TLG 2216 003 :: ARISTIPPUS :: Fragmenta Fragmenta Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 327. Frr. 1–4 Citation: Fragment — (line) | ||
t1-4 | ΑΡΚΑΔΙΚΑ. | |
t1-2 | E LIBRO PRIMO. | |
1 | Clemens Alex. Strom. I: Ἆπίς τε ὁ Ἄρ‐ γους βασιλεὺς Μέμφιν οἰκίζει, ὥς φησιν Ἀρίστιππος ἐν πρώτῳ Ἀρκαδικῶν. Τοῦτον δὲ ὁ Ἀριστέας ὁ Ἀργεῖος ἐπονομασθῆναί φησι Σάραπιν καὶ τοῦτον εἶναι ὃν Αἰγύ‐ | |
5 | πτιοι σέβουσιν. | |
---|---|---|
2 | Schol. Theocrit. I, 3: Ἀρίστιππος δὲ ἐν τῷ α Ἀρκαδικῶν Διὸς καὶ νύμ‐ φης Οἰνηΐδος (Πᾶνα εἶναι λέγει). | |
t3-4 | E LIBRIS INCERTIS. | |
3 | Schol. Apoll. Rh. III, 1087: Ἐκ τίνος γυναικὸς ὁ Δευκαλίων ἐγένετο Προμηθεῖ, σεσιώπηται. Ἔστι δὲ καὶ ἕτερος Δευκαλίων, περὶ οὗ Ἑλλάνικος ἱστορεῖ· καὶ ἄλλος, ὁ Μίνωος, περὶ οὗ Φερεκύδης· καὶ τέταρτος, | |
5 | ὁ Ἄβαντος, οὗ μνημονεύει Ἀρίστιππος ἐν Ἀρκαδικοῖς. | |
4 | Schol. vet. Pind. Ol. XI, 83: Μετὰ τὴν τῆς Ἤλιδος ἅλωσιν εἷς ἦν τῶν ἀγωνισαμέ‐ νων ὁ Θησεὺς, οὐχ ἅρματι δὲ, ἀλλὰ παγκρατίῳ· ἱστο‐ | |
ρεῖ Ἀρίστιππος. | 327 |