TLG 2270 002 :: CALLIPPUS :: Fragmentum CALLIPPUS Hist. Fragmentum Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 352. Fr. 1 Citation: Fragment — (line) | ||
t1a-1b | ΕΣ ΟΡΧΟΜΕΝΙΟΥΣ ΣΥΓΓΡΑΦΗ. | |
1a | Pausanias IX, 29, 1: Θῦσαι δὲ ἐν Ἑλικῶνι Μού‐ σαις πρώτους καὶ ἐπονομάσαι τὸ ὄρος ἱερὸν εἶναι Μου‐ σῶν Ἐφιάλτην καὶ Ὦτον λέγουσιν, οἰκίσαι δὲ αὐτοὺς καὶ Ἄσκρην· καὶ δὴ καὶ Ἡγησίνους ἐπὶ τῷδε ἐν τῇ | |
5 | Ἀτθίδι ἐποίησεν· Ἄσκρῃ δ’ αὖ παρέλεκτο Ποσειδάων ἐνοσίχθων· ἢ δή οἱ τέκε παῖδα περιπλομένων ἐνιαυτῶν Οἴοκλον, ὃς πρῶτος μετ’ Ἀλωέος ἔκτισε παίδων Ἄσκρην, ἥθ’ Ἑλικῶνος ἔχει πόδα πιδακόεντα. | |
---|---|---|
10 | Ταύτην τοῦ Ἡγησίνου τὴν ποίησιν οὐκ ἐπελεξάμην· ἀλλὰ πρότερον ἄρα ἐκλελοιπυῖα ἦν πρὶν ἢ ἐμὲ γενέ‐ σθαι. Κάλλιππος δὲ Κορίνθιος ἐν τῇ Ἐς Ὀρχομενίους συγγραφῇ μαρτύρια ποιεῖται τῷ λόγῳ τὰ Ἡγησίνου τὰ ἔπη. Ὡσαύτως δὲ καὶ ἡμεῖς πεποιήμεθα παρ’ αὐτοῦ | |
15 | Καλλίππου διδαχθέντες. | |
1b | Idem IX, 38, 9: Ἀσπληδόνα δὲ ἐκλιπεῖν τοὺς οἰ‐ κήτοράς φασιν, ὕδατος σπανίζοντας· γενέσθαι δὲ τὸ ὄνομα ἀπὸ Ἀσπληδόνος τῇ πόλει· τοῦτον δὲ εἶναι νύμ‐ φης τε Μιδείας καὶ Ποσειδῶνος· ὁμολογεῖ δὲ καὶ ἔπη | |
5 | σφίσιν, ἃ ἐποίησε Χερσίας, ἀνὴρ Ὀρχομένιος· Ἐκ δὲ Ποσειδάωνος ἀγακλειτῆς τε Μιδείας Ἀσπληδὼν γένεθ’ υἱὸς ἀν’ εὐρύχορον πτολίεθρον. Τοῦδε τοῦ Χερσίου τῶν ἐπῶν οὐδεμία ἦν ἔτι κατ’ ἐμὲ μνήμη· ἀλλὰ καὶ τάδε ἐπηγάγετο ὁ Κάλλιππος ἐς τὸν | |
10 | αὐτὸν λόγον τὸν ἔχοντα ἐς Ὀρχομενίους. Τούτου δὲ τοῦ Χερσίου καὶ ἐπίγραμμα οἱ Ὀρχομένιοι τὸ ἐπὶ τῷ | |
Ἡσιόδου τάφῳ μνημονεύουσι. | 352 |