TLG 2300 004 :: PROMATHIDAS :: Fragmenta PROMATHIDAS Hist. Fragmenta Source: Müller, K. (ed.), FHG 3. 1841–1870: 201–202. frr. 1, 3–7 Citation: Fragment — (line) | ||
t1-5 | ΠΕΡΙ ΗΡΑΚΛΕΙΑΣ. | |
1 | Schol. Apoll. Rhod. I, 1126: Καὶ Προμαθίδας (vg. Προμαχίδας) δὲ ἐν τοῖς Περὶ Ἡρακλείας λέγει περὶ Τιτίου ὅστις ἦν, καὶ Θεοφάνης. | |
3a | Idem II, 845: Οὗτός ἐστιν ὁ Ἴδμων, ὃν ἐχρησμῴ‐ δησεν ὁ θεὸς ἐξιλάσκεσθαι Μεγαρεῦσι καὶ Βοιωτοῖς, ὅτε τὴν Ἡράκλειαν ἔμελλον κτίζειν. Τοῦτο δὲ ἔφη ὁ Ἀπολλώνιος, ὡς μὴ εἰδότων τῶν Ἡρακλεωτῶν, τίς | |
5 | εἴη ὁ τεθαμμένος παρ’ αὐτοῖς, καὶ χρησμῳδηθεὶς εἶναι πολιοῦχος ὑπὸ τοῦ θεοῦ. Λέγει δὲ καὶ Προμαθίδας, ὅτι διὰ τὸ ἀγνοεῖν, ὅστις εἴη, ἐπιχώριον ἥρωα καλοῦσιν οἱ Ἡρακλεῶται. | |
---|---|---|
3b | Cod. Paris. sic habet: Οὗτός ἐστιν ὁ Ἴδμων, ὃν ἔχρησεν ἡ Πυθία Μεγαρεῦσι καὶ Βοιωτοῖς ὡς πολιοῦ‐ χον ἱλάσκεσθαι ὅτε Ἡράκλειαν κτίζειν ἔμελλον. Τοῦτο δὲ λέγει, ἐπειδὴ οἱ Ἡρακλεῶται ἠγνόουν τὸν δηλωθέντα | |
5 | πολιοῦχον ὑπὸ Ἀπόλλωνος διὰ χρησμοῦ, καὶ διὰ τοῦτο ἀντ’ ἐκείνου Ἀγαπήστορα (l. Ἀγαμήστορα) τινὰ, ἐγχώ‐ ριον ἥρωα, ἐτίμων. Τοῦτο δὲ Προμαθίδας φησίν. | |
4a | Idem II, 911: Ἐν τῇ Παφλαγονίᾳ Σθενέλου τάφος ἐστὶ τοῦ Ἄκτορος· ὃς συστρατεύσας Ἡρακλεῖ ἐπ’ Ἀμα‐ ζόνας, τρωθεὶς ἀνεχώρησεν, καὶ ἀπέθανε καθ’ ὁδὸν περὶ τὴν Παφλαγονίαν. Τὴν δὲ περὶ [τοῦ] Σθενέλου | |
5 | [τάφου] ἱστορίαν ἔλαβε παρὰ Προμαθίδα, τὰ δὲ περὶ | |
τοῦ εἰδώλου αὐτὸς ἔπλασεν. | 201 | |
4b | Idem II, 929: Οὗτος μέν φησιν ἐπὶ τῷ τοῦ Ἀπόλλωνος βωμῷ τὴν λύραν ἀνατεθεῖσθαι ὑπὸ Ὀρφέως, ὁ δὲ Προμαθίδας, ἐπὶ στήλης τινός. | |
5 | Steph. Byz.: Γάλλος, ποταμὸς Φρυγίας. Οἱ περίοι‐ κοι κατὰ μὲν Τιμόθεον Ποταμογαλλῖται, κατὰ δὲ Προμαθίδαν Ποταμογαλληνοὶ, οὓς παρατίθεται ὁ Πο‐ λυίστωρ ἐν τῷ Περὶ Φρυγίας τρίτῳ· καὶ ὅτι τὸν Γάλ‐ | |
5 | λον καὶ τὸν Ἄττιν ἀποκόψαι τὰ αἰδοῖα· καὶ τὸν μὲν Γάλλον ἐλθεῖν ἐπὶ τὸν Τύραν ποταμὸν καὶ οἰκῆσαι καὶ τὸν ποταμὸν Γάλλον καλέσαι. Ἀπ’ ἐκείνου γὰρ τοὺς τεμνομένους τὰ αἰδοῖα Γάλλους καλοῦσι. | |
6(t) | HMIAMBOI. | |
1 | Athenaeus VII, p. 296, B: Προμαθίδας ὁ Ἡρα‐ κλεώτης ἐν Ἡμιάμβοις, Πολύβου, τοῦ Ἑρμοῦ καὶ Εὐ‐ βοίας, τῆς Λαρύμνου, γενεαλογεῖ τὸν Γλαῦκον. | |
7(t) | E SCRIPTO INCERTO. | |
1 | Athenaeus XI: Διονύσιος δὲ ὁ Θρᾲξ ἐν Ῥόδῳ λέγεται τὴν Νεστορίδα κατασκευάσαι τῶν μαθη‐ τῶν αὐτῷ συνενεγκάντων τἀργύριον. Ὅπερ Προμαθί‐ δας ὁ Ἡρακλεώτης, ἐξηγούμενος τὴν κατὰ τὸν Διονύ‐ | |
5 | σιον διάταξιν, φησὶ σκύφον εἶναι, παρακειμένως ἔχοντα τὰ ὦτα καθάπερ αἱ δίπρῳροι τῶν νεῶν, περὶ δὲ τὰ ὦτα τὰς περιστεράς· ὡσπερεὶ δέ τινα ῥοπάλια δύο ὑπο‐ κεῖσθαι τῷ ποτηρίῳ πλάγια διὰ μήκους· ταῦτα δ’ εἶναι τοὺς δύο πυθμένας. Ὁποῖόν τι καὶ νῦν ἐστιν ἰδεῖν ἐν | |
10 | Καπύῃ πόλει τῆς Καμπανίας ἀνακείμενον τῇ Ἀρτέμιδι ποτήριον, ὅπερ λέγουσιν ἐκεῖνοι Νέστορος γεγονέναι· ἔστι δὲ ἀργύρεον, χρυσοῖς γράμμασιν ἐντετυπωμένα ἔχον τὰ Ὁμηρικὰ ἔπη. Ἐγὼ δὲ (φησὶν ὁ Μυρλεανὸς) | |
τάδε λέγω περὶ τοῦ ποτηρίου κτλ. | 202 |