TLG 2341 003 :: ARISTOCRITUS :: Fragmenta ARISTOCRITUS Hist. Fragmenta Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 334–336.
Citation: Fragment — (line) | ||
t1-3 | ΠΕΡΙ ΜΙΛΗΤΟΥ. | |
1 | Schol. Apollon. Rh. I, 186: Ὁ δὲ Μίλητος, ἀφ’ οὗ καὶ ἡ πόλις Μίλητος, Εὐξαντίου τοῦ Μίνωος ἦν. Οἱ δέ φασιν αὐτὸν Ἀπόλλωνος καὶ Ἀρείας τῆς Κλεό‐ χου ... Καὶ Ἀριστόκριτος φησὶν ὅτι Ἀρεία θυγάτηρ | |
5 | ἐγένετο Κλεόχου, ἧς καὶ Ἀπόλλωνος γενέσθαι βρέφος, καὶ τοῦτο ἐκτεθῆναι εἰς μίλακα. Τὸν δὲ Κλέοχον ἀνελέ‐ σθαι, καὶ ὀνομάσαι ἀπὸ τῆς μίλακος Μίλητον. Τοῦτον δὲ ἀνδρωθέντα καὶ φθονούμενον ὑπὸ τοῦ Μίνωος, ἀνα‐ χωρῆσαι εἰς τὴν Σάμον· ἀφ’ οὗ καὶ τόπος ἐστὶ Μίλη‐ | |
---|---|---|
10 | τος· καὶ ἀπὸ τῆς Σάμου μεταβὰς εἰς τὴν Καρίαν, ἔκτισε πόλιν, Μίλητον ἀφ’ ἑαυτοῦ καλέσας. | |
2 | Parthenius Erot. c. 11: Περὶ Βυβλίδος. Ἱστο‐ ρεῖ Ἀριστόκριτος περὶ Μιλήτου καὶ Ἀπολλώνιος ὁ Ῥό‐ διος Καύνου κτίσει. —Περὶ δὲ Καύνου καὶ Βυβλίδος, τῶν Μιλήτου παίδων, διαφόρως ἱστορεῖται. Νικαίνετος | |
5 | μὲν γάρ φησι τὸν Καῦνον ἐρασθέντα τῆς ἀδελφῆς, ὡς οὐκ ἔληγε τοῦ πάθους, ἀπολιπεῖν τὴν οἰκίαν καὶ ὁδεύ‐ σαντα πόρρω τῆς οἰκείας χώρας, πόλιν τε κτίσαι καὶ τοὺς ἀπεσκεδασμένους τότε Ἴωνας ἐνοικίσαι· λέγει δὲ ἔπεσι τοῖσδε· | |
10 | Αὐτὰρ ὅγε προτέρωσε κιὼν Οἰκούσιον ἄστυ κτίσσατο, Τραγασίῃ δὲ Κελαινοῦς εἴχετο παιδὶ, ἥ οἱ Καῦνον ἔτικτεν ἀεὶ φιλέοντα θέμιστας· γείνατο δὲ ῥαδαλῇς ἐναλίγκιον ἀρκεύθοισι Βυβλίδα, τῆς ἤτοι ἀέκων ἠράσσατο Καῦνος· | |
15 | βῆ δὲ πέρην Δίας, φεύγων ὀφιώδεα Κύπρον καὶ Κάπρος ὑλιγενὲς καὶ Κάρια ἱρὰ λοετρά· ἔνθ’ ἤτοι πτολίεθρον ἐδείματο πρῶτος Ἰώνων. Αὐτὴ δὲ γνωτὴ, ὀλολυγόνος οἶτον ἔχουσα, Βυβλὶς ἀποπρὸ πυλῶν Καύνου ὠδύρατο νόστον. | 334 |
20 | Οἱ δὲ πλείους τὴν Βυβλίδα φασὶν, ἐρασθεῖσαν τοῦ Καύ‐ νου, λόγους αὐτῷ προσφέρειν καὶ δεῖσθαι μὴ περιιδεῖν αὐτὴν εἰς πᾶν κακὸν προελθοῦσαν· ἀποστυγήσαντα δὲ οὕτως τὸν Καῦνον περαιωθῆναι εἰς τὴν τότε ὑπὸ Λελέ‐ γων κατεχομένην γῆν, ἔνθα κρήνη Ἐχενηῒς, πόλιν τε | |
25 | κτίσαι τὴν ἀπ’ αὐτοῦ κληθεῖσαν Καῦνον· τὴν δὲ ἄρα, ὑπὸ τοῦ πάθους μὴ ἀνιεμένην, πρὸς δὲ καὶ δοκοῦσαν αἰτίαν γεγονέναι Καύνῳ τῆς ἀπαλλαγῆς, ἀναψαμένην ἀπό τινος δρυὸς τὴν μίτραν, ἐνθεῖναι τὸν τράχηλον. Λέγεται δὲ καὶ παρ’ ἡμῖν οὕτως· | |
30 | Ἡ δ’ ὅτι δὴ ὀλλοοῖο κασιγνήτου νόον ἔγνω, κλαῖεν ἀηδονίδων θαμινώτερον, αἵτ’ ἐνὶ βήσσῃς Σιθονίῳ κούρῳ πέρι μυρίον αἰάζουσιν· καί ῥα κατὰ στυφελοῖο σαρωνίδος αὐτίκα μίτρην ἁψαμένη, δειρὴν ἐνεθήκατο· ταὶ δ’ ἐπ’ ἐκείνῃ | |
35 | βεύδεα παρθενικαὶ Μιλησίδες ἐρρήξαντο. Φασὶ δέ τινες καὶ ἀπὸ τῶν δακρύων κρήνην ῥυῆναι ἰδίᾳ τὴν καλουμένην Βυβλίδα. | |
2a | Parthenius c. 26: Περὶ Ἀπριάτης. Ἱστορεῖ Εὐφορίων Θρᾳκί. —Ἐν Λέσβῳ παιδὸς Ἀπριάτης Τράμβηλος ὁ Τελαμῶνος ἐρασθεὶς πολλὰ ἐποιεῖτο εἰς τὸ προσαγαγέσθαι τὴν κόρην· ὡς δ’ ἐκείνη οὐ πάνυ | |
5 | ἐνεδίδου, ἐνενοεῖτο δόλῳ καὶ ἀπάτῃ περιγενέσθαι αὐτῆς. Πορευομένην οὖν ποτε σὺν θεραπαινιδίοις ἐπί τι τῶν πατρῴων χωρίων, ὃ πλησίον τῆς θαλάσσης ἔκειτο, λο‐ χήσας εἷλεν. Ὡς δὲ ἐκείνη πολὺ μᾶλον ἀπεμάχετο περὶ τῆς παρθενίας, ὀργισθεὶς Τράμβηλος ἔρριψεν | |
10 | αὐτὴν εἰς τὴν θάλασσαν· ἐτύγχανε δὲ ἀγχιβαθὴς οὖσα. Καὶ ἡ μὲν ἄρα οὕτως ἀπολώλει. Τινὲς μέν τοι ἔφασαν διωκομένην ἑαυτὴν ῥῖψαι. Τράμβηλον δὲ οὐ πολὺ μετέπειτα τίσις ἐλάμβανεν ἐκ θεῶν. Ἐπειδὴ γὰρ Ἀχιλλεὺς ἐκ τῆς Λέσβου πολλὴν λείαν ἀποτεμό‐ | |
15 | μενος ἤγαγεν, οὗτος ἐπαγομένων αὐτὸν τῶν ἐγχωρίων βοηθὸν συνίσταται αὐτῷ· ἔνθα δὴ πληγεὶς εἰς τὰ στέρνα παραχρῆμα πίπτει· ἀγάμενος δὲ τῆς ἀλκῆς αὐτὸν Ἀχιλλεὺς ἔτι ἔμπνουν ἀνέκρινεν, ὅστις τε ἦν καὶ ὁπόθεν· ἐπεὶ δὲ ἔγνω παῖδα Τελαμῶνος ὄντα, πολλὰ κατοδυρό‐ | |
20 | μενος ἐπὶ τῆς ἠιόνος μέγα χῶμα ἔχωσε· τοῦτο ἔτι νῦν | |
ἡρῷον Τραμβήλου καλεῖται. | 335 | |
3 | Plinius H. N. V, 37: Ioniae ora habet ... Sa‐ mon: Partheniam primum appellatam Aristoteles tradit, postea Dryusam, deinde Anthemusam, Aristocritus adjicit Melamphyllum, dein Cyparis‐ | |
5 | siam: alii Parthenoarusam, Stephanen. | |
4(1t) | ΤΑ ΠΡΟΣ ΗΡΑΚΛΕΟΔΩΡΟΝ ΑΝΤΙΔΟΞΟΥ‐ | |
2t | ΜΕΝΑ. | |
1 | Clemens Alex. Strom. V: Ἀριστόκρι‐ τος δ’ ἐν τῇ πρώτῃ τῶν πρὸς Ἡρακλεόδωρον ἀντιδο‐ ξουμένων μέμνηταί τινος ἐπιστολῆς οὕτως ἐχούσης· «Βασιλεὺς Σκυθῶν Ἀτοίας Βυζαντίων δήμῳ. Μὴ βλά‐ | |
5 | πτετε προσόδους ἐμὰς, ἵνα μὴ ἐμοὶ ἵπποι ὑμέτερον ὕδωρ πίωσι.» Συμβολικῶς γὰρ ὁ βάρβαρος τὸν μέλ‐ λοντα πόλεμον αὐτοῖς ἐπάγεσθαι παρεδήλωσεν. | |
5 | Schol. Aristoph. Vesp. 846: Ἔστι δὲ παροιμία, ἀφ’ Ἑστίας ἄρχου. Μῦθον δὲ συνέθηκεν Ἀριστό‐ κριτος οὕτως ἔχοντα· μετὰ γὰρ τὸ καταλυθῆναι τὴν τῶν Τιτάνων ἀρχὴν, τὸν Δία δεξάμενον τὴν βασιλείαν | |
5 | ἐπιτρέπειν Ἑστίᾳ λαβεῖν ὅ τι βούλοιτο. Τὴν δὲ πρῶτον μὲν παρθενίαν αἰτῆσαι, μετὰ δὲ τὴν παρθενίαν ἀπαρχὰς | |
θυομένων αὑτῇ νέμεσθαι πρώτῃ παρὰ τῶν ἀνθρώπων. | 336 |