TLG 2333 003 :: POSSIS :: Fragmenta POSSIS Hist. Fragmenta Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 483. Frr. 1–2 Citation: Fragment — (line) | ||
t1 | ΜΑΓΝΗΤΙΚΑ. E LIBRO TERTIO. | |
1 | Athenaeus XII: Πόσσις δ’ ἐν τρίτῳ Μαγνητικῶν τὸν Θεμιστοκλέα φησὶν, ἐν Μαγνησίᾳ τὴν στεφανηφόρον ἀρχὴν ἀναλαβόντα, θῦσαι Ἀθηνᾷ, καὶ τὴν ἑορτὴν Παναθήναια ὀνομάσαι, καὶ Διονύσῳ Χοο‐ | |
5 | πότῃ θυσιάσαντα καὶ τὴν Χοῶν ἑορτὴν αὐτόθι κατα‐ δεῖξαι. | |
---|---|---|
t2 | ΑΜΑΖΟΝΙΣ. E LIBRO TERTIO. | |
2 | Idem VII: Πόσσις δ’ ὁ Μάγνης ἐν τρίτῳ Ἀμαζονίδος τῆς Ἀργοῦς φησι δημιουργὸν γενέ‐ σθαι τὸν Γλαῦκον, καὶ κυβερνῶντα αὐτὴν, ὅτε Ἰάσων μετὰ τῶν Τυρρηνῶν ἐμάχετο, μόνον ἄτρωτον γενέσθαι | |
5 | ἐν τῇ ναυμαχίᾳ· κατὰ δὲ Διὸς βούλησιν ἐν τῷ τῆς θα‐ λάττης βυθῷ φανῆναι, καὶ οὕτως γενέσθαι θαλάττιον | |
δαίμονα, ὑπὸ μόνου τε Ἰάσονος θεωρηθῆναι. | 483 |