TLG 2291 001 :: CRATYLUS :: Testimonia CRATYLUS Phil. Testimonia test. 1–5 Citation: Fragment — (line) | ||
1 | PLATO Cratyl. 429 D Σω. Ἆρα ὅτι ψευδῆ λέγειν τὸ παράπαν οὐκ ἔστιν, ἆρα τοῦτό σοι δύναται ὁ λόγος; ... Κρατ. Πῶς γὰρ ἄν, ὦ Σώκρατες, λέγων γέ τις τοῦτο ὃ λέγει μὴ τὸ ὂν λέγοι; ἢ οὐ τοῦτό ἐστιν τὸ ψευδῆ λέγειν τὸ μὴ τὰ ὄντα λέγειν; —Κομψότερος μὲν ὁ λόγος ἢ κατ’ ἐμὲ καὶ κατὰ τὴν ἐμὴν ἡλικίαν, | |
5 | ὦ ἑταῖρε. ὅμως μέντοι εἰπέ μοι τοσόνδε· πότερον λέγειν μὲν οὐ δοκεῖ σοι εἶναι ψευδῆ, φάναι δέ; —Οὔ μοι δοκεῖ οὐδὲ φάναι. —Οὐδὲ εἰπεῖν οὐδὲ προσειπεῖν; οἷον εἴ τις ἀπαντήσας σοι ἐπὶ ξενίας, λαβόμενος τῆς χειρὸς εἴποι ‘χαῖρε, ὦ ξένε Ἀθηναῖε ὑὲ Σμικρίωνος Ἑρμόγενεσ‘, οὗτος λέξειεν ἂν ταῦτα ἢ φαίη ἂν ταῦτα ἢ εἴποι ἂν ταῦτα ἢ προσείποι ἂν οὕτω σὲ μὲν οὔ, Ἑρμογένη δὲ τόνδε; ἢ οὐδένα; — | |
---|---|---|
10 | Ἐμοὶ μὲν δοκεῖ, ὦ Σώκρατες, ἄλλως ἂν οὗτος ταῦτα φθέγξασθαι. 440 D Sokr. zu Krat. ἔτι γὰρ νέος εἶ καὶ ἡλικίαν ἔχεις. | |
2 | ARISTOT. Rhetor. Γ 16. 1417b 1 καὶ ὡς περὶ Κρατύλου Αἰσχίνης [der Sokratiker, fr. 22 Krauss], ὅτι διασίζων καὶ τοῖν χεροῖν διασείων· πιθανὰ γάρ, διότι σύμβολα γίνεται ταῦτα ἃ ἴσασιν ἐκείνων ὧν οὐκ ἴσασιν. | |
3 | —Metaph. A 6. 987a 29 μετὰ δὲ τὰς εἰρημένας φιλοσοφίας [Vorsokra— tik] ἡ Πλάτωνος ἐπεγένετο πραγματεία τὰ μὲν πολλὰ τούτοις [Pythagoreer] ἀκολουθοῦσα, τὰ δὲ καὶ ἴδια παρὰ τὴν τῶν Ἰταλικῶν ἔχουσα φιλοσοφίαν. ἐκ νέου τε γὰρ συνήθης γενόμενος πρῶτον Κρατύλωι καὶ ταῖς Ἡρακλειτείοις δόξαις, ὡς | |
5 | ἁπάντων τῶν αἰσθητῶν ἀεὶ ῥεόντων καὶ ἐπιστήμης περὶ αὐτῶν οὐκ οὔσης, ταῦτα μὲν καὶ ὕστερον οὕτως ὑπέλαβεν· Σωκράτους δὲ κτλ. DIOG. III 6 τοὐντεῦθεν δὴ γεγονώς, φασίν, εἴκοσιν ἔτη διήκουσε Σωκράτους· ἐκείνου δ’ ἀπελθόντος προσεῖχε Κρατύλωι τε τῶι Ἡρακλειτείωι καὶ Ἑρμογένει τῶι τὰ Παρμενίδου φιλο‐ σοφοῦντι. | |
4 | —Metaphys. Γ 5. 1010a 7 ἔτι δὲ πᾶσαν ὁρῶντες ταύτην κινουμένην τὴν φύσιν, κατὰ δὲ τοῦ μεταβάλλοντος οὐθὲν ἀληθευόμενον, περί γε τὸ πάντηι πάντως μεταβάλλον οὐκ ἐνδέχεσθαι ἀληθεύειν. ἐκ γὰρ ταύτης τῆς ὑπολήψεως ἐξήνθησεν ἡ ἀκροτάτη δόξα τῶν εἰρημένων, ἡ τῶν φασκόντων ἡρακλειτίζειν καὶ | |
5 | οἵαν Κ. εἶχεν, ὃς τὸ τελευταῖον οὐθὲν ὤιετο δεῖν λέγειν, ἀλλὰ τὸν δάκτυλον ἐκίνει μόνον, καὶ Ἡρακλείτωι ἐπετίμα εἰπόντι [22 B 91], ὅτι δὶς τῶι αὐτῶι ποταμῶι | |
οὐκ ἔστιν ἐμβῆναι· αὐτὸς γὰρ ὤιετο οὐδ’ ἅπαξ. | 69 | |
5 | PLATO Cratyl. 383 A Κρατύλος φησὶν ὅδε, ὦ Σώκρατες, ὀνόματος ὀρθότητα εἶναι ἑκάστωι τῶν ὄντων φύσει πεφυκυῖαν καὶ οὐ τοῦτο εἶναι ὄνομα ὃ ἄν τινες ξυνθέμενοι καλεῖν καλῶσι, τῆς αὑτῶν φωνῆς μόριον ἐπιφθεγγόμενοι, ἀλλὰ ὀρθό‐ | |
τητά τινα τῶν ὀνομάτων πεφυκέναι καὶ Ἕλλησι καὶ βαρβάροις τὴν αὐτὴν ἅπασιν. | 70 |