TLG 2200 012 :: LIBANIUS :: Declamatio 3 (Legatio Menelai, Theorema) LIBANIUS Rhet.
Soph. Declamatio 3 (Legatio Menelai, Theorema) Citation: Section — (line) | ||
t | Θεώρημα. | |
1 | Χωρίσας δὲ τὴν πρότασιν ἀπὸ τῆς κατασκευῆς ἀντιθέσεις πεποίηκα δύο. κέχρηται δὲ τῷ θεωρήματι καὶ Δημοσθένης· τί δὲ ἂν εἴποις περὶ Δημοσθέ‐ νους, ὃς τῶν συμπρέσβεων κατηγορεῖ; καὶ χωρὶς | |
5 | ἀπαντήσας πάλιν ἀντέθηκε τὴν τούτου κατασκευήν· ποῦ δ’ ἅλες; ποῦ τράπεζαι; ποῦ σπονδαί; καὶ λύει. | |
---|---|---|
2 | ἔστι δὲ καὶ ἄνευ τούτου βαρβάρῳ πρέπων ὁ λόγος καὶ πρός γε Ἀλεξάνδρου. μαρτυρεῖ δὲ καὶ Ὅμη‐ | |
ρος. ποιεῖ γὰρ ἐν συλλόγῳ τὸν Ἀλέξανδρον λέγοντα ἀντικρὺ δ’ ἀπόφημι, γυναῖκα μὲν οὐκ ἀποδώσω. | 210 | |
3 | καὶ ψιλῆς πάσης αἰτίας ἡ πρότασις, ὥστ’ εἰ καὶ μὴ προσῆν ἐνταῦθα τὸ τῆς κατασκευῆς, ὑπῆν ἄν τις | |
ἐκ τοῦ προσώπου λόγος. | 211 |