TLG 2200 007 :: LIBANIUS :: Argumenta orationum Demosthenicarum LIBANIUS Rhet.
Soph. Argumenta orationum Demosthenicarum Citation: Oration — section — (line) | ||
ArgD.t1 | Ὑποθέσεις τῶν λόγων Δημοσθένους. | |
ArgD.Pr1 | Ἐπειδή, κράτιστε ἀνθυπάτων Μόντιε, κατὰ τὸν Ὁμηρικὸν Ἀστεροπαῖον περιδέξιος τὰ εἰς λόγους ὢν πρωτεύεις μὲν ἐν τῇ Ῥωμαίων φωνῇ καὶ τῆς παρ’ ἐκείνοις παιδείας ὁμολογουμένως τὸ πρεσβεῖον ἀνῄρη‐ | |
5 | σαι, ἀμελεῖς δὲ οὐδὲ τῆς Ἑλληνικῆς ἅτε καὶ ἐν αὐτῇ διὰ τὸ τῆς φύσεως μέγεθος ὑπερέχειν δυνάμενος, ἀλλὰ περί τε τοὺς ἄλλους διατρίβεις καὶ περὶ τὸν τελεώτα‐ τον τῶν Ἑλληνικῶν ῥητόρων τὸν Δημοσθένην καὶ δὴ καὶ ἡμᾶς ἐβουλήθης τὰς ὑποθέσεις τῶν τούτου λόγων | |
---|---|---|
10 | ἀναγράψασθαί σοι, δεχόμεθα μὲν ἄσμενοι τὸ πρόσταγμα, ἴσμεν γὰρ ὅτι πλείω τὴν τιμὴν ἢ πόνον ἔχει, ἀρξό‐ μεθα δὲ τοῦ συντάγματος ἀπὸ τοῦ βίου τοῦ ῥήτορος οὐχ ὅλον αὐτὸν διεξιόντες, περιττὸν γὰρ τοῦτο, ἀλλὰ τοσούτων μνημονεύοντες ὅσα δοκεῖ καὶ πρὸς | |
15 | κατάληψιν ἀκριβεστέραν τῶν λόγων συντελεῖν. | |
ArgD.Pr2 | Δημοσθένει τοίνυν τῷ ῥήτορι πατὴρ ἦν Δημο‐ σθένης ἀνεπίληπτος τῷ γένει δοκῶν, ὡς καὶ Αἰσχίνης ἐχθρὸς ὢν μαρτυρεῖ. εἴρηται γοῦν οὕτως αὐτοῖς ῥή‐ μασι· τούτῳ πατὴρ μὲν ἦν Δημοσθένης ὁ Παι‐ | 600 |
5 | ανιεύς, ἀνὴρ ἐλεύθερος, οὐ γὰρ δεῖ ψεύδεσθαι. ἐργαστήριον δὲ οἰκετῶν μαχαιροποιῶν κεκτημένος ἐν‐ τεῦθεν τὴν τοῦ μαχαιροποιοῦ κλῆσιν ἔλαβε. | |
ArgD.Pr3 | τὸ μέν‐ τοι μητρῷον γένος τοῦ ῥήτορος οὐκ ἦν, ὥς φασι, καθα‐ ρῶς Ἀττικὸν Γύλωνος τοῦ πάππου τοῦ Δημοσθένους φυγόντος μὲν ἐξ Ἀθηνῶν ἐπὶ προδοσίας ἐγκλήματι, | |
5 | οἰκήσαντος δὲ περὶ τὸν Πόντον κἀκεῖ γυναῖκα ἀγαγο‐ μένου Σκύθιν τὸ γένος, ἐξ ἧς ἦν τοῦ Δημοσθένους ἡ μήτηρ Κλεοβούλη. εἰς τοῦτο γοῦν ἄλλοι τε λελοιδο‐ ρήκασι καὶ Αἰσχίνης εἰπὼν ὡς ἄρα εἴη Σκύθης, βάρβαρος ἑλληνίζων τῇ φωνῇ. | |
ArgD.Pr4 | Περὶ μὲν οὖν τοῦ γένους αὐτοῦ τοσαῦτα εἰ‐ ρήσθω· ὀρφανὸς δὲ καταλειφθεὶς ὑπὸ τοῦ πατρὸς κο‐ | |
μιδῆ νέος ἦν μέν, ὥς φασιν, ἀσθενὴς τῷ σώματι καὶ νοσώδης ὥστε μηδὲ εἰς παλαίστραν φοιτῆσαι, καθάπερ | 601 | |
5 | πάντες οἱ τῶν Ἀθηναίων παῖδες εἰώθεσαν. | |
ArgD.Pr5 | ὅθεν καὶ ἀνδρωθεὶς ὑπὸ τῶν ἐχθρῶν εἰς μαλακίαν ἐσκώ‐ πτετο καὶ Βάταλος ἐπωνυμίαν ἔσχεν. ἱστόρηται γάρ τινα Βάταλον Ἐφέσιον αὐλητὴν γενέσθαι, ὃς πρῶτος | |
5 | ὑποδήμασι γυναικείοις ἐπὶ τῆς σκηνῆς ἐχρήσατο καὶ μέλεσι κατεαγόσι καὶ ὅλως τὴν τέχνην ἐμάλθαξεν. ἀπὸ τούτου δὲ τοὺς ἐκλύτους καὶ ἀνάνδρους Βατάλους ἐκάλουν. | |
ArgD.Pr6 | Λέγεται δὲ τὸν Δημοσθένην τὴν πολλὴν καὶ σφοδρὰν ἐπὶ λόγους ὁρμὴν ἐντεῦθεν σχεῖν. Καλλίστρα‐ τος ἦν Ἀθηναῖος ῥήτωρ ἔνδοξος. οὗτος ἔμελλε δημο‐ σίαν τινὰ δίκην ἀγωνίζεσθαι, φασίν, οἶμαι, τὴν | |
5 | περὶ Ὠρωποῦ. ὁ τοίνυν Δημοσθένης παῖς ὢν ἐδεῖτο τοῦ ἐφεστῶτος οἰκέτου συγχωρῆσαι παραβαλεῖν αὑτῷ τῇ δίκῃ, καὶ ὃς ἐπέτρεψεν. ἀκούσας δὲ οὕτω διετέθη ὥστε ἀπ’ ἐκείνης τῆς ὥρας πάντα πάρεργα πρὸς τοὺς λόγους θέσθαι. | |
ArgD.Pr7 | διδασκάλῳ δὲ χρησάμενος Ἰσαίῳ, μάλα δεινῷ ῥήτορι, εἰς ἄνδρας ἐγγραφεὶς εὐθὺς ἀγῶνα κατὰ τῶν ἐπιτρόπων ἐνεστήσατο κακῶς διῳκηκότων τὴν οὐσίαν αὐτοῦ. καὶ εἷλε μὲν αὐτούς, οὐ μὴν ἠδυ‐ | |
5 | νήθη πάντα ἀπολαβεῖν ὅσα ἀπολωλέκει. | |
ArgD.Pr8 | τοὺς δὲ λόγους τοὺς ἐπιτροπικούς εἰσιν οἵ φασιν Ἰσαίου καὶ οὐ Δημοσθένους εἶναι διὰ τὴν ἡλικίαν τοῦ ῥήτορος ἀπιστοῦντες, ὀκτωκαίδεκα γὰρ ἐτῶν ἦν, ὅτε πρὸς τού‐ | 602 |
5 | τους ἠγωνίζετο, καὶ ὅτι δοκοῦσιν οἱ λόγοι τὸ τοῦ Ἰσαίου πως ἐπιφαίνειν εἶδος. ἕτεροι δὲ νομίζουσι συν‐ τετάχθαι μὲν ὑπὸ Δημοσθένους, διωρθῶσθαι δὲ ὑπὸ τοῦ Ἰσαίου. οὐδὲν δὲ θαυμαστὸν εἰ ὁ Δημοσθένης ἐδύνατο μὲν καὶ ἐπ’ ἐκείνης τῆς ἡλικίας συγγράφειν | |
10 | τοιούτους λόγους, ἡ γὰρ ὕστερον ὑπεροχὴ καὶ τοῦτο πιστοῦται, ἀπὸ δὲ νεαρᾶς ἔτι τῆς ἀσκήσεως τῆς ὑπὸ τῷ διδασκάλῳ τὸν ἐκείνου χαρακτῆρα πολλαχῇ μεμί‐ μηται. | |
ArgD.Pr9 | μετὰ μέντοι τούτους τοὺς ἀγῶνας βραχὺ τῇ ἡλικίᾳ προελθὼν σοφιστεύειν ἐνεχείρησεν. εἶτα ἀπαλ‐ λαγεὶς τούτου συνηγόρησεν ἐν δικαστηρίῳ. τούτοις δὲ ὥσπερ γυμνασίοις χρησάμενος ἐπὶ τὸ δημαγωγεῖν καὶ | |
5 | τὰ τῆς πόλεως πράττειν ἦλθεν. | |
ArgD.Pr10 | Ἔτι κἀκείνων μνημονευτέον, ὅτι τραυλὸς μὲν ἦν τὴν γλῶτταν ἐκ φύσεως, τὸ δὲ πνεῦμα ἀτονώτερος. ἐξ ὧν ἀμφοτέρων συνέβαινε φαυλοτάτην αὐτὸν τὴν ὑπόκρισιν παρεχόμενον οὐκ εὐδοκιμεῖν τὸ κατ’ ἀρχὰς | |
5 | ἐπὶ τοῖς λόγοις. διὸ καὶ πρὸς τὸν ἐρωτήσαντα τί ἐστι ῥητορική; ἀπεκρίνατο ὅτι ὑπόκρισις δυσχεραίνων | |
ὅτι διὰ ταύτην τῶν χειρόνων ἥττων ἐφαίνετο. | 603 | |
ArgD.Pr11 | ἀλλὰ καὶ ταῦτα μελέτῃ κατώρθωσε καὶ ὅσα ἄλλα αὐτῷ πρὸς δημαγωγίαν ὑπῆν ἐλαττώματα. καὶ γὰρ δειλὸς ἦν τὸ πρῶτον πρὸς τοὺς τοῦ δήμου θορύβους καὶ εὐκατάπληκτος ὥστε εὐθὺς ἐξίστασθαι. διὰ δὲ τοῦ‐ | |
5 | τό φασιν αὐτὸν ἄνεμον ῥαγδαῖον τηροῦντα καὶ κινου‐ μένην σφοδρῶς τὴν θάλατταν παρὰ τοὺς αἰγιαλοὺς βαδίζοντα λέγειν καὶ τῷ τῆς θαλάττης ἤχῳ συνεθί‐ ζεσθαι φέρειν τὰς τοῦ δήμου καταβοάς. | |
ArgD.Pr12 | μνημονεύ‐ ονται δὲ αὐτοῦ καὶ οἰκήσεις κατάγειοι καὶ ξυρήσεις ἀπρεπεῖς, ἵνα δι’ αἰσχύνην μὴ προΐοι τοῦ τῆς οἰκίας δωματίου, καὶ ὡς οὐδὲ τὰς νύκτας ἐκάθευδεν, ἀλλὰ | |
5 | διεπονεῖτο πρὸς φῶς περὶ λόγους. ὅθεν καὶ Πυθέας σκώπτων ἔφη τοὺς λόγους τοῦ Δημοσθένους λύχνων ἀπόζειν. πρὸς ὃν ὁ Δημοσθένης ἀστείως ἅμα καὶ πι‐ κρῶς οἶδα, εἶπεν, ὅτι σε λυπῶ λύχνον καίων. διε‐ βέβλητο γὰρ ὡς λωποδυτῶν νύκτωρ ὁ Πυθέας. | |
ArgD.Pr13 | καὶ μὴν ὅτι γε ὕδωρ ἐπετήδευε πίνειν, ἵνα ἐγρηγορυῖαν μᾶλλον παρέχηται τὴν διάνοιαν, ἅπασιν ὡμολόγηται. | |
παρειλήφαμεν δὲ κἀκεῖνο, ὡς καὶ ξίφος ποτὲ ἐκ τῆς | 604 | |
5 | ὀροφῆς ἀπήρτησε καὶ ἱστάμενος ὑπὸ τοῦτο ἔλεγεν. ἐποίει δὲ τοῦτο δι’ αἰτίαν τοιαύτην· ἐν τῷ λέγειν ἀπρεπῶς τὸν ὦμον εἰώθει κινεῖν. ὑπερεκρέμασεν οὖν τοῦ ὤμου τὸ ξίφος ἐν χρῷ καὶ οὕτω τῷ δέει τῆς πλη‐ γῆς ἠδυνήθη κατασχεῖν ἑαυτὸν ἐπὶ τοῦ πρέποντος | |
10 | σχήματος. | |
ArgD.Pr14 | Ἀναγκαῖον δὲ διηγήσασθαι καὶ ὅπως εἶχε τά τε τῶν Ἑλλήνων καὶ τῶν Ἀθηναίων πράγματα, ὅτε ἐπὶ τὸ δημαγωγεῖν ἦλθε Δημοσθένης. | |
ArgD.Pr15 | Θηβαῖοι Λακεδαιμονίους ἄρχοντας τῶν Ἑλλήνων καὶ μεγίστην δύναμιν ἔχοντας ἐν Λεύκτροις τῆς Βοι‐ ωτίας μάχῃ νικήσαντες αὐτοὶ προῆλθον εἰς ἰσχὺν καὶ μετ’ ὀλίγον πρὸς Φωκέας πόλεμον ἐξήνεγκαν. ἦσαν δὲ | |
5 | οἱ Φωκεῖς ἔθνος ὅμορον τῇ Βοιωτίᾳ, πόλεις ἔχον δύο καὶ εἴκοσιν. οὗτοι δὲ καταλαβόντες τὸν τοῦ Πυ‐ θίου ναὸν πλησίον ὄντα ἐσύλησαν, ἀνθ’ ὅτου καὶ οἱ Θηβαῖοι πόλεμον ἐξήνεγκαν πρὸς αὐτούς. | |
ArgD.Pr16 | ἐπολέ‐ μουν δὲ καὶ Ἀθηναῖοι τὸν συμμαχικὸν κληθέντα πό‐ λεμον. Χῖοι γὰρ καὶ Ῥόδιοι καὶ Βυζάντιοι πάλαι ποτὲ ὄντες ὑπήκοοι τῶν Ἀθηναίων τότε μετ’ ἀλλήλων συστάν‐ | |
5 | τες καὶ συμμαχίαν ποιησάμενοι πρὸς αὐτοὺς ἐπολέ‐ μουν. | |
ArgD.Pr17 | καὶ οὕτω μὲν ἡ Ἑλλὰς εἰς πολλὰ μέρη δι‐ | |
ῄρητο Ἀθηναίων πολεμούντων πρὸς τοὺς προειρημένους καὶ Θηβαίων πρὸς Φωκέας καὶ Λακεδαιμονίων πρὸς Πελοποννησίους, κατὰ δὲ τοῦτον τὸν καιρὸν Φίλιππος | 605 | |
5 | ὁ Ἀμύντου παῖς εἰς τὴν Μακεδόνων βασιλείαν παρ‐ ῆλθεν. | |
ArgD.Pr18 | Ἀμύντᾳ γὰρ τῷ Μακεδονίας βασιλεῖ τρεῖς ἐγένοντο παῖδες ἐξ Εὐρυδίκης τῆς Ἰλλυρίδος, Ἀλέξαν‐ δρος, Περδίκκας, Φίλιππος. τούτων ὁ μὲν πρεσβύτατος Ἀλέξανδρος δολοφονηθεὶς ἐτελεύτησεν, ὁ δὲ Περδίκκας | |
5 | πρὸς Ἰλλυριοὺς μαχόμενος, Φίλιππος δὲ ὁ νεώτατος ἐτύγχανε μὲν ἐν Θήβαις ὁμηρεύων, ὡς δὲ ἐπύθετο τὸν Περδίκκου θάνατον, ὑπεξελθὼν λάθρα καὶ ὀξέως εἰς Μακεδονίαν ἀφικόμενος κατέσχε τὴν ἀρχήν. | |
ArgD.Pr19 | Ἀθη‐ ναῖοι δὲ ἄρ’ ἕτερόν τινα γένους μὲν ὄντα τοῦ βασι‐ λικοῦ, φυγάδα δὲ ἐκ Μακεδονίας, ἐπὶ βασιλείαν κατ‐ ῆγον μετὰ πολλοῦ πλήθους στρατιωτῶν. τούτοις ὁ Φί‐ | |
5 | λιππος ἐπιθέμενος ἐνίκησε μάχῃ. καὶ ὅσους συνέλαβεν αἰχμαλώτους τῶν Ἀθηναίων, ἀφῆκεν ἄνευ λύτρων, οὐ κατ’ εὔνοιαν τῆς πόλεως οὐδὲ δι’ ἐπιείκειαν τρόπου, 〈ἀλλὰ ....... | |
ArgD.Pr20 | Τῆς ῥητορικῆς μέρη τρία, ἐπιδεικτικόν, δικα‐ νικόν, συμβουλευτικόν. τοῖν μὲν οὖν δυοῖν ἄκρος ἀγω‐ νιστὴς γέγονε, τοῦ τε δικανικοῦ καὶ τοῦ συμβουλευτι‐ κοῦ, ἐπιδεικτικοὺς δὲ οὐκ ἔχομεν αὐτοῦ λόγους. τοὺς | 606 |
5 | γὰρ φερομένους οὐ πιστευτέον εἶναι Δημοσθένους, τὸν ἐπιτάφιον καὶ τὸν ἐρωτικόν. πολὺ γὰρ τῆς ἐκεί‐ νου δυνάμεως ἀπολείπονται. καὶ οὐχ ἡμετέραν γνώμην λέγομεν, ἀλλὰ καὶ Διονυσίῳ τῷ Ἁλικαρνασεῖ τοῦτο συνδοκεῖ. ὅτι μὲν γὰρ εἶπεν ἐπιτάφιον λόγον Δημο‐ | |
10 | σθένης ὡμολόγηται, οὐ μὴν τοῦτον εἰκὸς εἶναι τὸν ὑπ’ ἐκείνου ῥηθέντα πάνυ φαύλως καὶ ἀσθενῶς ἔχον‐ τα. | |
ArgD.Pr21 | τῶν δὲ συμβουλευτικῶν αὐτοῦ λόγων οἱ μὲν αὐτὸ τοῦτο ἔχουσιν ἐπίγραμμα συμβουλευτικοί, οἱ δὲ οὐδὲν μὲν ἧττόν εἰσι συμβουλευτικοί, Φιλιππικοὶ δὲ ἐπιγράφονται ἐκ τοῦ περὶ τῶν 〈Φιλίππου〉 πραγ‐ | |
5 | μάτων εἰρῆσθαι τὴν κλῆσιν λαβόντες. καὶ τῶν Φιλιπ‐ πικῶν ἕκαστος ἰδίαν τινὰ ἐπιγραφὴν ἔχει κατὰ τὴν τῶν πραγμάτων ἑκάστων ἰδιότητα. | |
7 | ||
ArgD.1t | ὑπόθεσις τοῦ αʹ Ὀλυνθιακοῦ λόγου. | |
ArgD.1.1 | Ὄλυνθος ἦν πόλις ἐπὶ Θρᾴκης, Ἑλληνικὸν δὲ | |
ταύτῃ τῶν ἐνοικούντων τὸ γένος, ἀπὸ Χαλκίδος τῆς ἐν Εὐβοίᾳ, ἡ δὲ Χαλκὶς Ἀθηναίων ἄποικος. | 607 | |
ArgD.1.2 | πολ‐ λοὶ δὲ πόλεμοι καὶ ἔνδοξοι τῆς Ὀλύνθου. Ἀθηναίοις τε γὰρ ἐπολέμησεν ἄρχουσι τῶν Ἑλλήνων τὸ παλαιὸν καὶ αὖθις Λακεδαιμονίοις. χρόνῳ δὲ εἰς δύναμιν προ‐ | |
5 | ῆλθε μεγάλην καὶ τῶν συγγενῶν πόλεων ὑπερεῖχεν· ἦν γὰρ ἐπὶ Θρᾴκης πολύ τι γένος Χαλκιδικόν. | |
ArgD.1.3 | Φι‐ λίππῳ δὲ τῷ Μακεδόνων βασιλεῖ συμμαχίαν οἱ Ὀλύν‐ θιοι ποιησάμενοι καὶ πολεμοῦντες μετ’ αὐτοῦ πρὸς Ἀθηναίους τὸ κατ’ ἀρχάς, καὶ τοῦτο μὲν Ἀνθεμοῦντα | |
5 | παρὰ τοῦ Μακεδόνος εἰληφότες, πόλιν ἀμφισβητήσιμον Μακεδόσι καὶ Ὀλυνθίοις, τοῦτο δὲ Ποτίδαιαν, ἣν Ἀθη‐ ναίων ἐχόντων ἐκπολιορκήσας ὁ Φίλιππος Ὀλυνθίοις παρέδωκεν, ὕστερον δὲ ὑποπτεύειν ἤρξαντο τὸν βασι‐ λέα ὁρῶντες αὐτοῦ ταχεῖαν καὶ πολλὴν τὴν αὔξησιν, | |
10 | οὐ πιστὴν δὲ τὴν γνώμην. | |
ArgD.1.4 | ἀποδημοῦντα δὲ τηρή‐ σαντες αὐτὸν πέμψαντες πρέσβεις πρὸς Ἀθηναίους κατελύσαντο τὸν πρὸς αὐτοὺς πόλεμον ποιοῦντες τοῦ‐ το παρὰ τὰς συνθήκας τὰς πρὸς Φίλιππον· συνετέ‐ | |
5 | θειντο γὰρ καὶ κοινῇ πολεμεῖν πρὸς Ἀθηναίους κἂν ἄλλο τι δόξῃ, κοινῇ σπείσασθαι. | |
ArgD.1.5 | ὁ δὲ Φίλιππος πάλαι μὲν προφάσεως ἐπ’ αὐτοὺς δεόμενος, τότε δὲ | |
ταύτην λαβὼν ὡς τὰς συνθήκας παραβεβηκόσι καὶ πρὸς τοὺς ἐχθροὺς τοὺς ἑαυτοῦ φιλίαν ἐσπεισμένοις πόλε‐ | 608 | |
5 | μον ἐπήνεγκεν. οἱ δὲ πεπόμφασι πρέσβεις εἰς Ἀθήνας περὶ βοηθείας. οἷς ὁ Δημοσθένης συναγορεύει βοηθεῖν κελεύων τοῖς Ὀλυνθίοις. | |
ArgD.1.6 | καί φησι τὴν Ὀλυνθίων σωτηρίαν ἀσφάλειαν εἶναι τῶν Ἀθηναίων· σωζομένων γὰρ τῶν Ὀλυνθίων οὐδέποτε ἥξειν εἰς τὴν Ἀττικὴν Φίλιππον, ἀλλὰ τοῖς Ἀθηναίοις ἐξουσίαν ἔσεσθαι πλεῖν | |
5 | ἐπὶ τὴν Μακεδονίαν κἀκεῖ ποιεῖσθαι τὸν πόλε‐ μον· εἰ δὲ ὑπὸ Φιλίππῳ γένοιτο ἡ πόλις αὕτη, ἀνεῖ‐ σθαι τὴν ἐπὶ τὰς Ἀθήνας ὁδὸν τῷ βασιλεῖ. φησὶ δὲ δύσμαχον εἶναι τὸν Φίλιππον οὐχ ὡς ὑπείληπται, θαρσύνων ἐπ’ αὐτὸν τοὺς Ἀθηναίους. | |
ArgD.1.7 | διείλεκται δὲ καὶ περὶ τῶν δημοσίων χρημάτων συμβουλεύων αὐτὰ ποιῆσαι στρατιωτικὰ ἀντὶ θεωρικῶν. καὶ τὸ ἔθος οὐ πρόδηλον ὂν ᾧ ἐχρῶντο οἱ Ἀθηναῖοι, ἀνάγκη σαφηνί‐ | |
5 | σαι. | |
ArgD.1.8 | οὐκ ὄντος τὸ παλαιὸν θεάτρου λιθίνου παρ’ αὐτοῖς, ἀλλὰ ξυλίνων συμπηγνυμένων ἰκρίων καὶ πάν‐ των καταλαμβάνειν τόπον σπευδόντων πληγαί τε ἐγί‐ νοντο καί που καὶ τραύματα. τοῦτο κωλύσαι βουλη‐ | |
5 | θέντες οἱ προεστῶτες τῶν Ἀθηναίων ὠνητοὺς ἐποι‐ ήσαντο τοὺς τόπους καὶ ἕκαστον ἔδει διδόναι δύο ὀβολοὺς καὶ καταβαλόντα θέαν ἔχειν. ἵνα δὲ μὴ δο‐ κῶσιν οἱ πένητες τῷ ἀναλώματι λυπεῖσθαι, ἐκ τοῦ δημοσίου λαμβάνειν ἕκαστον ἐτάχθη τοὺς δύο ὀβολούς. | 609 |
ArgD.1.9 | ἐντεῦθεν μὲν οὖν τὸ ἔθος ἤρξατο, προῆλθε δὲ εἰς τοσοῦτον ὥστε οὐκ εἰς τοὺς τόπους μόνον ἐλάμβανον, ἀλλ’ ἁπλῶς πάντα τὰ δημόσια χρήματα διενέμοντο. ὅθεν καὶ περὶ τὰς στρατείας ὀκνηροὶ κατέστησαν. πά‐ | |
5 | λαι μὲν γὰρ στρατευόμενοι μισθὸν παρὰ τῆς πόλεως ἐλάμβανον, τότε δὲ ἐν ταῖς θεωρίαις καὶ ταῖς ἑορταῖς οἴκοι μένοντες διενέμοντο τὰ χρήματα. | |
ArgD.1.10 | οὐκ ἔτι οὖν ἤθελον ἐξιέναι καὶ κινδυνεύειν, ἀλλὰ καὶ νόμον ἔθεντο περὶ τῶν θεωρικῶν τούτων χρημάτων θάνατον ἀπειλοῦντα τῷ γράψαντι μετατεθῆναι ταῦτα εἰς τὴν | |
5 | ἀρχαίαν τάξιν καὶ γενέσθαι στρατιωτικά. | |
ArgD.1.11 | διὸ ὁ Δημοσθένης εὐλαβῶς ἅπτεται τῆς περὶ τούτου συμ‐ βουλῆς καὶ ὑπερωτήσας ἑαυτὸν ὅτι σὺ γράφεις ταῦ‐ τα εἶναι στρατιωτικά; ἐπιφέρει μὰ Δί’, οὐκ | |
5 | ἔγωγε. τοσαῦτα μὲν περὶ τῶν θεωρικῶν. | |
ArgD.1.12 | Διείλεκται δὲ ὁ ῥήτωρ καὶ περὶ πολιτικῆς δυ‐ νάμεως ἀξιῶν αὐτοὺς στρατεύεσθαι καὶ μὴ διὰ ξένων, ὥσπερ εἰώθεσαν, ποιεῖσθαι τὴν βοήθειαν. τοῦτο γὰρ | |
αἴτιον εἶναί φησι τοῦ τὰ πράγματα ἀπόλλυσθαι. | 610 | |
ArgD.2.1 | ὑπόθεσις τοῦ βʹ Ὀλυνθιακοῦ λόγου. Προσήκαντο μὲν τὴν πρεσβείαν τῶν Ὀλυνθίων οἱ Ἀθηναῖοι καὶ βοηθεῖν αὐτοῖς κεκρίκασι, μέλλουσι δὲ περὶ τὴν ἔξοδον καὶ δεδιόσιν ὡς 〈ὄντοσ〉 δυσπολεμήτου | |
5 | τοῦ Φιλίππου παρελθὼν ὁ Δημοσθένης πειρᾶται θαρ‐ σύνειν τὸν δῆμον ἐπιδεικνὺς ὡς ἀσθενεῖ τὰ τοῦ Μακε‐ δόνος πράγματα. καὶ γὰρ τοῖς συμμάχοις ὕποπτον αὐτὸν εἶναί φησι καὶ κατὰ τὴν ἰδίαν δύναμιν οὐκ ἰσχυρόν. τοὺς γὰρ Μακεδόνας ἀσθενεῖς εἶναι καθ’ | |
10 | ἑαυτούς. | |
10 | ||
ArgD.3t | ὑπόθεσις τοῦ γʹ Ὀλυνθιακοῦ λόγου. | |
ArgD.3.1 | Ἔπεμψαν βοήθειαν τοῖς Ὀλυνθίοις οἱ Ἀθηναῖοι καί τι κατορθοῦν ἔδοξαν δι’ αὐτῆς. καὶ ταῦτα αὐ‐ τοῖς ἀπηγγέλλετο, ὅ τε δῆμος περιχαρὴς οἵ τε ῥήτορες παρακαλοῦντες ἐπὶ τιμωρίαν Φιλίππου. | |
ArgD.3.2 | δέδοικε τοί‐ | |
νυν ὁ Δημοσθένης μὴ θαρρήσαντες ὡς τὰ πάντα νε‐ νικηκότες καὶ ἱκανὴν βοήθειαν πεποιημένοι τοῖς Ὀλυν‐ θίοις τῶν λοιπῶν ὀλιγωρήσωσι. διὰ τοῦτο παρελθὼν | 611 | |
5 | ἐπικόπτει τὴν ἀλαζονείαν αὐτῶν καὶ πρὸς εὐλάβειαν σώφρονα τὴν γνώμην μεθίστησι λέγων οὐ περὶ τῆς Φιλίππου τιμωρίας νῦν αὐτοῖς εἶναι τὸν λόγον, ἀλλὰ περὶ τῆς τῶν συμμάχων σωτηρίας. | |
ArgD.3.3 | οἶδε γὰρ ὅτι καὶ Ἀθηναῖοι καὶ ἄλλοι πού τινες τοῦ μὲν μὴ τὰ οἰκεῖα προέσθαι ποιοῦνται φροντίδα, περὶ δὲ τὸ τι‐ μωρήσασθαι τοὺς ἐναντίους ἧττον σπουδάζουσιν. | |
ArgD.3.4 | Ἐν δὲ τούτῳ τῷ λόγῳ καὶ τῆς περὶ τῶν θεωρι‐ κῶν χρημάτων συμβουλῆς φανερώτερον ἅπτεται καὶ ἀξιοῖ λυθῆναι τοὺς νόμους τοὺς ἐπιτιθέντας ζημίαν τοῖς γράψασιν αὐτὰ γενέσθαι στρατιωτικά, ἵν’ ἀδεὲς | |
5 | ᾖ τὸ συμβουλεύειν τὰ βέλτιστα. | |
ArgD.3.5 | παραινεῖ δὲ καὶ ὅλως πρὸς τὸν τῶν προγόνων ζῆλον ἀναστῆναι καὶ στρατεύεσθαι σώμασιν οἰκείοις καὶ ἐπιτιμήσει πολλῇ κέχρηται κατὰ τοῦ δήμου τε ὡς ἐκλελυμένου καὶ τῶν | |
5 | δημαγωγῶν ὡς οὐκ ὀρθῶς προϊσταμένων τῆς πόλεως. | 612 |
ArgD.4t | ὑπόθεσις τοῦ αʹ κατὰ Φιλίππου λόγου. | |
ArgD.4.1 | Κακῶς ἐν τῷ πολέμῳ τῷ πρὸς Φίλιππον οἱ Ἀθηναῖοι φερόμενοι συνεληλύθασιν εἰς ἐκκλησίαν ἀθυ‐ μοῦντες. | |
ArgD.4.2 | ὁ τοίνυν ῥήτωρ τήν τε ἀθυμίαν πειρᾶται παύειν λέγων οὐδὲν εἶναι θαυμαστὸν εἰ ῥᾳθυμοῦντες κεκράτηνται, καὶ εἰσηγεῖται πῶς ἂν ἄριστα τῷ πολέμῳ προσενεχθεῖεν. | |
ArgD.4.3 | κελεύει δὲ δύο δυνάμεις παρασκευ‐ άσασθαι, μίαν μὲν μείζω πολιτικήν, ἥτις οἴκοι μέ‐ νουσα πρὸς τὰς ἐπὶ καιρῶν χρείας ἕτοιμος ὑπάρξει, ἑτέραν δὲ ἐλάττονα ξένων ὄντων τῶν στρατευομένων, | |
5 | παραμεμιγμένων δὲ 〈καὶ πολιτῶν〉. | |
ArgD.4.4 | 〈ταύτην δὲ〉 κελεύει τὴν δύναμιν μὴ Ἀθήνησι μένειν μηδὲ ἐκ τῆς | |
πόλεως ποιεῖσθαι τὰς βοηθείας, ἀλλὰ περὶ τὴν Μακε‐ δονίαν ἀναστρέφεσθαι πολεμοῦσαν ἀδιαλείπτως, ἵνα | 613 | |
5 | μὴ τοὺς ἐτησίας πνέοντας ἐπιτηρήσας ὁ Φίλιππος ἢ καὶ τὸν χειμῶνα, ἡνίκα Ἀθήνηθεν εἰς Μακεδονίαν πλεῖν οὐ δυνατόν, ἐπιχειρῇ τοῖς πράγμασι καὶ παρὰ τὴν ἀπουσίαν τὴν τῶν Ἀθηναίων ἁπάντων κρατῇ, ἀλλ’ ἐγγὺς ἡ πρὸς αὐτὸν ἀντιταξομένη δύναμις ὑπάρχῃ. | |
9 | ||
ArgD.5t | ὑπόθεσις τοῦ περὶ τῆς εἰρήνης λόγου. | |
ArgD.5.1 | Μηκυνομένου τοῦ πολέμου τοῦ περὶ Ἀμφιπόλεως εἰρήνης ἐπεθύμησαν ὅ τε Φίλιππος καὶ οἱ Ἀθηναῖοι, οἱ μὲν Ἀθηναῖοι κακῶς ἐν τῷ πολέμῳ φερόμενοι, ὁ δὲ Φίλιππος βουλόμενος ἃ ὑπέσχετο Θετταλοῖς τε καὶ | |
5 | Θηβαίοις ἐπιτελέσαι. | |
ArgD.5.2 | ὑπέσχετο δὲ τοῖς μὲν Θηβαίοις Ὀρχομενὸν παραδώσειν καὶ Κορώνειαν, πόλεις Βοιω‐ τίας, ἀμφοτέροις δὲ τὸν Φωκικὸν καταλύσειν πόλεμον. τοῦτο δὲ ἦν ἀδύνατον αὐτῷ πολεμίων ὄντων Ἀθη‐ | |
5 | ναίων. καὶ γὰρ πρότερον βουληθεὶς εἰσβαλεῖν εἰς τὴν | |
Φωκίδα τῶν Ἀθηναίων περιπλευσάντων ταῖς ναυσὶν εἰς τὰς καλουμένας Πύλας, ὑπ’ ἐνίων δὲ Θερμοπύλας, ἀπεκρούσθη τῆς εἰσόδου. | 614 | |
ArgD.5.3 | νῦν τοίνυν εἰρήνην ποι‐ ησάμενος πρὸς τοὺς Ἀθηναίους μηδενὸς κωλύοντος παρελθὼν εἴσω Πυλῶν τὸ Φωκέων ἔθνος ἀνάστατον πεποίηκε καὶ τὴν Φωκέων ἐν τοῖς Ἀμφικτύοσι χώραν | |
5 | καὶ τὰς ἐκείνων ἐν τῷ συνεδρίῳ ψήφους παρὰ τῶν ἄλλων Ἑλλήνων εἴληφε. | |
ArgD.5.4 | πέπομφε δὲ καὶ πρὸς Ἀθηναίους πρέσβεις ἀξιῶν καὶ αὐτοὺς ταῦτα συγχω‐ ρεῖν. καὶ ὁ Δημοσθένης παραινεῖ συγχωρεῖν οὐ τῷ πράγματι συνιστάμενος ὡς ὀρθῶς ἔχοντι οὐδὲ δίκαιον | |
5 | εἶναι λέγων μετέχειν Ἑλληνικοῦ συνεδρίου τὸν Μακε‐ δόνα, ἀλλὰ δεδιέναι φάσκων μὴ καταναγκασθῶσι κοι‐ νὸν πόλεμον πρὸς ἅπαντας τοὺς Ἕλληνας ἔχειν. | |
ArgD.5.5 | προσ‐ κεκρουκέναι γὰρ λέγει τοῖς Ἀθηναίοις ἄλλους δι’ ἄλλας τινὰς αἰτίας. τούτους δὴ κοινῇ πολεμήσειν αὐ‐ τοῖς, εἰ δώσομεν, φησί, κοινὴν αἰτίαν ταύτην καθ’ | |
5 | ἡμῶν, ὅτι μόνοι τοῖς τῶν Ἀμφικτυόνων ἐνιστάμεθα δόγμασιν. ὥστε κάλλιον τὴν εἰρήνην τηρεῖν καὶ ταῦτα Φιλίππου παρεληλυθότος εἴσω Πυλῶν καὶ ἐπελθεῖν δυναμένου τὴν Ἀττικὴν ἢ περὶ μικροῦ τηλικοῦτον κίν‐ δυνον ἄρασθαι. | |
ArgD.5.6 | Οὗτος δὲ ὁ λόγος παρεσκευάσθαι μέν, οὐ μὴν εἰρῆσθαί μοι δοκεῖ. κατηγορῶν γὰρ ὁ ῥήτωρ Αἰσχίνου καὶ τοῦτο μετὰ τῶν ἄλλων αὐτοῦ διαβάλλει ὅτι συνε‐ βούλευε Φίλιππον Ἀμφικτύονα εἶναι ψηφίσασθαι μη‐ | 615 |
5 | δενὸς ἄλλου τολμῶντος τοῦτο εἰσηγήσασθαι, μηδὲ Φι‐ λοκράτους τοῦ πάντων ἀναιδεστάτου. | |
ArgD.5.7 | οὐκ ἂν οὖν αὐτὸς περὶ τούτων συμβεβουλευκὼς τὸν Αἰσχίνην ἐπ’ αὐτοῖς διέβαλλεν, ἀλλὰ δηλονότι τὴν ὑπόνοιαν ἔδεισε μὴ δόξῃ φιλιππίζειν καὶ χρήμασιν ὑπὸ τοῦ βασιλέως | |
5 | πεισθεὶς τοιαύτην γνώμην ἀποφήνασθαι, ἐπεὶ καὶ ἐν τῷ λόγῳ πρὸς τοιαύτην τινὰ ὑπόνοιαν ἱστάμενος φαίνεται συνιστὰς ἑαυτὸν ὡς εὔνουν τῇ πόλει καὶ ἀδωροδό‐ κητον. | |
8 | ||
ArgD.6t | ὑπόθεσις τοῦ βʹ κατὰ Φιλίππου λόγου. | |
ArgD.6.1 | Παραινεῖ διὰ τούτου τοῦ λόγου τοῖς Ἀθηναίοις ὁ ῥήτωρ πολέμιον ὑποπτεύειν τὸν Φίλιππον καὶ τῇ εἰρήνῃ μὴ πάνυ πιστεύειν, ἀλλὰ ἐγείρεσθαι καὶ προσ‐ | |
έχειν τὸν νοῦν τοῖς πράγμασι καὶ εὐτρεπίζεσθαι πρὸς | 616 | |
5 | πόλεμον. ἐπιβουλεύειν γὰρ αἰτιᾶται καὶ τοῖς Ἀθηναίοις καὶ πᾶσι τοῖς Ἕλλησι τὸν Φίλιππον καὶ τοῦτο αὐτοῦ καταμαρτυρεῖν τὰς πράξεις φησίν. | |
ArgD.6.2 | ἐπαγγέλλεται δὲ καὶ ἀποκρίσεις δώσειν πρός τινας πρέσβεις ἥκοντας ἀπορούντων τῶν Ἀθηναίων ὅ τι ποτὲ ἀποκρίνασθαι δεῖ. πόθεν δὲ οὗτοι καὶ περὶ τίνων ἥκουσιν, ἐν τῷ | |
5 | λόγῳ μὲν οὐ δηλοῦται, ἐκ δὲ τῶν Φιλιππικῶν ἱστο‐ ριῶν μαθεῖν δυνατόν. | |
ArgD.6.3 | κατὰ γὰρ τοῦτον τὸν καιρὸν ἔπεμψε πρέσβεις ὁ Φίλιππος πρὸς τοὺς Ἀθηναίους αἰτιώμενος ὅτι διαβάλλουσιν αὐτὸν μάτην πρὸς τοὺς Ἕλληνας ὡς ἐπαγγειλάμενον αὑτοῖς πολλὰ καὶ μεγάλα, | |
5 | ψευσάμενον δέ. οὐδὲν γὰρ ὑπεσχῆσθαί φησιν οὐδὲ ἐψεῦσθαι καὶ περὶ τούτων ἐλέγχους ἀπαιτεῖ. | |
ArgD.6.4 | ἔπεμ‐ ψαν δὲ μετὰ Φιλίππου καὶ Ἀργεῖοι καὶ Μεσσήνιοι πρέσβεις εἰς Ἀθήνας αἰτιώμενοι καὶ οὗτοι τὸν δῆμον ὅτι Λακεδαιμονίοις καταδουλουμένοις τὴν Πελοπόννη‐ | |
5 | σον εὔνους τέ ἐστι καὶ συγκροτεῖ, αὑτοῖς δὲ περὶ ἐλευθερίας πολεμοῦσιν ἐναντιοῦται. | |
ArgD.6.5 | ἀποροῦσιν οὖν οἱ Ἀθηναῖοι καὶ πρὸς τὸν Φίλιππον ἀποκρίσεως καὶ πρὸς τὰς πόλεις· 〈πρὸς μὲν τὰς πόλεισ〉, ὅτι εὖνοι μέν | |
εἰσι Λακεδαιμονίοις καὶ τὴν τῶν Ἀργείων καὶ Μεσση‐ | 617 | |
5 | νίων μετὰ Φιλίππου σύστασιν καὶ μισοῦσι καὶ ὑποπτεύ‐ ουσιν, οὐ μὴν ἀποφήνασθαι δύνανται δίκαια πράτ‐ τειν τοὺς Λακεδαιμονίους· πρὸς δὲ τὸν Φίλιππον, 〈ὅτι〉 διημαρτήκασι μὲν ὧν ἤλπισαν, οὐ μὴν ὑπ’ ἐκεί‐ νου γε αὐτοῦ δοκοῦσιν ἐξηπατῆσθαι. | |
ArgD.6.6 | οὔτε γὰρ ταῖς ἐπιστολαῖς ἐνέγραψεν ὁ Φίλιππος ἐπαγγελίαν οὐδεμίαν οὔτε διὰ τῶν ἰδίων πρέσβεων ἐποιήσατό τινα ὑπόσχε‐ σιν, ἀλλὰ Ἀθηναίων τινὲς ἦσαν οἱ τὸν δῆμον εἰς ἐλ‐ | |
5 | πίδα καταστήσαντες ὡς Φίλιππος Φωκέας σώσει καὶ τὴν Θηβαίων ὕβριν καταλύσει. | |
ArgD.6.7 | διὰ τοῦτο ὁ Δημο‐ σθένης τῶν ἀποκρίσεων μνησθεὶς ἐπαγγέλλεται μὲν αὐτὰς δώσειν, φησὶ δὲ ὅτι δίκαιον ἦν τοὺς τὴν δυσχέ‐ ρειαν πεποιηκότας ἐκείνους καὶ τὰς ἀποκρίσεις ἀπαι‐ | |
5 | τεῖσθαι, τοὺς ἀπατήσαντας, φησί, τὸν δῆμον καὶ ἀνοί‐ ξαντας Φιλίππῳ Πύλας. | |
ArgD.6.8 | ταῦτα δὲ εἰς τὸν Αἰσχίνην αἰνίττεται προκατασκευαζόμενος, ὥς φασι, τὴν κατ’ αὐτοῦ κατηγορίαν τῆς παραπρεσβείας, ἣν ὕστερον ἐνεστήσατο, καὶ προδιαβάλλων αὐτὸν πρὸς τοὺς Ἀθη‐ | |
5 | ναίους. | |
5 | ||
ArgD.7t | ὑπόθεσις τοῦ περὶ Ἁλοννήσου λόγου. | |
ArgD.7.1 | Οὗτος ὁ λόγος ἐπιγράφεται μὲν περὶ Ἁλοννή‐ | |
σου, τάχα δὲ ὀρθότερον ἐπιγράφειν· πρὸς τὴν ἐπι‐ στολὴν τὴν Φιλίππου. | 618 | |
ArgD.7.2 | πέπομφε γὰρ πρὸς τοὺς Ἀθηναίους ἐπιστολὴν περὶ πολλῶν διαλεγόμενος, ὧν ἕν ἐστι καὶ τὸ κατὰ τὴν Ἁλόννησον, ἥτις ἦν μὲν τῶν Ἀθηναίων ἀρχαῖον κτῆμα, κατὰ δὲ τοὺς Φιλίππου και‐ | |
5 | ροὺς ὑπὸ λῃστῶν κατείχετο, οὓς ἐκβαλὼν ὁ Φίλιππος ἀπαιτοῦσι μὲν τοῖς Ἀθηναίοις τὴν νῆσον οὐκ ἀποδί‐ δωσιν, ἑαυτοῦ γὰρ εἶναί φησιν, αἰτοῦσι δὲ ὑπισχνεῖ‐ ται δώσειν. | |
ArgD.7.3 | ὁ δὲ λόγος οὐ δοκεῖ μοι Δημοσθένους εἶναι. δηλοῖ δὲ ἡ φράσις καὶ ἡ τῆς συνθέσεως ἁρμο‐ νία πολὺ τὸν Δημοσθενικὸν πεφευγυῖα τύπον ἀνειμέ‐ νη τε καὶ διαλελυμένη παρὰ τὴν ἰδέαν τούτου τοῦ | |
5 | ῥήτορος. | |
ArgD.7.4 | καὶ μὴν καὶ τὸ ἐπὶ τέλει ῥηθὲν οὐ μικρὸν μαρτύριον τοῦ νόθον εἶναι τὸν λόγον· εἴπερ ὑμεῖς τὸν ἐγκέφαλον ἐν τοῖς κροτάφοις καὶ μὴ ἐν ταῖς πτέρναις καταπεπατημένον φορεῖτε. ὁ μὲν | |
5 | γὰρ Δημοσθένης εἴωθε παρρησίᾳ χρῆσθαι, τοῦτο δὲ ὕβρις ἐστὶ καὶ λοιδορία μέτρον οὐκ ἔχουσα, εὐτέλεια | |
δὲ αὐτῷ δεινὴ πρόσεστι κατὰ τὴν ἑρμηνείαν. πρὸς δὲ τούτοις καὶ εὔηθες τὸ νομίζειν ἐν τοῖς κροτάφοις ἔχειν τοὺς ἀνθρώπους τὸν ἐγκέφαλον. | 619 | |
ArgD.7.5 | ὑπώπτευσαν δὲ καὶ οἱ πρεσβύτεροι τὸν λόγον ὡς οὐ τοῦ ῥήτορος, καὶ πε‐ φωράκασί γέ τινες ὄντα Ἡγησίππου καὶ ἀπὸ τῆς ἰδέας τῶν λόγων, τοιαύτῃ γὰρ κέχρηται, καὶ ἀπὸ τῶν | |
5 | πραγμάτων. κατὰ Καλλίππου γὰρ τοῦ Παιανιέως φη‐ σὶν ὁ τὸν λόγον γεγραφὼς ἀπενηνοχέναι γραφὴν παρα‐ νόμων, φαίνεται δὲ οὐχ ὁ Δημοσθένης, ἀλλ’ ὁ Ἡγή‐ σιππος τὴν κατὰ τοῦ Καλλίππου γραφὴν ἐνστησάμενος. | |
ArgD.7.6 | Νὴ Δία, ἀλλ’ ὁ λόγος συμβουλεύει περὶ τῆς Ἁλοννήσου τοῖς Ἀθηναίοις μὴ λαμβάνειν αὐτήν, ἀλλὰ ἀπολαμβάνειν καὶ διαφέρεται περὶ τῶν ὀνομάτων, ταῦ‐ τα δὲ Αἰσχίνης φησὶ τὸν Δημοσθένην συμβεβουλευκέ‐ | |
5 | ναι τοῖς Ἀθηναίοις. | |
ArgD.7.7 | εἶτα τί τοῦτο; δύναται γὰρ τὴν αὐτὴν πεποιῆσθαι συμβουλὴν καὶ Δημοσθένης καὶ Ἡγήσιππος, ἐπεὶ καὶ τἄλλα τῆς αὐτῆς ἦσαν ἐν τῇ πο‐ λιτείᾳ προαιρέσεως καὶ τοῖς φιλιππίζουσι τῶν ῥητόρων | |
5 | ἀντέλεγον, καὶ μέμνηται καὶ ὁ Δημοσθένης τοῦ Ἡγη‐ σίππου ὡς καὶ πρεσβεύσαντος μεθ’ ἑαυτοῦ καὶ ἀντι‐ ταχθέντος τῷ Μακεδόνι. | |
ArgD.7.8 | δῆλον οὖν ὅτι ὁ μὲν τοῦ Δημοσθένους λόγος ὁ περὶ τῆς Ἁλοννήσου ῥηθεὶς οὐ σώζεται, ἐκείνου δὲ οὐκ ὄντος τὸν εὑρεθέντα προσέθε‐ σαν αὐτῷ ἀφορμὴν ἔχοντες τὸ περὶ Ἁλοννήσου λόγον | |
5 | εἰρῆσθαι τῷ ῥήτορι, οὐκέτι δὲ ἐξετάζοντες εἰ τοῦτον | |
εἰκὸς εἶναι τὸν ἐκείνου. | 620 | |
ArgD.8t | ὑπόθεσις τοῦ περὶ τῶν ἐν Χερρονήσῳ λόγου. | |
ArgD.8.1 | Ὁ λόγος οὗτος ὑπὲρ Διοπείθους εἴρηται καὶ ὧν ἐκεῖνος παρὰ Ἀθηναίοις κατηγόρητο. ἦν μὲν γὰρ Χερ‐ ρόνησος ἡ πρὸς Θρᾴκην τῶν Ἀθηναίων κτῆμα ἀρχαῖον, εἰς δὲ ταύτην ἀπέστειλαν κατὰ τοὺς Φιλίππου καιροὺς | |
5 | κληρούχους ἑαυτῶν. | |
ArgD.8.2 | ἔθος δὲ ἦν τοῦτο παλαιὸν τοῖς Ἀθηναίοις, ὅσοι πένητες ἦσαν αὐτῶν καὶ ἀκτήμονες οἴκοι, τούτους πέμπειν ἐποίκους εἰς τὰς ἔξω πόλεις τὰς ἑαυτῶν, καὶ ἐλάμβανον πεμπόμενοι ὅπλα τε ἐκ | |
5 | τοῦ δημοσίου καὶ ἐφόδιον. | |
ArgD.8.3 | καὶ νῦν τοίνυν τοῦτο γέγονε καὶ πεπόμφασιν ἐποίκους εἰς τὴν Χερρόνησον | |
στρατηγὸν αὐτοῖς δόντες Διοπείθη. οἱ μὲν οὖν ἄλλοι Χερρονησῖται τοὺς ἐπελθόντας ἐδέξαντο καὶ μετέδωκαν | 621 | |
5 | αὐτοῖς καὶ οἰκιῶν καὶ γῆς, Καρδιανοὶ δὲ οὐκ ἐδέξαντο λέγοντες ἰδίαν χώραν οἰκεῖν καὶ οὐκ Ἀθηναίων. | |
ArgD.8.4 | ἐν‐ τεῦθεν οὖν Διοπείθης ἐπολέμησε Καρδιανοῖς, οἱ δὲ παρὰ Φίλιππον καταφεύγουσι, καὶ ὃς ἐπιστέλλει τοῖς Ἀθηναίοις μὴ βιάζεσθαι Καρδιανοὺς ὡς αὑτῷ προσ‐ | |
5 | ήκοντας, ἀλλὰ διαδικάσασθαι πρὸς αὐτούς, εἴ τί φασιν ἠδικῆσθαι. | |
ArgD.8.5 | ὡς δὲ οὐκ ἤκουον τούτων οἱ Ἀθηναῖοι, βοήθειαν τοῖς Καρδιανοῖς ἔπεμψεν. ἐφ’ οἷς ἀγανακτήσας ὁ Διοπείθης τοῦ Φιλίππου περὶ τὴν με‐ σόγειαν, τὴν ἄνω Θρᾴκην, πολεμοῦντος πρὸς τὸν Ὀδρυ‐ | |
5 | σῶν βασιλέα τὴν παράλιον Θρᾴκην ὑπήκοον οὖσαν τοῦ Μακεδόνος κατέδραμε καὶ ἐπόρθησε καὶ ἔφθη πρὶν Φίλιππον ἐπανελθεῖν ἀναχωρήσας εἰς τὴν Χερρόνησον καὶ ἐν ἀσφαλείᾳ γενόμενος. | |
ArgD.8.6 | διόπερ ὁ Φίλιππος οὐ δυνηθεὶς ὅπλοις αὐτὸν ἀμύνασθαι πέπομφεν ἐπιστολὴν πρὸς τοὺς Ἀθηναίους κατηγορῶν τοῦ στρατηγοῦ καὶ λέγων αὐτὸν παραβεβηκέναι τὴν εἰρήνην ἄντικρυς. | 622 |
5 | καὶ οἱ φιλιππίζοντες τῶν ῥητόρων κατατρέχουσι τοῦ Διοπείθους καὶ κολάζειν ἀξιοῦσιν αὐτόν. | |
ArgD.8.7 | πρὸς οὓς ὁ Δημοσθένης ἐναντιούμενος διχῇ ὑπὲρ τοῦ Διοπείθους ἵσταται. οὔτε γὰρ ἄδικά φησιν αὐτὸν πεποιηκέναι, Φιλίππου γὰρ πολὺ πρότερον παραβάντος τὴν εἰρήνην | |
5 | καὶ ἀδικοῦντος τὴν τῶν Ἀθηναίων πόλιν εἰκότως καὶ τοῦτον ἔργα πολέμου διαπράττεσθαι, οὔτε συμφέρειν λέγει τοῖς Ἀθηναίοις κολάσαι τὸν στρατηγὸν καὶ δια‐ λῦσαι τὴν ὑπ’ ἐκείνῳ δύναμιν, ἥτις νῦν ἀποκρούεται Χερρονήσου Φίλιππον. | |
ArgD.8.8 | τὸ δὲ ὅλον ἐπὶ πόλεμον παρα‐ καλεῖ καὶ τοῦ Φιλίππου πολλὴν ποιεῖται κατηγορίαν ὡς ἀδίκου καὶ παρασπόνδου καὶ τοῖς Ἀθηναίοις καὶ | |
τοῖς Ἕλλησιν ἐπιβουλεύοντος. | 623 | |
ArgD.9.1 | ὑπόθεσις τοῦ γʹ κατὰ Φιλίππου λόγου. Ἁπλῆ τοῦ λόγου τούτου ἡ ὑπόθεσις. Φιλίππου γὰρ λόγῳ μὲν εἰρήνην ἄγοντος, ἔργῳ δὲ πολλὰ ἀδικοῦντος συμβουλεύει τοῖς Ἀθηναίοις ὁ ῥήτωρ ἀναστῆναι καὶ | |
5 | ἀμύνασθαι τὸν βασιλέα ὡς κινδύνου μεγάλου καὶ αὐ‐ τοῖς ἐπικρεμαμένου καὶ πᾶσι κοινῇ τοῖς Ἕλλησιν. | |
6 | ||
ArgD.10t | ὑπόθεσις τοῦ δʹ κατὰ Φιλίππου λόγου. | |
ArgD.10.1 | Καὶ οὗτος ὁ λόγος τὴν αὐτὴν ὑπόθεσιν ἔχει τῷ φθάνοντι καὶ πλέον οὐδὲν οὐδὲ ἴδιον πλὴν τὸ περὶ τῆς ὁμονοίας πολίτευμα. | |
ArgD.10.2 | διαφερομένων γὰρ τῶν πλουσίων πρὸς τοὺς πένητας ὁ Δημοσθένης καταπαύ‐ ειν πειρᾶται τὴν στάσιν τῷ μὲν δήμῳ παραινῶν μὴ δημεύειν τὰς τῶν πλουσίων οὐσίας, τοῖς δὲ πλου‐ | |
5 | σίοις μὴ φθονεῖν τοῖς ἀπόροις τοῦ δημοσίου λήμματος. πείθει δὲ τοὺς Ἀθηναίους καὶ πρὸς τὸν Περσῶν βασι‐ | |
λέα περὶ συμμαχίας πρεσβεύεσθαι. | 624 | |
ArgD.11.1 | ὑπόθεσις τοῦ πρὸς τὴν Φιλίππου ἐπιστολὴν λόγου. Ὁ Φίλιππος πρὸς τοὺς Ἀθηναίους πέπομφεν ἐπι‐ στολὴν κατηγορῶν αὐτῶν καὶ πόλεμον προκηρύττων | |
5 | ἄντικρυς. οὐκ ἔτι οὖν ὁ ῥήτωρ πείθει τοὺς Ἀθηναίους πολεμεῖν, ἀνάγκη γάρ, ἀλλὰ θαρσύνει πρὸς τὸν κίν‐ δυνον εὐκαθαίρετον λέγων τὸν Μακεδόνα. | |
7 | ||
ArgD.12.1 | ὑπόθεσις τοῦ περὶ τῆς συντάξεως λόγου. Ὁ λόγος οὗτος οὐκ ἔτι Φιλιππικός ἐστιν, ἀλλ’ ἁπλῶς συμβουλευτικός. ἐκκλησίαν γὰρ ἀγόντων τῶν Ἀθη‐ ναίων περὶ τῶν θεωρικῶν χρημάτων παρελθὼν | |
5 | ὁ Δημοσθένης πείθει συνταχθῆναί τε αὐτοὺς καὶ τὸ ἀρχαῖον ἀναλαβεῖν ἀξίωμα στρατευομένους καὶ τῶν Ἑλλήνων προκινδυνεύοντας καὶ συγκρίνει τὰ νῦν τοῖς ἐπὶ τῶν προγόνων πολὺ φαυλότερα καὶ ταπεινότερα | |
τῶν παλαιῶν δεικνύς. | 625 | |
ArgD.13t | ὑπόθεσις τοῦ περὶ τῶν συμμοριῶν λόγου. | |
ArgD.13.1 | Φήμης γενομένης τὸν Περσῶν βασιλέα παρασκευ‐ άζεσθαι στρατεύειν ἐπὶ τοὺς Ἕλληνας ὁ μὲν τῶν Ἀθη‐ ναίων δῆμος κεκίνηται καὶ συγκαλεῖν ὥρμηται τοὺς Ἕλληνας καὶ τὸν πόλεμον ἐκφέρειν ἤδη, ὁ δὲ Δημοσθέ‐ | |
5 | νης συμβουλεύει μὴ προεξανίστασθαι, ἀλλὰ ἀναμένειν τὸν βασιλέα νεωτερίσαι. | |
ArgD.13.2 | νῦν μὲν γάρ, φησίν, οὐ πείσομεν τοὺς Ἕλληνας συμμαχεῖν ἡμῖν ἐπ’ ἀδείας εἶναι δοκοῦντας, τότε δὲ αὐτοὺς ὁ κίνδυνος αὐτὸς συστήσει. παραινεῖ τοίνυν ἡσυχάζοντας συντάξασθαι | |
5 | καὶ πρὸς τὸν πόλεμον παρασκευάσασθαι καὶ δὴ καὶ δι‐ έξεισιν ὃν τρόπον ἂν συνταχθεῖεν. | |
ArgD.13.3 | ὅθεν καὶ περὶ συμμοριῶν ὁ λόγος ἐπιγράφεται. συμμορία γὰρ παρὰ τοῖς Ἀττικοῖς τὸ τῶν λειτουργούντων σύνταγμα. | |
3 | ||
ArgD.14t | ὑπόθεσις τοῦ ὑπὲρ τῆς Ῥοδίων ἐλευθερίας λόγου. | |
ArgD.14.1 | Τὸν συμμαχικὸν κληθέντα πόλεμον πρὸς Ἀθη‐ ναίους 〈ἤραντο〉 Χῖοι καὶ Ῥόδιοι καὶ Βυζάντιοι πρό‐ | |
τερον μὲν αὐτῶν ὑπήκοοι γεγονότες, τότε δὲ ἀλλήλοις συμμαχίαν πεποιημένοι κατὰ τῶν Ἀθηναίων. | 626 | |
ArgD.14.2 | γείτο‐ νες δὲ ὄντες οἱ Ῥόδιοι τῇ Καρίᾳ πρὸς τὸν ταύτης ὕπαρχον Μαύσωλον οἰκείως ἔχειν ἐδόκουν. ὁ δὲ κατ’ ὀλίγον πιστευθεὶς ὑπ’ αὐτῶν ἐπιβουλὴν κατὰ τοῦ δή‐ | |
5 | μου συνεστήσατο καὶ τὴν δημοκρατίαν τῶν Ῥοδίων ἀφελόμενος ὀλίγοις τοῖς δυνατωτάτοις τὴν πόλιν κατε‐ δούλωσε. | |
ArgD.14.3 | συμβουλεύει τοίνυν ὁ Δημοσθένης μὴ περιορᾶν ταῦτα, ἀλλὰ βοηθεῖν τῷ δήμῳ τῶν Ῥοδίων συμφέρειν λέγων τοῖς Ἀθηναίοις τὸ δημοκρατεῖσθαι τὰς πόλεις. εἰ δὲ ἠδικήκασιν ἡμᾶς Ῥόδιοι, φησίν, ἀλλὰ | |
5 | πρέπον ἐστὶν ἡμῖν καὶ σύνηθες τὸ καὶ τοὺς λυπήσαν‐ τάς τι τῶν Ἑλλήνων ἐλευθεροῦν καὶ μὴ μνησικακεῖν ἁμαρτάνουσιν εἰς τὴν πόλιν. | |
7 | ||
ArgD.15t | ὑπόθεσις τοῦ ὑπὲρ Μεγαλοπολιτῶν λόγου. | |
ArgD.15.1 | Ὅτε Λακεδαιμόνιοι νικηθέντες ὑπὸ Θηβαίων ἐν Λεύκτροις τῆς Βοιωτίας εἰς κίνδυνον μέγαν κατέστη‐ σαν ἀποστάντων Ἀρκάδων καὶ προσθεμένων τοῖς Θη‐ βαίοις, Ἀθηναῖοι σύμμαχοι Λακεδαιμονίοις γενόμενοι | |
5 | διέσωσαν αὐτούς. | |
ArgD.15.2 | ὕστερον δὲ Λακεδαιμόνιοι τῶν | |
κινδύνων ἀπαλλαγέντες καὶ προϊόντες πάλιν εἰς δύνα‐ μιν ἐπὶ Μεγάλην πόλιν τῆς Ἀρκαδίας ἤρχοντο καὶ τοὺς Ἀθηναίους παρεκάλουν διὰ πρεσβείας κοινωνεῖν | 627 | |
5 | αὐτοῖς τοῦ πολέμου. πεπόμφασι δὲ καὶ οἱ Μεγαλοπο‐ λῖται πρέσβεις Ἀθήναζε παρακαλοῦντες ὑπὲρ ἑαυτῶν. | |
ArgD.15.3 | ὁ τοίνυν Δημοσθένης συμβουλεύει μὴ περιορᾶν ἀναιρεθεῖσαν Μεγάλην πόλιν μηδὲ εἰς ἰσχὺν προελθόν‐ τας Λακεδαιμονίους συμφέρειν λέγων τοῖς Ἀθηναίοις τὸ μὴ φοβερὰν εἶναι τὴν Λακεδαίμονα. | |
4 | ||
ArgD.16t | ὑπόθεσις τοῦ περὶ τῶν πρὸς Ἀλέξανδρον συνθηκῶν λόγου. | |
ArgD.16.1 | Ἀλεξάνδρου τοῦ Μακεδόνος καταγαγόντος εἰς Μεσσήνην τοὺς Φιλιάδου τοῦ τυράννου παῖδας αἰτιᾶ‐ ται παρὰ τὰς συνθήκας εἶναι τοῦτο τὰς πρὸς Ἀθηναί‐ ους καὶ Ἕλληνας γενομένας. παραβεβηκέναι δὲ καὶ ἐν | |
5 | ἄλλοις πολλοῖς τὰς συνθήκας φησὶ τοὺς Μακεδόνας καὶ μὴ περιορᾶν ταῦτα παραινεῖ. | |
ArgD.16.2 | ὁ δὲ λόγος ψευδε‐ πίγραφος εἶναι δοκεῖ. οὐ γὰρ ἔοικε κατὰ τὴν ἰδέαν τοῖς ἄλλοις τοῖς τοῦ Δημοσθένους, ἀλλὰ τῷ Ὑπερίδου χαρακτῆρι μᾶλλον προσχωρεῖ τά τε ἄλλα καὶ λέξεις τι‐ | 628 |
5 | νὰς ἔχει κατ’ ἐκεῖνον μᾶλλον εἰρημένας ἢ τὸν Δημο‐ σθένην, οἷον νεόπλουτοι καὶ βδελυρεύεσθαι. | |
6 | ||
ArgD.17t | ὑπόθεσις τοῦ περὶ τοῦ στεφάνου λόγου. | |
ArgD.17.1 | Τεῖχος μὲν ὁ ῥήτωρ ὑπὲρ Ἀθηναίων προὐβάλετο τῶν συνήθων τούτων καὶ χειροποιήτων ἀρραγέστερόν τε καὶ βέλτιον τήν τε εἰς τὴν πόλιν εὔνοιαν καὶ περὶ λόγους δεινότητα, ὡς αὐτὸς εἴρηκεν· οὐ λίθοις καὶ | |
5 | πλίνθοις τὰς Ἀθήνας ὠχύρωσα, ἀλλὰ μεγάλαις δυνάμεσι καὶ πολλῇ τινι συμμαχίᾳ τῇ μὲν ἐκ γῆς, τῇ δὲ ἐκ θαλάττης. | |
ArgD.17.2 | οὐ μὴν ἀλλὰ καὶ εἰς τὸν χειροποίητον περίβολον οὐ μικρὰ τῇ πόλει συνεβάλετο. πεπονηκότος γὰρ κατὰ πολλὰ μέρη τοῦ τείχους τοῖς Ἀθηναίοις, ἐπειδὴ ἔδοξεν ἀνορθοῦν αὐτό, | |
5 | ᾑρέθησαν ἐπὶ τὸ ἔργον ἄνδρες δέκα, φυλῆς ἑκάστης | |
εἷς, οὓς ἔδει τὴν ἐπιμέλειαν παρέχεσθαι τοῦ ἔργου ψι‐ λήν. τὸ γὰρ ἀνάλωμα δημόσιον. | 629 | |
ArgD.17.3 | εἷς τοίνυν τούτων καὶ ὁ ῥήτωρ γενόμενος οὐχ ὁμοίως τοῖς ἄλλοις τὴν ἐπιμέλειαν μόνην εἰσήνεγκε τῇ χρείᾳ, ἀλλὰ τὸ μὲν ἔρ‐ γον ἀμέμπτως ἀπετέλεσε, τὰ δὲ χρήματα ἔδωκεν οἴ‐ | |
5 | κοθεν τῇ πόλει. | |
ArgD.17.4 | ἐπῄνεσεν αὐτοῦ τὴν εὔνοιαν ταύ‐ την ἡ βουλὴ καὶ τὴν προθυμίαν ἠμείψατο στεφάνῳ χρυσῷ. ἕτοιμοι γὰρ Ἀθηναῖοι πρὸς τὰς χάριτας τῶν εὖ ποιούντων. | |
ArgD.17.5 | Κτησιφῶν δὲ ἦν ὁ τὴν γνώμην εἰ‐ πὼν ὡς δεῖ στεφανῶσαι τὸν Δημοσθένην ἐν μὲν καιρῷ τοῖς Διονυσίοις, ἐν δὲ τόπῳ τῷ τοῦ Διονύσου θεάτρῳ, ἐν δὲ θεαταῖς πᾶσι τοῖς Ἕλλησιν οὓς ἡ πανήγυρις | |
5 | συνήγαγε, καὶ τούτων ἐναντίον ἀνειπεῖν τὸν κήρυκα ὅτι στεφανοῖ Δημοσθένην Δημοσθένους Παιανιέα ἡ πόλις ἀρετῆς συμπάσης ἕνεκα καὶ εὐνοίας τῆς πρὸς ἑαυτήν. | |
ArgD.17.6 | ἦν οὖν πανταχόθεν ἡ τιμὴ θαυμαστή. διὸ καὶ φθόνος αὐτῆς ἥψατο καὶ 〈κατὰ〉 τοῦ ψηφίσματος ἀπηνέχθη παρανόμων γραφή. Αἰσχίνης γὰρ ἐχθρὸς ὢν τοῦ Δημοσθένους ἀγῶνα παρανόμων ἐπήγγειλε Κτησι‐ | |
5 | φῶντι λέγων ἄρχοντα γεγονότα τὸν Δημοσθένην καὶ μὴ δόντα λόγον ὑπεύθυνον εἶναι, νόμον δὲ κελεύειν τοὺς ὑπευθύνους μὴ στεφανοῦν, καὶ πάλιν νόμον παρε‐ χόμενος τὸν κελεύοντα, ἐὰν μέν τινα ὁ δῆμος ὁ Ἀθη‐ ναίων στεφανοῖ, ἐν τῇ ἐκκλησίᾳ τὸν στέφανον ἀναγο‐ | |
10 | ρεύεσθαι, ἐὰν δὲ ἡ βουλή, ἐν τῷ βουλευτηρίῳ, ἀλλαχόθι δὲ μὴ ἐξεῖναι. | |
ArgD.17.7 | φησὶ δὲ καὶ τοὺς ἐπαίνους εἶναι τοὺς ἐπὶ τῷ Δημοσθένει ψευδεῖς. μὴ γὰρ πεπο‐ λιτεῦσθαι καλῶς τὸν ῥήτορα, ἀλλὰ καὶ δωροδόκον εἶ‐ ναι καὶ πολλῶν κακῶν αἴτιον τῇ πόλει. | 630 |
ArgD.17.8 | καὶ τάξει γε ταύτῃ τῆς κατηγορίας Αἰσχίνης κέχρηται πρῶτον εἰπὼν περὶ τοῦ τῶν ὑπευθύνων νόμου καὶ δεύτερον περὶ τοῦ τῶν κηρυγμάτων καὶ τρίτον περὶ τῆς πολι‐ | |
5 | τείας. ἠξίωσε δὲ καὶ τὸν Δημοσθένην τὴν αὐτὴν τάξιν ποιήσασθαι. | |
ArgD.17.9 | ὁ δὲ ῥήτωρ καὶ ἀπὸ τῆς πολιτείας τὴν ἀρχὴν ἐποιήσατο καὶ πάλιν εἰς ταύτην τὸν λόγον κατέ‐ στρεψε τεχνικῶς ποιῶν. δεῖ γὰρ ἄρχεσθαί τε ἀπὸ τῶν ἰσχυροτάτων καὶ λήγειν εἰς ταῦτα. μέσα δὲ τέθεικε τὰ | |
5 | περὶ τῶν νόμων, καὶ τῷ μὲν περὶ τῶν ὑπευθύνων ἀντιτίθησι διανοίας, τῷ δὲ περὶ τῶν κηρυγμάτων νό‐ μον ἕτερον ἤ τι νόμου μέρος, ὥς φησιν αὐτός, ἐν ᾧ συγκεχώρηται καὶ ἐν τῷ θεάτρῳ κηρύττειν, ἐὰν ὁ δῆ‐ μος ἢ ἡ βουλὴ τοῦτο ψηφίσηται. | |
9 | ||
ArgD.18t | ὑπόθεσις τοῦ περὶ παραπρεσβείας λόγου. | |
ArgD.18.1 | Αἰσχίνης ἦν ἀνὴρ Ἀθηναῖος, υἱὸς Ἀτρομήτου | |
καὶ Γλαυκοθέας, ἀμφοτέρων ἀδόξων, ὥς φησι Δημο‐ σθένης. τὸν μὲν γὰρ γράμματα διδάσκοντα, τὴν δὲ καθαίρουσαν καὶ τελετάς τινας οὐ σπουδαίας τελοῦσάν | 631 | |
5 | φησι διαζῆν. | |
ArgD.18.2 | παραδέδοται δὲ καὶ αὐτὸς ὁ Αἰσχίνης τραγῳδιῶν τε ὑποκριτὴς γενόμενος καὶ γραμματεὺς τῆς πόλεως, ἥτις ἦν εὐτελὴς ὑπηρεσία. ὕστερον μέντοι τῶν ῥητόρων εἷς ἐγένετο καὶ περὶ τῆς εἰρήνης πρὸς Φί‐ | |
5 | λιππον ἐπρέσβευσε. πολεμοῦντες γὰρ οἱ Ἀθηναῖοι Φι‐ λίππῳ περὶ Ἀμφιπόλεως καὶ πολλὰ μὲν αὐτοὶ δεινὰ πάσχοντες, δρῶντες δὲ οὐδὲν ἄξιον λόγου ἐπείσθησαν ὑπὲρ εἰρήνης πρεσβεύσασθαι πρὸς Φίλιππον. | |
ArgD.18.3 | πέμ‐ πουσι δὴ πρέσβεις δέκα τὸν ἀριθμόν, ἐν οἷς Αἰσχίνης τε καὶ Δημοσθένης ἦσαν. δεξαμένου δὲ Φιλίππου τὰς διαλύσεις πάλιν οἱ αὐτοὶ πρεσβεύουσι δεύτερον, ὅπως | |
5 | οἱ περὶ τῆς εἰρήνης ὅρκοι γένοιντο. | |
ArgD.18.4 | περὶ δὴ ταῦτα τὰ πράγματα κατηγορεῖ ὁ Δημοσθένης Αἰσχίνου τρία· ὅτι Φιλοκράτους αἰσχρὰν καὶ ἀσύμφορον εἰρήνην λέ‐ | |
γοντος καὶ γράφοντος συνεῖπεν αὐτῷ· ὅτι τοὺς χρό‐ | 632 | |
5 | νους κατανάλωσε, παρ’ ὃ συνέβη τὰ ἐν Θρᾴκῃ δια‐ φθαρῆναι· ὅτι ψευδῆ πρὸς Ἀθηναίους ἀπήγγειλε, παρ’ ὃ συνέβη Φωκέας ἀπολέσθαι. εἶπε γάρ, φησίν, ὅτι Φωκέας οὐκ ἀναιρήσει Φίλιππος, καὶ ὑμεῖς τούτῳ πιστεύσαντες οὐκ ἐβοηθήσατε τοῖς ἀνδράσι. φησὶ | |
10 | δὲ ταῦτα πάντα ἐπὶ μισθῷ καὶ δώροις τὸν Αἰσχί‐ νην κεκακουργηκέναι. | |
ArgD.18.5 | Ἡ στάσις περὶ οὐσίας καὶ στοχαστική. ἡ δὲ κίνησις τῆς ἔχθρας λέγεται διὰ Τίμαρχον τὸν φίλον Δημοσθένους, ὃν ἠτίμωσεν Αἰσχίνης κατηγορήσας ὡς κακοῦ βίου, διότι πρὸς Πιττάλακον τὸν ὀρνιθίαν, φη‐ | |
5 | σίν, εἰσῄει εὔμορφος ὢν ἐπὶ τῷ θεᾶσθαι τὰς μάχας | |
τῶν ὀρνίθων, διαφθειρόμενον καὶ διαφθείροντα. | 633 | |
ArgD.19t | ὑπόθεσις τοῦ πρὸς Λεπτίνην λόγου. | |
ArgD.19.1 | Ἡ τῶν Ἀθηναίων πόλις ἄλλοις τε ἐτίμα τοὺς εὐεργέτας καὶ ἀτελείᾳ λειτουργιῶν. πολλῶν οὖν λαμ‐ βανόντων αὐτὴν σπάνις ἐδόκει τῶν λειτουργησόντων εἶναι. διὰ τοῦτο Λεπτίνης νόμον εἰσήνεγκεν εἶναι μη‐ | |
5 | δένα ἀτελῆ μηδὲ τὸ λοιπὸν ἐξεῖναι τῷ δήμῳ δοῦναι, τὸν δὲ ἀτέλειαν αἰτήσαντα πάσχειν τὰ ἔσχατα. | |
ArgD.19.2 | τοῦ‐ τον ἐγράψαντο τὸν νόμον πρότερον μὲν ἄλλοι, μεθ’ ὧν καὶ Βάθιππος, καὶ οὐκ ἐπεξῆλθεν ἢ χρήματα λα‐ βὼν ἢ νόσῳ περιπεσών, νῦν δὲ Φορμίων καὶ Κτήσιπ‐ | |
5 | πος ὁ Χαβρίου παῖς καί τινες μετ’ αὐτῶν, οἷς συνή‐ γορος Δημοσθένης γίνεται. | |
ArgD.19.3 | ὁ μὲν οὖν Λεπτίνης πλέον ἰσχύει τῷ συμφέροντι, τὴν γὰρ χρείαν προΐσχε‐ ται, ὁ δὲ Δημοσθένης τῷ τε ἐνδόξῳ καὶ τῷ δικαίῳ· τῷ δικαίῳ μέν, ὅτι δίκαιόν ἐστι τοὺς εὖ ποιήσαντας | 634 |
5 | ἀντευπεπονθέναι καὶ τοὺς ὀρθῶς ἀντιλαβόντας τῶν δοθέντων μὴ ἀφαιρεῖσθαι, τῷ δὲ ἐνδόξῳ, διότι τάχα μὲν καὶ ἄλλοις αἰσχρὸν ἃ δεδώκασιν ἀφαιρεῖσθαι, Ἀθη‐ ναίοις δὲ οὐχ ἥκιστα, οἷς ἀντ’ ἄλλου γνωρίσματος τὸ μεγαλόψυχον προσεῖναι δοκεῖ. | |
ArgD.19.4 | ἐπιδεικνύει δὲ ὅτι καὶ παρανόμως εἰσήνεγκε τὸν νόμον. λέγει γὰρ 〈αὐτὸν παραβῆναι τὸν〉 νόμον τὸν κελεύοντα ἀναιρεῖν πρῶτον τὸν ἐναντίον νόμον καὶ τότε αὐτὸν τιθέναι νόμον, ἵνα | |
5 | μὴ ἀλλήλοις ἐναντίοι νόμοι εὑρίσκωνται. | |
5 | ||
ArgD.20t | ὑπόθεσις τοῦ κατὰ Μειδίου λόγου. | |
ArgD.20.1 | Ἑορτὴν ἦγον οἱ Ἀθηναῖοι Διονύσῳ, ἣν ἐκάλουν ἀπὸ τοῦ θεοῦ Διονύσια. ἐν δὲ ταύτῃ τραγικοὶ καὶ κω‐ μικοὶ καὶ αὐλητῶν χοροὶ διηγωνίζοντο. καθίστασαν δὲ τοὺς χοροὺς αἱ φυλαὶ δέκα τυγχάνουσαι, χορηγὸς | |
5 | δὲ ἦν ἑκάστης φυλῆς ὁ τὰ ἀναλώματα παρέχων τὰ περὶ τὸν χορόν. | |
ArgD.20.2 | ὁ τοίνυν Δημοσθένης τῆς ἑαυτοῦ φυλῆς τῆς Πανδιονίδος ἐθελοντὴς ὑπέστη χορηγεῖν. ἐχθρῷ δὲ κεχρημένος τῷ Μειδίᾳ τῶν πλουσίων ἑνὶ φησὶ μὲν καὶ ἄλλα παρὰ τὴν χορηγίαν 〈ὑπ’〉 αὐτοῦ πεπονθέ‐ | 635 |
5 | ναι κακῶς, τὸ δὲ τελευταῖον ἐπὶ τῆς ὀρχήστρας κονδύ‐ λους ἔλαβεν ἐναντίον πάντων τῶν θεατῶν. ἐπὶ τούτῳ κατηγόρησεν ἐν τῷ δήμῳ τοῦ Μειδίου ὡς ἠσεβηκότος εἰς τὴν ἑορτὴν καὶ τὸν Διόνυσον. ἐκαλεῖτο δὲ ἡ τοι‐ αύτη κατηγορία προβολή. | |
ArgD.20.3 | ὁ μὲν οὖν δῆμος κατέ‐ γνωκε τοῦ Μειδίου τὴν ἀσέβειαν, ἀγωνίζονται δὲ νῦν ἐν τῷ δικαστηρίῳ περὶ τῆς τοῦ δήμου καταχειροτονίας. ἔδει γὰρ καταγνόντος τοῦ δήμου δικαστήριον κρῖναι | |
5 | δεύτερον. ἔστιν οὖν ὁ ἀγὼν περὶ ὑποτιμήσεως· οὐ γὰρ περὶ τοῦ μηδὲν ἀδικεῖν ὁ Μειδίας ἀγωνίζεται, ἀλλὰ περὶ τιμήματος, πότερον ὕβρεως ἢ ἀσεβείας ὀφείλει δίκην. | |
ArgD.20.4 | Ὁρικὸς οὖν ὁ λόγος τῇ στάσει τοῦ μὲν Μει‐ δίου λέγοντος ὕβριν εἶναι τὸ πραχθέν, ἐπειδὴ τετύ‐ πτηκεν ἄνδρα ἐλεύθερον, τοῦ δὲ Δημοσθένους ἀσέβειαν, ἐπειδὴ χορηγὸς ὁ τετυπτημένος καὶ ἐν Διονυσίοις καὶ | |
5 | ἐν τῷ θεάτρῳ. διὰ γὰρ τούτων καὶ ἠσεβηκέναι τὸν Μειδίαν φησίν, ὡς εἶναι διπλοῦν ὅρον κατὰ σύλλη‐ ψιν. | |
ArgD.20.5 | 〈κατὰ σύλληψιν δέ ἐστιν,〉 ὅταν μὴ ἐκβάλλοντες | |
τὸ ὑπὸ τῶν ἀντιδίκων εἰσαγόμενον ὄνομα καὶ ἕτερον αὐτῷ προστιθῶμεν, ὥσπερ ἐνταῦθα ὁ Δημοσθένης τοῦ Μειδίου λέγοντος ὑβρικέναι οὐκ ἐκβάλλει μὲν οὐδὲ | 636 | |
5 | τὴν ὕβριν, προστίθησι δὲ αὐτῇ καὶ τὴν ἀσέβειαν. | |
5 | ||
ArgD.21t | ὑπόθεσις τοῦ κατὰ Ἀριστοκράτους λόγου. | |
ArgD.21.1 | Χαρίδημον τὸν Ὠρείτην ἡγούμενον ξενικοῦ καὶ στρατηγοῦντα παρὰ Κερσοβλέπτῃ τῷ Θρᾴκης βασιλεῖ πολίτην σφῶν αὐτῶν οἱ Ἀθηναῖοι ἐποιήσαντο τὰ μὲν γεγονότα χρήσιμον αὑτοῖς, τὰ δὲ προσδοκῶντες ἔτι | |
5 | μᾶλλον γενήσεσθαι. | |
ArgD.21.2 | περὶ τούτου ψήφισμα ἔγραψεν | |
Ἀριστοκράτης ἐν τῇ βουλῇ τοιοῦτον· ἐάν τις ἀποκτείνῃ Χαρίδημον, ἀγώγιμος ἔστω ἐξ ἁπάσης τῆς Ἀθηναίων συμμαχίδος· ἐὰν δέ τις τὸν ἀγώγιμον ἀφέληται ἢ πό‐ | 637 | |
5 | λις ἢ ἰδιώτης, ἔκσπονδος ἔστω. | |
ArgD.21.3 | τούτου κατηγορεῖ τοῦ ψηφίσματος Εὐθυκλῆς τῷ Δημοσθένους λόγῳ χρώ‐ μενος καί φησι πρῶτον μὲν παράνομον εἶναι τὸ ψή‐ φισμα, ὅτι κρίσιν ἀναιρεῖ καὶ δικαστήρια καὶ τὴν τι‐ | |
5 | μωρίαν ἀπὸ τῆς αἰτίας γεγραμμένην ἔχει, δεύτερον δὲ μὴ συμφέρειν τοῖς Ἀθηναίοις τοιαύτην Χαριδήμῳ δοῦ‐ ναι δωρεάν. ἀπολοῦμεν γάρ, φησί, διὰ ταύτης Χερρό‐ νησον. τὸ δὲ ὅπως ὁ λόγος δείξει. | |
ArgD.21.4 | ἐξετάζει δὲ καὶ τὴν τοῦ προσώπου ποιότητα λέγων οὐκ εἶναι δωρεῶν ἄξιον τὸν Χαρίδημον καὶ ταῦτα τοιούτων. | |
3 | ||
ArgD.22t | ὑπόθεσις τοῦ κατὰ Ἀνδροτίωνος λόγου. | |
ArgD.22.1 | Δύο ἦσαν ἐν Ἀθήναις βουλαί, ἡ μὲν διηνεκὴς ἡ ἐν Ἀρείῳ πάγῳ περί τε φόνων ἑκουσίων καὶ τραυ‐ μάτων καὶ τοιούτων τινῶν δικάζουσα, ἑτέρα δὲ ἡ τὰ | |
πολιτικὰ πράττουσα. αὕτη δὲ κατ’ ἐνιαυτὸν ἠμείβετο | 638 | |
5 | ἐκ πεντακοσίων ἀνδρῶν τῶν τὴν βουλευτικὴν ἡλικίαν ἀγόντων συνισταμένη. νόμος δὲ ἦν ἐπιτάττων τῇ βουλῇ ταύτῃ ποιεῖσθαι τριήρεις καινάς, ἐὰν δὲ μὴ ποιήσηται, κωλύων αὐτὴν αἰτεῖν παρὰ τοῦ δήμου δωρεάν. | |
ArgD.22.2 | νῦν τοίνυν ἡ μὲν βουλὴ τὰς τριήρεις οὐκ ἐποιήσατο, Ἀνδρο‐ τίων δὲ γέγραφεν ἐν τῷ δήμῳ τὸ ψήφισμα στεφανῶσαι τὴν βουλήν. ἐπὶ τούτῳ παρανόμων κρίνεται κατηγορούν‐ | |
5 | των αὐτοῦ δύο ἐχθρῶν, Εὐκτήμονος καὶ Διοδώρου. καὶ προείρηκε μὲν ὁ Εὐκτήμων, δεύτερος δὲ ὁ Διόδωρος ἐπα‐ γωνίζεται τούτῳ τῷ λόγῳ. | |
ArgD.22.3 | φασὶ δὲ οἱ κατήγοροι πρῶ‐ τον μὲν ἀπροβούλευτον εἶναι τὸ ψήφισμα, νόμου γὰρ κελεύοντος μὴ πρότερον εἰς τὸν δῆμον ψήφισμα ἐκφέ‐ ρειν, πρὶν ἐν τῇ βουλῇ δοκιμασθείη, τὸν Ἀνδροτίωνα | |
5 | παρὰ τοῦτον τὸν νόμον ἀπροβούλευτον εἰσενεγκεῖν τὴν γνώμην, δεύτερον δὲ ὑπεναντίον ἐκείνῳ τῷ νόμῳ τῷ κελεύοντι μὴ ποιησαμένην τὴν βουλὴν τὰς τριήρεις μὴ αἰτεῖν δωρεάν. εἰ γὰρ αἰτεῖν οὐκ ἔξεστι, δῆλον ὡς οὐδὲ τὸ δοῦναι συγκεχώρηται. | |
ArgD.22.4 | τούτους μὲν εἰς τὸ πρᾶγμα τοὺς νόμους 〈παρέχονται〉, παρέχονται δὲ καὶ κατὰ τοῦ προσώπου δύο, τὸν τῆς ἑταιρήσεως καὶ τὸν τῶν ὀφειλόντων τῷ δημοσίῳ. καί φασι τὸν Ἀνδρο‐ | |
5 | τίωνα κατὰ ἀμφοτέρους ἄτιμον εἶναι· καὶ γὰρ πεπορ‐ | |
νεῦσθαι καὶ χρέος πατρῷον ὀφείλειν τῇ πόλει. | 639 | |
ArgD.23t | ὑπόθεσις τοῦ κατὰ Τιμοκράτους λόγου. | |
ArgD.23.1 | Διόδωρος μὲν κἀνταῦθα ὁ κατήγορος. κατηγορεῖ δὲ νόμου μάλα φιλανθρώπου, διόπερ ἀπὸ τῆς αἰτίας καὶ τῆς τοῦ γεγραφότος γνώμης διαβάλλειν αὐτὸν πει‐ ρᾶται. | |
ArgD.23.2 | ἔστι δὲ ὁ νόμος ὁ τοῦ Τιμοκράτους τοιοῦ‐ τος· εἴ τινι Ἀθηναίων ἐπ’ ὀφλήματι δημοσίῳ προστε‐ τίμηται δεσμοῦ ἢ καὶ τὸ λοιπὸν προστιμηθείη, εἶναι αὐτῷ ἢ ἄλλῳ ὑπὲρ αὐτοῦ ἐγγυητὰς καταστήσαντι τοῦ | |
5 | ὀφλήματος, οὓς ἂν ὁ δῆμος χειροτονήσῃ, ἦ μὴν ἐντὸς ῥητῆς προθεσμίας ἐκτίσειν, ἀφεῖσθαι τοῦ δεσμοῦ· ἐὰν δὲ ἐπιστάντος τοῦ χρόνου μὴ ἐκτισθῇ τὸ ὄφλημα, τὸν μὲν ἐξεγγυηθέντα δεδέσθαι, τῶν δὲ ἐγγυητῶν δημο‐ σίαν εἶναι τὴν οὐσίαν. | |
ArgD.23.3 | τοῦτον αἰτιᾶται τὸν νόμον | |
ὁ κατήγορος οὐχ ὑπὲρ τοῦ κοινοῦ γεγράφθαι, ἀλλ’ ὑπὲρ Ἀνδροτίωνος καὶ Γλαυκέτου καὶ Μελανώπου. οὗ‐ τοι γάρ, φησί, πεμφθέντες εἰς Καρίαν πρεσβευταὶ καὶ | 640 | |
5 | πλέοντες ἐν τριήρει περιπεσόντες Ναυκρατίταις ἀνθρώ‐ ποις ἐμπόροις ἀφείλοντο αὐτῶν τὰ χρήματα. εἶθ’ οἱ Ναυκρατῖται μὲν ἐλθόντες Ἀθήναζε τὸν δῆμον ἱκέτευον, ὁ δὲ δῆμος ἔγνω πολέμια εἶναι τὰ χρήματα καὶ μὴ δεῖν ἀποδοθῆναι τοῖς ἐμπόροις. | |
ArgD.23.4 | τούτων δὲ οὕτω γενομένων Ἀρχέβιος καὶ Λυσιθείδης οἱ τριήραρχοι τῆς νεὼς ἐφ’ ἧς ἔπλεον οἱ περὶ τὸν Ἀνδροτίωνα εἰσεπράτ‐ τοντο τὰ χρήματα. | |
ArgD.23.5 | ὡς δὲ ἐκεῖνοι μὲν οὐκ ἐφάνησαν ἔχοντες αὐτά, οἱ πρεσβευταὶ δὲ ὡμολόγουν ἔχειν αὐτὰ καὶ ἔδει παραχρῆμα καταβάλλειν ἢ τοῖς νόμοις ὑποπίπτειν τοῖς τῶν ὀφειλόντων τὰ δημόσια, διὰ τοῦ‐ | |
5 | το, φησί, τοῦτον τὸν νόμον Τιμοκράτης βοηθοῦντα ἐκείνοις ἔθηκεν. | |
ArgD.23.6 | ὁ μέντοι Τιμοκράτης ἐκτετικέναι φησὶ τὰ χρήματα τοὺς περὶ Ἀνδροτίωνα καὶ δῆλον ἐντεῦθεν εἶναι ὡς οὐκ ἐκείνων ἕνεκα τὸν νόμον εἰσέ‐ φερεν αὐτός. | |
ArgD.23.7 | κατηγορεῖ δὲ ὁ Διόδωρος καὶ ἄλλο τοῦ νόμου. τήν τε γὰρ θέσιν αὐτοῦ μέμφεται ὡς γεγονυῖαν παρὰ τοὺς νόμους καὶ ὑπεναντίον εἶναι τοῖς ἀρχαίοις | |
φησὶ καὶ ἀσύμφορον τοῖς κοινοῖς ἐπιδείκνυσιν. | 641 | |
ArgD.24t | ὑπόθεσις τῶν κατὰ Ἀριστογείτονος λόγων. | |
ArgD.24.1 | Πυθάγγελος καὶ Σκάφων ἰδόντες Ἱεροκλέα φέ‐ ροντα ἱερὰ ἱμάτια, ἐφ’ οἷς καὶ χρυσᾶ γράμματα ἦν δη‐ λοῦντα τοὺς ἀναθέντας, ἀπάγουσι πρὸς τοὺς πρυτάνεις ὡς ἱερόσυλον, οἱ δὲ τῇ ὑστεραίᾳ καθιστᾶσιν εἰς τὴν | |
5 | ἐκκλησίαν. κἀκεῖνος ὑπὸ τῆς ἱερείας ἔφη πεμφθεὶς λα‐ βεῖν τὰ ἱμάτια, ἵνα κομίσῃ πρὸς τὸ ἱερὸν κυνηγέσιον. | |
ArgD.24.2 | ἐνταῦθα Ἀριστογείτων γράφει ψήφισμα πρῶτον μὲν ἀπροβούλευτον, ἔπειτα δεινότατον, κελεῦον, ἐὰν μὲν ὁμολογῇ τὰ ἱμάτια ἐξενεγκεῖν, ἀποθανεῖν αὐτὸν αὐτίκα· ἐὰν δὲ ἀρνῆται, κρίνεσθαι. ἐξ οὗ συνέβαινεν | |
5 | αὐτῷ ὁμολογήσαντι μὲν τὸ ἀληθὲς παραχρῆμα τεθνά‐ ναι, ἐξάρνῳ δὲ γενομένῳ μετ’ ὀλίγον τοῦτο παθεῖν. | |
ArgD.24.3 | τοῦτο τὸ ψήφισμα γραψάμενος παρανόμων Φανό‐ στρατος ὁ Ἱεροκλέους τοῦ κινδυνεύοντος πατὴρ συγ‐ κατηγορήσαντος αὐτῷ Δημοσθένους αἱρεῖ παρανόμων. καὶ τιμᾷ τὸ δικαστήριον Ἀριστογείτονι πέντε ταλάν‐ | |
5 | των. | |
ArgD.24.4 | τοῦτο μὲν δὴ πρῶτον ὄφλημα Ἀριστογείτονι γίνεται. ἔπειτα Ἡγήμονα γραψάμενος καὶ τὸν ἀγῶνα | |
ἀποδόμενος τὸ πέμπτον μέρος μὴ λαβὼν τῶν ψήφων ὦφλε χιλίας. οὐκ ἀποδόντος δὲ αὐτοῦ κατὰ τὴν ὡρι‐ | 642 | |
5 | σμένην προθεσμίαν διπλοῦται τὰ ὀφλήματα κατὰ τὸν νόμον καὶ γίνεται δέκα τάλαντα καὶ δισχίλιαι δραχ‐ μαί. | |
ArgD.24.5 | ὑπὲρ τούτων τῶν χρημάτων ἀπογράφει τι εἰς τὸ δημόσιον χωρίον ἑαυτοῦ, καὶ τὸ χωρίον τοῦτο Εὔ‐ νομος ὠνεῖται ὁ ἀδελφὸς αὐτοῦ τάξιν αἰτησάμενος τοῦ ὀφλήματος ὥστε ἐν δέκα ἔτεσιν ἐκτῖσαι τὸ σύμπαν καθ’ | |
5 | ἕκαστον ἔτος τιθεὶς τὸ ἐπιβάλλον μέρος. δύο μὲν δὴ καταβολὰς ἀπήνεγκε, τάλαντα δύο καὶ δραχμὰς τετρα‐ κοσίας, τὸ δὲ λοιπὸν ὀφείλεται, τάλαντα ὀκτὼ καὶ δραχμαὶ χίλιαι καὶ ἑξακόσιαι. | |
ArgD.24.6 | δοκῶν οὖν ἔχειν ὁ Ἀριστογείτων τοῦ λέγειν ἐξουσίαν καὶ μηκέτι ὀφείλειν, ἐπειδὴ χρήστην ἀντέδωκε τῇ πόλει, καὶ ἐγράφετο πολ‐ λοὺς καὶ ἐδημηγόρει τῶν νόμων τὸν ὀφείλοντα τῷ | |
5 | δημοσίῳ, μέχρις ἂν ἐκτίσῃ, ποιούντων ἄτιμον. διόπερ αὐτὸν οἱ περὶ Λυκοῦργον ἐνέδειξαν ὡς οὐκ ἐξὸν λέ‐ γοντα. | |
ArgD.24.7 | οὐκ ἐξαληλιμμένου τοίνυν ἐξ ἀκροπόλεως Ἀριστογείτονος, ἀλλ’ ἔτι τοῦ ὀφλήματος ἐγγεγραμμέ‐ νου, χρήστου δὲ καταστάντος τοῦ τὸ χωρίον ὠνησα‐ μένου ζήτημα συνίσταται, πότερον ὁ πριάμενος τὸ χω‐ | |
5 | ρίον ὀφείλει μόνον ἢ καὶ ὁ πρῶτος ὀφλών, ἄχρις ἂν ἐκτισθῇ τὸ χρέος. | |
ArgD.24.8 | περὶ μὲν δὴ τὰ δύο ὀφλήματα | |
τοῦτο συνίσταται τὸ ζήτημα, φασὶ δὲ αὐτὸν οἱ κατή‐ γοροι καὶ τρίτον ὀφείλειν ὄφλημα τῷ δημοσίῳ. πρὸς τοῦτο Ἀριστογείτων ἀνθιστάμενός φησιν ἀδίκως ἐγγε‐ | 643 | |
5 | γράφθαι καὶ διὰ τοῦτο δίκην λαχεῖν Ἀρίστωνι τῷ ἐγ‐ γράψαντι. | |
ArgD.24.9 | Δημοσθένης δὲ καὶ Λυκοῦργος περὶ μὲν τοῦ δικαίαν ἢ μὴ γεγενῆσθαι τὴν ἐγγραφὴν οὐδὲν λέ‐ γουσι, φασὶ δέ· ὅταν ἕλῃ τὸν Ἀρίστωνα, τότε Ἀριστογείτων μὲν ἐξαλειφθήσεται, ἐκεῖνος δὲ | |
5 | ἐγγραφήσεται κατὰ τὸν νόμον· πρὶν δὲ κριθῆ‐ ναι τὸ πρᾶγμα οὐ προσήκει λέγειν τὸν τάχα δικαίως ἐγγεγραμμένον καὶ ψευδῶς ἐγκαλοῦντα τῷ Ἀρίστωνι. | |
ArgD.24.10 | ταῦτα μὲν δὴ τὰ ζητήματα τῆς ὑποθέσεως, ἐνηγώνισται δὲ αὐτοῖς ὁ Λυκοῦργος ἅτε πρότερος λέγων. τῷ Δημοσθένει δὲ περὶ μὲν τούτων βραχὺς πάνυ λόγος γέγονεν ὡς προειλημμένων, ὁ δὲ | |
5 | ὅλος αὐτῷ λόγος τοῦ Ἀριστογείτονος βίου κατηγορίαν περιέχει. | |
ArgD.24.11 | Διονύσιος δὲ ὁ Ἁλικαρνασεὺς οὐ δέχεται τού‐ τους τοὺς λόγους Δημοσθένους εἶναι ἐκ τῆς ἰδέας τεκμαιρόμενος. οἱ δέ φασιν ἐπίτηδες τὸν ῥήτορα τοι‐ ούτῳ χαρακτῆρι κεχρῆσθαι ζηλώσαντα Λυκοῦργον εὐ‐ | |
5 | δοκιμοῦντα παρὰ τοῖς Ἀθηναίοις, οἱ δέ, ἐπειδὴ τὸν τῆς ἡλικίας χρόνον εἰς τὴν πρωτολογίαν ἔλαβε Λυ‐ κοῦργος καὶ πᾶσι τοῖς κεφαλαίοις αὐτὸς ἐχρήσατο, ὁ | |
Δημοσθένης ἠναγκάσθη λοιπὸν φιλοσοφώτερον μετ‐ ελθεῖν καὶ περιοδικῶς. | 644 | |
ArgD.24.12 | ἄλλοι δὲ τὸν μὲν πρότε‐ ρον δέχονται Δημοσθένους εἶναι, τὸν δὲ δεύτερον οὐδαμῶς οὐδὲν ἄξιον ἔχοντα τοῦ ῥήτορος. | |
3 | ||
ArgD.25t | ὑπόθεσις τοῦ κατὰ Νεαίρας λόγου. | |
ArgD.25.1 | Καὶ τοῦτον τὸν λόγον οὐκ οἴονται Δημοσθένους εἶναι ὕπτιον ὄντα καὶ πολλαχῇ τῆς τοῦ ῥήτορος δυνά‐ μεως ἐνδεέστερον. ὑπόθεσιν δὲ ἔχει τοιαύτην. | |
ArgD.25.2 | Νόμου κελεύοντος, ἐὰν ἀνδρὶ Ἀθηναίῳ ξένη συν‐ οικῇ, πεπρᾶσθαι ταύτην κατὰ τοῦτον τὸν νόμον ἐπὶ Νέαιραν ἥκει Θεόμνηστος λέγων συνοικεῖν αὐτὴν Στε‐ φάνῳ γεγονυῖαν μὲν δούλην Νικαρέτης, ἑταιρήσασαν | |
5 | δὲ πρότερον, νῦν δὲ Στεφάνῳ νόμῳ συνοικοῦσαν καὶ πεπαιδοποιημένην ἐξ αὐτοῦ. | |
ArgD.25.3 | ὁ δὲ Στέφανος οὐχ ὁμολογεῖ ταῦτα, ἀλλὰ συνεῖναι μὲν αὐτῇ φησιν, ὡς ἑταίρᾳ δὲ καὶ οὐ γυναικί, καὶ τοὺς παῖδας οὐκ ἐκ ταύτης ἔχειν. πρὸς ὅπερ ὁ κατήγορος ἀνθιστάμενος οὐκ | |
5 | ὀλίγα τεκμήρια παρέχεται ὡς γυναῖκα συνοικεῖν αὐτήν. | |
ArgD.25.4 | Γίνεται τοίνυν ἡ στάσις τοῦ λόγου στοχαστική· περὶ γὰρ οὐσίας τὸ ζήτημα καὶ οὔτε περὶ ἰδιότητος οὔτε περὶ ποιότητος. τὰ μὲν οὖν πρῶτα τοῦ λόγου Θεόμνηστος λέγει, ἔπειτα συνήγορον Ἀπολλόδωρον κα‐ | |
5 | λεῖ κηδεστὴν ὄντα ἑαυτοῦ, κἀκεῖνος τὸν ἀγῶνα ποι‐ | |
εῖται. | 645 | |
ArgD.26t | ὑπόθεσις τῆς κατὰ Θεοκρίνου ἐνδείξεως. | |
ArgD.26.1 | Τοῦτον τὸν λόγον οὐκ οἶδα ὅπως ἐν τοῖς ἰδιω‐ τικοῖς ἀναγράφουσιν οἱ πολλοὶ δημόσιον ὄντα φανε‐ ρῶς. δῆλον δὲ ἔσται τοῦτο ἐξ αὐτῆς τῆς ὑποθέσεως. | |
ArgD.26.2 | Κατὰ τῶν ἑτέρωσέ ποι καὶ μὴ Ἀθήναζε σεσιτη‐ γηκότων ἐμπόρων ἢ ναυκλήρων Ἀθηναίων φάσεις ἦσαν δεδομέναι. νόμος δὲ ἦν, ἐάν τίς τινα φήνας μὴ ἐπεξίῃ ἢ ἐπεξιὼν μὴ λάβῃ τὸ πέμπτον μέρος τῶν ψήφων, | |
5 | χιλίας ἐκτίνειν τῷ δημοσίῳ, τοῖς δὲ ὀφείλουσι μὴ ἐξεῖ‐ ναι λέγειν, 〈καὶ δεύτερος . . . . . . . . . . . . . . . . . . .〉, καὶ τρίτος, ἐὰν μή τις δόξῃ δικαίως εἰς ἐλευθερίαν ἀφελέσθαι τινά, τὸ ἥμισυ τοῦ τιμήματος ὀφείλειν τῷ δημοσίῳ. | |
ArgD.26.3 | Ἐπιχάρης οὖν ἐν‐ έδειξε Θεοκρίνην οὐκ ἐξὸν αὐτῷ λέγειν ἐκ τριῶν τού‐ των τῶν νόμων. καὶ γὰρ Μίκωνα ὡς ἑτέρωσέ ποι σε‐ σιτηγηκότα φῆναι μὲν αὐτὸν λέγει, μὴ ἐπεξελθεῖν δέ, | |
5 | καὶ ἐπιμελητὴν ὑπὸ τῶν φυλετῶν ἀποδειχθέντα ἐν εὐθύναις ἁλῶναι κλοπῆς χρημάτων, ἃ ἦν ἱερὰ τῶν | |
ἐπωνύμων, καὶ τρίτον Κηφισοδώρου θεράπαιναν εἰς ἐλευθερίαν ἀδίκως ἀφελόμενον τὸν πατέρα τοῦ Θεο‐ κρίνου προσοφλῆσαι δραχμὰς πεντακοσίας. | 646 | |
ArgD.26.4 | Ἐπὶ τούτοις μὲν ἡ ἔνδειξις καὶ τὸ πρᾶγμα φα‐ νερῶς δημόσιον, τὸν δὲ λόγον οἱ πολλοὶ νομίζουσιν εἶναι Δεινάρχου καίτοι γε οὐκ ἀπεοικότα τῶν τοῦ Δημοσθένους. | |
4 | ||
ArgD.27t | ὑπόθεσις τῆς πρὸς Εὐβουλίδην ἐφέσεως. | |
ArgD.27.1 | Γράφεται νόμος παρ’ Ἀθηναίοις γενέσθαι ζή‐ τησιν πάντων τῶν ἐγγεγραμμένων τοῖς ληξιαρχικοῖς γραμματείοις εἴτε γνήσιοι πολῖταί εἰσιν εἴτε μή, τοὺς δὲ μὴ γεγονότας ἐξ ἀστοῦ καὶ ἐξ ἀστῆς ἐξαλείφεσθαι, | |
5 | διαψηφίζεσθαι δὲ περὶ πάντων τοὺς δημότας, καὶ τοὺς μὲν ἀποψηφισθέντας καὶ ἐμμείναντας τῇ ψήφῳ τῶν δημοτῶν ἐξαληλίφθαι καὶ εἶναι μετοίκους, τοῖς δὲ βουλομένοις ἔφεσιν εἰς δικαστὰς δεδόσθαι, κἂν μὲν ἁλῶσι καὶ παρὰ τῷ δικαστηρίῳ, πεπρᾶσθαι, ἐὰν δὲ | |
10 | ἀποφύγωσιν, εἶναι πολίτας. | |
ArgD.27.2 | κατὰ τοῦτον τὸν νόμον τοῦ Ἁλιμουσίων δήμου διαψηφιζομένου ἀποψηφίζεται Εὐξίθεός τις, φάσκων δὲ ἑαυτὸν ὑπὸ Εὐβουλίδου ἐχθροῦ ὄντος κατεστασιάσθαι ἐφῆκεν εἰς τὸ δικαστήριον | |
5 | καὶ ἐπιδείκνυσιν ἑαυτὸν ἐξ ἀστοῦ καὶ ἐξ ἀστῆς· εἰ δὲ | |
ἐτίτθευσεν ἡ μήτηρ μου, δι’ ἀπορίαν τοῦτο ἐποίησεν. ὁ δὲ πατὴρ ἐξένιζε τῇ γλώττῃ αἰχμάλωτος γενόμενος καὶ πραθείς. δεῖ δὲ μὴ τὰ ἀτυχήματα προφέρειν, ἀλλὰ τὰ γένη ζητεῖν. | 647 | |
9 | ||
ArgD.28t | ὑπόθεσις τοῦ αʹ κατὰ Ἀφόβου ἐπιτροπῆς λόγου. | |
ArgD.28.1 | Δημοσθένης ὁ Παιανιεύς, Δημοσθένους τοῦ ῥή‐ τορος πατήρ, τελευτῶν ἐπὶ δύο παισί, τῷ τε Δημο‐ σθένει καὶ θυγατρί, ἐπιτρόπους καθίστησι καὶ τῶν παίδων καὶ τῶν χρημάτων τρεῖς, δύο μὲν συγγενεῖς, | |
5 | Ἄφοβόν τε καὶ Δημοφῶντα, ἕνα δὲ φίλον ἐκ παίδων, Θηριππίδην. | |
ArgD.28.2 | καὶ Θηριππίδῃ μὲν δίδωσιν ἑβδομή‐ κοντα καρποῦσθαι μνᾶς, ἄχρις ἂν Δημοσθένης εἰς ἄν‐ δρας ἐγγραφῇ, Δημοφῶντι δὲ ἐγγυᾷ τὴν θυγατέρα προστάξας αὐτὸν προῖκα δύο τάλαντα λαβεῖν, Ἀφό‐ | |
5 | βῳ δὲ τὴν ἑαυτοῦ μὲν γυναῖκα, τῶν δὲ παίδων μητέρα Κλεοβούλην τὴν Γύλωνος ἀξιοῖ γήμασθαι μνᾶς ἐπι‐ δοὺς ὀγδοήκοντα καὶ χρῆσθαι κελεύει τῇ τε οἰκίᾳ καὶ τοῖς ἐν αὐτῇ σκεύεσι μέχρι τῆς Δημοσθένους εἰς ἄν‐ δρας ἐγγραφῆς. | |
ArgD.28.3 | οὗτοι τὰ μὲν δοθέντα χρήματα αὑ‐ τοῖς εὐθὺς λαμβάνουσι, γαμεῖ δὲ οὔτε Ἄφοβος τὴν γυναῖκα τοῦ τελευτήσαντος οὔτε Δημοφῶν τὴν θυγα‐ τέρα. διαχειρίσαντες δὲ τὴν οὐσίαν τεττάρων καὶ δέκα | |
5 | ταλάντων, ὡς ὁ ῥήτωρ ἐπιδείκνυσιν, ὀφείλοντες τριά‐ | |
κοντα τάλαντα ἐκτῖσαι .... ἐπικαρπίας καὶ ἀποδοῦναι μικρὰ παντελῶς παρέδωκαν εἰς ἄνδρας ἐγγραφέντι τῷ Δημοσθένει. διὸ πρὸς τὸν Ἄφοβον εἰσελήλυθεν ἐπι‐ τροπῆς δέκα ταλάντων τὴν δίκην λαχών, ἐπειδὴ τρίτος | 648 | |
10 | ὢν ἐπίτροπος τὸ τρίτον ὀφείλει τῶν χρημάτων, ἃ καὶ συντίθησιν ὁ ῥήτωρ ἔκ τε τῶν ἀρχαίων καὶ τῆς ἐπι‐ καρπίας. | |
12 | ||
ArgD.29.1 | 〈ὑπόθεσις τοῦ βʹ κατὰ Ἀφόβου ἐπιτροπῆς λόγου〉. Πρός τινας ἀντιρρήσεις εἰσαγομένας ὑπὸ τοῦ Ἀφό‐ βου οὗτος ὁ λόγος ἐπηγώνισται, ἔχει δὲ καὶ τῶν προ‐ ειρημένων ἐπανάμνησιν. | |
4 | ||
ArgD.30t | ὑπόθεσις τοῦ πρὸς Ἄφοβον ψευδομαρτυριῶν ὑπὲρ Φάνου λόγου. | |
ArgD.30.1 | Κρινόμενος τῆς ἐπιτροπῆς Ἄφοβος ἐξῄτει παρὰ Δημοσθένους Μιλύαν εἰς βάσανον εἰδὼς οὐ δοθησό‐ μενον. οὐ γὰρ ἐδίδου Δημοσθένης φάσκων οὐκ οἰκέ‐ την, ἀλλ’ ἐλεύθερον εἶναι τὸν Μιλύαν ἐλευθερωθέντα | |
5 | ὑπὸ τοῦ πατρός, ὅτε ἐτελεύτα, καὶ εἰς τούτου πίστιν ἄλλα τε παρεχόμενος καὶ δὴ καὶ μαρτυρίαν Φάνου, ὃς | |
ἐμαρτύρησε πρὸς τοὺς δικαστὰς φάσκων ὡμολογηκέναι Ἄφοβον ἐπὶ τοῦ διαιτητοῦ ἐλεύθερον εἶναι Μιλύαν. | 649 | |
ArgD.30.2 | ἁλοὺς δὴ τῆς ἐπιτροπῆς Ἄφοβος ψευδομαρτυριῶν Φάνῳ δικάζεται, ὑπὲρ οὗ τοῦτον τὸν λόγον ὁ Δημο‐ σθένης λέγει καὶ τἀληθῆ φάσκων αὐτὸν μεμαρτυρηκέ‐ ναι καὶ πρὸς τούτῳ δεικνὺς ὡς οὐδὲν ἐκ ταύτης | |
5 | τῆς μαρτυρίας Ἄφοβος ἐβλάβη, ἀλλὰ δι’ ἑτέρους ἥλω μάρτυρας, οἷς οὐκ ἐπισκηψάμενος δῆλός ἐστιν ἠδικηκώς. | |
6 | ||
ArgD.31t | ὑπόθεσις τοῦ αʹ πρὸς Ὀνήτορα ἐξούλης λόγου. | |
ArgD.31.1 | Ἄφοβος μέλλοντος αὐτῷ Δημοσθένους τὰς τῆς ἐπιτροπῆς δίκας λαγχάνειν ἔγημεν Ὀνήτορος ἀδελφὴν ἐκδοθεῖσαν αὐτῷ ὑπὸ Τιμοκράτους τοῦ προτέρου ἀν‐ δρός, ἐπειδὴ ἐκεῖνος ἐπίκληρον λαμβάνειν ἔμελλε. | |
ArgD.31.2 | με‐ τὰ δὲ ταῦτα Ὀνήτωρ ἤδη φεύγοντος Ἀφόβου τὴν τῆς ἐπιτροπῆς δίκην, ὡς ὁ ῥήτωρ ἀποδείκνυσι, πλασάμενος ἀπόλειψιν τὴν ἀδελφὴν παρ’ ἑαυτὸν ἀπήγαγεν. ἐπεὶ | |
5 | δὲ Ἄφοβος ἑάλω, ἐπὶ τὴν οὐσίαν αὐτοῦ τὸν ῥήτορα ἀφικνούμενον καὶ εἰς τὰ χωρία εἰσιόντα ἐξήλασεν Ὀνή‐ τωρ φάσκων τῆς ἀδελφῆς εἶναι τὰ χωρία εἰς τὴν προῖ‐ κα ἀποτιμηθέντα. | |
ArgD.31.3 | διόπερ ἐξούλης αὐτῷ δικάζεται ὁ Δημοσθένης ὡς ἐκ τῶν Ἀφόβου πρότερον, νῦν δὲ ἑαυτῷ γεγενημένων ἐξεληλαμένος φάσκων οὐκ εἰληφέ‐ ναι τὴν προῖκα Ἄφοβον, ἀλλὰ τὴν γυναῖκα μόνον. τὴν | |
5 | γὰρ προῖκα μὴ βουληθῆναι Ὀνήτορα δοῦναι, διότι κιν‐ δυνεύοντα τὸν Ἄφοβον ἑώρα καὶ τὴν οὐσίαν αὐτοῦ. | |
νῦν οὖν, φησί, πλαστὴ μὲν ἡ ἀπόλειψις, ὑπὲρ δὲ ὧν οὐκ εἴληφεν Ἄφοβος τὸ χωρίον ἀποτετίμηται ἐπ’ ἀπο‐ στερήσει τῶν ἐμῶν. | 650 | |
ArgD.31.4 | τὸ δὲ τῆς ἐξούλης ὄνομα Ἀττι‐ κόν· ἐξίλλειν γὰρ ἔλεγον τὸ ἐξωθεῖν καὶ ἐκβάλλειν βίᾳ. | |
2 | ||
ArgD.32t | ὑπόθεσις τοῦ βʹ πρὸς Ὀνήτορα ἐξούλης λόγου. | |
ArgD.32.1 | Παραλελειμμένα τινὰ ἐν τῷ προτέρῳ λόγῳ διὰ τούτου προστίθησιν, ὡς καὶ αὐτὸς ἐπισημαίνεται, καὶ δὴ καὶ πρός τινας ἀντιρρήσεις ἵσταται. | |
ArgD.32.2 | Περὶ δὲ τῶν λόγων τούτων προειρήκαμεν ὅτι πολλοί φασιν αὐτοὺς ὑπὸ Ἰσαίου συντεθῆναι τοῦ ῥή‐ τορος ἀπιστοῦντες εἶναι διὰ τὴν ἡλικίαν, οἱ δέ γε, εἰ μὴ τοῦτο, διωρθῶσθαί γε ὑπὸ τοῦ Ἰσαίου. ἐοίκασι γὰρ | |
5 | τοῖς ἐκείνου λόγοις. θαυμαστὸν δὲ οὐδὲν εἰ τὸν δι‐ δάσκαλον ἐμιμήσατο καὶ μηδέπω πρὸς τὸ τέλειον ἥκων τὸν ἐκείνου χαρακτῆρα μετῄει τέως. | |
7 | ||
ArgD.33.1 | ὑπόθεσις τοῦ κατὰ Κόνωνος αἰκίας λόγου. Ἀρίστων ὁ Ἀθηναῖος δικάζεται Κόνωνι αἰκίας λέ‐ γων ὑπ’ αὐτοῦ καὶ τοῦ παιδὸς αὐτοῦ τετυπτῆσθαι | |
καὶ μάρτυρας τούτου παρεχόμενος. ὁ δὲ Κόνων ἀρνεῖ‐ | 651 | |
5 | ται τὸ πρᾶγμα καὶ μάρτυρας ἀντιπαρέχεται. οὓς ὁ Δημοσθένης οὔ φησι πιστοὺς εἶναι· βεβιωκέναι γὰρ φαύλως καὶ εὐχερῶς ἔχειν πρὸς τὸ ψεύδεσθαι. | |
7 | ||
ArgD.34t | ὑπόθεσις τοῦ πρὸς Βοιωτὸν περὶ τοῦ ὀνόμα‐ τος λόγου. | |
ArgD.34.1 | Μαντίας εἷς τῶν πολιτευσαμένων Ἀθήνησι γή‐ μας γυναῖκα κατὰ τοὺς νόμους ἐκ ταύτης παῖδα ἐκτή‐ σατο τὸν νυνὶ δικαζόμενον. προσῄει δέ τινι Πλαγγόνι κατ’ ἐρωτικὴν ἐπιθυμίαν, Ἀττικῇ γυναικί. | |
ArgD.34.2 | ταύτης δύο υἱεῖς ἀνδρωθέντες ἐδικάζοντο τῷ Μαντίᾳ ἑαυτῶν εἶναι πατέρα φάσκοντες. ὁ δὲ ἀντέλεγεν. ἔπειτα ἀναλαμβάνει τοὺς παῖδας ἀναγκασθεὶς ἀπὸ ἰδίας προ‐ | |
5 | κλήσεως ἣν ἀπατηθεὶς ἐποιήσατο. | |
ArgD.34.3 | προὐκαλέσατο μὲν γὰρ τὴν Πλαγγόνα ὀμόσαι περὶ τῶν παίδων εἰ ὄντως εἰσὶν ἐξ αὐτοῦ, ὑποσχόμενος, εἰ ὀμόσειεν, ἐμμενεῖν τῷ ὅρκῳ· προὐκαλέσατο δὲ ἀπατηθεὶς ὡς οὐ δεξομένης | |
5 | τὸν ὅρκον τῆς γυναικός. ὑπὲρ τούτου γὰρ καὶ μισθὸν αὐτῇ συχνὸν ἐπηγγείλατο. | |
ArgD.34.4 | ὡς δέ φησιν ὁ τὸν λόγον λέγων, καὶ ὀμωμόκει ἡ Πλαγγὼν αὐτῷ λάθρα προτει‐ νόμενον τὸν ὅρκον μὴ δέξεσθαι. προκαλεσαμένου τοί‐ νυν παραβᾶσα τὰς συνθήκας δέχεται τὸν ὅρκον. καὶ | |
5 | οὕτω μὲν ἀναγκάζεται τοὺς παῖδας ἀναλαβεῖν, μετὰ τοῦτο δὲ τετελεύτηκεν. | 652 |
ArgD.34.5 | ὁ τοίνυν ἐκ τῆς νόμῳ γα‐ μηθείσης γυναικὸς παῖς δικάζεται τῷ ἑτέρῳ τῶν εἰσ‐ ποιηθέντων περὶ τοῦ ὀνόματος λέγων αὐτὸν Βοιωτὸν καλεῖσθαι προσήκειν, ὅπερ ἐξ ἀρχῆς ὠνομάζετο, καὶ | |
5 | μὴ Μαντίθεον. τοῦτο γὰρ αὑτῷ παρὰ τοῦ πατρὸς ἐξ ἀρχῆς τεθεῖσθαι τοὔνομα. | |
ArgD.34.6 | αὐτόθεν μὲν οὖν δόξειεν ἄν τις φιλοπράγμων καὶ φιλόνεικος ὑπὲρ προσηγοριῶν διαφερόμενος, ὁ μέντοι λόγος ἱκανὰς ἀποδείξεις παρέ‐ χεται τοῦ καὶ δημοσίᾳ καὶ ἰδίᾳ βλαβερὰν εἶναι τὴν | |
5 | ὁμωνυμίαν. | |
5 | ||
ArgD.35t | ὑπόθεσις τοῦ πρὸς Βοιωτὸν ὑπὲρ προικὸς μητρῴας λόγου. | |
ArgD.35.1 | Καὶ οὗτος παρὰ τοῦ αὐτοῦ καὶ πρὸς τὸν αὐτὸν ὁ λόγος εἴρηται. καὶ τὰ μὲν ἄλλα πάντα ταὐτά, ἡ Πλαγγών, ὁ ὅρκος, ἡ τῶν παίδων ἀναγκαία ποίησις. | |
ArgD.35.2 | ἀποθανόντος δὲ τοῦ Μαντίου οἱ παῖδες ὄντες τρεῖς, Μαντίθεος ὁ ἐκ τῆς νόμῳ γαμηθείσης καὶ Βοιωτὸς καὶ Πάμφιλος οἱ ἐκ τῆς Πλαγγόνος, ἐνέμοντο τὴν οὐ‐ σίαν. φάσκοντος δὲ τοῦ Μαντιθέου προῖκα ἑαυτῷ μη‐ | |
5 | τρῴαν ὀφείλεσθαι Βοιωτὸς καὶ Πάμφιλος καὶ αὐτοὶ προικὸς ἠμφισβήτουν ὡς καὶ τῆς Πλαγγόνος εἰσενεγκα‐ μένης εἰς τὸν οἶκον τοῦ Μαντίου μνᾶς ἑκατόν. | |
ArgD.35.3 | συν‐ έδοξεν οὖν αὐτοῖς νείμασθαι πάντα ἐπ’ ἴσης πλὴν τῆς οἰκίας, ἵν’ ὁποτέρων ἂν ἡ μήτηρ φανῇ προῖκα εἰσενεγ‐ | |
καμένη, τούτοις ἀπὸ τῆς οἰκίας ἀποδοθῇ τὸ ἀργύριον, | 653 | |
5 | καὶ πλὴν τῶν ἀνδραπόδων, ὅπως οἱ περὶ τὸν Βοιωτόν, ἐὰν ἐπιζητῶσί τι τῶν ἔνδον, ἔχωσιν ἔλεγχον. | |
ArgD.35.4 | μετὰ δὲ ταῦτα ἀντενεκάλεσαν ἀλλήλοις, ὁ μὲν Μαν‐ τίθεος ὑπὲρ τῆς μητρῴας οὐσίας, ἐκεῖνοι δὲ ὑπὲρ ἄλλων τινῶν. καὶ ὁ διαιτητὴς Μαντιθέου μὲν ἀπεδιαίτησε, Βοιωτοῦ δὲ κατεδιαίτησεν ἐρήμην. λαγχάνει δὴ Μαν‐ | |
5 | τίθεος καὶ εἰς τὸ δικαστήριον αὐτῷ τὴν αὐτὴν δίκην ἀπαιτῶν τὴν προῖκα. | |
6 | ||
ArgD.36t | ὑπόθεσις τῆς ὑπὲρ Φορμίωνος παραγραφῆς. | |
ArgD.36.1 | Πασίων ὁ τραπεζίτης τελευτῶν ἐπὶ δύο παισὶν ἐξ Ἀρχίππης, Ἀπολλοδώρῳ καὶ Πασικλεῖ, Φορμίωνα οἰκέτην ἑαυτοῦ γενόμενον, τετυχηκότα δὲ ἔτι πρότερον ἐλευθερίας, ἐπίτροπον τοῦ νεωτέρου τῶν παίδων Πασι‐ | |
5 | κλέους κατέλιπε καὶ τὴν μητέρα αὐτῶν παλλακὴν ἑαυ‐ τοῦ γενομένην ἔδωκεν ἐπὶ προικὶ γυναῖκα. | |
ArgD.36.2 | Ἀπολλό‐ δωρος οὖν νέμεται πρὸς τὸν ἀδελφὸν τὴν πατρῴαν οὐσίαν πλὴν τῆς τραπέζης καὶ τοῦ ἀσπιδοπηγείου· ταῦ‐ τα γὰρ Φορμίων ἐμεμίσθωτο παρὰ Πασίωνος εἰς ὡρι‐ | |
5 | σμένον χρόνον τινά. | |
ArgD.36.3 | καὶ τέως μὲν ἐλάμβανε τὸ ἥμισυ τῆς μισθώσεως ἑκάτερος, ὕστερον δὲ καὶ ταῦτα νέμον‐ ται καὶ γίνεται τὸ μὲν ἀσπιδοπηγεῖον Ἀπολλοδώρου, | |
Πασικλέους δὲ ἡ τράπεζα. ἀποθανούσης δὲ καὶ τῆς | 654 | |
5 | μητρὸς ὕστερον νειμάμενος καὶ τὴν ἐκείνης οὐσίαν ἐνεκάλει τῷ Φορμίωνι ὡς πολλὰ ἔχοντι ἑαυτοῦ χρή‐ ματα. | |
ArgD.36.4 | καθίσαντες οὖν αὑτοὺς διαιτητάς, ὥς φησι Φορμίων, Ἀπολλοδώρῳ προσήκοντες, Νικίας καὶ Δει‐ νίας 〈καὶ Λυσῖνοσ〉 καὶ Ἀνδρομένης ἔπεισαν Ἀπολλό‐ δωρον διαλύσασθαι πρὸς Φορμίωνα τὰ ἐγκλήματα λα‐ | |
5 | βόντα πεντακισχιλίας. | |
ArgD.36.5 | ὁ μὲν οὖν Ἀπολλόδωρος με‐ τὰ ταῦτα πάλιν εἴληχε δίκην Φορμίωνι ἀφορμῆς, ἀφορμὴν δὲ οἱ Ἀττικοὶ καλοῦσιν ὅπερ ἡμεῖς ἐνθήκην, ὁ δὲ Φορμίων παραγράφεται νόμον παρεχόμενος τὸν | |
5 | κελεύοντα περὶ ὧν ἂν ἅπαξ ἀφῇ τις καὶ διαλύσηται μηκέτι ἐξεῖναι δικάζεσθαι. | |
ArgD.36.6 | ἅπτεται μέντοι καὶ τῆς εὐθείας ὁ ῥήτωρ δεικνὺς ὡς οὐκ εἶχεν ἡ τράπεζα χρή‐ ματα ἴδια τοῦ Πασίωνος. τοῦτο δὲ πεποίηκεν, ἵνα ἡ παραγραφὴ μᾶλλον ἰσχύῃ τῆς εὐθείας δεικνυομένης | |
5 | τῷ Ἀπολλοδώρῳ σαθρᾶς. | |
5 | ||
ArgD.37t | ὑπόθεσις τοῦ αʹ κατὰ Στεφάνου ψευδομαρτυ‐ ριῶν λόγου. | |
ArgD.37.1 | Ὅτε Ἀπολλόδωρος ἔκρινε Φορμίωνα τῆς τραπέ‐ | |
ζης ἀφορμὴν ἐγκαλῶν, ὁ δὲ τὴν δίκην παρεγράψατο, Στέφανος μετ’ ἄλλων τινῶν ἐμαρτύρησε Φορμίωνι ὡς ἄρα ὁ μὲν Φορμίων προὐκαλεῖτο Ἀπολλόδωρον, εἰ | 655 | |
5 | μή φησιν ἀντίγραφα εἶναι τῶν διαθηκῶν τῶν τοῦ πατρὸς Πασίωνος, ἃ Φορμίων παρέσχεν, ἀνοῖξαι τὰς διαθήκας αὐτὰς ἃς ἔχει καὶ παρέχεται Ἀμφίας, Ἀπολ‐ λόδωρος δὲ ἀνοίγειν οὐκ ἠθέλησεν, ἔστι δὲ ἀντίγραφα τάδε τῶν διαθηκῶν τῶν Πασίωνος. | |
ArgD.37.2 | ταύτην ἐμαρ‐ τύρησαν τὴν μαρτυρίαν οἱ περὶ Στέφανον τοῦ Ἀπολ‐ λοδώρου λέγοντος κατὰ τοῦ Φορμίωνος ὡς ἄρα τὰς διαθήκας πέπλακε καὶ τὸ ὅλον πρᾶγμα σκευώρημά | |
5 | ἐστιν. | |
ArgD.37.3 | ἡττηθεὶς τοίνυν τὴν δίκην Ἀπολλόδωρος ὑπὲρ τῆς μαρτυρίας ὡς ψευδοῦς οὔσης τῷ Στεφάνῳ δικά‐ ζεται. | |
3 | ||
ArgD.38.1 | ὑπόθεσις τοῦ βʹ κατὰ Στεφάνου ψευδομαρ‐ τυριῶν λόγου. Ἐν τούτῳ τῷ λόγῳ καὶ τῶν φθασάντων τινὰ ἐπι‐ κατασκευάζεται καὶ ἕτερα προσεισάγεται, καὶ ὅτι παρά‐ | |
5 | νομοι αἱ διαθῆκαι. | 656 |
ArgD.39t | ὑπόθεσις τῆς πρὸς Ζηνόθεμιν ἐμπορικῆς παραγραφῆς. | |
ArgD.39.1 | Δανεισάμενος παρὰ Δήμωνος, ἑνὸς τῶν Δημο‐ σθένους συγγενῶν, ἔμπορός τις, Πρῶτος ὄνομα, ἐπρίατο τοῦ ἀργυρίου σῖτον ἐν Συρακούσαις καὶ τοῦτον ἐκό‐ μισεν εἰς Ἀθήνας ἐπὶ νεὼς ἧς Ἡγέστρατος ἐναυκλήρει. | |
ArgD.39.2 | Ἡγέστρατος δὲ καὶ Ζηνόθεμις, πρὸς ὅν ἐστιν ἡ παραγραφή, Μασσαλιῶται μὲν ἦσαν τὸ γένος, κακούρ‐ γημα δὲ τοιοῦτον ἐν Συρακούσαις ἐκακούργησαν, ὡς ὁ ῥήτωρ φησίν. ἐδανείσαντο χρήματα, ταῦτα δὲ εἰς | |
5 | μὲν τὴν ναῦν οὐκ ἐνέθεντο, λάθρα δὲ εἰς τὴν Μασ‐ σαλίαν ἀπέστειλαν ἀποστερῆσαι τοὺς δανείσαντας βε‐ βουλευμένοι. ἐπειδὴ γὰρ ἐγέγραπτο ἐν τῷ συμβολαίῳ, εἰ πάθοι τι ἡ ναῦς, μὴ ἀπαιτεῖσθαι αὐτοὺς τὰ χρή‐ ματα, ἐσκέψαντο καταδῦσαι τὴν ναῦν. | |
ArgD.39.3 | νύκτωρ οὖν ἐν τῷ πλῷ κατελθὼν ὁ Ἡγέστρατος διέκοπτε τοῦ πλοίου τὸ ἔδαφος. φωραθεὶς δὲ καὶ φεύγων τοὺς ἐπι‐ βάτας εἰς τὴν θάλασσαν εἰσπίπτει καὶ παραχρῆμα | |
5 | ἀπόλλυται. | |
ArgD.39.4 | ὁ τοίνυν Ζηνόθεμις ὁ κοινωνός, ὥς φησιν ὁ ῥήτωρ, τοῦ Ἡγεστράτου μόλις σωθείσης εἰς Ἀθήνας τῆς νεὼς ἠμφισβήτει τοῦ σίτου λέγων εἶναι τὸν σῖτον Ἡγεστράτου, ἐκεῖνον δὲ παρ’ ἑαυτοῦ δεδα‐ | |
5 | νεῖσθαι χρήματα. | |
ArgD.39.5 | ἐνστάντων δὲ αὐτῷ τοῦ τε Πρώ‐ του καὶ τοῦ Δήμωνος ἀμφοτέροις ἔλαχε δίκην ἐμπορι‐ κήν. καὶ τὸν Πρῶτον ἐξ ἐρήμης ἑλὼν ἑκόντα, ὥς φησι Δημοσθένης, καὶ συγκακουργοῦντα εἰσάγει καὶ τὸν | 657 |
5 | Δήμωνα δεύτερον εἰς τὸ δικαστήριον. | |
ArgD.39.6 | ὁ δὲ παρα‐ γράφεται μὴ εἰσαγώγιμον εἶναι τὴν δίκην νόμον παρε‐ χόμενος τὸν διδόντα τοῖς ἐμπόροις τὰς δίκας εἶναι περὶ τῶν Ἀθήναζε καὶ τῶν Ἀθήνηθεν συμβολαίων, | |
5 | Ζηνοθέμιδι δέ φησι μηδὲν συμβόλαιον εἶναι πρὸς αὑ‐ τόν. | |
ArgD.39.7 | καὶ ὁ μὲν ἀγών ἐστι παραγραφικός, ὁ δὲ λό‐ γος ὡς τῆς εὐθυδικίας τοῦ πράγματος εἰσηγμένης οὕ‐ τως εἴρηται περὶ τοῦ μὴ Ζηνοθέμιδος εἶναι τὸν σῖτον, ἀλλὰ τοῦ Πρώτου, ᾧ ὁ Δήμων ἐδάνεισε τὸ ἀργύριον. | |
5 | οὐ γὰρ βούλεται δοκεῖν ῥήματι τοῦ νόμου μόνον ἰσχυρίζεσθαι κατὰ τὸ πρᾶγμα ἀδικῶν, ἀλλὰ δείκνυ‐ σιν ὡς θαρρεῖ μὲν καὶ τῇ εὐθείᾳ, ἐκ περιουσίας δὲ αὐτῷ καὶ παραγραφὴν ὁ νόμος δίδωσι. | |
8 | ||
ArgD.40t | ὑπόθεσις τῆς πρὸς Πανταίνετον παραγραφῆς. | |
ArgD.40.1 | Πανταίνετος παρὰ Τηλεμάχου τινὸς ἐργαστήριον μεταλλικὸν ἐν Μαρωνείᾳ, τόπος δὲ οὗτος τῆς Ἀττικῆς, καὶ μετὰ τοῦ ἐργαστηρίου τριάκοντα τὸν ἀριθμὸν οἰ‐ | |
κέτας ὠνούμενος δανείζεται παρὰ μὲν Μνησικλέους | 658 | |
5 | τάλαντον, παρὰ δὲ Φιλέου καὶ Πλείστορος πέντε καὶ τετταράκοντα μνᾶς. | |
ArgD.40.2 | καὶ ἦν ὠνητὴς ἐγγεγραμμένος ὁ Μνησικλῆς καὶ τὰς ὠνὰς εἶχεν αὐτός. ὕστερον δὲ ἀπαι‐ τούμενος τὸ ἀργύριον ὁ Πανταίνετος δευτέρους λαμ‐ βάνει δανειστάς, τόν τε παραγραφόμενον νῦν Νικό‐ | |
5 | βουλον καὶ Εὔεργόν τινα καὶ τούτοις ὑποθήκην δί‐ δωσι τὸ ἐργαστήριον καὶ τὰ ἀνδράποδα. γραμματεῖον δὲ οὐχ ὑποθήκης, ἀλλὰ πράσεως γράφεται. | |
ArgD.40.3 | καὶ γίνεται πρατὴρ καὶ βεβαιωτὴς τοῖς δευτέροις δανεισταῖς ὁ πρότερος δεδανεικὼς ὁ Μνησικλῆς ὁ τὰς ὠνὰς ἔχων. καὶ μισθοῦσι τῷ Πανταινέτῳ τά τε ἀνδράποδα | |
5 | καὶ τὸ ἐργαστήριον Εὔεργος καὶ ὁ Νικόβουλος ὡς δεσπόται δῆθεν γεγονότες αὐτοῦ. | |
ArgD.40.4 | τοσούτου δὲ μι‐ σθοῦσιν, ὅσον τὸ δάνειον τόκον ἐποίει. ἐδεδανείκεσαν μὲν γὰρ ἑκατὸν πέντε μνᾶς, ἔδει δὲ κατὰ μνᾶν τόκον εἶναι δραχμήν. ἑκατὸν οὖν καὶ πέντε δραχμὰς λαμβά‐ | |
5 | νειν συνέθεντο. καὶ ἦν τοῦτο τῷ μὲν ἔργῳ τόκος, τῷ δὲ ὀνόματι μίσθωσις. | |
ArgD.40.5 | τούτων πραχθέντων ὁ μὲν Νικόβουλος ἀπεδήμησε, παρὰ δὲ τὴν ἀπουσίαν τὴν ἐκείνου Ἀθήνησι τάδε γίγνεται. ὁ Εὔεργος ὁ κοινωνὸς τοῦ δανείσματος αἰτιώμενος τὸν Πανταίνετον ὡς οὐ‐ | |
5 | δὲν τῶν συγκειμένων ἐθέλοντα ποιεῖν ἐλθὼν ἐπὶ τὸ ἐργαστήριον κατεῖχεν αὐτὸ καὶ δὴ καὶ ἀργύριον φυ‐ | |
λάξας ἐκ τῶν μετάλλων Πανταινέτῳ κομιζόμενον, ὅπερ ἔμελλεν εἰς τὸ δημόσιον καταβάλλειν, ἀφείλετο τὸν κομίζοντα οἰκέτην βίᾳ, παρ’ ὃ καὶ διπλῆν εἰς τὸ δημό‐ | 659 | |
10 | σιον κατέβαλεν, ὡς ἔφη, τὴν καταβολὴν ὁ Πανταίνετος τῆς προσηκούσης προθεσμίας δι’ Εὔεργον ἐκπεσών. | |
ArgD.40.6 | ἐπὶ τούτοις καὶ δίκην ἔλαχε τῷ Εὐέργῳ βλάβης καὶ εἷλεν αὐτόν. ὡς δὲ ἐπανῆκε καὶ ὁ Νικόβουλος ἐκ τῆς ἀποδημίας καὶ δανεισταὶ πολλοί τινες ἀνεφαίνοντο τοῦ Πανταινέτου πρότερον ἀγνοούμενοι λόγων πολλῶν λε‐ | |
5 | γομένων πέρας συνέβησαν ὥστε Νικόβουλον μὲν καὶ Εὔεργον ἀπολαμβάνοντας ἑκατὸν καὶ πέντε μνᾶς ἀπο‐ στῆναι τοῦ ἐργαστηρίου καὶ τῶν ἀνδραπόδων, ταῦτα δὲ τοὺς ἑτέρους δανείσαντας ὠνεῖσθαι. | |
ArgD.40.7 | πάλιν δὲ οὐκ ἐθελόντων τῶν δανειστῶν ὠνεῖσθαι τὰ κτήματα, εἰ μὴ πρατῆρες αὐτοὶ καὶ βεβαιωταὶ γίγνοιντο Νικό‐ βουλος καὶ Εὔεργος, πείθεται μὲν ὁ Νικόβουλος ὑπ’ | |
5 | αὐτοῦ 〈τοῦ〉 Πανταινέτου, καθά φησιν, ἀξιούμενος, οὐ πρότερον δὲ ἀνεδέξατο πρὶν τὸν Πανταίνετον ἄφεσιν αὐτῷ παντὸς ἐγκλήματος δοῦναι. | |
ArgD.40.8 | ὁ δὲ Πανταίνετος ἔδωκε μὲν τὴν ἄφεσιν καὶ ἐπράθη τὰ κτήματα, οὐδὲν δὲ ἧττον καὶ τούτῳ τὴν αὐτὴν ἥνπερ Εὐέργῳ δίκην εἴληχε μεταλλικὴν ἐπιγράφων τὴν δίκην ὡς δὴ τῶν | |
5 | τε τὰ μέταλλα ἐργαζομένων εἷς ὢν καὶ περὶ μέταλλον ἠδικημένος. | |
ArgD.40.9 | ἐγκαλεῖ δὲ τῷ Νικοβούλῳ καὶ περὶ τῆς | |
τῶν χρημάτων ἀφαιρέσεως τῶν ὑπὸ τοῦ οἰκέτου κομι‐ ζομένων καὶ περὶ τῆς τοῦ ἐργαστηρίου καὶ τῶν ἀνδρα‐ πόδων πράσεως παρὰ τὰς συνθήκας γεγενημένης καὶ | 660 | |
5 | μέντοι καὶ περὶ ἑτέρων τινῶν. | |
ArgD.40.10 | ὁ δὲ Νικόβουλος παραγράφεται τὸν ἀγῶνα καθ’ ἕνα μὲν ἐκεῖνον νόμον τὸν κελεύοντα περὶ ὧν ἂν ἄφεσις καὶ ἀπαλλαγὴ γέ‐ νηται, περὶ τούτων μηκέτι ἐξεῖναι δικάζεσθαι, καθ’ | |
5 | ἕτερον δὲ ἐκεῖνον ὃς διαρρήδην καὶ σαφῶς ὁρίζει περὶ τίνων δεῖ τὰς μεταλλικὰς δίκας εἰσάγειν, ὧν οὐδὲν πεπονθότα Πανταίνετον ἀτόπως φησὶ μεταλλικὴν δι‐ κάζεσθαι δίκην. | |
ArgD.40.11 | καὶ μὴν καὶ τρίτον παρέχεται νό‐ μον, ὃς διαιρεῖ περὶ ποίων ἐγκλημάτων ποῖα χρὴ κρί‐ νειν δικαστήρια καὶ ποίας ἀρχὰς εἰσάγειν τὰς δίκας. Πανταίνετον δέ φησι παρὰ τοῦτον ποιεῖν τὸν νόμον | |
5 | ποικίλα ἐγκλήματα εἰς ταὐτὸν μίξαντα καὶ περὶ πάν‐ των 〈ἐν〉 τῷ μεταλλικῷ δικαστηρίῳ τὴν κατηγορίαν ποιούμενον. | |
ArgD.40.12 | τῷ μὲν οὖν περὶ τῆς ἀφέσεως νόμῳ κατ’ ἀρχὰς κέχρηται, τοῖς δὲ δύο τοῖς ἑτέροις ἐπὶ τοῦ τέλους, καὶ ἀρχόμενος ἀπὸ τῆς παραγραφῆς καὶ λήγων εἰς ταύτην. ἐν δὲ μέσῳ τὴν εὐθυδικίαν πεποίηκεν, ἧς | |
5 | μέγιστον καὶ ἰσχυρότατόν ἐστιν, ὅτι μηδὲ ἐπιδημῶν ἐτύγχανε τότε Νικόβουλος, ὅτε Πανταίνετος ἐκεῖ‐ να 〈ἔπασχεν〉, ἐφ’ οἷς τότε Εὐέργῳ καὶ νῦν Νικο‐ | |
βούλῳ τὴν δίκην εἴληχεν. | 661 | |
ArgD.41t | ὑπόθεσις τῆς πρὸς Ναυσίμαχον καὶ Ξενο‐ πείθην παραγραφῆς. | |
ArgD.41.1 | Ναυσίμαχος καὶ Ξενοπείθης ἐπετροπεύθησαν ὑπὸ Ἀρισταίχμου, ἐγγραφέντες δὲ εἰς ἄνδρας ἔλαχον δίκην ἐπιτροπῆς αὐτῷ. εἶτα διελύσαντο λαβόντες τρία τά‐ λαντα καὶ ἀφῆκαν αὐτὸν τῶν ἐγκλημάτων. | |
ArgD.41.2 | καὶ ὁ μὲν τετελεύτηκε καταλιπὼν παῖδας τέτταρας, τούτοις δὲ μετὰ χρόνον συχνὸν ὁ Ναυσίμαχος καὶ Ξενοπείθης δικάζονται βλάβης χρήματα ἀπαιτοῦντες ἐκ τῆς ἐπιτρο‐ | |
5 | πῆς. οἱ δὲ παραγράφονται παρατιθέμενοι τὸν νόμον τὸν οὐκ ἐῶντα περὶ ὧν ἄν τις ἄφεσιν δῷ καὶ ἀπαλ‐ λαγὴν πάλιν δικάζεσθαι. | |
7 | ||
ArgD.42t | ὑπόθεσις τοῦ πρὸς τὴν Λακρίτου παραγρα‐ φὴν λόγου. | |
ArgD.42.1 | Ἀνδροκλῆς δανείσας χρήματα Ἀρτέμωνι Φαση‐ λίτῃ τὸ γένος ἐμπόρῳ τελευτήσαντος ἐκείνου πρὶν ἀπο‐ δοῦναι τὸ ἀργύριον εἰσπράττει τὸν ἀδελφὸν αὐτοῦ Λάκριτον τὸν σοφιστὴν δύο προβαλλόμενος δίκαια, | |
5 | ὅτι τε παρόντος Λακρίτου καὶ ἀναδεξαμένου τὸ ἀργύ‐ ριον ἐδάνεισε τῷ Ἀρτέμωνι καὶ ὅτι κληρονόμος ἐστὶ τῶν Ἀρτέμωνος Λάκριτος. | 662 |
ArgD.42.2 | ὁ δὲ τῆς μὲν κληρονο‐ μίας ἀφίστασθαί φησι, παραγράφεται δὲ τὴν δίκην λέγων μηδὲν ἑαυτῷ πρὸς Ἀνδροκλέα συμβόλαιον εἶναι μηδὲ συγγραφὴν μηδεμίαν. πάντως δὲ καὶ τὸ ἀναδε‐ | |
5 | δέχθαι ἔξαρνος γίνεται· οὐδὲ γὰρ ἂν τοῦτο ὁμολογῶν ἠγνωμόνει πρὸς τὴν ἔκτισιν. | |
ArgD.42.3 | Οὐκ ὀρθῶς δέ τινες ἐνόμισαν τὸν λόγον μὴ γνήσιον εἶναι ἀμυδροῖς ἀπατηθέντες τεκμηρίοις. τὸ μὲν γὰρ τῆς φράσεως ἀνειμένον οὐκ ἀπρεπὲς ἰδιωτι‐ κοῖς ἀγῶσι, τὸν δὲ Δία τὸν ἄνακτα κατὰ τὴν τοῦ | |
5 | προσώπου τοῦ ὑποκειμένου συνήθειαν δῆλός ἐστιν ὠνομακώς, πρὸς δὲ τὴν παραγραφὴν ἀσθενέστερον ἀπήντηκε διὰ τὸ πρᾶγμα τὸ πονηρόν. | |
7 | ||
ArgD.43t | ὑπόθεσις τοῦ πρὸς τὴν Φορμίωνος παρα‐ γραφὴν λόγου. | |
ArgD.43.1 | Φορμίων ἔμπορος δανείζεται παρὰ Χρυσίππου μνᾶς εἴκοσι πλέων εἰς Βόσπορον, ἀφικόμενος δὲ ἐκεῖσε κατέλαβεν ἀπρασίαν τῶν φορτίων ὧν ἐκόμιζε. | |
ArgD.43.2 | διό‐ περ τοῦ ναυκλήρου Λάμπιδος ἀποπλεῖν Ἀθήναζε βου‐ | |
λομένου καὶ κελεύοντος αὐτὸν ἐνθέσθαι τῇ νηὶ τὰ ἀγοράσματα τῶν χρημάτων τῶν παρὰ Χρυσίππου, τοῦ‐ | 663 | |
5 | το γὰρ ἔφραζεν ἡ συγγραφή, οὔτε φόρτον τινὰ ἐν‐ έθετο οὔτε ἀργύριον, ἀλλ’ ἔφη πρὸς τὸν Λάμπιν ἀδυ‐ νάτως ἔχειν ἐν τῷ παρόντι ποιῆσαι ταῦτα, μικρὸν δ’ ὕστερον ἐφ’ ἑτέρας ἐκπλευσεῖσθαι νεὼς ἅμα τοῖς χρή‐ μασιν. | |
ArgD.43.3 | ἡ μὲν οὖν τοῦ Λάμπιδος ναῦς ἀναχθεῖσα διαφθείρεται καὶ μετ’ ὀλίγων ὁ Λάμπις ἐν τῷ λέμβῳ σώζεται καὶ ἀφικόμενος Ἀθήναζε μηνύει Χρυσίππῳ τὸ εὐτύχημα τοῦ Φορμίωνος, ὡς ἀπελείφθη τε ἐν τῷ | |
5 | Βοσπόρῳ καὶ εἰς τὴν ναῦν οὐδὲν ἐνέθετο. | |
ArgD.43.4 | ὁ δὲ Φορμίων καταπλεύσας ὕστερον καὶ τὸ ἀργύριον ἀπαι‐ τούμενος τὸ μὲν πρῶτον, ὡς ἔφη Χρύσιππος, καὶ ὀφείλειν ὡμολόγει καὶ ἀποδώσειν ὑπισχνεῖτο, ἔπειτα | |
5 | ὡς ἀποδεδωκὼς Λάμπιδι μηδὲν ὀφείλειν ἔλεγε· τὴν γὰρ συγγραφὴν κελεύειν παθούσης τι κατὰ θάλατταν τῆς νεὼς ἀπηλλάχθαι τοῦ ὀφλήματος τὸν Φορμίωνα. | |
ArgD.43.5 | ἔλαχεν οὖν δίκην αὐτῷ ὁ Χρύσιππος. ὁ δὲ παρε‐ γράψατο. καὶ Λάμπις ἐμαρτύρησε παρὰ τῷ διαιτητῇ ὡς ἀπειληφὼς εἴη παρὰ Φορμίωνος ἐν Βοσπόρῳ τὰ χρήματα καὶ ἀπολωλεκὼς μετὰ τῶν ἄλλων ἐν τῇ ναυ‐ | |
5 | αγίᾳ. πρότερον δὲ τἀναντία τούτων εἰρήκει πρὸς Χρύσιππον, ὡς οὐδὲν ὁ Φορμίων εἰς τὴν ναῦν ἐντέθει‐ κεν. ἐλεγχόμενος δὲ ἐπὶ τούτοις ὁ Λάμπις ἐξεστηκέναι τότε ἔφησεν, ὅτε ἐκεῖνα πρὸς τὸν Χρύσιππον ἔλεγε. τούτων ἀκούσας ὁ διαιτητὴς καὶ μηδὲν ἀποφηνάμενος | |
10 | εἰς τὸ δικαστήριον τὸ πρᾶγμα πέπομφε. | 664 |
ArgD.43.6 | Καὶ ὁ ἀγὼν ὀνόματι μέν ἐστι παραγραφικός, τῷ δὲ ἀληθεῖ κατὰ τὴν εὐθεῖαν γίγνεται. εὖ γὰρ καὶ ὁ ῥή‐ τωρ κατ’ ἀρχὰς ἐπισημαίνεται ὡς οὐκ ἔστιν ὅλως παρα‐ γραφὴ τὸ λέγειν πεποιηκέναι πάντα κατὰ τὰ συγκείμενα | |
5 | καὶ ἀποδεδωκέναι τὰ χρήματα Λάμπιδι κελευούσης τοῦ‐ το τῆς συγγραφῆς καὶ ἀφιείσης ἐπὶ τοιούτῳ πάθει τὸ ὄφλημα. | |
ArgD.43.7 | ταῦτα γάρ ἐστι τὴν εὐθυδικίαν ἀγωνιζο‐ μένου καὶ τοῖς ἐπιφερομένοις ἐγκλήμασιν ἀπαντῶντος, ἀλλ’ οὐχὶ ἀναιροῦντος τὸν περὶ αὐτῶν ἀγῶνα καὶ τὴν εἰσαγωγὴν τῆς δίκης. παραγραφὴν δέ, φησίν, ὁ νόμος | |
5 | δίδωσι περὶ τῶν μὴ γενομένων ὅλως Ἀθήνησι μηδὲ εἰς Ἀθήνας συμβολαίων. | |
ArgD.43.8 | τετήρηται δὲ ἐν τῷ λόγῳ ταὐτὸν ὅπερ καὶ περὶ τὸν κατὰ Νεαίρας, ὅτι μὴ ὑφ’ ἑνὸς εἴρηται προσώπου, ἀλλ’ 〈ἐκεῖ μὲν〉 ἑκατέρου δια‐ στολὴ φανερά, ἐνταῦθα δὲ συγκέχυται. | |
ArgD.43.9 | δοκεῖ δὲ ἔμοιγε ἐντεῦθεν ὁ δεύτερος λέγειν· ἀκούσας τοίνυν ἡμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, Θεόδοτος πολλάκις καὶ νομίσας τὸν Λάμπιν ψευδῆ μαρτυρεῖν. δῆ‐ | |
5 | λον δὲ ὅτι κοινωνοί τινές εἰσιν οἱ πρὸς τὸν Φορμίωνα | |
ἀγωνιζόμενοι. | 665 | |
ArgD.44t | ὑπόθεσις τῆς πρὸς Ἀπατούριον παραγραφῆς. | |
ArgD.44.1 | Ὁ παραγραφόμενος τὴν δίκην ἴδια μέν τινα συμβόλαια πρὸς Ἀπατούριον ἔχων ἄφεσιν ἐπ’ ἐκείνοις καὶ ἀπαλλαγὴν ἐποιήσατο, νῦν δὲ ὑπὲρ Παρμένοντος ἐγκαλεῖται καὶ ἀπαιτεῖται χρήματα. ὁ γὰρ Παρμένων | |
5 | πολίτης μὲν ἦν τοῦ ἐμπόρου τοῦ Ἀπατουρίου Βυζάν‐ τιος, φυγὴν δὲ ἐκ τῆς πατρίδος κατεδεδίκαστο. φίλῳ δὲ κατ’ ἀρχὰς τῷ Ἀπατουρίῳ χρώμενος ὕστερον προσ‐ κρούσας εἰς δίκας ἦλθε καὶ ἐδίωκε τὸν Ἀπατούριον πληγῶν τε καὶ βλάβης κἀκεῖνος αὖθις τῷ Παρμένοντι | |
10 | δίκην ἀντέλαχεν. | |
ArgD.44.2 | ὁ μὲν οὖν Ἀπατούριος ἑνὶ διαι‐ τητῇ τὸ πρᾶγμα ἐπιτραπῆναί φησιν Ἀριστοκλεῖ κἀκεῖ‐ νον καταγνῶναι τοῦ Παρμένοντος. διόπερ ἐπὶ τοῦτον ἥκει τὸν νῦν παραγραφόμενον τὴν δίκην ἐγγυητὴν τοῦ | |
5 | Παρμένοντος γεγενῆσθαι φάσκων. | |
ArgD.44.3 | ὁ δὲ οὐδὲν τού‐ των ὁμολογεῖ, ἀλλὰ πρῶτον μέν φησι τρισὶν αὐτοὺς ἐπιτρέψαι διαιτηταῖς, οὐχ ἑνὶ τῷ Ἀριστοκλεῖ, ἔπειτα ἐγγυητὴν τοῦ Παρμένοντος ἐν ταῖς συνθήκαις Ἄρχιπ‐ | |
5 | πον γραφῆναι, κἀκείνας δὲ ἀφανισθῆναι τὰς συνθήκας κακουργίᾳ τοῦ Ἀπατουρίου πείσαντος τὸν Ἀριστοκλέα τὸν ἔχοντα αὐτὰς μὴ κομίζειν εἰς μέσον, ἀλλὰ λέ‐ γειν ὡς ἀπολώλεκε τὸ γραμματεῖον καθεύδων ὁ παῖς, | |
ἑτέρας δὲ οὐκέτι γραφῆναι συνθήκας οὐδὲ ἐπιτραπῆναι | 666 | |
10 | τὸ πρᾶγμα διαίτῃ τῆς μὲν πρότερον ἀναιρεθείσης τῇ τῶν συνθηκῶν ἀπωλείᾳ, δευτέρας δὲ οὐκέτι συμβαθεί‐ σης αὐτοῖς, τὸν δὲ Ἀριστοκλέα παρὰ πάντα τὰ δίκαια κατὰ τοῦ Παρμένοντος ἀποφήνασθαι οὐκέτ’ ὄντα διαι‐ τητὴν καὶ ταῦτα ἀποδημοῦντός τε τοῦ Παρμένοντος | |
15 | κατὰ συμφορὰν μεγάλην καὶ ἀπηγορευκότος αὐτῷ μὴ διαιτᾶν. | |
ArgD.44.4 | ταῦτά τε οὖν ὁ τὴν δίκην φεύγων προτεί‐ νεται τὰ δίκαια καὶ παραγράφεται τὸν ἀγῶνα λέγων ἐπὶ μὲν τοῖς γενομένοις αὑτῷ πρὸς Ἀπατούριον συμ‐ βολαίοις ἄφεσιν ὑπάρξαι, ὕστερον δὲ οὐδὲν ἔτι γεγε‐ | |
5 | νῆσθαι συμβόλαιον, περὶ δὲ τῶν τοιούτων τοὺς νό‐ μους μὴ διδόναι δικάζεσθαι. | |
6 | ||
ArgD.45t | ὑπόθεσις τοῦ πρὸς Καλλικλέα περὶ βλάβης χωρίου λόγου. | |
ArgD.45.1 | Καλλικλῆς πρὸς ὃν ὁ λόγος καὶ ὁ τὴν δίκην ὑπ’ ἐκείνου διωκόμενος γείτονες ἦσαν ἐν χωρίῳ ὁδῷ μέσῃ διειργόμενοι. ἐπομβρίας δὲ συμβάσης εἰς τὸ Καλ‐ λικλέους χωρίον ὕδωρ ἐμπεσὸν ἐκ τῆς ὁδοῦ κατελυμή‐ | |
5 | νατο. | |
ArgD.45.2 | ἐπὶ τούτῳ διώκει βλάβης τὸν γείτονα· εἶναι | |
γάρ φησιν ἐν τῷ Τισίου χωρίῳ χαράδραν εἰς ὑπο‐ δοχὴν τοῦ ὕδατος τοῦ ἐκ τῆς ὁδοῦ ποιηθεῖσαν, ἣν ἀποικοδομηθεῖσαν νῦν αἰτίαν ἑαυτῷ βλάβης γενέσθαι. | 667 | |
ArgD.45.3 | ὁ δὲ τοῦ Τισίου παῖς πρῶτον μὲν παλαιὸν καὶ οὐ δι’ ἑαυτοῦ τὸ ἔργον δείκνυσι· ζῶντος γὰρ ἔτι καὶ τοῦ Καλλικλέους πατρὸς ἀποικοδομηθῆναι τὴν χαράδραν φησὶν ὑπὸ τοῦ Τισίου. ἔπειτα συνίστησιν ὡς οὐδὲ | |
5 | χαράδρα τις τὸ χωρίον ἐστί. | |
ArgD.45.4 | διασύρει δὲ καὶ τὴν συμβᾶσαν τῷ Καλλικλεῖ βλάβην ὡς μικρὰν καὶ οὐκ ἀξίαν τηλικαύτης δίκης. καὶ τὸ ὅλον ἠδικῆσθαι μὲν οὐδέν φησι τὸν Καλλικλέα, ἐπιθυμεῖν δὲ τῶν χωρίων | |
5 | τῶν ἑαυτοῦ καὶ διὰ τοῦτο συκοφαντίας μηχανᾶσθαι πάσας. | |
6 | ||
ArgD.46t | ὑπόθεσις τοῦ πρὸς Κάλλιππον χρέως λόγου. | |
ArgD.46.1 | Λύκων τις τὸ γένος Ἡρακλεώτης τῇ Πασίωνος ἐχρῆτο τραπέζῃ. οὗτος μέλλων ἐκπλεῖν εἰς Λιβύην κατέ‐ λιπεν ἀργύριον παρὰ Πασίωνι, ὡς μὲν Πασίων ζῶν ἔλεγε καὶ Ἀπολλόδωρος λέγει νῦν, ἐντειλάμενος | |
5 | ἀποδοῦναι Κηφισιάδῃ, ὡς δὲ Κάλλιππός φησιν, ἑαυτῷ χαρισάμενος φίλῳ τε ὄντι καὶ προξένῳ τῶν πάντων Ἡρακλεωτῶν. | |
ArgD.46.2 | ἀποθανόντος δὲ τοῦ Λύκωνος τὸ ἀρ‐ γύριον ἀπεδόθη Κηφισιάδῃ. Κάλλιππος δέ, ὥς φησιν Ἀπολλόδωρος, ἐπειδὴ πείθειν τὸν Πασίωνα οὐκ ἐδύ‐ | |
νατο μεθ’ ἑαυτοῦ γενόμενον συνεπιθέσθαι τῷ ξένῳ, | 668 | |
5 | ἐπ’ αὐτὸν ἦλθε τὸν Πασίωνα βλάβης αὐτῷ δικαζόμε‐ νος καὶ Λυσιθείδῃ τὸ πρᾶγμα ἐπέτρεψεν, ὅστις Πα‐ σίωνος ζῶντος οὐδὲν ἀπεφήνατο. ἀποθανόντος δὲ ἐκεί‐ νου αὖθις Ἀπολλοδώρῳ λαγχάνει δίκην τοῦ ἀργυρίου Κάλλιππος καὶ ἠξίου πάλιν ἐπιτρέψαι τῷ Λυσιθείδῃ. | |
ArgD.46.3 | ὁ δὲ Ἀπολλόδωρος τὸν μὲν διαιτητὴν ἐδέξατο, πρὸς δὲ τὴν ἀρχὴν κατὰ τοὺς νόμους τὸν Λυσιθείδην ἀπή‐ νεγκεν, ἵν’, ὥς φησιν, ὀμόσας δικάσῃ καὶ μὴ χωρὶς ὅρκου διαιτῶν τῷ Καλλίππῳ χαρίσηται. ὁ δὲ Λυσιθεί‐ | |
5 | δης μὴ ὀμόσας ἀπεφήνατο καὶ κατεδιῄτησε τὴν δίκην. διόπερ ἔφεσιν δοὺς ὁ Ἀπολλόδωρος εἰς τὸ δικαστήριον εἰσέρχεται. | |
7 | ||
ArgD.47t | ὑπόθεσις τοῦ περὶ τοῦ στεφάνου τῆς τρι‐ ηραρχίας λόγου. | |
ArgD.47.1 | Πολλῶν καὶ μεγάλων πραγμάτων κατεπειγόντων τοὺς Ἀθηναίους τριήρεις πληρῶσαι καὶ τῆς κατὰ θά‐ λατταν ἐπιμεληθῆναι δυνάμεως γράφεται ψήφισμα τῶν τριηράρχων τὸν μὲν πρῶτον τῶν ἄλλων τὴν ναῦν | |
5 | παρέχοντα πεπληρωμένην τὸν στέφανον λαβεῖν, τὸν δὲ | |
μὴ πρὸ τῆς ἕνης καὶ νέας, ἥτις ἐστὶν ἡ τελευταία τοῦ μηνός, περιορμίσαντα τὴν ναῦν ἐπὶ χῶμα δεθῆναι. τὸ χῶμα δὲ ἦν οἰκοδόμημα ἐν τῷ λιμένι προβεβλημένον προσορμίσεως ἕνεκα καὶ ἀγορᾶς τῶν | 669 | |
10 | ναυτῶν. | |
ArgD.47.2 | Ἀπολλόδωρος οὖν ὁ Πασίωνος πρῶτος τὴν ναῦν περιορμίσας ἔλαβε τὸν στέφανον. προτεθείσης δὲ πάλιν δοκιμασίας ὅστις κάλλιστα παρεσκευάσατο τὴν τριήρη, στεφανῶσαι καὶ τοῦτον ἀντιποιεῖται ὁ Ἀπολ‐ | |
5 | λόδωρος. | |
5 | ||
ArgD.48.1 | ὑπόθεσις τοῦ πρὸς Πολυκλέα περὶ τοῦ ἐπι‐ τριηραρχήματος λόγου. Ἀπολλόδωρος ὁ Πασίωνος τριηραρχήσας φιλοτίμως τὸν ὡρισμένον χρόνον ἐπετριηράρχησεν ἕτερον οὐκ | |
5 | ὀλίγον τοῦ διαδόχου αὐτοῦ Πολυκλέους μὴ ἐλθόντος παραχρῆμα ἐπὶ τὴν ναῦν, ταύτην δέ, ὅτε ἦλθεν, οὐ παραλαβόντος εὐθέως, ἀλλὰ σκηψαμένου περιμένειν τὸν συντριήραρχον. τοσούτου δὲ χρόνου τοῦ ἐπιτριηραρχή‐ ματος ὄντος ἀξιοῖ κομίσασθαι τὸ ἀνάλωμα παρὰ Πολυ‐ | |
10 | κλέους Ἀπολλόδωρος. | 670 |
ArgD.49t | ὑπόθεσις τοῦ πρὸς Τιμόθεον ὑπὲρ χρέως λόγου. | |
ArgD.49.1 | Τιμόθεον τὸν Ἀθηναῖον, ἄνδρα ἔνδοξον καὶ στρατηγήσαντα τῆς πόλεως, Ἀπολλόδωρος ἀπαιτεῖ χρέα λέγων ὅτι Πασίωνι φίλῳ χρώμενος ὁ Τιμόθεος ἔλαβε παρ’ αὐτοῦ χρήματα καὶ ὀφείλων ἐν τοῖς τραπεζιτικοῖς | |
5 | λόγοις ἐγγέγραπται. | |
ArgD.49.2 | τὰ μὲν δὴ πάντα ὀφλήματα τέτταρα καταριθμεῖται, ἐφ’ ἑκάστου δὲ καὶ τοὺς χρό‐ νους καὶ τὰς αἰτίας δι’ ἃς ἐδανείσατο Τιμόθεος ἀκρι‐ βῶς εἴρηκε. καὶ τὰς μὲν πλείστας ἀποδείξεις ἐκ τῶν | |
5 | καλουμένων ἀτέχνων πίστεων παρέσχηται, μαρτυριῶν καὶ προκλήσεων, τινὰς δὲ καὶ ἐντέχνους ἀπὸ τῶν εἰ‐ κότων. | |
ArgD.49.3 | καὶ ὁ μὲν Ἀπολλόδωρος Τιμόθεον εἶναί φησι τὸν δανεισάμενον καὶ τοῖς ὑπὸ Τιμοθέου συσταθεῖσι δοθῆναι τὸ ἀργύριον ἀπὸ τῆς τραπέζης, ὁ δὲ οὐχ ἑαυ‐ τόν, ἀλλ’ ἐκείνους ὀφείλειν λέγει. | |
4 | ||
ArgD.50t | ὑπόθεσις τοῦ πρὸς Νικόστρατον περὶ τῶν Ἀρεθουσίου ἀνδραπόδων λόγου. | |
ArgD.50.1 | Ἀπολλόδωρος γραψάμενος ψευδοκλητείας Ἀρεθού‐ σιον εἷλεν. ὀφείλοντος δὲ τοῦ Ἀρεθουσίου τάλαντον | |
τῇ πόλει καὶ ἀποδοῦναι μὴ δυνηθέντος καὶ διὰ τοῦτο εἰς τὰ δημόσια ἀπογραφομένης αὐτοῦ τῆς οὐσίας ἀπο‐ | 671 | |
5 | γράφει ὁ Ἀπολλόδωρος οἰκέτας ὡς ὄντας Ἀρεθουσίου, ὁ δὲ Νικόστρατος μεταποιεῖται ὡς ἰδίων καὶ ἐκείνῳ προσηκόντων οὐδέν. | |
ArgD.50.2 | ἐπεὶ δὲ τὸ πρᾶγμα μοχθηρόν ἐστι, διὰ τοῦτο ὁ ῥήτωρ διηγεῖται πηλίκα πέπονθεν Ἀπολλόδωρος ὑπ’ Ἀρεθουσίου, ἵνα δοκῇ μὴ φύσει πονηρὸς ὢν ταῦτα πράττειν, ἀλλὰ ἀμυνόμενος τὸν | |
5 | ἀδικοῦντα. | |
5 | ||
ArgD.51t | ὑπόθεσις τοῦ πρὸς Φαίνιππον περὶ ἀντιδό‐ σεως λόγου. | |
ArgD.51.1 | Ὁ μὲν λόγος οὐκ ἀναφέρεται παρά τινων εἰς τὸν Δημοσθένην, ὑπόθεσιν δὲ ἔχει ταύτην. | |
ArgD.51.2 | Ἦν σύνταγμα παρὰ τοῖς Ἀθηναίοις τριακοσίων ἀνδρῶν κατὰ τὸν πλοῦτον ἐξειλεγμένων, οἷς ἀνέκειντο τῶν λειτουργιῶν αἱ μείζονες. νόμος δὲ ἐδίδου τῷ πεπονηκότι τούτων ὑπεξελθεῖν ἐκ τοῦ συντάγματος, εἴ | |
5 | τινα ἑαυτοῦ πλουσιώτερον σχολάζοντα ἐπεδείκνυε. καὶ εἰ μὲν ὁ προβληθεὶς ὡμολόγει πλουσιώτερος εἶναι, εἰς τοὺς τριακοσίους ἀντικαθίστατο εἰ δὲ ἠρνεῖτο, τὴν οὐσίαν ἀντεδίδοσαν. | |
ArgD.51.3 | νῦν τοίνυν εἷς τῶν τριακοσίων πεπονηκέναι λέγων καὶ εἶναι πένης ἐπὶ Φαίνιππον ἐλήλυθε, καὶ τῆς οὐσίας εἰς ἀντίδοσιν ἥκουσι. | |
ArgD.51.4 | περὶ δὲ τούτων ἐγκαλεῖ τῷ Φαινίππῳ ὡς οὔτε τὴν ἀπο‐ | |
γραφὴν τῆς οὐσίας δεδωκότι κατὰ τὸν προσήκοντα χρόνον, ἀλλ’ ὕστερον πολλῷ τά τε σημεῖα τῶν οἰκη‐ | 672 | |
5 | μάτων ἀφῃρηκότι ὑπὲρ τοῦ ἐκφορῆσαι τῶν ἔνδον τινὰ καὶ ψευδῶς ὀφείλειν πολλὰ πλαττομένῳ. | |
6 | ||
ArgD.52t | ὑπόθεσις τοῦ πρὸς Σπουδίαν ὑπὲρ προικὸς λόγου. | |
ArgD.52.1 | Πολύευκτος, ἀνὴρ Ἀθηναῖος, δύο θυγατέρων πατὴρ γίνεται, ὧν τὴν μὲν νεωτέραν Λεωκράτει πρό‐ τερον δίδωσιν, εἶτα Σπουδίᾳ, τὴν πρεσβυτέραν δὲ τῷ πρὸς τὸν Σπουδίαν δικαζομένῳ. | |
ArgD.52.2 | ὁ μὲν οὖν Πολύ‐ ευκτος ἐτελεύτησε ταῖς θυγατράσι καταλιπὼν τὸν κλῆ‐ ρον ἐξ ἴσου, ὁ δὲ τὴν πρεσβυτέραν γήμας φησὶ τεττα‐ ράκοντα μνᾶς ὁμολογηθῆναι τὴν προῖκα, οὐ μὴν ὅλην | |
5 | εὐθὺς δοθῆναι, ἀλλὰ δέκα μνῶν ὑπολειφθεισῶν ζῶντά τε ὁμολογεῖν τὸν Πολύευκτον ὀφείλειν αὐτάς, καὶ ὡς ἔμελλε τελευτᾶν, τὴν οἰκίαν τῆς ἄλλης οὐσίας ἐξελεῖν καὶ ταύτην εἰς τὸ χρέος δοῦναι. ὁ δὲ Σπουδίας ἀξιοῖ καὶ ταύτην εἶναι κοινὴν ὥσπερ καὶ τὰ ἄλλα πάντα. | |
ArgD.52.3 | καὶ τὸ μὲν μέγιστον τῶν ἀμφισβητημάτων τῶν ἐν τῷ λόγῳ τοῦτο ἔστι, προσεγκαλεῖ δὲ τῷ Σπουδίᾳ καὶ | |
ἕτερα. φησὶ γὰρ αὐτὸν καὶ τοῦ Πολυεύκτου καὶ τῆς πρεσβυτέρας ὀφείλοντα χρήματα μὴ καταβαλεῖν εἰς τὸ | 673 | |
5 | μέσον δέον τοῦτο ποιεῖν. | |
ArgD.52.4 | τοῦ δὲ Σπουδίου κἀκεῖνο λέγοντος, ὡς αὐτὸς τριάκοντα μνᾶς προῖκα εἴληφε, μάλιστα μὲν ἐξεῖναι τῷ Πολυεύκτῳ φησίν, εἰ τῇ ἑτέρᾳ τῶν θυγατέρων ἠβούλετο πλείω προῖκα δοῦναι καὶ μὴ | |
5 | τὴν ἴσην ἀμφοτέραις, ἔπειτα δὲ ἐπιδείκνυσιν ὡς καὶ τοῦτο Σπουδίας ψεύδεται· τὰς μὲν γὰρ τριάκοντα μνᾶς αὐτὸν ἐν ἀργύρῳ φησὶ λαβεῖν, τὰς δὲ δέκα ἐν ἱμα‐ τίοις καὶ χρυσίοις, ἃ καὶ πλείονος ἢ δέκα μνῶν εἶ‐ ναι ἄξια. | |
9 | ||
ArgD.53t | ὑπόθεσις τοῦ κατὰ Ὀλυμπιοδώρου βλάβης λόγου. | |
ArgD.53.1 | Ποικίλην ἔχει περιπέτειαν πραγμάτων ὁ λόγος. Κόνων γάρ τις ἀνὴρ Ἀθηναῖος ἄπαις τελευτᾷ, ὡς ἐπί‐ δικον τοῖς οἰκείοις γενέσθαι τὸν κλῆρον. | |
ArgD.53.2 | Καλλί‐ στρατος μὲν οὖν ὁ τὸν λόγον τουτονὶ λέγων ὅλον τὸν κλῆρον τοῦτον ἑαυτῷ προσήκειν φησίν· ἐγγυτάτω γὰρ κατὰ γένος αὐτὸς εἶναι τῷ Κόνωνι. ἀλλὰ τοῦτο | |
5 | μὲν τάχ’ ἂν καὶ ψεύδοιτο καὶ λόγῳ καταχρῷτο ψιλῷ. | |
ArgD.53.3 | Ὀλυμπιόδωρος δέ, πρὸς ὃν ἡ δίκη, καὶ αὐτὸς ἠμφισ‐ βήτησεν ἐξ ἀρχῆς τοῦ κλήρου. ἤστην δὲ οἰκείω ὅ τε Ὀλυμπιόδωρος καὶ ὁ Καλλίστρατος· ἀδελφὴν γὰρ Ὀλυμ‐ πιοδώρου Καλλίστρατος εἶχε γυναῖκα. | |
ArgD.53.4 | ἔδοξεν οὖν | |
αὐτοῖς μὴ διαφέρεσθαι πρὸς ἀλλήλους, ἀλλὰ νείμασθαι μὲν ἐξ ἴσης τὴν οὐσίαν τοῦ τελευτήσαντος ὅση φανερά τε ἦν καὶ ὡμολογημένη, κοινῇ δὲ ζητεῖν τὰ ἀφανῆ καὶ | 674 | |
5 | κοινῇ πράττειν περὶ τούτων πάντα. προσεδόκων γὰρ ἥξειν τινὰς ἀμφισβητοῦντας αὑτοῖς τοῦ κλήρου. περὶ τούτου 〈δὲ〉 καὶ συνθήκας ἔγραψαν καὶ κατέθεντο παρ’ Ἀνδροκλείδῃ φίλῳ τινὶ κοινῷ. | |
ArgD.53.5 | οἰκέτης δὲ ἦν Κό‐ νωνος Μοσχίων πάνυ πιστὸς ἐκείνῳ νομισθείς. τοῦτον Ὀλυμπιόδωρος λαμβάνει καὶ διαβληθέντα χιλίας ὑφῃ‐ ρῆσθαι τοῦ Κόνωνος δραχμὰς βασανίζει μετὰ Καλλι‐ | |
5 | στράτου. καὶ ὡς ὡμολόγησεν ὁ οἰκέτης τὸ ἀργύριον, νέμεται καὶ τοῦτο πρὸς τὸν Καλλίστρατον κατὰ τὰς συνθήκας ἐξ ἴσης. ὑπονοήσας δὲ καὶ πλεῖον ἔχειν ἀρ‐ γυρίου τὸν ἄνθρωπον οὐκ ἔτι παραλαβὼν τὸν Καλλί‐ στρατον αὐτὸς βασανίζει καὶ μνᾶς ἑβδομήκοντα λαμ‐ | |
10 | βάνει μόνος. | |
ArgD.53.6 | περὶ δὲ τοῦτον τὸν καιρὸν ἀμφισβη‐ τοῦσι τοῦ κλήρου Κόνωνος καὶ ἄλλοι καὶ ὁ ἀδελφὸς Καλλιστράτου Κάλλιππος ὁμοπάτριος ὤν. βουλευόμενοι 〈δὲ〉 κοινῇ περὶ τῶν ἀγώνων Ὀλυμπιόδωρος καὶ Καλ‐ | |
5 | λίστρατος συντίθενται τὸν μὲν Ὀλυμπιόδωρον ἀμφισ‐ βητεῖν ὅλου τοῦ κλήρου, τὸν δὲ Καλλίστρατον τοῦ ἡμικληρίου. | |
ArgD.53.7 | στρατευομένων δὲ Ἀθηναίων εἰς Ἀκαρνανίαν ᾤχετο καὶ Ὀλυμπιόδωρος· ἦν γὰρ τῶν ἐκ | |
καταλόγου. τῆς δὲ κυρίας ἐνστάσης οἱ δικασταὶ πρό‐ φασιν τὴν στρατείαν εἶναι πεισθέντες ἀνεῖλον αὐτοῦ | 675 | |
5 | τὴν διαδικασίαν. διό φησι Καλλίστρατος καὶ αὐτὸς ἐκλιπεῖν τὴν τοῦ ἡμικληρίου δίκην ταῖς συνθήκαις ἐμμένων, ἐπειδὴ κοινῇ πάντα πράττειν ἐκέλευον. | |
ArgD.53.8 | ὡς δὲ ἐπανῆλθεν ἀπὸ τῆς στρατείας Ὀλυμπιόδωρος παλιν‐ δικίᾳ χρῆται πρὸς τοὺς νενικηκότας καὶ αὐτὸς καὶ ὁ Καλλίστρατος δεδωκότος τοῦτο τοῦ νόμου. καὶ ἀμφισ‐ | |
5 | βητοῦσι τοῦ κλήρου καθάπερ ἐξ ἀρχῆς, ὁ μὲν τοῦ ἡμίσους, ὁ δὲ καὶ τοῦ ὅλου. | |
ArgD.53.9 | πρότερος δὲ λέγων Ὀλυμπιόδωρος νικᾷ τὸν κλῆρον. νικήσας δὲ καὶ λαβὼν ὅλον οὐκ ἐμμένει ταῖς συνθήκαις αἷς ἐξ ἀρχῆς ἐποι‐ ήσατο οὐδὲ δίδωσι τὰ ἡμίση τῷ Καλλιστράτῳ. | |
ArgD.53.10 | ὁ δὲ αὐτὸν ἀπαιτεῖ καὶ τῶν ἑβδομήκοντα μνῶν τῶν παρὰ τοῦ Μοσχίωνος τὸ ἥμισυ καὶ τῆς ὅλης οὐσίας ταῖς συνθήκαις ἰσχυριζόμενος καὶ λέγων καὶ ἐν τῇ τελευ‐ | |
5 | ταίᾳ δίκῃ συναγωνίσασθαι τῷ Ὀλυμπιοδώρῳ καὶ συγ‐ κεχωρηκέναι καὶ τοὺς λόγους εἰπεῖν οὓς ἐβούλετο καὶ μάρτυρας παρασχέσθαι ψευδεῖς, οὕς, εἰ μὴ κοινῇ καὶ συντεθειμένοι πρὸς ἀλλήλους ἠγωνίζοντο, ῥᾳδίως ἂν ἐξελέγξαι καὶ οὐκ ἐᾶσαι τὸν Ὀλυμπιόδωρον νικῆσαι | |
10 | τὴν δίκην. | 676 |
ArgD.54t | ὑπόθεσις τοῦ κατὰ Διονυσοδώρου βλάβης λόγου. | |
ArgD.54.1 | Δαρεῖος καὶ Πάμφιλος Διονυσοδώρῳ δανείζουσι τρισχιλίας δραχμὰς ἐπὶ τῷ πλεῦσαι αὐτὸν εἰς Αἴγυπτον κἀκεῖθεν αὖθις Ἀθήναζε καὶ λαμβάνουσι μὲν ὑποθήκην τὴν ναῦν, διομολογοῦνται δὲ καὶ τόκους ὅσους ὤφει‐ | |
5 | λον Ἀθήναζε καταπλεύσαντος Διονυσοδώρου κομίσα‐ σθαι. | |
ArgD.54.2 | Διονυσόδωρος δὲ ἀναπλέων ἐκ τῆς Αἰγύπτου τῇ Ῥόδῳ προσσχὼν ἐκεῖ τὸν γόμον ἐξέθετο, ὡς μὲν αὐτός φησι, διὰ τὸ ῥαγῆναι τὴν ναῦν καὶ εἶναι σαθράν, ὡς δὲ Δαρεῖος λέγει, διὰ τὸ πυθέσθαι τὸν σῖτον Ἀθή‐ | |
5 | νησιν εὔωνον ὄντα· τὴν γὰρ ναῦν σώαν ὑπάρχειν φησὶ καὶ πλεῖν ἔτι καὶ νῦν. | |
ArgD.54.3 | οἱ μὲν οὖν δανείσαν‐ τες [καὶ] κατηγοροῦσι τοῦ Διονυσοδώρου παραβεβη‐ κέναι τὴν συγγραφήν, διότι τὴν ὑποθήκην, τουτέστι τὴν ναῦν, οὐ παρέσχεν ἐμφανῆ, καὶ ἀπαιτοῦσιν αὐτὸν | |
5 | τοὺς ὁμολογηθέντας τόκους τελείους, ὁ δὲ οὐ πάντας ἀποδιδόναι βούλεται, ἀλλὰ πρὸς λόγον τοῦ πλοῦ τοῦ | |
πλευσθέντος. | 677 | |
ArgD.55t | ὑπόθεσις τοῦ κατὰ Εὐέργου καὶ Μνησιβού‐ λου ψευδομαρτυριῶν λόγου. | |
ArgD.55.1 | Ἐπειγομένων Ἀθηναίων εἰς στρατείαν ναυτικὴν ἐνέδει σκεύη τριηρικά. καὶ γράφεται ψήφισμα κατὰ τάχος εἰσπράττειν τοὺς ὀφείλοντας σκεύη τριηρικὰ τῇ πόλει. οὗτοι δὲ ἦσαν τῶν τετριηραρχηκότων τινές. | |
ArgD.55.2 | ἄλλος μὲν οὖν ἄλλους εἰσπράττειν ἐτάχθη, ὁ δὲ νῦν τὸν λόγον λέγων Θεόφημον καὶ Δημοχάρην. ἀγνω‐ μονοῦσι δὲ αὐτοῖς δίκην ἔλαχε καὶ εἷλε. καὶ ὁ μὲν Δημοχάρης ἀποδέδωκεν, ὁ δὲ Θεόφημος ἔτι μεθοδευό‐ | |
5 | μενος ἦν. | |
ArgD.55.3 | ψηφισαμένης δὲ τῆς βουλῆς ὅτῳ τις ἂν δύνηται τρόπῳ τοὺς ὀφείλοντας εἰσπράττειν ἧκεν ἐπὶ τὴν οἰκίαν τοῦ Θεοφήμου οὗτος ὁ νῦν δικαζόμενος. ἐκ δὲ ἁψιμαχίας πληγὰς ἀλλήλοις ἐνέτειναν καὶ αἰκίας | |
5 | κατ’ ἀλλήλων δίκας ἀπήνεγκαν ἑκάτερος φάσκων τὸν ἕτερον ἄρξαι τῶν πληγῶν. τοῦτο γὰρ ἦν ἡ αἰκία. | |
ArgD.55.4 | πρότερος οὖν εἰσελθὼν ὁ Θεόφημος παρέσχετο μάρ‐ τυρας Εὔεργον καὶ Μνησίβουλον, τὸν μὲν ἀδελφὸν ὄντα ἑαυτοῦ, τὸν δὲ κηδεστήν. οἱ δὲ ἐμαρτύρησαν ὅτι Θεόφημος μὲν ἐβούλετο παραδοῦναι τὴν ἄνθρωπον εἰς | |
5 | βάσανον τὴν παροῦσαν τῇ μάχῃ, ἵν’ εἴπῃ βασανιζο‐ μένη πότερος ἤρξατο τῶν πληγῶν, ταῦτα δὲ προκαλου‐ μένου τοῦ Θεοφήμου καὶ παραδιδόντος τὴν θεράπαι‐ ναν οὐκ ἐδέξατο. | 678 |
ArgD.55.5 | τέλος οἱ μὲν δικασταὶ τῇ μαρτυ‐ ρίᾳ πεισθέντες ὑπὲρ Θεοφήμου τὴν ψῆφον ἔθεντο, ὁ δὲ ἡττηθεὶς τοῖς μάρτυσιν ὡς ψευσαμένοις δικάζεται. | |
3 | ||
ArgD.56t | ὑπόθεσις τοῦ πρὸς Μακάρτατον περὶ τοῦ Ἁγνίου κλήρου λόγου. | |
ArgD.56.1 | Ἁγνίας καὶ Εὐβουλίδης ἦσαν ἀνεψιοί. τούτων δὲ Ἁγνίας ἐτελεύτησεν ἄπαις, ὁ δὲ Εὐβουλίδης θυγα‐ τέρα κατέλιπε Φυλομάχην, ἥτις ἐπεδικάζετο τοῦ κλή‐ ρου τοῦ Ἁγνίου ὡς οὖσα ἐγγύτατα τῷ γένει. | |
ArgD.56.2 | ἠμ‐ φισβήτουν δὲ αὐτῇ Γλαῦκός τις καὶ Γλαύκων οὐκ ἀγχιστείᾳ γένους, ἀλλὰ διαθήκαις ἰσχυριζόμενοι. ὧν ἐν τῷ δικαστηρίῳ ψευδῶν ἐλεγχθεισῶν παραλαμβάνει τὸν | |
5 | κλῆρον ἡ Φυλομάχη. | |
ArgD.56.3 | εἰσιὼν δὲ ὁ Θεόπομπος αὐτούς τε τούτους τοὺς ἡττωμένους παραλαβὼν καὶ πρὸς τού‐ τοις Εὐπόλεμον προσεκαλέσατο εἰς διαδικασίαν τοῦ κλήρου τὴν Φυλομάχην. ἐδίδου γὰρ ὁ νόμος τῷ βου‐ | |
5 | λομένῳ προσκαλεῖσθαι τὸν νενικηκότα καὶ ἔχοντα τὸν κλῆρον. κατασκευασθείσης δὲ πρὸς ἀπάτην τῆς δίκης, ὥς φησι Σωσίθεος, ἐνίκησεν ὁ Θεόπομπος. | 679 |
ArgD.56.4 | κἀκεῖνος μὲν ἐτελεύτησεν υἱὸν καταλιπὼν Μακάρτατον, τῇ δὲ Φυλομάχῃ γίνεται παῖς, ὃν ὠνόμασεν Εὐβουλίδην καὶ εἰσεποίησεν υἱὸν Εὐβουλίδῃ τῷ ἑαυτῆς μὲν πατρί, | |
5 | ἀνεψιῷ δὲ Ἁγνίου τοῦ τὸν κλῆρον καταλελοιπότος. εἰσποιήσασα δὲ εἰσήγαγεν εἰς τοὺς φράτερας τοῦ Εὐ‐ βουλίδου καὶ Ἁγνίου καὶ οἱ φράτερες ἐδέξαντο ὡς δι‐ καίως εἰσαγόμενον. | |
ArgD.56.5 | τούτων δὲ πραχθέντων ὁ παῖς εἰς διαδικασίαν τοῦ κλήρου προσκέκληται Μακάρτατον τὸν υἱὸν τοῦ Θεοπόμπου. καὶ λέγει τὸν λόγον Σω‐ σίθεος ὁ φύσει πατὴρ τοῦ παιδός. | |
4 | ||
ArgD.57t | ὑπόθεσις τοῦ πρὸς Λεωχάρην περὶ τοῦ κλή‐ ρου λόγου. | |
ArgD.57.1 | Ἀρχιάδου τελευτήσαντος ἄπαιδος Λεωκράτης κατ‐ έσχε τὸν κλῆρον συγγενής τε ὢν αὐτοῦ καὶ εἰσπε‐ ποιῆσθαι λέγων ὑπὸ Ἀρχιάδου. καὶ μέχρι μέν τινος αὐτὸς κατεῖχεν, ἔπειτα τὸν υἱὸν τὸν ἑαυτοῦ Λεώστρα‐ | |
5 | τον εἰσποιήσας ἀνθ’ αὑτοῦ τῷ Ἀρχιάδῃ ἐξίσταται τοῦ οἴκου καὶ εἰς τὸν οἰκεῖον ἀνεχώρησεν ὡς ἄδειαν δε‐ δωκότος τούτων τοῦ νόμου. | |
ArgD.57.2 | ἐποίησε δὲ τὸ αὐτὸ ὁ | |
Λεώστρατος καὶ ἀνθ’ αὑτοῦ καταλιπὼν ἐν τῷ οἴκῳ τοῦ Ἀρχιάδου παῖδα Λεωκράτην καλούμενον ἐπανῆλθεν αὐτὸς εἰς τὴν οἰκίαν τὴν τοῦ φύσει πατρός. | 680 | |
ArgD.57.3 | ὁ μὲν δὴ Λεωκράτης ὁ τελευταῖος εἰσποιηθεὶς τῷ Ἀρ‐ χιάδῃ τέθνηκεν ἄπαις, προσελήλυθε δὲ τῷ κλήρῳ Ἀριστόδημος λέγων ἐγγύτατα τοῦ γένους εἶναι τῷ | |
5 | Ἀρχιάδῃ, οὗπερ ἦν ὁ κλῆρος ἐξ ἀρχῆς, καὶ δι’ ἐκεῖνον τῷ Λεωκράτει τῷ τελευταίῳ τῶν εἰσποιηθέντων. | |
ArgD.57.4 | Λεω‐ χάρης δὲ ὁ ἀδελφὸς τοῦ τεθνηκότος ἀμφισβητεῖ τοῦ κλήρου τὸ μὲν ὅλον ἰσχυριζόμενος ποιήσει ὡς υἱὸς ποιητὸς ὢν τοῦ Λεωκράτους, φάσκων δὲ εἶναι καὶ | |
5 | συγγενὴς Ἀρχιάδου. | |
ArgD.57.5 | ὁ δὲ ὑπὲρ Ἀριστοδήμου λέγων ἐπιδείκνυσι τὴν μὲν τοῦ γένους ἀγχιστείαν Ἀριστοδή‐ μῳ διδοῦσαν τὸν κλῆρον, τὴν δὲ ποίησιν παράνομον οὖσαν· οὐ γὰρ ζῶν, φησίν, ὁ Λεωκράτης ἐποιήσατο | |
5 | παῖδα τὸν Λεωχάρη, καθάπερ οἱ νόμοι κελεύουσιν, ἀλλὰ μετὰ τὴν ἐκείνου τελευτὴν ἐπ’ ἀποστερήσει τῆς οὐσίας παρὰ τοὺς νόμους ἡ εἰσποίησις γεγένηται. λέγει | |
δὲ τὸν λόγον τοῦ Ἀριστοδήμου ὁ υἱός. | 681 |