TLG 2334 002 :: NAUSIPHANES :: Fragmenta NAUSIPHANES Phil. Fragmenta frr. 1–4 Citation: Fragment — (line) | ||
tit | ΝΑΥΣΙΦΑΝΟΥΣ ΤΡΙΠΟΥΣ | |
1 | PHILOD. Rhet. II p. 48 Sudh. c. 34, 1 〈τὸν οὖν φυσικὸν τὴν ῥητορικὴν ἕξιν ἔχειν κατὰ τὸ εἰρη〉μένον φήσει τις, κἂν μηδέποτε ῥητορεύσηι διὰ τὸ μὴ προσ‐ ιέναι τοῖς κοινοῖς. καὶ γὰρ τεκτονικήν φαμεν ἕξιν ἔχειν οὐ τὸν ἐνεργοῦντα μόνον οὐδ’ εἰς τὴν ἐνέργειαν αὐτὴν ἀποβλέποντες, ἀλλ’ εἰς τὸ δύνασθαι λαβόνθ’ ὕλην | |
5 | καὶ τὰ προσήκοντ’ ὄργανα δημιουργεῖν τὸ ἀπὸ τῆς τεκτονικῆς ἔργον, ὡς ἐπ’ ἰατρι‐ κῆς καὶ τῶν ἄλλων ἐπιστημῶν. ὥστε πῶς οὐχὶ καὶ τὴν ῥητορικὴν τῶι φυσικῶι φήσαιμεν ἀκολουθεῖν, εἴπερ ἄρα παρατεθέντων πραγμάτων, ἐν οἷς ὁ πολιτικὸς καὶ ῥήτωρ ἀγαθὸς οἱονεὶ δημιουργεῖν τὴν ὀρθὴν δημηγορίαν, δύναιτ’ ἂν κατὰ τρόπον ὡσεὶ καί τις ἄλλος διαλεχθῆναι περὶ αὐτῶν; | |
---|---|---|
2 | Philod. Rhet. 4, 10 [II p. 5 Sudh. vgl. Arnim Dio (Berl. 1898) S. 46ff.] ὅθεν καὶ Ν. οὐκ ἀπέδρα· λέγει γὰρ προαιρήσεσθαι τὸν σοφὸν ῥητορεύειν ἢ πολιτεύεσθαι. 22, 2 [p. 33] ἀλλὰ πᾶν ἡγησάμενος εἶναι τὸ τίμιον καὶ ἀξιόλογον ἐν ταῖς παρὰ τῶν πολλῶν | |
5 | δόξαις καὶ μνήμαις ἐπὶ πολιτικαῖς δεινότησιν ἢ ταῖς κενῶς κομπουμέναις ἀρεταῖς καὶ καλοκαγαθίαις, ἐπὶ ταῦτα ἄγειν τὸν ἄριστον προείληφε συλλογισμόν. c. 37, 3 ἅμα δ’ ἐπὶ νομοθεσίας κατεφέρετο. 11, 1 [p. 1] ἀλλ’ ἄντικρυς ἔφησεν 〈ὁτιοῦν〉 δυνήσεσθαι πείθειν τοὺς ἀκούοντας τὸν φυσικὸν καὶ σοφόν· καὶ τὸν σοφὸν οὐκ ἐν | |
ἀμφισβητήσει κατέλιπεν, ἀλλ’ ἑαυτὸν ἔφη τοῖς λόγοις ἄξειν ἔν〈θ’〉 ἂν βούληται | 248 | |
10 | τοὺς ἀκούοντας. 15, 4 [p. 19] τοιοῦτον γὰρ κἂν 〈ἓν〉 ἔτος ἄνδρα τις ἔχηι συν‐ ζῶντα καὶ μὴ βραχεῖς χρόνους ὁμιλοῦντα, καὶ τοῦτο πλεοναζόντως δύνασθαι ἂν καὶ παρακολουθεῖν. 25, 1 τὴν γὰρ αἰτίαν τῆς πειστικῆς δυνάμεως οὐκ ἐξ ἱστορίας, ἀλλ’ ἀπὸ τῆς εἰδήσεως τῶν πραγμάτων παραγίνεσθαί φησιν, ὥσθ’ ὁμοίως αὑτῶι πείθοι ἂν ὁ φυσικὸς ὁποιονοῦν ἔθνος. 14, 3 | |
15 | [p. 5] περὶ ἕνα τὸν εὐφυῆ καὶ πρόθυμον. 15, 9 [p. 7] ἔτι τίν’ ἂν εἴδησιν ἔχων ὁ φυσικὸς τῆς τῶν ἀνθρώπων φύσεως ἀπὸ ταύτης δύναιτο πείθειν αὐτούς; ἆρά γε τὴν ἐκ τίνων ἢ ποίων στοιχείων συνεστήκασι; καὶ τίς ἂν διὰ ταυτὶ πείθειν περὶ ὧν ἂν διεξίηι δύναιτο τοὺς ἀνθρώπους μᾶλλον ἢ τοῖς ... 16, 2 [p. 8] τὸ συγγενικὸν τέλος | |
20 | ὅπερ ἐστὶν ἥδεσθαι καὶ μὴ ἀλγεῖν, ἀλλὰ 〈εὐθὺς ἕκαστοσ〉 ἄνθρωπος πρὸς τοῦτο φέρεται καὶ χωρὶς τῆς τούτων προσδοκίας εἴτ’ ἀλόγως εἴτε λελογισμένως οὔτε διώκειν τοῖς ὅλοις οὐδὲν οὔτε φεύγειν, μᾶλλον δ’ οὐδὲ τὰ ζῶια ἄλλον ἐνδέχεται τρόπον. 7, 2 [p. 9] καὶ γὰρ οὕτως τὰ μέγιστα λέγων ἂν πείθοι πολλὴν προθυμίαν καὶ τῶν πολλῶν πρὸς τοῦτο παρεχομένων, διότι | |
25 | πειστικόν ἐστι τὸ γινώσκειν, πόθεν ἥκει τὸ συμφέρον. ἄνευ γὰρ τῆς περὶ τούτου [n. τοῦ τέλους] πειθοῦς ἀχάριστοι γινόμενοι τοῖς προδιδάξασι, τῶν ἄλλως πειθόν‐ των οὐκ ἂν πεισθεῖεν 〈οὐδενί〉. 8, 2 [p. 10] τὸν φυσικὸν μόνον, τοῦτο τεθεωρη‐ κότα, τῶι γινώσκειν ὃ βούλεται ἡ φύσις καὶ λέγειν καὶ λέγοντα τὸ πρὸς τὴν βού‐ λησιν 〈ἀποδιδόναι〉, δυνήσεσθαι πείθειν. 22, 2 [p. 16] ἅπερ ἂν εἰδῶσιν βουλο‐ | |
30 | μένους τε καὶ μὴ μεταμελησομένους διὰ τὸ συμφερόντως βουλεύεσθαι [οἱ ῥήτορες τοὺς πολλούς]. 23, 1 [p. 17] πάντα δυναμένου πείθειν καὶ περὶ ὧν αὐτοὶ προπεπεισμένοι δι’ αὑτῶν εἰσι, ληψομένου τοὺς πολλοὺς συνομολογήσαντας. 18, 3 [p. 27] θαυμαστέον μὲν οὖν φυσιολόγου καὶ τὴν λαλιὰν ὡς συνεστῶσαν ἄκρως κατ’ εὐοδίαν τῶν ὡμιλημένων καὶ μεταφοραῖς ἐπὶ τὸ ἀγνοούμενον πρᾶγμα ἄριστα | |
35 | μετενηνεγμένην καὶ οὐ πλάσματι κενῶι καὶ νόμωι γεγονυῖαν ἀλλὰ τῆι τῶν πρα‐ γμάτων φύσει καὶ κατὰ τὴν συνήθειαν. 33, 7 [p. 46] ἐπεὶ καὶ τἀκόλουθον καὶ τὸ ὁμολογούμενον ἐν τοῖς λόγοις ἐνορᾶν καὶ τίνων ληφθέντων τί συμβαίνει, ληπτέον οὕτως ὑπὸ τὴν τῶν ὅλων διάγνωσιν, ἄλλως δ’ οὐ νομιστέον ἐγγίνεσθαι. 46, 8 [p. 47] πάντα γὰρ τὰ τοιαῦτα ἀπὸ τῆς φυσικῆς καὶ μετὰ λόγου τῶν τε ἀδή‐ | |
40 | λων σταθμήσεως καὶ τῶν ὑπαρχόντων ἐπιλογιστικῆς θεωρίας ἁλίσκετ’, ἄλλως δ’ οὐδαμῶς, ὥστε καὶ ὁδῶι γίνεσθαι καὶ οὐκ ἰδίαις τινῶν ἐμπειρίαις τὰ πράγμαθ’, ὥς φασιν, οὐκ εἰδότων. 24, 9 [p. 36] καὶ μόνον δεῖν οἰόμενος τῶι σχηματίσαι διαφέρειν σχεδὸν τόν τε τοῦ σοφοῦ λόγον καὶ τὸν τοῦ πολιτικοῦ ῥήτορος, ὥσπερ δὴ ταῖς διανοήσεσι μὲν οὐ | |
45 | διαφέροντας τοὺς τὴν ἀλήθειαν κατὰ φύσιν ἐγνωκότας τῶν πολιτικῶν ῥητόρων, σχήματι δὲ μόνον λόγων, καὶ ταῦτα πρὸς οὐδένα λόγον κατεσκευασμένων. τί γὰρ ὁ συλλογισμὸς καὶ ἡ ἐπαγωγὴ δύνατ’, εἰ ταὐτό τι σημαίνει τῶι | |
ἐνθυμήματι καὶ παραδείγματι; 26, 1 [p. 38] 〈δεικνύ〉ει χρήσιμον διαλογισμὸν ὄντα ἐκ τῶν φανερῶν ἀεὶ καὶ ὑπαρχόντων περὶ τῶν μελλόντων, καὶ τοὺς πραγματι‐ | 249 | |
2(50) | κωτάτους ἀεὶ τῶν προεστώτων εἴτε δημοκρατίας εἴτε μοναρχίας εἴθ’ ἧς δήποτε πολιτείας τοιούτωι τρόπωι διαλογισμοῦ χρωμένους. 43, 1 [p. 43] ὁ γὰρ μακρῶι λόγωι καὶ συνειρομένωι καλῶς χρώμενος ἄριστα χρήσεται καὶ τῶι διὰ ἐρωτήσεως καλουμένωι, καὶ ὁ τούτωι κἀκείνωι· 〈καὶ γὰρ τὸ ἐπὶ〉 τοῦ συνειρομένου γινώσκειν, μέχρι ὅσου τοῖς ἀκούσασι γνώριμον δεῖ ποιεῖν τὸ πῖπτον | |
55 | ὑπὸ μίαν διάνοιαν ταὐτό τί ἐστι τῶι δύνασθαι θεωρεῖν, μέχρι ὅσου προτείνων οὔτ’ ἂν ἐλλείποι τις οὔθ’ ὑπερβαίνοι τοῦ προάξοντος τὸν ἀποκρινόμενον ἐπὶ τὴν ἰδέαν ἀγνοουμένου πράγματος. 31, 3 [p. 43] κατανενοηκὼς μόνος ἂν δύ‐ ναιτο κατὰ τηλικαῦτα διαιρῶν προτεῖναι καθ’ ὅσα τὸ φῆσαι καὶ ἀποφῆσαι μὴ περὶ τῶν φανερῶν ὅπηι εἰσίν, ἀλλὰ περὶ τῶν ἀδήλων καὶ ἀδιαλήπτων, τοῖς μαν‐ | |
60 | θάνουσι προτατέον. Vgl. 30, 2 [p. 42] ἀδυνατήσειν ἐν ἐκείνωι τῶι λαλήματι δια‐ λέγεσθαι τὸν ὀρθῶς φυσιολογοῦντα, ὅτ〈ωι〉 πάνυ χρῆται κατὰ πηλίκα τινὰ διαι‐ ρ〈ῶν〉 τὰ τοῦ λόγου καθ’ ἕκαστα μέχρι τοῦ ποιεῖν κεφαλαιώματά τινα κατὰ τοὺς τούτων ἐναργῆ ἐπιστήμην ἀπειργασμένους. | |
3 | CLEM. Str. II 130 (II 184, 14 St.) καθάπερ Ν. τὴν ἀκαταπληξίαν· ταύτην γὰρ ἔφη ὑπὸ Δημοκρίτου ‘ἀθαμβίην‘ λέγεσθαι [68 B 4. 215]. | |
4 | SENEC. Ep. 88, 43 N. ait ex his quae videntur esse nihil magis esse | |
quam non esse. | 250 |