TLG 2232 001 :: DAMON :: Testimonia

DAMON Mus.
(Atheniensis: 5 B.C.)

Testimonia

Source: Diels, H., Kranz, W. (eds.), Die Fragmente der Vorsokratiker, vol. 1, 6th edn. Berlin: Weidmann, 1951 (repr. Dublin/Zurich: Weidmann, 1966): 381–382.

test. 1–8

Citation: Fragment — (line)

1

STEPHAN. BYZ. Ὄα. ὁ μέντοι δημότης Ὄαθεν λέγεται ‘Δάμων Δαμω‐ νίδου Ὄαθεν‘.

2

PLATO Laches 180 D καὶ γὰρ αὐτῶι μοι ἔναγχος ἄνδρα προυξένησε
τῶι ὑεῖ διδάσκαλον μουσικῆς, Ἀγαθοκλέους μαθητὴν Δάμωνα, ἀνδρῶν χαριέ‐ στατον οὐ μόνον τὴν μουσικήν, ἀλλὰ καὶ τἆλλα ὁπόσου βούλει ἄξιον συνδια‐ τρίβειν τηλικούτοις νεανίσκοις. SCHOL. Alcib. 118 C Πυθοκλείδης μουσικὸς ἦν381
5τῆς σεμνῆς μουσικῆς διδάσκαλος καὶ Πυθαγόρειος, οὗ μαθητὴς Ἀγαθοκλῆς, οὗ Λαμπροκλῆς, οὗ Δάμων.

3

ISOCRAT. XV 235 Περικλῆς δὲ δυοῖν ἐγένετο μαθητής, Ἀναξαγόρου τε τοῦ Κλαζομενίου καὶ Δάμωνος τοῦ κατ’ ἐκεῖνον τὸν χρόνον φρονιμωτάτου δόξαν‐ τος εἶναι τῶν πολιτῶν.

4

PLUTARCH. Pericl. 4 διδάσκαλον δ’ αὐτοῦ τῶν μουσικῶν οἱ πλεῖστοι Δάμωνα γενέσθαι λέγουσιν, οὗ φασι δεῖν τοὔνομα βραχύνοντας τὴν προτέραν συλλαβὴν ἐκφέρειν. Ἀριστοτέλης [fr. 401 R.] δὲ παρὰ Πυθοκλείδηι μουσικὴν δια‐ πονηθῆναι τὸν ἄνδρα φησίν. ὁ δὲ Δάμων ἔοικεν ἄκρος ὢν σοφιστὴς καταδύεσθαι μὲν
5εἰς τὸ τῆς μουσικῆς ὄνομα πρὸς τοὺς πολλοὺς ἐπικρυπτόμενος τὴν δεινότητα, τῶι δὲ Περικλεῖ συνῆν καθάπερ ἀθλητῆι τῶν πολιτικῶν ἀλείπτης καὶ διδάσκαλος. οὐ μὴν ἔλαθεν ὁ Δάμων τῆι λύραι παρακαλύμματι χρώμενος, ἀλλ’ ὡς μεγαλοπράγμων καὶ φιλοτύραννος ἐξωστρακίσθη καὶ παρέσχε τοῖς κωμικοῖς διατριβήν. ὁ γοῦν Πλάτων [fr. 191 I 655 Kock] καὶ πυνθανόμενον αὐτοῦ τινα πεποίηκεν οὕτω·
10πρῶτον μὲν οὖν μοι λέξον, ἀντιβολῶ· σὺ γάρ, ὥς φασιν, [ὦ] Χίρων ἐξέθρεψας Περικλέα.

5

PLATO Alcib. I p. 118 C λέγεταί γέ τοι, ὦ Σώκρατες, οὐκ ἀπὸ τοῦ αὐτομάτου σοφὸς γεγονέναι, ἀλλὰ πολλοῖς καὶ σοφοῖς συγγεγονέναι καὶ Πυθοκλείδηι καὶ Ἀναξαγόραι· καὶ νῦν ἔτι τηλικοῦτος ὢν Δάμωνι σύνεστιν αὐτοῦ τούτου ἕνεκα.

6

ARISTOT. Ath. r. p. 27, 4 πρὸς δὴ ταύτην τὴν χορηγίαν ἐπι‐ λειπόμενος ὁ Περικλῆς τῆι οὐσίαι συμβουλεύσαντος αὐτῶι Δαμωνίδου τοῦ Οἴηθεν (ὃς ἐδόκει τῶν πολλῶν εἰσηγητὴς εἶναι τῶι Περικλεῖ· διὸ καὶ ὠστράκισαν αὐτὸν ὕστερον), ἐπεὶ τοῖς ἰδίοις ἡττᾶτο διδόναι τοῖς πολλοῖς τὰ αὑτῶν, κατεσκεύασε
5μισθοφορὰν τοῖς δικασταῖς. PLUT. Per. 9 τρέπεται πρὸς τὴν τῶν δημοσίων διανομήν, συμβουλεύ‐ σαντος αὐτῶι Δημωνίδου τοῦ Οἴηθεν, ὡς Ἀριστοτέλης ἱστόρηκε.

7

DIOG. LAERT. II 19 ἀκούσας δὲ Ἀναξαγόρου κατά τινας, ἀλλὰ καὶ Δάμωνος, ὡς Ἀλέξανδρος ἐν Διαδοχαῖς ... [fr. 141 FHG III 243]

8

GALEN. de Hipp. et Plat. V 453 Müll. Δάμων ὁ μουσικὸς αὐλητρίδι παρα‐ γενόμενος αὐλούσηι τὸ Φρύγιον νεανίσκοις τισὶν οἰνωμένοις καὶ μανικὰ ἄττα δια‐ πραττομένοις ἐκέλευσεν αὐλῆσαι τὸ Δώριον· οἱ δὲ εὐθὺς ἐπαύσαντο τῆς ἐμπλήκτου
φορᾶς.382