TLG 2200 008 :: LIBANIUS :: Characteres epistolici [Sp.] LIBANIUS Rhet.
Soph. Characteres epistolici [Sp.] Citation: Section — (line) | ||
Char.t | Ἐπιστολιμαῖοι χαρακτῆρες. | |
Char.1 | Ὁ μὲν ἐπισταλτικὸς χαρακτὴρ ποικίλος τε καὶ πολυ‐ σχιδὴς ὑπάρχει, ὅθεν τῷ γράφειν βουλομένῳ προσήκει μὴ ἁπλῶς μηδ’ ὡς ἔτυχεν ἐπιστέλλειν, ἀλλὰ σὺν ἀκριβείᾳ πολλῇ καὶ τέχνῃ· ἄριστα δ’ ἄν τις ἐπιστεῖλαι δυνηθείη, | |
5 | εἰ γνοίη, τί τέ ἐστιν ἐπιστολὴ καὶ τί λέγειν ὅλως ἐν αὐτῇ θέμις καὶ εἰς πόσας προσηγορίας διαιρεῖται. | |
---|---|---|
Char.2 | Ἐπιστολὴ μὲν οὖν ἐστιν ὁμιλία τις ἐγγράμματος ἀπόντος πρὸς ἀπόντα γινομένη καὶ χρειώδη σκοπὸν ἐκ‐ πληροῦσα, ἐρεῖ δέ τις ἐν αὐτῇ ὥσπερ παρών τις πρὸς παρόντα. | |
Char.3 | διαιρεῖται δὲ εἰς συχνάς τε καὶ παμπόλλους προσ‐ | |
ηγορίας. οὐ γὰρ ἐπειδὴ ἐπιστολὴ προσαγορεύεται ἑνικῷ ὀνόματι, ἤδη καὶ πασῶν τῶν κατὰ τὸν βίον φερομένων ἐπιστολῶν εἷς τίς ἐστι χαρακτὴρ καὶ μία προσηγορία, | 27 | |
5 | ἀλλὰ διάφοροι, καθὼς ἔφην. | |
Char.4 | Εἰσὶ δὲ πᾶσαι αἱ προσηγορίαι αἷς ὁ ἐπιστολιμαῖος ὑποβάλλεται χαρακτήρ, αἵδε· αʹ παραινετική, βʹ μεμπτι‐ κή, γʹ παρακλητική, δʹ συστατική, εʹ εἰρωνική, ϛʹ εὐ‐ χαριστική, ζʹ φιλική, ηʹ εὐκτική, θʹ ἀπειλητική, ιʹ ἀπαρ‐ | |
5 | νητική, ιαʹ παραγγελματική, ιβʹ μεταμελητική, ιγʹ ὀνειδι‐ στική, ιδʹ συμπαθητική, ιεʹ θεραπευτική, ιϛʹ συγχαρη‐ τική, ιζʹ παραλογιστική, ιηʹ ἀντεγκληματική, ιθʹ ἀντεπι‐ σταλτική, κʹ παροξυντική, καʹ παραμυθητική, κβʹ ὑβρι‐ στική, κγʹ ἀπαγγελτική, κδʹ σχετλιαστική, κεʹ πρεσβευ‐ | |
10 | τική, κϛʹ ἐπαινετική, κζʹ διδασκαλική, κηʹ ἐλεγκτική, κθʹ διαβλητική, λʹ ἐπιτιμητική, λαʹ ἐρωτηματική, λβʹ παρα‐ θαρρυντική, λγʹ ἀναθετική, λδʹ ἀποφαντική, λεʹ σκωπτική, λϛʹ μετριαστική, λζʹ αἰνιγματική, ληʹ ὑπομνηστική, λθʹ | |
λυπητική, μʹ ἐρωτική, μαʹ μικτή. | 28 | |
Char.5 | Παραινετικὴ μὲν οὖν ἐστι δι’ ἧς παραινοῦμέν τινι προτρέποντες αὐτὸν ἐπί τι ὁρμῆσαι ἢ καὶ ἀφέξεσθαί τινος. ἡ παραίνεσις δὲ εἰς δύο διαιρεῖται, εἴς τε προτρο‐ πὴν καὶ ἀποτροπήν. ταύτην δέ τινες καὶ συμβουλευ‐ | |
5 | τικὴν εἶπον οὐκ εὖ, παραίνεσις γὰρ συμβουλῆς διαφέρει. παραίνεσις μὲν γάρ ἐστι λόγος παραινετικὸς ἀντίρρησιν οὐκ ἐπιδεχόμενος, οἷον ὡς εἴ τις εἴποι, ὅτι δεῖ τὸ θεῖον τιμᾶν· οὐδεὶς γὰρ ἐναντιοῦται τῇ παραινέσει ταύτῃ μὴ πρότερον μανείς· συμβουλὴ δ’ ἐστὶ λόγος συμβουλευτι‐ | |
10 | κὸς ἀντίρρησιν ἐπιδεχόμενος, οἷον ὡς εἴ τις εἴποι, ὅτι δεῖ πολεμεῖν, πολλὰ γάρ ἐστι τὰ ἐκ πολέμου κέρδη, ἕτερος δέ τις ἂν ἀντείποι, ὡς οὐ δεῖ πολεμεῖν, πολλὰ γάρ ἐστι τὰ ἐκ πολέμου συμβαίνοντα, οἷον ἧττα, αἰχμαλωσία, πληγαί, πολλάκις καὶ πόλεως κατασκαφή. | |
Char.6 | Μεμπτικὴ δ’ ἐστὶ δι’ ἧς μεμφόμεθά τινα. | |
Char.7 | παρα‐ κλητικὴ δι’ ἧς ἀξιοῦμέν τινα διά τι πρᾶγμα. | |
Char.8 | συστα‐ τικὴ δι’ ἧς συνιστῶμέν τινα παρά τινι. ἡ δ’ αὐτὴ καὶ παραθετικὴ καλεῖται. | 29 |
Char.9 | εἰρωνικὴ δι’ ἧς ἐπαινοῦμέν τινα ἐν ὑποκρίσει περὶ τὴν ἀρχήν, ἐπὶ τέλει δὲ τὸν ἑαυτῶν σκοπὸν ἐμφαίνομεν, ὡς τὰ ῥηθέντα καθ’ ὑπόκρισιν εἰρή‐ καμεν. | |
Char.10 | εὐχαριστικὴ δι’ ἧς χάριν γινώσκομέν τινι διά τι. | |
Char.11 | φιλικὴ δι’ ἧς φιλίαν ψιλὴν ἐμφαίνομεν μόνον. | |
Char.12 | εὐκτικὴ δι’ ἧς τυχεῖν τινος εὐχόμεθα. | |
Char.13 | ἀπειλητικὴ δι’ ἧς ἀπειλοῦμέν τινι. | |
Char.14 | ἀπαρνητικὴ δι’ ἧς ἀπαρνού‐ μενοί τι φαινόμεθα. | |
Char.15 | παραγγελματικὴ δι’ ἧς παραγ‐ γέλλομέν τινι περί τινος. αὕτη δὲ καὶ μαρτυρικὴ καλεῖ‐ ται. | |
Char.16 | μεταμελητικὴ δι’ ἧς δοκοῦμεν μεταγινώσκειν ἐφ’ οἷς ὑπεσχόμεθά τινι ἢ καὶ ἐφ’ οἷς ἐδόξαμεν ἐσφάλ‐ θαι. | |
Char.17 | ὀνειδιστικὴ δι’ ἧς ὀνειδίζομέν τινα ἐφ’ οἷς ὑφ’ ἡμῶν πέπονθε καλῶς, εἰ ἀμνημονεῖ. | |
Char.18 | συμπαθητικὴ δι’ ἧς δοκοῦμέν τινι συμπάσχειν ἐφ’ οἷς ὑπέστη κακοῖς. | |
Char.19 | θεραπευτικὴ δι’ ἧς θεραπεύομέν τινα λυπηθέντα | |
πρὸς ἡμᾶς περί τινος. ταύτην δὲ καὶ ἀπολογητικήν τινες καλοῦσιν. | 30 | |
Char.20 | συγχαρητικὴ δι’ ἧς συγχαίρομέν τινι εὖ πράττοντι. | |
Char.21 | παραλογιστικὴ δι’ ἧς ὑπερφρονοῦμέν τινος ὡς εὐτελοῦς. | |
Char.22 | ἀντεγκληματικὴ δι’ ἧς ἐγκαλού‐ μενοι ἀντεγκαλοῦμέν τινι τὸ ἐπιφερόμενον ἡμῖν ἔγκλημα περιτρέποντες τῷ ἐγκαλοῦντι. | |
Char.23 | ἀντεπισταλτικὴ δι’ ἧς πρὸς τὰ γραφέντα ἡμῖν ἐπιστέλλομεν. | |
Char.24 | παροξυν‐ τικὴ δι’ ἧς ἐρεθίζομέν τινα καὶ παροξύνομεν πρὸς τὴν κατά τινος μάχην. | |
Char.25 | παραμυθητικὴ δι’ ἧς παραμυθού‐ μεθά τινα ἐπὶ τοῖς συμβᾶσιν αὐτῷ λυπηροῖς. | |
Char.26 | ὑβρι‐ στικὴ δι’ ἧς ὑβρίζομέν τινα διά τι. | |
Char.27 | ἀπαγγελτικὴ δι’ ἧς ἀπαγγέλλομέν τι τῶν συμβάντων πραγμάτων. | |
Char.28 | σχετ‐ λιαστικὴ δι’ ἧς σχετλιάζοντές τε καὶ ὀδυρόμενοι φαινό‐ μεθα. | |
Char.29 | πρεσβευτικὴ δι’ ἧς πρεσβεύομεν περί τινος. | |
Char.30 | ἐπαινετικὴ δι’ ἧς ἐπαινοῦμέν τινα ἐπ’ ἀρετῇ τινι δια‐ πρέποντα. χρὴ δὲ γινώσκειν ὡς ἔπαινος ἐγκωμίου δια‐ φέρει. ἔπαινος μὲν γάρ ἐστι λόγος ἐπαινετικὸς μίαν πρᾶ‐ ξιν ἐπαινῶν, ἐγκώμιον δὲ λόγος ἐγκωμιαστικὸς πολλὰς | |
5 | ἐν ἑαυτῷ πράξεις περιλαμβάνων. ἡ οὖν ἐπιστολὴ ἡ μίαν πρᾶξιν ἐπαινοῦσά τινος ἐπαινετικὴ καλεῖται, ἡ δὲ πολλὰς ἐγκωμιαστική. | 31 |
Char.31 | διδασκαλικὴ δι’ ἧς διδάσκομέν τινα περί τινος. | |
Char.32 | ἐλεγκτικὴ δι’ ἧς ἐλέγχομέν τινα ἀρνού‐ μενον πρᾶξίν τινα πραχθεῖσαν αὐτῷ ἢ λόγον λεχθέντα. | |
Char.33 | διαβλητικὴ δι’ ἧς διαβάλλομέν τινα ἐφ’ οἷς ἔπραξεν. | |
Char.34 | ἐπιτιμητικὴ δι’ ἧς ἐπιτιμῶμέν τινι ἐφ’ οἷς ἀσέμνως πράττει. | |
Char.35 | ἐρωτηματικὴ δι’ ἧς ἐρωτῶμέν τινα περί τι‐ νος ἀγνοοῦντες ἐπὶ τῷ τὴν ἐπιστήμην εὐτυχῆσαι παρ’ αὐτοῦ τοῦ ζητουμένου. | |
Char.36 | παραθαρρυντικὴ δι’ ἧς παρα‐ θαρρύνομέν τινα καὶ ἄφοβον καθιστῶμεν. | |
Char.37 | ἀναθετι‐ κὴ δι’ ἧς τὴν ἑαυτῶν γνώμην ἀνατιθέμεθά τινι τῶν φί‐ λων συμβουλῆς παρ’ αὐτοῦ δεόμενοι. | |
Char.38 | ἀποφαντικὴ δι’ ἧς ἀποφαινόμεθα καὶ ἀπότομον κρίσιν ἐκφέρομεν κατά τινος. | |
Char.39 | σκωπτικὴ δι’ ἧς σκώπτομέν τινα ἐπί τινι. | |
Char.40 | μετριαστικὴ δι’ ἧς μετριάζομέν τι καὶ ταπεινοφρο‐ νοῦμεν. | |
Char.41 | αἰνιγματικὴ δι’ ἧς ἄλλα μέν τινα λέγεται, ἄλλα δὲ νοεῖται. | |
Char.42 | ὑπομνηστικὴ δι’ ἧς δοκοῦμέν τινα τοῦ ζητουμένου πράγματος ἡμῖν ὑπομιμνήσκειν τὸν σκο‐ πὸν ἡμῶν ἐν αὐτῇ χαράττοντες. | 32 |
Char.43 | λυπητικὴ δι’ ἧς ἐμφαίνομεν ἑαυτοὺς λυπουμένους. | |
Char.44 | ἐρωτικὴ δι’ ἧς ἐρωτικοὺς πρὸς τὰς ἐρωμένας προσφερόμεθα λόγους. | |
Char.45 | μικτὴ δὲ ἣν ἐκ διαφόρων χαρακτήρων συνιστῶμεν. | |
Char.46 | Αὗται μὲν οὖν εἰσιν αἱ προσηγορίαι πᾶσαι εἰς ἃς ἡ ἐπιστολὴ διαιρεῖται. δεῖ δὲ τὸν ἀκριβῶς ἐπιστέλλειν ἐθέλοντα μὴ μόνον τῇ τῆς ὑποθέσεως μεθόδῳ χρῆσθαι, ἀλλὰ καὶ φράσεως ἀρετῇ τὴν ἐπιστολὴν κατακοσμεῖν καὶ | |
5 | ἀττικίζειν μὲν μετρίως, μὴ μέντοι πέρα τοῦ προσήκοντος κομψολογίᾳ χρῆσθαι. | |
Char.47 | ἡ γὰρ ὑπὲρ τὸ δέον ὑψηγορία καὶ τὸ ταύτης ὑπέρογκον καὶ τὸ ὑπεραττικίζειν ἀλλό‐ τριον τοῦ τῶν ἐπιστολῶν καθέστηκε χαρακτῆρος, ὡς πάν‐ τες οἱ παλαιοὶ μαρτυροῦσι, Φιλόστρατος δὲ ὁ Λήμνιος | |
5 | μάλιστά φησι· δεῖ γὰρ τὴν τῆς ἐπιστολῆς φράσιν τῆς μὲν συνηθείας ἀττικωτέραν εἶναι, τοῦ δὲ | |
ἀττικισμοῦ συνηθεστέραν καὶ μήτε λίαν ὑψηλὴν μήτε ταπεινὴν ἄγαν, ἀλλὰ μέσην τινά. | 33 | |
Char.48 | κοσμεῖν δὲ δεῖ τὴν ἐπιστολὴν σαφηνείᾳ τε μάλιστα καὶ συντομίᾳ μεμετρημένῃ καὶ ἀρχαϊσμῷ λέξεων. σαφήνεια γὰρ ἀγα‐ θὴ μὲν ἡγεμὼν παντὸς λόγου, μάλιστα δὲ ἐπι‐ | |
5 | στολῆς. | |
Char.49 | χρὴ μέντοι μήτε συντομίᾳ σαφήνειαν δια‐ φθείρειν μήτε σαφηνείας φροντίζοντα ληρεῖν ἀμέτρως, ἀλλὰ τοῦ συμμέτρου στοχάζεσθαι τοὺς ἀκριβεῖς τοξότας μιμούμενον. ὥσπερ γὰρ οὔτε τὸ πολὺ τὸν προκείμενον | |
5 | τοῖς τοξόταις σκοπὸν παρέρχεσθαι οὔτε τὸ ἐντὸς τοῦ σκοποῦ τοξεύειν καὶ πολὺ τοῦ προσήκοντος ἀποδεῖν ἀν‐ δρός ἐστιν εὐφυοῦς τε καὶ στοχαστικοῦ, ἀλλὰ μόνου τοῦ συμμέτρως στοχαζομένου τοῦ σκοποῦ καὶ τοῦτον βάλλον‐ τος, οὕτως οὔτε τὸ πέρα τοῦ προσήκοντος ληρεῖν οὔτε | |
10 | τὸ βραχυλογίαν ἀσπάζεσθαι δι’ ἀπορίαν καὶ τὸ σαφὲς ἐπικρύπτειν τῶν ἐπιστάλσεων ἀνδρός ἐστι λογίου, ἀλλὰ μόνου τοῦ μετ’ εὐφραδείας τῆς συμμετρίας στοχαζομένου καὶ τὸ λεγόμενον καλῶς σαφηνίζοντος. | |
Char.50 | τὸ μὲν οὖν μέγεθος τῆς ἐπιστολῆς ὡς πρὸς τὰ πράγματα, καὶ οὐ πάντως τὸ πλῆθος καθάπερ κακίαν ἀτιμάζειν καλόν, ἀλλὰ δεῖ καί τινας ἐπιστολὰς ἀπομηκύνειν ἐν καιρῷ πρὸς | 34 |
5 | τὴν ἀπαιτοῦσαν χρείαν, πληρώσει δὲ τὴν εἰς ἐπιστολὰς χάριν ἱστοριῶν τε καὶ μύθων μνήμη καὶ παλαιῶν συγ‐ γραμμάτων καὶ παροιμιῶν εὐστόχων καὶ φιλοσόφων δογ‐ μάτων χρῆσις, οὐ μέντοι γε ταύτην διαλεκτικῶς προσ‐ ακτέον. | |
Char.51 | Τοσαῦτα μὲν περὶ ἐπιστολιμαίου χαρακτῆρος εἰρη‐ κὼς καὶ τοῖς λεχθεῖσιν ἀρκεῖσθαι κρίνας τοὺς συνετοὺς ὑπογράψομαι καὶ τὰς ἐπιστολὰς ἑκάστῃ οἰκείαν ἁρμόσας προσηγορίαν. προσήκει μέντοι τῷ γράφειν βουλομένῳ | |
5 | πρὸς τοῦ κατὰ τὴν ἐπίσταλσιν χαρακτῆρος μὴ ληρεῖν μήτε μὴν ἐπιθέτοις ὀνόμασι χρῆσθαι, ὡς ἂν μὴ κολα‐ κεία τις καὶ δυσγένεια προσῇ τῷ γράμματι, ἀλλ’ οὕτως ἀπάρχεσθαι· ὁ δεῖνα τῷ δεῖνι χαίρειν. οὕτω γὰρ ἅπαν‐ τες οἱ ἐπὶ σοφίᾳ τε καὶ λόγοις διαπρέψαντες παλαιοὶ φαί‐ | |
10 | νονται πεποιηκότες καὶ δεῖ τὸν ἐκείνων ζηλωτὴν βουλό‐ μενον γίνεσθαι κατόπιν αὐτῶν βαίνειν. εἰσὶ δὲ αἱ προ‐ ταγεῖσαι ἐπιστολαὶ αὗται. | 35 |
Char.52 | Παραινετική. Ζηλωτὴς ἀεί, βέλτιστε, γενοῦ τῶν ἐναρέτων ἀνδρῶν. κρεῖττον γάρ ἐστι τοὺς ἀγαθοὺς ζη‐ λοῦντα καλὸν ἀκούειν ἢ φαύλοις ἑπόμενον ἐπονείδιστον εἶναι τοῖς πᾶσιν. | |
Char.53 | Μεμπτική. Οὐ καλῶς ἔδρασας τοὺς εὖ ποιήσαν‐ τας ἀδικήσας. δέδωκας γὰρ ἄλλοις κακίας παράδειγμα τοὺς εὐεργέτας ὑβρίζων. | |
Char.54 | Παρακλητική. Καὶ πάλαι μὲν ἠξίωσα τὴν σὴν ἱερὰν διάθεσιν καὶ νῦν δὲ ἀξιῶ τυχεῖν τοῦδε τοῦ πράγ‐ ματος καὶ εὖ οἶδ’ ὅτι τεύξομαι. δίκαιον γάρ ἐστι τοὺς γνησίους φίλους τυγχάνειν τῶν αἰτήσεων, ὅταν αὗται μὴ | |
5 | πονηραὶ πεφύκωσι, μάλιστα. | |
Char.55 | Συστατική. Τὸν τιμιώτατον καὶ περισπούδαστον ἄνδρα τόνδε δεξάμενος ξενίσαι μὴ κατοκνήσῃς σεαυτῷ πρέποντα πράττων κἀμοὶ κεχαρισμένα. | |
Char.56 | Εἰρωνική. Λίαν ἄγαμαι τὴν σὴν ἐπιείκειαν, ὅτι οὕτω ταχέως μεταβάλλῃ ἀπ’ εὐνομίας εἰς τὸ ἐναντίον, | |
ὀκνῶ γὰρ εἰπεῖν εἰς μοχθηρίαν. ὡς δὲ ἔοικεν, οὐ τοὺς ἐχθροὺς φίλους ποιεῖν παρεσκεύασαι, ἀλλὰ τοὺς φίλους | 36 | |
5 | ἐχθρούς. τὸ γὰρ δρᾶμα δέδειχεν ὡς καὶ φίλων ἀνάξιον καὶ τῆς σῆς παροινίας ἐπάξιον. | |
Char.57 | Εὐχαριστική. Πολλῶν μὲν καὶ ἄλλων ἀγαθῶν ἕνεκα χάριν γινώσκω τῇ σῇ καλοκἀγαθίᾳ, μάλιστα δὲ τοῦδε τοῦ πράγματος ἐφ’ ᾧ με τῶν ἄλλων ὑπὲρ ἁπάντων ὠφέλησας πλεῖον. | |
Char.58 | Φιλική. Γνησίων εὐπορήσας γραμματηφόρων ἐσπούδασα τὴν σὴν ἀγχίνοιαν προσειπεῖν. ὅσιον γὰρ ὑπάρχει τοὺς γνησίους φίλους παρόντας μὲν τιμᾶν, ἀπόν‐ τας δὲ προσερεῖν. | |
Char.59 | Εὐκτική. Εἴθε μοι τὸ θεῖον παράσχοι τὴν σὴν ἱερὰν θεάσασθαι μορφήν, ἧς ἀπολαῦσαι πάλαι ἐλπίζω διηνεκῶς εὐχὰς ὑπὲρ τούτου ποιούμενος τῷ κρείττονι. | |
Char.60 | Ἀπειλητική. Εὖξαι πάσῃ ψυχῇ καὶ παντὶ σθέ‐ νει μὴ παραγένωμαι. ἐὰν γὰρ παραγένωμαι, πολλῶν πει‐ | |
ραθήσῃ κακῶν, ὧν οὐκ ἤλπισάς ποτε δέξασθαι πεῖραν. | 37 | |
Char.61 | Ἀπαρνητική. Οὐδὲν εἴργασμαι, βέλτιστε ἀνδρῶν, ὧν ἀκηκοὼς ἐγκαλεῖς μοι δεινῶν. ὅθεν μηδὲν φαῦλον φρόνει περὶ ἐμοῦ. οὐ γὰρ θέμις διαβολῇ πιστεύειν καὶ φήμῃ ματαίᾳ μηδὲν ὑγιὲς λεγούσῃ. διαβολὴ γὰρ μήτηρ | |
5 | ἐστὶ πολέμου. | |
Char.62 | Παραγγελματική. Πολλάκις ἠδίκησας τὸν ἡμέ‐ τερον γεωργὸν ὡς μὴ γινώσκων εἰς ἡμᾶς ἀνατρέχουσαν τὴν ὕβριν. ἀλλὰ παῦσαι τοῦ λοιποῦ, μή σε καὶ τῆς προ‐ τέρας ἀδικίας δίκην εἰσπραξώμεθα. | |
Char.63 | Μεταμελητική. Οἶδα καὶ σφαλείς, ὡς κακῶς διεπραξάμην. διὸ μεταγνοὺς ἐπὶ τῷ σφάλματι συγγνώμην αἰτῶ. ἧς μεταδοῦναί μοι μὴ κατοκνήσῃς. δίκαιον γάρ ἐστι συγγινώσκειν πταίουσι τοῖς φίλοις, ὅτε μάλιστα καὶ | |
5 | ἀξιοῦσι συγγνώμης τυχεῖν. | |
Char.64 | Ὀνειδιστική. Πολλὰ καλὰ πέπονθας ὑφ’ ἡμῶν καὶ θαυμάζω καθ’ ὑπερβολήν, πῶς οὐδενὸς τούτων μνεί‐ αν ποιεῖς, ἀλλὰ κακῶς ἡμᾶς λέγεις, ὅπερ ἐστὶν ἀχαρίστου γνώμης. οἱ γὰρ ἀχάριστοι τῶν καλῶν ἀμνημονοῦσι καὶ | |
5 | τοὺς εὐεργέτας ὡς ἐχθροὺς κακῶς ἐπὶ τούτοις διατίθεν‐ | |
ται. | 38 | |
Char.65 | Συμπαθητική. Σφόδρα κατὰ ψυχὴν ἠχθέσθην ἀκηκοὼς περί τινων συμβάντων σοι δεινῶν καὶ τὸ θεῖον ἱκέτευσα τούτων ἐλεύθερόν σε καταστῆσαι. φίλων γάρ ἐστιν εὔχεσθαι τοὺς φίλους ἀεὶ κακῶν ἐλευθέρους ὁρᾶν. | |
Char.66 | Θεραπευτική. Ἐγὼ μὲν ἐφ’ οἷς εἶπον λόγοις μετῆλθον ἔργῳ, τὸ γὰρ σύνολον οὐκ ἐνόμιζόν σέ ποτε λυπηθήσεσθαι· εἰ δ’ ἐπὶ τοῖς λεχθεῖσιν ἢ πραχθεῖσιν ἠχθέσθης, ἴσθι, κράτιστε ἀνδρῶν, ὡς οὐκέτι τῶν ῥηθέν‐ | |
5 | των λόγον ὅλως ποτὲ ποιήσομαι. σκοπὸς γάρ μοι θερα‐ πεύειν ἀεὶ τοὺς φίλους ἐστὶν ἤπερ λυπεῖν. | |
Char.67 | Συγχαρητική. Συγχαίρω σοι λίαν ἐφ’ οἷς ἀγω‐ νισάμενος εὐδοκίμησας εἰς τοσοῦτον ὡς καὶ γραφῇ τιμη‐ θῆναι. συγχαίρειν γὰρ χρὴ τοῖς φίλοις εὖ πράττουσιν ὡς καὶ συναλγεῖν λυπουμένοις. | |
Char.68 | Παραλογιστική. Εἰ καὶ μέγας τις ἦσθα καὶ τῶν ἐπὶ δυνάμει βοωμένων εἷς, ἐν οὐδενί σε μέτρῳ τὸ παρά‐ παν ἂν περιεπτυξάμην. πολὺ δέ γε μᾶλλόν σε νῦν οὐ προσποιοῦμαι διὰ τὴν ἀσθένειάν σου. οὐδὲν γάρ με λυ‐ | 39 |
5 | πεῖς οὐ δι’ ἀρετὴν τοῦ μὴ θέλειν ἀδικεῖν, ἀλλὰ τῷ δυνά‐ μεως ἀπορεῖν. | |
Char.69 | Ἀντεγκληματική. Τί ἐγκαλεῖς ἡμῖν ὡς αἰτίοις σοι γενομένοις συμφορᾶς καὶ οὐκ ἐγκαλεῖς σεαυτῷ τῷ κακώσαντι τὰ καθ’ ἡμᾶς; σὺ γὰρ ἡμῖν αἴτιος γέγονας ἀπείρων κακῶν ὁ καὶ πολλοὺς ἄλλους λυπήσας καὶ οὐχ | |
5 | ἡμεῖς σοὶ οἱ μηδένα τὸ παράπαν ἠδικηκότες ποτέ. | |
Char.70 | Ἀντεπισταλτική. Δεξάμενος τὰ γράμματα τῆς σῆς γνησιότητος καὶ γνοὺς δι’ αὐτῶν ὡς ἐν εὐπραγίᾳ διάγεις, λίαν ἥσθην. δι’ εὐχῆς γὰρ ἔχω τοὺς φίλους εὖ πράττειν ἀεί. | |
Char.71 | Παροξυντική. Εἰ πόρρω τυγχάνων ἐγὼ τοῦ κα‐ κοδαίμονος Διοκλέους λίαν ἄχθομαι, καθὸ κακῶς σε παν‐ ταχοῦ γῆς διατίθεται, πολύ γε μᾶλλον σὺ τῆς εἰς σὲ λοι‐ | |
δορίας χάριν ὤφελες ἀμύνασθαι. καλὸν γάρ ἐστι τοὺς | 40 | |
5 | πονηροὺς μείζοσιν ὧν ἀδικοῦσι περιβάλλειν κακοῖς καὶ τὰς πολλὰς ἐπιστομίζειν φλυαρίας. | |
Char.72 | Παραμυθητική ... | |
Char.73 | Ὑβριστική. Εἰ καλὸς ἦσθα, πολλοὺς ἂν εἶχες φίλους γνησίους· νῦν δ’ ἐπειδὴ φαῦλος ἔφυς, εἰκότως οὐδένα κέκτησαι φίλον. ἕκαστος γὰρ τῶν ἐμφρόνων ἀν‐ | |
δρῶν σπουδὴν ποιεῖται τὸν ἄτοπον φεύγειν ἀεί. | 41 | |
Char.74 | Ἀπαγγελτική. Πολλὰ δεινὰ τῇ νῦν ὑφ’ ἡμῶν οἰκουμένῃ συμβέβηκε πόλει. πολέμου γὰρ αὐτὴν ἐμφυλίου κατειληφότος τὸ πλεῖστον αὐτῆς ἐξηφανίσθη ὡς μηδὲν διαφέρειν τῆς Σκυθῶν ἐρημίας. | |
Char.75 | Σχετλιαστική. Ὦ πόσων ἡμῖν κακῶν αἴτιος γέ‐ γονεν ἡ συντυχία τοῦ κακοδαίμονος Ἑρμογένους, ὦ πό‐ σαις συμφοραῖς καὶ δεινοῖς ἡμᾶς περιέβαλε. κρεῖττον γὰρ ἡμῖν τῷ Πλούτωνι ξυντυχεῖν ἢ τῷ τοῖς θεοῖς ἐχθρῷ. | |
Char.76 | Πρεσβευτική. Ἀεὶ τῶν δωρεῶν τῆς ὑμετέρας κηδεμονίας ἀπελαύομεν. ὅθεν καὶ νῦν, ἀγαθοί, διὰ τῶνδε τῶν πρεσβειῶν ἀξιοῦμεν τοῦδε τοῦ πράγματος τυχεῖν, ὃ συνήθως ἀξιοῦσιν ἐχαρίσασθε. ἐν τούτῳ οὖν τὸ με‐ | |
5 | γαλόψυχον τῆς ὑμετέρας ἀρετῆς ἐπιδεῖξαι δυσωπήθητε. | |
Char.77 | Ἐπαινετική. Ἀγχίνουν ὄντα σε καθ’ ὑπερβολὴν καὶ σφόδρα συνετὸν ἐπαινῶ καὶ τιμῶ. πρέπει γὰρ τοὺς θείους ἄνδρας μὴ μόνον ἐπαινεῖν, ἀλλὰ καὶ τιμᾶν. | 42 |
Char.78 | Διδασκαλική. Μὴ νόμιζε τῶν συμβάντων σοι δεινῶν αἴτιον τὸ θεῖον γεγενῆσθαι. πανταχοῦ γὰρ τὸ θεῖον ἐλεύθερον κακῶν ὑπάρχει. τὸ γὰρ τοῖς ἄλλοις φεύγειν τὰ κακὰ παρακελευόμενον οὐκ ἂν αἴτιόν ποτέ | |
5 | τινι κακίας γένοιτο. | |
Char.79 | Ἐλεγκτική. Οὐ λέληθας τόδε τὸ πρᾶγμα διαπρα‐ ξάμενος. πολλοὺς γὰρ ἔχεις ἐλέγχους κἂν ἀρνῇ, καὶ μά‐ λιστα τοὺς συνίστοράς σοι γεγονότας καὶ τῆς αὐτῆς σοι κεκοινωνηκότας πράξεως. ὅθεν μηδὲ τὴν τιμωρίαν ἔλπιζε | |
5 | διαφεύξεσθαι. | |
Char.80 | Διαβλητική. Πολλῶν μοι κακῶν αἴτιος γέγονεν ὁ δεῖνα φαῦλος ἄγαν ὢν τὸν τρόπον. ὑποδὺς γάρ με καθάπερ φίλος καὶ πολλὰ καλὰ ὑπ’ ἐμοῦ πεπονθὼς καὶ μὴ δυνηθεὶς τοῖς ἴσοις ἀμείψασθαι διὰ τὸ καλῶν ἀπο‐ | |
5 | ρεῖν μεγίστοις περιέβαλε κακοῖς. φυλάττου γοῦν τοῦτον, μὴ καὶ σὺ τῶν ὁμοίων ὑπ’ αὐτοῦ πειραθῇς δεινῶν. | |
Char.81 | Ἐπιτιμητική. Αἰδέσθητι λοιπὸν ἐφ’ οἷς ἁμαρ‐ τάνεις καὶ παῦσαι τοῦ πλημμελεῖν καὶ μὴ μελέτην ἁμαρ‐ τημάτων τὸν σὸν βίον ποιοῦ. σοῦ γὰρ ἕνεκεν ἡμεῖς αἰ‐ | |
σχυνόμεθα. | 43 | |
Char.82 | Ἐρωτηματική. Πολλὴν ζήτησιν εἰσενεγκάμενος περὶ τόδε τὸ κεφάλαιον καὶ μὴ κατειληφὼς αὐτοῦ τὴν εὕρεσιν δίκαιον ἡγησάμην διὰ τοῦδε τοῦ πρὸς ὑμᾶς ἐρω‐ τηματικοῦ ῥήματος τὴν ἐπιστήμην τοῦ ζητουμένου παρ’ | |
5 | ὑμῶν εὐτυχῆσαι. λοιπὸν ἀξιοῦντι μηδαμῶς ἀποκνήσητε παρασχέσθαι τὴν χάριν καὶ ἐπιστῆσαι τὸ ζητούμενον. | |
Char.83 | Παραθαρρυντική. Ἄφοβος ἔσο τὸ παράπαν, ἔχου δὲ σεμνῶς πολιτευόμενος διὰ τὸ τὸ θεῖον ἔχειν εὐμενές. πανταχοῦ γὰρ τὸ θεῖον τῷ ὀρθῶς βιοῦντι παρίσταται. | |
Char.84 | Ἀναθετική. Δέδοκταί μοι τόδε τὸ πρᾶγμα δια‐ πράξασθαι; διὸ καὶ τὴν ἐμαυτοῦ βουλὴν ἀνατίθεμαί σοι. ὅθεν τὸ συμφέρον σκοπήσας ἐπίστειλον τὸ πρακτέον. ποθῶ γὰρ ἀεὶ παρὰ τῶν ἐμφρόνων δέχεσθαι γνώμας. αἱ | |
5 | γὰρ ἄρισται τῶν φίλων συμβουλίαι καλλίστας ἔχουσι τὰς εὐεργεσίας. | |
Char.85 | Ἀποφαντική. Τὸν ἐμὸν οἰκέτην ἐβουλευσάμην τιμωρήσασθαι δι’ ἥν μοι κατεσκεύασεν ἐπιβουλήν. ὅθεν μή μοι παρακλήσεις προσάγειν περὶ αὐτοῦ πειρῶ. ἀδύ‐ νατον γάρ ἐστι μὴ τὴν ἐμαυτοῦ βουλὴν εἰς πέρας ἄξειν | 44 |
5 | καὶ τοῦτον πάντη τε καὶ πάντως κολάσαι. | |
Char.86 | Σκωπτική. Κίλικα μέν σε πρὸς ἁπάντων ἀκούω τυγχάνειν τῷ γένει, Ἰνδὸν δὲ σκοπῶν ἐφευρίσκω, κα‐ θάπερ αὐτὸς ὁ μελάντατος τοῦ σώματος κέκραγε χρώς. | |
Char.87 | Μετριαστική ... | |
Char.88 | Αἰνιγματική ... | 45 |
Char.89 | Ὑπομνηστική. Παραγενόμενος ἐν τῷδε τῷ τόπῳ καὶ ἀνερευνήσας τὸν τιμιώτατον ἄνδρα τὸν δεῖνα λέξον ἐξ ἐμοῦ τῷδε τάδε. | |
Char.90 | Λυπητική. Σφόδρα καθ’ ὑπερβολὴν λελύπηκας τόδε τὸ πρᾶγμα διαπραξάμενος. ὅθεν ἰσχυρῶς ἄχθομαι πρὸς σὲ καὶ δυσίατόν τινα λυποῦμαι λύπην. αἱ γὰρ ἐκ φίλων εἰς φίλους γινόμεναι λῦπαι δυσθεράπευτοι λίαν | |
5 | τυγχάνουσι καὶ μείζους τῶν ἐχθρῶν ἔχουσι τὰς ἐπηρείας. | |
Char.91 | Ἐρωτική. Ἐρῶ, ἐρῶ, νὴ τοὺς θεούς, τῆς σῆς εὐπρεποῦς τε καὶ ἐρωτικῆς μορφῆς καὶ ἐρῶν οὐκ αἰσχύ‐ νομαι. τὸ γὰρ εὐπρεποῦς ἐρᾶν οὐκ αἰσχρόν. εἰ δέ γε καὶ ψέξειέ τις ὅλως ὡς ἐρῶντα, πάλιν ὡς καλῆς ἐφιέμενον | |
5 | ἐπαινέσειεν. | |
Char.92 | Μικτή. Οἶδα μὲν ὡς εὐσεβῶς ζῆς καὶ σεμνῶς πο‐ λιτεύῃ καὶ τῇ ἀνεπιλήπτου τε καὶ ἁγνῆς πολιτείας ἀρε‐ τῇ τὸ περιβόητον αὐτὸ τῆς φιλοσοφίας κοσμεῖς ὄνομα· καθ’ ἓν δὲ τοῦτο μόνον σφάλλῃ, καθὸ τοὺς φίλους κα‐ | 46 |
5 | κῶς λέγεις, ὅπερ ἀποθέσθαι σε χρή. διαβολὴ γὰρ φιλο‐ | |
σόφοις οὐχ ἁρμόζει. | 47 |