνσταντινουπόλει ἁγιωτάτης ἐκκλησίας Κυριακός, | |
10 | πρεσβύτερος καὶ οἰκονόμος τῆς αὐτῆς ἐκκλησίας, ἡγεῖται ἔτη ιβʹ. Ἰνδ. ιγʹ. ιγʹ. μετὰ ὑπ. Μαυρικίου Τιβερίου Αὐγούστου τὸ ιαʹ. τμδʹ Ὀλυμπιάς. Ἰνδ. ιδʹ. ιδʹ. μετὰ ὑπ. Μαυρικίου Τιβερίου τὸ ιβʹ. Ἰνδ. ιεʹ. ιεʹ. μετὰ ὑπ. Μαυρικίου Τιβερίου τὸ ιγʹ. | |
15 | Ἰνδ. αʹ. ιϛʹ. μετὰ ὑπ. Μαυρικίου Τιβερίου τὸ ιδʹ. Ἰνδ. βʹ. ιζʹ. μετὰ ὑπ. Μαυρικίου Τιβερίου τὸ ιεʹ. τμεʹ Ὀλυμπιάς. | |
Ἰνδ. γʹ. ιηʹ. μετὰ ὑπ. Μαυρικίου Τιβερίου τὸ ιϛʹ. | ||
693 | Ἰνδ. δʹ. ιθʹ. μετὰ ὑπ. Μαυρικίου Τιβερίου τὸ ιζʹ. Ἰνδ. εʹ. κʹ. μετὰ ὑπ. Μαυρικίου Τιβερίου τὸ ιηʹ. Τούτῳ τῷ ἐνιαυτῷ μηνὶ φεβρουαρίῳ γέγονεν ὁ γάμος Θεο‐ δοσίου τοῦ υἱοῦ Μαυρικίου ἐπὶ ἡμέρας ἑπτά, ἀπὸ θʹ καὶ αὐ‐ | |
5 | τῆς ἕως ιεʹ τοῦ αὐτοῦ φεβρουαρίου μηνός. καὶ τῇ ϛʹ τοῦ ἰουλίου μηνὸς τῆς αὐτῆς εʹ ἰνδικτιῶνος ἠδίκτου προτεθέντος ἐγράφη τῷ λοιπῷ μέρει τοῦ χρόνου τοῦ μέχρι δηλονότι ἰανουαρίου τῆς ἕκτης ἰνδικτιῶνος οὕτως· καὶ ὑπατείας τοῦ αὐτοῦ εὐσεβεστάτου ἡμῶν δεσπότου τὸ δεύτερον. καὶ τῷ νοεμβρίῳ μηνὶ τῆς αὐτῆς ϛʹ ἰν‐ | |
10 | δικτιῶνος ἐπανάστασις γέγονε Μαυρικίῳ παρὰ Φωκᾶ στρατιώ‐ του μετὰ τοῦ στρατοῦ. καὶ Μαυρίκιος μὲν Τιβέριος σὺν τῇ γυ‐ ναικὶ Κωνσταντίνῃ καὶ παισὶν θʹ, τουτέστιν ϛʹ μὲν ἄῤῥεσι, Θεο‐ δοσίῳ, Τιβερίῳ, Πέτρῳ, Παύλῳ, Ἰουστίνῳ καὶ Ἰουστινια‐ νῷ, καὶ τρισὶ θηλείαις, Ἀναστασίᾳ, Θεοκτίστῃ καὶ Κλεοπά‐ | |
15 | τρᾳ, φεύγει τῇ κβʹ τοῦ δίου μηνός, κατὰ Ῥωμαίους νοεμβρίου, τῇ νυκτὶ τῇ ἐπὶ κγʹ διαφαούσης παρασκευῆς. Φωκᾶς δὲ τῇ κγʹ τοῦ αὐτοῦ μηνὸς ἡμέρᾳ ϛʹ στεφθεὶς ὑπὸ Κυριακοῦ πατριάρχου Κωνσταντινουπόλεως εἰς τὸν σεβάσμιον οἶκον τοῦ ἁγίου Ἰωάννου ἐν τῷ Ἑβδόμῳ τῇ κεʹ τοῦ ῥηθέντος μηνός, ἡμέρᾳ κυριακῇ, | |
20 | εἰσῆλθεν ἐν Κωνσταντινουπόλει, καθεσθεὶς εἰς ὄχημα, ἀπὸ τοῦ Ἑβδόμου εἰσελθὼν διὰ τῆς Χρυσῆς πόρτας καὶ τῶν Τρωαδησίων ἐμβόλων καὶ τῆς μέσης ὅλης ἕως τοῦ παλατίου, μηδενὸς ὅλως | |
ἀντιστάντος, ἀλλὰ πάντων εὐφημούντων. | ||
694 | Ἐκρατήθη δὲ Μαυρίκιος Τιβέριος μετὰ τῆς γυναικὸς καὶ ὀκτὼ τέκνων αὐτοῦ εἰς τὸν ἅγιον Αὐτόνομον, πλησίον Πραι‐ νέτου· καὶ τῇ κζʹ τοῦ αὐτοῦ μηνός, ἡμέρᾳ τρίτῃ, ἐσφάγη πλησίον Χαλκηδόνος αὐτὸς Μαυρίκιος καὶ Τιβέριος καὶ Πέτρος, Ἰουστῖ‐ | |
5 | νος καὶ Ἰουστινιανός, καὶ Πέτρος δὲ ὁ ἀδελφὸς Μαυρικίου, κουροπαλάτης ὤν, συσχεθεὶς καὶ αὐτὸς ἐσφάγη, καὶ ἄλλοι δὲ συνεσχέθησαν ἄρχοντες. ἐσφάγησαν δὲ εἰς Διαδρόμους πλησίον τοῦ Ἀκρίτα Κωνσταντῖνος ὁ Λάρδυς, ἀπὸ ἐπάρχων γενόμενος πραιτωρίων καὶ λογοθέτης καὶ κουράτωρ τῶν Ὁρμίσδου, καὶ Θεο‐ | |
10 | δόσιος ὁ υἱὸς Μαυρικίου, καὶ Κομεντίολος ὁ πατρίκιος καὶ στρα‐ τηλάτης καὶ αὐτὸς ἐσφάγη πέραν πλησίον τοῦ ἁγίου Κόνωνος πρὸς θάλασσαν, καὶ τὸ σῶμα αὐτοῦ ἐγένετο κυνόβρωτον. Καὶ ἀπὸ κεʹ τοῦ αὐτοῦ νοεμβρίου μηνὸς εἰς τὸν λοιπὸν χρό‐ νον, τὸν μέχρι δηλονότι ἰανουαρίου μηνὸς τῆς παρούσης ϛʹ ἰνδι‐ | |
15 | κτιῶνος, ἐγράφη ἐν τοῖς συμβολαίοις, βασιλείας Φωκᾶ ἔτους αʹ. | |
ἐβασίλευσεν δὲ ὁ αὐτὸς Φωκᾶς ἔτη ηʹ. ὁμοῦ ͵ϛριθʹ | ||
695 | Ἰνδ. ϛʹ. αʹ. ὑπ. Φωκᾶ Αὐγούστου μόνου. Τούτῳ τῷ ἔτει Κωνσταντῖνα ἡ ἀπὸ βασιλισσῶν ἐβλήθη ἐν μοναστηρίῳ. καὶ γεγόνασι κληρικοὶ Φιλιππικὸς ὁ πατρίκιος καὶ κόμης ἐξκουβιτόρων καὶ Γερμανὸς ὁ πατρίκιος, πενθερὸς γενό‐ | |
5 | μενος Θεοδοσίου τοῦ υἱοῦ Μαυρικίου. εἶτα στάσεως δημοτικῆς γενομένης ἐκαύθη ἡ μέση ἀπὸ τῶν Λαύσου καὶ τὸ πραιτῶ‐ ριν τοῦ ἐπάρχου τῆς πόλεως ἕως τῆς Ἄρκας ἄντικρυ τοῦ φόρου Κωνσταντίνου τοῦ τῆς θείας λήξεως, ὄντος ἐπάρχου πόλεως Λεοντίου τοῦ ἀπὸ κουρατόρων τῶν Ἀντιόχου. ἐκαύθη δὲ εἰς τὴν | |
10 | μέσην μεταξὺ τοῦ πραιτωρίου τοῦ ἐπάρχου τῆς πόλεως καὶ τοῦ | |
696 | φόρου ὁ διοικητὴς τοῦ Πρασίνου μέρους Ἰωάννης ὁ ἐπίκλην Κροῦκις. τμϛʹ Ὀλυμπιάς. Ἰνδ. ζʹ. βʹ. μετὰ ὑπ. Φωκᾶ Αὐγούστου. | |
5 | Ἰνδ. ηʹ. γʹ. μετὰ ὑπ. Φωκᾶ Αὐγούστου τὸ αʹ. Τούτῳ τῷ ἔτει μηνὶ δαισίῳ, κατὰ Ῥωμαίους ἰουνίῳ, ἡ‐ μέρᾳ ζʹ ἀποτέμνεται Θεόδωρος ὁ ἔπαρχος πραιτωρίων, Ἰωάννης ἀντιγραφεύς, Ῥωμανὸς σχολαστικός, Θεοδόσιος σουβαδιουβᾶ τοῦ μαγίστρου, Πατρίκις ἰλλούστριος, ἀνεψιὸς Δομνιζιόλου κου‐ | |
10 | ράτορος γενομένου τῶν Ὁρμίσδου, Ἰωάννης καὶ Τζίττας σπα‐ θάριοι καὶ κανδιδᾶτοι, Ἀθανάσιος κόμης λαργιτιώνων, Ἀνδρέας ἰλλούστριος ὁ ἐπίκλην τοῦ Σκόμβρου, καὶ Ἐλπίδις ἰλλούστριος. οὗτος ἐγλωσσοτομήθη, καὶ ἐπήρθη αὐτοῦ τὰ δʹ ἄκρα, καὶ εἰς κραβατταρίαν ἐπόμπευσεν καὶ κατηνέχθη πρὸς θάλασσαν· καὶ | |
15 | ἐξορυχθέντων τῶν ὀφθαλμῶν αὐτοῦ βληθεὶς εἰς κάραβον ἐκαύθη. οἱ δὲ ἄλλοι οἱ προδηλούμενοι ἀπετμήθησαν, ὡς εὑρεθέντες ἐπί‐ βουλοι τοῦ βασιλέως Φωκᾶ. Κατὰ τὸν αὐτὸν δὲ χρόνον καὶ Κωνσταντῖνα ἡ ἀπὸ βασι‐ λισσῶν ἀπετμήθη πέραν εἰς τὸν μῶλον τῶν Εὐτροπίου, πλησίον | |
20 | Χαλκηδόνος, καὶ τὰ ὑπολειφθέντα αὐτῆς τε καὶ Μαυρικίου θή‐ | |
697 | λεα τέκνα, Ἀναστασία, Θεοκτίστη καὶ Κλεοπάτρα, καὶ αὐτὰ ἀνῃρέθη μετὰ τῆς θυγατρὸς Γερμανοῦ τῆς γενομένης γαμετῆς Θεοδοσίου, καὶ αὐτὸς δὲ Γερμανὸς μετ’ αὐτῶν ἀνῃρέθη. Ἰνδ. θʹ. δʹ. μετὰ ὑπ. Φωκᾶ Αὐγούστου τὸ βʹ | |
5 | Τούτῳ τῷ ἔτει τελευτᾷ Κυριακὸς πατριάρχης Κωνσταντι‐ νουπόλεως μηνὶ ὑπερβερεταίῳ, κατὰ Ῥωμαίους ὀκτωβρίῳ, κθʹ, ἡμέρᾳ ζʹ. καὶ κηδεύεται τῇ τριακοστῇ τοῦ αὐτοῦ μηνός, ἡμέρᾳ πρώτῃ, καὶ ἀπετέθη τὸ αὐτοῦ λείψανον πρὸς συνήθειαν εἰς τοὺς ἁγίους Ἀποστόλους. | |
10 | Ἰνδ. ιʹ. εʹ. μετὰ ὑπ. Φωκᾶ Αὐγούστου τὸ γʹ. Τούτῳ τῷ ἔτει μηνὶ αὐδυναίῳ, κατὰ Ῥωμαίους ἰανουαρίῳ, κγʹ, γέγονε πατριάρχης ἐν Κωνσταντινουπόλει Θωμᾶς ἀπὸ δια‐ κόνων τῆς μεγάλης ἐκκλησίας καὶ σακελλάριος τοῦ πατριάρχου καὶ ἐπάνω τῶν χειροτονιῶν. | |
15 | τμζʹ Ὀλυμπιάς. Ἰνδ. ιαʹ. ϛʹ. μετὰ ὑπ. Φωκᾶ Αὐγούστου τὸ δʹ. Ἰνδ. ιβʹ. ζʹ. μετὰ ὑπ. Φωκᾶ Αὐγούστου τὸ εʹ. Ἐντεῦθέν ἐστιν ἑλεῖν ὡς ἀφ’ οὗπερ ὁ τρισμακάριος Κων‐ σταντῖνος ἐτελεύτησεν τὸν βίον μέχρι τῆς κβʹ τοῦ μαΐου μηνὸς | |
20 | τῆς ἐνεστώσης ιβʹ ἐπινεμήσεως καὶ τοῦ ζʹ ἔτους τῆς Φωκᾶ βασι‐ | |
λείας πληροῦνται χρόνοι σοβʹ, ἄρχεται δὲ τὸ σογʹ ἀπὸ κβʹ τοῦ | ||
698 | μαΐου μηνός, ἰνδικτιῶνος ιβʹ. εἰ γὰρ ἡ πεντηκοστὴ κατὰ τὴν κβʹ γέγονε τοῦ μαΐου μηνὸς ἐν ἐκείνῳ τῷ χρόνῳ, ἀναντιῤῥήτως ἡ ἀναστάσιμος τῇ τρίτῃ γέγονε τοῦ ἀπριλίου μηνός, ὥστε τὴν πρώτην ἐκείνου τοῦ ἀπριλίου ἐν παρασκευῇ εἰσελθεῖν. πρόσθες | |
5 | οὖν τοῖς σοβʹ τὸ τέταρτον, τουτέστιν ξηʹ, καὶ γίνονται ιμʹ. ταῦτα ἀνάλυσον ἀπὸ τῶν ζʹ, καὶ περιττεύουσι δʹ. ἐπεὶ οὖν ἐν παρασκευῇ τότε ὁ ἀπρίλιος εἰσῆλθεν, ποίησον παρασκευήν, σάβ‐ βατον, κυριακήν, δευτέραν, καὶ λοιπὸν τὸ σογʹ ἄρχεται εἰς τρίτην. εὑρίσκεται ἄρα ὁ ἀπρίλιος ἐπὶ τῆς ἐνεστώσης ἡλιακῆς ιβʹ | |
10 | ἰνδικτιῶνος, σεληνιακῆς δὲ ιθʹ, εἰσιὼν ἐν τρίτῃ τῆς ἑβδομάδος ἡμέρᾳ, ὅπερ καὶ ἔστιν. πλὴν ἀλλὰ καὶ τῷ πασχαλίῳ καὶ τοῖς ὑπαταρίοις ἐντυχὼν ηὗρον τὴν ψηφοφορίαν ταύτην συνᾴδουσαν. εἰσὶν οὖν ἀπὸ μὲν τῆς τελευτῆς Κωνσταντίνου ἕως νῦν χρόνοι σοβʹ, ἀπὸ δὲ τῆς εἰκοσαετηρίδος αὐτοῦ σπαʹ πλήρεις. | |
15 | Ἐγένετο δὲ καὶ τὸ πάσχα πρὸ τῶν σοβʹ ἐνιαυτῶν ἐν ἰνδι‐ κτιῶνι σελήνης ιγʹ, Ὀλυμπιάδος σοθʹ ἔτει δευτέρῳ, ἀπριλίου τρίτῃ. Ὕπατοι δὲ ἀπὸ Φηλικιανοῦ καὶ Τατιανοῦ εἰσιν σοβʹ ἕως τοῦ πάσχα τῆς ιθʹ ἡλιακῆς ἰνδικτιῶνος τῆς νῦν ἐνισταμένης. | |
20 | Τούτῳ τῷ ἔτει ἐπληρώθη ὁ σύνθετος κίων ὁ ἀνοικοδομη‐ | |
θεὶς ὑπὸ Φωκᾶ τοῦ βασιλέως μετὰ καὶ τῆς κιστέρνης κατὰ τὸ | ||
699 | ἀνατολικὸν μέρος τῆς ἐκκλησίας τῶν ἁγίων μʹ πλησίον τοῦ χαλκοῦ τετραπύλου. Τούτῳ τῷ ἔτει ἀποστατοῦσιν Ἀφρικὴ καὶ Ἀλεξάνδρεια· καὶ σφάζεται ἀπὸ ἐναντίων ὁ πάπας Ἀλεξανδρείας. παύεται δὲ καὶ | |
5 | Ἰσάκιος ἀπὸ Ἱεροσολύμων, καὶ γίνεται ἀντ’ αὐτοῦ Ζαχαρίας ἀπὸ πρεσβυτέρων καὶ σκευοφυλάκων τῆς ἐκκλησίας Κωνσταντι‐ νουπόλεως, καὶ Ἔδεσα ὑπὸ Πέρσας γίνεται. Ἰνδ. ιγʹ. ηʹ. μετὰ ὑπ. Φωκᾶ Αὐγούστου τὸ ϛʹ. Τούτῳ τῷ ἔτει, μηνὶ δύστρῳ, κατὰ Ῥωμαίους μαρτίῳ | |
10 | κʹ, ἡμέρᾳ ϛʹ, τελευτᾷ Θωμᾶς πατριάρχης Κωνσταντινουπό‐ λεως, καὶ κηδεύεται τῇ κβʹ τοῦ αὐτοῦ μηνός, ἡμέρᾳ αʹ, καὶ τῇ ηʹ τοῦ ἀρτεμισίου μηνός, κατὰ Ῥωμαίους ἀπριλίου, τῆς αὐτῆς ιγʹ ἰνδικτιῶνος τῷ μεγάλῳ σαββάτῳ γέγονε πατριάρχης Κωνσταντι‐ νουπόλεως Σέργιος διάκονος τῆς μεγάλης ἐκκλησίας Κωνσταντι‐ | |
15 | νουπόλεως καὶ πτωχοτρόφος, φροὺξ λιμένος. Καὶ κατὰ τὸ πέρας τοῦ σεπτεμβρίου μηνὸς τῆς ιδʹ ἰνδικτιῶ‐ νος ἀπηγγέλη ὡς Ἀναστάσιος πατριάρχης γενόμενος Ἀντιοχείας ὁ ἀπὸ σχολαστικῶν ἀνῃρέθη ὑπὸ στρατιωτῶν. Τούτῳ τῷ ἔτει μηνὶ ὑπερβερεταίῳ, κατὰ Ῥωμαίους ὀκτω‐ | |
20 | βρίῳ γʹ, ἰνδικτιῶνος ιδʹ, ἡμέρᾳ ζʹ, ἀναφαίνονται πλοῖα ἱκανὰ | |
κατὰ τὸ στρογγυλοῦν καστέλλιν, ἐν οἷς ἦν καὶ Ἡράκλειος ὁ υἱὸς | ||
700 | Ἡρακλείου. καὶ τότε εἰσέρχεται Φωκᾶς κατ’ αὐτὴν τὴν ἡμέραν ἀπὸ τοῦ προκέσσου τοῦ Ἑβδόμου περὶ ἑσπέραν, καὶ ἔρχεται κα‐ βαλλάρις εἰς τὸ παλάτιν τῆς πόλεως. καὶ τῇ ἑξῆς ἡμέρᾳ, του‐ τέστιν τῇ κυριακῇ, πλησιασάντων τῶν πλοίων τῇ πόλει, Βόνωσος, | |
5 | ὅστις τὰ πάνδεινα ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ κατ’ ἐπιτροπὴν Φωκᾶ διεπράξατο, εἰσηγήσει Θεοφάνους τοῦ τῆς ἀνασκάφου μνήμης, τότε ὧδε ὢν ἐν τῇ πόλει, μετὰ τὸ βαλεῖν αὐτὸν πῦρ πλησίον τῶν Καισαρίου καὶ ἀστοχῆσαι ἔφυγεν, καὶ ἐλθὼν μετὰ καράβου εἰς τὸν Ἰουλιανοῦ λιμένα κατὰ τὰ λεγόμενα Μαύρου, στενωθεὶς ἔῤ‐ | |
10 | ῥιψεν ἑαυτὸν εἰς τὴν θάλασσαν, καὶ λαβὼν μετὰ σπαθίου πλη‐ γὴν ἀπὸ ἑνὸς ἐξκουβίτωρος, ὡς ἦν εἰς θάλασσαν, ἀπέθανεν· καὶ ἐκβληθέντος τοῦ σκηνώματος αὐτοῦ ἐσύρη καὶ ἀπηνέχθη εἰς τὸν Βοῦν καὶ ἐκαύθη. Καὶ τῇ ϛʹ τοῦ αὐτοῦ μηνός, διαφαούσης ἡμέρας βʹ, Φῶτις | |
15 | ὁ κουράτωρ τῶν Πλακιδίας καὶ Πρόβος ὁ πατρίκιος ἐπῆραν Φω‐ κᾶν ἐκ τοῦ Ἀρχαγγέλου τοῦ παλατίου ὁλόγυμνον, καὶ ἀπήγαγον διὰ τοῦ λιμένος ὡς ἐπὶ τὸν οἶκον τῶν Σοφίας, καὶ βαλόντες αὐ‐ τὸν εἰς κάραβον ἔδειξαν τοῖς πλοίοις. καὶ τότε ἀποφέρουσιν αὐτὸν πρὸς Ἡράκλειον, καὶ ἐπαρθείσης ἀπὸ τοῦ ὤμου τῆς δεξιᾶς αὐ‐ | |
20 | τοῦ καὶ τῆς κεφαλῆς, ἡ μὲν χεὶρ αὐτοῦ περιεπάρη σπαθίῳ, καὶ | |
οὕτω περιήχθη τὴν μέσην εἰσαγομένη ἀπὸ τοῦ φόρου. ἡ δὲ κε‐ | ||
701 | φαλὴ αὐτοῦ ἐβλήθη εἰς κοντάριν, καὶ οὕτω καὶ αὐτὴ περιήχθη τὸ δὲ ἄλλο αὐτοῦ σῶμα ἐπὶ κοιλίαν συρόμενον ἠνέχθη ὡς ἐπὶ τὴν Χαλκῆν τοῦ Ἱππικοῦ, ὄπιθεν δὲ αὐτοῦ τοῦ σκηνώματος ἐσύρη καὶ Λεόντις ὁ Σύρος ὁ ἀπὸ σακελλαρίων, καὶ ἔτι ἐμπνέοντος | |
5 | αὐτοῦ δέδωκεν αὐτῷ τις μετὰ ξύλου κατὰ τὴν Χαλκῆν τοῦ Ἱππι‐ κοῦ, καὶ τότε ἀπέθανεν, καὶ ἐπήρθη ἡ κεφαλὴ αὐτοῦ, καὶ οὕ‐ τως ἀπενεχθέντων τῶν σκηνωμάτων αὐτοῦ καὶ Φωκᾶ εἰς τὸν Βοῦν, καὶ αὐτὰ κατεκαύθη. ὁμοίως δὲ ἐκαύθη εἰς τὸν Βοῦν καὶ ὁ μαππάρις καὶ ὁ ταξεώτης τοῦ ἐπάρχου τῆς πόλεως, ὁ ἐπιλεγό‐ | |
10 | μενος ἀπὸ Δαιμονιαρίων. Καὶ περὶ ὥραν ἐνάτην αὐτῆς τῆς δευτέρας ἡμέρας ἐστέφθη Ἡράκλειος βασιλεὺς ἐν τῇ ἁγιωτάτῃ μεγάλῃ ἐκκλησίᾳ ὑπὸ Σερ‐ γίου πατριάρχου Κωνσταντινουπόλεως. καὶ ἐπὶ τὴν ἑξῆς ἡμέραν τρίτην ἱπποδρομίας ἀγομένης εἰσήχθη ἡ κεφαλὴ Λεοντίου τοῦ | |
15 | Σύρου, καὶ ἐκαύθη εἰς τὸ Ἱππικὸν μετὰ καὶ τῆς εἰκόνος Φωκᾶ, ἥντινα εἰσῆγον ἐν τῇ ζωῇ αὐτοῦ εἰς τὸ Ἱππικὸν μετὰ κηραψίας ἀσπροφοροῦντες οἱ μάταιοι τῶν ἀνθρώπων. ἐκαύθη δὲ κατ’ αὐ‐ τὸν καὶ τὸ Βένετον βάνδον. Ἰνδ. ιδʹ. αʹ. βασιλείας Ἡρακλείου Αὐγούστου. | |
20 | Ἀπὸ ζʹ καὶ αὐτῆς τοῦ ὀκτωβρίου μηνὸς τῆς παρούσης ιδʹ | |
ἰνδικτιῶνος μέχρι τρισκαιδεκάτης τοῦ ἰανουαρίου μηνὸς τῆς αὐ‐ | ||
702 | τῆς ἰνδικτιῶνος ἐγράφη ἐν τοῖς συμβολαίοις, βασιλείας Ἡρακλείου. καὶ ἀπὸ ιδʹ καὶ αὐτῆς τοῦ αὐτοῦ μηνὸς ἐγράφη εἰς τὸν ἑξῆς χρό‐ νον, τὸν μέχρι δηλονότι δεκεμβρίου πληρουμένου τῆς ιεʹ ἐπινε‐ μήσεως, οὕτως· καὶ ὑπατείας τοῦ αὐτοῦ εὐσεβεστάτου ἡμῶν δεσπό‐ | |
5 | του. εἰ γὰρ καὶ μὴ προῆλθεν ἐπὶ δίφρου, ἀλλ’ οὖν ἐκρίθη λογι‐ σθῆναι αὐτῷ εἰς ὑπατείαν. Τούτῳ τῷ ἔτει μηνὶ ξανθικῷ, κατὰ Ῥωμαίους ἀπριλίου κʹ, ἡμέρᾳ γʹ, ὥραν ζʹ, γέγονε σεισμὸς μέγας, ὡς ἐξ ἀνάγκης πρὸ πεντηκοστῆς τῇ κβʹ τοῦ αὐτοῦ μηνός, ἡμέρᾳ εʹ, λιτὴν γενέσθαι | |
10 | εἰς τὸν Κάμπον καὶ ψαλθῆναι τὸ Τρισάγιον. καὶ τῇ ζʹ τοῦ ἰου‐ λίου μηνὸς τῆς αὐτῆς ιδʹ ἰνδικτιῶνος, ἡμέρᾳ δʹ, ὥραν ηʹ, ἐτέχθη Ἐπιφανία ἡ θυγάτηρ Ἡρακλείου καὶ Εὐδοκίας ἐν προκέσσῳ τῆς Ἱερείας. τμηʹ Ὀλυμπιάς. | |
15 | Ἰνδ. ιεʹ. βʹ. μετὰ ὑπ. Ἡρακλείου Αὐγούστου. Τούτῳ τῷ ἔτει μηνὶ ἀρτεμισίῳ, κατὰ Ῥωμαίους μαΐου γʹ, ἡμέρᾳ δʹ, ἐτέχθη εἰς τὸ προκέσσον Σοφιανῶν Ἡράκλειος νέος Κωνσταντῖνος, υἱὸς Ἡρακλείου καὶ Εὐδοκίας. Καὶ τῇ ιγʹ τοῦ Αὐγούστου μηνὸς τῆς αὐτῆς ιεʹ ἰνδικτιῶνος, | |
20 | ἡμέρᾳ πρώτῃ, ἐτελεύτησεν εἰς τὸ προκέσσον Βλαχερνῶν Εὐδοκία | |
ἡ Αὔγουστα ἡ καὶ Φαβία. καὶ ἐνεχθέντος τοῦ λειψάνου αὐτῆς | ||
703 | πλοῒ ἐν τῷ παλατίῳ τῆς πόλεως, ἐπὶ τὴν ἑξῆς ἐκηδεύθη, καὶ ἐτάφη εἰς τοὺς Ἀποστόλους. Καὶ τῇ δʹ τοῦ ὑπερβερεταίου μηνός, κατὰ Ῥωμαίους ὀκτω‐ βρίου μηνός, ἰνδικτιῶνος αʹ, ἡμέρᾳ δʹ, ἐστέφθη τὸ παιδίον | |
5 | Ἐπιφανία ἡ καὶ Εὐδοκία εἰς τὸν ἅγιον Στέφανον εἰς τὸ παλάτιν. καὶ καθεσθεῖσα εἰς δίφρον, παρακολουθούντων Φιλαρέτου κου‐ βικουλαρίου καὶ χαρτουλαρίου καὶ Συνέτου καστρησίου, ἀπῆλ‐ θε πρὸς συνήθειαν εἰς τὴν μεγάλην ἐκκλησίαν. Τῷ αὐτῷ ἔτει μηνὶ ἀπελλαίῳ, κατὰ Ῥωμαίους δεκεμ‐ | |
10 | βρίῳ εʹ, ἡμέρᾳ γʹ, γέγονε κληρικὸς Πρίσκος ὁ κόμης τῶν ἐξκου‐ βιτώρων, καὶ ἀντ’ αὐτοῦ γέγονε κόμης ἐξκουβιτώρων Νικήτας ὁ πατρίκιος. Τούτῳ τῷ ἔτει ἐτέθη ἐπάνω τοῦ συνθετοῦ κίονος τοῦ κατ’ ἀνατολὰς τῆς ἐκκλησίας τῶν ἁγίων μʹ ὁ τίμιος σταυρός, ὄντος | |
15 | ἐπάρχου πόλεως Θεοδώρου τοῦ ἀπὸ νοταρίων τῆς βασιλικῆς. Ἰνδ. αʹ. γʹ. μετὰ ὑπ. Ἡρακλείου Αὐγούστου τὸ βʹ. Τούτῳ τῷ ἔτει μηνὶ αὐδυναίῳ, κατὰ Ῥωμαίους ἰανουαρίῳ κβʹ, ἡμέρᾳ δευτέρᾳ, ἐστέφθη τὸ παιδίον Ἡράκλειος νέος Κων‐ σταντῖνος βασιλεὺς ὑπὸ τοῦ πατρὸς αὐτοῦ Ἡρακλείου εἰς τὸ πα‐ | |
20 | λάτιν· καὶ εὐθέως ἀνῆλθεν εἰς τὸ Ἱπποδρόμιον, κἀκεῖ στεφθεὶς | |
προσεκυνήθη ὑπὸ τῶν συγκλητικῶν ὡς βασιλεύς, καὶ εὐφημήθη | ||
704 | ὑπὸ τῶν μερῶν, καὶ οὕτω σὺν τῷ πατρὶ αὐτοῦ ἐξῆλθεν εἰς τὴν μεγάλην ἐκκλησίαν, βασταζόμενος ὑπὸ Φιλαρέτου. Καὶ ἀπ’ αὐτῆς τῆς κβʹ τοῦ ἰανουαρίου μηνὸς ἐπετράπη γράφεσθαι μετὰ τὸ ἐν ὀνόματι, βασιλείας τῶν θειοτάτων ἡμῶν | |
5 | δεσποτῶν καὶ μεγίστων εὐεργετῶν Φλαβίου Ἡρακλείου τοῦ εὐσεβεστάτου ἔτους γʹ καὶ μετὰ τὴν ὑπατείαν αὐτοῦ ἔτους βʹ καὶ Φλαβίου Ἡρακλείου νέου Κωνσταντίνου τοῦ θεοφυλάκτου αὐτοῦ υἱοῦ ἔτους αʹ, τῶν αἰωνίων Αὐγούστων καὶ αὐτο‐ κρατόρων. | |
10 | Ἰνδ. βʹ. δʹ. μετὰ ὑπ. Ἡρακλείου Αὐγούστου τὸ γʹ. Καὶ ἀπὸ κβʹ τοῦ ἰανουαρίου μηνὸς γράφεται, βασιλείας Ἡρακλείου νέου Κωνσταντίνου ἔτος βʹ. Τούτῳ τῷ ἔτει περὶ μῆνα ἰούνιον θρήνων ἀπαύστων ἄξιον ἡμῖν συνέβη πάθος. μετὰ γὰρ πολλῶν τῆς ἀνατολῆς πόλεων ἥλω | |
15 | καὶ Ἱερουσαλὴμ ὑπὸ Περσῶν, καὶ σφάζονται πολλαὶ χιλιάδες ἐν αὐτῇ κληρικῶν, μοναχῶν, μοναστριῶν παρθένων. ἐμπίπρα‐ ται τὸ δεσποτικὸν μνῆμα καὶ οἱ περιβόητοι τοῦ θεοῦ ναοί, καὶ ἁπλῶς πάντα τὰ τίμια καθαιρεῖται. τὰ σεβάσμια τοῦ σταυροῦ ξύλα σὺν τοῖς ἱεροῖς σκεύεσιν ἀναριθμήτοις οὖσιν λαμβάνεται | |
20 | παρὰ Περσῶν, καὶ Ζαχαρίας ὁ πατριάρχης καὶ αἰχμάλωτος γί‐ | |
705 | νεται. καὶ ταῦτα οὐκ ἐν πολλῷ χρόνῳ οὐδὲ ἐν ὅλῳ μηνί, ἀλλ’ ἐν ἡμέραις ὀλίγαις συμβέβηκε. Καὶ τῇ ιδʹ γορπιαίου, κατὰ Ῥωμαίους σεπτεμβρίου μηνός, τῆς τρίτης ἰνδικτιῶνος, ἐν τῇ τρίτῃ ὑψώσει ἀποδεθεὶς τῷ ζωο‐ | |
5 | ποιῷ σταυρῷ ὁ τίμιος σπόγγος καὶ αὐτὸς συνυψοῦται αὐτῷ ἐν τῇ ἁγιωτάτῃ μεγάλῃ ἐκκλησίᾳ, πεμφθεὶς παρὰ Νικήτα πατρικίου. Καὶ τῇ κηʹ τοῦ ὑπερβερεταίου, κατὰ Ῥωμαίους ὀκτωβρίου μηνός, ἡμέρᾳ ζʹ, τῇ ἐπὶ κυριακὴν νυκτί, ἠνέχθη ἡ τιμία λόγχη ἀπὸ τῶν ἁγίων τόπων, ἑνὸς τῶν ἐγγιζόντων τῷ καταράτῳ Σαλ‐ | |
10 | βάρᾳ μετὰ τὸ ληφθῆναι αὐτὴν παρ’ αὐτῶν, δεδωκότος αὐτὴν τῷ μνημονευθέντι Νικήτᾳ. καὶ εὐθέως αὐτῇ τῇ κυριακῇ ἐκηρύχθη ἐν τῇ ἁγιωτάτῃ μεγάλῃ ἐκκλησίᾳ ὡς ἠνέχθη· καὶ τῇ τρίτῃ καὶ τετράδι προσεκυνήθη ὑπὸ ἀνδρῶν, πέμπτῃ δὲ καὶ παρασκευῇ ὑπὸ γυναικῶν. | |
15 | Ἰνδ. γʹ. εʹ. μετὰ ὑπ. Ἡρακλείου Αὐγούστου τὸ δ. Καὶ ἀπὸ κβʹ καὶ αὐτῆς τοῦ ἰανουαρίου μηνὸς γράφεται, τῆς βασιλείας Ἡρακλείου νέου Κωνσταντίνου ἔτος γʹ. Τούτῳ τῷ ἔτει ἐπὶ Σεργίου πατριάρχου Κωνσταντινουπό‐ λεως ἀπὸ τῆς αʹ ἑβδομάδος τῶν νηστειῶν ἰνδικτιῶνος δʹ ἤρξατο | |
20 | ψάλλεσθαι μετὰ τὸ Κατευθυνθήτω ἐν τῷ καιρῷ τοῦ εἰσάγεσθαι | |
τὰ προηγιασμένα δῶρα εἰς τὸ θυσιαστήριον ἀπὸ τοῦ σκευοφυλα‐ | ||
706 | κίου μετὰ τὸ εἰπεῖν τὸν ἱερέα, Κατὰ τὴν δωρεὰν τοῦ Χριστοῦ σου, εὐθέως ἄρχεται ὁ λαός, Νῦν αἱ δυνάμεις τῶν οὐρανῶν σὺν ἡμῖν ἀοράτως λατρεύουσιν· ἰδοὺ γὰρ εἰσπορεύεται ὁ βασιλεὺς τῆς δόξης. ἰδοὺ θυσία μυστικὴ τετελειωμένη δορυφορεῖται. πίστει | |
5 | καὶ φόβῳ προσέλθωμεν, ἵνα μέτοχοι ζωῆς αἰωνίου γενώμεθα. ἀλ‐ ληλούια. τοῦτο δὲ οὐ μόνον ἐν ταῖς νηστείαις προηγιασμένων εἰσαγομένων ψάλλεται, ἀλλὰ καὶ ἐν ἄλλαις ἡμέραις, ὁσάκις ἂν προηγιασμένα γίνηται. Τούτῳ τῷ ἔτει γέγονεν ἀπὸ νόμου νόμισμα ἑξάγραμμον | |
10 | ἀργυροῦν, καὶ βασιλικαὶ ῥόγαι δι’ αὐτοῦ γεγόνασι καὶ κατὰ τὸ ἥμισυ τῆς ἀρχαιότητος. καὶ ἔξαρχος τοῦ Πέρσου, καλούμενος Σαήν, ἕως αὐτῆς Χαλκηδόνος ἦλθεν καὶ ἐπὶ τὰ μέρη Χρυσοπό‐ λεως καὶ τοῦ Κηκωνίου καὶ εἰς τὴν ἀντιπέρας ἐβλέπετο. καὶ λα‐ βὼν δῶρα παρὰ τοῦ βασιλέως Ἡρακλείου δι’ ἑαυτοῦ ἐν πλοίοις | |
15 | ἐγγίσαντος τῷ λιμένι Χαλκηδόνος ἀνεχώρησεν, ἐπαγγειλάμενος ὅτι ἐὰν πεμφθῶσιν ἐξ ἡμῶν εἰς πρεσβείαν πρὸς Χοσδρόην τινές, εἰρήνη γίνεται. καὶ δὴ ἐπέμφθησαν ἐξ ἡμῶν πρεσβευταὶ τρεῖς, τουτέστιν Ὀλύμπιος ἔπαρχος πραιτωρίων καὶ Λεόντιος ἔπαρ‐ χος πόλεως καὶ Ἀναστάσιος πρεσβύτερος τῆς κατὰ Κωνσταν‐ | |
20 | τινούπολιν ἁγιωτάτης μεγάλης ἐκκλησίας, ἐπιφερόμενοι καὶ ἀπο‐ κρίσεις γραφείσας ἀπὸ τῶν ἀρχόντων ἡμῶν πρὸς τὸν θεόπτωτον | |
Χοσρόην, ὧντινων ἡ δύναμίς ἐστιν αὕτη. | ||
707 | Ὁ τὰ πάντα δημιουργήσας καὶ τῇ ἰδίᾳ δυνάμει συνέχων θεὸς δῶρον ἄξιον τῆς αὐτοῦ ἀγαθότητος τῷ γένει τῶν ἀνθρώ‐ πων ἐφιλοτιμήσατο τῆς βασιλείας τὴν πρόνοιαν, δι’ ἧς ἀταρά‐ χως ἀξιούμεθα ζῆν ἢ δυσχερείαις τισὶ περιπίπτοντες ἴασιν ἐξευρί‐ | |
5 | σκομεν. πρὸς τοῦτο τὸ θεϊκὸν ἀποβλέψαντες, τὴν βασιλικὴν πρόνοιάν φαμεν, καὶ πρὸ τῶν ἄλλων ἁπάντων τὴν ὑπέρογκον ὑμῶν ἡμερότητα, δυσωποῦμεν συγγνώμης ἡμᾶς ἀξιῶσαι, τολ‐ μήσαντας παρὰ τὴν πρώην πολιτευομένην κατάστασιν τῇ παρού‐ σῃ πρὸς τὸ ὑμέτερον κράτος ἀναφορᾷ χρήσασθαι. ἴσμεν γὰρ τὴν | |
10 | ἐν τῷ προλαβόντι χρόνῳ κρατήσασαν συνήθειαν, ἥτις ἠβούλετο φιλονεικίας τινὸς μεταξὺ τῶν δύο πολιτειῶν ἀνακυπτούσης τοὺς ἑκατέρας αὐτῶν βασιλεύοντας διὰ τῶν πρὸς ἀλλήλους δηλωμά‐ των τὰ φιλονεικούμενα διαλύειν. ἀλλὰ ταύτην τὴν τάξιν παρέλυσε Φωκᾶς ὁ τῆς Ῥωμαϊκῆς πολιτείας γενόμενος ἐπίβουλος. τὸν γὰρ | |
15 | ἐν Θρᾴκῃ Ῥωμαϊκὸν ὑποφθείρας στρατὸν αἰφνιδίως ἐπέστη τῇ παρ’ ἡμῖν βασιλευούσῃ πόλει, καὶ Μαυρίκιον τὸν εὐσεβῶς ἡμῶν βασιλεύσαντα καὶ τὴν αὐτοῦ γυναῖκα, ἔτι δὲ καὶ τέκνα καὶ συγ‐ γενεῖς καὶ ἐκ τῶν ἀρχόντων οὐκ ὀλίγους ἀνεῖλεν. καὶ οὐκ ἠρκέσθη τοῖς πεπραγμένοις παρ’ αὐτοῦ τοσούτοις κακοῖς, ἀλλ’ οὐδὲ τὴν | |
20 | πρέπουσαν τῇ ὑπερόγκῳ ὑμῶν ἡμερότητι τιμὴν ἀπένειμεν, ὥστε λοιπὸν ἐξ ἡμετέρων ἁμαρτιῶν ὁρμηθέντας ὑμᾶς εἰς τὴν τοσαύτην | |
ἐλάττωσιν ἀγαγεῖν τὰ τῆς Ῥωμαϊκῆς πολιτείας πράγματα. ἐγνω‐ | ||
708 | κὼς δὲ τὰ παρὰ τοῦ λυμεῶνος ἐκείνου γενόμενα ὁ νῦν εὐσεβῶς ἡμῶν βασιλεύων καὶ ὁ αὐτοῦ ἀείμνηστος πατήρ, ἐβουλεύσαντο τῆς τοσαύτης ἐκείνου ἀνάγκης ἐλευθερῶσαι τὴν Ῥωμαϊκὴν πολι‐ τείαν· ὅπερ καὶ ἔπραξαν, τεταπεινωμένην ἐκείνην ἐκ τοῦ ὑμε‐ | |
5 | τέρου κράτους εὑρόντες. καὶ μετὰ τὸν τοῦ τυράννου θάνατον βουληθέντος τοῦ ἡμῶν βασιλέως τοὺς ἰδίους λαβεῖν συγγενεῖς καὶ πρὸς τὸν οἰκεῖον ἐν Ἀφρικῇ ἐπαναζεῦξαι πατέρα, προτρέ‐ ψαντός τε ἡμᾶς ὃν θέλομεν ἐπιλέξασθαι βασιλέα, μόλις ταῖς αἰτήσεσιν ἡμῶν πεισθεὶς κατεδέξατο τὴν βασιλείαν, καὶ διὰ τὴν | |
10 | κρατοῦσαν ἐν ταῖς δύο πολιτείαις ταραχήν, ἔτι δὲ καὶ τὴν ἐμφύ‐ λιον στάσιν, οὐκ ἔσχε καιρόν, ὅπερ ἐχρῆν πραχθῆναι, τοῦ διὰ πρεσβείας τὴν ὀφειλομένην τιμὴν τῷ ὑπερόγκῳ κράτει τῆς ὑμε‐ τέρας γαλήνης προσαγαγεῖν. ἐβουλευσάμεθα οὖν παριδεῖν τὸ ἔθος, οὗπερ ἀνωτέρω ἐμνήσθημεν, καὶ βραχεῖς ὄντες ἄνθρωποι | |
15 | πρὸς ἀρχιβασιλέα τηλικοῦτον τῇ δεήσει χρήσασθαι, στέλλοντες καί τινας ἐξ ἡμῶν ὀφείλοντας τῶν ὑμετέρων ἰχνῶν ἀξιωθῆναι. ἀλλὰ διὰ τὰ ἐν μέσῳ συμβάντα τοῦτο πρᾶξαι μέχρι νῦν οὐκ ἐτολ‐ μήσαμεν· ὅτε μέντοι Σαὴν ὁ ἐνδοξότατος Βαβμανζαδαγώ, τοῦ Περσικοῦ στρατοῦ ἔξαρχος, ἐν τοῖς μέρεσι Χαλκηδόνος γέγονε, | |
20 | καὶ συντυχὼν τῷ εὐσεβεστάτῳ ἡμῶν βασιλεῖ καὶ ἡμῖν, καὶ ἐκ πάντων αἰτηθεὶς τὰ περὶ τῆς εἰρήνης διαλεχθῆναι, αὐτὸς μὲν | |
εἶπεν μὴ ἔχειν τοιαύτην ἐξουσίαν, δέεσθαι δὲ τὰ περὶ τούτου τῆς | ||
709 | ὑμῶν φιλανθρωπίας. νυνὶ δὲ καὶ ἀπόκρισιν ἔστειλε πρὸς ἡμᾶς διὰ τοῦ Σπαδαδουάρ, ὑποσχόμενος ἐνωμότως ὅτι τὸ ὑπέρογκον ὑμῶν κράτος τοὺς στελλομένους παρ’ ἡμῶν ὡς πρέπον ἐστὶν δέ‐ χεται καὶ ἀπολύει ἀβλαβεῖς πρὸς ἡμᾶς ἐπαναλῦσαι, καὶ ὅτι παρὰ | |
5 | τῆς ὑμετέρας φιλανθρωπίας τοῦτο πρᾶξαι ἐκελεύσθη. ἡμεῖς δὲ πάλιν τοῖς οὕτω παρακολουθήσασι θαῤῥήσαντες, πρὸ πάντων δὲ τῷ θεῷ καὶ τῇ ὑμετέρᾳ μεγαλειότητι, τοὺς δούλους ὑμῶν ἀπελύσαμεν Ὀλύμπιον τὸν ἐνδοξότατον ἀπὸ ὑπάτων, πατρίκιον καὶ ἔπαρχον τῶν πραιτωρίων, καὶ Λεόντιον τὸν ἐνδοξότατον ἀπὸ | |
10 | ὑπάτων, πατρίκιον καὶ ἔπαρχον πόλεως καὶ Ἀναστάσιον τὸν θεοφιλέστατον πρεσβύτερον καὶ σύγκελλον, οὓς δυσωποῦμεν ὡς πρέπει τῷ ὑπερόγκῳ ὑμῶν κράτει δεχθῆναι καὶ συντόμως ἐπανα‐ λῦσαι πρὸς ἡμᾶς τὴν ἀρέσκουσαν τῷ θεῷ εἰρήνην καὶ πρέπουσαν τῷ φιλειρήνῳ ὑμῶν κρότει ἀποσώζοντας ἡμῖν. δεόμεθα δὲ τῆς | |
15 | ὑμετέρας ἡμερότητος καὶ Ἡράκλειον τὸν εὐσεβέστατον ἡμῶν βα‐ σιλέα γνήσιον ἔχειν τέκνον, προθύμως ἔχοντα ἐν ἅπασι τὴν θε‐ ραπείαν τῆς ὑμετέρας ποιεῖν γαλήνης. ταῦτα γὰρ πράττοντες δι‐ πλῆν ἑαυτοῖς περιποιεῖτε δόξαν, καὶ ἐπὶ τῇ τῶν πολέμων ἀνδρα‐ γαθίᾳ καὶ ἐπὶ τῇ δωρεᾷ τῆς εἰρήνης. καὶ ἡμεῖς λοιπὸν τῆς ἡσυ‐ | |
20 | χίας διὰ τῶν ὑμετέρων ἀειμνημονεύτων δωρεῶν ἐν ἀπολαύσει γι‐ νόμεθα, καιρὸν λαμβάνοντες τὰς ὑπὲρ τῆς ὑμετέρας πολυχρο‐ νίου εὐζωίας τῷ θεῷ προσαγαγεῖν εὐχάς, ἀληθάργητον εἰς αἰῶ‐ | |
νας τῆς Ῥωμαϊκῆς πολιτείας τὴν ὑμετέραν εὐεργεσίαν ἔχοντες. | ||
710 | τμθʹ Ὀλυμπιάς. Ἰνδ. δʹ. ϛʹ. μετὰ ὑπ. Ἡρακλείου Αὐγούστου τὸ εʹ. Καὶ ἀπὸ κβʹ καὶ αὐτῆς τοῦ ἰανουαρίου μηνὸς γράφεται, τῆς βασιλείας Ἡρακλείου νέου Κωνσταντίνου ἔτος δʹ. | |
5 | Ἀπὸ τῆς γεννήσεως τοῦ δεσπότου Χριστοῦ ἕως ταύτης τῆς ὑπατείας ἐπληρώθησαν ἔτη χιθʹ καὶ ἤρξαντο τὰ χκʹ. ἐκ τούτων ἐξαιροῦνται τὰ μέχρι τῆς σταυρώσεως αὐτοῦ ἔτη λγʹ, καὶ κατα‐ λείπονται φπϛʹ. πρὸ φʹ τοίνυν πϛʹ ἐνιαυτῶν εἰσῆλθεν ὁ μάρτιος μὴν ἐν ἡμέρᾳ εʹ· τοῖς γὰρ φπϛʹ πρόσθες τὰ βίσεξτα, τοῦτο ἔστιν | |
10 | ρμζʹ. διὰ τὸ νῦν ἐπικεῖσθαι βίσεξτον γίνονται ψλγʹ. ἔκβα τού‐ των τὸ ζʹ ρδʹ, λοιπὸν εʹ. ἀρίθμησον εʹ ἀπὸ τῆς εʹ ἡμέρας, καὶ καταλήγεις εἰς δευτέραν, ὃ καὶ ἔστιν· ὁ γὰρ μάρτιος τῆς ἐνε‐ στώσης δʹ ἰνδικτιῶνος εἰσέρχεται ἐν δευτέρᾳ τῆς ἑβδομάδος ἡμέρᾳ. | |
15 | Πάλιν τὰς τῆς ἐννεκαιδεκαετηρίδος ζητοῦντες ἐπινεμήσεις εὑρίσκομεν πρὸ φπϛʹ ἐνιαυτῶν, τουτέστιν λʹ κύκλων, ιαʹ οὖσαν ἰνδικτιῶνα· ιαʹ γὰρ ἐπὶ ιαʹ συνάγει φοαʹ. λοιπὸν ιβʹ, ιγʹ, ιδʹ, ιεʹ, ιϛʹ, ιζʹ, ιηʹ, ιθʹ, αʹ, βʹ, γʹ, δʹ, εʹ, ϛʹ, ζʹ. αὕτη γὰρ νῦν ἐνέστηκεν. ψηφίζοντες οὖν πρὸ φπϛʹ ἐτῶν τὴν σελή‐ | |
20 | νην εὑρίσκομεν αὐτὴν τῇ κγʹ τοῦ μαρτίου μηνὸς ἐκείνου, ἥτις | |
ἦν ἐν ἡμέρᾳ παρασκευῇ, ἔχουσαν ιδʹ, εʹ, ὡς εἶναι τὸ πάσχα | ||
711 | τῶν Ἰουδαίων, ὅτε ὁ κύριος ἐσταυρώθη, ἀπὸ ἑσπέρας τῆς πα‐ ρασκευῆς. ἀνέστη δὲ κύριος τῇ ἐφεξῆς κυριακῇ, ἥτις ἦν κεʹ τοῦ αὐτοῦ μαρτίου μηνός. συνᾴδει δὲ ταῦτα καὶ τὰ προταττόμενα παρὰ τῶν ἀξιολόγων ἀνδρῶν ἐν τῇ τῶν φωστήρων ψηφοφορίᾳ. | |
5 | Ἰνδ. εʹ. ζʹ. μετὰ ὑπ. Ἡρακλείου Αὐγούστου τὸ ϛʹ. Καὶ ἀπὸ κβʹ καὶ αὐτῆς τοῦ ἰανουαρίου μηνὸς γράφεται, τῆς βασιλείας Ἡρακλείου νέου Κωνσταντίνου ἔτος εʹ. Ἰνδ. ϛʹ. ηʹ. μετὰ ὑπ. Ἡρακλείου Αὐγούστου τὸ ζʹ. Καὶ ἀπὸ κβʹ καὶ αὐτῆς τοῦ ἰανουαρίου μηνὸς γράφεται, τῆς | |
10 | βασιλείας Ἡρακλείου νέου Κωνσταντίνου ἔτος ϛʹ. Τούτῳ τῷ ἔτει ἀπῃτήθησαν οἱ κτήτορες τῶν πολιτικῶν ἄρτων διὰ διαγραφῶν καθ’ ἕκαστον ἄρτον νομίσματα γʹ. καὶ μετὰ τὸ παρασχεῖν πάντας εὐθέως τῷ αὐγούστῳ μηνὶ αὐτῆς τῆς ϛʹ ἰνδικτιῶνος ἀνηρτήθη τελείως ἡ χορηγία τῶν αὐτῶν πολιτικῶν | |
15 | ἄρτων. Ἰνδ. ζʹ. θʹ. μετὰ ὑπ. Ἡρακλείου Αὐγούστου τὸ ηʹ. Καὶ ἀπὸ κβʹ καὶ αὐτῆς τοῦ ἰανουαρίου μηνὸς γράφεται, τῆς βασιλείας Ἡρακλείου νέου Κωνσταντίνου ἔτος ζʹ. τνʹ Ὀλυμπιάς. | |
20 | Ἰνδ. ηʹ. ιʹ. μετὰ ὑπ. Ἡρακλείου Αὐγούστου τὸ θʹ. | |
712 | Καὶ ἀπὸ κβʹ καὶ αὐτῆς τοῦ ἰανουαρίου μηνὸς γράφεται, τῆς βασιλείας Ἡρακλείου νέου Κωνσταντίνου ἔτος ηʹ. Ἰνδ. θʹ. ιαʹ. μετὰ ὑπ. Ἡρακλείου Αὐγούστου τὸ ιʹ. Καὶ ἀπὸ κβʹ καὶ αὐτῆς τοῦ ἰανουαρίου μηνὸς γράφεται, | |
5 | τῆς βασιλείας Ἡρακλείου νέου Κωνσταντίνου ἔτος θʹ. Ἰνδ. ιʹ. ιβʹ. μετὰ ὑπ. Ἡρακλείου Αὐγούστου ἔτος ιαʹ. Καὶ ἀπὸ κβʹ καὶ αὐτῆς τοῦ ἰανουαρίου μηνὸς γράφεται, τῆς βασιλείας Ἡρακλείου νέου Κωνσταντίνου ἔτος ιʹ. Ἰνδ. ιαʹ. ιγʹ. μετὰ ὑπ. Ἡρακλείου Αὐγούστου τὸ ιβʹ. | |
10 | Καὶ ἀπὸ κβʹ καὶ αὐτῆς τοῦ ἰανουαρίου μηνὸς γράφεται, τῆς βασιλείας Ἡρακλείου νέου Κωνσταντίνου ἔτος ιαʹ. Τούτῳ τῷ ἐνιαυτῷ μηνὶ δαισίῳ, κατὰ Ῥωμαίους ἰουνίου εʹ, ἡμέρᾳ πρώτῃ, ὄντος τοῦ βασιλέως Ἡρακλείου εἰς τὰ Θρᾴκια μέρη μετά τινων ἀρχόντων καί τινων οὐ μόνον κτητόρων καὶ κλη‐ | |
15 | ρικῶν, ἀλλὰ γὰρ καὶ ἐργαστηριακῶν καὶ δημοτῶν ἐξ ἑκατέρου μέρους καὶ πλήθους ἄλλου οὐκ ὀλίγου, πλησιάσαντος τῷ μακρῷ τείχει τοῦ Χαγάνου τῶν Ἀβάρων μετὰ πλήθους ἀπείρου, μελ‐ λούσης, ὡς καθὼς ἐφημίσθη, μεταξὺ Ῥωμαίων καὶ Ἀβάρων εἰρήνης γίνεσθαι, καὶ μέλλοντος ἱππικοῦ ἐν Ἡρακλείᾳ ἄγεσθαι, | |
20 | τῇ φήμῃ ταύτῃ συναπαχθὲν πλῆθος ἄπειρον ἐξῆλθεν ἐκ τῆς παν‐ | |
ευδαίμονος, καὶ περὶ ὥραν δʹ τῆς κυριακῆς αὐτῆς ὁ Χαγάνος | ||
713 | τῶν Ἀβάρων τῷ φραγελλίῳ αὐτοῦ ἔνευσεν, καὶ πάντες οἱ σὺν αὐτῷ ὁρμήσαντες εἰσῆλθαν τὸ μακρὸν τεῖχος, ἐκείνου μείναντος ἔξωθεν τοῦ τείχους μετά τινων τῶν αὐτοῦ, καὶ ὡς καθὼς εἶπεν ὅτι καὶ τὸ τεῖχος εἰσήρχετο καὶ τὴν πόλιν παρελάμβανεν, εἰ μὴ | |
5 | ὅτι ὁ θεὸς αὐτὸν ἐκώλυσεν. πλὴν οἱ αὐτοῦ εἰσελθόντες αὐτῇ τῇ κυριακῇ ἀπὸ ἑσπέρας ἕως τῆς Χρυσῆς πόρτας πάντας ἐπραίδευ‐ σαν οὓς ηὗρον ἔξω τῆς πόλεως μετὰ καὶ τῶν ἐν τοῖς προαστείοις ὅπως οὖν εὑρεθέντων ἀνθρώπων τε καὶ ἀλόγων παντοδαπῶν. εἰσῆλθαν δὲ καὶ εἰς τοὺς ἁγίους Κοσμᾶν καὶ Δαμιανὸν ἐν Βλα‐ | |
10 | χέρναις, καὶ εἰς τὸν Ἀρχάγγελον πέραν εἰς τὰ Προμώτου, καὶ οὐ μόνον ὅτι τὰ κιβούρια καὶ ἄλλα κειμήλια ἀφείλαντο, ἀλλὰ καὶ αὐτὴν τὴν ἁγίαν τράπεζαν τῆς ἐκκλησίας τοῦ Ἀρχαγγέλου κα‐ τέκλασαν, καὶ πάντας μετὰ τῶν ἀφαιρεθέντων αὐτῶν μετῴκι‐ σαν πέραν τοῦ Δανουβίου, μηδενὸς ἀντιστατοῦντος. | |
15 | τναʹ Ὀλυμπιάς. Ἰνδ. ιβʹ. ιδʹ. μετὰ ὑπ. Ἡρακλείου Αὐγούστου τὸ ιγʹ. Καὶ ἀπὸ κβʹ καὶ αὐτῆς τοῦ ἰανουαρίου μηνὸς γράφεται τῆς βασιλείας Ἡρακλείου νέου Κωνσταντίνου ἔτος ιβʹ. Τούτῳ τῷ ἐνιαυτῷ μηνὶ δύστρῳ, κατὰ Ῥωμαίους μαρτίῳ, | |
20 | εʹ καὶ κʹ τοῦ μηνός, τῇ ἡμέρᾳ τοῦ εὐαγγελισμοῦ τῆς δεσποίνης | |
714 | ἡμῶν τῆς θεοτόκου, ἐξῆλθεν ἐπὶ τὰ ἀνατολικὰ μέρη ὁ βασιλεὺς Ἡράκλειος ἅμα τοῖς αὐτοῦ τέκνοις Ἡρακλείῳ καὶ Ἐπιφανίᾳ τῇ καὶ Εὐδοκίᾳ καὶ τῇ βασιλίσσῃ Μαρτίνᾳ, καὶ ἐποίησεν σὺν αὐ‐ τοῖς τὴν πασχαλίαν ἑορτὴν πλησίον τῆς πόλεως Νικομηδείας. | |
5 | καὶ μετὰ τὴν ἑορτὴν αὐτὸς μὲν ὁ βασιλεὺς Ἡράκλειος μετὰ Μαρ‐ τίνης τῆς βασιλίσσης ὥρμησαν ἐπὶ τὰ ἀνατολικὰ μέρη, συνόντος αὐτοῖς καὶ Ἀνιανοῦ δομεστίκου τοῦ μαγίστρου. τὰ δὲ τέκνα αὐ‐ τοῦ ὑπέστρεψαν ἐν Κωνσταντινουπόλει. Τούτῳ τῷ ἔτει μηνὶ ἀρτεμισίῳ, κατὰ Ῥωμαίους μαΐῳ, τῆς | |
10 | ιβʹ ἰνδικτιῶνος, ἐπὶ Σεργίου πατριάρχου Κωνσταντινουπόλεως, ἐπενοήθη ψάλλεσθαι μετὰ τὸ μεταλαβεῖν πάντας τῶν ἁγίων μυ‐ στηρίων ἐν τῷ μέλλειν τοὺς κληρικοὺς ἐπὶ τὸ σκευοφυλάκιον ἀπο‐ καθιστᾶν τὰ τίμια ῥιπίδια, δισκάρια καὶ ποτήρια καὶ ἄλλα ἱερὰ σκεύη, μετὰ τὸ ἐκ τῶν παρατραπεζίων καὶ τὴν διάδοσιν | |
15 | ἀποτεθῆναι πάντα εἰς τὴν ἁγίαν τράπεζαν, καὶ ψαλθῆναι τὸν τελευταῖον στίχον τοῦ κοινωνικοῦ, λέγεσθαι καὶ τοῦτο το τροπά‐ ριν, Πληρωθήτω τὸ στόμα ἡμῶν αἰνέσεως, κύριε, ὅπως ἂν ὑμνήσωμεν τὴν δόξαν σου, ὅτι ἠξίωσας ἡμᾶς τῶν ἁγίων σου μετασχεῖν μυστηρίων. τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ, ὅλην | |
20 | τὴν ἡμέραν μελετῶντας τὴν δικαιοσύνην σου. ἀλληλούια. | |
Ἰνδ. ιγʹ. ιεʹ. μετὰ ὑπ. Ἡρακλείου Αὐγούστου τὸ ιδʹ. | ||
715 | Καὶ ἀπὸ κβʹ καὶ αὐτῆς τοῦ ἰανουαρίου μηνὸς γράφεται, τῆς βασιλείας Ἡρακλείου νέου Κωνσταντίνου ἔτος ιγʹ. Ἰνδ. ιδʹ. ιϛʹ. μετὰ ὑπ. Ἡρακλείου Αὐγούστου ἔτος ιεʹ. Καὶ ἀπὸ κβʹ καὶ αὐτῆς τοῦ ἰανουαρίου μηνὸς γράφεται, τῆς | |
5 | βασιλείας Ἡρακλείου νέου Κωνσταντίνου ἔτος ιδʹ. Τούτῳ τῷ ἐνιαυτῷ μηνὶ δύστρῳ, κατὰ Ῥωμαίους μαρτίῳ, ἐφάνη ἐπὶ δʹ ἡμέρας ἀστὴρ φαιδρὸς πάνυ κατὰ δυσμὰς μετὰ δύ‐ σιν ἡλίου. Τούτῳ τῷ ἔτει μηνὶ ἀρτεμισίῳ, κατὰ Ῥωμαίους μαΐῳ, ιδʹ, | |
10 | ἡμέρᾳ δʹ, αὐτῇ τῇ ἁγίᾳ μεσοπεντηκοστῇ, συνήχθησαν αἱ σχο‐ λαὶ καὶ ἄλλοι πολλοὶ τοῦ πλήθους ἐν τῇ ἁγιωτάτῃ μεγάλῃ ἐκκλη‐ σίᾳ, καὶ κατέκραξαν Ἰωάννου τοῦ ἐπίκλην Σεισμοῦ, ὡς θελήσαν‐ τος ἐπᾶραι τὰ ψώμια τῶν σχολῶν εἰς ὄνομα τῶν στρατιωτῶν· καὶ τοῦ πατριάρχου Σεργίου ὑποσχομένου ἀποθεραπεύειν τὸν | |
15 | ὄχλον, εἰ μόνον ἐνδώσωσι γενέσθαι τὴν θείαν λειτουργίαν. Τῇ πεντεκαιδεκάτῃ τοῦ αὐτοῦ μηνὸς πάλιν πλειόνων εὑρε‐ θέντων ἐν τῇ ἁγιωτάτῃ μεγάλῃ ἐκκλησίᾳ, καὶ κατακραξάντων τοῦ λεχθέντος Ἰωάννου, ὁ μὲν πατριάρχης καὶ Ἀλέξανδρος ὁ ἔπαρχος τῶν πραιτωρίων καὶ ἄλλοι τινὲς τῶν ἀρχόντων καὶ | |
20 | Λεόντιος κόμης τοῦ ὀψαρίου καὶ σπαθάριος, ἀνῆλθαν εἰς τὸν ἄμβωνα τῆς μεγάλης ἐκκλησίας, καὶ κραυγῶν πολλῶν γενομένων | |
κατὰ τοῦ ῥηθέντος Ἰωάννου τοῦ ἐπίκλην Σεισμοῦ ἀπὸ τοῦ κοι‐ | ||
716 | νοῦ εἰς τὸ μηκέτι αὐτὸν παρελθεῖν διὰ πολιτικοῦ πράγματος, ἐκεῖνος μὲν καθῃρέθη καὶ κατεβλήθησαν αὐτοῦ παραχρῆμα αἱ εἰκόνες. ὁ δὲ ἔπαρχος τῶν πραιτωρίων Ἀλέξανδρος προσεφώνησε, λέγων ὅτι Ἀπὸ ἄρτι πρὸς ἐμὲ ἔχετε χάριν τῶν ψωμίων καὶ ἐλπί‐ | |
5 | ζω ἐν τάχει ποιῶ διόρθωσιν εἰς αὐτό. ὁ γὰρ λεχθεὶς Ἰωάννης ὁ Σεισμὸς γʹ φόλλεων πιπρασκομένου τοῦ ψωμίου αὐτὸς ηʹ φόλ‐ λεων αὐτὸ ἠβουλήθη ποιῆσαι· καὶ ὁ θεὸς κατέβαλε τὴν βου‐ λὴν αὐτοῦ. Καλὸν δὲ διηγήσασθαι ὅπως καὶ νῦν ὁ μόνος πολυέλεος καὶ | |
10 | εὔσπλαγχνος θεὸς τῇ εὐπροσδέκτῳ πρεσβείᾳ τῆς ἀχράντου αὐ‐ τοῦ μητρὸς καὶ κατὰ ἀλήθειαν δεσποίνης ἡμῶν θεοτόκου καὶ ἀειπαρθένου Μαρίας τὴν ταπεινὴν ταύτην αὐτοῦ πόλιν ἔσωσεν ἐκ τῶν κατὰ συμφωνίαν κυκλωσάντων αὐτὴν παναθέων ἐχθρῶν τῇ κραταιᾷ αὐτοῦ χειρί, καὶ τὸν ἐν αὐτῇ εὑρεθέντα λαὸν ἐλυ‐ | |
15 | τρώσατο τῆς προσδοκωμένης μαχαίρας, αἰχμαλωσίας τε καὶ πι‐ κροτάτης δουλείας, ὃ οὐδεὶς τῶν πάντων εὐπορήσει διηγήσασθαι. ὁ γὰρ ἐπικατάρατος Σαλβάρας, ἔξαρχος τοῦ Περσικοῦ στρατοῦ, ἐκδεχόμενος, ὡς ἔοικεν, καὶ ἔργοις δὲ τελευταῖον ἀπεδείχθη, τὴν τοῦ παναθέου Χαγάνου τῶν Ἀβάρων ἐπέλευσιν, πρὸ πλεί‐ | |
20 | στων τούτων ἡμερῶν γενόμενος ἐν Χαλκηδόνι πάντα τά τε προά‐ | |
στεια καὶ παλάτια καὶ τοὺς εὐκτηρίους οἴκους ἀθέως ἐνέπρησεν, | ||
717 | καὶ ἔμεινεν λοιπὸν τὴν ἐκείνου παρουσίαν ἐκδεχόμενος. τῇ οὖν κθʹ τοῦ ἰουνίου μηνὸς τῆς παρούσης ιδʹ ἰνδικτιῶνος, τουτέστιν τῇ ἡμέρᾳ τῆς συνάξεως τῶν ἁγίων καὶ ἐνδόξων κορυφαίων ἀποστό‐ λων Πέτρου καὶ Παύλου, κατέλαβε πρόκουρσον τοῦ θεομισήτου | |
5 | Χαγάνου, ὡς ἄχρι χιλιάδων τριάκοντα, διὰ δηλωμάτων φημί‐ σαντος τοʹ τε μακρὸν τεῖχος καταλαβεῖν καὶ τὰ ἔνδον αὐτοῦ, ὥστε τοὺς εὑρεθέντας ἔξωθεν τῆς πόλεως ἐφίππους γενναιοτάτους στρατιώτας κατὰ τὴν αὐτὴν ἡμέραν, κυριακὴν οὖσαν, ἔνδον γε‐ νέσθαι τοῦ νέου Θεοδοσιακοῦ τείχους ταύτης τῆς βασιλίδος πό‐ | |
10 | λεως, καὶ ἔμεινεν τὸ αὐτὸ πρόκουρσον ἐπὶ τὰ μέρη Μελαντιάδος, ὀλίγων ἐξ αὐτῶν ἐκτρεχόντων μέχρι τοῦ τείχους ἐκ διαλειμμάτων, καὶ μὴ συγχωρούντων τινὰ ἐξιέναι ἢ ὅλως ἀλόγων δαπάνας συλ‐ λέγειν. ἐν τῷ μέσῳ δὲ ἄχρις ἡμερῶν δέκα ἐφεξῆς διαδραμουσῶν, καὶ μηδενὸς τῶν ἐχθρῶν σύνεγγυς τοῦ τείχους φανέντος, ἐξῆλ‐ | |
15 | θαν στρατιῶται μετὰ παλλικαρίων καὶ πολιτῶν, ὀφείλοντες ὡς ἀπὸ δέκα μιλίων θερίσαι ὀλίγα γεννήματα, καὶ συνέβη ἀπαντη‐ θῆναι αὐτοῖς τοὺς ἐχθροὺς καὶ ἔνθεν κἀκεῖθέν τινας διαπεσεῖν, συσχεθῆναι δὲ καί τινας ἐκ τῶν παλλικαρίων, τῶν στρατιωτῶν καὶ τῶν πολιτῶν τῶν ἐξελθόντων σὺν αὐτοῖς. εἰ μὴ γὰρ συνέβη τοὺς | |
20 | στρατιώτας περισπασθῆναι εἰς τὸ ἐκδικῆσαι τὰ ἴδια παλλικάρια καὶ τοὺς πολίτας, ἱκανοὶ ἐφονεύοντο ἐκ τῶν ἐχθρῶν κατ’ ἐκείνην | |
τὴν ἡμέραν. μετ’ οὐ πολὺ δέ τινων ἐχθρῶν ἄχρι μιᾶς χιλιάδος | ||
718 | ἐλθόντων πλησίον τοῦ σεβασμίου οἴκου τῶν ἁγίων Μακκαβαίων πέραν ἐν Συκαῖς, καὶ ἐμφανισάντων ἑαυτοὺς τοῖς Πέρσαις, κἀ‐ κείνων συναχθέντων ἐπὶ τὰ μέρη Χρυσοπόλεως, καὶ γνωρισάν‐ των ἀλλήλοις διὰ πυρκαϊᾶς τὴν ἑαυτῶν παρουσίαν, ἐν τῷ μέσῳ | |
5 | ἀπέλυσεν ὁ ἐπικατάρατος Χαγάνος Ἀθανάσιον τὸν ἐνδοξότατον πατρίκιον ἀπὸ τῶν μερῶν Ἀδριανουπόλεως, εἰρηκὼς αὐτῷ ὅτι Ἄπελθε καὶ ἴδε πῶς θέλουσιν οἱ τῆς πόλεως θεραπεῦσαί με καὶ τί θέλουσί μοι δοῦναι, ἵνα ὑποστρέψω εἰσελθόντος οὖν αὐτοῦ Ἀθανασίου τοῦ ἐνδοξοτάτου, καὶ ταῦτα ἀπαγγείλαντος | |
10 | Βόνῳ τῷ ἐνδοξοτάτῳ πατρικίῳ καὶ μαγίστρῳ καὶ τοῖς λοιποῖς ἄρχουσι, κἀκείνων ἐπιμεμψαμένων αὐτῷ οὕτως ὑποπεσόντι τῷ ἐπικαταράτῳ Χαγάνῳ καὶ ὑποσχομένῳ τοὺς τῆς πόλεως τὰ θε‐ ραπεύοντα αὐτὸν πράττειν, τότε Ἀθανάσιος ὁ ἐνδοξότατος εἶπεν ταῦτα αὐτῷ ῥηθῆναι παρὰ τῶν ἐνδοξοτάτων ἀρχόντων κατὰ τὸν | |
15 | καιρὸν καθ’ ὃν εἰς πρεσβείαν ἐστέλλετο· λοιπὸν δὲ μηδὲ μεμα‐ θηκέναι αὐτὸν οὕτω τὰ τοῦ τείχους κατησφαλίσθαι καὶ στρατὸν ἐνταῦθα παρεῖναι· πλὴν ἑτοίμως ἔχειν αὐτὸν τὴν αὐτῷ διδομέ‐ νην ἀπόκρισιν λέγειν ἀπαραλλάκτως τῷ Χαγάνῳ. εἶτα ἐπιζητή‐ σαντος τοῦ αὐτοῦ ἐνδοξοτάτου Ἀθανασίου πρότερον ἐθέλειν θεω‐ | |
20 | ρῆσαι τὸν ἐν τῇ πόλει ὄντα στρατόν, ἀρμαστατιῶνος γενομένης ηὑρέθησαν τῶν ἐνδημούντων ἐν τῇ πόλει καβαλλαρίων περὶ τὰς ιβʹ καὶ πρὸς χιλιάδας. καὶ τότε δέδωκαν αὐτῷ οἱ ἄρχοντες ἀντα‐ | |
πόκρισιν ὀφείλουσαν πάντως παρασκευάσαι τὸν ἐπικατόρατον | ||
719 | Χαγάνον πλησιάσαι τῷ τείχει ἤγουν τῇ πόλει. εἶτα Ἀθανασίου τοῦ ἐνδοξοτάτου τὰ πρὸς ἐκεῖνον φθάσαντος, καὶ μὴ δεχθέντος, ἀλλὰ λέγοντος τοῦ καταράτου Χαγάνου ὅλως μὴ ἐνδιδόναι, εἰ μήδ’ ὃν καὶ τὴν πόλιν καὶ τοὺς ἐν αὐτῇ ὄντας κομίσηται, τῇ | |
5 | κθʹ τοῦ ἰουλίου μηνὸς αὐτὸς ὁ θεομίσητος Χαγάνος κατέλαβε τὸ τεῖχος μετὰ ὅλου τοῦ ὄχλου αὐτοῦ, καὶ ἔδειξεν ἑαυτὸν τοῖς τῆς πόλεως. μετὰ μίαν ἡμέραν, τουτέστιν τῇ λαʹ τοῦ αὐτοῦ ἰουλίου μηνός, ἦλθεν παρατασσόμενος πόλεμον [καὶ ἔμεινεν ἀπὸ ἕωθεν ἕως ὥρας ιαʹ πολεμῶν] ἀπὸ τῆς λεγομένης Πολυανδρίου πόρτας | |
10 | καὶ ἕως τῆς πόρτας τοῦ Πέμπτου καὶ ἐπέκεινα σφοδροτέρως· ἐκεῖ γὰρ τὸν πολὺν αὐτοῦ παρέστησεν ὄχλον, στήσας εἰς ὄψιν κατὰ τὸ λοιπὸν μέρος τοῦ τείχους Σκλάβους. καὶ ἔμεινεν ἀπὸ ἕωθεν ἕως ὥρας ιαʹ πολεμῶν, πρῶτον μὲν διὰ πεζῶν Σκλάβων γυμνῶν, κατὰ δὲ δευτέραν τάξιν διὰ πεζῶν ζαβάτων. καὶ περὶ ἑσπέραν | |
15 | ἔστησεν ὀλίγα μαγγανικὰ καὶ χελώνας ἀπὸ Βραχιαλίου καὶ ἕως Βραχιαλίου. καὶ πάλιν τῇ ἑξῆς ἔστησε πλῆθος μαγγανικῶν εἰς τὸ μέρος ἐκεῖνο τὸ πολεμηθὲν παρ’ αὐτοῦ σύνεγγυς ἀλλήλων, ὡς ἀναγκασθῆναι τοὺς τῆς πόλεως πάμπολλα στῆσαι μαγγανικὰ ἔνδοθεν τοῦ τείχους τῆς μάχης καθ’ ἑκάστην τῶν πεζῶν συγκρο‐ | |
20 | τουμένης, καὶ τῶν ἡμετέρων κατὰ θεοῦ δημιουργίαν ἐκ τοῦ περι‐ γεγονότος ἀποσοβούντων μήκοθεν τοὺς ἐχθρούς. ἐκαλάμωσε δὲ | |
τὰς πετραρίας αὐτοῦ καὶ ἔξωθεν ἐβύρσωσεν. παρεσκεύασεν δὲ | ||
720 | εἰς τὸ διάστημα το ἀπὸ τῆς Πολυανδρίου πόρτας ἕως τῆς πόρτας τοῦ ἁγίου Ῥωμανοῦ στῆναι ιβʹ πυργοκαστέλλους ὑψηλούς, φθά‐ νοντας σχεδὸν ἕως τῶν προμαχεώνων, καὶ ἐβύρσωσεν αὐτούς. καὶ οἱ εὑρεθέντες δὲ ναῦται ἐν τῇ πόλει καὶ αὐτοὶ ἐξῆλθον εἰς | |
5 | συμμαχίαν τοῖς πολίταις· καὶ εἷς ἐξ αὐτῶν τῶν ναυτῶν ἐμηχα‐ νήσατο καταρτίαν καὶ ἐκρέμασεν εἰς αὐτὴν κάραβον, ὀφείλων δι’ αὐτοῦ ἐμπρῆσαι τοὺς πυργοκαστέλλους τῶν ἐχθρῶν, ὅντινα ναύ‐ την καταπλήξαντα τοὺς πολεμίους οὐ μετρίως συνεκρότησε Βό‐ νος ὁ πανεύφημος μάγιστρος. | |
10 | Ὁ δὲ αὐτὸς εὐκλεέστατος μάγιστρος μετὰ τὸ ἐγγίσαι τὸν ἐχθρὸν τῷ τείχει οὐ διέλειπεν προτρέπων αὐτὸν λαβεῖν μὴ μόνον τὰ πάκτα αὐτοῦ, ἀλλὰ καὶ ἕτερον στίχον ὑπὲρ τοῦ ἐλθεῖν αὐτὸν ἕως τοῦ τείχους. καὶ οὐ προσεδέξατο, ἀλλ’ ἔλεγεν ὅτι ἀναχωρή‐ σατε τῆς πόλεως καὶ ἐάσατέ μοι τὰς ὑποστάσεις ὑμῶν, καὶ σώ‐ | |
15 | σατε ἑαυτοὺς καὶ τὰς φαμιλίας ὑμῶν. ἠγωνία δὲ χαλάσαι εἰς θάλασσαν τὰ μονόξυλα, ἅπερ ἤγαγεν μεθ’ ἑαυτοῦ, καὶ οὐ συν‐ εχωρεῖτο ἐκ τῶν σκαφοκαράβων. καὶ ταῦτα λοιπὸν παρεσκεύασεν χαλασθῆναι κατὰ τὴν γέφυραν τοῦ ἁγίου Καλλινίκου μετὰ τρίτην ἡμέραν τοῦ πολεμῆσαι. διὰ τοῦτο δὲ παρεσκεύασεν ἐκεῖσε χαλα‐ | |
20 | σθῆναι τὰ μονόξυλα, ὡς τῶν τόπων ἐπιβράχων ὄντων, καὶ μὴ | |
δυναμένων ἐκεῖσε τῶν σκαφοκαράβων παρεισελθεῖν. ἔμειναν δὲ οἱ | ||
721 | σκαφοκάραβοι εἰς ὄψιν τῶν μονοξύλων ἀπὸ τοῦ ἁγίου Νικολάου ἕως τοῦ ἁγίου Κόνωνος πέραν εἰς Πηγάς, μὴ συγχωροῦντες παρεξελθεῖν τὰ μονόξυλα. Τῷ δὲ σαββάτῳ τῇ δείλῃ, τουτέστιν τῇ δευτέρᾳ τοῦ αὐ‐ | |
5 | γούστου μηνός, ἐζήτησεν ἄρχοντας ὁ Χαγάνος ὀφείλοντας αὐτῷ διαλεχθῆναι. καὶ δὴ ἐξῆλθον πρὸς αὐτὸν Γεώργιος ὁ ἐνδοξότατος πατρίκιος καὶ Θεόδωρος ὁ ἐνδοξότατος κομμερκιάριος ὁ τὴν ἴσα‐ τιν καὶ Θεοδόσιος ὁ ἐνδοξότατος πατρίκιος καὶ λογοθέτης καὶ Θεόδωρος ὁ θεοφιλέστατος σύγκελλος καὶ Ἀθανάσιος ὁ ἐνδοξότα‐ | |
10 | τος πατρίκιος. καὶ δὴ ἀπελθόντων αὐτῶν ἤγαγεν εἰς ὄψιν αὐ‐ τῶν ὁ Χαγάνος τρεῖς Πέρσας φοροῦντας ὁλοσήρικα, πεμφθέντας πρὸς αὐτὸν ἐκ τοῦ Σαλβάρα. καὶ ἐκείνους μὲν παρεσκεύασεν κα‐ θεσθῆναι ἐπὶ αὐτοῦ, τοὺς δὲ ἡμετέρους πρεσβευτὰς παρίστασθαι. καὶ εἶπεν ὅτι Ἰδοὺ οἱ Πέρσαι ἐπρέσβευσαν πρὸς ἐμέ, ἑτοίμως | |
15 | ἔχοντες δοῦναί μοι τρεῖς χιλιάδας εἰς συμμαχίαν. ἐὰν οὖν θέλετε λαβεῖν ἕκαστος τῶν ἐν τῇ πόλει πρὸς σάγιν καὶ κάμισιν, ποιοῦ‐ μεν σιγίλλιν πρὸς τὸν Σαλβάραν· φίλος γάρ μού ἐστιν, καὶ πε‐ ράσατε πρὸς αὐτόν, καὶ οὐκ ἀδικεῖ ὑμᾶς, καὶ ἐάσατέ μοι τὴν πόλιν καὶ τὰς ὑποστάσεις ὑμῶν· ἄλλως γὰρ ὑμᾶς οὐκ ἔνι σωθῆ‐ | |
20 | ναι, μὴ ἰχθύες ἔχετε γενέσθαι καὶ διὰ θαλάσσης ἀπελθεῖν ἢ πτε‐ ρωτοὶ καὶ εἰς τὸν οὐρανὸν ἀνελθεῖν. ἰδοὺ γάρ, ὡς λέγουσιν | |
αὐτοὶ οἱ Πέρσαι, οὐδὲ ὁ βασιλεὺς ὑμῶν ἐν Περσίδι εἰσῆλθεν οὐδὲ | ||
722 | ὁ στρατὸς ὑμῶν καταλαμβάνει. εἶπε δὲ αὐτῷ Γεώργιος ὁ ἐνδοξό‐ τατος ὅτι οὗτοι ἐπιθέται εἰσὶν καὶ μίαν ἀλήθειαν οὐ λαλοῦσιν. ἐπεὶ ὁ στρατὸς ἡμῶν ἐνταῦθα καταλαμβάνει, καὶ ὁ εὐσεβέστατος ἡμῶν δεσπότης εἰς τὴν χώραν αὐτῶν ἐστιν ἐξολοθρεύων αὐτήν. | |
5 | ὁ εἷς οὖν τῶν Περσῶν διακνισθεὶς ὕβρισεν ἐπὶ τοῦ Χαγάνου τὸν εἰρημένον ἐνδοξότατον Γεώργιον. καὶ αὐτὸς ἀνταπεκρίθη αὐτῷ ὅτι Σύ με οὐχ ὑβρίζεις, ἀλλ’ ὁ Χαγάνος. εἶπαν δὲ καὶ τοῦτο τῷ Χαγάνῳ οἱ πρὸς αὐτὸν ἐξελθόντες ἐνδοξότατοι ἄρχοντες ὅτι Τοσαῦτα πλήθη ἔχων βοηθείας Περσῶν δέῃ. καὶ εἶπεν ὅτι Ἐὰν | |
10 | θελήσω, παρέχουσί μοι εἰς συμμαχίαν· φίλοι γάρ μού εἰσιν. καὶ πάλιν εἶπον αὐτῷ οἱ ἄρχοντες ἡμῶν ὅτι Ἡμεῖς τὴν πόλιν οὐ‐ δέποτε ἐῶμεν· ἡμεῖς γὰρ προσδοκῶντες ὅτι καίριόν τι λαλοῦμεν ἐξήλθαμεν πρὸς σέ. ἐὰν οὖν μὴ θέλῃς τὰ πρὸς εἰρήνην μεθ’ ἡμῶν λαλῆσαι, ἀπόλυσον ἡμᾶς. καὶ ἀπέλυσεν αὐτούς. καὶ τῇ | |
15 | νυκτὶ εὐθέως τῇ ἐπὶ κυριακὴν κατὰ δημιουργίαν τοῦ ἀγαθοῦ καὶ φιλοικτίρμονος θεοῦ περιέπεσαν αὐτοὶ οἱ Πέρσαι οἱ πρεσβεύσαντες πρὸς τὸν Χαγάνον ἐν τῷ ἀντιπερᾶν αὐτοὺς διὰ Χαλῶν ἐπὶ Χρυ‐ σόπολιν εἰς ἡμετέρους καράβους, ἐν οἷς ἦσάν τινες καὶ τῶν τοῦ ὀρφανοτροφείου· καὶ ὁ εἷς ἐξ αὐτῶν τῶν Περσῶν ηὑρέθη βαλὼν | |
20 | ἑαυτὸν εἰς καράβιν λεγόμενον σανδάλιν ἐπὶ ὄψιν καὶ ἐπάνω τὰ καταλέκτια, καὶ οὕτως ἀντιπερῶν ἐπὶ Χρυσόπολιν. ὁ δὲ ναύτης | |
ὁ ὢν ἐν αὐτῷ τῷ καραβίῳ καὶ ἐλαύνων ἔνευσεν εὐφυῶς τοῖς τοῦ | ||
723 | ὀρφανοτροφείου, καὶ ἐπανάξαντες καὶ ἐπαρόντες τὰ καταλέκτια, καὶ εὑρόντες αὐτὸν τὸν Πέρσην τέλειον ὄντα καὶ κείμενον ἐπὶ ὄψιν, ἔσφαξαν καὶ ἐπῆραν τὴν κεφαλὴν αὐτοῦ. τοὺς δὲ ἄλλους δύο Πέρσας εἰς ἄλλο πλοῖον ἀντιπερῶντας ἐχειρώσαντο μετὰ καὶ | |
5 | τοῦ ναύτου, καὶ τούτους ἕωθεν ἤγαγον εἰς τὸ τεῖχος. καὶ τοῦ μὲν ἑνὸς τῶν ζώντων κόψαντες τὰς δύο χεῖρας καὶ δήσαντες εἰς τὸν τράχηλον αὐτοῦ τὴν κεφαλὴν τοῦ σφαγέντος ἐν τῷ καράβῳ ἔπεμψαν οἱ ἡμέτεροι πρὸς τὸν Χαγάνον. τοῦ δὲ ἄλλου βληθέν‐ τος εἰς κάραβον καὶ ἀπενεχθέντος ζῶντος ἐπὶ Χαλκηδόνα, καὶ | |
10 | ἐπιδειχθέντος τοῖς Πέρσαις, ὥς ἐστιν εἰς τὸν κάραβον, ἀπεκε‐ φάλισαν αὐτὸν οἱ ἡμέτεροι, καὶ ἔῤῥιψαν εἰς γῆν τὴν κεφαλὴν αὐ‐ τοῦ μετὰ γραμμάτων ἐχόντων οὕτως· ὅτι ὁ Χαγάνος μεθ’ ἡ‐ μῶν πάκτα πεποιηκὼς ἔπεμψεν ἡμῖν τοὺς παρ’ ὑμῶν πρὸς αὐτὸν σταλέντας πρεσβευτάς, καὶ τοὺς μὲν δύο ἐν τῇ πόλει ἀπεκεφα‐ | |
15 | λίσαμεν, τοῦ δὲ ἄλλου ἰδοὺ ὑμεῖς ἔχετε τὴν κεφαλήν. ἀπῆλθεν δὲ αὐτῇ τῇ κυριακῇ ὁ ἐπικατάρατος Χαγάνος εἰς Χαλάς, καὶ ἔβαλεν εἰς θάλασσαν μονόξυλα ὀφείλοντα ἀπελθεῖν εἰς τὴν ἀντι‐ πέραν καὶ ἀγαγεῖν πρὸς ἑαυτὸν τοὺς Πέρσας κατὰ τὴν ὑπόσχεσιν αὐτῶν. τούτου δὲ γνωσθέντος, τῇ ἑσπέρᾳ ἐξ ἡμῶν ἀνέπλευσαν | |
20 | κἂν οʹ κάραβοι ἐπὶ Χαλάς, τοῦ ἀνέμου ὄντος ἐναντίου, εἰς τὸ | |
μὴ συγχωρῆσαι τὰ μονόξυλα ἀντιπερᾶσαι. καὶ ὑπέστρεψεν περὶ | ||
724 | ἑσπέραν ὁ ἐπικατάρατος Χαγάνος εἰς τὰ περὶ τὸ τεῖχος, καὶ ἐπέμ‐ φθησαν αὐτῷ ἀπὸ τῆς πόλεως βρώσιμά τινα καὶ οἰνάρια. ἦλθεν δὲ Ἑρμίτζις ἔξαρχος τῶν Ἀβάρων εἰς τὴν πόρταν λέγων ὅτι Βαρὺ πρᾶγμα ἐποιήσατε τοὺς χθὲς μετὰ τοῦ Χαγάνου ἀριστήσαντας, | |
5 | ὅτι ἐφονεύσατε, καὶ πρὸς τούτοις ἐπέμψατε αὐτῷ τὴν κεφαλὴν καὶ τὸν ἄλλον ἀποκεχειρισμένον. καὶ εἶπαν ὅτι Ἡμεῖς οὐ προσέ‐ χομεν αὐτῷ. τῇ οὖν νυκτὶ δευτέρας διαφαούσης ἠδυνήθησαν αὐτῶν μονόξυλα διαλαθεῖν τὴν σκοῦλκαν ἡμῶν καὶ περᾶσαι πρὸς τοὺς ἐπόντισαν καὶ κατέσφαξαν πάντας τοὺς ἐν τοῖς μονο‐ | |
10 | ξύλοις εὑρεθέντας Σκλάβους. Ἐξῆλθαν δὲ καὶ οἱ Ἀρμένιοι τὸ τεῖχος Βλαχερνῶν, καὶ ἔβαλαν πῦρ εἰς τὸν Ἔμβολον τὸν παρεκεῖ τοῦ ἁγίου Νικολάου. καὶ νομίσαντες οἱ ἐξειλήσαντες κολύμβῳ ἐκ τῷ μονοξύλων Σκλᾶ‐ βοι Ἀβάρους εἶναι τοὺς ἱσταμένους παρὰ θάλασσαν, ὡς ἐκ τοῦ | |
15 | πυρός, ἐκεῖ ἐξελθόντες ἐσφάγησαν ἀπὸ τῶν Ἀρμενίων. ἄλλοι δὲ ὀλίγοι Σκλᾶβοι ἐξειλήσαντες κολύμβῳ, καὶ ἐξελθόντες ἐπὶ τὸ μέ‐ ρος ἔνθα ἵστατο ὁ ἄθεος Χαγάνος, ἐσφάγησαν κατ’ ἐπιτροπὴν αὐτοῦ. καὶ τοῦ θεοῦ κελεύσαντος διὰ τῶν πρεσβειῶν τῆς δεσποί‐ νης ἡμῶν τῆς θεοτόκου, ἐν μιᾷ ῥοπῇ ἡ διὰ θαλάσσης γέγονεν | |
20 | αὐτῷ πτῶσις. ἐξέβαλον δὲ ὅλα τὰ μονόξυλα εἰς τὴν γῆν οἱ ἡμέ‐ | |
τεροι, καὶ μετὰ τὸ ταῦτα γενέσθαι ὑπέστρεψεν ὁ ἐπικατάρατος | ||
725 | Χαγάνος εἰς τὸ φωσᾶτον αὐτοῦ, καὶ ἤγαγεν τὰ μαγγανικὰ ἀπὸ τοῦ τείχους ἃ ἦν παραστήσας καὶ τὴν σοῦδαν ἣν ἐποίησεν, καὶ ἤρξατο καταλύειν τοὺς πυργοκαστέλλους οὓς ἐποίησεν, καὶ τῇ νυκτὶ ἔκαυσεν τὸ σουδᾶτον αὐτοῦ καὶ τοὺς πυργοκαστέλλους, καὶ | |
5 | τὰς χελώνας ἀποβυρσώσας ἀνεχώρησεν. Τινὲς δὲ ἔλεγον ὅτι οἱ Σκλᾶβοι θεωρήσαντες τὸ γεγονὸς ἐπῆραν καὶ ἀνεχώρησαν, καὶ διὰ τοῦτο ἠναγκάσθη καὶ ὁ κατά‐ ρατος Χαγάνος ἀναχωρῆσαι καὶ ἀκολουθῆσαι αὐτοῖς. Καὶ τοῦτο δὲ ἔλεγεν ὁ ἄθεος Χαγάνος τῷ καιρῷ τοῦ πολέ‐ | |
10 | μου ὅτι ἐγὼ θεωρῶ γυναῖκα σεμνοφοροῦσαν περιτρέχουσαν εἰς τὸ τεῖχος μόνην οὖσαν. ἐδήλωσε δὲ ἐν τῷ μέλλειν αὐτὸν ἀναχωρεῖν ὅτι μὴ ὑπολάβητε ὅτι κατὰ φόβον ἀναχωρῶ, ἀλλὰ διὰ τὸ στενω‐ θῆναί με εἰς δαπάνας καὶ μὴ ἐπιστῆναί με ὑμῖν ἐν ἐπιτηδείῳ καιρῷ. ἀπέρχομαι δὲ καὶ φροντίζω δαπανῶν, καὶ ἔρχομαι ὀφεί‐ | |
15 | λων ποιῆσαι ὑμῖν εἴ τι εἰργάσασθε εἰς ἐμέ. ἔμειναν δὲ τῇ παρα‐ σκευῇ νωτοφύλακες καβαλλάριοι εἰς τὰ περὶ τὸ τεῖχος, βάλλοντες αὐτῇ τῇ ἡμέρᾳ λαμπρὰ εἰς πολλὰ προάστεια ἕως ὥρας ζʹ, καὶ ὑπεχώρησαν, ἔκαυσαν δὲ καὶ τὴν ἐκκλησίαν τῶν ἁγίων Κοσμᾶ καὶ Δαμιανοῦ ἐν Βλαχέρναις καὶ τὴν ἐκκλησίαν τοῦ ἁγίου Νι‐ | |
20 | κολάου καὶ ὅλα τὰ πέριξ. εἰς μέντοι τὴν ἐκκλησίαν τῆς δεσποίνης | |
726 | ἡμῶν τῆς θεοτόκου καὶ τὴν ἁγίαν σορὸν εἰσελθόντες οἱ ἐχθροὶ οὐδὲν ἠδυνήθησαν παντοίως τῶν ἐκεῖσε καταβλάψαι, τοῦ θεοῦ τῇ πρεσβείᾳ τῆς ἀχράντου μητρὸς αὐτοῦ οὕτως εὐδοκήσαντος. ἐπεζήτησεν δὲ τὸν ἐνδοξότατον κομμερκιάριον εἰς τὸ διαλεχθῆναι | |
5 | αὐτῷ. καὶ ἐδήλωσεν αὐτῷ Βόνος ὁ πανεύφημος μάγιστρος οὕτως· ὅτι μὲν μέχρι τοῦ παρόντος ἐγὼ τὴν ἐξουσίαν εἶχον τοῦ λαλῆσαι καὶ πακτεῦσαι μετὰ σοῦ· νῦν δὲ κατέλαβεν ὁ ἀδελφὸς τοῦ εὐσε‐ βεστάτου ἡμῶν δεσπότου μετὰ τοῦ θεοφυλάκτου στρατοῦ. καὶ ἰδοὺ ἀντιπερᾷ καὶ ἐπακολουθεῖ σοι ἕως τῆς χώρας σου. κἀκεῖ | |
10 | λαλεῖτε μεταξὺ ἀλλήλων. Ἰνδ. ιεʹ. ιζʹ. μετὰ ὑπ. Ἡρακλείου Αὐγούστου τὸ ιϛʹ. Καὶ ἀπὸ κβʹ καὶ αὐτῆς τοῦ ἰανουαρίου μηνὸς γράφεται, τῆς βασιλείας Ἡρακλείου νέου Κωνσταντίνου ἔτος ιεʹ. Τούτῳ τῷ ἔτει ἐκτίσθη τὸ τεῖχος πέριξ τοῦ οἴκου τῆς δε‐ | |
15 | σποίνης ἡμῶν τῆς θεοτόκου, ἔξωθεν τοῦ καλουμένου Πτεροῦ. Τούτῳ τῷ ἔτει μηνὶ ἀρτεμισίῳ, κατὰ Ῥωμαίους μαΐῳ, ιαʹ ἐτελεύτησε Βόνος ὁ τῆς ἀοιδίμου μνήμης, γενόμενος μάγιστρος, | |
καὶ ἀπετέθη τὸ λείψανον αὐτοῦ εἰς τὸ σεπτὸν μοναστήριον τοῦ | ||
727 | ἁγίου Ἰωάννου τοῦ προδρόμου καὶ βαπτιστοῦ τὸ ἐπονομαζόμενον τῶν Στουδίου, πλησίον τῆς Χρυσῆς Πόρτας. τνβʹ Ὀλυμπιάς. Ἰνδ. αʹ. ιηʹ. μετὰ ὑπ. Ἡρακλείου Αὐγούστου τὸ ιζʹ. | |
5 | Καὶ ἀπὸ κβʹ καὶ αὐτῆς τοῦ ἰανουαρίου μηνὸς γράφεται, τῆς βασιλείας Ἡρακλείου νέου Κωνσταντίνου ἔτος ιϛʹ. Τῷ ιηʹ ἔτει τῆς βασιλείας Ἡρακλείου καὶ μετὰ ὑπατείας ιζʹ καὶ ιϛʹ ἔτει τῆς βασιλείας Ἡρακλείου νέου Κωνσταντίνου τοῦ αὐτοῦ υἱοῦ, τῇ ιεʹ τοῦ μαΐου μηνός, ἰνδικτιῶνος αʹ, ἡμέρᾳ | |
10 | πρώτῃ, αὐτῇ τῇ ἁγίᾳ Πεντηκοστῇ, ἀνεγνώσθησαν ἀποκρίσεις ἐπ’ ἄμβωνος ἐν τῇ ἁγιωτάτῃ μεγάλῃ ἐκκλησίᾳ, σταλεῖσαι ἐκ τῶν ἀνα‐ τολικῶν μερῶν ὑπὸ Ἡρακλείου τοῦ εὐσεβεστάτου ἡμῶν βασιλέως, δηλοῦσαι τὴν πτῶσιν Χοσδρόου καὶ τὴν ἀναγόρευσιν Σειροίου τοῦ Περσῶν βασιλέως, αἵτινες ἔχουσιν οὕτως. | |
15 | Ἀλαλάξατε τῷ θεῷ πᾶσα ἡ γῆ, δουλεύσατε τῷ κυρίῳ ἐν εὐφροσύνῃ, εἰσέλθατε ἐνώπιον αὐτοῦ ἐν ἀγαλλιάσει, καὶ γνῶτε ὅτι κύριος αὐτός ἐστιν ὁ θεός. αὐτὸς ἐποίησεν ἡμᾶς καὶ οὐχ ἡμεῖς. ἡμεῖς δὲ λαὸς αὐτοῦ ἐσμεν καὶ πρόβατα νομῆς αὐτοῦ. εἰσέλθατε εἰς τὰς αὐλὰς αὐτοῦ ἐν ὕμνοις καὶ ἐξομολογεῖσθε αὐτῷ. αἰνεῖτε | |
20 | τὸ ὄνομα αὐτοῦ, ὅτι Χριστὸς κύριος, εἰς τὸν αἰῶνα τὸ ἔλεος | |
αὐτοῦ, ἕως γενεᾶς καὶ γενεᾶς ἡ ἀλήθεια αὐτοῦ. εὐφρανθήτωσαν | ||
728 | οἱ οὐρανοὶ καὶ ἀγαλλιάσθω ἡ γῆ καὶ τερφθήτω ἡ θάλασσα καὶ πάντα τὰ ἐν αὐτοῖς. καὶ πάντες οἱ χριστιανοὶ αἰνοῦντες καὶ δοξο‐ λογοῦντες εὐχαριστήσωμεν τῷ μόνῳ θεῷ, χαίροντες ἐπὶ τῷ ἁγίῳ αὐτοῦ ὀνόματι χαρὰν μεγάλην. ἔπεσεν γὰρ ὁ ὑπερήφανος καὶ | |
5 | θεομάχος Χοσρόης. ἔπεσεν καὶ ἐπτωματίσθη εἰς τὰ καταχθόνια, καὶ ἐξωλοθρεύθη ἐκ γῆς τὸ μνημόσυνον αὐτοῦ ὁ ὑπεραιρόμενος καὶ λαλήσας ἀδικίαν ἐν ὑπερηφανίᾳ καὶ ἐξουδενώσει κατὰ τοῦ κυ‐ ρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ καὶ τῆς ἀχράντου μητρὸς αὐτοῦ τῆς εὐλογημένης δεσποίνης ἡμῶν θεοτόκου καὶ | |
10 | ἀειπαρθένου Μαρίας, ἀπώλετο ὁ ἀσεβὴς μετ’ ἠχοῦς. ἐπέστρεψεν ὁ πόνος αὐτοῦ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. καὶ ἐπὶ τὴν κορυφὴν αὐ‐ τοῦ κατέβη ἡ ἀδικία αὐτοῦ. τῇ γὰρ κδʹ τοῦ παρελθόντος φε‐ βρουαρίου μηνὸς τῆς ἐνισταμένης πρώτης ἐπινεμήσεως, τῆς τα‐ ραχῆς αὐτῷ γενομένης ὑπὸ Σειροίου τοῦ πρωτοτόκου αὐτοῦ υἱοῦ, | |
15 | καθὼς δι’ ἑτέρας ἡμῶν κελεύσεως ἐσημάναμεν ὑμῖν, καὶ πάντων τῶν ἐκεῖσε Περσῶν ἀρχόντων τε καὶ στρατευμάτων μετὰ καὶ παν‐ τὸς τοῦ στρατοῦ τοῦ ἀπὸ διαφόρων τόπων συναχθέντος ἀπὸ τοῦ καταράτου Χοσδρόου συνδραμόντων τῷ μέρει Σειροίου μετὰ καὶ Γουρδανάσπα τοῦ πρὶν ἐξάρχου τοῦ Περσικοῦ στρατοῦ, ἐπετή‐ | |
20 | δευσεν ἐκεῖνος ὁ θεομίσητος Χοσρόης φυγῇ χρήσασθαι, καὶ συ‐ σχεθεὶς δέσμιος ἐβλήθη ἐν τῷ νέῳ καστελλίῳ τῷ κτισθέντα παρ’ αὐτοῦ ἐπὶ παραφυλακῇ τῶν παρ’ αὐτοῦ συναχθέντων χρη‐ | |
μάτων. | ||
729 | Καὶ τῇ κεʹ τοῦ αὐτοῦ φεβρουαρίου μηνὸς Σειροίου στε‐ φθέντος καὶ ἀναγορευθέντος βασιλέως Περσῶν, καὶ τῇ κηʹ τοῦ αὐτοῦ μηνός, μετὰ τὸ ποιῆσαι τὸν θεομίσητον Χοσρόην τὰς δʹ ἡμέρας σιδηροδέσμιον ἐν πάσῃ ὀδύνῃ, ἀνεῖλε τὸν αὐτὸν ἀγνώ‐ | |
5 | μονα καὶ θεομάχον καὶ ὑπερήφανον καὶ βλάσφημον πικροτάτῳ, θανάτῳ, ἵνα γνῷ ὅτι Ἰησοῦς ὁ τεχθεὶς ἐκ Μαρίας, ὁ σταυρω‐ θεὶς ὑπὸ τῶν Ἰουδαίων, καθὼς αὐτὸς ἦν γράψας, εἰς ὃν ἐβλασ‐ φήμησε, θεὸς παντοδύναμός ἐστιν, καὶ ἀπέδωκεν αὐτῷ κατὰ τὰ παρ’ ἡμῶν γραφέντα αὐτῷ. καὶ ἐν τῷ μὲν βίῳ τούτῳ οὕτως | |
10 | ἀπώλετο ὁ θεομάχος ἐκεῖνος. ἀπῆλθε δὲ τὴν ὁδὸν Ἰούδα τοῦ Ἰσκαριώτου τοῦ ἀκούσαντος ἀπὸ τοῦ παντοδυνάμου ἡμῶν θεοῦ ὅτι καλὸν ἦν τῷ ἀνθρώπῳ ἐκείνῳ μὴ γεννηθῆναι, εἰς τὸ πῦρ τὸ ἀκατάσβεστον τὸ ἡτοιμασμένον τῷ Σατανᾷ καὶ τοῖς ἀξίοις αὐ‐ τοῦ ἀπῆλθεν. | |
15 | Διὰ δὲ τῆς ἑτέρας ἡμῶν κελεύσεως τῆς γενομένης παρ’ ἡμῶν πρὸς ὑμᾶς ἀπὸ τοῦ ἀπλήκτου ἡμῶν τοῦ πλησίον τοῦ Καν‐ ζάκων, τῆς περιεχούσης τὴν κίνησιν τὴν ἀπὸ τῆς ιζʹ τοῦ ὀκτω‐ βρίου μηνὸς μέχρι τῆς ιεʹ τοῦ μαρτίου μηνός, ἐσημάναμεν τὸ πῶς ὁ θεὸς καὶ ἡ δέσποινα ἡμῶν ἡ θεοτόκος συνέπραξεν ἡμῖν τε | |
20 | καὶ τοῖς φιλοχρίστοις ἡμῶν ἐκστρατεύμασιν ὑπὲρ ἔννοιαν ἀνθρω‐ πίνην καὶ τὸ πῶς ἔφυγεν ἐνώπιον ἡμῶν ὁ θεομίσητος καὶ ἀνά‐ σκαφος Χοσρόης ἀπὸ τοῦ Δασταγερχοσὰρ ἐπὶ Κτησιφῶντα καὶ | |
πῶς ἀπώλοντο τὰ παλάτια αὐτοῦ μετὰ πολλῶν ἐπαρχιῶν τῆς | ||
730 | Περσικῆς πολιτείας, καὶ ὅτι διὰ τοῦ τρόπου τούτου ἠδυνήθη Σειρόης ποιήσασθαι τὴν κίνησιν κατ’ αὐτοῦ. μετὰ δὲ τὸ ποιῆσαι ἡμᾶς τὴν κέλευσιν ἐκείνην καὶ στεῖλαι αὐτὴν τῇ ιεʹ τοῦ παρόντος μαρτίου μηνός, ἐν τῷ φροντίζειν τοῦ γνῶναι ἡμᾶς ἕνεκεν Χοσ‐ | |
5 | δρόου καὶ Σειροίου τὰ παρακολουθήσαντα καὶ πέμψαι ἡμᾶς ἐν διαφόροις τόποις, καὶ ἕως τοῦ Σιαρσούρων καὶ ἕως τοῦ μικροῦ Ζάβα, τοῦ Καλχάς, τοῦ Ἰεσδέμ, ἐν ἀμφοτέραις ταῖς ὁδοῖς ἔκ τε τῶν εὐτυχεστάτων ἡμῶν ἐκστρατευμάτων καὶ ἐκ τῶν Σαρακη‐ νῶν τῶν ὄντων ὑπὸ τὴν φιλόχριστον ἡμῶν πολιτείαν, διὰ τό, | |
10 | ὡς εἴρηται, γνῶναι ἡμᾶς ἀκριβῶς τὰ ἐκεῖσε κινηθέντα, τῇ κδʹ τοῦ αὐτοῦ μαρτίου μηνὸς ἤνεγκαν πρὸς ἡμᾶς εἰς τὸ ἄπληκτον ἡμῶν τὸ πλησίον τοῦ Κανζάκων οἱ τῆς σκούλκας ἕνα Πέρσην καὶ ἕνα Ἀρμένιον, οἵτινες ἐπέδωκαν ἡμῖν ὑπομνηστικὸν γενόμενον πρὸς ἡμᾶς ἀπό τινος ἀδσηκρῆτις Περσῶν, ἔχοντος ὄνομα Χο‐ | |
15 | σδάη, καὶ ἀξίωμα Ῥασνᾶν, περιέχον ὅτι Σειροίου ἀναγορευ‐ θέντος βασιλέως Περσῶν ἀπέλυσεν αὐτὸν μετὰ καὶ ἄλλων ἀρχόν‐ των πρὸς ἡμᾶς καὶ ὑπομνηστικοῦ αὐτοῦ Σειροίου γενομένου πρὸς ἡμᾶς, καὶ ὅτι καταλαβὼν εἰς τὸ Ἄρμαν συνεῖδεν τοῦ ἀπολῦ‐ σαι πρὸς ἡμᾶς τοὺς προειρημένους δύο ἄνδρας ἐπὶ τῷ πεμφθῆ‐ | |
20 | ναί τινας τοὺς ὀφείλοντας ἀβλαβεῖς διασῶσαι αὐτὸν καὶ τοὺς μετ’ αὐτοῦ. ὡς δὲ ἐγνώσθη ἡμῖν διὰ τὸ θεωρῆσαι αὐτὸν πολλὰ σκη‐ | |
νώματα Περσῶν κατὰ τὴν ὁδὸν ἀναιρεθέντα ἀπὸ τοῦ εὐτυχεστά‐ | ||
731 | του ἡμῶν στρατοῦ ἀπὸ τοῦ Ναρβὰν περὶ τὰ ͵γ σκηνώματα, καὶ ὅτι ἐκ τούτου δειλιάσας ἐφοβήθη χωρὶς τῶν διασωστῶν καταλα‐ βεῖν πρὸς ἡμᾶς. καὶ τῇ κεʹ τοῦ αὐτοῦ μαρτίου μηνὸς ἀπελύσα‐ μεν πρὸς αὐτοὺς Ἠλίαν τὸν ἐνδοξότατον στρατηλάτην τὸν ἐπί‐ | |
5 | κλην Βαρσοκὰ καὶ Θεόδοτον τὸν μεγαλοπρεπέστατον δρουγγά‐ ριον μετὰ νεωτέρων καὶ κʹ ἵππων ἀδιστράτων σελλαρίων ὀφειλόν‐ των ἀπαντηθῆναι καὶ διασῶσαι αὐτοὺς πρὸς ἡμᾶς. μετ’ αὐτῶν δὲ συνείδαμεν πέμψαι καὶ Γουσδανάσπαν τὸν Ῥαζεὶ τὸν χιλίαρ‐ χον τοῦ Περσικοῦ στρατοῦ τὸν ἐλθόντα πρὸς ἡμᾶς, ὅτε ἡ ταρα‐ | |
10 | χὴ ἐγένετο μετὰ τοῦ Σειροίου καὶ Χοσρόου. καὶ τῇ λʹ τοῦ μαρ‐ τίου μηνὸς ἐδεξάμεθα ἀπόκρισιν ἐν αὐτῷ τῷ ἀπλήκτῳ ἡμῶν τῷ πλησίον τοῦ Κανζάκων ἀπὸ Ἠλία καὶ Θεοδότου καὶ Γουσδανάσπα ὡς ὅτι μέγαν χειμῶνα εὗρον εἰς τὸ ὄρος τοῦ Ζᾶρα, καὶ ὅτι ἐξέ‐ λαβον ἐκ τῶν καστελλίων Πέρσας καὶ ἄλογα, καὶ οὕτω κόπτουσι | |
15 | τοὺς χιόνας, καὶ ὅτι ἐγνώσθη αὐτοῖς πλησιάσαι ἐν τοῖς μέρεσιν ἐκείνοις τοὺς πρεσβευτὰς τοὺς πεμφθέντας ἀπὸ Σειροίου τοῦ βα‐ σιλέως, ἀλλ’ ὅτι ἐκ τοῦ μέγαν χειμῶνα γενέσθαι οὐκ ἠδυνήθη‐ σαν ὑπερβῆναι τὸ ὄρος τοῦ Ζᾶρα. καὶ ἐκ τούτου ἔγνωμεν ἡμεῖς καὶ πάντες οἱ τῶν φιλοχρίστων ἡμῶν ἐκστρατευμάτων ἐπὶ τὸ | |
20 | πλέον ὅτι ἡ τοῦ θεοῦ εὐμένεια καὶ ἀγαθότης ὡδήγησεν ἡμᾶς καὶ | |
ὁδηγεῖ καὶ διασώζει. εἰ γὰρ συνέβη ἡμᾶς ὀλίγας ἡμέρας ἐμβραδῦ‐ | ||
732 | ναι ἐπὶ τὰ μέρη τοῦ Ζᾶρα, καὶ εἶθ’ οὕτω γενέσθαι τὸν χειμῶνα, δαπανῶν τοσούτων μὴ εὑρισκομένων ἐν τοῖς τόποις ἐκείνοις, εἰς μεγάλην βλάβην εἶχεν ἐλθεῖν τὰ εὐτυχέστατα ἡμῶν ἐκστρατεύ‐ ματα. ἐξότε γὰρ ἐκινήσαμεν ἐκ τοῦ Σιαρσούρων, τουτέστιν | |
5 | ἀπὸ τῆς κδʹ τοῦ φεβρουαρίου μηνός, μέχρι τῆς λʹ τοῦ μαρτίου μηνὸς οὐκ ἐνέδωκεν χιονίζειν. ἀλλὰ διὰ τοῦ θεοῦ ἐλθόντες ἐπὶ τὰ μέρη τοῦ Κανζάκων ηὕραμεν δαπάνας πολλὰς καὶ ἀνθρώπων καὶ ἀλόγων, καὶ ἐν αὐτῇ τῇ πόλει τοῦ Κανζάκων ἐμείναμεν, τε‐ λείᾳ οὔσῃ καὶ ἐχούσῃ περὶ τοὺς τρισχιλίους οἴκους, καὶ ἐν τοῖς πέ‐ | |
10 | ριξ χωρίοις, ὥστε δυνηθῆναι ἡμᾶς τοσαύτας ἡμέρας ἐν ἑνὶ τόπῳ ἐπιποιῆσαι· καὶ ἐκελεύσαμεν τοῖς τῶν φιλοχρίστων ἡμῶν ἐκστρα‐ τευμάτων ἵνα τὰ ἄλογα αὐτῶν εἰς τοὺς οἴκους τῆς πόλεως βά‐ λωσι διὰ τὸν γενόμενον χειμῶνα καὶ ἵνα πρὸς ἕνα ἵππον εἷς ἕκα‐ στος αὐτῶν ἔχῃ εἰς τὸ ἄπληκτον ἡμῶν· πλησίον γὰρ αὐτῆς τῆς | |
15 | πόλεώς ἐστιν τὸ φωσᾶτον ἡμῶν· ὁ γὰρ βαρισμάνας τῆς πόλεως τοῦ Κανζάκων καὶ πάντες οἱ κτήτορες αὐτῆς, ἡνίκα ἔμαθαν ὑπερ‐ βῆναι ἡμᾶς εἰς τὸ ὄρος τοῦ Ζᾶρα, ἀνεχώρησαν καὶ εἰς ὀρεινοὺς τόπους ἀπῆλθαν εἰς ὀχυρώτερα καστέλλια. ἡνίκα δὲ ἐδεξάμεθα τοὺς δύο ἀνθρώπους τοὺς πεμφθέντας ἀπὸ Σειροίου τοῦ βασι‐ | |
20 | λέως Περσῶν, τὸν ἕνα ἐξ αὐτῶν, τουτέστιν τὸν Πέρσην, ἀπε‐ λύσαμεν μετὰ καὶ ἑτέρων ἀνθρώπων πρὸς τὸν βαρισμανὰν τοῦ | |
Κανζάκων, ἀπὸ μʹ μιλίων ὄντα καὶ εἰς καστέλλιν ὀχυρόν, καὶ | ||
733 | ἐποιήσαμεν πρὸς αὐτὸν ὑπομνηστικὸν ἵνα κἂν ξʹ ἄλογα λόγῳ τῶν πρεσβευτῶν εὐτρεπίσῃ, εἰς τὸ ἐν συντόμῳ καὶ ἀνεμποδίστως ἀπελ‐ θεῖν αὐτοὺς πρὸς Σειρόην βασιλέα Περσῶν. καὶ δεξάμενος τοὺς πεμφθέντας παρ’ ἡμῶν ὁ βαρισμανὰς καὶ τὸ τοιοῦτον ἡμῶν | |
5 | ὑπομνηστικόν, ἐπὶ πολλὰς ὥρας εὐφήμησαν καὶ ἡμᾶς καὶ Σει‐ ρόην βασιλέα Περσῶν καὶ αὐτὸς καὶ πάντες οἱ εὑρεθέντες ἐκεῖσε. ἐπληροφορήθησαν γὰρ ἐκ τοῦ πεμφθέντος Πέρσου ἀπὸ τοῦ πρεσβευτοῦ ὅτι ὁ θεομάχος Χοσρόης ἀπώλετο καὶ ὅτι βασιλεὺς Περσῶν Σειρόης ἐγένετο, καὶ ἀντέγραψεν ἡμῖν ὁ αὐτὸς βαρισμα‐ | |
10 | νᾶς ὅτι πρὸς τὰ παρ’ ἡμῶν ἐγκελευσθέντα αὐτῷ τὰ ἄλογα τῶν πρεσβευτῶν ἐνευτρεπῆ ποιεῖ, καὶ ἡνίκα δέξηται δευτέραν ἡμῶν κέλευσιν περιέχουσαν καταλαβεῖν τοὺς πρεσβευτάς, πρὸς ἡμᾶς αὐτὸς δι’ ἑαυτοῦ ὁ βαρισμανᾶς ἔρχεται φέρων τὰ τοιαῦτα ἄλογα, ὀφείλων πᾶσαν ὑπουργίαν καὶ δουλείαν ἐκτελέσαι. ἐπιποιησάντων | |
15 | δὲ ἡμῶν ἐν αὐτῷ τῷ ἀπλήκτῳ τῷ πλησίον τοῦ Κανζάκων ἕως τῆς τρίτης τοῦ ἀπριλίου μηνός, ἐπεκατέλαβεν Φαϊὰκ ὁ ἀδση‐ κρῆτις ὁ καὶ Ῥασνᾶν περὶ ὥραν δευτέραν, κυριακῆς οὔσης. καὶ αὐτῇ τῇ ὥρᾳ ἐδεξάμεθα αὐτόν, καὶ ἐπέδωκεν ἡμῖν ὑπομνηστι‐ κὸν Καβάτου τοῦ καὶ Σειροίου τοῦ ἡμερωτάτου βασιλέως Περ‐ | |
20 | σῶν, περιέχοντα τὴν ἀναγόρευσιν αὐτοῦ καὶ ὅτι θέλει μεθ’ ἡμῶν καὶ μετὰ ἑκάστου ἀνθρώπου εἰρήνην ἔχειν. συνείδαμεν οὖν | |
τὸ ἴσον τοῦ ὑπομνηστικοῦ Καβάτου τοῦ καὶ Σειροίου τοῦ ἡμερω‐ | ||
734 | τάτου ὑποτάξαι τῇ παρούσῃ ἡμῶν κελεύσει, εἶθ’ οὕτω δὲ καὶ τὸ παρ’ ἡμῶν ἀντιγραφὲν αὐτῷ ὑποτάξαι. ἕως δὲ τῆς ἑβδόμης τοῦ ἀπριλίου μηνὸς ἐν αὐτῷ τῷ ἀπλήκτῳ ἡμῶν ἐποιήσαμεν τῷ πλη‐ σίον τοῦ Κανζάκων, τουτέστιν τὰς κζʹ ἡμέρας, καὶ τῇ ὀγδόῃ | |
5 | τοῦ αὐτοῦ μηνὸς ἀπελύσαμεν τὸν αὐτὸν Φαϊὰκ τὸν ἀσηκρῆτις τὸν καὶ Ῥασνᾶν, κατὰ τὸ ἐνδεχόμενον θεραπεύσαντες αὐτὸν καὶ πάντας τοὺς μετ’ αὐτοῦ, ἐπειδὴ ἔσχεν μετ’ αὐτοῦ καὶ πρόσωπα εὐυπόληπτα, καὶ ἀπελύσαμεν μετ’ αὐτοῦ Εὐστάθιον τὸν μεγαλο‐ πρεπέστατον ταβουλάριον. καὶ οὕτω θαῤῥοῦμεν εἰς τὸν κύριον | |
10 | ἡμῶν Ἰησοῦν Χριστὸν τὸν ἀγαθὸν καὶ παντοδύναμον θεὸν καὶ εἰς τὴν δέσποιναν ἡμῶν τὴν θεοτόκον, ὅτι πάντα τὰ καθ’ ἡμᾶς πρὸς τὴν ἀγαθότητα αὐτῶν ἔχουσι διοικῆσαι. Καὶ ἡμεῖς δὲ τῇ ηʹ τοῦ αὐτοῦ μηνὸς ἐκινήσαμεν σὺν θεῷ ἐκ τοῦ ἀπλήκτου ἡμῶν, ὀφείλοντες τῇ ὁδῷ ἡμῶν χρήσασθαι τῇ | |
15 | ἐπὶ Ἀρμενίαν. ἀλλὰ καλῶς ποιεῖτε ἀδιαλείπτως καὶ ἐκτενέστερον εὐχόμενοι ὑπὲρ ἡμῶν, ἵνα ὁ θεὸς ἀξιώσῃ ἡμᾶς, ὡς ἐπιθυμοῦ‐ | |
μεν, ἰδέσθαι ὑμᾶς. | ||
735(1t) | Ἴσον ὑπομνηστικοῦ γενομένου ἀπὸ Καβάτου τοῦ καὶ | |
2t | Σειροίου τοῦ ἡμερωτάτου βασιλέως Περσῶν πρὸς | |
3t | Ἡράκλειον τὸν εὐσεβέστατον καὶ θεοφύλακτον | |
4t | ἡμῶν βασιλέα. | |
5t | Παρὰ Καβάτου Σαδασαδασὰχ Ἡρακλείῳ τῷ ἡμερωτάτῳ βασιλεῖ | |
6t | Ῥωμαίων τῷ ἡμετέρῳ ἀδελφῷ πλείστην χαρὰν ἀπονέμομεν. | |
7t | Τῷ ἡμερωτάτῳ βασιλεῖ Ῥωμαίων καὶ ἀδελφῷ ἡμῶν | |
8 | Ἡμεῖς διὰ τῆς προστασίας τοῦ θεοῦ καλοποδίνως τῷ με‐ γάλῳ διαδήματι ἐκοσμήθημεν καὶ τοῦ θρόνου τῶν πατέρων καὶ | |
10 | γονέων ἡμῶν ἐπελαβόμεθα. διὰ γοῦν τὸ οὕτως εὐεργετικῶς ἀξιω‐ θῆναι ἡμᾶς ὑπὸ τοῦ θεοῦ τοῦ ἐπιλαβέσθαι τοῦ τοιούτου θρόνου καὶ τῆς δεσποτείας συνείδαμεν, εἴ τί ἐστι πρὸς ὠφέλειαν καὶ θεραπείαν τῆς ἀνθρωπότητος, διαπράξασθαι πρὸς τὸ ἡμῖν ἐνδε‐ χόμενον, καὶ ὡς ἔπρεπεν, εὐεργετικῶς ἐκελεύσαμεν γενέσθαι. ἐπὰν | |
15 | ὁ θεὸς ἀφιέρωσεν ἡμᾶς εἰς τοιοῦτον μέγαν θρόνον καὶ δεσπο‐ τείαν, πρόθεσιν ἔχομεν τοῦ ἀπολῦσαι ἕκαστον καὶ οἱονδήποτε ἄνθρωπον κατεχόμενον ἐν φρουρᾷ. καὶ λοιπόν, εἴ τί ἐστι πρὸς ὠφέλειαν καὶ θεραπείαν τῆς ἀνθρωπότητος καὶ τῆς πολιτείας | |
ταύτης καὶ ἐνδεχόμενον ἦν κελευσθῆναι παρ’ ἡμῶν, ἐκελεύσα‐ | ||
736 | μεν, καὶ ἐγένετο. καὶ τοιαύτην πρόθεσιν ἔχομεν, ἵνα μεθ’ ὑμῶν τοῦ βασιλέως τῶν Ῥωμαίων καὶ ἀδελφοῦ ἡμῶν καὶ τῆς Ῥωμαϊκῆς πολιτείας καὶ τῶν λοιπῶν ἐθνῶν καὶ ἑτέρων βασιλί‐ σκων τῶν κύκλῳ ὄντων τῆς ἡμετέρας πολιτείας ἐν εἰρήνῃ καὶ | |
5 | ἀγάπῃ διάγωμεν. διὰ δὲ τὸ χαροποιηθῆναι τὴν ἀδελφότητα ὑμῶν τοῦ βασιλέως τῶν Ῥωμαίων τοῦ ἐπιλαβέσθαι ἡμᾶς τοῦ αὐτοῦ θρόνου, . . . . πρωτοτύπως μὲν π . . . . ραν ἀδελφότητα καὶ . . . . | |
10 | μετέραν παραγενέσθαι ἀδελ . . . . ἀδσηκρῆτις τὸν καὶ Ῥασνᾶν· ς . . . . ὑπάρχοντα· ἀλλ’ ἡ ἀδελφότης . . . . θεσιν· καὶ ἀγάπην ἡμῶν καὶ φιλίαν . . . . ἔχομεν πρὸς τὴν ἀδελφότητα ὑμῶν . . . . | |
15 | πρὸς αὐτὴν ἀλλὰ καὶ πρὸς τ. . . . . ἀλλὰ διὰ τὴν ἀγάπην ἡμῶν . . . . μεῖς τοὺς ἀνθρώπους τοὺς κρατήστ . . . . πολιτείας ταύτης παρὰ τοῦ . . . . ἀδελφότητος ὑμῶν ἀπολυθ . . . . | |
20 | δὲ κελεύσατε τοῦ παντοίως . . . . νέσθαι εἰς τὴν ἡμετέραν ἀπὸ . . . . τείαν· καὶ περὶ τόπου . . . . θαι εἰρήνη καὶ . . . . οἵαν αἴτησιν ἔχετε . . . . | |
25 | ἡμᾶς καὶ δι’ αὐτ . . . . | |
737 | . . . . . . . . Ῥωμαίων; πλείστην . . . . . . καὶ σημαίνομεν ὡς ὅτι τὸ . . . . . . φθὲν ἡμῖν παρὰ τῆς ὑμε‐ . . . διὰ Φαϊὰκ χ . . . δαηχ τοῦ ἀδση‐ | |
5 | κρῆτις τοῦ καὶ Ῥασνὰν ἐδεξάμεθα, καὶ ἐγνωκότες . . . τοῦ θεοῦ ἐπ’ εὐτυχίᾳ τῷ βασιλικῷ δια . . . θέντες εἰς τὸν θρόνον τῶν γονέων . . . προγόνων ἐκαθίσατε· πολλῷ πλέον . . . ν καὶ παρακαλοῦμεν τὸν θεὸν | |
10 | . . . υς χρόνους ἐν εὐπραγίᾳ καὶ ἐν εὐ‐ . . . ω· καὶ εἰρήνῃ μεγάλῃ ἀξιώσει ὑμᾶς . . . τοῦ θρόνου τῶν γονέων σου καὶ . . . ὃ δὲ ἐδηλώσατε ἡμῖν διὰ τοῦ ὑπο . . . ὅτι ἡνίκα εἰς τὸν τοιοῦτον θρόνον | |
15 | . . . . τὴν δεσποτείαν ὑμῶν ἀπελάβετε . . αι τοὺς ἀπὸ διαφόρων . . . . . . . οὐ μὴν ἀλλὰ καὶ τὰ . . . . . . γεσίαν τῶν ἀνθρώπων· ἐ . . . . . . ρόθεσιν . . . την . . . . | |
20 | . . . . ὑπὸ τού . . . . | |
. . . . ἀμφότεροι . . . . |