TLG 2232 002 :: DAMON :: Fragmenta

DAMON Mus.
(Atheniensis: 5 B.C.)

Fragmenta

Source: Diels, H., Kranz, W. (eds.), Die Fragmente der Vorsokratiker, vol. 1, 6th edn. Berlin: Weidmann, 1951 (repr. Dublin/Zurich: Weidmann, 1966): 382–384.

frr. 1–10

Citation: Fragment — (line)

1

CICERO de orat. III 33, 132 num geometriam Euclide aut Archimede, num musicam Damone aut Aristoxeno, num ipsas litteras Aristophane aut Callimacho tractante tam discerptas fuisse
(scil. existimas), ut nemo genus universum complecteretur?382

2

PHILOD. de mus. IV 33, 37 (S. 104 Kemke) πολλοὶ δ’ ἔτι νομίζουσι προσήκειν αὐτῆς (näml. τῆς μουσικῆς) μεταλαμβάνειν τοὺς χαρίεντας καὶ μετειληφέναι (col. 34) καὶ Δάμων εἰ τοιαῦτα πρὸς τοὺς ἀληθινοὺς ἀρεοπαγίτας ἔλεγε καὶ
5μὴ τοὺς πλαττομένους, ἐφενάκιζεν ἀτηρῶς.

3

PHILOD. de mus. I fr. 11 (S. 7 Kemke) οἱ παίζον〈τες ... τ〉ὴν ἄσωτον 〈κατὰ Δά〉μωνα παι〈γ〉νιάν.

4

(n)

I 13 (S. 7 K., Gomperz zu Phil. v. d. Musik 10).
1 καὶ τὴν ἕξιν ποι‐ ήσειν ἁρμ〉ονικωτάτην καὶ ῥυθμικω〉τάτην, ἐπιζητή‐ σαντοσ〉 δέ τινος, πότερον εἰς
5πάσας τ〉ὰς ἀρετὰς ἢ τινὰς ἡ μουσικ〉ὴ προάγει, Δάμωνα πάλιν φη〉σὶν τὸν μουσικὸν εἰς πάσα〉ς σχεδὸν οἴεσθαι· λέ‐ γειν γὰ〉ρ αὐτόν, προσήκειν
10ἄιδοντ〉α καὶ κιθαρίζον‐ τα τὸν πα〉ῖδα μὴ μόνον ἀνδρε〈ίαν ἐμφαί〉νεσθαι καὶ σω〈φροσύνη〉ν, ἀλλὰ καὶ δι〈καιοσύνην.

5

[PLUT.] de music. 16 ἀλλὰ μὴν καὶ τὴν ἐπανειμένην Λυδιστί, εἴπερ ἐναντία τῆι Μιξολυδιστί, παραπλησίαν οὖσαν τῆι Ἰάδι, ὑπὸ Δάμωνος εὑρῆσθαί φασι τοῦ Ἀθηναίου.

6

ATHEN. 628 C οὐ κακῶς δ’ ἔλεγον οἱ περὶ Δάμωνα τὸν Ἀθηναῖον ὅτι καὶ τὰς ὠιδὰς καὶ τὰς ὀρχήσεις ἀνάγκη γίνεσθαι κινου‐ μένης πως τῆς ψυχῆς, καὶ αἱ μὲν ἐλευθέριοι καὶ καλαὶ ποιοῦσι τοιαύ‐ τας, αἱ δ’ ἐναντίαι τὰς ἐναντίας.

7

ARISTIDES QVINTIL. II 14 ὅτι γὰρ δι’ ὁμοιότητος οἱ
φθόγγοι συνεχοῦς μελωιδίας πλάττουσί τε οὐκ ὂν ἦθος ἔν τε παισὶ καὶ τοῖς ἤδη προβεβηκόσι καὶ ἐνδομυχοῦν ἐξάγουσιν, ἐδήλουν καὶ οἱ περὶ Δάμωνα· ἐν γοῦν ταῖς ὑπ’ αὐτοῦ παραδεδομέναις ἁρμονίαις383
5τῶν φερομένων φθόγγων ὁτὲ μὲν τοὺς θήλεις ὁτὲ δὲ τοὺς ἄρρενας ἔστιν εὑρεῖν ἤτοι πλεονάζοντας ἢ ἐπ’ ἔλαττον ἢ οὐδ’ ὅλως παρειλημ‐ μένους, δῆλον ὡς κατὰ τὸ ἦθος ψυχῆς ἑκάστης καὶ ἁρμονίας χρησι‐ μευούσης.

8

PLATO Laches 197 D Nikias: καὶ γάρ μοι δοκεῖς οὐδὲ ἠισθῆσθαι, ὅτι ταύτην τὴν σοφίαν παρὰ Δάμωνος τοῦ ἡμετέρου ἑταίρου παρείληφεν, ὁ δὲ Δάμων τῶι Προδίκωι πολλὰ πλησιάζει, ὃς δὴ δοκεῖ τῶν σοφιστῶν κάλλιστα τὰ
5τοιαῦτα ὀνόματα διαιρεῖν.

9

—de rep. III 400 A ὅτι μὲν γὰρ τρί’ ἄττα ἐστὶν εἴδη, ἐξ ὧν αἱ βάσεις πλέκονται (scil. τὸ ἴσον, τὸ διπλάσιον, τὸ ἡμιόλιον) ὥσπερ ἐν τοῖς φθόγγοις τέτταρα ὅθεν αἱ πᾶσαι ἁρμονίαι, τεθεαμένος ἂν εἴποιμι· ποῖα
5δ’ ὁποίου βίου μιμήματα, λέγειν οὐκ ἔχω. ἀλλὰ ταῦτα μέν, ἦν δ’ ἐγώ, καὶ μετὰ Δάμωνος βουλευσόμεθα, τίνες τε ἀνελευθερίας καὶ ὕβρεως ἢ μανίας καὶ ἄλλης κακίας πρέπουσαι βάσεις, καὶ τίνας τοῖς ἐναντίοις λειπτέον ῥυθμούς. οἶμαι δέ με ἀκηκοέναι οὐ σαφῶς ἐνόπλιόν τέ τινα ὀνομάζοντος αὐτοῦ ξύνθετον καὶ δάκτυλον καὶ ἡρῶιόν γε,
10οὐκ οἶδα ὅπως διακοσμοῦντος καὶ ἴσον ἄνω καὶ κάτω τιθέντος, εἰς βραχύ τε καὶ μακρὸν γιγνόμενον, καί, ὡς ἐγὼ οἶμαι, ἴαμβον, καί τιν’ ἄλλον τροχαῖον ὠνόμαζε, μήκη δὲ καὶ βραχύτητας προσῆπτε. καὶ τούτων τισὶν οἶμαι τὰς ἀγωγὰς τοῦ ποδὸς αὐτὸν οὐχ ἧττον ψέγειν τε καὶ ἐπαινεῖν ἢ τοὺς ῥυθμοὺς αὐτούς, ἤτοι ξυναμφότερόν τι. οὐ
15γὰρ ἔχω λέγειν. ἀλλὰ ταῦτα μέν, ὥσπερ εἶπον, εἰς Δάμωνα ἀνα‐ βεβλήσθω· διελέσθαι γὰρ οὐ σμικροῦ λόγου.

10

— —IV 424 C εἶδος γὰρ καινὸν μουσικῆς μεταβάλλειν εὐ‐ λαβητέον ὡς ἐν ὅλωι κινδυνεύοντα· οὐδαμοῦ γὰρ κινοῦνται μουσικῆς τρόποι ἄνευ πολιτικῶν νόμων τῶν μεγίστων, ὥς φησί τε Δάμων
καὶ ἐγὼ πείθομαι.384