TLG 2225 001 :: PARM(EN)ISCUS :: Testimonia PARM(EN)ISCUS Phil. Testimonia test. 1–3 Citation: Fragment — (line) | ||
1 | IAMBL. V. P. 267 Μεταποντῖνοι Βροντῖνος, Παρμίσκος [so die Hs.], Ὀρε‐ στάδας, Λέων κτλ. | |
2 | DIOG. IX 20 δοκεῖ δὲ πεπρᾶσθαι ὑπὸ 〈*καὶ λελύσθαι ὑπὸ〉 τῶν Πυθαγορικῶν Παρμενίσκου καὶ Ὀρεστάδου. | |
3 | ATHEN. XIV 614 A Παρμενίσκος δὲ ὁ Μεταποντῖνος, ὥς φησιν Σῆμος ἐν ε Δηλιάδος [fr. 8 FHG IV 493], καὶ γένει πλούτωι πρωτεύων εἰς Τρο‐ φωνίου καταβὰς καὶ ἀνελθὼν οὐκ ἔτι γελᾶν ἐδύνατο. καὶ χρηστηριαζομένωι περὶ τούτου ἡ Πυθία ἔφη· | |
5 | εἴρηι μ’ ἀμφὶ γέλωτος, ἀμείλιχε, μειλιχίοιο· | |
---|---|---|
δώσει σοι μήτηρ οἴκοι· τὴν ἔξοχα τῖε. ἐλπίζων δ’ ἂν ἐπανέλθηι εἰς τὴν πατρίδα γελάσειν, ὥς 〈οἱ〉 οὐδὲν ἦν πλέον, οἰό‐ μενος ἐξηπατῆσθαι ἔρχεταί ποτε κατὰ τύχην εἰς Δῆλον· καὶ πάντα τὰ κατὰ τὴν νῆσον θαυμάζων ἦλθεν καὶ εἰς τὸ Λητῶιον, νομίζων τῆς Ἀπόλλωνος μητρὸς ἄγαλμά | 112 | |
10 | τι θεωρήσειν ἀξιόλογον· ἰδὼν δ’ αὐτὸ ξύλον ὂν ἄμορφον παραδόξως ἐγέλασεν. καὶ τὸν τοῦ θεοῦ χρησμὸν συμβαλὼν καὶ τῆς ἀρρωστίας ἀπαλλαγεὶς μεγαλωστὶ τὴν θεὸν ἐτίμησεν. Inventar des Artemistempels zu Delos IG XI 2, 161 B 17 | |
p. 49 vgl. p. 54 κρατὴρ ἀργυροῦς, ὃν ἀνέθηκε Παρμίσκος, ὁλκὴν 𐅆ΧΧΧΧ𐅅𐅄ΔΔΙΙ. | 113 |