TLG 2202 002 :: [MENYLLUS] :: Fragmenta Fragmenta Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 452–453. Frr. 1–3 Citation: Fragment — (line) | ||
t1 | ΙΤΑΛΙΚΑ. E LIBRO TERTIO. | |
1 | Plutarch. Par. min. c. 26: Σεπτί‐ μιος Μάρκελλος γήμας Σιλουΐαν, τὰ πολλὰ κυνηγίῳ προσέκειτο· τὴν δὲ νεόνυμφον ἐν σχήματι ποιμένος Ἄρης βιασάμενος, ἐγκύμονα ἐποίησε, καὶ ὡμολόγησεν, ὅστις | |
5 | ἦν, καὶ δόρυ ἔδωκε, τὴν γένεσιν τοῦ μέλλοντος τίκτεσθαι φάσκων ἐν αὐτῷ ἀποκεῖσθαι. Ἀπέκτεινε γοῦν Σεπτίμιος· Τουσκῖνον. Μάμερκος δὲ ὑπὲρ εὐκαρπίας θύων θεοῖς, μόνης ἠμέλησε Δήμητρος. Ἡ δὲ κάπρον ἔπεμψε. Συν‐ αθροίσας δὲ πολλοὺς ἐκεῖνος κυνηγέτας ἀνεῖλε, καὶ | |
---|---|---|
10 | τὴν κεφαλὴν καὶ τὸ δέρος τῇ κατηγγυημένῃ γυναικὶ κατεχώρησε. Σκυμβράτης δὲ καὶ Μουθίας οἱ μητρά‐ δελφοι περιείλοντο τῆς κόρης. Ἀγανακτήσας δ’ ἀνεῖλε τοὺς συγγενεῖς· ἡ δὲ μήτηρ τὸ δόρυ κατέκαυσεν· ὡς Μένυλλος ἐν τρίτῳ Ἰταλικῶν. | |
t2 | ΒΟΙΩΤΙΑΚΑ. E LIBRO PRIMO. | |
2 | Idem ibid. c. 14: Ἐν Αὐλίδι τῆς Βοιωτίας τὰ περὶ Ἰφιγένειαν ὁμοίως ἱστορεῖ Μέρυλλος | |
ἐν πρώτῳ Βοιωτιακῶν. | 452 | |
3 | Strabo XV: Μέγιλλος (Μένυλλος?) δὲ τὴν ὀρύζαν σπείρεσθαι μὲν πρὸ τῶν ὄμβρων φησὶν, ἀρδείας δὲ καὶ φυτείας δεῖσθαι ἀπὸ τῶν | |
κλειστῶν ποτιζομένην ὑδάτων. | 453 |