TLG 2364 003 :: ZENO :: Fragmenta Fragmenta Source: Müller, K. (ed.), FHG 3. Paris: Didot, 1841–1870: 175–182. Frr. 1–3 Citation: Fragment — (line) | ||
t1-3 | [ΡΟΔΙΑΚΑ.] ΕΝΤΟΠΙΟΣ ΙΣΤΟΡΙΑ [ΕΝΙΑΥΣΙΑΙΑ]. | |
1 | Diodorus V, 55: Τὴν δὲ νῆσον τὴν ὀνομαζομένην Ῥόδον πρῶτοι κατῴκησαν οἱ προσαγορευόμενοι Τελ‐ χῖνες· οὗτοι δ’ ἦσαν υἱοὶ μὲν Θαλάττης, ὡς ὁ μῦθος παραδέδωκε, μυθολογοῦνται δὲ μετὰ Καφείρας τῆς | |
5 | Ὠκεανοῦ θυγατρὸς ἐκθρέψαι Ποσειδῶνα, Ῥέας αὐτοῖς παρακαταθεμένης τὸ βρέφος. Γενέσθαι δ’ αὐτοὺς καὶ τεχνῶν τινων εὑρετὰς καὶ ἄλλα τῶν εἰς τὸν βίον χρησί‐ μων τοῖς ἀνθρώποις εἰσηγήσασθαι. Ἀγάλματά τε θεῶν πρῶτοι κατασκευάσαι λέγονται, καί τινα τῶν ἀρχαίων | |
---|---|---|
10 | ἀφιδρυμάτων ἀπ’ ἐκείνων ἐπωνομάσθαι· παρὰ μὲν γὰρ Λινδίοις Ἀπόλλωνα Τελχίνιον προσαγορευθῆναι, παρὰ δὲ Ἰαλυσίοις Ἥραν καὶ νύμφας Τελχινίας, παρὰ δὲ Καμειρεῦσιν Ἥραν Τελχινίαν. Λέγονται δ’ οὗτοι καὶ γόητες γεγονέναι καὶ παράγειν ὅτε βούλοιντο νέφη τε | |
15 | καὶ ὄμβρους καὶ χαλάζας, ὁμοίως δὲ καὶ χιόνα ἐφέλκε‐ σθαι. Ταῦτα δὲ καθάπερ καὶ τοὺς μάγους ποιεῖν ἱστο‐ ροῦσιν. Ἀλλάττειν δὲ καὶ τὰς ἰδίας μορφὰς, καὶ εἶναι φθονεροὺς ἐν τῇ διδασκαλίᾳ τῶν τεχνῶν. Ποσειδῶνα δὲ ἀνδρωθέντα ἐρασθῆναι τῆς τῶν Τελχίνων ἀδελφῆς | |
20 | Ἁλίας, καὶ μιχθέντα ταύτῃ γεννῆσαι παῖδας ἓξ μὲν ἄρρενας, μίαν δὲ θυγατέρα Ῥόδον, ἀφ’ ἧς τὴν νῆσον ὀνομασθῆναι. Γενέσθαι δὲ κατὰ τὸν καιρὸν τοῦτον ἐν τοῖς πρὸς ἕω μέρεσι τῆς νήσου τοὺς κληθέντας γίγαντας· ὅτε δὴ καὶ Ζεὺς λέγεται καταπεπολεμηκὼς Τιτᾶνας ἐρα‐ | |
25 | σθῆναι μιᾶς τῶν νυμφῶν Ἱμαλίας ὀνομαζομένης, καὶ τρεῖς ἐξ αὐτῆς τεκνῶσαι παῖδας, Σπαρταῖον, Κρόνιον, Κύτον. Κατὰ δὲ τὴν τούτων ἡλικίαν φασὶν Ἀφροδίτην ἐκ Κυθήρων κομιζομένην εἰς Κύπρον καὶ προσορμιζομένην τῇ νήσῳ κωλυθῆναι ὑπὸ τῶν Ποσειδῶνος υἱῶν, ὄντων | |
30 | ὑπερηφάνων καὶ ὑβριστῶν· τῆς δὲ θεοῦ διὰ τὴν ὀργὴν ἐμβαλούσης αὐτοῖς μανίαν, μιγῆναι αὐτοὺς βίᾳ τῇ μη‐ τρὶ καὶ πολλὰ κακὰ δρᾶν τοὺς ἐγχωρίους. Ποσειδῶνα δὲ τὸ γεγονὸς αἰσθόμενον τοὺς υἱοὺς κρύψαι κατὰ γῆς διὰ τὴν πεπραγμένην αἰσχύνην, οὓς κληθῆναι προσηῴ‐ | |
35 | ους δαίμονας· Ἁλίαν δὲ ῥίψασαν ἑαυτὴν εἰς τὴν θάλατ‐ ταν Λευκοθέαν ὀνομασθῆναι καὶ τιμῆς ἀθανάτου τυχεῖν παρὰ τοῖς ἐγχωρίοις. Χρόνῳ δ’ ὕστερον προαισθομένους τοὺς Τελ‐ χῖνας τὸν μέλλοντα γίνεσθαι κατακλυσμὸν, ἐκλιπεῖν τὴν | |
40 | νῆσον καὶ διασπαρῆναι. Λύκον δ’ ἐκ τούτων παραγενό‐ μενον εἰς τὴν Λυκίαν, Ἀπόλλωνος Λυκίου ἱερὸν ἱδρύ‐ σασθαι παρὰ τὸν Ξάνθον ποταμόν. Τοῦ δὲ κατακλυσμοῦ γενομένου, τοὺς μὲν ἄλλους διαφθαρῆναι, τῆς δὲ νήσου διὰ τὴν ἐπομβρίαν ἐπιπολασάντων τῶν ὑγρῶν λιμνάσαι | |
45 | τοὺς ἐπιπέδους τόπους· ὀλίγους δ’ εἰς τὰ μετέωρα τῆς νήσου συμφυγόντας διασωθῆναι, ἐν οἷς ὑπάρχειν καὶ τοὺς Διὸς παῖδας. Ἥλιον δὲ κατὰ μὲν τὸν μῦθον ἐρα‐ σθέντα τῆς Ῥόδου τήν τε νῆσον ἀπ’ αὐτῆς ὀνομάσαι Ῥόδον καὶ τὸ ἐπιπολάζον ὕδωρ ἀφανίσαι· ὁ δ’ ἀληθὴς | |
1(50) | λόγος ὅτι κατὰ τὴν ἐξ ἀρχῆς σύστασιν τῆς νήσου πη‐ λώδους οὔσης ἔτι καὶ μαλακῆς, τὸν Ἥλιον ἀναξηρά‐ ναντα τὴν πολλὴν ὑγρότητα ζωογονῆσαι τὴν γῆν, καὶ γενέσθαι τοὺς κληθέντας ἀπ’ αὐτοῦ Ἡλιάδας ἑπτὰ τὸν | |
ἀριθμὸν καὶ τοὺς λαοὺς ὁμοίως αὐτόχθονας. Ἀκολούθως | 175 | |
55 | δὲ τούτοις νομισθῆναι τὴν νῆσον ἱερὰν Ἡλίου καὶ τοὺς μετὰ ταῦτα γενομένους Ῥοδίους διατελέσαι περιττότε‐ ρον τῶν ἄλλων θεῶν τιμῶντας τὸν Ἥλιον ὡς ἀρχηγὸν τοῦ γένους αὐτῶν. Εἶναι δὲ τοὺς ἑπτὰ υἱοὺς Ὄχιμον, Κέρκαφον, Μάκαρα, Ἀκτῖνα, Τενάγην, Τριόπαν, Κάν‐ | |
60 | δαλον, θυγατέρα δὲ μίαν, Ἠλεκτρυώνην, ἣν ἔτι παρθένον οὖσαν μεταλλάξαι τὸν βίον καὶ τιμῶν τυχεῖν παρὰ Ῥοδίοις ἡρωικῶν. Ἀνδρωθεῖσι δὲ τοῖς Ἡλιάδαις εἰπεῖν τὸν Ἥλιον, οἵτινες ἂν Ἀθηνᾷ θύσωσι πρῶτοι, παρ’ ἑαυτοῖς ἕξουσι τὴν θεόν· τὸ δ’ αὐτὸ διασαφῆσαι | |
65 | λέγεται τοῖς τὴν Ἀττικὴν κατοικοῦσι. Διὸ καί φασι τοὺς μὲν Ἡλιάδας διὰ τὴν σπουδὴν ἐπιλαθομένους ἐνεγκεῖν πῦρ [καὶ] ἐπιθεῖναι [τότε] τὰ θύματα, τὸν δὲ τότε βα‐ σιλεύοντα τῶν Ἀθηναίων Κέκροπα ἐπὶ τοῦ πυρὸς θῦσαι ὕστερον. Διόπερ φασὶ διαμένειν μέχρι τοῦ νῦν τὸ κατὰ | |
70 | τὴν θυσίαν ἴδιον ἐν τῇ Ῥόδῳ καὶ τὴν θεὸν ἐν αὐτῇ κα‐ θιδρῦσθαι. Περὶ μὲν οὖν τῶν ἀρχαιολογουμένων παρὰ Ῥοδίοις οὕτω τινὲς μυθολογοῦσιν· ἐν οἷς ἐστι καὶ Ζήνων ὁ τὰ περὶ ταύτης συνταξάμενος. | |
2 | Idem V, 57: Οἱ δ’ Ἡλιάδαι διάφοροι γενηθέντες τῶν ἄλλων ἐν παιδείᾳ διήνεγκαν καὶ μάλιστ’ ἐν ἀστρο‐ λογίᾳ. Εἰσηγήσαντο δὲ καὶ περὶ τῆς ναυτιλίας πολλὰ καὶ τὰ περὶ τὰς ὥρας διέταξαν. Εὐφυέστατος δὲ γενό‐ | |
5 | μενος Τενάγης ὑπὸ τῶν ἀδελφῶν διὰ φθόνον ἀνῃρέθη· γνωσθείσης δὲ τῆς ἐπιβουλῆς, οἱ μετασχόντες τοῦ φό‐ νου πάντες ἔφυγον. Τούτων δὲ Μάκαρ μὲν εἰς Λέσβον ἀφίκετο, Κάνδαλος δὲ εἰς τὴν Κῶ· Ἀκτὶς δ’ εἰς Αἴγυ‐ πτον ἀπάρας ἔκτισε τὴν Ἡλιούπολιν ὀνομαζομένην, | |
10 | ἀπὸ τοῦ πατρὸς θέμενος τὴν προσηγορίαν· οἱ δ’ Αἰγύ‐ πτιοι ἔμαθον παρ’ αὐτοῦ τὰ περὶ τὴν ἀστρολογίαν θεω‐ ρήματα. Ὕστερον δὲ παρὰ τοῖς Ἕλλησι γενομένου κατακλυσμοῦ, καὶ διὰ τὴν ἐπομβρίαν τῶν πλείστων ἀνθρώπων ἀπολομένων, ὁμοίως τούτοις καὶ τὰ διὰ τῶν | |
15 | γραμμάτων ὑπομνήματα συνέβη φθαρῆναι. Δι’ ἣν αἰτίαν οἱ Αἰγύπτιοι καιρὸν εὔθετον λαβόντες ἐξιδιο‐ ποιήσαντο τὰ περὶ τὴν ἀστρολογίαν, καὶ τῶν Ἑλλήνων διὰ τὴν ἄγνοιαν μηκέτι τῶν γραμμάτων ἀντιποιουμέ‐ νων, ἐνίσχυσεν ὡς αὐτοὶ πρῶτοι τὴν τῶν ἄστρων εὕρε‐ | |
20 | σιν ἐποιήσαντο. Ὁμοίως δὲ καὶ Ἀθηναῖοι κτίσαντες ἐν Αἰγύπτῳ πόλιν τὴν ὀνομαζομένην Σάϊν, τῆς ὁμοίας ἔτυχον ἀγνοίας διὰ τὸν κατακλυσμόν. Δι’ ἃς αἰτίας πολλαῖς ὕστερον γενεαῖς Κάδμος ὁ Ἀγήνορος ἐκ τῆς Φοινίκης πρῶτος ὑπελήφθη κομίσαι γράμματα εἰς τὴν | |
25 | Ἑλλάδα· καὶ ἀπ’ ἐκείνου τὸ λοιπὸν οἱ Ἕλληνες ἔδοξαν ἀεί τι προσευρίσκειν περὶ τῶν γραμμάτων, κοινῆς τινος ἀγνοίας κατεχούσης τοὺς Ἕλληνας. Τριόπας δὲ, πλεύ‐ σας εἰς τὴν Καρίαν, κατέσχεν ἀκρωτήριον τὸ ἀπ’ ἐκείνου Τριόπιον κληθέν. Οἱ δὲ λοιποὶ τοῦ Ἡλίου παῖδες διὰ | |
30 | τὸ μὴ μετασχεῖν τοῦ φόνου κατέμειναν ἐν τῇ Ῥόδῳ, καὶ κατῴκησαν ἐν τῇ Ἰαλυσίᾳ κτίσαντες πόλιν Ἀχαΐαν. Ὧν ὁ πρεσβύτερος Ὄχιμος βασιλεύων ἔγημε μίαν τῶν ἐγχωρίων νυμφῶν Ἡγητορίαν, ἐξ ἧς ἐγέννησε θυγατέρα | |
Κυδίππην τὴν μετὰ ταῦτα Κυρβίαν μετονομασθεῖσαν· | 176 | |
35 | ἣν γήμας Κέρκαφος ὁ ἀδελφὸς διεδέξατο τὴν βασιλείαν. Μετὰ δὲ τὴν τούτου τελευτὴν διεδέξαντο τὴν ἀρχὴν [οἱ] υἱοὶ τρεῖς, Λίνδος, Ἰάλυσος, Κάμειρος. Ἐπὶ δὲ τού‐ των γενομένης μεγάλης πλημμυρίδος, ἐπικλυσθεῖσα ἡ Κύρβη ἔρημος ἐγένετο, αὐτοὶ δὲ διείλοντο τὴν χώραν, | |
40 | καὶ ἕκαστος ἑαυτοῦ πόλιν ὁμώνυμον ἔκτισε. Κατὰ δὲ τούτους τοὺς χρόνους Δαναὸς ἔφυ‐ γεν ἐξ Αἰγύπτου μετὰ τῶν θυγατέρων· καταπλεύσας δὲ τῆς Ῥοδίας εἰς Λίνδον καὶ προσδεχθεὶς ὑπὸ τῶν ἐγ‐ χωρίων, ἱδρύσατο τῆς Ἀθηνᾶς ἱερὸν καὶ τὸ ἄγαλμα τῆς | |
45 | θεοῦ καθιέρωσε. Τῶν δὲ τοῦ Δαναοῦ θυγατέρων τρεῖς ἐτελεύτησαν κατὰ τὴν ἐπιδημίαν τὴν ἐν τῇ Λίνδῳ, αἱ δ’ ἄλλαι μετὰ τοῦ πατρὸς Δαναοῦ εἰς Ἄργος ἐξέπλευσαν. Μικρὸν δ’ ὕστερον τούτων τῶν χρόνων Κάδμος ὁ Ἀγή‐ νορος ἀπεσταλμένος ὑπὸ τοῦ βασιλέως κατὰ ζήτησιν | |
2(50) | τῆς Εὐρώπης, κατέπλευσεν εἰς τὴν Ῥοδίαν· κεχειμα‐ σμένος δ’ ἰσχυρῶς κατὰ τὸν πλοῦν καὶ πεποιημένος εὐχὰς ἱδρύσασθαι Ποσειδῶνος ἱερὸν, διασωθεὶς ἱδρύσατο κατὰ τὴν νῆσον τοῦ θεοῦ τούτου τέμενος καὶ τῶν Φοι‐ νίκων ἀπέλιπέ τινας τοὺς ἐπιμελησομένους. Οὗτοι δὲ | |
55 | καταμιγέντες Ἰαλυσίοις διετέλεσαν συμπολιτευόμενοι τούτοις· ἐξ ὧν φασι τοὺς ἱερεῖς κατὰ γένος διαδέχεσθαι τὰς ἱερωσύνας. Ὁ δ’ οὖν Κάδμος καὶ τὴν Λινδίαν Ἀθηνᾶν ἐτίμησεν ἀναθήμασιν, ἐν οἷς ἦν χαλκοῦς λέβης ἀξιόλογος κατεσκευασμένος εἰς τὸν ἀρχαῖον ῥυθμόν· | |
60 | οὗτος δ’ εἶχεν ἐπιγραφὴν Φοινικικοῖς γράμμασιν, ἅ φασι πρῶτον ἐκ Φοινίκης εἰς τὴν Ἑλλάδα κομισθῆναι. Μετὰ δὲ ταῦτα τῆς Ῥοδίας γῆς ἀνείσης ὄφεις ὑπερμεγέθεις, συνέβη πολλοὺς τῶν ἐγχωρίων ὑπὸ τῶν ὄφεων διαφθα‐ ρῆναι. Διόπερ οἱ περιλειφθέντες ἔπεμψαν εἰς Δῆλον | |
65 | τοὺς ἐπερωτήσοντας τὸν θεὸν περὶ τῆς τῶν κακῶν ἀπαλ‐ λαγῆς. Τοῦ δ’ Ἀπόλλωνος προστάξαντος αὐτοῖς παρα‐ λαβεῖν Φρόβαντα μετὰ τῶν συνακολουθούντων αὐτῷ, καὶ μετὰ τούτων κατοικεῖν τὴν Ῥόδον· οὗτος δ’ ἦν υἱὸς μὲν Λαπίθου, διέτριβε δὲ περὶ Θετταλίαν μετὰ | |
70 | πλειόνων ζητῶν χώραν εἰς κατοίκησιν· τῶν δὲ Ῥοδίων μεταπεμψαμένων αὐτὸν κατὰ τὴν μαντείαν καὶ μετα‐ δόντων τῆς χώρας, ὁ μὲν Φόρβας ἀνεῖλε τοὺς ὄφεις, καὶ τὴν νῆσον ἐλευθερώσας τοῦ φόβου, κατῴκησεν ἐν τῇ Ῥοδίᾳ· γενόμενος δὲ καὶ τἄλλα ἀνὴρ ἀγαθὸς, ἔσχε | |
75 | τιμὰς ἡρωικὰς μετὰ τὴν τελευτήν. Ὕστερον δὲ τούτων Ἀλθαιμένης ὁ Κατρέως υἱὸς τοῦ Κρητῶν βασιλέως περί τινων χρηστηριαζόμενος ἔλαβε χρησμὸν ὅτι πεπρωμένον ἐστὶν αὐτῷ τοῦ πατρὸς αὐτόχειρα γενέσθαι. Βουλόμενος οὖν τοῦτο τὸ μύσος | |
80 | ἐκφυγεῖν, ἑκουσίως ἔφυγεν ἐκ τῆς Κρήτης μετὰ τῶν βουλομένων συναπᾶραι, πλειόνων ὄντων. Οὗτος μὲν οὖν κατέπλευσε τῆς Ῥοδίας εἰς Κάμειρον· ἐπὶ δ’ ὄρους Ἀταβύρου Διὸς ἱερὸν ἱδρύσατο τοῦ προσαγορευομένου Ἀταβυρίου, ὅπερ ἔτι καὶ νῦν τιμᾶται διαφερόντως, | |
85 | κείμενον ἐπί τινος ὑψηλῆς ἄκρας, ἀφ’ ἧς ἔστιν ἀφορᾶν τὴν Κρήτην. Ὁ μὲν οὖν Ἀλθαιμένης μετὰ τῶν συνα‐ κολουθησάντων κατῴκησεν ἐν τῇ Καμείρῳ, τιμώμενος ὑπὸ τῶν ἐγχωρίων· ὁ δὲ πατὴρ αὐτοῦ Κατρεὺς, ἔρημος ὢν ἀρρένων παίδων καὶ διαφερόντως ἀγαπῶν τὸν Ἀλ‐ | |
90 | θαιμένην, ἔπλευσεν εἰς Ῥόδον, φιλοτιμούμενος εὑρεῖν τὸν υἱὸν καὶ ἀπαγαγεῖν εἰς Κρήτην. Τῆς δὲ κατὰ τὸ πεπρωμένον ἀνάγκης ἐπισχυούσης, ὁ μὲν Κατρεὺς ἀπέβη μετά τινων ἐπὶ τὴν Ῥοδίαν νυκτὸς, καὶ γενομέ‐ νης συμπλοκῆς καὶ μάχης πρὸς τοὺς ἐγχωρίους, ὁ Ἀλ‐ | |
95 | θαιμένης ἐκβοηθῶν ἠκόντισε λόγχῃ καὶ δι’ ἄγνοιαν | |
παίσας ἀπέκτεινε τὸν πατέρα. Γνωσθείσης δὲ τῆς πράξεως, ὁ μὲν Ἀλθαιμένης οὐ δυνάμενος φέρειν τὸ μέγεθος τῆς συμφορᾶς, τὰς μὲν ἀπαντήσεις καὶ ὁμιλίας τῶν ἀνθρώπων παρέκαμπτε, διδοὺς δ’ ἑαυτὸν εἰς τὰς | 177 | |
2(100) | ἐρημίας ἠλᾶτο μόνος καὶ διὰ τὴν λύπην ἐτελεύτησεν· ὕστερον δὲ κατά τινα χρησμὸν τιμὰς ἔσχε παρὰ Ῥοδίοις ἡρωικάς. Βραχὺ δὲ πρὸ τῶν Τρωικῶν Τληπόλεμος ὁ Ἡρακλέους φεύγων διὰ τὸν Λικυμνίου θάνατον, ὃν ἀκουσίως ἦν ἀνῃρηκὼς, ἔφυγεν ἐξ Ἄργους ἑκουσίως· | |
105 | χρησμὸν δὲ λαβὼν ὑπὲρ ἀποικίας μετά τινων λαῶν κατέπλευσεν εἰς τὴν Ῥόδον, καὶ προσδεχθεὶς ὑπὸ τῶν ἐγχωρίων αὐτοῦ κατῴκησε. Γενόμενος δὲ βασιλεὺς πάσης τῆς νήσου τήν τε χώραν ἐπ’ ἴσης κατεκληρούχησε καὶ τἄλλα διετέλεσεν ἄρχων ἐπιεικῶς. Τὸ δὲ τελευταῖον | |
110 | μετ’ Ἀγαμέμνονος στρατεύων εἰς Ἴλιον, τῆς μὲν Ῥό‐ δου τὴν ἡγεμονίαν παρέδωκε Βούτᾳ τῷ ἐξ Ἄργους αὐτῷ μετασχόντι τῆς φυγῆς, αὐτὸς δ’ ἐπιφανὴς ἐν τῷ πολέμῳ γενόμενος ἐτελεύτησεν ἐν τῇ Τρῳάδι. | |
3 | Polybius XVI, 14: Ἐπεὶ δέ τινες τῶν τὰς κατὰ μέρος γραφόντων πράξεις γεγρά‐ φασι καὶ περὶ τούτων τῶν καιρῶν, ἐν οἷς τά τε κατὰ Μεσσηνίους καὶ τὰ κατὰ τὰς προειρημένας ναυμαχίας | |
5 | συνετελέσθη, βούλομαι βραχέα περὶ αὐτῶν διαλεχθῆ‐ ναι. Ποιήσομαι δὲ οὐ πρὸς ἅπαντας, ἀλλ’ ὅσους ὑπο‐ λαμβάνω μνήμης ἀξίους εἶναι καὶ διαστολῆς· εἰσὶ δ’ οὗτοι Ζήνων καὶ Ἀντισθένης οἱ Ῥόδιοι. Τούτους δὲ ἀξίους εἶναι κρίνω διὰ πλείους αἰτίας. Καὶ γὰρ κατὰ | |
10 | τοὺς καιροὺς γεγόνασι, καὶ πατρίδι πεπολίτευνται, καὶ καθόλου πεποίηνται τὴν πραγματείαν οὐκ ὠφελείας χάριν, ἀλλὰ δόξης καὶ τοῦ καθήκοντος ἀνδράσι πολι‐ τικοῖς. Τῷ δὲ τὰς αὐτὰς γράφειν ἡμῖν πράξεις, ἀναγ‐ καῖόν ἐστι μὴ παρασιωπᾶν, ἵνα μὴ τῷ τῆς πατρίδος | |
15 | ὀνόματι καὶ τῷ δοκεῖν οἰκειοτάτας εἶναι Ῥοδίοις τὰς κατὰ θάλατταν πράξεις, ἡμῶν ἀντιδοξούντων πρὸς αὐ‐ τοὺς, ἔνιοι μᾶλλον ἐπακολουθήσωσιν ἐκείνοις, ἤπερ ἡμῖν, οἱ φιλομαθοῦντες. Οὗτοι τοιγαροῦν ἀμφότεροι πρῶτον μὲν τὴν περὶ Λάδην ναυμαχίαν οὐχ ἥττω τῆς | |
20 | περὶ Χίον, ἀλλ’ ἐνεργεστέραν καὶ παραβολωτέραν ἀποφαίνουσι, καὶ τῇ κατὰ μέρος τοῦ κινδύνου χρείᾳ καὶ συντελείᾳ, καὶ καθόλου, φασὶ, τὸ νίκημα γεγονέ‐ ναι κατὰ τοὺς Ῥοδίους. Ἐγὼ δὲ διότι μὲν δεῖ ῥοπὰς διδόναι ταῖς αὑτῶν πατρίσι τοὺς συγγραφέας συγχω‐ | |
25 | ρήσαιμ’ ἂν, οὐ μὴν τὰς ἐναντίας τοῖς συμβεβηκόσιν ἀποφάσεις ποιεῖσθαι περὶ αὐτῶν. Ἱκανὰ γὰρ τὰ κατ’ | |
ἄγνοιαν γιγνόμενα τοῖς γράφουσιν, ἃ διαφυγεῖν ἄνθρω‐ πον δυσχερές. Ἐὰν δὲ κατὰ προαίρεσιν ψευδογραφῶ‐ μεν, ἢ πατρίδος ἕνεκεν, ἢ φίλων, ἢ χάριτος, τί διοί‐ | 178 | |
30 | σομεν τῶν ἀπὸ τούτου τὸν βίον ποριζομένων; Ὥσπερ γὰρ ἐκεῖνοι, τῷ λυσιτελεῖ μετροῦντες, ἀδοκίμους ποιοῦσι τὰς αὑτῶν συντάξεις· οὕτως οἱ πολιτικοὶ, τῷ μισεῖν ἢ τῷ φιλεῖν ἑλκόμενοι, πολλάκις εἰς τὸ αὐτὸ τέλος ἐμπίπτουσι τοῖς προειρημένοις. Δι’ ὃ δεῖ καὶ | |
35 | τοῦτο τὸ μέρος ἐπιμελῶς τοὺς μὲν ἀναγινώσκοντας πα‐ ρατηρεῖν, τοὺς δὲ γράφοντας αὐτοὺς παραφυλάττεσθαι. Δῆλον δ’ ἔστι τὸ λεγόμενον ἐκ τῶν ἐνεστώτων. Ὁμολογοῦντες γὰρ οἱ προειρημένοι, διὰ τῶν κατὰ μέ‐ ρος, ἐν τῇ περὶ Λάδην ναυμαχίᾳ δύο μὲν αὐτάνδρους | |
40 | πεντήρεις τῶν Ῥοδίων ὑποχειρίους γενέσθαι τοῖς πολε‐ μίοις· ἐκ δὲ τοῦ κινδύνου μιᾶς νηὸς ἐπαραμένης τὸν δόλωνα διὰ τὸ τετρωμένην αὐτὴν θαλαττοῦσθαι, πολ‐ λοὺς καὶ τῶν ἐγγὺς τὸ παραπλήσιον ποιοῦντας ἀποχω‐ ρεῖν πρὸς τὸ πέλαγος· τέλος δὲ μετ’ ὀλίγων καταλει‐ | |
45 | φθέντα τὸν ναύαρχον ἀναγκασθῆναι ταυτὸ τοῖς προει‐ ρημένοις πράττειν· καὶ τότε μὲν εἰς τὴν Μυνδίαν ἀπου‐ ρώσαντας καθορμισθῆναι, τῇ δ’ ἐπαύριον ἀναχθέντας εἰς Κῶ διᾶραι· τοὺς δὲ πολεμίους τὰς πεντήρεις ἐνά‐ ψασθαι, καὶ καθορμισθέντας ἐπὶ τὴν Λάδην, ἐπὶ τῇ | |
3(50) | ἐκείνων στρατοπεδείᾳ ποιήσασθαι τὴν ἔπαυλιν· ἔτι δὲ τοὺς Μιλησίους, καταπλαγέντας τὸ γεγονὸς, οὐ μόνον τὸν Φίλιππον, ἀλλὰ καὶ τὸν Ἡρακλείδην στεφανῶσαι διὰ τὴν ἔφοδον. Ταῦτα δ’ εἰρηκότες, ἃ προφανῶς ἐστιν ἴδια τῶν ἡττημένων, ὅμως καὶ διὰ τῶν κατὰ μέρος, | |
55 | καὶ διὰ τῆς καθολικῆς ἀποφάσεως, νικῶντας ἀποφαί‐ νουσι τοὺς Ῥοδίους· καὶ ταῦτα, τῆς ἐπιστολῆς ἔτι μενούσης ἐν τῷ πρυτανείῳ, τῆς ὑπ’ αὐτοὺς τοὺς και‐ ροὺς ὑπὸ τοῦ ναυάρχου πεμφθείσης περὶ τούτων τῇ τε βουλῇ καὶ τοῖς πρυτάνεσιν, οὐ ταῖς Ἀντισθένους καὶ | |
60 | Ζήνωνος ἀποφάσεσιν *, ἀλλὰ ταῖς ἡμετέραις. Ἑξῆς δὲ τοῖς προειρημένοις γράφουσι περὶ τοῦ κατὰ Μεσσηνίους παρασπονδήματος. Ἐν ᾧ φησιν ὁ Ζήνων, ὁρμήσαντα τὸν Νάβιν ἐκ τῆς Λακεδαίμονος, καὶ διαβάντα τὸν Εὐρώταν ποταμὸν, παρὰ τὸν Ὁπλί‐ | |
65 | την προσαγορευόμενον πορεύεσθαι διὰ τῆς ὁδοῦ τῆς στενῆς παρὰ τὸ Πολιάσιον, ἕως ἐπὶ τοὺς κατὰ Σελ‐ λασίαν ἀφίκετο τόπους· ἐντεῦθεν δὲ ἐπὶ Θαλάμας ἐπι‐ βαλόντα κατὰ Φαρὰς παραγενέσθαι πρὸς τὶν Πάμισον ποταμόν. Ὑπὲρ ὧν οὐκ οἶδα πῶς χρὴ λέγειν. Τοιαύ‐ | |
70 | την γὰρ φύσιν ἔχει τὰ προειρημένα πάντα συλλήβδην, ὥστε μηδὲν διαφέρει τοῦ λέγειν, ὅτι ποιησάμενός τις ἐκ Κορίνθου τὴν ὁρμὴν, καὶ διαπορευθεὶς τὸν Ἰσθμὸν, καὶ συνάψας ταῖς Σκιρωνίσιν, εὐθέως ἐπὶ τὴν Κοντο‐ πορίαν ἐπεβάλετο, καὶ παρὰ τὰς Μυκήνας ἐποιεῖτο | |
75 | τὴν πορείαν εἰς Ἄργος. Ταῦτα γὰρ οὐχ οἷον παρὰ μικρόν ἐστιν, ἀλλὰ τὴν ἐναντίαν διάθεσιν ἔχει πρὸς ἄλληλα. Καὶ τὰ μὲν κατὰ τὸν Ἰσθμόν ἐστι καὶ τὰς Σκιράδας πρὸς ἀνατολὰς τῆς Κορίνθου, τὰ δὲ κατὰ τὴν Κοντοπορίαν καὶ Μυκήνας, ἔγγιστα πρὸς δύσεις | |
80 | χειμερινάς. Ὥστ’ εἶναι τελέως ἀδύνατον, ἀπὸ τῶν προη‐ γουμένων ἐπιβαλεῖν τοῖς προειρημένοις τόποις. Τὸ δ’ αὐτὸ καὶ περὶ τοὺς κατὰ τὴν Λακεδαίμονα συμβέβη‐ κεν. Ὁ μὲν γὰρ Εὐρώτας καὶ τὰ περὶ τὴν Σελλασίαν κεῖται τῆς Σπάρτης ὡς πρὸς τὰς θερινὰς ἀνατολάς· | |
85 | τὰ δὲ κατὰ Θαλάμας καὶ Φαρὰς καὶ Πάμισον, ὡς πρὸς τὰς χειμερινὰς δύσεις. Ὅθεν οὐχ οἷον ἐπὶ τὴν Σελλασίαν, ἀλλ’ οὐδὲ τὸν Εὐρώταν δέον ἐστὶ δια‐ βαίνειν τὸν προτιθέμενον παρὰ Θαλάμας ποιεῖσθαι | |
τὴν πορείαν εἰς τὴν Μεσσηνίαν. | 179 | |
90 | Πρὸς δὲ τούτοις φησὶ, τὴν ἐπάνοδον ἐκ τῆς Μεσσήνης πεποιῆσθαι τὸν Νάβιν κατὰ τὴν πύλην τὴν φέρουσαν ἐπὶ Τέγεαν. Τοῦτο δ’ ἔστιν ἄλογον. Πρόκειται γὰρ τῆς Τεγέας ἡ Μεγάλη Πόλις ὡς πρὸς τὴν Μεσσή‐ νην, ὥστ’ ἀδύνατον εἶναι, καλεῖσθαί τινα πύλην παρὰ | |
95 | τοῖς Μεσσηνίοις ἐπὶ Τέγεαν. Ἀλλ’ ἔστι παρ’ αὐτοῖς πύλη Τεγεᾶτις προσαγορευομένη, καθ’ ἣν ἐποίησε τὴν ἐπάνοδον Νάβις· ᾧ πλανηθεὶς, ἔγγιον ὑπέλαβε τὴν Τέ‐ γεαν εἶναι Μεσσηνίων. Τὸ δ’ ἔστιν οὐ τοιοῦτον, ἀλλ’ ἡ Λακωνικὴ καὶ ἡ Μεγαλοπολῖτις χώρα μεταξὺ κεῖται τῆς | |
3(100) | Μεσσηνίας καὶ Τεγεάτιδος. Τὸ δὲ τελευταῖον· φησὶ γὰρ τὸν Ἀλφειὸν, ἐκ τῆς πηγῆς εὐθέως κρυφθέντα, καὶ πολὺν ἐνεχθέντα τόπον ὑπὸ γῆς, ἐκβάλλειν περὶ Λυ‐ κόαν τῆς Ἀρκαδίας. Ὁ δὲ ποταμὸς, οὐ πολὺν τόπον ἀποσχὼν τῆς πηγῆς, καὶ κρυφθεὶς ἐπὶ δέκα στάδια, | |
105 | πάλιν ἐκπίπτει· καὶ τὸ λοιπὸν φερόμενος διὰ τῆς Μεγα‐ λοπολίτιδος, τὰς μὲν ἀρχὰς ἐλαφρὸς, εἶτα λαμβάνων αὔξησιν, καὶ διανύσας ἐπιφανῶς πᾶσαν τὴν προειρημέ‐ νην χώραν ἐπὶ σʹ σταδίους, γίγνεται πρὸς Λυκόαν, ἤδη προσειληφὼς καὶ τὸ τοῦ Λουσίου ῥεῦμα, καὶ παντελῶς | |
110 | ἄβατος ὢν καὶ βαρύς. *** Οὐ μὴν ἀλλὰ καὶ πάντα μοι δοκεῖ τὰ προειρημένα, διαπτώματα μὲν εἶναι, πρόφα‐ σιν δὲ ἐπιδέχεσθαι καὶ παραίτησιν· τὰ μὲν γὰρ δι’ ἄγνοιαν γέγονε, τὸ δὲ περὶ τὴν ναυμαχίαν διὰ τὴν πρὸς τὴν πατρίδα φιλοστοργίαν. Εἶτα, τίς οὐκ εἰκότως ἂν | |
115 | Ζήνωνι μέμψαιτο, διότι τὸ πλεῖον οὐ περὶ τὴν τῶν πραγμάτων ζήτησιν, οὐδὲ περὶ τὸν χειρισμὸν τῆς ὑπο‐ θέσεως, ἀλλὰ περὶ τὴν τῆς λέξεως κατασκευὴν ἐσπού‐ δακε, καὶ δῆλός ἐστι πολλάκις ἐπὶ τούτῳ σεμνυνόμενος, καθάπερ καὶ πλείους ἕτεροι τῶν ἐπιφανῶν συγγραφέων; | |
120 | Ἐγὼ δὲ φημὶ μὲν, δεῖν πρόνοιαν ποιεῖσθαι καὶ σπου‐ δάζειν ὑπὲρ τοῦ δεόντως ἐξαγγέλλειν τὰς πράξεις· δῆλον γὰρ, ὡς οὐ μικρὰ, μεγάλα δὲ συμβάλλεται τοῦτο πρὸς τὴν ἱστορίαν· οὐ μὴν ἡγεμονικώτατόν γε καὶ πρῶτον αὐτὸ παρὰ τοῖς μετρίοις ἀνδράσι τίθεσθαι. Πολλοῦ γε | |
125 | δεῖ· ἄλλα γὰρ ἂν εἴη καλλίω μέρη τῆς ἱστορίας, ἐφ’ οἷς ἂν μᾶλλον σεμνυνθείη πολιτικὸς ἀνήρ. Ὃ δὲ λέγειν βούλομαι, γένοιτ’ ἂν οὕτω μάλιστα καταφανές. Ἐξηγούμενος γὰρ ὁ προειρημένος συγγραφεὺς τήν τε Γάζης πολιορκίαν καὶ τὴν γενομέ‐ | |
130 | νην παράταξιν Ἀντιόχου πρὸς Σκόπαν ἐν Κοίλῃ Συρίᾳ περὶ τὸ Πάνιον, περὶ μὲν τὴν τῆς λέξεως κατασκευὴν δῆλός ἐστιν ἐπὶ τοσοῦτον ἐσπουδακὼς, ὡς ὑπερβολὴν τερατείας μὴ καταλιπεῖν τοῖς τὰς ἐπιδεικτικὰς καὶ πρὸς ἔκπληξιν τῶν πολλῶν συντάξεις ποιουμένοις· τῶν γε | |
135 | μὴν πραγμάτων ἐπὶ τοσοῦτον ὠλιγώρηκεν, ὥστε πάλιν ἀνυπέρβλητον εἶναι τὴν εὐχέρειαν καὶ τὴν ἀπειρίαν τοῦ συγγραφέως. Προθέμενος γὰρ πρώτην διασαφεῖν τὴν τῶν περὶ τὸν Σκόπαν ἔκταξιν, τῷ μὲν δεξιῷ κέρατί φησι τῆς ὑπωρείας ἔχεσθαι τὴν φάλαγγα μετ’ ὀλίγων | |
140 | ἰππέων· τὸ δ’ εὐώνυμον αὐτῆς, καὶ τοὺς ἱππεῖς πάντας τοὺς ἐπὶ τούτου τεταγμένους, ἐν τοῖς ἐπιπέδοις κεῖσθαι. Τὸν δ’ Ἀντίοχον ἔτι μὲν τῆς ἑωθινῆς ἐκπέμψαι φησὶ τὸν πρεσβύτερον υἱὸν Ἀντίοχον, ἔχοντα μέρος τι τῆς δυνά‐ μεως, ἵνα προκαταλάβηται τῆς ὀρεινῆς τοὺς ὑπερκει‐ | |
145 | μένους τῶν πολεμίων τόπους· τὴν δὲ λοιπὴν δύναμιν ἅμα τῷ φωτὶ διαβιβάσαντα τὸν ποταμὸν, μεταξὺ τῶν στρατοπέδων ἐν τοῖς ἐπιπέδοις ἐκτάττειν, τιθέντα τοὺς μὲν φαλαγγίτας ἐπὶ μίαν εὐθεῖαν κατὰ μέσην τὴν τῶν | |
πολεμίων τάξιν, τῶν δ’ ἱππέων τοὺς μὲν ἐπὶ τὸ λαιὸν | 180 | |
3(150) | κέρας τῆς φάλαγγος, τοὺς δ’ ἐπὶ τὸ δεξιὸν, ἐν οἷς εἶναι καὶ τὴν κατάφρακτον ἵππον, ἧς ἡγεῖτο πάσης ὁ νεώτε‐ ρος Ἀντίοχος τῶν υἱῶν. Μετὰ δὲ ταῦτα, φησὶ, τὰ θηρία προτάξαι τῆς φάλαγγος ἐν διαστήματι, καὶ τοὺς μετ’ Ἀντιπάτρου Ταραντίνους, τὰ δὲ μεταξὺ τῶν θηρίων | |
155 | πληρῶσαι τοῖς τοξόταις καὶ σφενδονήταις, αὐτὸν δὲ μετὰ τῆς ἑταιρικῆς ἵππου καὶ τῶν ὑπασπιστῶν κατόπιν ἐπιστῆναι τοῖς θηρίοις. Ταῦτα δὲ ὑποθέμενος, τὸν μὲν νεώτερον Ἀντίοχον, φησὶν, ὃν ἐν τοῖς ἐπιπέδοις ἔθηκε κατὰ τὸ λαιὸν τῶν πολεμίων, ἔχοντα τὴν κατάφρακτον | |
160 | ἵππον, τοῦτον ἐκ τῆς ὀρεινῆς ἐπενεχθέντα τρέψασθαι τοὺς ἱππέας τοὺς περὶ τὸν Πτολεμαῖον τὸν Ἀερόπου, καὶ κα‐ ταδιώκειν, ὃς ἐτύγχανε τοῖς Αἰτωλοῖς ἐπιτεταγμένος ἐν τοῖς ἐπιπέδοις ἐπὶ τῶν εὐωνύμων· τὰς δὲ φάλαγγας, ἐπεὶ συνέβαλον ἀλλήλαις, μάχην ποιεῖν ἰσχυράν. Ὅτι δὲ | |
165 | συμβαλεῖν ἀδύνατον ἦν, τῶν θηρίων καὶ τῶν ἱππέων καὶ τῶν εὐζώνων προτεταγμένων, τοῦτο οὐκέτι συνορᾷ. Μετὰ δὲ ταῦτα, φησὶ, καταπροτερουμένην τὴν φάλαγγα ταῖς εὐχερείαις καὶ πιεζομένην ὑπὸ τῶν Αἰτωλῶν, ἀναχωρεῖν ἐπὶ πόδα· τὰ δὲ θηρία, τοὺς | |
170 | ἐγκλίνοντας ἐκδεχόμενα, καὶ συμπίπτοντα τοῖς πολε‐ μίοις, μεγάλην παρέχεσθαι χρείαν. Πῶς δὲ ταῦτα γέ‐ γονεν ὀπίσω τῆς φάλαγγος, οὐ ῥᾴδιον καταμαθεῖν, ἢ πῶς, γενόμενα, παρείχετο χρείαν μεγάλην. Ὅτε γὰρ ἅπαξ αἱ φάλαγγες συνέπεσον ἀλλήλαις, οὐκέτι δυνατὸν | |
175 | ἦν, κρῖναι τὰ θηρία, τίς τῶν ὑποπιπτόντων φίλιος ἢ πολέμιός ἐστι. Πρὸς δὲ τούτοις φησὶ, τοὺς Αἰτωλῶν ἱππέας δυσχρηστεῖσθαι κατὰ τὸν κίνδυνον διὰ τὴν ἀσυν‐ ήθειαν τῆς τῶν θηρίων φαντασίας. Ἀλλ’ οἱ μὲν ἐπὶ τοῦ δεξιοῦ ταχθέντες ἐξαρχῆς ἀκέραιοι διέμενον, ὡς αὐ‐ | |
180 | τός φησι· τὸ δὲ λοιπὸν πλῆθος τῶν ἱππέων, τὸ μερισθὲν ἐπὶ τὸ λαιὸν, ὑποφεύγει πᾶν ὑπὸ τῶν περὶ τὸν Ἀντίο‐ χον ἡττημένον. Ποῖον οὖν μέρος τῶν ἱππέων ἦν κατὰ μέσην τὴν φάλαγγα τὸ τοὺς ἐλέφαντας ἐκπληττόμενον; ποῦ δὲ ὁ βασιλεὺς γέγονε; καὶ τίνα παρέσχηται χρείαν | |
185 | ἐν τῇ μάχῃ, τὸ κάλλιστον σύστημα περὶ αὐτὸν ἐσχη‐ κὼς καὶ τῶν πεζῶν καὶ τῶν ἱππέων; ἁπλῶς γὰρ οὐδὲν εἴρηται περὶ τούτων. Ποῦ δὲ ὁ πρεσβύτερος τῶν υἱῶν Ἀντίοχος, ὁ μετὰ μέρους τινὸς τῆς δυνάμεως προκαταλαβόμενος τοὺς ὑπερδεξίους τόπους; Οὗτος | |
190 | μὲν γὰρ οὐδὲ εἰς τὴν στρατοπεδείαν ἀνακεχώρηκεν αὐτῷ μετὰ τὴν μάχην. Εἰκότως· δύο γὰρ Ἀντιόχους ὑπέθετο τοῦ βασιλέως υἱοὺς, ὄντος ἑνὸς τοῦ τότε συν‐ εστρατευμένου. Πῶς δὲ ὁ Σκόπας ἅμα μὲν αὐτῷ πρῶτος, ἅμα δ’ ἔσχατος ἀναλέλυκεν ἐκ τοῦ κινδύνου; | |
195 | Φησὶ γὰρ αὐτὸν ἰδόντα τοὺς περὶ τὸν νεώτερον Ἀν‐ τίοχον ἐκ τοῦ διώγματος ἐπιφαινομένους κατὰ νώτου τοῖς φαλαγγίταις, καὶ διὰ τοῦτο τὰς τοῦ νικᾶν ἐλπίδας ἀπογνόντα, ποιεῖσθαι τὴν ἀποχώρησιν· μετὰ δὲ ταῦτα συστῆναι τὸν μέγιστον κίνδυνον, κυκλωθείσης τῆς φά‐ | |
3(200) | λαγγος ὑπό τε τῶν θηρίων καὶ τῶν ἱππέων, καὶ τελευ‐ ταῖον ἀποχωρῆσαι τὸν Σκόπαν ἀπὸ τοῦ κινδύνου. Ταῦτα δέ μοι δοκεῖ, καὶ καθόλου τὰ τοιαῦτα τῶν ἀλογημάτων, πολλὴν ἐπιφέρειν αἰσχύνην τοῖς συγ‐ γραφεῦσι. Διὸ δεῖ μάλιστα μὲν πειρᾶσθαι πάντων κρα‐ | |
205 | τεῖν τῶν τῆς ἱστορίας μερῶν· καλὸν γάρ· εἰ δὲ μὴ τοῦτο δυνατὸν, τῶν ἀναγκαιοτάτων καὶ τῶν μεγίστων ἐν αὐτῇ πλείστην ποιεῖσθαι πρόνοιαν. Ταῦτα μὲν οὖν προήχθην εἰπεῖν, θεωρῶν νῦν, καθάπερ καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν καὶ ἐπιτηδευμάτων, τὸ μὲν ἀληθινὸν καὶ πρὸς τὴν χρείαν | 181 |
210 | ἀνῆκον ἐν ἑκάστοις ἐπισεσυρμένον· τὸ δὲ πρὸς ἀλαζο‐ νείαν καὶ φαντασίαν ἐπαινούμενον καὶ ζηλούμενον, ὡς μέγα τι καὶ θαυμάσιον, ὃ καὶ τὴν κατασκευὴν ἔχει ῥᾳδιεστέραν, καὶ τὴν εὐδόκησιν ὀλιγοδεεστέραν, καθά‐ περ αἱ λοιπαὶ τῶν γραφῶν. Περὶ δὲ τῆς τῶν τόπων | |
215 | ἀγνοίας τῶν κατὰ τὴν Λακωνικὴν, διὰ τὸ μεγάλην εἶναι τὴν παράπτωσιν, οὐκ ὤκνησα γράψαι καὶ πρὸς αὐτὸν Ζήνωνα· κρίνων, καλὸν εἶναι τὸ μὴ τὰς τῶν πέ‐ λας ἁμαρτίας ἴδια προτερήματα νομίζειν, καθάπερ ἔνιοι ποιεῖν εἰώθασιν· ἀλλὰ μὴ μόνον τῶν ἰδίων ὑπο‐ | |
220 | μνημάτων, ἀλλὰ καὶ τῶν ἀλλοτρίων, καθόσον οἷοί τε ἐσμὲν, ποιεῖσθαι πρόνοιαν καὶ διόρθωσιν χάριν τῆς κοι‐ νῆς ὠφελείας. Ὁ δὲ λαβὼν τὴν ἐπιστολὴν, καὶ γνοὺς ἀδύνατον οὖσαν τὴν μετάθεσιν. διὰ τὸ προεκδεδωκέναι τὰς συντάξεις, ἐλυπήθη μὲν ὡς ἔνι μάλιστα, ποιεῖν | |
225 | δ’ οὐδὲν εἶχε· τήν γε μὴν ἡμετέραν αἵρεσιν ἀπεδέξατο | |
φιλοφρόνως. | 182 |