TLG 2326 004 :: DEI(L)OCHUS :: Fragmenta DEI(L)OCHUS Hist., vel Deiochus Fragmenta Source: Müller, K. (ed.), FHG 2. Paris: Didot, 1841–1870: 17–19. frr. 1–10 Citation: Fragment — (line) | ||
t1-9 | ΠΕΡΙ ΚΥΖΙΚΟΥ. EX LIBRO PRIMO. | |
1 | Schol. Apoll. Rh. I, 139: Ἄλλοι φασὶ καὶ Θέ‐ στορα συμπλεῦσαι τοῖς Ἀργοναύταις· Δηίοχος δὲ καὶ Ἀμφιάραον. | |
2 | Idem I, 961: Argonautas Cyzicum appellentes Cyzicus rex et Doliones [φιλότητι ἀντήσαντες ... εὐ‐ ξείνως ἀρέσαντο. Ita Apollonius.] Δηίλοχος τοὺς μὲν Δολίονας οὐκ ὀνομάζει, τὸν δὲ Κύζικον φησὶ πυθόμενον | |
5 | τὴν τῶν ἀριστέων γενεὰν ξενίσαι. | |
---|---|---|
3 | Idem I, 966: [Ἔνθ’ οἵ γ’ Ἐκβασίῳ βωμὸν θέσαν Ἀπόλλωνι, Εἱσάμενοι παρὰ θῖνα] Ἀπὸ τῆς ἐκβάσεως τῆς νεὼς ἐπὶ τὴν Δολιονίαν. Δηίλοχος δὲ τὸ ἱερὸν οὐκ Ἐκβασίου Ἀπόλλωνος φησὶν εἶναι, ἀλλ’ Ἰασονίου | |
5 | Ἀπόλλωνος. Σωκράτης δὲ ἐν ταῖς Ἐπικλήσεσι Κυζι‐ κηνοῦ Ἀπόλλωνος φησὶ καλεῖσθαι. | |
4 | Idem I, 976: Κλείτη, θυγάτηρ Μέροπος, Περ‐ κωσίου τὸ γένος, μάντεως, ἣν Κύζικος ἔγημεν, ὡς ἱστο‐ ρεῖ Δηίλοχος καὶ Ἔφορος. | |
5a | Idem I, 987: Χυτὸς λιμὴν ἐν Κυζίκῳ οὕτω κα‐ | |
λούμενος. Ἐπεχείρησαν γὰρ οἱ Πελασγοὶ χῶσαι αὐτὸν, ὥς φησι Δηίλοχος, κατὰ ἔχθος τὸ πρὸς τοὺς Θεσσα‐ λοὺς, ὑφ’ ὧν ἐξεβέβληντο. Οὗτος δὲ (sc. Ἀπολλώνιος) | 17 | |
5 | ὑπὸ τῶν Γηγενῶν φησι κεχῶσθαι αὐτὸν, ποιητικῶς. | |
5b | Id. 989: Γηγενέες· Δηίλοχος Θετταλοὺς εἶναι φησὶν ἐγχειρογάστορας. Τοὺς δὲ γηγενεῖς (sc. Ἀπολ‐ λώνιος) φησὶ τοῖς Ἀργοναύταις ἐπιβουλεῦσαι, δοκοῦντας λῃστὰς εἶναι. | |
6 | Schol. Apoll. Rh. I, 1037: Περὶ τῆς μάχης καὶ Δηίλοχος ἱστορεῖ. Περὶ δὲ τῆς τοῦ Κυζίκου ἀναιρέσεως καὶ τῆς ὅλης μάχης οὐ συμ‐ φωνεῖται. Ἔφορος (fr. 104) μὲν γὰρ τοὺς Δολίονας, | |
5 | Πελασγοὺς ὄντας, καὶ ἐχθρωδῶς διακειμένους πρὸς τοὺς τὴν Θεσσαλίαν καὶ Μαγνησίαν κατοικοῦντας, διὰ τὸ ἀπελασθῆναι ὑπ’ αὐτῶν, ἐπιθέσθαι αὐτοῖς νύκτωρ, γράφει ἐν τῇ ἐνάτῃ. Ἠκολούθηκε δὲ Ἀπολλώνιος Δηι‐ λόχῳ. | |
7 | Idem I, 1061: Τοῦ δὲ Λειμωνίου πεδίου (in quo Cyzici sepulcrum) μέμνηται Δηιόλοχος, περί τε τοῦ τάφου Κυζίκου ὁ αὐτός. | |
8 | Idem I, 1063: Περὶ δὲ Κλείτης φησὶ Δηιόλοχος ὑπὸ λύπης τελευτῆσαι. Idem I, 1065: Εὐάνθης (Νεάνθης?) δὲ καὶ Δηΐ‐ λοχος ἱστοροῦσιν ὅτι ἀπήγξατο ἡ Κλείτη, καὶ ὅτι ἡ ἐκ | |
5 | τῶν δακρύων ταύτης κρήνη ἐν Κυζίκῳ ἐγένετο κληθεῖσα | |
ἐπὶ τῷ ὀνόματι αὐτῆς Κλείτη. | 18 | |
9 | Idem II, 98: Ἀπολλώνιος μὲν ἐμφαίνει ὡς ἀνῃ‐ ρημένον τὸν Ἄμυκον· Ἐπίχαρμος δὲ καὶ Πείσανδρος (fr. 13) φασὶν ὅτι ἔδησεν αὐτὸν ὁ Πολυδεύκης. Δηί‐ λοχος δὲ ἐν πρώτῳ περὶ Κυζίκου καταπυκτευθῆναι φη‐ | |
5 | σὶν αὐτὸν ὑπὸ Πολυδεύκους. | |
t10 | EX LIBRO INCERTO. | |
10 | Stephan. B.: Λάμψακος, πόλις κατὰ τὴν Προπον‐ τίδα, ἀπὸ Λαμψάκης ἐπιχωρίας τινὸς κόρης· ἔστι δὲ Φωκαέων κτίσμα, πάλαι Πιτύουσα (Πιτυοῦσσα) λε‐ | |
γομένη, ὡς Δηίλοχος ὁ Κυζικηνός. | 19 |