TLG 2274 007 :: HESYCHIUS Illustrius :: Fragmenta HESYCHIUS Illustrius Hist. Fragmenta Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 145–177.
Citation: Fragment — (line) | ||
t | ΙΣΤΟΡΙΑ ΡΩΜΑΙΚΗ ΤΕ ΚΑΙ ΠΑΝΤΟΔΑΠΗ. | |
t1-3 | ΕΚ ΤΟΥ Ε ΔΙΑΣΤΗΜΑΤΟΣ. | |
1 | Gloss. verborum juris in Ottonis Thesaur. jur. tom. III: Παλματίους ἐκούους, ὁ τοῦ Παλματίου ἵππος. Ὢν δὲ Παλμάτιος οὗτος ἱππεὺς παμ‐ πλούσιος διὰ τυραννίδα ἐδημεύθη, περὶ οὗ φησιν ὁ Ἰλ‐ | |
5 | λούστριος Ἡσύχιος ὁ φιλοσοφήσας (l. Φιλοσοφίας) τῆς Μιλησίας, ἐν τῷ πέμπτῳ χρονικῷ διαστήματι τῆς Ἱστορίας ταῦτα· «Κατὰ τοὺς χρόνους Οὐαλεριανοῦ ἐν Καισαρείᾳ τῆς Καππαδοκίας Παλμάτιός τις, οἰκίαν ὑπὲρ τὰ βασίλεια κεκτημένος, ἵππων τε ἀγέλαις καὶ τῷ | |
---|---|---|
10 | ἄλλῳ πλούτῳ κομῶν, εἰς πολὺ μέρος τῶν μοναρχούντων ἐφικνούμενος, ἀσελγὴς δὲ, εἴ τις ἕτερος, ὡς καὶ ὑπα‐ τικοῦ τινὸς Ἰσοαίμου τοὔνομα γαμετὴν Αἰθερίαν κα‐ λουμένην ἁρπάσαι καὶ εἰς Σίδην ἐκκομίσαι· διότι προ‐ στατεύων ἐτύγχανε τῆς ἐναντίας τοῦ δήμου μοίρας.» | |
2 | Constantin. Porphyr. De Them. II, 8: Καὶ νι‐ κήσας ὁ Καῖσαρ τὸν Ἀντώνιον καὶ τὴν Κλεοπάτραν ἔκτισε πόλιν, καλέσας αὐτὴν Νικόπολιν διὰ τὸ ἐκεῖσε ἡττηθῆναι τὸν Ἀντώνιον. Ἀπὸ δὲ τοῦ ἀκρωτηρίου τοῦ | |
5 | καλουμένου Ἀκτίου καὶ τὰς καλουμένας ἰνδικτιῶνας | |
ἐκάλεσεν. Οὕτω γὰρ γράφει Ἡσύχιος ὁ Ἰλλούστριος· »Ἰνδικτιών, τοῦτ’ ἔστιν Ἰνακτιών, ἡ περὶ τὸ Ἄκτιον νίκη. Διὰ τοῦτο ἄρχεται μὲν ἰνδικτιὼν ἀπὸ πρώ‐ της καὶ καταλήγει μέχρι τῆς ιεʹ, καὶ πάλιν ὑποστρέφει | 145 | |
10 | καὶ ἄρχεται ἀπὸ πρώτης, διὰ τὸ τὸν Ἀντώνιον συνάρ‐ χοντα γενέσθαι Αὐγούστῳ τῷ Καίσαρι μέχρι τοῦ ιεʹ χρόνου· μετὰ δὲ ταῦτα μόνος ἐκράτησεν Αὔγουστος.» | |
3 | Ἐῶ Καλάνδον Νόννον τε καὶ τὸν Εἰδὸν σὺν τούτῳ, ὧνπερ τὸ εὐεργέτημα ἡμέραις παρεγράφη. Ἐν χρόνοις Ἀντωνίνου γὰρ Ῥωμαίων ἡττηθέντων καὶ συγκλεισθέντων ἐν αὐτῇ τῇ γεραιτέρᾳ Ῥώμῃ, | |
5 | κινδυνευόντων τε λιμῷ πάντων διαφθαρῆναι, οὗτοι τὸν δῆμον οἴκοθεν ἔτρεφον τὸν τῆς Ῥώμης, ἡμέρας ὀκτωκαίδεκα Κάλανδος κατὰ μῆνα, Νόννος ἡμέρας δὲ ὀκτὼ, τὰς τέσσαρας Εἰδὸς δέ. Ἡσύχιος Ἰλλούστριος, Πλούταρχός τε καὶ Δίων | |
10 | καὶ Διονύσιος ὁμοῦ γράφουσι ταῦτα πάντα. | |
t4-6 | ΕΚ ΤΟΥ ϛʹ ΔΙΑΣΤΗΜΑΤΟΣ. | |
4(1t) | ΠΑΤΡΙΑ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ. | |
1 | Δύο καὶ ἑξήκοντα καὶ τριακοσίων ἀπὸ τῆς Αὐγούστου Καίσαρος διεληλυθότων ἐνιαυτῶν τῇ πρεσβυτέρᾳ Ῥώ‐ | |
μῃ, καὶ τῶν πραγμάτων αὐτῆς ἤδη πρὸς πέρας ἀφι‐ γμένων, Κωνσταντῖνος ὁ Κωνσταντίου παῖς ἐπιλαβό‐ | 146 | |
5 | μενος τῶν σκήπτρων τὴν νέαν ἀνίστησι Ῥώμην, ἴσην αὐτὴν τῇ πρώτῃ χρηματίζειν προστάξας. Ἤδη μὲν γὰρ καὶ τυράννοις καὶ βασιλεῦσι χρησαμένην πολλάκις, ἀρι‐ στοκρατίας τε καὶ δημοκρατίας πολιτευσαμένην τρόπῳ, τέλος ἐπὶ τὸ προκείμενον ἐξενηνοχέναι μέγεθος. (2) Λε‐ | |
10 | κτέον δὲ ἡμῖν, ὅπως τε ἐξ ἀρχῆς γέγονε, καὶ ὑπὸ τίνων ἀπῳκίσθη, ἐκ τῶν ἀρχαίων ποιητῶν καὶ συγγραφέων τὴν ὑπόθεσιν ποιουμένοις. 3. Φασὶ μὲν Ἀργείους πρώτους, χρησάσης αὐτοῖς τῆς Πυθίας οὕτως, | |
15 | Ὄλβιοι, οἳ κείνην ἱερὴν πόλιν οἰκήσουσιν ἀκτὴν Θρηικίην τ’ ἔνυγρον παρά τε στόμα Πόντου, ἔνθα δύο σκύλακες πολιὴν λάπτουσι θάλασσαν, ἔνθ’ ἰχθὺς ἔλαφός τε νομὸν βόσκονται ἐς αὐτόν. πήξασθαι τὰς οἰκήσεις ἐν ἐκείνῳ τῷ χωρίῳ, ἐν ᾧ Κύ‐ | |
20 | δαρός τε καὶ Βαρβύσης ποταμοὶ τὰς διεξόδους ποιοῦνται, ὁ μὲν τῶν ἀρκτῴων, ὁ δὲ τῶν ἑσπερίων προρρέοντες, καὶ κατὰ τὸν τῆς λεγομένης Σεμέστρης νύμφης βωμὸν τῇ θαλάσσῃ μιγνύμενοι. (4) Ἐπεὶ οὖν εἰς τὴν εἱμαρ‐ μένην ἀφίκοντο, καὶ θυσίαις τοὺς ἐγχωρίους ἐξιλεώσαντο | |
25 | δαίμονας, κόραξ τῆς ἱερουργίας ὑφαρπάσας βραχύ τι μέρος εἰς ἕτερον μετατέθεικε τόπον, ὃς ἔχει τὴν τοῦ Βοσπόρου προσηγορίαν, βουκόλου τὴν τοῦ ὄρνιθος ὑπο‐ δείξαντος πτῆσιν, ἀφ’ οὗπερ καὶ Βουκόλια ἐκεῖνο τὸ χωρίον ἐκλήθη. (5) Ἕτεροι δὲ Μεγαρεῖς ἱστόρησαν | |
30 | ἀπὸ Νίσου τὸ γένος κατάγοντας, εἴσπλουν ἐν αὐτῷ ποιησαμένους τῷ τόπῳ ὑφ’ ἡγεμόνι Βύζαντι, οὗπερ τὴν προσηγορίαν μυθεύουσι τῇ πόλει προστεθῆναι. Ἄλλοι δὲ Σεμέστρης τῆς ἐπιχωρίου νύμφης παῖδά τινα γεγο‐ | |
νότα τὸν Βύζαντα ἀναπλάττουσι. (6) Οἱ μὲν οὖν | 147 | |
35 | διαφόροις ἐχρήσαντο λόγοις, ἡμεῖς δὲ πιθανὴν τὴν ἱστο‐ ρίαν τοῖς ἐντυγχάνειν ἐθέλουσι παραστῆσαι βουλόμενοι ἐκ τῆς Ἰνάχου θυγατρὸς Ἰοῦς τὴν ἀρχὴν προσφόρως ποιούμεθα. Ἰνάχου γὰρ τοῦ Ἀργείων βασιλέως γέγονε θυγάτηρ Ἰώ. Ταύτης [δὲ] τὴν παρθενίαν ἐφύλαττεν | |
40 | Ἄργος, ὃν πολυόμματον λέγουσιν. Ἐπεὶ δὲ Ζεὺς ἐρα‐ σθεὶς τῆς κόρης πείθει τὸν Ἑρμῆν δολοφονῆσαι τὸν Ἄρ‐ γον, λυθείσης αὐτῇ τῆς παρθενίας, εἰς βοῦν μεταβάλ‐ λεται. (7) Ἥρα δὲ χολωθεῖσα ἐπὶ τῷ γενομένῳ οἶστρον ἐπιπέμπει τῇ δαμάλει, καὶ διὰ πάσης αὐτὴν ἐλαύνει | |
45 | [τῆς] ξηρᾶς τε καὶ ὑγρᾶς. (8) Ἐπειδὴ δὲ πρὸς τὴν Θρᾳ‐ κῶν ἀφίκετο χώραν, ὄνομα μὲν τῷ τόπῳ καταλέλοιπε Βόσπορον, αὐτὴ δὲ πρὸς τὸ καλούμενον Κέρας ἐπανελ‐ θοῦσα, καθ’ ὃ Κύδαρός τε καὶ Βαρβύσης συμμίσγονται, τοῖς ἐνοικοῦσιν προθεσπίζουσα τὰ ἐσόμενα, παρὰ τὸν | |
4(50) | Σεμέστρης βωμὸν τὴν λεγομένην Κερόεσσαν ἀπεκύησε κόρην, ἐξ ἧς καὶ Κέρας ὁ τόπος ὠνόμασται. Ἄλλοι δὲ μᾶλλον τῇ θέσει τοῦ χωρίου τοὔνομα προστιθέασιν· οἱ δὲ τῇ τῶν καρπῶν εὐπορίᾳ τὸ τῆς Ἀμαλθείας αἰγὸς κέ‐ ρας προσαγορεύουσιν. (9) Ἡ τοίνυν Κερόεσσα παρὰ | |
55 | τῇ Σεμέστρῃ νύμφῃ τραφεῖσα καὶ παραδόξῳ μορφῇ λαμπρυνθεῖσα, πολὺ τὰς Θρᾳκικὰς ὑπερέβαλε παρθέ‐ νους, τῷ τε θαλαττίῳ μιγεῖσα Ποσειδῶνι τίκτει τὸν καλούμενον Βύζαντα, τοὔνομα τοῦτο λαβόντα ἐκ τῆς θρεψάσης αὐτὸν κατὰ τὴν Θρᾴκην νύμφης Βυζίης, ἧς | |
60 | μέχρι καὶ νῦν οἱ πολῖται τῶν ὑδάτων ἀρύονται. (10) Ὡς οὖν ἐπὶ τὴν ἀκμὴν τῆς ἡλικίας ὁ νέος προέβαινε, καὶ τοῖς Θρᾳκίοις ἐνδιέτριβεν ὄρεσι, φοβερὸς πρὸς τοὺς θῆ‐ ρας καὶ τοὺς βαρβάρους φερόμενος, πρεσβείας ὑπὸ τῶν τοπαρχούντων ἐδέχετο, σύμμαχος αὐτοῖς εἶναι καὶ φί‐ | |
65 | λος προτρεπόμενος. (11) Ὡς οὖν καὶ Μελίας αὐτὸν ὁ τῶν Θρᾳκῶν βασιλεὺς ἐπὶ τὸν τοῦ θηρὸς ἆθλον μετε‐ πέμψατο, καὶ τὰς ἐξ αὐτοῦ δόξας ὁ Βύζας ἀπηνέγκατο, τὸν ὑποταγέντα ταῦρον τῇ ἱερουργίᾳ προσφέρων καὶ τοὺς πατρῴους ἐξιλασκόμενος δαίμονας, κατὰ τὴν τῶν | |
70 | εἰρημένων ποταμῶν σύμμιξιν, ἀετὸς ἀθρόως φανεὶς τὴν καρδίαν ὑφαρπάζει τοῦ θύματος, καὶ κατὰ τὴν ἄκραν τῆς Βοσπορίας ἀκτῆς ἀποπτὰς ἔστη ἀντικρὺ τῆς κα‐ λουμένης Χρυσοπόλεως· ἣν Χρύσης ὁ παῖς ἐκ Χρυ‐ σηΐδος γεγονὼς Ἀγαμέμνονος, φεύγων τὴν Κλυταιμνή‐ | |
75 | στρας ἐπιβουλὴν μετὰ τὴν τοῦ πατρὸς ἀναίρεσιν, καὶ πρὸς τὴν τῆς Ἰφιγενείας ζήτησιν ἐπειγόμενος, μνῆμα τῆς ἑαυτοῦ ταφῆς τοῖς ἐγχωρίοις κατέλειπεν, φθασάσης αὐτὸν [ἐκεῖ] τῆς τοῦ βίου καταστροφῆς. (12) Ὁ μὲν οὖν Βύζας κατὰ τὴν ἄκραν τῆς Βοσπορίας ἁλὸς διέγραψε | |
80 | πόλιν. Ποσειδῶνος δὲ καὶ Ἀπόλλωνος, ὥς φασι, συνερ‐ γούντων ἀνοικοδομεῖ τὰ τείχη, λόγου (τε) παντὸς κρείττονα μηχανώμενος. (13) Τοὺς γὰρ ἐν αὐτῷ πύρ‐ γους ἑπτὰ ὄντας ἀντιφθέγγεσθαί τε καὶ διηχεῖν ἀλλήλοις συνήρμοζεν. Εἴποτε γὰρ σάλπιγξ ἢ φωνή τις ἑτέρα τοῖς | 148 |
85 | πύργοις ἐπεφοίτα, ἕτερος ἐξ ἑτέρου τὴν ἠχὼ μετελάμ‐ βανε, καὶ τῷ πρὸς τὸ πέρας κειμένῳ παρέπεμπον. (14) Ἀλλὰ μὴν καὶ ἄλλο τι τοῖς ταῦτα συγγράψασιν εἰ‐ ρημένον οὐ παραλείψομεν. Τὸν γὰρ Ἡρακλέους καλού‐ μενον πύργον τὰ τῶν πολεμίων τοῖς ἐντὸς οὖσι τοῦ τεί‐ | |
90 | χους μεταδιδόναι μυστήρια λέγουσι. (15) Μετὰ δὲ τὴν τοῦ τείχους στεφάνην καὶ [τὰ] τεμένη τῶν θεῶν ἀπειρ‐ γάζετο· Ῥέας μὲν κατὰ τὸν τῆς Βασιλικῆς λεγόμενον τόπον νεών τε καὶ ἄγαλμα καθιδρύσατο, ὅτι καὶ Τύχαιον τοῖς πολίταις τετίμητο, Ποσειδῶνος δὲ τέμενος πρὸς τῇ | |
95 | θαλάττῃ ἀνήγειρεν, ἔνθα νῦν ὁ τοῦ μάρτυρος Μηνᾶ οἶκος διακεκόσμηται, Ἑκάτης δὲ κατὰ τὸν τοῦ ἱπποδρομίου τόπον, τῶν δὲ Διοσκούρων, Κάστορός τέ φημι καὶ Πο‐ λυδεύκους, ἐν τῷ τῆς Σεμέστρης βωμῷ καὶ τῇ τῶν ποταμῶν μίξει, ἐν ᾗ καὶ λύσις τῶν παθῶν τοῖς ἀνθρώ‐ | |
4(100) | ποις ἐγίνετο. (16) Ἐγγὺς δὲ τοῦ καλουμένου στρατηγίου Αἴαντός τε καὶ Ἀχιλλέως βωμοὺς ἀνεθήκατο· ἔνθα καὶ [νῦν] τὸ Ἀχιλλέως χρηματίζει λουτρόν. Ἀμφιάρεω δὲ τοῦ ἥρωος ἐν ταῖς λεγομέναις Συκαῖς ᾠκοδόμησεν, αἳ τὴν ἐπωνυμίαν ἐκ τῶν συκοφόρων δένδρων ἐδέξαντο. | |
105 | Ἀνωτέρω δὲ μικρὸν τοῦ Ποσειδῶνος ναοῦ, καὶ τὸ τῆς Ἀφροδίτης προσαγορεύεται τέμενος, Ἀρτέμιδος δὲ [καὶ Ἀθηνᾶς] πρὸς τὸ τῆς Θρᾴκης ὄρος. 17. Ἐπεὶ δὲ ταῦτα πρὸς τὴν αὑτοῦ διῳκήσατο πό‐ λιν, ἐχρῆν λοιπὸν τοὺς ἐπιόντας ἀπωθεῖσθαι βαρβά‐ | |
110 | ρους, [καὶ] μάλιστα τὸν Αἷμον, ὃς τῆς Θρᾴκης τύραννος ἦν, καὶ πρὸς αὐτὴν ἧκεν τὴν τοῦ Βύζαντος πόλιν, αὐτόν τε τὸν ἥρωα προκαλούμενος εἰς μάχην, καὶ διαπορθεῖν ἅπαντα προθυμούμενος. [Ὁ δὲ] οὐχ ὑπομείνας τὴν ἔφοδον τοῦ βαρβάρου, μόνος πρὸς μόνον διαγωνίζεται, | |
115 | καὶ καταβάλλει τὸν Αἷμον ἐπὶ τὸν ἐπώνυμον αὐτοῦ λόφον. (18) Ὁ μὲν οὖν Βύζας μετὰ τὴν εἰρημένην νίκην ὡς ἐπὶ τὴν Θρᾴκην ἤλαυνε τοὺς πολεμίους, Ὀδρύσης ὁ τῶν Σκυθῶν βασιλεὺς περαιωθεὶς τὸν Ἴστρον, καὶ | |
πρὸς αὐτὰ διελθὼν τὰ τῆς πόλεως τείχη, ἐπολιόρκει | 149 | |
120 | τοὺς ἔνδον. Πρὸς ὃν ἡ τοῦ Βύζαντος γυνὴ, ἡ θαυμαστὴ Φιδάλεια, μηδέν τι καταπλαγεῖσα τὸ πλῆθος τῶν πο‐ λεμίων, ἀλλὰ τῇ γυναικείᾳ χρησαμένη χειρὶ διηγωνί‐ σατο, σοφισαμένη τὸν βάρβαρον τῇ τῶν δρακόντων συμμαχίᾳ. (19) Ὡς γὰρ τοὺς κατὰ [τὴν] πόλιν ὄφεις | |
125 | εἰς ἕν τι χωρίον συλλαβοῦσα ἐφρούρει, ἀθρόως τοῖς ἐναντίοις ἐμφανεῖσα δίκην βελῶν καὶ ἀκοντίων ἔπεμπε τὰ θηρία, καὶ πλείστους λυμηναμένη τούτῳ τῷ τρόπῳ διέσωσε τὴν πόλιν. Ἐντεῦθεν τοίνυν ἀρχαῖος μῦ‐ θος φέρεται, μὴ δεῖν τοὺς κατὰ τὴν πόλιν ἁλισκομέ‐ | |
130 | νους ἀπολλύειν ὄφεις, ὡς οἷα εὐεργέτας αὐτῆς γενο‐ μένους. 20. Οὐ μετὰ πολὺν δὲ χρόνον Στρόμβος ἀνὴρ τοὔνομα, καὶ αὐτὸς ἐκ Κεροέσσης τεχθεὶς, πόλεμον ἐπιφέρει τῷ Βύζαντι, πολλὴν ἐπαγόμενος δύναμιν. Ἀνεκινεῖτο | |
135 | τοίνυν ἅπαντα τὰ Σκυθικὰ γένη· συνέτρεχον δὲ καὶ οἱ τῆς Ἑλλάδος κρατοῦντες καὶ Ῥοδίων οὐκ εὐκαταφρό‐ νητος δύναμις ὅ τε τῆς γείτονος Χαλκηδόνος τοπάρχης Δίνεως, ἐκ Μεγαρέων ἄποικος ἐκεῖσε γενόμενος δέκα καὶ ἐννέα ἔμπροσθεν ἔτεσι τῆς Βύζαντος αὐταρχίας. | |
140 | (21) Χαλκηδὼν δὲ ὠνόμασται τὸ χωρίον, ὡς μέν τινές φασιν, ἀπὸ τοῦ Χαλκηδόνος ποταμοῦ· ὡς δὲ ἕτεροι, ἀπὸ τοῦ παιδὸς Κάλχαντος τοῦ μάντεως, ὕστερον τοῦ Τρωϊκοῦ πολέμου γενομένου· ὡς δὲ ἄλλοι, ἀπὸ Χαλ‐ κίδος πόλεως τῆς Εὐβοίας, ἀποίκων ἐκεῖ πεμφθέντων· | |
145 | οὓς δὴ καὶ τυφλοὺς ἀπεκάλεσαν, παρεωρακότας τὸ Βυ‐ ζάντιον. (22) Ὡς οὖν σὺν πλείοσι ναυσὶν ὁ Δίνεως εἰς συμμαχίαν ἧκε τοῦ Βύζαντος, μὴ δυνηθεὶς προσορμῆσαι τῇ πόλει, ἄρτι τοῦ βασιλέως αὐτῶν Βύζαντος μεταλ‐ λάξαντος, καὶ τοῦ δήμου παντὸς ἐν ἀγωνίᾳ τυγχάνοντος, | |
4(150) | πρὸς τὸν καλούμενον Ἀνάπλουν ἀφίκετο, ἔνθα καὶ δια‐ τρίψας Ἑστίας τὸν τόπον ὠνόμασε. (23) Μικρῷ γε μὴν ὕστερον διαβὰς ἐν τῇ πόλει, καὶ τοὺς βαρβάρους ἀπωσάμενος, αὐτὸ ἐστρατήγησε τοῦ δήμου τῶν Βυ‐ ζαντίων· καθ’ οὓς δὴ χρόνους καὶ δρακόντων πλεῖστα | |
155 | γένη ἐπεφοίτησε τῇ πόλει, ὡς τοὺς οἰκοῦντας αὐτὴν διαφθείρεσθαι· οὓς δὴ τῇ τῶν καλουμένων πελαργῶν ὀρνίθων ἐπιφορᾷ διεχρήσαντο, Ποσειδῶνος αὐτοῖς, ὥς φασι, συνεργήσαντος. (24) Οὐ μετὰ πολὺ δὲ καὶ τῶν ὀρνίθων αὐτοῖς ἐναντία φρονούντων καὶ θανάτων αἰτίαν | |
160 | ἐπαγόντων, τούς τε ἁλισκομένους αὐτοῖς ὄφεις πρὸς τὰς | |
τῶν ὑδάτων δεξαμενὰς ἀκοντιζόντων, καὶ τοῖς γε πο‐ λίταις ἐν ταῖς λεωφόροις ἀφανῶς ἐπιβαλλόντων, ἐν ἀφασίᾳ διετέλουν. (25) Ἀνὴρ δέ τις τῶν ἐκ Τυάνων τοὔνομα Ἀπολλώνιος ἐκ λίθου ξεστοῦ τρεῖς ἀνεστή‐ | 150 | |
165 | σατο πελαργοὺς ἀντιπροσώπως ἀλλήλοιν ὁρῶντας· οἳ καὶ μέχρι τῶνδε διαμένουσι τῶν χρόνων, οὐ συγ‐ χωροῦντες ἐπιφοιτῆσαι τῇ πόλει τὸ τῶν πελαργῶν γένος. 26. Ἐπὶ δὲ τοῖς εἰρημένοις Δίνεω τοῦ στρατηγοῦ | |
170 | μεταλλάξαντος, Λέων τὴν τῶν Βυζαντίων ἀριστοκρα‐ τίαν ἐδέξατο, ἐφ’ οὗπερ Φίλιππος ὁ τῶν Μακεδόνων βασιλεὺς, ὁ Ἀμύντου παῖς γεγονὼς, πολλὴν ἐπαγόμενος δύναμιν ἐπολιόρκει τὴν πόλιν, διώρυξί τε καὶ παντοίοις πολεμικοῖς μηχανήμασι τοῖς τείχεσι προσπελάζων. | |
175 | (27) Καὶ δὴ ἂν ταύτην ἐξεῖλε νυκτὸς ἐπιλαβόμενος ἀσε‐ λήνου καὶ ὄμβρου καταρραγέντος ἐξαισίου, εἰ μή τις αὐτοῖς τοῦ θείου γέγονε συμμαχία τοὺς κατὰ τὴν πόλιν κύνας πρὸς ὑλακὴν ἀναστήσαντος, καὶ νεφέλας πυρὸς τοῖς ἀρκτῴοις ἐπαγαγόντος μέρεσιν. Ἐξ οὗπερ οἱ | |
180 | δῆμοι διεγερθέντες, καὶ θερμῶς τοῖς πολεμίοις συν‐ ενεχθέντες, ἤδη τὴν πόλιν ὑπὸ τῷ Φιλίππῳ γενομένην ἐρρύσαντο, ἀναλαβόντες τοὺς διαφθαρέντας πύργους τοῖς ἐκ τῶν τάφων παρακειμένοις λίθοις, καὶ ἀνυφά‐ ναντες τὰς ἐπάλξεις τοῦ τείχους· οὗ δὴ χάριν Τυμβο‐ | |
185 | σύνην τὸ τεῖχος ἐκάλεσαν, λαμπαδηφόρον Ἑκάτης ἀναστήσαντες ἄγαλμα. Αὖθις δὲ πρὸς ναυμαχίας τρα‐ πέντες περιφανῶς τοὺς Μακεδόνας ἐνίκησαν. Καὶ τούτῳ τῷ τρόπῳ διαλυθέντος τοῦ πολέμου Φίλιππος παραχωρεῖ Βυζαντίοις. | |
190 | 28. Ἐπειδὴ δὲ καὶ Λέων τὸν βίον μετήλλαξεν, Χά‐ ρης ὁ τῶν Ἀθηναίων στρατηγὸς σὺν ναυσὶ τεσσαρά‐ κοντα εἰς συμμαχίαν τῶν Βυζαντίων ἐλθὼν πρὸς τὸν κατὰ Φιλίππου πόλεμον, κατέλαβε τὴν ἄκραν τῆς Προποντίδος, ἥτις μεταξὺ κεῖται Χρυσοπόλεως καὶ | |
195 | Χαλκηδόνος, καὶ ἐν ἐκείνῳ προσορμίσας τῷ τόπῳ ἀπό‐ πειραν ἐλάμβανε τοῦ πολέμου. (29) Ἔνθα δὴ τὴν ἑπομένην αὐτῷ γυναῖκα νόσῳ βληθεῖσαν ἀποβαλὼν κατέθηκεν ἐν τάφῳ, ἀναστήσας αὐτῇ βωμὸν καὶ κίονα σύνθετον, ἐν ᾧ δάμαλις δείκνυται ἐκ ξεστοῦ λίθου ἀνα‐ | |
4(200) | κειμένη. Οὕτω γὰρ (μᾶλλον) ἐκείνη τὴν ἐπωνυμίαν | |
ἐκέκλητο, ἥτις διὰ τῶν ἐγγεγραμμένων στίχων μέχρι τῶν καθ’ ἡμᾶς διασώζεται χρόνων. (30) Εἰσὶ δὲ [οἱ] στίχοι οὗτοι· Ἰναχίης οὐκ εἰμὶ βοὸς τύπος, οὖδ’ ἀπ’ ἐμεῖο | 151 | |
205 | κλῄζεται ἀντωπὸν Βοσπόριον πέλαγος. Κείνην γὰρ τὸ πάροιθε βαρὺς χόλος ἤλασεν Ἥρης ἐς Φάρον· ἥδε δ’ ἐγὼ Κεκροπίς εἰμι νέκυς. Εὐνέτις ἦν δὲ Χάρητος, ἔπλων δ’, ὅτ’ ἔπλωεν ἐκεῖνος τῇδε, Φιλιππείων ἀντίπαλος σκαφέων. | |
210 | Βοίδιον οὔνομα δ’ ἦεν ἐμοὶ τότε· νῦν δὲ Χάρητος εὐνέτις ἠπείροις τέρπομαι ἀμφοτέραις. (31) Τοῦ δὲ Χάρητος εἰς Ἀθήνας ἐκπλεύσαντος, Πρω‐ τόμαχος τὴν στρατηγικὴν ἀρχὴν διαδέχεται· ὃς τοὺς ἐπαναστάντας Θρᾷκας καταδουλώσας τοῖς ὅπλοις, ἐν | |
215 | τῷ καλουμένῳ τῆς πόλεως Μηλίῳ χάλκεα ἀνέθηκε τρόπαια. (32) Κατοιχομένου δὲ καὶ τούτου, Τιμήσιος ἀνὴρ τῶν ἐν Ἀργείοις γραφέντων πρῶτον μὲν κατὰ τὸν Εὔξεινον προσαγορευόμενον πόντον, πρὸς τῷ λεγομένῳ Ἐφεσιάτῃ (ἔνθα ποτὲ Ἐφέσιοι ἀποικίας πέμψαντες, | |
220 | καὶ πόλιν οἰκοδομεῖν πειραθέντες, αὖθις τοῦ Βυζαντίου ὑπήκουσαν λογίου, Ἔνθα δύο σκύλακες πολιὴν μάρπτουσι θάλασσαν, Ἔνθ’ ἰχθὺς ἔλαφός τε νομὸν βόσκονται ἐς αὐτόν), ἀντικαταστῆσαι πόλιν ἐπιχειρήσας, καὶ διαμαρτὼν τῆς | |
225 | ἐλπίδος, συνοικίζεται Βυζαντίοις, καὶ στρατηγὸς τοῦ παντὸς ἀναδειχθεὶς δήμου, πᾶσαν ὁμοῦ τὴν πόλιν εἰς τὸ μεῖζον καὶ ὠφέλιμον μετερρύθμισε, νόμους τε περὶ τῶν καθ’ ἡμέραν συμβολαίων τιθέμενος, καὶ ἔθη κα‐ θιστὰς πολιτικά τε καὶ ἥμερα, δι’ ὧν ἀστείους τε καὶ | |
230 | φιλανθρώπους τοὺς πολίτας ἀπέδειξεν, (33) ἱερά τε θεῶν πλεῖστα, τὰ μὲν αὐτὸς ἀνεστήσατο, τὰ δὲ καὶ πρὶν ὄντα ἐπεκόσμησε· τὸν γὰρ πρὸς τῇ ἄκρᾳ τῆς Προπον‐ τίδος θαλάσσης κείμενον ναὸν, ὃν Ἰάσων ποτὲ τοῖς δώ‐ δεκα θεοῖς καθιέρωσε, κατηρειπωμένον ἀνήγειρε, καὶ τὸν | |
235 | ἐπὶ τῷ Φρίξου λεγομένῳ λιμένι τῆς Ἀρτέμιδος οἶκον ἀνεκαίνισεν. (34) Ἐπὶ δὲ τούτῳ Καλλιάδης στρατηγῶν τοῦ Βυζαντίου, ἄριστά τε πρὸς τοὺς ὀθνείους τε καὶ ἐμφυλίους πολέμους ἀγωνισάμενος, τὸ περιβόητον τοῦ Βύζαντος ἄγαλμα κατὰ τὴν καλουμένην Βασιλικὴν | |
240 | ἀνέθηκε, καὶ ἐπέγραψεν οὕτως· Τὸν κρατερὸν Βύζαντα καὶ ἱμερτὴν Φιδάλειαν κίονι κοσμήσας ἄνθετο Καλλιάδης. 35. Ἀλλὰ ταῦτα μὲν καὶ ἀριστοκρατουμένων καὶ δημοκρατουμένων τῶν Βυζαντίων, ἔτι δὲ καὶ τυραν‐ | |
245 | νουμένων, κατὰ διαφόρους συμβέβηκε χρόνους. Ὡς δὲ τῇ τῶν ὑπάτων ἐπιστατείᾳ ἡ Ῥωμαίων ἀρχὴ πάσας ὑπερεβάλετο τὰς δυναστείας, κατεδούλωσε δὲ καὶ τὰ τῶν Ἑλλήνων ἔθνη, εἰκότως αὐτῇ καὶ οἱ Βυζάντιοι πειθόμενοι διετέλουν. (36) Ἐπειδὴ δὲ μετά τινας χρό‐ | 152 |
4(250) | νους, Σεβήρου βασιλεύσαντος τῆς Ῥώμης, αὐτοὶ τὴν τοῦ τυραννήσαντος τῶν ἑῴων Νίγρου προτιμήσαντες ἐλπίδα, εἰς χεῖρας ἐλθεῖν ἐτόλμησαν πρὸς τὸν αὐτοκρά‐ τορα, ἀφαιρεθέντες παρ’ αὐτοῦ τῶν πολιτικῶν δικαίων, καὶ τῆς στεφάνης αὐτοῖς καταλυθείσης τοῦ τείχους, Πε‐ | |
255 | ρινθίοις προσετάχθησαν δουλεύειν, τοῖς καλουμένοις Ἡρακλεώταις. (37) Παυσαμένου δὲ τῆς ὀργῆς τοῦ Σε‐ βήρου, αὖθις εἰς μείζονα κόσμον ἐπανῆλθον, λουτρὸν μὲν αὐτοῖς μέγιστον κατὰ τὸν τοῦ Διὸς ἱππίου βωμὸν ἢ τὸ Ἡρακλέους ἄλσος καλούμενον (ἔνθα τὰς Διομή‐ | |
260 | δους αὐτόν φασι δαμάσαντα ἵππους, Ζεύξιππον τὸν τόπον ὀνομάσαι) πολυτελῶς ἐγείραντος, καὶ τὸν τούτῳ πλησιάζοντα χῶρον τῆς ἱπποδρομίας, τοῖς τοῦ Διὸς ἀνακείμενον κούροις, ἰκρίοις τε καὶ στοαῖς διακοσμή‐ σαντος (ἔνθα καὶ νῦν οἱ καμπτῆρες δηλοῦσι τὰ τῶν | |
265 | ἐφόρων γνωρίσματα διὰ τῶν ἐπικειμένων ᾠῶν τοῖς χαλκοῖς ὀβελίσκοις), ἐπὶ δὲ τούτοις καὶ στρατιωτικὰ τέλη προσνείμαντος. (38) Μέχρι μὲν οὗ περιῆν Σεβῆ‐ ρος καὶ ὁ τούτου παῖς Ἀντωνῖνος, ἡ πόλις Ἀντωνινία προσηγορεύετο, ἐπειδὴ δὲ τοῖς θείοις τῶν βασιλέων | |
270 | ἀπεδόθη, αὖθις τὸ Βυζάντιον ὠνομάζετο. (39) Κων‐ σταντίνου δὲ τὸ Ῥωμαϊκὸν κῦρος παρειληφότος καὶ αὐτὴ Κωνσταντινούπολις ἐκλήθη, προθύμως ἀνασχο‐ μένη τὴν προσηγορίαν ἀνταλλάξαι τῇ ὑπερβαλλούσῃ τοῦ αὐτοκράτορος φιλοτιμίᾳ, θαυμαστὴν μὲν αὐτὴν | |
275 | ἀπεργασαμένου τῷ κάλλει, πόρρω δὲ μεταγαγόντος τὰ τείχη κατὰ τοὺς λεγομένους Τρωαδησίους ἐμβόλους, πρότερον αὐτῶν οὐκ ἔξω τῆς ἐπωνύμου ἀγορᾶς τοῦ βασιλέως κειμένων, λουτροῖς τε καὶ ἱεροῖς οἴκοις ἐπι‐ δείξαντος φαιδροτέραν, δίκαιά τε πάντα πρὸς ζῆλον τῆς | 153 |
280 | πρεσβυτέρας Ῥώμης δωρησαμένου, καθὰ καὶ ἐν τῷ Στρατηγίῳ λεγομένῳ φόρῳ, ἔνθα ποτὲ οἱ στρατηγοῦντες τῆς πόλεως ἄνδρες τὰς τιμὰς ὑπεδέχοντο, ἐπὶ λιθίνης ἀνέγραψε στήλης. (40) Καὶ τῆς ἑαυτοῦ μητρὸς [Ἑλένης] ἐπὶ κίονος ἀνέστησεν ἄγαλμα, καὶ τὸν τόπον ὠνόμασεν | |
285 | Αὐγουσταῖον, καὶ τοῖς ἀκολουθήσασιν αὐτῷ ἀπὸ τῆς μεγάλης Ῥώμης συγκλητικοῖς ἐφιλοτιμήσατο οἴκους, οὓς αὐτὸς κατεσκεύασεν ἐκ χρημάτων ἰδίων. (41) Ἐπὶ δὲ τούτῳ, Κωνσταντίου τὴν ἀρχὴν διαδεξαμένου, καὶ ὁ τῶν ὑδάτων ὁλκὸς προσετέθη τῇ πόλει, ἀνέστησαν | |
290 | δὲ αἱ δύο ἁψῖδες πρὸς τῷ καλουμένῳ φόρῳ, καὶ ὁ πορ‐ φυροῦς καὶ περίβλεπτος κίων, ἐφ’ οὗπερ ἱδρῦσθαι Κωνσταντῖνον ὁρῶμεν, δίκην ἡλίου προλάμποντα τοῖς πολίταις. Ἐπὶ δὲ τούτοις καὶ τοὺς τῆς συγκλήτου βουλῆς ἀνῳκοδόμησεν οἴκους, Σενάτα τούτους ὀνομάσας, καὶ | |
295 | τὴν τῶν βασιλείων αὐλήν. (42) Πάντα δὲ κατὰ τὸν εἰ‐ ρημένον τρόπον πληρώσας ὁ Κωνσταντῖνος, καὶ τὴν τῶν ἐγκαινίων ἡμέραν κατὰ τὴν ἑνδεκάτην τοῦ Μαΐου μηνὸς ἐπιτελέσας, ἐν ἔτει τῆς βασιλείας αὐτοῦ εἰκοστῷ πέμπτῳ, ἱπποδρόμιον θεωρήσας, διέταξεν οὕτω τὴν | |
4(300) | ἑαυτοῦ στήλην ἐπὶ τοὺς ἐφεξῆς χρόνους τῇ τῶν γενε‐ θλίων ἡμέρᾳ ὁρᾶσθαι μετὰ τῆς εἰθισμένης τιμῆς τῷ κατὰ καιρὸν βασιλεύοντι καὶ τῷ δήμῳ. Οὕτω μὲν οὖν ἡ Κωνσταντινούπολις πρὸς τόδε τὸ μέγεθος ἐξενήνοχεν, ἐκ διαδοχῆς βασιλευομένη μέχρι τῶν καθ’ ἡμᾶς | |
305 | χρόνων. Τέλος. | |
5 | Τοῖς μὲν τοῦ πρωτίστου τέλους ὀκτὼ χρυσίου λίτραι, τοῖς δὲ τοῦ δευτέρου τέσσαρες, καὶ δύο τοῖς τρίτοις, ὥς φησιν Ἡσύχιος ὁ Ἰλλούστριος, ὁ Φιλοσοφίας τῆς Μιλησίας, ἐν τῷ ϛʹ Χρονικῷ διαστή‐ | |
5 | ματι τῆς ἱστορίας. | 154 |
6 | Ἰστέον δὲ ὅτι ὁ Ἰλλούστριος Ἡσύχιος ὁ Φιλοσοφίας Μιλησίας ἐν τῷ ϛʹ Χρονικῷ διαστή‐ ματι τῆς ἑαυτοῦ ἱστορίας φησὶν οὕτως· «Δημοσίων χωρίων ἀπέδοτο ἐγγὺς ἅπαντα Οὐάλης ὁ βασιλεὺς | |
5 | δεηθεὶς χρημάτων ὑπερφυῶς τῶν βαρβάρων ἕνεκα. Ὅσοις ἂν (l. οὖν) ἦν δυνατὸν ὠνεῖσθαι, τιμήματος ὀλι‐ γοστοῦ κύριοι τούτων κατέστησαν, καταλαπτόσαντες (l. καταλεπτώσαντες) τὴν ἀληθῆ αὐτῶν πρόσοδον χάριτι καὶ προσοδίᾳ (l. προδοσίᾳ) τῶν διαχειριζομένων τὰ | |
10 | δημόσια. Καὶ οἱ μὲν οὐδενὸς καθάπαξ φόρου ἐπιβλη‐ θέντος αὐτοῦ (l. αὐτοῖς), ὀλίγῳ τινὶ πλείονος τιμήματος ταῦτα ἐπρίαντο, ὅπερ κτήσεως εἶδος ῥελέβατον λέ‐ γουσι οἱ Ῥωμαῖοι· οἱ δὲ παραυτίκα μεῖον ἐν τῷ παρὰ Ῥωμαίοις σαβλο κάνονες. Ὁ δὲ βασιλεὺς Μαρκιανὸς | |
15 | ἄριστα προὔθηκε τοῖς ὠνησαμένοις ἢ ἀναδοῦναι τὰ χωρία κομισαμένους ταὐτὰ τιμήματα, ἢ καὶ τὰ χωρία κατέ‐ χοντας οὐκ ὀρθῶς ἀποκρυφθεῖσαν ποσότητα τῆς προσό‐ δου τῷ δημοσίῳ συναγαγεῖν.» | |
7(1t) | ΠΕΡΙ ΤΩΝ ΕΝ ΠΑΙΔΕΙᾼ ΔΙΑΛΑΜΨΑΝΤΩΝ | |
2t | (ΣΟΦΩΝ). | |
1 | Κυνικὴ ἐκλήθη φιλοσοφία διὰ τὸ ἐν Κυνοσάργει τῷ γυμνασίῳ κατάρξασθαι αὐτῆς τὸν Ἀντισθένην. Ἡ δὲ Περιπατητικὴ, διὰ τὸ ἐν περιπάτῳ ἤτοι κήπῳ κατάρξαι αὐτῆς Ἀριστοτέλην. | |
5 | Α Ἀπολλώνιον τὸν Τυανέα κύουσα ἡ μήτηρ, δαί‐ μονα ἐθεάσατο λέγοντα, ὡς αὐτὸς εἴη, ὃν κύει· εἶναι δὲ αὐτὸν Πρωτέα τὸν Αἰγύπτιον, ὅθεν ὑπολῆφθαι αὐτὸν Πρωτέως εἶναι υἱόν. | |
10 | Ἀριστέου τοῦ Προκοννησίου φασὶ τὴν ψυχὴν ἐξιέναι, ὅτε ἐβούλετο, καὶ ἐπανιέναι πάλιν. Αἰσχίνης ὁ τοῦ ἀλλαντοποιοῦ διεβάλλετο ὑπὸ Μενεδήμου τοῦ Ἐρετριέως, ὡς τοὺς πλείστους διαλό‐ γους ὄντας Σωκράτους ὑποβάλλοιτο, λαμβάνων παρὰ | |
15 | Ξανθίππης· ὧν οἱ καλούμενοι ἀκέφαλοι σφόδρα εἰσὶν | |
ἐκλελυμένοι καὶ οὐκ ἐπιφαίνοντες τὴν Σωκρατικὴν εὐτονίαν. Τοῦτόν φασι δι’ ἀπορίαν ἐλθεῖν εἰς Σικελίαν πρὸς Διονύσιον, καὶ ὑπὸ μὲν Πλάτωνος παροφθῆναι, ὑπὸ δ’ Ἀριστίππου συσταθῆναι, δόντα τέ τινας τῶν | 155 | |
20 | λόγων (διαλόγων Diog.) δῶρα λαβεῖν, ἔπειτ’ ἀφι‐ κόμενον Ἀθήναζε μὴ τολμᾶν σοφιστεύειν, ἐνευδοκι‐ μούντων τότε τῶν περὶ Πλάτωνα [καὶ Ἀρίστιππον add. D.], ἐμ‐ μίσθους δὲ τὰς ἀκροάσεις ποιεῖσθαι. Τούτου τοὺς δια‐ | |
25 | λόγους καὶ Ἀρίστιππος ὑπώπτευεν. Ἐν γοῦν Μεγάροις ἀναγινώσκοντος αὐτοῦ φασὶ σκῶψαι, εἰπόντα, Πόθεν σοὶ, λῃστὰ, ταῦτα; Ἀρίστιππος ὁ Κυρηναῖος τὰς ἡδονὰς μὲν μετεδίωκε, πόνῳ δὲ οὐδεμίαν ἀπόλαυσιν ἐθήρα τῶν | |
30 | οὐ παρόντων· ὅθεν ὁ Διογένης βασιλικὸν κύνα αὐτὸν ἐκάλει. Οὗτος ἐρωτηθεὶς, τί πλέον ἔχουσιν οἱ φιλόσο‐ φοι, ἔφη, «ἂν πάντες οἱ νόμοι ἀναιρεθῶσιν, ὁμοίως βιώσομεν». Ἀργύριον εἶπε παρὰ τῶν γνωρίμων λαμβά‐ νειν, οὐχ ἵν’ αὐτὸς χρῷτο, ἀλλ’ ἵν’ ἐκεῖνοι εἰδεῖεν, εἰς | |
35 | τίνα δεῖ χρῆσθαι τοῖς ἀργυρίοις. Πρὸς τὸν αἰτιώμενον, ὅτι Σωκράτους ὢν μαθητὴς ἀργύριον λαμβάνει· «Καὶ μάλα,» εἶπε· καὶ γὰρ Σωκράτη, πεμπόντων αὐτῷ τινῶν καὶ σῖτον καὶ οἶνον, ὀλίγα λαμβάνοντα τὰ λοιπὰ ἀποπέμπειν. Εὐτυχίδῃ δὲ τῷ ἀργυρωνήτῳ. Ἐχρῆτο | |
40 | καὶ Λαΐδι τῇ ἑταίρᾳ. Πρὸς οὖν τοὺς μεμφομένους ἔφη· «Ἔχω Λαΐδα, ἀλλ’ οὐκ ἔχομαι, ἐπεὶ τὸ κρατεῖν καὶ μὴ ἡττᾶσθαι ἡδονῶν ἄριστον, οὐ τὸ μὴ χρῆσθαι.» Ἐρωτηθεὶς, τίνα ἐστὶν ἃ δεῖ (τοὺς D.) καλοὺς παῖδας μανθάνειν, ἔφη· «Οἷς ἄνδρες γενόμενοι χρήσονται.» | |
45 | Τέλος δὲ ἀπέφαινε τὴν λείαν κίνησιν εἰς αἴσθησιν ἀνα‐ διδομένην. Ἀλεξῖνος ὁ Ἠλεῖος διὰ τὸ φιλονεικότατος εἶναι Ἐλεγξῖνος ἐπεκλήθη. Τοῦτόν φασιν, ὡς ἐκ τῆς Ἤλι‐ δος ἀπελθὼν ἐν Ὀλυμπίᾳ φιλοσοφοίη. Τῶν δὲ μαθητῶν | |
7(50) | αὐτοῦ πυνθανομένων, διὰ τί τῇδε κατοικεῖ, φάναι βού‐ λεσθαι αἵρεσιν συστήσασθαι, ἣν Ὀλυμπιακὴν κληθήσε‐ σθαι· τοὺς δὲ καὶ [τοῖς add. D.] ἐφοδίοις θλιβομένους καὶ τὸ χωρίον νοσερὸν καταγνόντας ἀπελθεῖν, καὶ τοῦ λοιποῦ διατρίβειν [ἔρημον add. D.] Ἀλεξῖνον σὺν οἰκέτῃ | |
55 | μόνῳ· ἔπειτα μέντοι νηχόμενον ἐν τῷ Ἀλφειῷ νυχθῆ‐ ναι καλάμῳ, καὶ [οὕτως add. D.] τελευτῆσαι. Καὶ ἔστιν εἰς αὐτὸν ἐπίγραμμα· Οὐκ ἄρα μῦθος ἦν ἐκεῖνος εἰκαῖος, ὡς ἀτυχής τις ἐὼν | |
60 | τὸν πόδα κολυμβῶν περιέπειρέ πως ἥλῳ. Καὶ γὰρ ὁ σεμνὸς ἀνὴρ, πρὶν Ἀλφεόν ποτ’ ἐκπερᾶν Ἀλεξῖνος θνήσκει νυχθεὶς καλάμῳ. Ἀριστοτέλη τὸν Σταγειρίτην φασὶ παιᾶνα εἰς | |
65 | τὸν θλαδίαν Ἑρμείαν ποιήσαντα, ὃς ἦν αὐτοῦ πενθε‐ ρὸς, κατακριθῆναι πιεῖν ἀκόνιτον, καὶ ἀποθανεῖν. Οὗ‐ τος βούλεται διττὸν εἶναι τὸ κατὰ φιλοσοφίαν λόγον, τὸν μὲν πρακτικὸν, τὸν δὲ θεωρητικόν· καὶ τοῦ πρακτι‐ κοῦ τόν τε ἠθικὸν καὶ πολιτικὸν, οὗ τά τε περὶ πόλιν | 156 |
70 | καὶ τὰ περὶ οἶκον [ὑπο]γεγράφθαι· τοῦ δὲ θεωρητικοῦ τόν τε φυσικὸν καὶ λογικὸν, οὗ τὸ λογικὸν οὐχ ὁλο‐ μερῶς, ἀλλ’ ὡς ὄργανον προσηκριβωμένον· καὶ τού‐ του διττοὺς ὑποθέμενος σκοποὺς, τό τε πιθανὸν καὶ τὸ ἀληθὲς διεσάφησε. Δύο δὲ πρὸς ἑκάτερον δυνάμεσιν | |
75 | ἐχρήσατο, διαλεκτικῇ μὲν καὶ ῥητορικῇ πρὸς τὸ πιθανὸν, ἀναλυτικῇ δὲ καὶ φιλοσοφίᾳ πρὸς τὸ ἀληθὲς, οὔ τι ὑπολειπόμενος οὔτε τῶν πρὸς εὕρεσιν, οὔτε τῶν πρὸς κρίσιν, οὔτε μὴν τῶν πρὸς χρῆσιν. Πρὸς μὲν οὖν τὴν εὕρεσιν τά τε τοπικὰ καὶ μεθοδικὰ παρέ‐ | |
80 | δωκε προτάσεων πλῆθος, ἐξ ὧν πρὸς τὰ προβλήματα πιθανῶν ἐπιχειρημάτων οἷόν τε εὐπορεῖν, πρὸς δὲ τὴν κρίσιν τὰ ἀναλυτικὰ πρότερα καὶ ὕστερα. Διὰ μὲν οὖν τῶν προτέρων τὰ λήμματα κρίνεται, διὰ δὲ τῶν ὑστέρων ἡ συναγωγὴ ἐξετάζεται. Πρὸς δὲ τὴν | |
85 | χρῆσιν τά τε ἀγωνιστικὰ καὶ τὰ περὶ ἐρωτήσεως ἐριστικά τε καὶ σοφιστικῶν ἐλέγχων τε καὶ συλλογισμῶν καὶ τῶν ὁμοίων τούτοις. Κριτήριον δὲ τῆς ἀληθείας τῶν μὲν κατὰ φαντασίαν ἐνεργημάτων τὴν αἴσθησιν ἀπε‐ φήνατο, τῶν δὲ ἠθικῶν, τῶν περὶ πόλιν καὶ περὶ οἶκον | |
90 | καὶ περὶ νόμους, τὸν νοῦν. Τέλος δὲ ἓν ἐξέθετο, χρῆσιν ἀρετῆς ἐν βίῳ τελείῳ. Ἔφη δὲ τὴν εὐδαιμονίαν συμ‐ πλήρωμα ἐκ τριῶν ἀγαθῶν εἶναι· τῶν περὶ ψυχὴν, ἃ δὴ καὶ πρῶτα τῇ δυνάμει καλεῖ· ἐκ δευτέρων δὲ τῶν περὶ σῶμα, ὑγιείας καὶ ἰσχύος καὶ κάλλους καὶ τῶν | |
95 | παραπλησίων· [ἐκ τρίτων δὲ] τῶν ἐκτὸς, πλούτου καὶ εὐγενείας καὶ δόξης καὶ τῶν ὁμοίων. Τήν τε ἀρετὴν μὴ εἶναι αὐτάρκη πρὸς εὐδαιμονίαν, προσδεῖσθαι γὰρ τῶν τε περὶ σῶμα καὶ τῶν ἐκτὸς ἀγαθῶν, [ὡς] κακοδαι‐ μονήσοντος τοῦ σοφοῦ, κἂν ἐν πόνοις ᾖ, κἂν ἐν πενίᾳ | |
7(100) | καὶ τοῖς ὁμοίοις. Τὴν μέντοι κακίαν αὐτάρκη πρὸς κα‐ κοδαιμονίαν, κἂν ὅτι μάλιστα παρῇ αὐτῇ τὰ ἐκτὸς ἀγαθὰ καὶ τὰ περὶ (τὸ) σῶμα. Τάς τ’ ἀρετὰς, ἔφη, μὴ ἀντα‐ κολουθεῖν· ἐνδέχεσθαι γὰρ φρόνιμόν τινα καὶ δίκαιον ὄντα ἀκόλαστον καὶ ἀκρατῆ εἶναι. Ἔφη [δὲ] τὸν σοφὸν | |
105 | μὴ εἶναι μὲν ἀπαθῆ, μετριοπαθῆ δέ. Τήν τε φιλίαν ὡρίσατο ἰσότητα εὐνοίας ἀντίστροφον· ταύτης δὲ τὴν μὲν εἶναι ξενικὴν, [τὴν δὲ ἐρωτικὴν,] τὴν δὲ συγγενικήν. Εἶναι δὲ καὶ τὸν ἔρωτα μὴ μόνον συνουσίας, ἀλλὰ καὶ φιλοσοφίας· καὶ ἐρασθήσεσθαι δὲ τὸν σοφὸν καὶ πολιτεύ‐ | |
110 | σεσθαι, γαμήσειν τε [μὴν add. D.] καὶ βασιλεῖ συμβιώ‐ σειν. Βίων τε τριῶν ὄντων, θεωρητικοῦ, ἡδονικοῦ, πρα‐ κτικοῦ, τὸν θεωρητικὸν [προ]έκρινεν. Εὔχρηστα δὲ καὶ τὰ ἐγκύκλια μαθήματα πρὸς ἀρετῆς ἀνάληψιν. Ἔν τε τοῖς φυσικοῖς αἰτιολογικώτατος παρὰ πάντας ἐγένετο, ὥστε | |
115 | καὶ περὶ τῶν ἐλαχίστων [τὰς] αἰτίας ἀποδιδόναι. Τὸν [δὲ] θεὸν ἀσώματον ἀπέφαινεν, ὡς ὁ Πλάτων· διατεί‐ νειν δὲ αὐτοῦ τὴν πρόνοιαν μέχρι τῶν οὐρανίων, καὶ εἶναι ἀκίνητον αὐτόν· τὰ δ’ ἐπίγεια κατὰ τὴν πρὸς ταῦτα | |
συμπάθειαν κινεῖσθαι (οἰκονομεῖσθαι D.). Εἶναι δὲ | 157 | |
120 | παρὰ τὰ τέσσαρα στοιχεῖα καὶ ἄλλο πέμπτον, ἐξ οὗ τὰ αἰθέρια συνεστάναι, ἀλλοίαν δὲ αὐτοῦ τὴν κίνησιν εἶναι· κυκλοφορητικὴν γάρ. Καὶ τὴν ψυχὴν [δὲ] ἀσώματον, ἐντελέχειαν οὖσαν τὴν πρώτην· σώματος γὰρ φυσικοῦ καὶ ὀργανικοῦ δυνάμει ζωὴν ἔχοντος. Διττὴ δ’ ἔστιν | |
125 | αὕτη κατ’ αὐτόν. Λέγει δὲ (τὴν) ἐντελέχειαν, ἧς ἐστιν εἶδός τι ἀσώματον. Ἡ μὲν κατὰ δύναμιν, ὡς ἐν τῷ κηρῷ [ὁ] Ἑρμῆς ἐπιτηδειότητα ἔχων ἐπιδέξασθαι τοὺς χαρακτῆρας, καὶ ὁ ἐν τῷ χαλκῷ ἀνδριάς· καθ’ ἕξιν δὲ λέγεται ἐντελέχεια ἡ τοῦ συντετελεσμένου Ἑρμοῦ | |
130 | ἢ ἀνδριάντος. Σώματος δὲ φυσικοῦ, ἐπεὶ τῶν σωμάτων τὰ μέν ἐστι χειρόκμητα, ὡς τὰ ὑπὸ τεχνιτῶν γινόμενα, οἷον πύργος, πλοῖον· τὰ δὲ ὑπὸ φύσεως, ὡς φυτὰ καὶ τὰ τῶν ζῴων. Ὀργανικοῦ δὲ εἶπε, τουτέστι πρός τι κατεσκευασμένου, ὡς ἡ ὅρασις πρὸς τὸ ὁρᾶν καὶ [ἡ] | |
135 | ἀκοὴ πρὸς τὸ ἀκούειν· δυνάμει δὲ ζωὴν ἔχοντος, οἷον ἐν ἑαυτῷ. Τὸ δυνάμει δὲ διττὸν, [ἢ καθ’ ἕξιν] ἢ κατ’ ἐνέργειαν· κατ’ ἐνέργειαν μὲν, ὡς ὁ ἐγρηγορὼς λέγε‐ ται ψυχὴν ἔχειν· κατὰ ἕξιν δ’, ὡς ὁ καθεύδων. Ἵν’ οὖν καὶ οὗτος ὑποπίπτῃ, τὸ δυνάμει προσέθηκεν. | |
140 | Ἀντισθένης ὁ κυνικὸς, ἁπλοκύων ἐπεκαλεῖτο. Διογένης δὲ Λαέρτιος σκώπτει αὐτὸν ὡς φιλόζωον ἐν ἐπιγράμματι οὕτως ἔχοντι· Τὸν βίον ἦσθα κύων, Ἀντίσθενες, ὧδε πεφυκὼς ὥστε δακεῖν κραδίην ῥήμασιν, οὐ στόμασιν. | |
145 | Ἀλλ’ ἔθανες φθισικός. Τάχ’ ἐρεῖ τις ἴσως, Τί δὲ τοῦτο; Πάντως εἰς Ἀΐδην δεῖ τιν’ ὁδηγὸν ἔχειν. Ἤρεσκε δὲ αὐτῷ τάδε· διδακτὴν ἀπεδείκνυε τὴν ἀρε‐ τήν· τῶν ἔργων τε εἶναι αὐτὴν, μήτε λόγων πλείστων δεομένην μήτε μαθημάτων. Αὐτάρκη τε εἶναι τὸν σο‐ | |
7(150) | φόν· πάντα γὰρ αὐτοῦ εἶναι τὰ τῶν ἄλλων. Τήν τε ἀδοξίαν ἀγαθὸν καὶ ἴσον τῷ πόνῳ. Καὶ τὸν σοφὸν οὐ κατὰ τοὺς κειμένους νόμους πολιτεύεσθαι, ἀλλὰ κατὰ τὸν τῆς ἀρετῆς. Γαμήσειν τε τεκνοποιίας χάριν, ταῖς εὐφυεστάταις συνιόντα γυναιξί. Καὶ ἐρασθήσεσθαι δέ. | |
155 | Μόνον γὰρ εἰδέναι τὸν σοφὸν τίνων δεῖ ἐρᾶν. Τῷ σοφῷ ξένον οὐδέν [οὐδ’ ἄπορον D.]. Ἀξιέραστος ὁ ἀγαθός. Οἱ σπουδαῖοι φίλοι. Συμμάχους ποιεῖσθαι τοὺς εὐψύ‐ χους ἅμα καὶ δικαίους. Ἀναφαίρετον ὅπλον [ἡ] ἀρετή. Κρεῖττόν ἐστι μετ’ ὀλίγων ἀγαθῶν πρὸς ἅπαντας [τοὺς] | |
160 | κακοὺς, ἢ μετὰ πολλῶν κακῶν πρὸς ὀλίγους [ἀγαθοὺς] μάχεσθαι. Προσέχειν τοῖς ἐχθροῖς· πρῶτοι γὰρ τῶν ἁμαρτημάτων αἰσθάνονται. Τὸν δίκαιον περὶ πλείονος ποιεῖσθαι τοῦ συγγενοῦς. Ἀνδρὸς καὶ γυναικὸς ἡ αὐτὴ ἀρετή. Τὰ ἀγαθὰ καλὰ, τὰ κακὰ αἰσχρά. Τὰ πονηρὰ | |
165 | πάντα νόμιζε ξενικά. Τεῖχος ἀσφαλέστατον φρόνησιν· μήτε γὰρ καταρρεῖν, μήτε προδίδοσθαι. Τείχη κατα‐ σκευαστέον ἐν τοῖς αὑτῶν ἀναλώτοις λόγοις (l. λογι‐ σμοῖς ex D.). Ἀρκεσίλαος. Οὗτος πρὸς τὸν θρασύτερον δια‐ | |
170 | λεγόμενον νεανίσκον, οὐ λήψεταί τις, ἔφη, τοῦτον ἀστραγαλωτί (ἀστραγαλωτῇ? ἀστραγάλῳ Diog.); | |
Πρὸς [δὲ] τὸν αἰτίαν ἔχοντα περαίνεσθαι, ὡς ἀνήνεγκεν αὐτῷ, ὅτι οὐ δοκεῖ ἕτερον ἑτέρου μεῖζον εἶναι, ἠρώτη‐ σεν, εἰ οὐδὲ τὸ δεκαδάκτυλον τοῦ ἑξαδακτύλου. Πρὸς | 158 | |
175 | Ἀλεξίνειόν τινα διαλεκτικὸν μὴ δυνάμενον κατ’ ἀξίαν τῶν Ἀλεξίνου τι διηγήσασθαι, τὸ Φιλοξένῳ πρὸς τοὺς πλινθιακοὺς πραχθὲν εἶπεν· ἐκεῖνος γὰρ τὰ αὐτοῦ κα‐ κῶς ᾄδοντας τούτους καταλαβὼν, αὐτὸς τὰς πλίνθους αὐτῶν συνεπάτησεν, εἰπών· ὡς ὑμεῖς τὰ ἐμὰ διαφθεί‐ | |
180 | ρετε, οὕτω κἀγὼ τὰ ὑμέτερα. Ἦν δὲ εὑρεσιλογώτατος ἀπαντῆσαι εὐστόχως, πειστικώτατος δὲ ὑπὲρ ὁντινοῦν· παρὸ καὶ πλείους πρὸς αὐτὸν ἀπήντων εἰς τὴν σχολὴν, καίπερ ὑπ’ ὀξύτητος αὐτοῦ ἐπιπληττόμενοι· ἀλλ’ ὅμως ἔφερον ἡδέως, καὶ γὰρ ἦν ἀγαθὸς σφόδρα, καὶ ἐλπίδων | |
185 | ὑποπιμπλὰς τοὺς ἀκούοντας, ἔν τε τῷ βίῳ κοινωνικώ‐ τατος ἦν, καὶ εὐεργετῆσαι προχειρότατος, καὶ λαθεῖν τὴν χάριν ἀτυφότατος· εἰσελθὼν γοῦν ποτὲ παρὰ Κτη‐ σίβιον νοσοῦντα, καὶ ἰδὼν ἀπορίᾳ θλιβόμενον, κρύφα βαλάντιον ὑπέθηκε τῷ προσκεφαλαίῳ· καὶ ὃς εὑρὼν, | |
190 | «Ἀρκεσιλάου, ἔφη, τὸ παίγνιον.» Καί τινος ἀργυρώ‐ ματα λαβόντος εἰς ὑποδοχὴν φίλων, καὶ ἀποστεροῦντος, οὐκ ἀπῄτησεν οὐδὲ προσεποιήσατο (προσεποιήθη Diog.). Οἱ δέ φασιν ἐπίτηδες χρῆσαι, καὶ ἀποδιδόντος, ἐπεὶ πένης ἦν, χαρίσασθαι. Οὐκ ἐθεράπευε δέ τινα τῶν βα‐ | |
195 | σιλέων· διὸ καὶ πρεσβεύων πρὸς Ἀντίγονον ὑπὲρ τῆς πατρίδος, οὐκ ἐπέτυχεν. Ἦν δὲ φιλομειράκιος καὶ κα‐ ταφερὴς, καὶ ἑταίραις συνῴκει. Καί ποτε τὸν ἐρώμενον αὐτῷ Δημοχάρει ὁμιλοῦντα καταλαβὼν, ὑπ’ ἀνεξικα‐ κίας παραχωρεῖν ἔφη. Πρὸς Ἀρίδηλον προτείνοντά τι | |
7(200) | θεώρημα ἐπὶ συμποσίου καὶ ἀξιοῦντα εἰς αὐτὸ λέ‐ γειν, εἶπεν· Ἀλλ’ αὐτὸ τοῦτο μάλιστα φιλοσοφίας ἴδιον, [τὸ] τὸν καιρὸν ἑκάστων ἐπίστασθαι. Τίμων δὲ ὡς φί‐ λοχλον παίζει, λέγων· Ὣς εἰπὼν, ὄχλοιο περίστασιν εἰσκατέδυνεν. | |
205 | Οἱ δέ μιν ἠΰτε γλαῦκα πέρι σπίζαι τερατοῦντο, ἠλέματον δεικνύντες· ὅθ’ οὕνεκεν ὀχλοαρέσκης, οὐ μέγα πρῆγμα, τάλας· τί πλατύνεαι, ἠλίθιος ὥς; Οὕτω δὲ ἄτυφος ἦν, ὥστε τοῖς μαθηταῖς παρῄνει καὶ ἄλλων ἀκούειν. | |
210 | Ἀρχύτας ὁ Πυθαγορικὸς στρατηγῶν τῶν πολιτῶν οὐδέποτε ἡττήθη, φθονηθεὶς δ’ ἅπαξ ἀφῆκε τὴν στρα‐ τηγίαν, καὶ οἳ αὐτίκα ἐλήφθησαν. Ὁ μουσικὸς Ἀρχύτας ὀνειδιζόμενος ἐπὶ τῷ μὴ ἐξα‐ κούεσθαι, εἶπε· Τὸ γὰρ ὄργανον ὑπὲρ ἐμοῦ ὀνειδιζό‐ | |
215 | μενον λαλεῖ. Ἀνάξαρχος ὁ Ἀβδηρίτης ἔλεγε μηδὲ αὐτὸ τοῦτο εἰδέναι ὅτι οὐδὲν οἶδεν. Αἴσωπος, οὐχ ὁ μυθοποιὸς, ἔγραψε περὶ Ἑλέ‐ νης, ἔνθα φησὶ Πᾶνα ἰχθῦν καλεῖσθαι κητώδη, ἐν | |
220 | τούτῳ δὲ τὸν ἀστερίτην λίθον εὑρίσκεσθαι, ὃς ὑπὸ τῷ | |
ἡλίῳ ἀνάπτεται, ποιεῖ δὲ πρὸς φίλτρα. Β. Βίων ὁ Βορυσθενίτης ἔλεγε μὴ εἶναι θεούς· διὸ καί ἐστιν εἰς αὐτὸν ἐπίγραμμα· | 159 | |
225 | Βίωνα, τὸν Βορυσθένης ἔφυσε γῆ Σκύθισσα, λέγειν ἀκούομεν θεοὺς ὡς οὐδέν εἰσιν ὄντως. Κεὶ μὲν τὸ δόγμα τοῦτ’ ἔχων ἔμιμνεν, ἦν ἂν εἰκὸς λέγειν, φρονεῖν ὅπως δοκεῖ· κακῶς μὲν, ἀλλ’ ἔδοξε. Νῦν δ’ ἐς νόσον πεσὼν μακρὴν καὶ μὴ θάνῃ δεδοικὼς | |
230 | ὁ μὴ θεοὺς εἶναι λέγων, ὁ νηὸν οὐδὲ βλέψας, ὁ πολλὰ χλευάσας βροτοὺς, ὅσοι θεοῖς ἔθυον, οὐ μοῦνον ἐσχάρης ὕπερ βωμῶν τε καὶ τραπέζης κνίσῃ, λίπει, θυλήμασιν θεῶν ἔδαισε ῥῖνας· οὐδ’ εἶπε μοῦνον, Ἤλιτον, σύγγνωτε τοῖς πρίν· ἀλλὰ | |
235 | καὶ γραῒ δῶκεν εὐμαρῶς τράχηλον εἰς ἐπῳδὴν καὶ σκυτίσιν βραχίονας πεπεισμένως ἔδησε· ῥάμνον τε καὶ κλάδον δάφνης ὑπὲρ θύρην ἔθηκεν, ἅπαντα μᾶλλον ἢ θανεῖν ἕτοιμος ὢν ὑπουργεῖν. Μωρὸς δ’ ὃς ἤθελέν τινος μισθοῦ τὸ θεῖον εἶναι, | |
240 | ὡς τῶν θεῶν ὄντων ὅταν Βίων θέλῃ νομίζειν. Τοιγὰρ μάτην φρονῶν, ὅτ’ ἦν ἅπας ὁ λέμφος ἄνθραξ, τὴν χεῖρα τείνας ὧδέ πως, Χαῖρ’, εἶπε, χαῖρε, Πλουτεῦ. Βίων ἄλλος Ἀβδηρίτης ἔγραψεν εἶναί τινας οἰκή‐ σεις, ἔνθα γίνεσθαι ἓξ μηνῶν τὴν νύκτα καὶ ἓξ τὴν | |
245 | ἡμέραν. Γ. Γενέθλιος ὁ Παλαιστῖνος ἐν ἀκροάσει μιᾷ με‐ λέτην ὅλην ἀπεμνημόνευσεν. Δ. | |
7(250) | Δαφίδας ὁ Τελμισσεὺς πᾶσιν ἐλοιδορεῖτο, μηδὲ αὐτῶν φειδόμενος τῶν θεῶν· διὸ καὶ ἐχθρὸς ἦν Ἀττάλῳ τῷ βασιλεῖ Περγάμου. Οὗτος ἐλθών ποτε εἰς Πυθίαν, ἔσκωπτεν εἰς τὸ μαντεῖον καὶ ἐπεγγελῶν ἠρώτα, εἰ τὸν ἵππον εὑρήσοι· ἔχρησε δὲ αὐτῷ εὑρήσειν τα‐ | |
255 | χέως. Ἐκεῖνος δὲ διεθρύλλησε τοῦτο, ὡς οὐδὲ ἦν αὐτῷ ἵππος, οὐδὲ ἀπώλετο. Ἀναχωρήσαντα δὲ συλλαβόμε‐ νος Ἄτταλος ἐκέλευσε κρημνισθῆναι. Ὁ δὲ τόπος, ἐν ᾧ τοῦτο ἐγένετο, ἐκαλεῖτο Ἵππος, καὶ ἔγνω πρὸς τῷ θανάτῳ, μὴ ἐψεῦσθαι τὸ λόγιον. | |
260 | Διαγόραν τὸν Τηλεκλείδου εὐφυᾶ θεασάμενος Δημόκριτος ὁ Ἀβδηρίτης ὠνήσατο αὐτὸν δοῦλον ὄντα μυρίων δραχμῶν, καὶ μαθητὴν ἐποιήσατο. Ὁ δὲ τῇ | |
λυρικῇ ἐπέθετο· ἐπεκλήθη δὲ ἄθεος, [δι]ότι [τοῦτο ἐδόξαζεν, ἀφ’ οὗ] ὁμότεχνός τις αἰτιαθεὶς ὑπ’ αὐτοῦ, | 160 | |
265 | ὡς δὴ παιᾶνα ὑφελόμενος, ὃν αὐτὸς ἐποίησεν, ἐξω‐ μόσατο μὴ κεκλοφέναι αὐτόν· μικρὸν δὲ ὕστερον ἐπι‐ δειξάμενος αὐτὸν εὐημέρησεν. Ἐντεῦθεν ὁ Διαγόρας λυπηθεὶς ἔγραψε τοὺς Ἀποπυργίζοντας λόγους, ἔκπτω‐ σιν ἔχοντας τῆς περὶ τὸ θεῖον δόξης. | |
270 | Διόδωρος Ἰασεὺς, ὁ Κρόνος ἐπίκλην, διαλε‐ κτικὸς, ὃς πρῶτος ἔδοξεν εὑρεῖν τὸν κερατίνην καὶ τὸν ἐγκεκαλυμμένον [λόγον], παρὰ Πτολεμαίῳ τῷ Σωτῆρι διατρίβων, λόγους τινὰς διαλεκτικοὺς ἠρωτήθη πρὸς Στίλπωνος. Καὶ παραχρῆμα μὴ δυνάμενος διαλύσα‐ | |
275 | σθαι, ὑπὸ τοῦ βασιλέως τά τε ἄλλα [ἐπ]ετιμήθη, καὶ [δὴ καὶ] Κρόνος ἤκουσεν ἐν σκώμματος μέρει· ἐξελθὼν δὲ τοῦ συμποσίου, καὶ λόγον γράψας περὶ τοῦ προβλή‐ ματος, ἀθυμίᾳ τὸν βίον κατέστρεψε. Καὶ ἔστιν εἰς αὐ‐ τὸν ἐπίγραμμα· | |
280 | Κρόνε Διόδωρε, τίς σε δαιμόνων κακῇ ἀθυμίῃ ξυνείρυσεν, ἵν’ αὐτὸς αὑτὸν ἐμβάλῃς εἰς Τάρταρον Σπίλπωνος οὐ λύσας ἔπη αἰνιγματώδη; τοιγὰρ εὑρέθης Κρόνος | |
285 | ἔξωθεν τοῦ ῥῶ κάππα τε. Περὶ τούτου φησὶ Καλλίμαχος ἐν ἐπιγράμμασι· ...... αὐτὸς ὁ Μῶμος ἔγραφεν ἐν τοίχοις, «Ὁ Κρόνος ἐστὶ σοφός». Δημήτριος ὁ Φαληρεὺς τοσοῦτον ἦν εὐπρεπὴς, | |
290 | ὡς ὑπό τινων προσαγορευθῆναι Λαμπετὼ καὶ χαριτο‐ βλέφαρος. Δημήτριός τις ἕτερος Ἰξίων ἐπεκλήθη, διότι λεπίδας χρυσᾶς κλέπτων τοῦ ἐν Ἀλεξανδρείᾳ τῆς Ἤρας ἀγάλματος ἐφωράθη. | |
295 | Δίδυμος ὁ Ἀλεξανδρεὺς διὰ τὴν πρὸς τὰ βιβλία ἐπιμονὴν Χαλκέντερος ἐπεκλήθη. Φασὶ δὲ αὐτὸν συγ‐ γεγραφέναι ὑπὲρ τὰ τρισχίλια πεντακόσια βιβλία. Δράκων ὁ νομοθέτης εἰς Αἴγιναν ἐπὶ νομοθε‐ σίαις εὐφημούμενος ὑπὸ τῶν Αἰγινητῶν ἐν τῷ θεάτρῳ | |
7(300) | ἐπιρριψάντων αὐτῷ ἐπὶ τὴν κεφαλὴν πετάσους πλείονας καὶ χιτῶνας [καὶ ἱμάτια add. Suid.] ἀπεπνίγη. | |
Δημόκριτος ἤσκει ποικίλως δοκιμάζειν τὰς φαντασίας, ἐρημάζων ἐνίοτε καὶ τοῖς τάφοις ἐνδιατρί‐ βων. Οὗτος νειμάμενος τὴν οὐσίαν τῷ ἀδελφῷ, καὶ τὴν | 161 | |
305 | ἐλάττω μοῖραν ἑλόμενος, τοῖς γυμνοσοφισταῖς συνέμιξε καὶ εἰς Ἰνδίαν ἀπῆρε καὶ Αἰθιοπίαν. Ἐλθὼν (ἀνελθὼν?) δὲ ταπεινότατα διῆγεν, ἅτε τὴν πᾶσαν οὐσίαν κατα‐ ναλωκὼς, ἐτρέφετό τε διὰ τὴν ἀπορίαν ὑπὸ τῆς ἀδελ‐ φῆς (l. τοῦ ἀδελφοῦ) Δαμάσου. Ὡς δὲ προειπὼν τινὰ | |
310 | τῶν μελλόντων ηὐδοκίμησεν, ἐνθέου δόξης παρὰ τοῖς πλείστοις ἠξιώθη. Ἐδόκει δὲ αὐτῷ, ἀρχὰς εἶναι τῶν ὅλων ἀτόμους, καὶ κενὸν, τὰ δ’ ἄλλα πάντα νενομίσθαι (δοξάζεσθαι D.)· ἀπείρους τε εἶναι κόσμους, καὶ γεν‐ νητοὺς καὶ φθαρτοὺς, μηδέν τε ἐκ τοῦ μὴ ὄντος γίνε‐ | |
315 | σθαι, μηδὲ εἰς τὸ μὴ ὂν φθείρεσθαι. Καὶ τὰς ἀτόμους ἀπείρους εἶναι κατὰ μέγεθος καὶ πλῆθος, φέρεσθαι δ’ ἐν τῷ ὅλῳ δινουμένας· καὶ οὕτω πάντα τὰ συγκρί‐ ματα γεννᾶν πῦρ, ὕδωρ, ἀέρα, γῆν· εἶναι γὰρ καὶ ταῦτα ἐξ ἀτόμων τινῶν συστήματα, ἅπερ εἶναι ἀπαθῆ | |
320 | καὶ ἀναλλοίωτα διὰ τὴν στερρότητα. Τόν τε ἥλιον καὶ τὴν σελήνην ἐκ τοιούτων δι’ ὧν (l. δινῶν Steph.; λείων Menag.) καὶ περιφερῶν ὄγκων συγκεκρίσθαι, καὶ τὴν ψυχὴν ὁμοίως, ἣν καὶ νοῦν ταὐτὸν εἶναι. Ὁρᾶν δ’ ἡμᾶς κατ’ εἰδώλων ἐμπτώσεις, πάντα τε κατ’ ἀνάγ‐ | |
325 | κην γίνεσθαι, τῆς δίνης αἰτίας οὔσης τῆς γενέσεως πάντων, ἣν ἀνάγκην λέγει. Τέλος δ’ εἶναι τὴν εὐθυ‐ μίαν, οὐ τὴν αὐτὴν οὖσαν τῇ ἡδονῇ, ὡς ἔνιοι παρα‐ κούσαντες ἐξεδέξαντο (ἐξηγήσαντο D.), ἀλλὰ καθ’ ἣν γαληνῶς καὶ εὐσταθῶς ἡ ψυχὴ διάγει, ὑπὸ μηδενὸς | |
330 | ταραττομένη φόβου ἢ δεισιδαιμονίας, ἢ ἄλλου τινὸς πάθους. Καλεῖ δὲ αὐτὴν καὶ εὐεστὼ καὶ πολλοῖς ἄλλοις ὀνόμασι. Ποιητὰ δὲ νόμιμα εἶναι, φύσει δὲ ἄτομα καὶ κενά (l. κενόν ex D.). Διογένης ὁ Ἀπολλωνιάτης ἔλεγε στοιχεῖον | |
335 | εἶναι ἀέρα, κόσμους ἀπείρους καὶ κενὸν ἄπειρον, τόν τε ἀέρα πυκνούμενον καὶ ἀραιούμενον γεννητικὸν εἶναι τῶν κόσμων. Οὐδὲν ἐκ τοῦ μὴ ὄντος γίνεσθαι, οὐδὲ εἰς τὸ μὴ ὂν φθείρεσθαι. Τὴν γῆν στρογγύλην, ἐρηρει‐ σμένην ἐν τῷ μέσῳ τὴν σύστασιν εἰληφυῖαν κατὰ τὴν | |
340 | ἐκ τοῦ θερμοῦ περιφορὰν, καὶ πῆξιν ὑπὸ τοῦ ψυχροῦ. Ε. Ἐπιμενίδου τοῦ Κρητὸς λόγος, ὡς ἐξήρ‐ χετο ἡ ψυχὴ, ὅτε ἠβούλετο, καὶ ὁπόσον ἤθελε καιρὸν, καὶ πάλιν ἐπανήρχετο· τελευτήσαντος δὲ αὐτοῦ, τὸ | |
345 | δέρμα εὑρέθη γράμμασι κατάστικτον. | |
Ἑρμογένης ὁ ῥήτωρ τελευτήσας ἀνετμήθη, καὶ εὑρέθη ἡ καρδία αὐτοῦ τετριχωμένη, καὶ τῷ μεγέ‐ θει πολὺ τῆς ἀνθρωπείας φύσεως ὑπερβάλλουσα. Ἐρατοσθένης διὰ τὸ δευτερεύειν παντὶ εἴδει | 162 | |
7(350) | παιδείας τοῖς ἄκροις ἐγγίζων, Βῆτα ἐκλήθη. Εὐριπίδης κατὰ τὴν ἡμέραν, ἣν ἐνίκων Ἕλληνες Πέρσας ἐν τῇ κατὰ Ξέρξου ναυμαχίᾳ, γεν‐ νᾶται, εὐτυχίαν προσημαίνων Ἀθηναίοις. Εὐκλείδης ὁ Μεγαρικὸς μετὰ τὴν τοῦ Σω‐ | |
355 | κράτους τελευτὴν Πλάτωνα καὶ τοὺς λοιποὺς φιλοσόφους ἐδέξατο, δείσαντας τὴν ὠμότητα τῶν τυράννων. Οὗτος ἓν τὸ ἀγαθὸν ἀπεφαίνετο πολλοῖς ὀνόμασι καλούμενον, ὁτὲ μὲν γὰρ φρόνησιν, ὁτὲ δὲ θεὸν, καὶ ἄλλοτε νοῦν καὶ τὰ λοιπά. Τὰ δ’ ἀντικείμενα τῷ ἀγαθῷ ἀνῄρει, | |
360 | φάσκων μὴ εἶναι. Ταῖς δὲ ὑποδείξεσιν ἐνίστατο, οὐ κατὰ λήμματα, ἀλλὰ κατ’ ἐπιφοράν. Ἐπίκουρόν τινες διαβάλλοντες φασὶ πρὸς Πυ‐ θοκλέα ὡραῖον ὄντα γράψαι αὐτόν· «Καθεδοῦμαι προσ‐ δοκῶν τὴν ἱμερτὴν καὶ ἰσόθεόν σου εἴσοδον.» Καὶ ἐν τῷ | |
365 | Περὶ τέλους οὕτω γράφειν· «Οὐ γὰρ ἔγωγε ἔχω τί νοήσω τἀγαθὸν, ἀφαιρῶν μὲν τὰς δι’ ἀφροδισίων, ἀφαιρῶν δὲ τὰς διὰ χυλῶν ἡδονὰς, καὶ τὰς δι’ ἀκροαμάτων [καὶ τὰς διὰ μορφῶν add. Diog.].» Φασὶ καὶ περὶ Ναυσι‐ φάνους τοῦ μαθητοῦ Πύρρωνος γράφειν αὐτόν· «Ταῦτα | |
370 | ἤγαγεν αὐτὸν εἰς ἔκστασιν τοιαύτην, ὥστε μοι λοιδορεῖ‐ σθαι, καὶ ἀποκαλεῖν διδάσκαλον.» Πνεύμονά τε αὐτὸν ἐκάλει, καὶ ἀγράμματον καὶ ἀπατεῶνα καὶ πόρνον. Τούς τε περὶ Πλάτωνα Διονυσοκόλακας, καὶ αὐτὸν Πλάτωνα χρυσοῦν, καὶ Ἀριστοτέλη ἄσωτον· φαγόντα γὰρ τὴν | |
375 | πατρῴαν οὐσίαν στρατεύεσθαι καὶ φαρμακοπωλεῖν· φορμοφόρον τε Πρωταγόραν, καὶ γραφέα Δημοκρίτου, καὶ ἐν κώμαις γράμματα διδάσκειν. Ἡράκλειτόν τε μιμητὴν (l. κυκητὴν ex D.), καὶ Δημόκριτον Ληρό‐ κριτον, καὶ Ἀντίδωρον Σαινίδωρον, τούς τε Κυζικη‐ | |
380 | νοὺς ἐχθροὺς τῆς Ἑλλάδος, καὶ τοὺς διαλεκτικοὺς πολυφθονεροὺς, Πύρρωνά τε ἀμαθῆ καὶ ἀπαίδευτον. Χρύσιππος δὲ ἐζήλου αὐτὸν ἐν πολυγραφίᾳ· ὅθεν αὐτὸν Καρνεάδης παράσιτον τῶν ἐκείνου βιβλίων ἀποκαλεῖ· εἰ γάρ τι γράψαι ὁ Ἐπίκου‐ | |
385 | ρος, ἐφιλονείκει τοσοῦτον γράψαι ὁ Χρύσιππος, καὶ διὰ τοῦτο πολλάκις τὰ αὐτὰ γέγραφε καὶ τὸ ἐπελθὸν, καὶ ἀδιόρθωτα εἴακε τῷ ἐπείγεσθαι, καὶ τὰ μαρτύρια το‐ σαῦτά ἐστιν, ὡς ἐκείνων μόνον γέμειν τὰ βιβλία. Καὶ τοῦτόν φασι τὴν ἀρχὴν γραμματοδιδάσκαλον γεγενῆ‐ | 163 |
390 | σθαι, ἔπειτα περιτυχόντα τοῖς Δημοκρίτου βιβλίοις ἐπὶ φιλοσοφίαν ἀΐξαι· διὸ καὶ Τίμων οὕτω λέγει περὶ αὐτοῦ· Ὕστατος αὖ φυσικῶν καὶ κύντατος ἐκ Σάμου ἐλθὼν γραμμαδιδασκαλίδης, ἀναγωγότατος ζωόντων. | |
395 | Νοσήσας δὲ ιδʹ ἡμέρας, εἰς πύελον ἐνέβη χαλκῆν κεκραμένην ὕδατι θερμῷ, καὶ αἰτήσας ἄκρατον ἐρρόφησε, τοῖς τε φίλοις παραγγείλας τῶν δογμά‐ των μεμνῆσθαι, ἐτελεύτησε. Καὶ ἔστιν εἰς αὐτὸν ἐπί‐ γραμμα· | |
7(400) | Χαίρετε καὶ μέμνησθε τὰ δόγματα, τοῦτ’ Ἐπίκουρος ὕστατον εἶπε φίλοις πρῶτος (οἷσιν D.) ἀποφθίμενος. Χαλκῆν (l. θερμὴν ex D.) εἰς πύελον γὰρ ἐσήλυθε, καὶ τὸν ἄκρατον ἔσπασεν· εἶτ’ ἀΐδην ψυχρὸν ἐπεσπάσατο. Ἐμπεδοκλῆς. Ἄκρωνος τοῦ ἰατροῦ τόπον αἰ‐ | |
405 | τοῦντος παρὰ τῆς βουλῆς Ἀκραγαντίνων εἰς κατασκευὴν πατρῴου μνήματος, διὰ τὴν ἐν τοῖς ἰατροῖς ἀκρότητα, παρελθὼν ὁ Ἐμπεδοκλῆς ἐκώλυσε, τά τε ἄλλα περὶ ἰσότητος διαλεχθεὶς, καὶ τοιοῦτόν τι ἐρωτήσας, «Τί δ’ ἐπιγράψομεν ἐλεγεῖον; ἢ τοῦτο; | |
410 | Ἄκρον ἰητρὸν Ἄκρων’ Ἀκραγαντῖνον πατρὸς ἄκρου κρύπτει κρημνὸς ἄκρος πατρίδος ἀκροτάτης.» Οὗτος ἀποστείλας τὴν νεκρὰν ἄνθρωπον ζῶσαν, καὶ δοξασθεὶς θυσίαν συνετέλει. Παρῆσαν δὲ καὶ τῶν φίλων τινές. Μετὰ δὲ τὴν εὐωχίαν, οἱ μὲν ἄλλοι χωρισθέντες | |
415 | ἀνεπαύσαντο, οἱ μὲν ὑπὸ τοῖς δένδρεσιν, ὡς ἀγροῦ πα‐ ρακειμένου, οἱ δ’ ὅπη βούλοιντο· αὐτὸς δὲ ἔμεινεν ἐπὶ τοῦ τόπου, ἐφ’ οὗπερ κατεκέκλιτο. Ὡς δ’ ἡμέρας γενη‐ θείσης ἐξανέστησαν, οὐχ εὑρέθη μόνος. Ζητουμένου δὲ καὶ τῶν οἰκετῶν ἀνακρινομένων, καὶ φασκόντων μὴ | |
420 | εἰδέναι, εἷς τις ἔφη μέσων νυκτῶν φωνῆς ὑπερμεγέθους ἀκοῦσαι προσκαλουμένης Ἐμπεδοκλέα, εἶτα ἐξανα‐ στάντα ἑωρακέναι φῶς οὐράνιον, ἄλλο δὲ μηδέν. Τῶν δὲ ἐκπλαγέντων ἐνομίσθη δεῖν θύειν αὐτῷ καθάπερ θεῷ. Τὴν ἄπνουν φασὶ τοιοῦτόν τι εἶναι, ὡς τριάκοντα ἡμε‐ | |
425 | ρῶν τηρεῖν ἄπνουν τὸ σῶμα καὶ ἄσιτον (l. ἄσφυκτον). Οὗτος ὁ Ἐμπεδοκλῆς πολλὰς τῶν πολιτίδων ἀπροίκους οὔσας ἐπροίκισε διὰ τὸν παρόντα πλοῦτον· διὸ καὶ πορ‐ φύραν ἀνέλαβε καὶ στρόφιον ἐπέθετο χρυσοῦν, ἔτι τε ἐμβάδας χαλκᾶς καὶ στέμμα Δελφικόν. Κόμη τε ἦν | |
430 | αὐτῷ βαθεῖα. Καὶ παῖδες ἀκόλουθοι, καὶ αὐτὸς ἀεὶ σκυθρωπὸς ἐφ’ ἑνὸς σχήματος ἦν. Τοιοῦτος δὴ προῄει, τῶν πολιτῶν ἐντυχόντων καὶ τοῦτο ἀξιωσάντων οἱονεὶ βασιλείας τινὸς παράσημον. Ὕστερον δὲ διά τινα πα‐ νήγυριν πορευόμενος ἐφ’ ἁμάξης ὡς εἰς Μεσσήνην, | |
435 | ἔπεσε, καὶ τὸν μηρὸν ἐκλάσθη, καὶ νοσήσας ἐκ τούτου | |
ἐτελεύτησεν, ὥς φησι Νεάνθης ὁ Κυζικηνός. Ζ. Ζήνωνα τὸν Κιττιέα ἐθαύμαζεν Ἀντίγονος ὁ βασιλεύς· ἐρωτηθεὶς δὲ, διὰ τί θαυμάζει αὐτὸν, «Ὅτι, | 164 | |
440 | ἔφη, πολλῶν καὶ μεγάλων δεδομένων αὐτῷ ὑπ’ ἐμοῦ οὐδέποτε ἐχαυνώθη οὐδὲ ταπεινὸς ὤφθη.» Οὗτος πρὸς τὸν καλὸν εἰπόντα, ὅτι οὐ δοκεῖ [αὐτῷ] ἐρασθήσεσθαι ὁ σοφὸς, «Οὐδὲν ἀθλιώτερον, ἔφη, ὑμῶν ἔσται τῶν κα‐ λῶν, εἰ μὴ ἡμεῖς ἐρασθησόμεθα.» Τούτου λέγοντος, ὡς | |
445 | οὐ λυπηθήσεται ὁ σοφὸς, διάπειραν βουληθεὶς λαβεῖν ὁ βασιλεὺς Ἀντίγονος, ἐποίησεν αὐτῷ πλαστῶς ἀγγε‐ λῆναι, ὡς εἴη τὰ χωρία αὐτοῦ πρὸς τῶν πολεμίων ἀφῃ‐ ρημένα, καὶ ἡ γυνὴ καὶ οἱ παῖδες· τοῦ δὲ σκυθρωπά‐ σαντος, «Ὁρᾷς, ἔφη, ὅτι οὐκ ἔστιν ὁ πλοῦτος ἀδιά‐ | |
7(450) | φορον.» Ζήνων ὁ Ἐλεάτης ἔλεγε κόσμον εἶναι, κενόν τε μὴ εἶναι· γεγενῆσθαι δὲ τὴν τῶν ὑδάτων φύσιν ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ὑγροῦ καὶ ξηροῦ, λαμβανόν‐ των αὐτῶν εἰς ἄλληλα τὴν μεταβολήν· γένεσίν τε ἀνθρώ‐ | |
455 | πων ἐκ γῆς εἶναι, καὶ ψυχὴν κρᾶμα ὑπάρχειν ἐκ τῶν προειρημένων, κατὰ μηδενὸς τούτων ἐπικράτησιν. Τοῦτόν φασι λοιδορούμενον ἀγανακτῆσαι, αἰτιασαμένου δέ τινος φάναι· «Εἰ μὴ λοιδορούμενος προσποιοῦμαι, οὐδὲ ἐπαινούμενος ἡσθήσομαι.» | |
460 | Η. Ἡράκλειτος ὑδέρῳ περιπεσὼν ἔλεγε τοῖς ἰατροῖς, εἴ τις δύναιτο ἔντερα ταπεινῶσαι, ὑγρόν τ’ ἐξε‐ ράσαι· ἀπειπόντων δὲ, ἔθηκεν ἑαυτὸν εἰς τὸν ἥλιον, καὶ ἐκέλευσε τοὺς παῖδας βολβίτοις καταπλάττειν. | |
465 | Οὕτω δὴ κατατεινόμενος, μὴ δυνηθεὶς ἀποσπάσαι τὰ βόλβιτα, ἔμεινε καὶ διὰ τὴν μεταβολὴν ἀγνοηθεὶς κυ‐ νόβρωτος γέγονεν. Οὗτος οὐδενὸς ἤκουσεν, ἀλλ’ αὐτὸς ἔφη διζήσασθαι καὶ μαθεῖν πάντα παρ’ ἑαυτοῦ. Ἔστι δὲ εἰς αὐτὸν ἐπίγραμμα· | |
470 | Πολλάκις Ἡράκλειτον ἐθαύμασα, πῶς ποτε τὸ ζῆν ὧδε διαντλήσας δύσμορος εἶτ’ ἔθανε. Σῶμα γὰρ ἀρδεύσασα κακὴ νόσος ὕδατι φέγγος ἔσβεσεν ἐν βλεφάροις καὶ σκότον ἠγάγετο. Οὗτος τὴν οἴησιν ἱερὰν νόσον ἔλεγε, καὶ τὴν ὅρασιν | |
475 | ψεύδεσθαι, πῦρ εἶναι στοιχεῖον, καὶ πυρὸς ἀμοιβὴν τὰ πάντα ἀραιώσει καὶ πυκνώσει γινόμενα. Σαφῶς δὲ οὐ‐ δὲν ἐκτίθεται. Γίνεσθαί τε πάντα κατ’ ἐναντιότητα, καὶ ῥεῖν τὰ ὅλα ποταμοῦ δίκην. Πεπεράνθαι τε τὸ πᾶν, καὶ εἶναι κόσμον ἕνα· γεννᾶσθαί τε αὐτὸν ἐκ πυρὸς, | |
480 | καὶ πάλιν ἐκπυροῦσθαι κατά τινας περιόδους ἐναλλὰξ τὸν σύμπαντα αἰῶνα, καὶ τοῦτο γίνεσθαι καθ’ εἱμαρ‐ μένην· τῶν δὲ ἐναντίων τὸ μὲν ἐπὶ τὴν γένεσιν ἄγον καλεῖσθαι πόλεμον καὶ ἔριν· τὸ δὲ ἐπὶ τὴν ἐκπύρωσιν, ὁμολογίαν καὶ εἰρήνην. Καὶ τὴν μεταβολὴν, ὁδὸν ἄνω | |
485 | κάτω· τόν τε κόσμον γίνεσθαι κατ’ αὐτήν· πυκνούμενον γὰρ τὸ πῦρ ἐξυγραίνεσθαι, συνιστάμενόν τε γίνεσθαι | |
ὕδωρ, πηγνύμενον δὲ τὸ ὕδωρ εἰς γῆν τρέπεσθαι, καὶ ταύ‐ την ὁδὸν εἶναι ἐπὶ τὸ κάτω. Πάλιν τε αὐτὴν τὴν γῆν χεῖ‐ σθαι, ἐξ ἧς τὸ ὕδωρ γίνεσθαι, ἐκ δὲ τούτου τὰ λοιπὰ, σχε‐ | 165 | |
490 | δὸν πάντα ἐπὶ τὴν ἀναθυμίασιν ἀνάγων τὴν ἀπὸ τῆς θαλάσσης. Αὕτη δέ ἐστιν ἡ ἐπὶ τὸ ἄνω ὁδός. Γίνεσθαι δὲ ἀναθυμιάσεις ἀπό τε γῆς καὶ θαλάσσης, ἃς μὲν λαμπρὰς καὶ καθαρὰς, ἃς δὲ σκοτεινάς. Αὔξεσθαι δὲ τὸ μὲν πῦρ ἀπὸ τῶν λαμπρῶν, τὸ δὲ ὑγρὸν ἀπὸ τῶν ἑτέρων. Τὸ δὲ περιέ‐ | |
495 | χον ὁποῖόν ἐστιν, οὐ δηλοῖ· εἶναι μέντοι ἐν αὐτῷ σκάφας ἐπεστραμμένας κατὰ κοῖλον πρὸς ἡμᾶς, ἐν αἷς ἀθροι‐ ζομένας τὰς λαμπρὰς ἀναθυμιάσεις ἀποτελεῖν φλόγας, ἃς εἶναι τὰ ἄστρα. Λαμπροτάτην δὲ εἶναι τὴν τοῦ ἡλίου φλόγα καὶ θερμοτάτην. Τὰ μὲν γὰρ ἄλλα ἄστρα πλέον | |
7(500) | ἀπέχειν ἀπὸ τῆς γῆς καὶ διὰ τοῦτο ἧττον λάμπειν καὶ θάλπειν. Τὴν δὲ σελήνην προσγειοτέραν οὖσαν μὴ διὰ τοῦ καθαροῦ φέρεσθαι τόπου. Τὸν μέντοι ἥλιον ἐν διαυ‐ γεῖ καὶ ἀμιγεῖ κεῖσθαι, καὶ σύμμετρον ἀφ’ ἡμῶν ἔχειν διάστημα· τοιγάρτοι μᾶλλον θερμαίνειν τε καὶ φωτίζειν. | |
505 | Ἐκλείπειν τε καὶ ἥλιον καὶ σελήνην ἄνω στρεφομένων τῶν σκαφῶν. Τούς τε κατὰ μῆνα τῆς σελήνης σχηματι‐ σμοὺς γίνεσθαι στρεφομένης ἐν αὐτῇ κατὰ μικρὸν τῆς σκά‐ φης. Ἡμέραν τε καὶ νύκτα γίνεσθαι καὶ μῆνας καὶ ὥρας ἐτείους καὶ ἐνιαυτοὺς ὑετούς τε καὶ πνεύματα καὶ τὰ τού‐ | |
510 | τοις ὅμοια κατὰ τὰς διαφόρους ἀναθυμιάσεις. Τὴν μὲν γὰρ λαμπρὰν ἀναθυμίασιν φλογωθεῖσαν ἐν τῷ κύκλῳ τοῦ ἡλίου, ἡμέραν, τὴν δὲ ἐναντίαν ἐπικρατήσασαν, νύκτα ἀποτελεῖν. Καὶ ἐκ μὲν τοῦ λαμπροῦ τὸ θερμὸν αὐξανόμε‐ νον, θέρος ποιεῖν, ἐκ δὲ τοῦ σκοτεινοῦ τὸ ὑγρὸν πλεονάσαν | |
515 | χειμῶνα ἀπεργάζεσθαι. Περὶ δὲ τῆς γῆς οὐδὲν ἀποφαίνε‐ ται ὁποία ἐστί. Φέρονται δὲ εἰς αὐτὸν ἐπιγράμματα τάδε· Ἡράκλειτος ἐγώ· τί μ’ ἄνω κάτω ἕλκετ’ ἄμουσοι; οὐχ ὑμῖν ἐπόνουν, τοῖς δ’ ἔμ’ ἐπισταμένοις. Εἷς ἐμοὶ ἄνθρωπος τρισμύριοι, οἱ δ’ ἀνάριθμοι | |
520 | οὐδείς. Ταῦτ’ αὐδῶ καὶ παρὰ Φερσεφόνῃ. Ἄλλο· Μὴ ταχὺς Ἡρακλείτου ἐπ’ ὀμφαλὸν εἴλεε βίβλον τοὐφεσίου· μάλα τοι δύσβατος ἀτραπιτός· ὄρφνη καὶ σκότος ἐστὶν ἀλάμπετον· ἢν δέ σε μύστης | |
525 | εἰσαγάγῃ, φανεροῦ λαμπρότερ’ ἠελίου. Λαμπρὸς δὲ [ἐνιότε] ἐν τοῖς συγγράμμασι καὶ σαφὴς, ὥστε καὶ τὸν νωθέστατον ῥᾳδίως γνῶναι, καὶ δίαρμα ψυχῆς λαβεῖν· ἥ τε βραχύτης καὶ τὸ βάρος τῆς ἑρμη‐ νείας ἀσύγκριτον. | |
530 | Θ. Θεόδωρος ὁ κληθεὶς ἄθεος, εἶτα θεὸς, παντά‐ πασιν ἀνῄρει τὰς περὶ θεῶν δόξας. Τέλος δὲ ὑπελάμβανε χαρὰν καὶ λύπην, τὴν μὲν ἐπὶ φρονήσει, τὴν δὲ ἐπὶ ἀφροσύνῃ· ἀγαθὰ δὲ φρόνησιν καὶ δικαιοσύνην, κακὰ δὲ | |
535 | τὰς ἐναντίας ἕξεις· μέσα δὲ ἡδονὴν καὶ πόνον. Ἀνῄρει δὲ καὶ φιλίαν, διὰ τὸ μήτε ἐν ἄφροσιν αὐτὴν εἶναι, μήτε ἐν σοφοῖς. Τοῖς μὲν γὰρ τῆς χρείας ἀναιρεθείσης καὶ τὴν φιλίαν ἐκποδὼν εἶναι· τοὺς δὲ σοφοὺς αὐτάρ‐ | |
κεις ὑπάρχοντας μὴ δεῖσθαι φίλων. Ἔλεγε δὲ καὶ εὔ‐ | 166 | |
540 | λογον εἶναι τὸν σπουδαῖον [μὴ] ἐξαγαγεῖν ὑπὲρ τῆς πατρίδος ἑαυτὸν, οὐ γὰρ ἀποβάλλειν τὴν φρόνησιν ἕνεκα τῆς τῶν ἀφρόνων ὠφελείας· εἶναί τε πατρίδα τὸν κόσμον. Καὶ κλέψειν τε καὶ μοιχεύσειν καὶ ἱεροσυλή‐ σειν ἐν καιρῷ· μηδὲν γὰρ τούτων φύσει αἰσχρὸν εἶναι, | |
545 | τῆς ἐπ’ αὐτοῖς δόξης αἰρομένης, ἣ σύγκειται ἕνεκα τῆς τῶν ἀφρόνων συνοχῆς. Οὗτος ἐκινδύνευσέ ποτε εἰς Ἄρειον πάγον ἀχθῆναι, εἰ μὴ Δημήτριος ὁ Φαληρεὺς αὐτὸν ἐρρύσατο· οἱ δέ φασι καὶ κώνειον αὐτὸν πιεῖν καταδικασθέντα. | |
7(550) | Θεόδωρος ἄλλος, Σάμιος, συνεβούλευσεν ἄν‐ θρακας ὑποτεθῆναι τοῖς θεμελίοις τοῦ ἐν Ἐφέσῳ ναοῦ. Καθύγρου γὰρ ὄντος, ἔφη, τοῦ τόπου, τοὺς ἄνθρακας τὸ ξυλῶδες ἀποβαλόντας, αὐτὸ τὸ στερεὸν ἀπαθὲς ἔχειν ὕδατι. | |
555 | Θεόφραστος. Λέγεται εἰς τὴν Θεοφράστου διατριβὴν φοιτᾶν μαθητὰς πρὸς δισχιλίους. Ι. Ἵππασος ὁ Μεταποντῖνος ἔλεγε, χρόνον ὡρι‐ σμένον εἶναι τῆς τοῦ κόσμου μεταβολῆς, καὶ πεπερα‐ | |
560 | σμένον εἶναι τὸ πᾶν καὶ ἀεικίνητον. Κ. Καρνεάδου Λίβυος φιλοσόφου τελευτήσαντος, ἡ σελήνη ἐξέλιπε καὶ ὁ ἥλιος ἀμυδρὸς ἐγένετο. Κράτης καὶ Πολέμων οὕτως ἐφιλείτην ἀλ‐ | |
565 | λήλω, ὥστε καὶ ζῶντε οὐ μόνον τῶν αὐτῶν ἤστην ἐπι‐ τηδευμάτων, ἀλλὰ καὶ μέχρι σχεδὸν ἀναπνοῆς ἐξω‐ μοιώσθην ἀλλήλοιν, καὶ θανόντε τῆς αὐτῆς ταφῆς κοινωνείτην. Ἔνθεν καὶ Ἀρκεσίλαος μετελθὼν παρὰ Θεοφράστου πρὸς αὐτοὺς, ἔλεγεν, ὡς εἶεν θεοί τινες | |
570 | ἢ λείψανα τῶν ἐκ τοῦ χρυσοῦ γένους. Καὶ γὰρ ἤστην οὐ φιλοδημώδεε, ἀλλ’ οἷον Διονυσόδωρόν ποτε τὸν αὐ‐ λητήν φασιν εἰπεῖν, σεμνυνόμενον ἐπὶ τῷ μηδὲν τῶν κρουμάτων αὐτοῦ μήτ’ ἐπὶ τριήρους μήτ’ ἐπὶ κρήνης ἀκηκοέναι, καθάπερ Ἰσμηνίου. | |
575 | Κράντωρ ὁ Σολεὺς ἐθαύμαζεν Ὅμηρον καὶ Εὐριπίδην, λέγων ἐργῶδες [εἶναι ἐν τῷ κυρίῳ] τραγικῶς καὶ συμπαθῶς γράψαι, καὶ προεφέρετο τὸν στίχον τὸν ἐκ τοῦ Βελλεροφόντου· Οἴμοι. —Τί δ’ οἴμοι; θνητά τοι πεπόνθαμεν. | |
580 | Ἦν δὲ δεινὸς ὀνοματοποιῆσαι· ποιητοῦ γοῦν τινος σκίφης μεστοὺς εἶναι τοὺς στίχους εἶπε, καὶ τὰς Θεο‐ φράστου θέσεις ὀστρέῳ γεγράφθαι. Κλεάνθης ὁ μαθητὴς Κράτητος τοσοῦτον γέ‐ γονε φιλόπονος, ὡς καὶ δεύτερος Ἡρακλῆς προσαγο‐ | |
585 | ρευθῆναι· μὴ ἔχων γὰρ ὅθεν τραφείη, τὰς μὲν νύκτας ἤντλει ὕδωρ μισθοῦ, μεθ’ ἡμέραν δὲ τοῖς μαθήμασιν ἐσχόλαζεν, ὅθεν ἐπωνομάσθη Φρεάντλης. Οὗτος τὸ ἀπὸ | |
τοῦ κόπου αὐτοῦ συναχθὲν κέρμα εἰς μέσον ποτὲ ἀγα‐ γὼν τῶν γνωρίμων, ἔφη· «Κλεάνθης μὲν καὶ ἄλλον | 167 | |
590 | Κλεάνθην δύναιτ’ ἂν τρέφειν, εἰ βούλοιτο· οἱ δὲ ἔχοντες ὅθεν τρέφονται, παρ’ ἑτέρων ἐπιζητοῦσι τὰ ἐπιτήδεια, καίπερ ἀνειμένως φιλοσοφοῦντες.» Εἰπόντος τινὸς, Ἀρ‐ κεσίλαον μὴ ποιεῖν τὰ δέοντα, «Παῦσαι, ἔφη, καὶ μὴ ψέγε, εἰ γὰρ καὶ λόγῳ τὸ καθῆκον ἀναιρεῖ, τοῖς γοῦν | |
595 | ἔργοις αὐτὸ τιθεῖ.» Καὶ ὁ Ἀρκεσίλαος, «Οὐ κολακεύο‐ μαι,» φησί· πρὸς ὃν Κλεάνθης, «Ναί [σε] κολακεύω, φησὶ, φάμενος ἄλλα μὲν λέγειν, ἕτερα δὲ ποιεῖν.» Ἐρωτῶντός τινος, τί ὑποθήσεται τῷ υἱῷ, ἔφη· «Τὸ τῆς Ἠλέκτρας, | |
7(600) | Σῖγα, σῖγα, λευκὸν (l. λεπτὸν) ἴχνος ...» Σωσίθεον τὸν ποιητὴν ὑβρίσαντα αὐτὸν, καὶ μετανοή‐ σαντα προσήκατο, εἰπὼν ἄτοπον εἶναι, τὸν μὲν Διό‐ νυσον καὶ τὸν Ἡρακλέα φλυαρουμένους ὑπὸ τῶν ποιητῶν μὴ ὀργίζεσθαι, αὐτὸν δ’ ἐπὶ τῇ τυχούσῃ βλασφημίᾳ | |
605 | δυσχεραίνειν. Λ. Λεύκιππος ὁ Ἐλεάτης ἔλεγεν ἄπειρα εἶναι τὰ πάντα, καὶ εἰς ἄλληλα μεταβάλλειν· τό τε πᾶν εἶναι κενὸν, καὶ πλῆρες σωμάτων· τούς τε κόσμους γίνεσθαι, | |
610 | σωμάτων εἰς τὸ κενὸν ἐμπιπτόντων καὶ ἀλλήλοις περι‐ πλεκομένων. Ἔκ τε τῆς κινήσεως κατὰ αὔξησιν γίνε‐ σθαι τὴν τῶν ἀστέρων φύσιν. Φέρεσθαι δὲ τὸν ἥλιον ἐν μείζονι κύκλῳ παρὰ τὴν σελήνην· τὴν γῆν ὀχεῖσθαι περὶ τὸ μέσον δινουμένην· σχῆμά τε αὐτῆς τυμπανοειδὲς | |
615 | εἶναι. Πρῶτός τε ἀτόμους ἀρχὰς ὑπεστήσατο. Τὸ πᾶν ἄπειρόν φησι, τούτου δὲ τὸ μὲν πλῆρες εἶναι, τὸ δὲ κενόν. Καὶ στοιχεῖά φησι κόσμους τε [ἐκ τούτων] ἀπείρους εἶναι, καὶ διαλύεσθαι εἰς ταῦτα. Γίνεσθαι δὲ τοὺς κόσμους οὕτως· φέρεσθαι κατ’ ἀποτομὴν ἐκ τῆς | |
620 | ἀπείρου πολλὰ σώματα παντοῖα τοῖς σχήμασιν εἰς μέγα κενὸν, ἅπερ ἀθροισθέντα μίαν ἀπεργάζεσθαι δίνην, καθ’ ἣν προσκρούοντα καὶ παντοδαπῶς κυκλούμενα διακρίνεσθαι χωρὶς τὰ ὅμοια πρὸς τὰ ὅμοια· ἰσορρόπων δὲ διὰ τὸ πλῆθος μηκέτι δυναμένων περιφέρεσθαι, τὰ | |
625 | μὲν λεπτὰ χωρεῖν εἰς τὸ ἔξω κενὸν, ὥσπερ διαττόμενα· τὰ δὲ λοιπὰ συμμένειν, καὶ περιπλεκόμενα συγκατα‐ τρέχειν ἀλλήλοις, καὶ ποιεῖν πρῶτόν τι σύστημα σφαι‐ ροειδές. Τοῦτο δὲ οἷον ὑμένα ὑφίστασθαι, περιέχοντα ἐν ἑαυτῷ παντοῖα σώματα, ὧν κατὰ τὴν τοῦ μέσου ἀντέ‐ | |
630 | ρεισιν περιδινουμένων, λεπτὸν γίνεσθαι τὸν πέριξ ὑμένα, συρρεόντων ἀεὶ τῶν συνεχῶν κατ’ ἐπίψαυσιν τῆς δίνης. Καὶ οὕτω γενέσθαι τὴν γῆν, συμμενόντων τῶν ἐνεχθέντων ἐπὶ τὸ μέσον. Αὐτόν τε πάλιν τὸν πε‐ ριέχοντα οἷον ὑμένα αὔξεσθαι, κατὰ τὴν ἐπικράτησιν | |
635 | (ἐπέκρυσιν D.) τῶν ἔξωθεν σωμάτων· δίνῃ τε φερό‐ μενον αὐτὸν ὧν ἂν ἐπιψαύσῃ, ταῦτα ἐπικτᾶσθαι· Τούτων δέ τινα συμπλεκόμενα ποιεῖν σύστημα, τὸ μὲν πρῶτον κάθυγρον καὶ πηλῶδες, ξηρανθέντα δὲ καὶ πε‐ ριφερόμενα σὺν τῇ τοῦ ὅλου δίνῃ, εἶτ’ ἐκπυρωθέντα τὴν | |
640 | τῶν ἄστρων ἀποτελέσαι φύσιν. Εἶναι δὲ τὸν τοῦ ἡλίου κύκλον ἐξώτατον, τὸν δὲ τῆς σελήνης προσγειότατον, τῶν ἄλλων μεταξὺ τούτων ὄντων. Καὶ πάντα μὲν τὰ ἄστρα πυροῦσθαι διὰ τὸ τάχος τῆς φορᾶς, τὸν δὲ ἥλιον καὶ ὑπὸ τῶν ἀστέρων ἐκπυροῦσθαι, τὴν δὲ σελήνην | 168 |
645 | ὀλίγον τοῦ πυρὸς μεταλαμβάνειν. Ἐκλείπειν δὲ ἥλιον καὶ σελήνην, τῷ κεκλίσθαι τὴν γῆν πρὸς μεσημβρίαν. Τὰ δὲ πρὸς ἄρκτῳ ἀεί τε νίφεσθαι καὶ κατάψυχρα εἶναι καὶ πήγνυσθαι. Τὸν [μὲν] ἥλιον ἐκλείπειν σπα‐ νίως, τὴν δὲ σελήνην συνεχῶς, διὰ τὸ ἀνίσους εἶναι τοὺς | |
7(650) | κύκλους αὐτῶν. Εἶναι δὲ, ὥσπερ γενέσεις κόσμου, οὕτω καὶ αὐξήσεις καὶ φθίσεις [καὶ φθορὰς] κατά τινα ἀνάγ‐ κην, ἣν ὁποία ἐστὶν [οὐ] διασαφεῖ. Μ Μενέδημος ὁ Ἐρετριεὺς ἀρχιτέκτονος υἱὸς | |
655 | ἦν, [adde e Diog. οἱ δὲ καὶ σκηνογράφον αὐτὸν εἶναί φασιν, καὶ μαθεῖν ἑκάτερα τὸν Μενέδημον]· ὅθεν γρά‐ ψαντος αὐτοῦ ψήφισμά τι καθήψατό τις Ἀλεξίνειος, εἰπὼν, ὡς οὔτε σκηνὴν οὔτε ψηφίσματα προσήκει τῷ σοφῷ γράφειν. Πεμφθεὶς δὲ φρουρὸς ὑπὸ τῶν Ἐρετριέων | |
660 | εἰς Μέγαρα, ἀνῆλθεν εἰς Ἀκαδημίαν πρὸς Πλάτωνα, καὶ θηραθεὶς κατέλιπε τὴν στρατείαν. Ἦν δὲ σεμνὸς ἱκανῶς, ὅθεν αὐτὸν Κράτης παρῳδῶν φησὶ Φλιάσιόν τ’ Ἀσκληπιάδην, καὶ ταῦρον Ἐρέτρην. Ὁ δὲ Τίμων οὕτω· | |
665 | Λῆρον ἀναστήσας ὀφρυωμένος ἀφροσιβόμβαξ. Οὕτω δ’ ἦν σεμνὸς, ὡς Εὐρύλοχον τὸν Κασσανδρέα μετὰ Κλεϊππίδου Κυζικηνοῦ μειρακίου κληθέντα ὑπ’ Ἀντιγόνου, ἀντειπεῖν· φοβεῖσθαι γὰρ, μὴ Μενέδημος αἴσθοιτο· ἦν γὰρ ἐπικόπτης καὶ παρρησιαστής. Ἀντι‐ | |
670 | γόνου συμβουλευομένου, (τί εἴποι,) εἰ ἐπὶ κῶμον ἀφί‐ κοιτο, σιωπήσας τὰ ἄλλα, μόνον ἐκέλευσεν ἀπαγγεῖλαι, ὅτι βασιλέως υἱός ἐστι. Πρὸς τὸν ἀναίσθητον ἀναφέ‐ ροντά τι αὐτῷ εἰκαίως, ἠρώτησεν, εἰ ἀγρὸν ἔχοι· φή‐ σαντος δὲ καὶ πάμπλειστα κτήματα, «Πορεύου τοίνυν, | |
675 | ἔφη, κἀκείνων ἐπιμελοῦ, μὴ συμβῇ σοι καὶ ταῦτα διαφθεῖραι, καὶ κομψὸν ἰδιώτην ἀποβαλεῖν.» Πρὸς τὸν εἰπόντα πολλὰ τὰ ἀγαθὰ, ἐπύθετο πόσα τὸν ἀρι‐ θμὸν, καὶ εἰ νομίζοι πλείω τῶν ἑκατόν. Ἦν δὲ καὶ ἐκ‐ κλιτὴς καὶ τὰ τῆς σχολῆς ἀδιάφορος· οὔτε γὰρ τάξιν | |
680 | τινὰ ἦν παρ’ αὐτῷ βλέπειν, οὔτε βάθρα κύκλῳ διέ‐ κειτο, ἀλλ’ οὗ ἂν ἕκαστος ἔτυχε περιπατῶν ἢ καθή‐ μενος ἤκουε, καὶ αὐτοῦ τοῦτον τὸν τρόπον διακειμένου. Κράτητος δέ ποτε περιισταμένου αὐτὸν, καὶ καθαπτο‐ μένου εἰς τὸ ὅτι πολιτεύεται, ἐκέλευσέ τισιν εἰς τὸ | |
685 | δεσμωτήριον ἐμβαλεῖν αὐτόν· τὸν δὲ μηδὲν ἧττον τη‐ ρεῖν παριόντα καὶ ὑπερκύπτοντα Ἀγαμεμνόνειόν τε καὶ Ἡγησίπολιν ἀποκαλεῖν. Ἦν δέ πως ἠρέμα καὶ δεισι‐ δαιμονέστερος. Σὺν Ἀσκληπιάδῃ γοῦν ποτὲ κατὰ ἄγνοιαν ἐν πανδοκείῳ κρεάτων ῥιπτουμένων φαγὼν, | |
690 | ἐπεὶ μάθοι, ἐναυτία τε καὶ ὠχρία, ἕως Ἀσκληπιάδης | |
ἐπετίμησεν αὐτῷ ὡς οὐδὲν, εἰπὼν, ἠνώχλησεν αὐτῷ τὰ κρέα [ἀλλ’ ἡ περὶ τούτων ὑπόνοια]. Ἦν δὲ φιλυπόδοχος, καὶ διὰ τὸ νοσῶδες τῆς Ἐρετρίας πλείω συνάγων συμπόσια. Προσεῖχε δὲ Ὁμήρῳ καὶ τοῖς μελι‐ | 169 | |
695 | κοῖς, εἶτα Σοφοκλεῖ καὶ Ἀχαιῷ, ᾧ καὶ τὸ δευτερεῖον ἐν τοῖς Σατύροις, Αἰσχύλῳ δὲ τὸ πρωτεῖον ἀπεδί‐ δου. Πρὸς γοῦν τοὺς ἀντιπολιτευομένους ταῦτα προεφέ‐ ρετο· Ἡλίσκετ’ ἆρα καὶ πρὸς ἀσθενῶν ταχὺς, | |
7(700) | καὶ πρὸς χελώνης ἀετὸς βραχεῖ χρόνῳ. Ταῦτα δέ ἐστιν Ἀχαιοῦ ἐκ τῆς σατυρικῆς Ὀμφάλης· ὥστε προσπταίουσιν οἱ λέγοντες, αὐτὸν μηδὲν ἀνεγνω‐ κέναι πλὴν τῆς Εὐριπίδου Μηδείας. Στίλπωνα ἐπαινῶν ἄλλο μὲν οὐδὲν εἶπε, πλὴν ὅτι ἐλευθέριος. Ἐν δὲ ταῖς | |
705 | ζητήσεσιν ὧδε μάχιμος ἦν, ὡς ὑπώπια φέρων ἀπῄει. Οὕτω δὲ ἦσαν οὗτος καὶ Ἀσκληπιάδης φίλοι, ὥστε Ἀρχεπόλιδος τρισχιλίας αὐτοῖς διαγράψαντος, στηρι‐ ζομένους περὶ τοῦ τίς δεύτερος ἄρῃ, μηδέτερον λαβεῖν. Ἔγημαν δὲ γυναῖκας, Ἀσκληπιάδης μὲν τὴν θυγατέρα, | |
710 | τὴν δὲ μητέρα Μενέδημος· κἀπειδὴ ἐτελεύτησε τῷ Ἀσκληπιάδῃ τὸ γύναιον, ἔλαβε τὸ τοῦ Μενεδήμου· ἐκεῖνός τε αὖ, ἐπειδὴ προὔστη τῆς πολιτείας, πλουσίαν ἔγημεν· ἐπέτρεψε μέντοι τὴν τῆς οἰκίας διοίκησιν τῇ προτέρᾳ γυναικί. Τὰ δὲ συμπόσια οὕτως ἐποιεῖτο· | |
715 | προηρίστα μετὰ δυοῖν ἢ τριῶν ἐς ὃ βραδέως ἦν τῆς ἡμέρας, ἔπειτά τις ἐκάλει τοὺς παραγενομένους, καὶ αὐτοὺς ἤδη δεδειπνηκότας· ὥστε, εἴ τις ἔλθοι θᾶττον, ἀνακάμπτων ἐπυνθάνετο τῶν ἐξιόντων, τί εἴη παρα‐ κείμενον, καὶ πῶς ἔχοι τοῦ χρόνου. Εἰ μὲν οὖν λάχα‐ | |
720 | νον ἦν ἢ τάριχον, ἀνεχώρουν, εἰ δὲ κρεάδιον, εἰσ‐ ῄεσαν. Ἦν δὲ τοῦ μὲν θέρους ψίαθος ἐπὶ τῶν κλινῶν, τοῦ δὲ χειμῶνος κώδιον, προσκεφάλαιον δ’ αὑτῷ φέρειν ἔδει. Τό τε περιαγόμενον ποτήριον οὐ μεῖζον κοτυ‐ λιαίου· τράγημα θέρμος ἢ κύαμος, ἔστι δ’ ὅτε καὶ τῶν | |
725 | ὡρίων ἄπιος ἢ ῥοιὰ ἢ ὄχναι (l. ὦχροι) ἢ νὴ Δί’ ἰσχά‐ δες. Λυκόφρων δὲ γράψας αὐτοῦ ἐγκώμιον, περὶ τούτου φησίν· Ὡς ἐκ βραχείας δαιτὸς ἡ βαιὰ κύλιξ αὐτοῖς κυκλεῖται πρὸς μέτρον, τράγημα δὲ | |
730 | ὁ σωφρονιστὴς τοῖς φιληκόοις λόγος. Τοῦτόν φασι τυράννων πολλάκις ἐλευθερῶσαι τὴν πα‐ τρίδα· φοιτᾶν γοῦν καὶ πρὸς Ἀντίγονον, καὶ βούλεσθαι ἐλευθερῶσαι πάλιν αὐτήν· τοῦ δὲ μὴ εἴκοντος, ἐπ’ ἀθυμίας ἀσιτήσαντα ἑπτὰ ἡμερῶν τὸν βίον μεταλ‐ | |
735 | λάξαι. Μέλισσος ἔλεγε τὸ πᾶν ἄπειρον εἶναι, καὶ ἀναλλοίωτον καὶ ἀκίνητον καὶ ἓν ὅμοιον ἑαυτῷ καὶ πλῆρες, κίνησίν τε μὴ εἶναι, δοκεῖν δὲ εἶναι. Καὶ περὶ θεῶν ἔλεγε μὴ δεῖν ἀποφαίνεσθαι, μὴ γὰρ εἶναι γνῶσιν | |
740 | αὐτῶν. Ν. Νικόλαος φιλόσοφος, ὁ Δαμασκηνὸς, τοσοῦτον ἠγαπήθη παρὰ τοῦ Αὐγούστου Καίσαρος, ὥστε τοὺς ὑπ’ ἐκείνου πεμπομένους πλακοῦντας τῷ Καίσαρι | 170 |
745 | Νικολάους αὐτὸν καλεῖν. Καὶ διαμένει τοῦτο ἄχρι τῆς σήμερον. Νουμήνιος Πυθαγορικὸς φιλόσοφος, ὁ Ἀπα‐ μεὺς, τὴν Πλάτωνος διάνοιαν ἤλεγξεν, ὡς ἐκ τῶν Μω‐ σαϊκῶν βιβλίων τὰ περὶ θεοῦ καὶ κόσμου ἀποσυλή‐ | |
7(750) | σασαν· διὸ καὶ φησί· «Τί γάρ ἐστι Πλάτων ἢ Μωσῆς ἀττικίζων;» Νέστωρ ἐποποιὸς, ὁ ἐκ Λυκίας, ἔγραψεν Ἰλιάδα λειπογράμματον. Ἔστι γὰρ ἐν τῷ αʹ μὴ εὑρίσκεσθαι α, καὶ κατὰ ῥαψῳδίαν οὕτω τὸ ἑκάστης ἐκλιμπάνειν | |
755 | στοιχεῖον. Ἐποίησε δὲ καὶ Τρυφιόδωρος Ὀδύσσειαν ὁμοίως αὐτῷ. Ξ. Ξάνθος, Λυδὸς ἱστορικὸς, ἐν τῇ δευτέρᾳ τῶν Λυδιακῶν ἱστοριῶν φησὶν ὅτι πρῶτος Γύγης ὁ Λυδῶν | |
760 | βασιλεὺς γυναῖκας εὐνούχισεν, ὅπως αὐταῖς χρῷτο ἀεὶ νεαζούσαις. Ξενοκράτης ὁ φιλόσοφος, πέμψαντος αὐτῷ τοῦ Μακεδόνος Ἀλεξάνδρου χρυσοῦ τριάκοντα τάλαντα, ἀπέπεμψεν, εἰπὼν βασιλέα δεῖσθαι χρημάτων, οὐ φι‐ | |
765 | λόσοφον. Ἀντιπάτρου ποτὲ ἐλθόντος εἰς Ἀθήνας, καὶ ἀσπασαμένου τοῦτον, οὐ πρότερον ἀντιπροσηγόρευσε, πρὶν ἢ τὸν λόγον, ὃν ἔλεγε, διαπεράνασθαι. Ἀτυφότατος δὲ ὢν, πολλάκις ἑαυτῷ τῆς ἡμέρας ἐμελέτα, καὶ ὥραν μίαν, φασὶν, ἀπένεμε σιωπῇ. Ἀθηναῖον δ’ ὅμως αὐτὸν | |
770 | τοιοῦτον ὄντα ἐπίπρασκόν ποτε, τὸ μετοίκιον ἀτονοῦντα θεῖναι· καὶ αὐτὸν ὠνεῖται Δημήτριος ὁ Φαληρεὺς, καὶ ἑκάτερον ἀποκατέστησε, Ξενοκράτει μὲν τὴν ἐλευθερίαν, Ἀθηναίοις δὲ τὸ μετοίκιον. Ξενοφάνης ὁ Κολοφώνιος ἔλεγε τέσσαρα εἶναι | |
775 | τῶν ὄντων στοιχεῖα, κόσμους δ’ ἀπείρους, (οὐ) παραλ‐ λάκτους δέ· τὰ νέφη συνίστασθαι, τῆς ἀφ’ ἡλίου ἀτμίδος ἀναφερομένης καὶ αἰρούσης αὐτὰ εἰς τὸ περιέχον. Οὐσίαν θεοῦ σφαιροειδῆ, μηδὲν ὅμοιον ἔχουσαν ἀν‐ θρώπῳ· ὅλον δὲ ὁρᾶν καὶ ὅλον ἀκούειν, μὴ μέντοι | |
780 | ἀναπνεῖν. Σύμπαντά τε εἶναι νοῦν καὶ φρόνησιν καὶ ἀΐδιον. Πρῶτός τε ἀπεφήνατο, ὅτι πᾶν τὸ γινόμενον φθαρτόν ἐστι, καὶ ἡ ψυχὴ πνεῦμα. Ἔφη τε καὶ τὰ | |
πολλὰ ἥσσω νοῦ εἶναι. Καὶ τοῖς τυράννοις ἐντυγχάνειν ἢ ὡς ἥκιστα ἢ ὡς ἥδιστα. Ἐμπεδοκλέους εἰπόντος | 171 | |
785 | αὐτῷ, ὅτι ἀνεύρετός ἐστιν ὁ σοφὸς, «Εἰκότως, ἔφη· σοφὸν γὰρ εἶναι δεῖ τὸν ἐπιγνωσόμενον τὸν σοφόν.» Πρῶτος δὲ εἶπεν, ἀκατάληπτα εἶναι τὰ πάντα. Ο. Ὅμηρος ἱστορεῖται γενέσθαι τυφλὸς, ὡς μὴ | |
790 | ἡττηθεὶς ἐπιθυμίας, ἣ διὰ τῶν ὀφθαλμῶν ἔρχεται. Π. Παλαμήδης εὗρε τὸ ζ καὶ π καὶ φ καὶ χ στοιχεῖα. Πίνδαρος ὁ λυρικὸς αἰτήσας τὸ κάλλιστον | |
795 | αὐτῷ δοθῆναι τῶν ἐν τῷ βίῳ, ἀθρόον ἀπέθανεν ἐν θεά‐ τρῳ, ἀνακεκλιμένος εἰς τὰ τοῦ ἐρωμένου αὐτοῦ Θεοξένου γόνατα. Πλάτων ὁ φιλόσοφος λέγεται μὴ γάμον τινὰ μηδὲ ὁμιλίαν σώματος καθάπαξ ἀνέχεσθαι. Φασὶ δὲ, | |
7(800) | ὡς ἔκ τινος θείας ὄψεως ἡ μήτηρ αὐτοῦ ἔγκυος γέγονεν, ἐπιφανέντος αὐτῇ τοῦ Ἀπόλλωνος. Καὶ ἡνίκα ἔτεκε τὸν Πλάτωνα, τότε αὐτῇ ὁ ἀνὴρ συνεγένετο. Πλατὺς δὲ ὢν τὰ στέρνα ἢ τὸ μέτωπον Πλάτων προσηγορεύθη. Οἱ δὲ ὡς πλατὺν ἐν λόγοις οὕτω φασὶ κληθῆναι. Τίμων δὲ | |
805 | κωμῳδῶν αὐτὸν ἐν Σίλλοις φησί· Τῶν πάντων ἡγεῖτο πλατύστατος, ἀλλ’ ἀγορητὴς ἡδυεπὴς τέττιξιν ἰσογράφος, οἵ θ’ Ἑκαδήμου δένδρει ἐφεζόμενοι ὄπα λειριόεσσαν ἱᾶσιν. Πρότερον γὰρ ἡ Ἀκαδημία τὸ χωρίον Ἑκαδημία ἐκα‐ | |
810 | λεῖτο. Οὗτος μίξιν ἐποιήσατο τῶν τε Ἡρακλειτείων λόγων, Πυθαγορικῶν καὶ Σωκρατικῶν. Τὰ μὲν γὰρ αἰσθητὰ καθ’ Ἡράκλειτον, τὰ δὲ νοητὰ κατὰ Πυθαγό‐ ραν, τὰ δὲ πολιτικὰ κατὰ Σωκράτην ἐφιλοσόφει. Ὠφέ‐ ληται δὲ πολλὰ παρ’ Ἐπιχάρμου. Φησὶ γὰρ ὁ Ἐπί‐ | |
815 | χαρμος (l. ὁ Ἄλκιμος)· «Λέγουσιν οἱ σοφοὶ τὴν ψυ‐ χὴν τὰ μὲν διὰ τοῦ σώματος αἰσθάνεσθαι, οἷον ἀκούουσαν, βλέπουσαν, τὰ δ’ αὐτὴν καθ’ αὑτὴν ἐνθυ‐ μεῖσθαι μηδὲν τῷ σώματι χρωμένην· διὸ καὶ τῶν ὄντων τὰ μὲν αἰσθητὰ εἶναι, τὰ δὲ νοητά. Ὧν ἕνεκα | |
820 | καὶ Πλάτων ἔλεγεν, ὅτι δεῖ τοὺς συνιδεῖν τὴν τοῦ παντὸς ἀρχὴν ἐπιθυμοῦντας πρῶτον μὲν αὐτὰς καθ’ αὑτὰς διελέσθαι τὰς ἰδέας, οἷον ὁμοιότητα καὶ μονάδα καὶ πλῆθος καὶ μέγεθος καὶ στάσιν καὶ κίνησιν· δεύτερον | |
αὐτὸ καθ’ αὑτὸ τὸ καλὸν καὶ ἀγαθὸν καὶ δίκαιον καὶ | 172 | |
825 | τὰ τοιαῦτα ὑποθέσθαι· τρίτον δὲ τῶν ἰδεῶν συνιδεῖν ὅσαι πρὸς ἀλλήλας εἰσὶν, οἷον ἐπιστήμην ἢ μέγεθος ἢ δεσποτείαν, ἐνθυμουμένους ὅτι τὰ παρ’ ἡμῖν, διὰ τὸ μετέχειν ἐκείνων, ὁμώνυμα ἐκείναις ὑπάρχει· λέγω δὲ, οἷον δίκαια μὲν ὅσα τοῦ δικαίου, καλὰ δὲ ὅσα τοῦ κα‐ | |
830 | λοῦ. Ἔστι δὲ τῶν εἰδῶν ἓν ἕκαστον ἀΐδιόν τε καὶ νόημα καὶ πρὸς τούτοις ἀπαθές. Διὸ καί φησιν ἐν τῇ φύσει τὰς ἰδέας ἑστάναι καθάπερ παραδείγματα, τὰ δ’ ἄλλα ταύταις ἐοικέναι, τούτων ὁμοιώματα καθεστῶτα. Ὁ τοίνυν Ἐπίχαρμος περί τε τοῦ ἀγαθοῦ καὶ περὶ τῶν | |
835 | ἰδεῶν οὕτω λέγει· Α. Ἆρ’ ἔστιν αὔλησίς τι πρᾶγμα; Β. Πάνυ μὲν ὦν. Α. Ἄνθρωπος ὦν αὔλησίς ἐστιν; Β. Οὐδαμῶς. Α. Φέρ’ ἴδω; τίς αὐλητάς; τίς εἶμέν τοι δοκεῖ; ἄνθρωπος. Οὐ γάρ; Β. Πάνυ μὲν ὦν. Α. Οὐκ ὦν δοκεῖ | |
840 | οὕτως ἔχειν τοι καὶ περὶ τὠγαθῶ; τὸ μὲν ἀγαθὸν τὶ πρᾶγμ’ εἶμεν καθ’ αὖθ’· ὅστις δέ κα εἰδῇ μαθὼν τῆν’, ἀγαθὸς ἤδη γίγνεται.» Οὗτος ὁ Πλάτων Χαβρίᾳ συνείπετο τῷ στρατηγῷ φεύ‐ γοντι θανάτου, μηδενὸς τῶν πολιτῶν τοῦτο πρᾶξαι | |
845 | βουληθέντος. Ὅτε καὶ ἀνιόντι αὐτῷ εἰς τὴν ἀκρόπολιν σὺν τῷ Χαβρίᾳ Κρωβύλος ὁ συκοφάντης ἀπαντήσας φησίν· «Ἄλλῳ συναγορεύσων ἥκεις, ἀγνοῶν ὅτι καὶ σὲ τὸ Σωκράτους κώνειον ἀναμένει;» Ὁ δ’ ἔφη· «Καὶ ὅτε ὑπὲρ τῆς πατρίδος ἐστρατευόμην, ὑπέμενον τοὺς κινδύ‐ | |
7(850) | νους, καὶ νῦν ὑπὲρ τοῦ καθήκοντος διὰ φίλον ὑπομενῶ.» Τοιοῦτος δὲ ὢν ὅμως ἐσκώφθη καὶ αὐτὸς ὑπὸ τῶν κω‐ μικῶν. Θεόπομπος γοῦν φησίν· Ἓν γάρ ἐστιν οὐδὲ ἓν, τὰ δὲ δύο μόλις ἕν ἐστι, ὥς φησι Πλάτων. | |
855 | Ἀλλὰ καὶ Ἀναξανδρίδης· Ὅτε τὰς μορίας ἔτρωγεν ὥσπερ [καὶ] Πλάτων. Καὶ Τίμων παραγραμματίζων αὐτόν· Ὡς ἀνέπλαττε Πλάτων πεπλασμένα θαύματα εἰδώς. Ἄλεξις· | |
860 | Εἰς καιρὸν ἥκεις, ὡς ἔγωγ’ ἀπορουμένη ἄνω κάτω τε περιπατοῦς’, ὥσπερ Πλάτων, σοφὸν οὐδέν’ εὕρηκ’, ἀλλὰ κοπιῶ τὰ σκέλη. Καὶ πάλιν· Λέγεις περὶ ὧν οὐκ οἶσθα συγγενῶς τρέχων | |
865 | Πλάτωνι, καὶ γνώσει λίτρον καὶ κρόμμυον. Ἄμφις Ἀμφικράτει· Τὸ δ’ ἀγαθὸν, ὅ τί ποτ’ ἐστὶν, οὗ σὺ τυγχάνειν μέλλεις διὰ ταύτην, ἧττον οἶδα τοῦτ’ ἐγὼ, ὦ δέσποτ’, ἢ τὸ Πλάτωνος ἀγαθόν. | |
870 | Ὁ Πλάτων περὶ μὲν ὧν κατείληφεν, ἀποφαίνεται, τὰ δὲ ψεύδη διελέγχει, περὶ δὲ τῶν ἀδήλων ἐπέχει. Καὶ περὶ μὲν τῶν αὐτῷ δοκούντων ἀποφαίνεται διὰ τεσσάρων προσώπων, Σωκράτους, Τιμαίου, [τοῦ Ἀθη‐ ναίου ξένου, τοῦ Ἐλεάτου ξένου]· περὶ δὲ τῶν ψευδῶν | |
875 | ἐλεγχομένους εἰσάγει Θρασύμαχον, Καλλικλέα, Πῶ‐ λον, Γοργίαν. Ἔλεγε δὲ, τὴν μὲν ψυχὴν ἀρχὴν ἔχειν | |
ἀριθμητικὴν, τὸ δὲ σῶμα γεωμετρικήν· ὡρίζετο δὲ αὐ‐ τὴν ἰδέαν τοῦ πάντη διεστῶτος πνεύματος, αὐτοκίνητόν τε εἶναι. | 173 | |
880 | Πύρρων ὁ Ἠλεῖος Ἀναξάρχῳ συνακολουθῶν, καὶ τοῖς γυμνοσοφισταῖς καὶ τοῖς μάγοις συνέμιξεν. Οὗτος τὸ τῆς ἀκαταληψίας καὶ ἐποχῆς εἶδος εἰσήγαγεν· οὐδὲν γὰρ ἔφασκεν οὔτε καλὸν οὔτε αἰσχρὸν οὔτε δί‐ καιον οὔτε ἄδικον. Καὶ ὁμοίως ἐπὶ πάντων, μηδὲν | |
885 | εἶναι τῇ ἀληθείᾳ, νόμῳ δὲ καὶ ἔθει πάντα τοὺς ἀνθρώ‐ πους πράττειν· οὐ γὰρ μᾶλλον τόδε ἢ τόδε εἶναι ἕκα‐ στον. Φασὶ δὲ αὐτὸν ἐκπατεῖν καὶ ἐρημάζειν, σπανίως ἐπιφαινόμενον τοῖς οἴκοι. Τοῦτο δὲ ποιεῖν ἀκούσαντα Ἰνδοῦ τινὸς ὀνειδίζοντος Ἀναξάρχῳ, ὡς οὐκ ἂν ἕτερόν | |
890 | τινα διδάξαι οὗτος ἀγαθὸν, αὐτὸς αὐλὰς βασιλικὰς θε‐ ραπεύων. Ἀεί τε εἶναι ἐν τῷ αὐτῷ καταστήματι· ὥστε, εἰ καί τις αὐτὸν καταλίποι μεταξὺ λέγοντα, αὑτῷ δια‐ περαίνειν τὸν λόγον. Πολλάκις τε καὶ ἀπεδήμει μηδενὶ προειπὼν, καὶ συνερέμβετο οἷστισιν ἤθελε. Καταλη‐ | |
895 | φθεὶς δέ ποτε αὑτῷ λαλῶν, καὶ ἐρωτηθεὶς τὴν αἰτίαν, ἔφη, μελετᾶν χρηστὸς εἶναι. Ἐν ταῖς ζητήσεσιν ὑπ’ οὐδενὸς κατεφρονεῖτο, διὰ τὸ [δι]εξοδικῶς λέγειν, καὶ πρὸς ἐρώτησιν. Οὕτω δ’ ὑπὸ τῆς πατρίδος ἐτιμήθη, ὥστε καὶ ἀρχιερεὺς κατέστη, καὶ δι’ ἐκεῖνον πᾶσι τοῖς | |
7(900) | φιλοσόφοις ἀτέλεια ἐψηφίσθη. Εὐσεβῶς καὶ τῇ ἀδελφῇ συνεβίω μαιευούσῃ. Καὶ φέρων εἰς τὴν ἀγορὰν, ἐπί‐ πρασκεν ὀρνίθια, εἰ τύχοι, καὶ χοιρίδια. Καὶ τὰ ἐπὶ τῆς οἰκίας ἐκάθαιρεν ἀδιαφόρως. Καὶ χολήσας τι περὶ τῆς ἀδελφῆς (Φιλίστα ἐκαλεῖτο), πρὸς δὴ τὸν λαβόμενον | |
905 | εἶπεν, ὡς οὐκ ἐν γυναίῳ ἐπίδειξις τῆς ἀδιαφορίας. Καὶ κυνός ποτε ἐπενεχθέντος διασοβηθεὶς εἶπε πρὸς τὸν αἰτιασάμενον, ὡς χαλεπὸν εἴη [ὁλοσχερῶς] ἐκδῦναι τὸν ἄνθρωπον· διαγωνίζεσθαι δὲ πρῶτον μὲν ὡς οἷόν τε τοῖς ἔργοις πρὸς τὰ πράγματα, εἴ γε μὴ, τῷ γε λόγῳ. | |
910 | Ποτάμωνα τὸν Μιτυληναῖον ῥήτορα εἰς τὴν πατρίδα ἐπανιόντα ποτὲ ὁ Καῖσαρ Τιβέριος τοιούτοις ἐφωδίαζε γράμμασι· «Ποτάμωνα τὸν Λεσβώνακτος εἴ τις ἀδικεῖν τολμήσει, σκεψάσθω, εἴ μοι δυνήσεται πολεμεῖν.» | |
915 | Σ. Σίβυλλα Ῥωμαϊκὴ λέξις ἐστὶν, ἑρμηνευομένη προφῆτις. Ὅθεν αἱ θήλειαι μάντιδες ἑνὶ ὀνόματι σίβυλ‐ λαι ὠνομάζοντο. Γεγόνασι δὲ Σίβυλλαι δέκα, ὧν πρώτη ἡ Χαλδαία ἡ περὶ Χριστοῦ προφητεύσασα. Εἰ δὲ οἱ | |
920 | στίχοι αὐτῆς ἀτελεῖς εὑρίσκονται, καὶ ἄμετροι, οὐκ αὐ‐ τῆς ἡ αἰτία, ἀλλὰ τῶν ταχυγράφων, ἀσυμφθασάντων τῇ ῥύμῃ τοῦ λόγου· ἅμα γὰρ τῇ ἐπιπνοίᾳ ἐπέπαυτο ἡ τῶν λεγομένων μνήμη. Στησίχορος ὁ λυρικὸς γράψας ψόγον Ἑλένης | |
925 | ἐτυφλώθη· πάλιν δὲ γράψας Ἑλένης ἐγκώμιον, ἀνέ‐ βλεψεν. Ἐκλήθη δὲ Στησίχορος, ὡς πρῶτος ἐν κιθαρῳ‐ | |
δίᾳ στήσας χορόν· πρότερον γὰρ Τισίας ἐλέγετο. Σαπφὼ ἡ Λεσβία δι’ ἔρωτα Φάωνος τοῦ Μι‐ τυληναίου ἐκ τοῦ Λευκάτα κατεπόντισεν ἑαυτήν. | 174 | |
930 | Σοφοκλῆς ὁ τραγικὸς μέλιττα ἐκαλεῖτο διὰ τὸ ἡδύ. Σώφρων Συρακούσιος, Ἀγαθοκλέους, ἔγραψε καταλογάδην Δωρίδι διαλέκτῳ μίμους ἀνδρείους καὶ γυναικείους. Καί φασι Πλάτωνα τὸν φιλόσοφον ἀεὶ | |
935 | ἐντυγχάνειν αὐτοῖς, ὡς καὶ καθεύδειν ἐπ’ αὐτῶν ἔσθ’ ὅτε. Στίλπων ὁ Μεγαρεὺς τοιοῦτον εὑρησιλογίᾳ καὶ σοφιστείᾳ προῆγε τοὺς ἄλλους, ὥστε μικροῦ δεῆσαι πᾶσαν τὴν Ἑλλάδα ἀφορῶσαν εἰς αὐτὸν μεγαρίσαι. | |
940 | Ἀπέσπασε μὲν οὖν καὶ ἄλλους πολλοὺς, Δίφιλον δὲ τὸν Βοσποριανὸν καὶ Μύρμηκα τὸν Ἐξαινέτου, παραγενο‐ μένους ὡς ἐλέγξοντας, ζηλωτὰς ἔσχε. Τοῦτον ἀπεδέχετο καὶ Πτολεμαῖος ὁ Σωτήρ· καὶ ἐγκρατὴς Μεγάρων γενό‐ μενος, ἐδίδου τε ἀργύριον αὐτῷ, καὶ παρεκάλει εἰς | |
945 | Αἴγυπτον συμπλεῖν. Ὁ δὲ μέτριον μέν τι τἀργυριδίου προσήκατο, ἀρνησάμενος δὲ τὴν ὁδὸν, μετῆλθεν εἰς Αἴγιναν, ἕως ἐκεῖνος ἀπέπλευσεν. Ἀλλὰ καὶ Δημήτριος ὁ Ἀντιγόνου καταλαβὼν τὰ Μέγαρα, τήν τε οἰκίαν αὐτοῦ φυλαχθῆναι, καὶ πάντα τὰ ἁρπασθέντα προὐ‐ | |
7(950) | νόησεν ἀποδοθῆναι. Ὅτε καὶ βουλομένῳ παρ’ αὐτοῦ τῶν ἀπολωλότων ἀναγραφὴν λαβεῖν, ἔφη μηδὲν τῶν ἰδίων ἀπολωλεκέναι· παιδείαν γὰρ μηδένα ἐξενηνοχέναι, τόν τε λόγον ἔχειν καὶ τὴν ἐπιστήμην. Καὶ αὐτῷ διαλε‐ χθεὶς περὶ ἀνθρώπων εὐεργεσίας, οὕτως εἷλεν ὥστε προσ‐ | |
955 | έχειν αὐτῷ. Ἦν δὲ ἀληθῶς κομψότατος καὶ ἀφελὴς καὶ ἀνεπίπλαστος πρός τε τὸν ἰδιώτην εὔθετος. Οὗ‐ τος ἰδὼν τὸν Κράτητα χειμῶνος συγκεκαυμένον· «Ὦ Κράτης, εἶπε, δοκεῖς μοι χρείαν ἔχειν ἱματίου καινοῦ», ἤτοι νοῦ καὶ ἱματίου. Καὶ ὃς παρῳδήσας εἶπεν εἰς | |
960 | αὐτὸν οὕτω· Καὶ μὴν Στίλπων’ εἰσεῖδον χαλέπ’ ἄλγε’ ἔχοντα ἐν Μεγάροις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς. Ἐνθάδ’ ἐρίζεσκεν, πολλοὶ δ’ ἀμφ’ αὐτὸν ἑταῖροι· τὴν δ’ ἀρετὴν παρὰ γράμμα διώκοντες κατέτριβον. | |
965 | Οὗτος ὁ Στίλπων γηράσας καὶ νοσήσας οἶνον προσή‐ κατο, ὡς τάχιον ἀποθάνῃ· ὃ καὶ γέγονεν. Οὗτος ἀνῄρει τὰ εἴδη· καὶ ἔλεγε τὸν λέγοντα ἄνθρωπον εἶναι μηδένα· οὔτε γὰρ τόνδε εἶναι οὔτε τόνδε· τί γὰρ μᾶλλον τόνδε ἢ τόνδε; οὐδ’ ἄρα τόνδε. Καὶ πάλιν· τὸ λάχανον οὐκ | |
970 | ἔστι τὸ δεικνύμενον· λάχανον γὰρ ἦν πρὸ μυρίων ἐτῶν· οὐκ ἄρα ἐστὶ τοῦτο λάχανον. Τ. Τίμαιος Ταυρομενίτης γραοσυλλέκτρια ἐλέ‐ | |
γετο, διὰ τὸ τὰ τυχόντα ἀναγράφειν. | 175 | |
975 | Τιμόλαος ὁ Λαρισσαῖος ῥήτωρ ἐδιπλασίασε τὴν Ἰλιάδα, παρεμβαλὼν στίχον πρὸς στίχον. Ἔχει δὲ οὕτως· Μῆνιν ἄειδε, θεὰ, Πηληιάδεω Ἀχιλῆος, ἣν ἔθετο Χρύσου κεχολωμένος εἵνεκα κούρης, | |
980 | οὐλομένην, ἣ μυρί’ Ἀχαιοῖς ἄλγε’ ἔθηκε μαρναμένοις, ὅτε Τρωσὶν ἄτερ πολέμιζον ἄνακτος. Πολλὰς δ’ ἰφθίμους ψυχὰς Ἀΐδι προΐαψεν Ἕκτορος ἐν παλάμῃσι δαϊζομένων ὑπὸ δουρί. Τριβωνιανὸς κολακεύων Ἰουστινιανὸν βα‐ | |
985 | σιλέα, ἔπειθεν αὐτὸν, ὅτι οὐκ ἀποθανεῖται, ἀλλὰ μετὰ σαρκὸς εἰς οὐρανὸν ἁρπαγήσεται. Ἦν δὲ ὁ Τριβω‐ νιανὸς Ἕλλην καὶ ἄθεος. Τυρταῖόν φασι τὸν ἐλεγειοποιὸν τοῖς μέλεσι χρησάμενον, ὅτε Λακεδαιμόνιοι Μεσσηνίοις ἐπολέμουν, | |
990 | παροτρῦναι Λακεδαιμονίους, καὶ ταύτῃ ἐπικρατεστέ‐ ρους ποιῆσαι. Τυραννίων ὁ Ἐμισηνὸς (l. Ἀμισηνὸς), Θεό‐ φραστος πρὶν καλούμενος, μετεκλήθη Τυραννίων, ὡς κατατρέχων τῶν ὁμοσχόλων. Οὗτος αἰχμάλωτος ὑπὸ | |
995 | Λουκούλλου ληφθεὶς, καὶ πλούσιος ἐν Ῥώμῃ γενόμε‐ νος, ἐκτήσατο βιβλίων ὑπὲρ τὰς τρεῖς μυριάδας. Υ. Ὑπατία, ἡ Θέωνος θυγάτηρ τοῦ Ἀλεξανδρέως φιλοσόφου, καὶ αὐτὴ φιλόσοφος, διεσπάσθη ὑπὸ Ἀλε‐ | |
7(1000) | ξανδρέων, καὶ τὸ σῶμα αὐτῆς ἐνυβρισθὲν καθ’ ὅλης τῆς πόλεως διεσπάρη. Τοῦτο δὲ πέπονθε διὰ τὴν ὑπερβάλ‐ λουσαν σοφίαν, καὶ μάλιστα εἰς τὰ περὶ ἀστρονο‐ μίας. Φ. | |
1005 | Φαίδων Ἠλεῖος, ὁ Σωκράτους μαθητὴς, αἰ‐ χμάλωτος ὑπὸ Ἰνδῶν ληφθεὶς, εἶτα πραθεὶς πορνο‐ βοσκῷ τινι, προέστη ὑπ’ αὐτοῦ πρὸς ἑταίρησιν ἐν Ἀθήναις. Ἐντυχὼν δὲ Σωκράτει ἐξηγουμένῳ, ἠράσθη τῶν λόγων αὐτοῦ, καὶ αἰτεῖ λύσασθαι. Ὁ δὲ πείθει | |
1010 | Ἀλκιβιάδην πρίασθαι αὐτόν· καὶ ἦν τὸ ἐντεῦθεν φιλό‐ σοφος. Οὗτος ἦρξε τῆς ἀπ’ αὐτοῦ κληθείσης Ἠλεια‐ κῆς αἱρέσεως, ἥτις ὕστερον ὑπὸ Μενεδήμου τοῦ Ἐρε‐ τριέως Ἐρετριακὴ προσηγορεύθη. Φερεκύδην τὸν Σύριον (ἔστι δὲ μία τῶν Κυ‐ | |
1015 | κλάδων νήσων ἡ Σύρα) φασὶν οὐ σχεῖν διδάσκαλον, ἀλλ’ ἑαυτὸν ἀσκῆσαι κτησάμενον τὰ Φοινίκων ἀπό‐ κρυφα βιβλία. Οὗτος πρῶτος τὸν περὶ μετεμψυχώσεως | |
λόγον εἰσήνεγκε. Γέγονε δὲ φθειρόβρωτος. Φιλήμων ὁ Συρακούσιος ὑπὸ σφοδροῦ γέλω‐ | 176 | |
1020 | τος ἐτελεύτησεν, ὡς δὴ καὶ Φιλιστίων ὁ Νικαεὺς, εἰς ὃν καὶ ἔστι τοῦτο τὸ ἐπίγραμμα· Ὁ τὸν πολυστένακτον ἀνθρώπων βίον γέλωτι μίξας Νικαιεὺς Φιλιστίων. Οὗτος ἔγραψε τὸν Φιλόγελων. | |
1025 | Φιλίσκον τὸν Μιλήσιον ῥήτορα, πρότερον αὐλητὴν ὄντα παραδοξότατον, Ἰσοκράτης ὁ ῥήτωρ αὐ‐ λοτρύπην ἐκάλεσεν. Φιλητᾶς ὁ Κῶος ἰσχνωθεὶς ἐκ τοῦ ζητεῖν τὸν καλούμενον ψευδόμενον λόγον ἀπέθανε. | |
1030 | Φίλων ὁ Ἑβραῖος τοσαύτην πρὸς Πλάτωνα ὁμοιότητα ἔσχε κατά τε φράσιν καὶ διάνοιαν, ὡς εἰς παροιμίαν παρ’ Ἕλλησι τοῦτο χωρῆσαι· ἢ Πλάτων φιλωνίζει ἢ Φίλων πλατωνίζει. Φιλόστρατος ὁ Λήμνιος, ὁ τὰς Εἰκόνας γρά‐ | |
1035 | ψας, υἱὸς ἦν τοῦ πρώτου σοφιστοῦ Φιλοστράτου Λη‐ μνίου. Οὗτος ὁ δεύτερος ἐσοφίστευσεν ἐν Ἀθήναις, εἶτα ἐν Ῥώμῃ, ἐπὶ Σεβήρου τοῦ βασιλέως. Χ. Χοιρίλος Σάμιος, ποιητὴς, ἔγραψε τὴν | |
1040 | Ἀθηναίων νίκην κατὰ Ξέρξου, ἐφ’ οὗ ποιήματος κατὰ στίχον στατῆρα χρυσοῦν ἔλαβε, καὶ σὺν τοῖς Ὁμήρου ἀναγινώσκεσθαι ἐψηφίσθη. Χρύσιππον τὸν φιλόσοφον αἰτιῶνταί τινες προ‐ νοεῖν λέγοντα ὅπως ποριστέον τῷ σοφῷ. Φασὶ γὰρ, τί‐ | |
1045 | νος χάριν ποριστέον αὐτῷ· εἰ μὲν γὰρ τοῦ ζῆν ἕνεκα, ἀδιάφορον τὸ ζῆν· εἰ δὲ ἡδονῆς, καὶ αὐτὴ ἀδιάφορον· εἰ δὲ τῆς ἀρετῆς, αὐτάρκης αὕτη πρὸς εὐδαιμονίαν. Κα‐ ταγέλαστοι δέ φασι καὶ οἱ τρόποι τοῦ πορισμοῦ, οἷον οἱ ἀπὸ βασιλέως· εἴκειν γὰρ αὐτῷ δεήσει· καὶ οἱ ἀπὸ | |
7(1050) | φιλίας· λήμματος γὰρ ὤνιος ἡ φιλία ἔσται· καὶ οἱ ἀπὸ σοφίας· μισθαρνήσει γὰρ ἡ σοφία. Τοῦτον τὸν Χρύ‐ σιππόν φασιν ἧξαι ἐπὶ φιλοσοφίαν, τῆς οὐσίας αὐτοῦ τῆς | |
πατρῴας εἰς τὸ βασιλικὸν ἀναληφθείσης. Τέλος. | 177 |