TLG 2201 002 :: [CTESIPHON] :: Fragmenta Fragmenta Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 375. Frr. 1–3 Citation: Fragment — (line) | ||
t1 | ΒΟΙΩΤΙΑΚΑ. E LIBRO TERTIO. | |
1 | Plutarchus Par. min. c. 12: Ἐπαμινώνδας, ὁ τῶν Θηβαίων στρατηγὸς, ἔχων πρὸς Λακεδαιμονίους πόλεμον, καὶ ἀρχαιρεσιῶν ἀγομένων, ἧκεν ἐς πατρίδα, παραγγείλας τῷ παιδὶ Στησιμβρότῳ μὴ συμβάλλειν. | |
5 | Λακεδαιμόνιοι, μαθόντες τὴν ἀπουσίαν, ἐβλασφήμουν τὸν νεανίαν ὡς ἄνανδρον· ὁ δ’ ἀγανακτήσας καὶ ἐπι‐ λαθόμενος τοῦ πατρὸς, συνέβαλε καὶ ἐνίκησεν· ὁ δὲ πατὴρ βαρέως ἐνέγκας, στεφανώσας ἐτραχηλοκόπησεν, ὡς Κτησιφῶν ἱστορεῖ ἐν τρίτῳ Βοιωτιακῶν. | |
---|---|---|
t2 | ΠΕΡΣΙΚΑ. E LIBRO PRIMO. | |
2 | Plutarch. De fluv. 23, 1: Ἀράξης ποταμός ἐστι τῆς Ἀρμενίας, τὴν προσηγορίαν εἰληφὼς ἀπ’ Ἀράξου τοῦ Πύλου· οὗτος γὰρ πρὸς Ἄρβηλον τὸν πάππον ὑπὲρ σκήπτρων ἁμιλλώμενος, αὐτὸν κατετόξευσε· ποινηλα‐ | |
5 | τούμενος δὲ ὑπ’ Ἐριννύων, ἑαυτὸν ἔρριψεν εἰς ποταμὸν Βάκτρον· ὃς ἀπ’ αὐτοῦ Ἀράξης μετωνομάσθη, καθὼς ἱστορεῖ Κτησιφῶν ἐν αʹ Περσικῶν. | |
t3a-3b | ΠΕΡΙ ΔΕΝΔΡΩΝ. | |
3a | Idem ib. c. 18, 11: Φύεται δ’ ἐν αὐτῷ (sc. ἐν τῷ Κοκκυγίῳ ὄρει) δένδρον, Παλίουρος καλούμενον· ἐφ’ ᾧ ἄν τι καθίσῃ τῶν ἀλόγων ζῴων, ὡς ὑπ’ ἰξοῦ κα‐ τέχεται, πάρεξ κόκκυγος· τούτου γὰρ φείδεται· καθὼς | |
5 | Κτησιφῶν ἐν αʹ Περὶ δένδρων. | |
3b | Idem ib. 23, 5: Γεννᾶται δ’ ἐν αὐτῷ (ἐν Ἀράξῃ) δένδρον, ῥοιᾷ παραπλήσιον, καρπὸν δ’ ἄφθονον τρέφει μήλων, τὴν γεῦσιν ἔχοντα σταφυλῇ παρόμοιον. Ἐκ ταύτης τῆς ὀπώρας πέπειρον ἐάν τις καθελὼν ὀνομάσῃ | |
5 | τὸν Ἄρη, γίνεται κρατούμενος χλωρός· καθὼς ἱστορεῖ | |
Κτησιφῶν ἐν ιγʹ Περὶ δένδρων. | 375 |