TLG 2274 006 :: HESYCHIUS Illustrius :: Patria Constantinopoleos (= liber vi operis Historia Romana atque omnigena) (variae lectiones e cod. Angelico gr. 22) HESYCHIUS Illustrius Hist. Patria Constantinopoleos (= liber vi operis Historia Romana atque omnigena) (variae lectiones e cod. Angelico gr. 22) p. 8: fragmentum est non Hesychii Citation: Section — (line) | ||
1 | contraxit Ang.: ἀλλ’ οὕτω μὲν ἡ Κωνσταντινούπολις κοσμίως ἐναπετελέσθη μετὰ δύο καὶ ἑξή‐ κοντα καὶ τριακοσίων ἀπὸ τῆς Αὐγούστου Καίσαρος μοναρχίας ἐνιαυτῶν. Ἄξιον δὲ καὶ τὰ ταύτης τῆς βασιλίδος πάτρια | |
5 | προσειπεῖν ὅπως τε ἐξ ἀρχῆς αὕτη γέγονε καὶ ὑπὸ τίνων ἄνωθεν ἐπῳκίσθη ἐκ τῶν ἀρχ. ποιητῶν καὶ συγγρ. ἀναλαβόμενοι τὴν | |
---|---|---|
ὑπόθεσιν | 1 | |
17 | Post λόφον inserit Ang haec: Οὗτος οὖν ὁ Αἷμος πολε‐ μήσειν μέλλων τὸν Βύζαντα χρησμοὺς ᾐτεῖτο παρ’ Ἀπόλλωνος καὶ τοιούτους ἐλάμβανεν· Οὔ σέ γε Φοῖβος ἄνωγεν ἀμείνονι φωτὶ μάχεσθαι, | |
5 | κείνου γὰρ θεὸς αὐτὸς ἑὴν ὑπερέσχεθε χεῖρα, ὃν πάσα γῆ τρομέει καὶ οὐρανὸς εὐρὺς ὕπερθεν. Καὶ ταῦτα μὲν τῷ Αἵμῳ ὁ χρησμὸς προηγόρευσεν· ἐγὼ δὲ τὴν ἄνωθεν περὶ τὸ Βυζάντιον τοῦ θεοῦ θαυμάζω πρόνοιαν, ὅπως ἀεὶ σύνηθες τῷ φιλανθρώπῳ θεῷ, διὰ τὴν πρόγνωσιν ἣν ἔχει | |
10 | προλαμβάνειν ἀεὶ ταῖς εὐεργεσίαις τοὺς περὶ αὐτὸν εὐσεβεῖν μέλλοντας, ὡς καὶ τοὺς χρησμοὺς εἰ καὶ ἐκ τῶν ἐναντίων, ἀλλ’ | |
ὅμως τῷ Βυζαντίῳ λυσιτελήσειν μέλλοντας ἀναδίδοσθαι. | 8 | |
41 | post πολίταις inserit Ang: Τούτου δὲ τοῦ κίονος τοῖς θεμελίοις τε καὶ προσβάσεσι καὶ ξύλα τίμια καὶ ἁγίων λείψανα καὶ ὅσοι τοὺς τῆς εὐλογίας ἄρτους ἔφερον κό‐ φινοι καὶ οἱ τῶν λῃστῶν δύο σταυροὶ καὶ τὸ τοῦ ἁγίου μύρου | |
5 | ἀλάβαστρον πρὸς στηριγμὸν καὶ ἀσφάλειαν παρετέθησαν. εἰ δὲ καὶ τὸ Παλλάδιον, εὐτυχίας θρυλλούμενον σύμβολον, ἐκ Ῥώμης ἀνακομισθῆναι τότε ἡ σύγκλητος ἔπεισεν, ὥς φασί τινες, καὶ τοῖς θεμελίοις προστεθῆναι τοῦ κίονος, τοῦτο πάντως ἔργον ἐκείνοις ἀνδράσιν ἐστὶ πρὸς μυθώδη λῆρον εὐδαιμονίας ἐπτοη‐ | |
10 | μένοις. | 17 |
41bis | post αὐλὴν inserit Ang: Ὁ δὲ βασιλεὺς οὐ μόνον οἴκους ἐν Κωνσταντινουπόλει περιφανεῖς κατὰ μί‐ μησιν Ῥώμης καὶ τὸ Καπετώλιον ἔκτισεν, ἀλλὰ καὶ θείους τε καὶ ἱεροὺς ναοὺς πολυτελῶς ἀνεδείματο, τόν τε τῆς ἁγίας Εἰρή‐ | |
5 | νης ναὸν καὶ τῶν σεβασμίων καὶ κορυφαίων Χριστοῦ μαθητῶν καὶ τοῦ ἁγίου Μωκίου καὶ τὸν τοῦ ἀρχαγγέλου Μιχαὴλ τοῦ ἐν τῷ Ἀνάπλῳ καὶ τοῦ ἐν τῷ Σωσθένει, ἐν ᾧ Σωκράτης διισχυ‐ ρίζεται Κωνσταντῖνον πολλὰ παράδοξα σημεῖα καὶ ἰδεῖν καὶ | |
ἀκοῦσαι. | 18 |