TLG 2200 006 :: LIBANIUS :: Progymnasmata LIBANIUS Rhet.
Soph. Progymnasmata Citation: Progymnasma — section — subsection — (line) | ||
Prog.1t1 | Μῦθοι. | |
Prog.1.1.1 | Οἱ λύκοι παρὰ τῶν προβάτων εἰρήνην καὶ ἡσυχίαν ᾔτουν καὶ ἥδε ἡ ἡμέρα μεγάλων ἄρξει ἀγαθῶν ὑμῖν τε καὶ ἡμῖν ἔλεγον, ἀπαλλαγεῖσι γὰρ πολέμου καὶ κακῶν ἐξέσται παρ’ ἀλλήλους | |
5 | φοιτᾶν ἀδεῶς. σπενδώμεθα τοίνυν. ἀλλ’ εἰ μέλ‐ λει τι βέβαιον ἔσεσθαι ταῖς σπονδαῖς καὶ οὐ γράψαντες αὐτίκα λύσομεν, τοὺς πονηροὺς καὶ πολεμίους κύνας ἀποδιωκτέον ὑμῖν, ἐπεὶ καὶ | |
---|---|---|
νῦν παρὰ τούτων ἡ ταραχὴ καὶ τὸ ὑποπτεύεσθαι | ||
10 | τοὺς λύκους. πολλάκις γὰρ ἁπλῶς παριόντας ἡμᾶς τὰ ποίμνια προεκπηδῶντες ὑλακτοῦσιν, οἱ δὲ οὐ σφόδρα θέλοντες παροξύνονται καὶ λυποῦσι. τί οὖν ὑμῖν δεῖ κυνῶν εἰρήνης οὔσης πρὸς λύκους; | |
Prog.1.1.2 | ὑπήχθη τὰ πρόβατα. τοιοῦτον γὰρ τὸ γένος εὐηθείας γέμον. καὶ οἱ κύνες ἀπεσκορακίζοντο καὶ ἐφεστήκεσαν οἱ λύκοι, τὰ δὲ ἔρημα κατησθίετο. | |
Prog.1.1.3 | Τοῖς ἐχθρῶν λόγοις οὐ πιστευτέον τὴν προσ‐ ήκουσαν φυλακήν. | |
2 | ||
Prog.1.2.1 | Σεμνὸς ἦν ὁ ἵππος ἐπὶ τῷ τάχει καὶ ἀπέκναιε τὰ ἄλλα ζῶα σφόδρα ἑαυτὸν ἐπαινῶν, μάλιστα δὲ τὴν χελώνην. λυπηρὸς δὲ ἦν προφέρων τὴν βραδυτῆτα. ἡ δὲ ἤλγησε τοῖς ὀνείδεσι καὶ ποιεῖται πρόκλησιν | |
5 | εἰς δρόμον. τῷ δὲ ἵππῳ γέλως τε ἦν ἡ πρόκλησις καὶ οὐκ ἠξίου διαμιλλᾶσθαι. γέλωτος δέ τι καὶ τοῖς ἄλλοις ζώοις ἐνέπεσεν εἰς τὸ παράλογον ὁρῶσι τῆς φύσεως. | |
Prog.1.2.2 | ἐγκειμένης δὲ τῆς χελώνης καὶ διισχυριζο‐ | |
μένης ὡς περιέσται ἀναγκάζει τὰ ἄλλα ζῶα τὸν ἵππον μὴ ἀπαρνηθῆναι τὴν ἀγωνίαν. ἀποδείκνυται δὴ τὸ στάδιον καὶ ἡμέρα τῷ δρόμῳ. καὶ τὸ ἐντεῦθεν ὁ μὲν | ||
5 | ἵππος ἐτρύφα παρὰ τῇ φάτνῃ, τῇ δὲ χελώνῃ μελέτη ἦν συνεχὴς καὶ οὐδὲ νυκτὸς προϊούσης ἔληγεν. ἧκε δὲ ἡ κυρία καὶ μεστὸν ἦν τὸ θέατρον καμήλων, ὄνων, ὀρνέων οἷς τε ἄνθρωποι χρῶνται. καὶ μὴν καὶ ἐλάφους συνήγαγεν ἡ φήμη. καὶ ἐμειδία τὸ θέατρον ὡς παρα‐ | |
10 | παιούσης τῆς χελώνης. ἐπεὶ δὲ ἤρθη τὸ σημεῖον καὶ θεῖν ἐχρῆν, ὁ μὲν ἵππος ὥσπερ καὶ πρῴην πεπεδημέ‐ νος ἔμεινεν ἐν ἀργίᾳ τε καὶ κόρῳ, τῇ δὲ ἡ μελέτη τάχος ἐδεδώκει καὶ νίκην. | |
Prog.1.2.3 | Καὶ σύ, ὦ παῖ, μὴ τῇ φύσει πιστεύσας κάθευδε, ἀλλ’ οἴου καὶ πόνου δεῖν. εἰ δὲ μή, παραδραμεῖταί σε ῥᾳδίως ἐκεῖνος οὐκ εὖ πεφυκώς. | |
3 | ||
Prog.1.3.1 | Ἔδοξε τῷ Διὶ βασιλεύεσθαι καὶ τὸ ὀρνίθων γένος | |
καὶ διὰ τοῦ Ἑρμοῦ πρὸς ἀγῶνα κάλλους ἐκάλει ὡς δώσων τῷ καλλίστῳ φανέντι τὴν ὀρνίθων ἀρχήν. ἐκαλλωπίζετο γοῦν τὰ ὄρνεα τὰ μὲν ἐν κρήναις, τὰ δ’ | ||
5 | ἐν πηγαῖς τε καὶ λίμναις καὶ τῶν πτερῶν ἐξετίλλετο ὁπόσα αὐτοῖς ὥραν οὐκ ἔφερεν. | |
Prog.1.3.2 | ὁ δὲ κολοιός, ἦν γὰρ ἄμορφος, ἐπιτεχνᾶται τοιάδε. τῶν πτερῶν ὁπόσα ἐπέπλει τοῖς ὕδασιν ἀναιρούμενος ἕκαστον ἑαυτῷ πε‐ ριετίθει συναρμόττων σοφῶς ἄλλο ἐπ’ ἄλλῳ. καὶ χρῆ‐ | |
5 | μα ποικιλώτατον γίνεται. καὶ ὡς ἧκεν ἐπὶ τὴν κρίσιν, ἐπέστρεψε μὲν τῶν ὀρνέων τὰ ὄμματα, θάμβος δὲ ἐνέ‐ βαλε καὶ αὐτῷ τῷ δικαστῇ, ὥστε ὑπεχώρει μὲν αὐτῷ καὶ ὁ λευκότατος κύκνος, μικρὸν δὲ ὁ ταὼς ἐδόκει καὶ | |
αἱ τούτου βαφαί, καταπεφρόνητο δὲ καὶ ἡ ἀετῶν | ||
10 | σεμνότης. | |
Prog.1.3.3 | μέλλοντος δὲ ἤδη τοῦ Διὸς ἐγχει‐ ρίζειν αὐτῷ τὸ σκῆπτρον ἡ γλαὺξ ἰδοῦσα τὸ ἑαυτῆς ἐν τῷ κολοιῷ πτερὸν προσιοῦσα ἀπέσπα καὶ ἄλλος τὸ ἑαυτοῦ καὶ πᾶς τὸ οἰκεῖον. ἀπελθόντων δὲ τῶν ἀλλο‐ | |
5 | τρίων ἐγυμνοῦτο τοῦ κολοιοῦ τὸ εἶδος καὶ ἐγελᾶτο. | |
Prog.1.3.4 | Τὸ μὴ τοῖς οἰκείοις κοσμεῖσθαι βραχεῖαν μὲν τὴν ἀπόλαυσιν, πολλὴν δὲ ἐλεγχθέντι ποιεῖ τὴν αἰ‐ | |
σχύνην. | ||
Prog.2t11 | Διηγήματα corporis progymnasmatici. | |
Prog.2.1.1 | Περὶ Δηιανείρας. Δηιάνειραν τὴν Οἰνέως ἐβούλετο μὲν γαμεῖν Ἡρα‐ κλῆς, εἶχε δὲ καὶ τὸν ποταμὸν Ἀχελῷον ἔρως τῆς κόρης. ὁ δὲ ἀμφοτέρους δεδοικὼς οὐδετέρῳ χαρίζεται. | |
5 | στήσας οὖν ἆθλον τὴν θυγατέρα διαγωνίζεσθαι ἐκέλευε. καὶ Ἡρακλῆς ἐνίκα παλαίων τὸ κέρας ἀνασπάσας τοῦ ποταμοῦ. καὶ τὸ αἷμα ἔρρει καὶ ἡ Γῆ τοῦτο ἐδέχετο, ἀφ’ οὗ Σειρῆνες γίνονται. | |
8 | ||
Prog.2.2.1 | Περὶ Ὑακίνθου. Ἀκούεις ἄνθος ὑάκινθον; τοῦτο ἦν πάλαι μειρά‐ | |
κιον Ἀμυκλαῖον ὡραῖόν τε καὶ καλόν. ἐρασταὶ δὲ ἐγέ‐ νοντο αὐτοῦ δύο, Ζέφυρός τε καὶ ὁ Λητοῦς. ἐπεὶ δὲ | ||
5 | ἐχαρίζετο τῷ θεῷ, βουλεύει φόνον ὁ Ζέφυρος ἐπ’ αὐ‐ τῷ καὶ τηρήσας ἀφιέντα δίσκον, ἐπαιδεύετο γὰρ Ὑά‐ κινθος Ἀπόλλωνι τὰ τοιαῦτα, πνεῖ τε ἀπὸ τοῦ Ταϋ‐ γέτου καὶ περιτρέπει τῷ μειρακίῳ τὴν βολήν. καὶ τὸ μὲν ἔκειτο, ἡ δὲ Γῆ ἐλεεῖ τὸ πάθος καὶ ἀνῆκε τὸ | |
10 | ἄνθος. | |
10 | ||
Prog.2.3.1 | Περὶ Ἀλφειοῦ. Ἔρως ἅπτεται καὶ ποταμῶν. πόθον οὖν ἐμβέβληκεν Ἀλφειῷ Σικελικῆς πηγῆς Ἀρεθούσης τοὔνομα. πληγεὶς δὲ ἔρχεται δι’ Ἰονίου παρ’ αὐτὴν φυλάττων ἀμιγὲς | |
5 | καὶ ἐν θαλάττῃ τὸ ῥεῖθρον. | |
Prog.2t21 | Διηγήματα codicum Escurialensis Ψ—IV—12 et Vaticani gr. 305. | |
Prog.2.4t | Περὶ τῆς Πίτυος. | |
Prog.2.4.1 | Ἤρα τῆς Πίτυος ὁ Πάν, ἀντήρα δὲ καὶ ὁ Βο‐ ρέας. ἦν γὰρ κόρη πρότερον ἡ πίτυς καὶ ἐπ’ αὐτῇ ποιοῦνται τὴν αἵρεσιν ὁποτέρῳ δεῖ χαρίσασθαι. τὸ δ’ ἐντεῦθεν ἐδείκνυσαν τὰ ὄντα αὑτοῖς ἀγαθά, σπεύδων | |
5 | ἑκάτερος ἀμείνων φανῆναι. Βορέας μὲν ἔπνει λαμπρὸς καὶ ἔκαμπτε δένδρα, τὰ δὲ κατέφερεν, ὁ δὲ Πὰν ἐσκίρτα, ἐπήδα, δῶρα ἔφερε ἀπὸ τῶν ἀναθημάτων ἃ ἦν αὐτῷ παρὰ τῶν νομέων. | |
Prog.2.4.2 | ἐφέλκεται δὴ τὴν Πίτυν. καὶ ὁ Βορέας ἀλγεῖ καὶ σφοδρῶς ἐπιπεσὼν ὦσέ τε κατὰ τῶν πετρῶν καὶ διέφθειρε τὴν κόρην. ἡ Γῆ δέ, καὶ γὰρ ᾤκτειρε τὸ πάθος, ἤμειψεν εἰς φυτὸν τὸ σῶμα. | |
5 | διὰ τοῦτο Πανὶ μὲν ἐκ πίτυος ὁ στέφανος, Βορέας δὲ καὶ τὸ δένδρον λυπεῖ. καί φασι τὸν ἦχον ὃν ἡ πίτυς ποιεῖ δεχομένη τὸ πνεῦμα θρῆνον εἶναι. | |
7 | ||
Prog.2.5.1 | Περὶ τοῦ Ἀγαμέμνονος. Τῶν Ἀχαιῶν ἐν Αὐλίδι συνειλεγμένων Ἀγαμέμνων ἐν θήρᾳ τυχὼν ἐλάφου καὶ τῆς Ἀρτέμιδος ἔφη τὴν τέχνην ὑπεραίρειν τῷ ἔργῳ. λυπεῖ τὸ ῥῆμα τὴν θεόν. | |
5 | καὶ ἐμάχετο τῇ ἀναγωγῇ τὸ πνεῦμα καὶ ὁ Κάλχας μη‐ νύει τὴν αἰτίαν, ὡς ἡ Ἄρτεμις ταῦτα πράττει διὰ τὸν κόμπον Ἀγαμέμνονος καὶ οὐ λήξει ποτὲ μὴ δεξα‐ μένων αὐτῆς τῶν βωμῶν τὸ τῆς Ἰφιγενείας αἷμα, παῖς δὲ Ἀγαμέμνονος αὕτη. πείθεται ὁ πατὴρ καὶ ἄγει τὴν | |
10 | κόρην καὶ προσάγει τῷ βωμῷ καὶ καταθύειν ἔμελλε. ἔπειτα ἀντὶ τῆς θυγατρὸς ἐν χεροῖν ἔλαφον εἶχε τῆς Ἀρτέμιδος, οἶμαι, τὴν μὲν ἀφελομένης, τὴν δὲ ἀντι‐ δούσης. | |
13 | ||
Prog.2.6t | Περὶ Δαναοῦ καὶ Αἰγύπτου. | |
Prog.2.6.1 | Ἐγένοντο Δαναῷ πεντήκοντα θυγατέρες, ὁ δὲ Αἴγυπτος, Δαναοῦ δὲ οὗτος ἀδελφός, καὶ αὐτὸς ἦν | |
υἱέων πεντήκοντα πατήρ. ἐβούλετο οὖν συνοι‐ κίσαι τὰς ἐκείνου θυγατέρας τοῖς ἑαυτοῦ παισί. καὶ | ||
5 | τῶν γάμων δρωμένων ἐν χερσὶ διδοὺς ὁ Δαναὸς ταῖς παρθένοις ξίφη ἐκέλευσεν ἑκάστην ᾧ συζευγνύοιτο, τοῦτον κτείνειν. | |
Prog.2.6.2 | ταῖς μὲν οὖν ἄλλαις ἐτολμήθη τὸ ἔργον καὶ ἀπέθνησκον οἱ νυμφίοι, τῇ δὲ Ὑπερμνήστρᾳ δεινόν τι τὸ πρᾶγμα ἐφάνη καὶ ἀπειθήσασα τῷ πατρὶ φείδεται τοῦ Λυγκέως. φεύγει δὴ Δαναὸς καὶ ἥκων | |
5 | εἰς Πελοπόννησον κατέσχεν Ἄργος. | |
Prog.2t31 | Διηγήματα codicis Vaticani gr. 305. | |
Prog.2.7t | Περὶ Ἡφαίστου. | |
Prog.2.7.1 | Ῥίπτει τὸν Ἥφαιστον Ἥρα ἐξ οὐρανοῦ τῇ τοῦ παιδὸς αἰσχυνομένη χωλείᾳ, ὁ δὲ τῇ τέχνῃ ἐχρῆτο. καὶ ἐν θαλάττῃ σεσωσμένος ὑπὸ δαιμόνων θαλαττίων πολλὰ μὲν καὶ ἄλλα ἐδημιούργει, τὰ μὲν Εὐρυνόμῃ, τὰ δὲ | |
5 | Θέτιδι, παρ’ ὧν περισέσωστο, ποιεῖ δὲ καὶ θρόνον τῇ μητρὶ δῶρον ἀφανεῖς ἔχοντα δεσμοὺς καὶ πέμπει. καὶ ἡ μάλα τε ἥσθη τῷ δώρῳ καὶ καθιζάνει καὶ ἐδέθη καὶ ὁ λύσων οὐκ ἦν. | |
Prog.2.7.2 | βουλὴ δὲ γίνεται θεῶν περὶ τῆς εἰς οὐρανὸν ἀναβάσεως Ἡφαίστου. μόνον γὰρ ἂν ἐκεῖνον καὶ λῦσαι. σιγώντων οὖν τῶν ἄλλων καὶ ἀπορούντων Ἄρης ὑπισχνεῖται καὶ ἐλθὼν πράττει μὲν οὐδέν, αἰ‐ | |
5 | σχρῶς δὲ ἀπαλλάττεται πυρσοῖς αὐτὸν δειματώσαντος Ἡφαίστου. ταλαιπωρουμένης δὲ τῆς Ἥρας ἤρχετο μετὰ | |
οἴνου Διόνυσος καὶ διὰ μέθης εἶχεν Ἥφαιστον ἑπό‐ μενον. | ||
Prog.2.7.3 | ὁ δὲ ἐλθὼν καὶ τὴν μητέρα λύσας ποιεῖ τῆς Ἥρας εὐεργέτην τὸν Διόνυσον. ἡ δὲ αὐτὸν ἀμειβομένη πείθει τοὺς οὐρανίους θεοὺς ἕνα τῶν οὐρανίων θεῶν καὶ Διόνυσον εἶναι. | |
4 | ||
Prog.2.8.1 | Περὶ Ἀκαλανθίδος. Τὴν δὲ Ἀκαλανθίδα γαλῆν ἐκ γυναικὸς ἐποίησεν ἡ πρὸς τὴν Ἥραν ἀπάτη. εἰργούσης γὰρ τῆς Ἥρας τῷ Ἡρακλεῖ τὴν ἐκ τῆς γαστρὸς ἔξοδον, τοῦτο δὲ ἄρα | |
5 | ἐποίει ἐφ’ ᾧ περὶ τὼ γόνατε συμπλέξαι τὼ χεῖρε, Ἀκαλανθὶς ὡς δὴ τεκούσης οὔπω τεκούσης Ἀλκμήνης ἐκπηδήσασα διέθει τε καὶ ἐμιμεῖτο τὰ τῆς χαιρούσης, ἡ θεὸς δὲ παρακρουσθεῖσα ἀνεπέτασεν Ἀλκμήνης τὰς ὠδῖνας. καὶ δίκην Ἀκαλανθὶς ἐδίδου τῆς ἀπάτης τὴν | |
10 | μεταβολήν. | |
10 | ||
Prog.2.9.1 | Περὶ Καπανέως. Ἀπειλοῦντα τὸν Καπανέα καὶ ἄκοντος Διὸς αἱρή‐ | |
σειν τὰς Θήβας ὁ Ζεὺς κεραυνῷ βάλλει, τὸν δὲ Ἄδρα‐ στον ἵπποις αὐτοῖς διαστᾶσα ἡ γῆ δέχεται. Τυδεὺς δὲ | ||
5 | ὑπὸ Μελανίππου τρωθεὶς ἐδεῖτο τῶν ἑταίρων βοηθῆ‐ σαι τῷ τεθνεῶτι. κτείναντος δέ τινος τὸν Μελάνιππον καὶ κομίσαντος ἔτι ζῶντι Τυδεῖ τὴν κεφαλὴν ὁ μὲν λαβὼν αὐτὴν τοῖς ὀδοῦσιν ἐτιμωρεῖτο, τὴν δ’ Ἀθηνᾶν αὐτῷ φέρουσαν ἀθανασίαν τοῦτο ἐκώλυσε μὴ δοῦναι. | |
10 | Πολυνείκης δὲ συγκατενεχθεὶς τῷ ἀδελφῷ ταφῆς ἀπε‐ στερεῖτο μὲν παρὰ Κρέοντος, ἐτύγχανε δὲ παρὰ τῆς ἀδελφῆς. λέγεται δὲ καὶ ἡ γυνὴ Πολυνείκους Ἀργεία συνεφάψασθαι τοῦ ἄθλου. | |
13 | ||
Prog.2.10t | Περὶ Ἀδραστείας. | |
Prog.2.10.1 | Νενικηκότες οἱ Θηβαῖοι τοὺς Πολυνείκη καταγα‐ γόντας οὐδὲ θάπτειν οὐδενὶ τοὺς πεσόντας ἐπέτρεπον. ἧκον οὖν αἱ τούτων γυναῖκες Ἀθήναζε καὶ ἱκετεύ‐ ουσαι κινοῦσι μὲν ὑπὲρ τῶν νεκρῶν τὸν Θησέα, κρα‐ | |
5 | τηθέντων δὲ τῶν Θηβαίων καὶ καιομένων τῶν νεκρῶν Εὐάδνην τὴν Καπανέως γυναῖκα λόγος κοινωνῆσαι τῷ ἀνδρὶ τῆς πυρᾶς. | |
Prog.2.10.2 | τούτων οἱ παῖδες πατράσι τι‐ μωροῦνται καὶ ἐπελθόντες αἱροῦσι Θήβας, ἡγεῖται δὲ ὁ παῖς Ἀδράστου καὶ ἀναιρεῖται μόνος. τοῦ δὲ ἄρα ὁ πατὴρ μόνος τῶν ἑπτὰ λοχαγῶν ἀπεσώθη. ἔδοξε δὴ | |
5 | τοῦ δαιμονίου νεμεσήσαντος τοῦτο τῇδε γενέσθαι. καὶ αὐτίκα οἱ Ἕλληνες ἱερῷ τιμῶσι τὴν Νέμεσιν προσ‐ ειπόντες Ἀδράστειαν τὴν θεόν. | |
7 | ||
Prog.2.11.1 | Περὶ Πολυκράτους. Πολυκράτους Σάμου μὲν ἄρχοντος, πάντα δὲ εὐτυ‐ χοῦντος καὶ ἐπ’ οὐδενὶ λυπουμένου δέος εἰσῄει μετα‐ βολῆς. ἔπραττεν οὖν ὅπως ἂν ἰάσηται. καὶ δακτύλιον | |
5 | ὧν εἶχε κτημάτων κάλλιστον ἑκὼν μὲν ἔρριψεν εἰς τὴν θάλασσαν, οὐκ ἔχων δὲ ἤλγει. γίνεται δὴ πάλιν ὁ δακτύλιος τοῦ Πολυκράτους δι’ ἰχθύος, ὃν ἀνελὼν ἁλιεὺς μέγαν τε ὄντα καὶ βασιλέως ἄξιον φέρων ἔδω‐ κεν ἐκείνῳ. ὁ δὲ ἰχθύς, ὡς ἦν χερσὶ τῶν μαγείρων | |
10 | ἀνασχισθείς, ἀπέδωκε Πολυκράτει τὸν δακτύλιον. | |
10 | ||
Prog.2.12.1 | Περὶ Καλλιστοῦς. Τὴν Ἥραν ὁ Ζεὺς ἐλύπει Καλλιστοῦς ἐρῶν καὶ ποιεῖ τὴν ἐρωμένην ἄρκτον τοῦ τὴν Ἥραν λαθεῖν. ὡς δὲ αὐτὴν ἔχοι πλησίον, μεταδίδωσι τοῦ οὐρανοῦ. καὶ | |
5 | ἔστι Καλλιστὼ τῶν ἀρκτῴων ἀστέρων. ἀπὸ δὲ ταύτης παῖς Ἀρκάς, ὅθεν Ἀρκάδες, οὗ τεχθέντος Ἑρμῇ τῆς σωτηρίας ἐμέλησεν. | |
7 | ||
Prog.2.13.1 | Περὶ Σιμωνίδου. Ἐχώρει μὲν ἐπὶ Τάραντα Σιμωνίδης ὁ Κεῖος ὁ Λεωπρέπους ὁ ποιητής, νεκρὸν δὲ ἄταφον ὡς εἶδεν ἐρριμμένον, ἠλέησέ τε καὶ θάπτει. μέλλων δὲ ἡμέρᾳ | |
5 | τῇ μετὰ τὴν ταφὴν πλεῖν εἰς Σικελίαν ὀνείρατι εἴργε‐ ται μὴ πλεῖν. ἀγνοῶν δὲ τίς ἦν ὁ αὐτὸν ὀνείρατι κω‐ λύων πείθεται μὲν ὁ Σιμωνίδης καὶ μένει, πλεῖ δὲ ἡ ναῦς καὶ βαπτίζεται. ἄλλου δὲ εἰς Τάραντα κομίσαν‐ τος τὸ πάθος ἐγίνετο ὅσα εἰκὸς ἐπὶ τοιούτου κακοῦ. | |
10 | Σιμωνίδης δὲ στεφάνους τῇ στήλῃ περιέθηκε καὶ ἐνα‐ γίσας τῷ νεκρῷ σωτῆρα αὑτοῦ τὸν κείμενον ἐκήρυξεν ἐπιγράμματι. καὶ τοῦτο ἡ στήλη δείκνυσιν. | |
12 | ||
Prog.2.14.1 | Περὶ Νεοπτολέμου. | |
Ἀποθνήσκει τοῖς Ἀπόλλωνος βέλεσιν Ἀχιλλεύς. θρασυνόμενος δὲ Νεοπτόλεμος ᾔτει τὸν Ἀπόλλωνα δί‐ κας τοῦ φόνου. ἔπειτα νοήσας ὡς οὐ καλῶς αὐτῷ | ||
5 | τοῦτο ἐπεποίητο, διαλλάξων αὑτῷ τὸν θεὸν εἰς Δελ‐ φοὺς ἀπῄει καὶ ἀπέθανεν ὑπὸ τῶν ἐνοικούντων Δελ‐ φούς, οὓς ἐξηπάτησεν Ὀρέστης λέγων αὐτὸν ἐφ’ ἁρπαγῇ τῶν ἱερῶν ἥκειν χρημάτων. | |
8 | ||
Prog.2.15.1 | Περὶ Ἀλκήστιδος. Ἐθήτευσε μὲν Ἀπόλλων Ἀδμήτῳ γνώμῃ Διός, ἐθε‐ ράπευσε δὲ Ἄδμητος τὸν Ἀπόλλωνα. ἐπεὶ δὲ ἧκον αἱ Μοῖραι καὶ ἔδει τελευτᾶν, ἀναβάλλει τὸν θάνατον | |
5 | αὐτοῦ ὁ θεὸς δεηθεὶς τῶν Μοιρῶν, αἳ τῷ μὲν εἶξαν, ἐζήτουν δὲ ὃς ἀντ’ ἐκείνου τὸν θάνατον ὑποστήσεται. διελέχθη τοῖς γονεῦσιν ὁ Ἄδμητος γήρᾳ βεβαρημένοις. οἱ δὲ ἐφιλοψύχουν καὶ οὐκ ἠνείχοντο ἀπιέναι. παρέρ‐ χεται δὴ τὴν φύσιν Ἄλκηστις ἡ γυνὴ καὶ αὐτὴ ἀποθνή‐ | |
10 | σκει. πένθους δὲ κατέχοντος τὴν οἰκίαν Ἡρακλῆς ἥκων ξενίζεται καὶ μαθὼν τὴν τύχην καὶ πονέσας καὶ κρα‐ τήσας τῶν κάτω δαιμόνων ἐπανάγει τὴν ἄνθρωπον. | |
12 | ||
Prog.2.16.1 | Περὶ Κανδαύλου. | |
Ἤρα τῆς ἑαυτοῦ γυναικὸς ὁ Κανδαύλης καὶ παρ‐ εκάλει τὸν Γύγην ἐπὶ τὴν θέαν τῆς ὥρας. ὁ δὲ τὸ πρῶτον ἀρνούμενος ἐγκειμένου τοῦ Κανδαύλου συν‐ | ||
5 | εχώρησεν. ὑφ’ οὗ δὴ καὶ καταστὰς ὄπισθεν τῆς θύρας τὴν γυναῖκα καταγυμνουμένην ἰδὼν ἀπηλλάγη. ἡ δὲ μεταστραφεῖσα τὸ πραχθὲν οὐκ ἠγνόησεν, ἤνεγκε δὲ σιγῇ. μεταπέμπεται δὲ τὸν Γύγην, ἐπειδὴ ἡμέρα ἦν, καὶ ἐκέλευσεν ἀποθνήσκειν ἀντὶ τῆς θέας ἢ τοῦτο | |
10 | δρᾶν τὸν Κανδαύλην ὑπισχνουμένη συνοικήσειν αὐτῷ μετὰ τὸν φόνον. τὸν Γύγην ἤρεσκε μὲν οὐδέτερον, εἰς δὲ τὸ κτείνειν ἀπέκλινε. καὶ διαχρησάμενος καθεύδοντα τὸν δεσπότην γαμεῖ τε ἐκείνην καὶ βασιλεύει Λυδῶν. | |
13 | ||
Prog.2.17.1 | Περὶ Δάφνης. Δάφνης τὸ κάλλος ἐγέννησε μὲν Λάδων ὁ ποταμός, ἐθαύμασε δ’ Ἀπόλλων. παθὼν δέ τι πρὸς αὐτὴν ἐρω‐ τικόν, ἐπεὶ πείθειν οὐκ εἶχεν, ἐδίωκεν. ἡ δὲ εὔχεται | |
5 | τῇ Γῇ μὴ ἁλῶναι καὶ τυχοῦσα τῆς εὐχῆς ἀφανίζεται. | |
καὶ τὸ μὲν σῶμα δένδρον ἐγίνετο, δάφνη δὲ τὸ δέν‐ δρον ἦν. ὁ θεὸς δὲ τὸν πόθον οὐ κατέλυεν, ἀλλὰ τὰ πρὸς τὴν κόρην μετήνεγκεν ἐπὶ τοὺς κλάδους καὶ ἔστιν ἐραστὴς τῶν φύλλων. | ||
9 | ||
Prog.2.18t | Περὶ Πρόκνης καὶ Φιλομήλας. | |
Prog.2.18.1 | Ἐξ Ἀθηνῶν Τηρεὺς Πρόκνην ἄγεται τὴν Παν‐ δίονος, ὃς ἐβασίλευεν Ἀθηναίων, αὐτὸς δὲ Τηρεὺς ἐκράτει Θρᾴκης. χρόνου δὲ προϊόντος ἐπιθυμία λαμ‐ βάνει τὴν Πρόκνην ἰδεῖν Φιλομήλαν τὴν ἀδελφὴν | |
5 | καὶ διὰ Τηρέως τοῦτο ἐπράττετο, ὃς ἐλθὼν Ἀθήναζε καὶ λαβὼν ἐν τῇ πορείᾳ μίγνυται τῇ παρθένῳ βιασά‐ μενος, οὐ πείσας. φοβούμενος δὲ τὸν ἔλεγχον τὴν γλῶτταν περιελὼν πόρρω τῆς ἀδελφῆς ἵδρυσεν ἐν κώ‐ μῃ φυλακήν τινα παρακαταστήσας. | |
Prog.2.18.2 | ἄλλως μὲν οὖν οὐκ ἦν μηνύσαι τῇ Πρόκνῃ τὸ τολμηθέν, τῆς ἑορτῆς δὲ ἐπελθούσης ἐν ᾗ τῇ βασιλίδι τὰς Θρᾴττας δῶρα πέμπειν νόμος ἦν πέμπει πέπλον ἡ Φιλομήλα γράμ‐ | |
5 | ματα ἐνυφήνασα. τὰ δὲ ἐδήλου τὴν βίαν. | |
Prog.2.18.3 | ἡ δέ, ὡς ἔγνω, τὴν μὲν μεταπέμπεται, τὸν δὲ Ἴτυν ἀπέσφα‐ ξεν, ὃς ἐκ Τηρέως ἦν αὐτῇ, καὶ εἱστίασε τὸν πατέρα τῷ σώματι τοῦ παιδός. ὡς δὲ δὴ ἐκόρεσεν, ἐδίδασκεν | |
5 | αὐτὸν ἥτις ἦν ἡ βρῶσις τὰ ἀκρωτήρια δείξασα. ὁ μὲν οὖν ἐδίωκεν, ὡς ἀποκτείνειεν, αἱ δὲ ἔφευγον. καὶ ἐν τῇ διώξει μετεβλήθησαν εἰς ὄρνις αἵ τε γυναῖκες καὶ ὁ Τηρεύς, χελιδόνα μὲν ἡ Φιλομήλα, ἀηδόνα δὲ ἡ Πρόκνη, λέγεται δὲ καὶ ὁ τοῦ παιδὸς γευσάμενος | |
10 | ἔποψ γενέσθαι. | |
10 | ||
Prog.2.19.1 | Ἄλλως. Πρόκνην ἐξ Ἀθηνῶν ἠγάγετο Τηρεὺς τὴν Παν‐ δίονος, ἐρῶσα δὲ ἡ Πρόκνη τὴν ἀδελφὴν Φιλομήλαν θεάσασθαι Τηρέα ποιεῖται τῆς θέας διάκονον. ὁ δὲ | |
5 | παραλαβὼν ἐπόθει μὲν καθ’ ὁδὸν καὶ ποθῶν ἐβιάσατο καὶ βιασάμενος ἀφεῖλε τῶν πραχθέντων τὸν ἔλεγχον τὴν γλῶσσαν ἀποτεμών. ἡ δὲ ἀφικομένη παρὰ τὴν Πρόκνην εἰπεῖν μὲν οὐκ εἶχε τὸ πάθος, διηγεῖται δὲ τὸ συμβὰν τῇ χειρὶ ἱστῷ προσυφάνασα. καὶ μαθοῦσα | |
10 | τὸ πάθος ἡ Πρόκνη τὸν παῖδα τροφὴν τῷ πατρὶ παρατίθησιν. ὁ δὲ τρέφεται μὲν οἷς ἠγνόει τὰ φίλτατα, τραφεὶς δὲ ἀνελεῖν ἐπεχείρει τὴν θρέψασαν. θεοὶ δὲ τῆς συμφορᾶς τοῦ παιδὸς οἰκτείροντες ἀμφοτέ‐ ρους εἰς ὀρνίθων μεταβεβλήκασι φύσεις. | |
14 | ||
Prog.2.20.1 | Περὶ Μαρσύου καὶ αὐλῶν. Ηὔλει ἡ Ἀθηνᾶ καὶ τὸ εἴδωλον αὑτῆς ἐν τοῖς | |
ὕδασιν ἰδοῦσα τὸν αὐλὸν ἔρριψεν ὡς οὐκ ἔχον εὐσχη‐ μοσύνην τῷ προσώπῳ τὸ αὐλεῖν. γίνεται δὴ οὗτος | ||
5 | Μαρσύου καὶ ἐποίησεν αὐτὸν αὐλητὴν ὀνομαστόν. ὁ δὲ ἐπείθετο ἤδη καὶ Ἀπόλλωνος εἶναι κρείττων καὶ εἰς ἔριν ἐκάλει. καὶ οἱ μὲν ἤριζον, ἐψήφιζον δὲ αἱ Μοῦ‐ σαι, καὶ ὁ θεὸς ἐνίκα, δίκην δὲ ἐπιτιθεὶς τῷ αὐλητῇ κρεμάσας ἔδειρε. καὶ τὸ αἷμα γίνεται ποταμός, τῷ δὲ | |
10 | ποταμῷ ὄνομα Μαρσύας. | |
10 | ||
Prog.2.21.1 | Περὶ Πασιφάης. Ἐγκαλοῦσά τι τῷ Ἡλίῳ ἡ Ἀφροδίτη πλήττει τὰς ἐκείνου θυγατέρας ἔρωσι καινοῖς. ἐρᾷ δὴ καὶ Πασιφάη ταύρου καὶ καρτερεῖν οὐκ ἔχουσα φράζει πρὸς τὸν | |
5 | Δαίδαλον τὸ πάθος. ὁ δὲ ἦν Ἀθηναῖος καὶ φεύγων διέτριβεν ἐν Κρήτῃ. πείθεται δὴ καὶ βοηθεῖ τῇ γυ‐ ναικὶ διὰ βοὸς ξυλίνης. κοίλην γὰρ αὐτὴν ἐργασάμενος καὶ κατακλείσας ταύτῃ τὴν ἐρῶσαν δέρματι βοὸς κα‐ λύψας τὸ πλάσμα κινεῖ τὸν ταῦρον ἐπὶ τὴν εἰκόνα. καὶ | |
10 | ἐλθὼν μίγνυται δὴ τῇ γυναικί, βοῒ δέ, ὡς ᾤετο. τότε ὁ Μινώταυρος γίνεται ταῦρος μὲν τὴν κεφαλήν, τὸ δ’ | |
ἐντεῦθεν ἄνθρωπος. | ||
Prog.2.22.1 | Ἄλλως. Ἡλίου παῖς Πασιφάη γεγένηται καὶ γενομένη τοῦ καλλίστου τῶν θεῶν πάθος ὑπέστη παραλογώτατον. ταύρῳ γὰρ ἐπιμαίνεται καὶ τὸ πάθος ἀποροῦσα διενεγ‐ | |
5 | κεῖν πρὸς τὸν Δαίδαλον ἤγγειλεν. ὁ δὲ ξυλί‐ νην μηχανησάμενος βοῦν δορᾷ τὴν μηχανὴν περιέβαλεν, ᾗ παρὰ τὴν ἀγέλην 〈ὁ ταῦροσ〉 συνήγετο, καὶ τὴν ἄνθρω‐ πον ἔνδον κατακλείσας ἐργάζεται μίξιν ἣν ὁ πρότερος οὐκ ἠπίστατο χρόνος. καὶ τῆς ὁμιλίας ὑπόμνημα παῖς | |
10 | προελήλυθεν ἐφ’ ἑνὸς σώματος ἄμφω χαρακτηρίζων τοὺς φύσαντας. | |
11 | ||
Prog.2.23.1 | Περὶ Ἡρακλέους. Ἀλκμήνη τίκτει τῷ Διὶ μὲν Ἡρακλέα, τῷ δὲ Ἀμ‐ φιτρύωνι Ἰφικλέα καὶ τὸ μέσον τοῦ σπέρματος ἐν τοῖς ἐγγόνοις ἐδείχθη. τὰ μὲν γὰρ ἔκειτο ἐσπαργανωμένα | |
5 | ἀρτίγονα, δράκοντες δὲ ὡς ἐπῆλθον ἐπιβουλευούσης Ἥρας τῷ Ἡρακλεῖ πτήσσει μὲν Ἰφικλῆς καὶ ὑπότρομος | |
γίνεται, Ἡρακλῆς δὲ δέχεται τὰ ἑρπετὰ καὶ ἀποπνίγει. | ||
Prog.2.24t | Ἄλλως. | |
Prog.2.24.1 | Θεῶν αἱ γοναὶ καὶ περὶ τὰ σπάργανα φαίνονται. δηλοῖ δὲ ἡ συνοῦσα Διὶ καὶ μετ’ αὐτὸν Ἀμφιτρύωνι καὶ συνουσίας διττῆς ἐπὶ τῶν παίδων φέρουσα γνώ‐ ρισμα. προῆλθε μὲν γὰρ Ἡρακλῆς τοῦ Διός, ὁ δὲ Ἰφι‐ | |
5 | κλῆς Ἀμφιτρύωνος. | |
Prog.2.24.2 | καὶ κειμένων ἐν σπαργάνοις τῶν παίδων Ἥρα μὲν τοῖς παισὶν ἐπαφίησι δράκοντας, Ἡρακλῆς δὲ ἑωρακὼς ὁμοῦ τῇ θέᾳ προσιόντας ἀν‐ ῄρηκεν καὶ πρὸς αὐτὴν Ἰφικλέους καταπεπληγμένου τὴν | |
5 | θέαν ἄθλων προοίμιον τὴν τοῦ βίου ἀρχὴν ἐποιήσατο. | |
5 | ||
Prog.2.25.1 | Περὶ Λητοῦς. Ἤπειγον αἱ ὠδῖνες τὴν Λητώ. ἐδέχετο δὲ αὐτὴν οὔτε ἤπειρος οὔτε νῆσος οὐδεμία τῶν φανερῶν. ἡ Δῆλος δὲ πρῶτον μὲν ἠφανίζετο τῇ θαλάττῃ, τότε δὲ | |
5 | γνώμῃ Διὸς ἀνέδυ τε καὶ ἐξεφάνη καὶ ἐδέξατο τὸν τόκον. τεχθεὶς δὲ ὁ Ἀπόλλων εὐθὺς ἦν τοξότης καὶ ἔργον αὐτῷ πρῶτον ὁ δράκων ὃς ἐπολέμει τῇ Λητοῖ βουλομένῃ τεκεῖν. | |
8 | ||
Prog.2.26t | Περὶ Ἀλεκτρυόνος. | |
Prog.2.26.1 | Ὁ ἀλεκτρυὼν ὄρνις ἐστὶν ἐξ ἀνθρώπου τὸ πρίν. | |
ὅτε δὲ ἦν ἄνθρωπος, Ἄρεος ἦν δορυφόρος. τούτῳ παρέδωκε τὰς θύρας τοῦ θαλάμου Ἄρης, ὅτε ἠδίκησεν εἰς τὴν εὐνὴν τὸν Ἥφαιστον, ἐφ’ ᾧ πρὸ τοῦ περι‐ | ||
5 | όρθρου τὰς θύρας ἀράττειν, ὡς μὴ ἁλῴη μοιχεύων κατεκοιμήθησαν οὖν ἀμφότεροι, καὶ ὁ θεράπων καὶ ὁ δεσπότης, καὶ τὸ ἔργον ἐγνώσθη τῆς ἡμέρας φανείσης. γίνεται οὖν ὄρνις ὁ στρατιώτης ταύτην ὑποσχὼν τὴν δίκην. | |
Prog.2.26.3 | καὶ πολλὰ δηλοῖ τὸν πάλαι στρατιώτην, ὁ λόφος, ὁ θυμός, τὰ κέντρα. καὶ μεμνημένος γε ἐφ’ ᾧ τοῦτο ἔπαθε, πρὶν Ἥλιον ζεύξασθαι τὸ ἅρμα τῶν ἀνθρώπων ἐλαύνει τὸν ὕπνον διὰ τῆς ᾠδῆς. | |
4 | ||
Prog.2.27t | Περὶ τῆς τοῦ Πάριδος ἁρπαγῆς. | |
Prog.2.27.1 | Θέτιν ὁ Ζεὺς ἐθαύμασε τοῦ κάλλους, παρὰ δὲ τῆς Νυκτὸς ἀκούσας ὡς ὁ τικτόμενος ἐκ Θέτιδος ἀμείνων ἔσται τοῦ πατρὸς αὐτὸς μὲν οὐ μίγνυται, Πηλεῖ δὲ δίδωσι. καὶ δέχεται μὲν τοὺς γάμους τὸ Πή‐ | |
5 | λιον καὶ θεῶν ὕμνον καὶ Ἀπόλλωνος ᾠδήν. ἡ δὲ Ἔρις, οὐ γὰρ μετεῖχε τῆς θοίνης, μῆλον χρυσοῦν ἀφίησιν | |
εἰς τὴν τράπεζαν. δῶρον εἶναι τῇ καλλίστῃ θεῶν τού‐ τῳ ἐπεγέγραπτο. | ||
Prog.2.27.2 | γίνεται οὖν ἀμφισβήτησις τὸ μῆ‐ λον τῇ τοῦ Διὸς γυναικὶ καὶ Ἀφροδίτῃ καὶ Ἀθηνᾷ. ὁ δὲ 〈Ζεὺσ〉 φεύγει μὲν αὐτὸς τὴν κρίσιν, ποιεῖ δὲ αὐταῖς Πάριν τὸν Πριάμου κριτήν. ὡς οὖν ἧκον παρὰ τὸν | |
5 | βουκόλον, νικᾷ μὲν Ἀφροδίτη τῷ τῆς Ἑλένης γάμῳ, τοῦτο γὰρ ἄμεινον ὁ Πάρις ἡγήσατο, βασιλείαν δὲ ἣν ἐδίδου τῆς Ἀσίας ἡ Ἥρα, καὶ τὸ μαχόμενον κρατεῖν, ὃ ἦν τῆς Ἀθηνᾶς ὑπόσχεσις, παρῃτήσατο. ναυπηγεῖται οὖν καὶ πλεῖ καὶ λαμβάνει τὴν Ἑλένην καὶ ἀπόλλυσι | |
10 | τὸ Ἴλιον. | |
10 | ||
Prog.2.28.1 | Περὶ Ἰκαρίου. Ἐπεφοίτησεν Ἰκαρίῳ Διόνυσος. ὁ δὲ αὐτὸν ἐδέξατο καὶ ἐθεράπευσε. καὶ λαμβάνει παρὰ τοῦ θεοῦ δῶρον τὴν ἄμπελον καὶ διδάσκει τὴν τέχνην. ὡς δὲ ἧκεν εἰς | |
5 | Θρᾴκην, πιόντες οἱ Θρᾷκες ἐμεθύσθησαν καὶ ἡγή‐ σαντο φάρμακον τὸν οἶνον καὶ ἐν τούτῳ δόξης ὄντες | |
ἀπέκτειναν τὸν Ἰκάριον. | ||
Prog.2.29t | Περὶ Ἀρίωνος. | |
Prog.2.29.1 | Ὁ Ἀρίων Μηθυμναῖος ὢν ἐκ Μηθύμνης ἔπλευσεν εἰς Κόρινθον καὶ δεικνὺς αὐτόθι τὴν τέχνην εὐδοκι‐ μεῖ. βουλόμενος δὲ καὶ ἐν Ἰταλίᾳ γενέσθαι λαμπρὸς ἔπλευσε κἀκεῖσε καὶ αὖθις εὐδοκιμεῖ. γενομένων δὲ | |
5 | αὐτῷ χρημάτων μεγάλων νεὼς ἐπιβὰς Κορινθίας εἰς Κόρινθον ἐπαναπλεῖ. | |
Prog.2.29.2 | καὶ οἱ ναῦται τῶν χρημάτων ἐρασθέντες κτείνειν ἐπεχείρουν. ὡς δὲ ἀφιστάμενος αὐτοῖς τῶν χρημάτων ἐπὶ τῷ σώζεσθαι οὐκ ἔπειθε, δευτέρας δεῖται συγχωρήσεως, στῆναι ἐν τῇ σκευῇ καὶ | |
5 | ᾆσαι καὶ ἐκπηδῆσαι εἰς τὴν θάλατταν ἐπὶ τῷ τέλει τοῦ ᾄσματος. καὶ οἱ μὲν ἐπέτρεψαν, ὁ δὲ ᾖσε καὶ ἐξ‐ επήδησε. δελφὶς δὲ αὑτὸν ὑποθεὶς τῷ κιθαρῳδῷ πρὸς Ταίναρον ἐξεκόμισε. | |
8 | ||
Prog.2.30.1 | Περὶ Ἀλφειοῦ. Ἔρως καὶ ποταμοῖς ἐνοχλεῖ. δηλοῖ δὲ Ἀλφειὸς Σι‐ κελικῆς πηγῆς Ἀρεθούσης ἐρῶν, ὃς προϊὼν ἐκ τῆς | |
Ἤλιδος τὸ ῥεῖθρον οὐκ ἀναμίγνυσι πολὺ διερ‐ | ||
5 | χόμενος πέλαγος ὡς ἐκ τούτου δεικνὺς τῇ ποθουμένῃ φυλάττειν ἀκέραιον τὸν τοῦ ἔρωτος πόθον. | |
6 | ||
Prog.2.31.1 | Περὶ Δηιανείρας. Δηιάνειραν τὴν Οἰνέως ἐπόθει μὲν Ἡρακλῆς, ἀντε‐ πόθει δὲ καὶ Ἀχελῷος ὁ ποταμός. εἰς ἔριν δὲ κατα‐ στάντες ἐκ πόθου ἀγῶνι μὲν τὴν ἅμιλλαν ἔκρινον καὶ | |
5 | ἆθλον τὸν τῆς κόρης γάμον προὐτίθεντο. καὶ προσ‐ πεσὼν Ἡρακλῆς παρασπᾷ μὲν Ἀχελῷον τοῦ κέρως, τὸ δὲ καταρρεῦσαν αἷμα τοῦ τραύματος κατεβάλετο Σει‐ ρήνων γένεσιν. | |
8 | ||
Prog.2.32.1 | Περὶ Πίτυος. Ἤρα τῆς Πίτυος ὁ Πάν, ἀντήρα δὲ καὶ ὁ Βορέας αὐτῆς. ἑκατέρου δὲ προσαγομένου τὴν κόρην πρὸς τὸν Πᾶνα μεθίσταται. καὶ ζηλοτυπεῖ μὲν ἐπὶ τούτοις Βο‐ | |
5 | ρέας, πνεύσας δὲ ἐπ’ αὐτῇ βιαιότερος τὴν μὲν κόρην ὠθεῖ, παραλαβοῦσαι δὲ ταύτην αἱ πέτραι τῷ θανάτῳ | |
παρέδοσαν. Γῆ δὲ ἐλεοῦσα τὸ πάθος ἀνῆκε δένδρον ὁμοίως περὶ τοὺς ἐραστὰς διακείμενον. τὸν μὲν γὰρ Πᾶνα στεφανοῖ τῷ θαλλῷ, θρηνεῖ δὲ τοῦ | ||
10 | Βορέου προσπνεύσαντος. | |
10 | ||
Prog.2.33t | Περὶ Ἀταλάντης. | |
Prog.2.33.1 | Πολλοὶ μὲν ἔκειντο μνηστῆρες ὑπὸ Ἀταλάντης ἡττηθέντες ποδωκείᾳ τῆς κόρης, ἔδει γὰρ ἡττώμενον μὲν ἀποθανεῖν, νικῶντα δὲ γαμεῖν, Ἱππομένης δὲ ταύ‐ της ἐπιθυμῶν, δεδιὼς δὲ τὸν κίνδυνον δεῖται τῆς | |
5 | Ἀφροδίτης συμπρᾶξαι. ἡ δὲ ἔδωκε τὰ χρυσᾶ μῆλα καὶ εἶπεν ὃ χρὴ ποιεῖν ἐν τῷ δρόμῳ. | |
Prog.2.33.2 | ὡς οὖν ἔθεον, ὁπότε πλησίον ἡ κόρη γένοιτο, μῆλον ἠφίει, ἡ δὲ ἐθαύμαζέ τε καὶ ὑπολειπομένη τὸ μῆλον ἀνῃρεῖτο, ἐγ‐ γιζούσης δὲ πάλιν τὸ αὐτὸ ἐδρᾶτο. καὶ διὰ τοιοῦδε | |
5 | σοφίσματος Ἀταλάντη μὲν εἶχε τὰ μῆλα, Ἱππομένης δὲ Ἀταλάντην. | |
6 | ||
Prog.2.34.1 | Ἄλλως. Ἀταλάντην τὴν Σχοινέως ἔχειν μὲν ἐπόθουν πολ‐ λοί, Ἱππομένης δὲ παρ’ ἑτέρους ἀπείληφε. μνωμένων γὰρ τὴν κόρην πολλῶν ἆθλον ἑαυτὴν ἡ παῖς προὐ‐ | |
5 | τίθει τοῖς νικῶσιν εἰς δρόμον. καὶ πάντων ἀπολειπο‐ | |
μένων τὸ τάχος Ἀφροδίτην Ἱππομένης εὕρατο σύμ‐ μαχον καὶ μῆλα χρυσᾶ παρ’ ἐκείνης λαβὼν ἠφίει παρὰ τὸ στάδιον. καὶ ἡ μὲν τὰ μῆλα συνέλεγεν, ὁ δὲ παρῄει συλλέγουσαν καὶ τέχνῃ μᾶλλον ἢ ῥώμῃ τὸν Ἀταλάντης | ||
10 | γάμον ἐκτήσατο. | |
10 | ||
Prog.2.35.1 | Περὶ Κηφέως καὶ Περσέως. Κηφεὺς εἶχεν Αἰθιόπων τε ἀρχὴν καὶ γυναῖκα κα‐ λήν. αὕτη καὶ τὰς Νηρηίδας κάλλει νικᾶν ἐνομίζετο καὶ ἔλεγεν. αἱ δὲ δέονται τοῦ σφῶν ἄρχοντος λαβεῖν | |
5 | ὑπὲρ αὑτῶν δίκην. ὡς δὲ ἔπεισαν, ὁ μὲν ἐπὶ τὴν τοῦ Κηφέως γῆν κῆτος ἔπεμψε, Κηφεὺς δὲ χρησμῷ πειθό‐ μενος πέτρας ἐπικειμένης θαλάττῃ τὴν θυγατέρα ἐκ‐ δήσας παρεῖχεν ἀπολλύναι τῷ κήτει. ταύτην σώζει τε καὶ λύει Περσεὺς τεμὼν ἐν Λιβύῃ καὶ φέρων | |
10 | τὴν Μεδούσης κεφαλὴν λίθον τε ποιήσας τὸ κῆτος. | |
10 | ||
Prog.2.36.1 | Ἄλλως. Κηφεὺς Αἰθιόπων κρατῶν Κασσιέπειαν ἐκέκτητο σύνοικον, ᾗ τοσοῦτον ἐπῄει διὰ κάλλος φρονεῖν ὡς αὐτὰς οἴεσθαι Νηρηίδας ὑπερβάλλειν. ἀγανακτήσας δὲ | |
5 | ἐπὶ τούτοις ὁ Ποσειδῶν κῆτος ἀνῆκε τὴν τῶν Αἰθιό‐ | |
πων γῆν λυμαινόμενον. ἀπορῶν δὲ Κηφεὺς λύσιν τοῦ δυστυχήματος ἤκουσεν, εἰ τὴν Ἀνδρομέδαν παραθείη τῷ κήτει. καὶ παρατυχὼν ὁ Περσεὺς ἀπολιθοῖ μὲν τῇ Γοργόνι τὸ κῆτος, σωτηρίας δὲ γέρας τῆς σωθείσης | ||
10 | ἐκομίσατο τὸν γάμον. | |
10 | ||
Prog.2.37.1 | Περὶ Ῥήνου. Ῥῆνος ὁ βαρβαρικὸς ποταμὸς σωφροσύνης ὑπάρ‐ χων κριτὴς παραρρεῖ τοὺς Κελτούς. ἐπειδὰν γάρ τις αὐτοῖς ἄρτι γένηται παῖς, λαβόντες τῷ ῥείθρῳ παρα‐ | |
5 | τιθέασιν. ὁ δὲ παραλαβὼν ἀποδίδωσι μὲν τοῖς γονεῦσι τὰ γνήσια, κτείνει δὲ τὰ νόθα παρ’ αὑτῷ κατασχών. καὶ διαγινώσκεται τὸ σῶφρον βίῳ τε καὶ θανάτῳ. | |
7 | ||
Prog.2.38.1 | Περὶ τῶν Ἀλωαδῶν καὶ περὶ Ἐλάτης. Ὦτος καὶ Ἐφιάλτης Ἀλωέως μὲν γεγόνασι παῖδες, | |
ἀδελφὰ δὲ εἶχον μετὰ τῶν σωμάτων τὰ βουλεύματα. παραπλησίως γὰρ τῷ μεγέθει φρονοῦντες τοῦ σώματος | ||
5 | βατὸν ἑαυτοῖς τὸν οὐρανὸν κατεσκεύαζον. καὶ θέντες ὄρος ἐπ’ ὄρει προιέναι μὲν ἐπειρῶντο παρὰ τοὺς κρείτ‐ τονας, ἀνακόπτει δὲ αὐτοὺς τῶν ἐγχειρημάτων ὁ Ζεὺς σκηπτῷ κατείργων τὸ πρὸς αὐτῶν μελετώμενον. Ἐλάτη δὲ ἡ τούτων ἀδελφὴ παραπλησία μὲν ὑπῆρχε τὸ μέ‐ | |
10 | γεθος, δακρύουσα δὲ τὸ συμβὰν δένδρου φύσιν ἠλλά‐ ξατο. καὶ μεταβαλοῦσα τὴν φύσιν μένει τὸ μέγεθος ὡς ἐτύγχανε πρότερον. ὅθεν τὸ ἔπος τὴν ἐλάτην οὐ‐ ρανομήκη προσεῖπεν. | |
13 | ||
Prog.2.39.1 | Περὶ Ἐνιπέως. Καὶ παρὰ τοῖς ποταμοῖς τὸ σῶφρον εὐδοκιμεῖ. δῆ‐ λος δ’ Ἐνιπεὺς Τυρὼ μὲν ἐρῶσαν ἀποστρεφόμενος, ἐξ ἀπάτης δὲ τῇ παιδὶ Ποσειδῶν συναπτόμενος. ἤρα μὲν | |
5 | γὰρ Ἐνιπέως Τυρώ, ἀντήρα δὲ καὶ Ποσειδῶν τῆς Τυροῦς. καὶ πρὸς Ἐνιπέα τῆς κόρης κλινούσης τὴν Ἐνιπέως Ποσειδῶν ὑπεκρίνετο φύσιν καὶ πείσας τὴν κόρην συνελθεῖν ἐκ τοῦ σχήματος Νηλέα καὶ Πελίαν ἐκ τῆς κόρης παῖδας προήγαγεν, ὡς τὸ ἔπος ἐδήλωσεν. | |
9 | ||
Prog.2.40.1 | Περὶ τοῦ τῆς Ἀμαλθείας κέρως. Ἰστέον ὅτι περὶ τοῦ τῆς Ἀμαλθείας κέρως οὕτω | |
φασί. τὴν αἶγα τὴν Ἀμάλθειαν τὴν γῆν τῷ κέρᾳ ἀν‐ ορύττουσαν θησαυρὸν κεκρυμμένον ἀποκαλύψαι, τὸν δὲ | ||
5 | αἰπόλον πλούσιον ἀντὶ πένητος γεγενῆσθαι. καὶ οὕτως Ἀμαλθείας κέρας παρὰ παροιμιαζομένοις ἀνθρώποις ὀνομάζεται. | |
7 | ||
Prog.2.41.1 | Περὶ Δανάης. Τὴν Δανάην ὁ πατὴρ Ἀκρίσιος ἐφύλαττεν ὡς παῖ‐ δα ἐν χαλκῷ θαλάμῳ τὴν παρθένον τηρῶν. Ζεὺς δὲ ἐρασθεὶς καὶ χρυσοῦς διὰ στέγους ῥυεὶς συνεγένετο. ἡ | |
5 | δὲ τίκτει τὸν Περσέα, ὃν Ἀκρίσιος ἅμα τῇ μητρὶ κατα‐ κλείσας εἰς λάρνακα παρέδωκε τῇ θαλάσσῃ. Περσεὺς δὲ καὶ ἐκ τούτου σώζεται καὶ δίσκον ἀφεὶς ἐν ἀγῶνι τὸν πάππον ἄκων ἀπέκτεινε καὶ τὸ μάντευμα εἰς τέ‐ | |
λος ἦγεν. | ||
Prog.3t1 | Χρεῖαι. | |
Prog.3.1t | Ἀλέξανδρος ἐρωτηθεὶς παρά τινος ποῦ ἂν ἔχοι τοὺς θησαυροὺς τοὺς φίλους ὑπέδειξεν. | |
Prog.3.1.1 | Ὅτι μέγας μὲν καὶ θαυμαστὸς ὁ βασιλεὺς Μακε‐ δόνων Ἀλέξανδρος καὶ τὴν ἤπειρον ἑκατέραν τῶν αὑ‐ τοῦ κατορθωμάτων ἐνέπλησε καὶ τοσοῦτον τοὺς ἔμ‐ προσθεν καὶ τοὺς ὕστερον παρήνεγκεν ὡς πρώτην χώ‐ | |
5 | ραν μὴ δοῦναι, πάντας ἂν ἡγοῦμαι συμφῆσαι, πλὴν εἴ τις ἢ παντάπασιν ἀναισθήτως ἢ λίαν ἀγνωμόνως ἔχοι· ἐμοὶ δὲ δοκεῖ καλὰ πρᾶξαι καὶ παραδοῦναι τοῖς ἐσο‐ | |
μένοις ὑμνεῖν οὐ τύχῃ μόνον, ἀλλὰ καὶ συνέσει χρη‐ σάμενος πρὸς ἅπαντα καὶ τῇ παρ’ ἐκείνης ῥοπῇ καὶ | ||
10 | τὰ παρὰ τῆς φρονήσεως ἀγαθὰ συνεισενεγκών. | |
Prog.3.1.2 | οὐ γὰρ ταὐτὸν ἔπαθε τοῖς ἄλλοις βασιλεῦσιν οἷς ἄχρηστος μὲν ἡ παιδεία κέκριται, τῆς δὲ εὐδαιμονίας ὅρος ἡ τρυφή, ἀλλ’ ἡγησάμενος οὐδὲν τῶν ἀνδραπόδων διαφέ‐ | |
5 | ρειν τοὺς ἀμοιροῦντας τούτου τοῦ κτήματος καὶ βου‐ ληθεὶς ἐν τῷ καλλίστῳ τῶν ὄντων ἀμείνων εἶναι τῶν ἀρχομένων Ἀριστοτέλει φέρων ἑαυτὸν συνῆψε καὶ κατ‐ έστησε τοῦ σοφωτάτου μαθητήν. καὶ τῶν μετὰ ταῦτα λαμπρῶν καὶ βεβοημένων ἡ πρὸς ἐκεῖνον συνουσία | |
10 | τὴν ὑπόθεσιν δέδωκε. | |
Prog.3.1.3 | περὶ μὲν οὖν τῆς ἀνδρείας ἢ τῆς δεινότητος ἢ τοῦ πρὸς ἔργοις ἔχειν ἀεὶ τὸν λο‐ γισμὸν ἤ τι τῶν τοιούτων εἰ διεξίοιμι, μακροτέρων ἂν δέοι λόγων· ὡς δὲ κοινὸν ἑαυτὸν κατέστησε καὶ | |
5 | πρὸς τοὺς συνόντας ὁμιλητικὸν ὥστε καὶ ἐρέσθαι τοῖς βουλομένοις ἐξεῖναι καὶ τυχεῖν ἀποκρίσεως εὐμενοῦς, τοῦτο τίς οὐκ ἂν ἀγασθείη; τοῖς μὲν γὰρ ἄλλοις εἴ τις ἀντιβλέψειεν, ἀδίκημα νενόμισται· Ἀλέξανδρος δὲ εἰ μὴ πρὸς τὰς ἐντεύξεις ἡμερώτατος φαίνοιτο, πάντων | |
10 | αἴσχιστον ἡγεῖτο. | |
Prog.3.1.4 | καὶ γάρ τοι προσελθών τις ἥδιστ’ ἄν, ἔφη, τοὺς θησαυροὺς ἴδοιμι τοὺς σούς, ὦ βασιλεῦ. καί μοι δοκεῖ τοῦτο ἐπαρθῆναι ποιῆσαι ὁρῶν μὲν ἅπαν ἔθνος ἤδη κατεστραμμένον, ἡγούμενος | |
5 | δὲ πλήθει χρημάτων ταῦτα εἰς τέλος ἥκειν. πῶς οὖν Ἀλέξανδρος; οὐχ ὑβρίζειν ὑπέλαβεν, εἴ τις ἐρωτήσειε προχείρως. ἔπειτα οὐκ ἐκέλευσε τοῖς διακόνοις λαβοῦσι τὸν ἄνθρωπον περιάγειν καὶ δεικνύναι χρυσίου πλῆθος, ἀργυρίου τάλαντα τόσα καὶ τόσα, λαφύρων ἀφθονίαν, | |
10 | ἀλλ’ εἰς τοὺς φίλους προστάξας ἰδεῖν μὴ ζητήσῃς ἕτερον, φησίν, Ἀλεξάνδρου πλοῦτον. οὗτοι γὰρ ἐμοὶ θησαυροί. | |
Prog.3.1.5 | Ὡς τοίνυν εἰκότως ταύτην ἡγήσατο πρέπειν τοῖς φίλοις τὴν προσηγορίαν, ῥᾴδιον γνῶναι, εἴπερ ἐξετά‐ σομεν τούς τε καιροὺς οἷς ἀνάγκη χρῆσθαι τοὺς ἀνθρώ‐ πους καὶ τύχας ἀμείνους καὶ παραπλησίους καὶ χείρο‐ | |
5 | νας, ἔτι δὲ πρὸς τούτοις ἡλικίας καὶ ὅτε τις βουλεύεται. | |
Prog.3.1.6 | Οὐκοῦν δύο μὲν καιροὶ τὰ ἀνθρώπινα διαιτῶσι πράγματα, λέγω δὴ πόλεμον καὶ εἰρήνην. 〈ἐν〉 ἑκατέρῳ δὲ μέγιστον ἡ τῶν φίλων ἰσχύει μερίς. οἷον τοῖς πολε‐ μοῦσι δεῖ μὲν χρημάτων, δεῖ δὲ ὅπλων, δεῖ δὲ συμ‐ | |
5 | βούλων, δεῖ δὲ συμμάχων. οὐκοῦν λύει μὲν τὴν ἀπο‐ ρίαν τῶν χρημάτων εἰς μέσον τιθεὶς τὰ ὄντα ὁ φίλος οὐχ αὑτοῦ μᾶλλον ἡγούμενος εἶναι τὴν οὐσίαν ἢ τοῦ συνήθους, συμβουλὰς δὲ τὰς ἀρίστας ἀναζητῶν καὶ λέ‐ γων ἐκείναις ὀρθοῖ τὰ πράγματα. ἤδη δέ τινες ὅπλων | |
10 | ἀποροῦντες εἰς τοὺς φίλους ἰδόντες εὐπόρησαν. καὶ μὴν τό γε τῶν συμμάχων ἀγαθὸν τῆς φιλίας ἡγησα‐ μένης ἂν γένοιτο. | |
Prog.3.1.7 | τὸ δ’ αὐτὸ καὶ πόλεσι καὶ τοῖς καθέκαστα χρήσιμον. καλῶ μὲν γὰρ ἐγὼ πόλεων φίλους τοὺς εὔνους τοῖς καθεστηκόσιν, οὗτοι δὲ 〈οἱ〉 νόμους τι‐ θέντες καὶ ψηφίσματα γράφοντες καὶ γνώμας ἀγορεύον‐ | |
5 | τες καὶ τοὺς ἀδικοῦντας ἐλέγχοντες καὶ τοὺς χρηστοὺς | |
ἀμείβεσθαι πείθοντες. ἀλλὰ μὴν καὶ τοῖς καθέ‐ καστον μέγα παρὰ τῶν ἐπιτηδείων τὸ κέρδος. ἐκεῖνοι γάρ εἰσιν οἱ νουθετοῦντες ἁμαρτάνοντας ἢ σφαλλομέ‐ νους ἐπὶ τὰ βελτίω μεθιστῶντες, οἱ δεομένοις ἐπικου‐ | ||
10 | ροῦντες, οἱ ταῖς εὐπραξίαις χαίροντες, οἱ τοῖς ἀτυχοῦ‐ σι συναλγοῦντες. ἐκεῖνοι καὶ πολέμους πειρῶνται κα‐ ταλύειν ὡς ἄριστα καὶ τὴν εἰρήνην ὡς ἐπιπλεῖστα φυ‐ λάττειν καὶ τὸ πρόσφορον ἑκατέρῳ τηροῦντες 〈καὶ〉 ἀεὶ τὰ συνοίσοντα πράττοντες. | |
Prog.3.1.8 | ἀλλὰ μὴν πόλεων τὰς μὲν βασιλεύεσθαι, τὰς δὲ [καὶ] δημοκρατεῖσθαι συμβέβηκεν, ἐν δὲ ταῖς ὀλιγαρχίας καθεστάναι. ὁ δὲ τοῖς ὑπάρχου‐ σιν οἰκείως ἔχων σώζει μὲν βασιλεῖ τὴν βασιλείαν, | |
5 | τηρεῖ δὲ δήμοις τὴν ἐλευθερίαν, φυλάττει δὲ ταῖς ὀλι‐ γαρχίαις τὸ σχῆμα. | |
Prog.3.1.9 | ἀλλὰ μὴν τῶν ἀνθρώπων οἱ μὲν πενίᾳ συζῶσι, τοῖς δὲ πολὺς παρὰ τῆς τύχης ὁ πλοῦ‐ τος. ἑκάτερον δὲ δεῖται πρὸς ὑπερβολὴν τῆς τῶν φί‐ λων ῥοπῆς. τοῖς μὲν γὰρ διασώζει τὰ ὄντα, τοῖς δὲ | |
5 | ἐπικουφίζει τὴν πενίαν. | |
Prog.3.1.10 | καὶ μὴν ἅ γε δι’ ἡμῶν αὐτῶν πράττειν ἀδύνατον, ταῦτα τῇ τῶν φίλων προσ‐ | |
θήκῃ πληροῦμεν. τίς γὰρ οὐκ οἶδεν ὅτι δεῖ μὲν γυ‐ ναικὸς ἀνδρὶ κατὰ τὸν Ἡσίοδον; αὐτοὶ δ’ οἱ γαμεῖν | ||
5 | μέλλοντες ἐρυθριάσαιεν ἂν ὑπὲρ τοῦ γάμου διαλεγό‐ μενοι. ἐνταῦθα δὴ τὸν ἐπιτήδειον ἡ χρεία καλεῖ. ὁ δὲ πολλοὺς καὶ καλοὺς μελετήσας λόγους καὶ τὰ ὄντα ἄρας καὶ τὰ οὐκ ὄντα προσθεὶς ῥᾷστα συνάπτει τὰ γένη. | |
Prog.3.1.11 | ἀλλ’ ἐν ταῖς ἀποβολαῖς τῶν παίδων καὶ τῶν ἀναγκαιοτάτων, οὗ πολλάκις τὸ πάθος μεῖζον ἢ φέρειν, τίνες οἱ παρόντες καὶ τῆς λύπης ἀφαιροῦντες καὶ κω‐ λύοντες ὁρμῆσαι πρὸς ξίφος; οὐχ οὗτοι; πᾶς ἂν συμ‐ | |
5 | φήσειεν ὅστις οὐκ ἄπειρος φίλων. ἐπεὶ καὶ πᾶσαν ἡλι‐ κίαν ἔγωγ’ ἂν φαίην μέγιστα τοῦ πράγματος ἀπολαύειν. τὸ γῆρας ἐκεῖθεν κουφότερον, τοῖς ἀκμάζουσιν ἀπὸ τούτων οἱ συνεργοί, τοῖς παισὶν οὐχ ἑτέρωθεν οἱ τῶν ἀσκήσεων κοινωνοί. οὕτως οὐδέν ἐστιν ὃ φαίης | |
10 | ἂν ἔξω καθεστάναι τῆς παρὰ τῶν συνήθων χρείας. | |
Prog.3.1.12 | Ἔστι μὲν οὖν οὐδὲ ταῦτα σμικρὰ παραδείγματα τοῦ σώφρονα ἀποκρίνασθαι τὸν Ἀλέξανδρον, δοκεῖ δ’ ἄν μοί τις ἰδεῖν ἀκριβέστερον ἡλίκον τὸ πρᾶγμα τῶν φίλων, εἰ τοὺς ἐστερημένους ἐκείνων σκέψαιτο. | |
Prog.3.1.13 | οὐκ‐ | |
οῦν ὁ μὲν τύραννος ἐν φόβῳ βέβαιον μὲν οὐδὲν τῶν παρόντων ἀγαθῶν ἡγούμενος, ἀεὶ δὲ τὸ μέλλον προσ‐ δοκῶν χαλεπόν; ᾧ γὰρ οὐκ ἔστι σύμβουλος ἀποστήσων | ||
5 | μὲν τοῦ χείρονος, προσάξων δὲ τῷ βελτίονι καὶ πείσων τὰ μὲν φεύγειν, τὰ δὲ διώκειν, πῶς ἂν ὁ τοιοῦτος ἢ πολεμήσειεν, ὅτ’ ἄμεινον, ἢ τὴν εἰρήνην, ὅτε βέλτιον, ἔχοι; παρὰ τοῦ δ’ ἂν τοὺς ἐπιβουλεύοντας προμαθὼν ἀποκρούσαιτο πρὸ τῆς πείρας τὰ δυσχερῆ; τίς δ’ ἂν | |
10 | αὐτῷ νενικηκότι συμπαιανίσειε; τίς δ’ ἂν ἡττημένῳ συναχθεσθείη; τῇ πόλει δὲ κηδεμόνος ἀπορούσῃ τίς τῶν ὄντων ἀσφάλεια, τίς ὑπὲρ τοῦ μέλλοντος ἄδεια; | |
Prog.3.1.14 | εἶεν. τοῖς δὲ δὴ καθέκαστον οὐκ ἀλγεινότατος ὁ βίος τῆς τοιαύτης κοινωνίας ἐστερημένοις; τίς ἐπ’ ἀγο‐ ρᾶς διαλέξεται; τίς ὅ τι χρὴ πράττειν ὑποθήσεται; τίς ὃ φυλάξασθαι δεῖ συμβουλεύσει; τίς κουφίσει συμφο‐ | |
5 | ράν; τίς κρινομένῳ παρέσται; | |
Prog.3.1.15 | ἀφῄρηται καὶ τῆς νεότητος ἡ τέρψις ἄνευ φίλων, καὶ γῆρας βαρύτερον, εἰ τοῦτο ἀφέλοι τις, καὶ πενία μὴ τοῦτο ἔχουσα δι‐ πλοῦν ἂν εἴη κακόν. ὁ δέ γε πλούσιος τοὺς μὲν ἐπι‐ | |
5 | βουλεύοντας πολλούς, τοὺς δὲ βοηθοῦντας οὐδαμῶς ὄψεται. καὶ πολλὰ ἂν εἴη λέγειν ἃ τοῖς ἀποροῦσι φί‐ | |
λων συνέζευκται χαλεπά. εἰ τοίνυν τοῖς σπανίζουσι φίλων πάντα περιέστηκε τὰ δεινά, τοῖς γε ἐν εὐπορίᾳ γνωρίμων εὐδαιμονία πολλή. καὶ παραπλησίως τοῖς μὲν | ||
10 | ἥδιστος, τοῖς δὲ βαρύτατος ὁ βίος. | |
Prog.3.1.16 | Καὶ μὴν εἰκότως ἂν μᾶλλον οἱ φίλοι θησαυροὶ προσαγορευθεῖεν ἢ ταῦτα ἃ νῦν οὕτω κέκληται. τί γὰρ τοσοῦτον παρὰ τῶν χρημάτων ὅσον τὸ παρὰ τούτων; παρετάξατο χρήματα πολεμοῦσι καὶ παρεκιν‐ | |
5 | δύνευσεν; οὐκ ἔστιν. ἀλλ’ εἰσηγήσατο γνώμην; ἀλλὰ προκατεμήνυσεν ἐνέδραν; ἀλλ’ ἔλυσε στάσιν; ἀλλὰ φρονιμωτέρους ἐποίησεν; οὐδαμῶς. καὶ μὴν πάντα γε ταῦτα καὶ ἔτι πλείω τούτων παρὰ τῶν ἐπιτηδείων καὶ πρός γε αὐτὰ τὰ χρήματα παρ’ αὐτῶν γένοιτ’ ἄν. ἔτι | |
10 | τοίνυν οἱ μὲν ἄριστοι τῶν φίλων οὐδεπώποτε χείρους τοὺς χρωμένους ἐποίησαν, τὸν δὲ πλοῦτον ἀκούομεν πολλάκις εἰς κακίαν συντελεῖν. | |
Prog.3.1.17 | ὥστε νουνεχόντως Ἀλέξανδρος μετέστησεν ἀπ’ ἐκείνων ἐπὶ τούτους τοὔ‐ νομα. διόπερ ἀεὶ φίλων δεῖ τοῖς μέλλουσιν εὐδαιμόνως βιώσεσθαι. ὅτῳ δὲ οὐκ ἔστι τοιοῦτον κτῆμα, παραπλή‐ | |
5 | σιον ἂν εἴη πεπονθὼς τῷ τῆς ἑτέρας ἐστερημένῳ ταῖν χεροῖν. ὅσον γὰρ ἀλλήλοις οἱ πόδες ἐν τῷ βαδίζειν | |
συνεισφέρουσι, τοσοῦτον ἐν τοῖς πράγμασιν οἱ φίλοι παρέχουσιν. οὐχ ἁμάρτοι δ’ ἄν τις οὐδὲ τὴν συζυγίαν τῶν ὀφθαλμῶν παραβαλὼν τῇ κοινωνίᾳ τῶν φίλων. | ||
Prog.3.1.18 | Ἔστι μὲν οὖν καὶ παρὰ τῶν καθ’ ἡμέραν γινο‐ μένων πλῆθος ἀποδείξεων λαβεῖν καὶ μεστὸς ὁ βίος τῶν εἰς τοῦτο φερόντων, ἔχοι δ’ ἄν τις καὶ πρὸς τοὺς ἄνω χρόνους τῶν ἡμιθέων ὁρῶν ἀπ’ αὐτῶν κομίσαι | |
5 | τὰ παραδείγματα. τί γὰρ ἐνδοξότερον τῆς Ἡρακλέους καὶ [τῆς] Θησέως φιλίας; ἢ τί τῶν κατωρθωμένων αὐ‐ τοῖς διὰ τοῦ ταὐτὰ προελέσθαι τε καὶ φρονῆσαι παρα‐ πλήσια καὶ συμπνεῦσαι πρὸς τοὺς ἄθλους; ὅτε δὲ ἀπο‐ στροφῆς ἐδέησεν αὖθις τῷ Ἡρακλεῖ, τίς ἀγαγὼν αὐτὸν | |
10 | Ἀθήναζε πρὸς τὴν χρείαν ἤρκεσεν; ὁ Θησεύς. | |
Prog.3.1.19 | αὐ‐ τὸς τοίνυν οὗτος Θησεὺς ὁ Πειρίθῳ χρώμενος ἐξετά‐ | |
σωμεν ἅ τε ἀπήλαυσεν ἅ τε παρέσχεν. οὐκ οὖν ἔδει μὲν τῷ Θησεῖ τὴν Ἑλένην γενέσθαι δι’ ἁρπαγῆς; ἐπεὶ | ||
5 | δὲ πείθων οὐκ εἶχε λαβεῖν, ἦν δὴ ὁ κίνδυνος οὐ μικρός, τοῦτο μὲν ἐκ τοῦ πατρός, τοῦτο δὲ ἐκ τῶν ἀδελφῶν καὶ τῶν ἄλλων τῶν ἐν Λακεδαίμονι. ἀλλ’ ὅμως ἐτόλμα Θησεύς, οὐκ ἀπελείπετο δὲ Πειρίθους τὴν χάριν πρὸ τῶν φόβων τιθέμενος. | |
Prog.3.1.20 | καὶ οὐκ ἐμέμψατο τὴν προθυμίαν, ἀλλὰ τάχιστα δὴ τὴν ἀντί‐ δοσιν ἐκομίζετο. βουληθεὶς γὰρ μνηστεῦσαι Κόρην τὴν Διὸς καὶ Δήμητρος ἐκέλευσε μὲν τῷ Θησεῖ συνακο‐ | |
5 | λουθῆσαι, ὁ δὲ τὰ μὲν πρῶτα κατέχειν ἐπειρᾶτο πρό‐ δηλον εἶναι λέγων τὴν συμφοράν, ἐπεὶ δὲ πείθειν λέ‐ γων οὐκ ἴσχυεν, ἐκοινώνει τῶν κινδύνων εἰδὼς μὲν ἃ πείσεται, παθεῖν δὲ μᾶλλον αἱρούμενος ἢ λυπῆσαι τὸν φίλον. | |
Prog.3.1.21 | τὸν δὲ παῖδα τὸν Ἀγαμέμνονος πῶς ἀκού‐ ομεν διατεθῆναι μετὰ τὸν φόνον τῆς μητρός; οὐκ ἠλαύ‐ νετο μὲν ὑπὸ τῶν Ἐριννύων, ἐμισεῖτο δὲ ὑπὸ τῶν ἰδίων, ἐπάρατος δὲ καὶ δυσσεβὴς ἐδόκει παρὰ πᾶσι καὶ | |
5 | μιαρώτατος εἶναι; ἀλλ’ ὅμως ὁ Πυλάδης οὐκ ἀπεστρά‐ φη μετὰ τῆς τύχης τὸν ἄνθρωπον οὐδὲ ἐνθυμηθεὶς ὡς μεταλήψεται τῆς ἀδοξίας ἐγκαλυψάμενος ἔφυγεν, ἀλλὰ | |
παρῆν καὶ συνηκολούθει καὶ συνηγωνίζετο καὶ θερα‐ πεύειν οὐκ ᾐσχύνετο τὸν αὐτόχειρα τῆς μητρός. | ||
Prog.3.1.22 | μι‐ κρὰ πάντα πρὸς τὴν Ἀχιλλέως γνώμην κρινόμενα. ἐκεῖ‐ νος γὰρ ᾔδει σαφῶς ἀκούσας ὡς δεῖ δυοῖν θάτερον, ἢ τὸν Ἕκτορα μὴ διαφθείρειν ἢ καὶ αὑτὸν τεθνάναι, | |
5 | ἀλλ’ ὅμως ἔμπροσθεν τῆς ἑαυτοῦ ψυχῆς ἐποιήσατο τι‐ μωρῆσαι Πατρόκλῳ. | |
Prog.3.1.23 | Αὕτη μὲν ἡ τῶν πραγμάτων Ἀλεξάνδρῳ μαρ‐ τυρία, δεῖ δὲ μηδὲ Εὐριπίδην παραλιπεῖν, πάντως δὲ οὐκ ἀμφισβητήσιμος ἡ σοφία τοῦ ποιητοῦ. τί οὖν ἐκεῖ‐ νός φησι; μηδὲν εἶναι προτιμότερον φίλου σαφοῦς, οὗ | |
5 | δεύτερον πᾶν ἐφεξῆς ἄριστον. εἶτ’ ἐπειδὴ τοὺς ἀνθρώ‐ πους ἑώρα πλοῦτον καὶ τυραννίδα θαυμάζοντας, διαρ‐ ρήδην φησίν· οὐ πλοῦτος, οὐ τυραννὶς τοῦδε βέλτιον. | |
Prog.3.1.24 | Εἰκότως ἄρα θησαυροί τε ἐνομίσθησαν Ἀλεξάν‐ δρῳ καὶ ὠνομάσθησαν οἱ φίλοι. ἔστι τοίνυν ἐχόντων νοῦν κἀκεῖνον ἐπαινεῖν τοῦ λόγου καὶ αὐτοὺς μιμεῖσθαι τοῖς ἔργοις, ὡς οὐκ ἔσθ’ ὅπως εὐδαιμόνως | |
5 | βιώσομεν, εἰ μὴ φίλων πολλῶν καὶ ἀγαθῶν εὐποροῖμεν. | |
Prog.3.2t | Διογένης μειράκιον ἰδὼν ἀτακτοῦν τὸν παιδα‐ γωγὸν ἔπαισεν ἐπειπών· τί γὰρ τοιαῦτα παι‐ δεύεις; | |
Prog.3.2.1 | Ἅπασα μέν μοι φιλοσοφία τίμιον καὶ δαι‐ μόνιον καί μοι δοκοῦσιν οἱ τοὺς ἐν αὐτῇ ζῶντας μὴ θαυ‐ μάζοντες ἴσως ἂν πάντων τῶν θεῶν ὀλιγωρῆσαι, χρὴ δὲ τοσοῦτον αὐτοὺς ὑπολαμβάνειν τῶν λοιπῶν διαφέρειν | |
5 | ὅσονπερ ἐκείνους τῶν θηρίων· τῶν δ’ αὖ τοῦτον ᾑρημένων τὸν βίον εἰκότως ἄν μοι δοκῶ Διογένη τε διαφερόντως ἀγασθῆναι καὶ τὴν ὁδὸν ἣν οὗτος ἦλθε. | |
Prog.3.2.2 | τὸ μὲν γὰρ οὐρανοῦ τε καὶ γῆς μέτρα ἡλίου τε καὶ σελήνης διερευνήσασθαι δρόμους ἄλλοις ἀφῆκεν, αὐτὸς δὲ μετῆλθεν ἀρετὴν ἣ μάλιστα τοὺς ζῶντας ὀνή‐ σειν ἔμελλε. πλούτου κατεφρόνει, τῶν ἡδονῶν ἐκράτει, | |
5 | τὸ σῶμα παρεῖχε τοῖς πόνοις, τὴν τῶν δυνατῶν εὐδαι‐ | |
μονίαν δυστυχίαν ἐνόμιζε. πάντας δὲ ἀνθρώπους οἰ‐ κείους ἡγούμενος ἐπεμελεῖτο πάντων καὶ συλλήβδην εἰπεῖν Ἡρακλέους ἑαυτὸν ζηλωτὴν κατέστησεν αὐτῇ βακτηρίᾳ περιιὼν ἐπὶ τῷ βελτίους ποιεῖν οἷς ἐντυγχά‐ | ||
10 | νοι. | |
Prog.3.2.3 | οἷον δ’ αὖ κἀκεῖνο διεπράξατο. παιδὶ μὲν γὰρ ὁ παιδαγωγὸς παρῆν, τὸν δὲ προσήκοντα κόσμον ὁ παῖς οὐκ ἐφύλαττε, Διογένει δὲ τὸ πραττόμενον ἐπαν‐ ορθώματος ἐδόκει δεῖσθαι. τί οὖν ποιεῖ; τὸν νέον | |
5 | ὑπερβὰς ἐπὶ τὸν ἐφεστηκότα φέρεται καὶ παίει κατὰ τοῦ νώτου πολλὰς καὶ προστίθησι ταῖς πληγαῖς τὸν λόγον, ὡς οὐκ ἄρα χρὴ τοιοῦτον εἶναι παιδευτήν. | |
Prog.3.2.4 | Πρῶτον μὲν οὖν ἀμφοτέρων εἵνεκα τὸν ἄνδρα ἐπαινῶ, τοῦ τε μὴ κατοκνῆσαι ταῖς χερσὶ χρήσασθαι πρὸς τὸ σωφρονίσαι καὶ τοῦ τὴν αἰτίαν εἰπεῖν δι’ ἣν τοῦτο ἐποίησε. τούς τε γὰρ σφόδρα ἀδικοῦντας | |
5 | ἔργῳ παιδεύειν ἠξίου τό τε μὴ σιωπῆσαι καὶ τὸ πόθεν ἐπὶ τὰς πληγὰς παρωρμήθη δηλοῦντος ἦν τῷ πεπονθό‐ τι τοῦ χάριν ταῦτ’ ἐπεπόνθει. εἰ γὰρ πλήξας ἀπιὼν ᾤχετο σιωπῇ, οὐδὲν ἂν ἐκώλυσε τὸν μὲν παιδαγωγὸν ἀγνοῆσαι πλημμελήσαντα, τῇ δὲ ἀγνοίᾳ μηδὲν βελτίω | |
10 | γενέσθαι. | |
Prog.3.2.5 | καὶ μὴν τὸ τῶν ἁμαρτημάτων τοῦ νέου παρὰ τοῦ παιδαγωγοῦ τὴν τιμωρίαν λαβεῖν νοῦν ἐχόν‐ των εὑρήσομεν. ἐνθυμηθῶμεν γὰρ ὅτου χάριν οἱ γο‐ νεῖς μισθοῦνται τοὺς ἐπιστησομένους τοῖς υἱέσιν. ἆρά | |
5 | γε μάτην ἐπιθυμοῦντες δαπανᾶσθαι χρήματα, ἀναλί‐ σκειν πλοῦτον; πόθεν; οὐδεὶς οὕτως ἀπόπληκτος. | |
Prog.3.2.6 | ἀλλὰ πρὸς τί δὴ βλέπουσιν; ἴσασιν ἐκεῖνοι τὴν νεότητα ἐπιρρεπῆ φύσει πρὸς τὰ ἁμαρτήματα, κατὰ δὲ τῶν χρηστῶν ἀεὶ τὴν ἐναντίαν δόξαν ἔχουσαν καὶ φεύγου‐ | |
5 | σαν μὲν ἀφ’ ὧν ἔστιν εὐδαιμονίαν λαβεῖν, διώκουσαν δὲ δι’ ὧν ἔστιν ἀθλιωτάτους γενέσθαι. | |
Prog.3.2.7 | ἵν’ οὖν τῷ νέῳ παρὰ τῶν πρεσβυτέρων μανθάνειν εἴη, τίσι μὲν προσεκτέον, τίνων δ’ ἀφεκτέον, τούτου χάριν τὴν πλείστην πρόνοιαν ἐνταῦθα εἰσφέρονται παιδαγωγοὺς | |
5 | ὡς μάλιστα βελτίστους ἀνερευνᾶν κανόνα τῶν τοῦ παι‐ δὸς πραγμάτων ποιούμενοι τὴν ἐκείνου γνώμην. | |
Prog.3.2.8 | τεκ‐ μήριον δέ, τῶν γὰρ ἀνθρώπων ἕκαστος τῷ τοῦ παιδα‐ γωγοῦ τρόπῳ τεκμαίρεται τὸν τοῦ νέου. κἂν μὲν ᾖ | |
χρηστὸς ἐκεῖνος, καὶ περὶ τούτου προσδοκᾷ τὰ βελτίω, | ||
5 | μὴ τοιούτου δὲ ὄντος χείρους ἐλπίδας καὶ περὶ τοῦ νέου λαμβάνει. | |
Prog.3.2.9 | οὐκοῦν τοῦ μὲν πατρὸς ἀργύριον δοῦναι, τοῦ δὲ παιδαγωγοῦ τῶν λοιπῶν φροντίσαι μη‐ δὲν ὑποστελλόμενον. διὰ τοῦτο γὰρ καὶ παίειν καὶ ἄγχειν καὶ στρεβλοῦν καὶ ἃ τῶν δεσποτῶν πρὸς τοὺς | |
5 | οἰκέτας, ταῦτα καὶ τῶν υἱέων τοῖς ἐφεστῶσιν ἀξιοῦσιν ὑπάρχειν, ὡς μηδεὶς ἀπόλογος ἐσύστερον ᾖ. | |
Prog.3.2.10 | Τί οὖν φημι; μᾶλλον δέ, τί Διογένης φησίν; ἂν πίνειν πέρα τοῦ μετρίου βούληται, μηδα‐ μῶς, ὦ τάν, ἐπίτρεπε. καὶ τὸν ὕπνον δὲ τὸν ἔξω τοῦ προσήκοντος διάκοπτε. καὶ πρὸς | |
5 | ἀργίαν ἐκφερόμενον ἀνέγειρε καὶ παρατήρει βλέμμα καὶ σχῆμα καὶ φωνὴν μὴ παρὰ μέλος συμβῇ. καὶ τὰ μὲν πρῶτα πειρῶ νουθετεῖν, εἰ δ’ ἀντιτείνει, κόλαζε καὶ πικρὸς ὑπὲρ σωφρο‐ σύνης φαίνου μᾶλλον ἢ τῇ φιλανθρωπίᾳ ζη‐ | |
10 | μίου. πάρεστιν ἱμάς. ξαῖνε κατὰ τοῦ νώτου πολ‐ λάς. φοβείσθω τὴν σὴν βακτηρίαν. εἰ δὲ οὐκ ἐκεῖνος τὴν σήν, σὺ τὴν ἐμήν. τούτους ἡγεῖσθαι χρὴ Διογένους τοὺς λόγους. ἐν γὰρ τῷ τί γὰρ τοι‐ αῦτα παιδεύεις; εἰπεῖν ταῦτα πάντα περιείληφεν. | |
Prog.3.2.11 | Ἔτι τοίνυν ὡδὶ σκεψώμεθα. πότερον οὖν παρῆν τῷ παιδὶ διαπαντὸς ἢ οὔ; εἰ μὲν γὰρ ἀπεστάτει, προ‐ δότης ἦν τοῦ νέου σαφής· εἰ δὲ συνέζευκτο, πότερον ἠρέσκετο τοῖς πλημμελήμασιν ἢ οὔ; εἰ μὲν γὰρ βουλο‐ | |
5 | μένου ταῦτα ἦν ἁμαρτάνεσθαι, τίς τοῦ τοιούτου πονη‐ ρότερος; εἰ δὲ οὐ βουλομένου, τί παθὼν οὐκ ἐκώλυεν; οὐ γὰρ δὴ χεῖρας ἔμελλεν ὁ νέος ἀνταίρειν. τὸ γὰρ πείθεσθαι καὶ μὴ ἀντιβλέπειν ἀναγκαῖον ὂν ἠπίστατο. | |
Prog.3.2.12 | εἰ δὲ ἃ τὸν παιδαγωγὸν ὁ Διογένης, ταῦτα τὸν νέον ἐτύγχανε δράσας, οὐκ ἂν ἐκεῖνον εἰπεῖν νομίζομεν; ὦ σοφώτατε Διόγενες, ἐμοὶ γὰρ ὑπείληπται κα‐ λὸν ὃ δίδωσι πράττειν ὁ κύριος. καὶ νῦν σὺ μὲν | |
5 | ταύτην ἀταξίαν, ἐγὼ δὲ παιδείαν ἡγοῦμαι. ση‐ μεῖον δὲ τὸ μηδὲ τὸν παιδαγωγὸν ἀποτρέπειν ποιοῦμαι. εἰ ταῦτα ἤκουσεν, ἆρ’ οὐχ ὡμολόγησεν ἂν ἀκρισίᾳ περὶ τὰς πληγὰς κεχρῆσθαι; πάνυ γε. διόπερ οὐδὲν τοιοῦτον οὔτε ἔπραξεν οὔτε ἤκουσεν. | |
Prog.3.2.13 | ἐπεὶ δὲ καὶ πανταχοῦ τὰς ἀρχὰς καὶ τὰς ὑποθέσεις προσή‐ | |
κει τῶν πραγμάτων σκοπεῖν καὶ πρὸς ἐκείνας πάντα ἀναφέρειν τὰ δεύτερα, τὸ γὰρ παρέχον τὴν ἀφορμὴν | ||
5 | καὶ τῶν ἀκολουθούντων κομίζεται τὸν λόγον, καὶ τὸ τῆς ἀταξίας ὑπὸ μὲν τοῦ παιδὸς ἐγίγνετο, κατεσκεύαστο δὲ τῇ τοῦ παιδαγωγοῦ ῥᾳθυμίᾳ, οὐ δὴ ψιλὸν ἐξήτασε τοὖργον, ἀλλὰ καὶ τὸν δόντα τῷ πράγματι τὴν καταβολὴν καὶ τῷ μὲν πράττοντι συνέγνω, τὸν δὲ δόν‐ | |
10 | τα τὴν ἄδειαν ἐμίσησεν. | |
Prog.3.2.14 | οὗ γὰρ μὴ συγχωρήσαντος οὐκ ἄν ποτ’ ἐπέπρακτο, τοῦτον ἡγεῖτο δίκην τῶν πρα‐ χθέντων ὀφείλειν. καὶ γὰρ ὡς ἀληθῶς τῶν ἀτοπωτάτων, εἰ μέν τι τῶν ἀμεινόνων ὑπὸ τῶν νέων γένοιτο, τὸν | |
5 | ἐφεστηκότα τὴν δόξαν καρποῦσθαι, τῶν δὲ ὡς ἑτέρως ἐχόντων μὴ τὸν αὐτὸν τοῦτον ὑπεύθυνον εἶναι. | |
Prog.3.2.15 | ἐγὼ πολλάκις ἔγνων τὸν μὲν νέον ἀπομνημονεύοντα καλῶς, τὸν δὲ παιδαγωγὸν μέγα φρονεῖν ἀξιοῦντα, καὶ τὸν νέον μὲν ὡς ὀξύτατα συνιέντα, τὸν δὲ μάλιστα σεμνυ‐ | |
5 | νόμενον, καὶ τὸν μὲν σωφρονοῦντα, τὸν δέ, εἰ μή τις αὐτὸν ἐπαινοίη, δεινὰ φάσκοντα πάσχειν. | |
Prog.3.2.16 | καὶ μὴν | |
οἱ γονεῖς ὅταν αἴσθωνται τὰ τοῦ παιδὸς αὑτοῖς ὡς ἄριστα προχωροῦντα καὶ λόγων εἵνεκα καὶ τρόπων, αὐτὸν μὲν οὐδὲ μικρὸν ἐπὶ τούτοις ἂν θαυμάσαιεν, | ||
5 | εἰς δὲ τὸν ἐπόπτην καὶ τὸν ἐπὶ τοῦτο ἄγοντα ῥέπουσι, κροτοῦσιν, ἐπαινοῦσι, χρήματα προτείνουσι, καὶ τῶν παραχρῆμα διδομένων τὰ προσδοκώμενα μείζω. | |
Prog.3.2.17 | ἔστιν οὖν ἁπλοῦς καὶ δίκαιος λόγος· οὐδεὶς θαυμάσεται τὸν νέον τῶν ἀγαθῶν. οὐ τοίνυν οὐδὲ κολάσει τῶν ἐναντίων. ἐπὶ τὸν παιδαγωγὸν ἥξει τὸ θαῦ‐ | |
5 | μα τῶν δεξιῶν, οὐκοῦν καὶ τῶν ἁμαρτημάτων ἡ ζημία. ἢ μέγιστα ἂν εἶεν πλεονεκτοῦντες κἀκείνων δῶρα λαμβάνοντες καὶ τούτων δίκην μὴ διδόντες. ἀλλ’ οὐκ ἄξιον. ἀλλ’ οἱ τῶν τιμῶν καὶ τῆς τιμωρίας, εἰ πλημμελοῖτό τι, κληρονομοῖεν ἂν εἰκότως. καὶ μὴ τῆς | |
10 | φιλοτιμίας ἀντιποιούμενοι ἀγανακτούντων ἐπὶ ταῖς πλη‐ γαῖς. | |
Prog.3.2.18 | τοῦτο τὸ δίκαιον πανταχοῦ σωζόμενον εὑρήσομεν. ᾖσεν ὁ χορὸς πλημμελῶς. τὸν διδάσκαλον ἐν αἰτίαις ἔχει τὸ θέατρον, καὶ τῶν μὲν χορευτῶν οὐ‐ δεὶς καθάπτεται, τὸν δὲ οὐ καλῶς ῥυθμίσαντα τοῦτον | |
5 | ἐλαύνουσι. δῆλον γὰρ ὡς, εἴπερ οὗτος ὑφηγεῖτο τὴν ἀμείνω, ταύτην ἂν ἦλθεν ἐκείνων ἕκαστος. | |
Prog.3.2.19 | βοῦς δὲ ὅταν κυρίττῃ, πότερα τὸν βουκόλον ἢ ἐκεῖνον μεμ‐ φόμεθα; πῶλος δὲ ὅταν ἀτακτῇ, πότερον ἐκεῖνον ἢ τὸν ἡνίοχον κακίζομεν; φροντιζέτω δὲ καὶ τῆς τῶν ναυτῶν | |
5 | ἀρετῆς ὁ κυβερνήτης ὡς αὐτὸς ὑφέξων λόγον ὧν ἂν ἐκεῖνοι σφαλῶσιν. ὥσπερ γὰρ ἐπὶ τὸν λοχαγὸν τὰ τῶν ἑπομένων ἐγκλήματα βαδίζει, τὰ γὰρ ἐκείνου νεύματα τῶν πρακτέων τοῖς στρατιώταις ὅρος, οὕτω καὶ τὴν αἰτίαν τῶν ἁμαρτανομένων τοῖς νέοις ἐπὶ τὴν τοῦ | |
10 | παιδαγωγοῦ κεφαλὴν δικαίως 〈ἂν〉 ἀναθεῖεν ἅπαντες. | |
Prog.3.2.20 | Γένοιτο δ’ ἂν ὅ φημι γνωριμώτερον, εἰ πρὸς τὰς μεγίστας τῶν Ἑλληνίδων πόλεων ἀποβλέψαιμεν, τὴν Ἀθηναίων λέγω καὶ Λακεδαιμονίων. Ἀθηναῖοι μὲν οὖν οὐκ ἀναιρεθέντων τῶν πεσόντων ἐν Ἀργινούσαις | |
5 | τοὺς μὲν στρατηγοὺς ἀπέκτειναν, τοὺς δὲ λοιποὺς οὐδ’ ἐμέμψαντο. καίτοι γε πάντες ὁμοίως ἦσαν ἠμεληκότες τῆς τῶν ἀπελθόντων ταφῆς, ἀλλ’ ἐπειδὴ τὴν ῥᾳθυμίαν | |
ᾔδεσαν ἀπὸ τῶν στρατηγῶν ὡρμημένην, τούτων τὸ ἔγ‐ κλημα καὶ τὴν δίκην ἐποιήσαντο. | ||
Prog.3.2.21 | Λακεδαιμόνιοι δὲ τῇ πρὸς τὸν Θεμιστοκλέα τιμῇ δῆλον κατέστησαν ὡς τῶν τὰς αἰτίας παρεχομένων τὰ λοιπὰ πάντα γί‐ νεται. μετὰ γὰρ τὰς γενναίας ἐκείνας καὶ θαυμαστὰς | |
5 | πράξεις ἃς ἐπεδείκνυντο κατὰ τοῦ βαρβάρου Θεμιστο‐ κλῆς μὲν ἧκεν εἰς Σπάρτην, οἱ δὲ αὐτὸν ἐστεφάνωσαν τῆς ἐν Σαλαμῖνι ναυμαχίας ἀφορμὴν ποιούμενοι τὴν ἐκείνου διάνοιαν. | |
Prog.3.2.22 | Οὐκοῦν Διογένης μὲν ὀρθῶς οἶδεν ὅτῳ προσ‐ ήκουσιν αἱ πληγαί, δεῖ δὲ τοὺς εὖ φρονοῦντας ἐκεῖνον ἐπαινεῖν καὶ τοῖς ἔργοις μιμεῖσθαι. | |
3 | ||
Prog.3.3t | Ἰσοκράτης τῆς παιδείας τὴν μὲν ῥίζαν ἔφη πικράν, τοὺς δὲ καρποὺς γλυκεῖς. | |
Prog.3.3.1 | Ὁ μέν τις Ἰσοκράτην ἐπαινεῖ τῶν λόγων οἷς τοὺς ἄνδρας τοὺς ἀγαθοὺς ἐκόσμησεν, ὁ δὲ τῶν συμ‐ βουλιῶν ἐν αἷς πολλὴν ἐπεδείξατο τὴν σύνεσιν, ἔνιοι δὲ καὶ τῶν δικανικῶν ἐν οἷς οὐδενὸς ἐφάνη φαυλότε‐ | |
5 | ρος. οἱ δὲ τοῦ τῶν ὀνομάτων, οἱ δὲ καὶ τοῦ τῶν ῥυθμῶν ἑαλώκασι κάλλους. | |
Prog.3.3.2 | ᾐσθόμην δέ τινων καὶ τὸ μηδὲ τοῖς κοινοῖς αὐτὸν ἐθελῆσαι προσελθεῖν ἐν θαύματι πεποιημένων. λογίζονται γὰρ ὡς, εἰ μὲν ἐγέ‐ νετο τῶν ἐπὶ τοῦ βήματος, αὑτὸν ἂν μόνον παρέσχε | |
5 | ῥήτορα τῇ πόλει τῶν Ἀθηναίων, παιδεύειν δὲ τάξας ἑαυτὸν καὶ τὴν τῶν λόγων ὑφηγεῖσθαι τέχνην πολλοὺς ἀνθ’ ἑνὸς τῷ βίῳ κατέστησεν. | |
Prog.3.3.3 | ἐγὼ δὲ ἐπαινῶ μὲν καὶ ταῦτα ἢ σφόδρα ἂν εἴην ἄτοπος, εἰ μὴ βουλοίμην ἐπαινεῖν, οὐδὲν ἧττον μέντοι θαυμάσας ἔχω τὰς ὑποθή‐ κας, αἷς ὅσοι ἐπείσθησαν εὗρον ἐπὶ τῶν πραγμάτων | |
5 | τὸ κέρδος. αὐτῶν δέ γε τῶν ὑποθηκῶν τὰς μὲν ἐν γράμμασι, τὰς δὲ ἀπὸ στόματος οὑτοσὶ πρὸς τοὺς συν‐ όντας εἰπὼν ἐν μνήμῃ καταλέλοιπε. | |
Prog.3.3.4 | τῶν δ’ αὖ τῇ μνήμῃ σωζομένων πολλὰς μὲν ἔξεστιν ἐξετάσαι, χαλε‐ πὸν δὲ ἁπάσας. διόπερ ἑνὶ μόνῳ χρήσομαι πρὸς τὸ παρόν, ὃ περὶ τῆς παιδείας εἴρηκε. καὶ γὰρ ἂν εἴη | |
5 | πρέπον παιδεύειν ἐπιχειροῦντα τοῦτο πρὸ τῶν ἄλλων πρεσβεύειν. | |
Prog.3.3.5 | ἐκεῖνος γὰρ ὡς εἶδε τοὺς νέους ἀποδι‐ δράσκοντας τῷ φόβῳ τῶν πόνων καὶ τοὺς μὲν ἐν ἀρχῇ λογιζομένους ἱδρῶτας, τὸ δὲ ἀπ’ αὐτῶν κέρδος οὐ προσενθυμουμένους τί ποιεῖ; παραθεὶς τοῖς πρώτοις | |
5 | τὴν τελευτὴν καὶ τοῖς λυπηροῖς τὴν ἡδονὴν μᾶλλον δι’ ἐκείνην ἐρρωμενεστέρους κατέστησεν ἢ διὰ ταῦτα ῥᾳθυμοτέρους. ἡ γὰρ παιδεία, φησίν, ἔχει μὲν ῥίζαν, ἔχει δὲ καρποὺς καὶ τῇ μὲν τὸ πικρὸν πρόσεστιν, τοῖς δὲ τὸ ἥδιστον συνέζευκται. | |
Prog.3.3.6 | Τίς οὖν οὐκ ἂν θαυμάσειε πρὸ τῶν ἄλλων εὐθὺς τὴν ἀλήθειαν; ἐξετάσωμεν γὰρ ἀμφοτέρους τοὺς και‐ ρούς, τόν τε τῆς ἀρχῆς ἣν ὀνομάζει ῥίζαν, καὶ τὸν τῆς τελευτῆς εἰς ὃν φέρει τὸ τῶν καρπῶν. εὑρήσομεν γὰρ | |
5 | τὴν μὲν ἀποκναίουσαν ἀηδίᾳ, τὴν δὲ εὐφραίνουσαν μεθ’ ὑπερβολῆς. | |
Prog.3.3.7 | Σκόπει γάρ· ἵδρυται μὲν ὁ διδάσκαλος ἐφ’ ὑψη‐ λοῦ τινος, ὥσπερ οἱ δικασταί, φοβερός, συνάγων τὰς | |
ὀφρῦς, θυμὸν ἐμφανίζων, οὐδὲν εἰρηναῖον προδεικνύς. δεῖ δὴ τὸν νέον προσιέναι τρέμοντα καὶ συνεσταλμένον | ||
5 | ποικίλην ποιησόμενον τὴν ἐπίδειξιν ὧν εὗρεν, ὧν συν‐ έθηκε, μνήμης ἐπὶ τούτοις. κἂν φαύλως αὐτῷ ᾖ ταῦτα παρεσκευασμένα, ἀγανακτήσεις, λοιδορίαι, πληγαί, περὶ τοῦ μέλλοντος ἀπειλαί· ἂν δὲ πάντα αὐτῷ πρὸς ἄκρον ἠσκημένα φαίνηται καὶ μηδαμοῦ μέμψει παρέχῃ χώραν, | |
10 | κέρδος τὸ μὴ παθεῖν κακῶς καὶ παραγγέλσεις τοῦ μὴ χείρω πρὸς τὰ δεύτερα γενέσθαι, μᾶλλον δέ, τοῖς πάν‐ τα ἃ προσήκει πληροῦσιν ἀπόκειταί τι χαλεπόν. ὁμοῦ τε γὰρ ἀνενδεῶς ἔδοξεν εἰρῆσθαι καὶ μεῖζον ὑπομένουσι φορτίον. δοκοῦσι γὰρ καὶ τοῖς μείζοσι τάχιστα ἂν ἀρ‐ | |
15 | κέσαι. | |
Prog.3.3.8 | τὰ μὲν δὴ τοῦ διδασκάλου τοιαῦτα καὶ παρα‐ πλήσια, ὁ δὲ δὴ παιδαγωγός, Ἡράκλεις, τῶν δεσποτῶν βαρύτερος ἐφεστηκὼς ἀεί, μικροῦ καὶ συνημμένος, ἐπε‐ γείρων συνεχῶς, ἐπιπλήττων διαπαντός, ῥᾳστώνης ἀπε‐ | |
5 | λαύνων, πρὸς ἔργοις τὸν λογισμὸν ἔχειν κελεύων, τῶν μὲν χρηστῶν οὐδὲν ἐπαινῶν, ἐπὶ δὲ τοῖς μικροῖς ὑπερ‐ | |
βαλλόντως κολάζων, ἔνοπλος, ὡς ἄν τις εἴποι, ἑπόμενος βακτηρίαν ἢ σκύτος ἐν τῇ δεξιᾷ προφαίνων. | ||
Prog.3.3.9 | ἀλλ’ οἱ γονεῖς φιλάνθρωποι τοῖς νέοις. οὐδὲν μὲν οὖν τῶν εἰρημένων ἡμερώτεροι, πολλῷ δὲ χαλεπώτεροι. καὶ γί‐ νεται δεύτερος ἀγὼν ἐπὶ τῆς οἰκίας οὐδὲν τῶν ἐν τοῖς | |
5 | διδασκαλείοις φαυλότερος. ἀντὶ γὰρ τοῦ σιτίον ἢ ποτὸν ὀρέξαι τί κατειργάσω καὶ τί προκέκοψαι καὶ τί προσείληφας εἰς λόγους; καὶ τὰ τοιαῦτα παρὰ τοῦ πατρός. προσθήσω δὲ καὶ ἃ παρὰ τῆς μη‐ τρός ἐστιν, ᾗ τὸν νέον ἀνάγκη τὰς εὐθύνας διδόναι. | |
Prog.3.3.10 | εἰ δέ τις λήθης αἰτία γένοιτο, μικρὸν εἰπεῖν τὰς πληγάς, ἀλλὰ καὶ τῶν σιτίων ἀποκεκλεῖσθαι δεῖ. ἑσπέ‐ ρας δὲ ἐπελθούσης, ἣ τοῖς μὲν ἄλλοις λύει, τοῖς δὲ ἐπιτείνει τοὺς πόνους καὶ τὴν τέχνην, νὺξ δὲ δὴ και‐ | |
5 | ρὸς ἀναπαύλης δοθεὶς ἔργου τοῖς νέοις γίνεται καὶ μεγίστων ἐγκλημάτων, εἰ μὴ πρὸ τοῦ κόρου τὸν ὕπνον ἀποσείσαιντο. | |
Prog.3.3.11 | οὔτ’ οὖν προϊοῦσιν οὔτ’ οἴκοι δια‐ τρίβουσιν, οὐ παρὰ τοῖς παιδευταῖς, οὐ παρὰ τοῖς γο‐ νεῦσιν, οὐ νυκτός, οὐχ ἡμέρας ἐστὶν ἀναπαύλης σχολή, | |
ἀλλὰ διὰ πάντων 〈τὰ〉 τῶν πόνων χωρεῖ. τοῖς δέ γε οὐδὲ | ||
5 | ὀνειράτων ἔνεστιν εἰρηνικῶν ἀπολαῦσαι, ἀλλὰ κἀκεῖνα τῶν μελλόντων ἀλγεινῶν ἔχει τὴν μαντείαν πολλάκις. | |
Prog.3.3.12 | Μή τῳ δοκεῖ κακῶς ἐσκέφθαι τῆς παιδείας τὴν ῥίζαν Ἰσοκράτης; ὁρᾷς τὸ χαλεπόν, τὸ πικρόν, τὸ γέ‐ μον φροντίδος; οὐ μὴν ἐνταῦθα, φησίν, ἕστηκε τὸ πρᾶγμα. οὐδὲ τῆς παιδείας ὅρος τὸ χαλεπόν, | |
5 | ἀλλ’ ἀπόβλεψον εἰς τοὺς καρπούς, καὶ παραθεὶς ἐκείνους τῇ ῥίζῃ τάχα τοῖς λυπηροῖς εὑρήσεις τὴν ἡδονὴν ἀντίπαλον. | |
Prog.3.3.13 | τί δὲ δὴ λαμπρόν, τί δὲ ὅλως τῶν βελτιόνων ἐστὶν ᾧ μὴ τοῦτο κεκοινώνηκεν; ἐπειδὰν γὰρ ὁ νέος ἱκανῶς ἔχῃ τοῦ παιδεύεσθαι, καλεῖ‐ ται μὲν εἰς βουλήν, καλεῖται δὲ εἰς ἐκκλησίαν, δῆμος δὲ | |
5 | ὅλος εἰς τὴν ἐκείνου γνώμην ὁρᾷ, καὶ καθάπερ χρη‐ σμοῖς πείθονται ταῖς εἰσηγήσεσι. τούτῳ μεῖζον μὲν εἰς ἡδονὴν τὸ πρυτανεῖον ἢ τὸ διδασκαλεῖον εἰς λύπην, μείζων δὲ τῶν πληγῶν ὁ στέφανος. πάρεισι δὲ τὴν τῶν παιδαγωγῶν ἀηδίαν ἡ τοῦ κήρυκος φωνή, ὅταν | |
10 | παραστὰς λαμπρῷ τῷ κηρύγματι τὴν εὔνοιαν μαρτυρῇ. | |
Prog.3.3.14 | δέχου δὴ καὶ τὰ λοιπὰ τῶν καρπῶν· | |
πρεσβείας καταλαμβάνει καιρός. εὐθὺς ἡ ψῆφος ἐπὶ τὸν πεπαιδευμένον. καὶ γίνεται τῇ πατρίδι δι’ ἐκείνου τὸ κέρδος. ἐκεῖνος δὲ παρ’ ἀμφοτέροις περιφανής, τοῖς | ||
5 | τε ἀπεσταλκόσι καὶ παρ’ οὓς ἦλθε πρεσβεύων. | |
Prog.3.3.15 | συμ‐ βαίνει διαφορὰ πρὸς ἀστυγείτονας καὶ δεῖ ταύτην κω‐ λυθῆναι. ἐνταῦθα οὐκ ἰσχυρός, οὐ πλούσιος, οὐ κάλλει διαφέρων, ἀλλ’ ὁ παιδεύσει διαφέρων πρὸ τῶν ἄλλων | |
5 | κεχειροτόνηται. | |
Prog.3.3.16 | ὅλως δὲ τὰ μὲν μέγιστα ταῖς πό‐ λεσι παρὰ τῶν ῥητόρων, οἱ δὲ ῥήτορες ἀπὸ τῶν πε‐ παιδευμένων. ἐκεῖνοι νόμους, ἐκεῖνοι ψηφίσματα γρά‐ φουσιν, οἷς πέφυκεν ἡ πολιτεία συνέχεσθαι. καίτοι τὸ | |
5 | δοκεῖν τὰ μέγιστα παρασχεῖν μείζω τοῖς παρέχουσιν ἢ τοῖς λαμβάνουσι παρέχει τὴν ἡδονήν. αἱ γὰρ εὐεργε‐ σίαι τοῖς μὲν ὠφελουμένοις ἐπανορθοῦσι τὰς χρείας, τοῖς δὲ ὠφελοῦσιν ἀρετῆς δόξαν κομίζουσι. | |
Prog.3.3.17 | Καὶ μὴν κἀκεῖνο δῆλον ὡς ἀμύνασθαι τοὺς λε‐ λυπηκότας, μὴ παθεῖν δὲ κακῶς ὑπὸ τῶν ἐχθρῶν πάν‐ των μέγιστον. ταῦτα τοίνυν ἄμφω μετὰ τῶν πεπαιδευ‐ μένων ἐστί. τοὺς μὲν γὰρ ἠδικηκότας αὑτοὺς γράφον‐ | |
5 | ται, κρίνουσιν, εἰς δικαστήριον ἄγουσι, παραδιδόασι τοῖς νόμοις. εἰ δέ τις ἐπ’ αὐτοὺς ἔλθοι συκοφάντης, | |
δεινὸν οὐδέν. ἀρκεῖ γὰρ πρὸς σωτηρίαν ἡ δεινότης. | ||
Prog.3.3.18 | κηδεῦσαι δὲ τίς οὐκ ἂν εὐχὴν ποιήσαιτο τῷ πε‐ παιδευμένῳ, γενέσθαι δὲ φίλος, ἐπιτήδειος δὲ κληθῆ‐ ναι; ἐκεῖνοι γὰρ οὐχ ἑαυτοῖς μόνοις ἀρκοῖεν ἄν, ἀλλὰ καὶ τοῖς συνήθεσιν ἀντὶ λιμένων καθίστανται παρόν‐ | |
5 | τες ἐν ταῖς χρείαις, ἐν ταῖς ἀκαιρίαις συμμαχοῦντες, παραμυθούμενοι, βοηθοῦντες. | |
Prog.3.3.19 | ὅπως δὲ λαμπρῶς ἐπὶ τὸ βῆμα παραπέμπονται, ὅπως δὲ ἀπὸ τοῦ βήματος λαμπρότερον, ἡνίκα ἂν εὐδοκιμήσωσι. καὶ μὴν εἰ χρη‐ μάτων ἔρως αὐτοὺς εἰσέλθοι, πλησίον ὁ πλοῦτος | |
5 | καὶ οὗτός γε δίκαιος καὶ ἀπὸ τῆς τέχνης. ἔτι τοίνυν ἐν τοῖς κοινοῖς συλλόγοις ἀπόντας μὲν ποθοῦσι, παρ‐ όντων δὲ θαρροῦσιν. εἰρήνη δὲ καὶ πόλεμος δι’ ἐκεί‐ νων πρυτανεύεται, εὐδοξίαν δὲ τοῖς γονεῦσι παρέχου‐ σιν, εὔκλειαν δὲ τοῖς παισὶν ἀπολείπουσι. τὸ δὲ τοῦ | |
10 | γήρως αἰδέσιμον ἐπ’ ἐκείνων διπλασιάζεται τῇ παιδείᾳ. τετελευτηκότων δὲ εἰκόνες ἐπ’ ἀγορᾶς σώζουσαι μήκει χρόνου τὴν μνήμην. | |
Prog.3.3.20 | Ὁρᾷς τοὺς καρποὺς ὡς ἀπεναντίας τῇ ῥίζῃ | |
πεφύκασιν; ὁρᾷς ὡς τοῦ πονῆσαι πλέον ἐστὶν ἐπὶ τῆς παιδείας τὸ τερφθῆναι; ὁρᾷς ὅτι τὸ σκυθρωπὸν ἐκεῖνο καταλαμβάνει τὰ πάντων φαιδρότατα; καί μοι δοκεῖ | ||
5 | τοῦτο εἰκότως οὕτως ἔχειν. ἐξετάσωμεν γὰρ πότερον μικρόν τι καὶ φαῦλον ἡ παιδεία καὶ τοιοῦτον ὃ κἂν διαπτύσαι τις ῥᾳδίως ἢ τοὐναντίον μέγα καὶ θαυμα‐ στὸν καὶ τῷ κεκτημένῳ συμφορώτατον καὶ τοῖς οὐ κεκτη‐ μένοις ζηλωτόν. | |
Prog.3.3.21 | καὶ μὴν ἅ γε ἄρτι κατελέξαμεν ὑπὲρ αὐτῆς, δείκνυσιν ὡς οὐκ ἐν ἐσχάτῃ μοίρᾳ τεθείη δικαίως. πάντα γὰρ ἐφαίνετο λαμβάνουσα, κρότον, ἔπαινον, εὐπορίαν, στεφάνους, τιμὰς ζῶσι καὶ τελευ‐ | |
5 | τήσασιν. ἔχει τοίνυν τὴν αἰτίαν ἐγγύθεν δι’ ἣν ἀνάγκη πονήσαντα κτήσασθαι. | |
Prog.3.3.22 | καὶ γὰρ οὕτως ἔχει. τῶν πραγμάτων τὰ μὲν οὐδενὸς ἄξια, τὰ δὲ πολλοῦ. τῶν μὲν οὖν προτέρων διὰ ῥᾳστώνης ἡ κτῆσις, ἐπὶ δὲ τὸ δεύτερον παραπέμπουσιν οἱ πόνοι καὶ οὔτε τοῖς μικροῖς | |
5 | ἱδρῶτας συνέζευξεν ἡ φύσις οὔτε τοῖς μεγίστοις τὴν ῥᾳθυμίαν. ἀλλ’ ἐφ’ ἑκατέρου προοίμιον ἁρμόττον τῷ τέλει, ἐκεῖ μὲν τρυφή, ταλαιπωρία δὲ ἐνταῦθα. | |
Prog.3.3.23 | δεῖ δὲ δυοῖν θάτερον, ἢ τὸ τῆς παιδείας εἰπεῖν μικρὸν εἶναι ἢ μὴ τοῦτο ὁμολογοῦντα δέχεσθαι τοὺς πόνους. εἰ μὲν γὰρ ὑπὲρ ἀπαιδευσίας ἤ τινος τῶν φαυλοτέρων | |
5 | Ἰσοκράτης διαλεγόμενος τῶν τοιούτων ταῖς ἀρ‐ χαῖς ἔφησε προσεῖναι πόνους, πάνυ ἂν ἐμεμψάμην, μεσταὶ γᾶρ ἡδονῆς ἐκείνων αἱ ῥίζαι· ἐπεὶ δὲ ὑπὲρ πράγ‐ ματος οὗ τὴν δόσιν εἰς θεοὺς ἀναφέρειν ἄξιον λόγον ἀποφαινόμενος τὰς μὲν ἀρχὰς ἔφησεν ἀηδεστέρας εἶ‐ | |
10 | ναι, τὴν δὲ τελευτὴν εὐφροσύνην, καὶ τὸ τοῦ πράγ‐ ματος μέγεθος συναγωνίζεται τῷ λόγῳ. | |
Prog.3.3.24 | τοιοῦτόν τι καὶ τὸ τῶν ἐμπόρων. οὐ γὰρ ἐπ’ ἀμφότερα καθεύ‐ δουσιν οὐδὲ οἴκοι καθημένοις ἄνευ πραγμάτων ὁ πλοῦ‐ τος περιγίνεται, ἀλλὰ δεῖ μὲν προσεδρεῦσαι λιμένι καὶ | |
5 | τῷ ναυκλήρῳ διαλεχθῆναι, δεῖ δὲ ἐνθέμενον τά τε ὄντα καὶ τὸ σῶμα εἰς τὴν ναῦν γῆν μὲν ἀποκρύψαι, πελάγιον δὲ ἀναχθῆναι πολλὰς ἡμέρας ἐφεξῆς νυκτὶ συνάπτοντα. | |
Prog.3.3.25 | καὶ οὔπω τὸ μεῖζον εἴρηται. πολλάκις γὰρ τὰ μὲν ἄρτι κατὰ πρύμναν ἑστηκότα λήγει πνεύ‐ ματα, κάτεισι δὲ τὰ ἐναντιώτατα, καὶ πάλιν ὅθεν ἀν‐ ήχθησαν, ἐκεῖσε καταφέρονται καὶ κέρδος οὐδὲν τοῦ | |
5 | διηνυσμένου. σκηπτοὺς δὲ τοὺς ἐμπίπτοντας ἐγγὺς τῆς ὁλκάδος καὶ βροντὰς ῥηγνυμένας καὶ τὸ κλυδώνιον ἐπανιστάμενον καὶ τρικυμιῶν φόβον τίς ἂν πρὸς ἀξίαν διέλθοι; ταῦτα ἐκεῖνοι μετὰ πάσης ἀνδρείας ἐνεγκόν‐ τες ὠνοῦνται τῶν κινδύνων εὐπορίας. καὶ δεῖ δυοῖν | |
10 | θάτερον, ἢ πολλῶν ἀνέχεσθαι δυσχερῶν ἢ μὴ μείζω ποιῆσαι τὴν οὐσίαν. | |
Prog.3.3.26 | καὶ μὴν εἴ τις ἀντιθεῖναι βούλοιτο τῇ παιδείᾳ τὸν μέγιστον πλοῦτον, γέλως ἂν φανείη παρὰ ταύτην κρινόμενος. τί δὲ θαυμαστὸν εἰ προσδεῖται πόνων ἐκείνη μηδὲ τῶν ἐλαττόνων ἄνευ | |
5 | ταλαιπωρίας ἐθελόντων περιγίνεσθαι; | |
Prog.3.3.27 | τὰ δὲ τῆς Δήμητρος οἱ γεωργοὶ πῶς σοι δοκοῦσι θερίζειν; ἆρα ἄσπαρτα καὶ ἀνήροτα κατὰ τοὺς Κύκλωπας; μῦθος ἐκεῖνα καὶ λόγος. ἀλλὰ πᾶσα ἀνάγκη θεραπεῦσαι βοῦν | |
5 | καὶ ἄροτρον πήξασθαι καὶ ἀναρρῆξαι τὴν γῆν εἰς αὔ‐ λακας καὶ σπόρου καιρὸν διαγνῶναι καὶ μὴ τοῖς ὀρ‐ νέοις ἐπιτρέψαι τὸ καταβληθὲν ἀνελέσθαι καὶ τὰ τοῖς στάχυσι παραφυόμενα πρὸς λύμην ἐκκόψαι. | |
Prog.3.3.28 | ἐπειδὰν δὲ πᾶν εἶδος ἐπιμελείας εἰσενέγκηται περὶ τὸ λήιον τὸ θέρος ἀναμείνας, οὕτω προσοίσει τὸ δρέ‐ | |
πανον. καὶ οὐ δεῖ τοῦτο σκοπεῖν μόνον, ὅτι τὰς ἅλως ἐπλήρωσεν, ἀλλ’ ὅσους ὑποστάντι πόνους τοῦτο ὑπῆρξεν | ||
5 | ἰδεῖν. ταὐτὰ δὲ καὶ περὶ τῶν ποιμένων εἴποι τις ἂν καὶ τῶν ἄλλων τεχνῶν ὧν οὐ κατὰ πόδας τὸ κέρδος. | |
Prog.3.3.29 | Καὶ τί δεῖ περὶ ταῦτα διατρίβειν ἔχοντα παρα‐ δείγματα χρήσιμα ἃ λαμπρότερον μαρτυρεῖ τῷ λόγῳ; τί γὰρ ἂν γένοιτο μεῖζον ἢ σεμνότερον Δημοσθένους; οὐ τοῦ στρατηγήσαντος ἐν Σικελίᾳ, ἀλλὰ τοῦ ῥήτορος | |
5 | λέγω. ἢ τί μᾶλλον ἐν καιρῷ τοῖς τε Ἀθηναίοις πάλαι καὶ μετὰ ταῦτα πᾶσιν ἀνθρώποις κατέστη; τίς οὐκ ἂν εὔξαιτο τὸν ἑαυτοῦ παῖδα μὴ ὅτι τοιοῦτον ἀποφανθῆ‐ ναι παντελῶς, ἀλλ’ ὁπωσοῦν προσάψασθαι τοῦ ζήλου; | |
Prog.3.3.30 | ἐκεῖνος τοίνυν οὐχ ἑστιάσει καὶ πότῳ προσέχων τὸν νοῦν οὐδὲ Συβαριτικὴν παρατιθέμενος τράπεζαν οὐδὲ τὴν ἡδονὴν εὐδαιμονίαν κρίνων οὐδὲ τῇ γαστρὶ χαριζόμενος οὐδὲ πρὸς ἀνάπαυλαν τὸ πλεῖστον ποιού‐ | |
5 | μενος εἰς τοσοῦτον προὔβη τῆς νῦν περὶ αὐτοῦ κατὰ πᾶσαν γῆν καὶ θάλατταν κατεχούσης δόξης. | |
Prog.3.3.31 | ἀλλὰ πόθεν δὴ καὶ τίνι τρόπῳ τοιαύτην συνέλεξε δεινότητα; συνελόντι μὲν εἰπεῖν, ἐκ τοῦ τῶν πόνων συνεχοῦς, τὰ | |
δὲ καθέκαστα, ἐκ τοῦ φεύγειν τὰ ῥᾷστα, ἐκ τοῦ προσ‐ | ||
5 | τετηκέναι βιβλίοις, ἐκ τοῦ τὸ ὕδωρ τοῦ οἴνου χρησι‐ μώτερον νομίσαι τῷ γε ἐν λόγοις βιοῦντι, ἐκ τοῦ τὸν καιρὸν τοῦ ὕπνου καιρὸν ἔργων ποιήσασθαι. | |
Prog.3.3.32 | ὅς γε οὕτω σύμπαντα ἑαυτὸν ἀνέθηκε τοῖς μαθήμασιν ὥστε ὑπὸ γῆν ὀρύξας οἴκημα καινήν τινα καὶ ἄτοπον ἐμηχανήσατο οἴκησιν, ὡς ἂν μηδεὶς θόρυβος αἴσθησιν | |
5 | παρέχων ἐκκρούῃ τῶν προκειμένων τὸν λογισμόν. οὔ‐ πω τὸ μέγιστον εἴρηται. ἐκεῖνος γὰρ τὰς προόδους μέγιστον ἐμπόδισμα ἡγούμενος καὶ βουλόμενος αὑτῷ τετάσθαι τοὺς πόνους ξυρεῖν ᾠήθη δεῖν τῆς κεφαλῆς τι μέρος τὴν οἴκοι μονὴν ἐντεῦθεν ἑαυτῷ κατασκευ‐ | |
10 | αζόμενος. | |
Prog.3.3.33 | οὑτωσὶ μὲν δὴ ὁ Δημοσθένης πικρᾶς ἀπήλαυσε τῆς ῥίζης, ἀλλ’ ἀπήλαυσε μέντοι καὶ τῆς τῶν καρπῶν ἡδονῆς. ἀντὶ γὰρ τῶν λυπηρῶν ἐκείνων σώζειν οὐ μόνον τοὺς Ἀθηναίους, ἀλλὰ καὶ | |
5 | τοὺς ἄλλους Ἕλληνας ἐπεπίστευτο καὶ πάντα χαίρειν ἐάσαντες εἰς ἐκεῖνον ἔβλεπον μόνον δημαγωγὸν εὔνουν, σύμβουλον ἀγαθόν, ῥήτορα δεξιόν, συνετόν, ὀξύν, πάν‐ τα τὰ ἄριστα καλοῦντες καὶ πάντα ἐκεῖνον ἡγοῦντο | |
νόμους τιθέντα, ψηφίσματα γράφοντα, πρεσβείας ὑφι‐ | ||
10 | στάμενον, λέγοντα, πείθοντα. | |
Prog.3.3.34 | καί τοι τὴν κεφαλὴν ἐκείνην ἣν ἐδόκει διαθεῖναι κακῶς ὕστερον ἐστεφανω‐ μένην ἐδείκνυεν. ἀντὶ δὲ τῆς καθείρξεως ἐκείνης καὶ στενῆς διατριβῆς εἰς ἅπασαν τὴν οἰκουμένην τὸ κλέος | |
5 | ἐξήνεγκε καὶ τετελευτηκὼς οὐκ ἔληξεν, ὡς ἂν εἴποι τις, τὸν βίον, ἀλλὰ τελειοῖ τὰς ψυχὰς καὶ νέων καὶ πρε‐ σβυτέρων οἷς ἔρως τῆς ῥητορικῆς. καὶ οὔτε ῥίζης ἀηδε‐ στέρας οὔτε καρπῶν βελτιόνων οὐδεὶς ἐγεύσατο. | |
Prog.3.3.35 | Τί δὲ ὁ Λυκοῦργος ἐκεῖνος ὁ κατ’ αὐτὸν ἐκεῖ‐ νον γεγονὼς τὸν Δημοσθένην; ἆρ’ ἢ φαῦλός τις ἔδοξεν εἶναι ῥήτωρ τοῖς Ἀθηναίοις ἢ τὸ μέγας εἶναί τε καὶ νομίζεσθαι χωρὶς τῶν πόνων ἐκτήσατο; καὶ τίς οὕτως | |
5 | ὀψιμαθὴς ὅστις οὐκ ἀκήκοε τὸ κλινίδιον καὶ τὸν τρό‐ πον ᾧ τὸν ὕπνον διέκοπτεν; | |
Prog.3.3.36 | Ὅτι τοίνυν σωφρόνως ὁ λόγος ἔχει, μετὰ πολ‐ λῶν τῶν εἰρημένων Ἡσίοδος ὁμολογεῖ, πάντως δὲ οὐ‐ | |
δεὶς οὕτω θρασὺς οὐδὲ πάντα τολμῶν, ὅστις ἂν ἐπι‐ σκήψειε τῷ μάρτυρι. οἶμαι γὰρ δὴ καὶ τοὺς παῖδας | ||
5 | τοῦτο ἐγνωκέναι, ὡς μάλιστα δὴ τῶν ὑμνουμένων ποι‐ ητῶν Ἡσίοδος ὁ Μουσόληπτος γένοιτο καὶ παρ’ ἐκεί‐ νων προσταχθείη γένος τε θεῶν καὶ πολλὰ ἄλλα χρηστὰ τοῖς ἀνθρώποις ᾄδειν. ἐκεῖνος τοίνυν ἐν τοῖς ἔπεσιν ὑπὲρ ἀρετῆς διαλεγόμενος ἐφ’ ὑψηλοῦ μὲν αὐτὴν καθῆ‐ | |
10 | σθαί φησιν, ὁδὸν δὲ τὴν ἐπ’ αὐτὴν ἀνάντη τε εἶναι καὶ χαλεπήν, ἣν ἀνύσαι χρὴ μετὰ πολλῶν ἱδρώτων τῷ γε τῆς ἀρετῆς ἐπιθυμοῦντι λαβέσθαι. | |
Prog.3.3.37 | εἷς ἀμφοτέ‐ ρων ὁ λογισμὸς καὶ πρὸς ταὐτὸ φέρεται ταῖς γνώμαις, ἐν δὲ τοῖς ὀνόμασι τὸ διαλλάττον. ὅπερ Ἰσοκρά‐ της παίδευσιν, τοῦτο ἐκεῖνος ἀρετὴν ἔφη, ὃ δὲ οὗτος | |
5 | ῥίζαν, τοῦτο ἐκεῖνος οἶμον, καὶ πάλιν ὅπερ Ἡσίοδος τραχεῖαν, τοῦτο Ἰσοκράτης πικράν. | |
Prog.3.3.38 | ὁ δὲ παρὰ μὲν τῶν θεῶν εἰπὼν ὠνεῖσθαι τοὺς ἀνθρώπους τὰ ἀγαθά, | |
ὠνεῖσθαι δὲ οὐκ ἀργυρίου καὶ χρυσίου καὶ τῶν τοι‐ ούτων, ἀλλὰ πόνων ἆρ’ οὐ δοκεῖ καλῶς μὲν Ἰσοκράτει, | ||
5 | καλῶς δὲ Ἡσιόδῳ συνᾴδειν; | |
Prog.3.3.39 | Εἶθ’ ἡμεῖς οὕτως ἕξομεν ἀγνωμόνως ὥστε τοσ‐ ούτων ἡμᾶς αὐτοὺς ἀγαθῶν ἀποστερήσομεν τῷ τὰ πρότερα δεῖσαι καὶ οὐ τῶν μὲν ἐπιθυμήσομεν, τὰ δὲ ἀνδρείως ὑποστησόμεθα; καὶ πῶς οὐ δόξομεν πολλῶν | |
5 | καὶ σοφῶν ἀνδρῶν κατεγνωκέναι λῆρον; πῶς δὲ οὐκ ἀνάγκη δυοῖν θάτερον δοκεῖν, ἢ ψέγειν ἃ θαυμάζειν ἄξιον ἢ μὴ πείθεσθαι τούτοις ἃ δὴ θαυμάζομεν; | |
7 | ||
Prog.3.4t | Θεόφραστος ἐρωτηθεὶς τί ἐστιν ἔρως ἔφη‐ σε πάθος ψυχῆς σχολαζούσης. | |
Prog.3.4.1 | Ἐμοὶ δοκεῖ καὶ Θεόφραστον ἐπαινεῖν, ὃς ἐπὶ φιλοσοφίᾳ λαμπρὰν ἐκτήσατο δόξαν ζηλωτὴς Ἀριστο‐ τέλους τοῦ διδασκάλου γενόμενος καὶ τοὺς ἐκείνου πόνους καὶ τὰς ἐκείνου διδασκαλίας δείξας τοῖς ἑαυ‐ | |
5 | τοῦ συγγράμμασιν, ᾧ καὶ τοὔνομα διὰ τὴν περὶ τὸ λέγειν ὑπῆρξεν ἀρετὴν τῶν τὸν ἐκείνου λόγον τεθαυ‐ μακότων προσηγορίαν θεμένων αὐτῷ τὸν Θεόφραστον. | |
Prog.3.4.2 | τοῦτον ἤρετό τις προσελθὼν ἀξιώσας παρ’ αὐτοῦ μανθάνειν τί ποτ’ ἄρα χρὴ νομίζειν τὸν ἔρωτα καὶ περὶ τί φύεται τῶν ὄντων. ὁ δὲ πρὸς αὐτὸν ἔφη· τὴν | |
ἀφειμένην τῶν φροντίδων ψυχὴν ταύτην τοῖς | ||
5 | ἐρωτικοῖς κατέχεσθαι πάθεσι καὶ ταύταις ἐνο‐ χλεῖν τὸν ἔρωτα ἔγνωμεν, ὁπόσας ἔστιν εὑρεῖν τῶν ἄλλων πραγμάτων κεχωρισμένας. | |
Prog.3.4.3 | εὖ γε τοῦ λόγου, Θεόφραστε. καλῶς ἐμοὶ κατανενοηκέναι δο‐ κεῖς τοῦ πάθους τὰς ἀφορμάς. μαρτύριον δὲ τῶν εἰ‐ ρημένων ἐναργὲς τὸ τοὺς ὀρθῶς ἔχοντας λογισμοὺς | |
5 | τούτῳ τῷ λόγῳ συμβαίνειν. ὅτι δὲ τοῦτο τῶν μετεχόν‐ των ἀληθείας ἐστὶ τὸ παρὰ τοῦ Θεοφράστου ῥηθὲν γνῶναι ῥᾴδιον. | |
Prog.3.4.4 | Ἐνθυμηθῶμεν γὰρ οὑτωσὶ καὶ λογισώμεθα ψυχὴν εἶναί τινα μήτε παιδείας ὀρεγομένην, δι’ ἧς ἢ ῥητορεύειν ἔστιν ἢ φιλοσοφεῖν, μήτ’ αὖ μετιοῦσαν τὴν τῶν χει‐ ρῶν ἐργασίαν, οἷον χαλκευτικὴν ἢ τεκτονικὴν ἢ τὸ | |
5 | ναυπηγεῖσθαι ναῦς ἢ τὴν τῶν οἰκοδομούντων ἢ τὴν ὑφαντικὴν ἤ τινα τοιαύτην ἑτέραν ἧς τὸ ἔργον ἐν ταῖς χερσίν. εἰ τοίνυν τοιαύτην εὑρίσκοιμεν ψυχὴν ἀργίᾳ χαίρουσαν, ὄκνοις ἡδομένην, ἀτεχνίᾳ συνοῦσαν, ἆρα τὴν τοιαύτην οὐκ ἂν ἀποφαινοίμεθα φυγὴν αὐ‐ | |
10 | τῶν σπουδασμάτων ἤ τινα χείρω νοσεῖν; ἐπεὶ καὶ τὸν ἀντὶ τοῦ γεωργεῖν οἴκοι καθήμενον καὶ καταρρᾳθυ‐ μοῦντα τῆς γῆς καὶ τὸν ἀντὶ τοῦ πλεῖν ἐν τῇ γῇ μέ‐ νοντα μάτην οὐ πεπιστεύκαμεν τῇ διανοίᾳ παρέχειν σχολὴν ὥστε τῶν ἀτόπων ἐρᾶν; | |
Prog.3.4.5 | καὶ γὰρ οὕτως ἔχει καὶ τὸ πρᾶγμα φύσει τοιοῦτόν ἐστιν. ὁ περὶ μηδενὸς τῶν ἀναγκαίων πεφροντικὼς μηδέ γε τῇ ψυχῇ μεριμνή‐ σας μηδὲ ὑπό τινων ἐπιτηδευμάτων ἑλκόμενος οὗτος | |
5 | ἀντὶ τοῦ τῶν βελτιόνων ἐρᾶν ἃ τῆς ἀργίας ἐστὶν ὑπομένει τῆς τοῦ σώματος ἐπιθυμίας ἡττώμενος καὶ ταύτῃ δουλεύων καὶ ταύτην αἱρούμενος, οὐκ ἐπιτιθεὶς τοῖς ἔρωσι χαλινὸν τὴν ἐν τοῖς ἔργοις σχολήν. | |
Prog.3.4.6 | καὶ εἰκότως. ὁ γὰρ μήτε δικάζων μήτε νομοθετῶν μήτε δημηγορῶν μήτε ψηφίσματα γράφων μήτε συνηγορῶν μήτε πρεσβεύων μήτε στρατηγῶν μήτε πολεμῶν μήτε | |
5 | περὶ τὴν γῆν πονῶν, μὴ περὶ τὸ πλεῖν ἀσχολούμενος, μὴ λόγων ἐρῶν, ὅλως δὲ μηδὲν τῶν ἐν ἀνθρώποις μετιὼν ἐξ ὧν ἔστιν ἢ πόλιν ὠφελεῖν ἢ τὸν αὑτοῦ βίον οἰκονομεῖν, οὗτος τίνος οὐκ ἂν ἐρασθείη τῶν πονηρῶν ἐπιθυμιῶν, αἷς τὸ σῶμα διδοὺς ἥκιστα τῇ ψυχῇ σω‐ | |
10 | φρονεῖ; καὶ τοὺς τοιούτους ἂν εὕροις μεθύοντας, κω‐ μάζοντας, γάμοις ἐπιβουλεύοντας, κόρας ἁρπάζοντας, διασπῶντας τὴν σωφροσύνην, ἁπλῶς εἰπεῖν, μόνον ἐρᾶν ἀντὶ τοῦ σπουδάζειν εἰδότας. | |
Prog.3.4.7 | Κατενοήσαμεν τὴν ψυχὴν ἀπὸ σπουδαίων σχολά‐ ζουσαν. ἴδωμεν δὲ καὶ τὴν ἑτέραν ἣ τοὐναντίον διακει‐ μένη φιλοπόνῳ τῇ φύσει κέχρηται. γνῶναι δὲ ῥᾴδιον οὑτωσί. πονείτω τις ἐν λόγοις καὶ τούτων μόνον ἐρά‐ | |
5 | τω. ὁ τοιοῦτος οὐκ ἂν εἰς ἑτέρους ἔρωτας ὀλισθαίνοι τῷ βελτίονι κατεχόμενος. ἄλλος ἐργαζέσθω τὴν γῆν, ἕτερος πλείτω τὴν θάλατταν. ὁ μὲν χαλκευέτω, τῷ δὲ μελέτω τεκτονικῆς, ἑτέρῳ δὲ στρατηγεῖν, τῷ δὲ πρε‐ σβεύειν, καὶ τῷ μὲν νομοθετεῖν, τῷ δὲ ψηφίσματα γρά‐ | |
10 | φειν, καὶ τῷ μὲν πολεμεῖν, τῷ δὲ διατιθέναι τὰς πανη‐ γύρεις. | |
Prog.3.4.8 | τίς οὖν ἂν ἅψαιτό ποτε τῶν οὕτως ἐχόντων ἄτοπος ἔρως; οὐκ ἔστι. τοῦ γὰρ τὴν ψυχὴν ἀνθέλκον‐ τος ὄντος πᾶσα ἀνάγκη καὶ τὸ σῶμα ταῖς σπουδαῖς ὑπουργεῖν. καὶ τοὺς τοιούτους καλοῦμέν τε καὶ | |
5 | νομίζομεν σώφρονας, οἷς ἐπιβέβληται τῇ ψυχῇ χα‐ λινός, ὃ μικρῷ πρόσθεν ἔφην, τὰ μάταια τῆς ψυχῆς κατείργων κινήματα καὶ ποιῶν αὐτὴν ἐν τῷ φιλοπο‐ νεῖν μὴ τοῖς σώμασιν εἴκειν ἀργοῦσι μηδέ γε πρὸς τὴν ἐπιθυμίαν ἐξίστασθαι μηδὲ τῇ τοιαύτῃ δουλεύειν | |
10 | φύσει, ἀλλ’ εἶναι πάντων ἀμείνονα τῶν πεφυκότων ἐπὶ τὰ τοιαῦτα καθέλκειν. | |
Prog.3.4.9 | ἂν ἄγῃς ἵππον ἄνευ πό‐ νων καὶ τοῦτον ἀφεὶς παραδιδόναι τοῖς πωλοδάμναις ἄγων τῇ φάτνῃ προσδήσῃς τρυφᾶν γε μόνον, οὐκέτι δὲ καὶ πρὸς δρόμον ἐξάγων, ἆρ’ οὐκ ἂν ἴδοις αὐτὸν | |
5 | αὑτὸν ἐπιτρέποντα τῇ ῥύμῃ τῆς φύσεως καὶ κεχρῆσθαι τῷ κεκτημένῳ γενόμενον ἀνεπιτήδειον; τὸν δέ γε προσ‐ ομιλοῦντα τοῖς πόνοις καὶ συνόντα τοῖς δρόμοις καὶ μὴ κατεχόμενον ὄκνοις ἆρ’ οὐκ ἤδη καὶ τὴν ἐνοῦσαν εὑρήσομεν ἀποβαλόντα θρασύτητα καὶ πείθεσθαι τὸν | |
10 | ἐπιστάτην ἄγειν εὐκόλως ἐπιστάμενον; ταὐτὰ δὴ συμ‐ βαίνειν οἴου καὶ περὶ τοὺς ἀνθρώπους· αἱ φύσεις ἐν τῷ πονεῖν σωφρονοῦσιν, ἐν τῷ ῥᾳθυμεῖν ἀκολασταί‐ νουσιν, καὶ τὸ κατέχον οὐκ ἔστι τὸν οὐκ ἐθέλοντα κατέχεσθαι τοῖς πόνοις. | |
Prog.3.4.10 | Ὁ Δημοσθένης πόνων ἐπιθυμῶν καὶ τοὺς ἀτόπους ἔφευγεν ἔρωτας. τῶν ἡρώων ὁ Διομήδης σωφρονέστατος ἦν, ὅτι καὶ πονεῖν ἐπιτήδειος, τῶν φιλοσόφων ὁ Πυθαγό‐ ρας, 〈τῶν〉 στρατηγῶν ὁ Θεμιστοκλῆς 〈καὶ ὁ Περικλῆσ〉, ὁ | |
5 | μὲν ἔργον ἔχων τὸ φιλοσοφεῖν καὶ τοῖς θεοῖς ὁμιλεῖν, οἱ δ’ ὁτιοῦν ἐχρῶντο καλῶς καὶ βουλῇ καὶ χειρὶ τὴν ἐνεγκοῦ‐ σαν ἐκσώζοντες. | |
Prog.3.4.11 | ἐπεὶ πότ’ ἂν ἔρως εἰσῆλθε Θεμιστο‐ κλέα τοιοῦτος κατὰ Μήδων παραταττόμενον καὶ περὶ τῆς πρὸς ἐκείνους βουλευόμενον μάχης, περὶ τῶν λο‐ γίων ἐνθυμούμενον καὶ τὸ ξύλινον εὑρίσκοντα τεῖχος, | |
5 | τὰς ναῦς, πότε τὸν Περικλέα τὸν πάνυ, τὸν Ὀλύμπιον, ᾧ τὴν προσηγορίαν ἐφύτευσαν οἱ πόνοι; καὶ μὴν ἐμοὶ δοκεῖ καὶ τὸν Ἀριστείδην τὸ δικαιοσύνης ἐπιθυμεῖν καὶ περὶ τοῦτον ἐσπουδακέναι τὸν βίον ἁπάσης ἀμεί‐ νω πεποιηκέναι χείρονος ἐπιθυμίας καὶ δυνατώτερον. | |
Prog.3.4.12 | εἰ δέ μοι λέγεις Καλλίαν τὸν δημόσιον ἢ Πιττά‐ λακον ἢ μίμους γελοίων τε 〈καὶ〉 ποιητὰς ἐπονειδίστων ᾀσμάτων ὅτι τοιούτοις ἐδούλευον ἔρωσιν, οὐκ ἂν θαυ‐ μάσαιμι πρὸς τὴν ἐν τῷ βίῳ ῥᾳθυμίαν ὁρῶν καὶ | |
5 | ὡς οὐδὲν ἦν τῶν ἀξίων ἐπαίνου πράττοντας ἐκείνους ἰδεῖν καὶ τῇ διανοίᾳ παρεχόντων σχολήν. | |
Prog.3.4.13 | Ταῦτα καὶ ποιητῶν οὐκ ὀλίγοι καὶ φιλοσόφων καὶ τῶν ἐπὶ ῥητορικῇ μέγα δεδυνημένων, εἰ καὶ μὴ μνημονεύειν ἔχω τῶν ὀνομάτων, ἐπῄνεσαν, ἐθαύμασαν, ἐν τῷ λέγειν ἐπαίδευσαν. | |
Prog.3.4.14 | Εἴ τις οὖν ἐπιθυμεῖ κακὴν ἐπιθυμίαν ἐκφεύ‐ γειν, ἐράτω τῶν βελτιόνων, ἵνα μὴ τῶν χειρόνων, καὶ σχολαζέτω τοῖς κρείττοσιν, ἵνα μὴ τοῖς βλάπτουσι. ταῦτα δὲ ἂν εἴη, καθάπερ ἔδειξα τοῖς λογισμοῖς, οἱ | |
5 | πονηροὶ τῶν σωμάτων ἔρωτες. | |
Prog.4t1 | Γνῶμαι. | |
Prog.4.1t | Οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα. | |
Prog.4.1.1 | Ὁ μὲν πολεμικὸς Ὅμηρον θαυμαζέτω τῶν τα‐ κτικῶν, ὁ δ’ αὖ τεκτονικὸς τῶν περὶ τεκτονικῆς ἐμπεί‐ ρως εἰρημένων. οὐ μὴν οὐδὲ τοὺς ἰατροὺς εἴποι τις ἂν ἀπορεῖν ὅθεν αὐτὸν ἀγασθήσονται. ἴδοι δ’ ἂν καὶ | |
5 | ἡνίοχος καὶ ναυτικὸς ἀμφότεροι τὰς ἑαυτῶν τέχνας παρ’ αὐτῷ. μακρὸν δ’ ἂν εἴη λέγειν μαντικήν, χαλκευ‐ τικήν, τοὺς ὑπὲρ δικαιοσύνης, τοὺς ὑπὲρ τῶν θείων λόγους. ἀλλ’ ὅ μοι δοκεῖ κοινῇ πάντας ὠφελεῖν, τοῦτο ἔγωγέ φημι τὰς γνώμας, ὧν αἱ μὲν εἴργουσι τῶν πο‐ | |
10 | νηρῶν, αἱ δὲ ἐπαίρουσι πρὸς τὰ χρηστά. | |
Prog.4.1.2 | πάσας μὲν | |
οὖν ἂν εὕροι τις νοῦν ἐχούσας καὶ προσήκοντα λο‐ γισμὸν καὶ τοῖς ἐθέλουσι πείθεσθαι φερούσας τὸ κέρ‐ δος, δοκεῖ δέ μοι τὰς ἄλλας νικᾶν καὶ πολλῷ | ||
5 | γε τῷ μέτρῳ ἣν πρὸς τοὺς προβούλους ἀπεφήνατο περὶ τοῦ μὴ δεῖν τὸν ὅλον καιρὸν τῆς νυκτὸς ὕπνου ποιεῖσθαι. πάντως δὲ κἂν αὐτὸν Ὅμηρον εἴ τις ἤρετο, τοῦτο ἂν ἀπεκρίνατο τὸ πολὺ τὰς ἄλλας ἡττᾶσθαι. | |
Prog.4.1.3 | τί τούτου τεκμήριον; οὐ Νέστωρ αὐτὴν οὐδὲ Ὀδυσ‐ σεὺς οὐδὲ ὁ δεῖνα τῶν Ἀχαιῶν, ἀλλ’ ὁ τῶν θεῶν κορυφαῖος πεποίηται λέγων. καὶ μὴν οὐκ ἂν αὐτήν, εἰ μὴ πασῶν ἄριστα ἔχουσαν ἑώρα, τῷ πάντων ἀρίστῳ | |
5 | περιῆπτε θεῶν. ἄξιον δὲ καὶ τοὺς λογισμοὺς αὐτοὺς προάγοντας ἐξετάσαι τὸν λόγον. | |
Prog.4.1.4 | Οὐ χρή, φησίν, ἄνδρα παννύχιον ἀναπαύ‐ εσθαι ᾧ βουλῆς ἀνάγκη. ὅρα τοίνυν ὅπως τὸ συμ‐ φέρον ἀμφοτέρωθεν προείδετο, τοῦ τε ἀνδρὸς καὶ τῶν πραγμάτων. οὐ γὰρ ὅλως μὴ καθεύδειν φησὶ δεῖν, | |
5 | ἀλλὰ μὴ καθεύδειν ἀεί, ὥστε τὸ μὲν τοῦ ὕπνου μέρος σώζει τὸν ἄρχοντα, τὸ δὲ τῆς ἀγρυπνίας αὐτὴν τὴν ἀρχήν. διὰ ταῦτα μερίζει τὴν νύκτα πρὸς ἀνάπαυσιν καὶ βουλήν. | |
Prog.4.1.5 | τοῦτο μὲν τοίνυν οὕτως αὐτῷ μετρίως ἔχει, καὶ οὐδὲν ἀδύνατον οὐδὲ ἀμήχανον προσέταξεν | |
ἐκείνῳ, ὃ δὲ νῦν πεποίηκεν, ἀκριβοῦς συμβουλῆς, ἣν εἰ μὴ φυλάξειεν ὁ βουληφόρος κατ’ αὐτὸν εἰπεῖν τὸν | ||
5 | Ὅμηρον, οἰχήσεται ταχέως αὐτός τε ἐκεῖνος καὶ ὧν ἐτάχθη προνοεῖν, ἄλλως τε καὶ εἰ τύχοι πολεμῶν καὶ πολλοῖς ἐφεστηκώς. | |
Prog.4.1.6 | ἅπερ ἀμφότερα ἦν 〈ἐν〉 ἐκείνοις τοῖς καιροῖς ἐν οἷς ὁ λόγος ἐλέχθη. σκοπῶμεν δὲ οὕτως. ἔστιν ὁπλιτικὸν τοῖς ἄρχουσιν, ἔστι ναυτικὸν πολλάκις, εἰσὶ τοξόται, σφενδονῆται, ψιλοί, πᾶν ἁπλῶς εἰπεῖν | |
5 | εἶδος εἰς πόλεμον φέρον. τούτων ἁπάντων αὐτῷ φρον‐ τιστέον, ὅπως, εἰ μὲν ἔχοι καλῶς, φυλαχθήσεται, εἰ δὲ μή, πρὸς τὸ βέλτιον ἐπανορθώματος τυχόντα μεταστή‐ σεται. | |
Prog.4.1.7 | ἐπαινέσεται μὲν τὸν μελετῶντα τὴν τέχνην, κακιεῖ δὲ τὸν οὐ θέλοντα παρέχειν ἑαυτὸν ἀγαθὸν στρατιώτην, καὶ τῷ μὲν δώσει τιμάς, τῷ δὲ ζη‐ μίας, καὶ τὸν μὲν σωφρονίσει, τὸν δὲ καταστήσει βελ‐ | |
5 | τίω. ἐκείνῳ μελήσει ναυτῶν, κυβερνητῶν, ὅπλων, πό‐ ρων, ἀφορμῶν, καιροῦ πολέμου στρατοπέδῳ ῥοπὴν φέ‐ ροντος. | |
Prog.4.1.8 | δεῖ μὲν αὐτὸν τὰ τῶν πολεμίων ἀνιχνεύειν, δεῖ δὲ πράττειν ὅπως μὴ τὰ αὐτῶν οἱ πολέμιοι γνώ‐ σονται. εἰ πεζομαχίας ἡ χρεία, τοῦτο ἐξετάσει, εἰ ναυ‐ | |
μαχίας, τοῦτο ζητήσει, εἰ μηχανήματα προσοιστέον, εἰ | ||
5 | προδοσίᾳ τοὺς ἐχθροὺς ληπτέον. δεῖ μὲν αὐτὸν ἐμβα‐ λεῖν τοῖς δυσμενέσι στάσιν, δεῖ δὲ τὰς παρὰ τοῖς οἰ‐ κείοις ἐκκόπτειν. ἰάσεται ναῦς κεκμηκυίας, ἐκπέμψει τὰς ἄριστα πλεούσας ἐπ’ ἔργον, ἑτέρας ναυπηγήσεται. θύ‐ σει θεοῖς, χρήσεται μαντείαις. | |
Prog.4.1.9 | οὐδεὶς ἂν ἐφίκοιτο τοῦ πλήθους τῶν πραγμάτων ἃ τοῖς βασιλεῦσι πρό‐ κειται. τούτων ἕκαστον καὶ βουλευθῆναι δεῖ καὶ πρα‐ χθῆναι. τό τε γὰρ ἄνευ βουλῆς ἐπιχειρῆσαι τοῖς ἔργοις | |
5 | πολλάκις ἔβλαψεν ἃ φεύγειν ἄξιον ταῦτα ἡμῶν διω‐ κόντων τό τε βουλεύεσθαι μόνον, πράττειν δὲ μηδὲν οὐδ’ ὁτιοῦν ὤνησεν. ἅπασα γὰρ σκέψις πράξεων ἄμοι‐ ρος οὐκ ἔχει τὸ κέρδος. | |
Prog.4.1.10 | δεῖ τοίνυν, ὅπερ ἔφην, ἀμφοτέρων. οὐκοῦν τὴν ἡμέραν μὲν ἔργων, τὴν δὲ νύκτα βουλῆς εἶναι δεῖ καιρόν. εἰ δὲ τὴν μὲν ὕπνῳ δώσομεν, εἰς δὲ τὴν ἄξομεν τὰ ἀμφοτέρων, ἐλάτ‐ | |
5 | των ὁ καιρὸς τῆς χρείας. καὶ δεῖ δυοῖν θάτερον, ἢ πρὶν μαθεῖν ὅ τι βέλτιστον ἅπτεσθαι τῶν πραγμά‐ των ἢ μαθόντας ὅ τι βέλτιστον οὐκ ἔχειν χρῆσθαι | |
τοῖς πράγμασιν. | ||
Prog.4.1.11 | Εἰς ταύτην ἄγει τὴν ἀνάγκην τοὺς βασιλέας τὸ τῶν ἀρχομένων πλῆθος καὶ τῶν πραγμάτων. ἄνευ δὲ τούτων καὶ καθεύδειν ἔξεστι. τεκμήριον δέ, οὐδὲν ζημιώσει τὸν ἰδιώτην ὕπνος. μικρῶν γάρ, οἶμαι, κύριος, | |
5 | οἰκιδίου φαύλου καὶ τριῶν ἢ τεττάρων ἀνδραπόδων καὶ δραχμῶν οὐ πολλῶν, καὶ τὸ τῆς ἡμέρας ἀπέχρησε μέτρον εἰς βουλήν τε καὶ ἔργον. τί λέγω τῆς ἡμέρας ἁπάσης, ἐπεὶ σμικρὸν ἡμέρας μέτρον ταῦτα ἀμ‐ φότερα δέχεται; κἂν εἴ τις αὐτῷ κελεύοι τὸ μὴ καθεύ‐ | |
10 | δειν, ἀλλὰ καὶ σκοπεῖν, ὦ βέλτιστε, φήσαι, τί γὰρ περιβέβλημαι τοσοῦτον ὅσον καὶ νυκτὸς προσ‐ δεῖν; | |
Prog.4.1.12 | εἰ τοίνυν οὐδεμία ζημία τοῖς ἰδιώταις ἐκ τοῦ καθεύδειν παρὰ τὸ μὴ πολλοῖς ἐφεστηκέναι πράγ‐ μασιν, οἷς γε συμβαίνει πολλῶν πραγμάτων εἶναι κυ‐ ρίοις, τούτοις ἡ μεγίστη βλάβη, τὸν ὕπνον εἰ μὴ | |
5 | φεύγοιεν. | |
Prog.4.1.13 | Ὁρᾷς, ὦ ’γαθέ, τὸν κυβερνήτην, ὃν οὐκ ἄν μοι | |
δοκεῖ τις ἁμαρτεῖν εἰπὼν βασιλέα τῆς νεώς; οὐ τῆς νυκτὸς ἐπελθούσης ἐπὶ τῶν οἰάκων κάθηται τὰ ὄμματα στήσας ἀκριβῶς πρὸς τὰ ἄστρα καὶ οὐ φιλονεικεῖ τοῖς | ||
5 | ναύταις περὶ τῆς ἀναπαύλης; καὶ οἱ μὲν κεῖνται καθεύ‐ δοντες μετὰ πολλῆς τῆς ῥᾳστώνης, οἱ μὲν ἐπὶ τῶν καταστρωμάτων, οἱ δὲ ἐν κοίλῃ τῇ νηί. ὁ δὲ οὐ ζηλο‐ τυπεῖ τῆς ῥᾳστώνης ἐκείνους, ἀλλ’ ἐν τῷ μὴ καθεύ‐ δειν αὐτὸς ἐκείνοις ἀποδίδωσι τὸ τρυφᾶν. | |
Prog.4.1.14 | οὐδ’ ἔπεισεν ἡ νὺξ ἐπελθοῦσα τὸν Ἕκτορα ἀναπαύεσθαι, ἀλλ’ ἐν αὐτῇ τὰ μέγιστα κατορθοῦν ἠξίου καὶ συνῆγεν οὓς ἐχρῆν καὶ δώρων ὑποσχέσει πρὸς κατασκοπὴν τοὺς | |
5 | ἐπιτηδείους ἐξήγειρε. | |
Prog.4.1.15 | καὶ μηδεὶς ἐννοείτω τὸ τέλος εἴ γε βαρύ, ἀλλ’ εἰ μὴ τὸ βούλευμα λόγον εἶχέ τινα. τοῦ μὲν γὰρ ἡ τύχη κυρία, τὸ δὲ παρ’ ἡμῶν αὐτῶν ἀπαι‐ τοῦμεν. | |
Prog.4.1.16 | ὁ δὲ Ἀγαμέμνων ἐκεῖνος εἰ δουλεύειν ᾤετο δεῖν ὕπνῳ, τίς ἂν ἤγειρε τοὺς ἀρίστους εἰς σύλλογον; πότε δ’ ἂν ὁ Διομήδης Ὀδυσσέα λαβὼν ἐσκέψατο τὰ | |
τῶν πολεμίων πράγματα; οὕτω καὶ Τροίαν Ἕλληνες | ||
5 | παρεστήσαντο. οὗτος ὁ καιρὸς τοῖς Ἀχαιοῖς παρέδωκε τὴν Πριάμου πόλιν τῶν μὲν Τρώων ὑπὸ μέθῃ κειμέ‐ νων, τῶν δὲ οὐχ ἡττηθέντων ὕπνου. | |
Prog.4.1.17 | καὶ τί δεῖ 〈τὰ〉 παλαιὰ λέγειν; ἀλλὰ τὸν ἁπανταχοῦ περιφερόμενον τίς οὐκ οἶδε λόγον ὅς φησι δεῖν ἐν νυκτὶ βουλῆς ἔχεσθαι; ὁ δὲ σοφὸς Σοφοκλῆς τί μαθὼν εὐφρόνην ἀπεκάλει τὴν | |
5 | νύκτα; οὐχ ὅτι τὸ φρονεῖν ὡς ἄριστα τότε μάλιστα τοῖς ἀνθρώποις παραγίνεται; | |
Prog.4.1.18 | Εἰς ταῦτα ὁρῶν ὁ βασιλεὺς ἀποσειέσθω τὸν ὕπνον εἰδὼς ὡς οὐκ ἔστιν ὁμοῦ ῥᾳθυμεῖν καὶ πολλοῖς ἐπιτάττειν. | |
3 | ||
Prog.4.2t | Ἡ αὐτὴ γνώμη ἑτέρως. | |
Prog.4.2.1 | Ὅμηρος ὁ ποιητὴς τῷ μὲν τὰς τῶν Τρώων δι‐ ηγεῖσθαι συμφορὰς ἐπὶ δικαιοσύνην μοι δοκεῖ τοὺς ἀνθρώπους παρακαλεῖν δεικνὺς ἃ τοὺς ἀδικοῦντας ἀναμένει κακά, τῷ δὲ λέγειν τοὺς Ὀδυσσέως ἄθλους | |
5 | καρτερικοὺς φαίνεται τοὺς ἀνθρώπους ἀπεργάζεσθαι. | |
τίς γὰρ οὐκ ἂν πάντα φέρειν παιδευθείη ὁρῶν ἐκεῖνον ἐν τοῖς ἔπεσιν ὑπὸ τῶν οἰκετῶν τῶν αὑτοῦ προπηλα‐ κιζόμενον, ἔχοντα δὲ παρ’ ἑαυτῷ τὼ χεῖρε καὶ τοὺς καιροὺς ἀναμένοντα; | ||
Prog.4.2.2 | ποιῶν δὲ ἀμείνους τοὺς ἀνθρώ‐ πους τῷ τῶν ὑποθέσεων βουλήματι οὐχ ἧττον διὰ τῶν παραινέσεων ἃς ἐγκατέπλεκεν ὠφελεῖ νῦν μὲν λέγων ὅπως δεῖ προσφέρεσθαι ξένοις, νῦν δὲ ὅπως θεοῖς, | |
5 | πάλιν δὲ ᾗτινι γνώμῃ χρηστέον ἐν τοῖς ὑπὲρ πατρίδος κινδύνοις. | |
Prog.4.2.3 | πάντα μὲν οὖν ἐπαίνων ἄξια, νικᾶται δὲ τῷ πρὸς τοὺς βασιλεῖς ὑπὲρ ἀγρυπνίας εἰρημένῳ. καὶ γὰρ τὸν ἄρχοντα ποιήσας ἀγαθὸν 〈ἀγαθοὺσ〉 δι’ ἐκείνου 〈καὶ〉 τοὺς ἀρχομένους ἐποίησε. θαυμάσειε δ’ ἄν τις τὸ καὶ | |
5 | τῶν πραγμάτων αὐτῷ μελῆσαι καὶ τοῦ περὶ τούτων βου‐ λευομένου. οἷς φεύγειν χρῆναι τὸν ὕπνον εἰπὼν οὐ δι’ ὅλου προσέθηκεν, ἀλλ’ ἠξίωσε τὸν καιρὸν τέμνειν εἰς ὕπνον καὶ φροντίδα. οὐ χρὴ γάρ φησι παννύ‐ χιον εὕδειν ἄνδρα μεγάλην ἀρχὴν ἔχοντα καλῶς | |
10 | καὶ προσηκόντως εἰπών. | |
Prog.4.2.4 | ὅρα γὰρ πόσα περιέστηκε τὸν βασιλεύοντα. πλήθους ἐπιμελήσεται στρατιωτῶν | |
καὶ ὅπως ἔσονται κρείττους τῆς τῶν ἀντιπάλων ἀρε‐ τῆς καὶ τῆς ἐν τοῖς ὅπλοις μελέτης εἰδὼς ὅτι μετ’ | ||
5 | ἀμαθίας τὸ πλῆθος ἄχρηστον. ἐπὶ τούτοις ὅπλων ποιήσεται καὶ τροφῆς φροντίδα, ὅπως τὰ μὲν ἄριστα κατασκευασθῇ, τὴν δὲ ἔχωσιν ἄφθονον. τοῖς δὲ παρα‐ κελεύσεται τὸ τεῖχος παρασκευάζειν, τοῖς δὲ τάφρον περιελαύνειν, τοῖς δὲ σκόλοπας καταπηγνύναι. | |
Prog.4.2.5 | σκο‐ πείτω δὲ τῶν νεῶν τὸν ἀριθμὸν καὶ τούτων τίνες ἀκέραιοι, τίνες δὲ χρῄζουσαι θεραπείας. σκοπείτω δὲ περὶ τῶν τοξοτῶν, περὶ τῶν ἱππέων, περὶ τῶν ὁπλι‐ | |
5 | τῶν, καὶ τὰ μὲν καλῶς κείμενα φυλαττέτω, τὰ δὲ κα‐ κῶς ἐπανορθούτω πρὸς τὸ χρηστότερον, τὰ δὲ τῶν ἐναντίων ὅπως ἕξει στάσιν ποιείτω. | |
Prog.4.2.6 | μυρία παρὰ τῶν πραγμάτων ὁ βασιλεὺς ἂν ἀπαιτοῖτο, κἀπειδὴ μικρὸν εἰς βουλὰς καὶ πράξεις τὸ τῆς ἡμέρας μέτρον, δεῖται καὶ τῆς νυκτὸς οὐκ ὀλίγον ἀποδιδόναι τῇ περὶ ταῦτα | |
5 | προνοίᾳ. τοῦτο γὰρ αὐτῷ διατηρήσει τὴν ἀρχήν, ἂν μὲν ἡ νὺξ δέχηται τὰς βουλάς, τῆς δὲ ἡμέρας φανεί‐ | |
σης ἐπιτελῇ τὰ δόξαντα. | ||
Prog.4.2.7 | Ταῦτα πρὸς τὸν πολλῶν ἡγούμενον Ὅμηρος λέ‐ γει, τὸν δὲ ἰδιώτην ἀφίησι καθεύδειν. τί γὰρ ἄν τις αὐτὸν ταύτης ἀποστεροίη τῆς ἡδονῆς δυοῖν ἀνδραπό‐ δοιν κύριον καὶ μνῶν τεττάρων, εἰ δὲ βούλει, πλειό‐ | |
5 | νων ταλάντων; περὶ γὰρ τοσούτων πρὸς τῇ νυκτὶ καὶ τῆς ἡμέρας καθεύδων τὸ πλεῖον [καὶ] βουλεύεσθαι δύ‐ ναιτ’ ἂν ἤδη. | |
Prog.4.2.8 | τοῖς μὲν οὖν ἰδιώταις πολλὴν παρέχει τὴν ἀνάπαυλαν τὸ μὴ περὶ πολλῶν ἠναγκάσθαι φρον‐ τίζειν, τοὺς δέ γε βασιλεῖς τὰ μεγέθη τῶν ἀρχῶν αἷς ἐφεστήκασιν ἀφαιρεῖται τὸν ὕπνον. καὶ μὴν κἀκεῖνο | |
5 | αἰσχρὸν τοὺς κυβερνήτας ὑπομένειν ἀμείνους εἶναι τῶν τὰ τηλικαῦτα ἐγκεχειρισμένων. νόμος γὰρ οὗτος κυβερ‐ νητῶν κρείττους εἶναι τῆς ὕπνων δυναστείας. καίτοι τοὺς ἄλλους ὁρῶσιν ἐπὶ τῶν καταστρωμάτων καθεύ‐ δοντας, ἀλλ’ οὐ διὰ τοῦτο τὸν αὑτῶν ἀφέντες πόνον | |
10 | πρὸς τἀκείνων καταφέρονται, ἀλλ’ ἴσασιν ὅτι ναύτης μὲν ὑπὸ τῆς τάξεως ἣν τέτακται καθεύδειν τέτακται, κυβερνήτην δὲ ἡ τῆς νεὼς ἀρχὴ βλέπειν ἐπ‐ αναγκάζει πρὸς τὰ ἄστρα. | |
Prog.4.2.9 | Σκόπει δὴ τοῦτον τὸν Ἀγαμέμνονα τὸν τὴν συμβουλὴν δεξάμενον οἷός τις ἦν ἐν τοῖς μετὰ ταῦτα. τὸν μὲν ὕπνον ἀπεσείσατο, τοὺς δὲ ἀρίστους συνήγαγε τὰ τῶν ἐναντίων σκεψομένους καὶ τηλικοῦτον εἰργά‐ | |
5 | σατο διὰ τῶν ἀπεσταλμένων ἔργον ἐν τῇ νυκτὶ ὥστε καὶ τοὺς Τρῶας εἰς ἀθυμίαν ἐμβαλεῖν καὶ τοῖς Ἕλλησι καίτοι κακῶς πεπραχόσι θαρρῆσαι παρασχεῖν. | |
Prog.4.2.10 | οὐ τοίνυν οὐδὲ ὁ τῶν Τρώων στρατηγὸς ὑπὸ τῆς εὐημε‐ ρίας εἰς ῥᾳστώνην ἀπέκλινεν, ἀλλὰ καὶ αὐτὸς ἆθλα προὐτίθει τῆς νυκτὸς τοῖς τολμῶσι τῷ νεωρίῳ προσ‐ | |
5 | ελθεῖν, καὶ τύχῃ μὲν ὁ Δόλων ἐχρήσατο χείρονι, τοῦ‐ το δὲ οὐκ ἐλέγχει τὴν Ἕκτορος βουλὴν ὡς οὐκ ἦν ἀγαθή. | |
Prog.4.2.11 | ὅλως δὲ τῆς νυκτὸς ἡ φύσις συμπράττει πρὸς εὐβουλίαν οὐχ ἑλκομένου τῇδε κἀκεῖσε τοῦ λο‐ γισμοῦ καὶ τῆς ψυχῆς ὑπὸ τοῦ πλήθους τῶν ἐν ἡμέρᾳ πραττομένων ταραττομένης, ἀλλ’ ἡσυχίᾳ ῥᾳδίως εὑρι‐ | |
5 | σκούσης τὸ δέον. ἐντεῦθεν εὐφρόνη καλεῖται παρὰ τῶν ποιητῶν ἡ νὺξ καὶ τὴν παροιμίαν ἐποίησε τὰς βουλὰς εἰς τὸν τῆς νυκτὸς ἄγειν καιρόν. | |
Prog.4.2.12 | Ταῦτα δεῖ πάντα τοὺς βασιλεῖς ἐνθυμουμένους ἥκιστα μὲν ὕπνῳ δουλεύειν, μάλιστα δὲ τοῦ φροντίζειν ἔχεσθαι. | |
3 | ||
Prog.4.3t | Δεῖ δὴ χρημάτων καὶ ἄνευ τούτων οὐδὲν ἔστι γενέσθαι τῶν δεόντων. | |
Prog.4.3.1 | Ἔστι μὲν τὸ χρησιμώτατον πάντων τῶν ἐν τῷ βίῳ ῥητορική, τῶν δ’ αὖ ῥητόρων τὸ κεφάλαιον Δη‐ μοσθένης. ὃς παρῆλθε μὲν τὸν Ἰσοκράτην, ἀπέκρυψε δὲ τὸν αὑτοῦ διδάσκαλον Ἰσαῖον, κρείττων δὲ φανεὶς | |
5 | καὶ τῶν καθ’ ἑαυτὸν καὶ τῶν ἔμπροσθεν οὐδὲ τοῖς ἐσομένοις ἅμιλλαν ἔδωκεν, ὢν δὲ λέγειν ἄριστος πολὺ βελτίων ἦν τὴν προαίρεσιν, ὃς κατὰ μὲν τῆς πατρίδος οὐκ ἐδέξατο χρυσίον, ὑπὲρ δὲ τῆς ἐνεγκούσης διετέ‐ λεσε πονῶν καὶ τοσοῦτον ἀπέσχε τοῦ γενέσθαι πονη‐ | |
10 | ρὸς ὥστε καὶ τοὺς ἄλλους ἐπηνάγκαζεν εἶναι χρηστούς. | |
Prog.4.3.2 | τῶν μὲν οὖν πολιτευμάτων οἷς ὤρθου τὰς Ἀθήνας ἐν ἑτέροις καιροῖς μνημονεύσομεν, νῦν δέ μοι τὴν γνώμην ἐκείνην ἐπῆλθε θαυμάσαι, δι’ ἧς οὐ μόνον τοὺς ἐκκλησιάζοντας ἡνίκα παρῆλθεν ὤνησεν, ἀλλὰ | |
5 | καὶ πάντας ἁπλῶς οἷς ὁμιλῆσαι τοῖς ἐκείνου συγγράμ‐ μασιν ὑπῆρχεν. ἀποφαίνεται γὰρ τὸ δεῖν χρημάτων ὡς οὐκ ἐνὸν ἄλλως ἢ μετ’ ἐκείνων τὰ δέοντα πρα‐ | |
χθῆναι. | ||
Prog.4.3.3 | Καὶ τὰ μὲν ἐκείνου ταῦτα, μαρτυρεῖ δὲ τῷ λό‐ γῳ τὰ πράγματα. πρῶτον μέν, ἵν’ ἀπὸ τοῦ μεγίστου ποιήσωμαι τὴν ἀρχήν, τὰ ταῖς πόλεσιν ἀναγκαιότατα δι’ ἐκείνων γίνεται, τὰ τείχη, τὰ ὅπλα, νῆες, νεώσοι‐ | |
5 | κοι, λουτρῶν χάριτες, ἱερῶν κάλλη, χαρακώματα, τάφροι. | |
Prog.4.3.4 | καὶ μὴν τῶν μὲν θεῶν εὔνοιαν αἱ θυσίαι προσάγονται, λαμπρῶς δὲ θύειν τοῖς εὐποροῦσιν ὑπάρ‐ χει. ταὐτὰ τοίνυν καὶ περὶ τῶν ἀναθημάτων ἔστιν εἰ‐ πεῖν. στρατεία δὲ πῶς ἂν ἐκπεμφθείη συμμάχοις κιν‐ | |
5 | δυνεύουσιν ἄνευ σιτηρεσίου; σιτηρέσιον δὲ πῶς ἂν γένοιτο χρημάτων χωρίς; | |
Prog.4.3.5 | Οὐ τοίνυν τὰ μὲν τῶν πόλεων οὕτω, τὰ δὲ καθέκαστον ἑτέρως, ἀλλὰ κἀνταῦθα τὸ ἴσον κρατεῖ. σκεψώμεθα γάρ. δεῖ μὲν οἰκίαν οἰκοδομεῖσθαι, δεῖ δὲ γύναιον ἄγεσθαι, δεῖ δὲ τοὺς γινομένους παῖδας τρέ‐ | |
5 | φειν. τούτων δὲ ἕκαστον ἐκ δαπάνης ὁρμᾶται. εἰ τῶν ἀρρωστούντων ἀφέλοις τὰ χρήματα, ταχὺ τεθνήξονται, εἰ τῶν σοφίας ἐπιθυμούντων, οὐδέποτε κτήσονται. δεῖ μὲν γὰρ βιβλία ὠνεῖσθαι, δεῖ δὲ τὰς μαθήσεις παρὰ τῶν ἐπισταμένων πρίασθαι. ἁπλῶς δὲ τῶν τε τὰς ψυ‐ | |
10 | χὰς ὠφελούντων καὶ τῶν τὰ σώματα φυλαττόντων οὐ‐ δὲν ὃ μὴ τὴν ἀφορμὴν ἐκεῖθεν λαμβάνει, ἐπεὶ καὶ πρὸς αὐτὴν τὴν ἐσθῆτα δεῖ χρημάτων, ὧν χωρὶς οὐκ ἔστιν αὐτὴν κτήσασθαι. | |
Prog.4.3.6 | τίς δ’ ἂν ἀποδημία συμφέρουσα γένοιτο μὴ τούτων ὑπόντων; τίς δ’ ἂν χρήσιμος πρὸς τὴν ἐνεγκοῦσαν φανείη μὴ χορηγῶν, μὴ λειτουργῶν, μὴ τριηραρχῶν, μὴ πρῶτος ἐν ταῖς ἐπιδόσεσιν ἐνδεικνύ‐ | |
5 | μενος; οὐκ ἂν τυραννὶς ἐπὶ πλεῖον ἀρκέσειε πενίᾳ συνεζευγμένη, οὐκ ἂν βασιλεία ταύτης ὑπούσης. καὶ δημοκρατίαν ἴσμεν χρημάτων ἀπορίᾳ ταχέως κινουμέ‐ νην. μετὰ τούτων ἔστι καὶ τοὺς ἐπιτηδείους ὠφελεῖν καὶ τῶν δυσμενῶν κρατεῖν. πρόχειρον γὰρ τοὺς εὐπό‐ | |
10 | ρους ξενικῶν προσθήκῃ τὰς δυνάμεις αὐξῆσαι. | |
Prog.4.3.7 | Εἰ τοίνυν οἷς περιουσία χρημάτων, τούτοις ἅπαν‐ τα χωρεῖ κατὰ νοῦν, ἀνάγκη μηδὲν πληροῦσθαι τῶν δεόντων, ἔνθα τούτων ἡ σπάνις. οὔτε ἄνευ ὅπλων ἔστι ποιεῖσθαι πόλεμον οὔτε ἄνευ σκάφους περαιοῦσθαι τὴν | |
5 | θάλατταν οὔτε βαδίζειν χωρὶς ποδῶν οὔτε ἄνευ χρη‐ μάτων τοῦ δέοντος τυχεῖν. ὥσπερ γὰρ ὀφθαλμῶν ἐστε‐ ρημένον οὐκ ἔστιν ὁρᾶν, οὕτω τὸν ἐν ἐνδείᾳ καθεστῶ‐ τα χρημάτων ἃ προσῆκεν οὐκ ἔστι ποιεῖν. | |
Prog.4.3.8 | Ἀπόβλεψον δὴ εἰς τὴν Ἀθημαίων πόλιν καὶ μᾶλλον ἐκ τοῦ παραδείγματος θαυμάσῃ τὸν λόγον. ἐκεῖνοι μὲν γὰρ ἕως ἐθάρρουν μυρίοις ταλάν‐ τοις ἐν ἀκροπόλει κειμένοις, ἡγοῦντο μὲν τῶν Ἑλλή‐ | |
5 | νων, ἐκράτουν δὲ τῶν Λακεδαιμονίων, ἦσαν δὲ φοβε‐ ρώτεροι τῷ Περσῶν βασιλεῖ· ἐπεὶ δὲ προϊὼν ὁ χρόνος ἐξανάλωσε τὰς περιουσίας, ὑπέκυψαν μὲν τοῖς ἐχθροῖς, | |
τυράννους δὲ παρεδέξαντο, κατέσκαψαν δὲ τὰ τείχη τῶν δυσμενῶν κελευόντων. | ||
Prog.4.3.9 | ἐπ’ αὐτῶν τοίνυν τῶν καιρῶν ἐν οἷς ἐπολιτεύετο Δημοσθένης οὐδὲν οὕτως ἐλυμήνατο τοῖς πράγμασιν ὡς τὸ τῆς ἀπορίας. οὐδὲ ἄλλο τι Φίλιππον ηὔξησεν ἢ τὸ πλουτεῖν, καὶ τοσοῦ‐ | |
5 | τον ἴσχυσε τῷ κεκτῆσθαι χρυσίον ὥστε τῶν ἄμεινον ἠσκημένων πολεμεῖν τὰς πόλεις ἐπρίατο τοὺς παρ’ ἑκάστῃ προστάτας ὠνούμενος. | |
Prog.4.3.10 | Οὐ τοίνυν Δημοσθένης μὲν οὕτως, ἄλλως δὲ Πίνδαρος, οὐδ’ οὗτοι μὲν πάντα συνᾴδουσι, Θουκυ‐ δίδης δὲ τοὐναντίον φθέγγεται, ἀλλὰ καὶ ῥήτορας καὶ συγγραφέας καὶ ποιητὰς ταὐτὸν εὑρήσεις λέγοντας· | |
5 | δεῖ χρημάτων τοῖς μὴ μέλλουσιν ἁμαρτήσεσθαι τοῦ δέοντος. ὥστ’, εἴπερ καὶ ὑμῖν ἔρως τοῦ κατορθοῦν, | |
ἐπιμελητέον πόρων. | ||
Prog.5t1 | Ἀνασκευαί. | |
Prog.5.1t | Ὅτι οὐκ εἰκὸς τὸν Χρύσην εἰς τὸν ναύ‐ σταθμον ἐλθεῖν τῶν Ἑλλήνων. | |
Prog.5.1.1 | Οὐδ’ ἄλλον μὲν ἠξίουν οὐδένα τῶν ποιητῶν τῆς ἀληθείας ἀμελεῖν, ἄλλως θ’ ὅτε καὶ παρὰ τῶν Μουσῶν κινούμενοί φασι λέγειν ἃ λέγουσιν, ἀλλὰ μᾶλλον σπουδάζειν ὅπως τι λέξουσιν ἀληθὲς ἢ ὅπως | |
5 | τὸν ἀκούοντα τέρψουσιν· Ὅμηρον δὲ μάλιστα πάντων ἔδει τοῦτο φυγεῖν οὕτως ὄντα γενναῖον καὶ μεγαλο‐ πρεπῆ. | |
Prog.5.1.2 | νῦν δὲ φαίνεται καὶ αὐτὸς ψευδῆ διώ‐ κων ἐν ἄλλοις τε οὐκ ὀλίγοις καὶ τοῖς πρώτοις τῆς Ἰλιάδος εὐθύς. λέγει γὰρ ἐλθεῖν ἐπὶ τὰς ναῦς τῶν | |
Ἑλλήνων τὸν Χρύσην ἐπὶ λύσει τῆς θυγατρὸς καὶ | ||
5 | ποιεῖσθαι διπλῆν τὴν ἱκετείαν, τὴν μὲν πρὸς τὸν ὄχλον, τὴν δὲ πρὸς τοὺς ἄρχοντας, τυχόντα δὲ τῶν πολλῶν 〈εὐμενῶν〉 χαλεποῦ πειρᾶσθαι τοῦ κρατοῦντος καὶ λό‐ γους ἀκούειν ἀπειλῆς γέμοντας. ἤλγησε, φησίν, οἷς ὑβρίσθη καὶ κατέφυγεν ἐπὶ τὸν Ἀπόλλωνα δεόμενος | |
10 | αὐτοῦ ἀμείψασθαι τὰ γεγενημένα καὶ δίκην λαβεῖν παρ’ Ἑλλήνων. | |
Prog.5.1.3 | ταῦτά φησιν Ὅμηρος, τούτοις οὐ πείθομαι. πῶς γὰρ ἂν ἐτόλμησε γέρων ἄνθρωπος παρὰ τοὺς πολεμίους ἐλθεῖν; ὃ μηδὲ νεανίας ὑπέμεινεν ἄν. οὓς γὰρ ἐπιόντας φεύγειν εἰκός, πῶς εἰς τούτους | |
5 | ἐλθεῖν ἂν ἠθέλησεν, οὓς ᾔδει μισοῦντας τὸ Ἴλιον, πορθοῦντας τοὺς περιοίκους; | |
Prog.5.1.4 | ὁ πόθος τῆς θυγα‐ τρὸς ταῦτα ἠνάγκαζεν. ἀλλ’ ὁ φόβος τῶν ἐναντίων ἐκώλυεν. ἦν δ’ ἱκανὰ κἀκεῖνα παραμυθεῖσθαι, πρῶτον μὲν τὸ μὴ μόνον δυστυχεῖν, ἀλλὰ σὺν ἄλλοις πολλοῖς, | |
5 | ὧν παῖδες οἱ μὲν ἐτεθνήκεσαν, οἱ δὲ κατείχοντο. ἔπει‐ τα τὸ τῆς βασιλίδος τὴν αὑτοῦ θυγατέρα τάξιν ἐν τοῖς Ἕλλησιν ἔχειν. ἤκουε γὰρ ἴσως παρὰ τῶν ἀγγελλόντων | |
τὴν περὶ τὸ γύναιον τοῦ βασιλέως σπουδήν, ὡς ἀγα‐ πᾶται καὶ ὡς θαυμάζεται καὶ πάντα ἐστὶν αὐτῷ. τοῦ‐ | ||
10 | το δὲ καὶ κουφίζειν αὐτοῦ τὴν λύπην ἠδύνατο καὶ φόβον παρεῖχεν αἰτεῖν ἐπιχειροῦντι. | |
Prog.5.1.5 | Νὴ Δία, ἀλλὰ τῷ σκήπτρῳ καὶ τοῖς στέμμα‐ σιν ἐθάρρει. καὶ τίς λόγος τοῖς πολεμίοις τῶν παρὰ τοῖς ἐναντίοις θεῶν; οὐχ ἑώρα τὰς ὑπ’ Ἀχιλλέως 〈ἁλούσασ〉 πόλεις πλείους ἢ εἴκοσιν ἐν αἷς τεμένη | |
5 | πολλά, πολλοὶ δὲ βωμοί, πολλοὶ δὲ νεῴ, πολλὰ δὲ ἀγάλματα, οἷς ἅπασι σίδηρον καὶ πῦρ ἐπήνεγκαν Ἕλ‐ ληνες; πῶς οὖν οἱ ταῦτα ἐν φαύλῳ πεποιημένοι πάντα ἔμελλον χαριεῖσθαι τῷ Χρύσῃ διὰ τὸ σκῆπτρον; | |
Prog.5.1.6 | Πόσης δὲ ἀνοίας τὸ τοὺς ἀρχομένους μετὰ τῶν κρατούντων ἱκετεύειν; εἰ μὲν γὰρ ὄχλος ἐκράτει, τί τοῖς Ἀτρείδαις διελέγετο; εἰ δὲ τῶν Ἀτρειδῶν τὸ κράτος, τί τῶν πολλῶν ὄφελος; | |
Prog.5.1.7 | Ἀλλὰ δεδόσθω τοῦτον ὑπὸ τῆς λύπης ἁμαρτά‐ νειν τοῦ προσήκοντος. οἱ δὲ Ἕλληνες δοκοῦσιν ἂν | |
πρὶν ὅ τι τοῖς ἄρχουσιν ἀρέσκει μαθεῖν συναγορεῦσαι τῷ γέροντι καὶ βοηθῆσαι; τουτὶ γὰρ ἦν καταλύειν τὴν | ||
5 | ἀρχὴν καὶ τὴν ἐξουσίαν εἰς αὑτοὺς μεθιστάναι. ἀλλὰ ταυτὶ μὲν δημοκρατίας, ἐν βασιλείᾳ δὲ ἡ τοῦ δυνα‐ στεύοντος γνώμη νόμος τοῖς ἀρχομένοις ἐστίν. | |
Prog.5.1.8 | Εἰ δ’ οὖν ὡς ἀληθῶς συνέβη τι τοιοῦτον καὶ τὴν τοῦ βασιλεύοντος κρίσιν ἡ τῶν ἀρχομένων ἔφθασε, δοκῶ μοι μή που τὸν Ἀγαμέμνονα 〈ἂν〉 φιλονεικῆσαι καὶ μάταιον ἐκείνοις ἀποφῆναι τὴν σπουδὴν εἰδότα ὅσαι | |
5 | κατελύθησαν τῶν ἀρχῶν διὰ τὴν τῶν ἀρχομένων ἀπέ‐ χθειαν. οὐ γὰρ ἐν πλήθει χειρῶν οὐδ’ ἐν ὑπερβολῇ ῥώμης τῆς ἑαυτῶν ἔχουσιν οἱ κρατοῦντες τὸ βέβαιον, ἀλλ’ ἐν τῇ τῶν ὑπακουόντων εὐνοίᾳ. ἣν εἴ τις μετα‐ | |
στήσειεν ἐπὶ τἀναντία, ῥᾴδιον 〈ἐκείνουσ〉 ἐπαναστῆναι | ||
10 | καὶ καθελεῖν τὴν ἀρχήν. | |
Prog.5.1.9 | τοῦτο δὴ οὖν ἐφυλάξατο ἂν καὶ σώματος ἑνὸς ἐπρίατο τὴν βεβαιότητα τῆς ἀρχῆς τόν τε πρεσβύτην οὐκ ἔσθ’ ὅπως ἂν ὕβρισεν οὔτ’ αὐτὸν οὔτε τὸ σκῆπτρον τῷ ἄπρακτον πέμπειν εἰδὼς ἀπαί‐ | |
5 | δευτον τὸ πρᾶγμα καὶ ἀσελγὲς καὶ πρέπον ἀγοραίοις τισὶ μᾶλλον ἢ βασιλεῖ. | |
Prog.5.1.10 | τί δ’ ἂν καὶ πλέον ἀπὸ τῶν ὑβρισμάτων ἐγένετο κατέχοντι τὴν ἄνθρωπον; ἐξῆν γὰρ δήπου καὶ τοῦτο εἰπεῖν· μάτην ἥκεις. οὐ δώσω, τῆς 〈δ’〉 εἰς τὸν θεὸν παροινίας | |
5 | οὐχ ὁρῶ τὸ κέρδος. ὅμως δὲ τίς ἡ ταραχὴ τῆς γνώμης; ὡς μὲν γὰρ αἰδούμενος τὸν θεὸν οὐκ ἀπέκτεινεν, ὡς δὲ οὐδὲν προσποιούμενος ἠτίμαζε. | |
Prog.5.1.11 | Τὸ δὲ καὶ τὴν ἀρὰν κατὰ τῶν Ἑλλήνων γε‐ νέσθαι τίς ἂν πιστεύσειεν; οὐδὲ γὰρ μειρακύλλιον κο‐ μιδῆ μικρὸν πρὸς τοῦτο ἂν ἦλθεν ἀνοίας ὥστε παρὰ τῶν βεβοηθηκότων τιμωρίαν ζητεῖν. νῦν δὲ ὁ πρεσβύ‐ | |
5 | της, ὁ ἱερεύς, ὁ παρὰ τοῖς ἀγάλμασι βεβιωκώς, ὁ τῷ | |
θεῷ φίλος, ὁ τοῖς ἄλλοις δικαιοσύνης διδάσκαλος πει‐ ρᾶται κινεῖν τὰ τοῦ θεοῦ βέλη κατὰ τῶν βεβοηθηκό‐ των Ἑλλήνων. | ||
Prog.5.1.12 | καὶ τὸ πάντων δεινότατον, ὁ μὲν αἰτεῖται οὕτως ἄτοπα, ὁ δὲ πείθεται καὶ δίδωσιν, ὁ Λητοῦς καὶ Διός, ὁ μισῶν τοὺς ἀδικοῦντας. οὐκ ἔστιν ὅπως ἐγὼ τούτῳ πεισθήσομαι. ἃ γὰρ οὐδὲ τοὺς βελ‐ | |
5 | τίστους τῶν ἀνθρώπων ἔστιν ἁμαρτεῖν, πῶς ἂν ὑπὸ τῶν τὸν οὐρανὸν ἐχόντων πλημμελοῖτο; ταῦτα καὶ ψευδῆ καὶ βλαβερὰ τοῖς ἀκούουσι. καὶ προσήκει τῶν ποιημάτων ἢ παντάπασιν ἀπέχεσθαι ἢ ψυχαγωγίας ἕνεκεν ἅπτεσθαι εἰδότας ὅτι τοῦτο μὲν δύναται ποιεῖν, | |
10 | ἀληθείας δὲ ὠλιγώρηκεν. | |
10 | ||
Prog.5.2t | Ὅτι οὐκ εἰκότα τὰ κατὰ τὸν Αἴαντα τὸν Λοκρόν. | |
Prog.5.2.1 | Ἕτερος λόγος οὗτος ψευδὴς ὑπὸ τῶν ποιητῶν περὶ τῶν ἑλόντων τὸ Ἴλιον Ἑλλήνων εἰρημένος, βιά‐ σασθαι μὲν τὸν Αἴαντα τὴν Πριάμου Κασάνδραν τῷ | |
τῆς Ἀθηνᾶς ἕδει προσκειμένην τε καὶ δεομένην μὴ | ||
5 | τοῦτο παθεῖν, λόγον δὲ οὐδένα τοῦ τετολμημένου ποι‐ εῖσθαι τοὺς Ἕλληνας, πρὶν Κάλχας εἶπεν ὡς ὠργίζετο ἡ θεός, τότε δὲ ἐπὶ τὴν δίκην ἐλθεῖν μέν, λαβεῖν δὲ οὐ δυνηθῆναι προκαταφυγόντος τοῦ τὰ δεινὰ εἰργα‐ σμένου πρὸς βωμούς τινας θεῶν. | |
Prog.5.2.2 | ἐπὶ τούτοις ἐκκλη‐ σία περὶ τῆς ἀναγωγῆς. καὶ Μενέλαος μὲν ἐπείγεται καὶ κελεύει πλεῖν εὐθέως, Ἀγαμέμνων δὲ παρῄνει προ‐ διαλλάξαντας αὑτοῖς τὴν θεὸν εἶθ’ οὕτω πλεῖν. στά‐ | |
5 | σεως δὲ γενομένης τῶν μὲν ἄλλων τινὲς ἦλθόν τε οἴ‐ καδε καὶ ἀπεσώθησαν, ὧν καὶ Νέστωρ ἦν, ὁ Μενέλαος δὲ χειμάζεται καὶ πλὴν πέντε νεῶν ἁπάσας ἀποβαλὼν εἰς Αἴγυπτον ὑπὸ τῶν ἀνέμων ἐλαυνόμενος κατηνέχθη. | |
Prog.5.2.3 | Πρῶτον μὲν οὖν ἐκεῖνο θαυμάσαι τις ἄν, εἰ Αἴας ὁ τῶν Λοκρῶν ἡγεμὼν καὶ τοσαύτας ἄγων ναῦς καὶ πόλεων τοσούτων ἡγούμενος καὶ τιμώμενος ἐν τοῖς Ἕλλησιν ἐπ’ ἀρετῇ καὶ τῷ μηδενὸς ἡττᾶσθαι τῶν αἰ‐ | |
5 | σχρῶν οὕτως ἐξεπλάγη παρθένον ἰδὼν ὥστε εὐθὺς μαί‐ νεσθαι καὶ πᾶν δίκαιόν τε καὶ πρέπον ἐκβάλλειν ἐκ τῆς ψυχῆς καὶ μηδὲν ἐννοεῖν ὧν εἰκός, μὴ τοὺς ἀρχο‐ μένους, μὴ τοὺς ἄλλους Ἕλληνας, μὴ τοὺς τούτων ἄρ‐ | |
χοντας, μὴ φίλους, μὴ δυσμενεῖς, εἴ τινες ἄρα ἦσαν | ||
10 | αὐτῷ, καὶ τὸ μέγιστον, μὴ τὸν νεών, μὴ τοὺς βωμούς, μὴ τὴν Ἀθηνᾶν αὐτήν. εἰ γὰρ καὶ σφόδρα ἤρα τῆς κόρης, καίτοι τοῦτό γε οὐκ ἔχον λόγον ἐστὶν ἰδόντα εὐθὺς ἐρασθῆναι. χρόνου γάρ, οἶμαι, τά γε τοιαῦτα δεῖται πλείονος καὶ συνεχοῦς ὄψεως καὶ μακροτέρας | |
15 | ὁμιλίας. | |
Prog.5.2.4 | ἀλλ’ εἰ δεῖ τοῦτο δοῦναι καὶ ἐγχωρῆσαι, τὴν πρώτην ὄψιν οὕτως ἀφόρητον ἐπιθυμίαν τεκεῖν, τί παθὼν ἐν ὀφθαλμοῖς ἐμίγνυτο τῆς θεοῦ καὶ οὐκ ἀποσπάσας ἐπὶ τὴν σκηνὴν ἄγων ἔπραττεν ὅ τι ἐβού‐ | |
5 | λετο; δεινὸν γὰρ καὶ τοῦτο, τὴν ἀδικοῦσαν μὲν οὐδέν, ἀδικουμένην δὲ τὰ μέγιστα μηδὲ τῆς παρὰ τῶν θεῶν ἐπικουρίας ἀπολαύειν, ἀλλ’ ἐκ μέσων ἁρπάζεσθαι τῶν ἱερῶν, εἶχε δ’ ἂν ἐλάττω τὴν ἀσέβειαν. οὐ γὰρ ἴσον οἶμαι τῷ μίγνυσθαι τῆς Ἀθηνᾶς ὁρώσης τὸ [τὸν] λα‐ | |
10 | βόντα τὴν κόρην οἴχεσθαι. | |
Prog.5.2.5 | ἠνάγκαζεν ὁ Ἔρως. ἀλλ’ ἡ θεὸς ἐφόβει. πολλῶν δὲ ἐπιθυμοῦντες ἄνθρω‐ ποι πολλάκις ἀπέχονται καὶ κρείττονας δείσαντες καὶ νόμους καὶ τὸν ἐπὶ τοῖς ἔργοις λόγον, ἔδει δὲ τὸν | |
5 | Ἕλληνα καὶ φρόνιμον καὶ ἡγεμόνα καὶ ἐρῶντα. | |
Prog.5.2.6 | θήσω γὰρ 〈αὐτὸν〉 τὴν μὲν ἐν τῇ σκηνῇ κρύψαι, πρὸς δὲ τοὺς Ἕλληνας ἐν τῷ καιρῷ τῶν τιμῶν ὁμολογῆσαι τὸ πά‐ θος. ὁμολογήσαντι δὲ καὶ τὴν κόρην ἔχειν ἀξιοῦντι | |
5 | πάντως ἂν ἔδοσαν οἱ τὸν ἄνδρα εἰδότες μεμνημένοι μὲν τῶν πόνων οὓς παρὰ πάντα τὸν πόλεμον ἤνεγκεν, αἰδούμενοι δὲ τὴν σωφροσύνην τοῦ κατασχόντος αὑ‐ τόν. καὶ οὕτω μὲν εἶχεν ἂν διὰ τέλους τὴν ἐρωμένην, ὡς δὲ νῦν ἔπραξεν, ἀπεστέρηται. δόξας γὰρ ἀδικεῖν | |
10 | καὶ τῆς παρρησίας αὑτὸν οἷς ἔδρασεν ἐκβαλὼν οὐκέτ’ εἶχε λέγειν οἷς ποτε ἂν ἐχρῆτο. | |
Prog.5.2.7 | Εἶεν. ἀλλ’ ἠσεβήκει μὲν ἅμα, ἠσεβεῖτο δὲ ἡ θεός, ἔλαθε δὲ τοῦτο οὐδένα τῶν Ἑλλήνων. τί οὖν ἔδει ποιεῖν τοὺς καθημένους; ἀγανακτεῖν, βοᾶν, εἰς δικαστήριον ἄγειν, ἀπαιτεῖν τιμωρίαν, δεικνύειν | |
5 | ὀργὴν ἐπὶ τοῖς πεπραγμένοις. νῦν δὲ τοιοῦτον μὲν οὐ‐ δέν, ἡσυχία δὲ πολλή. μᾶλλον δέ, ἡ θεὸς μὲν ἐν οὐ‐ δενὶ λόγῳ, πολλὴ δὲ ἡ πρὸς τὸν πλοῦν ὁρμή. | |
Prog.5.2.8 | καὶ ὁ μάντις ἐδίδασκεν ὡς οὔπω καιρός, δεῖν γὰρ καὶ πρό‐ τερον θεραπεῦσαι τὴν θεόν. τί γένοιτ’ ἂν τῶν Ἑλλή‐ νων ἀνοητότερον; Κάλχαντος ἐδέοντο πρὸς τὸ μαθεῖν | |
5 | ὡς θεὸς ὑβριζόμενος ὠργίζετο καὶ ὡς ὀργὴ δαιμόνων μεγάλη ζημία; οὐ γὰρ καὶ γυναικὶ καὶ παιδὶ τοῦτό γε δῆλον; οὐ γὰρ καὶ τοῖς οἰκέταις καὶ τοῖς δορυφόροις τῶν Ἑλλήνων; οὐ γὰρ καὶ τοῖς ἀναισθήτοις εἶναι δο‐ κοῦσι βαρβάροις; | |
Prog.5.2.9 | ἀλλ’ ὁ τὴν ἀρχὴν ἔχων διὰ σύνε‐ σιν Ἀγαμέμνων καὶ ὁ ῥήτωρ Ὀδυσσεὺς καὶ ὁ τῷ πολ‐ | |
λῷ χρόνῳ εἰς ἄκρον ἥκων σοφίας ὁ Πύλιος, προσθείην δ’ ἂν καὶ τὸν Τυδέως ὃς ἐν πολλαῖς ἐκκλησίαις ἐπε‐ | ||
5 | δέδεικτο τὴν ἑαυτοῦ φρόνησιν, αὐτοῦ πάντες ἐκάθηντο μένοντες τὴν Κάλχαντος μαντικήν, ἵν’ ἐκεῖνος αὐτοῖς εἴπῃ περὶ τῶν οὕτω προδήλων. λοιπὸν οὖν ἦν εἰς ἐκεῖνον βλέποντας καὶ καθῆσθαι καὶ βαδίζειν καὶ λα‐ λεῖν καὶ σιωπᾶν καὶ τιμᾶν τοὺς ἀγαθοὺς καὶ μισεῖν | |
10 | τοὺς κακούς. | |
Prog.5.2.10 | τίνες οὖν ἦσαν, ἐπειδήπερ ἐδιδάχθη‐ σαν; κατεψηφίσαντο τοῦ Λοκροῦ θάνατον, ὁ δὲ διέ‐ φυγε καὶ ἦν ἐπὶ τῶν βωμῶν. πῶς οὖν εἰς τοσοῦτον, εἰπέ μοι, διέφυγε κακόν; πῶς οὐ γέγονεν ἐκ μέσου | |
5 | τῆς στρατιᾶς ἁπάσης; πρὸ μὲν γὰρ τοῦ ταύτην 〈ἐπὶ κρίσιν〉 ἐνεχθῆναι πάντως ἂν αὐτὴν ἀνέμενεν ἄδηλον ὂν πότερον γνώσονται, κεκριμένου δὲ τοῦ δεῖν ἀποθα‐ νεῖν εὐθὺς ἂν ἀπέθνησκε λίθοις. οὐ γὰρ ἦν, οἶμαι, τοῦ Παλαμήδους βελτίων. | |
Prog.5.2.11 | εἰ μὲν οὖν παιδιὰ τὸ πρᾶγμα ἦν καὶ αὐτοὶ συνέπραττον αὐτῷ πρὸς σωτη‐ ρίαν, οὐκ ἀνδρῶν ἔργον Ἑλλήνων ἐποίουν· εἰ δ’ ὄν‐ τως ἤθελον δίκην λαβεῖν, ἔλαβον ἄν, καὶ οὐκ ἦν διά‐ | |
5 | δυσις τῷ πεπονηρευμένῳ, εἵλκετο δ’ ἂν καὶ ἀπὸ τοῦ βωμοῦ δικαίως. καὶ οὐκ ἂν οὕτω κακῶς ἠτίμησαν τὸν βωμὸν οὐδὲ αὖ τὸν θεὸν οὗπερ ἦν ὁ βωμός. τουτὶ γὰρ ἦν ἐν τῷ δοκεῖν τιμᾶν τοὺς θεοὺς ἀτιμάζειν τοὺς θεούς, εἴπερ τοὺς εἰς ἐκείνους ἀσεβοῦντας δι’ | |
10 | αὐτοὺς ἐκείνους ἔσωζον. | |
Prog.5.2.12 | ἀλλ’, οἶμαι, τοσοῦτόν γε ᾔδεσαν ὡς τὰς καταφυγὰς ταύτας τοῖς πάσχουσι κα‐ κῶς, ἀλλ’ οὐ τοῖς ἀδικοῦσιν ἐξεῦρον οἱ νόμοι καὶ οὐκ ἂν τὴν ὀφειλομένην τοῖς χρηστοῖς ἐπικουρίαν | |
5 | ἐπὶ τὸν πονηρότατον ἁπάντων μετήνεγκαν. εἰ γὰρ ἤρκει βωμὸς εἰς παραίτησιν, τί τὸ κωλύον ἦν ἀπὸ τῶν ἀδικημάτων εὐθὺς ἐκεῖσε τρέχειν τὸν ἀνδρο‐ φόνον, τὸν μοιχόν, τὸν τυμβωρύχον, τὸν προδότην, τὸν ἱερόσυλον, πάντας ἁπλῶς τοὺς ἀξίους ἀπολωλέ‐ | |
10 | ναι; | |
Prog.5.2.13 | καὶ οὕτως ἂν οἵ γε βωμοὶ τοὺς πονηροὺς ἐπήσκουν καὶ παρὰ τῶν θεῶν ἂν ἦν τοῖς ἀνθρώποις εἰς κακίαν παράκλησις ἐπαγγελλομένων ἄδειαν διὰ τῶν βωμῶν τοῖς ἀδικοῦσι. ταῦτ’ οὖν ἐγνωκότες οἱ τότε καὶ | |
5 | δι’ αὐτό γε μειζόνως ἂν αὐτὸν ἐμίσουν, ὅτι τοὺς αὐ‐ τοὺς βωμοὺς οὐδέν τι ἡγεῖτο τοῖς μὲν ἄλλοις ἀσθε‐ νεῖς, αὑτῷ δὲ ἰσχυροὺς ἀξιῶν εἶναι. | |
Prog.5.2.14 | οἱ δὲ οὕτως ἦσαν εὐήθεις ὥστ’ ἐκεῖνον ἀφέντες ὥσπερ τῶν θεῶν ἀντειλημμένων τῆς μιαρᾶς κεφαλῆς ἐκκλησίαν ποιήσαν‐ τες ἐσκόπουν εἴτ’ ἀμελητέον τῶν πρὸς τὴν Ἀθηνᾶν | |
5 | εἴτε καὶ μή. τουτὶ δὲ ἴσον ἦν τῷ σκοπεῖν εἴτ’ ἄμει‐ νον ἀπολωλέναι τὸν στρατὸν εἴτε καὶ μή. | |
Prog.5.2.15 | καὶ διε‐ φέροντο πρὸς ἀλλήλους οἱ παῖδες Ἀτρέως τότε πρῶτον τοῦτο ποιήσαντες. καὶ ὁ πανταχοῦ τὸν Ἀγαμέμνονα τιμῶν καὶ ὑπερχόμενος οὗτος μετὰ τοὺς μυρίους ἐκεί‐ | |
5 | νους μόχθους οὓς ὑπὲρ αὐτοῦ καὶ τῆς Ἑλένης ἀνεχό‐ μενος οὐκ ἀπεῖπεν, ἐκεῖνος ὕβριζεν ὑπάγων ἃ τῶν | |
ἐριζόντων ἦν, ἀλλ’ οὐ τῶν πειθομένων. καὶ ταῦτα τοῦ μὲν καὶ λέγοντος καὶ πράττοντος ἃ κοινῇ συνοίσειν ἔμελλεν, αὐτὸς δὲ τὰ πάντων ἀλυσιτελέστατα. | ||
Prog.5.2.16 | τί δ’ ἦν τὸ καὶ τὸν Μενέλαον οὕτω κατάγον; οὐκ ἐφ’ ᾧ πάντα ἐπραγματεύετο, τοῦτο εἶχε, τὴν Ἑλένην; οὐ μόνος τῶν Ἀχαιῶν ἐπὶ τῆς Τροίας συνῴκει τῇ γυναικί; | |
5 | σπεύδειν μὲν οὖν, 〈ὅτ’〉 ἠπείγετο ἀπὸ Σπάρτης εἰς Τροίαν, εἰκὸς ἦν τὸν τὴν ἡρπασμένην κομίσασθαι ζητοῦντα, ἔχοντα δὲ καὶ κεκομισμένον καὶ λελυμένον τῶν δεινῶν τίν’ εἶχε λόγον μικρὸν ὑπὲρ τῶν ἀναγκαίων μὴ βού‐ λεσθαι μένειν; μᾶλλον γὰρ ἦν εἰκὸς τοῦτο παθεῖν τὸν | |
10 | Ἀγαμέμνονα ποθοῦντα τὴν Κλυταιμνήστραν ἢ τὸν ἀπο‐ λαύοντα τῆς ἑαυτοῦ τὸν ἀδελφὸν Ἀγαμέμνονος. | |
Prog.5.2.17 | Οὐ τοίνυν οὐδὲ τὴν Ἀθηνᾶν εὑρίσκω δίκην εἰδυῖαν ὑπὲρ αὑτῆς λαμβάνειν. σκόπει γὰρ ἐπήνεγκε χειμῶνα τῷ Μενελάῳ πλέοντι, διὰ δὲ τούτου πολ‐ λὰς μὲν τῶν ἐκείνου νεῶν διέφθειρεν, αὐτὸν δὲ εἰς | |
5 | Αἴγυπτον ἀπήνεγκεν, ὅθεν ὕστερον ἀναχθεὶς εἶδε τὴν οἰκείαν καὶ πάλιν ἐβασίλευε τῆς Λακεδαιμονίας. | |
Prog.5.2.18 | οὐκοῦν ὁ μὲν ὀφείλων ἀποθανεῖν σώζεται, οἱ δ’ οὐ σφόδρα μετέχοντες τῶν ἐπὶ τῆς ἐκκλησίας ἡμαρ‐ τημένων ἀπόλλυνται. καὶ τίς οὕτως ἀνθρώπων ἄτο‐ πος ὅστις ἐλάττονι μὲν ζημιώσει ζημίᾳ τοῦτον ᾧ τὰ | |
5 | μέγιστα ἐγκαλεῖ, μεγίστῃ δὲ ᾧ μηδὲν μέμφεται; τὸ γὰρ δίκαιον ἦν δήπου τοὺς μὲν ὑπηκόους αὐτοῦ σεσῶσθαι, μόνον δὲ ἐκεῖνον ἀπολωλέναι. τοῦτο δὲ ἢ μὴ βούλεσθαι τὴν Ἀθηνᾶν ἢ μὴ βουλομένην δύνα‐ σθαι τῆς ἴσης ἀτοπίας. | |
Prog.5.2.19 | Ἀλλ’ ἡ μὲν θεὸς ἐβούλετο τὰ δίκαια καὶ ὅ τι ἂν ἐθέλῃ πράττει, τοῖς δὲ ταῦτ’ εἰρηκόσιν ἐπιτιμᾶν | |
ἄξιον. | ||
Prog.6t1 | Κατασκευαί. | |
Prog.6.1t | Ὅτι εἰκότα τὰ κατὰ τὴν κρίσιν τῶν Ἀχιλ‐ λέως ὅπλων. | |
Prog.6.1.1 | Θαυμάζω τῶν ὁμολογούντων μὲν λείπεσθαι τῆς τῶν ποιητῶν ἐνθέου μανίας, αὐτοῖς δὲ τούτοις τολ‐ μώντων ἐπιτιμᾶν, εἰ μὴ δύνανται συνεῖναι τοῦθ’ ὅτι τὰς Μούσας ἐν ταῖς τῶν ποιητῶν αἰτίαις διαβάλλουσι. | |
5 | τὰ μὲν γὰρ λεγόμενα ἐκείνων, ἡ φωνὴ δὲ τού‐ των. | |
Prog.6.1.2 | ἀλλ’ οἵ γε συκοφάνται πρὸς τοσοῦτον ἥκουσι θράσους ὥστε πλάσματα πειρῶνται δεικνύειν τὰ μετὰ τὴν τελευτὴν Ἀχιλλέως περὶ τῆς πανοπλίας ἐκείνου λεγόμενα. καίτοι πάντα πρὸς τοὔσχατον ἀληθείας ἥκει. | |
Prog.6.1.3 | Σκοπῶμεν δέ. τὸ μὲν σῶμα εἶχεν ἡ Θέτις τοῦ παιδός, μισθὸν δὲ ἔθηκεν εἰς μέσον τῷ κεκομικότι τὰ | |
ὅπλα. ἐπειδὴ γὰρ Αἴας τε καὶ Ὀδυσσεὺς αὐτὸς ἔφασκεν ἑκάτερος τοῦτο πεποιηκέναι, νομίσασα μηδετέρῳ δεῖν. | ||
5 | χαρίσασθαι δικαστηρίῳ καὶ ψήφῳ τὸ πρᾶγμα ἐφῆκεν. ἦν μὲν γὰρ αὐτῇ καὶ ἕτερα δοῦναι, τοιοῦτο δὲ εἶχεν οὐδὲν ἄλλως τε καὶ μέλλουσα στρατιώτας ἀμείψεσθαι. πάσας γὰρ δημιουργῶν χεῖρας ὑπερέβαλλεν ἡ περὶ ταῦ‐ τα τέχνη. καὶ ἅμα ᾔδει καλῶς ὅτι κείμενα μὲν οἴκοι | |
10 | διαφθαρήσεται, κοσμήσαντα δὲ ἕτερον ἀθάνατον κατα‐ στήσει τοῦ παιδὸς τὴν μνήμην. ὁ γὰρ ἰδὼν καὶ θαυ‐ μάσας εὐθὺς ἂν ἤκουσε τὸν πρῶτον δεσπότην. | |
Prog.6.1.4 | λα‐ βὼν τοίνυν Ὀδυσσεὺς οὗπερ ἐβούλετο τὸν Αἴαντα, τοῦτο δέ ἐστιν ἐν ἀγῶνι λόγων, παῖδα ἄντικρυς ἀπέ‐ φηνε. καὶ γὰρ εἰ μηδὲν εἶχε λέγειν δίκαιον, τῇ γε δυ‐ | |
5 | νάμει τῶν λόγων τἀληθὲς διέστρεφε σοφιζόμενος, τε‐ χνάζων, πάσῃ δεινότητι χρώμενος. ταῦτα γὰρ ἦν Ὀδυσ‐ | |
σέως ἰσχῦσαι ῥητορικῇ δυνάμει καὶ τὴν δόξαν ἐν τοῖς Ἕλλησιν ἐντεῦθεν εἶχεν. ὅταν δὲ εἴπω ῥήτορα, ἄνθρωπον λέγω τὰ μεγάλα μὲν ἱκανὸν ὄντα δεῖξαι | ||
10 | μικρά, τὰ μικρὰ δὲ μεγάλα, καὶ τὰ μὲν ἄδικα δίκαια, τὰ δίκαια δὲ οὐ τοιαῦτα. | |
Prog.6.1.5 | Ὁ δ’ αὖ τοῦ Τελαμῶνος ἕτερα ἠπίστατο, ἕτερα πε‐ παίδευτο, τρέψαι στρατόπεδον ἐναντίων, ἀποσφάξαι πολ‐ λούς, δέξασθαι προκαλούμενον, κρατῆσαι ῥᾳδίως, ἀν‐ τισχεῖν πρὸς δυσκολίαν τύχης, ἀπὸ τῆς χειρὸς συμβα‐ | |
5 | λέσθαι πράγμασιν. | |
Prog.6.1.6 | ὥσπερ οὖν, εἰ δι’ ὅπλων ἔδοξε περὶ τῶν ὅπλων κρίνεσθαι, τὸν Αἴαντα πάντως ἔδει νικᾶν, οὕτως εἰς λόγους τοῦ πράγματος ἥκοντος οὐ δεῖ θαυμά‐ ζειν εἰ τὰς ψήφους Ὀδυσσεὺς ἠνέγκατο, ἐπεὶ καὶ νῦν | |
5 | καθ’ ἑκάστην ἡμέραν πολλοὺς ὁρῶμεν ἐν τοῖς δικαστη‐ ρίοις μετὰ μὲν τῶν δικαίων εἰσιόντας, ἀπιόντας δὲ ἡττημένους οὐ χρήμασι τοῦ δικάζοντος διαφθαρέντος, ἀλλὰ τέχνῃ τοῦ λέγοντος ἀπατήσαντος. | |
Prog.6.1.7 | Τὸν οὖν παρ’ ἀξίαν καὶ περιφανῶς ἡττημένον τί χρὴ ποιεῖν; ἐπαινεῖν μὲν τοὺς δικαστάς, ἐπαινεῖν δὲ τὸν νενικηκότα; παρελθόντα δὲ Ὀδυσσεῖ μαρτυρεῖν | |
ὡς αὐτὸς οὗτος ἦν τὰ πάντα τοῖς Ἕλλησι γελοῖον. | ||
5 | ἀλλ’ ἀθυμεῖν καὶ λυπεῖσθαι καὶ ὀργίζεσθαι καὶ χαλε‐ παίνειν; οὐκοῦν ταῦτά φασιν αὐτὸν οἱ ποιηταὶ πεποι‐ ηκέναι. | |
Prog.6.1.8 | ἦν μὲν τοίνυν ἀνάνδρου καὶ δειλοῦ καθ’ ἡσυχίαν ἀλγεῖν, ἀνδρὸς δὲ μεγαλόφρονος, ἦν δὲ οὗτος ὁ Τελαμῶνος, τὸ καὶ δίκας ἐπιζητεῖν παρὰ τῶν ἠδικη‐ κότων λαβεῖν. τοῦτο τοίνυν ὁρᾷς καὶ προθυμηθέντα | |
5 | καὶ πράττοντα. λαμβάνει μὲν τὸ ξίφος, φέρεται δὲ θυμῷ κατὰ τῶν τε οὐ δίκαια γνόντων κατά τε τῶν οὐ δικαίως κεκρατηκότων. | |
Prog.6.1.9 | βλάπτει δὲ Ἀθηνᾶ τὰς φρένας καὶ τρέπει τὸν ἄνθρωπον ἐπὶ τὰ ποίμνια. εἰκότως. ἐκείνῳ γὰρ εἶχε λόγον τὸ ἐπιβουλεύειν, ταύτῃ δὲ τὸ κωλύειν. ὁ μὲν γὰρ τὸ τῶν ἐχθρῶν καὶ λελυπη‐ | |
5 | μένων ἐποίει, ἡ δὲ τὸ τῆς κηδεμόνος καὶ βοηθούσης ἐπλήρου. τοιαύτη γὰρ ἡ θεὸς διαπαντὸς παροῦσα τοῖς Ἕλλησι, σώζουσα, ῥυομένη κινδύνων, κράτος παρέχου‐ σα. | |
Prog.6.1.10 | τοῦ κινδύνου τοίνυν παρελθόντος καὶ τῶν | |
Ἑλλήνων ὄντων ἐπὶ τῆς ἀσφαλείας ἀπειλήφει μὲν οὗ‐ τος τὸ δύνασθαι λογίζεσθαι, γνοὺς δὲ ἅ τε ἐπεχείρη‐ σεν ἅ τε ἥμαρτεν ἀποθανεῖν ἠξίου τὴν ἀπὸ τῆς μα‐ | ||
5 | νίας ἀδοξίαν οὐ φέρων. τοιοῦτοι γὰρ οἱ γενναῖοι καὶ λαμπροὶ καὶ τοὺς πολλοὺς ὑπεραίροντες· εἰ μὴ σὺν καλῷ τῷ σχήματι ζῆν ἐξείη, κούφην ἡγοῦνται τὴν τε‐ λευτήν. | |
Prog.6.1.11 | τί γὰρ αὐτὸν ἐβούλου πράττειν δείξαντα μὲν τὴν ἔχθραν, ἀποσφαλέντα δὲ τῆς πείρας; ποῦ ζῆν ἢ πῶς ἢ τί πράττοντα; παρὰ τοὺς Τρῶας ἐλθεῖν ἔδει καὶ θεῖναι ἱκετηρίαν μετὰ τοὺς πολλοὺς ἀγῶνας καὶ | |
5 | μάχας καὶ νίκας; ἀλλὰ καὶ τῆς αἰσχύνης χωρὶς οὐδὲν ἦν τὸ πεῖθον ὅτι φείσονται τοῦ τὰ τοιαῦτα δεδρακότος τὴν ἐκείνων πόλιν. | |
Prog.6.1.12 | ἀλλὰ μετὰ τῶν ὁμοφύλων ὥσπερ πρότερον διατρίβειν; ποίων; τῶν ἀπεσφαγμένων; τῶν κατακοπέντων; τῶν ἀπολωλότων τὸ ἐκείνου μέρος; καὶ ποίοις ἂν ὀφθαλμοῖς εἶδε τοὺς Ἀτρείδας; ποίοις ἂν | |
5 | τὸν Ὀδυσσέα; πῶς δ’ ἂν ἐκεῖνοι λαβόντες ἀπέσχοντο καὶ οὐ κατέλευσαν; οὐ γὰρ δὴ τῆς μανίας ἣν ἐμάνη μισθὸν ἡγήσαντ’ ἂν ὀφείλειν αὐτῷ. | |
Prog.6.1.13 | λοιπὸν | |
τοίνυν ἦν καθελκύσαντα τὰς ναῦς ἀποπλεῦσαι. ποῖ μέλλοντα προσορμιεῖσθαι, πρὸς Διός; εἰς τὸν λιμένα τῆς Σαλαμῖνος; καὶ τί καλὸν ἂν εἶπε πρὸς τὸν πατέρα | ||
5 | περὶ τῶν ἐπὶ Τροίας πραγμάτων ἐρωτῶντα, τί δὴ τὸν πόλεμον ἀφεὶς ἀτελῆ προαπῆρεν; οἷος ἂν ἦν διηγού‐ μενος τὴν κρίσιν, τὸν ἀγῶνα, τοὺς λόγους, τὴν ψῆφον, τὴν ἧτταν, ἣν ἐζήτησε δίκην τῆς γνώμης, τὴν νόσον; | |
Prog.6.1.14 | Εἰ δ’ ἔδει τὴν ἁπάντων τούτων λύσιν εὑρεῖν καλῶς καὶ πρέπουσαν ἐλευθέρῳ τῆς αἰσχύνης ἀπαλλα‐ γήν, εὕρατο μὴ περιμείνας ἀνδρὸς δυσμενοῦς δεξιάν, ἀλλ’ ἀρκέσας αὑτῷ πρὸς θάνατον. | |
4 | ||
Prog.6.2t | Ὅτι εἰκότα τὰ κατὰ τὴν Ἀχιλλέως ὀργήν. | |
Prog.6.2.1 | Ἐλεεῖν ἄξιον τοὺς κατηγοροῦντας τῶν ποι‐ ητῶν, εἰ δὴ τοὺς ἔκφρονας καὶ μεμηνότας ἐλεεῖν ἄξιον. πῶς γὰρ οὐκ ἐξεστήκασι σαφῶς οἱ τούτοις ἐπιτιμῶν‐ τες ὧν πλεῖστόν εἰσι τῆς σοφίας ἀπολειπόμενοι; θαυ‐ | |
5 | μάζω δὲ εἰ μηδὲ τοῦτο δύνανται μαθεῖν, ὅτι προσποι‐ οῦνται μὲν ἐκείνων, κατηγοροῦσι δὲ τῶν Μουσῶν. εἰ γὰρ ἐκ τοῦ παρὰ τῶν Μουσῶν πνεύματος οἱ μὲν ποι‐ οῦσιν, οἱ δὲ τούτους λέγουσι κακῶς, ἀνάγκη τὴν αἰ‐ τίαν ἐπ’ ἐκείνας ἰέναι τὰς αἰτίας τῶν ποιήσεων. | |
Prog.6.2.2 | πᾶ‐ σιν οὖν οἶμαι δεῖν βοηθεῖν τοῖς ποιηταῖς, Ὁμήρῳ δὲ καὶ πρὸ τῶν ἄλλων δίκαιον κοινῷ προγόνῳ τῆς Ἑλλη‐ νικῆς σοφίας γεγενημένῳ. ἤδη γάρ τινες καὶ ἐπὶ τοῦ‐ | |
5 | τον ἀφῆκαν τὴν γλῶτταν λέγοντες οὐδὲν γεγονέναι τούτων ἀφ’ ὧν ὀργισθῆναι τὸν Ἀχιλλέα συνέβη. δει‐ κτέον τοίνυν ἡμῖν ὡς πάντα γέγονε καὶ λόγον εἶχεν ὁ θυμός. | |
Prog.6.2.3 | Διὰ τί γὰρ οὐκ ἂν ἧκεν ὁ Χρύσης ἐπὶ λύσιν τῆς θυγατρὸς παρὰ τοὺς Ἕλληνας; οὐκ ἦν πατήρ; οὐχ οὗτος τῆς φύσεως νόμος προκινδυνεύειν τῶν ἐγγόνων; οὐχ ὑπὲρ τούτων ὅπλα λαμβάνομεν καὶ παραταττό‐ | |
5 | μεθα καὶ πίπτομεν ἡδέως ταῖς ἡμετέραις χερσὶ κτώμε‐ νοι τὴν ἐλευθερίαν ἐκείνοις; | |
Prog.6.2.4 | ὁ δὲ καὶ γέρων ἦν καὶ οὐκ ἦν λόγος αὐτῷ περὶ μακροῦ βίου. ἀλλὰ καὶ τὴν σωτηρίαν ὑπισχνεῖτο καὶ τὴν ὁδὸν ἔπειθεν οὐ ματαίαν ἔσεσθαι τὸ πλῆθος τῶν λύτρων, τὸ τοῖς Ἕλλησι δεῖν | |
5 | χρημάτων ἐπ’ ἀλλοτρίας καθημένοις, τὸ τοὺς αὐτοὺς τούτους πολλὰς ἀφεικέναι αἰχμαλώτους χρημάτων. οὐ γὰρ αὐτὸς ἤρχετο καταδείξων τὸν νόμον, ἀλλὰ παλαιῷ χρησόμενος. | |
Prog.6.2.5 | μεγάλη δὲ κἀκείνη συμμαχία τὸ τῶν ἱερῶν προεστηκέναι, τὸ τοῦ θεοῦ δεικνύναι τὸ σκῆ‐ πτρον, τὸ φέρειν τὰ στέμματα. τοὺς γὰρ Ἕλληνας ὄντας Ἕλληνας οὐ ῥᾳδίως ἡγεῖτο τούτων ὑπερόψεσθαι. | |
Prog.6.2.6 | εἰ δὲ κατηρᾶτο τοῖς Τρωσὶ καὶ συνηύχετο τούτοις μὴ θαυμάσῃς. ᾔδει γὰρ ὡς οἱ μὲν ἠδίκουν, οἱ δὲ ἠδίκην‐ το, καὶ τῶν Τρώων οἱ περίοικοι πλεῖστα ἐπεπόνθεσαν | |
5 | κακὰ διὰ τὴν ἐκείνων ὕβριν. εἰ γὰρ ἐκεῖνοι τὸ δίκαιον ἐτίμων, οὐδὲν ἂν τούτοις κακὸν ἦν. | |
Prog.6.2.7 | εὖ δὲ τὸ στρα‐ τόπεδον καὶ ἐψηφίζετο δοῦναι, τοιοῦτον γὰρ τὸ πλῆθος, ὀξὺ πρὸς ἔλεον καὶ δεινὸν ἐπικαμφθῆναι πρὸς οἶκτον, καὶ ἅμα μετῆν αὐτοῖς παρρησίας, οὐ γὰρ ἐδούλευον, | |
5 | ἀλλὰ γνώμῃ συνεμάχουν· ὁ δ’ Ἀγαμέμνων ἄρχων ὢν καὶ τῷ λογίζεσθαι τοὺς πολλοὺς πλεονεκτῶν καὶ τὸ πρᾶγμα ἐξετάζων καλῶς οὐκ ἐνέδωκεν εὖ φρονῶν. | |
Prog.6.2.8 | πρῶτον μὲν γὰρ ᾔδει καταλύσων τὴν ἀρχήν, εἰ πάντα ἐπὶ τῷ στρατοπέδῳ ποιοῖτο. δεύτερον δὲ ἠπίστα‐ το μικρὰ τὰ αὑτοῦ ποιήσων, εἰ τοῦ γέρως ἀποσταίη, τρίτον δὲ προδώσων τὸν ἀδελφόν, εἰ τῆς Ἑλέ‐ | |
5 | νης παρ’ ἐκείνοις οὔσης αὐτὸς ἀποπέμποι τοῖς πολε‐ μίοις τὰς ἐκείνων γυναῖκας καὶ γίγνοιτο πρᾷος εἰς πονηρούς. καὶ μὴν κἀκεῖνο ἐφύλαττε μὴ τῶν αἰχμαλώ‐ των ἡ πρόφασις ἀφορμὴ γένοιτο τοῖς ἐναντίοις εἰς κατασκοπὴν καὶ δοκοῦντες ἐπὶ λύσει φοιτᾶν ἐκμανθά‐ | |
10 | νοιεν τὰ τῶν Ἑλλήνων. | |
Prog.6.2.9 | τοῖς στέμμασι δὲ οὐ προσ‐ εῖχεν ὁ βασιλεὺς πολέμου νόμῳ. ταῦτα γὰρ πρότερον μὲν ἂν ᾐδοῦντο, νῦν δ’ οὐδὲ τούτων ἀπέχονται, ἀλλ’ ἅμα τε ἐμβαίνουσιν εἰς πόλεμον ἄνθρωποι καὶ πάντα | |
5 | τὰ τῶν ἐναντίων δυσμενῆ κέκριται, ἡ γῆ, οἱ τάφοι, ὅσα ἱερά. εἰ δὲ τὸ σκῆπτρον αὐτὸν ἐποίησε μετριώτε‐ ρον, τί ἂν ἐκώλυσε τὸν γέροντα ἐκεῖνον αὐτὰ ταῦτα προτεινόμενον ἀξιοῦν αὐτὸν ἀποστῆναι τῆς Τροίας; | |
Prog.6.2.10 | Οὑτωσὶ μὲν οὖν σωφρόνως ὁ βασιλεὺς ὑπερεῖδε | |
τῆς ἱκετηρίας, θαυμαζέτω δὲ μηδεὶς εἰ κατὰ τῶν Ἑλλή‐ νων ἐκάλει τὸν θεὸν ὁ πρεσβύτης, οἳ συνηγόρουν αὐτῷ. πρῶτον μὲν γὰρ οὐ διὰ τέλους αὐτῷ συνηγωνίσαντο | ||
5 | οὐδ’ ἔπραξαν ὅπως ἀπολήψεται, ἀλλ’ ἐνδειξάμενοί τινα φιλανθρωπίαν κατέλειψαν τὴν σπουδὴν ὡς δέον αὐ‐ τοὺς εἰρωνεύεσθαι μᾶλλον ἢ παντὶ θυμῷ βοηθεῖν. εἰ γὰρ ἤθελον ἀφελόμενοι δοῦναι, τί ἦν ἐμποδών; αἱ χεῖρες Ἀγαμέμνονος, νὴ Δία. | |
Prog.6.2.11 | πρῶτον μὲν οὖν, ὅπερ ἔφην, κατὰ ἀνθρώπων οὐ πάντα αὐτῷ κεχαρισμέ‐ νων ηὔχετο. ἔπειτα τούτῳ ᾔδει μάλιστα τὸν Ἀγαμέ‐ μνονα λυπήσων, εἰ τὰ πράγματα αὐτῷ διαφθείροι καὶ | |
5 | διασείοι τὴν δυναστείαν καὶ καταλύοι τὴν ἀρχήν. οὐ γὰρ ἴσον ἀνθρώποις εἰς συμφορὰν ἀπελθεῖν εἰσ‐ άπαξ ἢ ζῆν εἰς ἀθυμίαν. ὁ μὲν γὰρ τεθνεὼς ἀναίσθη‐ τος κεῖται, ὁ δὲ ἐν τῷ ζῆν ἀνιώμενος ὡς ἀληθῶς κολάζεται. | |
Prog.6.2.12 | πρὸς δὲ τούτοις ᾔδει τοῦτο, ὅτι τοῦ μὲν τελευτήσαντος ὁ πόλεμος πέπαυται καὶ μετὰ τῶν Ἑλλήνων οἰχήσεται τὸ θυγάτριον, εἰ δὲ τὸ στρατό‐ πεδον πιέζοιτο νόσῳ καὶ ἀναλίσκοιτο, ζήτησις μὲν ἔσται | |
5 | τοῦ κακοῦ, φανεῖται δὲ ἡ πρόφασις καὶ κομιεῖται τὴν παῖδα. διὰ τοῦτο καὶ οὗτος ταῦτα ᾔτει καὶ θεὸς ἐχαρίζετο τῷ θεραπεύοντι τὸν νεὼν ἀντεισφέρων τὰς ἀμοιβάς. | |
Prog.6.2.13 | Τῶν τοίνυν Ἑλλήνων πιπτόντων Ἀχιλλεὺς αἰσθάνεται πρῶτος ὅ τι ποτ’ ἦν τὸ συμβάν. ἀλλὰ σὺ ἐβούλου τὸν Ἀγαμέμνονα, τὸν Ὀδυσσέα, τὸν Νέστορα πρὸ τοῦ τῆς ἰατρικῆς ἐπιστήμονος; ἦν συνετὸς ὁ Νέ‐ | |
5 | στωρ, ὁμολογῶ. ἦν δεινὸς Ὀδυσσεύς, οὐδὲ τοῦτο ἀπιστῶ. ἀλλὰ τούτων ἑκάτερος ἴσχυεν ἐν ἐκκλησίαις [ἐν] τῷ τὸ δέον ἰδεῖν καὶ δεῖξαι τί τὸν πόλεμον ὀνήσει. ὅπου δὲ καὶ λοιμὸς καὶ νόσος, ὁ καιρὸς τὸν ἰατρὸν ἐκάλει, ὥστε θαυμάζειν 〈δεῖν〉 εἰ τὸν Ἀχιλλέα μὲν ἐλάνθανεν, ὑπ’ | |
10 | ἐκείνων δὲ τὸ λυποῦν εὑρίσκετο δέον τούτῳ πρὸ τῶν ἄλλων γενέσθαι τοῦ πράγματος αἴσθησιν. φαίην δ’ ἂν ὅτι καὶ γνόντες οὐκ ἂν εἰς μέσον ἤνεγκαν τοῦ κακοῦ τὸν λόγον. πολλὰ γὰρ πολλοῖς σιγᾶται τῇ πρὸς τοὺς ἄρχοντας χάριτι. | |
Prog.6.2.14 | ἔτι δὲ πολλαχόθεν ἔχων τὸ μέγα φρονεῖν εἰκότως ἐχρῆτο παρρησίᾳ δικαίᾳ καὶ οὐκ | |
ἠξίου κρύπτειν ἃ γνοίη καὶ συνῆγεν εἰς ἐκκλησίαν κύριος ὤν, φαίην δ’ ἄν, καὶ τοῦ πολέμου κεφάλαιον. | ||
5 | σὺ δ’ ἐβούλου τὸν Ἀχιλλέα πονεῖν μὲν ὑπὲρ τοὺς ἄλλους, ἄκυρον δὲ εἶναι τοῦ ποιεῖν ἐκκλησίαν τὸν αἱ‐ ροῦντα τὰς πόλεις, τὸν καταστρεφόμενον, τὸν κομί‐ ζοντα λάφυρα, τὸν παρέχοντα πλουτεῖν, τὸν κατακλεί‐ οντα τοὺς Τρῶας, ἐν ᾧ τὰς ἐλπίδας εἶχε τοῦ πολέμου | |
10 | ἀνακειμένας ὁ στρατός; | |
Prog.6.2.15 | οἱ δὲ Ἕλληνες, εἰ καὶ μὴ πρότερον ὑπήκουον καλοῦντος, τότ’ ἂν ὑπήκουον. διὰ τί; ὅτι τὸ νοσεῖν καὶ κακῶς πράττειν πολλὰ τῶν καθεστη‐ κότων ἐκίνει. καὶ τὸ προσδοκᾶν ἀκούσεσθαί τι χρηστὸν | |
5 | ταχέως αὐτοὺς συνήγαγεν. οὑτοσὶ γὰρ τῶν ἐν ταῖς ἀτυχίαις ὁ τρόπος ἄγεσθαι ὑπὸ τῶν ἐλπίδων τὸν νοῦν. | |
Prog.6.2.16 | οὐκοῦν ὅτι μὲν λοιμὸς ἦν τὸ κατέχον ἀπὸ τῆς τέχνης ἦν ἰδεῖν, τὸ δὲ ὅθεν ὁ λοιμὸς ἐμπεπτώκει, τοῦ‐ το δὴ τοῦ μάντεως ἐγίγνετο. οὐκοῦν συνῆγε μὲν εἰς ἐκκλησίαν ὡς εὐδοκιμῶν ἀπὸ τῶν ἔργων, εὕρισκε δὲ | |
5 | τοῦ κακοῦ τὴν φύσιν ὡς ἰατρός. ἐκάλει δὲ ἐπὶ τὴν δήλωσιν τῆς αἰτίας τὸν ταῦτα ἀνιχνεύοντα τῇ μαντικῇ. | |
Prog.6.2.17 | ὁ δὲ ἔδεισεν, εἶτα ἐθάρρησεν, ἑκάτερον οὐκ ἄνευ | |
λόγου. τὸν μὲν γὰρ Ἀγαμέμνονα λυπήσων ᾔδει καὶ διὰ τοῦτο ἐφοβεῖτο, λαβὼν δὲ ἐγγυητὴν τῆς σωτηρίας τὸν φόβον ἀνεῖλεν, ὥστε εἰκότως καὶ σιγᾷ τὴν πρώτην καὶ | ||
5 | μετὰ τοῦτο φθέγγεται. | |
Prog.6.2.18 | Τῷ δὲ Ἀγαμέμνονι τὰ τρία λόγον ἔχει, καὶ τὸ τὸν μάντιν ὑβρίσαι καὶ τὸ τὴν θυγατέρα τοῦ Χρύσου ταχέως ἀποπέμψαι καὶ τὸ Ἀχιλλέως ἀφελέσθαι γέρας. τὸ μὲν γὰρ ὡς ἐρῶν ἐποίησε, τὸ δὲ ὡς τοῦ στρατοῦ | |
5 | κηδόμενος, τὸ δὲ ὡς τιμῆς ἀντιποιούμενος. ἤλγησεν. ἐπεθύμει γὰρ τῆς γυναικός. ἀπέδωκεν. ἠνάγκαζε γὰρ τὸ κακόν. ἀφαιρεῖται τὸ γέρας Ἀχιλλέως δεινὸν ἡγούμενος τῷ μὲν εἶναι, ἑαυτῷ δὲ μὴ εἶναι. | |
Prog.6.2.19 | ὁ δὲ τῆς μὲν κόρης ἀπέστη τὸν θεσμὸν τῆς ἀρχῆς αἰδού‐ μενος, τοῦ πολέμου δὲ ἀπέστη παροινεῖσθαι μὴ φέρων καὶ ἅμα τοῖς Ἀχαιοῖς δεῖξαι βουλόμενος τὴν ἐν τῇ | |
5 | παρουσίᾳ ῥοπὴν ἐκ τῆς ἀπουσίας. | |
Prog.6.2.20 | Οὕτω πάντα μετ’ ἀληθείας εἴρηται τῷ ποιητῇ, καὶ παραφρονοῦσι σαφῶς οἱ τὸν σοφώτατον Ὅμηρον κακῶς λέγειν ἐπιχειροῦντες. | |
3 | ||
Prog.6.3t | Ὅτι εἰκότα τὰ κατὰ τὸν Αἴαντα τὸν Λοκρόν. | |
Prog.6.3.1 | Οἱ τὸν Αἴαντα τὸν Ὀιλέως μὴ φάσκοντες ἃ τετόλμηκε περὶ τὴν Κασάνδραν τετολμηκέναι μηδ’ | |
ὅσα τούτοις ἠκολούθησε γεγονέναι δοκοῦσί μοι τοῦτο πάσχειν ὅπερ ἐγκαλοῦσιν αὐτοί, ψεύδεσθαί τε καὶ τοῖς | ||
5 | ἀληθῶς πεπραγμένοις μάχεσθαι. πρῶτον μὲν γὰρ τί καινὸν ἢ κόρην κάλλει διενεγκεῖν ἢ τοῦτο στρατιώτην ἰδόντα θαυμάσαι ἢ θαυμάσαντα παθεῖν τι πρὸς τὸ κάλλος καὶ τοῦ καιροῦ διδόντος ἐξουσίαν μιγῆναι; | |
Prog.6.3.2 | νενικηκότες γάρ, οἶμαι, καὶ τὴν τῶν πολεμίων μόλις ἑλόντες πόλιν ἐν τοῖς τῶν ἡττωμένων ἐτρύφων. τοῖς μὲν οὖν ἄλλοις ἄλλα ἐφαίνετο καλὰ καὶ ταῦτα ἐκτῶν‐ το, Αἴαντα δὲ τὸ τῆς Κασάνδρας πρόσωπον πάντων | |
5 | ἔπειθε τῶν ἄλλων ὑπερορᾶν, καὶ ταύτην ἐδίωκεν. εὐχὴ δὲ ἄρα ἦν τοῖς Ἕλλησι πολεμοῦσι τοῖς ἴσοις τοὺς ἐναντίους ἀμύνασθαι καὶ περὶ τὰς ἐκείνων γυναῖκας δρᾶσαι τοῦτο ὃ περὶ τὴν Ἑλένην ἐκεῖνοι. | |
Prog.6.3.3 | τὴν Ἀθη‐ νᾶν δὲ οὐκ αἰσχυνόμενος Αἴας οὐ καλῶς μέν, ἐρῶντος δὲ ἔργον ἔπραττεν. τοῦτο δέ ἐστιν ὑπὸ τοῦ κρατοῦντος ἄγεσθαι καὶ πάντα τολμᾶν ἀναγκάζοντος τοῦ θεοῦ. | |
5 | θεὸς τοίνυν ἐνίκα θεόν, ὁ Ἔρως τὴν Ἀθηνᾶν, μᾶλλον δέ, τὴν πρὸς ἐκείνην αἰδῶ τὰ τούτου βέλη, ὧν οὐδὲν πικρότερον οὐδὲ δυνατώτερον. τοῦτο ἀσθενῆ πάντα τἄλλα ποιεῖ, πατρὸς λόγους, μητρὸς δεήσεις, φίλων παραινέσεις, νόμων ἀπειλάς, ἐπεὶ καὶ τῶν μοι‐ | |
10 | χευόντων ἕκαστος οἶδε μὲν ὡς οὔτε λαθεῖν ῥᾴδιον ἄλλως τε ἀποσφαγήσεται, χωρεῖ δὲ ὅμως ἐπ’ ἐκεῖνα ἐν οἷς οἶδε ταῦτα ὄντα. | |
Prog.6.3.4 | καὶ τί δεῖ τὸν Ἔρωτα λέγειν καὶ τὴν Ἔρωτος δυναστείαν; ἀλλ’ ἡ πενία τοὺς ἱερο‐ σύλους ποιεῖ, καὶ νυκτὸς ἐπιθέμενός τις τοῖς ἀγάλ‐ μασι στεφάνους ἀφελόμενος τῶν κεφαλῶν ἀπῆλθε φέ‐ | |
5 | ρων, οὐχ ὡς λήσων τοὺς θεοὺς οὐδ’ ὡς μὴ ληψόμενος τῆς ἐκείνων πεῖραν ὀργῆς, ἀλλ’ ὡς οὐκ ἐώσης τῆς παρούσης ἀπορίας οὐδὲν ἐκείνων λογίζεσθαι. καὶ ὅτι οὐκ ἴσον εἰς ἀνάγκην ἔρως τε καὶ τὸ σπανίζειν ἀργυ‐ ρίου τίς τῶν ἁπάντων οὐκ οἶδεν; | |
Prog.6.3.5 | ὁ τοίνυν Αἴας τῷ λογισμῷ μὲν οὐδὲν ἔδρα, πάντα δὲ ἐπιθυμίᾳ, δι’ ἣν ἴσως κἀκεῖνο ἔπειθεν ἑαυτὸν ὡς ἐκλέλοιπεν ἡ θεὸς ἑαλωκυῖαν τὴν πόλιν, τῆς δαίμονος δὲ ἀπούσης οὐδὲν | |
5 | ἀμείνων εἴη τῶν βεβήλων ὁ νεώς. ἡ δὲ ἔνδον τε ἦν καὶ τοῖς γινομένοις ἤλγει καὶ τῶν Ἑλλήνων ἡγεῖτο κοινὸν τὸ ἀσέβημα τῶν οὐδεμίαν ἐπιστροφὴν πεποιη‐ μένων. τούτῳ γὰρ ὁ μάντις τῶν ἄλλων βελτίων τῷ τὰ τοὺς ἄλλους διαφεύγοντα ἐπίστασθαι. | |
Prog.6.3.6 | καὶ οὐκ ἂν μὲν φαίην ὡς οὐκ ᾔσθοντο τῶν περὶ τὴν Κασάν‐ δραν, ἡγοῦντο δὲ ἴσως, ὥσπερ ἄλλων πολλῶν οὐ λαμ‐ βάνουσιν οἱ θεοὶ δίκην, οὕτως οὐδὲ τούτων τὴν Ἀθη‐ | |
5 | νᾶν ζητήσειν ἢ καί, νὴ Δία γε, ζητοῦσαν παρὰ μόνου λήψεσθαι τοῦ δεδρακότος. ἀπῆγεν, ὡς εἰκός, αὐτοὺς κἀκεῖνα τῆς περὶ αὐτὰ προνοίας ἥ τε ἀπὸ τοῦ νενικη‐ κέναι χαρὰ καὶ ἡ περὶ τὴν λείαν σπουδὴ καὶ τὸ πρὸς τὴν θάλατταν ἤδη βλέπειν καὶ τὸ τοῖς παροῦσιν ἀγα‐ | |
10 | θοῖς μὴ δεινὸν ἐπεισάγειν μηδέν. | |
Prog.6.3.7 | οἱ μὲν οὕτως ὧν ἥκιστα ἐχρῆν ἠμέλουν καὶ τῶν νεῶν ἥπτοντο, ὁ δὲ τὴν τῶν θεῶν ἄριστα γνώμην εἰδὼς ὁ Κάλχας ὁ καὶ τὸν λοιμὸν αὐτοῖς λελυκὼς τῇ τέχνῃ καὶ συνιεὶς τῆς | |
5 | ὀργῆς καὶ τὰ γενησόμενα δεινὰ προεώρα καὶ ὅπως τις | |
ἔσται τῶν ἡμαρτημένων ἴασις συνεβούλευε σκοπεῖν καὶ τίς ἦν ἡ θεὸς πρὸς αὐτοὺς ἐφ’ οἷς ὕβριστο πα‐ ρελθὼν ἔφραζεν. | ||
Prog.6.3.8 | ἐντεῦθεν ἐφέροντο ἐπὶ τὸν πεπαρῳ‐ νηκότα, ὁ δὲ ἐπὶ τὴν μόνην 〈ἣν〉 ἐν τοῖς τοιούτοις κατα‐ φυγὴν εἶδε, τοὺς βωμούς. οὐκοῦν ἐκεῖνοί τε ἔπραττον ἃ τῶν τὴν θεὸν δεδοικότων ἦν οὗτός τε 〈διέφευγε〉 τὴν τι‐ | |
5 | μωρίαν; ἀποσπᾶν δὲ ἄνδρα τῶν βωμῶν ἐχόμενον οὔτε νό‐ μιμον οὔτε καλὸν καὶ ταῦτα ὁμόφυλον καὶ στρατηγὸν κἀν τῇ τῶν Ἑλλήνων ἀκαιρίᾳ τὸν ὁμώνυμον πολλαχοῦ μεμιμημένον. | |
Prog.6.3.9 | ὅλως δὲ οὐκ εἶχε λόγον ταὐτὰ καὶ μέμφε‐ σθαι καὶ ποιεῖν καὶ τὸ τὴν θεὸν ὀλιγωρεῖσθαι δεινὸν ἡγουμένους αὐτοὺς τῶν βωμῶν καταλύειν τὴν τιμὴν καὶ τὰ Αἴαντος κακὰ δι’ αὐτῶν τῶν εἰς τὸν Αἴαντα | |
5 | μιμεῖσθαι. | |
Prog.6.3.10 | ταυτὶ μὲν ἐκεῖνον ἔσωσεν, ὡς δὲ πάλιν εἰς ἐκκλησίαν ᾔεσαν, οὐ ταὐτὰ τοῖς Ἀτρείδαις παρειστή‐ κει φρονεῖν. τοῦτο δὲ οὐδὲν καινὸν μὴ τὰ αὐτὰ τοῖς συμβουλεύουσιν ἐφ’ ἑκάστου τῶν πραγμάτων ἀρέσκειν, | |
5 | ἀλλὰ τῷ μὲν τοῦτο, τῷ δὲ ἕτερον δοκεῖν. τοῦτο τοί‐ νυν καὶ τότε συνέβη τὸν μὲν πρεσβύτερον καὶ τῶν ὅλων ἐπιστατοῦντα τὸ συνοῖσον ἅπασι τοῖς Ἕλλησι καθορᾶν, τὸν δὲ Μενέλαον ἀμείνω τὰ χείρω νομίζειν. | |
Prog.6.3.11 | ἀπειληφὼς γάρ, οἶμαι, τὴν Ἑλένην καὶ οὐκέτι ἀξιῶν ὁμοίως εἴκειν Ἀγαμέμνονι καὶ σπεύδων ἀποδοῦ‐ ναι τῷ μὲν οἴκῳ τὴν γυναῖκα, τὸν οἶκον δὲ τῇ γυ‐ ναικὶ καὶ τὴν μὲν ἐπὶ πλέον διατριβὴν ἡγούμενος ζη‐ | |
5 | μίαν, εὔδαιμον δὲ ἐπιβῆναι τῆς Σπάρτης δεικνύντα τοῦ πολέμου τὸ ἆθλον, διὰ δὴ πάντα ταῦτα περὶ τοῦ δεῖν ἀποπλεῖν ἐμάχετο τῷ ἀδελφῷ συμβουλεύοντι μέ‐ νειν κακῶς μὲν φρονῶν, 〈αὑτὸν δὲ τῶν κοινῇ〉 συμ‐ φερόντων προτιθείς. | |
Prog.6.3.12 | καὶ τοῦτο ἐμάνθανεν ἤδη πλέων ὁρῶν μὲν τὰς πολλὰς τῶν νεῶν ἀπολλυμένας, ὁρμιζόμενος δὲ εἰς Αἴγυπτον, οὐκ εἰς Λακεδαίμονα καὶ πενθῶν μὲν τοὺς ἀποπνιγέντας τῶν στρατιωτῶν, ὀδυ‐ | |
5 | ρόμενος δ’ ἑαυτὸν ἐν τῇ ξένῃ καθήμενος, δίκην ταύ‐ την μεγίστην διδούς, ὧν ἕνεκα ἠπείγετο, ταῦτα ἡμαρ‐ τηκέναι. | |
Prog.6.3.13 | θεοὶ δὲ ἀνθρώπους οὐ τοῖς αὐτοῖς κολά‐ ζουσιν εἴδεσιν, ἀλλὰ τὸν μὲν εἰς πενίαν ἐνέβαλον, τὸν δὲ παίδων ἀπεστέρησαν, τῷ δὲ τὸ σῶμα ἐπήρωσαν, καὶ τῷ μέν τις ἐτελεύτησεν, ὁ δὲ ζῶν ἐν πλάνῃ κακοπαθεῖ. | |
5 | ταύτην καὶ Μενέλαος ἐδίδου δίκην πόρρω μὲν ὢν τῆς οἰκείας, αἰσχυνόμενος δὲ τοὺς ζῶντας ὑπὲρ τῶν οἰχομένων, ἀντὶ δὲ τῆς ἐν Σπάρτῃ βασιλείας 〈ἀπο‐ λαύων〉 πολλῷ ταπεινότερα τῆς ἀξίας τῆς αὑτοῦ, περὶ | |
θύρας ἀλλοτρίας ἠναγκασμένος περιπατεῖν. | ||
Prog.7t1 | Κοινοὶ τόποι. | |
Prog.7.1t | Κατὰ ἀνδροφόνου. | |
Prog.7.1.1 | Ὅτι μὲν καὶ τὴν γραφὴν ἡμεῖς ἐπὶ πᾶσι δικαίοις πεποιήμεθα καὶ τοῖς ἐγκεκλημένοις οὗτος ἔνοχός ἐστιν οἶμαι πάντας ὑμᾶς ἀκριβῶς ἐξ ὧν εἴρηκα μεμαθηκέναι. δεῖ τοίνυν ὃ λοιπόν ἐστι τοῖς ἐλέγχοις προσθεῖναι. | |
5 | τοῦτο δέ ἐστι ψῆφος τῆς ὀργῆς τῶν ἀδικημάτων ἀξία. ἢ πλέον οὐδὲν τῶν ἡμετέρων λόγων, εἰ τὰ παρ’ ὑμῶν ἐλλείποι. κατηγορία γὰρ προσήκουσαν τὴν ἀγανάκτησιν προσλαβοῦσα τῶν δικαστῶν ἰσχυρὰ γίνεται, ταύτης δ’ ἀπούσης φλυαρία φαίνεται. | |
Prog.7.1.2 | Πολλῶν δὲ ὄντων εἰς ἃ δεῖ βλέψαντας ὑμᾶς παροξυνθῆναι τὴν ἀρχὴν ἀπὸ τῶν νόμων ποιήσασθαι βούλομαι τῶν φονικῶν, οἳ πάντων τῶν παρ’ ἡμῖν εὐ‐ δοκιμούντων πολὺ τῶν ἄλλων ἀκριβέστερον ἔχουσι. τί | |
5 | οὖν ἐκεῖνοι λέγουσι; πάντων τῶν κατὰ ἀνθρώπους τετολμημένων τοῦτ’ εἶναι δοκεῖ τὸ δεινότατον. καὶ διὰ τοῦτο χερνίβων εἰργέσθω, φησί, σπονδῶν, κρα‐ τήρων, ἱερῶν, ἀγορᾶς ἢ κἂν ὑπὸ τὰς ψήφους ἔλθῃ, θανάτῳ ζημιούσθω. | |
Prog.7.1.3 | κάλλιστον μὲν οὖν καὶ τῶν μεγίστων ἀγαθῶν τὸ μυστηρίων μετέχειν, ἀλλὰ καὶ τούτων τὸν ἀνδροφόνον ἀποκεκλείκασι καὶ οὐδὲ τοῖς ἀκουσίοις φόνοις παντελῶς συγγνώμην εἴ‐ | |
5 | ασαν εἶναι, ἀλλὰ μισοῦσι μὲν μειζόνως τοὺς ἑκουσίους, τιμωρίαν δὲ κἀκείνοις εὑρήκασι φυγὴν τάξαν‐ τες, δι’ ἣν ἔστιν ἀποστερεῖσθαι τῶν καλῶν τῆς οἰ‐ κείας. οὕτω δὲ δεινὸν καὶ θεοῖς ἐχθρὸν ἡγήσαντο τὸν ἀνδροφόνον ὥστε κἂν τὸν αὐτὸν ὄροφον ὑπέλθῃ τις | |
10 | τῷ τοῦτο τετολμηκότι, κοινωνὸς τῆς ἀδικίας νενόμισται. καὶ τοῦ δεδρακότος οὐ πολὺ τιμιώτερος ὁ τῷ δεδρα‐ κότι συγγεγενημένος. | |
Prog.7.1.4 | καὶ πρὸς εἰδότας ἂν λέγοιμι | |
τὰ λοιπά, διόπερ παρήσω. τῷ γὰρ τούτοις ἐπεξιόντι μετ’ ἀκριβείας οὐκ ἂν εἴη μνημονεῦσαι τῶν ἄλλων. τῆς δ’ οὖν τοιαύτης προνοίας καὶ φυλακῆς ἄξιον ἀκοῦ‐ | ||
5 | σαι τὴν αἰτίαν. | |
Prog.7.1.5 | Ἡ πόλις οὐδέν ἐστιν ἕτερον πλὴν τὰ τῶν ἐνοι‐ κούντων σώματα. καὶ γὰρ ὁ περίβολος καὶ τὰ τῆς κατασκευῆς ἐδάφη καὶ βέλη καὶ νῆες καὶ ἵπποι καὶ ὅπλα διὰ τούτων ἐστὶ χρήσιμα. πᾶν γάρ, ὅ τι ἂν εἴπῃς, | |
5 | ἄνευ τῶν χρησομένων μάταιον. δῆλον τοίνυν ὡς 〈τού‐ των〉 σωζομένων μόνον τοῖς ὅλοις ἔνεστι συνέχεσθαι. σκοπεῖτε γάρ. δεῖ πλεῖν, δεῖ πεζῇ παρατάττεσθαι, πρε‐ σβεύειν, ἀποκρίνασθαι, ἐνδεικνύναι τοὺς ὀφείλοντας, εἰσάγειν τοὺς ἀδικοῦντας, ψηφίσματα γράφειν, νόμους | |
10 | τιθέναι. πάντα δὲ ταῦτ’ ἐστὶν ἀνθρώπων ἔργα. τὸ δὲ μέγιστον, πολυανθρωπία φοβερὰ μὲν τοῖς ἐναντίοις, τοὐναντίον δὲ λίαν εὐκαταφρόνητον. | |
Prog.7.1.6 | ἑώρων τοίνυν οἱ ταῦτ’ ἐξ ἀρχῆς τὰ νόμιμα διελόντες ὡς, εἰ μὴ | |
πικρῶς κολάσουσι τοὺς παρ’ ἀλλήλων φόνους, φθή‐ σονται τοὺς πολεμίους οἱ πολῖται σφᾶς αὐτοὺς ἀναλώ‐ | ||
5 | σαντες. διόπερ τὸν ἐγκαλεῖν τι τῷ πλησίον ἔχον‐ τα πρὸς τὸ δικαστήριον ὁρᾶν κελεύουσι καὶ δείξαντα ὡς ἠδίκησεν εἰσπράττεσθαι νομίμως τὴν δίκην, ἀλλ’ οὐκ αὐτόν, ὡς βούλεται, τιμωρίαν λαμβάνειν. εἰ γὰρ ὁ μὲν ἀγανακτήσας ὑπὲρ τοῦ τυχόντος ἀποκτείνοι τὸν | |
10 | λυπήσαντα, πάλιν δὲ οἱ τούτῳ προσήκοντες τὸν ἀνῃ‐ ρηκότα, ἐκείνους δὲ ἕτεροι, τί πέρας ἔσται τῆς τοιαύ‐ της ὁδοῦ; | |
Prog.7.1.7 | τούτοις μέντοι καλῶς οὕτω καὶ σφόδρα εὐσεβῶς κειμένοις ὑμεῖς μὲν καλῶς ποιοῦντες πείθε‐ σθε, μόνος δὲ οὗτος ἐξ ἁπάντων ἠναντίωται καὶ νο‐ μίσας ὕθλον ὡς ἀληθῶς εἶναι καὶ γράμματα κενὰ τὴν | |
5 | αὑτοῦ δεξιὰν κυριωτέραν τοῦ θεσμοῦ πεποίηται σχῆμα μὲν ἐπιεικὲς προβαλόμενος, γνώμῃ δὲ πονηρᾷ χρησά‐ μενος καὶ τοῖς φαινομένοις ἐναντίαν τὴν προαίρεσιν κεκτημένος, ἐν μέσῳ μὲν πρᾷος, ἐν δὲ ταῖς ἐρημίαις ἀπηνής, λόγῳ μὲν φιλάνθρωπος, ἔργῳ δὲ ὠμότατος, | |
10 | ἐπὶ μὲν τῆς ἀγορᾶς μέτριος, ἔξω δὲ τειχῶν θηριώδης. | |
Prog.7.1.8 | καταλαβὼν γὰρ τόπον ὑψηλόν τε καὶ ἀπόκρημνον τοὺς μὲν πορευομένους ἀθρεῖ πόρρωθεν, τοὺς δὲ ἀνῃ‐ | |
ρημένους ἀφανίζει τὴν νύκτα λαβὼν εἰς τὸ τόλμημα συνεργόν. Ἡράκλεις, οἵων δραμάτων ἐπλήρωσε τὴν | ||
5 | ὁδόν. ἠπείγετό τις εἰς τὸν δῆμον ἐλθεῖν καὶ ἀπώλλυτο. ἀνέστρεφεν ἕτερος εἰς ἄστυ καὶ διεφθείρετο. μετῄει δέ τις οἰκέτην ἀποδράντα καὶ ἀπεσφάττετο. | |
Prog.7.1.9 | ῥᾴδιον δὲ τῷ παρεσκευασμένῳ τὸν ἀφύλακτον κτεῖναι, τῷ δὲ πεπτωκότι σωτηρίας οὐκ ἦν πόρος. ὁ δὲ τοὺς ἀνθρω‐ πίνους λογισμοὺς ἐκβαλὼν ὤθει τὸ ξίφος ἀφειδῶς | |
5 | ἐγκαλεῖν μὲν οὐδὲν ἔχων, ὅπως δὲ τῶν χρημάτων ἀποστερήσας κερδαίνοι τὸν ἔλεγχον. καὶ οὔτε τὴν νύκτα ᾐσχύνετο ἣν ἐμίαινε τοῖς φόνοις οὔτε τὸν ἥλιον προσ‐ βαλεῖν μέλλοντα τὴν ἀκτῖνα τοῖς σώμασιν οὔτε τὴν γῆν αὐτὴν τὴν δεξαμένην τοὺς νεκρούς. | |
Prog.7.1.10 | ὢ τῆς ἀπονοίας. οὐκ εἰσῆλθέ σε τότε τῶν ἁπάντων οὐδέν; οὐ σχῆμα πολιτείας ἧς ἐκοινώνεις τοῖς ἀνῃρη‐ μένοις; οὐκ ἐκκλησίας ἣν μετ’ αὐτῶν ἐπλήρωσας; οὐ | |
5 | βουλῆς; οὐ δικαστηρίων; οὐχ ἱερῶν; οὐ σπονδῶν; οὐ μυστηρίων; οὐ τελετῶν; οὐκ ἔπαυσε τὴν ὁρμὴν ἄνθρω‐ πος τὴν αὐτὴν φωνὴν ἀφιείς; οὐκ ἔκλασεν ὁμοιότης σώματος; ἀλλ’ ἱκετεύοντας ἔπαιες καὶ δεομένους ἀπέ‐ σφαττες καὶ προκυλινδουμένους κατέκοπτες. | |
Prog.7.1.11 | Οὗτος μὲν οὖν ἐν τοῖς ἑτέρων θανάτοις ἐτρύ‐ φα, περιῆν δὲ ἡμῖν ἀλγεῖν. ἀναμνήσθητε γὰρ τῶν δακρύων ἐκείνων οἷς ἐχρώμεθα πρὸς τὴν ἀκοήν. ἤγο‐ μεν ἑορτὴν καὶ παραχρῆμά τις ἤγγελλε φόνον καὶ τὸ | |
5 | τερπνὸν τῶν ὁρωμένων ὑπὸ τῆς φήμης διεφθείρετο. διελύομεν ἐκκλησίαν. καὶ πάλιν ἕτερος φόνος καὶ συν‐ εχὴς οἰμωγὴ κατὰ τὴν πόλιν παίδων ὀδυρομένων, γυναικῶν θρηνουσῶν, μετεχόντων τῆς λύπης τῶν οἰ‐ κείων, διαβαίνοντος ἐφ’ ἅπαν τὸ γένος τοῦ κακοῦ. | |
Prog.7.1.12 | δεινότατον δὲ τῆς συμφορᾶς τὸ μηδὲ τῶν πιπτόντων τοὺς πολλοὺς ὑπάρχειν ἀνελέσθαι. τοῦ γὰρ μέλλοντος ὁ φόβος εἴσω πυλῶν καθεῖργεν ἅπαντας καὶ πολλὰ πραχθῆναι δέον ἔλιπε προδήλου τῆς τελευτῆς οὔσης, | |
5 | εἰ πρὸ τῶν τειχῶν τις φανείη. | |
Prog.7.1.13 | Τούτων δὴ γινομένων καὶ τῶν μὲν ἀπολλυμέ‐ νων θρηνουμένων, τοῦ δὲ τούτων αἰτίου λανθάνοντος ἐπράττομεν ὃ μόνον ἔστιν ἐν τοῖς τοιούτοις, ηὐχόμεθα τὸν τούτων αἴτιον ὑπὸ χεῖρα λαβεῖν ὡς, εἰ τοῦτο γέ‐ | |
5 | νοιτο, προσληψόμενοι τὸν δήμιον. | |
Prog.7.1.14 | τί οὖν; ἐπειδὴ τὰ παρὰ θεῶν ἠκολούθησε καὶ πέφηνεν ὁ τέως ἀγνο‐ | |
ούμενος καὶ νῦν ἐφ’ ἡμῖν ὁ καθ’ ἡμῶν ἀνδρεῖος καὶ νῦν ὑπὸ νόμοις ὁ καταγελῶν τῶν νόμων, οὐκ ἀγανα‐ | ||
5 | κτήσετε διότι καὶ τρὶς ἀποθανών, εἴπερ οἷόν τε, οὐκ ἀρκοῦσαν ἀποδώσει τὴν δίκην; τὸ δὲ πάντων δεινότα‐ τον, ὅτι τοιαῦτα ποιῶν ἐπ’ ἐρημίας ἰὼν ἡμῖν ἀνεμίγνυτο καὶ τῶν αὑτοῦ μιασμάτων ἀγνοοῦντας ἡμᾶς κοινωνοὺς ἐποιεῖτο. ἦ που καὶ ἔλαχε μεθ’ ἡμῶν πολλά‐ | |
10 | κις καὶ περὶ φόνου ψῆφον ἐξήνεγκεν. ἦ που καὶ ταῖς νουμηνίαις μεθ’ ἡμῶν προσῆλθε τοῖς ἱεροῖς καὶ ταῖς χερσὶν αἷς ἔδρασε τὸν φόνον συνεφήψατο τῶν ἱερῶν θυσιῶν. | |
Prog.7.1.15 | παροξύνθητε τοίνυν ὑπὲρ ἀγορᾶς, ὑπὲρ βωμῶν, ὑπὲρ ἀνακτόρων, ὑπὲρ τοῦ τῆς πόλεως ἐδά‐ φους, ἃ πάντα οὗτος ἔχρανεν ἐνδιατρίβων. λάβετε δὴ ἐν λογισμῷ πάνθ’ ὅσα κατὰ ἀνθρώπους τολμᾶται καὶ | |
5 | παράθετε τῷ κρινομένῳ νῦν τῶν ἀδικημάτων ἕκαστον. εὑρήσετε γὰρ τῶν πάνυ νομιζομένων εἶναι δεινῶν τοῦτο χαλεπώτατον. εἰ γάρ τις ὑμᾶς ἔροιτο, τί μά‐ λιστα μισεῖτε; τὰς μοιχείας εἴποιτ’ ἂν καὶ τὰς ἱερο‐ | |
συλίας καὶ ὅσα περὶ τοὺς κειμένους 〈νόμουσ〉 ἁμαρτάνε‐ | ||
10 | ται. πρὸς δὲ τὸ παρὸν κἀκεῖνα μικρὰ 〈ἂν〉 φαίνοιτο. | |
Prog.7.1.16 | κάλλους τις ἡττηθεὶς ἀδικεῖ μέν, ἀλλ’ ἔχει παραί‐ τησιν. ἐβιάσθην γάρ φησιν ὑπὸ τοῦ θεοῦ. καὶ πρὸς τὴν Ἔρωτος δυναστείαν ἀνταίρειν οὐκ εὔπορον. ἔπειτα τῇ γυναικὶ καταλείπεται διορθῶσαι τὸν τρόπον. πολλαὶ | |
5 | γὰρ ὑπαχθεῖσαι τὴν πρώτην εἶτα πρὸς τὰ βελτίω μετ‐ έστησαν. ὅλως δ’ ἐπ’ ἐκείνων ἀκόλαστος μὲν ἡ γνώμη, πρὸς δὲ τὸ θηριῶδες οὐκ ἐκβαίνει, τούτῳ δὲ τί καὶ γένοιτ’ ἂν εἰς ἀναχώρησιν; τίς δαίμων ἐπαναγκάσας, τίς εὐπρόσωπος αἰτία; καὶ γάρτοι τοῖς μὲν εἰς ταὐτὸν | |
10 | ἐλθεῖν οὐ κωλύουσιν οἱ νόμοι, τὴν δὲ πρὸς τούτους κοινωνίαν ἐν ἀδικήμασι κρίνουσιν. | |
Prog.7.1.17 | ἔτι τοίνυν ὁ μὲν ὥρας σώματος ἥττων γεγενημένος οὔπω δῆλον εἰ καὶ φόνον ἂν τολμήσειεν, ὁ δὲ φόνον τετολμηκὼς οὐδ’ ἐκεῖν’ ἂν κατοκνήσειε. καὶ μὴν ὁ μὲν τῆς γυναικὸς | |
5 | ἀποστερῶν τὸν συνοικοῦντα τὸ γύναιον αὐτὸ τοῦ ζῆν οὐ προσαποστερεῖται, ὁ δὲ τὴν γυναῖκα τοῦ συνοικοῦντος ἀποστερήσας κἀκείνην αὐτὴν ἀφείλετο τοῦ περιεῖναι. | |
Prog.7.1.18 | Δεινὸν ὁ τυμβωρύχος, ἀλλ’ οὐχ ὅσον ἀνδρο‐ φόνος. ὁ μὲν γὰρ τεθνεὼς παροινούμενος ἔξω τῆς λύ‐ πης καθέστηκεν, ἐπεὶ καὶ τῆς αἰσθήσεως τῶν γιγνομέ‐ νων ἔξω, τῷ δὲ δεχομένῳ τὴν πληγὴν οὐκ ἔστιν ἀγνο‐ | |
5 | εῖν ἃ πάσχει. ὅσῳ δὴ τοῖς πάσχουσι τοῦτ’ ἐκείνου μᾶλλον ἀνιαρόν, τοσούτῳ μιαρώτερος ὁ τοῦτο δρῶν τοῦ τολμῶντος ἐκεῖνο. | |
Prog.7.1.19 | μᾶλλον δέ, καὶ τὰ τῶν τυμ‐ βωρύχων ὁ κρινόμενος ἐν αὐτῷ τῷ φόνῳ συνείληφεν. ἀποσφάττων γὰρ προσαφαιρεῖται τὰ ὄντα, τούτων δὲ ἦν ἀποστερῆσαι ταφῆς. εἰ δὲ δεῖ τἀκριβὲς εἰπεῖν, ἀνο‐ | |
5 | σιώτερος τῶν τυμβωρύχων εἰς αὐτὴν τὴν τῶν κειμέ‐ νων 〈νόμων〉 ὕβριν. οἱ μὲν γὰρ οὐ κωλύουσι τῶν νομι‐ ζομένων † τυχεῖν, ἀλλὰ τυχόντας τινὰς ἐκδύουσιν, οἱ δὲ . . . . . . . . . . . . . . . . . . . . τοσούτῳ τυμβωρύχος ἀνδροφόνου πρᾳότερος. | |
Prog.7.1.20 | Ἀλλά, νὴ Δία, τὸ τῶν ἱεροσύλων ἁμάρ‐ | |
τημα μεῖζον. τοῖς γὰρ τῶν θεῶν ἀναθήμασι προσάγουσι τὰς χεῖρας. ἄνθρωπος δὲ οὐ θεῶν κτῆμα πολὺ τιμιώτερον τῶν φιαλῶν; αὗται δὲ αἱ φιά‐ | ||
5 | λαι τίνων ἀναθέντων ὑπάρχουσιν; οὐκ ἀνθρώπων; θυσίαι δὲ πόθεν καὶ παιᾶνες καὶ πρόσοδοι; βωμοὶ δὲ καὶ νεῲ καὶ τεμένη θεῶν καὶ αὐτὰ δὲ τὰ ἀγάλματα τίνων δημιουργήματα; μὴ τοίνυν ἔλαττον κεκρίσθω πονηρὸς τῶν ἐκεῖνα σεσυληκότων ὁ τούτους διαφθεί‐ | |
10 | ρας παρ’ ὧν ἐκεῖνα γεγένηται. | |
Prog.7.1.21 | Φρίττετε τυραννίδος καὶ τοὔνομα νοῦν ἔχοντες, ὡς ἡγοῦμαι. τί ποτ’ οὖν τῶν ἐκείνης τοῦτον ὑμῖν ἐμ‐ ποιεῖ τὸν φόβον; ἆρά γε δημεύσεις καὶ φυγαὶ καὶ τὸ δεδέσθαι τινὰς οὐ δικαίως; οὔ. ἀλλὰ τὸ κωνείῳ | |
5 | τινὰς τῶν πολιτῶν ἀναρπάζειν. ἐνθυμεῖσθε γὰρ ὅτι τοὺς μὲν πεφευγότας ἔνεστι κατελθεῖν καὶ τοὺς τὴν οὐσίαν ἀφαιρεθέντας ἀπολαβεῖν αὖθις καὶ κομίσασθαι, θάνατον δὲ οὐκ ἔστιν ἰάσασθαι. ὃ τοίνυν τῶν ἐν τυ‐ ραννίδι κεφάλαιον, τοῦθ’ οὗτος ἐν δημοκρατίᾳ τετόλ‐ | |
10 | μηκε, καὶ τὸ φοβερωτάτην ἐκείνην ποιοῦν ὑπὸ τοῦδε πέπρακται τοῦ ξίφει τὰ κωνείου πληρώσαντος, ὅσπερ δὴ τρόπος τελευτῆς ἀλγεινότατος. | |
Prog.7.1.22 | εἶτα ἂν μὲν μοιχὸν κρίνητε, δεῖ χαλεπαίνειν καὶ κατὰ τοῦ τυμβω‐ ρύχου τὴν ὀργὴν εἶναι μεγάλην, κἂν διασπάσησθε, μικρὰν οἴεσθε λαβεῖν τὴν δίκην· νῦν δὲ κάθησθε τῶν | |
5 | ἡμετέρων δεόμενοι λόγων, παρ’ οἷς ὑβριστὴς μισεῖται, παρ’ οἷς κλέπτης κολάζεται. καὶ τί κωλύσει τὴν πόλιν οἴχεσθαι τῶν εἰς ἀλλήλους φόνων λαβόντων ἄδειαν; μᾶλλον δέ, πῶς χαλεπανεῖτε τοῖς ταῦτα κακουργοῦσιν, ὅταν τοῖς αὐτοῖς πρᾴως ἔχητε; | |
Prog.7.1.23 | πρότερον μὲν οὖν ἡ τῶν ἀνθρώπων φύσις πολλοῖς καὶ μεγάλοις τῶν θηρίων διεστῶσα μάλιστα τῷ μὴ κτείνειν ἀλλήλους ἐξεῖναι διέφερεν, οὗτος δὲ συγχεῖ καὶ συνταράττει τοὺς | |
5 | ἄνωθεν καθεστῶτας νόμους. τί λέγω συνταράττει; τῶν θηρίων αὐτῶν ἀγριώτερος πέφηνε. τῶν μὲν γὰρ τὰ πολλὰ φείδεσθαι τῶν ὁμοφύλων φασὶ καὶ πρὸς τοὺς ἐπιόντας ἀλλήλοις ἀμύνειν, ὁ δὲ ἄνθρωπος ὢν ἀνθρώ‐ πους ὥσπερ τι τῶν θηρίων μετακεχείρισται. | |
Prog.7.1.24 | Νῦν μὲν οὖν εἴληπται τὸ δεινότατον εἰργα‐ σμένος, ἥκειν δέ μοι δοκεῖ πρὸς τοῦτο ἀπὸ τῶν ἐλατ‐ τόνων πεπορευμένος. πολλὰ κεκλοφὼς ἔλαθεν, οὐκ ὀλί‐ γους τοίχους διώρυξεν, ἐπεβούλευσε γάμοις, βεβίασται, | |
5 | τὰ μὴ προσήκοντα ῥᾳδίως ἥρπασε. τῷ δ’ ἐφ’ ἑκάστῳ | |
μὴ διδόναι δίκην ἐπαιδεύθη μηδὲν ἀποκνεῖν καὶ γέγονεν ἡμῖν ἀνδροφόνος ἐν τοῖς ἄλλοις οὐ κεκο‐ λασμένος. | ||
Prog.7.1.25 | πόθεν τοῦτο τεκμαιρόμενος λέγω; φύσει τῶν κακούργων ἕκαστος ἀπὸ τῶν οὐ σφόδρα δεινῶν οὐδ’ ἀπὸ τῆς πονηρίας ἄρχεται. κᾆτα πεῖραν αὑτοῦ λαμβάνων ἐν τοῖς πρώτοις χωρεῖ πρὸς τὰ δεύτερα κἀ‐ | |
5 | κεῖθεν τὰ χαλεπώτερα μέτεισι καὶ τελευτῶν ἐπ’ αὐτὸ βαδίζει τῶν ἀδικημάτων τὸ κεφάλαιον, ἐπεὶ καὶ τὴν καλοκἀγαθίαν καὶ τὴν τῶν τρόπων ἀρετὴν οὕτως ἴσμεν τελουμένην. οὐδεὶς εὐθὺς ἐξ ἀρχῆς ἄκρος, ἀλλὰ κατὰ βραχὺ τοιοῦτος γίνεται. | |
Prog.7.1.26 | νῦν οὖν εἰσῆκται μὲν αὐ‐ τὸς ἐπὶ φόνῳ, πολλῶν δὲ ὀφείλει δίκην, ὃς οὐκ ἠθέ‐ λησεν εὐπορεῖν ἀφ’ ὧν βέλτιον οὐδὲ τὴν αὐτὴν ἦλθεν ὁδὸν τοῖς ἄλλοις ἡμῖν. διὰ τί γάρ, ὦ κακὴ κεφαλή, | |
5 | τὴν γεωργίαν ἀπεστράφης; διὰ τί τὴν κατὰ θάλατταν ἐμπορίαν πέφευγας; πόνου μὲν δεῖ πρὸς ἐκεῖνα τὰ κέρδη, κερδαίνειν δὲ ἔστιν ἄνευ μέμψεως. οὐδέτερον βούλει τούτων· ἐπ’ ἀγορᾶς ἐργάζου, μεταχειρίζου τέχνην | |
τούτου χρησιμωτέραν. ἀλλ’ ἀνδρεῖος εἶ καὶ γέμεις θυ‐ | ||
10 | μοῦ· γενοῦ μισθοφόρος, ἐπ’ ἀργυρίῳ παρατάττου. ἀλλ’, οἶμαι, τοῦτο μὲν ἱδρῶτος ᾔδει προσδεές, ἐφ’ ἃ δὲ νῦν τέτραπται, πλοῦτον ἔχειν ἀθρόον, πραγματείας ἄμοιρον. | |
Prog.7.1.27 | ὑμεῖς οὖν τὸν σκοπήσαντα μόνον ὅπως τι λήψεται, τὸ δ’ εἰ καλῶς ἢ μή, τοῦτο οὐδὲ ζητήσαντα ἀφήσετε λαβόντες; διὰ τί; ὅτι, νὴ Δία, δακρύσει καὶ δείξει τοὺς παῖδας καὶ δεήσεται μὴ τούτους ὀρφανοὺς κατα‐ | |
5 | στῆσαι. τοῦτο γάρ ἐστι λοιπόν, ὃ τοῖς ἀτυχοῦσιν ὀφεί‐ λεται, τοῖς πονηρευομένοις δοθῆναι. | |
Prog.7.1.28 | πολὺ διενή‐ νοχεν, ὦ δυσσεβέστατε, πράττειν παρὰ τὴν ἀξίαν κα‐ κῶς ἢ δικαίως κολάζεσθαι. τὸ μὲν γάρ ἐστι δαίμονι δυσκόλῳ, τὸ δὲ προαιρέσει δεινῇ κεχρημένων. μὴ τοί‐ | |
5 | νυν εἰς τοὺς δευτέρους τελῶν τὸν ἄλλοις ἀπο‐ κείμενον ἔλεον ὑφάρπαζε. πολλὰς ὑπερεῖδες ἱκετείας τῶν ὑπὸ σοῦ κατενεχθέντων. μὴ τοίνυν ὧν οὐ μετέ‐ δωκας, ταῦτα ἔχειν παρ’ ἑτέρων ἀξίου. πολλὰς δεήσεις διέπτυσας τῶν δεχομένων τὰς πληγάς. μὴ τοίνυν ζήτει | |
10 | φιλανθρωπίαν ἣν ἀνῄρηκας. | |
Prog.7.1.29 | δεινὰ πείσεσθαι τοὺς σοὺς παῖδας ἡγῇ σοῦ τεθνεῶτος, τοὺς δὲ ἐκείνων ὧν ἀπέκτεινας οὐ δεινὰ πεπονθέναι; καίτοι τοὺς σοὺς μὲν | |
παραμυθήσεται τὸ τῷ νόμῳ τὸν πατέρα τεθνηκέναι, | ||
5 | τοῖς δὲ οὐδέν ἐστιν ὃ κουφίζει τὴν συμφοράν. ὅλως δέ, εἰ πλέον ἰσχύσει τοῦ προσήκοντος τὰ δάκρυα, κε‐ κλείσθω τὰ δικαστήρια. τί γὰρ δεῖ τοὺς ἀδικοῦντας ἐλέγχειν, εἰ τοῖς ἁλοῦσιν ἀπὸ τῶν θρήνων σωτηρία; | |
Prog.7.1.30 | τοιοῦτον ἐβουλόμην εἶναι τοῦτον ἐπὶ τῆς ἐρημίας, ὁποῖος νῦν εἶναι πλάττεται, καὶ τὴν μέχρι τοῦ σχή‐ ματος ταύτην ἐπιείκειαν ἐπὶ τῶν ἔργων δεικνύναι καὶ μὴ θρασὺν μὲν ἐν τῷ ὄρει, ἐν δὲ τῷ δίκην ὑποσχεῖν | |
5 | ταπεινὸν ὁρᾶσθαι. | |
Prog.7.1.31 | Γένεσθε δὴ τῷ λογισμῷ ἐπὶ τῶν φονικῶν, ἐν‐ νοήσατε τοῦτον μὲν ἐφεστηκότα μετὰ τοῦ ξίφους, τὸν δὲ εἰλημμένον ἀντιβολοῦντα, θεῶν ἀναμιμνήσκοντα, φύσεως, νόμων, δικαστηρίων, τοῦτον δὲ ταῦτα πάντα | |
5 | λῆρον ἡγούμενον καὶ ἀποσφάττοντα καὶ διαφθείροντα καὶ μὴ ἐπικαμπτόμενον πρὸς τὸν ὀδυρμόν. | |
6 | ||
Prog.7.2t | Κατὰ προδότου. | |
Prog.7.2.1 | Τὸ τοῦτον ἐφ’ ἡμῖν εἶναι τήμερον, ἀλλὰ | |
μὴ τοὺς πολεμίους ἡμῶν δεσπότας παρὰ τὴν τῶν θεῶν εὔνοιαν ὑπῆρξε. δεῖ δὲ ὑμᾶς, εἴπερ εὖ φρονεῖτε, τοῖς μὲν ὧν ἐκώλυσαν εἰδέναι χάριν, τὸν δὲ ὧν ἐπεχείρησεν | ||
5 | ἀπαιτῆσαι τὴν δίκην. ὡς ἔστι τῶν ἀτοπωτάτων τὴν ἡμετέραν εὐτυχίαν τούτῳ γενέσθαι σωτηρίαν. | |
Prog.7.2.2 | οἱ μὲν οὖν εὖ πεποιηκότες τὴν πόλιν ἔχουσι τὰς ἀμοιβάς, οἱ μὲν στεφάνους, οἱ δὲ εἰκόνας, οἱ δὲ ἕν τι τῶν εἰς τιμὴν τοῖς εὐεργέταις εὑρημένων. ἄξιον δὲ ἡμᾶς μὴ | |
5 | μόνον φαίνεσθαι θαυμάζοντας τὴν ἀρετήν, ἀλλὰ καὶ μισοῦντας τὴν κακίαν. ὡς ἀμφοτέρωθεν ἔστι τὴν πόλιν σώζεσθαι, τῶν μὲν ταῖς τιμαῖς παρακαλουμένων εἰς τὰ βελτίω, τῶν δὲ ταῖς τιμωρίαις παιδευομένων μηδὲν ἀδικεῖν. | |
Prog.7.2.3 | τοῖς μὲν οὖν πολεμίοις ἡ τούτου κρίσις συμφορὰ καὶ τὰς ἐλπίδας ἃς εἶχον ἐν τούτῳ νῦν ἀπολωλεκότες στένουσιν· ὅστις δὲ κρινόμενος τοὺς πολεμίους λυπεῖ, παρ’ ἡμῖν οὗτος ἀπολωλέναι δίκαιος. | |
5 | οὐ γάρ ἐστιν εὔλογον ᾧ παρὰ τοῖς ἐχθροῖς ἔστιν εὐ‐ δοκιμεῖν, τοῦτον ἐνθάδε σωτηρίας τυγχάνειν. | |
Prog.7.2.4 | Οἱ μὲν οὖν ἄλλοι πάντες ὑμεῖς τὰ δίκαια ποι‐ εῖτε πρὸς τὴν πατρίδα φέροντες αὐτῇ πάντα ἃ δυνατόν | |
ἐστιν ἑκάστῳ φέρειν. ὁ δεῖνα ἐπέδωκε τριήρη, τάλαντον οὗτος, ἕτερος ἔθηκε νόμον συμφέροντα, ψήφισμα ἐκεῖ‐ | ||
5 | νος ἔγραψε γενναῖον. οἱ μὲν ἐπρέσβευσαν δικαίως, οἱ δὲ εἰσηγήσαντο τὰ δέοντα. καλὰ μὲν οὖν καὶ ταῦτα, πολὺ δὲ τούτων ἀμείνους ἐκεῖνοι οἳ τῶν κινδύνων καλούντων τὰ ὅπλα θέμενοι δυοῖν θάτερον ἀξιοῦσιν, ἢ νικᾶν ἢ πεσεῖν τῆς εὐνοίας ἐπίδειξιν ἐν τῷ σώματι | |
10 | παρεχόμενοι. | |
Prog.7.2.5 | ταῦτα ὑμεῖς ποιοῦντες ἀκολουθεῖτε τοῖς νόμοις οἳ πολλὴν ποιησάμενοι πρόνοιαν καὶ περὶ τῶν μειζόνων καὶ περὶ τῶν ἡττόνων μάλιστα περὶ ταῦτα σπουδάζουσιν ἀφ’ ὧν ἐστι φυλακὴ τῷ κοινῷ. καὶ τί | |
5 | δεῖ λέγειν τοὺς γεγραμμένους νόμους, ὧν ἔστιν εἰπεῖν ἄνθρωπον νομοθέτην; ἡ φύσις αὐτὴ διαλέγεται πᾶσι τὴν πατρίδα 〈πλείστου〉 ποιεῖσθαι μετὰ τοὺς θεούς. | |
Prog.7.2.6 | καὶ τούτῳ τῷ νόμῳ καὶ τοὺς βαρβάρους ὁρῶμεν πειθομένους, οἳ τοῖς θηρίοις ἐοίκασι. καὶ τἄλλα διε‐ στηκότες τῶν Ἑλλήνων τοῦτον αἰδοῦνται δικαίως. πολ‐ | |
λῶν γὰρ ὀφείλουσιν ἄνθρωποι ταῖς πατρίσι χάριτας, | ||
5 | τοῦ φῦναι καὶ γενέσθαι καὶ τοῦ τὸν ἥλιον ἐπιδεῖν, ἔτι πρὸς τούτοις τροφῆς, παιδείας, γάμων, παι‐ δοποιίας, κτήσεως χρημάτων, δόξης ἀγαθῆς, βίου σχή‐ ματος ὅτου ἂν εἴποις ἐνταῦθα. παρ’ ἧς οὖν ἡμῖν ταῦ‐ τα, πῶς οὐχὶ καὶ ταύτῃ τὰ παρ’ ἡμῶν εἶναι δίκαιον; | |
10 | μηδεὶς γὰρ οἰέσθω πλείω τοῖς γονεῦσιν ὀφείλειν ἢ τῇ πατρίδι. αὕτη καὶ τοὺς γονεῖς ἤνεγκε καὶ διὰ ταύτης εἰσὶν ἡμῖν πατέρες. | |
Prog.7.2.7 | Ἀλλ’ οὐ τούτων τῶν πολλῶν καὶ καλῶν νόμων οὗτος ἀκήκοεν, ἀλλὰ πάντα ἀνελὼν καὶ τοῦ μηδενὸς ἄξια νομίσας ὅσα διῆλθον καὶ καταγνοὺς φλυαρίαν τούτου τοῦ θεσμοῦ καὶ νομίσας ματαίαν εἶναι σπου‐ | |
5 | δὴν τὸ ταῦτα τηρεῖν καὶ πᾶσαν γῆν ταὐτὸν ἡγησάμενος, | |
μᾶλλον δέ, οὐ ταὐτόν, ἀλλὰ τὴν μὲν ἐχθρὰν φίλην, δυσμενῆ δὲ τὴν ἐκ τῶν δικαίων φίλην ἀνέτρεψε καὶ συνέχεε τὰ πανταχοῦ πεπηγότα τὴν μὲν εὔνοιαν ἐκεί‐ νοις νείμας οὓς ἔδει μισεῖν, μισήσας δὲ τούτους ὧν | ||
10 | ἔδει κήδεσθαι. | |
Prog.7.2.8 | γενόμενος γὰρ παρ’ ἡμῖν, ὡς οὐκ ἔδει, καὶ τραφεὶς ἐπὶ τῷ τῆς οἰκείας κακῷ καὶ εἰς ἄνδρας ἥκων καὶ πιστευθεὶς τὰς μὲν τῶν ἄλλων πολι‐ τῶν γνώμας οὐκ ἐζήλωσεν οὐδ’ ἐν τοῖς ἐπείγουσι τῶν | |
5 | καιρῶν παρέσχεν ἑαυτὸν χρήσιμον, πλαττόμενος δὲ εὔ‐ νοιαν καὶ τοῖς ῥήμασι τοῖς αὑτοῦ φηλῶν καὶ παρα‐ κρουόμενος καὶ διὰ τούτου γινόμενος ἀεί τινος κύριος οἷον, ὦ γῆ καὶ ἥλιε καὶ ἱερὰ καὶ τάφοι, βούλευμα ἐβούλευσεν ἐφ’ ἡμῖν. | |
Prog.7.2.9 | παρ’ ἡμῖν μὲν ἦν, εἶδε δὲ ἑτέρωσε. μετὰ μὲν ἡμῶν συνέζη, τοῖς δὲ πολεμίοις ἔζη. μετὰ μὲν τῶν πολιτῶν ἔθυε, τοῖς δ’ ἐναντίοις συνηύ‐ χετο. βουλῆς ἐκοινώνει καὶ μετεῖχεν ἐκκλησίας καὶ | |
5 | ψηφίσματα ἔγραφεν, οὐχ ὅπως τι γένηται τῶν ἡμετέρων βέλτιον, ἀλλ’ ὅπως ἐκείνων τὰ ἡμέτερα γένοιτο. | |
καὶ παραχρῆμα ἡνίκα τι παρ’ ἡμῖν, καὶ παρ’ ἐκείνοις ἔγνωστο πάντα τούτου φράζοντος καὶ πωλοῦντος. | ||
Prog.7.2.10 | συνῆλθες λάθρα τοῖς πολεμίοις, ὦ μιαρὰ κεφαλή, ἐκοινολογήσω τοῖς κοινοῖς ἐχθροῖς, ἐδέξω λόγους κατὰ τῆς πατρίδος, ἐδέξω χρυσίον κατὰ τῆς ἐνεγκούσης, πρατὴρ ὑπέμεινας γενέσθαι τῶν τιμιωτάτων, ὑπέσχες | |
5 | τὴν χεῖρα τῷ λήμματι καὶ οὐκ ἔφριξας ἐνθυμηθεὶς ἐφ’ ᾗ κερδανεῖς, ἀλλ’ ἤγαγες εἰς τὴν πόλιν κατὰ τῆς πόλεως χρήματα καὶ ᾤκεις ἣν ἐπώλεις. | |
Prog.7.2.11 | εἰπὲ τοῖς δικασταῖς τοὺς λόγους οἳ πρὸς ἀλλήλους ὑμῖν ἐγένοντο· στῆθι μεθ’ ἡμῶν ἀφεὶς τοὺς πολίτας. στήσομαι. δέχου μισθὸν κατὰ τῆς πατρίδος. δέξομαι. μη‐ | |
5 | δὲν ἡμᾶς τῶν ἐκεῖ λανθανέτω. πάντα εἴσεσθε, τούτοις ἴσως προστιθεὶς τὸ μηδὲν αὐτοῖς δεήσειν πό‐ νων καὶ πραγματείας πρὸς τὸ καὶ τὴν πόλιν ἑλεῖν ὡς τῆς προδοσίας μεῖζον ἰσχυούσης τῶν ὅπλων. | |
Prog.7.2.12 | βλέ‐ ψατε δὴ πρὸς τὴν πόλιν ἅπασαν, ἐννοήσατε τὸ μέ‐ γεθος, τὸ κάλλος, νεώς, ἀγοράς, τὸν κοινὸν πλοῦτον, | |
τὰ ὄντα ἑκάστοις, ὁπλίτας, ἱππέας, παῖδας, γυναῖκας, | ||
5 | ἀφθονίαν, εὐδαιμονίαν. ταῦτα πάντα οὗτος ὥσπερ τι τῶν ἐξ ἀγορᾶς ἀπέδοτο καὶ τὴν ἀναίρεσιν τῆς πόλεως πρόσοδον ἐποιήσατο. καὶ πεπλουτηκὼς ἐκ τοσαύτης ἀσεβείας εἰς ὑμᾶς βλέπει τοὺς πεπραμένους. | |
Prog.7.2.13 | καὶ ὑμεῖς μέλλετε καὶ λόγων ἀκούετε; τί τῶν δεινῶν καὶ καθ’ ὧν εἰσι τιμωρίαι τῷ παρόντι παραπλήσιον ὁρῶν‐ τες; ποίαν μοιχείαν, ποῖον φόνον, ποίαν εἰς θεοὺς | |
5 | ὕβριν, ποίαν εἰς οἰχομένους; ὁ μοιχὸς ἔρωτι πλη‐ γεὶς ἔβλαψεν οἰκίαν μίαν. δεινὸν μέν, ἀλλ’ ἐν ἑνὶ τὸ κακὸν ἵσταται. ὁ τὸν ἐχθρὸν ἀποσφάξας οὐ πάν‐ τας ἐφεξῆς τὸ αὐτὸ δρᾷ. τῶν ἀναθημάτων ἥψατό τις, ἀλλ’ οὐ τὰ ἀγάλματα προσαφῄρηται. περὶ | |
10 | νεκρούς τις ἐπλημμέλησε καὶ τάφον ἐκίνησεν, ἀλλ’ ὅσων ἀπέσχετο πλείονες ἢ ὅσοις προσῆλθε. | |
Prog.7.2.14 | καὶ μὴν ἐκείνων ἕκαστος τοῦ μὲν ἀπέσχετο, τοῦ δὲ οὐ καθα‐ ρεύει. ὁ μοιχὸς οὐ πάντως ἀνδροφόνος, ὁ μὴ τὴν χεῖρα καθαρὸς οὐκ ἤδη καὶ ἐμοίχευσεν. ἐκ τῶν ἱερῶν ὁ πλου‐ | |
5 | τῶν οὐκ ἤδη τυμβωρύχος. ὅτῳ γέγονεν ἀπὸ τῶν τά‐ φων εὐπορεῖν, ἀπέσχετο τῶν ἱερῶν. προδότην δὲ ὅταν εἴπω, πάντα τὰ ἀδικήματα λέγω. ἃ γὰρ ἐκεῖνοι διῄρην‐ ται, ταῦτα μόνος συνείληφεν. ἴστε γὰρ δήπου τοῦθ’ ὅτι πόλεως ἁλούσης γυναῖκες ὑβρίζονται, ἄνδρες ἀπο‐ | |
10 | σφάττονται, τάφοι παροινοῦνται, ἱερὰ οὐ συλᾶται μό‐ νον, ἀλλὰ καὶ κατασκάπτεται. | |
Prog.7.2.15 | τῷ τε οὖν πάντας ἀδικεῖν ἐκείνους ὑπερβέβληκε καὶ τῷ καθέκαστον πλείω. παρὰ μὲν γὰρ ἐκείνων εἰς μέρος ἡ βλάβη, τῇ δὲ ἐκ τῆς προδοσίας ἀδικίᾳ τὸ κοινὸν ζημιοῦται. μὴ γὰρ | |
5 | ἐκεῖνο σκοπῶμεν, ὡς οἱ πολέμιοι ταῦτ’ ἂν ἔδρων, ἀλλ’ ὡς ἐκείνοις ταῦτα ἐξεῖναι ὑπῆρξε παρὰ τοῦδε. δεῖ δὲ τὰ ἀδικήματα νομίζειν οὐ τῶν ταῖς χερσὶν ἐργαζομέ‐ νων μᾶλλον ἢ τῶν τὸ δυνηθῆναι δεδωκότων. ὁ δὲ νῦν ἐκείνοις τὰ ἡμέτερα διδοὺς οὗτος ἂν ἦν ὁ πάντας | |
10 | ποιῶν ὅσα ὑπ’ ἐκείνων πάσχειν ἔδει. | |
Prog.7.2.16 | Εἰ δέ τις ὑμᾶς ἔροιτο, τί δεινότατον νομί‐ ζετε; πάντες εὖ οἶδ’ ὅτι φήσετε τὸ συγχυθῆναι τοὺς νόμους, τὸ γενέσθαι τύραννον. ἔστι δὲ τοσ‐ ούτῳ χαλεπώτερον προδοσία τυραννίδος, ὅσῳ τῇ μὲν | |
5 | τὸ τέλος μηκέτι εἶναι τὴν πόλιν, ἡ δὲ τὰ ἄλλα κινοῦσα τῆς πόλεως κήδεται. δῆλον γάρ ἐστι τῷ γε βουλομένῳ | |
τυραννεῖν ὅτι δεῖ σώζεσθαι τὴν πόλιν, εἴ γε κἀκείνῳ δεῖ τὴν ἐξουσίαν σεσῶσθαι. τῷ προδότῃ δὲ ὁ διδοὺς ἐπ’ αὐτῷ τῷ τῆς πόλεως ἐδάφει δίδωσι. | ||
Prog.7.2.17 | τί μάλιστα πόλιν ἄρδην ἀπόλλυσι; πολέμιοι κεκρατη‐ κότες οἶδ’ ὅτι φήσαιτ’ ἄν. ἀλλ’ οὑτοσὶ καὶ τῶν ταῦ‐ τα ποιούντων πολεμίων μᾶλλον ἄξιος μισεῖσθαι. διὰ | |
5 | τί; ὅτι τοῖς μὲν νόμῳ πολέμου τὰ τοιαῦτα πράττεται καὶ τὸ ἔργον ἀκολουθεῖ τῇ προσηγορίᾳ, πολέμιοι γὰρ τὰ πολεμίων ἐργάζονται, ὁ δὲ τὴν αὑτοῦ συναναιρῶν ἐκείνοις ἐν τῷ διαφθείρειν ἣν σώζειν ἔδει τῶν πολε‐ μίων πικρότερος. ἔτι τοίνυν τούτους μὲν ἔνι φυλά‐ | |
10 | ξασθαι, κηρύττουσι γὰρ τὴν ἔχθραν, ὁ δὲ συνὼν τού‐ τοις οὓς ἀπόλλυσι λανθάνων κακῶς ποιεῖ. | |
Prog.7.2.18 | εἰ δὲ τοὺς πολεμίους ἥδιστ’ ἂν ἀποκτείναιμεν, πῶς οὐχὶ μικρὰ τούτῳ ζημία θάνατος, ὅς γε ἐκείνους νικᾷ; ἐγὼ πολλάκις τινὰς εἶδον φεύγοντας κλοπῆς καὶ ὑμᾶς ὀρ‐ | |
5 | γιζομένους εἰκότως. δεῖ γὰρ πρὸς μηδὲν ἀδίκημα πρᾴ‐ ους εἶναι. εἶτα τοὺς ἐπὶ πέντε δραχμαῖς ἁλόντας κο‐ λάζετε, προδότην δὲ ἐν χερσὶν ἔχοντες οὐ διασπάσεσθε; ὃς νῦν μὲν ἐπὶ προδοσίᾳ κρίνεται, πάντα δὲ ἐκεῖνα διεξελήλυθε, κλοπάς, μοιχείας, ἱεροσυλίας, ἐν οἷς | |
10 | μοι δοκεῖ παιδευθεὶς μηδὲν φοβεῖσθαι τελευτῶν εἰς τοῦθ’ ἥκειν. οἱ γὰρ τὰ μέγιστα ἀδικοῦντες, οἷα νῦν οὗτος, δῆλον ποιοῦσιν ὡς ἀπ’ ἐλαττόνων ἐνταυθοῖ προὔβησαν τῷ μὲν λαθεῖν οὐ δόντες δίκην, τῷ δὲ μὴ δοῦναι μειζόνων ἐπιθυμήσαντες. | |
Prog.7.2.19 | Ἦν σοι πλουτεῖν, ὦ μιαρὸν θηρίον, καὶ μὴ κρίνεσθαι. ὁρᾷς τὴν γῆν; γεώργησον. ὁρᾷς τὴν θά‐ λατταν; πλεῦσον. ἀλλὰ φεύγεις ἐκεῖνα καὶ ζῆν ἐπιθυ‐ μεῖς ἐν ἄστει; εἰσὶν ἐργασίαι κἀνταῦθα πολλαὶ δι’ ὧν | |
5 | ἕκαστος τῶν μετρίων πολιτῶν αὐτός τε εὐπορεῖ καὶ τῇ πόλει λειτουργεῖ. ἀλλ’, οἶμαι, μόνον οἶδας ὅσον λήψῃ, τοῦτο δὲ οὐκ οἶδας, ὡς οὐχ ὅθεν 〈οὐκ〉 ἄξιον. ἀλλὰ τὸ μὲν κέρδος ἐθαύμασας, τὴν δὲ τοῦ κέρδους ἀφορμὴν οὐκ ἐζήτησας. | |
Prog.7.2.20 | Εἶτα τὸ τῶν οὐδὲν ἐχόντων δίκαιον ποιήσει. δακρύσεται καὶ περὶ τοῦ δεῖν ἐλεεῖν πολλὰ διαλέξεται. ἐγὼ δὲ τί φημι; εἰ μὲν ἀτυχεῖς, ἄνθρωπε, σώζου, δί‐ καιον γάρ· εἰ δὲ πεπονήρευσαι, μὴ τὰ μὲν τῶν ἀδι‐ | |
5 | κούντων ἐπιτέλει, τὰ δὲ τῶν ἠτυχηκότων ἐπιζήτει. δη‐ μοκρατία γὰρ τὸ μὲν τηρεῖ τοῖς ἐπταικόσι, τῷ δὲ χρῆ‐ ται πρὸς τοὺς ἐργαζομένους οἷα σύ. | |
Prog.7.2.21 | σὲ δ’ εἰ σώ‐ σουσι, παρὰ τοῦ δίκην ἔτι λήψονται; τοῦ τὰ ἐλάττω | |
κακουργοῦντος; καὶ πῶς; ἀλλὰ τοῦ τὰ αὐτά σοι τολ‐ μῶντος; καὶ πῶς ἔνι προδότην νῦν μὲν ἐλεεῖν, νῦν | ||
5 | δὲ μισεῖν; οὐκοῦν ἀνάγκη μάτην γεγράφθαι τοὺς νό‐ μους, μάτην ἑστάναι τὰ δικαστήρια; τοῦ κολάζειν γὰρ οὓς ἄξιον οὐκ ὄντος ἐν τῇ πόλει τί δεῖ τούτων; | |
Prog.7.2.22 | οὐ μόνον οὗτος κρίνεται σήμερον, ἀλλὰ καὶ νομοθετεῖτε τῇ ψήφῳ πότερον δεῖ πάντας τὰ τούτου ζηλοῦν ἢ δι‐ καίους εἶναι περὶ τὴν πόλιν. ἂν μὲν γὰρ οὗτος ἀφεθῇ, | |
5 | προδόται πάντες· ἂν δὲ δῷ δίκην, οὐδεὶς ἐλέου μεμνή‐ σεται. πόλιν ὅλην οὐκ ἐλεήσας ἐλεεῖσθαι παρὰ τούτων ἀξιοῖς οἳ τὸ σὸν μέρος οὐκ εἰσί; πολλὰ ἂν ἐδάκρυσαν αἱ ἡμέτεραι γυναῖκες, πολλὰ ἂν οἱ παῖδες, οὓς οὗτος οὐκ ἠλέησε. | |
Prog.7.2.23 | μεταστήσατέ μοι τὸν λογισμὸν ἀπὸ τῶν τούτου δακρύων ἐπ’ ἐκείνην τὴν τύχην ἣ κατεῖχεν ἂν τὴν πόλιν. ὁρᾶν οἴεσθε στρατιὰν προσβάλλουσαν, μηχανήματα προσιόντα, τείχη κατασκαπτόμενα, τάφους | |
5 | ἀναρρηγνυμένους, χρήματα διαρπαζόμενα, γυναῖκας ἑλκομένας, παῖδας ἀγομένους, ἱερὰ συλώμενα, πάντα ἀπολλύμενα σιδήρῳ καὶ πυρί. γέγονε μὲν γὰρ τούτων οὐδὲν μηδὲ γένοιτο, νοῦν δὲ ἐχόντων ἂν εἴη τοῦ μὲν εἰδέναι τοῖς βεβοηθηκόσι θεοῖς τὴν χάριν, ἐπὶ | |
10 | δὲ τοῦτον νῦν ἔχειν ὀργὴν ἣν εἴχετ’ ἂν ἁλισκόμενοι. | |
Prog.7.3t | Κατὰ ἰατροῦ φαρμακέως. | |
Prog.7.3.1 | Ἔχετε, ὦ ἄνδρες, τὸν τῷ καλλίστῳ σχήματι κα‐ κῶς κεχρημένον καὶ προσειπόντα μὲν ἑαυτὸν ἰατρόν, ἀπεκτονότα δὲ φαρμάκῳ πλείους τῶν αὐτὸ τοῦτο πε‐ ποιημένων βίον. ὃν οὖν, εἰ ὑπείδεσθε, καὶ πάντως | |
5 | ἂν πρὸ τῶν ἔργων κατελύσατε, τοῦτον ἐπὶ τοσούτοις τοῖς ἀπολωλόσιν οὐ διασπάσεσθε; δίκαιον γὰρ ἃ μὴ γενέσθαι βούλοισθ’ ἄν, τούτων τετολμημένων τιμωρίαν ἀπαιτεῖν. | |
Prog.7.3.2 | οἱ μὲν οὖν οἰκεῖοι τῶν τεθνεώτων περιε‐ στᾶσιν, ὡς ὁρᾶτε, δεικνύντες ἃ πεπόνθασι καὶ διὰ τῆς ἐσθῆτος καὶ διὰ τῶν ἄλλων ἁπάντων, ὑμῖν δὲ εἰ μὲν ἀναστῆσαι τοὺς ὑπὸ τούτου τεθνεῶτας ἐνῆν, πάντως | |
5 | ἂν αὐτοῖς ταύτην ἐβοηθεῖτε τὴν βοήθειαν· ἐπεὶ δὲ τοῦτο τῶν ἀδυνάτων, δότε τὴν δυνατὴν παραμυθίαν αὐτοῖς μὴ μόνον τοῦτον ἀποκτείναντες, ἀλλὰ καὶ δῆλον ποιήσαντες ὡς ἀγανακτεῖτε τῷ μὴ δύνασθαι μείζω θα‐ νάτου τιμωρίαν εὑρεῖν. | |
Prog.7.3.3 | μάλιστα μὲν οὖν, εἰ καὶ τοῦθ’ ἓν ἐκερδαίνομεν μόνον διὰ τῆς τιμωρίας τὸ τὰ τούτου φάρμακα διαφυγεῖν, οὐκ ἂν ἦν οὐδὲ τοῦτο μικρὸν ἀπηλλάχθαι τὴν πόλιν τοιούτου ἰατροῦ καὶ | |
5 | τοῖς ἀπολωλόσιν ἐζημιῶσθαι μόνοις· ἐπεὶ δὲ καὶ τοὺς ἄλλους ἅπαντας ἰατροὺς βελτίους ποιήσομεν τῇ δίκῃ δείξαντες ὡς ἕνα δεῖ χρηματισμὸν αὐτοὺς εἰδέναι τὸν ἀπὸ τῶν σώζειν δυναμένων φαρμάκων, ἀμφοτέρων ἕνεκα κολαστέος, ὅπως μήτ’ αὐτὸς εἴη μήτ’ ἄλλος τοῦ‐ | |
10 | τον μηδεὶς ζηλώσειε. | |
Prog.7.3.4 | τοὺς μὲν οὖν θεοὺς οὐκ ἂν αἰτιάσαιτό τις ὡς ἠμεληκότας ἡμῶν καὶ τῇ τῶν νοση‐ μάτων ἰσχύι τὰ τῶν ἀνθρώπων ἐκδεδωκότας σώματα, ἀλλ’ ἐπαινῶ μὲν αὐτοὺς καὶ τῶν ἄλλων δωρεῶν ὧν | |
5 | ἔδοσαν, ἔδοσαν 〈γὰρ〉 καρπούς, μυστήρια, λόγους, σοφίαν, ταλασίαν, γεωργίαν, ναυτιλίαν, ἄλλας τέχνας μυρίας, μεγίστῳ δὲ ἡμᾶς ἐδωρήσαντο τῇ τῆς ἰατρικῆς τέχνης δόσει. | |
Prog.7.3.5 | καὶ ποιεῖται παῖδα ὁ Ἀπόλλων Ἀσκληπιόν, | |
δι’ οὗ τὴν τέχνην ἐτελειώσατο. καὶ ὁ μὲν διὰ τοῦτο γίνεται θεός, οἱ δὲ ἐξ ἐκείνου φιλάνθρωποί τε ὄντες καὶ τοῦ πατρὸς ἄξιοι γῆν καὶ θάλατταν ἐνέπλησαν | ||
5 | τῆς ἐπικουρίας ἣ τοὺς κάμνοντας ἐξαιρεῖται θανάτων. | |
Prog.7.3.6 | εἰ δ’ οὐκ ἦν ἰατρικὴ καὶ τοῖς κάμνουσιν ἐπήμυνε, κομιδῆ τινες ἂν ὀλίγοι πρὸς γῆρας ἀφικνοῦντο κατὰ πολλὴν τοῦ κωλύοντος ἐρημίαν τῶν ἀρρωστημάτων κρατούντων. τοῖς μὲν οὖν θεοῖς ἐμέλησε τοῦ γένους, | |
5 | ἐμέλησε δέ, οἶμαι, καὶ τοῖς βελτίστοις τῶν περὶ τὴν τέχνην τοῦ μήτε τῶν δόντων μήτε τοῦ πράγματος ἀναξίους φανῆναι. | |
Prog.7.3.7 | τί οὖν τὸ πρᾶγμα πρὸς αὐτοὺς λέ‐ γει; τῶν ἰατρευόντων εἷς καὶ αὐτὸς ἐπιθυμήσας γενέσθαι καὶ διδασκάλων τυχὼν μέτασχε ἱκα‐ νῶς τῆς τέχνης, χρηστότητα ἄσκει, φιλανθρω‐ | |
5 | πίαν μελέτα, καλούμενος τρέχε, εἰσελθὼν ὅλῃ τῇ διανοίᾳ τὸν ἀσθενοῦντα σκόπει, συνάλγει | |
τοῖς ἀνιωμένοις, σύγχαιρε τοῖς ῥαΐσασι, κοινω‐ νὸν ἡγοῦ σαυτὸν τῶν νοσημάτων εἶναι, κίνει πάντα ὅσα ἐπίστασαι πρὸς τὸν ἀγῶνα τοῦτον, | ||
10 | τῶν μὲν ἡλικιωτῶν νόμιζε σαυτὸν ἀδελφόν, τῶν δὲ πρεσβυτέρων παῖδα, τῶν δὲ νεωτέρων πατέρα. κἂν ἐκείνων τις περὶ αὑτὸν ῥᾳθυμῇ, σοί γε τοῦτο μὴ νόμιζε ἐξεῖναι, ὅλως δὲ τοῦτο δεῖν εἶναί σε τοῖς νοσοῦσιν, ὅπερ οἱ | |
15 | Διόσκουροι τοῖς πλέουσι. | |
Prog.7.3.8 | ταῦτα χρὴ νομίζειν ἀκούειν τὸν ἰατρὸν παρὰ τῆς ἰατρικῆς. ταῦτα, ὦ ἄν‐ δρες, παρὰ τῶν ἄλλων ἰατρῶν ἡμῖν πεφύλακται, οἳ πρὸ τῶν χρημάτων τὴν ἀπὸ τοῦ νενικηκέναι νόσημα | |
5 | δόξαν διώκουσιν. οἶδα ἔγωγε πολλοὺς ἰατροὺς ἀντὶ τοῦ λαβεῖν εἰς σώματα πενήτων αὐτοὺς ἀνηλωκότας. εἰκότως. καὶ γὰρ αὐτοῖς ἡ τέχνη τὴν παρὰ τῶν πόλεων αἰδῶ προξενεῖ. καὶ προσορῶμεν αὐτῶν τοὺς ἄκρους ὥσπερ θεοὺς ἐν αὐτοῖς ἔχειν μετὰ τοὺς θεοὺς νομί‐ | |
10 | ζοντες τὰς τῆς σωτηρίας ἐλπίδας. | |
Prog.7.3.9 | Τοὺς μὲν οὖν ἄλλους ἐπαινοῦμεν τῷ τε ἀρχη‐ γέτῃ θεῷ καλῶς ἑπομένους καὶ τοῖς ὅρκοις οἷς ὤμοσαν ἁπτόμενοι τῆς τέχνης ἐμμένοντας, μόνος δὲ οὗτος ὁ | |
κακουργότατος, ὁ μιαρώτατος, ὁ πᾶσι μὲν ἀνθρώποις, | ||
5 | πᾶσι δὲ θεοῖς ἐχθρὸς τὰ δεινότατα τοῖς καλλίστοις ἀνέμιξε, τοῖς σώζουσι τὰ ἀπολλύντα, τοῖς βοηθοῦσι τὰ πολεμοῦντα, τοῖς ῥυομένοις τὰ διαφθείροντα. | |
Prog.7.3.10 | καὶ ἡ μὲν ὑπόσχεσις καλὴ τελευτῆς ἐξαρπάσειν, τὸ δὲ ἔρ‐ γον τελευτὴ πρὸ μοίρας καὶ θάνατος ἐκ φαρμάκων. παραδοὺς γὰρ αὑτὸν διδασκάλοις ἀγαθοῖς καὶ μαθὼν | |
5 | τά τε ἀπαλλάττοντα νόσου καὶ τἀναντία τούτων, οὐχ ἵνα ἀμφοτέροις χρήσηται, ἀλλ’ εἰδὼς τὴν βλάβην φυ‐ λάξηται καὶ τὸ μὲν προσενέγκῃ, τὸ δὲ φύγῃ, τρεῖς ἢ τέτταρας ἀναστήσας, ἵν’ εὐδοκιμήσας πιστευθείη, ἐπει‐ δὴ λαμπρὸς ἦν καὶ δόξαν ἐκέκτητο καὶ παρὰ τῶν πλου‐ | |
10 | τούντων καὶ μεγάλα δυναμένων ἐκαλεῖτο, εἰσήρχετο μὲν ὡς λύσων τὸ κακόν, ἕτερον δὲ προστιθεὶς ἐξήρ‐ χετο. | |
Prog.7.3.11 | ὢ τῶν λόγων οὓς ἤκουέ τε καὶ ἔλεγε πρὸς τοὺς τῶν καμνόντων ἐχθρούς· οὗτος ὁ νοσῶν, ἰατρέ, πολλά με λελύπηκε καὶ οὐδενὸς ἀφέξεται, μέχρις ἂν ἐμπνέῃ. χάρισαι δή μοι τὴν εἰς τὸ μέλ‐ | |
5 | λον ἀσφάλειαν. τοιαῦτ’ ἀκούων ἐπένευεν ὁ χρηστὸς | |
ἰατρὸς καὶ πόσον δὲ τὸν μισθὸν καταβάλλεις; ἠρώτα καὶ οἶσθα δὲ τὸ τόλμημα ὡς δεινὸν καὶ οἷον οὐκ ἄλλο καὶ ὅτι δεῖ τὸ κέρδος ἐξισοῦσθαι τῷ πονηρεύματι; καὶ τοιαῦτα λέγων καὶ ἐπὶ τοιού‐ | ||
10 | τοις λαμβάνων οὐκ ἠπάτα τοὺς δεδωκότας, ἀλλ’ ἐξ ὧν τοὺς κάμνοντας ἠδίκει δίκαιος ἦν πρὸς τοὺς μεμισθω‐ μένους. | |
Prog.7.3.12 | ἀπὸ τοιούτων τοίνυν τῶν συνθηκῶν εἰσ‐ ιὼν αἴρων τοῦ νοσήματος τῷ λόγῳ τὴν ἰσχὺν φαρμα‐ κοποσίας ἔφασκε δεῖν καὶ ταύτην ἔχειν μόνην εἰς σωτη‐ ρίαν ῥοπὴν καὶ μὴ δεῖν ὀκνεῖν. ἐπείθοντο οἱ πάντα | |
5 | τούτῳ πειθόμενοι. πῶς δὲ οὐκ ἔμελλον ἰατρῷ γε πείθε‐ σθαι; τίς δ’ ἂν ὑποπτεύσειεν ἰατροῦ κύλικα; καὶ οἱ μὲν ἔπινον οἱ δυστυχεῖς χαίροντες, ὁ δὲ πιὼν τὰ ἔν‐ δον κατησθίετο καί, Ἡράκλεις, καὶ τί πέπωκα; καὶ κάλει τὸν ἰατρόν. ὁ δὲ εἰσέρχεται μειδιῶν ὡς δὴ | |
10 | ταύτην ἔχοντος τοῦ φαρμάκου τὴν φύσιν τὰ πρῶτα λυπεῖν, ἔπειθ’ ὕστερον δεικνύναι τὴν ὠφέλειαν. ἐμει‐ δία δὲ ἄρα ὡς τῆς ἐπιβουλῆς αὐτῷ πρὸς ἔργον χωρού‐ σης. τοιαῦτα εἰσῆγεν οὗτος εἰς τὰς οἰκίας τῶν ἀθλίων φάρμακα. | |
Prog.7.3.13 | ἐπὶ μὲν οὖν τῶν ἄλλων τῶν ταύτῃ τελευτώντων εἰώθασιν οἱ ἰατροὶ βοᾶν καὶ δεικνύναι τοῖς τοῦ τεθνεῶτος οἰκείοις ἐν τῷ τοῦ τετελευτηκότος σώ‐ ματι πονηρῶν σημεῖα φαρμάκων, ὁ δὲ αὐτός τε ὢν ὁ | |
5 | τοῦτο δεδρακὼς καὶ κύριος τοῦ παντὸς ἀκρασίαν τοῦ τεθνεῶτος ἐκάλει τὸ πεπραγμένον· τῆς γὰρ προστεταγ‐ μένης ἐξελθόντα διαίτης ἀπολωλέναι. καὶ εἵπετο μὲν ἐπὶ τὸ μνῆμα δακρύων, ἔτρεχε δὲ ἐκεῖθεν παρὰ τοὺς ἐπὶ τῷ φόνῳ κροτοῦντας. | |
Prog.7.3.14 | καὶ ταῦτα ποιῶν διὰ πολλῶν ἤρχετο γενῶν ἰατρὸς λοιμοῦ χαλεπώτερος. πολλοὶ παῖδας διὰ τοῦτον ἀπώλεσαν ἐφήβους, πολλοὶ πατέρας ἄρτι γάλακτος ἀπηλλαγμένοι. πενθεῖ τις ἀδελ‐ | |
5 | φὸν χρηστόν, ὁ δὲ γυναῖκα ἀγαθήν, ὁ δὲ κόρην ἡλικίαν ἔχουσαν γάμου. διὰ τίνας; οὐ διὰ πολεμίους οὐδὲ διὰ λῃστῶν σίδηρον οὐδ’ οἰκετῶν νύκτωρ ἐπανα‐ στάντων οὐδὲ πονηρᾶς γραὸς λάθρα τῷ οἴνῳ φάρμα‐ κον ἀναμιξάσης. ἀλλὰ τίνος ἀπεκτονότος; τοῦ καὶ πρὸς | |
10 | ταῦτα ἀγωνίζεσθαι τεταγμένου. | |
Prog.7.3.15 | ἰατρός, Ἄπολλον, ἐκέρασεν ἐπὶ θανάτῳ φάρμακον καὶ τοῦ τοιούτου γε | |
πόματος διπλοῦν ἠνέγκατο μισθόν, τὸν μὲν παρ’ ἐκεί‐ νων οἷς τὰ τοιαῦτα ὑπηρέτει, τὸν δὲ παρ’ αὐτοῦ τοῦ | ||
5 | πεπωκότος, ὦ Ζεῦ. ὁ γὰρ πιὼν ἐπὶ ταῖς ἐλπίσιν ἐδί‐ δου, τῆς πείρας δὲ τἀναντία φερούσης εἴχετο τῶν τού‐ του χειρῶν σωτῆρα ἐπονομάζων 〈καὶ〉 δεόμενος βοηθεῖν. ὁ δὲ ἐφειστήκει μέγα φρονῶν, ὡς εἰκός, ἐπὶ τῷ διαλύ‐ οντι τὰ μέλη φαρμάκῳ. ἦ που καὶ τὴν δεξιὰν ἣ | |
10 | τὸ φάρμακον ἐσκεύασεν πολλάκις ἐφίλησεν ὁ νοσῶν. ταῦτα θεῶν τις ἰδὼν ἠγανάκτησε καὶ πρᾶγμα οὐ ῥᾴ‐ διον ἐλεγχθῆναι, δεινὸς γὰρ λαθεῖν φαρμακεὺς ἰατρός, ὅμως εἰς μέσον ἐξήνεγκεν ὥστε τοῦτον μηδὲ εἰ σφό‐ δρα ἐστὶν ἀναιδής, ἔχειν ἀναισχυντεῖν. | |
Prog.7.3.16 | Ἐπὶ πᾶσι μὲν οὖν τοῖς ἀδικήμασιν ἄξιον ὑμᾶς χαλεπῶς ἔχειν, ὦ ἄνδρες δικασταί, μάλιστα δὲ ἐπὶ τοῖς τεχνικῶς καὶ ὡς ἥκιστ’ ἄν τις ὑπίδοιτο κατασκευα‐ ζομένοις. ὁ μὲν οὖν ταύτην ἐλθὼν ἐξ ἀρχῆς τοῦ βίου | |
5 | τὴν ὁδὸν ταχέως ἁλίσκεται καὶ δίκην ἂν ἀπὸ τῶν πρώτων ἀδικημάτων δοίη πολλάκις οὐκ ἔχων προκά‐ λυμμα τῆς πονηρίας ἐπιεικές, ὁ δ’ ἰατρὸς μὲν εἶναι | |
λέγων, ποιῶν δ’ ἐκεῖνο δύναιτ’ ἂν οὐκ ὀλιγάκις καὶ διὰ τέλους ἀσφαλῶς κακουργεῖν παραπετάσματι τῆς | ||
10 | κακουργίας τῷ προσχήματι τῆς τέχνης χρώμενος. | |
Prog.7.3.17 | κἀ‐ κεῖ μὲν πολλῶν δεῖ τῶν διακονησόντων, οὓς χαλεπὸν εὑρεῖν, κἂν εὑρεῖν ὑπάρξῃ, τοῦτ’ αὐτὸ ποιεῖ τὸν ἔλεγχον τὸ πλῆθος τῶν συνειδότων· ἐνταῦθα | |
5 | δὲ δι’ ἑνὸς ἅπαντα πληροῦται. αὐτὸς ἂν ὀρύξειεν ὧν εἰς τὸ φάρμακον δεῖ, αὐτὸς ἂν πρὸς ἄλληλα μίξειεν, αὐτὸς ἂν κομίσειεν, αὐτὸς ἂν ὀρέξαι πάντων ὁρών‐ των μόνον. τοῦτον φαρμακέα οὐδ’ ὑποπτεῦσαι καλόν. | |
Prog.7.3.18 | τοὺς οὖν ὧν εἶναι δοκοῦσι πορρωτάτω, ταῦτ’ ἀδι‐ κοῦντας καὶ τούτῳ γε αὐτῷ θαρροῦντας τῷ δοκεῖν εἶ‐ ναι πόρρω πολὺ μᾶλλον μισεῖν ἄξιον, ὅτι ὧν τοσοῦ‐ τον ἀφεστᾶσι τολμῶσι καὶ γίνονται χείρονες ἧς ἔχουσι | |
5 | δόξης. | |
Prog.7.3.19 | φέρε, εἰ κυβερνήτην εἰσῆγον εἰς ὑμᾶς ἐγ‐ καλῶν ὅτι τὰ τῶν πολεμίων αὐτὸς ἔδρασε τὴν ναῦν | |
ἣν ἐκυβέρνα, οὐκ ἂν μᾶλλον οὗτος ἐμισεῖτο τῶν πολε‐ μίων; τί δέ, εἰ στρατηγὸν 〈ἀποδόμενον τὸ στρατόπε‐ | ||
5 | δον; οὐκ ἂν〉 μείζω δίκην ἔδοξεν ὀφείλειν ἧς ἂν ἔδω‐ κεν ὁ τῶν ἐναντίων ἁλούς; τί δέ, εἰ παλαιστὴν οἷς ἐγύμναζε λυμαινόμενον; ἆρ’ 〈ἂν〉 ἦν ἀξία δίκη; | |
Prog.7.3.20 | τοι‐ οῦτον δὴ καὶ τὸ νῦν. ἄνθρωπος ἔχων τέχνην ἧς ἐστιν ἔργον τὸ σώζειν πολλοὺς ἐποίησε τάφους καὶ γέγονε τῶν νοσημάτων τοῖς πολίταις πολεμιώτερος. τὰ μέν γε | |
5 | πολλάκις ἰατρῶν οὐ παρόντων ἔληξεν αὐτόματα, τοῦτον δὲ καὶ τὰ τούτου φάρμακα διαφυγεῖν οὐκ ἐνῆν. | |
Prog.7.3.21 | τοῦ χάριν, ὦ κακὴ κεφαλή, ταῦτα ἐτόλμησας; χρημάτων; εἶτ’ οὐκ ἤρκει τὰ παρὰ τῶν νοσούντων; οὐχ ἑώρας τοὺς καλῶς καὶ δικαίως τῷ πράγματι χρωμένους | |
5 | πεπλουτηκότας; ἀλλ’ οὐχ ἡγοῦ τὰ ἐκείνων πλοῦτον οὐδὲ τὰ μετὰ πόνων ἐπῄνεις, ἀλλ’ ἐζήτεις ἀπόνως τε καὶ ταχὺ τοὺς τυράννους παρελθεῖν τοῖς χρήμασιν. εὗρες οὖν τὸν ἀδικώτατον πόρον καὶ πρᾶσίν τινα ταύ‐ την ἐποιήσω ψυχῶν. | |
Prog.7.3.22 | εἶτ’ οὐ πέπρακεν οὗτος καὶ τὴν ἡλικίαν τὴν αὑτοῦ; τίνα δὲ οὐκ ἐξήνεγκεν ἀπόρ‐ ρητα φίλων; οὐ τὰ τῆς πόλεως τοῖς πολεμίοις; οὐκ ἔστιν αὕτη τῶν πονηρευμάτων ἀρχή. παλαιᾶς ἐστι | |
5 | παιδείας τὸ παρὸν κακόν, μελέτης συνεχοῦς τῆς τοῦ λαμβάνειν ὅθεν οὐ δεῖ. | |
Prog.7.3.23 | σκοπεῖτε τοίνυν ἅπαντα τὸν τούτου βίον ἐν τῷ τελευταίῳ τούτῳ καὶ γένοιτ’ ἂν ὑμῖν ἐντεῦθεν ἐκεῖνον μανθάνειν. καλείτω τις τοὺς τῶν τεθνεώτων οἰκείους, μᾶλλον δ’ ὅσους οἷόν τε, | |
5 | πολλοῖς γὰρ ὑπὸ τῆς συμφορᾶς οὐκ ἔστιν οὐδὲ κινεῖ‐ σθαι. ὁρᾶτε, ὦ ἄνδρες δικασταί, τῶν πενθούντων τὸ πλῆθος, ἀκούετε τῶν οἰμωγῶν. τοῦθ’ ἅπαν τὸ δεινὸν ἔργον ἐστὶν ἰατροῦ. τούτοις μόνοις οὐκ ἔστι παρα‐ μυθίαν εὑρεῖν. τούτοις γὰρ οὐδένες ὅμοια πεπόνθασιν. | |
10 | ἀπώλεσαν τοὺς αὑτῶν. τοῦτο κοινὸν πρὸς ἄλλους. ἀπώ‐ λεσαν οὕτω. τούτου κοινωνὸν οὐκ ἔχουσι. | |
Prog.7.3.24 | Τοσούτους τοίνυν ἐκ φαρμάκων πονηρῶν διε‐ φθαρκὼς ὁ κατάρατος οὗτος τῷ διαβεβληκέναι τὴν τέχνην πλείους ἀπόλλυσιν. οὐδεὶς γὰρ ἔτι τῶν νο‐ σούντων ἰατρόν, ὡς ἴστε, καλεῖ, ἀλλ’ ἀσφαλέστερον | |
5 | εἶναι δοκεῖ τοῖς νοσήμασιν αὑτοὺς ἐπιτρέποντας ὅ τι ἂν ἐκβαίνῃ φέρειν ἢ τὰ σώματα ἐγχειρίζειν ἰατροῖς τοιαῦτα οἴκοθεν κομίζουσι φάρμακα. οὐκοῦν ἔρημοι μὲν ἰατρῶν οἱ νοσοῦντες, ἄποροι δὲ καὶ ἐνδεεῖς οἱ ἰατροὶ τῆς τέχνης ἀπιστουμένης. εἰς ταῦτα ὁ χρηστὸς | |
10 | οὗτος κατέστησε τὴν πόλιν. πόλις μᾶλλον ἰατρικὴν δέ‐ δοικεν ἢ πυρετὸν ἢ λοιμόν. | |
Prog.7.3.25 | ἀποβλέψατε, ὦ ἄνδρες δικασταί, πρὸς τοὺς ἄλλους ἰατρούς, ὡς αἰσχύ‐ νονται καὶ συγκαλύπτονται καὶ στένουσιν εἰδότες οἷα πέπονθεν ὑπὸ τούτου τὸ πρᾶγμα. ὑμεῖς οὖν ἐλεήσαν‐ | |
5 | τες μὲν τούτους, ἐλεήσαντες δὲ καὶ τοὺς τεθνεῶτας καὶ 〈τοὺσ〉 ζῶντας τῇ τούτου τιμωρίᾳ διαλλάξατε πρὸς | |
τὴν τέχνην τὴν πόλιν. | ||
Prog.7.3.26 | Ἀλλ’ ὅμως ἔλεον αἰτεῖ. τίνα αὐτὸς ἐλεήσας; εἰπάτω. τίνα τῶν πινόντων; τίνα τῶν μελλόντων; τίνα νέον; τίνα γέροντα; τίνα ἄνδρα; τίνα γυναῖκα; οὐκ ἔφριξας, ὦ κατάρατε, τῶν ἀρρωστούντων ἑτοίμως | |
5 | ὑποσχόντων τὰς χεῖρας, οὐκ ᾐδέσθης τῶν πιομένων τὴν πίστιν, ἀλλ’ ἵστης ἀπὸ τῶν ἐν σοὶ τὰς ἐλπίδας ἐχόντων τρόπαια. | |
Prog.7.3.27 | ἄνδρες δικασταί, εἰ μὲν ὅλως ἐγνώκατε μηδένα τῶν ἀδικούντων κολάζειν, μὴ μόνον ἀφῆτε τοῦτον, ἀλλὰ καὶ στεφανώσατε καὶ ταῖς ἄλλαις τιμαῖς ἁπάσαις τιμήσατε· εἰ δὲ οὐδὲν τοὺς ἁλισκομέ‐ | |
5 | νους ἐξαιτήσεται παρ’ ὑμῶν, πῶς οὐ πάντων ἀτοπώτα‐ τα πράξετε τὴν ὀργὴν ἐπὶ μὲν τῶν ἐλαττόνων δεικνύν‐ τες, τὰ μείζω δὲ ῥᾳδίως φέροντες; ἢ τί τῶν ἁπάντων οὐχὶ τοῦδε μετριώτερον; τί οὖν ὑμᾶς δεῖ ποιεῖν; εἰ μὲν οἷόν τε ἦν, πολλάκις ἀποκτεῖναι τοῦτον· τούτου | |
10 | δὲ οὐκ ἔχοντος φύσιν κελεύσατε αὐτὸν δεῦρο ἐνεγκεῖν τὸ κατατῆξαν ἐκεῖνο πολλοὺς τῶν πολιτῶν φάρμακον καὶ ἀναγκάσατε πιεῖν. κείσθω δὲ ἐπ’ ἀγορᾶς ἅπασιν ὁρᾶν τε καὶ ἐκβοᾶν καὶ λέγειν ὡς οὔπω ταῦτα ὧν | |
δέδρακεν ἄξια. | ||
Prog.7.4t | Κατὰ τυράννου. | |
Prog.7.4.1 | Ἐπειδὴ καλῶς ποιοῦντες οἱ θεοὶ τετηρήκασιν ἡμῖν τοὺς νόμους καὶ τὴν πολιτείαν καὶ τὸν ταῦτα ἐπιχειροῦντα καταλῦσαι παρέδωκαν εἰς ἡμᾶς, χρήσασθε ταῖς ψήφοις ἐπ’ αὐτὸν τὸν ὅπως μηκέτι δικαστη‐ | |
5 | ρίου ψῆφος ἰσχύσει παρ’ ἡμῖν ἐσπουδακότα. | |
Prog.7.4.2 | δεῖ μὲν οὖν ἐφ’ ἅπαντι ἀδικήματι χρήσασθαι ταῖς ὡρισμέ‐ ναις τιμωρίαις, μάλιστα δὲ ἐπὶ τούτοις οἷς οὐδὲν τῶν ἄλλων ἴσον. τὰς γάρ, οἶμαι, τῶν ἀδικημάτων ὑπερβο‐ | |
5 | λὰς ἀπαραιτήτως προσήκει κολάζειν εἰδότας ὡς ἐν μὲν τοῖς μικροῖς εἴ τις φανείη πρᾷος, ἔλαττον ἔβλαψεν, ὁ δὲ τοῖς μεγίστοις μὴ τὴν ἀξίαν ἐπιθεὶς αὑτὸν ἐζημί‐ ωσεν. | |
Prog.7.4.3 | εἰ μὲν οὖν νῦν ἀφεθεὶς μὴ πάλιν ἔμελλε τῶν αὐτῶν ἐπιθυμήσειν, οὐδ’ οὕτω μὲν ἐχρῆν αὐτὸν ὧν ἐβουλεύσατο ἤδη μὴ δοῦναι καὶ δίκην, ἴσως δ’ ἄν τις ἦν λόγος μαλακισθεῖσιν· ἐπεὶ δὲ τοσούτῳ μᾶλλον ἕξε‐ | |
5 | ται τῆς τυραννίδος, ὅσῳ ἂν καὶ τῆς κρίσεως καὶ ἡμῶν καταγελάσῃ, δότω δίκην ἀμφοτέρων, ὧν τε ἐξελήλεγ‐ κται καὶ ὧν δῆλός ἐστι ποιήσων, εἰ μὴ κολασθείη. | |
Prog.7.4.4 | Ἐνθυμήθητε δὲ οἵαν πολιτείαν οὗτος ἀναιρῶν οἵαν ἀντεισάγειν ἐπεχείρησεν. ἡμῖν οἱ πατέρες μετὰ τῆς πόλεως δημοκρατίαν παρέδωκαν, καθ’ ἣν ζῶντες καὶ πολιτευόμενοι τῶν ἀγαθῶν ἀπολαύομεν καὶ τὰ δυσχερῆ | |
5 | διαφεύγομεν καὶ νόμοις χρώμεθα πρὸς ἀλλήλους βίας ἀπούσης. ἡ βουλὴ προβουλεύει, ὁ δῆμος ἐκκλησιάζει, τὰ δικαστήρια τοῖς ἀδικουμένοις ἀμύνει, τοὺς ἀδικοῦντας κολάζει. | |
Prog.7.4.5 | ἄρχει δὲ οὐχ ὁ βουλόμενος, ἀλλ’ ὅτῳ τοῦτο δί‐ δωσιν ὁ κλῆρος ἢ χειροτονία τοῦ δήμου. κατὰ τού‐ τους γὰρ τοὺς νόμους πρέσβεις ἀποστέλλομεν, πρέσβεσι χρηματίζομεν. τὸ βῆμα δὲ ἀνέῳκται τοῖς βουλομένοις | |
5 | λέγειν. τῶν δὲ λεγόντων ὁ μὲν ἃ μὴ προσήκει πείσας ἔδωκε δίκην, ὁ δὲ τὰ δέοντα εἰπὼν τετίμηται. ὁ δὲ πράξας ὁτιοῦν εἰς τοὺς λογιστὰς ἄγεται, καὶ οὐδὲν ἀνεξέταστον ἐν δημοκρατίᾳ. | |
Prog.7.4.6 | πολλῶν δὲ ἡμῖν ὑπαρ‐ χόντων νόμων οἳ τὰ ἀδικήματα κωλύουσι μέγιστα πάν‐ των ὠφελεῖν δοκοῦσιν οἱ τὴν δημοκρατίαν συνέχον‐ | |
τες. οὗτοι δέ εἰσιν οἱ πικρὰς τιμωρίας ἐπὶ τοῖς τυράν‐ | ||
5 | νοις ὁρίσαντες. καὶ γὰρ ζῶντας μισοῦσι καὶ τεθνεῶτας πολεμοῦσιν εἴργοντες ταφῆς καὶ ῥίπτειν κελεύοντες εἰς ὕβριν τὰ σώματα. κἂν ἀποκτείνῃ τις τύραννον, χαλ‐ κοῦς εὐθέως καὶ μετὰ θεῶν θαυμάζεται. ὃ γὰρ ἡγοῦν‐ ται ταῖς πόλεσι βλαβερόν, τοῦτο εἴ τις ἐκκόπτει, καὶ | |
10 | τῷ τιμᾶσθαι τοὺς ἄλλους πάρεισι. | |
Prog.7.4.7 | τί μαθόντες οὖν οὗτοι τὸ τῆς δημοκρατίας ἡγοῦνται μέγα; τὸ τῆς ἐλευθερίας. τυραννίδα δὲ καὶ ταύτην οὐκ ἔνι συν‐ ελθεῖν, ἀλλ’ ὁμοῦ γεγένηταί τις τῶν ὅλων κύριος | |
5 | καὶ τὴν τοῦτο παθοῦσαν πόλιν ἀνάγκη δουλεύειν. ὅπερ γὰρ τοῖς ἀργυρωνήτοις οἱ δεσπόται, τοῦτο τοῖς ἀρχομένοις οἱ τύραννοι. δημοκρατία δὲ τὸ ἴσον νέμει καὶ τὸ δίκαιον τιμᾷ καὶ τὸ πλέον κολάζει καὶ τοὐναν‐ τίον ἐκβάλλει κοινὰ πᾶσι τὰ παρ’ αὑτῆς ἀγαθὰ προ‐ | |
10 | τιθεῖσα. | |
Prog.7.4.8 | πένης τίς ἐστιν, ὁ δὲ εὔπορος. ὁ μὲν οὖν φαῦλός ἐστι τοὺς τρόπους ἐν τῷ πλουτεῖν, ὁ δὲ ἀμεί‐ νων ἐν τῷ πένεσθαι. πλέον ἐστὶν οὐδὲν τοῦ τὴν ἀρε‐ τὴν ἔχοντος, χρήματα δὲ οὐκ ἔχοντος, ἀλλ’ ὁ μὲν ἐν | |
5 | τάξει καὶ πιστεύεται, ὁ δὲ ἀπέρριπται καὶ μισεῖται. γαμεῖ τις καὶ θαρρεῖ περὶ τῆς γυναικός. παίδων γεγέ‐ νηται πατὴρ καὶ περὶ τούτων οὐ δέδοικεν ὕβριν. | |
ἔνεστι δὲ εὐπορεῖν μὲν ἄνευ τοῦ διὰ τοῦτο πάσχειν κακῶς, ζῶντα δὲ ἐν μικροῖς τοῖς οὖσιν ἀπὸ | ||
10 | τῆς ἀρετῆς εὐδοκιμεῖν. | |
Prog.7.4.9 | ἔτι τοίνυν οἱ δημοκρατούμε‐ νοι ζῶσι μὲν σωφρόνως οὐδενὸς ὄντος τοῦ βιαζομένου πρὸς ὕβριν, ζῶσι δὲ ἐλευθερίως. τοῦτο δὲ αὐτοῖς ἐμ‐ ποιεῖ φρόνημα γενναῖον. τῷ φρονήματι δὲ ἀκολουθεῖ | |
5 | τὰ ἔργα, καὶ τοὺς ἐν ταύτῃ τῇ πολιτείᾳ ζῶντας τὰ μέγιστα ἂν εὕροι τις καὶ κάλλιστα εἰργασμένους. καὶ τὰ σεμνότατα τρόπαια τούτων ἐστὶ κἀν τοῖς πολέμοις πλέον ἔχουσι τῶν τυραννουμένων. ἅτε γὰρ οὐκ ἄλλως πονοῦντες ἄνδρες ἐν ταῖς μάχαις βουλεύονται τὰ δέ‐ | |
10 | οντα προστιθέντες τὰ ἔργα. | |
Prog.7.4.10 | διὰ μὲν δὴ ταῦτα τὰς ἄλλας πολιτείας ἀτιμάσαντες οἱ πρόγονοι ταύτῃ τὴν πόλιν διῴκησαν, οὑτοσὶ δὲ περινοῶν μείζω τῶν καθε‐ στώτων ἐτράφη μὲν ἐν τοῖς νόμοις, ὑπερεῖδε δὲ τῶν | |
5 | νόμων καὶ ταπεινὸν ἡγησάμενος τὸ τοῖς νόμοις ἐμμέ‐ νειν ἐπεχείρησεν ἀντὶ τῶν ὡρισμένων ἡμῖν δικαίων αὐτὸς καταστῆναι καὶ τὴν τῆς πολιτείας ἰσχὺν εἰς ἑαυτὸν μεταθεῖναι. | |
Prog.7.4.11 | εἶδεν, ὦ Γῆ καὶ Ἥλιε, πρὸς τὰ μετέωρα, δορυφόρους ἐνενόησεν, ὕβρεως ἐπεθύμησε, βίαν ἐζήτησε καὶ τὸ καθ’ ἑαυτὸν διέλυσε μὲν τὴν βου‐ λήν, ἔκλεισε δὲ τὰ δικαστήρια, κατέλυσεν ἀρχάς, κατέ‐ | |
5 | λυσε θυσίας, συνέχεε τὸ ἴσον, ἐπήγαγε δεσποτείαν. | |
Prog.7.4.12 | Ἦ που ταῦτα πρὸς σαυτόν, ὦ κακὴ κεφαλή, διελέχθης· πλουτῶ. καὶ τί μοι κέρδος εἰς πενίαν οὐ παροινοῦντι; ἐρῶ γυναικός. εἶτα δεῖ με ποθεῖν ἀντὶ τοῦ λαβεῖν δι’ ἁρπαγῆς, κἂν ἁλῶ, | |
5 | κολάζομαι. εἶτ’ εὐθὺς ἕπεται κατήγορος καὶ γραφὴ καὶ ὕδωρ καὶ ψῆφος καὶ τίμημα, ταῦτα τὰ τῆς δημοκρατίας ἐπιχώρια. δεῖ ποτε γενέσθαι ἐλεύθερον, ὡς νῦν γε δουλεύω τοῖς ῥήμασι. | |
Prog.7.4.13 | ταῦτα ἴσως εἶπε πρὸς ἑαυτόν. ἀπὸ τούτων ἦλθεν ἡμῖν εἰς τὸ καλὸν ἐγχείρημα, οὗ τὴν πεῖραν ἐκώλυσαν μὲν οἱ θεοί, λογισμῷ δὲ ἰδεῖν ἔστι. μὴ γὰρ ὅτι μὴ πεπόνθαμεν σκοπείτω τις, ἀλλ’ ὅσα ἂν ἦμεν | |
5 | πεπονθότες, εἰ μή τις θεῶν ἐκώλυσε καὶ ὑμεῖς οἱ γρα‐ ψάμενοι. | |
Prog.7.4.14 | δεῖ τοίνυν ἡμᾶς ὀργὴν ἔχειν οὐ 〈τὴν〉 τῶν ἐκπεφευγότων, ἀλλὰ τῶν δουλευόντων. πόσοι μὲν ἂν ἐδέδεντο νῦν, πόσοι δ’ ἂν ἔφευγον τὴν οἰκείαν, πόσοι δ’ ἂν ἐδημεύοντο, πόσοι δ’ ἂν ἔπινον κώνειον. ὁ μέν | |
5 | τις ἂν ἡμῶν ἐδάκρυε παῖδα σφαττόμενον, ὁ δὲ θυγά‐ | |
τριον ἀποσπώμενον, ὁ δὲ γύναιον παροινούμενον, οἰ‐ μωγὴ δ’ ἂν κατεῖχε τὴν πόλιν ὑπὲρ τῶν πεπραγμένων, ὑπὲρ τῶν ἐσομένων, ὑπὲρ τῶν γινομένων. | ||
Prog.7.4.15 | ὧν οὗ‐ τος ἁπάντων δότω δίκην καὶ βουληθεὶς δρᾶσαι δοκεί‐ τω δεδρακέναι. τί γὰρ τῶν δοκούντων εἶναι δεινῶν οὐ νενίκηκε τοῖς ἑαυτοῦ; δεῖ τὸν μοιχὸν ἀποθνήσκειν. | |
5 | πολλῷ μᾶλλον τὸν τύραννον. πολλοὺς γὰρ ἀποσφάττει καὶ τοῦτο ἔστιν ἥδιστον αὐτῷ τὸ πολλοὺς κατενεγκεῖν. μισεῖ τις τοὺς τὰ τῶν θεῶν ἀφαιρουμένους, ὁ δὲ τύ‐ ραννος οὐδὲν δεῖται κλέπτειν, ἀλλὰ φανερῶς ἁρπάζει. χαλεπώτατον κέκριται τὸ κινεῖν τάφους, ὁ δὲ τύραν‐ | |
10 | νος ἀποστερεῖ ταφῆς τὴν ἀρχὴν τοσούτῳ τῶν ἐκεῖνο ποιούντων χαλεπώτερος ὥστε πολλῶν θανάτων ἄξιος κρίνεσθαι. ἃ γὰρ ἐκεῖνοι διελόμενοι τολμῶσι μόνος συν‐ είληφε. | |
Prog.7.4.16 | Δοκεῖ δέ μοι μὴ τοῦτο εἶναι προοίμιον τῶν τούτου κακῶν, ἀλλ’ ἐκ πολλῶν καὶ μεγάλων ἐνταῦθα ἥκει τῷ τὴν πόλιν εἰς δουλείαν ἐμβαλεῖν ἐθελῆσαι. καὶ καταφρονήσας ἐν ἐκείνοις τῶν νόμων ἥψατο τοῦ | |
5 | κεφαλαίου. καὶ γὰρ οὕτως ἔχει· πρὸς ἄκρον ἀρετῆς | |
καὶ κακίας αἱ μελέται τοὺς ἀνθρώπους ἄγουσι. καὶ δεῖ καὶ τοῦτον νομίζειν πολλὰ μὲν εἰς τοὺς ἐν‐ τυγχάνοντας ὑβρικέναι, πολλοὺς δὲ λελυκέναι γάμους, πολλοὺς δὲ ἀποστερῆσαι χρημάτων, δίκην δὲ ἐν ἐκεί‐ | ||
10 | νοις οὐ δόντα κἀν τούτῳ ἐλπίσαι. | |
Prog.7.4.17 | Φιλοτιμίας ἐπιθυμεῖς, ὦ κακὴ κεφαλή, καὶ τοῦ δοκεῖν εἶναί τις. εἶτα οὐκ εἶδες τὰς ἄλλας ὁδοὺς ἀφ’ ὧν ἔστι καὶ σεμνὸν εἶναι καὶ μηδὲν ἀδικεῖν, ἃς οἱ πολλοὶ τῶν πολιτῶν ἐλθόντες εὐδοκιμοῦσιν ἀγαπώμε‐ | |
5 | νοι; τί δὲ ταῦτά ἐστι; χρήματα ἐπίδος, χορήγησον ἑκών, γενοῦ φιλάνθρωπος εἰς θυγατέρας πενήτων, χρῆσαι τῷ πλουτεῖν εἰς δέον, ἐν ἐλευθέροις θαυμάζου. | |
Prog.7.4.18 | ἀλλὰ μικρὰ τούτῳ ταῦτα καὶ οὐκ ἄξια τοῦ φρονήματος, ἓν δὲ ἱκανόν, ὡς ἔοικεν, ἡ τυραννὶς καὶ τὸ πάντα συγκε‐ χύσθαι καὶ τὸ μηκέτ’ εἶναι τοὺς νόμους καὶ τὸ δεσπό‐ | |
5 | την ἀντὶ τῶν νόμων εἶναι καὶ τὸ ἀπὸ νεύματος ἐξεῖ‐ ναι πληροῦν τὰς ἡδονάς. | |
Prog.7.4.19 | Εἶτα ταῦτα βουλεύσας καὶ μικροῦ δεδρακὼς εἰς | |
δάκρυα καταφεύξεται. καὶ τίς οὐκ οἶδεν ὅτι τύραννος οὐκ οἶδε δακρύοντας ἐλεεῖν; μὴ οὖν οἷς ἐχρήσατο ἂν ὠμῶς, τούτων ἀπολαυέτω πρᾴων μηδ’ ὃν οὐκ ἐκάμψατ’ | ||
5 | ἂν δακρύοντες, ἔνδοτε τούτῳ κλαίοντι. πολλῶν ἂν οὗ‐ τος κατεγέλασε δακρύων ἀπὸ τῆς ἀκροπόλεως ἰσχύων. οὐκ ἂν ἠλέησε γυναῖκας, οὐκ ἂν ᾤκτειρε γέροντας. | |
Prog.7.4.20 | Πρὸς δὴ τὸν τοιοῦτον τίνας δεῖ γενέσθαι τοὺς δικαστάς; οὐ πικρούς, οὐκ ἀπαραιτήτους; ἢ παρὰ τίνος ἔτι λήψεσθε δίκας, εἰ τυραννίδος μὴ λάβοιτε; καὶ γὰρ εἰ χείριστον 〈μὲν〉 ἁπάντων εἶναι δοκεῖ τοῦ‐ | |
5 | το, δέξεται δὲ συγγνώμην, κατὰ τῶν ἄλλων οὐκ ἔστιν ὀργὴν λαβεῖν. πῶς γὰρ οὐκ ἄτοπον ἐν μὲν τοῖς μικροῖς χαλεπῶς ἔχειν, ἐπὶ δὲ τοῖς τηλικούτοις πρᾴους ὁρᾶ‐ σθαι; | |
Prog.7.4.21 | φοβήθητε τοῦτον αὐτόν. οἶδα οἷος ἔσται | |
σωθείς. ὃν γὰρ οὐκ ἐκώλυσεν ἀδικεῖν ὁ τῆς κρίσεως φόβος, οὗτος τί ποιήσει θαρρήσας; φοβήθητε τοὺς τούτῳ παραπλησίους. εἰσὶ γάρ, εἰσὶν οἷς οὐκ ἀρέσκου‐ | ||
5 | σιν οἱ νόμοι. δῆλον γὰρ ὡς, εἰ μὲν κολασθείη, πᾶσαν ἄδειαν ἕξομεν· εἰ δ’ ἀποφύγοι, πάλιν ἐν φόβοις ἡ πόλις. | |
7 | ||
Prog.7.5t | Ὑπὲρ τυραννοκτόνου. | |
Prog.7.5.1 | Ἀπειλήφαμεν, ὦ πολῖται, τὴν ἐλευθερίαν τούτου μὲν ἐπιτεθειμένου τῷ τυράννῳ, τῶν θεῶν δὲ συν‐ ηγωνισμένων. εἰκὸς οὖν ἡμᾶς ἐκείνους μὲν θυσίαις θεραπεύειν, τοῦτον δὲ τιμαῖς ἀμείβεσθαι καὶ τῆς δη‐ | |
5 | μοκρατίας ἄρξασθαι πάλιν ἀπὸ τοῦ νόμου τοῦ διδόν‐ τος τῷ καθελόντι τὸν τύραννον γέρας. | |
Prog.7.5.2 | οἱ μὲν οὖν δορυφόροι καὶ πάντες οἱ τῆς ἐκείνου μερίδος γεγενη‐ μένοι δίκην διδόασιν, ὅσοι μὴ διαδράντες ᾤχοντο. καὶ καλῶς τοῦτο γίνεται. δεῖ γὰρ μὴ τυράννους μόνον, | |
5 | ἀλλὰ καὶ τοὺς τὰ ἐκείνων ᾑρημένους μισεῖν. ἔστι τοί‐ νυν ἀκόλουθον τῷ χαλεποὺς εἶναι τοῖς καταλελυκόσι τοὺς νόμους τὸ κοσμεῖν τιμαῖς τοὺς ὑπὲρ τῶν νόμων ἠγωνισμένους. | |
Prog.7.5.3 | εἰ μὲν οὖν δῆλον ἦν ὡς οὐ‐ δεὶς αὖθις ἐπιθήσεται τῇ πολιτείᾳ, καὶ οὕτω μὲν ἔδει | |
τοὺς ἀπηλλαχότας τῶν ἐπικειμένων κακῶν ἀξιοῦσθαι τιμῶν, ἦν δ’ ἂν οὐδεὶς ἐκ τῆς ἀχαριστίας ὁ κίνδυνος· | ||
5 | νῦν δ’ ὄντων οὐκ ὀλίγων οἳ τὰ τοῦ τεθνεῶτος μιμή‐ σονται καὶ τοὺς τὰ τούτου ζηλώσοντας πολλοὺς ἀπο‐ δείξατε. τοῦτο δὲ γένοιτ’ ἂν ἐκ τῆς δωρεᾶς ἣ παρα‐ καλεῖν εἴωθε τοὺς χρηστοὺς ἐπὶ κινδύνους καλούς. | |
Prog.7.5.4 | νῦν μὲν οὖν δημοκρατούμεθα καλῶς ποιοῦντες, ἕως δὲ ἦμεν ὑπὸ δεσπότῃ, καταλέλυτο μὲν ὁ δῆμος, κέ‐ κλειστο δὲ τὸ βουλευτήριον, ἀνῄρητο δὲ τὰ δικαστή‐ ρια, νόμων δὲ ἴσχυεν οὐδείς, ἀντὶ δὲ τῶν νόμων ὁ | |
5 | τύραννος ἦν, ὃς τὰ μετέωρα καταλαβὼν καὶ περὶ αὑ‐ τὸν ἔχων δορυφόρους καὶ τοξότας καὶ πολλούς τινας φύλακας τί τῶν δεινῶν οὐκ ἐποίει; διέκοπτε μὲν γάμους, κόρας δὲ γάμων ἀπεστέρει, χρήματα δὲ ἥρπαζε, τῶν δὲ μὴ ταῦτα φερόντων τοὺς μὲν ἐδήμευε, τοὺς δὲ | |
10 | ἐξήλαυνε, τοὺς δὲ ἀπέσφαττε, μόνους δὲ φίλους ἡγεῖ‐ το τοὺς ἐπαινοῦντας τὴν ἀδικίαν. | |
Prog.7.5.5 | ὧν γιγνομένων | |
πάντα ἦν μεστὰ θρήνων, λύπης, ὀδυρμῶν νύκτωρ ὁμοίως καὶ μεθ’ ἡμέραν. οἱ μὲν ἔστενον ἐφ’ οἷς ἐπε‐ πόνθεσαν, οἱ δὲ ἐν τῷ πάσχειν ἦσαν κακῶς, οἱ δὲ ἐν | ||
5 | τῷ φοβεῖσθαι μὴ πάθωσι. τοὺς τικτομένους δὲ ἠλεοῦ‐ μεν εἰς οἵαν ἥξουσι πεῖραν κακῶν. | |
Prog.7.5.6 | οἱ μὲν οὖν ἄλλοι πάντες μέχρι τοῦ καταρᾶσθαι καὶ τοῦτο λάθρα τὸν θεοῖς ἐχθρὸν ἐκεῖνον ἠμύνοντο, ὁ δὲ γενναῖος οὑτοσὶ καὶ δημοτικὸς καὶ εὔψυχος μόνος ἀπέδωκε τὰ τροφεῖα | |
5 | τῇ πόλει. λαβὼν γὰρ ἐγχειρίδιον ὑπὸ μάλης ὥρμησεν ἐπὶ τὸν τῶν ἐλευθέρων δεσπότην. καὶ ὡς ἐπλησίασε ταῖς φυλακαῖς, οὐδὲν ἔφερεν αὐτόν, ἀλλ’ ὡς ἐν χει‐ μάρρῳ πάντα κατασύροντι ἢ δαίμονί γε ἀνθρώπους ἐλαύνοντι τὸν μὲν κατέκοπτε, τὸν δὲ ἔμελλε, | |
10 | τοὺς δὲ ἐδίωκε, τοῖς δὲ ἠπείλει. πᾶς δέ, ὅποι βλέψειεν οὗτος, ἔκειτο. | |
Prog.7.5.7 | καὶ δὴ τρέχων διὰ τῶν νεκρῶν προσ‐ πίπτει τελευταῖον τῷ τὸ κράτος ἔχοντι. ὁ δὲ ὡς εἶ‐ δεν, ἀναπηδήσας ἐκ τοῦ θρόνου καὶ πεσὼν εἰς γόνυ ἱκέτευε μέν, ἐλέου δὲ οὐκ ἐτύγχανεν. ἀλλ’ ἀποτέμνων | |
5 | ὁ βέλτιστος οὑτοσὶ τὸν τράχηλον ἔλεγε· δέχου πλη‐ γὰς ὑπὲρ τῶν πτωχευόντων, ὑπὲρ τῶν ὑβρισμέ‐ | |
νων, ὑπὲρ τῶν πεφευγότων, ὑπὲρ τῶν τεθνεώ‐ των. ἀπὸ τῶν τοιούτων ἔργων ἥκει καὶ τὸ ξίφος καθαρὸν μὲν ἔχων ἀνέβη, κεκόμικε δ’ ἐξ ἀκροπόλεως | ||
10 | ᾑμαγμένον. καὶ νῦν ἡμεῖς ἐπ’ ἐκκλησίας καὶ τοὺς ῥή‐ τορας τὸ βῆμα δέχεται διὰ τὴν τούτου δεξιάν. | |
Prog.7.5.8 | Δότε δή, δότε τὴν δωρεὰν ἣν οἱ νόμοι κελεύ‐ ουσιν, οὓς οὗτος ἐπανήγαγε. τιμάσθω μὲν γὰρ καὶ ὁ πρεσβεύσας δικαίως καὶ ὁ γνώμην εἰπὼν συμφέρουσαν καὶ ὁ νόμον θεὶς λυσιτελοῦντα καὶ ὁ χρήματα καὶ | |
5 | τριήρεις ἐπιδούς, δεῖ γὰρ ἅπαντας τῆς ἴσης τυγχάνειν ἀμοιβῆς, ὁ δὲ τοῦ τυράννου σφαγεὺς ὅσῳ μετὰ κινδύ‐ νων τὴν εὔνοιαν δεικνύει, τοσούτῳ μείζοσι κοσμείσθω ταῖς δωρεαῖς καὶ πολλῷ μᾶλλον τῶν ἐν πολέμῳ τοῦτο ἐργαζομένων. | |
Prog.7.5.9 | διὰ τί; ὅτι τοῖς μὲν ἐκεῖνο ποιοῦσι παρὰ τῶν συστρατευομένων ὑπάρχει βοήθεια κἂν μι‐ κρόν τις τῶν ἄλλων διενέγκῃ, τῶν κοινῶν πόνων τὴν δόξαν ἠνέγκατο καί τις ἤδη τῶν παρεστηκότων φερό‐ | |
5 | μενον ἐπ’ αὐτὸν ἀπεώσατο βέλος, πρὸς δὲ τούτῳ μὲν ἔστι καὶ κράνος καὶ ἀσπὶς καὶ δόρυ καὶ κνημῖδες καὶ ξίφος, ὁ δὲ ἐπὶ τὸν τύραννον ἐρχόμενος αἰφνιδίως τῷ | |
λανθάνοντι πιστεύει μόνῳ. δεῖ γὰρ εἶναι τὰ ἄλλα γυμνόν, εἰ μέλλει τι δράσειν ἐκ τοῦ μὴ προκη‐ | ||
10 | ρύττειν τὴν γνώμην. εἰ δὲ τὸ μόνον ἐν μέσῳ τοσού‐ των ὁπλιτῶν στρέφεσθαι μεῖζον τοῦ μετὰ φάλαγγος ὁρμᾶν, σεμνότερον ἀριστείας ἡ τοῦ τυράννου σφαγή. | |
Prog.7.5.10 | Μέγα μὲν οὖν καὶ τὸ νῦν πεπραγμένον, ἄξια δὲ τιμῶν καὶ τὰ πρὸ τούτου. διδάσκει γάρ με τὸ νῦν γεγενημένον τίς ἦν οὗτος τὸν παρελθόντα χρόνον. δο‐ κεῖ γάρ μοι σώφρων τε καὶ δίκαιος γεγενημένος καὶ | |
5 | μέτριος καὶ φιλόπολις καὶ τὸ σῶμα πόνοις καὶ μαθή‐ μασι τὴν ψυχὴν ἀσκῶν ἀπ’ ἐκείνων εἰς τὸ καὶ τὰ τοι‐ αῦτα θαρρεῖν ἀφῖχθαι. | |
Prog.7.5.11 | τίς οὖν εὖ φρονῶν οὐκ ἂν αἰδεσθείη τὴν τούτου γνώμην; ὃς ᾠήθη δεῖν ἢ παῦσαι τὴν ἀθυμίαν ἢ μηκέθ’ ὁρᾶν τὸν ἥλιον. οὐ γὰρ ὥσπερ τῶν στρατηγῶν τις ἀνέβαινεν οὐδὲ τοῦτ’ ἤκουσε παρὰ τῶν | |
5 | μάντεων, ἀλλ’ ὡς ἔχον αὐτῷ καλῶς ἢ κατενεγκεῖν ἢ πεσεῖν. | |
Prog.7.5.12 | τῷ δὲ τὴν ψυχὴν ἐπιδόντι τῇ πόλει δότω τιμὴν ἡ πόλις. οὐ γὰρ ἐπαχθὲς οὐδὲν αἰτήσει. ποῦ γάρ, εἰπέ μοι, βαρὺ θαλλοῦ στέφανος ἢ κήρυγμα; ποῦ δὲ εἰκὼν ἢ σίτησις ἐν πρυτανείῳ; μᾶλλον δέ, καὶ γῆν | |
5 | εἰ βούλεται καὶ χρήματα λαμβάνειν, λήψεται ἀπὸ τού‐ των ὧν ἔδωκε καὶ φυλάξας ἅπασι τὰς οὐσίας μικρὰ ἀπὸ τῶν πολλῶν ὧν σέσωκε κερδανεῖ. | |
Prog.7.5.13 | μὴ τοίνυν τῷ τὰ δεινὰ λελύσθαι πρὸς τὸν εὐεργέτην ἀγνωμονεί‐ τω μηδείς, ἀλλ’ ἐννοείτω τὸν σκηπτὸν ἐκεῖνον, τοὺς δορυφόρους, τὰς ἁρπαγάς, τὰς οἰμωγάς, τὸν ἐπὶ τὰ | |
5 | μετέωρα θέοντα, τὸν μαχόμενον ταῖς φυλακαῖς, τὸν ἐμπίπτοντα τῷ τυράννῳ, τὸν οὐ φοβηθέντα τὸν ἁπαν‐ ταχόθεν ἀστράπτοντα σίδηρον, τὸν κεκρατηκότα τοσαύ‐ της ἰσχύος. | |
Prog.7.5.14 | Ταῦτ’ οὖν ἐνθυμηθέντες γένεσθε δίκαιοι πρὸς | |
ἄνθρωπον ἐν ξίφει τὴν ἐλευθερίαν ἀποδόντα. | ||
Prog.8t1 | Ἐγκώμια. | |
Prog.8.1t | Διομήδους. | |
Prog.8.1.1 | Ὁμήρῳ καὶ κατὰ τοῦτο φαίην ἂν ἥδεσθαι, ὅτι τὸν Διομήδην ὧν προσῆκεν ἠξίωσεν ἐν τῇ ποιήσει. ὃ δὲ τὸν Ὅμηρον ἐπαινῶ πεποιηκότα, τοῦτο καὶ αὐτὸς μιμήσομαι οὐχ ὡς ἱκανῶς ἐκείνου τὴν ἀρετὴν τοῦ | |
5 | Διομήδους οὐ δεδηλωκότος, ἀλλ’ ὅτι καὶ αὐτὸς ἀμεί‐ νων ἂν εἴην λέγων ὡς δυνατὸν ἢ μηδὲ ὅσα ἔξεστι λέγων. | |
Prog.8.1.2 | Πατρὶς μὲν οὖν τῆς Πελοποννήσου τὸ κάλ‐ λιστον αὐτῷ καὶ περιφανέστατον καὶ μάλιστα τῇ Ἥρᾳ κεχαρισμένον. ἀκούεις γὰρ ὃ πρὸς τὸν Δία ἐν μνήμῃ πόλεων ἃς εἶναι φιλτάτας ἑαυτῇ φησι καὶ ὡς πρώτην | |
5 | εἰποῦσα τὴν Ἀργείων ἔπειτα τὰς ἄλλας προστίθησι. | |
τοῦτο δὲ τὸ Ἄργος πρῶτον ἀνῆκεν ἀνθρώπους ἐκ γῆς καί εἰσιν Ἀργεῖοι παλαιότατοι πάντων. | ||
Prog.8.1.3 | τοιαύτην οὖν παρεχόμενος τὴν πόλιν ἐξ ἀγαθῶν τε ἔφυ κἀκεί‐ νων ἄξιον ἑαυτὸν ἀπέδειξε. Τυδεὺς μὲν γὰρ τούτῳ πατήρ, ἐκείνῳ δ’ Οἰνεύς. τούτῳ δὲ ἐκ θεῶν τὸ γένος. | |
5 | τὸν δὲ Τυδέα τοῦτον ἄλλα τε ἐκόσμει πολλὰ καὶ ἡ ἐπὶ Θήβας στρατεία. ὡς γὰρ ἦλθεν εἰς Θήβας πεμ‐ πόντων Ἀργείων καὶ συνεγένετο τοῖς πολεμίοις ἐν πρεσβευτοῦ σχήματι, πρὸ τῆς μάχης καὶ τῶν κοινῶν ἔργων ἐδείκνυε τοῖς Θηβαίοις ὅσον αὐτῶν Ἀργεῖοι | |
10 | βελτίονες πυκνὰς μὲν τὰς προκλήσεις ποιούμενος, πυ‐ κνὰς δὲ τὰς νίκας ἀναιρούμενος. | |
Prog.8.1.4 | ἐκ τοιούτου δὴ γε‐ νόμενος Διομήδης καὶ μητρὸς ἧς ἦν Ἄδραστος πατήρ, ἀνὴρ μετὰ τῆς εὐβουλίας κεκτημένος καὶ μέγεθος τύχης, ἀξίως μὲν ἐπαιδεύετο τῆς εὐγενείας, τοῦ καιροῦ δὲ | |
5 | τῶν ἔργων ἥκοντος ἐδείκνυ τὴν παιδείαν. ἀνέβη μὲν γὰρ ἐς τὸ Πήλιον καὶ ἐφοίτα τῷ Χείρωνι, ταχὺ δὲ ἐλάμβανε τάς τε τῆς ψυχῆς ἀρετὰς καὶ ὅσαι τοῦ σώ‐ | |
ματος ὥστε τῇ μὲν ὁρᾶν ἃ πράττειν ἄξιον, τῷ δ’ ἐπι‐ τελεῖν ἃ δόξειε. | ||
Prog.8.1.5 | τοῦ Τρωικοῦ δ’ ἐπελθόντος πολέ‐ μου καὶ βασανίζοντος ἀρετὴν καὶ κακίαν ὁ μὲν Ἰθακή‐ σιος μαίνεσθαι δοκεῖν ἐβούλετο μᾶλλον ἢ στρατεύεσθαι καὶ τῇ περὶ τὸ ζεῦγος ἀναρμοστίᾳ τὸ μὴ σωφρονεῖν | |
5 | ἐπλάττετο, Πηλέως δὲ ὁ παῖς καὶ Θέτιδος τὰ παρθένων ἐσχηματίζετο καὶ μετὰ παρθένων διῆγε καὶ τὰ ὅπλα ῥίψας ἠφάνιζε τῷ πλάσματι τὴν φύσιν. ἀλλ’ οὐχ ὁ Τυδέως. ἀλλ’ ἡδέως μὲν ἐδέξατο τὸν καιρόν, ἀσμένως δὲ ἔθετο τὰ ὅπλα, προθύμως δὲ καθεῖλκε τὰς | |
10 | ναῦς. ἐμέμνητο δὲ τοῦ πατρὸς καὶ τὸν ζῆλον οἴκοθεν εἶχεν. | |
Prog.8.1.6 | ἐπεὶ δὲ ἧκον εἰς Τροίαν, ὁ μὲν ἑκών, οἱ δὲ φεύγοντες τὸν κίνδυνον ἄκοντες, ὧν τὸν μὲν Παλα‐ μήδης ἤλεγξε, τὸν δὲ Πηλέως οὗτος αὐτὸς ὁ Διομή‐ δης, ἦν μὲν καὶ τὸν ἄλλον ἅπαντα χρόνον χρήσιμος | |
5 | τοῖς πράγμασι, μάλιστα δὲ ἐκ τῆς ὀργῆς διεδείχθη τῆς | |
Ἀχιλλέως. μεμψαμένου 〈γὰρ〉 τὸν Ἀγαμέμνονα τούτου καὶ τοῦ συμμαχεῖν ἀποστάντος καὶ διὰ τῆς μητρὸς τὸν Δία πεπεικότος μετατάξασθαι καὶ λαμπρῶς ἐκείνου τὰ τῶν Τρώων ᾑρημένου καὶ τὰ τῶν Ἑλλήνων φθείρον‐ | ||
10 | τος καὶ ἀπολλύντος Διομήδης ἐστὶν ὁ τὴν ἑαυτοῦ φύ‐ σιν ἀντιτάξας τῇ τοῦ καιροῦ δυσκολίᾳ καὶ γενομέ‐ νης μάχης ἐμπίπτων τοῖς ἐναντίοις καὶ ἀφειδῶς ἀπο‐ σφάττων. | |
Prog.8.1.7 | οὕτω δὲ οὐ κατεῖχεν ἑαυτὸν ὥστε τῶν μὲν οἰκείων ἐκπηδῶν, τῶν δὲ πολεμίων ἁπτόμενος οὐ παρεῖχε τοῖς ὁρῶσι γινώσκειν ὁποτέρων ἦν ὁ στρα‐ τιώτης. ἔφερε δὲ τὸν ὁπλίτην οὐδέν, ἀλλ’ ὅτῳ περι‐ | |
5 | πέσοι, τοῦτον εὐθὺς ἀπέφερεν. οὐχ οὕτω χειμάρ‐ ρους παρασύρει τὰς γεφύρας ὡς ἐκεῖνος τὰς φάλαγγας. | |
ἔπιπτε μὲν ὑπ’ ἐκείνου Πάνδαρος ἀπὸ τῶν τόξων ὠφε‐ λῶν τὴν Πριάμου καὶ δίκην ἐδίδου πρέπουσαν τῷ κεκινηκέναι τὰς σπονδάς. | ||
Prog.8.1.8 | Αἰνείας τοῦ Διομή‐ δους μὲν ἡττᾶται, διὰ δὲ τῶν θεῶν σώζεται. οὕτω δὲ ἐξῆλθεν ἀμείνων καὶ τοὺς βαρβάρους κτείνων καὶ ποιῶν ἐλάττους ἀεὶ ὥστε καταγνόντες ἑαυτῶν ἀφέντες τὰς | |
5 | ἐν τοῖς ὅπλοις ἐλπίδας εὐχαῖς τῷ Διομήδει τὴν Ἀθη‐ νᾶν ἐπανίστασαν, ὁ δὲ θαυμαστὸς Ἕκτωρ ὃς συνέχειν ἐδόκει τὰ πράγματα τοῖς Τρωσίν, ὑφ’ οὗ τὸ Ἴλιον ἐσώζετο, πρόφασιν εὑρὼν τῆς οἴκαδε πορείας ἀκμά‐ ζουσαν ἀφῆκε τὴν μάχην καὶ πρὸς τὴν πόλιν ἐχώρει | |
10 | κινήσων τὰς Τρωάδας εἰς εὐχήν. | |
Prog.8.1.9 | τοῦτο δὲ ἦν λιπεῖν φόβῳ τὴν τάξιν, οὐ χρείαν θεραπεύειν αὐτοῦ δεομένην. οὐ γὰρ δὴ στρατηγοῦ φωνὴν ἀπῄτει τὸ ῥῆμα τοῦτο, ὅτι προσῆκεν εὔξασθαι, ἀλλὰ κἂν Ἰδαῖος ἤρκεσε τῷ λόγῳ | |
5 | καί τις ἂν ἄλλος ἴσως τῶν ἐκείνῳ τεταγμένων ὑπηρε‐ τεῖν. ἀλλ’, οἶμαι, τὴν διακονίαν ἥρπασεν εἰς σωτηρίαν. | |
Prog.8.1.10 | Οὐ τοίνυν δεινὸς μὲν ἦν τρέψασθαι τοὺς πο‐ λεμίους, θυμῷ δὲ ἐδούλευε καὶ ταῖς ἡδοναῖς ἐχαρίζετο, ἀλλ’ οὕτως ἤσκει τούτων ἁπάντων ἐγκράτειαν ὥστε καὶ εἰ μὴ δεινὸς ἦν ἐν μάχαις, ἀπό γε τούτων ἱκανῶς | |
5 | 〈ἂν〉 εὐδοκίμει. ὅταν οὖν ἀκούῃς ὡς ἔτρωσε νῦν μὲν τὸν Ἄρην, νῦν δὲ τὴν Ἀφροδίτην, ταῦτα ἡγοῦ 〈δηλοῦν〉 κεκρατῆσθαι τὰ πάθη, ποιητῶν γὰρ νόμος ἀντὶ τού‐ των δὴ τῶν παθῶν ὀνομάζειν θεούς. | |
Prog.8.1.11 | Ἀλλὰ γὰρ ἐπὶ τὰς μάχας πάλιν ἐπανακτέον τὸν λόγον. φανεῖται γὰρ ἐν τοῖς ἐσχάτοις ἀτυχήμασι μεί‐ νας ἐπὶ τῆς ἀνδρείας καὶ μείνας γε μόνος καὶ τῶν φευγόντων κατηγορῶν. ἐπειδὴ γὰρ ἔδοξε τῷ Διὶ | |
5 | τὰ τῶν Τρώων αὐξῆσαι καὶ πάντες οἱ πρὸ τοῦ λαμ‐ προὶ τῆς ἀκαιρίας ἥττηντο, ὁ βασιλεύς, Ὀδυσσεύς, ὧν πλεῖστος ὁ λόγος, Αἴας ἑκάτερος, Νέστορα δὲ τὸ περὶ τὸν ἵππον κατεῖχε πάθος, ὁ δὲ Ἕκτωρ ὑπὸ τοῦ Διὸς ἐπηρμένος σφοδρῶς ἐπέκειτο, Διομήδης ἵσταται | |
10 | πρὸς τὴν συμφορὰν τοῦ γέροντος καὶ μεμψάμενος τὸν Ὀδυσσέα τῆς δειλίας κἀκεῖνον εἰς τὸ ἅρμα ἀναλαβὼν αὖθις ἐτάραττε τοὺς ἐχθρούς, ὅτε δὴ καὶ τοῖς ἐξ οὐρα‐ νοῦ βαλλόμενος βέλεσιν οὐ μετεβάλλετο. ἀλλ’ ὁ μὲν Ζεὺς ἄνωθεν ἐμάχετο τοῖς κεραυνοῖς, ὁ δὲ καὶ ταῦτα | |
15 | ἠνείχετο καὶ τὴν μὲν ἀνδρείαν ἐν τούτοις ἐνεδείκνυτο, τὸ δὲ εἰδέναι πείθεσθαι συμβούλῳ τῷ μὴ τὴν παραί‐ νεσιν ἀτιμάσαι τοῦ γέροντος, ὃς ἔπειθε τὸν Διομήδην εἶξαι τῷ Διί. | |
Prog.8.1.12 | σεμνύνει μὲν δὴ καὶ ταῦτα τὸν ἥρω, πολὺ δ’ ἐστὶ καλλίω τὰ δεύτερα. διὰ γάρ τοι τοῦτον καὶ τὴν τούτου παρρησίαν οὐκ ἀπῆλθον ἀπὸ τῆς Τροίας Ἕλληνες ἄπρακτοι. πιεζομένου γὰρ ταῖς συμφοραῖς | |
5 | Ἀγαμέμνονος καὶ σαφῶς ἀπειρηκότος καὶ μεμνημένου φυγῆς ἐν τοῖς ἀρχομένοις καὶ κελεύοντος ἀνάγεσθαι καὶ τῶν ἄλλων οὓς ἔδει κωλύειν ἡσυχαζόντων, τοῦτο δέ, οἶ‐ μαι, σύμβολον ἦν ἢ τοῦ μὴ τὸ βέλτιστον ὁρᾶν ἢ τοῦ μὴ τολμᾶν ὃ βέλτιστον ἡγοῦντο λέγειν, μόνος ὁ Διομήδης | |
10 | ἤλγησέ τε ὑπὸ τῆς αἰσχύνης καὶ τὸ παραστὰν οὐκ ἀπε‐ κρύψατο, ἀλλὰ μάλ’ ἀνδρείως δειλὸν 〈Ἀγαμέμνονα〉 ἀπο‐ | |
καλέσας καὶ τοῖς φαυλοτάτοις τῶν Ἑλλήνων ἀνεῷχθαι τὴν θάλασσαν, αὑτῷ καλὸν μένειν ἔφησεν. οὐδὲ γὰρ προσ‐ ήκειν προδοῦναι τὰς παρὰ τῶν θεῶν ἐλπίδας. | ||
Prog.8.1.13 | οὕ‐ τω δὴ τὴν αἰσχύνην ἀνελὼν καὶ κατασχὼν τὸν στρα‐ τὸν ἐπὶ τοῦ πρέποντος σχήματος πάλιν ἑτέρᾳ δημηγο‐ ρίᾳ τὸν στρατὸν ἐπέρρωσε διαπτύσας μὲν τὴν ὀργὴν | |
5 | Ἀχιλλέως, μεμψάμενος δὲ τὴν πρεσβείαν καὶ τὸ μὴ συνεῖναι τοῦθ’ ὅτι τοῖς δώροις ἐκεῖνος ἔσται χαλε‐ πώτερος. | |
Prog.8.1.14 | τοῖς μὲν οὖν λόγοις κρείττους ἐποίησε τοὺς Ἕλληνας ἀπαλλάξας ἀθυμίας, νυκτὸς δὲ ἐπελθού‐ σης καὶ καθεύδοντας τοὺς πολλοὺς ὠφελεῖ κουφίζων τοῖς τολμήμασι τὰ δυστυχήματα. ἀπέκτεινε μὲν τοίνυν | |
5 | τὸν Δόλωνα καὶ τοὺς πολεμίους ἐν ἀγνοίᾳ τῶν Ἑλλη‐ νικῶν πραγμάτων ἐτήρησε πρὶν ἀποκτεῖναι τἀκείνων μαθών, εἰδὼς δὲ ὡς καιρὸς ἐπιθέσθαι τοῖς Θρᾳξὶν ἐφειστήκει καὶ κειμένους ἀπέσφαττεν ὕπνῳ κατειλημ‐ μένους, ὥστε οὐκ ἀπήλαυσαν οἱ Τρῶες τῆς τοῦ Ῥήσου | |
10 | συμμαχίας, Ὀδυσσεὺς δὲ μᾶλλον εἵπετο μάρτυς ἢ συν‐ εργὸς τῶν ἐκείνῳ δρωμένων. | |
Prog.8.1.15 | ἐπεὶ δὲ ἔδει βληθῆ‐ ναι καὶ τοῦτο ἐπεπόνθει, τῶν πραγμάτων οὐδ’ οὕτως ἀφειστήκει παντελῶς, ἀλλ’ οὐκ ἔχων τῷ σώματι συν‐ τελεῖν τῇ γνώμῃ συνηγωνίζετο τὰς παρακλήσεις ἀντὶ | |
5 | τῶν χειρῶν συνεισφέρων τῇ χρείᾳ. καὶ τί δεῖ λέγειν ἵππων ἀγῶνας καὶ νίκην ἣν ἀνείλετο τὰς Εὐμήλου παραδραμών, ὧν τὸ τάχος Ὅμηρος τοῖς τῶν ὀρνίθων ἀπεικάζει πτεροῖς; | |
Prog.8.1.16 | Ὅμηρος δέ μοι παίζειν δοκεῖ τῶν Ἀχαιῶν ἄριστον μετ’ Ἀχιλλέα τιθεὶς τὸν Αἴαντα. οἷς γὰρ αὐτὸς ἐκεῖνος πεποίηκεν ἀμφοτέρων ἀμείνων ὁ Διομήδης πέφηνε. τοῦ μὲν γὰρ ἐκράτησε μονομαχῶν, | |
5 | ἡνίκα ὁ Πατρόκλου τάφος ἐτιμᾶτο τοῖς ἄθλοις καὶ τὸ πρᾶγμα δέος ἤνεγκε τοῖς θεωμένοις περὶ τοῦ Τελαμῶνος, τὸ δὲ ὅτι κρείττων ἦν Ἀχιλλέως, ἡ τῶν Τρώων πόλις ἐβόα. τὰς δὲ τῶν πολεμίων ἀρετὰς οἱ πολέμιοι καλῶς ἴσασι τὴν ἀπόδειξιν τῆς ἑκάστου φύ‐ | |
10 | σεως ἐξ αὐτῶν ὧν πεπόνθασι λαμβάνοντες. | |
Prog.8.1.17 | καὶ μήν, εἴ τις ἤρετο ὁντιναοῦν τί κατήνεγκε τὸ Ἴλιον, | |
τὴν κλοπὴν εὐθὺς ἀκούσεται τοῦ ἀγάλματος, οὗ μέ‐ νοντος εἴσω τειχῶν ἔδει μένειν τὴν πόλιν, μεταστάντος | ||
5 | δὲ ἑτέρωσε μηκέτ’ εἶναι τὴν πόλιν. τοῦτο τοίνυν τοῦ Διομήδους ἔργον. καὶ ὅστις τῶν Ἀχαιῶν εἰς Ἴλιον ἦλθε, διὰ τοῦτον εἰσῆλθε. καὶ πάντα ἦν τὰ πάντων γ’ ἑνὸς ἥρωος, τοῦ Διομήδους. διὰ τοῦτον ἄνδρας ἔσφατ‐ τον, διὰ τοῦτον χρήματα ἥρπαζον, διὰ τοῦτον γυναῖ‐ | |
10 | κας ἦγον, διὰ τοῦτον ἔλαβε τέλος ὁ μακρὸς ἐκεῖνος πόλεμος. | |
Prog.8.1.18 | οὗτος παρέδωκε τὴν Πριάμου πόλιν σι‐ δήρῳ καὶ πυρί. καὶ εἴ τις τὸν ἵππον ὃς ἐδέξατο τὸν λόχον αἰτιᾶται τῆς τοῦ Ἰλίου καταστροφῆς, μάλιστα μὲν ἐκεῖθεν καὶ τοῦτο ἴσχυσε, κατέβη δ’ αὖ κἀνταῦθα. | |
5 | καὶ ἦν ὑπὲρ τοὺς ἄλλους θαυμαζόμενος καὶ τυχὼν ὧν τὸν ἀγαθὸν ἐχρῆν ἐμβὰς εἰς τὴν ναῦν λαμπρῶς ἀνήγετο. | |
6 | ||
Prog.8.2t | Ἐγκώμιον Ὀδυσσέως. | |
Prog.8.2.1 | Ἁπάντων ἔμοιγε τῶν ἡρώων Ὅμηρος ὁ ποιητὴς θαῦμα γενναῖον ἐκτέθεικεν, οὐχ ἥκιστα δὲ Ὀδυσσέως, ὃν τῆς μὲν Ἰλιάδος πεποίηκε κοινωνόν, τῇ δὲ ἑτέρᾳ ποιήσει μόνον τετίμηκε. | |
Prog.8.2.2 | καί μοι δοκεῖ τῷ προγόνῳ τούτου χαριζόμενος Ἑρμῇ ταῦτα εἰς αὐτὸν σπουδά‐ σαι. τοῦτο δὲ αὐτὸ καὶ ἡμᾶς εἰκότως ἂν ἐπεγείροι πρὸς τὸν ἔπαινον τοὺς τῆς αὐτῆς τέχνης ἧς προστά‐ | |
5 | της αὐτὸς οὗτος ὁ θεός, ὃς γεννήσας Αὐτόλυκον ἔδω‐ κεν ἐντεῦθεν Ὀδυσσεῖ τοῦ γένους τὰς ἀφορμάς. παρ’ οὗ δοκεῖ καὶ τὸ συνέσει νικᾶν εἰς αὐτὸν καταβῆναι. ὥσπερ γὰρ οἱ φύντες ἐξ Ἄρεος ἔρωτα πολέμου ἔσχον καὶ κατὰ τοῦτο διήνεγκον, οὕτω καὶ οὗτος Ἑρμῆν | |
10 | παρεχόμενος πρόγονον συνέσει πάντας ἀπέκρυψεν. | |
Prog.8.2.3 | Ἀλλ’ ὑπὲρ μὲν τούτων ὕστερον, πατρὶς δὲ αὐ‐ τῷ νῆσος εὐφυὴς εἰς φορὰν ἀνδρῶν ἀγαθῶν καὶ οὐ πλήθει καρπῶν μᾶλλον ἢ ταῖς τούτων ἀρεταῖς κοσμου‐ μένη. τραφεὶς δὲ ἐν βασιλείοις οὐκ ἠμέλησεν Ὀδυσσεὺς | |
5 | παιδείας, ἀλλ’ εἷς ἦν τῶν ὡς Χείρωνα πεφοιτηκότων καὶ μαθόντων ὁπόσα Χείρων ἐδίδασκε. καταβὰς γὰρ ἀπὸ τοῦ Πηλίου τὴν γνώμην ἐν τοῖς ἀεὶ παραπίπτουσι τῶν πραγμάτων ἐδείκνυ. | |
Prog.8.2.4 | καὶ τῶν τε ὑπὲρ τῆς Ἑλέ‐ | |
νης ὅρκων οὗτος αἴτιος ἦν καὶ ἐπειδὴ τὸν Μενέλαον ὁ Πριάμου παῖς ἀδικήσας εἶχεν ἁρπάσας ἐκείνην, οὕ‐ τως ἤλγησεν ὥστ’ αὐτὸς περιιὼν ἤγειρε τὸν στρατόν. | ||
5 | καὶ διὰ τοῦτον Ἀχιλλεὺς οὐκ ἔμεινεν ἐν Σκύρῳ μετὰ τῶν παρθένων ἀκούων τὸν πόλεμον, ἀλλ’ ἀντὶ τοῦ σὺν ἐκείναις εἶναι διέφερε τὸν πόλεμον ἀκό‐ λουθα πράττων. οὗτος καὶ τὸν ἐκείνου παῖδα μετὰ ταῦθ’ ὕστερον ἐπὶ τὴν Τροίαν ἐκ τῆς νήσου κομίζει. | |
Prog.8.2.5 | καὶ σιωπῶ τὸν Φιλοκτήτην καὶ μυρία πρὸς τούτοις ἕτερα, κρινέσθω δὲ Ὀδυσσεὺς ἀφ’ ὧν ἐν τοῖς Ἑλλη‐ νικοῖς ἀτυχήμασιν ἔπραξεν, εἰ μηδὲ ἐκεῖνο μικρὸν τὸ πρεσβεύσαντα πρὸς τοὺς ἐναντίους θαῦμα τῆς ἑαυτοῦ | |
5 | δεινότητος ἐμβαλεῖν τοῖς ἀκροωμένοις. | |
Prog.8.2.6 | ἀλλὰ μεθει‐ στήκει μὲν Ἀχιλλεὺς διενεχθεὶς πρὸς τὸν Ἀγαμέμνονα κόρης ἕνεκα, συμμεθειστήκει δὲ πρὸς τοὺς ἐναντίους ὁ Ζεὺς Θέτιδι χαριζόμενος. πεῖραν δὲ ὁ βασιλεὺς εἰς | |
5 | τὸ στρατόπεδον καθίει καὶ φυγῆς ἐμέμνητο, οἱ δὲ ὡς | |
ἤκουσαν, εὐθὺς ἐπὶ τὰς ναῦς ἔθεον καὶ ὁ πόλεμος διελέλυτο, τὰ δὲ πράγματα ἀπολώλει, ὁ δὲ καιρὸς ἐκεῖ‐ νος ὡς ἀληθῶς ἀνδρὸς ἐδεῖτο τοῦ μέλλοντος ἐπισχή‐ σειν τὴν τοσαύτην αἰσχύνην. | ||
Prog.8.2.7 | ἐφάνη τοίνυν οὗτος αὐτὸς Ὀδυσσεὺς καὶ τὸ σκῆπτρον Ἀγαμέμνονος ἁρπά‐ σας ἐπὶ τοὺς τῆς θαλάσσης ἐπιθυμοῦντας ἐφέρετο καὶ πρὸς ὁρμὴν οὕτω ζέουσαν ἀντέταξε τοὺς λόγους, μᾶλ‐ | |
5 | λον δέ, πρὸς μὲν οὓς ἀπέχρη λόγος, τούτους κατεῖχε λέγων, οὓς δὲ πληγῶν ἑώρα χρῄζοντας, τούτους πλη‐ γαῖς ἐπανῆγεν εἰς τὸ μένειν. μετὰ τοιούτου δὴ σχή‐ ματος πᾶσαν ἐπιὼν τὴν στρατιὰν ἀπέσπασε τῶν νεῶν τοὺς Ἕλληνας καὶ μένειν τοὺς μὲν ἔπεισε, τοὺς δὲ | |
10 | ἠνάγκασε καὶ τὸ αἰσχρὸν ἀνεῖλε καὶ τοὺς ὀρεγομένους τῆς οἰκείας ἐπαινέτας εἶχεν ἐπὶ τῇ δημηγορίᾳ τῇ περὶ τῆς μονῆς. τοσοῦτον ἴσχυσεν ὁ ῥήτωρ. | |
Prog.8.2.8 | Καὶ μὴν κἀκεῖνο σημεῖον οὐ μικρὸν τῆς Ὀδυσ‐ σέως δεινότητος τὸ πρεσβείας δεῆσαν ὡς τὸν Ἀχιλλέα αὐτὸν φέρειν τοῖς ἐκπέμπουσι τὰς ἐλπίδας. σκόπει γάρ. ἔτι μελλόντων ἐξιέναι παρ’ Ἀγαμέμνονος | |
5 | ὁ Νέστωρ ἐκεῖνον ὡς δεινότατον παρεκελεύετο φρον‐ τίζειν ὅπως διδάξει τὸν ἄνδρα. τὸ δὲ αὐτὸν μὲν μένειν κατὰ χώραν τὸν Νέστορα, τὸν δὲ ἰέναι παρὰ τὸν Ἀχιλ‐ λέα τίνος σύμβολον; οὐ τοῦ 〈τοῦτον〉 τοῖς λόγοις κρατεῖν τοῦ Νέστορος, ὃν αὐτὸ τοῦτο εἰς Ἴλιον ἤγαγε | |
10 | τὸ λέγειν δύνασθαι; | |
Prog.8.2.9 | Ἆρ’ οὖν λέγειν μὲν ἱκανός, πράττειν δὲ οὐ τοιοῦτος; οὐ ταῦτά φησι Διομήδης, ὃς ὑποστὰς τὴν κατασκοπὴν μίαν εὗρεν αὑτῷ σωτηρίαν τὴν Ὀδυσ‐ σέως κοινωνίαν διαρρήδην εἰπὼν καὶ πυρὸς καταφρο‐ | |
5 | νεῖν ἐκείνου παρόντος. καὶ ὡς οὕτως· ἐγίνωσκεν ἐδή‐ λωσε τὸ ἔργον. καὶ γὰρ ὁ τὸν Δόλωνα προϊδὼν καὶ φράσας τῷ Τυδέως οὗτος ἦν καὶ ὁ τοὺς Θρᾷκας εὑ‐ ρὼν οὓς ἐμήνυσεν εἰλημμένος ὁ Δόλων οὗτος ἦν καὶ ὁ δείξας τὸν Διομήδην μαθητοῦ τάξιν πρὸς τὸν διδά‐ | |
10 | σκαλον ἔχοντα πρὸς αὐτόν. | |
Prog.8.2.10 | καὶ τί δεῖ τἄλλα λέγειν ἃ καθεύδοντας ἔδρασε τοὺς ἐναντίους; ἀλλ’ ἐν τοῖς ἐσχάτοις καιροῖς κεκυκλωμένος ὑπὸ τῶν ἐναντίων ἐξὸν ἀποχωρεῖν μετὰ χείρονος τοῦ σχήματος εἵλετο μένων | |
5 | κινδυνεύειν μετὰ τοῦ κρείττονος. καὶ πάλιν ἕτερα οὐ | |
φαυλότερα τῶν προτέρων ἐπολιτεύετο δευτέραν φυγὴν ἐπισχὼν καὶ δευτέραν αἰσχύνην ἀνελὼν καί, νὴ Δία γε, καὶ συμφορὰν μετὰ τῆς αἰσχύνης. | ||
Prog.8.2.11 | ὁ μὲν γὰρ κελεύων ἀνάγεσθαι πάλιν Ἀγαμέμνων ἦν, ὁ δὲ ἐμφράττων τῷ βασιλεῖ τὸ στόμα καὶ κωλύων μὴ τοιούτους προΐεσθαι λόγους ὁ Ἰθακήσιος, ὃς εἰ μὴ | |
5 | τότε ἐμποδὼν ἔστη τοῖς κακῶς βεβουλευμένοις, ἅπαντ’ ἂν διέφθαρτο τῶν μὲν Τρώων ἐπικειμένων καὶ κατά‐ κρας ἐλαυνόντων, τῶν δὲ ἐν τῷ τῶν νεῶν ἅπτεσθαι κατακοπτομένων. | |
Prog.8.2.12 | Τοσαῦτα τοίνυν ἐκ τοῦ λέγειν ὠφελῶν οὐδ’ ὅσα δοκεῖ τοῦ σώματος εἶναι καλά, τούτων ἐστέρητο, ῥώμης λέγω καὶ τάχους. φέρε γάρ, τίς ἰσχυρότατος; οὐχ ὁ Τελαμῶνος; τίς ἐν ποδῶν τάχει τὰ πρωτεῖα | |
5 | ἔχων; οὐχ ὁ τῶν Λοκρῶν ἡγούμενος ὁ ὁμώνυμος τούτου; οὐ τοίνυν ἐν οἷς εὐδοκίμουν οὗτοι, τούτων Ὀδυσσεὺς δεύτερος ἐγίνετο. | |
Prog.8.2.13 | εἰ δέ τις χαίρει τῶν Τρώων ἡτ‐ τημένων καὶ τῆς Τροίας ἁλούσης, μὴ κοινὸν ἡγείσθω τῶν Ἑλλήνων τὸ ἔργον, ἀλλ’ ἑνὸς ἀνδρὸς Ὀδυσσέως καὶ τῆς ἐκείνου διανοίας τε καὶ τόλμης, ὃς ἐλθὼν εἰς | |
5 | μέσους τοὺς πολεμίους τὴν ἱερὰν ἄγκυραν ὑπέσπασε, λέγω δὴ τὸ τῆς Ἀθηνᾶς ἄγαλμα, τὸ τῆς Τροίας φυ‐ λακτήριον, οὗ στερηθεῖσαν οὐκέτ’ εἶναι τὴν πόλιν ἔδει. | |
Prog.8.2.14 | λέγουσι δέ τινες καὶ τοῦ λόχου τὸ πλεῖστον ἐπ’ ἐκεῖνον ἐλθεῖν καὶ τὴν ἐκείνου σοφίαν ἐμπλῆσαι τὸν ἵππον τῶν ἀρίστων ἀνδρῶν. διὰ ταῦτα Ὅμηρος ἀρχόμενος τῆς εἰς ἐκεῖνον ποιήσεως τὴν ἐκ τῶν πραγμά‐ | |
5 | των εὐφημίαν αὐτῷ σέσωκεν εἰπών· ἐπεὶ Τροίης ἱερὸν πτολίεθρον ἔπερσε. | |
Prog.8.2.15 | δοκεῖ δέ μοι καὶ ταῖς περὶ τὴν οἴκαδε κομιδὴν δυσκολίαις Ὀδυσσεὺς κεχρῆσθαι καὶ τοσούτοις ὡμιληκέναι κακοῖς, οὐχ ὅτι αὐτὸς ἄξιος ἦν κακῶς παθεῖν, ἀλλ’ ὅπως οἱ μετὰ | |
5 | ταῦτα ἀκούοντες τίς ἦν ἐν τοῖς δυσκόλοις ἐπιθυμήσωσι σοφίας ὡς πάντα διαφευγούσης τὰ δυσχερῆ. | |
Prog.8.2.16 | θεώρει δὲ τὸν ἄνδρα παρὰ πάντα τὸν πλοῦν. οὐ γὰρ ἔστιν ἔνθα οὐχ εὑρήσεις ἔργα θαύματος ἄξια. εὐθὺς μὲν οὖν ἀναχθεὶς ἐξ Ἰλίου προσβαλὼν Κίκοσιν ἑλὼν τὴν πό‐ | |
5 | λιν ἀπηλλάγη καὶ γεγόνασιν εὐπορώτεροι κοινῇ. προσ‐ σχὼν δὲ τοῖς Λωτοφάγοις, ὁ δὲ λωτὸς οὗτος τοὺς γευσαμένους κατεῖχε καὶ πάντα ἔπειθεν ἡγεῖσθαι πλὴν | |
αὑτοῦ μικρά, τοιαύτης τοίνυν γῆς ἐπιβὰς καὶ ἐκ ταύ‐ της ἐπανήγαγε τοὺς ἑταίρους καὶ ταῦτα γεγευμένους. | ||
Prog.8.2.17 | τί δ’ ἄν τις εἴποι μεῖζον ἢ ὅτι ὁ Πολύφημος ὁ τοσοῦτος μὲν τῷ σώματι, τοιοῦτος δὲ τῇ ὠμότητι ἐν χεροῖν ἔχων αὐτὸν καὶ μόνον οὐ κατεδηδοκὼς ἐτυ‐ φλοῦτο παρ’ Ὀδυσσέως; ὡς γὰρ οἴνῳ κατεκοίμισε τὸν | |
5 | Κύκλωπα, τἄλλα ῥᾳδίως εἰργάζετο. καὶ τὸ ἔτι μεῖζον, οὕτω κακῶς διαθεὶς αὐτὸν διέφυγεν ἐπὶ τῇ θύρᾳ καθή‐ μενον ὑπό τι τῶν ἐξιόντων προβάτων ὑποδύς. | |
Prog.8.2.18 | καὶ δὴ καὶ Λαιστρυγόνων οὐ πολὺ τούτου μετριωτέρων καταγελάσας ἀπῆλθε. Κίρκη δὲ ἡ φαρμακὶς ἡ πρὸς βούλημα μεταποιοῦσα εἰς τὰς τῶν ζώων ἰδέας καὶ πάντα | |
5 | ἰσχύουσα τῇ τέχνῃ οὐκ ἴσχυσε κρατῆσαι τῆς Ὀδυσσέως φύσεως, ἀλλ’ οὕτως αὐτὸν ἔδεισέ τε καὶ ἐθαύμασεν ὥστε καὶ ὅσους αὐτῷ τῶν ἑταίρων μεταβεβλήκει πρὸς τὰ ἀρχαῖα ἀποκατέστησεν. | |
Prog.8.2.19 | οἱ τοίνυν ἐπαινοῦντες | |
τὸν Ἡρακλέα τοῦτο μέγιστον τῶν αὐτοῦ λέγουσιν ὡς ὢν ἐν ζῶσιν ἔτι τοῖς ὑπὸ γῆν ὡμίλησεν. ἦλθε τοίνυν καὶ ταύτην Ὀδυσσεὺς τὴν ὁδὸν καὶ κατὰ τὸ μέγιστον | ||
5 | τῶν Ἡρακλέους Ἡρακλεῖ παρισοῦται. | |
Prog.8.2.20 | Σειρῆ‐ νες δὲ αἱ πάντας ἀπολλύουσαι τοῖς ᾄσμασι μάτην ᾖδον Ὀδυσσέως παραπλέοντος. αἱ δὲ ἐρῶσαί τε αὐτοῦ καὶ κατέχουσαι καὶ ποιήσειν ἀθάνατον ὑπισχνούμεναι τί | |
5 | σοι φαίνονται μαρτυρεῖν; ἢ γὰρ τὴν ὄψιν ὁρῶσαι περι‐ καλλῆ τοῦτο ἔπαθον ἢ παρὰ τῆς συνέσεως ὁ ἔρως ἐλάμβανε τὴν ἀρχήν. ὁ δ’ οὕτως ἄρα δίκαιος ὥστε καὶ τῆς τε πατρίδος ἐμέμνητο καὶ τοῦ παιδὸς οὐκ ἠμνη‐ μόνει καὶ τῆς γυναικὸς εἴχετο, ὥστε ταῦτα πάντα λῆ‐ | |
10 | ρον ἡγεῖτο πρὸς τὸ κομίσασθαι τὴν Ἰθάκην. | |
Prog.8.2.21 | ἔδει δὲ αὐτόν, ὡς ἔοικε, καὶ μετὰ ναυάγιον σωθῆναι καὶ πλῆθος κακῶν ὧν οὐκ ἄν τις εἴποι. ὃν νῦν μὲν τῆς νεὼς ῥαγείσης ἡ τρόπις ἔφερε, νῦν δὲ τῆς σχεδίας | |
5 | διαλυθείσης ἡ περὶ τὸ νεῖν ἐξέφερεν εἰς τὴν νῆσον τέχνη, ἣν ᾤκουν οἱ Φαίακες. ἧς καὶ γυμνὸς ἐπιβὰς ἐθαυμάζετο παραχρῆμα μὲν ὑπὸ τῆς Ἀλκινόου θυγα‐ | |
τρός, μικρὸν δ’ ὕστερον πεῖραν αὑτοῦ διδοὺς ὑφ’ ἁπάντων. ἐκλήθη μὲν γὰρ ὑπὸ τῶν Φαιάκων ἐπὶ θέαν | ||
10 | ἄθλων, ἐκπλήξας δὲ αὐτοὺς οἷς ἐποίησεν ἀπῆλθεν, ὥστε αὐτὸν καὶ πλουτίσαντες ἀπέπεμπον οἴκαδε. | |
Prog.8.2.22 | καὶ ταῦτα πάντα ἐγίνετο τῆς Ἀθηνᾶς βουλομένης, τὸ δὲ βούλεσθαι ταῦτα τὴν Ἀθηνᾶν ἦν ἐκ τοῦ συζῆν ἀρετῇ τὸν Ὀδυσσέα. δι’ ἣν καὶ θαλαττίοις δαίμοσιν ἔμελε | |
5 | καὶ ἡ Λευκοθέα νέοντι παρῆν καὶ παρεῖχεν ἀφ’ ὧν ἔμελλε διαφεύξεσθαι τὸν κλύδωνα. | |
Prog.8.2.23 | εἶχεν Ἰθάκην. ἤδη καινὸν θαῦμα ἀπὸ τῆς καρτερίας αὐτοῦ. πράγματα γὰρ ὁρῶν ἐπὶ τῆς οἰκίας, ἃ κἂν λίθινον ἐξεβιάσατο πρὸς φωνήν, μνηστήρων ὕβριν, χρήματα ἀναλισκόμενα, | |
5 | φθειρόμενον οἶκον, γυναῖκα ἄκουσαν ἑλκομένην εἰς γάμον, δούλων εἰς αὑτὸν παροινίαν, ὅτε δὴ καὶ ἐλα‐ κτίζετο, σιγῇ πάντα φέρειν ἠξίου καὶ κρύπτειν ἑαυτὸν ἐν πτωχοῦ σχήματι καὶ τοὺς καιροὺς ἀναμένειν. ὧν ἐπελθόντων ἔδειξέ τε ὃς ἦν καὶ τοὺς ὑβριστὰς | |
10 | τοξεύων ἀνήλισκε. | |
Prog.8.2.24 | Θαυμαστὸς ἦν Αἴας, ἀλλὰ τούτου δεύτερος. | |
δηλοῖ δὲ καὶ ἡ περὶ τῶν ὅπλων κρίσις. μέγας ἦν Ἀχιλλεὺς ἐν ὅπλοις, ὁ δὲ ἐν συνέσει. τοῦτο δὲ ἰσχυ‐ ρότερον ἐκείνου. ὅλως δὲ ὅ τι πέπρακται ἐπὶ Τροίας | ||
5 | γενναῖον, δι’ Ὀδυσσέως πέπρακται τοῦ κατασχόντος τοὺς Ἕλληνας ἐπὶ τοῦ πολέμου μέχρι τέλους. καὶ τὸ ἔτι μεῖζον, ὅσῳ χαλεπώτερος Ἕκτορος ὁ Κύκλωψ, τοσούτῳ κρείττων ὁ τούτου κρατήσας τοῦ κτείναντος ἐκεῖνον. καὶ μὴν τῶν μὲν οὐκ ἐπανηκόντων εὐτυχέστε‐ | |
10 | ρος, τῶν δὲ ἐπανηκόντων σεμνότερος δι’ ὧν ἐπανα‐ πλέων κατώρθωσεν. | |
Prog.8.2.25 | Εἰ δὲ μέγιστον εἰς εὐδαιμονίαν τὸ ὧν τις ἐπιθυμεῖ καλλίστων τυχεῖν, καὶ τοῦτο Ὀδυσσέως. τὴν γὰρ Ἰθάκην ἰδὼν καὶ τῶν αὑτοῦ κύριος καταστὰς γη‐ ραιὸς ἐτελεύτησεν. | |
4 | ||
Prog.8.3t | Ἐγκώμιον Ἀχιλλέως. | |
Prog.8.3.1 | Ὅμηρος ἐραστήν με κατέστησεν Ἀχιλλέως, οἶμαι δὲ καὶ πάντας ὅσοι τῆς ἐκείνου μετέσχον ποιήσεως. ἐρεῖν δὲ πάντα οὐκ ἂν δυναίμην, ἀλλ’ ὅσα ἐπέρχεταί μοι τὸν ἥρω κοσμεῖν ἔχοντα μὲν παρὰ τοῦ ποιητοῦ | |
5 | τὴν ἀξίαν, δίκαιον δὲ ὄντα καὶ τῆς παρ’ ἐμοῦ δυνά‐ | |
μεως ἀπολαῦσαι, κἂν ᾖ σμικρά. | ||
Prog.8.3.2 | Ὅτι μὲν δὴ πρόγονος αὐτῷ τῶν θεῶν ὁ κορυ‐ φαῖος καὶ ὅτι τὸ τῶν Αἰακιδῶν γένος κρεῖττον τῶν ἄλλων ἡμιθέων, περὶ μὲν ταῦτα τί δεῖ καὶ διατρίβειν; ὧν κοινωνοῦντες εὑρίσκονται πλείους. ἀλλ’ ἥ γε μή‐ | |
5 | τηρ αὐτοῦ θεὸς καὶ τροφὴ μυελοὶ λεόντων ἀντὶ γά‐ λακτος. οἷς ἀμφοτέροις πολὺ διήνεγκεν. οὐ γὰρ τίτθη παραλαβοῦσα τὸ παιδίον μαστοῖς ἔτρεφεν, ἀλλ’ ἣν ὁ Χείρων ᾔδει πρὸς ἀνδρείαν αὐτῷ συμβαλουμένην 〈τρο‐ φήν〉, ταύτην ἐπενόησε τὴν κοινὴν ἀνθρώπων | |
10 | ἀφείς. | |
Prog.8.3.3 | οὗτος γὰρ ὁ Κένταυρος εἰς πάντας μὲν ἥρωας ἀπέθετο τὰ παιδεύματα, περὶ δὲ τὸν Πηλέως καὶ Θέ‐ τιδος μᾶλλον ἐφιλοτιμήσατο πάσης παιδείας ἐμπιπλὰς αὐτῷ τὴν ψυχήν, τοῦτο μὲν μουσικῆς, τοῦτο δὲ ἰατρι‐ | |
5 | κῆς, ὥστε τῇ μὲν πραΰνειν τὸν θυμόν, τῇ δὲ ἀπελαύ‐ νειν τὰ νοσήματα. | |
Prog.8.3.4 | ἤσκει δὲ καὶ τὼ πόδε πρὸς τάχος ἀναγκάζων αὑτὸν παραθεῖν. τά γε μὴν πολεμικὰ δει‐ νότατον ἁπάντων ἀπειργάσατο καὶ τὴν γνώμην ἔτρε‐ ψεν αὐτοῦ πρὸς τὸν Ἡρακλέους ζῆλον, ὥστε πλείονος | |
5 | τὸν ἀγῶνα ἦγεν ὧν ἀπὸ τῆς εἰρήνης ἡδέων ἐπεθύμουν ἕτεροι. | |
Prog.8.3.5 | διέδειξε τοῦτο καλῶς ὁ Τρωικὸς πόλεμος. οὗ τοὺς μὲν ἄλλους μετασχεῖν ἐποίησε τὸ πρόσθεν ὀμωμοκέναι, ἔδει γὰρ ἢ τοῖς Τρωσὶ πολεμεῖν ἢ πολε‐ μεῖσθαι παρὰ τῶν κρειττόνων ὡς τῶν συνθηκῶν ἀμε‐ | |
5 | λουμένων. εἰ δέ τίς μοι λέγει Σκῦρον καὶ παρθενῶνα καὶ σχῆμα γυναικεῖον, συκοφάντην ἔγωγε τοῦτον ἡγοῦ‐ μαι καὶ κακοδαίμονα καὶ ψευδολόγον. οὔτε γὰρ τῆς παρὰ Πηλέως ἀρετῆς οὔτε τῆς παρὰ Χείρωνι παιδείας οὔτε τῆς Ἀχιλλέως φύσεως ταῦτά γε ἄξια. | |
Prog.8.3.6 | ἀλλ’, εἰ δοκεῖ, δῶμεν αὐτὸν καὶ κρυφθῆναι καὶ πάλιν ἐκπη‐ δῆσαι τοῦ παρθενῶνος. τάχα γὰρ ἂν καὶ τοῦτο μέρος τῆς εὐφημίας εἴη, εἰ τῇ τε μητρὶ φοβουμένῃ χαρίσα‐ | |
5 | σθαι δεῖν ᾠήθη καὶ τὴν φύσιν οὐ κατῄσχυνεν οἷς ὑπήκουσε τῷ καλοῦντι. | |
Prog.8.3.7 | ἀλλ’ ἐκεῖσε ἐπάνειμι, ὅτι τοῖς μὲν ἄλλοις οὐδὲ βουλομένοις ἐνῆν μὴ στρατεύειν, ἐνεβίβαζον γὰρ αὐτοὺς εἰς τὰς ναῦς ὅρκοι καὶ σπον‐ δαί, Ἀχιλλέα δὲ ὅρκος μὲν οὐδείς, ὁ δὲ τῆς δόξης ἔρως | |
5 | ὥπλιζε | |
Prog.8.3.8 | καὶ πρῶτον μὲν τῆς πλάνης ἀπήλλαξε τὸ στρατόπεδον. ᾔδει μὲν γὰρ τὴν χώραν τῶν ἠδικηκότων οὐδείς, ὅποι δὲ τύχοι φερόμενοι προσέπιπτον οἷς μὲν | |
ἐνεκάλουν, τούτους εὑρεῖν οὐ δυνάμενοι, οὓς δὲ οὐ‐ | ||
5 | δὲν ᾐτιῶντο, τούτους κακῶς ποιοῦντες, τὴν δέ γε Μυσίαν Τρωάδα νομίσαντες ἐπιβάντες ἐδῄουν. | |
Prog.8.3.9 | ὡς δὲ ἐπῆλθον οἱ Μυσοὶ καὶ μάχη συνειστήκει, τιτρώσκε‐ ται μὲν ὁ Τήλεφος, οἱ δὲ γνόντες τὴν ἁμαρτίαν ἀπέ‐ πλεον αἰσχυνόμενοι τοῖς πεπραγμένοις, τοῦ δὲ ἕλκους | |
5 | ἴασιν οὐ δεχομένου χρῆται μὲν ὁ τρωθεὶς τῷ θεῷ, πέμπεται δὲ ὡς Ἀχιλλέα μόνον ἀκούσας ἰατρὸν ἔσε‐ σθαι. καὶ ὁ μὲν ἰᾶτο, ὁ δὲ ἐδήλου τῶν πολεμίων τὴν γῆν. οὗτος γὰρ ὡμολόγητο μισθός, ὥστε οὐδὲν 〈ἂν〉 ἐκώλυε διαφυγεῖν τοὺς Τρῶας τὴν δίκην, εἰ μὴ Ἀχιλ‐ | |
10 | λέως τὸ δόρυ καὶ τὰ παρ’ ἐκείνου πρὸς Τήλεφον τὴν ἄγνοιαν ἔλυσεν. | |
Prog.8.3.10 | ἐπεὶ δὲ εὗρον τὴν Τροίαν, Κύ‐ κνος μὲν ὁ Ποσειδῶνος, ἐν ᾧ πλείστας εἶχον οἱ Τρῶες τὰς ἐλπίδας, εὐθὺς ἀπέθνησκεν ὑπ’ Ἀχιλλέως, οἱ λοι‐ ποὶ δὲ δείσαντες ἔφυγον. καὶ περιῆν τοῖς μὲν Ἕλλησι | |
5 | τρυφᾶν, τοῖς δὲ ἐναντίοις κατακεκλεῖσθαι. καθείρξας γὰρ αὐτοὺς εἰς τὸ ἄστυ καὶ παραδοὺς τοῖς ὁμοφύλοις τὴν πολιορκίαν ἐπὶ τὰς ἐκεῖθεν πόλεις ὠφελούσας τοὺς πολεμίους ἐχώρει περικόπτων αὐτοὺς πανταχόθεν καὶ καθιστὰς εἰς ἐρημίαν φίλων. ἔφερε δὲ τὸν στρατιώτην | |
10 | οὐδείς, οὐκ ἠπειρώτης, οὐ νησιώτης, ἀλλὰ τρεῖς παρέ‐ | |
συρε καὶ εἴκοσι πόλεις. τοσαύτην ἐρημίαν περὶ Ἴλιον εἰργάσατο. | ||
Prog.8.3.11 | καὶ τὸ μέγιστον, οὐ χρημάτων ἔρως ἔπειθε κινδυνεύειν αὐτόν, οὐ γὰρ αὐτὸς ἐγίνετο τῶν λαφύ‐ ρων κύριος, ἀλλ’ ἰδίους μὲν τοὺς κινδύνους, κοινὰ δὲ τὰ ἆθλα τῶν Ἑλλήνων ἐποίει, καὶ τὸν πλοῦτον τῶν | |
5 | ἀπολωλότων εἶχε τὸ κοινόν. καὶ διὰ ταύτας τὰς εὐπο‐ ρίας οὐ κατελύσαντο τὸν πόλεμον αἰσχρῶς. | |
Prog.8.3.12 | τοῦ νοσήματος δὲ ἐμπεσόντος καὶ τῶν καταλόγων κενουμέ‐ νων ὁ μὲν ἄρχειν ἀξιῶν αὐτὸς ὢν αἴτιος τῶν κακῶν ἐπανόρθωσιν οὐκ ἐζήτει, ἀλλ’ οὐδὲ ὁ δεινότατος Ὀδυσ‐ | |
5 | σεὺς οὐδὲ ὁ σοφώτατος Νέστωρ οὐδὲν ἤλγησαν, ἀλλ’ ὁρῶντες φθειρομένην τὴν στρατιὰν ἡσύχαζον. μόνος δὲ Ἀχιλλεὺς ἐκκλησίαν τε ἐποίει καὶ μάντιν ἐκάλεσε καὶ βοηθεῖν ὑπισχνεῖτο καὶ παρεκάλει πρὸς τὸ θαρρεῖν καὶ οὐ προαπέστη πρὶν εὗρεν ἴασιν τοῖς | |
10 | κακοῖς. | |
Prog.8.3.13 | ἄριστον μὲν οὖν ἦν στεφάνων αὐτὸν καὶ ἀναρρήσεων ἐπὶ τούτοις τυγχάνειν, διὰ δὲ τὴν τῶν εὖ παθόντων ἀγνωμοσύνην προὐπηλακίζετο καὶ τοῦ γέρως ἀπεστερεῖτο κύριος μὲν ὢν κατασχεῖν καὶ τοὺς ἥκον‐ | |
5 | τας ἀποσφάξαι καὶ προσέτι γε τὸν ἀπεσταλκότα, πρᾴως δὲ τῆς Βρισηΐδος ἀποστὰς τοῦ μὴ πάντα συγχέαι. | |
Prog.8.3.14 | οὐ μὴν ἔμεινεν ἐπὶ τοῦ συμμαχεῖν, ἀλλὰ τὴν μὲν ἐπιείκειαν ἔδειξεν ἐν τῷ μὴ φιλονεικῆσαι περὶ τῆς ἀνθρώπου, τὸ δὲ μὴ παροινούμενος φέρειν ἐν τῷ τῆς συμμαχίας ἀποστῆναι. ἔργῳ γὰρ ἐβούλετο διδάξαι τὸν | |
5 | ὑβριστὴν εἰς ὅντινα ὄντα ἡμάρτανε. | |
Prog.8.3.15 | καὶ οὐκ ἔφθη χαλεπήνας καὶ συμμετέστησεν αὑτῷ τὸν Δία, ὥσθ’ ὁ πρότερον μείζω ποιῶν τὰ τῶν Ἑλλήνων καὶ τοῖς βαρ‐ βάροις ἐγκείμενος ἐπὶ τοὺς Ἕλληνας μετὰ βαρβάρων | |
5 | ἐστράτευσε σκηπτοῖς αὐτοὺς ἐξελαύνων καὶ τοῖς ἐξ οὐ‐ ρανοῦ πεμπομένοις βέλεσιν, οἱ δὲ τειχήρεις ἐκεῖνοι καὶ τρέμοντες καὶ οἷς ἤρκει σωθῆναι πῦρ ἐπὶ τὰς τῶν Ἑλλήνων ναῦς ἐκόμιζον καὶ ὅπως αὑτοὺς μὴ λάθωσιν ἀναχθέντες ἐσκόπουν. | |
Prog.8.3.16 | ἐνταῦθα δὴ φαίνεται τοῖς πράγμασιν ὁπόσος ἦν Ἀχιλλεύς. ὡς γὰρ ἔκειτο μὲν τὸ τεῖχος, ἐκεκράτηντο δὲ λαμπρῶς, σωτηρίας δὲ πόρος οὐδαμόθεν ἦν, ἐπὶ τὸν ὑβρισμένον ὁ παροινεῖν τολμή‐ | |
5 | σας καταφεύγει δῶρα τὰ μὲν διδούς, τὰ δὲ ὑπισχνού‐ μενος, εἰς τὸ γένος αὐτὸν εἰσάγων, διὰ τῶν πρεσβευ‐ τῶν ἱκετεύων λῆξαι τῆς ὀργῆς. | |
Prog.8.3.17 | ὁ δὲ οὐκ ἦν ἄρα μειράκιον ῥᾳδίως ἑλκόμενον οὐδ’ ἐξεπλάγη χρυ‐ | |
σίον ἀκούων οὐδὲ πόλεις οὐδὲ αἰχμαλώτους, ἀλλ’ ἐγνωκὼς αὑτὸν καὶ τίς ὢν ἠτιμάζετο τὴν ἀπέχθειαν | ||
5 | ἐφύλαττε, τὰ δὲ τῶν Ἑλλήνων πράγματα καὶ δὴ μᾶλ‐ λον διεφθείρετο. πῦρ μὲν ἐπενέμετο τὴν Πρωτεσιλάου ναῦν, ἐλπὶς δὲ ἦν ἐπὶ πάσας προβήσεσθαι τὸ κακόν, σαφὴς δὲ ὄλεθρος ἐπεκρέματο τοῖς ὅλοις. | |
Prog.8.3.18 | ἐνταῦθα δακρύει μὲν ὁ Πάτροκλος, κάμπτεται δὲ ὁ Πηλέως τοῖς πολλοῖς ἐκείνοις δώροις οὐ μεταπεισθείς. καὶ μέ‐ σην τινὰ ἔρχεται. τοῦ πολέμου μὲν γὰρ οὐ συνεφά‐ | |
5 | πτεται τῇ χειρί, τῇ δὲ μοίρᾳ τῶν Μυρμιδόνων τὴν βοήθειαν ἐπλήρωσε καὶ κοσμήσας τὸν Πάτροκλον τοῖς ὅπλοις τοῖς ἑαυτοῦ τοσοῦτον ἴσχυσε παρεῖναι νομιζό‐ μενος ὥστε ἀναπνεῦσαι μὲν τοὺς Ἕλληνας, περιφόβους δὲ γενέσθαι τοὺς Τρῶας, πολλὴν δὲ τοῖς πράγμασι | |
10 | φανῆναι τὴν μετάστασιν. | |
Prog.8.3.19 | ὡς δὲ ἤκουσεν ἀπεσφά‐ χθαι τὸν Πάτροκλον, μικροῦ μὲν ἑαυτὸν ἀπέσφαξεν, οὕτως ἦν φιλέταιρος καὶ τοσοῦτον ἐποιεῖτο τοῦ συν‐ ήθους λόγον, κωλυθεὶς δὲ ὑπ’ Ἀντιλόχου πρὸς τὸν | |
5 | πόλεμον ἠπείγετο συμπεσεῖν ἐπιθυμῶν τῷ Πατρόκλου σφαγεῖ καὶ ταῦτα εἰδὼς ὡς κοινὸν αὑτοῦ κἀκείνου κατεψηφίζετο θάνατον. ἔδει γὰρ αὐτὸν ἐφ’ Ἕκτορι κεῖσθαι καὶ τοῦτο ἦν βούλημα τῶν Μοιρῶν. ὁ δὲ τὴν τιμωρίαν τοῦ τὸν ἑταῖρον ἀποκτείναντος τιμιωτέραν | |
10 | ἐποιήσατο τῆς ἑαυτοῦ κεφαλῆς. | |
Prog.8.3.20 | καὶ λαβὼν ὅπλα παρὰ Ἡφαίστου, ἦν δὲ ἄρα καὶ τὰ πρότερα τῆς αὐτῆς τέχνης, θεῖα γὰρ ἀμφότερα, μεστὸν μὲν τὸ πε‐ δίον νεκρῶν, μεστὸν δὲ τὸν ποταμὸν ἐποίει ὥστε αὐ‐ | |
5 | τοῦ καὶ τὸν εἰς τὴν θάλατταν ἀνακόπτεσθαι δρόμον, φεύγοντα δὲ τὸν λαμπρὸν ἔδειξε τὸν Πριάμου καὶ μετὰ ταῦτα κείμενον [ἐδείκνυ]. πραξάμενος δὲ τὴν τι‐ μωρίαν διὰ τοῦ φόνου τὸν μὲν ἐκείνου νεκρὸν ᾔσχυ‐ νεν ἑλκύσας, τὸν Πατρόκλου δὲ ἐτίμησεν ἄθλοις. | |
Prog.8.3.21 | ἡκούσης δὲ τῷ Πριάμῳ πανταχόθεν συμμαχίας πάντα ἤλεγξε καὶ τοῦ μηδενὸς ἀπέφηνεν ἄξια Μέμνο‐ νά τε διαφθείρας τὸν Αἰθίοπας ἄγοντα καὶ Πενθεσί‐ λειαν ᾗ γυναῖκες ἠκολούθουν ἀνδρῶν ἐς μάχην φοβε‐ | |
5 | ρώτεραι. | |
Prog.8.3.22 | Ὅσοι μὲν οὖν ἄλλοι τῶν Ἑλλήνων ἐτρώθησαν, οἱ βάρβαροι τοῖς τούτων ηὐδοκίμησαν τραύμασιν, Ἀχιλ‐ λεὺς δὲ ἀποθνήσκων οὐδενὶ ἀνθρώπων περιέθηκε δόξαν. τόξων δὲ Ἀπόλλωνος ἡττηθῆναι καὶ κόσμος τῷ πεπον‐ | |
5 | θότι καὶ τὸ κάλλιστον. τῷ πολέμῳ γὰρ τεθνεὼς περι‐ έθηκε δόξαν. καὶ τὸ Ἴλιον οὐκ ἄνευ τῆς Ἀχιλλέως οἰ‐ κίας ἑάλω. διὰ γὰρ τοῦ Νεοπτολέμου τὸ πᾶν ἐξειρ‐ γάσατο. | |
Prog.8.3.23 | Ἦν τις ἐν τῇ στρατιᾷ ταχύς, ἀλλὰ μετ’ Ἀχιλ‐ λέα, καὶ καλός, ἀλλὰ μετ’ ἐκεῖνον. καὶ τί δεῖ καθ’ ἕκαστον παραβάλλειν Ὁμήρου κηρύξαντος ὡς πάντες μετ’ Ἀχιλλέα δεύτεροι. | |
4 | ||
Prog.8.4t | Ἐγκώμιον Θερσίτου. | |
Prog.8.4.1 | Παραιτησάμενος Ὅμηρον ἔχειν μοι συγγνώμην ὃν ἐκεῖνος εἰπεῖν ἐβουλήθη κακῶς, τοῦτον αὐτὸς ἐγκωμιάζειν ἐπιχειρῶ, Θερσίτην λέγω. πειράσομαι δὲ περὶ αὐτοῦ διαλεχθῆναι μικρὰ καὶ τὸν Ὅμηρον αὐτὸν | |
5 | ἔς τινα παρεχόμενος μάρτυρα. | |
Prog.8.4.2 | Πρῶτον μὲν τοίνυν οὐκ ἐκ φαύλων οὐδὲ ἀνω‐ νύμων ἦν γονέων, εἰ μὴ φαῦλόν τις ἡγεῖται τὸν Ἄγριον καὶ τὸν τούτου πατέρα καὶ τὸν ἐκείνου, ἀλλ’ οὐδεὶς ἂν εὖ φρονῶν. ὥστ’ εἴπερ ἐβούλετο Θερσίτης | |
5 | ἐν τοῖς Ἕλλησι σεμνύνειν ἑαυτὸν ἀπὸ τῶν προγόνων, ὥσπερ ὁ τούτου συγγενὴς Διομήδης, οὐκ ἂν ἠπόρησεν, ἀλλ’ εἶχεν ἂν καὶ αὐτὸς εἰπεῖν· Πορθεῖ γὰρ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο. νῦν δὲ οὐδ’ ὅτε ἠδικεῖτο ὑπ’ Ὀδυσσέως, ἐμνήσθη τῶν | |
10 | πατέρων, ὡς ἄν τις ἀξιῶν αὐτὸς ἀπὸ τῶν αὑτοῦ παρὰ τοῖς ἄλλοις εὐδοκιμεῖν. | |
Prog.8.4.3 | τραφεὶς τοίνυν, ὡς εἰκὸς τὸν ἐκ τοιούτων, καὶ δυνάμενος ἔργων κοινωνεῖν τοῖς ἥρωσι πρεπόντων ἧκε μὲν ἐπὶ τὸν σῦν, ὅτε δὴ καὶ τοὺς ἄλλους ἅπαντας τοὺς ἀρίστους ὁ Μελέαγρος ἐπὶ | |
5 | τὸν τῆς χώρας ἐκεῖνον λυμεῶνα συνῆγεν, ἀπελθὼν δὲ ἐκεῖθεν ἠσθένησέ τε καὶ ἡ νόσος αὐτῷ τὸ σῶμα κατέ‐ βλαψεν. | |
Prog.8.4.4 | οὐ μὴν τήν γε ψυχὴν ἐποίησε χείρονα οὐ‐ | |
δὲ ἐξέβαλεν αὐτῆς οὔτε τὴν ἀνδρείαν οὔτε τὸ δόξης ἐπιθυμεῖν. σημεῖον δέ, τῶν γὰρ Ἀτρειδῶν ἀγειρόντων τὸν ἐπὶ τοὺς βαρβάρους στόλον ἔχων πρόφασιν εὐ‐ | ||
5 | πρόσωπον, εἴπερ ἐβούλετο ῥᾳθυμεῖν, τὴν περὶ τὸ σῶμα τύχην οὐκ ἤνεγκεν οἴκοι μένων περὶ τῶν ἔργων ἀκού‐ ειν, ἀλλ’ ἀφειμένος τῆς ἀπὸ τῶν ὅρκων ἀνάγκης, ἣ τοὺς ἄλλους εἰς τὰς ναῦς ἐνεβίβαζεν, ὥσπερ ἅπαντας ὅρκους ὀμωμοκὼς ἔπλει καὶ παρωξύνετο κατὰ τῶν | |
10 | ἠδικηκότων ὁ χωλὸς καὶ φολκὸς νομίζων δεῖσθαι τὸν πόλεμον ψυχῆς τολμᾶν ἐπισταμένης, ὥστε μοι δοκεῖ καὶ τοὺς ἄλλους εἰς τὴν ἀναγωγὴν ποιῆσαι προθυμοτέρους ὁ τοιοῦτον σῶμα τῷ Τρωικῷ πολέμῳ συνεισφέρων. | |
Prog.8.4.5 | τίς γὰρ οὐκ ἂν ᾐσχύνθη τῶν ἄλλων ἀστρατείαν εἶναι ζητῶν Θερσίτου δοράτων καὶ τραυμά‐ των ἐρῶντος; ἀκούων δέ, ὡς εἰκός, Ὀδυσσέα τε καὶ τὸν Πηλέως τὸν καλὸν αἰσχρῶς ἑαυτοὺς ἐκκλέπτειν | |
5 | τῶν ἀγώνων πειρωμένους καὶ τὸν μὲν σχῆμα κόρης, | |
τὸν δὲ δόξαν μανίας ὑπεισιόντα κατεγέλα τε καὶ λό‐ γους ἔλεγε πρέποντας τῇ τοιαύτῃ κακίᾳ οὐ φθονῶν τῷ μὲν τῆς συνέσεως, τῷ δὲ τῆς ἀνδρείας, ἐπεὶ οὕτω γ’ ἂν ἐφθόνει μὲν Αἴαντι τῷ Τελαμῶνος, ἐφθόνει δὲ | ||
10 | τῷ γλυκυτέρῳ τοῦ μέλιτος Νέστορι. | |
Prog.8.4.6 | ἀλλ’ οἶμαι, τὰ κακὰ τῶν ἔργων μὴ κακίζειν οὐκ εἶχεν. οὐκοῦν οὔτ’ ἀντεῖπεν Ἀχιλλεῖ ποιοῦντι τὸν ἐν τῇ νόσῳ σύλλογον οὔτ’ ἐφήσθη τὴν τιμὴν ἀφαιρεθέντι, ἀλλ’ αὐτῷ τοὐ‐ | |
5 | ναντίον συνάχθεται. οὐ τοίνυν οὐδὲ Ὀδυσσέως τὴν θεωρίαν ἀπάγοντος διαβάλλει τὸν ἑλόμενον. ἀλλ’ ὑπὸ τῶν οὐκ ὀρθῶς πραττομένων ἐκινεῖτο πρὸς λόγους καὶ τὰς κατὰ τῶν ἁμαρτανόντων αἰτίας οὐ δεδιὼς τὰς τύχας ἐνίων οὐδὲ τοὺς μὲν δυναστείαν ἔχοντας κολα‐ | |
10 | κεύων, τοῖς δὲ τοῦ δήμου χαλεπὸς ὢν καὶ προ‐ πηλακίζων καὶ ἐλαύνων ἕκαστον τῶν ἀσθενεστέρων. | |
Prog.8.4.7 | ᾔδει γὰρ ὅτι τούτοις μὲν εἰς τὸ σωφρονεῖν ἀρκεῖ τὸ μὴ τρυφᾶν, τοῖς δὲ ἐν ἀρχαῖς καὶ πλήρεσι τραπέζαις καὶ πλούτοις δεῖ τινος ἔχοντος φρόνημα καὶ παρ‐ ρησίαν συμφέρουσαν, ὃς ἔμελλεν εἴσεσθαι τὰ ἁμαρτα‐ | |
5 | νόμενα καὶ ἐπιπλήξειν καὶ καταβοήσεσθαι καὶ τὰ μὲν διακωλύσειν, τὰ δὲ ἐπανορθώσειν καὶ δείσειν τῶν ἁπάντων μηδέν, μὴ σκῆπτρον, μὴ δεινότητα ἀνδρός, μὴ φίλων πλῆθος, μὴ τοὺς ἐκείνων προβεβλημένους. | |
Prog.8.4.8 | οἷον ὕστερον συνέβη γενέσθαι παρ’ Ἀθηναίοις τὸν Δημοσθένην, ᾧ τὸ κοινῇ συμφέρον πρὸ τῶν αὑτῷ λυσιτελούντων ἐκέκριτο καὶ λέγων οἷς ᾔδει τὸν δῆμον ἀνιάσων μᾶλλον ᾑρεῖτο λυπεῖν ἢ χαρίζεσθαι κακῶς. | |
Prog.8.4.9 | ἐπὶ ταύτης αὑτὸν καὶ Θερσίτης ἔταξε τῆς τάξεως. καὶ πολλαὶ μέν, ὡς εἰκός, ἐκκλησίαι πολλὰς καὶ καλὰς ἐδέξαντο δημηγορίας τοῦ ῥήτορος οὐ βραχέα περὶ με‐ γάλων λέγοντος, ἀλλ’ ἐκτείνοντος πρὸς τὴν χρείαν | |
5 | τοὺς λόγους, πάνυ δ’ ἄξιον ἄγασθαι τοῦτον τὸν καὶ παρ’ Ὁμήρου μνήμης ἠξιωμένον. | |
Prog.8.4.10 | ὁρῶν γὰρ ἐκεῖνος τὸν ἄρχειν ἀξιοῦντα τῶν ἄλλων αἰχμαλώτοις δουλεύ‐ οντα γυναιξὶ καὶ ποτὲ μὲν αἴτιον λοιμοῦ τῷ στρατο‐ πέδῳ γινόμενον, ποτὲ δὲ ἀποκόπτοντα τῆς δυνάμεως | |
5 | τὸν Ἀχιλλέα νῦν μὲν διὰ τὴν Χρύσου, νῦν δὲ διὰ | |
τὴν Βρισέως καὶ σκοποῦντα μόνον ὅπως ὥρας ἀπο‐ λαύοι σωμάτων, εἰ δ’ ἐντεῦθεν ἔτι χεῖρον ἕξει τὰ πράγματα τοῖς Ἀχαιοῖς οὐ προτιμῶντα καὶ ἐν μὲν τῷ φανερῷ μεμνημένον φυγῆς, λάθρα δὲ κατασκευά‐ | ||
10 | ζοντα τὴν μονὴν καὶ τὰ μὲν αὐτὸν λέγοντα, τὰ δὲ διὰ τῶν κολάκων πράττοντα καὶ ποιοῦντα ἔργον μὴ ὅτι βασιλέως, ἀλλ’ οὐδὲ ἰδιώτου χρηστοῦ παρελθὼν μάλα ἀξίοις τοῦ γένους ἐχρήσατο λόγοις τὴν φιλοχρηματίαν εὐθὺς προφέρων, ὃ καὶ παρ’ Ἀχιλλέως εἰς αὐτὸν εἴ‐ | |
15 | ρητο πρότερον. καίτοι πῶς οὐ δεινόν, ὅταν μὲν Ἀχιλ‐ λεὺς λέγῃ, μὴ εἶναι τὸν λόγον ἀνόητον, ὅταν δὲ ἕτε‐ ρος; | |
Prog.8.4.11 | οὐκοῦν τὴν μὲν τοῦ Θερσίτου δικαιοσύνην 〈δεικνύει〉 τὸ τἀληθῆ κατηγορηκέναι, τὴν δ’ ὑπὲρ τῶν κοινῶν φροντίδα τὸ τῆς συμμαχίας ἀποστάντος Ἀχιλ‐ λέως ἀγανακτεῖν, τὸ δὲ ἀνδρεῖον τὸ θαρρούντως ἐπι‐ | |
5 | τιμᾶν τῷ τὴν ἀρχὴν ἔχοντι καὶ τὸ φάσκειν εἶναι τὸν ὑβρισμένον ἐκείνου κρείττονα. | |
Prog.8.4.12 | ὡς δὲ καὶ πόλεσι προσέβαλλε καὶ αἰχμαλώτους ᾕρει δῆλον οἷς περὶ αὑ‐ τοῦ λέγει ποιεῖ. οὐ γὰρ ἂν ἐν τοῖς τἀναντία συνειδό‐ | |
σιν οὕτως ἀναιδῶς ἠλαζονεύετο, ἀλλ’ ἔχων μαρτυροῦντα | ||
5 | τὰ πράγματα σεμνοῖς εἰκότως ἐπὶ τῆς ἐκκλησίας ἐχρῆ‐ το τοῖς λόγοις, πλὴν εἰ μὴ μεμηνέναι φαίη τις αὐτόν. ἀλλ’ οὐχ Ὅμηρός γε τοῦτο ἔφησεν, ἀλλὰ φοξὸν μὲν καὶ ψεδνὴν λάχνην καὶ μακρολογεῖν καὶ τὰ τοι‐ αῦτα εἶπε, τοῦτο δ’ οὐ προσέθηκεν. οὐκοῦν ἅ γε τοῦ | |
10 | μεμηνότος ἐστὶν ὁ σωφρονῶν οὐκ ἄν ποτε πάθοι. εἷς οὖν ἦν τῶν τοῖς πολεμίοις φοβερῶν ὁ Θερσίτης, εἴ γε τοὺς υἱοὺς ἐκείνων δεσμίους ἦγεν. | |
Prog.8.4.13 | εἰ δὲ μὴ οὕτω ταῦτ’ εἶχεν, ἀλλ’ ἦν παντάπασιν ἄχρηστος, οὐκ ἂν ἧκε τὴν ἀρχὴν οὐκ ἐῶντος τοῦ Διομήδους· εἰ δὲ καὶ τοῦτο παρώφθη, ταῖς γε ἐκκλησίαις οὐκ ἂν | |
5 | ἐνοχλεῖν ἐπέτρεπεν οὐδὲ τὰ μὴ προσήκοντα αὑτὸν ἐγ‐ κωμιάζειν εἰδὼς ὅτι καὶ αὐτὸς ἂν μετεῖχε τῆς αἰσχύ‐ νης. | |
Prog.8.4.14 | φέρε δή, τί τούτοις ἦν τοῖς λόγοις χείρων τοῦ Νέστορος; μᾶλλον δέ, πῶς οὐ βελτίων; ὁ μὲν γὰρ ἀμφοτέρους θεραπεύει, τόν τε ἠπειληκότα καὶ τὸν ὑβρισμένον, καὶ οἶδε μὲν ἅπαντα καλῶς, εἰπεῖν δὲ ἃ | |
5 | φρονεῖ καθαρῶς οὐ τολμᾷ. | |
Prog.8.4.15 | Θερσίτης δὲ οὐδὲν προ‐ καλυψάμενος πρὸ τῆς τύχης τὴν ἀρετὴν ἄγει. καὶ ταῦ‐ τα ἔλεγεν οὐ ζηλοτυπῶν αὐτὸν τῆς Βρισηΐδος, ἀλλ’ ὁρῶν ἃ συμβήσεται μὴ συμπολεμοῦντος Ἀχιλλέως, ἃ | |
5 | καὶ αὐτὸς Ὅμηρος διηγεῖται. φαίνετ’ οὖν ἡ παρρησία παρὰ τῷ Θερσίτῃ μείζων ἢ παρὰ τῷ Νέστορι τῷ γε‐ νεᾶς βασιλεύοντι τρίτης. | |
Prog.8.4.16 | οὔκουν ἐμίσει μάλιστα τὸν Ἀχιλλέα, ἀλλ’ ἐκεῖνον μέν, ὡς εἰκός, ὀγκού‐ μενον κατεμέμφετο, τοῖς δ’ ἄλλοις, ὁπότε καιρὸς ἦν, ὑπὲρ ἐκείνου προσέκρουεν οὐδένα ὑπ’ οὐδενὸς τό γε | |
5 | αὑτοῦ μέρος ἐῶν ἀδικεῖσθαι. | |
Prog.8.4.17 | καὶ ὅτι γε ηὐδοκίμει λέγων, ἐμαρτύρησαν οἱ Ἕλληνες οὔτε ἐκβαλεῖν μεταξὺ λέγοντα δεῖν εἰπόντες οὔτε δίκην ἀπαιτῆσαι τῶν εἰ‐ ρημένων ὡς ἄν, οἶμαι, μετ’ ἀληθείας εἰρημένων. ἀλλά | |
5 | τις ἦν ὁ παροινῶν, ὁ ῥήτωρ εἶναι βουλόμενος, ὁ δα‐ κνόμενος τῷ ῥεύματι τῶν τοῦ Θερσίτου λόγων καὶ ῥή‐ ματι διαβάλλων τὴν τέχνην. | |
Prog.8.4.18 | ἀμφοτέρους τοίνυν ἔλαβε μάρτυρας ἀνὴρ ἐκεῖνος τοῦ δικαίως κεχρῆσθαι τοῖς λόγοις, τόν τε πλήξαντα ἐκεῖνον καὶ τὸν Ἀγαμέ‐ μνονα, τὸν μὲν τῷ σιγῆσαι, τὸν δὲ αὐτῷ τῷ πλῆξαι. | |
5 | τοῦ γὰρ μηδὲν αὐτὸν ἔχειν ἐλέγχειν ὁμολογία τοῦτό γε ἦν, οὐ δὴ τοῦ πεπονθότος τοῦτο ψόγος, ἀλλὰ τοῦ δράσαντος. | |
Prog.8.4.19 | καὶ μέμφοιτ’ ἄν τις εἰκότως ὑπὲρ μὲν τοῦ σώματος τὴν τύχην, ὑπὲρ δὲ τῆς ἀσελγείας τὸν παραβάντα τοὺς τῆς Ὕβρεως νόμους. Θερσίτης δὲ καὶ ταύτῃ θαυμάζοιτ’ ἄν, ὅτι πάσχων κακῶς ἠπίστατο φέ‐ | |
5 | ρειν καὶ οὐκ ηὐτομόλησε παρὰ τοὺς πολεμίους, οὓς καὶ ἐπῆρεν ἂν καὶ θρασεῖς ἐποίησε πάντα ἐξαγγείλας τὰ τῶν Ἑλλήνων ἀπόρρητα. | |
7 | ||
Prog.8.5t | Ἐγκώμιον Δημοσθένους. | |
Prog.8.5.1 | Εἰ μὴ Δημοσθένην ἐπαινεσόμεθα, παρ’ οὗ γέ‐ γονεν ἡμῖν τὸ δύνασθαι λέγειν, πάντων ἀδικώτατα πράξομεν. | |
Prog.8.5.2 | Εὐθὺς τοίνυν ἐκεῖνο μέγιστόν ἐστιν εἰπεῖν, ὅτι γενόμενος ἐξ ἀρίστης πόλεως ἄξιον αὑτὸν τῆς ἐνεγκού‐ σης ἔδειξεν. Ἀθηναῖος μὲν γὰρ ἁνήρ, πόλεως πρεσβυ‐ τάτης καὶ θεοφιλεστάτης, θεοῖς μὲν ἐμβαλούσης ἔρωτα, | |
5 | δεξαμένης δὲ παρ’ ἐκείνων δωρεάς, κοινωσάσης δὲ τὰ δοθέντα τῷ 〈θνητῷ〉 γένει, μακρὸν λέγειν ναυμαχίας, πε‐ ζομαχίας, νίκας, τρόπαια καὶ πάντα τὰ Ἀθηναίων καλά. | |
Prog.8.5.3 | τεχθεὶς δὲ παρ’ ἐκείνοις ἐκ πατρὸς ἐπιεικοῦς καὶ τὸν βίον ἀπὸ τῶν δικαίων ποιουμένου τύχῃ μὲν βλάπτεται, γνώμῃ δὲ πρὸς τὴν τύχην ἵσταται. κατα‐ λειφθεὶς μὲν γὰρ ἐν ὀρφανίᾳ καὶ παρούσης ἐξουσίας | |
5 | εἰς τὸ ῥᾳθυμεῖν οὐκ ἔμεινεν ἐν ἀπαιδευσίᾳ, τοῦτο δὴ τὸ τῶν ἐνταῦθα ἡκόντων, οὐδ’ ἐπειδὴ τὸν ἐπιτάξοντα οὐκ εἶχε, διὰ τοῦτο πρὸς ῥᾳστώνην ἔδραμεν, ἀλλ’ ἀντὶ τοῦ πατρὸς ἑαυτῷ καταστὰς εἴχετο πόνων. καὶ τῶν ἐπιτρόπων τὰς ἁρπαγὰς νέος μὲν ὢν διήνεγκεν, ἀνὴρ | |
10 | δὲ γενόμενος διήλεγξεν οὕτω καλοὺς λόγους ὑπὲρ τοῦ δικαίου συνθεὶς ὥστε καὶ τοὺς πρεσβυτέρους τῶν τότε ῥητόρων ἐν θαύματι καθεστάναι. | |
Prog.8.5.4 | τὸ δὲ κάλλιστον τῶν ἐν ἐκείνοις τοῖς πράγμασιν, οὐ γὰρ ὅσων ἀπέδει‐ ξεν ἀπεστερημένος εἰσεπράξατο, ἀλλ’ ἐπὶ τοῖς ἐλέγχοις πρᾷος ἐγίνετο μικρὰ μὲν λαβών, ἀφεὶς δὲ τὰ πλείω. | |
5 | τῇ μεγαλοψυχίᾳ τοίνυν ἀφ’ ἑστίας χρησάμενος αὐτὸς | |
ἦν ἐν τοῖς κοινοῖς χορηγῶν, εἰσφέρων, τριηραρχῶν. | ||
Prog.8.5.5 | ἐν δὲ χορηγιῶν μνήμῃ δίκαιον μηδ’ ἐκεῖνο παρελ‐ θεῖν· ἐφειστήκει μὲν γὰρ τὰ Διονύσια, χορηγὸς δὲ οὐκ ἦν τῇ Πανδιονίδι φυλῇ, ταραχὴ δὲ ἦν ἐν τῷ δήμῳ καὶ τῷ δοκεῖν ἠμελῆσθαι παρὰ τῆς πόλεως τὸν θεόν. | |
5 | ὁ δ’ ἑκὼν ὑποστὰς 〈τὸ〉 τέλος ἀνεῖλε τὰ δυσχερῆ. | |
Prog.8.5.6 | Μικρὰ ταῦτα, τὴν προαίρεσιν εἴ τις ἐξετάζοι μεθ’ ἧς ἥψατο τοῦ βήματος. ἴδοι δ’ ἄν τις τὸν Δημο‐ σθένην καλῶς, εἰ πρότερον σκέψαιτο τὸν Φιλίππου τρόπον. ἐκεῖνος προσέθηκε μηχανὴν τοῖς Ἕλλησι χαλε‐ | |
5 | πωτάτην τὴν διὰ τῶν χρημάτων. οὐ γὰρ ὁπλίτας συν‐ έστησεν ἐπ’ αὐτοὺς καὶ στρατόπεδα καὶ δι’ ἀγώνων ᾕρει τὰς πόλεις, ἀλλ’ ἐδίδου χρυσίον, ὠνεῖτο τοὺς προεστηκότας καὶ δι’ ἐκείνων εἶχε τὰς πόλεις. | |
Prog.8.5.7 | καὶ τοῦ νοσήματος κατασχόντος τὴν Ἑλλάδα καὶ τῶν ἑκα‐ σταχοῦ πολιτευομένων δεχομένων ἐπὶ ταῖς πατρίσι Δημοσθένης μόνος οὐχ ὑπέσχε τὴν χεῖρα, ἀλλ’ ὁρῶν | |
5 | ἑτέρους πλουτοῦντας αὐτὸς εἰ σώζοι τὴν ἑαυ‐ τοῦ, κέρδος ἡγεῖτο καὶ διὰ τῆς φωνῆς ἀνθίστατο τῷ διδόντι, τοῖς λαμβάνουσι, τῷ δήμῳ τὸν μὲν ἀποκρουό‐ | |
μενος, τῶν δὲ ἐλέγχων τὴν πονηρίαν, τῶν δὲ αἰτιώ‐ μενος τὴν ῥᾳθυμίαν. | ||
Prog.8.5.8 | ἐπῄει Φίλιππος Ὀλυνθίοις, ὁ δὲ ἀνίστη τοὺς Ἀθηναίους ἐπὶ τὴν σωτηρίαν τῶν ἀποί‐ κων πυκναῖς δημηγορίαις. καί, τὸ Δημοσθένους μέρος, οὐχ εἷλεν ὁ Φίλιππος Ὄλυνθον, Εὐθυκράτους δὲ ἡ | |
5 | μισθαρνία τὴν τούτου σπουδὴν διέφθειρε. | |
Prog.8.5.9 | πάλιν πρεσβεύων ὡς τὸν Φίλιππον ἐμίσει τὸν τύραννον καὶ ἐμισεῖτο παρ’ αὐτοῦ χαριζόμενος οὐδέν, φεύγων τὰ λήμματα καὶ μέχρι τῶν ξενίων. προὐδίδοσαν ἕτεροι | |
5 | τὴν Θρᾴκην μέλλοντες, ὁ δὲ ἐβόα· σπεύδωμεν. πάλιν Φωκέας ἔπειθεν Αἰσχίνης ψευδόμενος, ὁ δὲ ἐκώλυε. καὶ Φωκεῖς ἦσαν ἄν, εἰ μὴ τὴν ἀλήθειαν τῶν παρ’ ἐκείνου λόγων ἡ τῶν ἐλπίδων ἐνίκησεν ἡδονή. | |
Prog.8.5.10 | ἀλλ’ οὐδὲ ἀνῃρημένων Φωκέων ἡσύχαζεν, ἀλλ’ ἔκρινεν ὃν ἡγεῖτο Φιλίππῳ παραδεδωκέναι τὰς πόλεις. ὁ δὲ πάλιν ἐφενάκισε καὶ πονηρὸς ὢν ἀπέφυγεν. οὐ μὴν διὰ τοῦ‐ | |
5 | το Δημοσθένης ἀγανακτήσας ἀπέστη τῶν κοινῶν, ἀλλ’ ἐφύλαττε διὰ τέλους τὴν τάξιν πόνους τῷ Φιλίππῳ παρέχων καὶ τριβὴν ἐμποιῶν. | |
Prog.8.5.11 | εἰς Πελοπόννησον παρεδύετο καὶ πρεσβείᾳ Δημοσθένους ἐξηλαύνετο. τῆς Εὐβοίας ἥπτετο καὶ πρεσβείαις ὁμοῦ καὶ στόλῳ ἐξ‐ εκρούετο. διὰ μὲν Δημοσθένην ὁ δῆμος ἐκινεῖτο, διὰ | |
5 | δὲ τὸν δῆμον αἱ πόλεις ἐλεύθεροι, Βυζάντιον, Χερρό‐ νησος, Πέρινθος. δι’ ἐκεῖνον οὐκ ἐξέπεσεν ἡ πόλις τῆς θαλάττης. ὁ γὰρ τὸ ναυτικὸν διαφθειρόμενον ἐπαν‐ ορθώσας τῷ νόμῳ καὶ τὸ πλεῖν Ἀθηναίοις δέδωκε καὶ τὸ κεκτῆσθαι τὴν θάλατταν. | |
Prog.8.5.12 | συστήσας τοί‐ νυν οὕτω τὸ ναυτικὸν ἐξήρπασεν αὐτὸ τοῦ πυρὸς ὃ προσῆγεν Ἀντιφῶν. οὗτος γὰρ ἧκε μὲν ἐπὶ τῷ καῦσαι τὰς ναῦς, ἐξῃρέθη δὲ πρὶν ἐμβαλεῖν ὑπὸ τοῦ Δημο‐ | |
5 | σθένους. μόνος γὰρ ἐκεῖνος ὑπὲρ τῶν κοινῶν ἄγρυπνος ἦν καὶ διετέλει γράφων, λέγων, πρεσβεύων, προϊέμενος οἴκοθεν, οὐ λαμβάνων κατὰ τῆς ἐνεγκούσης. | |
Prog.8.5.13 | οὕτως οὐ μόνον ἔσωζε τὴν πόλιν, ἀλλὰ καὶ ὅπως μὴ τὴν χείρω λάβοι δόξαν ἐπραγματεύετο. Πύθωνος γὰρ ἥκον‐ τος ἐπὶ τῷ δεῖξαι τὴν πόλιν ἀδικοῦσαν ἠναντιώθη καὶ | |
5 | τοὺς Φιλίππου φίλους οἳ παρῆσαν μάρτυρας τῇ πόλει κατέστησε τοῦ βελτίονος λόγου. | |
Prog.8.5.14 | πολλὰς μὲν ἐποιή‐ σατο τὰς πρεσβείας, πανταχόθεν δὲ νικῶν ἀπῆλθε πολ‐ | |
λὰς μὲν κρίσεις, ἀεὶ δὲ συκοφαντούμενος ἀπεδείχθη Δημοσθένης. οὐκ ἐφῆκε Φίλιππον προσελθεῖν τοῖς | ||
5 | τείχεσιν, ἀλλ’ ἔστησεν ἐν Χαιρωνείᾳ τὸν κίνδυνον τὴν Θηβαίων πόλιν Ἀθηναίοις προσθεὶς διὰ πρεσβείας, ἣν ἐλπὶς ἦν συνεπιστρατεύσειν ἐπ’ Ἀθήνας τῷ Φιλίππῳ, καὶ μοῖραν τηλικαύτην ἀπέκοψε τοῦ πολεμίου, προσέ‐ νειμε δὲ τοῖς πολίταις. καὶ ταῦτα εἰκότως εἶχε προ‐ | |
10 | νοεῖν. κρατήσας γὰρ οἴνου καὶ τὴν ψυχὴν ἐλευθερώσας τῆς ἐκεῖθεν ταραχῆς κατὰ πολλὴν ὀξύτητα τῶν φρενῶν ᾔδει τὸ δέον. | |
Prog.8.5.15 | θαυμαστὸς ὁ Περικλῆς, ἀντηγωνίζετο γὰρ τοῖς Λακεδαιμονίοις, τοῖς Ἀργείοις, τοῖς Μεγα‐ ρεῦσι τοῖς οὐκ ἀναμίξασι προδοσίαν πολέμοις, ὁ δὲ ἀντηγωνίζετο ταῖς Φιλίππου τέχναις, τοῖς δώροις, ταῖς | |
5 | ἀπάταις, ταῖς ἐπιορκίαις δι’ ὧν ἐκεῖνος εἶχε τὰς πό‐ λεις πρὶν ὃ βούλεται δηλῶσαι. | |
Prog.8.5.16 | Θεμιστοκλῆς κρείτ‐ των ἐφάνη τοῦ Πέρσου, τρυφῶντος ἀνθρώπου καὶ ἐκ‐ λελυμένου καὶ παραπαίοντος καὶ τῶν συμφερόντων οὐδὲν εἰπεῖν δυναμένου, ὁ δὲ κρείττων ἐγένετο τῶν | |
5 | Φιλίππου καὶ πόνων καὶ χρημάτων. | |
Prog.8.5.17 | καὶ ὁ μὲν ἐκολάκευσε τὸν βάρβαρον καὶ ἐνεχείρισεν ἑαυτὸν | |
τῷ Μήδῳ καὶ δεσπότην ἐποιήσατο τὸν δυσμενῆ, Δη‐ μοσθένης δὲ ὡς ἔγνω τὴν τύχην Μακεδόνων γεγονυῖαν, | ||
5 | οὐδὲν ἀνάξιον τῶν βεβιωμένων ὑπέμεινεν, ἀλλ’ ἐπειδὴ δυοῖν θάτερον ἐχρῆν, ἢ θεραπεῦσαι Μακεδόνας ἢ προαπελθεῖν, μετέστησεν ἑαυτὸν τοῦ βίου φαρμάκῳ θαύματος μὲν ἀξίως βιούς, ἐφάμιλλον δὲ τῷ βίῳ τὴν τελευτὴν δεξάμενος. | |
9 | ||
Prog.8.6t | Ἐγκώμιον δικαιοσύνης. | |
Prog.8.6.1 | Δικαιοσύνην καλὸν μὲν ἐπιτηδεύειν, καλὸν δὲ ἐγκωμιάζειν. περὶ ἧς τί μεῖζον εἴποι τις ἂν ἢ ὅτι θεοῖς ἐστι φίλη καὶ ταύτην ἀσκοῦσι καὶ ταύτῃ συζῶσιν. ἐν μὲν γὰρ τοῖς ἑτέροις διεστήκασι καὶ τῷ μὲν ὅπλων, | |
5 | τῷ δὲ χαλκείων, τῷ δὲ γάμων μέλει, δίκαιοι δὲ πάν‐ τες εἶναι βούλονται καὶ εἰσίν. | |
Prog.8.6.2 | ὁ δὲ Ζεὺς καὶ πάρ‐ εδρον ποιεῖται τὴν Δίκην ὡς οὐκ ἂν ἄλλως κάλλιον διοικήσων οὔτε τὴν ἐν οὐρανῷ βασιλείαν οὔτε τὰ ἐν τῇ γῇ πράγματα. τῶν δ’ αὖ ἡμιθέων ὅσοι τὸν αὑτῶν | |
5 | βίον τοιοῦτον παρέσχοντο, ζῶντες ὁμοίως καὶ μετα‐ στάντες εὐδαιμονέστερον διαιτῶνται. | |
Prog.8.6.3 | τίς γὰρ οὐκ ἀκήκοε περὶ Μίνωος ὡς ὑπὸ γῆν κάθηται τοῖς ἀπιοῦσι δικαστὴς τοῖς μὲν ὁσίως βεβιωκόσιν ἆθλα διδούς, τοὺς | |
δὲ πονηροὺς πέμπων εἰς τὸ τῆς τιμωρίας χωρίον; Αἰ‐ | ||
5 | ακὸς δὲ ὁμοπάτριος μὲν ἀδελφὸς τούτου, γενόμενος δὲ οὐ χείρων τὴν γνώμην πλέον ἴσχυσε τῆς κοινῆς τῶν Ἑλλήνων ἀτυχίας καὶ τὸν ἐκ τῶν αὐχμῶν λιμὸν ἔλυ‐ σεν εὐχαῖς. | |
Prog.8.6.4 | Καὶ τί δεῖ περὶ τὰ παλαιὰ διατρίβειν ἔτι καὶ νῦν τοῦ πράγματος εὐδοκιμοῦντος; πρῶτον μὲν τοί‐ νυν θεοῖς οἱ τοιοῦτοι φίλοι, φίλοι δὲ ὄντες εἰκότως ἂν καὶ τυγχάνοιεν τῶν παρ’ ἐκείνων ἀγαθῶν, σωτη‐ | |
5 | ρίας, ὑγείας, πλούτου, τῶν ἄλλων ὅσα κάλλιστα καὶ μέγιστα νομίζεται. | |
Prog.8.6.5 | εἰ δὲ δὴ καὶ πένησιν εἶναι συμ‐ βαίη τοῖς τοιούτοις, ἥ γε ἐπὶ τῆς ψυχῆς δικαιοσύνη τὴν ἄκραν αὐτοῖς εὐδαιμονίαν παρέχει. οἷς γε μᾶλλον τῶν χορηγούντων καὶ χρήματα ἐπιδιδόντων ἐπαινεῖσθαι καὶ | |
5 | θαυμάζεσθαι παρὰ τῶν πολιτῶν ὑπάρχει. καὶ ὅπερ Ὅμηρος ἔφησε περὶ τῶν δεινῶν εἰπεῖν, ὅτι θεοῖς παρα‐ πλήσιοι δι’ ἀγορᾶς ἔρχονται, τοῦτ’ ἄν τις δικαιότερον ὑπὲρ τῶν δικαίων εἴποι. τούτους γὰρ ὡς ἀληθῶς ἅπαντες αἰδοῦνται καθάπερ δαίμονας. | |
Prog.8.6.6 | σύλλογός τίς ἐστι καὶ βουλὴ περὶ συμμαχίας. τοῖς τούτων λόγοις οἱ καθήμενοι προσέχουσιν. οὐ γὰρ διαβάλλει τὴν γνώμην ὑποψία χρημάτων. πρεσβείαν ὁ καιρὸς καλεῖ. τούτους | |
5 | χειροτονοῦσι καὶ πέμπουσιν εἰδότες ὡς οὐχ οὕτω πολλὰ δώσουσιν οἱ πολέμιοι, δι’ ἃ προήσονται τὸ τῶν πραγ‐ μάτων συμφέρον. ἀλλὰ καὶ τὰς δυνάμεις οὐχ ἑτέροις ἐγχειρίζουσιν οἵ γε σώζεσθαι βουλόμενοι νομίζοντες μεῖζον ἰσχύσειν τοῦ στρατοπέδου τὴν γνώμην τοῦ στρα‐ | |
10 | τηγοῦ. | |
Prog.8.6.7 | τίς οὐκ ἂν εὔξαιτο τῷ τοιούτῳ κηδεῦσαι; τίς οὐκ ἂν τὴν τούτου διώξειε φιλίαν; τίνι δὲ οὐκ αἰσχύνη τῷ τοιούτῳ πολεμεῖν; ὁ δίκαιος κατηγορῶν πιστεύεται καὶ κρινόμενος ἀποφεύγει καὶ μαρτύρων οὐ | |
5 | δεῖται πολλῶν μαρτυροῦντος τοῦ τρόπου. δικαζομένῳ δὲ εἰ μαρτυρήσειε, κατὰ τοῦτο ἡ ψῆφος ἐξηνέχθη. θεωρίαν δὲ εἰ δεήσειε πέμπειν, τίς ἂν αἱρεθείη πρὸ τοῦ δικαίου; δῆλον γὰρ ὡς τὰ διὰ τούτου γινόμενα κεχαρισμένα τοῖς θεοῖς. | |
Prog.8.6.8 | καὶ μὴν οἵ γε ἀμφισβη‐ τοῦντες ἢ περὶ γῆς ἢ περὶ χρημάτων τοὺς ἀποδεδειγ‐ μένους δικαστὰς ὑπεριδόντες ἐπὶ τούσδε καταφεύγουσι. τούτοις καὶ ἡ γῆ φέρει καρποὺς καὶ γυναῖκες τίκτουσι, | |
5 | τούτοις ἡδέως ἄν τις γένοιτο σύμπλους ὡς καὶ τῆς | |
θαλάττης κηδομένης τοῦ πλοίου τοῦ τὸν δίκαιον φέ‐ ροντος. οὗτος ὅλῃ πόλει σωτήριος οὐ μόνον τὰ βέλ‐ τιστα συμβουλεύων, ἀλλὰ καὶ πολεμίων παύων θυμόν. καί τις ἂν ὅλῃ πόλει τὰς αἰτίας ἀφείη τὸν δίκαιον | ||
10 | αἰδεσθείς. | |
Prog.8.6.9 | οὐ μὴν οὐδὲ γαστρὶ δουλεύοιεν ἂν οἱ δίκαιοι δεδοικότες μὴ φθείρῃ τὸν τρόπον ἡ πλησμο‐ νὴ καὶ τῶν κεκριμένων καλῶν ἐκβάλῃ καὶ πρὸς τὰς ἀτόπους ἡδονὰς ἑλκύσῃ. ζῶντες δὲ ἐν τοιαύτῃ διαίτῃ | |
5 | καὶ διαφύγοιεν ἂν νόσους. οἶμαι δ’, εἰ καὶ λῃσταὶ προσπεσόντες ἀφέλοιεν τὰ ὄντα, πολλοὺς ἔσεσθαι τοὺς δώσοντας καὶ τοσαῦτα καὶ πλείω κέρδος αὑτῶν ἡγου‐ μένους τὴν δόσιν. | |
Prog.8.6.10 | οἱ μὲν οὖν ἄλλοι πλουτήσαντες κακῶς καὶ χαρισάμενοι ταῖς ἡδοναῖς ἐν τῷ βίῳ δεδιό‐ τες εἰς Ἅιδου πορεύονται τῶν ἐνταῦθα κακῶν ἐκεῖ τὰς δίκας εἰδότες γινομένας, ὁ δέ γε δίκαιος χαίρων μεθί‐ | |
5 | σταται καλῶν ἀποδημίαν τὴν τελευτήν, κήπους καὶ | |
ἄνθη καὶ αὔρας ὀνειροπολῶν, καὶ ἀπελθόντος διαρκεῖ τοὔνομα καθάπερ Ἀριστείδου τοῦ Λυσιμάχου. | ||
Prog.8.6.11 | καὶ μόνοις τοῖς δικαίοις καλὰ μὲν τὰ τῇδε, καλλίω δὲ τὰ ὑπὸ γῆν. καὶ θάπτονται μὲν σὺν ἐπαίνοις, χωροῦσι δὲ παρὰ φίλους τοὺς ἐκεῖ θεοὺς τοῖς παισὶν οἱ μὲν κατα‐ | |
5 | λιπόντες μετὰ χρημάτων τὴν παρὰ πάντων εὔνοιαν, οἱ δ’ αὖ τὴν εὔνοιαν ἀντὶ χρημάτων. | |
Prog.8.6.12 | ὁ ἀριστεὺς ἂν μὴ δίκαιος ᾖ, ταῖς χερσὶ καὶ κατὰ τῶν πολιτῶν ἂν χρήσαιτο. ὁ ῥήτωρ ἂν δικαιοσύνης ἀμελῇ, συμφορὰ τοῖς χρωμένοις ἐστί. σωφροσύνη δὲ οὐδ’ ἂν γένοιτο | |
5 | τὴν ἀρχὴν μὴ δικαιοσύνης ἡγουμένης. καὶ ὅλως τὰ μὲν ταύτης κεκοινωνηκότα καὶ τοὺς κεκτημένους καὶ τοὺς ἄλλους ἂν ὠφελήσειε, τὰ δὲ ἐστερημένα καὶ τοῖς ἔχου‐ σι κακὰ καὶ ὅσοι τούτοις συζῶσιν. | |
8 | ||
Prog.8.7t | Ἐγκώμιον γεωργίας. | |
Prog.8.7.1 | Φθάσας ἡμᾶς Ἡσίοδος ἐπῄνεσε τὴν γεωργίαν ὁμοίᾳ τε καὶ ἴσῃ σπουδῇ χρησάμενος περί τε θεῶν γενεαλογίαν καὶ τὰ περὶ γῆν παιδεύματα. δῆλον γὰρ ὅτι μέγα τε καὶ ἀγαθὸν ἡγούμενος τῆς αὑτοῦ μούσης | |
5 | ἠξίωσε. | |
Prog.8.7.2 | πῶς γὰρ ἂν εἴη μικρὸν ὑπὸ τοιούτων καὶ τηλικούτων θεῶν συμπεπορισμένον; ἀκούεις γὰρ ὡς Ἀθηνᾶ βοῦν τε ἤγαγεν ὑπὸ ζυγὸν καὶ ἄροτρον ἔδωκεν ἀνθρώποις, Διόνυσος δὲ τὴν τῆς ἀμπέλου χάριν ἔφηνε, | |
5 | πυροὶ δὲ καὶ κριθαὶ Δήμητρος δόσις. ἐλαία δὲ ὡς Ἀθηνᾶς ἱερὸν καὶ εὕρημα τῆς θεοῦ τὸ φυτόν, ἐν τῇ πρὸς Ποσειδῶ κρίσει 〈τῇ〉 περὶ τῆς Ἀττικῆς ἐδηλώθη. | |
Prog.8.7.3 | ἕως μὲν οὖν ἡ τέχνη τῆς γεωργίας ἀπῆν, οὐδὲν διέφερεν ὁ τῶν ἀνθρώπων βίος τοῦ τῶν θηρίων οὐδὲ πόλεων ἦσαν κατασκευαὶ οὐδὲ τάξις πολιτείας οὐδὲ νόμων θέ‐ | |
5 | σις, ἀλλὰ χάριτι τὸ δίκαιον ἐκρίνετο καὶ ὁ ἀσθενὴς ὑπὸ τοῦ ἰσχύοντος εἵλκετό τε καὶ ἤγετο. γεωργίαν δὲ ἡγοῦμαι συναγαγεῖν τε ἀνθρώπους καὶ ἄστη κτίσαι καὶ ὁμόνοιαν ἐμφυτεῦσαι καὶ τὰ διάφορα ἐκεῖθεν ὑπὸ τῶν νόμων λύεσθαι. | |
Prog.8.7.4 | Μυρία μὲν οὖν ἐπιτηδεύματα κατὰ ἀνθρώπους, ἄριστον δὲ ἡ γεωργία. τὸ γὰρ μέγιστον κέρδος δίδωσι τοῖς γεωργοῦσι. τοῦτο δέ ἐστιν αὐτοὺς ἀγαθοὺς εἶναι. ἀνὴρ γὰρ ἀρούρᾳ προσκείμενος καὶ περὶ τὴν | |
5 | γῆν ἐσπουδακὼς πόρρω μὲν ἀγορᾶς καὶ τῆς ἐν ἀγορᾷ φιλονεικίας, πόρρω δὲ δικαστηρίων καὶ τῶν ἐν δικα‐ | |
στηρίοις συκοφαντιῶν, πόρρω δὲ ἐκκλησίας καὶ τῶν ἐπ’ ἐκκλησίας θορύβων, οὐ γραφόμενος, οὐ ψευδόμε‐ νος, οὐ φεύγων, οὐ τὰ ψευδῆ μαρτυρῶν, οὐ τὴν ἴσην | ||
10 | ἀνταπόδοσιν ἀπαιτῶν, οὐκ ἐργαζόμενος χρήματα ἐξ ὧν ἕτερον συμφοραῖς περιέβαλλεν, ἀλλὰ σπείρας καὶ τὰ ἄλλα ποιήσας ὁπόσα περὶ τὰ φυτὰ περιμένει τὰς ὥρας καὶ τὸν ἐκεῖθεν πόρον, μετὰ μὲν εὐχῶν καταβάλλων τὰ σπέρματα, τῶν δὲ καρπῶν ἀπαρχόμενος τοῖς δεδω‐ | |
15 | κόσι θεοῖς, φιλοπραγμοσύνης ὅτι πλεῖστον ἀπέχων ἅτε ἐν βουσὶ καὶ προβάτοις καὶ αἰξὶ διατρίβων, ὥστε μοι δοκοῦσι καὶ ῥᾷον τυγχάνειν τῶν θεῶν, ἡνίκα ἂν αὐ‐ τοὺς καλῶσιν αἰτοῦντες ἑαυτοῖς ἀγαθά, οὐ γὰρ δὴ ἑτέροις κακά. | |
Prog.8.7.5 | Καὶ μὴν καὶ σωφροσύνην παρὰ τοῖς γεωργοῦσι μάλιστα ἂν εὕροιμεν. οὐ γὰρ δὴ ἑταῖραι καὶ κῶμοι καὶ προαγωγοὶ καὶ μέθαι πρὸς Ἀφροδίτην αὐτοὺς ἐρεθίζουσιν, οὐ γὰρ ἀγρῶν ταῦτα ἐπιχώρια, προσέχουσι | |
5 | δὲ τὸν νοῦν τῇ γυναικὶ καὶ τὰς δικαίας ἐπίστανται μόνον μίξεις τὰς ὑπὲρ παίδων γονῆς. | |
Prog.8.7.6 | εἰ δὲ ἀνδρείας ἐστὶ θάλπους ἐνεγκεῖν καὶ ψύχους ὑπερβολήν, γεωρ‐ | |
γοῖς ἀεὶ ἀνάγκη πρὸς ταῦτα μάχεσθαι. οὐ γὰρ δὴ ὑποροφίοις οὖσιν ἀνύοιτ’ ἂν τὸ ἔργον, ἀλλ’ ἀνάγκη | ||
5 | πονεῖν ὑπαιθρίοις θέρους τε καὶ χειμῶνος. | |
Prog.8.7.7 | Ὅταν οἱ φιλοσοφοῦντες πονῶσιν, ὀλίγοι δὲ οὗ‐ τοι, σφόδρα ἀξιοῦσι τιμᾶσθαι, καὶ μὴν σοφίας γε οὐ μικρὸν μέρος ἔρχεται εἰς γεωργίαν. ἢ γὰρ οὐ σοφίας τὸ ἐπιστήμονας εἶναι τῶν ἄστρων; γεωργὸς τοίνυν ἂν | |
5 | μή τι εἰδῇ περὶ πλειάδων καὶ τῶν ἄλλων ἃ εἰ‐ δότι αὐτῷ λυσιτελήσει, τὸ μὲν ὄνομα αὐτῷ γεωργὸς ἂν εἴη, τοῦ δὲ ἔργου πλεῖστον διαμαρτάνοι, καὶ ἀπολ‐ λύοιτ’ ἂν αὐτῷ ξύμπας ὁ μόχθος οὐ τοῦ καιροῦ τυγχάνων. | |
Prog.8.7.8 | Τοιοῦτοι μὲν ἀπὸ τοῦ γεωργεῖν τὰς ψυχὰς γί‐ νονται, διαφεύγουσι δὲ καὶ τὰς πολυειδεῖς ταύτας νό‐ σους ἃς ἐντίκτει τὸ τρυφᾶν, ὑφ’ ὧν ὁρῶμεν διαφθει‐ ρομένους τοὺς εὐδαίμονας καλουμένους. πρὶν γὰρ τοῦ‐ | |
5 | το ἐκβαλεῖν τὸ ἀρρώστημα ἕτερον προσέπεσε, καί εἰσι συνεχῶς ἐν χερσὶν ἰατρῶν. γεωργοὶ δὲ οὐδὲν ἂν δέ‐ | |
οιντο ἰατρῶν. τὸ γὰρ πονεῖν ἀεὶ περὶ γῆν φρουρὰ τοῖς σώμασι καί εἰσι κρείττους ἁλῶναι ὑπὸ τοιαύτης προσβολῆς. εἰ δὲ δὴ μέγιστον ἐν ἀνθρώποις ἡ ὑγεία, | ||
10 | καὶ τοῦτο γεωργία περιείληφεν. | |
Prog.8.7.9 | Ἠπείρων μὲν δὴ καὶ νήσων κόσμος αἱ πόλεις, αὐτὰς δὲ τὰς πόλεις ὃ συνίστησί τε καὶ συνέχει γεωρ‐ γία. καὶ γὰρ τὰ μεγέθη τῶν οἰκοδομημάτων καὶ τὰ κάλλη τῶν ἱερῶν καὶ τὰς ἐπ’ εἰρήνης εὐωχίας καὶ | |
5 | τὰς εἰς πόλεμον παρασκευὰς γεωργίᾳ προστιθείς τις οὐκ ἂν ἀδικοίη. | |
Prog.8.7.10 | γνοίη δ’ ἄν τις τὴν ἀπ’ ἐκείνης ῥοπήν, εἰ λογίσαιτο πρὸς ἑαυτόν, τίς ἂν εἴη ὁ βίος ἡμῶν γεωργίας ἀπούσης. εἰ γὰρ δὴ τόν τε οἶνον ἐξ‐ έλοι τις τούς τε πυροὺς ὀπώραν τε καὶ τὸ τῆς Ἀθη‐ | |
5 | νᾶς δῶρον, τοῖς λύκοις ἂν ἐξείη πρὸς ἡμᾶς ὑπὲρ εὐ‐ δαιμονίας ἐρίζειν. ἀλλ’ οὐδ’ ἂν ἐν ταῖς μάχαις μετὰ ἀλκῆς συμπλεκοίμεθα τοῖς ἐναντίοις. πάλαι γάρ με ἐδίδαξεν Ὅμηρος ὅτι πέφυκεν ἄνθρωπος σίτῳ καὶ οἴ‐ νῳ κτᾶσθαι τὴν ἀλκήν. | |
Prog.8.7.11 | εἰ δέ τις οἴεται τερπνότε‐ ρον εἶναι τὸν ἐν ἄστει βίον, ἐνθυμηθήτω πρὸς ἑαυ‐ | |
τόν, οἷον μέν ἐστιν ἄμπελον ὁρᾶν καὶ βότρυς κρεμα‐ μένους, οἷον δὲ ὑπὸ πίτυι καὶ πλατάνῳ μεσημβρίας | ||
5 | κεῖσθαι, οἷον δὲ ἰδεῖν λήια ζεφύρων αὔραις κινούμενα, οἷον δὲ ἀκοῦσαι βοῶν μυκωμένων καὶ προβάτων βλη‐ χωμένων, οἷον δὲ θέαμα δαμάλεις σκιρτῶσαι καὶ ἕλ‐ κουσαι γάλα. | |
Prog.8.7.12 | ἐμοὶ μὲν γὰρ δοκεῖ μηδὲν εἶ‐ ναι τὰ ἐν τοῖς θεάτροις δεικνύμενα πρὸς τὴν ἀπ’ ἐκείνων ἡδονήν, ἐπεὶ καὶ τὸ διὰ τῶν κρουνῶν ὕδωρ καὶ μακρῶν φερόμενον ὀχετῶν φαίην ἂν λείπεσθαι | |
5 | τῶν πηγῶν αὐτῶν. πολλῷ γὰρ καθαρώτερα τὰ ἐκ τῆς γῆς ἀναδιδόμενα νάματα τῶν ἐπὶ τὰ ἄστη τεκτόνων χερσὶν ἀγομένων. | |
Prog.8.7.13 | καλὸν μέν τισι δοκεῖ τὸ ἐπίστα‐ σθαι παλαίειν κᾆτα στεφανοῦσθαι καὶ κρατεῖν ἐν τοῖς γυμνικοῖς ἀγῶσιν. ἀλλὰ τοῦτο μὲν ῥώμην ἔδειξε τὴν τοῦ κρατοῦντος, ὤνησε δὲ τοὺς συνελθόντας οὐδέν, | |
5 | γεωργοὶ δὲ τοῖς αὑτῶν πόνοις τρέφουσιν ἅπαντας. | |
Prog.8.7.14 | Ῥητορικὴν δὲ ὅστις θαυμάζει, λογιζέσθω πρὸς ἑαυτὸν ὡς ἄνευ μὲν ῥητορικῆς εἶεν ἂν αἱ πόλεις, ἄνευ δὲ γεωργίας οὐκ ἂν εἶεν, ἀναμιμνησκέσθω δὲ καὶ τῆς Τριπτολέμου διφρείας καὶ τῶν ὑποπτέρων δρακόντων | |
5 | καὶ τῶν μετεώρων σπερμάτων καὶ ὡς οὐδαμοῦ τοῦτο | |
περὶ τῆς ῥητορικῆς ἐμυθολογήθη, διότι τὸ μέν, οἶμαι, πᾶσιν ἀνθρώποις ἀναγκαῖον, καὶ ἐλευθέροις καὶ δού‐ λοις, καὶ Ἕλλησι καὶ βαρβάροις, ῥητορικῆς δὲ οὐ τοσ‐ αύτη χρεία. τῶν γοῦν Ἑλλήνων αὐτῶν εὕροις ἂν οὐκ | ||
10 | ὀλίγους τοῦ πράγματος ἠμεληκότας. | |
Prog.8.7.15 | Ναυτιλίᾳ δὲ ὅστις μάλιστα τίθεται, χρημάτων ὁ τοιοῦτος ἐπιθυμεῖ μετὰ κινδύνων καὶ χειμώνων καὶ ἔστι δοῦλος κερδῶν. εἰ δὲ ἀποθανεῖται κακῶς, καὶ προσέτι ἄταφος ἔσται φθειρόμενος ἐν τοῖς κύμασιν. | |
5 | ἀλλὰ κἀκεῖνος μέντοι ἴστω διὰ τῆς γεωργίας ἔχων τὸ πλεῖν. ἢν γὰρ μὴ τὴν ὁλκάδα τῶν ἀπὸ γῆς ἐμπλήσας ἀνάγηται, πρότερον ἀπολεῖται λιμῷ ἢ τοὺς λιμένας ἐφ’ οὓς ἐπείγεται ὄψεται. | |
Prog.8.7.16 | Οὕτω γεωργία κάλλιστόν τε καὶ χρησιμώτατον καὶ πάντα νικᾷ τὰ ἐπαινούμενα. | |
2 | ||
Prog.8.8t | Ἐγκώμιον βοὸς συγγραφικῷ χαρα‐ κτῆρι. | |
Prog.8.8.1 | Περὶ βοὸς τί μεῖζον εἴποι τις ἂν ἢ ὅτι φίλος θεοῖς ὁ βοῦς, τοῦτο μὲν Σελήνῃ, τοῦτο δὲ Δήμητρι | |
καὶ ἔτι γε Ἡλίῳ. ἡ μὲν γὰρ τούτους ζευξαμένη πορεύ‐ εται τὴν ἑαυτῆς πορείαν, Δημήτηρ δὲ διὰ βοὸς δίδωσι | ||
5 | τὰ ἑαυτῆς δῶρα ἀνθρώποις, Ἡλίου δὲ ἱερὰν ἀγέ‐ λην ἀκούεις. ἐπεὶ δὲ ἥψαντό τινες πεινῶντες, οὕτως ἤλγησεν ὥστε αὐτοὺς πλέοντας ἀπώλεσε διὰ Διός. | |
Prog.8.8.2 | καὶ στέφανος μὲν οὐρανῷ τὰ ἄστρα, συντελεῖ δὲ καὶ ὁ ταῦρος εἰς τοῦτον δὴ τὸν οὐρανοῦ στέφα‐ νον. γῆ δὲ οὐχ ἡ μὲν ἔχει βοῦν, ἡ δὲ ἀπεστέρηται τοῦ βοός, ἀλλ’ οὗ γένος ἀνθρώπων, ἐνταῦθα καὶ βοῶν, | |
5 | ὥστε οὐκ ἔστιν ἀνθρώπων ὅστις οὐκ εἶδε βοΐδιον κα‐ λὸν μὲν δὴ καὶ εὐθὺς γεννώμενον καὶ ἐπὶ τὸ γάλα τῆς τεκούσης τρέχον, κάλλιον δὲ ἤδη μητρὶ παραθέον. καὶ ὀφθαλμοῖς ὅτου ἂν εἴπῃς ἥδιον τὸ ἐκείνου σκίρ‐ τημα. καὶ ὑπὸ τῶν βουκόλων ὁ μόσχος ὥσπερ παιδίον | |
10 | ἀγαπᾶται. | |
Prog.8.8.3 | τροφὴ δὲ αὐτοῖς οὐκ ἀπὸ παντός, ἀλλὰ τὰ ἐκ τῆς γῆς φυόμενα βόσκει τὸ βοῶν γένος. ἐν λει‐ μῶνι δὲ ἀγέλη βοῶν τοῦ λειμῶνος οὐ φαυλότερον θέ‐ | |
αμα. τὰ γὰρ χρώματα τῶν ἀνθέων ἐν τῇ τριχὶ δεικνύει, | ||
5 | τοὺς μὲν φοινικοῦς, τοὺς δὲ λευκούς, τοὺς δὲ ἴοις ἐοι‐ κότας, οἱ δέ τινες καὶ πάντα συνάγουσι. | |
Prog.8.8.4 | Τοῦ κάλλους δὲ μνησθεὶς ἀνεμνήσθην Ὁμήρου, ὃς ἐνδείξασθαι βουλόμενος ὡς εἴησαν ὀφθαλμοὶ τῇ Ἥρᾳ καλοί τε καὶ μεγάλοι βοῶπιν αὐτὴν ἐκάλεσε. καὶ τὸ ἐρασθῆναι δὲ Πασιφάην ταύρου μὴ ἄλλο τι νομί‐ | |
5 | ζομεν ἢ τεκμήριον εἶναι κάλλους βοῶν; | |
Prog.8.8.5 | καὶ τί λέγω Πασιφάην; ὁ Ζεύς, ἐπειδὴ τὴν Ἰὼ μεταβαλεῖν ἔδει, βοῦν αὐτὴν ἐποίησε καὶ οὕτω συνῆν ὡς οὐ καταβλάψων αὑτῷ τὴν τῆς ὁμιλίας ἡδονὴν ἐν τῷδε τῷ τύπῳ. καὶ | |
5 | ἑαυτὸν δέ, ἐπεὶ χρῆν ἕτερον εἶδος ὑποδύντα θηρᾶσαι τὴν Εὐρώπην, εἰς ταῦρον μετέστησε καὶ εἷλε τὰ παιδικά. θαυμάσασα γὰρ ἡ κόρη τὴν ὥραν προσ‐ ελθοῦσα ἐφιζάνει καὶ ἤγετο διὰ θαλάττης εἰς Κρήτην. | |
Prog.8.8.6 | Ἔστι μὲν οὖν δὴ τῶν ζώων πολλὰ λαμπρὰ μὲν ἐν ὥρᾳ, εἰ καὶ μὴ ἴσα βουσί, χρῆσθαι δὲ ἀνθρώποις | |
οὐ μάλα ἐπιτήδεια, βοῦς δὲ ἐν τῷ ὠφελεῖν ἀνθρώπους τὸ αὑτοῦ κάλλος πάρεισιν. ὠφελεῖ δὲ τὰ μέγιστα καὶ | ||
5 | πάντα. τροφῆς μὲν γὰρ οὐκ οὔσης οὐδ’ ἂν ἄνθρωποι εἴησαν, ἀνθρώπων δὲ οὐκ ὄντων οὐδ’ ἂν πόλεις εἴη‐ σαν οὐδὲ τέχναι οὐδ’ ὅσα νῦν ἔστιν. ἄνθρωπος δὲ με‐ τὰ μὲν βοὸς γῆν ἐργάζοιτ’ ἄν, ἄνευ δὲ βοὸς οὐκ ἂν ἀρόσαι, μὴ ἀρῶν δὲ οὐκ ἂν σπείραι, μὴ σπείρων δὲ | |
10 | οὐκ ἂν ἀμήσαιτο. οὕτω τὸ τῶν βοῶν γένος συνέχει τὸν βίον ἀνθρώποις. | |
Prog.8.8.7 | καλῶς ἄρα Ἡσίοδος καὶ τῶν Μουσῶν ἀξίως τρία τίθησιν ἐν πρώτοις, οἶκον καὶ γυ‐ ναῖκα καὶ βοῦν, ὡς τῷ μὲν ἀντέχοι πρὸς τὰς ὥρας, ἐκ δὲ τῆς παιδοποιοῖτο, διὰ δὲ ἐκείνου καρποῖτο τὴν γῆν καὶ | |
5 | σώζοιτο. | |
Prog.8.8.8 | τὸ δ’ αὐτὸ ἰσχυρόν τε καὶ θυμοειδὲς καὶ πρᾷον. δηλοῦται δὲ ἡ μὲν ἰσχὺς τοῖς ἄχθεσιν ἃ βόες ἕλκουσιν, ἡ δὲ πρᾳότης ἐν τῷ τῶν βουκόλων ἀνέχεσθαι καὶ γεωργῶν καὶ ἑκόντα ὑπιέναι ζυγὸν καὶ πρὸς τὰς | |
5 | πληγὰς μηδὲν ποιεῖν ἀσελγές. καὶ τῷ θυμῷ δὲ κέχρηται δικαίως ἐπὶ τὰ βλάπτοντα τῶν θηρίων. | |
Prog.8.8.9 | κατιδὼν δὲ εἰς τὰ κέρατα γνοίης ἂν σαφῶς ὅτι δὴ μάλιστα θεοῖς ἐμέλησε βοῶν. ἔδοσαν γὰρ αὐτοῖς περὶ τὸ μέτωπον τὰ ὅπλα καὶ οὐκ ἀφῆκαν βορὰν τοῖς θηρίοις ὥσπερ ἵππους | |
5 | καὶ ὄνους. ὁ βοῦς δὲ οὕτως ἐστὶ καλὸς καὶ ἀγαθὸς ὥστε πρὸς μὲν τοὺς οἰκείους οὐκ ἔστιν αὐτῷ κέρατα, πρὸς δὲ τοὺς ἐχθροὺς καὶ λίαν ἔστιν. ἔδωκε μὲν γὰρ καὶ ἐλάφῳ κέρατα ἡ φύσις καλά, ἀλλὰ τηνάλλως ταῦτα ἔχει καὶ οὐδὲν ὠφελεῖ, ἤδη δὲ καὶ διωκομένην | |
10 | ὑπὸ κυνῶν ἐζημίωσεν. ὑπὸ γὰρ τούτων παρεδόθη τοῖς κυσίν. | |
Prog.8.8.10 | Ἵππον δὲ ὅστις ἐπαινεῖ διὰ τοὺς πολέμους καὶ τὰς ἱππομαχίας, ἀκούσεται παρ’ ἡμῶν εἰρήνην καὶ γεωργίαν τιμιωτέραν εἶναι. οὐκοῦν ἵππου μὲν ἐν τοῖς ἀηδέσιν ἄνθρωποι χρῄζουσι, βοὸς δὲ ἐν τοῖς ἡδίστοις. | |
Prog.8.8.11 | ἔτι τοίνυν τὰ μὲν περὶ γῆν ἵπποις οὐ πράττεται. βόες δὲ συντελοῦσιν εἰς τὰ τοῦ πολέμου, τοῦτο μὲν τὴν τροφὴν ἐξ αὑτῶν ἄγοντες, τοῦτο δὲ τὰς ἀσπίδας ποιοῦντες. μὴ γὰρ ἀμνημονείτω τις τῆς Αἴαντος, ἣν | |
5 | ὁ Τυχίος ἐδημιούργησε. καὶ αὐτὸ δὲ τὸ πολεμεῖν ζών‐ των ἐστί, τὸ δὲ ζῆν ἀπὸ τῶν καρπῶν, ἐκεῖνοι δὲ ἀπὸ τοῦ βοός. | |
Prog.8.8.12 | εἰ δέ μοι λέγεις ἅρματα ἁμιλλητήρια, τέρψιν λέγεις, ἐγὼ δὲ ὠφέλειαν ἀφ’ ἧς καὶ αὐτοῖς τοῖς ἵπποις ἔνι ζῆν καὶ τρέχειν. αἱ γὰρ κριθαὶ τῶν βοῶν πόνος. ταχὺς ὁ ἵππος, ἀλλ’ οὐδὲ ὁ βοῦς βραδύς. λα‐ | |
5 | κτίζει τὸ λυποῦν ὁ ἵππος. ἔνι καὶ τῷ βοῒ τοῦτο. καὶ ἔτι προσκέκτηται κέρατα. | |
Prog.8.8.13 | μέγιστον μὲν οὖν ἀνθρώποις εὔνοια θεῶν, τοῦτο δὲ αἱ θυσίαι φιλοῦσιν ἐργάζεσθαι. θύομεν δὲ οὐχ ἵππους, ἀλλὰ βοῦς. καὶ δὴ καὶ γεύ‐ σασθαι βοὸς μὲν ἀνθρώποις νόμος, ἵππου δὲ οὐ νό‐ | |
5 | μος. τὰ δὲ κρέα ταῦτα καὶ πολεμοῦσι χρηστά, καθάπερ τοῖς Ἀχαιοῖς. ὅταν οὖν τοῦτο καὶ θεοὺς ἡμῖν διαλλάττῃ καὶ εὐωχεῖσθαι παρέχῃ, πῶς οὐ μέγα νομιστέον; | |
Prog.8.8.14 | Ἡρακλῆς καὶ Θησεὺς ὀνομαστοὶ μὲν ἀπὸ τῶν ἄθλων, ἐν δὲ ἑκατέρου τοῖς ἄθλοις αἱ μὲν βόες αἱ Γηρυόνου τὸν Ἡρακλέα, τὸν δὲ Θησέα εὐδόκιμον ἐποί‐ ησεν ὁ ἐν Κρήτῃ ταῦρος κατενεχθείς. τὸ δὲ δὴ κεφά‐ | |
5 | λαιον, βοῦς Αἰγυπτίοις ἐστὶ θεὸς καὶ τιμᾶται παρ’ αὐτοῖς ὁ Ἆπις ὅσαπερ παρ’ Ἕλλησιν ὁ Ζεύς τε καὶ οἱ ἄλλοι θεοί. | |
Prog.8.8.15 | Βοῦς καὶ ζῶν ἀνθρώποις συνεργὸς καὶ ἀπελθὼν ὤνησεν. ὅστις γὰρ οὐκ ἔχων μελίττας σμήνους ἐπιθυ‐ μεῖ μελιττῶν, βοῦν κτείνει ῥοπάλοις, εὐθὺς δὲ τὸ σῶ‐ μα τίκτει μελίττας. καὶ ἔστιν ἡ τελευτὴ τοῦ βοὸς με‐ | |
5 | λίττης γένεσις. | |
5 | ||
Prog.8.9t | Ἐγκώμιον φοίνικος καὶ μηλέας. | |
Prog.8.9.1 | Ἐπαινέσαι φυτὰ προαιρούμενος ἃ προῆλθε θεῶν οὐκ οἶδα μᾶλλον ὅ τι θαυμάσομαι, μηλέαν ἢ φοίνικα. | |
προῆλθε μὲν γὰρ ἄμφω θεῶν, θεῶν δὲ τῶν ἴσων. ὅ τε γὰρ φοίνιξ προῆλθεν Ἀπόλλωνος τό τε αὖ μῆλον | ||
5 | εἰς Ἄρην ἀνενήνοχεν, ὥστε μίαν ἀμφοῖν λαβοῦσι τοῦ βίου τὴν γένεσιν ἴσος ἔπαινος ἐξ ἡμῶν ἐποφείλεται. | |
Prog.8.9.2 | Καὶ γεγενημένα τοῦ καλλίστου θεοῦ 〈παρὰ τοῖσ〉 καλλίστοις χώροις ἐπίσταται φύεσθαι. τὰ μὲν γὰρ ἄλλα τῶν δένδρων ἢ φύειν οἶδεν 〈ἐν〉 τοῖς ὄρεσιν ἢ προσοικεῖν τὴν θάλασσαν, μόνα δὲ τῶν ὄντων μηλέα | |
5 | καὶ φοίνιξ παρὰ τοῖς ἡμερωτέροις τῶν χωρίων εἴωθε φύεσθαι, καὶ τὸ ἥμερον τῇ τῶν χωρίων σημαί‐ νει πρᾳότητι, καὶ τὸ δὴ κάλλιστον, φύειν οὐκ οἶδε μὴ πονούσης τῆς τέχνης ὥσπερ οὐκ ἀνεχόμενα φύεσθαι μὴ λαβόντα καὶ φύσιν καὶ τέχνην. | |
Prog.8.9.3 | καὶ τιμῶντα καὶ φύσιν καὶ πόνον διαιρεῖται ταῖς ὥραις εἰς βλάστην. ἡ μὲν γὰρ οἶδε προϊέναι τοῦ θέρους καὶ παρὰ τοῦ καλ‐ λίστου τῶν θεῶν προελήλυθεν Ἄρεος καὶ δυεῖν ὡρῶν | |
5 | τῶν ἐπαινουμένων φανεῖσα τὰς μετ’ ἐκείνας ἠγνόησε. χειμῶνα μὲν γὰρ ἀγνοεῖ καὶ μετόπωρον, ἃ τῶν ἀνθρώ‐ πων ἀνεῖλε τὰς πράξεις καὶ τῆς μηλέας συνανεῖλε τὸ | |
κάλλος. φοίνιξ δὲ τελευτῶν λήγειν οὐκ οἶδε τῆς βλά‐ στης, πρὸς δὲ οὐ μίαν ἤνθησεν ὥραν, ἀλλ’ ἔστι καὶ | ||
10 | τῶν ὡρῶν μονιμώτερος καὶ μεταβαλλούσης τῆς ὥρας ἡ τύχη τὴν τοῦ φοίνικος οὐ μετέθηκε βλάστην. | |
Prog.8.9.4 | μη‐ λέα τοίνυν καὶ φοίνιξ τιμῶσαν ἔσχε τὴν φύσιν ἑκάτε‐ ρον. ὁ μὲν γὰρ φοίνιξ ὑψοῦ πρόεισι καὶ γῆς ἀνέχει τὰ μάλιστα καὶ παρ’ αὐτὸν ὡς εἰπεῖν ἰέναι σπεύδει τὸν | |
5 | οὐρανὸν ὥσπερ οὐκ ἀνεχόμενος μένειν ἐν γῇ καὶ τῆς γῆς γεγονώς. τὸν δὲ τοῦ βίου χρόνον παραπλήσιον ἔχει τῷ μεγέθει τοῦ σώματος. οὔκουν ἔστιν οὐδεὶς ὃς θᾶττον οἶδεν ἀναιρούμενον φοίνικα, ἀλλ’ οἶδε μόνον τῶν φυομένων μακροβιώτατον. | |
Prog.8.9.5 | κόμη δὲ αὐτῷ προ‐ ῆλθεν εἰς κάλλος καὶ διαιρεῖ τῇδε κἀκεῖσε τὸ βλάστη‐ μα, καὶ ὃ τῶν δένδρων ἐπαινετώτατον, ὅτι τοῖς μὲν ἄλλοις προϊόντα πανταχῆ τὰ βλαστήματα σώματος εἶ‐ | |
5 | δος οὐ δίδωσιν ἴσον, μόνος δὲ φοίνιξ κατευθὺ προϊὼν ἐπὶ τῆς κεφαλῆς διασώζει τὴν βλάστην δυσὶ τοῖς ἐναν‐ τιωτάτοις καλοῖς κοσμηθείς, ἐπὶ μῆκός τε ἰὼν ὡς ἀνέ‐ μῳ κλινόμενος, καὶ πρὸς τοῦτον ἀνθεστηκὼς ὡς μὴ πολύ τι τῆς γῆς ἐπαρθείς. | |
Prog.8.9.6 | ἡ δ’ αὖ μηλέα βραχύ | |
τι προελήλυθε καὶ μένει τοῖς ὁρῶσιν ἐγγὺς καὶ γεγο‐ νὸς ἔρωτος βλάστημα τοῖς ἐρῶσι χαρίζεται καὶ τοὺς θεατὰς οὐκ ἀφαιρεῖται τὴν ὄψιν. καὶ κατέχει τὸ δέν‐ | ||
5 | δρον ἡ φύσις ἐφ’ ἑαυτῆς ὥσπερ δείσασα μή τις ἐμπε‐ σὼν διαφθείρειεν ἄνεμος καὶ τὸ βλάστημα πανταχόθεν ἀνίησιν ὥσπερ τοὺς ἐραστὰς ψυχαγωγοῦσα διαπαντός. | |
Prog.8.9.7 | Ἀλλὰ μὴν οἱ καρποὶ παρ’ ἑκατέροιν οἷοι; φοί‐ νικες μὲν γὰρ τὸ χρῶμα παντοδαποί. καὶ πρῶτόν εἰσι τοῦ τεκόντος ἐπώνυμοι, προϊόντες δὲ ἐρυθραίνονται καὶ παρ’ αὑτῶν φοινισσόμενοι τὰ μὲν τῷ παντὶ βλα‐ | |
5 | στήματι μένουσι, τὰ δὲ πρὸς ἤλεκτρον φέρονται καὶ πάντα χρώματα τῷ κάλλει διέσωσαν. φοινίσσονται μὲν γὰρ ὡς εἰς ἄλλο τι μὴ μεταπίπτοντες, λευκαίνονται δὲ ὡς ἑτέρῳ μὴ προσγινόμενοι. καὶ συμμεταβάλλει ταῖς ὥραις ἡ πρόσοψις. ὠχρὰν μὲν γὰρ ἔαρ εἴληφεν, εἶτα | |
10 | θέρους φοινίσσεται καὶ πρὸς ἀπόλαυσιν οὐκ ἀπέοικε μέλιτος. μηλέα δὲ τὸν καρπὸν διετήρησεν ὅσον ἔρως ἐπόθησεν. | |
Prog.8.9.8 | Ἆρα καὶ μόνα ταῦτα περὶ τούτων τῶν δένδρων | |
ἔχω διεξελθεῖν; πολλὰ μὲν τοιαῦτα λέγειν 〈ἔχων〉 ἀποστε‐ ρῶ τὰ λοιπὰ μὴ προσθείς. φοίνιξ μὲν γὰρ παντὸς ἀγῶ‐ νος γίνεται στέφανος καὶ τὸν θαλλὸν ἔχει νίκης ὑπό‐ | ||
5 | μνημα, μηλέα δ’ αὖθις στεφανοῖ τὸν ἀγῶνα τὸν Πυθι‐ κόν. | |
Prog.8.9.9 | ἔτι καὶ πρὸς τούτοις ἑκάτερον τοῖς νοσοῦσιν ἐπικουρεῖ. τά τε γὰρ φοίνικος εἰς ἀπαλλαγὴν προῆλθε νοσήματος ἅ τε μῆλον ἐργάζεται, λύσις καθίσταται πάθους. | |
Prog.8.9.10 | εἶτα τίς μηλέᾳ παραθήσει τὸν φοίνικα; ὁ μὲν γὰρ ἐπὶ κόμης ἐβλάστησε μόνης, ἡ δὲ διὰ παντὸς ἐξανθεῖ τοῦ βλαστήματος. ταύτῃ μὲν μηλέα φέρει τὸ πλέον, ὁ φοίνιξ δὲ πῶς εἰς τὴν τῆς μηλέας | |
5 | ἄνεισι τάξιν; ὁ μὲν εἰς ἅπασαν ἐκόμησεν ὥραν, ἡ δὲ εἰς ἕνα καιρὸν μόνον ἐβλάστησεν. | |
Prog.8.9.11 | Ἦν πολλὰ ἕτερα περὶ αὐτῶν διεξελθεῖν, ἀλλ’ ἀφαιρεῖται τὸ πλῆθος ἑκάτερον. ἃ γὰρ περὶ ἑκατέρου λέγειν καθέστηκεν ἄπορον, συναμφοτέρων ἐστὶν ἀπο‐ | |
ρώτερον. | ||
Prog.9t1 | Ψόγοι. | |
Prog.9.1t | Ψόγος Ἀχιλλέως. | |
Prog.9.1.1 | Εἰ καὶ δόξα τις κεκράτηκεν εἶναι τὸν Ἀχιλλέα θαυμαστόν, ἐπειδὴ τῶν πραγμάτων ἡ βάσανος οὐ τοι‐ οῦτον δείκνυσι, γενώμεθα τῆς ἀληθείας μᾶλλον ἢ τῶν εἰκῆ δοκούντων καὶ φανήτω διὰ τῶν λόγων οἷος ἔστιν, | |
5 | οὐχ οἷος ὑπείληπται. | |
Prog.9.1.2 | Καὶ μή μέ τις οἰέσθω ἀντερεῖν ὡς οὐκ ἦν δί‐ καιος Αἰακός, Πηλεὺς δὲ σώφρων, ἢ συγχωροῦντα χρηστοὺς ἐκείνους γεγονέναι βλαβήσεσθαι πρὸς τὴν παροῦσαν ἀπόδειξιν. τοῦτο γὰρ αὐτὸ καὶ τὸ δεινόν | |
5 | ἐστιν, ὅτι βλέπων εἰς πατέρων ἀρετὰς ἐπὶ τὴν κακίαν ὥρμησε καὶ καλῶν αὐτῷ παραδειγμάτων ἑστηκότων οὐκ ἠβουλήθη μιμήσασθαι. τῷ μὲν γὰρ ἐκ φαύλων, εἰ μὴ ποιοῖτο λόγον τοῦ κρείττονος, ἔνι συγγνώμη· | |
τῷ δ’ οὐ παρέχοντι τῶν προγόνων ἄξιον ἑαυτὸν οὐκ | ||
10 | ἔστι παραίτησις, ἀλλὰ τοσούτῳ μειζόνως μισεῖται, ὅσῳ τοὺς προγόνους ἀρνεῖται τῷ τρόπῳ. | |
Prog.9.1.3 | ὅτι τοίνυν τοι‐ οῦτος ἦν Ἀχιλλεὺς δείξω σαφῶς τοσοῦτον ὑπειπὼν ὡς οἱ σεμνύνοντες αὐτὸν λέγουσιν ὑπὸ τροφεῖ τῷ Χεί‐ ρωνι μυελοὺς λεόντων ἀντὶ γάλακτος γενέσθαι οἱ τὴν | |
5 | τροφήν. ἔστω τοίνυν θεῖον γενέσθαι τὸν Κένταυρον, καίτοι τίς ἂν πιστεύσειε συντεθῆναι σώματος εἶδος ἐξ ἀνθρώπου καὶ ἵππου; καὶ περὶ τῆς τροφῆς οὐκ ἀμ‐ φισβητήσας ἐκεῖνο φαίην ἄν, ὅτι ἡ πρέπουσα τοῖς ἀνθρώποις τροφὴ τὸ γάλα καὶ τῷ νόμῳ συμβαί‐ | |
10 | νει τῆς φύσεως. ὅτῳ δὲ μὴ κατὰ τοῦτο τραφῆναι συν‐ έβη, τοῦτο εἰς ἐλάττωμα τῷ τραφέντι σαφῶς ἀφῖκται. ἡμέροις ἐκεῖνο πρέπον, τοῦτ’ ἂν θηριώδεις ποιοίη. | |
Prog.9.1.4 | Ἀλλ’ ἐάσθω ταῦτα, μὴ καὶ λίαν ἀκριβολογώμεθα. τὸν στρατιώτην δὲ δοκιμάζωμεν τὸν ἤδη δυνάμενον τοῖς ἔργοις ἀρκεῖν ἔλθωμέν τε ἐπὶ τὸν Τρωϊκὸν πόλε‐ μον κἀκεῖθεν λάβωμεν τὴν ἐξέτασιν, ἵν’ εἰδῶμεν τί τῶν | |
5 | ἄλλων ποιούντων ἐν τίσιν ἦν ὁ θαυμαστὸς Ἀχιλλεύς. | |
Prog.9.1.5 | Οὐκοῦν ἦγε μὲν ὀργὴ δικαία τοὺς Ἕλληνας ἐπὶ τὴν Πριάμου πόλιν καὶ τιμωρίαν ἔδει λαμβάνειν παρὰ τῶν βαρβάρων τῆς ὑπ’ ἐκείνων ὕβρεως, τῶν λοιπῶν δὲ τὸν καιρὸν ἁρπαζόντων, καὶ τῶν γενναίων καὶ τῶν | |
5 | οὐ τοιούτων, καὶ οὐδὲ Θερσίτου μένοντος οἴκοι τοῦ πρόφασιν ἔχοντος εἰς τὴν μονὴν δικαίαν τὴν τοῦ σώ‐ ματος βλάβην μόνος Ἀχιλλεὺς οὐκ ἐν ὅπλοις ἦν, ἀλλ’ ἐν Σκύρῳ μετὰ τῶν παρθένων καὶ τὴν σκευὴν ἀποθέ‐ μενος τὴν πατρῴαν ἐοικέναι γυναιξὶν ἐσχηματίζετο. | |
Prog.9.1.6 | τοῦτο δὲ εἴτε ἄκων εἴτε ἑκὼν αὐτῇ τῇ μητρὶ χαρι‐ ζόμενος ἔπλαττεν, ἀμφοτέρωθεν οὐ καλόν. μὴ γάρ μοι μηδὲ γονεῦσι χαριζέσθω μηδεὶς ἀφ’ ὧν ἄδοξος ἔσται μηδὲ εἰ κακῶς ἐκεῖνοι βεβούλευνται, βεβαιούτω παρεὶς | |
5 | ἀντιλέγειν. | |
Prog.9.1.7 | ἐγὼ γὰρ ἠξίουν τόν γε ὄντως ἀγαθὸν ἐξελεῖν τὸ δέος τῆς μητρός, παραθαρρῦναι, διαλεχθῆ‐ ναι περὶ δόξης, ἀντιστατῆσαι τῷ φόβῳ τὸ κλέος, ἀλ‐ γῆσαι, δακρῦσαι, πεῖσαι τὴν βουλομένην φυλάττειν ὅτι | |
5 | τοῦτο θανάτου χαλεπώτερον, καὶ μὴ πείθοντά γε τού‐ | |
τῳ μόνον ἀνιᾶσαι τὴν μητέρα τῷ καὶ ἀκούσης γενέσθαι γενναῖον. | ||
Prog.9.1.8 | ἐπεὶ δὲ ἧκέ ποτε τέχνῃ καὶ μόλις ἐπὶ τὴν Τροίαν, τὴν ἑαυτοῦ τάξιν ὑπερβὰς ἐπειρᾶτο τὸν Ἀγαμέμνονα τῆς ἀρχῆς ἐκβαλεῖν καὶ συνῆγεν ἐκκλη‐ σίαν ἄκυρος ὢν τοῦ παντὸς καὶ τοὺς ἰδιώτας ἔπειθεν | |
5 | ἀναισχυντεῖν πρὸς τὸν ἄρχοντα τὴν ἑαυτοῦ ῥοπὴν ὑπισχνούμενος. | |
Prog.9.1.9 | τοῦ δὲ Ἀγαμέμνονος αὐτὸν σωφρο‐ νίζοντος καὶ παιδεύοντος καὶ πειρωμένου βελτίω ποι‐ εῖν τῇ τῆς κόρης ἀφαιρέσει πεσὼν εἰς θυμὸν καὶ τὸν λογισμὸν ἀπολέσας καὶ κατασχεθεὶς ὑπὸ τῆς ὀργῆς τί | |
5 | μὲν οὐκ εἶπε; τί δὲ οὐκ ἔδρασεν; ὡς δὲ πάντα τὰ κακὰ ὑβρίζων διεξεληλύθει, τελευτῶν ὥρμησεν ἐπ’ αὐτὸν ἐν μέσοις τοῖς Ἀχαιοῖς μετὰ τοῦ ξίφους καὶ εἰ μὴ θεῶν τις ἐκώλυσεν, ἐπέπρακτο ἂν τὸ πρᾶγμα 〈τὸ〉 δεινόν. | |
Prog.9.1.10 | ὁ δὲ ἐπὶ τούτοις ἀφίσταται τοῦ συμμαχεῖν καὶ πρὸς τὴν γυναῖκα βλέπων ἀπιοῦσαν ἔκλαε καὶ κατηρᾶτο τοῖς οἰκείοις καὶ οὐδὲ τὰ μικρὰ ταῦτα φέρειν ἠπίστατο καὶ | |
5 | μεθίστη τὴν εὔνοιαν ἐπὶ τοὺς Τρῶας καὶ ὅλως μετε‐ βέβλητο διὰ μίαν αἰχμάλωτον. | |
Prog.9.1.11 | καὶ οὐκ ἔστιν εἰ‐ πεῖν ὡς ὠργίσθη μέν, ἑαυτοῦ δὲ ταχέως ἐγένετο καὶ πάλιν ἐκοινώνει τῶν πόνων, ἀλλ’ οὕτως ἀθάνατα ἐμή‐ | |
νιεν ὥστε τοὺς οἰκείους ὁρῶν πράττοντας κακῶς καὶ | ||
5 | πρέσβεις ἥκοντας ἐπὶ τῷ λῦσαι τὰ ἐγκλήματα καὶ πολ‐ λῶν λόγων ἀκούσας καλῶν ἔμενεν ἐν τούτοις ἃ μηδὲ τὴν ἀρχὴν ἔδει ποιεῖν, οὐ τὴν Αἴαντος συγγένειαν αἰδεσθείς, οὐ τὴν Φοίνικος πολιάν, οὐ τοῦ τροφέως τὰ δάκρυα. | |
Prog.9.1.12 | καίτοι παρὰ τῶν φύσει πολεμίων πρέ‐ σβεις 〈ἥκοντασ〉 ὁρῶντες οἱ πεπονθότες κακῶς ἐν ταπεινῷ τῷ σχήματι τὸν θυμὸν καταλύουσι καὶ σπεισάμενοι φιλ‐ ανθρωπίας ἀξιοῦσιν. ὁ δὲ Ἕλλην, ὁ Πηλέως, ὁ πολλὰ | |
5 | δίκαια πρὸς τοὺς Ἀχαιοὺς ἔχων ἀπράκτους ἀπέπεμψε πρέσβεις αἰδεσίμους καίπερ οὕτως εὐλόγως ἥκοντας. | |
Prog.9.1.13 | καὶ εἰ μέν τις αὐτὸν ἤρετο τί πεπονθὼς χαλεπαί‐ νει, τὸν Ἀγαμέμνονα εἶπεν ἂν καὶ τὰ παρ’ ἐκείνου, τὸ δίκην δὲ παρὰ τῶν οὐδὲν εἰς αὐτὸν ἠδικηκότων λαμβάνειν οὐδὲν ἡγεῖτο δεινόν. ἀνδρὸς γὰρ ἦν, οἶμαι, | |
5 | μὴ πικροῦ καὶ ἀνιαροῦ καὶ τοῖς θηρίοις ἐοικότος μετὰ τῆς μηδὲν ἠδικηκυίας στρατιᾶς σῶσαι τὸν λελυπηκότα ἢ διὰ τὴν πρὸς ἐκεῖνον ὀργὴν πάντας ἀπολέσαι. | |
Prog.9.1.14 | Τοιοῦτος τοίνυν ἐξ ὧν εἶπον πεφηνὼς ἔτι ἀτο‐ πώτερος ἐν τοῖς δευτέροις εὑρίσκεται. τῆς γὰρ τύχης λαμπρότερον μετὰ τῶν Τρώων ἀνθισταμένης καὶ τῶν | |
Ἑλλήνων πιεζομένων ὥστε καὶ ἐμπεπρῆσθαι τὰς ναῦς | ||
5 | οὐδ’ ὑπὸ τοῦ πυρὸς διηλλάττετο, ἀλλ’ ὥσπερ αὐτὸς μετὰ τῶν πολεμίων εἰργασμένος καὶ Πριάμῳ σύμμαχος ἥκων ἔχαιρε μετὰ τῶν νενικηκότων. | |
Prog.9.1.15 | καὶ τοῦ Πα‐ τρόκλου κλάοντος πρὸς τὰς ἐκείνων τύχας καὶ θρη‐ νοῦντος τοὺς τετρωμένους καὶ διδάσκοντος ὡς οἴχεται τὰ τῶν Ἑλλήνων ἐπετίμα τοῖς δάκρυσι καὶ τὴν φιλ‐ | |
5 | ανθρωπίαν ἐκάκιζε καὶ τὸ τοὺς ὁμοφύλους ἐλεεῖν ἐν ὀνείδει προὔφερεν. ὡς δ’ ἐκεῖνος ἔμενε δεόμενος καὶ πάντα κινῶν, ὅρα, τί ποιεῖ; μένει μὲν αὐτὸς ἐπὶ τῆς σκηνῆς, δίδωσι δ’ ἐκείνῳ τὴν σκευὴν καὶ τὸ στράτευμα καὶ συνῆγεν εἰς ταὐτὸ διαλλαγὰς καὶ μῖσος. τὸ μὲν | |
10 | γὰρ ἀναστῆσαι τὸν ἑταῖρον εἰς συμμαχίαν διηλλαγμέ‐ νου, τὸ δὲ μὴ αὐτὸν εἶναι τὸν παραταττόμενον θυ‐ μουμένου. | |
Prog.9.1.16 | ἐχρῆν δέ, οἶμαι, τὸν μὲν πεπαυμένον τῆς ὀργῆς ἐξιέναι, τὸν δ’ ἐπ’ αὐτῆς ὄντα μηδενὶ λόγῳ βοηθεῖν. ὁ δὲ τὸ μὲν ποιεῖ μισοῦντος, τὸ δὲ κηδομέ‐ νου. ποίας ταῦτα παιδείας; μᾶλλον δέ, τίνος οὐκ ἐμ‐ | |
5 | πληξίας σχίζεσθαι τὴν γνώμην καὶ μὴ ἔχειν ὁρᾶν τί ποιῶν ἀμείνων ἔσται; | |
Prog.9.1.17 | ἐπεὶ δ’ ἔπεσεν ὁ Πάτροκλος καὶ οὐκέτ’ ἦν οὐδὲ βουλομένῳ καθῆσθαι καὶ τὸν ἐκείνου φονέα μετῄει σφοδρῶς καὶ εἶδεν αὐτὸν καὶ | |
ἐμονομάχει, ποῖός τις κἀνταῦθα γίνεται; τέχνῃ μὲν οὐ | ||
5 | λαμπρός, τύχῃ δὲ μέγας οὐδὲ ὡς ἀμείνων ἐκράτησεν Ἕκτορος, ἀλλ’ ἀπέσφαξεν ἠτυχηκότα. καὶ τὸ ἔργον ἦν τῶν οὕτω κρινάντων θεῶν, πρὸς ὃ κἂν ὁ φαυλότατος τῶν Ἑλλήνων ἤρκεσε. | |
Prog.9.1.18 | Δῶμεν τοίνυν αὐτὸν πάντων ἄριστον εἶναι μάχεσθαι καὶ παραθέντες κακίαν ἧς ἔγεμε σκοπῶμεν εἰ μὴ διὰ ταῦτα μισεῖσθαι μᾶλλον ἄξιος ἢ δι’ ἐκεῖνο θαυμάζεσθαι. ὥσπερ γὰρ οὐδενός τινος ἵππου τάχος | |
5 | ὠφέλιμον δι’ ἀμαθίαν οὐδ’ ἔστιν οὐδεὶς οὕτω κακο‐ δαίμων ὅστις ἐθέλει κεκτῆσθαι θρέμμα οὕτως ἄχρη‐ στον, οὕτως οὐδὲ ἀνδρὸς μετὰ πολεμικῆς ἐμπειρίας πονηρίᾳ συζῶντος. πλέον γὰρ ἂν βλάψειεν ἢ δοίη κερ‐ δᾶναι. | |
Prog.9.1.19 | ὅρα τοίνυν ὅπως καὶ τὴν νίκην κατῄσχυνεν ἐν οἷς μετὰ τὴν νίκην ἔπραξεν. Ἕκτορος ὁ νεκρὸς εἵλ‐ κετο τεθνεῶτος ἐξημμένος τοῦ ἅρματος. ὁ δ’ οὕτως ἦν ἀνόητος ὥστε λυπεῖν ᾤετο τὸ σῶμα ἀναίσθητον καὶ | |
5 | οὐκ εἶχε συνιδεῖν ὅτι ὃν μὲν ἡγεῖτο λυπῆσαι, τοῦτον οὐχ ὕβριζεν, ὑβρίζετο δὲ ὁ τῆς φύσεως ἐν τῷ τετε‐ λευτηκότι νόμος ὃς τὸν ἀπελθόντα γῇ κρύπτεσθαι βού‐ λεται. | |
Prog.9.1.20 | παρὰ ποίων ταῦτα βαρβάρων ἔμαθεν Ἀχιλ‐ λεύς; τίς αὐτὸν ἐδίδαξεν ὡς ἄρα προσήκει καὶ κειμέ‐ νοις πολεμεῖν; ὁ δὲ καὶ τὸν νεκρὸν πεποίηται πρόσο‐ δον. καὶ τὸ σῶμα Πρίαμος μὲν ὁ πατὴρ ὠνεῖτο πολ‐ | |
5 | λῶν χρημάτων, ἐπώλει δὲ ὁ λαμπρὸς Ἀχιλλεὺς καὶ οὓς ᾐκίζετο τεθνεῶτας, ἀπὸ τούτων ἐπλούτει. | |
Prog.9.1.21 | Καὶ οὐκ ἐν τούτοις μόνον ἔξω τῶν Ἑλληνικῶν ἐφέρετο νόμων, ἀλλὰ καὶ τῷ Πατρόκλου τάφῳ τιμὰς ἀλλοκότους εὕρισκεν ἀντὶ βοσκημάτων αἰχμαλώτους σφάττων ἐν τῇ πυρᾷ. καίτοι τίς οὐκ οἶδεν ὡς | |
5 | ὁ πολέμιος ἁλοὺς οὐκ ἔτ’ ἐστὶ δυσμενής, ἀλλ’ ὑπ’ αὐ‐ τοῦ τοῦ κεκρατῆσθαι μεταβάλλει τὴν προσηγορίαν ἱκέ‐ της ἀντ’ ἐχθροῦ καλούμενος. | |
Prog.9.1.22 | Εἶτ’ ἐπὶ τούτοις ἀνέξομαι τῶν λεγόντων ὡς ἄριστος Ἀχιλλεὺς τῶν ἐπὶ Τροίαν ἐλθόντων; τίνος ἕνεκα; τῆς ἀσελγείας; τῆς παροινίας; τῆς ἀσπονδίας; τῆς ἀπληστίας; τῆς ἀσεβείας; τῆς ἀκρασίας; ἣν οὐχ ἡ | |
5 | Βρισηὶς ἐλέγχει μόνον ζῶσα κόρη, ἀλλὰ καὶ νεκρά. οὗτος γάρ ἐστιν ὁ τῆς Ἀμαζόνος μετὰ τὸν φόνον ἐρῶν καὶ τῇ Πενθεσιλείᾳ κειμένῃ ἐπιχυθείς. καί, νὴ Δία γε, εἰκότως. τῆς γὰρ αὐτῆς ψυχῆς καὶ πολεμεῖν νεκροῖς καὶ νεκρῶν ἐρᾶν. | |
Prog.9.1.23 | οὗτος ἔστιν ὃν ἐποίει προδότην | |
τῶν ὁμοφύλων τῆς Πολυξένης τὸ κάλλος. ὡς γὰρ εἶ‐ δεν αὐτήν, καὶ ἐθαύμασε καὶ τῶν πολεμίων ἦν καὶ ὡς μὲν δοῦλος ἀφροδισίων ἐμνήστευεν, ὡς δὲ ἠλίθιος | ||
5 | τοῖς ἐχθροῖς ἐπίστευε καὶ τῇ τῆς πίστεως ἐλπίδι δε‐ λεασθεὶς ἐν χερσὶ τῶν δυσμενῶν ἦν καὶ ἀπεσφάττετο παῖδα καταλιπὼν τῆς μανίας κληρονόμον τὸν Νεοπτό‐ λεμον, ᾗ χρώμενος ἐν Δελφοῖς περὶ τὸν νεὼν ἀπε‐ σφάττετο. | |
9 | ||
Prog.9.2t | Ψόγος Ἕκτορος. | |
Prog.9.2.1 | Ἀλλ’ οὐδὲ τὸν Ἕκτορα φήσαιμ’ ἂν εἶναι γεν‐ ναῖον, κἂν εἴ τισιν ἔδοξεν. οὔτε γὰρ ἀγαθὸς ἀνὴρ οὔτε ἐκ τοιούτων. τίς μὲν γὰρ οὐκ οἶδεν αὐτὸν βάρβαρον, τίς δὲ οὐ τοὺς βαρβάρους ἐγγυτάτω τῶν θηρίων ἥκειν; | |
5 | τῷ δὲ ἄρα καὶ Φρύγα εἶναι συνέβαινεν, ἐν δὲ τῇ κλή‐ σει ταύτῃ τὴν δειλίαν ὅση τοὺς Φρύγας ἔχει τίς ἀγνοεῖ; | |
Prog.9.2.2 | τὸ δὲ Ἴλιον εἰς ἀκοὴν ἀνθρώποις ἐρχόμενον ἀθυ‐ μίαν φέρον προσέρχεται. ῥηθὲν γὰρ τοὔνομα συμφο‐ ρῶν πλήθους ἀναμιμνήσκει καὶ δὴ ὅστις βούλεται μέγα σημῆναι πάθος, Ἰλιάδα προσαγορεύει κακῶν. πρὸς τοι‐ | |
5 | αύτην ἥκει παροιμίαν ἡ τῆς ἐκείνου πόλεως τύχη. | |
Prog.9.2.3 | τοὺς προγόνους δὲ αὐτοῦ λαμπροὺς οὐκ ἂν εὕροι τις ἀπ’ ἐκείνων ἃ τοὺς ἄλλους εἴωθε ποιεῖν, ἀγῶνας λέγω καὶ μάχας καὶ πολέμους καὶ τρόπαια καὶ τὸ συμμαχῆσαι φίλοις καὶ τὸ κολάσαι δυσμενεῖς καὶ | |
5 | τὸ μείζω καταστῆσαι τὴν ἀρχήν, εἰ μὴ τοῦτό τις ἡγεῖ‐ ται λαμπρὸν τὸ καταφρονεῖν τῶν θεῶν καὶ παροινεῖν εἰς τὸν εὐεργέτην Ἡρακλέα καὶ τὰς συνθήκας παρα‐ βαίνειν. ταῦτα γὰρ τὰ Λαομέδοντος, ἀλλ’ οὐκ ἐμέμ‐ ψατο τὴν δίκην, ἀλλ’ ἑώρα τὴν πόλιν κειμένην ὑφ’ | |
10 | Ἡρακλέους. | |
Prog.9.2.4 | καὶ τοιούτων ἐπειρᾶτο κακῶν καὶ ὁ παῖς μὲν ἐκείνου, πατὴρ δὲ Ἕκτορος. ὃν ὅτι ἐκτρέφει γενόμενον, ὡς ἐν βαρβάροις εἰκὸς καὶ τυραννίδι, ἐν μέθῃ καὶ ὕβρει καὶ ἀπαιδευσίᾳ, δῆλον ἐκ τῆς κακίας | |
5 | ἣν ἔδειξεν εἰς ἄνδρας ἐλθών. | |
Prog.9.2.5 | ἐπιχειροῦντος γὰρ τοῖς μεγίστοις ἀδικήμασιν Ἀλεξάνδρου καὶ παρεσκευα‐ σμένου πλεῖν εἰς Πελοπόννησον ἐφ’ ἁρπαγῇ τῆς Ἑλένης καὶ φανερῶς ναυπηγουμένου καὶ πόλεμον εἰσάγοντος | |
5 | εἰς τὴν Τρωάδα βαρύν, οὐ γὰρ ἦν ἄδηλον ὡς οἱ πε‐ πονθότες κακῶς καὶ τιμωρίαν ζητήσουσιν, ὁρῶν ταῦτα | |
ἐκεῖνος οὐ παρῄνεσεν, οὐκ ἀπέτρεψε μὴ τολμᾶν, οὐκ ἔπεισεν, οὐκ ἠνάγκασεν, οὐδὲν οὔτε μικρὸν οὔτε μέγα ἐποίησε κωλύων τὴν ἀδικίαν. | ||
Prog.9.2.6 | εἰ δ’ ὁ μὲν ἔπλει καὶ ἐλάμβανεν, ὁ δ’ ἐξὸν ἐπισχεῖν ἐνεδίδου πλεῖν, ἐκοινώ‐ νει τῶν πονηρευμάτων τῇ γνώμῃ, μᾶλλον δέ, πᾶν εἰς αὐτὸν ἔρχεται τὸν κύριον ὄντα μὴ συγχωρῆσαι ταῦτα | |
5 | γενέσθαι. | |
Prog.9.2.7 | Ἆρ’ οὖν, ἐπειδὴ ταῦτα παρεῖδε καὶ ἦν ἡ Μενε‐ λάου γυνὴ παρὰ τοῖς Τρωσὶ καὶ κίνησις ἐγεγόνει μεγίστη τῶν 〈Ἑλλήνων〉 ἀπαιτούντων ἡμέρως τὸ πρῶτον καὶ οὐκ ἐν τοῖς ὅπλοις εὐθύς, διωρθώσατό τι τῶν οὐ | |
5 | καλῶς ἠμελημένων καὶ παρελθὼν ἀπέδωκε τὴν ἄνθρω‐ πον καὶ τὴν πόλιν ἠλευθέρωσεν ὀλέθρου σαφῶς; οὐκ ἔστιν. | |
Prog.9.2.8 | ἀλλ’ ὁρῶν πρεσβείαν ἐπὶ δικαίοις ἀφιγμένην καὶ τὴν πόλιν ἄγων διὰ τὸ γῆρας τοῦ πατρὸς καὶ κυ‐ ριώτερος ὢν Ἀλεξάνδρου καὶ τοῖς ὅλοις ἐφεστηκὼς οὐκ ἐξέβαλε τὴν ὑπόθεσιν τῶν συμφορῶν, ἀλλ’ ἐπιστά‐ | |
5 | μενος ὡς ἐπὶ τῇ πόλει πάσῃ τὸ γύναιον μένει, μᾶλλον Ἀλεξάνδρου τὰς ἡδονὰς ἐθεράπευεν ἢ δι’ ὧν ἔσται σώζεσθαι προὐνοεῖτο. | |
Prog.9.2.9 | πόλεμος ἐντεῦθεν καὶ τῶν Ἑλλήνων ἡ στρατιὰ τοὺς ὁμόρους ἔφθειρε. τοῦτο δὲ ἀσθενῆ τὰ τῶν Τρώων ποιήσειν ἔμελλεν. ἆρ’ οὖν ἐκι‐ νήθη, παρωξύνθη, τὰ ὅπλα ἔλαβε, δύναμιν ἄγων ἧκε | |
5 | τοῖς κακουμένοις; οὐκ ἔστιν. ἀλλ’ ἐκάθητο τὸν ἐμπρη‐ σμὸν περιμένων ὁπότε λήψεται τῆς πόλεως. | |
Prog.9.2.10 | καὶ δὴ προσέσχον τῇ ἐκείνου φερόμενοι καὶ τὰς ναῦς καθελ‐ κύσαντες τοὺς περιοίκους ἥρπαζον. πάλιν Ἕκτωρ τὰ τῶν γειτόνων κακὰ ἐπυνθάνετο, παρῆν δὲ τῶν πορθου‐ | |
5 | μένων οὐδενί. τὴν ᾐόνα τῶν σκηνῶν ἐνεπίμπλασαν οἱ Ἕλληνες, ὁ δὲ ἀπὸ τῶν τειχῶν μετ’ αὐτῶν ἐθεᾶτο τῶν γυναικῶν. τὸ σεμνὸν δὲ ἦν προκύψαι τῶν πυλῶν, οὐκ ἐπ’ ἔργοις καὶ μάχαις, ἀλλ’ ὥστε προσιόντων πολεμίων φεύγειν. | |
Prog.9.2.11 | μέγας γάρ, νὴ Δία, καὶ φοβερὸς Ἀχιλλεύς, καὶ οὐκ ἦν ἐνεγκεῖν τὸν Πη‐ λέως. καλῶς. ὃν δὲ ἐκεῖνος ὠργίζετο χρόνον καὶ τῶν πραγμάτων ἀφειστήκει καὶ λαμπρᾶς ἀπήλαυον τῆς τύχης | |
5 | οἱ Τρῶες, ἔδειξεν ἐν τούτοις ἀρετῆς τι μετέχον; ποίας; οὐ τοὺς ὅρκους ὁρῶν ὀλιγωρουμένους καὶ συνθήκας | |
λυομένας καθ’ ἃς Ἀλεξάνδρῳ Μενέλαος ἐμονομάχει τὴν ἡσυχίαν ἦγεν; ἀλλὰ τί χρῆν ποιεῖν; ἀποσπάσαντα τὴν Ἑλένην δοῦναι τῷ νενικηκότι καὶ τὸν Ἀλέξανδρον δει‐ | ||
10 | λὸν ὄντα κελεῦσαι μὴ τῶν ἀλλοτρίων ἔχεσθαι. | |
Prog.9.2.12 | οὐ τοῦ Διομήδους εὐδοκιμοῦντος καὶ τοῖς ἐναντίοις ἐμ‐ πίπτοντος καὶ τοῦ καιροῦ ζητοῦντος στρατιώτην ἀρ‐ κοῦντα στῆσαι τὴν συμφορὰν ἀφεὶς τὴν τάξιν τῆς | |
5 | μάχης Ἑκάβῃ τῇ μητρὶ διελέγετο καὶ τῇ γυναικὶ συν‐ ῆν καὶ ταῖς εὐχαῖς ἀντὶ τῶν ὅπλων ἐχρῆτο; | |
Prog.9.2.13 | οὐχ οὗτος ὁ θρασὺς μὲν προκαλέσασθαι, φαῦλος δὲ μαχέ‐ σασθαι, καὶ τοῖς μὲν ῥήμασι λαμπρός, τοῖς δὲ ἔργοις ταπεινὸς οὗτος παρ’ Αἴαντος λίθῳ κατενεχθεὶς μόλις | |
5 | ἀναστὰς ἐπινίκιον ᾖσεν εἰς τὸν ἐχθρόν; | |
Prog.9.2.14 | καὶ τί δεῖ λέγειν τὸν Πηλέως καὶ τὸν Τελαμῶνος; οὐ τὸν Ἀτρέως ἔτρεμε; πρὸ γὰρ τῆς Ἀγαμέμνονος πληγῆς οὐδαμοῦ φαίνεται, μετὰ ταῦτα δὲ ἦγε καθ’ Ἑλλήνων ἀξιῶν εἶ‐ | |
5 | ναί τις. | |
Prog.9.2.15 | Ἤδη τοίνυν τις αὐτὸς μὲν οὐκ ἔσχε τὸ δέον εὑρεῖν, ἑτέρῳ δὲ ἠκολούθησεν εὑρόντι, τοῦτο δὲ ἔλατ‐ τον εἰς εὐφημίαν ἐκείνου, σῶσαι δὲ ἀρκεῖ τὸν πειθό‐ μενον. Ἕκτωρ δὲ μετὰ τῆς ἀνοίας ἀπείθειαν εἶχε καὶ | |
5 | οὔθ’ ἑώρα οὔτ’ ἐπείθετο καὶ τοῦ Πολυδάμαντος κατα‐ φρονῶν ἄχρηστον ἐποίει παρὰ τῷ στρατοπέδῳ τὴν ἐκείνου σύνεσιν τῷ τέλει μανθάνων ὡς ἄρα πεπεῖσθαι κάλλιον ἦν. | |
Prog.9.2.16 | Ὁ δὲ τῆς Πατρόκλου μεμνημένος τελευτῆς ἐν ἐπαίνοις Ἕκτορος οὐκ οἶδεν ἀντ’ Εὐφόρβου τὸν Ἕκτορα θαυμάζων. οὐχ ὁ κειμένοις ἐπεμβαίνων ἀνδρεῖος, ἀλλ’ ὁ πρῶτος κατενεγκών, ὧν τὸ μὲν Εὐφόρβου, τὸ δὲ | |
5 | Ἕκτορος. ὅταν δὲ ἐννοήσω τὴν αἰτίαν δι’ ἣν ἐπεθύμει κρατῆσαι τοῦ σώματος, ὁρῶ τὸν βάρβαρον ἀκριβῶς καὶ μισῶ τὸν τρόπον. ἐπὶ γὰρ ὕβρει λαβεῖν ἔσπευδε καὶ τῷ τὴν κεφαλὴν ἀποτεμεῖν καὶ τὰ τῶν θηρίων ἐπὶ τὸν οἰχόμενον ἐζήλου. | |
Prog.9.2.17 | καὶ τὴν μὲν γνώμην ἔδειξεν οἷς ἐβούλετο, τὴν δὲ ἀσθένειαν οἷς οὐκ ἴσχυε, τὸ δὲ οὐ δικαίως ἐπιχειρῆσαι τῷ δικαίως αὐτὸς παραπλήσια παθεῖν. ὡς γὰρ ἔπεσεν ὑπ’ Ἀχιλλεῖ θράσει μὲν ἔξω | |
5 | τείχους μείνας, δειλίᾳ δὲ προσιόντος φυγών, ἀπεσφαγ‐ μένος εἵλκετο καὶ ὑβρίζετο πάσχων ἃ δρᾶσαι βουληθεὶς οὐκ ἔσχε. καὶ τὸ δὴ καινότατον, ἐπράθη νεκρὸς ὑπὸ | |
τῶν πολεμίων τῷ πατρί. | ||
Prog.9.2.18 | Μὴ δὴ συγχωρείτω τις ἄριστον εἶναι τῶν Πρια‐ μιδῶν τὸν Ἕκτορα. τὸ μὲν γὰρ τῶν ἄλλων ἄδηλον, πῶς ποτ’ ἂν ἐχρήσαντο τοῖς τρόποις τὴν ἀρχήν, τοῦ δὲ τὴν κακίαν ἑωράκαμεν ἐν τῷ κρατεῖν. | |
Prog.9.2.19 | Καὶ τὸ δὴ πέρας τῶν κακῶν, Ἀνδρομάχη ἐμί‐ γνυτο Νεοπτολέμῳ τῷ παιδὶ τοῦ τὸν Ἕκτορα ἀποκτείναντος, τὸν δὲ παῖδά τις ἐκείνου λαβὼν ἔρ‐ ριψεν ἀπὸ τοῦ τείχους. | |
4 | ||
Prog.9.3t | Ψόγος Φιλίππου. | |
Prog.9.3.1 | Εἰ τοὺς πονηροὺς ψέγειν δίκαιον καὶ τοῖς τοῦτο ποιοῦσιν ἔπαινον ἔχον, οὐκ οἶδ’ ὅτου με χρὴ κατηγο‐ ρεῖν ἀφέντα Φίλιππον. τύραννος μὲν γὰρ τῶν ἐν ἀνθρώποις κακῶν τὸ χείριστον, τῶν δὲ τυράννων | |
5 | ἁπάντων Φίλιππος. | |
Prog.9.3.2 | τί γὰρ ἄν τις εἴποι περὶ αὐτοῦ καλόν; τὴν πατρίδα; βάρβαρος ἦν. τὸ τῆς πόλεως μέ‐ γεθος; καὶ τί φαυλότερον τῆς Πέλλης; οἱ πρόγονοι δὲ αὐτοῦ δοκοῦντες ἄρχειν ἐδούλευον δεχόμενοι μὲν ἐπι‐ | |
5 | τάγματα παρὰ τοῦ Περσῶν βασιλέως, φόρους δὲ φέ‐ ροντες τῇ τῶν Ἀθηναίων πόλει. | |
Prog.9.3.3 | παῖς δὲ ὢν Ἀμύν‐ του Φίλιππος, ὁ δὲ Ἀμύντας ἀπ’ οὐδενὸς ἔργου λαμ‐ πρός, ἐν ἤθεσι βαρβαρικοῖς ἐτύγχανε τραφείς, ἐν οἷς οὐ μουσικῆς ἔρως, οὐ σοφίας ἄσκησις, οὐκ ἐπιθυμία | |
5 | λόγων, οὐ σωφροσύνης φροντίς, οὐ δικαιοσύνη τίμιον, ἀλλ’ οἶνος πολὺς καὶ μέθη καὶ πλησμονὴ καὶ χαρί‐ σασθαι ταῖς ἡδοναῖς καὶ μηδὲν τῶν αἰσχίστων ὀκνῆσαι. | |
Prog.9.3.4 | ταῦτα ἐμάνθανε Φίλιππος, ἐν τούτοις ἐπαιδεύετο, ἀπὸ ταύτης τῆς μελέτης εἰς ἄνδρας ἧκε. παῖς δὲ ὢν ἔτι παρὰ Θηβαίοις ὡμήρευεν. ὃ σημεῖον ἦν τῆς τοῦ πατρὸς ἀσθενείας, δεῖγμα δὲ τῆς τούτου κακοδαιμονίας | |
5 | τὸ τῶν οἰκείων ἀπεῖναι. οὐ μὴν ἠμέλητο παντάπασι παρὰ τοῖς Θηβαίοις, ἀλλ’ ἔμενεν αὐτοῦ Παμμένους ἐρώμενος καὶ νέος ἐραστής, ὁ δὲ φιλάνθρωπός τε ἦν καὶ ἐχαρίζετο. | |
Prog.9.3.5 | παραλαβὼν δὲ τὰ πράγματα καὶ σωθεὶς σαφῶς ὑπ’ Ἀθηναίων ἐπὶ τοὺς σεσωκότας τῷ ἑαυτοῦ ἐχρήσατο τρόπῳ τὴν Ἀμφίπολιν ἀποστερῶν, τὴν Ποτί‐ δαιαν ἁρπάζων. πολλὰς μὲν εἷλε πόλεις, μετὰ | |
5 | δὲ καλοῦ σχήματος οὐδεμίαν. οὐδὲ γὰρ μαχόμενος κρείττων ἐγένετο τῶν ἀνδρῶν, ἀλλὰ δελεάζων καὶ κο‐ λακεύων καὶ φιλίαν πλαττόμενος καὶ δωρούμενος τὰ πατρῷα δούλους εἶχε τοὺς λαμβάνοντας. θαυμαστὸν δὲ ἦν οὐ τὸ σύνταγμα τῶν Φιλίππου στρατοπέδων, ἀλλὰ | |
10 | τὸ χρυσίον ὃ τοῖς πολιτευομένοις ἤρχετο. τοιαῦτα γὰρ τἀκείνου μηχανήματα, δοῦναι, φενακίσαι, παρακρούσα‐ σθαι. | |
Prog.9.3.6 | χρηστὴ μὲν ἡ ἐπαγγελία, παμπόνηρα δὲ τὰ ἔργα. τὴν Ἀμφίπολιν πολιορκῶν ὑπὲρ Ἀθηναίων ἔφασκε τοῦτο ποιεῖν, ὡς δὲ εἷλεν, ἐζήτουν εὐθὺς οἱ Ἀθηναῖοι καὶ τὴν Ποτίδαιαν. Θετταλοῖς ἔδοξε 〈τὴν〉 τυραννίδα | |
5 | καταλύειν καὶ πιστευθεὶς εὐθὺς ἐφίστη τυραννίδα χαλε‐ πωτέραν. Ὀλυνθίοις ἠφίει τι χωρίον ὡς δὴ φιλόδωρος, καὶ μικρὸν ὕστερον οὐδαμοῦ τῆς Θρᾴκης Ὀλύνθιοι, μᾶλλον δὲ οἱ Χαλκιδεῖς, δύο καὶ τριάκοντα πόλεις. | |
Prog.9.3.7 | καίτοι τοιαῦτα ποιῶν οὐ Χαλκιδεῦσιν ἐπολέμει μό‐ νον, ἀλλὰ καὶ τοῖς θεοῖς, οἳ παρ’ ἐκείνοις ἐτιμῶντο, ὧν οὐκ ἔδεισε 〈μῆνιν〉 κατασκάπτων ἱερὰ καὶ βωμοὺς ἀνα‐ | |
τρέπων καὶ θυσίας συγχέων. Ἀμφιπολιτῶν τινας θερα‐ | ||
5 | πεύσας εἶχεν Ἀμφίπολιν. ὡς δὲ ἦν δεσπότης, δι’ ὧν εἰλήφει τὴν πόλιν, τούτους ἐξήλαυνε. | |
Prog.9.3.8 | πρὸς δέ γε τοὺς Πυδναίους οὐ διέστησεν ἀπὸ τῶν σπονδῶν τὰς σφαγάς, ἀλλ’ ἀνέμιξεν ἀμφότερα. ταῖς αὑτοῦ τέχναις οὐ λαμβάνων Φερὰς Ὠρεὸν ἐδῃοῦτο. καὶ οὐ χαλεπὸς | |
5 | μὲν τοῖς προδοθεῖσι, πιστὸς δὲ τοῖς προδόταις, ἀλλὰ μετὰ τὴν χρείαν πᾶς ὁ συμπράξας ἄτιμος. | |
Prog.9.3.9 | Οὐ τοίνυν τὰς μὲν πόλεις οὕτως ἔκλεπτε, τῷ δὲ ἄλλῳ βίῳ προσῆν τι κόσμου καὶ τάξεως, ἀλλ’ ἐμέθυεν, ἐκορδάκιζε, συνῆγε τοὺς ἀσελγεῖς, τούτοις συνέπινε, μετὰ τούτων ἠσχημόνει, καὶ οἷς οὐκ ἦν ἀλλαχοῦ ζῆν, | |
5 | τούτοις ἦν εὐδοκιμεῖν παρ’ ἐκείνῳ. Καλλίας ἦν τις δημόσιος Ἀθήνησι. τούτου τὴν βδελυρίαν μὴ φέρων ὁ δῆμος ἐξέβαλεν. οὗτος οὐκ ἠγνόησεν οἷ χρὴ δραμεῖν, ἀλλ’ ἧκέ τε τῷ Φιλίππῳ καὶ πρὸ τῶν ἄλλων ἐκέκριτο. | |
Prog.9.3.10 | νοσῶν τοίνυν τὴν τῆς φιλοτιμίας νόσον καὶ ζημίαν ἡγούμενος, εἰ μή τις εἴη παρ’ αὐτῷ τῶν βελτιόνων | |
ἥττων ἀφροδισίων, οὐ τούτων μόνον τῶν ἐχόντων δή τινα παραίτησιν, ἀλλὰ καὶ ὅσα νόμῳ φύσεως κεκώλυ‐ | ||
5 | ται, οὐκ ᾐσχύνετο τῷ παρ’ Ἀθηναίων ἀφιγμένῳ περὶ τῆς τοῦ παιδὸς διαλεγόμενος ὥρας. | |
Prog.9.3.11 | Φίλιππος ἦν ὁ τὴν μὲν εἰρήνην ζητῶν ἐν ᾧ πολεμεῖν ἔδει, τὰ δὲ τοῦ πολέμου ποιῶν ἐν τῷ τῆς εἰρήνης καιρῷ. ὧν τὸ μὲν ἀσθενείας, τὸ δὲ πονηρίας δεῖγμα. δι’ ἐκεῖνον ἡ περὶ τὸν Πύθιον χώρα πολλὴν | |
5 | ἐρημίαν ἐδέξατο καὶ δύο καὶ εἴκοσι πόλεις πιστεύσασαι διῳκίσθησαν. ἐκεῖνος ἦν ὃς τὴν αὑτοῦ τάξιν ὑπερβὰς δεσποτείαν ἐπῆγε τοῖς ἐλευθερωτάτοις Ἕλλησι σπενδό‐ μενος, εἶτα διορύττων τὰς πόλεις. | |
Prog.9.3.12 | Καὶ μὴν καὶ τὸ σῶμα τοιοῦτος, οἷον ἄν τις ἰδὼν οἰωνίσαιτο, χωλεύων, τὸν ὀφθαλμὸν ἐκκεκομμέ‐ νος, πολλὰ τῶν μελῶν πεπηρωμένος. | |
Prog.9.3.13 | Ἀλλ’ οὐδὲ εἰ Φιλίππου θαυμάζουσιν ἔνιοι | |
τὰ περὶ τὴν Χαιρώνειαν, οὐδ’ ἐνταῦθα τροπαίων ἂν ἀξιωθείη. πρῶτον μὲν γὰρ οὐκ ἐφ’ ὅπερ ἐκέκλητο, τοῦτο ἔπραξεν, ἀλλ’ ἑτέραν ἐτράπη τὸ μὲν τῶν κεκλη‐ | ||
5 | κότων ἀφιείς, τὸ δὲ αὑτοῦ σκοπῶν. ἔπειτα Θρᾳξὶ μὲν χρώμενος Ἀθηναίοις ἐπῄει καὶ Θηβαίοις, ἀπὸ δὲ τῶν ἔργων ἐμάνθανε τοῖς ἀμείνοσιν ἐπιχειρεῖν. ἡττᾶτο γὰρ καὶ πρώτην μάχην καὶ δευτέραν, τὴν δὲ τρίτην οὐ δικαίως ηὐτύχει, τὸ δὲ τῆς τύχης ἐπιεικῶς τοιοῦ‐ | |
10 | τον· μετὰ τῶν φαυλοτέρων ἵσταται τὰ πολλά. | |
Prog.9.3.14 | Οὐ μὴν ἐπὶ πολὺ τῆς οὐ δικαίας τύχης ἀπή‐ λαυσεν, ἀλλ’ ὀφείλων δίκην τοῖς Ἑλληνίοις θεοῖς ἀνθ’ ὧν παρῆλθεν ὕβρει τοὺς Θρᾳκῶν βασιλεῖς ἐδέξατο τελευτὴν οὐδὲν ἐπαίνοις προσήκουσαν. Παυσανίας γάρ, | |
5 | ᾧ γε Φίλιππος 〈ἐχθρὸς ὢν〉 ἐτύγχανεν αἰσχύνας τὴν ἑαυτοῦ νεότητα, τὸ ξίφος εἰς αὐτὸν ὤσας ἀπέκτεινεν. | |
6 | ||
Prog.9.4t | Ψόγος Αἰσχίνου. | |
Prog.9.4.1 | Οὐκ οἶδα πῶς ἂν ἐμαυτῷ συγγνοίην, εἰ μὴ διεξέλθοιμι κατ’ Αἰσχίνου λόγους ὧν αὐτὸς ἐκεῖνος ἄξιον ἑαυτὸν ἀπέφηνε. | |
Prog.9.4.2 | Καὶ θαυμαστὸν οὐδὲν εἰ γεγονὼς ἐκ δούλου πατρὸς καὶ τούτου πονηροῦ καὶ πόρνης μητρὸς καὶ τραφεὶς ὡς εἰκὸς τὸν ἐκ τοιούτων φύντα μηδὲν γεν‐ ναῖον μηδὲ καλὸν μήτε ἐπετήδευσε μήτε εἶπε μήτε | |
5 | ἔπραξεν. | |
Prog.9.4.3 | ὃς εὐθὺς μὲν ἐξ ἀρχῆς ἐμιμεῖτο τὴν ἑαυ‐ τοῦ μητέρα τοῖς βουλομένοις μεταδιδοὺς τῆς ἑαυτοῦ νεότητος καὶ κοινωνῶν τελετῶν ἐφ’ αἷς ἤδη δίκην εἰλήφεσαν Ἀθηναῖοι παρὰ τῶν τελούντων, ἀνὴρ δὲ | |
5 | γενόμενος χοροὺς εἶχε γρᾳδίων μέγα ποιούμενος, εἰ κιττοφόρος ἀκούσειε. | |
Prog.9.4.4 | καὶ ταῦτα ὑπέμεινεν ὑπὲρ νε‐ ηλάτων καὶ στρεπτῶν. οὗτος γὰρ ἦν ὁ μισθός, ἐπεὶ καὶ τὰ τραύματα καὶ τοὺς κινδύνους τοὺς ἐν θεάτροις ὑπὲρ τοιούτων ὑπέμεινεν ἑτέρων, σύκων καὶ βοτρύων. | |
5 | οὐδὲ γὰρ ἐπὶ σκηνῆς ἡδὺς ἦν, ἀλλ’ εἶχε πολεμοῦντα τὸν θεατήν. ἀλλ’ ὅμως ὑπὸ τῆς πενίας ἅπαντα ᾤετο δεῖν ἀνέχεσθαι. πενίαν δὲ ὅταν εἴπω, δυσμένειαν λέγω θεῶν. | |
Prog.9.4.5 | πῶς οὖν οὗτος ὁ γεγονὼς ἐκ τοιούτων Ἀθηναῖος ἔδοξε; παρενέγραψεν ἑαυτὸν εἰς Κοθωκίδας τοὺς νόμους τῆς πόλεως παραβάς. καὶ πάλιν βλέψας 〈πλου‐ τοδότασ〉 οὐκ ὄντας τοὺς νόμους ἐν οἷς ἐγραμμάτευε | |
5 | Φίλιππον ὁρῶν δεόμενον προδοτῶν καὶ διδόντα πολὺ χρυσίον καὶ πόλεις ὠνούμενον ἐπὶ τὸ βῆμα ἀνέβη καὶ σπεύδων κύριος γενέσθαι πραγμάτων καὶ σαφῶς εἰδὼς ὅτι, εἰ μὴ δόξει τὸν Φίλιππον μισεῖν, οὐδὲν πιστευθή‐ σεται, λέγει κακῶς τὸν Μακεδόνα καὶ προσποιεῖται | |
10 | χαλεπῶς φέρειν τῆς Ἑλλάδος διορυττομένης. | |
Prog.9.4.6 | εἶτα εὔνους νομισθεὶς ἧκεν εἰς Ἀρκαδίαν καὶ πάλιν ἐχρῆτο τῇ τέχνῃ κἀκεῖθεν ἥκων τῆς αὐτῆς πάλιν εἴχετο, ἕως ἐνεχειρίσθη τὴν πρὸς ἐκεῖνον πρεσβείαν, ὃν ᾔδει δώ‐ | |
5 | σοντα χρυσίον. ἀφεὶς γὰρ τὸν Δημοσθένην καὶ τοὺς τὴν πατρίδα σώζεσθαι βουλομένους προσέθηκεν αὑτὸν Φιλοκράτει τῷ τὴν εἰνήνην ἄνισον ποιοῦντι, τοὺς δὲ συμμάχους ἀπελαύνοντι. τὸν Φίλιππον δὲ ἰδὼν εὐθὺς | |
αὐτῷ φίλος ἦν κοινολογούμενος ἄνευ τῶν ἄλλων συν‐ | ||
10 | ών, δειπνῶν παρὰ τυράννοις ἀνθρώποις κατὰ τῶν ταλαιπώρων Ὀλυνθίων. | |
Prog.9.4.7 | μικρὰ ταῦτα πρὸς τὰς ἐπαγ‐ γελίας καὶ τὰς ὑποσχέσεις. αἱ δὲ ἦσαν· ἀπολεῖ Φί‐ λιππος Θηβαίους, σώσει Φωκέας, πάντα ποιήσει κατὰ νοῦν Ἀθηναίοις. ἀπὸ τούτων τῶν λόγων ὁ | |
5 | μὲν δῆμος ἐλπίζων ἐκάθητο, Φωκεῖς δὲ διῳκίζοντο, Πύλας δὲ ἔσχεν ὁ Φίλιππος, ὧν ἐγκρατὴς καταστὰς ἐτίθει μὲν τὰ Πύθια, μέγας δὲ ἐγεγόνει τοῖς Ἕλλησιν, ἀπειλῶν δὲ οὐκ ἐδόκει μείζω τῆς δυνάμεως θρασύνε‐ σθαι. | |
Prog.9.4.8 | ἀλλὰ καὶ πρὸ τῶν Φωκέων ὁ τὴν Θρᾴ‐ κην ὑπ’ ἐκείνῳ πεποιηκὼς Αἰσχίνης ἦν, ὁ μὴ σπεύδων ἐπὶ τοὺς ὅρκους, ὁ κωλύων σπεύδοντας. τῇ τοίνυν ἀπάτῃ τοῦ δήμου προσέθηκε τὴν τῶν δικαστῶν ἐν οἷς | |
5 | ἐκρίνετο, καὶ τοσούτοις Ἀθηναίοις αἴτιος ἐπιορκίας κατ‐ έστη. | |
Prog.9.4.9 | νομίζων δὲ βραχύ τι τῷ Φιλίππῳ κεχαρίσθαι, πόλεις τοσαύτας, καὶ τοὺς Ἀθηναίους, ἕως ἂν ἔχωσι | |
τὸ ναυτικόν, ἱκανοὺς ἔσεσθαι πάντα ἐπανορθοῦσθαι τὸν Ἀντιφῶντα τὸ πῦρ ἀγνωκότα προσάγειν ταῖς τριή‐ | ||
5 | ρεσι παρεκάλει πρὸς τὴν ἐγχείρησιν. σημεῖον δέ, ἁλόντα γὰρ καὶ κινδυνεύοντα διασώζειν ἐπειρᾶτο. καὶ προϊὼν οὐκ ἀπέστη τῆς πονηρίας, ἀλλ’ ἐδέχετο μὲν κατασκό‐ πους εὐμενῶς καὶ πάντα ἐξεδίδασκε, συνηγόρει δὲ τῷ Πύθωνι καταχέοντι τὴν πόλιν. | |
Prog.9.4.10 | Ἐκεῖνον ἐγὼ καὶ τῆς ἐν Χαιρωνείᾳ αἰτιῶμαι συμφορᾶς. ἡ μὲν γὰρ μάχη ταύτην ἐποίησε, τὴν δὲ ἔξοδον Ἐλάτεια κατειλημμένη. τοῦτο δὲ ἔσχεν ὁ Φί‐ λιππος ἐκ τῆς τῶν Ἀμφικτυόνων ταραχῆς, ἡ ταραχὴ | |
5 | δὲ τῶν Ἀμφικτυόνων ἔργον Αἰσχίνου. πάντα τοίνυν ὅσα τῇ κατὰ Χαιρώνειαν ἠκολούθησε πληγῇ τὴν ἀρχὴν ἀπὸ τῶν Αἰσχίνου λόγων ἔσχεν, οὓς ἐκεῖνος κακῶς ἐν τῇ πυλαίᾳ διεξῆλθεν. | |
Prog.9.4.11 | Ὡς μὲν οὖν πονηρὸς ἠδίκει τὴν πόλιν, ὡς δὲ δεινὸς εἰπεῖν οὐκ ἐδίδου δίκην, ὡς δ’ οὐ λανθάνων ὅτι δύσνους ἦν οὐκ ἐτιμᾶτο, ὡς δὲ βάσκανος ἐρρή‐ γνυτο τιμωμένων ἑτέρων. | |
Prog.9.4.12 | ἀλλὰ γὰρ τοῦτο μόνον καλῶς ἐποίησεν, ὅτι τὸν Κτησιφῶντα γραψάμενος ἔφυγεν Ἀθήνηθεν οὐκ ἐνεγκὼν τὴν ἧτταν καὶ διατρίβων ἐν νήσῳ καί τινα τρόπον 〈τὰ τοῦ〉 πατρὸς ἐπιτηδεύων | |
5 | πόρρω τῆς οἰκείας ἀπέθανεν. | |
Prog.9.4.13 | ὑπερβαλόμενος μὲν Εὐθυκράτη καὶ Λασθένη τῇ προδοσίᾳ, νικήσας δὲ τοὺς Θετταλίαν πεπρακότας, πλείονας μὲν ὀφείλων τῇ πό‐ λει χάριτας, ἐν ᾗ δοῦλος ὢν ἐπολιτεύετο, δούλην | |
5 | ταύτην ἐπεχείρησε ποιῆσαι, κοινῇ δὲ τοὺς Ἕλληνας ἀπώλλυε διὰ μιᾶς ταύτης τῆς πόλεως, ὥσθ’ οἱ μὲν ἄλλοι τὰς αὑτῶν προδιδόντες ἐκείνας μόνας ἀφῃροῦντο τὴν ἐλευθερίαν, ὁ δ’ ἐπὶ ταῖς Ἀθήναις λαμβάνων κατὰ παντὸς ἐλάμβανε τοῦ τῶν Ἑλλήνων γένους. | |
9 | ||
Prog.9.5t | Ψόγος πλούτου. | |
Prog.9.5.1 | Ἀλλ’ εἰ καὶ πολλοὺς λυπήσω φιλοχρημάτους λέ‐ | |
γων περὶ πλούτου τἀληθῆ, τῆς γε ἀληθείας οὐδὲν πρότερον ποιήσομαι. φημὶ τοίνυν ἀγαπᾶσθαι μὲν αὐ‐ τὸν ὑπὸ τῶν κακῶς τὰς γνώμας διακειμένων, εἶναι δὲ | ||
5 | μέγιστον τοῖς ἔχουσι κακόν. | |
Prog.9.5.2 | Καὶ πρῶτόν γε ἐντεῦθεν γνοίη τις ἂν τὴν φύ‐ σιν αὐτοῦ· πλοῦτος οὐκ ἔστι παρὰ θεοῖς οὐδ’ ἀργύ‐ ριον καὶ χρυσίον καὶ σκεύη καὶ ἐσθήματα, οὐδ’ ἕτερος εὐπορώτερος ἑτέρου. καίτοι τῶν γε καλῶν εἴπερ ἦν, | |
5 | ἀνάγκῃ παρ’ ἐκείνοις ἂν ἦν, ὥσπερ τἄλλα τὰ φύσει καλά, δικαιοσύνη καὶ ὁμόνοια καὶ φιλία. | |
Prog.9.5.3 | ἀλλ’ οὐδὲ τοὺς εὐδοκιμήσαντας παῖδας τῶν θεῶν εὕροιμεν ἂν περὶ χρήματα σπουδάσαντας, οἷον Ἡρακλέα καὶ Θησέα καὶ Πειρίθουν καὶ πολλοὺς ἑτέρους. καίτοι | |
5 | πλεῖστον τῶν ἄλλων διενεγκόντες καὶ δυνάμενοι ῥᾳ‐ δίως, εἴπερ ἐβούλοντο, τὰ τῶν ἄλλων ἔχειν, οὐκ ἠξί‐ ωσαν ἀπὸ τοῦ πολλὰ κεκτῆσθαι λαβεῖν ὄνομα. | |
Prog.9.5.4 | Μητέρα τοίνυν ἔγωγε νομίζω πλούτου πλεονε‐ ξίαν εἶναι καὶ τὸ μὴ τοῖς ἴσοις τὸ ἴσον ἀγαπᾶν. οὗτος πολέμους ἔτεκεν, οὗτος λῃστείας ἐποίησε. τὸ γὰρ τὰ τῶν πλησίον ἐθέλειν ἔχειν ἐπὶ τὰ ὅπλα τοὺς φιλοχρη‐ | |
5 | μάτους ἤγαγε καὶ μάχας κατέδειξε καὶ παρατάξεις καὶ τροπὰς καὶ μηχανήματα καὶ πόλεων κατασκαφάς. | |
Prog.9.5.5 | καὶ οὐδὲ τὴν θάλατταν ἡ φιλοχρηματία τῶν κακῶν ἀφῆκεν εἶναι καθαράν, ἀλλ’ ἐναυπηγήσατο πλοῖα λῃστρικὰ καὶ κακούργους ἐνεβίβασε καὶ τραύματα καὶ φόβους εἰσή‐ | |
5 | γαγεν εἰς τὴν θάλατταν. | |
Prog.9.5.6 | ὁ τύραννος ὑπὸ τοῦ πλού‐ του καθίσταται καὶ ὅπως ἔτι μᾶλλον πλουτήσειεν, ἐπιθυμεῖ τῆς δυναστείας, γενόμενος δὲ τῶν πραγμάτων κύριος, τοὺς μὲν πένητας ἐᾷ, τοὺς δὲ εὐπόρους σφάτ‐ | |
5 | τει, καὶ γίνεται τοῖς μὲν ἡ πενία σωτηρία, τοῖς δὲ ὄλεθρος ἡ περιουσία. | |
Prog.9.5.7 | καὶ μὴν καὶ οἱ τοιχωρύχοι τοὺς τῶν πλουσίων περισκοποῦσι τοίχους καὶ προσ‐ έρχονται μετὰ τῶν ὀργάνων ὅθεν ἔστι πολλὰ λαβεῖν, εἰ δὲ βοηθεῖν αὑτοῖς οἱ ἀδικούμενοι βούλονται, μετὰ | |
5 | τῶν χρημάτων ἀπώλεσαν τὰς ψυχὰς ἔργῳ μαθόντες ὅτι κρεῖττον ἦν ἄρα πένεσθαι. | |
Prog.9.5.8 | Καὶ μὴν ὅστις μὲν εὐπορεῖ, φθονεῖται καὶ ἐπι‐ βουλεύεται, κἂν καταλάβῃ ποτὲ αἰτία καὶ περιστῇ κίν‐ δυνος, πολλοὺς ἔχει τοὺς ἐπικειμένους ἐγκαλεῖν μὲν οὐδὲν ἴσως ἔχοντας, δακνομένους δὲ ὑπὸ τοῦ παρ’ | |
5 | ἐκείνῳ τὸ πλέον εἶναι. | |
Prog.9.5.9 | τοῖς πλουσίοις καὶ τεθνεῶ‐ σιν ἤδη παρακολουθεῖ τὸ πάσχειν κακῶς. ἐπειδὰν γὰρ ταφῶσιν ἀξίως τῆς τύχης, πολλοὺς ἔχουσι τοὺς οὐκ ἐῶντας ἀκίνητον μένειν τὸν τάφον, ὥστ’ ἀνάγκη τὸ | |
5 | σῶμα ῥίπτεσθαι καὶ δευτέρας δεῖσθαι ταφῆς. | |
Prog.9.5.10 | παῖ‐ | |
δες δὲ πολλῆς οὐσίας κληρονόμοι πολλοὺς ἔχουσι τοὺς σπαράττοντας καὶ ἕλκοντας καὶ λαβεῖν βουλομέ‐ νους ἐξ αὐτῶν τι καὶ φοβοῦντας, εἰ μὴ δοῖεν, καὶ τὸ | ||
5 | λαβεῖν ἀφορμὴν ποιουμένους δευτέρας ἁρπαγῆς. ἀνάγκη τοίνυν ἕλκεσθαί τε καὶ θορυβεῖσθαι καὶ ἐνοχλεῖσθαι καὶ τῆς διανοίας ἀμελεῖν ὑπὸ τοῦ πλήθους τῶν περι‐ ισταμένων κακῶν. | |
Prog.9.5.11 | Καὶ μὴν τὰ μέγιστα τῶν ἐν ἀνθρώποις δεινῶν ἀπὸ τῶν τοιούτων λαμβάνει τὰς ἀφορμάς. οὕτω δια‐ φθείρονται γάμοι χρημάτων διδομένων, οὕτω νέων ὥρα μισθοῦ προτεινομένου. τοῦτο τὰς προδοσίας ἐργά‐ | |
5 | ζεται, καὶ νῦν μὲν στρατηγὸς ἀπέδοτο τὸ στρατόπεδον, νῦν δὲ πρεσβευτὴς ἃ πεπίστευται, χρημάτων ἐπιθυμή‐ σας ἑκάτερος. | |
Prog.9.5.12 | οἱ δὲ τῶν θεῶν καταφρονοῦντες καὶ τὰ ἱερὰ συλῶντες, οἱ δὲ θήκας κινοῦντες καὶ τάφους ἀνορύττοντες πόθεν ἐπὶ τὸ τοιαῦτα τολμᾶν ὁρμῶνται; ἀπὸ τοῦ περὶ χρήματα μεμηνέναι. | |
Prog.9.5.13 | ἐξέταζέ μοι τοὺς θρασεῖς καὶ τοὺς ὑβριστὰς καὶ τοὺς ἀσελγεῖς καὶ ὅσοι διαπτύουσι τοὺς ἐντυγχάνοντας. ἀπὸ γὰρ τῶν πλουτούντων τούτους εὑρήσεις, οὐ τῶν ἐν με‐ | |
5 | τρίοις διαζώντων. | |
Prog.9.5.14 | ὁ πλοῦτος οὐκ ἐᾷ σωφρονεῖν, | |
ἀλλ’ ἐρᾶν παρακαλεῖ. ὁ πλουτῶν ἀμελεῖ παιδείας ὡς ἀρκούντων αὐτῷ τῶν χρημάτων καὶ τὸν πέλας ἀδικεῖ προσπεριβαλέσθαι 〈τι〉 τοῖς οὖσιν ἐθέλων. μέτρον γὰρ | ||
5 | οὐδὲν ἐπίσταται περιουσίας. | |
Prog.9.5.15 | καὶ δειλία δὲ τούτοις ἐνοικεῖ. τὸ γὰρ ἀεὶ κολακεύεσθαι καὶ τρυφᾶν καὶ μεθύ‐ ειν καὶ ζῆν ἐν καλοῖς ἀκούσμασιν οὐκ ἐᾷ κινδύνων ἐνδόξων ἐπιθυμητὰς γενέσθαι. | |
Prog.9.5.16 | καὶ μὴν καὶ τὸ ὑγιαίνειν ἥδιστον, οἱ δὲ γέμουσι νοσημάτων. τὸ γὰρ ὑπερεσθίειν καὶ τῇ γαστρὶ χαρίζεσθαι καὶ μὴ γυμνά‐ ζεσθαι τὸ σῶμα τοῖς πόνοις πᾶσαν ἰδέαν ἐφέλκεται | |
5 | νοσημάτων. | |
Prog.9.5.17 | ἔτι τοίνυν ἐν ταῖς μάχαις λείπουσι τὰς τάξεις καὶ φεύγουσι καὶ οὐδὲ τὸν κτύπον ὑπομέ‐ νουσι τῶν ἀσπίδων. Ἴλιον τὸ πολύχρυσον ὑπὸ τῶν Ἑλλήνων οὐ μάλα εὐπορούντων ἡλίσκετο. Ξέρ‐ | |
5 | ξης ὁ τῆς Ἀσίας δεσπότης, ὁ μεταποιῶν τὴν γῆν τε καὶ θάλασσαν ὑπ’ ἀνδρῶν ὀλίγων ἠλαύνετο. τοὺς μὲν Ἀθηναίους εὕροις ἄν, ὅτε πλεῖστα ἐκτήσαντο, μάλιστα κακῶς ἀπαλλάξαντας, τοὺς δὲ Λακεδαιμονίους νόμῳ | |
μὲν πενομένους, ἡγουμένους δὲ τῶν Ἑλλήνων ἀκού‐ | ||
10 | σαντας παρὰ τοῦ Πυθίου φυλάττεσθαι τὴν φιλοχρη‐ ματίαν ὡς ὄλεθρον ἔχουσαν. | |
Prog.9.5.18 | Ἡ μανία δὲ δεινὸν μέν, ἀλλ’ οὐκ ἔστιν ἔγκλη‐ μα τῆς γνώμης. ἀφίησι γὰρ ἡ τύχη τὸν ἁμαρτάνοντα τῆς αἰτίας, ὁ δὲ πλοῦτος αὐτὴν διαφθείρει τὴν ψυχὴν καὶ ποιεῖ κακὸν τὸν ἔχοντα. καὶ μανίας μὲν οὐδεὶς | |
5 | οὐδέποτε δίκην ἔδωκε, διὰ δὲ τὴν τοῦ πλούτου ἀδι‐ κίαν ὁρῶμεν πολλοὺς κολαζομένους. | |
6 | ||
Prog.9.6t | Ψόγος πενίας. | |
Prog.9.6.1 | Ἐμὲ δὲ εἴ τις ἔροιτο τί μέγιστον ἡγοῦμαι τῶν ἀνθρωπείων κακῶν, πενίαν εἴποιμ’ ἄν. οἶμαι δὲ οὐ πρῶτος ταύτην φέρειν τὴν ψῆφον, ἀλλὰ πολλοῖς μὲν ποιηταῖς, πολλοῖς δὲ ῥήτορσιν ἀκολουθεῖν, οἳ καὶ τὴν | |
5 | φύσιν ἐσκέψαντο τοῦ πράγματος καὶ κατηγόρησαν ἱκα‐ νῶς. | |
Prog.9.6.2 | πῶς γὰρ οὐκ ἔμελλον κατηγορεῖν τῆς ὑπὸ θεῶν μεμισημένης τε καὶ ἐκβεβλημένης οὐρανοῦ; ὅταν γὰρ Ὅμηρος λέγῃ χρυσοῦν εἶναι τοῖς θεοῖς τὸ δάπεδον, ὁμολογεῖ πλοῦτον εἶναι παρ’ αὐτοῖς καὶ τὰ τοῦ πλού‐ | |
5 | του καλά. | |
Prog.9.6.3 | ἐπεὶ καὶ τῶν πόλεων ἃς φιλοῦσι πλοῦτον ταύταις δεδώκασι. σημεῖον δέ, Ῥοδίοις γάρ φησι Πίν‐ δαρος ἐξ οὐρανοῦ ῥυῆναι χρυσόν. Θουκυδίδου δὲ ἀκού‐ εις λέγοντος ταπεινῶς διακεῖσθαι τὴν Ἑλλάδα τὸ πρῶ‐ | |
5 | τον, ἕως μὴ χρήματα ἐνῆν. | |
Prog.9.6.4 | ἔνθεν ἴδοι τις ἂν καὶ νῦν τῶν πόλεων τὰς χρημάτων ἀπορούσας ταπεινάς τε οὔσας καὶ φαύλας καὶ ἀμόρφους. οὔτε γὰρ ἂν τεῖχος ἰσχυρὸν περιβάλοιτο πόλις οὔτ’ ἂν τὸ μέτρον ἑαυτῆς | |
5 | ἐπὶ πλεῖστον τῆς γῆς ἐκτείνειεν οὔτ’ ἂν ναοὺς κατασκευάσαιτο περιφανεῖς οὔτ’ ἂν οἰκίας λαμπράς, εἰ μὴ τὴν ἀπὸ τοῦ πλούτου χορηγίαν ἐπὶ τοῦτο ἔχοι. | |
Prog.9.6.5 | πολέμου δὲ καταλαβόντος ἐν ᾗ πενία, πόθεν ἂν εἴη τῇ τοιαύτῃ σωτηρία μήθ’ ὅπλων ὑπαρχόντων μήτε νεῶν μήτε τριηράρχων μήτε ξενικοῦ προσγινομένου μήτε τροφῆς τοῖς στρατευομένοις οὔσης; | |
Prog.9.6.6 | ἀλλ’ οὐδὲ τὴν εἰρήνην φαιδρὰν εἶναι τοῖς τοιούτοις οἷόν τε τῆς πε‐ νίας τὴν ἐκ τῆς ἀσφαλείας τέρψιν ἀφανιζούσης. ὁ πένης εἰ μὲν ἄγαμος διαμείνειεν, ὑπ’ ἐρημίας πιέζοιτ’ ἄν· γή‐ | |
5 | μας δὲ αὑτῷ παραπλησίαν διπλοῦν αὑτῷ πεποίηκε τὸ κακόν. | |
Prog.9.6.7 | παῖδες δὲ εἰ γένοιντο, μείζων τῆς πενίας ἡ αἴσθησις, καὶ δεῖ δακρύειν ἀφ’ ὧν τοῖς εὐπόροις ἑορ‐ | |
τάζειν ὑπάρχει, ὥστε οὐ παῖδας ἰδεῖν, ἀλλὰ τοὐναντίον αἰτοῦσι παρὰ τῶν θεῶν. οἱ δὲ δὴ γενόμενοι πρὸς τὰς | ||
5 | δουλοπρεπεῖς καταφέρονται τέχνας ἀπὸ τῶν χειρῶν ποιούμενοι τὸν βίον, ἐλευθερίου δὲ μαθήματος οὐκ ἐᾷ μεταλαμβάνειν ἡ πενία, οὐ κτᾶσθαι ῥητορικήν, οὐκ ἐν φιλοσοφίᾳ διατρίβειν. | |
Prog.9.6.8 | οὐδεὶς πένης ἀπὸ τῶν εἰς τὴν πόλιν φιλοτιμιῶν λαμπρὸς οὐδὲ περίβλεπτος οὐ χορηγεῖν δυνάμενος, οὐκ ἐπιδοῦναι ναῦν, οὐ λῦσαι λιμὸν ἐκ τῶν ἔνδον ἀποκειμένων. | |
Prog.9.6.9 | οὗτοι κἂν φρο‐ νήσει διενέγκωσι, κἂν συμβουλὴν ἔλθωσι κομίζοντες χρησίμην, κατεφρονήθησαν διὰ τὴν τύχην καὶ τοὺς πειθομένους οὐκ ἔσχον, ἐπεὶ κἂν στρατηγικός τις ᾖ πέ‐ | |
5 | νης ὤν, παραπλήσιόν τι πάσχει καὶ τοὺς ἐγχειριοῦντας τὸ στράτευμα οὐκ ἔχει. πένης πρεσβεύων κἂν ὡς δι‐ καιότατα διακονήσῃ, δωροδοκεῖν ὑποπτεύεται. | |
Prog.9.6.10 | καὶ ὅλως τὰς ἀρετάς, εἴ τινες ἄρα γένοιντο, σπάνιον δέ, κωλύει λάμπειν. ὡς τά γε πολλὰ πονηρίας ἐστὶ δι‐ δάσκαλος ἀναγκάζουσα κακὸν εἶναι τὸν ἀποροῦντα. | |
Prog.9.6.11 | ἀπὸ τούτων εἰσὶν οἱ τολμῶντες κερδαίνειν ἐκ τῶν τάφων καὶ τὰς θήκας τῶν οἰχομένων ἀναρ‐ ρηγνύναι, ἀπὸ τούτων οἱ τοίχους ὀρύττοντες, ἱερόσυ‐ λοι, κλέπται μήτ’ ἀνθρώπους αἰδούμενοι μήτε θεοὺς | |
5 | δεδιότες. οὗτοι τὰς δεξιὰς ἐν ταῖς ἐρημίαις ὁπλίζουσι κατὰ τῶν ὁδοιπόρων καὶ σφάττουσιν οἷς οὐδὲν ἔχουσιν ἐγκαλεῖν ἐσθῆτος ἕνεκα φαύλης ἢ δραχμῶν ὀλίγων. τούτοις δοῦναι καὶ παρακαταθήκην σφαλερόν. ἴσασι γὰρ ἀποστερεῖν καὶ μετὰ τοῦτο ἐπιορκεῖν. | |
Prog.9.6.12 | Πένης ἐπίτιμος οὐ πολὺ τῶν ἀτίμων διαφέρει τὴν γλῶτταν ὑπὸ τῆς τύχης, ὡς ἔφη που Θέογνις, δε‐ δεμένος. καὶ περιέρχονται κατὰ πόλιν σκυθρωποὶ καὶ κύπτοντες εἰς γῆν ἀποβεβληκότες μὲν οὐδένα τῶν οἰ‐ | |
5 | κείων, στένοντες δὲ μᾶλλον ὡς πενόμενοι, παραχω‐ ροῦντες θώκων, ὑποχωροῦντες ὁδῶν, ἀγαπῶντες εἰ μὴ πάθοιεν κακῶς, τὰ σώματα μὲν τοῖς νοσοῦσιν ἐοικό‐ τες, τὰς ψυχὰς δὲ τοῖς ἀεὶ πληγήσεσθαι μέλλουσι. | |
Prog.9.6.13 | Θυγάτηρ τῷ πένητι συμφορὰ καὶ μνηστὴρ οὐ‐ δαμοῦ, ἡ δ’ ἄγαμος ἐλεεινὸν τοῦ καιροῦ τὴν ἀτυχίαν μειζόνως ἐλέγχοντος. | |
Prog.9.6.14 | ἔτι τοίνυν ἐν δικαστηρίοις, εἰ μὲν διώκει πένης ἀδικούμενος, συκοφαντεῖν ἔδοξεν· εἰ δὲ φεύγει μηδὲν ἀδικῶν, ῥᾳδίως ἥλω. | |
Prog.9.6.15 | τέθνηκε. | |
περὶ ταφῆς ἡ φροντίς, καὶ δακρύουσιν οὐχ οὕτω τὴν τελευτὴν οἱ προσήκοντες ὡς τὸ μὴ κρύψαι τὸ σῶμα πρεπόντως ἔχειν. | ||
Prog.9.6.16 | Οὐδὲν τοσοῦτον ἡ δουλεία. ὁ μέν γε οἰκέτης καθεύδει ῥᾳθύμως ταῖς τοῦ δεσπότου φροντίσι τρε‐ φόμενος καὶ τἄλλα ἔχων ὧν δεῖται τὸ σῶμα, πένης δὲ ἐλεύθερος ἀγρυπνῶν διατελεῖ ζητῶν ὅθεν θρέ‐ | |
5 | ψεται, χαλεπὴν ἔχων δέσποιναν τὴν ἀπορίαν ἀναγ‐ κάζουσαν λιμώττειν. | |
Prog.9.6.17 | δεινὸν ἡ νόσος τοῖς ἀνθρώ‐ ποις καὶ τὸ ἀρρωστήμασι κάμνειν, ἀλλὰ τῷ μὲν εὐ‐ πόρῳ πολλαχόθεν ἡ παραμυθία καὶ ἰατροὶ καὶ φάρ‐ μακα καὶ θεραπεία συχνὴ καὶ τέχνη· πένης δὲ ἀρρωστῶν | |
5 | διπλῇ προσπαλαίει νόσῳ. φαίη δ’ ἄν τις ἀκριβῶς ἐσκεμ‐ μένος τὴν πενίαν κουφότερον εἶναι τὸ μετ’ εὐπορίας νοσεῖν ἢ μετὰ τοῦ χρημάτων σπανίζειν ὑγιαίνειν. | |
7 | ||
Prog.9.7t | Ψόγος ὀργῆς. | |
Prog.9.7.1 | Καὶ αὐτός ποτε βλαβεὶς ὑπ’ ὀργῆς, πολλάκις δὲ αὐτῆς κεκρατηκὼς καὶ πείρᾳ μαθὼν οἷόν ἐστι τὸ ταύ‐ της καὶ περιεῖναι καὶ μή, βούλομαι περὶ αὐτῆς εἰπεῖν ἃ περὶ τῆς τοιαύτης ἄξιον, μᾶλλον δέ, ὅσον μὲν ἄξιον, | |
5 | οὐκ ἔστιν εἰπεῖν, ὅσα δὲ ἐγχωρεῖ, καλὸν μὴ σιωπῆσαι. | |
Prog.9.7.2 | Πρῶτον μὲν οὖν μὴ νομίζωμεν αὐτὴν ἐν οὐρα‐ νῷ τε καὶ τῇ τῶν θεῶν εἶναι διαίτῃ μηδ’ ὑμᾶς μηδεὶς ἐξαπατάτω ποιητὴς τοιαῦτα ληρῶν. εἰ γὰρ εὐδαίμονες μὲν οἱ θεοί, καὶ τοῦτο ἀνωμολόγηται, στασιάζειν δὲ | |
5 | ὁμοῦ καὶ εὐδαιμονεῖν οὐκ ἔστιν, αἱ δὲ ὀργαὶ στάσεις ποιοῦσι, πῶς οὐκ ἀνάγκη τὰ πράγματα τῶν θεῶν κα‐ θαρεύειν ὀργῆς; | |
Prog.9.7.3 | ἀλλὰ μὴν αὐτῶν γε τῶν ποιητῶν ἀκούομεν ῥεῖα ζώειν τοὺς θεοὺς λεγόντων, οὐκ ὀργῇ καὶ τῷ χαλεπῶς πρὸς ἀλλήλους ἔχειν 〈χρωμένουσ〉. πῶς γὰρ ἂν εἴη ῥεῖα ζώειν; | |
Prog.9.7.4 | τὴν μὲν οὖν Ἄτην φασὶν ἐκπεσεῖν ἐκεῖθεν, ὅπως μηδὲν τῶν αὑτῆς παρ’ ἐκείνοις ποιῇ, ἐγὼ δὲ θαυμάσαιμ’ ἂν εἰ τὴν μὲν Ἄτην οὐκ ἐπιτη‐ δείαν ἡγοῦντο συνδιατρίβειν αὑτοῖς, τὴν δὲ ὀργὴν | |
5 | ἠγάπων, ἀφ’ ἧς ᾔδεσαν οὐκ ἐλάττω γενησόμενα κακά. | |
Prog.9.7.5 | οὐκοῦν καὶ ταύτην ἐξέρριψαν ἂν ἢ μετ’ ἐκείνης ἢ πρὸ ἐκείνης ἢ μετ’ ἐκείνην εὐθύς, μᾶλλον δέ, οὐδετέ‐ ραν ἐξέωσαν, ἀλλ’ οὐδὲ τὴν ἀρχὴν παρεδέξαντο. θεῶν γὰρ ἦν ἰδεῖν, οἶμαι, πρὶν παθεῖν τὸ μέλλον. | |
Prog.9.7.6 | Οὐκοῦν ἀνθρώπων τὰ τῆς ὀργῆς καὶ οὐδὲ τού‐ | |
των πεπαιδευμένων. οὔκουν τούς γε γνησίως φιλοσο‐ φοῦντας ἔστιν ἰδεῖν ὑπὸ τοῦδε τοῦ πάθους κατεχομέ‐ νους, ἀλλὰ τοῦτον ὄντα πρῶτον φιλοσοφίας καρπόν, | ||
5 | τὸ καθαρὰν ὀργῆς τὴν ψυχὴν παρέχεσθαι. | |
Prog.9.7.7 | καὶ τόν γε ὀργῇ δουλεύοντα καὶ μὴ τοῖς ἐκ τῆς φιλοσοφίας λόγοις ἥκιστά γέ φαμεν φιλοσοφεῖν, τὸν δὲ κρείττονα ταύτης, κἂν μὴ δεινὸς ᾖ τἀκείνων, ἐν ἄκροις | |
5 | γραφόμεθα. οὕτω μέγιστος ἄθλων ἐστὶν ὀργὴν φανῆ‐ ναι νικῶντα, ἣ ποιεῖ μὲν κακῶς ἄλλους, ποιεῖ δὲ αὐ‐ τὸν τὸν ἔχοντα. | |
Prog.9.7.8 | Σκοπῶμεν δὲ οὑτωσί· πατὴρ ἥττων ὀργῆς ἀφό‐ ρητος υἱέσιν ὑβρίζων, ἐλαύνων, παίων. καὶ πολλοὶ τόν γε τοιοῦτον ἀποδράντες ἀλᾶσθαι μᾶλλον καὶ πτωχεύειν ἐδέξαντο καὶ τοὺς ἀλλοτρίους σφίσιν οἴκους οἰκειοτέ‐ | |
5 | ρους ἔκριναν. ὁ δ’ ἀπὸ τῶν παίδων τὴν ὀργὴν ἐπὶ τὴν γυναῖκα μετενεγκὼν ταχέως κἀκείνην ἐξήλασεν. | |
Prog.9.7.9 | ἥκων δὲ ἐπὶ τοὺς οἰκέτας πολλοὺς δραπέτας ἐποί‐ ησεν, ἔστι δὲ οὓς καὶ φονέας. τοῖς μὲν γὰρ ἤρκεσεν ἀπελθοῦσιν ἀπηλλάχθαι κακῶν, τοῖς δ’ ἔδοξε καὶ δί‐ | |
κην λαβεῖν. καὶ νύκτας ἀναμείναντες τῶν πληγῶν καὶ | ||
5 | τῶν μαστίγων ξίφεσι τὴν δίκην ἔλαβον. | |
Prog.9.7.10 | πάλιν τοί‐ νυν γυνὴ μὲν εἰς ὀργὴν ἕτοιμος ἀνδρός τε καὶ οἴκου καὶ τῶν ἐν τούτοις ἀγαθῶν αὑτὴν ἀπεστέρησε, παῖδες δέ, τὸ δεινότατον τοῦτο καὶ δυσσεβές, πατέρας ἐπά‐ | |
5 | ταξαν καὶ γραφὰς ὑπέμειναν καὶ δικαστὰς εἶδον, καὶ οὐδαμόθεν ἡ συγγνώμη. | |
Prog.9.7.11 | ὀργὴ καὶ τὸν οἰκέτην αὑ‐ τὸν ἀγνοεῖν ἀνέπεισε, καὶ μεῖζον τῆς τύχης ἔβλεψέ τε καὶ ἐφθέγξατο καὶ τὴν χεῖρα κινήσας οὐ κατὰ νόμον μύλωνα καὶ πέδας ἀντὶ τοῦ καλοῦ φρονήματος ἔσχεν. | |
Prog.9.7.12 | αὕτη καὶ φιλίας δεσμοὺς διακόπτειν πέφυκε τὸν μὲν ὀργιζόμενον ἐφ’ ἅπαν ἐξάγουσα ῥῆμα, τὸν δὲ παρ‐ οινούμενον ἐχθρὸν ἀντὶ φίλου τῇ λύπῃ ποιοῦσα. οὐ γάρ ἐστι ῥᾴδιον τὰ ἀπὸ τῆς ὀργῆς ἐνεγκεῖν, οὐ νέοις, | |
5 | οὐ πρεσβύταις, οὐκ ἀνδράσιν, οὐ γυναιξίν, οὐκ ἐλευθέ‐ ροις, οὐ δούλοις. | |
Prog.9.7.13 | γείτων ὀργίλος ἔν τε ἀγρῷ καὶ πόλει μεγάλη τῷ πέλας συμφορά. ἡσυχάζειν μὲν γὰρ τοῖς τοιούτοις οὐδὲ μικρὸν ἔξεστι χρόνον, ἀεὶ δὲ ἐν κραυγῇ καὶ θορύβῳ καὶ ῥήμασι πικροῖς εἰσι καὶ μά‐ | |
5 | χαις, κἂν νὺξ ἀφέληται, πάλιν ἧκεν ἡμέρα τὰ τῆς προτέρας φέρουσα καὶ τὸν ἐπιεικέστερον ἢ σιγῇ δεῖ φέρειν, τοῦτο δὲ οὐ ῥᾴδιον, ἢ τῶν τρόπων ἐκβάντα ἀσχημονεῖν. | |
Prog.9.7.14 | τοῦτο καὶ στρατηγὸν ἂν ποιήσειεν ἄχρηστον καὶ στρατόπεδον ἀθυμότερον, τὸν μὲν οὐκ ἔχοντα χρῆσθαι τῇ τέχνῃ παρὰ τὴν ὀργήν, τὸ δὲ οὐχ ἡδέως τῷ τοιούτῳ παρέχον αὑτό. | |
Prog.9.7.15 | βαρεῖς καὶ τῷ νέων χορῷ διδάσκαλοι ὀργῇ χρώμενοι καὶ οὔτ’ ἂν ἐκεῖνοι ῥυθμίζοιντο καλῶς πληττόμενοι τὰς ψυχὰς τοῖς ἀπὸ τῆς ὀργῆς λόγοις οὔτ’ ἂν οὗτοι δέχοιντο τὰς | |
5 | μαθήσεις ἀκριβῶς, ἀλλὰ καὶ σκηπτόμενοι νοσεῖν οἴκοι πολλάκις ἂν μένοιεν δεδιότες τὴν ἐπ’ αὐτοῖς ῥηγνυμέ‐ νην ὀργήν. | |
Prog.9.7.16 | ταὐτὸν ἂν καὶ ἀθλητὴς πάθοι τοι‐ ούτῳ παιδοτρίβῃ περιπεσών, καὶ αὐτὸς δὲ πίπτων εἰς ὀργὴν ἐν τοῖς ἄθλοις ἀντὶ τῶν ὑπὸ τῆς τέχνης αὐτῷ παρηγγελμένων τοῖς παραπίπτουσιν ἂν χρῷτο. | |
Prog.9.7.17 | ἐν νηὶ δὲ ὀργὴ τῶν πλεόντων πρὸς ἀλλήλους ἀντὶ χειμῶ‐ νος καὶ ζάλης γίγνοιτ’ ἂν τῷ σκάφει. | |
Prog.9.7.18 | ἡνίοχος ὀργῇ κατειλημμένος χείρους ἂν ποιήσαι τοὺς ἵππους τοῖς ἀπὸ τῶν χαλινῶν ἀλγήμασιν ἀναγκάζων κακουργεῖν. καὶ περὶ τοὺς βοῦς ἂν ταὐτὸ γίγνοιτο παρὰ τοῦ βοη‐ | |
5 | λάτου ταὐτὸν ἐκείνῳ πεπονθότος. | |
Prog.9.7.19 | δῆμος δὲ τραχὺς καὶ ῥᾳδίως ὀργιζόμενος πολλάκις ἀποστερεῖται τοῦ τὰ δέοντα μαθεῖν τῶν ἐχόντων εἰπεῖν τι φόβῳ σιγώντων καὶ δίκην ἣν ἔδει παρὰ τῶν πολεμίων, ταύτην παρὰ | |
5 | τῶν οἰκείων ἥσθη λαβών. | |
Prog.9.7.20 | ἀλλ’ οὐδὲ δικαστὴς γέ‐ νοιτ’ ἂν τῶν δικαίων ἀγαθὸς φύλαξ μετ’ ὀργῆς 〈ἀκροώ‐ μενοσ〉 τῶν ἀγωνιζομένων. οὐ γὰρ ἕπεται τοῖς νό‐ μοις, ἀλλὰ χαρίζεται τῷ θυμῷ. | |
Prog.9.7.21 | ὁ βασιλεὺς ἕως μέν ἐστι τοῖς ἀρχομένοις ἤπιος, τοῦτ’ ἔστιν ὅπερ ὀνομάζεται· χαλεπὸς δὲ γινόμενος καὶ διδοὺς ἑαυτὸν ὀργῇ καὶ διὰ τοῦτο τοὺς μὲν χρήματα ἀφαιρούμενος, | |
5 | τοὺς δὲ ἐκβάλλων τῶν ὅρων, τοὺς δὲ δέων, τοὺς δὲ ἀποκτιννὺς εἰς τύραννον ἐκκεκύλισται, κἂν σφόδρα φεύγῃ τοὔνομα τοῦτο καὶ τοῦ τῆς βασιλείας ἔχηται. | |
Prog.9.7.22 | ἐμοὶ δὲ καὶ πρεσβευτὴς ἀρέσκει κραυγὴν καὶ μέμ‐ ψεις καὶ ἐγκλήματα ἐκείνων παρ’ οὓς ἀφῖκται δυνά‐ μενος ἐνεγκεῖν, ὁ δ’ ὑπ’ ὀργῆς χειμαζόμενος ταχέως τοῖς ἐχθροῖς βεβοηθηκὼς ἀπέρχεται τὰ αὑτοῦ μὲν | |
5 | ἰσχυρὰ ποιήσας ἀσθενῆ, τἀκείνων δὲ ἀσθενῆ δείξας ἰσχύοντα. καὶ γὰρ εἰ τὰ μάλιστα πάντα δι’ ὧν ἦν κρα‐ τεῖν παρεσκευασμένος ἦλθεν, ἥ γε ὀργὴ προσπεσοῦσα | |
πᾶν τὸ ἐσκεμμένον ἐσκέδασε καὶ κατέστησεν αὐτὸν εἰς ἴσον τῷ μηδὲν φροντίσαντι τὴν ἀρχήν. | ||
Prog.9.7.23 | ἀλλότριον ὀργὴ γάμων, ἀλλότριον θυσίας, ἀλλότριον κώμων, ἀλ‐ λότριον συμποσίων. τούτων μὲν γὰρ ἕκαστον ἐν γαλή‐ νῃ καὶ τῷ τέρπειν ἀλλήλους τὴν εὐφροσύνην ἔχει, τῆς | |
5 | δὲ ὀργῆς ἐπεισελθούσης ταραχὴ καὶ πόλεμος καὶ λυ‐ πεῖν ἀλλήλους ἀνάγκη. | |
Prog.9.7.24 | ἔτι τοίνυν ἀποστερεῖ μὲν τὸν ἀρρωστοῦντα βοηθείας, ἀποστερεῖ δὲ τὸν ἰατρὸν εὐδοξίας. εἰ γὰρ ὁ μὲν χαλεπὸς εἴη πρὸς τὸν μεμνη‐ μένον φαρμάκων, ὁ δ’ ἀποπηδᾷ τοῦ κάμνοντος οἷς | |
5 | ἤκουσεν ἀνιώμενος, ὁ μὲν οὐκ ἂν ἔχοι πρὸς τὸ νόση‐ μα σύμμαχον, ὁ δὲ πολλοὺς τοὺς κατηγόρους ὡς ἂν προδότης τοῦ κάμνοντος. | |
Prog.9.7.25 | Οὕτω δέ ἐστι φύσει κακὸν ὁ θυμὸς τοῖς ἔχου‐ σιν ὥστ’ εἰ καὶ τἄλλα πάντα αὐτοῖς ἃ δοκεῖ ποιεῖν εὐδαιμονίαν ὑπάρχει παρὰ τῆς Τύχης, αὐτοί γε σφᾶς αὐτοὺς ἀθλιωτέρους τῶν ἀτυχούντων ποιοῦσι. | |
Prog.9.7.26 | βαρὺ μὲν τὸ ἐν ἀθυμίᾳ ζῆν, ἀθυμία δὲ καταναγκά‐ ζει τό τινα αὐτὸν ἑαυτοῦ κατεγνωκέναι, τοῦτο δέ ἐστι τῶν ὡς ἡμαρτήκασιν εἰδότων, τὸ δ’ ἁμαρτάνειν πυκνὰ τῆς ὀργῆς ἔργον οἶμαι τοῦ λογισμοῦ μὲν παρεωσμένου, | |
5 | τοῦ θυμοῦ δὲ τυραννοῦντος. | |
Prog.9.7.27 | τὸν τοιοῦτον ἀεί γε βοᾶν ἀνάγκη καὶ τὴν μὲν καρδίαν οἷον ἐκπηδᾶν νομί‐ ζειν, τὴν κεφαλὴν δὲ ὡσπερεὶ διίστασθαι, φωνὴν δὲ ἀκραιφνῆ μὴ δύνασθαι δεικνύναι, τοὺς δὲ ὀφθαλμοὺς | |
5 | διαπύρους. πολλοῖς δὲ καὶ νόσου δεινῆς ἀρχὴν ἤνεγκεν ὀργῆς ὑπερβολή. | |
Prog.9.7.28 | ὑπὸ μόνων δὲ τούτων ἐν ἴσῳ τοῖς ἀνθρωπίνοις ἀτιμάζεται τὰ θεῖα. καὶ καταρῶνται μὲν γῇ, καταρῶνται δὲ οὐρανῷ, κακῶς δὲ ἀγορεύουσι τὸν τούτων δημιουργόν. ἃ κατὰ τοῦ δυσμενοῦς οὐκ | |
5 | ἂν ἀνὴρ σωφρονῶν φθέγξαιτο, ταῦτα ῥᾳδίως ἐπὶ τοὺς κρείττους ἀφιέντες οὐκ ἀξιοῦσι δεδοικέναι τοῦ Διὸς τὸ πῦρ. | |
Prog.9.7.29 | Δεινὸν τὸ κέρδους ἡττᾶσθαι καὶ χρήματα συλ‐ λέγειν ὅθεν οὐκ ἄξιον, ἀλλὰ τοῦτο μέν ἐστι ταῖς ἑτέ‐ ρων βλάβαις τὰ αὑτοῦ μείζω ποιεῖν, ὀργὴ δὲ πρὶν ἕτερον αὐτὸν ζημιοῖ τὸν ὀργιζόμενον. | |
Prog.9.7.30 | δεινὸν ἡττᾶ‐ σθαι κάλλους σωμάτων, ἀλλ’ ὁ μὲν τοῦτο παθὼν πρῶ‐ τον μὲν ἐν μικρῷ μέρει τῆς ἡμέρας ὁμιλήσας τοῖς παι‐ δικοῖς ἅπτοιτ’ ἂν ἔργων καλλιόνων, ἔπειτα μετὰ τῆς | |
5 | ὥρας ἣν ἐθαύμασε λήγει νοσῶν· ὅτῳ δὲ θυμὸς ἐμπέ‐ φυκε ζέων, πανταχοῦ τε αὑτὸν ἀπόλλυσι καὶ θανάτῳ μόνῳ παύεται. | |
Prog.9.7.31 | μέμφεσθαι μὲν ἄξιον τοὺς οἰνό‐ φλυγας καὶ ὅσοι μέχρι μέθης πίνουσιν, ἀλλ’ ἐκεῖνοι πιόντες μέν εἰσιν ἀηδεῖς, πρὶν δὲ πιεῖν οὐ τοιοῦτοι, ὥστ’ εἴ τις αὐτοὺς ἀνάγκη κωλύσειε μὴ πιεῖν, οὐδὲν | |
5 | ἂν χείρους εἶεν τῶν ἄλλων· τὸν δ’ ὑπ’ ὀργῆς κρατού‐ μενον τίς ἂν ἀπαλλάξειε τῆς δεσποίνης μηχανή; ἔτι μέν τοι καὶ τῶν μεθυσκομένων τοῦτ’ ἔστι τὸ δει‐ νότατον, ὅτι τὸν νοῦν διαφθείραντες εἰς ὀργὴν ἐκφέ‐ ρονται. | |
Prog.9.7.32 | Ὀργὴ τὴν Μήδειαν ὥπλισε κατὰ τῶν τέκνων, ὀργὴ τὴν Πρόκνην κατὰ τοῦ μηδὲν ἠδικηκότος Ἴτυος καὶ προσέθηκεν ἑτέραν ὠμότητα δεῖπνον τῷ πατρὶ παραθεῖσα τὸν υἱόν. ὀργῆς ἦν καὶ τὰ Θηβαίων εἰς | |
5 | τοὺς ἐπὶ τῇ Καδμείᾳ τῶν Ἀργείων πεσόντας, οἳ τοὺς τεθνεῶτας ἀποστεροῦντες ταφῆς ἑαυτοῖς ἀσεβείας τε δόξαν ἐποίησαν καὶ κινδύνους ἑτέρους πρὸς Θησέως. | |
Prog.9.7.33 | τὴν Ἀχιλλέως ὀργήν, ὑπὲρ ἧς ἡ Ἰλιάς, οὐδεὶς ὅστις | |
οὐκ οἶδεν ἀνθρώπων, ἐφ’ ᾗ τὸν Ἀχιλλέα καταδυόμενον ὁρῶμεν καὶ τῇ ἐρωμένῃ καταρώμενον ὡς τῆς ἀφορμῆς τῶν κακῶν ἐκεῖθεν ἡκούσης. | ||
Prog.9.7.34 | ὀργὴ Τυδέα διεκώ‐ λυσεν ἀθανασίας τυχεῖν. ὀργῇ Καμβύσης τὰ πολλὰ ἐκεῖνα ἐξήμαρτε. δι’ ὀργὴν ἡ πόλις ἡ τῶν Ἀθηναίων δέκα στρατηγῶν ἀγαθῶν ἑαυτὴν ἀπεστέρησε καὶ τὸν | |
5 | λαμπρὸν ἐκεῖνον Ἀλέξανδρον τὸν ἐν πολέμοις ἀήττη‐ τον ὀργὴ κατέστησεν αἰτίαις οὐ μικραῖς ἔνοχον. | |
Prog.9.7.35 | Καὶ εἰ δή τις ἅπαντας τοὺς ὑπ’ αὐτῆς ἐζη‐ μιωμένους καταλέγειν ἐθέλοι, ἀδύνατ’ ἂν ζητοίη. διό‐ περ τούτου μὲν ἀφέξομαι, κρείττων δὲ ὀργῆς εἶναι παρὰ τῶν θεῶν αἰτῶ. | |
4 | ||
Prog.9.8t | Ψόγος ἀμπέλου. | |
Prog.9.8.1 | Οὐχ ὅτι πολλοὶ τῇ ἀμπέλῳ χαίρουσιν, ὀκνήσω περὶ αὐτῆς τἀληθὲς εἰπεῖν. πλέον γὰρ αἰδοῦμαι τὴν ἀλήθειαν ἢ τὸ τῶν ἀνθρώπων πλῆθος, οἳ τὴν ἄμπε‐ λον ἡγοῦνται ἀγαθὸν ὥσπερ καὶ ἄλλα πολλὰ τῶν κα‐ | |
5 | κῶν ἃ βλάπτει μὲν ὁμολογουμένως, τέρπει δὲ καὶ διὰ | |
τοῦτο ὡς ἀγαθὸν ἐπαινεῖται. | ||
Prog.9.8.2 | Τὸν τοίνυν πρῶτον περὶ αὐτὴν σπουδάσαντα Ἰκάριον εὑρήσομεν δι’ αὐτὸ τὸ σπουδασθὲν ἀποθα‐ νόντα. ὡς γὰρ περιῄει παιδεύων τὰ περὶ αὐτὴν τοὺς ἀνθρώπους, ἔγευσε μὲν τοῦ οἴνου τοὺς Θρᾷκας, οἱ | |
5 | δὲ ἔπασχον τὰ τῶν μαινομένων παίοντες τοὺς πλησίον, προπηλακίζοντες, παρειμένοι τοὺς ὀφθαλμοὺς καὶ τὴν γλῶτταν, φερόμενοι τῇδε κἀκεῖσε, οἱ δέ τινες αὐτῶν ἔπιπτον. ἃ ὁρῶντες οἱ μὴ πεπωκότες φάρμακον ἡγήσαντο τὸν Ἰκάριον κεράσαι τοῖς μεθύουσι καὶ λα‐ | |
10 | βόντες ἀπέκτειναν. | |
Prog.9.8.3 | οὕτω μὲν ἠμείψατο τὸν πρῶτον ἡ ἄμπελος φυτουργόν, ἔχει δὲ οὐδὲ κάλλος οὐδὲ πάχος οὐδὲ μέγεθος οὐδὲ κλάδους ἰσχυρούς, ἃ ἔν τε φοίνιξιν ἔστιν ἰδεῖν καὶ καρύαις καὶ δρυσὶ καὶ κυπαρίττοις, | |
5 | οὐδὲ συντελεῖ εἰς οἰκίαν μὴ ὅτι εὐδαίμονι καὶ λαμπρῶς οἰκοδομουμένῳ, ἀλλ’ οὐδὲ πένητι καὶ φαύλῳ. | |
Prog.9.8.4 | πῶς δ’ ἂν ἢ τοίχους συνδήσειεν ἢ κέραμον ἐνέγκαι ἥ γε οὐδ’ αὑτῇ πρὸς τὸ ἵστασθαι ἀρκεῖ, ἀλλὰ δεῖ πολλῆς ἐπικουρίας; ὥσπερ γὰρ οἱ μεθύοντες ἄλλων ἀνέχονται | |
5 | χερσί, κἂν ἀποστῶσιν οἱ βοηθοῦντες, οἵδε κατέπεσον, οὕτω καὶ ἡ ἄμπελος δεῖται τῶν ὀρθωσόντων. | |
Prog.9.8.5 | κά‐ μακας ὑποκεῖσθαι δεῖ καὶ χάρακας, μή που κατενεχθῇ. διὰ γὰρ τοῦ ἑαυτῆς σχήματος δηλοῖ τὴν τοῦ καρποῦ φύσιν. ἃ γὰρ οἶνος ἐργάζεται τοὺς πίνοντας, ταῦτα | |
5 | αὐτὴ πέπονθεν ὑπὸ τῆς φύσεως. καὶ προβαίνει τοῖς κλήμασιν ὅποι ἂν τύχῃ τοῖς τῶν γειτόνων ὑπ’ ἀσελ‐ γείας ἐπιοῦσα. τοῦτο δὲ τὸ μῆκος ἀσθένεια γίνεται τοῦ φυτοῦ. | |
Prog.9.8.6 | πῶς οὖν ἂν ἐρίσειε τῇ ἐλαίᾳ οὕτω μὲν καλῇ, οὕτω δὲ ἰσχυρᾷ, οὕτω δὲ μεγάλῃ καὶ ἀεὶ κομώσῃ τὸν πλεῖστον χρόνον γεγυμνωμένη τῆς κόμης; καὶ μὴν περὶ μὲν ἐκείνην βραχὺς πόνος ἢ οὐδείς, ἀλλ’ ἀναμένουσι | |
5 | τὸν καρπὸν καθήμενοι. ἡ δέ γε ἄμπελος πολλάκις κα‐ λεῖ πρὸς ἑαυτὴν τοὺς θεραπεύσοντας καὶ πολὺς οὕτω πόνος ἐπὶ κακῷ τῶν ἀνθρώπων ἀναλοῦται. | |
Prog.9.8.7 | τὰ γὰρ πλεῖστα τῶν ἀδικημάτων οἶνος ποιεῖ, τοὺς ἔρωτας, τὰς μοιχείας, πληγάς, ὕβρεις, προπηλακισμούς, ὑπεροψίας τῶν νόμων. καί τις ἐπάταξε τὸν πατέρα μεθυσθείς, ὁ | |
5 | δὲ βωμὸν ἀνέτρεψεν, ὁ δὲ ἄγαλμα κατήνεγκεν. | |
Prog.9.8.8 | ὄχλος δὲ εἰ μεθυσθείη, στάσεως ἂν ἐπιθυμήσειεν. ὁ γὰρ οἶνος ἐλαύνει τὸν λογισμὸν καὶ τυραννήσας τὴν ψυχὴν ὠθεῖ τὸν ἄνθρωπον ἐπὶ τὰ δεινότατα καθάπερ | |
5 | πνεῦμα βίαιον. | |
Prog.9.8.9 | στρατιῶται δὲ οἴνου γέμοντες εἰ συμπλακεῖεν τοῖς πολεμίοις, ῥᾷστοί εἰσι κρατηθῆναι, μᾶλλον ἢ παῖδες νήφοντες. διὰ τοῦτο ἄρα καὶ Ἕκτωρ διωθεῖται τῆς μητρὸς προσαγούσης λέγων ἐκπεσεῖσθαι | |
5 | τῆς δυνάμεως, εἰ μεταλάβοι τοῦ ποτοῦ. | |
Prog.9.8.10 | δικαστὴς οἴνῳ χαίρων ἀπολέσειεν ἂν τοὺς κρινομένους. ἀθλη‐ τὴς ἄριστος τάχιστα δὴ γίνεται κάκιστος οἴνῳ προσ‐ κείμενος. λόγοις δὲ καὶ φιλοσοφίᾳ τί οὕτως ἐμπο‐ | |
5 | δὼν ὡς οἶνος; ἀνάγκη γὰρ ὕπνῳ κατειλημμένον κεῖ‐ σθαι. ὁ δὲ τοῦτον φυγὼν ἀγαθὸς ἂν ἔμπορος εἴη παιδείας. | |
Prog.9.8.11 | καὶ μὴν καὶ ὑγείᾳ πολέμιος οὐκ ἐῶν οὔτε τὴν διάνοιαν οὔτε τὸ σῶμα ἐρρῶσθαι. τὸ μὲν γὰρ ποιεῖ μαλακόν, τὴν δὲ μανικήν. καὶ πολλοὶ πίνοντες ἀπὸ μέθης εἰς μανίαν προῆλθον. | |
Prog.9.8.12 | εἰ μὴ ἔδεισε τὸν οἶνον ὁ Δημοσθένης, οὐκ ἂν ἐπὶ τοσοῦτον ἀφίκετο τῆς τέχνης. εἰ μὴ Λάϊος ἔπεσεν εἰς πολὺν | |
πότον, οὐκ ἂν ἔσπειρε τὸν Οἰδίπουν. καὶ μὴν καὶ ὁ | ||
5 | Κενταύρων καὶ Λαπιθῶν πόλεμος οἴνου ἔργον. ὃς καὶ Πολύφημον τὸν Κύκλωπα τηλικοῦτον ὄντα ὑπὸ μικρῶν κρατούμενον ἔδειξε. λέγεται δὲ καὶ Τροίαν οὕτως ἁλῶ‐ ναι πινόντων καὶ ὀρχουμένων τῶν Τρώων. | |
Prog.9.8.13 | Τί οὖν φασιν οἱ θαυμάζοντες τὴν ἄμπελον καὶ πρὸ τῆς ἐλαίας αὐτὴν ἄγοντες, ὅταν φαίνηται καὶ τῶν ἀνθρώπων μὴ βλάπτειν χείρω βλαβερωτάτη οὖσα πάν‐ των τῶν φυτῶν; οὐδ’ ἴσον κακὸν ἐμποιεῖν ἢ παύειν. | |
5 | ὧν τὸ μέν ἐστιν ἀμπέλου, τὸ δὲ ἐκείνης. τοὺς γὰρ παραφρονοῦντας δι’ οἶνον ἔλαιον πέφυκεν εἰς νοῦν | |
ἐπανάγειν. | ||
Prog.10.1t | Σύγκρισις Ἀχιλλέως καὶ Διομήδους. | |
Prog.10.1.1 | Οὐ τὸ τῶν πολλῶν πείσομαι πάθος οὐδ’ ἡγή‐ σομαι τὸν Ἀχιλλέα βελτίω τοῦ Διομήδους, ἀλλὰ τοὐν‐ αντίον ἐκεῖνον Ἀχιλλέως, εἰ καὶ μὴ διὰ πάντων, ἀλλ’ ἔν γε τοῖς πλείοσιν. | |
Prog.10.1.2 | Αὐτίκα γὰρ τὸ γένος εἴ τις θαυμάζει τὸν Πη‐ λέα καὶ τὸν Αἰακὸν σκοπῶν καὶ τὸν Δία, καὶ περὶ Διομήδους ἔχοι ἂν εἰπεῖν ὅτι καὶ αὐτὸς σπέρμα θεῖον ἦν. Θετταλίαν δὲ εἰ πάνυ τις θαυμάζει, τῇ Πελο‐ | |
5 | ποννήσῳ γε καὶ ἄκων εἴξει. | |
Prog.10.1.3 | αὐξηθείσης τοίνυν τῆς παιδείας ἴσης ἀμφοτέροις οἵους εἰκὸς γενέσθαι τοὺς ἄνδρας ἀπὸ τῶν ἔργων σκοπήσωμεν. | |
Prog.10.1.4 | οὐκοῦν ἐκάλει μὲν ὁ Τρωικὸς πόλεμος τοὺς ἀρίστους δο‐ | |
κιμάζων στρατιώτου εὐψυχίαν, ὁ δὲ γενναῖος Ἀχιλλεὺς εἰπὼν χαίρειν ὅπλοις καὶ τῇ δόξῃ τοῦ πατρὸς | ||
5 | εἰς Σκῦρον καταφεύγει καὶ εἰς παρθενῶνα κατέδυ καὶ τὴν φύσιν ἔκρυψε τῷ σχήματι κόρη δοκεῖν εἶναι βου‐ λόμενος ἢ παρατάξασθαι. | |
Prog.10.1.5 | Διομήδης δὲ οὐ μόνον αὐτὸς ὑπήκουε τῷ καιρῷ, ἀλλὰ καὶ τοὺς ἀργῶς διακει‐ μένους ἐκίνει καὶ πρῶτον τοῦτον αὐτὸν παρὰ τοῦ Χεί‐ ρωνος ἐπὶ τὰς παρθένους δραμόντα. πῶς οὖν τοῦ πρὸς | |
5 | τὸν πόλεμον ἕλκοντος ὁ τοῦτο πάσχων ἀνδρειότερος ἂν εἴη; | |
Prog.10.1.6 | ὡς τοίνυν ἧκον εἰς Ἴλιον, φοβηθέντων εὐθὺς τῶν πολεμίων ἐθαυμάζετο μὲν οὗτος, ἐπῃνεῖτο δὲ ἐκεῖνος τῶν ὑπ’ Ἀχιλλέως πραττομένων ἀνιούσης ἐπὶ τὸν Διομήδην τῆς εὐδοξίας, δι’ ὃν ἐκεῖνος ἐκοι‐ | |
5 | νώνησε τῶν ἀγώνων. | |
Prog.10.1.7 | χρόνου δὲ πολλοῦ διελθόντος καὶ τοῦ στρατοπέδου νοσοῦντος σκοπείτω τις τὴν ἀπό‐ νοιαν καὶ τὴν ἀπαιδευσίαν τῶν ἠθῶν Ἀχιλλέως. πρῶ‐ τον μὲν τοίνυν εἰς ἐκκλησίαν συνῆγε παρώσας τὸν | |
5 | βασιλέα καὶ τοὺς περὶ ταῦτα νόμους ἐτάραξεν. ἔπειτα | |
ὕβρισεν οὕτως ἀσελγῶς τὸν Ἀγαμέμνονα φειδόμενος οὐδενὸς ῥήματος ὡς οὐδεὶς ἂν ἄρχων τὸν αὑτοῦ στρα‐ τιώτην. τελευταῖον δὲ καὶ ξίφος ἐγύμνωσεν ἐπ’ αὐτόν, καὶ εἰ μὴ θεῶν τις ἐκώλυσεν, οὐδὲν ἂν ἦν ἐμποδὼν | ||
10 | πάντα ἐκεῖνα μάτην τοῖς Ἕλλησι πεπονῆσθαι. καὶ ταῦ‐ τα ἔπραττεν αἰχμαλώτου μιᾶς ἐρῶν, ἣν ὁρῶν ἀγομένην ἐδάκρυεν. οὕτως ἐδούλευε ταῖς ἡδοναῖς. | |
Prog.10.1.8 | ἀλλ’ οὐ Διομήδης ἐθαύμασεν αἰχμαλώτου κάλλος, ἀλλ’ ὁμοίως ἀπεῖχεν ἡδονῆς πονηρᾶς καὶ θυμοῦ τὸ μέτρον ἐκβαί‐ νοντος. καὶ ταῦτα ὅστις οἶδεν Ὅμηρον ἱκανῶς ἐξεπίστα‐ | |
5 | ται. ὁ γὰρ Ἄρης ὁ παρ’ αὐτοῦ τιτρωσκόμενος καὶ ἡ τὸ αὐτὸ πάσχουσα Ἀφροδίτη μαρτυροῦσι κρεῖτ‐ τον ἢ οἱ πληγέντες σιδήρῳ. | |
Prog.10.1.9 | Πόθεν τοίνυν Ἀχιλλεὺς βελτίων Διομήδους; οὐχ ὁ μὲν ἡσύχαζεν, ὁ δὲ παρετάττετο; οὐχ ὁ μὲν ὠρ‐ γίζετο, ὁ δὲ ἤλαυνε τοὺς πολεμίους; οὐχ ὁ μὲν ᾖδε πρὸς λύραν, ὁ δὲ πρὸς οἰμωγὰς τοὺς ἐναντίους καθί‐ | |
5 | στη; | |
Prog.10.1.10 | καὶ ταῦτα ἔπραττε Διομήδης τῆς Τύχης ἐπὶ τοὺς ἐναντίους μεθεστηκυίας καὶ τοῦ Διὸς τοῖς ἄνωθεν βέλεσι συναγωνιζομένου τοῖς Τρωσί. δεῖ δὲ τὴν ἀν‐ | |
δρείαν δοκιμάζειν οὐκ ἐν ταῖς εὐπραξίαις, ἀλλ’ ἐν ταῖς | ||
5 | ἀκαιρίαις. ἐν μὲν γὰρ ἐκείναις καὶ τοὺς φαυλοτέρους ὁρῶμεν εὐδοκιμοῦντας, ἐν δὲ ταύταις τοὺς τῶν ἄλλων διαφέροντας ἀντέχοντας. | |
Prog.10.1.11 | εἰκότως ἄρα τῶν πρεσβευ‐ όντων ὡς ἐκεῖνον ἀπράκτων ἐπανελθόντων ἐπιτιμᾷ τῷ πεπομφότι. τὸ δὲ νυκτερινὸν ἔργον πότ’ ἂν Ἀχιλλεὺς ὑπέμεινεν; ᾧ τοσοῦτον ἴσχυσεν ὥστε πεπτωκὸς τὸ φρό‐ | |
5 | νημα τῶν Ἑλλήνων ἐπέρρωσε ταῖς τῶν ἐναντίων σφα‐ γαῖς. | |
Prog.10.1.12 | καὶ τί δεῖ τὰ πολλὰ λέγειν; οἱ γὰρ πολέμιοι πάλαι τὴν ψῆφον ἐνηνόχασιν. ὅταν γὰρ λέγωσιν· οὐδ’ Ἀχιλλέα ποτὲ οὕτως ἐδείσαμεν, τότε διδάσκουσιν ἅπαντας ὡς οὐ δεῖ φιλονικεῖν οὐδ’ εἰς ἴσον ἄγειν | |
5 | τῷ Διομήδει τὸν πολὺ λειπόμενον. κριταὶ γὰρ ἀκριβεῖς τῆς παρὰ τοῖς Ἕλλησιν ἀρετῆς οἱ πολέμιοι παρ’ αὐ‐ τῶν ὧν ἔπαθον μεμαθηκότες τίς ἀμείνων καὶ τίς δεύ‐ τερος. | |
Prog.10.1.13 | Εἶτά μοι τὸν Ἕκτορα λέγεις ὡς ἀπέθανεν ὑπ’ Ἀχιλλέως, τὸ δὲ πῶς ὑπερβαίνεις. οἶσθα γὰρ ὡς, εἴ τις προσθείη τῆς νίκης τὸν τρόπον, ἑτέρου μὲν φανεῖ‐ | |
ται τὸ ἔργον, ἑτέρου δὲ ἡ δόξα. τοῦτον δὲ τὸν Ἕκτορα | ||
5 | πολὺ μὲν πρότερον Αἴας Ἀχιλλέως κατέβαλεν ἐν τῇ μονομαχίᾳ. ταὐτὸ δ’ ἂν ἐπεποιήκει Διομήδης, εἴπερ ἦν λαχών. σημεῖον δέ, καὶ τοῦτον ηὔξατο τὸ στρατόπεδον τῶν λαγχανόντων εἶναι τῇ τῆς νίκης ἐλ‐ πίδι πρὸς τὴν εὐχὴν ἀγόμενοι. | |
Prog.10.1.14 | εἶθ’ ὁ μὲν εὐθὺς αὐτὰ κατῄσχυνε τὰ πεπραγμένα Πολυξένης ἐρῶν, πρὸς τοὺς ἐχθροὺς σπενδόμενος, τοὺς οἰκείους προδιδούς. ὁ δὲ ἐξῆλθε μέχρι τοῦ τέλους τηρῶν τὴν τάξιν τῆς εὐ‐ | |
5 | νοίας, δι’ ἣν ἦλθε μὲν εἰς μέσην τὴν τῶν ἐναντίων πόλιν, ἐγύμνωσε δὲ τοῦ μόνου φυλακτηρίου τὸ Ἴλιον. | |
Prog.10.1.15 | εἰ οὖν ὑπὲρ μὲν τοῦ τὴν πόλιν ἑλεῖν ὁ πᾶς συν‐ ειστήκει πόλεμος, τοῦτο δὲ διὰ τὴν Διομήδους τόλμαν πέπρακται, πῶς οὐ μικρὰ πάντα τὰ τῶν ἄλλων πρὸς τὰ τοῦδε τῶν τόσους καὶ τόσους ἀποκτεινάντων; | |
Prog.10.1.16 | Ἔτι τοίνυν ὁ μὲν αἰσχρῶς ἀποθνήσκει παρὰ τοῦ δειλοτάτου καὶ τοξότου Πάριδος, ὁ δὲ τό τε ἄστυ τῶν δυσμενῶν ἐπολιόρκησε καὶ μετ’ εὐκλείας ἀπέ‐ πλευσε καὶ τῆς οἴκοι ταραχῆς καταγνοὺς οἰκιστὴς ἑτέ‐ | |
5 | ρωθι γίνεται, καὶ τῆς ἀθανασίας ἧς ὁ Τυδεὺς ἔτυχε | |
μικροῦ, ταύτης ἀπήλαυσε Διομήδης. | ||
Prog.10.2t | Σύγκρισις Αἴαντος καὶ Ἀχιλλέως. | |
Prog.10.2.1 | Ἀλλ’ εἰ καὶ παράδοξον ἐνίοις φανεῖται τὸ παν‐ ταχοῦ δεύτερον παρ’ ἐμοὶ κεκρίσθαι τὸν Ἀχιλλέα τῆς Αἴαντος ἀρετῆς, ὅμως οὐκ ὀκνήσω δεῖξαι τοῦθ’ οὕτως ἔχον πρὸ τῆς φήμης τὴν ἀλήθειαν ποιούμενος. | |
Prog.10.2.2 | Τὰ μὲν γὰρ δὴ τῆς εὐγενείας αὐτῶν ἴσα, Πη‐ λεὺς γὰρ καὶ Τελαμὼν Αἰακοῦ παῖδες, ἐκεῖνος δὲ Διός, καὶ τῷ Τροίαν συνεξελεῖν Ἡρακλεῖ τὸν Τελαμῶνα τὴν ἐπὶ Κενταύρους στρατείαν ἔχοι τις 〈ἂν〉 ἀντιθεῖναι | |
5 | Πηλέως, ἀλλ’ οὐκ ἔτι τὸ ἴσον ἐν ταῖς πατρίσι σώζεται. ποῦ γὰρ ἴσον Θετταλία, τὸ τῆς Ἑλλάδος ἔσχα‐ τον, καὶ Σαλαμίς, ἣ μικροῦ μέρος τῆς Ἀττικῆς; | |
Prog.10.2.3 | Καινόν τις ἡγεῖται τραφῆναι μυελοῖς λεόντων τὸν Ἀχιλλέα. πρὸς τοῦτον ἐρῶ νομιμωτέραν τροφὴν τοῦ Αἴαντος. ὅστις οὖν ἄνθρωπος ὢν ὡς ἀνθρώπῳ προσήκει τέθραπται, βελτίων ἐστὶν ἐκείνου κατ’ αὐτὸ | |
5 | τοῦτο τοῦ τραφέντος ἔξω τῶν νόμων. | |
Prog.10.2.4 | Ἀλλ’ ὁ Τρωικὸς πόλεμος βελτίω τὸν Ἀχιλ‐ | |
λέα δείκνυσιν. εἶτα τὸ κρύπτεσθαι μετὰ παρθένων ἄμεινον τοῦ τοῖς πολεμίοις ἐμπίπτειν; τίς γὰρ οὐκ οἶδεν ὡς ὑβρισμένης τῆς Ἑλλάδος διὰ τῶν εἰς τὸν | ||
5 | Μενέλαον ἀδικημάτων καὶ τοῦ καιροῦ καλοῦντος τοὺς δυναμένους ἀγανακτεῖν ὑπὲρ τῶν τοιούτων κακῶν Αἴας μὲν καθεῖλκε τὰς ναῦς καὶ ἐνέβαινε καὶ ἦν ἐν πρώ‐ τοις καὶ τοὺς ἠδικηκότας ἔσπευδεν ἰδεῖν, ὁ δὲ θαυ‐ μαστὸς Ἀχιλλεὺς εἰς Σκῦρον ἔρχεται καὶ ταῖς Λυκο‐ | |
10 | μήδους ἀναμίγνυται θυγατράσιν ὡς δὴ καὶ αὐτὸς ὢν κόρη καὶ τὰ τῶν ἀνδρῶν φυγὼν τὰ τῶν γυναικῶν ἐπλάττετο; | |
Prog.10.2.5 | ἀλλ’ ἐπειδή ποτε μετέσχε καὶ τῶν πραγ‐ μάτων, τὸ δὲ ὅπως ἀφήσω, τί λαμπρότερον Αἴαντος ἐπεδείξατο; τελευταῖος ἐσκηνώσατο δι’ ἀνδρείαν. καὶ γὰρ Αἴας ἐπὶ θάτερα τελευταῖος ἀπὸ τῆς αὐτῆς | |
5 | αἰτίας. ἐληΐζετο τοὺς περιοίκους ἐκεῖνος, ὁ δὲ καὶ τοὺς πλεῖστον ἀπέχοντας. | |
Prog.10.2.6 | καὶ τοσαῦτα τὴν στρατιὰν ὠφε‐ λῶν οὐδέποτε ἐπήρθη πρὸς ὕβριν, ὃ ποιῶν Ἀχιλλεὺς διετέλει κινῶν τὴν τάξιν, τὰ μὴ προσήκοντα συγχέων, ἑκὼν ἀγνοῶν ἃ τοῖς βασιλεῦσιν ὀφείλεται | |
Prog.10.2.7 | ἐκεῖνος ἦν ὁ συνάγων εἰς ἐκκλησίαν παρώσας τὸν Ἀγαμέμνονα καὶ τοὺς ἰδιώτας ἐπαίρων αὐτοῦ καταφρονεῖν καὶ μετὰ ταῦτα διαρρήδην ὑβρίζων ἐν μέσοις τοῖς Ἕλλησι καὶ | |
5 | τὸ ξίφος ἕλκων ἐπὶ τὸν κρατοῦντα καὶ τὸ τελευταῖον | |
προδιδοὺς τοὺς ὁμοφύλους καὶ κατευχόμενος τῶν Ἀχαι‐ ῶν καθήμενος ἐπὶ σκηνῆς καὶ τρυφῶν ἐν τοῖς Ἑλλη‐ νικοῖς κακοῖς. | ||
Prog.10.2.8 | Ὁ δὲ λέγων ὡς μετὰ μὲν ἐκείνου κρείττους ἦσαν τῶν ἐναντίων οἱ Ἕλληνες, ἀφεστηκότος δὲ ἥτ‐ τηντο, τὸ πᾶν ἀγνοεῖ. οὐ γὰρ Ἀχιλλεὺς ἐποίησεν ἑκά‐ τερον, ἀλλ’ ἡ Τύχη τοὺς αὐτοὺς ἰσχυροὺς ποιεῖ καὶ | |
5 | πάλιν ἀσθενεῖς. | |
Prog.10.2.9 | ἐν μὲν οὖν ταῖς εὐτυχίαις Ἀχιλλεὺς ἐλαμπρύνετο, τοῦτο δέ, οἶμαι, καὶ τοῦ φαυλοτάτου ἂν ἦν στρατιώτου, τὴν δὲ Αἴαντος ἀρετὴν ἐξέφηνεν ἡ τοῦ καιροῦ δυσκολία. τοῦ γὰρ Διὸς ἀποδιδόντος τῇ | |
5 | Θέτιδι χάριν καὶ ποιοῦντος τὰ τῶν Τρώων μείζω μό‐ νος Αἴας εἰς σωτηρίαν ἤρκει καὶ ναυσὶ καὶ σώμασι δύο πολέμους πολεμῶν, τὸν μὲν πρὸς τοὺς ἐναντίους, τὸν δὲ πρὸς τὴν Τύχην. | |
Prog.10.2.10 | Τὸ δὲ μὴ τοῖς φίλοις ἐθέλειν βοηθεῖν Ἀχιλ‐ λέως ἦν, ὁ δὲ πείθων ἐπικουρεῖν Αἴας ἦν. καὶ ὁ μὲν ὠργίζετο, τουτέστιν ἐνόσει τὴν γνώμην, ὁ δ’ ὅπως παύσεται τοῦ νοσήματος ἔπραττε. | |
Prog.10.2.11 | Πάντα τοίνυν τἄλλα ἀφεὶς ἀπὸ τῶν εἰς Ἕκτορα | |
δείξω τὸ μέσον ἀμφοῖν Ὁμήρῳ μάρτυρι χρώμενος. λέ‐ γει γὰρ ὡς ὁ μέγας Αἴας ἐν τῇ μονομαχίᾳ κατέβαλε τὸν Πριάμου, καὶ εἰ μὴ θεῶν τις ἐκώλυσεν, ἀπέσφακτο | ||
5 | ἂν ὁ Πριάμου, καὶ ὡς αὐτὸς ἱκέτευεν Ἕκτωρ ἀπηλλά‐ χθαι τῆς μάχης. | |
Prog.10.2.12 | ὁ δ’ αὐτὸς οὗτος μεμνημένος τῆς Ἕκτορος τελευτῆς τὴν Ἀθηνᾶν ἔδωκεν Ἀχιλλεῖ σύμ‐ μαχον. οὐκοῦν Αἴας μὲν ἐκράτησεν Ἕκτορος θεοῦ παρόντος Ἕκτορι, τοῦ δ’ αὐτοῦ πάλιν Ἀχιλλεὺς θεοῦ | |
5 | βλάπτοντος Ἕκτορα. | |
Prog.10.2.13 | Ἀχιλλέα μὲν οὖν Ἀλέξανδρος ἀποκτιννύει, ἐφ’ ᾧ Πρίαμος ᾐσχύνετο, τὸν δὲ Τελαμῶνος οὐδεὶς ηὐτύ‐ χησεν ἀποκτεῖναι. τὸ γὰρ δὴ ξίφος αὐτὸς μὲν ὦσεν, αὐτὸς δὲ ἐδέξατο. ταῦτ’ ἐγὼ σκοπήσας πρὸς ἐμαυτὸν | |
5 | ἡγησάμην δοκεῖν μὲν Ἕκτορος ἀμείνω τὸν Ἀχιλλέα, εἶναι δὲ Ἀχιλλέως τὸν Αἴαντα. | |
6 | ||
Prog.10.3t | Σύγκρισις Δημοσθένους καὶ Αἰσχίνου. | |
Prog.10.3.1 | Οὔτε κάλλιον οὐδὲν Ἀθήνησι γέγονε Δημοσθέ‐ | |
νους κάκιόν τε οὐδὲν Αἰσχίνου. λέγω δὲ οὔτε μάτην ἐκείνῳ λοιδορούμενος οὔτε τούτῳ χαριζόμενος, ἀλλ’ εἰς πράγματα βλέπων. | ||
Prog.10.3.2 | Ὡς μὲν οὖν Ἀθηναῖός τε οὗτος καὶ πατρὸς ἀμέμπτου καὶ τὸν βίον ἀπὸ τῶν δικαίων ἔχοντος, οὐ‐ δεὶς 〈ἂν〉 ἀντείποι· τὸν δὲ Αἰσχίνην οὐκ ἔστιν εἰπεῖν Ἀθηναῖον, εἴγε δοῦλος ἦν ὁ πατὴρ ἐκείνῳ καὶ οὐ δοῦ‐ | |
5 | λος μόνον, ἀλλὰ καὶ πονηρὸς οἰκέτης. οὐ γὰρ ἂν ἐν πέδαις ἦν, εἰ μὴ πολλάκις εἴληπτο κακουργῶν. πᾶς οὖν εὖ φρονῶν ἐπῄνεσε τὴν μητέρα Δημοσθένους, τὴν δὲ Αἰσχίνου Γλαυκοθέαν ἐπῄνουν οἱ χρώμενοι μόνοι. | |
Prog.10.3.3 | ἐκ τοιούτων δὴ γεγονότες ὁ μὲν ἐν ὀρφανίᾳ πόνων εἴχετο καὶ συνῆν παιδευταῖς ἀφ’ ὧν ἦν γενέσθαι βελ‐ τίω, τὸν δὲ Αἰσχίνην ἔδει νῦν μὲν εὐτρεπίζειν τῷ πατρὶ τὸ παιδαγωγεῖον, νῦν δὲ συνεφάπτεσθαι τῇ μη‐ | |
5 | τρὶ τελετῶν οὐ νενομισμένων. | |
Prog.10.3.4 | ἔχω λέγειν χορηγίας Δημοσθένους, εἰσφοράς, τριηραρχίας. εἴποι τις ἂν Αἰ‐ σχίνου τοὺς ὄφεις καὶ τοὺς θιάσους καὶ νεήλατα καὶ | |
γρᾳδίων χορούς. ὁ μὲν φιλοτιμούμενος εἰς τοὺς δε‐ | ||
5 | σμώτας τῶν φίλων καὶ τὰς ἐπὶ τῷ καλῷ δαπάνας οὐκ ἔφυγεν, ὁ δὲ περιῄει τοὺς ἀγροὺς ἀπὸ τῆς φωνῆς τρε‐ φόμενος οὐδὲ πάνυ τέρπων τοὺς θεωμένους. οὐ γὰρ ἂν ἐλάμβανε τραύματα. | |
Prog.10.3.5 | Πῶς οὖν Ἀθηναῖος ἐνομίσθη δοῦλος ὤν; ἐνέ‐ βαλεν ἑαυτὸν εἰς τοὺς δημότας τῇ τέχνῃ καὶ γραμμα‐ τεὺς ὢν οὐκ ἀπείχετο τοῦ καὶ ἐνταῦθα πονη‐ ρεύεσθαι. | |
Prog.10.3.6 | Σκοπῶμεν τοίνυν ἐν αὐτοῖς τοῖς μεγίστοις. ταῦ‐ τα δὲ λέγω τὰ εἰς τὴν πόλιν. ὁ μὲν ὤνησε λέγων, ὁ δὲ ἐπειδὴ προσῆλθε τοῖς κοινοῖς, ἐζημίωσε. Φιλίππου γὰρ ἐπιθυμήσαντος τῆς Ἑλλάδος καὶ τοῖς μὲν ὅπλοις | |
5 | οὐ πάνυ προσέχοντος, διὰ δὲ τῶν πολιτευομένων ὠνου‐ μένου τὰς πόλεις καὶ πανταχοῦ τοῦ νοσήματος ἐπελ‐ θόντος ὁ μὲν Δημοσθένης τῷ τε διδόντι καὶ τοῖς λαμβάνουσι πολεμῶν διετέλει γράφων μὲν ἐπ’ ἐκεῖνον ἀποστόλους, ὑπάγων δὲ τοῖς νόμοις τοὺς παρ’ ἐκείνου | |
10 | πλουτοῦντας, ὁ δ’ Αἰσχίνης τῷ Φιλίππῳ μικρὸν λοι‐ δορησάμενος εἰς τὸ πιστευθῆναι τὴν πατρίδα ἀφεὶς ἐμφανῶς μετετάξατο καὶ τοσαῦτα ἔλεγεν ὅσα Φιλίππῳ συμφέροι, πραττούσης μὲν ἄμεινον τῆς πόλεως σιω‐ πῶν, ἐν δὲ τοῖς ἐκείνης πταίσμασιν εἰς παρρησίαν | |
15 | ἐρχόμενος. | |
Prog.10.3.7 | προσῄει ὁ Φίλιππος Ὀλυνθίοις. τίς οὖν ὁ συμβουλεύων, ὁ κεκραγώς, ὁ τῶν προγόνων ἀναμι‐ μνήσκων, ὁ τὸν δῆμον ἐγείρων, ὁ τὰ τῶν ἐπὶ Θρᾴκης Χαλκιδέων διεξιών; ὁ Δημοσθένης. ἀλλ’ ἐπειδὴ πρεσβεύ‐ | |
5 | οντες ἦλθον ὡς Φίλιππον, οὐχ ὁ μὲν ἀνήλισκεν, ὁ δὲ ἐλάμβανεν; οὐχ 〈ὁ μὲν〉 αἰχμαλώτοις πολίταις ἐπηνώρθου τὰς τύχας καὶ τὰ τοῦ τυραννοῦντος ξένια διωθεῖτο, τῷ δὲ ἐδόκει δέχεσθαι; οὐχ ὁ μὲν ἔφευγε τὸ δεῖπνον Ξενόφρονος, ὁ δ’ ἠσχημόνει μεθύων Φρύνωνα | |
10 | μιμούμενος καὶ Φρύνωνι χαίρων, ὃς διὰ τοῦ παιδὸς ἐχαρίζετο Φιλίππῳ; | |
Prog.10.3.8 | τίς ἦν ὁ γράφων σπεύδειν ἐπὶ | |
Θρᾴκην καὶ μὴ διδόναι Φιλίππῳ πρὸ τῶν ὅρκων ἁρ‐ πάζειν τὰ χωρία; τίς δὲ ὁ πράττων ὅπως ἔσται Φι‐ λίππῳ χρόνος εἰς ἁρπαγὴν τῶν χωρίων; | ||
Prog.10.3.9 | ἓν μὲν τοῦτο τοσοῦτον, τὴν πόλιν ὁ μὲν ἔβλαψεν, ὁ δὲ ἔπραττε μὴ συμβῆναι. Φωκέας δὲ ἐννοήσας, ἔθνος τοσοῦτον ἀπολωλός, πόλεις εἴκοσι καὶ δύο διεσπασμένας, τίς οὐκ | |
5 | ἂν στενάξειεν Ἕλλην ἀκούων τοὺς τρόπους; τοῦτο μέντοι τὸ πάθος καὶ τὴν πολλὴν ἐρημίαν Αἰσχίνης εἴργασται ῥήμασι πεπλασμένοις Θηβαίους ἀπολεῖσθαι λέγων, Φωκέων Φιλίππῳ μέλειν, οἷς πιστεύσας ὁ δῆ‐ μος εὐθὺς οὐκ ἐξῄτει Φωκέας, οἱ δὲ ἀνῄρηντο. | |
Prog.10.39bis | ἀλλ’ οὐ Δημοσθένην ἐλάνθανεν ἐξαπατῶν, ἀλλ’ ἐβόα καὶ ἐμαρτύρετο καὶ σώζειν ἐπειρᾶτο τὰς πόλεις. καὶ τὸ μέγιστον, τοῦ δήμου γὰρ τοῖς κολακεύουσι προσκειμέ‐ | |
5 | νου μᾶλλον ἢ τοῖς τὰ βέλτιστα λέγουσιν οὐδ’ οὕτως ἀγανακτήσας ἐνέλιπεν ἕλκων αὐτοὺς ἀπὸ τῶν χαριζο‐ μένων ἐπὶ τὸ ποιεῖν ἃ συμφέροι. | |
Prog.10.3.10 | δι’ ἐκεῖνον ἔπλεον στόλοι ὑπὲρ Περινθίων, Βυζαντίων, Χερρο‐ νησιτῶν, τῆς Εὐβοίας, δι’ ἐκεῖνον ἐσώζοντο μὲν οἱ κινδυνεύοντες, ἐστεφανοῦντο δὲ οἱ σώσαντες. καὶ αὐ‐ | |
5 | τὸς ἀνάγεσθαί τε παρῄνει καὶ ὅπως πλεύσονται τῆς πόλεως ἀξίως προὐνοεῖτο τὸν νόμον τιθεὶς τὸν ἐπαν‐ ορθοῦντα τὰς περὶ τὸ ναυτικὸν ἁμαρτίας. ἐκεῖ‐ νος ἐψιλωμένην τὴν πόλιν συμμάχων ἐξ ἠπείρου καὶ θαλάττης ἀπέφραττε. | |
Prog.10.3.11 | καὶ οὐκ ἐν μὲν τοῖς λόγοις ἐδείκνυ τὸ πρόθυμον ὡς οὐδείς, εἰ δ’ ἔδει τι προ‐ έσθαι, φείδεσθαι μᾶλλον ᾑρεῖτο, ἀλλ’ εἱστία τὴν φυ‐ λήν, ἐχορήγει Παναθηναίοις, ἐχορήγει Διονυσίοις, ἐπε‐ | |
5 | δίδου τριήρεις καὶ τὸν πλοῦτον ῥεῖν ἐποίει πρός τε τὸν δῆμον κοινῇ καὶ τοὺς καθέκαστον. πολλαὶ πενή‐ των θυγατέρες δι’ ἐκεῖνον ἔτυχον γάμων. | |
Prog.10.3.12 | ἀντὶ δὲ τούτων τί τις ἂν ἔχοι διελθεῖν Αἰσχίνου; ποίαν πρόσ‐ οδον; ποῖον νόμον; ποῖον χωρίον; ποίαν φιλοτιμίαν; ἀνδρεῖος ἦν ἐν οἷς Ἀντιφῶντι συνηγωνίζετο κατὰ μὲν | |
5 | τῶν τριήρων ἥκοντι, ταῖς δὲ φροντίσι τοῦ Δημοσθέ‐ νους ἐξευρημένῳ, δίκαιος Ἀναξίνῳ τῷ σκοπῷ συνών. καλὴν ἀπέδωκεν Ἀθηναίοις τὴν χάριν Πύθωνι μαρτυ‐ ρῶν, ᾧ τὸ στόμα ὁ Δημοσθένης ἐνέφραξε τοῖς ἐλέγχοις. | |
Prog.10.3.13 | Ἐγὼ δὲ καὶ τῶν ἐν Χαιρωνείᾳ κακῶν αἰτιῶμαι τὸν Αἰσχίνην. οὐκ ἂν μὲν γὰρ ἐξῆλθον εἰς Χαιρώνειαν Ἀθηναῖοι μὴ κατειλημμένης Ἐλατείας, οὐκ ἂν δὲ ἧκεν εἰς Ἐλάτειαν Φίλιππος μὴ τῶν Ἀμφικτυονικῶν εὐπο‐ | |
5 | ρήσας ἀφορμῶν. παρ’ οὗ δὲ τὰς ἀφορμὰς ἔλαβεν, Αἰσχίνης ἦν. | |
Prog.10.3.14 | ἔρχεται δύναμις, ἣν ἐδέξατο μὲν Χαι‐ ρώνεια κατὰ ψήφισμα τοῦ Δημοσθένους, ἤγετο δ’ ἐπ’ αὐτὴν τὴν Ἀττικὴν ὑπ’ Αἰσχίνου. ὁ δὲ Θηβαί‐ ους προσλαβὼν καὶ συστήσας καὶ ταῦτα μεμερισμένους | |
5 | καὶ τοῖς ἀττικίζουσι τοὺς τὰ Φιλίππου φρονοῦντας ἀφομοιώσας ἀπεκρούσατο τῆς χώρας τὴν μάχην καὶ | |
ἐστεφανοῦτο. τῷ δ’ Αἰσχίνῃ ποῖος στέφανος; τοῦ Φι‐ λίππου δὲ μεθεστηκότος καὶ τῆς ἀρχῆς εἰς τὸν Ἀλέ‐ ξανδρον ἡκούσης ἐτήρησεν ἑκάτερος τὴν γνώμην, ὁ μὲν | ||
10 | πολεμῶν, ὁ δὲ θεραπεύων τὸν τύραννον. | |
Prog.10.3.15 | Εἴπω τὸ μέγιστον δεῖγμα τῆς ἀρετῆς ἐκείνου καὶ τῆς τούτου κακίας; ἐξῃτήθη παρὰ τῶν ἐχθρῶν Δημοσθένης, ὁ δὲ ἐθαυμάζετο. καὶ παρὰ τοῖς πολίταις ὁ μὲν ἐτιμᾶτο, ὁ δὲ ἐφθόνει. καὶ γραφόμενος αὐτὸν | |
5 | τοῦτο ἐδείκνυ τὸ φθονεῖν, ἑλεῖν δὲ οὐκ εἶχε καὶ φυγὴν ἐπέβαλεν αὑτῷ καὶ μεθειστήκει καὶ Ῥόδος εἶχεν αὐ‐ τόν. καὶ τὰ τοῦ πατρὸς μετῄει καὶ τῆς τῶν Ἀθηναίων φιλανθρωπίας εἰς τὴν κάθοδον οὐκ ἀπήλαυσε μόνος. | |
Prog.10.3.16 | Σκόπει δὲ καὶ τὴν τοῦ Δημοσθένους τελευτήν. εἶχε γάρ τι καὶ αὕτη θαυμαστόν. ἐπειδὴ γὰρ ᾔρετο τὰ τοῦ Μακεδόνος ὥστ’ ἤδη καὶ ῥήτορας ἐκεῖθεν λαμβά‐ νειν, ᾤχετο φαρμάκῳ χρησάμενος οὐκ ἐνεγκὼν κολα‐ | |
5 | κεῦσαι τυράννους. | |
5 | ||
Prog.10.4t | Σύγκρισις ναυτιλίας καὶ γεωργίας. | |
Prog.10.4.1 | Τερπέσθω μὲν ὅστις ἐθέλει ναυτιλίᾳ καὶ πλείτω | |
καὶ κινδυνευέτω, ἐμοὶ δὲ γεωργίαν τε ἔπεισιν ἐπαινεῖν καὶ τοὺς ἐν τῷ γεωργεῖν εὐδαιμονίζειν. καὶ δῆτα ἐξε‐ ταζέσθω πρὸς ἄλληλα διὰ τοῦ λόγου. φανεῖται γὰρ | ||
5 | μετὰ μὲν τῆς πολλὰ καὶ δεινά, γεωργία δὲ ἔχουσα πάντα τὰ βέλτιστα. | |
Prog.10.4.2 | Παλαιότατον μὲν δὴ πρᾶγμα γεωργία καὶ ἅμα τοῖς ἀνθρώποις εἰς τὸν βίον συνεισελθόν. ἔδει γὰρ εὐθὺς μὲν γενομένους δεῖσθαι τῶν ἀπὸ γῆς τροφῶν, δεηθέντας δὲ τὴν γῆν ἐπιχειρεῖν ἐργάζεσθαι. ναυτιλίαν | |
5 | δὲ καὶ τὸ πλεῖν εἰσήγαγεν εἰς τὸν βίον ἡ πλεονεξία. τὸ γὰρ δὴ πλεῖν αὐτοὺς ἔρως τοῦ πλείονος ἠνάγκαζε καὶ τοῦ τολμᾶν. | |
Prog.10.4.3 | καὶ πρῶτον ἔργα τῶν νεῶν λῃ‐ στεῖαι καὶ τὸ ἁρπάζειν τὰ ἀλλήλων. καὶ μὴν τὸ πλεῖν μὲν αὐτὸ οὐκ ἄνευ κινδύνων, πᾶν δὲ φυγῆς ἄξιον οὗ πολὺ τὸ κινδυνεύειν. τούτου δὲ ὄντος τοιούτου μεστὴ | |
5 | μὲν κινδύνων ἡ θάλαττα, καθαρὰ δὲ ἡ γῆ καὶ τὸ ταύ‐ την ἐργάζεσθαι. | |
Prog.10.4.4 | τίς μὲν φόβος ἐν τῷ ζεύξαντα τοὺς βοῦς ἀναρρῆξαι τὴν γῆν, τίς δὲ ἐν τῷ σπέρματα ἐπὶ τὴν γῆν ἀφεῖναι; οἱ πλωτῆρες δὲ ἐπειδὰν λύσαντες | |
παραμείψωσι τῶν λιμένων τὰ στόματα, πλησίον ἔχον‐ | ||
5 | τες τὸν θάνατον πλέουσιν εἰς λεπτὴν ὁρῶντες σωτη‐ ρίας ἐλπίδα τὰ ξύλα ἐφ’ ὧν φέρονται. | |
Prog.10.4.5 | Καὶ μὴν θεαμάτων μὲν ἥδιστον ἀγρός, ἄμπελοι, τὸ τῆς Ἀθηνᾶς δῶρον, καρποί, φυτά, λήϊα, πικρότατον δὲ ἡ θάλαττα κυκωμένη ταῖς τῶν ἀνέμων προσβολαῖς κύματά τε κυρτούμενα καὶ ἀφρὸς φοβερός. ὥστε καὶ εἴ | |
5 | τις ἐκ τούτων διεσώθη, διὰ πάσης ἀηδίας ἀφικόμενος σέσωσται. | |
Prog.10.4.6 | Ἔτι τοίνυν δικαιοσύνη μὲν κάλλιστον, ἀδικία δὲ κάκιστον. ποιεῖ δὲ γεωργία μὲν δικαίους, ναυ‐ τιλία δὲ ἀδίκους. ὁ μὲν γὰρ γεωργὸς σπείρας καὶ εὐ‐ ξάμενος τοῖς θεοῖς ἀναμένει τοὺς καρποὺς καὶ δέχεται | |
5 | τὰς ἀμοιβὰς παρὰ τῆς γῆς λυπήσας οὐδένα οὐδέν. | |
Prog.10.4.7 | τοῖς δέ γε ἐμπόροις ἐν ταῖς ἐπιορκίαις τὰ ὄντα αὔξεται καὶ ἡ τέχνη πρὸς τὸ πλουτεῖν τὸ καταφρονεῖν τῶν θεῶν, καὶ ἐπὶ πᾶσαν πόλιν πλέουσι τοῦτο τὸ κα‐ κὸν ἐργαζόμενοι, ψευδόμενοι, παράγοντες, παρακρουό‐ | |
5 | μενοι. καὶ ὅστις ἄριστα οἶδε τοῦτο ποιεῖν, οὗτος εὐ‐ | |
πορώτατος ἄπεισιν. | ||
Prog.10.4.8 | Ὑγεία παρὰ γεωργοῖς, συνεχεῖς γὰρ οἱ πόνοι, καὶ ἔστιν αὐτοῖς ἔργα καὶ θέρους καὶ χειμῶνος καὶ τῶν ἄλλων ὡρῶν. τὸ γὰρ ἀεὶ κινεῖσθαι καὶ φιλοτεχ‐ νεῖν νοσήματα μὲν ἀποκλείει, τὸ ὑγιαίνειν δὲ διατηρεῖ. | |
Prog.10.4.9 | πλωτῆρες δὲ τὰ πολλὰ ἀργοὶ κεῖνται, τοῦτο μὲν χειμῶνος καὶ πάλιν ἐν καπηλείοις καὶ καπνῷ, τοῦτο δὲ θέρους, ἡνίκα ἂν εὐτυχῶσιν. ἢν γὰρ ἐξ οὐρίων φέ‐ ρωνται, κάθηνται ἐπὶ τῶν καταστρωμάτων πίνοντες | |
5 | συνεχῶς καὶ ἐσθίοντες ἔξω τοῦ μετρίου. καὶ ταῦτα εἴωθε τοῖς σώμασι νοσήματα ἐντίκτειν. | |
Prog.10.4.10 | ὡς ἡδὺ μὲν γεωργῷ διψήσαντι πιεῖν ἐκ πηγῆς προσθέντι τὸ στόμα τοῖς νάμασι, λυπηρὸν δὲ ναύτῃ πολὺν χρόνον ἐν πελάγει κάμνοντι πιεῖν ὕδωρ οὐδὲν βέλτιον βορβό‐ | |
5 | ρου. | |
Prog.10.4.11 | τῷ γεωργῷ μὲν ἑσπέρας οἴκαδε ἐπανήκοντι γυνή ἐστι παραμυθία καὶ παῖδες ὁρῶντές τε καὶ ὁρώ‐ μενοι, ὁ δὲ πλέων δέδιε μὲν αὐτὸς περὶ ἑαυτοῦ, τα‐ ράττεται δὲ τῷ περὶ τῶν φιλτάτων ἀδήλῳ. | |
Prog.10.4.12 | Κερδαλέον ἡ θάλαττα καὶ τὸ πλεῖν, ἐγὼ δὲ ᾐσθόμην καὶ γεωργοὺς πλουτοῦντας ἢ τοὺς πλέοντας. | |
ἀλλὰ δῶμεν, εἰ δοκεῖ, πλείονα διδόναι κέρδη τὴν θά‐ λατταν. ἀλλ’ ἡ διδοῦσα αὕτη καὶ ἀφαιρεῖται καὶ μετὰ | ||
5 | τῶν φορτίων προσαφαιρεῖται καὶ τὰς ψυχάς. καί τις ἀναχθεὶς μετὰ πολλῶν χρημάτων ἢ συγκατέδυ τοῖς χρήμασιν ἢ ἀπεσώθη γυμνός. | |
Prog.10.4.13 | καὶ πλείστους δὴ ἀνθρώπων ἀπειργάσατο τοῦτο ἡ θάλαττα. καὶ ὁ τῶν ἐμπόρων εὐπορώτατος ἕως ἂν πλέῃ, οὐκέτι πλούσιός ἐστιν οὐδὲ κέκτηται οὐδέν, ἀλλ’ ἔστι τῶν ἀνέμων καὶ | |
5 | αὐτὸς καὶ τὰ ἐκείνου. ἤδη δέ τινες ὁρῶντες τὴν οἰ‐ κείαν καὶ τοῖς ὅρμοις προσπλέοντες ῥαγείσης ἐξαίφνης τῆς νεὼς ἐξέπνευσαν ἐλεεινότερον τῶν ἀποπνιγέντων. | |
Prog.10.4.14 | Ἥδιστον ἐν τῇ πατρίδι ταφῆναι καὶ εἰπόντα τι πρὸς τοὺς οἰκείους ἀπελθεῖν. τοῦτο γεωργοῖς παρέ‐ χει τὸ γεωργεῖν, τῶν δὲ πεπλευκότων πολλοῖς οὐδαμοῦ τάφος ἐστίν, ἀλλ’ ἐν ταῖς ναυαγίαις γαστέρας ἰχθύων | |
5 | ἐπλήρωσαν. | |
5 | ||
Prog.10.5t | Σύγκρισις ἀγροῦ καὶ πόλεως. | |
Prog.10.5.1 | Μεγέθει μὲν ἡττᾶσθαι πόλεως ἀγρὸν ὁμολογῶ, | |
νικᾶν δὲ τοῖς ἄλλοις φαίην ἂν ἀγρόν. καὶ πρῶτά γε τῷ τῆς πόλεως ἀγρὸν εἶναι πρεσβύτερον. τίς γὰρ οὐκ οἶδεν ὡς οἱ πρῶτοι φανέντες ἐπὶ γῆς ἄνθρωποι τῶν | ||
5 | ὀρῶν οἱ μὲν ἐν ταῖς κορυφαῖς, οἱ δὲ ἐν τοῖς μέσοις οἰκοῦντες ἀντὶ πόλεων ἀγροὺς τοῖς ἐγγόνοις παρέδοσαν, ὀψὲ δέ ποτε καὶ μόλις συνελθόντες ᾤκισαν πόλεις; εἰ δὲ τὸ ἀρχαῖον τιμιώτερον, ἀγρὸς πόλεως τιμιώτερος. | |
Prog.10.5.2 | οὐ μὴν ἀμείνους γε τοὺς συνελθόντας ἡ σύνοδος ἔδειξεν, ἀλλ’ εἰς τὸ κακῶς ποιεῖν ἀλλήλους μᾶλλον προήγαγε. κἂν ἐξετάζῃ τις, πλείω τὴν ἀδικίαν ἐν ταῖς πόλεσιν ἢ τοῖς ἀγροῖς εὑρήσει. | |
Prog.10.5.3 | τοῖς μὲν γὰρ ἔργον περὶ τὴν γῆν πονεῖν καὶ ταύτην τὰ πολλὰ διαγίγνον‐ ται σπείροντες, ἀμῶντες, τρυγῶντες, καὶ ζῶσιν ἱδρῶσι τὰς εὐπορίας κτώμενοι. οἱ δὲ ἐν τοῖς ἄστεσι γραφαῖς | |
5 | καὶ κατηγορίαις καὶ συκοφαντίαις κτῶνται τὰ χρήματα τἀλλήλων ἀφαιρούμενοι καὶ μηχανὰς ἃς πλέκουσι τῆς νυκτὸς μεθ’ ἡμέραν ἀλλήλοις ἐπάγουσι. | |
Prog.10.5.4 | καὶ ἔστιν ἡ ἀγορὰ χωρίον ἐπιβουλευμάτων τοῦ μὲν ἐκεῖνον, ἐκεί‐ | |
νου δὲ τοῦτον ἀπολέσαι ζητοῦντος. καὶ μισθὸς ῥή‐ τορσιν ἐπ’ ὀλέθρῳ δίδοται τῶν πολιτῶν καὶ λόγοι | ||
5 | γράφονται κατὰ τῶν ἀσθενεστέρων καὶ χρήματα μάρ‐ τυρας εἰσάγει ψευδεῖς καὶ διαφθείρει δικαστάς. | |
Prog.10.5.5 | τὸ γὰρ ἀργεῖν ἐπὶ ταύτην ἄγει τὴν ἐργασίαν ὥσπερ αὖ καὶ ἐπὶ τοὺς τῶν σωμάτων ἔρωτας. ἐν γὰρ δὴ τοῖς ἄστεσι πολλοὶ μὲν οἱ τοῖς νέοις ἐπιτιθέμενοι, πολλοὶ δὲ οἱ | |
5 | γάμους ἀδικοῦντες ἔχοντες εἰς τὰ τοιαῦτα διακόνους τὸ τῶν ἀλιτηρίων γένος μαστροπῶν. καὶ γὰρ αὕτη ἡ τέχνη πόλεως, οὐκ ἀγροῦ νόσημα. οὗτοι δὴ μεθύοντες καὶ κωμάζοντες καὶ ἐρῶντες καὶ ἀντερῶντες ἀπὸ τῆς περὶ ταῦτα φιλονεικίας καὶ διὰ λοιδοριῶν καὶ πλη‐ | |
10 | γῶν καὶ τραυμάτων ἀφικόμενοι πολλάκις εἰς φόνον τελευτῶσιν. | |
Prog.10.5.6 | ἀγρὸς δὲ τῶν περὶ τὰ ἀφροδίσια μα‐ νιῶν καθαρός, ἐρῶσι δὲ οἱ τοῦτον οἰκοῦντες ἀρότρου καὶ βοὸς καὶ ἁμάξης καὶ αὔλακος καὶ τὴν πρὸς τὰς αὑτῶν γυναῖκας ἴσασιν ὁμιλίαν, ἑταίρα δὲ αὐτοὺς οὐ | |
5 | μεθίστησιν ἐφ’ ἑαυτὴν ἀπ’ ἐκείνων οὐδὲ τοῖς εἰς αὐ‐ τὴν ἀναλώμασι ποιεῖ πένητας. | |
Prog.10.5.7 | οὐδ’ ἠριστηκὼς ὁ γεωργὸς ἐπὶ κύβους φέρεται οὐδὲ δεδειπνηκὼς ἐπὶ τὸ θυροκοπεῖν οὐδ’ ὑβρίζει καὶ παίει καὶ νομίζει νεανι‐ | |
κὸν εἶναι τὸ κακόν τι μέγα ἐργάσασθαι. ὅλως δὲ ὅσα | ||
5 | ὑπὸ μέθης τίκτεται, τούτων οὐδὲν ἂν ὑπὸ τῶν οὐ μεθυσκομένων γένοιτο, ἐπεὶ καὶ ταῖς γυναιξὶν αὐταῖς ὑπὲρ παίδων μόνον πλησιάζουσι γενέσεως. | |
Prog.10.5.8 | εἰ δὴ μέγιστον ἀγαθὸν ἡ σωφροσύνη καὶ τὸ μὴ δουλεύειν ἡδοναῖς, τουτὶ δὲ τῶν ἐν ἀγροῖς οἰκούντων, οὐ τῶν ἐν ταῖς πόλεσι, πῶς οὐχὶ καὶ ταύτῃ νικῶν ἀγρὸς ἄστυ | |
5 | φανεῖται; | |
Prog.10.5.9 | Ἔτι τοίνυν εἰ μέλλουσιν ἀπολαύσεσθαι τῆς γῆς, ὡρῶν τε καὶ ἄστρων αὐτοὺς ἐμπείρους εἶναι προσήκει καὶ τοῦ πότε τι δεῖ πονεῖν καὶ γῆς φύσεως καὶ τί μὲν αὕτη δύναιτ’ ἂν φέρειν, τί δὲ ἐκείνη, τί δὲ οὐκ ἂν | |
5 | δύναιτο. ταύτην δὲ τίς οὐκ ἂν τῶν εὖ φρονούντων προτιμήσειε τὴν σοφίαν τῆς ἐν ἄστεσιν, ἣ ποιεῖ δύ‐ νασθαι λέγειν, ᾗ πολλοὶ πολλοὺς ἀπώλεσαν δεινότητι νόμων κρατήσαντες; | |
Prog.10.5.10 | Ἀνδρειοτέρους τοίνυν ποτέρους χρὴ νομίζειν εἶναι, τοὺς εἴσω τείχους ἐπὶ τῶν τραπεζῶν καὶ κου‐ | |
ρείων καὶ μυροπωλείων ἀλλήλοις συνόντας καὶ διαλε‐ γομένους ἢ οἵτινες πρὸ τῶν θυρῶν πολλάκις ἄρκτους | ||
5 | καὶ λέοντας καὶ παρδάλεις θηρῶνται; πρὸς μὲν γὰρ τοὺς λύκους καὶ συνεχής σφισιν ὁ πόλεμος ἀμυνομέ‐ νοις ὑπὲρ τῶν βοσκημάτων, οἱ δὲ καὶ τέχναις παντο‐ δαπαῖς ταῦτα αἱροῦσι τὰ θηρία. καὶ σιωπῶ τὰς τῶν ἑρπετῶν ἐφόδους, ὧν ἀνάγκη κρατεῖν τόν γε οὐκ ἀπο‐ | |
10 | λούμενον. ἀφ’ ὧν ἄν μοι δοκεῖ τις εἰς παρά‐ ταξιν ἐλθὼν μᾶλλον ἂν θαρρῆσαι πολεμίους ἢ ἀπὸ τῶν ἐν ταῖς πόλεσι λήρων. | |
Prog.10.5.11 | Ὑγείας τοίνυν πότεροι μᾶλλον μετέχουσιν, οἱ κρύος καὶ καῦμα φέρειν μεμελετηκότες καὶ τροφῇ κε‐ κολασμένῃ χρώμενοι καὶ λουτρῷ πηγαῖς τε καὶ ποτα‐ μοῖς ἢ οἱ τοῦ θέρους μὲν τὴν ἀκτῖνα φεύγοντες, χει‐ | |
5 | μῶνος δὲ ἐν ταῖς εὐναῖς κείμενοι, λουόμενοι δὲ ἐν βαλανείοις, εἰς δὲ τὴν γαστέρα τὰ ἀπὸ τῶν μαγείρων ἐγκατατιθέμενοι κακά; | |
Prog.10.5.12 | λέγουσι δὲ καὶ ἰατρῶν παῖδες ἐν πολὺ βελτίονι τοὺς ἐπὶ τῶν ἀγρῶν ἀέρι διαιτᾶσθαι, | |
καὶ διὰ τοῦτο τοὺς ἐν ἄστει νοσοῦντας ἐκεῖσε κομί‐ ζουσι σύμμαχον τῇ τέχνῃ τὸν ἀέρα προσλαμβάνοντες. | ||
5 | καὶ οἱ μὲν ἀπὸ τῶν αὐτῶν φαρμάκων ἐνταῦθά τι πλέον ὤνησαν, τοῖς δὲ καὶ τοῦτο ἀπέχρησεν αὐτὸ τὸ ἐκεῖσε κομίσαι τὸν κάμνοντα. εἰ δὲ καὶ ἆθλα ἐτίθετο μακρο‐ τέρου βίου, τῶν ἐν ἀγροῖς ταῦτ’ ἂν ἐγίνετο. | |
Prog.10.5.13 | ἔτι τοίνυν ὁ μὲν ἀγρὸν οἰκῶν ἐλθὼν εἰς ἄστυ σκοτοδινιᾷ καὶ πειρᾶται πάλιν τὴν ταχίστην εἰς τὸν ἀγρὸν ἐπανελθεῖν πόθῳ τῆς ἡσυχίας. οἱ δ’ ἐν τοῖς ἄστεσιν ὁπόταν ἀναπνεῦ‐ | |
5 | σαι βουληθῶσιν, εἰς τοὺς ἀγροὺς θέουσι τὰς μὲν πόλεις κλύδωνας, τοὺς δὲ ἀγροὺς λιμένας νομίζοντες, καὶ ἥ τε γνώμη ῥᾴων εὐθὺς τό τε σῶμα κουφότερον. | |
Prog.10.5.14 | εἰ δὲ πανταχοῦ τοῦ δεομένου τὸ πληροῦν τὴν χρείαν βέλτιον, ἐκ τῶν ἀγρῶν ἡ τροφὴ ταῖς πόλεσιν, ἀλλ’ οὐκ ἐκείνοις ἀπὸ τούτων. | |
Prog.10.5.15 | βασάνους τοίνυν καὶ τὸν μαστιγούμενον καὶ τὸν στρεβλούμενον καὶ τὸν ἐπὶ ξί‐ φος καὶ τὸν ἐπὶ πῦρ ψήφῳ δικαστῶν πεμπόμενον οἱ μὲν ὁρῶσιν, οἱ δὲ ἀκούουσιν. ὅσῳ τοίνυν ἥττων εἰς | |
5 | λύπην ὄψεως ἀκοή, τοσούτῳ τῆς ἐν ἄστει διαίτης ἡ κατ’ ἀγρὸν ἀμείνων. | |
Prog.10.5.16 | χωρὶς δὲ τούτων οἱ μὲν δύ‐ ναιντ’ ἂν αὑτῶν φυλάττειν τοὺς τρόπους, τῶν δὲ ἐν ταῖς πόλεσιν ἀνθρώπων οἱ πλείους ὑπὸ τῆς τῶν ξένων ἐπιμιξίας κινοῦνται καὶ πολλοὶ τῶν σφῶν αὐτῶν ἀπο‐ | |
5 | στάντες τὰ ἐκείνων ἐζήλωσαν. | |
Prog.10.5.17 | εἰ δὲ σκηνῇ καὶ θαυματοποιοῖς καὶ τοιούτοις θεάμασιν ἀγρὸς ἡτ‐ τᾶται, τοῦτ’ ἔστιν ᾧ κρείττων ἐστίν, ὅτι καὶ τὴν ἀπὸ τῶν τοιούτων διαπέφευγε λύμην πρὸς τὸ βελτίους ἡδο‐ | |
5 | νὰς καρποῦσθαι. ἢ μικρὸν εἰς ἡδονὴν μόσχων τε καὶ ἐρίφων καὶ ἀρνῶν φωνή; εἰ δὲ οὔπω ταῦτα μεγάλα, τί ἂν ἀντιθείη πόλις ταῖς ἀηδόνων φωναῖς; | |
Prog.10.5.18 | ποίας δὲ οὐ γραφῆς τερπνότερον ἰωνιὰ καὶ ῥοδωνιὰ καὶ λει‐ μῶνες καὶ κλάδοι τέττιγας φέροντες, αὐλοὶ δὲ καὶ σύ‐ ριγγες νομέων εἰς αὖλιν ἐλαυνόντων βοῶν ἀγέλας καὶ | |
5 | αἰπόλια καὶ ποίμνια ποίων θεάτρων οὐχ ἡδίω; | |
Prog.10.5.19 | τὴν δὲ τῶν παλαιστῶν κόνιν καὶ τὸ τῶν πυκτῶν αἷμα τῇ κινήσει τῶν ληΐων παραβάλλειν ἄξιον; παγκρατιαστῶν δὲ πληγὰς τοῖς ταύρων ἀγῶσιν; | |
Prog.10.5.20 | ἑστιαθῆναι δ’ ἥδιον ὑπ’ ὀρόφῳ τῷ παρὰ τῶν τεκτόνων ἢ ὑπὸ σκιᾷ τῇ παρὰ τῶν δένδρων ὑπεραιωρουμένων βοτρύων; τίς οὕτως ἐν θεάτρῳ χορὸς ἀκοὴν εὔφρανεν ὡς οἱ τοὺς | |
5 | βότρυς πατοῦντες ἐν τοῖς ληνοῖς καὶ οἶνον ποιοῦντες σὺν ᾄσμασιν; | |
Prog.10.5.21 | Ἔστι μὲν οὖν εὐδαιμονέστατον θεὸν ἰδεῖν καὶ θεῷ συγγενέσθαι, τούτου δὲ ἐν ἀγρῷ τις ἂν μᾶλλον ἢ ἐν πόλει τύχοι, ἐπεὶ καὶ Ἡσίοδος ποιμαίνων ταῖς Μούσαις ἐνέτυχε καὶ Φιλιππίδης ὕστερον πολλοῖς | |
5 | χρόνοις τῷ Πανὶ περὶ τὸ Παρθένιον. | |
Prog.10.5.22 | εἰ δὲ βελ‐ τίους αἱ πόλεις, οὐκ ἂν ἐν Ἑλικῶνι καὶ Πιερίᾳ τὰς Μούσας διατρίβειν ἠκούομεν, ἀλλ’ ἐν ταῖς μεγίσταις τῶν πόλεων. νῦν δὲ καὶ Διόνυσος ἐν ἀγρῷ φαίνεται | |
5 | τῷ Ἰκαρίῳ διαλεχθεὶς καὶ τυχὼν ξενίων καὶ δοὺς τὴν | |
ἄμπελον. | ||
Prog.11t1 | Ἠθοποιίαι. | |
Prog.11.1t | Τίνας ἂν εἴποι λόγους Μήδεια μέλλουσα ἀποσφάττειν τοὺς ἑαυτῆς παῖδας; | |
Prog.11.1.1 | Εἶχον ἄρα καὶ αὐτὴ βοήθειαν τὴν παρὰ τῆς τέχνης καὶ οὐκ ἔμελλον ἀλγήσειν μόνον ἀδικουμένη, ἀλλὰ καὶ λήψεσθαι δίκην. οὐκέτι βασιλεὺς Ἰάσων, οὐκ‐ έτι τῷ Κορινθίων ἐπαιρόμενος πλούτῳ. πάντα ἀνέ‐ | |
5 | τρεψεν ὁ στέφανος, πάντα διέφθειρεν ὁ πέπλος, πάντα συγκέχυται τῷ πυρί. καὶ πρόσεστι τῇ συμφορᾷ τὸ τῆς ἀγνοίας μέρος, τὸ μηδὲν ὑπιδέσθαι τῶν παρ’ ἐμοῦ. | |
Prog.11.1.2 | τί οὖν; ἀρκεῖν ἡγησόμεθα ταῦτα καὶ πλέον οὐδὲν ζητήσομεν; μηδαμῶς. ἔστιν ἑτέρα τιμωρία χαλεπωτέρα τῆς προτέρας οὐδὲν δεομένη φαρμάκων καὶ λανθανού‐ σης μηχανῆς, ἀλλὰ γνώμης ἀνδρειοτέρας καὶ δεξιᾶς | |
5 | μηδὲν ὀκνούσης. εἰσὶ παῖδες τῷ πάντων ἀδικωτάτῳ καὶ καλεῖται πατήρ. ἀφελώμεθα ταύτην αὐτὸν τὴν παραμυθίαν καὶ τὴν προσηγορίαν. | |
Prog.11.1.3 | Οὐδὲν ἐᾷ με τῶν δικαίων ἐξετάζειν τὸ πλῆθος καὶ τὸ μέγεθος τῶν ἐμῶν κακῶν, ἀλλ’ ὅταν λογίσωμαι τί δράσασα τίνων ἀπολέλαυκα, πάντα πρὸς δίκην ἡγοῦ‐ μαι μικρά. Αἰήτης ἐμοὶ πατὴρ καὶ Σκυθῶν ἦν βασι‐ | |
5 | λεύς. καὶ παρθενία καὶ φήμη βελτίων καὶ πολλοὶ τῶν ἐν τέλει μνηστῆρες καὶ τῶν παρόντων ἐλπίδες ἀμεί‐ νους. | |
Prog.11.1.4 | κατέπλευσεν ὁ μιαρὸς οὗτος ὁ μήτε θεοὺς φοβούμενος μήτ’ ἀνθρώπους αἰδούμενος καὶ ἦν ἐν πᾶσι κακοῖς καὶ τῶν ἀδυνάτων ἔδει γενέσθαι κρείττω, ταύρων πῦρ ἀφιέντων, ὁπλιτῶν ἐκ γῆς ἀνα‐ | |
5 | τρεχόντων, δράκοντος οὐκ εἰδότος καθεύδειν. | |
Prog.11.1.5 | τὸ μὲν οὖν δίκαιον ἦν ἥττω δειχθῆναι τῶν ὅλων καὶ πεσεῖν αὐτὸν καὶ τὴν νίκην γενέσθαι τοὐμοῦ πατρὸς καὶ μὴ καταγελάσαι τῆς Αἰήτου βασιλείας ἄνθρωπον ἑνὸς | |
5 | πλοίου δεσπότην· ἐγὼ δὲ ἡ πάντας μὲν παρελθοῦσα προδότας πονηρίᾳ, πάντας δὲ ἀνοήτους μωρίᾳ τοὺς μὲν οἰκείους ἐχθρούς, τοὺς δὲ ἐχθροὺς οἰκείους ἡγησά‐ μην καὶ κατὰ τῆς πατρίδος ἔστην μετὰ τῶν ἀλλοφύλων καὶ τὴν τέχνην ἀντέταξα τῇ φύσει. | |
Prog.11.1.6 | τῶν θηρίων ἔσβεστο τὸ πῦρ, ἤνεγκαν οἱ ταῦροι τὸν ζυγόν, εἶξεν ἀρότρῳ γῆ πάντων στερροτέρα, καθεύδων ὤφθη δρά‐ κων οὔπω πρότερον τοῦτο παθών, ἐν χερσὶν ἦν τὸ | |
5 | δέρας τοῦ τρέμοντος, ἐγὼ δὲ ἐπὶ τούτοις ἀνέβαινον εἰς τὴν ναῦν πολλαῖς πιστεύσασα καὶ μεγάλαις ἐπαγγελίαις, ὅρκοις, αὐταῖς ταῖς εὐεργεσίαις. ἐδέξατο τῆς ἐμῆς εὐ‐ νοίας ἀπόδειξιν καὶ Ἰωλκός, οὗ βασιλεὺς Πελίας δυσ‐ μενὴς γέρων ὑπὸ τούτων ἃς ἐγέννησε κατεκόπτετο | |
10 | νεότητος ἐλπίδι προαπελθὼν ἀπάτῃ. | |
Prog.11.1.7 | τὰ μὲν εἰς Ἰά‐ σονα παρ’ ἐμοῦ τοιαῦτα, τὰ μὲν οἴκοι, τὰ δὲ ἐπὶ τῆς Ἑλλάδος· αἱ δὲ ἀμοιβαὶ τίνες; Κόρινθον εἶδε καὶ τὴν Κρέοντος ἀρχὴν καὶ περὶ τῆς Γλαύκης ἤκουσε καὶ λό‐ | |
5 | γος οὐδεὶς τῶν ἐμῶν, ἀλλ’ ἐγάμει παῖδας ἔχων. ᾖδεν ὑμέναιον ζώσης ἐμοῦ καὶ πάντα ἐκεῖνα ἐξεβέβλητο καὶ | |
πρὸς τὸν ἔρωτα τῆς δυναστείας αἱ παρ’ ἐμοῦ χάριτες ἠμέληντο. καὶ οὐκ ἀπέχρη ταῦτα, ἀλλ’ ἠλαυνόμην, ὑβριζόμην, προὐπηλακιζόμην. ἐντεῦθεν εἰκότως μὲν | ||
10 | ἠγανάκτουν, πρὸς δὲ τὴν μόνην καταφυγὴν εἶδον, τὴν τέχνην, ἡ δὲ ἤρκεσε. | |
Prog.11.1.8 | χωρῶμεν δὴ καὶ διὰ τῶν λοι‐ πῶν καὶ δι’ ὅσων ἔξεστιν ἴωμεν. πλῆττε, Μήδεια, παῖ‐ δας, σφάττε παῖδας τοὺς Ἰάσονος, ἀνδρὸς ἀδίκου, πο‐ νηροῦ πατρός, ξένου κακοῦ. μηδέν σε τῶν πάντων | |
5 | διαλλαττέτω, μὴ φύσις, μὴ γαστήρ, μὴ λογισμὸς ὠδίνων, μὴ τροφή, μὴ φωνή, μὴ μορφή. ζημιούσθω μὲν Ἰάσων τοῖς παισίν, οἱ δὲ τὴν παρὰ τῶν ἐχθρῶν διαφευγέτωσαν αἰκίαν. μὴ γὰρ λάβοιεν τούτους οἱ Γλαύκης συγγενεῖς μηδ’ ἀφεῖεν εἰς αὐτοὺς τὸν θυμόν. | |
Prog.11.1.9 | δεινὸν μὲν τὸ ἔργον, ἀλλ’ ἀκόλουθον τῷ προτέρῳ. περὶ τὴν φύσιν ἀσεβήσομεν. τοῦτο πάλαι τετολμήκαμεν. ἀδελφοῦ φόνος ἐπὶ τὸν τῶν παίδων παραπέμπει φό‐ νον. τῆς αὐτῆς ἐστι καὶ τοῦτο γνώμης, τῆς αὐτῆς | |
5 | δεξιᾶς. | |
Prog.11.1.10 | Ἥκετε, ὦ παῖδες, ὑπὸ τὸ ξίφος, ἥκετε. τοῦτο εἰς ὑμᾶς ὁ πατὴρ ὠθεῖ δι’ ἐμοῦ. εἰ γὰρ ἐκεῖνος ἦν χρηστός, οὐδέν γε τούτων ἔδει. καλαί γε αἱ μορφαί, καλὸς ὁ τύπος τοῦ σώματος. ἀλλ’ ἐοίκασι τῷ πατρί. | |
5 | τοῦθ’ ἡδίω μοι ποιήσει τὸν φόνον. | |
Prog.11.1.11 | Οἱ μὲν οὖν αὐτίκα κείσονται, ἐγὼ δὲ ἄνωθεν ἐξ ἀέρος μέσου τὸν ἀλιτήριον ὄψομαι, καὶ στένων καὶ πάντα ποιῶν βοήσεται μέν, οὐ μὴν λήψεταί μου. τοι‐ ούτῳ ζεύγει θαρρῶ δρακόντων. ἐπιβᾶσα δὲ τῶν Ἀθη‐ | |
5 | νῶν ἐκεῖσε τὴν λύπην ἀποθήσομαι. | |
5 | ||
Prog.11.2t | Τίνας ἂν εἴποι λόγους Ἀνδρομάχη ἐπὶ Ἕκτορι; | |
Prog.11.2.1 | Ἥκει δὴ πρὸς ἔργον ὁ φόβος καὶ τοὺς ἐμοὺς λόγους Ἕκτωρ ὑπεριδὼν ἔγνω με τὰ βέλτιστα εἰσ‐ ηγουμένην. παρῄνουν ἑαυτοῦ φείδεσθαι. ὁ δὲ ἠφείδησε. τοιγαροῦν τέθνηκεν οὐκ ἐν ταῖς ἡμετέραις, ὦ θεοί, | |
5 | χερσίν, ἀλλ’ ὑπὸ τοῦ Ἀχιλλέως. | |
Prog.11.2.2 | τὸ δὲ ἐκεῖνον τε‐ θνάναι τὸν Πρίαμόν ἐστιν ἀπολωλέναι, τὴν Ἑκάβην, τοὺς ἀδελφούς, τουτὶ τὸ παιδίον, ἐμέ, τὴν πό‐ λιν ὅλην. ἐκεῖνος ἔσωζε τὸ Ἴλιον. πόθεν οὖν ἔτι σωθή‐ | |
5 | σεται; ἔρρει πάντα καὶ διέφθαρται. καὶ γέγονα γυναι‐ κῶν ἀθλιωτάτη. οἵας με γεύσας ὁ δαίμων εὐδαιμονίας ἀπεστέρησεν; | |
Prog.11.2.3 | ἦν μοι πατὴρ καὶ μήτηρ ἐν βασιλείοις καὶ χορὸς ἀδελφῶν καὶ πάντα λαμπρά. τούτοις προσεγέ‐ νετο μεῖζον ἕτερον, σύνοικος Ἕκτωρ, ὁπλίτης θαυμαστός, 〈σύμβουλοσ〉 ἀγαθός. ἐβλεπόμην, εὐδαιμονιζόμην. καὶ τὴν | |
5 | Ἀνδρομάχην τις προσειπὼν τὴν τοῦ στρατηγοῦ προσ‐ έθηκεν ἄν, τὴν τοῦ κρατοῦντος, τὴν μακαρίαν. | |
Prog.11.2.4 | ἔδει μὲν οὖν μέχρι γήρως δι’ ὁμοίας ἀφικέσθαι τῆς τύχης, ἀλλ’ οὐκ εἴασεν ὁ χαλεπὸς οὗτος Ἀχιλλεύς, ὃν ἡ Θέτις ἔτεκεν ἐπ’ ἐμοί. κατήνεγκέ μοι τὸν πατέρα, ἀπέσφαξε | |
5 | τοὺς ἀδελφούς, δουλείαν ἐπέβαλε τῇ μητρί, εἶτα ἀπέ‐ δοτο, καὶ οὐδὲ αὐτὴ περίεστι. | |
Prog.11.2.5 | καὶ ταῦτα δεινὰ μέν, φορητὰ δὲ ἐποίησας, Ἕκτορ, τὰ δυστυχήματα καὶ τὰ | |
πάντων παρεῖχες μόνος καὶ ὧν ἐστερόμην, ᾤμην εἶναί μοι διὰ σέ. ἀλλ’ ἀπεσφάγης, ἐδέξω τὴν πληγήν. ᾠχό‐ | ||
5 | μεθα, ἀπολώλαμεν. πρόσεισι τὰ δεινά, πλησίον ὁ κίν‐ δυνος, ἐγγὺς τὸ πῦρ. ὁρᾶν μοι δοκῶ τοὺς Τρῶας κα‐ τακοπτομένους, τὰς γυναῖκας ὑβριζομένας, 〈τὰς παρ‐ θένουσ〉 αἰσχυνομένας, τοὺς παῖδας ἑλκομένους, ὁρᾶν τὸν σίδηρον, ὁρᾶν τὴν φλόγα. ἀνέῳκται τοῖς πολεμίοις | |
10 | τὸ Ἴλιον οὐκέτι σοῦ προβεβλημένου τῶν πυλῶν. | |
Prog.11.2.6 | Ὦ παιδίον, ἴσως σε λαβών τις τῶν πολεμίων προσαράξει τῷ πύργῳ. γενναῖος ἦν ὁ πατήρ. ὀφείλεις δίκας τοῖς Ἀχαιοῖς. ἐμὲ δὲ ἄρα ἀποκτενεῖ τις. τοῦτο γοῦν εὐτυχήσομεν. ἀλλ’ οὐκ ἔστι. δουλεία με μένει | |
5 | καὶ διακονία, πληγαὶ καὶ διὰ τέλους δάκρυα. καὶ γῆν ἴσως ὄψομαι παρ’ ἧς ἡμῖν οὗτος ὁ πολέμιος ἐπῆλθε. τάχα που καὶ τὸ δεινὸν ἀναγκασθήσομαι, μίγνυ‐ | |
σθαι τῷ τὸν Ἕκτορα ἀπεκτονότι. | ||
Prog.11.3t | Τίνας ἂν εἴποι λόγους Ἀχιλλεὺς ἐπὶ Πα‐ τρόκλῳ κειμένῳ; | |
Prog.11.3.1 | Οἴμοι τῆς παρούσης συμφορᾶς. πέπτωκας, Πά‐ τροκλε. ἐφ’ ἑτέραις μὲν ἐπέμπου ταῖς ἐλπίσιν, ἑτέρας δὲ τῆς τύχης ἐπειράθης. ἐγὼ μὲν ἤλπιζόν σε νενικη‐ κότα δέχεσθαι, νυνὶ δὲ τετελευτηκότα θρηνῶ. ἐπὶ κα‐ | |
5 | κῷ τότε τοῖς Ἕλλησιν ἐβοήθησας. οὐκέτι γὰρ ὄψομαί σε τὸν φιλέταιρον, τὸν πάντων μοι τῶν ἑταίρων τι‐ μιώτατον. εἴθε μοι κατὰ σκηνὴν ἔμενες, καὶ τούτων ἂν ἦμεν ἡμεῖς ἀπηλλαγμένοι τῶν θρήνων. ταῦτ’ ἐφο‐ βούμην, ταῦτ’ ἐκβέβηκεν. | |
Prog.11.3.2 | ἀλλὰ γὰρ ἀναμιμνήσκομαι τῶν πρότερον ἀγαθῶν, τῶν τότε, ὅτε μὲν κατεφρόνεις Ἀγαμέμνονος, ἐμὲ δὲ ἠγάπας, ὅτε ἀντὶ τοῦ τὸν σὸν γηροβοσκεῖν πατέρα τὴν μετ’ ἐμοῦ πορείαν εἵλου καὶ | |
5 | οὔτε μήτηρ οὔτ’ ἄλλος οὐδεὶς ἔπειθέ σε μένειν. | |
Prog.11.3.3 | τὰ δ’ ἐπὶ τούτοις οὐκ ἐλάττω· σὺ γὰρ ἦσθα ὁ φιλῶν μὲν οὓς ἠγάπων, μισῶν δὲ οἷς ἀπηχθόμην, χαί‐ ρων δὲ τοῖς ἐμοῖς ἤθεσι μᾶλλον ἢ τοῖς τῶν ἑτέρων, | |
5 | εὐνοῶν, συμβουλευόμενος, τιμὴν ἀπονέμων τὴν ἀξίαν, συνοργιζόμενος, ᾧ τὴν ἐμὴν ἐπίστευσα πανοπλίαν, ὅτε πολεμεῖν ἐβουλήθης, ὅτε τοὺς Ἕλληνας καὶ πάσας τὰς ναῦς τοῦ πυρὸς ἀπήλλαξας. | |
Prog.11.3.4 | καὶ ταῦτα μὲν οὕτως, τὰ δ’ ἐντεῦθεν δάκρυα, θρῆνοι, ὀδυρμοί. τίς μοι τὴν σὴν πληρώσει τάξιν; ποίοις ἂν ὀφθαλμοῖς ἴδοιμι τὸν σὸν πατέρα, ὅταν ἐνθάδε κείμενόν σε καταλελοιπὼς | |
5 | ἀνέλθω; | |
Prog.11.3.5 | ἀλλ’ ἐπειδὴ τοῦτό γε παθεῖν ἐχρῆν, ὡς οὐκ ὤφελεν, οὐδὲ τελευτήσαντος ἀπολείψομαι, ἀλλ’ ἀμυνῶ σοι κατὰ τὸ δυνατόν. ἐπειδὰν δὲ κἀμὲ τὸν βίον καταλῦσαι δέῃ, σὺν σοὶ κείσομαι. οὐ γάρ μοι θέμις | |
5 | μεθ’ οὗ ζῶν διετέλουν, τούτου τελευτήσαντος ἐχθρὸν γενέσθαι. | |
Prog.11.3.6 | εἶεν, ἐχέτω μὲν ταῦτα ἡμῖν ὡς ἔχει, ἐγὼ δὲ λοιπὸν ἐπὶ τὴν μάχην καὶ τὸν Ἕκτορα τρέψομαι καὶ οὐ πρότερον ἀνήσω πρὶν ἂν τοῦ σοῦ γεγονότος φονέως λαβόμενος καὶ τοῦτον ἀνελὼν περὶ τὸ σὸν ἑλ‐ | |
5 | κύσω μνῆμα οὐκ ὀλίγην ἐμαυτῷ τοῦ παρόντος ἐπὶ σοὶ πάθους διὰ τῆς Ἕκτορος ἀναιρέσεως παραμυθίαν δι‐ δούς. | |
Prog.11.3.7 | ἀλλὰ τί ταῦτα λέγω γυμνὸς ὅπλων ἄνθρωπος τῷ πάντων μοι τῶν ἑταίρων τιμιωτάτῳ τὴν ἐμὴν διὰ | |
τῶν ὅπλων ἀσφάλειαν συναπολωλεκώς, ἐφ’ ᾗ νῦν ὁ πάντων ἔχθιστος φαιδρύνεται; πόθεν οὖν ὅπλων εὐ‐ | ||
5 | πορήσομεν; οὔτε γὰρ Αἴαντα ἀφοπλίζειν καλὸν τά τε τῶν ἄλλων οὐχ ἁρμόδια. | |
Prog.11.3.8 | ἀλλ’ εὗρον δι’ ὧν εὐπο‐ ρήσομεν ὅπλων. ἐπὶ τὴν μητέρα πορεύσομαι. αὕτη πρὸς τὸν Ἥφαιστον ἀφίξεται. ἐκεῖθέν μοι τὴν πρέπουσαν πανοπλίαν κομιεῖ, ᾗ χρησάμενος τιμωρήσω τῷ | |
5 | πεπτωκότι φίλῳ καὶ δίκην λήψομαι παρὰ τοῦ ταύτης τῆς συμφορᾶς αἰτίου. | |
6 | ||
Prog.11.4t | Τίνας ἂν εἴποι λόγους Ἀχιλλεὺς ἡττωμέ‐ νων τῶν Ἑλλήνων; | |
Prog.11.4.1 | Ἀλλ’ εἰ καὶ μὴ πρότερον, νῦν Ἀγαμέμνων γι‐ νώσκει τὴν ἡμετέραν ῥοπὴν καὶ παθὼν μεμάθηκε μὴ τοὺς ἀρίστους ἀτιμάζειν. φεύγει καὶ τρέμει καὶ πέφρικε καὶ περὶ ἀποπλοίας ποιεῖται λόγον ἐν τοῖς Ἀχαιοῖς ὁ | |
5 | νεανίας. καίτοι τούτων οὐδὲν ἂν ἦν, εἰ σωφρονεῖν ἤθελε καὶ μὴ τοῖς ἑαυτοῦ λυμαίνεσθαι πράγμασι. | |
Prog.11.4.2 | κα‐ λῶς, ὦ θεοί, καλῶς ἐδικάσατε τοὺς μὲν ταπεινοὺς ἄραντες μεγάλους, τοὺς Τρῶας, τοὺς δὲ φοβεροὺς δι’ ἐμοῦ πρότερον ταπεινώσαντες, τοὺς Ἕλληνας. μηδεὶς | |
5 | γὰρ ἀχάριστος εὖ πραττέτω. οὐκ ᾐσχύνθη τὰς τρεῖς καὶ εἴκοσι πόλεις τὰς ὑπ’ ἐμοῦ πεσούσας Ἀγαμέμνων, οὐ τοὺς κατὰ θάλατταν πόνους, οὐ τὰς ἐν τῇ γῇ ταλαιπωρίας, οὐ τὸν πλοῦτον ἐκείνων ὃν εἰς αὐτὸν μετήνεγκα, οὐ λάφυρα, οὐ γυναῖκας, ὧν μεστὴν ἔχων | |
10 | τὴν σκηνὴν ἑτέρων ἐπεθύμει. | |
Prog.11.4.3 | καὶ ταῦτ’ ἐποίουν ἐγὼ μήτε τοῖς Τρωσὶν ἔχων ὑπὲρ τῆς ἐμαυτοῦ γῆς ἐγκαλεῖν μήθ’ ὅρκων ἀνάγκῃ κατειλημμένος, ἀλλ’ ἔπλεον δόξης τ’ ἔρωτι καὶ τῷ τοῖς ὑβρισμένοις ἐθέλειν χαρί‐ | |
5 | ζεσθαι. | |
Prog.11.4.4 | τίνα δὴ καὶ τὰ λυπήσαντα τὸν χρηστὸν βα‐ σιλέα; ταῦτα ἃ καὶ μόνα δικαίως ἄν μοι τιμὰς ἤνεγκεν, εἰ καὶ μηδὲν ἐτύγχανον ἐν τοῖς ὅπλοις τοὺς πολεμίους λελυπηκώς. ἐξεπολέμωσε τῷ στρατῷ τὸν Ἀπόλλω γυ‐ | |
5 | ναικὸς ἕνεκα μιᾶς ἧς τὸν πατέρα γέροντα ἄνθρωπον μικροῦ συνέκοψεν, ᾧ τρόπον τινὰ συνεπρέσβευσεν ὁ θεός. εἶθ’ οἱ μὲν ἀνηλίσκοντο λοιμῷ, ὁ δὲ τῆς Χρυ‐ σηίδος ἀπήλαυεν, ἔμελε δὲ οὐδενὶ τοῦ πράγματος. χρό‐ νου δὲ προϊόντος ἐφρόντισα, ἤλγησα, ὁμολογῶ, τοὺς | |
10 | ἀπολλυμένους ἠλέησα. | |
Prog.11.4.5 | τίνες οὖν οἱ τούτων μισθοί; κήρυκες εὐθὺς ἐπὶ τὸ γέρας τοὐμὸν καὶ ἀφείλοντο. καὶ πολὺ τούτων χαλεπώτερα ῥήματα, ἐν οἷς δύσεριν | |
καὶ φιλόνεικον καὶ ἀφόρητον καὶ βαρὺν ὠνόμαζε καὶ | ||
5 | ἀνάγεσθαι τὴν ταχίστην ἐκέλευεν ὡς ἐν ἄλλοις ἔχων τὰς τῆς νίκης ἐλπίδας. | |
Prog.11.4.6 | πῶς οὖν ἐνίκησεν; ἔτι καὶ τεῖχος προὐβάλετο τῶν νεῶν. οὕτως ἀρκοῦσι πρὸς σωτηρίαν τῶν ὅλων αἱ τῶν ἀρίστων ἐλπίδες. εὐ‐ δαίμων εἰμί τις τὴν ἡμέραν ταύτην ἰδών, οὐκ ἀρνοῦ‐ | |
5 | μαι, ἣ τὴν ἔμπροσθεν τῶν πραγμάτων ἀνέτρεψε τύχην. | |
Prog.11.4.7 | ὁ τὰ μὲν πολλὰ κρυπτόμενος Ἕκτωρ, ἐπίδειξιν δὲ νομίζων ἀνδρείας τὸ μέχρι τῆς δρυὸς προελθεῖν μέμ‐ φεται τῇ νυκτὶ τὰς ναῦς ἐξελομένῃ τοῦ πυρός. καὶ καλῶς γε μέμφεται. κἂν ἡμέρα φανῇ, δυνήσεται τὸ | |
5 | πῦρ ἐμβαλεῖν ἐμοῦ μὲν ἡσυχάζοντος, τοῦ Διὸς δὲ τοῖς ὑβρικόσι πολεμοῦντος. | |
Prog.11.4.8 | ἡγοῦμαι μὲν οὖν καὶ τὸ στρά‐ τευμα τῶν ἀδικημάτων κοινωνεῖν. εἰ γὰρ λαβόντες λίθους οὐκ ἐπέτρεπον τῷ τοιαῦτα βλάπτοντι τὰ πράγ‐ ματα, πάντως ἄν, κἂν ἄκων, ἐσωφρόνει. νῦν δὲ ὁ μὲν | |
5 | ἠσέλγαινεν, οἱ δὲ ἐσιώπων. διὰ τοῦτο ἐλαύνονται, σφάτ‐ τονται καὶ τὸν Ἕκτορα δεδοίκασιν ὥσπερ τι τῶν ἐξ οὐρανοῦ βελῶν. | |
Prog.11.4.9 | οἶδα τοίνυν ὡς ὀδύρεται μὲν ἐπὶ τοῖς παροῦσιν Ἀγαμέμνων, κατηγορήσει δὲ τῆς αὑτοῦ μανίας, ἐκπέμψει δὲ τοὺς ἀπολογησομένους. αἱ δὲ τῆς Ἀθηνᾶς ὑποσχέσεις εἰς ἔργον ἥξουσι. δώρων μοι με‐ | |
5 | μνήσεται πολλῶν Ἀγαμέμνων, ἐγὼ δὲ οὐδὲν οὕτως οὔτ’ ὄψομαι οὔτ’ ἀκούσομαι μέγα, δι’ ὃ τὴν ὀργὴν ἐκβα‐ λὼν συμπαρατάξομαι. | |
7 | ||
Prog.11.5t | Τίνας ἂν εἴποι λόγους Αἴας μέλλων ἑαυ‐ τὸν ἀποσφάττειν; | |
Prog.11.5.1 | Ὢ δύο μεγίστων κακῶν, μανίας τε ἣν ἐμάνην καὶ σωφροσύνης ἣν νῦν σωφρονῶ. δρῶν μὲν οὐκ ᾔδειν ἃ ἔδρων, δράσας δὲ μανθάνω τὰ πεπραγμένα. ἀπέκτει‐ να μέν, ἀλλὰ βοσκήματα. ἀπέκτεινα μέν, ἀλλ’ ὡς οὐκ | |
5 | ἤθελον. καὶ ηὐφραινόμην μὲν ὡς δίκην λαμβάνων, ἐσφάττετο δὲ βοσκήματα, ζῶσι δὲ οἱ πονηρότατοι βα‐ σιλεῖς καὶ ὁ κατάρατος Ὀδυσσεύς. | |
Prog.11.5.2 | μικρὸν δὲ εἰς συμφορὰν ἤδη μοι φαίνεται τὸ μὴ τῶν ὅπλων τυχεῖν. ὑπερβέβληκε μανία τὴν ἐπ’ ἐκείνοις λύπην καὶ τήν γε μανίαν αὐτὴν τὸ πάλιν ἀνελθεῖν. | |
Prog.11.5.3 | τίς μοι τὴν ψυχὴν ἐτάραξε τῶν θεῶν; τίς τῷ μὲν ἠδικημένῳ πε‐ πολέμηκε, τοῖς δὲ ἠδικηκόσι κεχάρισται; τίς οὕτω κρί‐ σιν ἄτοπον ἐπῄνεσεν; Αἴας Ὀδυσσέως φαυλότερος τοῖς | |
5 | Ἕλλησιν ὁ παραταξάμενος πρὸς τὴν τύχην; οὐ μείζω μὲν ἐγεγόνει τὰ τῶν ἐναντίων, Ἀχιλλεὺς δὲ ἀπῄει ὑβρισμένος; τοιαῦτα γὰρ τοῖς ἀρίστοις παρὰ τῶν Ἀτρει‐ δῶν τὰ γέρα. μέγας δ’ ἦν Ἕκτωρ καὶ βαρὺς θεῶν εὐνοία τεθαρρηκώς. οὗ φανέντος ἔλιπε μὲν τὴν τάξιν | |
10 | ὁ γενναῖος καὶ τιμῶν ἄξιος, ἔλιπον δὲ ἄλλοι πολλοὶ τῶν ἐν τέλει, φυγῆς δὲ ὁ βασιλεύων ἐμέμνητο πολλά‐ κις, αἱ δὲ ἐλπίδες ἐπιλελοίπεσαν. | |
Prog.11.5.4 | τίς οὖν ἀντέσχε πρὸς ἐκεῖνον τὸν χειμάρρουν; τίς μονομαχῶν μὲν κατέ‐ βαλε τὸν Πριάμου, τὸ πῦρ δὲ ἀπεκρούσατο τῶν νεῶν; διὰ τίνα καὶ σκηνὰς ἔχουσι καὶ πλεῖν δύνανται καὶ | |
5 | ζῶσι καὶ δικάζουσιν; ἐῶ τοὺς περὶ τῶν νεκρῶν ἀγῶ‐ νας. ἀλλὰ τὸ τῆς συγγενείας δίκαιον τίνος ἐποιεῖτο τὴν πανοπλίαν; νῦν δὲ ὁ μὲν Ἀχιλλέως ἀνεψιὸς ἄτιμος, ὁ δ’ οὐδὲν ἐκείνῳ προσήκων κεκόσμηται. | |
Prog.11.5.5 | ταῦτα οὐ ξί‐ φους 〈ἄξια〉; ἀλλ’ οὐ κατέκοπτον τοὺς δυσμενεῖς. ἀλλὰ | |
χαρίζομαι δή τι καὶ τρίτον Ὀδυσσεῖ, καὶ τουτὶ τὸ ξίφος. ἐπεὶ μὴ τοὺς ἐχθρούς, ἐμὲ κτεινάτω. δόξῃ συμβεβίωκα | ||
5 | καὶ τὴν νῦν αἰσχύνην οὐ φέρω. δεῖ γὰρ τοὺς ἀγαθοὺς ἢ ζῆν εὐδοκιμοῦντας ἢ τεθνηκέναι. μὴ γὰρ ἴδοιμι τοὺς Ἕλληνας ἔτι, μηδ’ εἰ μέλλοιέν μου φείδεσθαι, μηδὲ δοίην ἐμαυτὸν ὑπὲρ τούτων τοῖς ἐναντίοις. | |
Prog.11.5.6 | αἰσχύ‐ νομαι τὰ κατωρθωμένα, οὐ δύναμαι δὲ ἀποπλεῖν οἴ‐ καδε. τὸ δὲ ἐπὶ τούτοις ἀφόρητον. παῖς εἰμι Τελαμῶ‐ νος τοῦ ταύτην μὲν καθελόντος τὴν πόλιν, ἀριστεῖα | |
5 | δὲ κεκομικότος εἰς Σαλαμῖνα. πολλῶν οὖν μοι θανά‐ των δεινότερον εἰπεῖν πρὸς ἐκεῖνον καὶ διηγήσασθαι τὰ κατ’ ἐμαυτόν. κειμένῳ δὲ ὁ βουλόμενος ἐπεμβαινέτω. | |
7 | ||
Prog.11.6t | Τίνας ἂν εἴποι λόγους Αἴας μετὰ τὴν μανίαν; | |
Prog.11.6.1 | Ὢ τῆς ἄρτι μανίας, ὢ τῆς νῦν σωφροσύνης, οἷα μὲν ἔδρασα παραφρονήσας, οἷα δὲ αἰσθάνομαι δράσας. ἐμάνην ψήφῳ θεῶν. τί οὖν ἐπὶ τῆς μανίας οὐκ ἔμει‐ να; ἀπέλαβον τοὺς λογισμοὺς εἰς τὸ μειζόνως δυστυ‐ | |
5 | χεῖν. τίς ἄρα μοι συνεξέπλευσεν Ἐριννὺς ἐκ Σαλαμῖ‐ νος πλέοντι; | |
Prog.11.6.2 | ὢ πολλῶν κατορθωμάτων, εἰς οἷον | |
ἥκω πέρας; ἐξέστην τῶν φρενῶν, ἐμαυτὸν ἠγνόησα. τιμωρίαν ᾤμην λαμβάνειν, ᾔδειν δὲ ὧν ἐποίουν οὐδέν. οὐκ Ὀδυσσεὺς ἦν ὁ δεχόμενος τὴν πληγήν, ὁ θεοῖς | ||
5 | ἐχθρός, ὁ πανοῦργος, οὐδὲ Μενέλαος ὁ μαλακὸς οὐδ’ Ἀγαμέμνων, ὃν κακῶς ποιῶν οὐκ ἀπέκτεινεν Ἀχιλλεύς. | |
Prog.11.6.3 | ἀλλ’ ἡ μὲν ὁρμὴ κατ’ ἐκείνων, αἱ δὲ σφαγαὶ κατὰ τῶν βοσκημάτων. καὶ τὴν ἔχθραν δείξας ἠτύχησα τῶν ἔργων. καίτοι δίκαια μὲν ἐβουλόμην, δικαίοις δ’ ἐπε‐ χείρουν. ἀνθρώπους ἀναισθήτους, ἀγνώμονας, κακῶς | |
5 | δικάσαντας μετῄειν, θαυμάσαντας δὲ τὴν Ὀδυσσέως κομψείαν, οὐδαμοῦ θέντας τὰς ἐμὰς ἀριστείας. | |
Prog.11.6.4 | ὁ πλέων ἐγὼ πανταχοῦ καὶ τροφὴν ἀγείρων τῷ στρατῷ καὶ τὴν ἴσην εἰσφέρων Ἀχιλλεῖ ῥοπήν, ὁ πρᾷος εἰς τοὺς ἄρχοντας, ὁ πλείω πράττων ἢ λαλῶν, ὁ τὸν | |
5 | Ἕκτορα κομψὸν ἀποφήνας, ὁ καταβαλὼν ῥᾳδίως, ὁ παρ’ αὐτοῦ θαυμαζόμενος ἐπ’ ἀνδρείᾳ Ἕκτορος, ὁ μετὰ ταῦτα ἀπόντος Ἀχιλλέως ἀντ’ ἐκείνου τοῖς πράγμασιν ἀρκέσας, ὁ τῇ τῆς τύχης ἐπηρείᾳ τὴν ἀρετὴν ἀντι‐ τάξας, ὁ βοῶν, ὁ προτρέπων, ὁ μαχόμενος, ὁ ῥυόμενος | |
10 | τὸ ναυτικόν, ὁ τοὺς νεκροὺς τῶν ἀγαθῶν ἀνδρῶν ἐξαρ‐ πάσας ἐκ τῶν ἐναντίων, ὁ τὸ σῶμα Ἀχιλλέως κομίσας, ὁ τὰ ὅπλα, ὦ θεοί, οἵων ἔτυχον τῶν Ἀχαιῶν. | |
Prog.11.6.5 | κρί‐ | |
σις ἦν καὶ Ὀδυσσεὺς ἀνίστατο φιλονεικήσων καὶ λό‐ γον ἀπαιτῶν ἐντεχνάζειν. καὶ τῶν ἔργων ἡ μαρτυρία παρῶστο καὶ ἀπῆλθον ἐγὼ μὲν ἄτιμος, ὁ δὲ τοῖς ὅπλοις | ||
5 | κοσμούμενος τοῖς ἐμοῖς μετ’ Ἀχιλλέα. ταῦτα οὐκ ὀργῆς ἄξια; ταῦτα οὐ δίκης; ταῦτα οὐ ξίφους; | |
Prog.11.6.6 | ἀπεπλάνησέ με τῆς ἐγχειρήσεως ὁ δαίμων καὶ ἀπή‐ νεγκεν ἑτέρωσε καὶ προσέθηκε τῇ τῶν Ἑλλήνων ψήφῳ τὴν τῆς μανίας αἰσχύνην. ἀλλὰ γὰρ ἔχω τῶν συμφο‐ ρῶν τὴν λύσιν. ἃ γὰρ ἐκείνους οὐκ ἠδυνήθην, ταῦτα | |
5 | ἐμαυτὸν δυνήσομαι δρᾶσαι. | |
Prog.11.6.7 | ὦ σφαγεῦ, σύ μοι παρ’ Ἕκτορος ἐγένου, πρὸς τὴν χρείαν ἄρκεσον. ἐχθροῦ δῶ‐ ρον εἶ, σοὶ πρέπει τοὖργον. τίς γένωμαι ζῶν; ποίαν ὁδὸν ἔλθω πραγματείας; συμπαρατάξομαι τοῖς Ἕλλησι; | |
5 | ἀλλ’ οὔτε φέρω τοιαῦτ’ εἰργασμένος οὔτ’ ἀσφαλές. ἀλλὰ μετατάξομαι πρὸς τοὺς Τρῶας; ἀλλ’ οὔτ’ εὐπρε‐ πὲς οὔτ’ ἄλλως ἀσφαλές. τῶν τε γὰρ νῦν ὄντων ὀνει‐ δῶν οὐκ ἔλαττον εἰς αἰσχύνην βαρβάρους ὑπ’ Αἴαντος εὖ παθεῖν οὕς τε εἴργασμαι τοσαῦτα δεινά, τούτοις | |
10 | οὐκ ἔνι πιστεῦσαι. | |
Prog.11.6.8 | τί δὴ λοιπόν; ἐπαναπλεῖν οἴκαδε μετὰ λαμπροῦ γε τοῦ σχήματος; καὶ τί πρὸς τὸν πα‐ | |
τέρα λέξω τῆς νεὼς ἐκβὰς τὸν συγκαθελόντα μὲν Ἡρα‐ κλεῖ τὴν Τροίαν, ἀπελθόντα δὲ σὺν ἀριστείοις; τί | ||
5 | διηγήσομαι πυνθανομένῳ; τὰ ὅπλα; τὴν κρίσιν; τὴν ἧτταν; τὰ βεβουλευμένα μοι; τὰ ἡμαρτημένα; μήποτ’ ἐκείνην ἴδοιμι τὴν ἡμέραν. ὥρα δὲ δὴ τὸν σίδηρον ὠθεῖν. τοῦ δὲ παιδὸς θεοῖς μελήσει καὶ Τεύκρῳ. | |
8 | ||
Prog.11.7t | Τίνας ἂν εἴποι λόγους Αἴας στερηθεὶς τῶν ὅπλων; | |
Prog.11.7.1 | Πάλαι μὲν κατὰ βαρβάρων Ἕλληνες ὡπλιζόμεθα τὴν ἐκ βαρβάρων εἰς ἡμᾶς ἀδικίαν ἀμυνόμενοι, νῦν δὲ κατηγορεῖν τῶν πολεμίων ἀφέντες τὰ τῶν ὁμοφύλων κατοδυρόμεθα δράματα. τί ταῦτα, σύμμαχοι, φάσκω; | |
5 | τίς Ἕλλην ὑπάρχων τὰ τῶν βαρβάρων ἐμιμήσατο; ὁ Λαέρτου τὰ δυσμενῶν κατ’ Αἴαντος ἐβουλεύσατο. | |
Prog.11.7.2 | ἔσπευσα τῆς πανοπλίας κρατήσειν τοῖς πόνοις. ἐπο‐ ρεύθην τοῖς κινδύνοις ἐμαυτὸν παραβαλλόμενος, οὐ δόλον ὑφορώμενος, οὐ συμφορὰν λογιζόμενος, οὐκ | |
ὀκνήσας τὸν κίνδυνον, ἀλλ’ ἔρωτι τῆς ἀρετῆς καὶ τῶν | ||
5 | βλημάτων λαθόμενος. ἐκράτησα τοίνυν βουλήματος, ἤνυσα τὸν ἆθλον, οὐ διήμαρτον τοῦ πόνου. ἀλλὰ κρα‐ τήσας νενικημένος ἐλέγχομαι καὶ μόνον τὸν πόνον κληρονομήσας πεφώραμαι τῶν μὲν κινδύνων πειραθείς, τοῦ δὲ ἔρωτος ἀφαιρούμενος. | |
Prog.11.7.3 | τίς τοίνυν ὁ παραπείσας; τίς ὁ κατ’ ἐμοῦ κωμάσας τῆς πανοπλίας σοφίσματι 〈κρατήσασ〉; Ἰθακήσιος ἀνήρ, οἴμοι, Λαέρτου παῖς, ὁ συνασπίσας πρότερον, νῦν δὲ πολεμῶν, βουλεύ‐ | |
5 | ματι στρατεύσας κατὰ τῶν Τρώων, Τρὼς δὲ τὴν γνώ‐ μην γενόμενος, ὁ τὰς Πριαμιδῶν ὑπερβαλόμενος τύχας καὶ Δαρδάνου παῖδας ταῖς ἀδικίαις νικήσας. μὴ γὰρ γύναιον ἥρπασε. κοῦφον ἦν τὸ τόλμημα, εἰ κόρην ἐσύ‐ λησε. τῆς γὰρ ἡδονῆς στερηθεὶς παραμυθίαν 〈ἂν〉 ἐλάμ‐ | |
10 | βανον. ἀλλὰ γυμνὸς τῆς ἀσπίδος, ἔρημος τῆς πανοπλίας, ἄοπλος ἀναπέφηνα. τῶν τῆς ἀριστείας ὀργάνων σεσυ‐ λημένος ἐλέγχομαι. | |
Prog.11.7.4 | καλεῖ πόλεμος Αἴαντα. παρατά‐ ξεως ἡ χρεία. πρὸ τοῦ ἄστεος ἡ μάχη. ἐξιέναι, στρα‐ τεύεσθαι, παρατάττεσθαι προσήκει. πῶς οὖν στρατεύ‐ | |
σομαι τῆς πανοπλίας στερούμενος; πῶς δὲ γυμνὸς τοῦ | ||
5 | θώρακος φοβήσω; τεῖχος ἀριστέως ἡ πανοπλία νενό‐ μισται, φρούριον ἀρραγὲς ἡ πανοπλία πεπίστευται, κἀκ τῆς ἀσπίδος νικηφόρος ὀνομάζομαι. οὕτω με Τρῶες ἐθαύμαζον στρατευόμενον. οὕτως ἐφόβησα τὸν πολέ‐ μιον μαχόμενος μίξας προθυμίᾳ τῆς ἀσπίδος τὸ κατ‐ | |
10 | όρθωμα. | |
10 | ||
Prog.11.8t | Τίνας ἂν εἴποι λόγους ἡ Νιόβη κειμένων τῶν παίδων; | |
Prog.11.8.1 | Ὦ θεοὶ καὶ δαίμονες, πόθεν ταυτὶ τὰ πολλὰ βέλη καὶ δεινὰ καὶ πάντα κατὰ τῶν ἐμῶν παίδων; φεῦ τῶν κακῶν. ἀπολώλεκα τοὺς ἐμαυτῆς ἅπαντας τοὺς δώδεκα. καὶ οὐκ ἔστιν ὁ προσερῶν ἔτι με μητέρα | |
5 | τὴν ὑπὸ τοσούτων ἄρτι τοῦτο καλουμένην. | |
Prog.11.8.2 | ὢ τῶν ἐμπεπηγότων τοῖς σώμασιν οἰστῶν. ὢ τοῦ ῥέοντος διὰ τῶν σωμάτων αἵματος. ὢ κάλλους θυγατέρων, ὢ κάλ‐ λους υἱέων. ὦ πλοκάμων ὥρα, ὦ προσώπων χάριτες. | |
5 | ὢ στέρνων φιλτάτων. οὐδὲν ἄρα τούτων ᾐδέσθησαν οἱ τοξεύοντες. | |
Prog.11.8.3 | τίνι πρῶτον περιχυθῶ; τίνα κλαύσω δεύτερον; ἐπὶ τίνα ἔλθω τρίτον; τίνα ὑπερβῶ; τίνος ἅψωμαι; πόθεν ἄν μοι γένοιτο πλῆθος δακρύων ἀπο‐ χρῶν νεκροῖς δώδεκα; τίς ἔσται τῆς ἐκφορᾶς ὁ τρόπος; | |
5 | ἀθρόους δεήσει κομίζειν καὶ κλίνῃ κλίνην ἀκολουθεῖν ἢ τὸν μὲν θάπτειν, ἐφ’ ἕτερον δὲ τρέχειν; εἷς ἔσται τάφος ἅπασιν ἢ καθ’ ἕκαστον εἷς, καὶ δώδεκα στῆλαι καὶ τοσαῦτα ἐπιγράμματα; | |
Prog.11.8.4 | ὢ καινοῦ πάθους. ἐν ἀνδρῶσι τὰ τοῦ πολέμου, ἐν παρθενῶσι τὰ τῶν παρατάξεων. ἀφελκέτω τις τὰ βέλη, καλυπτέτω τοὺς νεκρούς. ἀπείρηκα βλέπουσα τὰ τραύματα. τίς ἡμῖν | |
5 | ἐπεστράτευσε δαίμων; αἰσθάνομαι ἡ κακοδαίμων, συν‐ ίημι μόλις· ἡ μήτηρ ὑμᾶς, ὦ παῖδες, ἀπολώλεκεν. ἐγὼ τὴν τύχην ὑμῖν μετέβαλον καὶ τοῖς γε ἄλλοις ἀνθρώποις τὰς περὶ ἐμοῦ φωνάς. ἦσαν γὰρ ἔμπροσθεν· ὡς εὐδαίμων ἡ Νιόβη, γεγονυῖα μὲν ἐκ τοιού‐ | |
10 | των, τεκοῦσα δὲ τοιούτους καὶ προσέτι τοσού‐ | |
τους. τῷ δὲ ἄρα γε καὶ μεῖζον ἕτερον προσῆν, συνουσία θεοῦ καὶ φιλία Λητοῦς, ἣν ὁρᾷ παρ‐ οῦσαν, ἧς ἀκούει λαλούσης. | ||
Prog.11.8.5 | πρὸς ταύτην ἐγώ ποτε παίζουσα τὴν θεὸν ἡ δυστυχὴς ἠρίθμησα τοὺς ἐμαυτῆς, ἡ δὲ οὐκ ἤνεγκε γυναῖκα μωραίνουσαν. ἀλλὰ τὴν πολλὴν ἐκείνην καὶ μακρὰν φιλίαν ῥῆμα μικρὸν | |
5 | φθάσαν τὸν λογισμὸν διέσπασε καὶ διέλυσεν. ἴδε, πόσα δύναται γλώττης ἁμαρτία. | |
Prog.11.8.6 | ὢ τῆς ὑπερβολῆς, ὢ τῆς ὠμότητος. οὐκ ἦν ἱκανὸν ἀποστερῆσαί με τῆς πρὸς αὐ‐ τὴν ὁμιλίας, οὐκ ἦν ἱκανὸν ἐκβαλεῖν με τῆς συνουσίας; ἀλλ’ ἔδει τι καὶ σώματι παθεῖν. ἦσαν αὗται αἱ χεῖρες, | |
5 | ἦσαν ὀφθαλμοὶ καὶ πόδες. τούτων ἔδει τι πεπηρῶσθαι, μᾶλλον δὲ ἀντὶ τούτων τὴν οὐκ εἰδυῖαν σιωπᾶν γλῶτ‐ ταν. | |
Prog.11.8.7 | ἀλλ’ ἔδει τινὰ πεσεῖν πάντως τοῖς Ἀπόλλωνος βέλεσι. τί οὖν; οὐκ ἦν ἐμοὶ σῶμα τῇ φθεγξαμένῃ, τῇ πεπονηρευμένῃ; οὐχ οὕτως ἂν καὶ τὸ δίκαιον ἐσώζετο τῆς τιμωρίας ἐπὶ τὴν ἀδικοῦσαν ἐλθούσης; νῦν δέ, ὦ | |
5 | θεοὶ καὶ νόμοι καὶ δίκη, κακὴ μὲν ἡ μήτηρ, ἀναμάρ‐ τητοι δὲ οἱ παῖδες. καὶ ζῇ μὲν ἡ μήτηρ, τεθνᾶσι δὲ οἱ παῖδες. τί πλημμελοῦντες, ὦ Λητοῖ καὶ Ἄρτεμι καὶ Ἄπολλον καὶ βέλη; | |
Prog.11.8.8 | ἀλλ’ ἔδει τοῦτο τηλικοῦτον ὂν παροφθῆναι τὸ δίκαιον. εἷς παῖς ἀποθνη‐ | |
σκέτω, μία κόρη πιπτέτω. εἰ δὲ ὀλίγον τοῦτο, νειμώ‐ μεθα τοὺς ἐμούς. εἰ δὲ δεῖ καὶ πλείονας ἀπελθεῖν, | ||
5 | ἀλλὰ κατάλιπέ μοι τὸ καλεῖσθαι μητέρα φεισαμένη σώ‐ ματος ἑνὸς ἀφ’ ἑκατέρου γένους. | |
Prog.11.8.9 | ἀλλ’ ἀνάγκη τοὺς ἐμοὺς παῖδας πάντας καὶ πάσας ἐξαλειφθῆναι. τί οὖν μὴ κἀμὲ προσέθηκας, ἀλλὰ κολάζεις τῷ ζῆν; | |
Prog.11.8.10 | τουτὶ μὲν οὖν τὸ κακὸν ἐμαυτῇ λύσω. διὰ τί γὰρ βιώσομαι; ἵνα δακρύοιμι καὶ θρηνοίην καὶ ταῦτά μοι συνειδείη μόνα ἡμέρα καὶ νύξ; ἵνα ἐπὶ τοὺς τάφους τρέχοιμι | |
5 | καὶ μάτην καλοίην τοὺς ἐμαυτῆς καὶ καλοίμην ἀθλι‐ ωτάτη πασῶν; | |
Prog.11.8.11 | τί με παραμυθήσεται τῶν πάντων; τίς ἕτερος τοιαῦτα παθών; καλή γε ἡ νίκη τῶν θεῶν. οἶκον εὐδαίμονα κεκενώκασιν. ἦ που φιλοτιμοῦνται νῦν ὡς ἀπεκτονότες δώδεκα. ἀλλ’ οὐκ ἔσονται δώδεκα, οὔ. | |
5 | προστίθετε γὰρ καὶ τρισκαιδεκάτην δι’ ὑμᾶς ἀπολου‐ μένην ἐμέ. | |
6 | ||
Prog.11.9t | Τὸ αὐτό. | |
Prog.11.9.1 | Ὢ δεινοῦ πάθους καὶ παραδόξου συμφορᾶς καὶ | |
δεινῆς ἀωρίας τῶν μεγάλων συμφορῶν. κεῖταί μοι πλή‐ ρωμα παίδων δυστυχὲς εἰς ἑκατέραν μεμερισμένον τὴν φύσιν, ἴσην ἑνὶ καιρῷ τὴν συμφορὰν δεξάμενον, κρεῖτ‐ | ||
5 | τον παραδείγματος οὔτε πραχθὲν πρότερον οὔτε πρὸς τὸ μέλλον ἐνδεχόμενον συμβῆναι. | |
Prog.11.9.2 | ὦ πολλὰς ὠδῖνας ὠδίνασα ἐγώ, πολλὰ δὲ αὐχήσασα πρότερον ἐπὶ τοῖς παισί, μέγαν δὲ ἐγείρασα ἐπὶ τοῖς κειμένοις τὸν θρῆνον, ἄπαις ἡ δυστυχής, ἐν ἐρημίᾳ μὲν τῶν | |
5 | παίδων, ἐν ἀφθονίᾳ δὲ πολλῶν δακρύων καὶ τῶν ἐπ’ αὐτοῖς θρήνων. | |
Prog.11.9.3 | μεῖζον ἐφρόνησα τῆς θνητῆς φύ‐ σεως, ἡμιλλήθην πρὸς τὴν τῶν κρειττόνων εὐπαιδίαν, ἐπὶ πολλῇ δὲ τῇ ζημίᾳ ἐπέγνων ὡς μή ποτ’ ὤφελον μήτηρ εἶναι, ἣ ἐγενόμην εὐτυχής, ὡς ἐνόμιζον, καὶ | |
5 | παίδων γενέσει διέφερον τῶν πολλῶν ἑκατέρῳ τῷ γέ‐ νει κομῶσα, πολλοῖς μὲν ᾐθέοις, πολλαῖς δὲ παρθένοις ἀγαλλομένη, αἱ δὲ εὐτυχίαι πολλάκις τὴν γνώμην δια‐ φθείρουσι. | |
Prog.11.9.4 | καὶ τοῦτο οἶδα παθοῦσα, ὅτε τῆς Λη‐ τοῦς μεῖζον ἐφρόνησα. οὐ συνίην ἡ δυστυχὴς ὡς τὰ μὲν θεῖα ἀθάνατα καὶ διαρκῆ καὶ πάντων ἀπαθῆ κα‐ κῶν, τὰ δὲ ἀνθρώπινα ταῖς μεταβολαῖς ὑπόκειται· | |
Prog.11.9.5 | ἀλλ’ ἐπειδὴ ταῦτα ἐξήμαρτον, ἐμὲ τὴν τιμωρίαν ὑπο‐ | |
μεῖναι ἐχρῆν καὶ τοῖς Ἀρτέμιδος καὶ τοῖς Ἀπόλλωνος βέλεσι τοξευθῆναι. ἀλλ’ οὐχ οὕτως ἐδίκασαν ἡμῖν οἱ κρείττους, ἀλλὰ τοὺς παῖδας τοὺς πόρρω τῆς αἰτίας, | ||
5 | τοὺς οὐδὲν εἰπόντας οὐδὲ αὐχήσαντας, οἷον ἡ δυστυ‐ χὴς ἐγώ, τούτους ἀπολωλέκασι. | |
Prog.11.9.6 | φεῦ τῶν ἐλπίδων τῶν προτέρων ἐκείνων καὶ τῆς παρούσης ταύτης μετα‐ βολῆς. ἐγὼ μὲν λαμπάδα γαμήλιον ᾤμην προσάψειν τοῖς ᾐθέοις καὶ ταῖς παρθένοις, ἔφθη δὲ ἡ συμφορὰ | |
5 | τὰς ἐπ’ ἐκείνων ἐλπίδας. | |
Prog.11.9.7 | τίνα ὀδυροῦμαι πρῶτον; τίνα στενάξω; τίνα ἀνακαλέσομαι τῶν κειμένων; τίς χρόνος ἀρκέσει μοι πρὸς τὸν χορόν; ποῖον δακρύων πλῆθος ἀποδώσει κατ’ ἀξίαν τοῖς κειμένοις; τίς ὁ μετὰ | |
5 | ταῦτα ἔσται μοι βίος; οὔτε γὰρ λήθην δύναμαι λαβεῖν τῶν ἐμαυτῆς κακῶν, ἀλλ’ ἐν ὄψει τὰ δυσχερῆ καὶ τὰ δεινὰ ἐν ὀφθαλμοῖς, καὶ οὐδεὶς χρόνος τη‐ λικοῦτος 〈ὃσ〉 ἀρκέσει πρὸς τὸν θρῆνον ἐμοί. | |
Prog.11.9.8 | μία γένοιτ’ ἂν ἀπαλλαγή, εἰ συναπέλθοιμι τοῖς δάκρυσιν εἰς ἀναίσθητον μεταβολὴν ἢ τῷ θανάτῳ σβέσαιμι τὸ δεινὸν ἀγχόνῃ χρησαμένη ἢ κατὰ θαλάττης καὶ πε‐ | |
5 | τρῶν ἐμαυτὴν ἀφεῖσα ἢ κατ’ ἐμαυτῆς ἐνέγκασα τὴν | |
καιρίαν. | ||
Prog.11.10t | Τίνας ἂν εἴποι λόγους ὁ Βελλεροφόντης μέλλων μάχεσθαι τῇ Χιμαίρᾳ; | |
Prog.11.10.1 | Ἡδίστης ξενίας πικρὸν ὁρῶ τὸ τέλος καὶ μεγί‐ στην φιλοτιμίαν λαμπρὸς διαδέχεται πόλεμος. ταύτην δίδωμι σωφροσύνης δίκην, ταύτην τῆς ἐμῆς ἀρετῆς ὑπομένω τιμωρίαν. | |
Prog.11.10.2 | ἦν μοι βίος εὐδαίμων ἐν Ἄργει, ἀλλ’ ἀρχὴ τῶν φαινομένων κακῶν ἐκεῖθεν ἐγίνετο. ἐθαυμαζόμην ὁρώμενος, ἀφανεῖ δὲ τῷ κάλλει τὸ φαι‐ νόμενον κοσμήσας πειρῶμαι κινδύνων. ἤρα μου γυνὴ | |
5 | βασιλέως, ἐγὼ δὲ σωφροσύνης. | |
Prog.11.10.3 | καὶ τότε μὲν ἐνίκη‐ σεν ἔρως ἐμός, ὁ δὲ τῆς γυναικὸς ἡττώμενος πικρῶς ἐπεξέρχεται καὶ τῆς ἥττης ἀμύνεται ἀπάτην καὶ ψεῦδος παρακαλέσασα συμμάχους. | |
Prog.11.10.4 | ἀλλ’ ὁ μὲν βασι‐ λεὺς ἐκεῖνος ὀργιζόμενος ἐφείσατο, ὁ δὲ μηδὲν θυ‐ μωθεὶς γέγονεν ἀπάτης ὠμῆς διακονία καὶ ξένον ἐποί‐ ησε τὸν πόλεμον καὶ μάχην οἵαν οὐδεὶς ἀνθρώπων | |
5 | ἤκουσε. | |
Prog.11.10.5 | σύνοδον εὗρε θηρίων καινὴν καὶ χαλεπὰς ἔμιξε φύσεις πολλάς. προβέβληται μὲν ὁ λέων κομῶν, ὁ δὲ κατόπιν πολέμιος δράκων ἐστί. τὴν δὲ Χίμαιραν ἐκ νώτων ἔχει προκύπτουσαν ὡς ἐξ ὕλης πολλὴν | |
5 | τὴν τοῦ στόματος ἀποπέμπουσαν φλόγα. καὶ τριπλοῦς ὁ κίνδυνος, ὀδοῦσι λέοντος ἁλῶναι καὶ δράκοντος ἰῷ καὶ ῥύμῃ πυρός. | |
Prog.11.10.6 | καὶ προσιόντα δέδοικα τὸν θῆρα καὶ στρεφόμενον οὐκ ἔχω τὸν δράκοντα θαρρεῖν κἂν θέλω προσελθεῖν, οὐ τολμῶ κωλύοντος τοῦ πυρός. | |
Prog.11.10.7 | ἀλλ’ εἰς καιρόν μοι τὰ Πηγάσου πτερά. μεταβήσο‐ μαι πρὸς τὸν ἀέρα μετάρσιος, οὐδεὶς γὰρ ἐπὶ τῆς γῆς ἱστάμενος νικήσει τὸ τοσοῦτον κακόν, ἀλλὰ καὶ αὐτὸν προσλαβὼν τὸν ἀέρα βοηθὸν καὶ καινῷ χρησάμενος | |
5 | ὀχήματι καὶ χεῖρας παρακαλέσας καὶ ῥώμην καὶ ἀνδρίαν συμμαχῆσαι τῇ ἀδελφῇ σωφροσύνῃ μηδὲν χεῖρον ἢ τοῖς ἐναντίοις ἔρωσι συνεμάχησεν ἀπάτη καὶ συκοφαντία | |
καὶ δόλος. | ||
Prog.11.11t | Τίνας ἂν εἴποι λόγους ζωγράφος γράφων τὸν Ἀπόλλωνα εἰς δάφνινον ξύλον τοῦ ξύλου μὴ δεχομένου τὰ χρώματα; | |
Prog.11.11.1 | Ἀρνεῖταί σου τὸν ἔρωτα καὶ μέχρι δένδρων, Ἄπολ‐ λον, ἡ ποθουμένη παρθένος. οὐ βούλεταί σοι σπέν‐ δεσθαι καὶ μεταβληθεῖσα τὴν φύσιν. σωφροσύνην ἀσπά‐ ζεται καὶ δένδρον γενομένη. φεύγει καὶ τὸν τύπον ἐν | |
5 | τοῖς χρώμασι δεικνύμενον καὶ καταισχύνει μου τὴν τέχνην μὴ δεχομένη τὴν γραφήν. ἡ μὲν χεὶρ χαράττει θεόν, τὰ δὲ χρώματα λύεται πολεμούμενα τῷ ξύλῳ. | |
Prog.11.11.2 | τί ταῦτα, ζωγράφοι; οὐκέτι τοῖς βουλήμασιν ἡμῶν συντρέχει τὰ χρώματα, οἷς δὲ βούλεται ἡ δεξιὰ διαμά‐ χεται τὰ ξύλα. ἦν ἄρα καὶ δένδρον ψυχῆς οὐκ ἀπηλ‐ λαγμένον. οἰκεῖ τὸ δένδρον μετὰ τῆς προσ‐ | |
5 | ηγορίας. Δάφνη μὲν ἡ κόρη, Δάφνη δὲ τὸ φυτόν. τὸ μῖσος ἐν ἀμφοτέροις. ἔφυγεν οὖσα παρθένος δρόμον | |
ἔχουσα σύμμαχον, νῦν δὲ γενομένη φυτὸν φεύγει πά‐ λιν τὴν κοινωνίαν. οὐ δέχεταί σε, Πύθιε, κἂν περι‐ πτύσσῃ τοῖς χρώμασι, κἂν εἰκόνι συμπλέκῃ. πάλιν ἀρ‐ | ||
10 | νεῖται τὸν πόθον. | |
Prog.11.11.3 | ταύτην οἶδεν ἡ τέχνη θυσίαν παρέχειν τοῖς θεοῖς τύποις καὶ γραφαῖς εἰκόνων τὸ θεῖον ἐναπομάττουσα. ὦ Ζεῦ, θεῶν πάτερ, καὶ σὲ μὲν ἐγεγράφειν καὶ ἐξ Ὀλύμπου τύπον εἰς ἀνθρώπους μετ‐ | |
5 | ήνεγκα. Ἥραν συζυγίαν τῷ θεῷ χαράττων οὐ διή‐ μαρτον. Ἀθηνᾶ πρόμαχε, μετὰ πατρός σε συνέγραψα, ἀλλὰ χαίρουσα πάλαι πολέμοις οὐκ ἐπολέμεις τῇ γρα‐ φῇ. ἤδη ποτὲ καὶ τῆς Ἠχοῦς κατεψευσάμην τὸν πόθον καὶ τὴν ἀσώματον θεὸν ἀποτυπώσας οὐκ ἤσχαλλον καὶ | |
10 | φωνὴν ἐβιαζόμην παρθένον δεῖξαι τοῖς τύποις, ὑπηρέ‐ τει δέ μοι ἡ τέχνη χρώμασιν ἀναγκασθεῖσα. | |
Prog.11.11.4 | νῦν δὲ | |
παρθένος μόνη με νικᾷ μνήμῃ καὶ προσρήματι. καὶ οὖσα δένδρον τοὔνομα, συνδεδένδρωται καὶ τὸ βού‐ λημα. ἰσοφρονεῖ κόρῃ φυτόν, μᾶλλον δέ, κόρη γίνεται. | ||
5 | τὸν γὰρ λογισμὸν οὐκ ἤμειψε. | |
Prog.11.11.5 | καὶ νῦν ἔσται διή‐ γημα τοῖς ποιηταῖς ἀπιστούμενον. διηγοῦνται μεταβο‐ λὴν καὶ μῦθον ᾖδον τοῖς παισί. διηγήσονται καὶ φυ‐ τοῦ τὴν πρὸς τὸν Ἀπόλλωνα φυγὴν καί τινας ἕξουσι | |
5 | τοὺς δεξομένους τὸν λόγον. | |
Prog.11.11.6 | ὦ θεὸς μηδὲ χρώμασι τῇ κόρῃ διαλλαττόμενος, ὦ θεὸς νενικημένος, κἂν περι‐ πτύσσηται φυτόν. ποῦ σου τὸ τόξον, Ἄπολλον; ὃ μόνη Δάφνη νενίκηκε. μετὰ σοῦ κεκρατημένου κεκρά‐ | |
5 | τηται καὶ τὰ χρώματα. | |
5 | ||
Prog.11.12t | Τίνας ἂν εἴποι λόγους Ἀχιλλεὺς ἐρῶν μετὰ τὴν ἀναίρεσιν Πενθεσιλείας; | |
Prog.11.12.1 | Ἄπιστον καὶ μετὰ τὸ πάθος τὸ διήγημα. μετὰ | |
τρόπαιον δακρύω, μετὰ νίκην ὀδύρομαι. ἑάλων κατ‐ ορθώσας τὸν πόλεμον. καὶ τῆς πολεμίας, οἴμοι τῆς ξυμφορᾶς, κρατῶν ἐγενόμην αἰχμάλωτος. αἰνίγματι γὰρ | ||
5 | τὰ καθ’ ἡμᾶς παραπλήσια. ὦ πόλεμε τῷ νικήσαντι χαλεπώτατε, μετέστησας ἡμῖν τὴν προσδοκίαν ἐπὶ θά‐ τερον. | |
Prog.11.12.2 | ἐγέλων ἐπὶ τῆς παρατάξεως παιδιὰν τὴν μάχην οἰόμενος καὶ γυναικῶν εἶναι τὸν πόλεμον ὑπο‐ λαμβάνων. ἀρκέσειν ἐνόμιζον τὴν θέαν πρὸς κατόρθω‐ μα, ἀλλ’, ὡς ἔοικε, δυσκαταγώνιστος ἦν ὁ πόλεμος. | |
5 | καὶ ἀσθενεῖν μὲν Ἀμαζόνες ἐδόκουν φαινόμεναι, δύσ‐ μαχοι δὲ τοῖς ἔργοις ἐφάνησαν ὑπερβαίνουσαι τῷ τολμήματι τὴν φύσιν, νικῶσαι καὶ πίπτουσαι καὶ χεί‐ ρω δεικνύουσαι βεβλημέναι τὸν ἀριστεύσαντα. | |
Prog.11.12.3 | κατ’ ἐκείνης πέμπων τὴν βολὴν ἐξετόξευον, οὐκ ᾔδειν δὲ | |
ὡς κατ’ Ἄρεος ὁρμῶν Ἀφροδίτην εὑρήσω. ὦ πᾶσιν Ἔρως πολεμιώτατε, εἷλες Ἀχιλλέα δι’ ἀψύχου σώματος. | ||
5 | ἐκάλυπτεν ἡ σκευὴ τὴν εὐπρέπειαν καὶ τὸ κάλλος ἀγνοῶν διαφθεῖραι τὴν πολεμίαν ἐσπούδαζον. ἀλλ’ εἰ γυμνὴ καθ’ ἡμῶν παρετάξω, εἶχες ἂν πρὸ τῆς βολῆς ἡττώμενον τὸν πολέμιον. | |
Prog.11.12.4 | πῶς διαγράψω τὸ φαινό‐ μενον; ἀδυνατεῖ γὰρ καὶ λόγος καὶ τέχνη τὴν εἰκόνα τῆς κόρης τεχνάσασθαι. ἀκόρεστος ἡ θέα γοητεύουσα τὸν ἐρῶντα πρὸς πόθον. οἵας ἡμᾶς ἀπεστέρη‐ | |
5 | σεν ἡ δεξιά. ὡς πολεμίαν τὴν παροῦσαν ἀριστείαν νε‐ νίκηκα. | |
Prog.11.12.5 | ἀλλὰ παραμυθήσομαι τοῖς δευτέροις τὴν συμφοράν. ἀπολογήσομαί σοι κειμένῃ πληρῶν τὰ τῆς ὁσίας περιφανέστατα. ἀνεῖλον ὡς πολεμίαν. ὡς οἰκείαν κοσμήσω τῷ τάφῳ. ἀναθήσω σοι τὸ ξίφος τὰ τῆς εὐ‐ | |
5 | γνωμοσύνης ἐν τούτῳ πιστούμενος. | |
5 | ||
Prog.11.13t | Τὸ αὐτό. | |
Prog.11.13.1 | Ἄγε, τί ταῦτα; μετὰ νίκην δεδουλώμεθα, μετὰ | |
τρόπαιον πεπτώκαμεν. οἷα τῶν κειμένων τὰ σκῦλα. οὕτω λαφυραγωγοῦνται νεκροί. πόθος ἡμῖν μετὰ νίκην μάχεται καὶ καταπολεμεῖ θεὸς ἐν ἀψύχῳ σώματι. ἠγνό‐ | ||
5 | ουν τοιούτους πολεμίους ἔχων. ἰσχυρότερα μετὰ τὴν τελευτὴν τὰ σώματα. ἃ γὰρ ζῶντα οὐκ ἔδρασαν, μετὰ θάνατον δεδύνηνται. | |
Prog.11.13.2 | μέμφομαι τὴν νίκην. οὐ φέρω τὸ κατόρθωμα. ἐγκαλῶ τῷ πολέμῳ ὅτι μοι τοιαύτην νίκην ἐβράβευσεν ἐξ ἧς ὤφθην αἰχμάλωτος. μὴ γὰρ πόλεμον ἐπολέμησα; κατ’ ἐμαυτοῦ συμφορὰν ἤγειρα. | |
5 | μὴ γὰρ νίκην ηὐτύχησα; δουλείας μελέτην ἠγωνιζόμην. εἴθε μήποτε τοιαύτην μάχην ἐτόλμησα. Ὦ πόλεμε μετὰ τὴν νίκην ἀπάνθρωπε, τοιούτους ἡμῖν νεκροὺς δεδώ‐ ρησαι τοὺς μετὰ θάνατον βλάπτοντας. | |
Prog.11.13.3 | ἐγὼ καὶ τῇ μελίᾳ μέμφομαι καὶ μισῶ ξίφος ἐν ᾧ νενίκηκα, ὅτι μοι κατὰ πάντων ἀφειδῶς ὥρμησαν. τί γὰρ ὁ δείλαιος ἐμαινόμην ἀνήμερα; οὐκ ἦσαν καὶ νίκης ἕτε‐ | |
5 | ροι τρόποι; πόσα πολεμίων αἰχμάλωτα σώματα; εἴ μοι περιῆς, ὦ φιλτάτη, ἀπὸ τῆς μάχης ἂν εἰς τὸν θάλαμον ὥρμησα, ἀπὸ τῆς παρατάξεως εἰς ὑμέναιον. γάμος ὁμοῦ καὶ πόλεμος, εὐωχία καὶ λύθρος, ὑμέναιοι καὶ σφαγαί. | |
εἶδεν ἄν τις ἐκ παρατάξεως νυμφίον στεφάνῳ κοσμού‐ | ||
10 | μενον, οὐχ οἷον εἶδεν ὁ Ἐνυάλιος, ἀλλ’ οἷον Ἀφρο‐ δίτη ἐν παστάσιν. | |
Prog.11.13.4 | εὐδαίμων ἦν ὁ Πηλεὺς θαλαττίᾳ συνοικῶν δαίμονι καὶ θαυμαζόμενος ἐπὶ τῷ γάμῳ. τοῦ‐ τον ἄν, εἴ μοι περιῆς, ἀνεκαινίσαμεν. | |
3 | ||
Prog.11.14t | Τίνας ἂν εἴποι λόγους ὁ Χείρων ἀκούσας ἐν τῷ παρθενῶνι τὸν Ἀχιλλέα εἶναι; | |
Prog.11.14.1 | Ὦ Πήλιον, ἀλλότρια σῆς χορείας τὰ θρυλλού‐ μενα, ὦ παιδεία καὶ ἀρετὴ καταισχυνθεῖσα τοῖς λόγοις. τίς τῶν τῆς ἀδοξίας ῥημάτων ἄγγελος; τίς αἰσχρᾷ φή‐ μῃ ὑπηρετεῖν ἐτόλμησεν ἄπιστα μὲν λέγων κατηγορῶν | |
5 | τῆς ἀληθείας, τάχα δέ που καὶ πιστευόμενος; | |
Prog.11.14.2 | τίνα καταιτιάσομαι τῆς ἀδοξίας ἐραστήν; τίνα τῶν προγό‐ νων μιμησάμενος Ἀχιλλεὺς τὰ τῶν παρθένων ἠγάπη‐ σεν; Αἰακὸν ἢ τὸν Πηλέα; ἀλλ’ ὁ μὲν ἐκ Διὸς χειρο‐ | |
5 | τονίαν ἐδέξατο, ὁ δὲ σωφροσύνης ἆθλον τὸν Θέτιδος γάμον καὶ θεῶν κηδεστὴς θνητὸς ὢν ἀνηγόρευται καὶ οἷς πεπαίδευται παραπλήσια κατείργασται. | |
Prog.11.14.3 | τοῦτον, νὴ Δία, τὸ Πήλιον ἀκοντίοις σεμνυνόμενον ἔτρεμε, τούτου καὶ δεξιὰν ἔφριττε θὴρ καταγωνιζόμενος. ποῦ σοι, παῖ Πηλέως, τῆς ἱππικῆς τὰ διδάγματα; ποῦ δρό‐ | |
5 | μοι καὶ γυμνάσια, δι’ ὧν ἐφάνης ἀήττητος; | |
Prog.11.14.4 | εἰς τοιοῦτον ἄρα τέλος ἐξεπαίδευον, ἐξέπεμπον διαθλή‐ σοντα, ἵνα Χείρωνος δεξιὰν διαδέξωνται παρθέ‐ νοι; ἵνα μετὰ Πήλιον Λυκομήδης οἰκειώσηται; ἵνα τὸν | |
5 | Πηλέως, σιωπῶ καὶ τοὔνομα, κόραι σύννομον ἐκδέ‐ ξωνται; ὦ μόνος τῶν ἀνομοίων κοινωνίαν εἰργασμένος, Λυκομήδους καὶ Χείρωνος. καὶ μετὰ πάλην ὁ θάλαμος καὶ μετὰ τὴν ἱππικὴν ἱστουργία, παρθενὼν μετὰ κυν‐ | |
ηγέσια. πῶς ταλασία τὰ διδάγματα τοῦ Χείρωνος; | ||
10 | πῶς ἐδίδαξε δεξιὰν τόξον φέρειν διδαχθεῖσαν τὰ τῶν παρθένων ἐργάζεσθαι; | |
Prog.11.14.5 | οἴμοι τῆς ἀκοῆς. ἆρα καὶ χλαῖνα γυναικεία κατεκόσμησεν; ἆρα καὶ κρήδεμνον καταισχύνει τὸν βόστρυχον; 〈βαυκίδασ〉 ὑπέμειναν πό‐ δες κατὰ θηρίων ἐπ’ ὄρεσι βαίνοντες, δρόμῳ φθάσαν‐ | |
5 | τες τοὺς τάχει πάντων κρατήσαντας; σὰς χεῖρας οὐ διέφυγεν οὔθ’ ἵππος κροαίνων οὔτε λέων ὁρμῇ φερό‐ μενος. σὴν ψυχὴν νενίκηκεν οὐ φόβος, οὐ τρόμος, οὐκ ἀπειλὴ δυσμενῶν. | |
Prog.11.14.6 | ἀλλ’ ὧν ἠπιστάμην τἀναντία νῦν ἀγγέλλουσι, κἂν ἀπώσωμεν τοὺς λόγους, ἡ φήμη πολ‐ λοῖς πεπίστευται· τοῦ Ἀχιλλέως πρόγονοι θεοί. οἷς τὴν ἀδοξίαν αὐτὸς προσανέθηκεν. ἔστι γὰρ αἷμα θεῶν, | |
5 | παρθένος δὲ τὴν προαίρεσιν. | |
Prog.11.14.7 | τίς ἄρα Θέτιδι τού‐ των ἄγγελος γενήσεται; θεὸς γὰρ οὖσα καὶ γυνὴ τοῖς | |
παροῦσιν αἰσχυνθήσεται, διὸ μήτηρ ἀνδρὸς κληθεῖσα καὶ κόρης εἰσαῦθις κληθήσεται ἐπιμελείας 〈χωρὶσ〉 | ||
5 | τῆς φύσεως διττὸν λαβοῦσα τὸ πρόσρημα καὶ δι’ ἑνὸς τοῦ φιλτάτου τοῖς ἐναντίοις κληθεῖσα. | |
Prog.11.14.8 | λυ‐ έσθω μοι τοίνυν τὰ τῆς ἀρετῆς παιδευτήρια, ἀφείσθω μοι νέων κατάλογος προσφιλής. τὸ γὰρ τῆς παιδείας φοβεῖ με τέλος ὡς ἀκλεές. | |
4 | ||
Prog.11.15t | Τίνας ἂν εἴποι λόγους Ἀχιλλεὺς ἀφαιρού‐ μενος τὴν Βρισηίδα; | |
Prog.11.15.1 | Ἕστηκας, ὦ Μενέλαε, 〈ἐν〉 τῇ γῇ τὴν ὄψιν πη‐ ξάμενος. ἀπεστράφης, Διόμηδες, μὴ θέλων ἀπιοῦσαν τὴν κόρην θεάσασθαι. σιωπᾷς, ὦ γέρον, ἔτι μὴ πι‐ στεύων τῷ δράματι. ἐσφάλημεν Πάριν ἔχοντες ἕτερον | |
5 | ὁπλιζόμενον κατὰ τῆς πατρίδος. τί τὸν Ἀλέξανδρον Ἀγαμέμνων ἀμύνεται μάτην; ἄμφω τὰς ἀλλοτρίας ἁρ‐ | |
πάζουσιν. εὐτρέπιζε μετὰ μικρόν, Ὀδυσσεῦ, τῷ βασιλεῖ τὴν Πηνελόπην ἐπιθυμήσαντι. τραγῴδησον, πρύτανι, τὰς ὡραίας τῶν γυναικῶν τῷ κρατοῦντι προσφέρεσθαι. | ||
Prog.11.15.2 | τί οὖν ὄφελος ἐμοὶ τῆς ἐμῆς ἐστερημένῳ διὰ τὴν Ἑλένην ὁπλίζεσθαι; δυσσεβῶ εἰ βάρβαρον ἠδικηκότα μηδὲν ἀμύνομαι ὑπὲρ τοῦ λυπήσαντός με δεινῶς. ἀλλ’ οὐκέτι καθάψεται χεὶρ Ἀχιλλέως Τρωικῆς παρατάξεως | |
5 | μετὰ τὴν Βρισηΐδος ἀφαίρεσιν. ἐσφάλην καὶ τὴν ἀρχὴν κατὰ τῆς ἐμῆς ἐρωμένης ὁπλιζόμενος. οὔτε γὰρ αἰχμά‐ λωτον εὗρον οὔτε ταύτην ἀφῄρημαι. | |
Prog.11.15.3 | ἐκέρ‐ δανας, ὦ Τροία, διὰ τὴν Βρισηΐδα τὴν ἅλωσιν. ξέσει Πρίαμος ἐν λίθῳ τὴν κόρην ἀνάθημα τῆς Ἰλίου σω‐ τήριον, παρὰ τὸ τῆς Τύχης τέμενος ἀνορθώσει ταύτης | |
5 | τὸ ξόανον. γράψει Φρὺξ αὐτὴν παρὰ τὴν ἑστίαν φυ‐ γών μου τὸ δόρυ τὸ μείλινον. | |
Prog.11.15.4 | Διόμηδες φίλτατε, μακρὰν ἀπ’ ἐμοῦ καταβόα τῇ σάλπιγγι. ὅταν με τοῦ | |
ξίφους ὁ κτύπος προτρέψηται, μέλος με κατασχήσει τῆς φόρμιγγος. ἀσπὶς ὅταν ἐρεθίσῃ κτυπουμένη τῷ δό‐ | ||
5 | ρατι, πλῆκτρόν με καταθέλξει καὶ χορδὴ κρουομένη τοῖς ᾄσμασι. | |
Prog.11.15.5 | τίνα δοκεῖς, ὦ Πάτροκλε, τὸν ἀήτην περιπνέοντα; ἐπισκόπει τὴν αὔραν τὴν ἐπὶ Φθίαν ἄγουσαν. ἀποπλεύσωμεν ἀπὸ τῆς Τροίας χάριν ἔχοντες τοῖς βαρβάροις, ὑπὸ δὲ τῶν Ἀργείων πολεμούμενοι. | |
Prog.11.15.6 | μάτην ἐκοπίασα, μάτην ἐπῆλθον οὐχ ἑκὼν πόλεις ἃς τεθέαμαι, ὁδὸν δ’ ἔδωκα τούτων τὰ τείχη τοῖς βαδίζειν ἐθέλουσιν. οἰκεῖ τις τὴν ἐρημίαν ἄπολις ὢν διὰ τὸν Θέτιδος. ἔτι τις θρηνῶν υἱὸν πατὴρ τὴν | |
5 | Περσεφόνην ἠσπάσατο, ἔτι τις λέγων· ποῦ ποτ’ ἐστὶν ὁ Θετταλός; τῷ πλησίον ἠσπάσατο, ὁ δὲ καὶ δεικνὺς τῷ ἀγνοοῦντι συντέθνηκεν. ἅπαντα δὲ ἦν ὡς εἰπεῖν τὰ τῆς πορείας Ἀχιλλέως ἐγκώμια. | |
Prog.11.15.7 | τὰ δὲ πάντα συνδήσας τῷ κρατοῦντι προσέφερον. μίαν δὲ ἐμαυτῷ παραμυθίαν ἐτήρουν αἰχμάλωτον. ὁ δέ με τὰς εὐεργεσίας ἀμειβόμενος καὶ τῆς μιᾶς αἰχμαλώτου Βρισηΐδος ἀπ‐ | |
5 | εστέρησεν. | |
Prog.11.15.8 | ἀλλ’ εἶεν. ἵνα μὴ καιρὸν εὕρω τῆς σάλ‐ πιγγος διηγούμενος, ἓν ἔτι βούλομαι φθέγξασθαι προ‐ πετὲς ὡς ἀδικούμενος. ἐράτω τις, ὦ θεοί, καὶ Κλυ‐ ταιμνήστρας ἐν Ἄργει. τῶν ἴσων Ἀγαμέμνων τύχοι, | |
5 | καὶ πείθομαι. | |
5 | ||
Prog.11.16t | Τίνας ἂν εἴποι λόγους Πολυξένη κελευ‐ ομένη παρὰ τῶν Ἑλλήνων κομίζεσθαι λεγόντων αὐτῇ ὅτι νύμφη ἔσῃ τοῦ Ἀχιλλέως; | |
Prog.11.16.1 | Ὅτε δι’ Ἕκτορος ἀδελφὸν ἐστράτευες, Ἀγάμεμνον, οὐχ οὕτως ἦλθες ὁπλιζόμενος. οὐ τῷ Τηλεμάχῳ νύμ‐ φην 〈ἄξῃ〉 μετὰ τῆς ἀσπίδος, Ἰθακήσιε. ὦ παῖ τοῦ γαμοῦντος, ὅστις εἶ, δίχα με τῶν ξιφῶν τῷ θαλάμῳ | |
5 | προπέμψατε. ποίαν ἔχω τὴν διαφορὰν πολεμουμένη καὶ νυμφευομένη διὰ τοῦ δόρατος; | |
Prog.11.16.2 | μίαν καὶ παρ’ ὑμῶν ὡς κόρη χάριν αἰτῶ. ἐπειδὴ τὸ πρὶν τρέμουσα τὸν Πηλέως οὐ τεθέαμαι, δειξάτω μοι τις αὐτόν, ἵνα τὸν νυμφίον ἀσπάσωμαι. ἤκουον αὐτὸν παντὸς | |
5 | τοῦ γένους ἀντίπαλον. ἰδεῖν ἐπείγομαι, παρθένου Φρυ‐ γίας εἰ πόθῳ δεδούλωται. | |
Prog.11.16.3 | οὐκ ἐβόας πρὸ μικροῦ, Διόμηδες, πεπτωκότα τὸν Θέτιδος; καὶ τίνι με προσά‐ γεις; ἀπόκριναι. ἀπολέσας τὴν Ἑλένην, στερηθεὶς Ἀχιλ‐ λέως ἐθρήνεις, Μενέλαε. καὶ τίς, εἰπέ μοι, πρὸς θεῶν, | |
5 | ὁ νυμφευόμενος; ἐρωτῶ. μαρτυρεῖ μοι τὰ φθάσαντα; αἰκίζει τις τὸν Θετταλὸν ὄνειρός τε καὶ φάντασμα; εἰ δὲ τὸ σπουδαζόμενον ἐφ’ ὑμῖν ἐστιν ἀνελεῖν με, μή με νύμφην Ἀχιλλέως ὀνομάζοντες σφαγιάσητε. | |
Prog.11.16.4 | πά‐ τερ, ὦ γέρον Πρίαμε, τί κόπτεις κατὰ μικρὸν τὸν πο‐ λιόν σου πλόκαμον; ηὔξω νύμφην τὴν Πολυξένην θεάσασθαι. ἰδού, σοί τις δαίμων καινοτέρως ἐπεβού‐ | |
5 | λευσε, καὶ τὰ καλά σου τῆς ἀριστείας, ὦ Πάρι, τρό‐ παια τοῦ γένους ὑπάρχει πολέμια. ἓν βέλος κατ’ Ἀχιλ‐ λέως ἠκόνησας, ἵνα μηδὲν τῶν σῶν ἐάσῃς [κἂν] λείψα‐ νον. κρεῖττον δέ μοι γενήσεται κατοικεῖν κάτω μετὰ τοῦ Ἕκτορος. τί γὰρ ὄψομαι τερπνὸν μετὰ τῶν ζών‐ | |
10 | των αἰχμάλωτος; | |
Prog.11.17t | Τίνας ἂν εἴποι λόγους Μήδεια γαμοῦν‐ τος ἑτέραν Ἰάσονος; | |
Prog.11.17.1 | Νῦν ἤθελον παρεῖναι μετὰ τῶν ταύρων καὶ τὸν δράκοντα, ἵνα παρ’ αὐτοῖς τῷ Θετταλῷ συστῶ καὶ δικάσωμαι. νυμφίος Ἰάσων ἑτέρας μεθ’ ἡμᾶς καὶ τὸ δέρας καὶ τὸν Ἄψυρτον. χορεύει τις παρὰ τὸν γάμον | |
5 | παίζων μου τὴν ὑπόθεσιν. σκιρτᾷ τις ὑφ’ ἡδονῆς γε‐ λῶν με· τί μετ’ Ἀργείων ἡ βάρβαρος; ἄλλος ὑπὸ Διονύσου βαλλόμενος περιπλέκεταί με δακρύουσαν καὶ παρενοχλεῖ μου τὰς ἀκοὰς ψιθυρίζων ἀντὶ Ἰάσονος ἔχειν με. | |
Prog.11.17.2 | καὶ σιωπῶ γένος θεῶν ὃ πολλάκις ὀμνύων ἠσέβησεν. ἐν γῇ Σκυθῶν τὴν Ἄρτεμιν ὤμνυε, τὸν Πο‐ σειδῶνα παρὰ τὴν θάλατταν, παρὰ τὴν Ἑλλάδα τὴν Ἀθηνᾶν καὶ Δία τὸν Ὀλύμπιον. πάντας λέγει τοὺς | |
5 | ἀρίστους, πῶς οὐκ οἶδα, θεούς. πολλοὺς γάρ μοι κατ‐ | |
εβόα ψευδόμενος. ἰδού, κἀκείνοις κἀμοὶ καὶ τοῖς παι‐ σὶν ἀγνωμονεῖ. | ||
Prog.11.17.3 | τὸν ἕσπερον περιμένεις, ὦ Θετταλέ, τὸν ἐράσμιον. κἀγὼ τοῦτον φυλάττω πρὸς φόνους ἐπιτήδειον. ὀνειροπολεῖς τὴν παστάδα καὶ τὸ πῦρ τὸ γαμήλιον. κἀγὼ τὸ ξίφος καὶ τὸν στέφανον | |
5 | τὸν Ἡφαίστειον. σπεύδεις ἀνάψαι τὴν δᾷδα τῇ Κύ‐ πριδι. κἀγὼ τῷ σῷ Ἔρωτι τὴν σὴν νύμφην. χαριστή‐ ριον πλεῖον ὧν δέδωκα δίδωμί σοι τὰ δάκρυα. | |
Prog.11.17.4 | ἕτοι‐ μος ἵσταται τῶν δρακόντων ὁ δίφρος. μετὰ τὴν τόλμαν φευξοῦμαι μετέωρος. εὐγενίσω δὲ τὰς τῶν γυναικῶν μονογάμους καὶ νόμον ἐν τῇ Ἑλλάδι θήσω τὸν σώ‐ | |
5 | φρονα. δείξω γὰρ φόβῳ τῆς ἐμῆς ἱστορίας ἑτέρων ἐρᾶν τοὺς συνοίκους μὴ βούλεσθαι, ἀλλὰ ταύτας ἔχειν κυ‐ ρίας γυναῖκας ἄχρι τῆς τελευτῆς ὧν καὶ τὸ ἄνθος τῆς παρθενίας ἐμίαναν. | |
8 | ||
Prog.11.18t | Τίνας ἂν εἴποι λόγους πόρνη σωφρονή‐ σασα; | |
Prog.11.18.1 | Ἐρρέτω μοι γένος προαγωγῶν. οὐκέτι δύο καὶ | |
τριῶν ὀβολῶν τῷ προσιόντι πιπράσκομαι. καθελεῖ μοί τις τὰ περὶ τὴν Κύπριν τῶν ἐραστῶν ἀναθήματα, ὧν καὶ τῇ μνήμῃ μόνῃ μέμφομαι τὰ μιάσματα. | ||
Prog.11.18.2 | ἥρπαζον τὸ ῥόδον, ἤσκουν τὴν ἀναισχυντίαν, ὠνειροπόλουν τὰ χείρονα, ἔσπευδον τὴν νύκτα τῆς ἡμέρας αἰσχροτέραν ἐργάσασθαι. ἔτι περιπλεκομένη τὸν δεῖνα τὸν πλησίον | |
5 | ἐθήρευον, ἐπέσκωπτον τῷ γείτονι ψιθυρίζουσα. ἐμὸς ἦν ὁ λῃστής, ἐφίλουν τὸν ἀποκήρυκτον, μεστὴν εἶχον τὴν οἰκίαν ἀνδρῶν ἀπρεπῶν. | |
Prog.11.18.3 | ἀλλὰ καθαίρω τὴν γνώμην, φεύγω τὴν Ἀφροδίτην, φιλῶ τῆς Ἀθηνᾶς τὴν ἐπιείκειαν. νόμον ἐν τῷ Λιβάνῳ θήσω τοῦτον, ἵνα τοῦ γράμματος ἔχῃ τὴν δύναμιν· ἐξόν σοι, γύναι, | |
5 | καὶ σωφρονεῖν καὶ φεύγειν τὴν Ἀφρογένειαν μή σου τῆς ἀσελγείας ἀφορμὴν τὴν Ἀφροδίτην προβάλλου μοι. οὐ πέφρακται ταῖς σώφροσιν ἱκετεύειν τέμενος. φεύγει καὶ Κύπρις τὸν γά‐ μον, εὖ οἶδα, τὸν ἐφύβριστον, ὅπου πολλάκις | |
10 | ἀγνοεῖ τὸ σπέρμα πατὴρ ὃ πεφύτευκεν, 〈καὶ〉 ὁ δεύτερος τοῦ πρώτου σφετερίζεται καὶ μίσγεται τὰ γένη καὶ πάντα τίκτει δυσσέβειαν. ταῦτα γράφω καὶ γράψω καὶ τούτοις χρήσομαι. τάχα | |
τῶν ἑταιρῶν ἀνελῶ τὸ πικρὸν ἐργαστήριον. | ||
Prog.11.19t | Τίνας ἂν εἴποι λόγους δειλὸς θεασάμενος πόλεμον ἐν τῇ ἰδίᾳ οἰκίᾳ γεγραμμένον; | |
Prog.11.19.1 | Τίς, ὦ θεοί, στρατόπεδον ἀπέδειξε τὴν ἐμὴν οἰκίαν; ποῖος ὥπλισεν Ἄρης; ποῖος στρατηγὸς ταύτας ἤγαγε τὰς τάξεις οὐδὲ συμβαλεῖν μελλούσας; ἀλλ’ ὁ πόλεμος ἀκμάζει καὶ τὰ πολλὰ τῆς μάχης γεγένηται. | |
Prog.11.19.2 | πρότερον 〈τῶν〉 ἔξω θορύβων καταφυγὴν εἶχον τὴν οἰκίαν καὶ μακρὰς ἐρεσχελίας οὐ φέρων τῶν πολιτῶν διασώζειν ἐμαυτὸν ἐβουλευόμην ἐν τῇδε. νῦν δὲ τῆς φυγῆς ἀξίαν ὁρῶ καὶ προσιδεῖν οὐ δύναμαί πως. | |
Prog.11.19.3 | ὑπὲρ εἰρήνης ἦν ἐκκλησία. τῶν συνιόντων ἐγενόμην. εἶτα | |
πόλεμον ἠπείλησαν οἱ ῥήτορες. ὡς βέλη πολεμίων φεύ‐ γων τοὺς λόγους ἔθεον οἴκαδε, τὴν ὁμόνοιαν ἔνδον | ||
5 | τῆς καλῆς οἰκίας εὕρισκον, ἣν ὁ ζωγράφος ὁ δεινὸς τὴν τέχνην ὥπλισε καθ’ ἡμῶν καὶ πόλεμον ἔστησε πολὺν ἐν ὀλίγῳ χρόνῳ, πόλεμον οἷον αἱ πόλεις κατα‐ σκευάζουσιν ἀπὸ πολλῶν χρημάτων. | |
Prog.11.19.4 | πάσας μὲν ἔστη‐ σε τὰς τάξεις, ὁπλίτας, ἱππέας, τοξότας, σφενδονήτας, καὶ μένει ἐν ἡσυχίᾳ οὐδέν, ἀλλ’ ὁ πόλεμος τῶν ἱππέων πολὺς καὶ χεῖρες ἐνεργοῦσι γενναῖαι καὶ βέλη | |
5 | προσομιλεῖ τε τοῖς σώμασι καὶ μέλλει προσομιλεῖν ἐξ ἀέρος καὶ πᾶν ὄργανον ἐνεργεῖ καὶ τὸν σίδηρον ἠκο‐ νημένον ὁρῶ καὶ πολλὴν ἔχει τὴν λαμπηδόνα. ἁπλοΐ‐ δες ὅσαι φοίνισσαι, τραυματίαι δὲ πολλοὶ καὶ θνήσκον‐ τες τὸ εἶδος. αἴρουσι πολλοὺς ἑταῖροι καὶ φεύγων ἕτε‐ | |
10 | ρος λαμβάνεται καὶ γενόμενος ἱκέτης μετὰ τῆς ἱκετείας δέχεται τὴν πληγήν. | |
Prog.11.19.5 | τούτοις ἀναγκάζομαι συζῆν καὶ μετὰ τούτων ἡμέρας πολλὰς καὶ διαίτας διάγειν. οὐ γὰρ ἔχουσι κόρον οὐδὲ τέλος τοῦ ἔργου. ἀπηνέστεροι τῶν μαχομένων ἀληθῶς εἰσι, χαλεπώτεροι τῶν ἐν πε‐ | |
5 | δίοις. ἐκείνοις μὲν καὶ νὺξ ἐπῆλθε καὶ διήλλαξε καὶ δείπνου καιρὸς καὶ πεσόντων ἀναίρεσις, τούτους δὲ θεῶν ἢ ἀνθρώπων οὐδεὶς ἀποστήσει τῶν πολέμων. | |
Prog.11.19.6 | Ἡράκλεις, οἱ μὲν ἀναμένουσιν ὡς ἐτάχθησαν οὐκ εἰδότες οὐδὲ μικρὸν εἴκειν ἀνάγκῃ. φεύγειν ἐντεῦθεν καλόν. ἐξίσταμαι τοῦ κτήματος. ἐχέτω τὴν οἰκίαν πλήρη μάχης ὁ στρατιώτης. μόνος ὑμᾶς ὁ ζωγράφος θεωρείτω. | |
4 | ||
Prog.11.20t | Τίνας ἂν εἴποι λόγους δειλὸς φιλάργυρος εὑρὼν χρύσεον ξίφος; | |
Prog.11.20.1 | Ὦ Τύχης καινὰ δῶρα, ὦ γνώμης ἀμφίβολα τολ‐ μήματα. τί γὰρ καὶ δράσομεν; εἴξομεν τῷ φόβῳ; ἀλλὰ | |
μένειν κελεύει τὸ κέρδος ἐλεύθερον. εἴθε μήποτε τέ‐ χνας ἐξήσκησαν ἄνθρωποι. τί γὰρ καὶ βούλονται; οὐκ‐ | ||
5 | έτι τὸν ἵππον ἀγαπῶσι τῇ μάχῃ. πλουτοῦσι τῷ πολέμῳ ἢ χρυσῷ κατ’ ἀλλήλων ὁπλίζονται. καὶ μὴν οὐ μᾶλλον σίδηρος ἢ χρυσὸς βάλλειν ἐπίσταται; | |
Prog.11.20.2 | ἀλλὰ τί ταῦτα μάτην λογίζομαι; οὕτω καθ’ ἡμῶν βραβεύει τὸ δαιμό‐ νιον. τοιαύτας ἀναιρεῖ τὰς δωρεὰς ἡ Τύχη. εἴθε πονη‐ ρὸς ἐγενόμην ἐγώ. ἐκέρδησά γε ἂν τὸν ἐπὶ τούτῳ τῷ | |
5 | πλούτῳ φόβον. τί γάρ με δειλὸν ἡ φύσις ἔτεκε; τί δὲ φιλοκερδὴς ἐγενόμην ἄνωθεν; εἴθε μου τὰς ὠδῖνας ἔφθη ἡ πρὸ ταύτης σιγὴ τῆς θέας, ἣν οὐ φέρω ἰδεῖν τάχα καὶ μόνῃ τῇ θέᾳ. εἴθε ἦν παρὸν καὶ τὸ κέρδος τῷ τραύματι. πολλάκις ὀνομάζειν φοβοῦμαι | |
10 | τὸ ξίφος. ἀναγκάζει τὸ κέρδος. | |
Prog.11.20.3 | ἀλλὰ τί ταῦτα δι‐ έξειμι; εἴπω γειτόνων τοῖς πλησιάζουσιν. ἐξεῦρον γάρ τι πρὸς τὸ παρόν, ὦ Τύχη. κοινωνήσω τοῖς διοδεύουσι τοῦ κτήματος, ὅτε τὴν θέαν πεφόβημαι, καὶ τὴν χεῖρα | |
5 | περιθεὶς καὶ ταῖς γνώμαις τούτων κινηθεὶς κουφίσω τὸν δειμὸν ἐννοῶν τὸ κέρδος. | |
Prog.11.20.4 | εἴθε μοι ἦν τάλαντον ἢ χρυσοῦ κόσμος ἕτερος. καλὸς ἂν ἦν ὁ θησαυρός. νυνὶ δὲ μείζων ὁ φόβος τοῦ κτήματος. εἰσὶ γάρ, εἰσὶ πολλαὶ κέρδους προφάσεις. προσεδρεύσω τῷ τόπῳ. ἐν‐ | |
5 | ταυθοῖ μενῶ τοὺς θεοὺς ἱκετεύων συμμαχῆσαί μοι. τῷ χρόνῳ μελετήσας τὸ τόλμημα τάφον ἢ κέρδος ἕξω τὸ προκείμενον. | |
7 | ||
Prog.11.21t | Τίνας ἂν εἴποι λόγους ὁ Μενέλαος μαθὼν περὶ τῆς Ἀγαμέμνονος τελευτῆς; | |
Prog.11.21.1 | Φεῦ τῆς μαντείας τῆς δυστυχοῦς. οἷα ἔσπευδον ἀκοῦσαι καὶ μαθεῖν ἃ κέρδος ἦν ἔμοιγε μέχρι παντὸς ἀγνοεῖν. οἴχεται Ἀγαμέμνων καὶ τέθνηκεν ὁ πάντων ἐμοὶ φίλτατος οὐκ ἐν καλῷ τὴν πληγὴν δεξάμενος, ἀλλ’ | |
5 | ἀφ’ ὧν ἥκιστ’ ἐχρῆν. | |
Prog.11.21.2 | καὶ μείζω τὰ τῆς αἰσχύνης ἐπὶ τῷ πάθει τῆς ἀπηντηκυίας συμφορᾶς. ὁ τῆς Ἑλλά‐ δος ἁπάσης ἡγούμενος, ὁ τοῦ μεγάλου πολέμου στρα‐ τηγός, ὁ τοῖς Ἡρακλέους κατορθώμασιν ἁμιλληθεὶς καὶ | |
5 | τὸ μέγα κατὰ τῆς Ἀσίας ἐγείρας τρόπαιον οἴκοι γενό‐ | |
μενος ἔχει τὴν καιρίαν καὶ τέθνηκε καὶ τῆς τοῦ πολέ‐ μου τύχης κρείττων ἀναφανεὶς καὶ οὐδὲν ἀνήκεστον παθὼν ἐν τοῖς ὅπλοις ἐν εἰρήνῃ καὶ ἐπὶ τῆς αὑτοῦ ἑστίας καὶ οἴκοι γενόμενος διέφθαρται. | ||
Prog.11.21.3 | ὦ δυστυχὴς ἐγὼ τῶν παρόντων. εἰς οἵαν ἀφῖκταί μοι τὰ πράγματα μεταβολήν. πρότερον μὲν λαμπρὸς ἦν καὶ παρὰ πᾶσιν ἐπίσημος τῇ δόξῃ κοινὰ πρὸς Ἀγαμέμνονα σκῆπτρα | |
5 | ἔχων καὶ τῆς Ἑλλάδος ἁπάσης ἡγούμενος, καὶ τὸ Πελό‐ πειον γένος ἐμὸν ἦν καὶ δι’ ἡμῶν ἔσχε τῆς δόξης τὴν ἐπίδοσιν. νῦν δὲ ὁ μὲν οἴχεται οὔτ’ ἐπὶ παρατάξεως πε‐ σὼν οὔτ’ ἐν καλῷ δεξάμενος τὴν πληγήν, ἀλλὰ γυναικείας ἐπιβουλῆς γενόμενος πάρεργον. | |
Prog.11.21.4 | ἐμὲ δὲ δαίμων τις ἀπάγει τῆς Ἑλλάδος καὶ πόρρω κατέχει τῆς οἰκείας καὶ τῶν ἐπικουρησόντων Ἀγαμέμνων ἔρημος. οὐ γὰρ ἤρκει ὁ πρότερος ἐκείνῳ πόλεμος 〈ὁ〉 μακρὸς καὶ συνεχὴς πρὸς | |
5 | τοὺς ἀπὸ τῆς Ἀσίας πάντας καὶ τὰ τῶν κινδύνων συνεχῆ πολλαῖς περιόδοις ἐνιαυτῶν μετρούμενα, ἀλλ’ ὅτε μετὰ τὴν νίκην τὰ τῆς εἰρήνης ἀπέκειτο καὶ ἐν | |
ῥᾳστώνῃ τὸν βίον διεξάγειν ἐξῆν, εἰς τὴν ἐναντίαν ἀφίγμεθα μεταβολήν. | ||
Prog.11.21.5 | ὁ μὲν κεῖται πεσών, ἐγὼ δὲ πολλῇ θαλάττῃ κατεχόμενος καὶ μακρὰν ἀνύων πλάνην οὔπω δεδύνημαι τῆς οἰκείας ἐπιβῆναι οὐδ’ ἀποδοῦναι τὸν ἴσον Ἀγαμέμνονι ἔρανον. ἀλλ’ ἐκεῖνος μὲν ὑπὲρ ἐμοῦ | |
5 | τὰ δεινότατα ὑπέστη τοσούτοις 〈ἑαυτὸν〉 πολέμοις παρα‐ βαλλόμενος καὶ προκινδυνεύων τοῦ παντὸς Ἑλληνικοῦ, ἐγὼ δὲ οὐχ οἷός τε ἐγενόμην ἐπαμῦναι κειμένῳ, ἀλλ’ ἡ φήμη καταλαβοῦσα διὰ τῆς μαντείας μοι τὴν συμ‐ φορὰν ἀπήγγειλεν, ὡς μηδὲν ἔχειν πλέον ἢ στένειν | |
10 | ἐπὶ τοῖς ἀπηντηκόσιν. | |
Prog.11.21.6 | ἦ που νῦν Αἴγισθος μέγα φρονεῖ καὶ τὰ σκῆπτρα Ἀγαμέμνονος ὑποδεξάμενος ἔχει πολλοὺς τοὺς ὑπακούοντας. ἐγὼ δὲ οὐ δύναμαι δίκην παρ’ ἐκείνου λαβεῖν. τί γάρ με δεῖ περιεῖναι καὶ μέ‐ | |
5 | γα φρονεῖν; τίς ἡδονὴ τοῦ μετὰ ταῦτα βίου, εἰ μὴ δί‐ κην ὑπὲρ ἐκείνου λήψομαι; | |
6 | ||
Prog.11.22t | Τίνας ἂν εἴποι λόγους Μενοικεὺς ὑπὲρ νίκης τῆς πατρίδος ἑαυτὸν ἀποσφάξαι βουλό‐ μενος; | |
Prog.11.22.1 | Ὁ μάντις ἔφηνε τῆς γνώμης τὴν ἀφορμὴν καὶ | |
ᾗ δέον ἐστὶ σώζεσθαι τὴν πόλιν ἢ τοὐναντίον οἴχε‐ σθαι προηγόρευσεν. ὁ πατὴρ δὲ ὅλος τῆς φύσεώς ἐστι καὶ τὸν παῖδα βούλεται σώζεσθαι καὶ φυγῆς μοι δί‐ | ||
5 | δωσι σύνθημα ἀναίρεσιν καὶ ἀνδραποδισμὸν τῆς πα‐ τρίδος καταψηφιζόμενος. | |
Prog.11.22.2 | ἐγὼ δὲ οὐκ ἂν προδότης γενοίμην τῆς ἐμαυτοῦ οὐδὲ φιλόψυχος οὕτω καὶ πρὸς τὸν θάνατον ἀγεννὴς ὡς μὴ δοῦναι τῇ πατρίδι τὴν νίκην καὶ τὸ μεῖναι πρὸς τὸ μέλλον ἀεὶ ἐπὶ τοῦ ἴσου | |
5 | σχήματος. | |
Prog.11.22.3 | κοινὸς μὲν ἁπάντων ὁ θάνατος καὶ ἀναγ‐ καῖον πάντας γενομένους ἀποθανεῖν, τὸ δὲ ἐν καλῷ τῷ σχήματι δέξασθαι τὴν τελευτὴν τῶν εὖ φρονούν‐ των ἴδιον. εἰ μὲν οὖν πεισθείην τῷ πατρὶ καὶ φυγῇ | |
5 | χρησαίμην, ἁλώσεται μὲν ἡ πόλις, πεσεῖται δὲ τὰ τείχη ταύτης, πολὺς δὲ ὁ φόνος τῶν ἐν ἡλικίᾳ, ἀνδραπο‐ δισθήσονται δὲ παῖδες καὶ γυναῖκες, καὶ τὸ μέγα ὄνο‐ μα τῶν Θηβῶν οὐκ ἐπὶ τῆς Ἑλλάδος ἕξει τὴν δόξαν. | |
Prog.11.22.4 | ἐμοὶ δὲ ἐπονείδιστος ὁ βίος, εἰ μὴ τῆς Ἑλλάδος προαπελθεῖν ἑλοίμην. εἰ δὲ ὑποσταίην τὴν σφαγὴν καὶ κατ’ ἐμαυτοῦ τὴν πληγὴν ἐνέγκαιμι, πεσεῖται μὲν τὸ | |
τῶν ἐχθρῶν στρατόπεδον, δίκην δὲ ὑφέξουσιν οἱ στρα‐ | ||
5 | τεύσαντες ἐφ’ ἡμῖν, ἡ πόλις δ’ ἔσται περιβόητος ἐπὶ τοῖς τροπαίοις μεγάλην τὴν ἐλευθερίαν ἔχουσα, ἀγαλ‐ λομένη τῇ νίκῃ. ταῦτα δὲ ἡμῖν ἐπιγράψουσιν ἅπαντες καὶ πολὺς ὁ Μενοικεὺς ἐν ἐπαίνοις καὶ ἐγκω‐ μίοις ἰσοθέους τιμὰς ἔχων. | |
Prog.11.22.5 | Οὐ δεῖ δὴ μαλακίζεσθαι. ὢ πόσοι πεπτώκασιν ἐπὶ τῆς παρατάξεως. πόσοι πολεμοῦντες ἐδέξαντο τὴν πληγήν. τούτων ἕνα με καὶ αὐτὸν γενέσθαι δεῖ καὶ μείζονα ἐκείνων τὴν δόξαν λαβεῖν. τοῖς μὲν γὰρ οὐδὲν | |
5 | ἐγκώμιον τῆς πατρίδος προαπελθοῦσιν, ἐμοὶ δὲ τὸ πᾶν ἀπόκειται τῆς δόξης καὶ τὰς τιμὰς ἰσοθέους ἕξω καὶ τὴν μνήμην παρὰ πᾶσι τῆς ἐμαυτοῦ πατρίδος προαπελθών. | |
8 | ||
Prog.11.23t | Τίνας ἂν εἴποι λόγους Ὀδυσσεὺς ἐν τῷ τοῦ Κύκλωπος σπηλαίῳ καταληφθείς; | |
Prog.11.23.1 | Φεῦ τῆς ἀτόπου θέας καὶ τῆς ἄγαν κινδύνων ὑπερβολῆς. ἐπιλέλοιπέ με τὰ τῶν λογισμῶν καὶ ᾧ χρή‐ | |
σομαι πρὸς τὸν πονηρὸν οὐκ ἔχω. πῶς ἂν δυνηθείην τὸν κίνδυνον ἐκφυγεῖν; ἄμαχος τὴν γνώμην καὶ θη‐ | ||
5 | ριώδης τὸ ἦθος καὶ τῆς τῶν γιγάντων φύσεως ἀτο‐ πώτερος καὶ τοσοῦτος τὴν ῥώμην καὶ τηλικοῦτος τὸ μέγεθος ὡς μόνοις ἂν τοῖς Διὸς σκηπτοῖς κατενεχθῆ‐ ναι. | |
Prog.11.23.2 | ἀποτετείχισταί μοι τὰ τῆς ἐξόδου καὶ τὰ τῆς αὐλῆς ἀποκέκλεισται. μηχανὴν δὲ εὑρεῖν ἢ λύσιν τῶν δεινῶν ἀμήχανον. προκείμεθα γὰρ τῷ θηρίῳ πρὸς βο‐ ράν. μικρὸν αὐτῷ κατὰ δυάδας λαβεῖν καὶ διαχειρί‐ | |
5 | σασθαι. οἱ μὲν ἤδη τεθνήκασιν, ὧν τὰ λείψανα οὐκ εὐτυχῆ πρόκειται, οἱ δὲ ἔχουσι τὸν φόβον, ἅπαντες δὲ κατεπτήχασι, πρὸς δὲ ἡμᾶς ὁρῶσι καὶ τὴν ἡμετέραν τέχνην καὶ σύνεσιν. | |
Prog.11.23.3 | πολλοῖς ὡμίλησα κακοῖς, πολ‐ λοῖς προσεγυμνάσθην πολέμοις. ἀλλ’ ἐκεῖνα μὲν καὶ ἀνθρώπινα καὶ εἰωθότα, καὶ τὰ μὲν ὅπλοις ἦν βιάσασθαι, τὰ δὲ τοῖς λογισμοῖς ἐκφυγεῖν. μέγα ὁ τῶν | |
5 | Ἰλιέων πόλεμος, ἀλλὰ πολλοὺς εἶχον τοὺς συνισταμέ‐ νους, καὶ τὰς νίκας μὲν ἦν ἐπεξιέναι, τὴν ἧτταν δὲ παραμυθεῖσθαι τῇ φυγῇ. | |
Prog.11.23.4 | πολλοὺς μὲν ἐκ τοῦ φανε‐ ροῦ πόνους ἐπεδειξάμην τοῖς πολεμίοις, ἤδη δὲ καὶ νυκτὸς ἐπέστην τῷ Τρωικῷ, τὸν Δόλωνα ἀνεῖλον, τὸν Ῥῆσον διεχειρισάμην, τοῖς πολλοῖς Θρᾳξὶν ἐπέστησα | |
5 | τὴν συμφοράν, εἰς μέσους ἐγενόμην τοὺς πολεμίους σχῆμα ὑποκρινάμενος ἕτερον καὶ τὸ φυλακτήριον τῆς Τροίας ἐξειλόμην καὶ τοῖς Ἕλλησι παρέδωκα τῆς νίκης τὸ ἐνέχυρον ἔχειν. τὴν Σώκου πληγὴν ἤνεγκα γεν‐ ναίως, τοῦ τελευταίου λόχου καὶ αὐτὸς ἡγεμὼν ἐγενό‐ | |
10 | μην. | |
Prog.11.23.5 | τὴν Τροίαν κατήνεγκα, ἀλλὰ νῦν ἄπορά μοι τὰ τῶν λογισμῶν εἰς σωτηρίαν. Κίκονας ἀνεῖλον, ἦν γὰρ πρὸς ἴσους ὁ πόλεμος. κρείττων ἐγενόμην τῆς Λωτοφάγων ἡδονῆς, ἐπ’ ἐμοὶ γὰρ ἦν τὸ φυλάξασθαι. | |
5 | τὴν Λαιστρυγόνων ὠμότητα διέφυγον, καιρὸν γὰρ εἶχον τῆς φυγῆς. | |
Prog.11.23.6 | ἀλλὰ νῦν ὥσπερ ἐν δεσμωτηρίῳ καθεῖργ‐ μαι, ὃ μήτε διαρρῆξαι ῥᾴδιον μήτε παρακινῆσαι τὴν ἐν θύραις ἐμβολὴν τοῦ λίθου. ἐστρατήγηται μὲν γὰρ τὰ | |
πρῶτά μοι καλῶς, οἴνῳ κατεπόντισα τὸ θηρίον, καὶ | ||
5 | πρόκειται, εἴ γε βουλοίμην διαχειρίσασθαι. ἀλλ’ εἰ τελευτήσειεν, ἡμῖν ἀπόκειται λιμῷ διαφθαρῆναι οὐκ οὔσης ἐξόδου οὐδὲ δυνάμεως τοσαύτης ἥτις ἀρκέσει πρὸς ἔκβασιν ἐλευθερῶσαι τῆς ἐπικειμένης πέτρας. μό‐ νης γὰρ τῆς Κύκλωπος χειρὸς καὶ τῆς ἐκείνου δυνά‐ | |
10 | μεως καὶ ἐπιθεῖναι τὸν λίθον καὶ ἀφελέσθαι. | |
Prog.11.23.7 | οὐκοῦν περιεῖναι δεῖ, εἴ γε μέλλοιμεν τὰς ἐξόδους ἔχειν. περι‐ όντος δὲ οὐκ ἔστι σώζεσθαι. μέσον δεῖ τούτων ἀμφοτέρων. τῶν πυλῶν οὐκ ἔστιν εὑρεῖν ἡμῖν εἰ μὴ | |
5 | δι’ ἐκεῖνον ἀφαίρεσιν, ἔξω δὲ καταστᾶσι μηδὲ δυ‐ νηθῆναι ἐκείνου λαβεῖν. συνῆκα τὸ πρακτέον, ὀψὲ μέν, ἀλλ’ ὅμως συνῆκα. πήρωσιν δεῖ καταψηφίζεσθαι καὶ | |
τὸν ἕνα ὀφθαλμὸν ἐκτυφλοῦν. οὕτω γὰρ γενήσεται ὡς δυνηθῆναι τὸν λίθον ἐξελεῖν καὶ ἀδεὴς ἡμῖν ἔσται | ||
10 | οὐκ ἔχων ὅ τι χρήσεται ἑαυτῷ. | |
Prog.11.23.8 | ταῦτα δεδόχθω, ταῦτα τολμῶμεν. στέλεχος ἐλαίας τουτὶ πρόκειται. πυ‐ ρῶσαι δεῖ καὶ ἐκτριβέντι εἰς ὀξὺ ὥσπερ αἰχμῇ κατὰ τοῦ ὀφθαλμοῦ χρήσασθαι. καὶ τὸ μὲν ξύλον οὗτοι με‐ | |
5 | τεωρίσουσιν, ἐγὼ δὲ εἰς τὸν ὀφθαλμὸν ἐρείσας πη‐ ρὸν ἀποδεῖξαι πειράσομαι. εὖ γε τῆς ἐπινοίας, εὖ γε τοῦ τολμήματος. γένοιτο δὲ εἰς καλὸν ἐκβῆναι τῇ τύχῃ. | |
7 | ||
Prog.11.24t | Τίνας ἂν εἴποι λόγους Ὀδυσσεὺς πρὸς τὸν Κύκλωπα ὁρῶν τοὺς ἑταίρους ἐσθίοντα; | |
Prog.11.24.1 | Πολλῶν μὲν δὴ καὶ ἄλλων πεπείραμαι κακῶν καὶ πάλαι μέν, ὅτε βαρβάρους πρῶτον κατεπολέμησα, καὶ νῦν ὅτε κακῶς τὴν θάλατταν ἔπλευσα, ἅτε στρα‐ | |
τιώτης οὐκ εὐτυχὴς καὶ ναύτης δυστυχής· ἔδει δέ με | ||
5 | καὶ πρὸς Κυκλώπων ἄντρα ἐλθεῖν καὶ τὴν ἀσεβῆ σου ταύτην, Πολύφημε, τράπεζαν ἰδεῖν, ἣν παρέθηκας σαυ‐ τῷ πρῶτος καὶ μόνος πληρώσας αὐτὴν πανδαισίας κα‐ κῶν. | |
Prog.11.24.2 | ἐνέτυχον μὲν οὖν πρὸ σοῦ ἀνδράσι λῃστρικοῖς καὶ βαρβάροις ἀνημέροις, οὐκ οἶδα δὲ ἄνομον τράπε‐ ζαν τεθεαμένος πλὴν ταύτης ἧς γέγονας ἡγε‐ μὼν πληρώσας αὐτὴν τοσούτων νεκρῶν ὁλοκλήρων. | |
Prog.11.24.3 | εἴθε μὲν οὖν σου πρῶτον ἔργον ἐγενόμην ἢ τελευ‐ ταῖος τεθνήξεσθαι, οἶδα γὰρ ὡς παραθήσεις με τελευ‐ ταῖον τροφῆς ἀπανθρώπου λείψανον, καὶ εἴθε Κικόνων ἐγενόμην ἔργον καὶ μὴ τὸν πόλεμον τὸν πρὸς ἐκείνους | |
5 | νενικήκειν, ἄμεινον ἡττημένος ἢ νίκην νενικηκὼς λοιδο‐ ρουμένην. ἐγὼ δ’ ἡδέως Λαιστρυγόνων 〈ἂν〉 ἠνεσχόμην, ἵν’ ἔχωσι τάφους οἱ νεκροί. οὐ γὰρ μικρὸν παραμύθιον | |
ἀνθρώπῳ ἀποθνήσκοντι στήλη καὶ τάφος. ὁλόκληρον κατέχει τὸν ἄνθρωπον ἡ στήλη. | ||
Prog.11.24.4 | νῦν δὲ εὕρηταί τις ἐν ἀνθρώποις τάφος τοσούτων σωμάτων γαστὴρ αὕτη τὴν ἄσπαρτον μιμουμένη καὶ θυμὸς ἀπαραίτητος δα‐ πάνην ὅλης εἰρεσίας ναυτικῆς. ὁ γάρ σοι, Πολύφημε, | |
5 | λογισμὸς ὄκνον οὐκ ἔχει οὐδ’ ἐβουλεύσω ποτὲ ἀνθρώ‐ πινον, ἀλλ’ ἔλεον μὲν ἐξῴκισας σεαυτοῦ, δίκῃ δὲ λοι‐ δορῇ πάντοτε, χαίρεις δὲ τροφαῖς ἀθέσμοις. παρὰ μικρὸν ὅλον ὁρῶ βίον δαπανώμενον. | |
Prog.11.24.5 | τίς ἡ τοσαύτη φθορὰ τῶν σωμάτων; τίς πολλὴ νόσος κατέσχε ψυχὰς ἀνθρω‐ πίνας; νενίκηκας τὴν ἐξ Αἰθιοπίας καταβαίνουσαν λοι‐ μώδη νόσον. ὦ πόλεμοι παλαιοὶ καὶ τάξεις ἀρχαῖαι καὶ | |
5 | μάχαι συνεχεῖς. | |
5 | ||
Prog.11.25t | Τίνας ἂν εἴποι λόγους Ὀδυσσεὺς τοὺς μνηστῆρας ἀνελών; | |
Prog.11.25.1 | Ἓν ἀγώνισμά μοι κατελείπετο καὶ τοῦτο ἔχει | |
τέλος εὐτυχὲς καὶ κεῖται τὸ τῶν μνηστήρων πλήρωμα. οἴχονται πάντες οἱ τοῖς ἐμοῖς ἀναιδῶς χρώμενοι. καὶ τῆς ὕβρεως μὲν ἐλευθέρα ἡ γυνή, ἐλεύθερος δὲ τῆς | ||
5 | ἐπιβουλῆς ὁ παῖς, ἐμοὶ δὲ περίεστι τῶν οἴ‐ κοι κρατεῖν. | |
Prog.11.25.2 | πολλοῖς μὲν ἐνήθλησα κινδύνοις κα‐ κοῖς, οὐδὲν δὲ παρέσχε μοι τῆς ἀγωνίας τὴν ὑπερβο‐ λὴν ὡς ἡ ὑπὸ μνηστήρων ὕβρις τῆς γυναικός. παρα‐ νόημα ἀνδρὸς βαρβάρου τὸ κινῆσαν τὸν πόλεμον καὶ | |
5 | τὴν Ἑλλάδα ἐξοπλίσαν κατὰ τῆς βαρβάρου. ἐγὼ δὲ τὸν στόλον ἐκεῖνον συνεκρότησα καὶ φεύγοντας τοὺς Ἕλληνας ἐπέσχον. ἐγὼ καὶ τὸν Ἀχιλλέα ὥπλισα καὶ παρέδωκα σύμμαχον τοῖς Ἕλλησι. | |
Prog.11.25.3 | τὰ δὲ ἐπὶ τῆς Τροίας, Σῶκον οὐ λέγω καὶ τὸν ἐκείνου ἀδελφὸν καὶ τὸ πολὺ τῶν Λυκίων ἔθνος, ὅσους αὐτὸς διεχειρισάμην, ἀλλὰ καὶ Δόλωνα εἷλον καὶ τοῖς Θρᾳξὶν ἐπέστην καὶ | |
5 | τὸ σύνθημα ἔδωκα τοῦ φόνου τῷ Διομήδει. ἐγὼ τὸ μέγα φυλακτήριον τῆς Τροίας ἐξήγαγον καὶ παρέδωκα | |
τοῖς Ἕλλησι τῆς νίκης τὴν ἀφορμήν. ἐγὼ καὶ τὸν Τε‐ λαμῶνος παρευδοκίμησα περὶ τῶν ὅπλων κρινόμενος καὶ τὸν τελευταῖον λόχον συνεκρότησα τὸν Ἑλληνικόν, καὶ | ||
10 | τὸ τοῦ δουρείου 〈ἵππου〉 τόλμημα ἐμὸν ἔργον ἐγένετο. | |
Prog.11.25.4 | τὰ δὲ ἐπὶ τῆς πλάνης πολλὰ καὶ μυρία. Κίκονας εἷλον, Λαιστρυγόνων ἐξέφυγον τὴν ὠμότητα, Κύκλωπα ἠμυ‐ νάμην, τῶν Καλυψοῦς ὑπερεῖδον ἐρώτων, τοῦ Κίρκης κυκεῶνος κρείττων ἐγενόμην. | |
Prog.11.25.5 | τὰ δὲ ἐπὶ τῆς θαλάτ‐ της δεινὰ τὰ πολλὰ καὶ μυρία διήθλησα. τὴν Σκύλλαν ὑπομείνας, τὴν Χάρυβδιν καὶ μέσος ἑκατέρων ἐλθὼν τὰς Σειρῆνας παρέπλευσα φωνῆς αὐτῶν οὔτε ἀνήκοος μείνας | |
5 | καὶ τὰ τῶν ἀκουσάντων μὴ παθών. Λωτοφάγους δὲ οὐ λέγω οὐδὲ ὅσα μοι περὶ τὴν Αἰολίαν πέπρακται. ἀλλ’ ἐγὼ τὴν εἰς Ἅιδου πορείαν ἦλθον μόνος Ἡρακλεῖ τὰ ἴσα τολμήσας καὶ δυνηθείς. | |
Prog.11.25.6 | ἀλλ’ ἀπέκειτο τῶν προ‐ ειρημένων χαλεπώτερα τὰ οἴκοι καὶ τὰ τῶν μνηστήρων | |
τολμήματα. ἐκεῖνοι ἐπείρων τῆς γυναικὸς καὶ τὸν παῖ‐ δα ἔσπευδον ἀνελεῖν, τὴν ἐμὴν ἀνήλισκον περιουσίαν, | ||
5 | ὕβριζον παρόντα. ἀλλὰ δεδώκασι δίκην καὶ τῆς ἐμῆς τοξείας πάρεργον γεγόνασιν. ἐπ’ ἀδείας ἀπόκειται τῶν οἴκοι κρατεῖν. | |
Prog.11.25.7 | ἀλλὰ συστήσονται τούτοις οἱ προσήκοντες καὶ ἐπεξελεύσονται ὑπὲρ τῶν ἀνῃρημένων καὶ μάχης μοι δεήσει. οὐκοῦν οἴκοι μένειν ἀκαιρία δεινή. εἰ δὲ ἐπὶ τὸν ἀγρὸν γενοίμην, ἔστι καὶ διὰ κιν‐ | |
5 | δύνων ἐλθόντα κρατεῖν καὶ μηχανὴν εὑρεῖν δι’ ἧς ἔσται σπεισάμενον ἐπ’ ἐμαυτοῦ μένειν. | |
6 | ||
Prog.11.26t | Τίνας ἂν εἴποι λόγους εὐνοῦχος ἐρῶν; | |
Prog.11.26.1 | Ἓν ἔτι λοιπὸν Ἔρωτι λείπεται τὸ καὶ τοὺς τεθνηκότας ἀλλήλων παρασκευάζειν ἐρᾶν. νεκρὸς γὰρ ὢν καὶ αὐτὸς ἡδονὰς οὐ διέφυγον, ἀλλ’ ἤδη γέγονα τοῖς ἐκείνου βέλεσι θήραμα. ὑπηρέτης κατέστην αὐτοῦ | |
5 | πράττειν ὃ βούλεται μὴ δυνάμενος. | |
Prog.11.26.2 | ὢ πόθου πέρας | |
οὐκ ἔχοντος. κἂν γὰρ ἀποτύχω, γέγονα δυστυχής, κἂν τύχω, πάλιν εἰμὶ δυστυχέστερος ἄγειν οὐκ ἔχων εἰς πρᾶξιν τὸ τῆς προαιρέσεως. οὐκ ἔστιν, ὦ Ἔρως, ἐν | ||
5 | ἐμοὶ τελεῖσθαι τὰ σά. μάτην ἡμῖν ἐπαφῆκας τὰ βέλη καὶ τὴν φαρέτραν ἐκένωσας καὶ πρὸς γάμον ἠνάγκασας σπουδάζειν τὸν οὐκ εἰδότα συνάπτεσθαι. | |
Prog.11.26.3 | οὐκ ἔστι συνάγειν ἃ μὴ συνελθεῖν ἡ φύσις ἀφῆκε. προῆλθον ἀνὴρ καὶ γέγονα διὰ τέχνης ἀμφίβολος ἄνθρωπος καὶ μὴ πράττων ὡς ἄνθρωπος μόνον πρὸς τὸ νοσεῖν κατ‐ | |
5 | έστην ἀνήρ. τὸ γὰρ πράττειν ἀφῄρημαι. οὔτε μένειν εἴασεν ὅπερ ὑπῆρχον ἡ Τύχη οὔτε μεταβεβλημένον ἀφῆκεν ὁ Ἔρως. | |
Prog.11.26.4 | ἤκουον καὶ πρώην ἐρώτων καὶ παραδόξους τούτους ἐνόμιζον. νῦν δὲ σμικροὶ πάντες πρὸς τὸν ἐμὸν παράλογον κατέστησαν ἔρωτα. ἥλω Πα‐ σιφάη ποτὲ ταύρου καὶ τέχνην ἔσχε πρὸς τὴν μίξιν | |
5 | ἐπίκουρον. ἐγὼ δὲ πάντα παρὰ τῆς φύσεως κομισάμε‐ νος ἐκ τέχνης ἠτύχησα. | |
Prog.11.26.5 | ἀλλ’, ὦ Ἔρως, ἢ παῦσον τὸ πάθος ἢ τὴν φύσιν μετάβαλε. τούτων γὰρ πέφυκεν ἕτερον ἑτέρῳ πολέμιον. | |
3 | ||
Prog.11.27t | Τίνας ἂν εἴποι λόγους ζωγράφος γράψας κόρην καὶ ἐρασθεὶς αὐτῆς; | |
Prog.11.27.1 | Οὐδὲν ἄρα κάλλους ἐστὶ δυνατώτερον, εἴγε καὶ διὰ χρωμάτων θηρᾶν ἐπίσταται καὶ τοῖς ἀψύχοις ἁλί‐ | |
σκεσθαι παρασκευάζει τὰ ἔμψυχα. συνῆλθε πεποικιλ‐ μένῳ κηρῷ καὶ τὸν εἰργασμένον ἐρᾶν κατηνάγκασε | ||
5 | τούτου. ὢ τέχνης προελθούσης κατὰ τοῦ κτησαμένου, ὢ δεξιᾶς ἀδικούσης μετὰ τῶν ὀφθαλμῶν τὴν διάνοιαν. τεχνίτης καλεῖσθαι βουλόμενος ἀγαθὸς ἐραστὴς νῦν ἀτυχὴς ὀνομάζομαι. | |
Prog.11.27.2 | ἔγραψα πολλάκις ἐρώντων ὑπό‐ θεσιν καὶ διετύπουν χρώμασι τὰ τούτων μυστήρια. ἐποίουν Ἔρωτός τινα τετρωμένον τῷ βέλει μὴ παρού‐ σης πληγῆς. ἐξήπτετο καὶ πάλιν ἐκ λαμπάδος μὴ φαι‐ | |
5 | νομένης πῦρ. φωνὴν παρεῖχον διὰ τῆς τέχνης ὡς εἰ‐ πεῖν τῷ κηρῷ καὶ σκιὰν δοκεῖν διαλέγεσθαι παρεσκεύ‐ αζον. ἔγραφον ἄρτι μὲν τὸν ἐρῶντα δυσφοροῦντα πολύ, μετ’ ὀλίγον δὲ πρὸς τὴν ἐρωμένην δηλοῦντα σχήματι τὴν προαίρεσιν, ἄλλοτε δὲ δῶρον ἐκπέμποντα, καὶ πολ‐ | |
10 | λάκις ψυχαγωγούμενον οἷα δὴ πεπεικότα, πολλάκις δὲ καὶ ἀποτυγχάνοντα καὶ πάλιν δακρύοντα. | |
Prog.11.27.3 | καὶ οὐ μόνον τὰ παρ’ ἀνθρώποις ἐμιμούμην εἰκόνι, ἀλλὰ καὶ θεοὺς παρειχόμην δουλεύοντας Ἔρωτι καὶ τὴν ἐκείνων φύσιν μετέπλαττον πρὸς ὃ μὴ πάσχειν πεφύκασιν, οἷον | |
5 | τὸν Δία βοῦν ἐποίουν δι’ ἔρωτα καὶ τὴν Εὐρώπην ἐπὶ τῶν νώτων φέρειν ἠνάγκαζον καὶ περαιοῦσθαι διὰ | |
τῶν χρωμάτων τὴν θάλασσαν. κύκνος ἦν δι’ ἐμὲ καὶ ὅτε πλούτῳ χαρίζεσθαι προῃρούμην, χρυσός. ἔγραφον πάλιν αὐτὸν μετὰ τοῦ κεραυνοῦ καὶ σώζων τὸ φοβερὸν | ||
10 | ἀπεστρεφόμην τὸ δεδιός. | |
Prog.11.27.4 | τί δέ; Ἀπόλλων βραδύτε‐ ρος κόρης διὰ τῆς ἐμῆς ἐγίγνετο δεξιᾶς καὶ δρόμον ἀπέραντον ἐνετίθουν τοῖς χρώμασιν ἐν οὐ κι‐ νουμένοις ποσίν. οἶδα κηρῷ δήσας τὸν Ἄρεα. καὶ πᾶν | |
5 | ἁπλῶς ἐγίγνετό μοι ὑπόθεσις. ἐγὼ δὲ νῦν ἑτέροις γεγένημαι. | |
Prog.11.27.5 | γράφετε, ὦ τεχνῖται, καινόν τι τὸν ἐμὸν ἔρωτα ἐκδιηγούμενοι. οἷς ἔπλασα, τούτοις ἑάλωκα. κό‐ ρης ἐρῶ. καὶ τυχεῖν μὲν ταύτης γέγονεν εὔπορον, οὔτε γὰρ βαδίζειν οὔτε παραιτεῖσθαι τὴν πρᾶξιν ἐπίσταται, | |
5 | μίγνυσθαι δὲ ταύτῃ καὶ τὴν ἐπιθυμίαν ἄγειν εἰς πέ‐ ρας ἐστὶν ἀδύνατον. πείθω τὴν οὐ πεφυκυῖαν πεί‐ θεσθαι, ἀσπάζομαι φύσιν ἀναίσθητον. | |
Prog.11.27.6 | ἀλλ’, ὦ χρώ‐ ματα, τῆς τοιαύτης παύεσθε χάριτος καὶ μὴ πάθος | |
ἐγείρετε μὴ παρεχόμενα μετὰ ταῦτα τὴν ἴασιν. | ||
Prog.12t1 | Ἐκφράσεις. | |
Prog.12.1t | πεζομαχίας. | |
Prog.12.1.1 | Ἄνθρωποι δὲ ἐπειδὰν εἰς πόλεμον καταστῶσι, κατὰ τὰ ὑπάρχοντα αὑτοῖς ποιοῦσι τοὺς ἀγῶνας, οἷς μέν εἰσι νῆες, ναυσίν, οἷς δὲ ἵπποι, ἱππεῦσιν, οἱ δὲ τοῖς ὁπλίταις ἰσχύοντες ταύτῃ κρίνονται πρὸς ἀλλή‐ | |
5 | λους, οἷς δὲ ἔστι τὰ πάντα, διὰ πάντων μάχονται. | |
Prog.12.1.2 | καλαὶ μὲν οὖν αἱ ναυμαχίαι καὶ τέχνης δέονται, | |
πεζομαχίαι δὲ ἀξιολογώτατόν τε καὶ ἀρχαιότατον. ἐγὼ δὲ θεατὴς γενόμενος μάχης τοιαύτης ἐθέλω σοι δεῖξαι λόγῳ τὴν θέαν. | ||
Prog.12.1.3 | Πόλεις ἐν ἠπείρῳ κείμεναι πλησίον ἀλλήλων εἰς ἔχθραν ἧκον, ἐπειδὴ τῇ μὲν ἐδόκει πλεονεκτῆσαι, ἡ δ’ οὐκ ἠνείχετο ἐλαττοῦσθαι. λόγοι δὲ ἦσαν ἐν ἑκατέρᾳ τῶν ῥητόρων, ὧν οἱ μὲν ἐπῄνουν τὸ κρατεῖν, οἱ δὲ | |
5 | τὸ μὴ ὑπείκειν, καὶ οἱ μὲν ἐνέβαλον ἔρωτα τοῖς αὑτῶν τοῦ ἄρχειν, οἱ δὲ τῆς ἐλευθερίας. | |
Prog.12.1.4 | καὶ ἡνίκα πολεμεῖν καιρὸς ἦν, ἐν παρασκευαῖς ἦσαν τὰ ὑπάρ‐ χοντά τε ἐξετάζοντες καὶ συμμάχους ἀγείροντες, ἐπιόν‐ των δὲ τῶν ἀδικούντων ἀντεπεξῄεσαν οἱ ἀμυνόμενοι. | |
5 | καὶ ἐδέξατο χωρίον ἀμφοτέρους λεῖόν τε καὶ εὐρὺ καὶ ἀρκοῦν τῷ ἔργῳ. | |
Prog.12.1.5 | ἐτάξαντο δὲ ὧδε· ἐπὶ μὲν ἑκατέ‐ ρου κέρως ἦσαν ἀμφοτέροις οἱ ἱππεῖς, τὸ δὲ μέσον | |
ἐπεῖχον οἱ ὁπλῖται, 〈οἱ〉 τοξόται δὲ καὶ ὅσον ψιλὸν ἐφείποντο. θήξαντες δὲ οἱ στρατηγοὶ ταῖς παρακλήσεσι | ||
5 | τῶν μαχομένων τὰς γνώμας ἐκέλευον ἆραι τὰ σημεῖα. | |
Prog.12.1.6 | καὶ ἦρχον τοξόται τῆς μάχης καὶ βέλη πολλὰ ἐφέ‐ ρετο, τὰ μὲν εἰς τὰ σώματα, τὰ δὲ ἀπετύγχανεν. ὡς δὲ ἀνήλωτο τὰ βέλη τοῖς τοξόταις, ἐν χερσὶν ἡ μάχη καὶ δορατισμὸς πολὺς καὶ πάταγος καὶ φόνος ὃν εἰρ‐ | |
5 | γάζετο τέως τὰ δόρατα. | |
Prog.12.1.7 | ἐπεὶ δὲ οὐδὲ τούτοις ἦν ἔτι χρῆσθαι, ξίφεσιν ἀλλήλους ἀπέκτειναν. καὶ τοῦ μὲν ἀπεκόπη χείρ, τοῦ δὲ ὀφθαλμὸς ἐξεκόπη, ὁ δὲ ἐν τῷ βουβῶνι πληγεὶς ἔκειτο, τοῦ δέ τις ἀνέρρηξε τὴν γα‐ | |
5 | στέρα. καὶ ὁ μὲν ἀγαθὸς εἶχεν ἐν τῷ στήθει τὴν πλη‐ γήν, τὸν δὲ κακὸν εἶδες ἂν κατὰ τοῦ νώτου τοῦτο παθόντα. κτείνας τις τοῦτον ἐσκύλευσε κείμενον, τὸν δὲ ἰδών τις σκυλεύοντα πλήξας ἐπικατήνεγκεν, αὐτὸν δὲ ἐκεῖνον ἕτερος. | |
Prog.12.1.8 | ὁ μέν τις πολλοὺς κτείνας ἀπέ‐ θανεν, ὁ δὲ ὀλίγους. ὁ δέ τις οὐδὲν δράσας ἔκειτό γε ἐπ’ ἀσπίδι τεθνεώς, ὁ δὲ ἐπ’ οὔδει. πολλοὶ δὲ καὶ τεθνάναι σχηματιζόμενοι τοὺς ἐφισταμένους κάτωθεν | |
5 | ἐτίτρωσκον. | |
Prog.12.1.9 | ἱππεὺς ἔκτεινεν ὁπλίτην, ὁπλίτης ἱππέα, ὁ μὲν ἐκβαλὼν τοῦ ἵππου τὸν στρατιώτην, ὁ δὲ πρό‐ τερον πλήξας τὸν ἵππον, ἔπειτα ἐκεῖνον δυνηθείς. τὸ δὲ αἷμα τὴν γῆν ἐφοίνισσε καὶ ἐπιβαίνοντες | |
5 | τοῖς νεκροῖς οἱ ζῶντες τὰ λοιπὰ ἔπραττον. ἤδη δέ τις καὶ ζῶν εἰλημμένος λύτρων ἐμέμνητο πρὸς τὸν ἑλόντα, τῷ δὲ οὐδὲν ἔμελε χρημάτων, ἀλλ’ ἐπλήρου τὸν πόθον. | |
Prog.12.1.10 | μέχρι μὲν οὖν μεσημβρίας σταθερᾶς ἀμφοτέρωθεν ἦν ἔργα γενναῖα, τὸ δὲ ἐντεῦθεν ἔδοσαν δίκην οἱ ἀδικοῦντες. τῶν γὰρ ἱππέων αὐτοὺς περικλειόντων δεί‐ σαντες μὴ κυκλωθεῖεν ᾤχοντο φεύγοντες. οἱ δὲ ἐνέ‐ | |
5 | κειντο σὺν βοῇ, ἣν ἠφίεσαν χαίροντές τε τῇ τροπῇ καὶ ἅμα ἐκείνους προσεκπλήττοντες. | |
Prog.12.1.11 | διώκοντες δὲ τοῦ ζωγρεῖν μᾶλλον ἢ τοῦ φονεύειν ἐγίνοντο καὶ εἷλον αἰχμαλώτους πολλούς, τοὺς μὲν τετρωμένους, τοὺς δὲ ἄνευ τραυμάτων. οἱ δὲ διαφυγόντες κατέφυγον εἰς τὸ | |
5 | ἄστυ καὶ ἀνείλοντο νεκροὺς ὑποσπόνδους. οἱ δὲ αἰχμα‐ λώτους ἄγοντες καὶ λάφυρα παιανίζοντες ἀνέστρεφον. | |
Prog.12.1.12 | καὶ ἦν παρὰ μὲν τοῖς νενικηκόσι τὰ τῶν κρατούν‐ των, θυσίαι, πρόσοδοι, στεφανοῦν τοὺς ἀριστεύσαντας, οἱ δὲ ἡττημένοι τοὺς ῥήτορας εἶχον ἐν μέμψει, κατη‐ γόρουν δὲ ἅμα τῶν στρατηγούντων οἱ ῥήτορες. καὶ | |
5 | ἐδόκει τῶν παρόντων τοῖς μὲν χρῆναι καταλύσασθαι τὴν ἔχθραν, τοῖς δὲ καὶ δευτέραν αὖθις συγκροτῆσαι | |
μάχην. | ||
Prog.12.2t | γραφῆς ἐν τῷ βουλευτηρίῳ. | |
Prog.12.2.1 | Ἐν δὲ τῇ αὐλῇ τοῦ βουλευτηρίου, ἡ δέ ἐστιν οὐ μεγάλη μέν, καλὴ δὲ στοῶν ἐν μέσῳ τεττάρων, ἃς ἐποίουν οἱ κίονες, εἶδον καὶ τοιάνδε γραφήν. | |
Prog.12.2.2 | Ἀγρὸς ἦν καὶ οἰκήματα ἀγροίκοις πρέποντα, τὰ μὲν μείζω, τὰ δὲ ἐλάττω. πλησίον δὲ τῶν οἰκημάτων ἀνατρέχουσαι ἑωρῶντο κυπάριττοι. ὅλας μὲν οὐκ ἦν ἰδεῖν, ἐκώλυε γὰρ τὰ οἰκήματα, τὰ δὲ ἄκρα τῶν | |
5 | δένδρων ἐφαίνετο τὸ τέγος ὑπεραίροντα. ταῦτα, ὡς εἰκός, ἀνάπαυλαν παρεῖχε τοῖς ἀγροίκοις σκιᾷ τε τῇ ἀπὸ τῆς κόμης καὶ ὀρνίθων φωναῖς, οἳ χαίρουσιν ἐπὶ τῶν δένδρων ἱζάνοντες. | |
Prog.12.2.3 | ἐκδραμόντες δέ τινες ἐκ τῶν οἰκημάτων τέτταρες, ὁ μὲν παρεκελεύετό τι μει‐ ρακυλλίῳ πλησίον ἑστῶτι, τοῦτο γὰρ ἐμήνυεν ἡ δεξιά, ὡς ἄρα τι ἐπιτάττοι, ὁ δὲ ἐπεστρέφετο πρὸς τούτους | |
5 | οἷα φωνῆς ἀκούων τοῦ ἐπιτάττοντος. | |
Prog.12.2.4 | ὁ δὲ δὴ τέ‐ ταρτος ὀλίγον προελθὼν τῶν θυρῶν τὴν δεξιὰν ἐκτε‐ τακὼς ῥάβδον τῇ ἑτέρᾳ φέρων ἐφαίνετό τι βοᾶν πρὸς τοὺς πονοῦντας περὶ τὴν ἅμαξαν. ἄρτι γὰρ ἅμαξα | |
5 | φορτίου πλήρης, οὐκ ἔχω δὲ εἰπεῖν εἴτε ἄχυρα ἦν εἴτε ἄλλο τι φορτίον, τὸν ἀγρὸν ἀφεῖσα μέσην εἶχε τὴν ὁδόν. | |
Prog.12.2.5 | ἅτε οὖν οὐκ ἀκριβῶς καταδήσαντες τὸ φορ‐ τίον, ἀλλὰ ῥᾳθύμως βοηθεῖν ἐπειρῶντο, ὁ μὲν ἔνθεν, ὁ δὲ ἔνθεν, ὁ μὲν γυμνὸς πλὴν διαζώματος βακτηρίᾳ τὸ φορτίον ἀνέχων, τοῦ δὲ ἐφαίνετο μὲν τὸ πρόσωπον | |
5 | καὶ μέρος τι τοῦ στήθους, ὅσα δὲ εἰκὸς ἐκ τοῦ προσ‐ ώπου, ταῖν χεροῖν καὶ αὐτὸς ἤμυνε, τὰ δ’ ἄλλα ὑπὸ τῆς ἁμάξης ἐκρύπτετο. | |
Prog.12.2.6 | ἡ δὲ ἅμαξα οὐ τετράκυκλος, ὡς ἔφησεν Ὅμηρος, ἀλλὰ δυοῖν τροχοῖν, ᾗ καὶ τὸ φορ‐ τίον περιέρρει καὶ ἐδέοντο τῶν ἀμυνόντων οἱ βόες ἄμφω τὸ χρῶμα φοίνικες καὶ εὖ τεθραμμένοι καὶ | |
5 | τοὺς αὐχένας πλατεῖς. | |
Prog.12.2.7 | τῷ βοηλάτῃ δὲ τὸν χιτωνί‐ σκον ἀνέστελλεν εἰς γόνυ ζωστήρ. τῇ μὲν οὖν δεξιᾷ λαβόμενος τῶν χαλινῶν εἷλκε, ῥάβδον δὲ ἔχων ἐν θα‐ τέρᾳ οὐδὲν αὐτῆς ἐδεῖτο εἰς τὸ προθύμους ποιῆσαι τοὺς | |
5 | βοῦς, ἀλλ’ ἠρκεῖτο τῇ φωνῇ. καὶ γὰρ ἡδύ τι πρὸς αὐ‐ τοὺς ἔλεγεν οἷα δή τι φθεγγόμενος ὧν ἂν ξυνίῃ | |
βοῦς. ἔτρεφεν ὁ βοηλάτης καὶ κύνα, ὡς ἂν ἔχοι καθεύ‐ δειν ἔχων τὸν φύλακα. καὶ παρῆν ὁ κύων τοῖς βουσὶ παραθέων. | ||
Prog.12.2.8 | χωροῦσα δὲ ἡ ἅμαξα πλησίον ἦν ἱεροῦ. τοῦτο γὰρ ἐσήμαινον οἱ κίονες καὶ τὰ ὑπερκύπτοντα δένδρα. ἄγαλμα δὲ οὐκ ἐδείκνυεν ἡ γραφή. ἴσως αὐτὰ τὰ δένδρα θεοὺς ἡγοῦντο καὶ ἐθεράπευον, ἢ τάχα ἦν | |
5 | μὲν ἄγαλμά τι, τὸ δὲ ὑπὸ τῶν δένδρων οὐκ ἐφαίνετο. | |
5 | ||
Prog.12.3t | δρόμου τῶν ἡρώων. | |
Prog.12.3.1 | Ἤκουσας μὲν ὅπως ἔδραμον ἥρωες, ἡνίκα Ἀχιλ‐ λεὺς ἐτίμα τὸν Πατρόκλου τάφον ἀγωνίσμασι παντο‐ δαποῖς, λάμβανε δὲ καὶ τὴν θέαν τῇ ἀκοῇ. ἁμιλλᾶται γὰρ ἡ γραφὴ πρὸς τὰ ἔπη. | |
Prog.12.3.2 | Οἱ μὲν Ἀτρεῖδαι κάθηνται δηλοῦντες τοῖς σκή‐ πτροις τὴν τύχην καὶ ἔτι τοῖς διαδήμασι, ταυτὶ γάρ, οἶμαι, τὴν βασιλείαν σημαίνει, τείνουσι δὲ πρὸς τὸν | |
δρόμον τοὺς ὀφθαλμοὺς καί εἰσι τῶν γινομένων, ξαν‐ | ||
5 | θὸς μὲν ὁ Μενέλαος, μέλας δὲ ὁ Ἀγαμέμνων τὴν τρίχα. | |
Prog.12.3.3 | δορυφόροι δὲ τρεῖς κατόπιν ἑστᾶσι γυμνοὶ μὲν τὰς κεφαλάς, δόρατα δὲ ἦν αὐτοῖς καὶ ἀσπίδες. ἐφαίνετο δὲ τῷ μὲν τὰ ἀπὸ τῆς κορυφῆς ἄχρι τοῦ στέρνου, τοῖς δὲ οὐδέν, ἀλλὰ καὶ χλαμύδες αὐτοῖς ἦσαν καὶ | |
5 | τοῖς μὲν γένειον, τῷ δὲ οὔ. | |
Prog.12.3.4 | καὶ ὁ Νέστωρ ἐγέγραπτο μετὰ τῶν βασιλέων καθήμενος οὐ μάλα κομῶν τὴν κεφαλήν, μέσον αὑτοῦ τε καὶ τοῦ Μενελάου ποιῶν τὸν Ἀγαμέμνονα. λέγειν δὲ πρὸς αὐτοὺς ἐδόκει. καὶ | |
5 | τοῦτο ἐμήνυε τῷ σχήματι τῶν δακτύλων. | |
Prog.12.3.5 | Ἀχιλλεὺς δ’ ἐπὶ τούτοις ἐγέγραπτο καλὸς μὲν τὴν κόμην, τὸ πρόσωπον δὲ μετεῖχεν ἀθυμίας οἷα δὴ τῶν ἄθλων ἐπὶ | |
νεκρῷ γινομένων. καὶ τοῦτον περὶ πλείστου τῶν | ||
5 | Μυρμιδόνων ἐποιεῖτο. χλαμύδα δὲ ἠμφίεστο καὶ γα‐ στέρα καὶ μηρὸν καὶ κνήμην ἐδείκνυε γυμνήν. . . . . . | |
6 | ||
Prog.12.4t | ἄλλης γραφῆς ἐν τῷ βουλευτηρίῳ. | |
Prog.12.4.1 | Ἐν δὲ ἑτέρᾳ γραφῇ ταῦτα εἶδον· πόλις ἦν ἐφ’ ὑψηλοῦ πεπολισμένη καὶ τοῦτο ἐδήλου τοῖς τείχεσιν. ἐντεῦθεν, ἐμοὶ δοκεῖν, ἄνδρες ἐξεληλυθότες εἰς ἀγρὸν ἧκον ἀπολαυσόμενοι τῆς ὥρας τῆς ἠρινῆς. τοῦτο γὰρ | |
5 | ἐμηνύετο τοῖς στεφάνοις τῶν ἀνδρῶν οὓς εἶχον ἐκ ῥόδων. | |
Prog.12.4.2 | οὗτοι δὲ κατέκειντο κατὰ στρωμάτων ποικί‐ λων τρεῖς ὄντες ὑπὸ δυσὶ δένδρεσιν ὑψηλοῖς. ὧν ἐξά‐ ψαντες ὕφασμα πυραυγὲς ὑπὲρ ἑαυτῶν ἔτεινον ἀντ’ ὀροφῆς, ὅπως εἴργοιτο ἡ ἀκτὶς μὴ λυπεῖν αὐτοὺς ἑστιω‐ | |
5 | μένους. εἱστιῶντο γὰρ καί μοι ἐδόκουν ἐδηδοκότες ἱκανῶς ἐπὶ ποτὸν ἤδη τρέπεσθαι. | |
Prog.12.4.3 | ὁ μὲν οὖν τὸ δεξιὸν ἔχων μέρος ἄρας χεῖρα δεξιὰν τὸν στέφανον περιήρμοττε τῇ κεφαλῇ τῆς τάξεως ἐκβεβηκότα, ὁ δὲ | |
ἐπὶ θάτερα καὶ αὐτὸς χειρὶ δεξιᾷ τὸν ἐν μέσῳ δαιτυ‐ | ||
5 | μόνα πρὸς ἑαυτὸν εἷλκε λέγειν τι ἴσως ὡρμημένος, ὁ δὲ ἐπεστρέφετο πρὸς αὐτὸν ἠρέμα, ὡς μὴ δοκοίη τὸν ἑταῖρον ἀτιμάζειν. τὰ πρόσωπα δὲ πᾶσιν ὑπὸ τοῦ οἴ‐ νου πρὸς τὴν τῶν ῥόδων ἀφῖκτο χροιάν. ἐφοινίσσετο γὰρ ἱκανῶς. οἱ δὲ διακονοῦντες ἔκ τινων προῄεσαν οἰ‐ | |
10 | κημάτων ἃ πρὸς θατέρῳ τῶν δένδρων ᾠκοδόμητο. ἀγρὸς ταῦτα ἦν. | |
Prog.12.4.4 | τῶν μὲν οὖν ἄλλων οὐχ ὅλα ἦν εὔδηλα τὰ σώματα, ὁ δὲ οἰνοχόος σπουδῇ διαβαίνων ἔκπωμα ὤρεγεν ἐνδεικνύμενος καὶ προσώπῳ καὶ σχή‐ ματι τὸ σὺν προθυμίᾳ διακονεῖν. | |
Prog.12.4.5 | πρὸ δὲ τῆς τρα‐ πέζης κύων οὐ μέγας ἐπὶ τοῖν ὀπίσω σκελοῖν ἱζάνων πρὸς αὐτὴν ἀνέβλεπε τὴν τράπεζαν κεχηνώς, ὅπως εὐτρεπὲς ἔχοι τὸ στόμα πρὸς τὸ ῥιπτούμενον. | |
Prog.12.4.6 | καὶ ἵππος πλησίον ἐλεύθερος χαλινοῦ πρὸς τὴν πόαν ἐγκεκυφὼς ἤσθιε φοίνιξ τὴν τρίχα. καὶ αὐτῷ δὲ παρ‐ εῖχε τὴν σκιὰν ἡ τοῦ δένδρου κόμη. τοῦ κεκληκότος | |
ἐπὶ τὴν θοίνην τοῦτον νομιστέον τὸν ἵππον. οἱ δὲ | ||
5 | ἄρα ἦσαν πενέστεροι καὶ ἔμελλον ἀναστάντες χρήσε‐ σθαι τοῖς ποσὶν ἐπὶ τὸ ἄστυ. | |
6 | ||
Prog.12.5t | καλανδῶν. | |
Prog.12.5.1 | Τὰς ἑορτὰς οἱ ἄνθρωποι φιλοῦσιν, ὅτι αὐτοὺς ἀπαλλάττουσι μὲν πόνων τε καὶ ἱδρώτων, παρέχουσι δὲ παίζειν καὶ εὐωχεῖσθαι καὶ ὡς ἥδιστα διάγειν. | |
Prog.12.5.2 | ἑορτὴ δὲ ἡ μὲν τῆς οἰκίας, ἡ δὲ πόλεως, ἡ δὲ ἔθνους. μίαν δὲ οἶδα κοινὴν ἁπάντων ὁπόσοι ζῶσιν ὑπὸ τὴν Ῥωμαίων ἀρχήν. γίγνεται δὲ ἐνιαυτοῦ τοῦ μὲν πεπαυμένου, τοῦ δὲ ἀρχομένου. | |
Prog.12.5.3 | πρῶτον μὲν οὖν προσιοῦσα ποθεινόν τι χρῆμά ἐστι καὶ δοκεῖ τοῖς ἀνθρώποις βραδύνειν ὁ χρόνος καὶ ἐπείγονται λαβέ‐ | |
σθαι τῆς ἑορτῆς, ὥσπερ τῆς γῆς ἐπιθυμοῦσιν οἱ πλέ‐ | ||
5 | οντες. ἔπειτα πᾶς ὥρμηται ἀναλίσκειν ἡκούσης, ὅτῳ τε πολλὰ χρήματα καὶ ὅστις φειδόμενος ἀργύριόν τι συν‐ έλεξεν. ἐσθῆτα δὲ ὁ μέν τις ἔπλυνεν, ὁ δὲ ἐχρήσατο. | |
Prog.12.5.4 | καὶ οἷς μὲν γεωργία, πάντα ὅσα ἀγρὸς δίδωσι φέ‐ ρεται τά τε ἄλλα καὶ ὀρνίθων μυρία γένη τῶν μὲν τιθασῶν, τῶν δ’ ἀγρίων. οἷς δ’ ἀπὸ τῶν χει‐ ρῶν ὁ βίος, τούτοις γε καὶ τὰ παρὰ τῶν καπηλευόν‐ | |
5 | των ἀρκεῖ. τότε γὰρ μάλιστ’ ἂν ἴδοις ἀγορὰν ἀνθοῦ‐ σαν. | |
Prog.12.5.5 | τῇ μὲν οὖν προδρόμῳ τῆς ἑορτῆς ἡμέρᾳ δῶρα δι’ ἄστεος κομίζεται ὅσα ἂν τράπεζαν ποιήσαι λαμ‐ πράν, τὰ μὲν παρὰ τῶν δυνατῶν ἀλλήλους τιμώντων, τὰ δὲ τούτοις παρὰ τῶν ὑποδεεστέρων, παρὰ δὲ τού‐ | |
5 | των ἐκείνοις, τῶν μὲν θεραπευόντων τὴν ἐκείνων ἰσχύν, τῶν δὲ τοῖς θεραπεύουσι τῆς ἑαυτῶν μεταδιδόντων τρυφῆς. | |
Prog.12.5.6 | ἑσπέρας δ’ ἡκούσης ὀλίγον μὲν τὸ καθεῦ‐ | |
δον, οἱ πολλοὶ δ’ ἐν ᾠδαῖς τε καὶ πηδήμασι καὶ σκώμ‐ μασιν, ἃ δὴ καὶ τοῖς ἐν τοῖς ἐργαστηρίοις ἐμβάλλοντες θυροκοποῦντες κατατωθάζουσι καὶ οὐκ ἐῶσι καθεύδειν. | ||
5 | καὶ οἱ μὲν ἀγανακτοῦσιν οἷς ἀκούουσι, τοῖς δὲ τοῦτο γέλως, καὶ οὐδεὶς οὕτω στρυφνὸς ὅστις ἂν παριὼν ἐπιτιμήσαι τοῖς δρωμένοις, ἀλλὰ καὶ ὅστις κρείττων γέλωτος, ἐγέλασεν. | |
Prog.12.5.7 | ὄρθρου δ’ ὑποφαινομένου καὶ ἀλεκτρυόνος ᾄδοντος οἱ μὲν κοσμοῦσι δάφνης τε κλά‐ δοις καὶ ἑτέροις εἴδεσι στεφάνων τὰ αὑτῶν ἕκαστοι πρόθυρα, οἱ δὲ ἄγουσιν εἰς ἱερὰ σὺν εὐφημίαις ἄνδρα | |
5 | ἱπποτρόφον λάμποντες ἐσθήμασιν ὧν τὸ πλέον πορ‐ φύρα. καὶ λαμπάδια πολλὰ παρέχει τὸ φῶς. τῷ δὲ ἕπονται θεράποντες διασπείροντες εἰς τὸν ὄχλον ἀργύ‐ ριον. καὶ τὸ δέξασθαι φερόμενον παρώσαντα τὸν πέ‐ λας ἥδιστόν τε καὶ χαίρουσιν ἐνταῦθα καταπατούμενοι. | |
Prog.12.5.8 | θύσαντες δὲ καὶ νίκην αἰτήσαντες παρὰ τῶν θεῶν | |
οἱ τοὺς ἵππους ἐπὶ ταῖς ἁμίλλαις τρέφοντες χωροῦσι παρὰ τοὺς ἄρχοντας διδόντες τοῖς τῶν ἀρχόντων ὑπη‐ ρέταις χρυσοῦς. ἡ βουλὴ δὲ παροῦσα ταῦτα | ||
5 | ὁρᾷ τε καὶ δρᾷ. καὶ γὰρ ἐκ τῶν ἐκείνων χειρῶν τοῖς ὑπηρέταις ἀφικνεῖται ταῦτα. καὶ μὴν καὶ ὁ ἄρχων τότε τὸν ἄρχοντα ἐφίλησε χρυσὸν τὸν μὲν δούς, τὸν δὲ λαβών. | |
Prog.12.5.9 | ῥεῖ δὲ καὶ ἄλλοις πολὺ πανταχόθεν χρυσίον τῶν μὲν τοὺς ἄρχοντας μιμουμένων, τῶν δὲ εἰσάπαξ διδόντων, ὧν δὴ καὶ οἱ σοφίαν εἰσὶ μανθάνοντες τιθέντες τηνικαῦτα μὲν μισθὸν τόνδε τῆς ἑορτῆς ἕνεκα. | |
5 | ἡμέρας δὲ φανείσης οἱ μὲν τοὺς ἐν τῇ νυκτὶ πότους, πίνουσι γὰρ δὴ τῆς νυκτὸς ὁπόσοις γε τοῦτ’ εἶναι δοκεῖ τῆς ἑορτῆς τὸ κεφάλαιον, τὴν οὖν ἐν νυκτὶ πόσιν ἄμετρον δηλοῦσι τῇ μέθῃ καὶ ἀνάγκη κεῖσθαι καθεύ‐ δοντας, οἱ δ’ αὖ δεξιώτεροι ἐν φροντίσιν ἔχουσι τὴν | |
10 | τῶν δώρων πομπήν. | |
Prog.12.5.10 | καὶ πολλοὶ τούτων διὰ στοῶν τε καὶ στενωπῶν πέμπουσι τὰ δῶρα, ὧν ὁ μέν τις τὸ πλέον ἀπέπεμψεν, ὁ δὲ οὐδέν. καὶ ὅ γε τὸ πᾶν προέ‐ μενος μειζόνως εὔφρανε τὸν δόντα. | |
Prog.12.5.11 | Τοιαῦτα μὲν τῆς νουμηνίας τὰ ἔργα, δευτέρᾳ δ’ ἱσταμένου τὰ μὲν τῶν δώρων οὐ μένει, νόμος δὲ οἴκοι μένειν, καὶ πρὸς κύβοις εἰσὶ δεσπόται τε ἀναμὶξ καὶ οἰκέται. καὶ ῥᾳθυμῆσαι τότε οἰκέτην οὐδὲν δεινόν. | |
Prog.12.5.12 | ἀλλὰ καὶ μεθύων τις αἰτίαν διέφυγε τῆς ἑορτῆς παραιτουμένης, ἐπεὶ καὶ παιδαγωγός τις ἄγριος τότε οὐκ ἄγριος καὶ διδάσκαλος ὅστις χαλεπός, τότε οὐ χαλεπός. ἀλλ’ ἰσηγορίαν ὁ καιρὸς ποιεῖ καὶ μάστιγες | |
5 | μὲν ἠρεμοῦσι καὶ πληγαί, γέμει δὲ πάντα εἰρήνης τε καὶ ἐλευθερίας καὶ ἡδονῆς. καὶ οὐδεὶς οὕτω πτωχὸς ὅστις λαμπρᾶς ἐδωδῆς εἰς πλησμονὴν οὐχ ἧκε. βρύει γὰρ ἅπασι τοῖς τοιούτοις ὁ καιρὸς καὶ πάντων ἐν χερσὶ πάντα καθάπερ τῆς γῆς ἀνιείσης. οὕτω τοι ἥδι‐ | |
10 | στον ὁμοίως καὶ δοῦναι καὶ λαβεῖν. | |
Prog.12.5.13 | Τρίτῃ δ’ ἱσταμένου ζεύγνυται μὲν ἅρματα ἁμιλλητήρια, πολλὴ δ’ ὑπὲρ τῆς νίκης ἔρις, πολὺς δ’ ὅμιλος ἐν ἱπποδρόμῳ καὶ λουτρὰ ἐπ’ ἐκείνῳ καὶ ἐπὶ | |
τούτοις τράπεζαι καὶ ἐπὶ τῶν αὐτῶν τραπεζῶν κύβοι | ||
5 | καί τισιν ἡ περὶ ταῦτα ἔρις προσανάλωσε τῇ ἡμέρᾳ τὴν νύκτα καὶ οὐκ ἐγένετο πόνος ἡ ἀγρυπνία. | |
Prog.12.5.14 | Τετάρτη δὲ ἡμέρα τὴν μὲν ἀκμὴν τῆς ἑορτῆς ἀμβλύνει, τὸ πᾶν δὲ οὐδ’ ἡ μετ’ ἐκείνην σβέσαι δύ‐ ναιτ’ ἄν, ἀλλ’ ὥσπερ αὔρα τις ἔτι λεπτὴ πνέουσα κατ‐ έχει τοὺς ἀνθρώπους ἐν ἀμυδροτέραις εὐφροσύναις ὁ | |
5 | καιρός, καὶ μόλις πως καὶ σὺν ὄκνῳ τῶν ἔργων ἅπτον‐ ται καθάπερ ἵπποι διὰ χρόνου πάλιν ὑπαγόμενοι ζυγῷ καὶ ὁμοῦ τε πρὸς ἔργον χωροῦσι καὶ εὔχονται τὴν αὐ‐ τὴν αὖθις ἑορτὴν ἐπιδεῖν. | |
8 | ||
Prog.12.6t | μέθης. | |
Prog.12.6.1 | Τὸν οἶνον ἢν πίνῃ τις μετρίως, τό τε σῶμα ὤνησε τήν τε ψυχὴν οὐκ ἔβλαψεν· ἢν δ’ ἐκφέρηται πρὸς ἀμετρίαν καὶ πίνῃ πρὸς ὑπερβολὴν καὶ ἤδη μεθύ‐ σκηται, τοιάδε ἀνάγκη πάσχειν. | |
Prog.12.6.2 | εἶδον γὰρ δὴ μεθύ‐ | |
οντα ἄνθρωπον ἔν τε αὐτῷ τῷ συμποσίῳ καὶ οἴκαδε ἰόντι παρηκολούθησα. ἕως μὲν οὖν οὐκ ἐμπέπληστο, πάνυ σωφρόνως τε διελέγετο καὶ ἦν ἥμερος καὶ εἶπεν | ||
5 | ἄν τι οὐκ ἄμουσον καὶ σκῶμμα ἂν ἠνέσχετο· κρατοῦν‐ τος δὲ ἤδη τοῦ οἴνου καὶ τυραννοῦντος τό τε σῶμα ἠρυθραίνετο πρόχειρός τε ἦν εἰς ὀργὴν καὶ ὕβριζε μὲν εἰς ἑτέρους, εἰ δέ τις χαριεντίσαιτο, ἐδυσχέραινε. | |
Prog.12.6.3 | κατηγόρει δὲ καὶ τοῦ οἰνοχόου μηδὲν ἁμαρτάνοντος καὶ ἥ τε κύλιξ ἐξέπιπτε τῆς χειρὸς τό τε βλέμμα παρ‐ ήγετο ἥ τε γλῶττα τὸ αὐτὸ ἐπεπόνθει. ὡς δὲ ἀνί‐ στασθαι ἔδει, τῶν ὀρθωσόντων ἐδεῖτο καὶ ἀξόντων. | |
Prog.12.6.4 | καὶ μέχρι μὲν ἐπὶ τὴν ἀγορὰν ἧκεν, εἴχετο τοῦ ἄγοντος· ὡς δ’ ἐνταῦθ’ ἐγεγόνει, τὸν μὲν ἀφῆκεν, ἐπειρᾶτο δ’ ἀρκεῖν αὑτῷ, οὐ μὴν ἴσχυσεν, ἀλλ’ ἐῴκει τοῖς παραπαίουσι τῇδε κἀκεῖσε φερόμενος ἐλπίδα παρέ‐ | |
5 | χων ἀεὶ πεσεῖσθαι, τῷ δ’ αὐτῷ καὶ γέλωτα. οὐ γὰρ ἦν ὅστις ἄνευ τοῦ γελᾶν ἑώρα. τῶν δὲ συνήθων ὅστις | |
προσέλθοι βοηθήσων, οὔτ’ ἐγνωρίζετο δυσμενοῦς τ’ ἔργον ἐδόκει ποιεῖν. | ||
Prog.12.6.5 | μόλις δ’ ἐλθὼν οἴκαδε πολλῶν ἐφεπομένων, ἡδονὴν γὰρ δὴ παρεῖχεν ἡ τοῦ μεθύον‐ τος συμφορά, τοῖς μὲν οἰκέταις ὡς υἱέσι διελέγετο, τοῖς δ’ αὖ υἱέσιν ὡς οἰκέταις, ἡ γυνὴ δὲ αὐτῷ κακῶς | |
5 | ἐδόκει τἄνδον διῳκηκέναι πλημμελοῦσα οὐδέν, καὶ οὐ‐ δενὸς ἐπ’ αὐτὴν ἐφείδετο ῥήματος, τρανὲς δὲ οὐδὲν οὐδ’ ὁλόκληρον, ἀλλὰ τοῦ μὲν γράμμα, τοῦ δ’ ἀφῄ‐ ρητο συλλαβή, τοῦ δέ τι καὶ πλέον. | |
Prog.12.6.6 | καθίζων δὲ διεμέμφετο τὴν οἰκίαν ὡς οὐκ ἐθέλουσαν ἑστάναι καὶ ἐβόα πολλὰ δὴ καὶ συνεχῆ καθάπερ ἀδικούμενος. ἔπειτα ἐκταθεὶς ἔκειτο κατειλημμένος ὕπνῳ μάλιστα ἐοικότι θα‐ | |
5 | νάτῳ. μακροῦ δὲ τούτου τετυχηκὼς ἡμέρας φανείσης ἀπέ‐ λαβε τοὺς λογισμοὺς ὧν ἐπεπόνθει ὑπὸ τῆς μέθης αὐ‐ τὸς μὲν εἰδὼς οὐδέν, τοὺς ἄλλους δὲ διδασκάλους ἔχων. | |
7 | ||
Prog.12.7t | ἔαρος συγγραφικῷ χαρακτῆρι. | |
Prog.12.7.1 | Τὸ δὲ ἔαρ φιλῶ τε πλέον ἢ τὰς ἄλλας ὥρας | |
καὶ οἷόν ἐστιν ἐθέλω διηγήσασθαι. λύει μὲν γὰρ ὥσ‐ περ ἐκ δεσμωτηρίου τοὺς ἀνθρώπους τοῦ χειμῶνος καὶ τὴν ἡμέραν πολλῷ δείκνυσι διαφέρουσαν τῆς νυκτός, | ||
5 | ἐλευθεροῖ γὰρ τὰς ἀκτῖνας τῶν νεφῶν. | |
Prog.12.7.2 | καὶ τότε δὴ φαιδρός τε ἥλιος καὶ ἥμερος καὶ τερπνὸς τοῖς σώμασι θερμότερος μὲν ἢ τοῦ χειμῶνος προσβάλλων, οὔπω δ’ εἰς ἀμετρίαν τῆς θερμότητος ἐκβαίνων, ὃ δὴ τοῦ θέ‐ | |
5 | ρους πέφυκε ποιεῖν, ὥσθ’ ἡδέως ἄν τις ὑπ’ αὐτῷ μέρος οὐ μικρὸν τῆς ἡμέρας διατρίψειε. | |
Prog.12.7.3 | τότε δὴ καὶ τὴν ἠῶ ῥοδοδάκτυλον ἔξεστι προσειπεῖν. ἀλλὰ καὶ τὴν νύκτα ποιεῖ τερπνὴν τὰ ἄστρα φαινόμενά τε καὶ οὐ κρυπτόμενα. καὶ γίνεται ἀγρυπνοῦντι θέαμα | |
5 | ἥδιστον πεποικιλμένος τοῖς τύποις ὁ οὐρανός. | |
Prog.12.7.4 | ἡ γῆ δὲ τὰ παρ’ αὑτῆς ἐκφέρει, καὶ χλωρὰ τότε τὰ λήια γεωρ‐ γοὺς εὐφραίνοντα ταῖς ἐλπίσιν. ἀλλὰ καὶ δένδρα τὴν κόμην ἀπολαμβάνει καὶ πάντα ἐν ἐπαγγελίαις καρπῶν. | |
5 | καί τις ἀφ’ ὑψηλοῦ βλέπων μὲν εἰς τὴν ἤπειρον, βλέ‐ πων δ’ εἰς τὴν θάλατταν οὐχ ἥττω τὴν εὐφροσύνην ἂν ἀπὸ ταύτης ἢ ἀπὸ τῆς ἠπείρου καρπώσαιτο. | |
Prog.12.7.5 | ἀνοί‐ γνυται τότε καὶ ἡ θάλαττα τοῖς πλωτῆρσιν. οὐ γὰρ ὑψηλὰ τότε τὰ κύματα οὔτε ὄρεσιν ἐοικότα, ἀλλ’ ὕπτια μὲν αὐτῇ τὰ νῶτα, ἐμπόρων δὲ μεστὰ τῶν τε τὰ πε‐ | |
5 | λάγη περαιουμένων τῶν τε κατὰ γῆν ἐπιμιγνύντων. οὐ γὰρ ὁδοὶ τραχεῖαι οὔτε ὄμβροι λυπηροί. | |
Prog.12.7.6 | ἀλλὰ καὶ αὐτὸ τὸ πορεύεσθαι καὶ παρ’ ἀλλήλους ἰέναι τῶν κερδῶν οὐ μεῖον εἰς ἡδονήν. ποταμοὶ δὲ οἱ μὲν ἀέναοι καθαροί, οἱ δὲ χείμαρροι σωφρονέστεροι. καὶ αἱ πηγαὶ | |
5 | δὲ πολὺ βελτίους ἢ τοῦ χειμῶνος. | |
Prog.12.7.7 | ἀργεῖν δ’ ἐν τού‐ τοις ἐθέλει μὲν οὐδείς, πρὸς ἔργον δ’ ἐπείγεται καὶ μελέτην ὁ ἱππεύς, ὁ τοξότης, ὁ κυνηγέτης. ἐοίκασι δ’ ἀναβεβιωκόσιν οἱ ἄνθρωποι τὰ πολλὰ μὲν ἀγοράζοντες, | |
5 | χωροῦντες δὲ καὶ ἐπ’ ἀγροὺς καὶ τρυφῶντες ἐν ὀρ‐ νίθων τε ᾠδαῖς καὶ ἀνθέων ὀδμαῖς. | |
Prog.12.7.8 | ᾄδει μὲν ἐν ἔαρι χελιδών, ᾄδει δὲ καὶ ἀηδών, αἱ Πανδίονος θυγα‐ τέρες αἱ ἠδικημέναι παρὰ τοῦ Θρᾳκός. ἀλλὰ καὶ τὰ | |
ἄλλα τῶν ὀρνίθων γένη φαίνεται πανταχοῦ πετόμενα | ||
5 | καὶ τοῖς οἰωνισταῖς ὀξείας ποιεῖται τὰς μαντείας. καὶ κινεῖται δὲ πρὸς μίξιν τὰ πετεινὰ καὶ τὰ ἄλλα πάντα. ἀγροὶ δὲ ἥδιστοι φωνῇ τε ἀρνῶν καὶ ὅπερ ἔφην ἤδη, τοῖς ἄνθεσι. τῷ ῥόδῳ, τῷ ἴῳ, τῷ κρίνῳ, τοῖς ἄλλοις ἃ ἡδὺ μὲν ἰδεῖν, ἡδὺ δὲ καὶ εἰς χεῖρας λαβεῖν. | |
Prog.12.7.9 | ἐπὶ ταῦτα τὸ ἔαρ ἐξάγει τοὺς ἀνθρώπους καὶ κατακλίνει καὶ εὐωχεῖ τερπομένους μὲν οἴνῳ, τερπομένους δὲ στε‐ φάνοις. οὐδὲ γὰρ ἀνέχονται συμπίνειν ἄνευ ῥόδων, | |
5 | ἀλλ’ ἔστι ταῦτα πανταχοῦ πολλά, ἐν τραπέζαις, ἐν ἐκ‐ πώμασιν, ἐν χερσίν, ἐν κεφαλαῖς, τὰ δὲ καὶ διέρριπται κατὰ γῆς. | |
Prog.12.7.10 | ταῦτα καὶ τὰς πόλεις φαιδροτέρας ποιεῖ γεωργῶν κομιζόντων τε καὶ ἀποδιδομένων. μετὰ τού‐ των καὶ αἱ παρθένοι καθεύδουσι. καὶ ὅποιπερ ἂν ἴδῃς, ῥόδα ὄψει λάμποντα. τιμᾶται γὰρ τὸ ἄνθος καὶ ἀγα‐ | |
5 | πᾶται μάλιστα τῆς ὥρας τὸ χάριεν δεικνύον. χαίρουσι δ’, οἶμαι, καὶ οἱ θεοὶ τοῖς ἀπὸ τούτων στεφάνοις | |
ὥσπερ καὶ λιβανωτῷ. | ||
Prog.12.8t | λιμένος. | |
Prog.12.8.1 | Τῶν δὲ πόλεων αἱ μὲν θαλάσσης ἀποδιέστησαν, αἱ δ’ ἐπ’ αὐτοῖς τοῖς αἰγιαλοῖς κατῳκίσθησαν. εὐδαί‐ μονες δὲ μᾶλλον τῶν πόλεων αἱ προσοικεῖν λαχοῦσαι τὴν θάλασσαν. ἅ τε γὰρ φέρει τοῖς ἐνοικοῦσιν ἡ γῆ, | |
5 | διαδέχεται θάλασσα ἅ τε μετὰ ταύτην ἀντεισφέρει τὸ πέλαγος, ἤπειρος δέχεται. | |
Prog.12.8.2 | καὶ τὴν ἐπιμιξίαν ἀμφοῖν ποιοῦσι λιμένες. τῶν δ’ αὖ λιμένων οἱ μὲν τέχνης προέρχονται καὶ χερσὶν ἐσκευάσθησαν, τοὺς δὲ φύσις ἀνῆκε μηδὲν εἰς τοῦτο δεομένη τῆς τέχνης, ὃν δὲ νῦν | |
5 | εἶδον, εἴργασται μὲν ἡ φύσις, εἰπεῖν δὲ ὡς ἔχει προ‐ ῄρημαι. | |
Prog.12.8.3 | Πλευραὶ γῆς ἐξανέχουσαι καὶ παρ’ αὐτὸ χωροῦσαι τὸ πέλαγος εἰς ἀλλήλας ἐπανακάμπτουσι καὶ πρὸς ἀλλήλας ἰοῦσαι κύκλον τελοῦσι καὶ κύκλον οὐχ ὅλον, ἀλλ’ ὅσον στόμα τῷ λιμένι καταλιπεῖν. | |
Prog.12.8.4 | ἔπει‐ τα νῆες αἱ μὲν ἔνδον εἰσὶν ὁρμιζόμεναι, αἱ δὲ τὸν | |
ὅρμον ἐκλείπουσι. καὶ αἱ μὲν ἄρτι πελάγους καταίρου‐ σιν, αἱ δὲ ἐπὶ πέλαγος αἴρονται. καὶ πάσας κομίζει οὐ | ||
5 | μόνον, οἶμαι, τὸ πνεῦμα προσπῖπτον, ἀλλ’ ἤδη καὶ χεῖρες ἐρετῶν ἐπεισήνεγκαν. ταῖς μὲν γὰρ αὐτῶν κατὰ πρύμναν τὰ πνεύματα, ταῖς δὲ ἐρετῶν ἀντὶ πνεύματος ἀρκοῦσιν αἱ χεῖρες. | |
Prog.12.8.5 | καὶ τὸ μὲν εἰς γῆν ἐκ θαλάτ‐ της κομίζουσαι ἐπεξήγαγον, τὸ δὲ ἀπὸ τῆς γῆς ἐπὶ τὰς ναῦς τὰ προσήκοντα τίθενται. καὶ τῶν παρ’ ἑκατέροις γεγονότων ὁ λιμὴν ὑπῆρχεν ἐπίδειξις. | |
Prog.12.8.6 | στοαὶ δ’ ἐφ’ ἑκατέρας πλευρᾶς τοῖς προσιοῦσιν ἀναπαυστήριοι. καὶ Ποσειδῶνος ἐγκατῳκοδόμητο τέμενος, ὃν ἐκάλουν μὲν ἅπαντες, οὐ μὴν ἐπὶ τοῖς ἴσοις ἐκάλουν, ἀλλ’ οἱ μὲν | |
5 | σωτηρίαν πρὸς τὸ μέλλον αἰτοῦντες, οἱ δὲ χάριν εἰδότες οἷς διεσώθησαν. | |
Prog.12.8.7 | εὐχὴ καὶ δέος κατεῖχε τὸν χῶρον καὶ ἀγωνία ἡδονῇ συναναμέμικτο. τούς τε γὰρ ἄρτι προσιόντας ἡ χάρις τούς τε ἐκπλεῖν ἤδη μέλλοντας κατεῖχε τὸ δέος. ἀμφοτέροις δὲ ἦν πρὸς ἱκετείαν ὁ | |
5 | Ποσειδῶν ἢ κληθεὶς ἢ καλούμενος. | |
Prog.12.8.8 | Τούτων εἰς ἅπαν τὴν ἡδονὴν διελθεῖν ἀπορώ‐ τερον, πλὴν εἴ τις αὐτοὺς τοὺς πλέοντας παραστήσαιτο μάρτυρας. | |
3 | ||
Prog.12.9t | κήπου. | |
Prog.12.9.1 | Εὐδαίμονες δ’ ἄρα ἦσαν οἱ Φαίακες, οὐχ ὅτι ἐκ θεῶν ἐγεγόνεσαν, ἀλλ’ ὅτι ἐτίμων πρὸ παντὸς τὰ κηπεύματα. τὸ μὲν οὖν εὐτυχὲς ἐν τοῖς Φαίαξιν ἐκ τῶν κηπευμάτων ἐγνωρίζετο, ἐγὼ δὲ ὃ τεθέαμαι καὶ | |
5 | διεξιέναι βούλομαι. | |
Prog.12.9.2 | Χῶρος ἦν καθειμένος ἅπας, ὑπέρρει δὲ ἐς αὐ‐ τὸν ὅσα τῶν ὀρῶν συνέπιπτε ῥεύματα. αἱμασιὰ δὲ περιεῖχε τὸν χῶρον, οὐχ ἧς ἄν τις προσαψάμενος ἔπαθεν, ἀλλὰ λίθων συγκειμένων λογάδην. | |
Prog.12.9.3 | ταύτην στοῖχος φυτῶν διεδέχετο, φυτῶν δὲ οὐχ ἃ γεωργῶν οἶδε προέρχεσθαι, ἀλλ’ ὅσα φέρειν ἐπίσταται φύσις. πτελέαι γοῦν αἰγείροις συμπεφύκεσαν, ἄμπελοι δ’ ἐπαν‐ | |
5 | εῖχον αὐταῖς τὸν οἰκεῖον καρπὸν ἐκείνων εἶναι δο‐ κεῖν παρεχόμεναι. | |
Prog.12.9.4 | διεδέχοντο δὲ τὰς ἀμπέ‐ λους συκέαι, ἃς γλυκερὰς ἄν τις ποιητὴς παρωνόμασε. μηλέαι δὲ μετὰ τὰς συκᾶς ἐπεφύκεσαν βεβαιοῦσαι τὸν μῦθον τῷ χρώματι, χρυσὸς γὰρ ἐδόκει τοῦ καρποῦ | |
5 | καταφαίνεσθαι. τὸ δὲ λοιπὸν ἅπαν διῄρητο πρὸς πρα‐ σιάς. | |
Prog.12.9.5 | καὶ πηγὴ κατὰ μέσον ἀνέβλυζε ῥεῦμα φέρουσα τοῦ κύματος ὀξύτερον. ὄρνιθες δὲ ἐφεῖντο παντοδα‐ ποὶ κατακηλοῦντες μὲν ταῖς ᾠδαῖς τοὺς ἀκούοντας, εὐ‐ ωχοῦντες δὲ τοὺς θηρῶντας ταῖς ἄγραις. | |
Prog.12.9.6 | Ταῦτα ἰδεῖν ὑπῆρχεν ἐν ἡδονῇ, διεξελθεῖν δὲ | |
τοῖς ἀκούουσιν ἥδιον. | ||
Prog.12.10t | θήρας. | |
Prog.12.10.1 | Θήρας δὲ τὸ μὲν ἔσχεν ἀήρ, τὸ δὲ ἔλαχε θά‐ λασσα καὶ μετ’ ἀμφότερα τελευτᾶν ἔγνωκεν ἤπειρος. ἣ κρεῖττον ἀμφοῖν προῆλθε καθάπαξ. ἀέριος μὲν γὰρ καὶ ὅση πρὸς θάλατταν τέχνης μᾶλλον ἢ ῥώμης προσ‐ | |
5 | δεῖται, θήρα δὲ ἡ πρὸς ἤπειρον τέχνης μὲν οὐχ ἧττον, ὅτι μὴ μᾶλλον, ῥώμης δὲ μᾶλλον ἢ τέχνης δεῖται. διὸ θαυμάσας ἣν ἐργάζεται γῆ, ταύτην κατιδὼν ἀφηγή‐ σομαι. | |
Prog.12.10.2 | Ἑσπέρα μὲν ἦν καὶ φῶς σελήνης οἷον μήτε ἅπαν ἰδεῖν μήτε λαθεῖν παντελῶς ἐῶν τὸ φαινόμενον, ἄνδρες δὲ ἄρτι πόλεως ᾔεσαν οἷς ὁ βίος πρὸς θήραν, ἐπαγόμενοι θήρατρα καὶ στάλικας, οἷς ἔστι θηρᾶν | |
5 | καὶ διώκειν μὲν ἵππους, ἰχνεύειν δὲ κύνας καὶ κατέ‐ χειν πρὸς τούτοις τὰ φεύγοντα. | |
Prog.12.10.3 | ὡς δὲ ἐς ὄρος προσῄεσαν, θηρᾶν ἐπετήδευον ἃ θηρᾶν ἐβεβού‐ λευντο. καὶ πρῶτον μὲν κύνας εἰς τὴν θήραν ἀνῆκαν εὐρίνῳ βάσει τὸ λανθάνον ἰχνεύοντας ποιητὴς 〈ἂν〉 | |
5 | ἔφη τις. καὶ σιγῇ μὲν θηρᾶν ἐπετήδευον, τὸ δὲ θήραμα πρὸς ὕπνον τραπὲν ἐπετήδευον, ὡς δὲ ἠπόρουν σιωπῇ κατασχεῖν, βοὴ συμμιγὴς ἐξ ἁπάντων ἐφέρετο, ὑλακὴ μὲν κυνῶν, βοὴ δὲ ἀνδρῶν, τῶν δὲ ἵππων χρεμετισμός, καὶ τῆς εὐνῆς τὸ θηρίον ἐξαναστὰν πρὸς τὴν ἔκπληξιν | |
10 | ὁμόσε τοῖς θηρῶσιν ἐφέρετο καὶ καταστὰν εἰς ἀλκὴν φόβον προϊὸν ἢ πόθον τῆς τέχνης παρείχετο. | |
Prog.12.10.4 | συ‐ στραφέντες δὲ ὅμως παρ’ αὐτὰς ἔνδον εἰσώθουν τὰς στάλικας, ἤδη δὲ ἔνδον ἦν καὶ μικροῦ μὲν ἑαλώκει, προσπεσόντες δὲ ἐξ ἡδονῆς καὶ ἀτακτότερον ἀνεσόβουν | |
5 | τὴν θήραν. | |
Prog.12.10.5 | ἤδη δὲ δόρατος ἔργον ἦν καὶ ἐπέδει τοῦ βάλλοντος, καὶ τῶν μὲν κυνῶν ὑστερούντων εἰς δίωξιν, τῶν δ’ αὖ ἵππων οὐκ ἐφικνουμένων εἰς αἵρε‐ σιν ἔργον ἡ θήρα κατέστη τῶν τόξων, καὶ πεσὸν οἷς | |
5 | ἐβάλλετο κτείνουσι μέν, οὐ μὴν ἀτίμους τοὺς θεοὺς κατελίμπανον, ἀλλ’ ἀπάρχονται μὲν τῆς θήρας θεοῖς οἳ θήραν ἀνθρώποις ἐξεῦρον, κατευωχοῦνται δὲ πρὸς τὴν νίκην αὐτοὶ καὶ τὸ λοιπὸν τοῦ θηράματος ὑπό‐ μνημα νίκης ἐς τὴν πόλιν ἐκόμισαν. | |
Prog.12.10.6 | Ταῦτα τοῖς θηρῶσιν ἡδονὴ μὲν ἐς κίνδυνον, ἀδίκημα δὲ τοῖς ὁρῶσι σιγώμενον. | |
2 | ||
Prog.12.11t | ναυμαχίας. | |
Prog.12.11.1 | Τύχη δὲ ἄρα τῶν ἀνθρωπείων κατάρχουσα πρὸ παντὸς ἄλλου τῶν πολέμων ἐπιστατεῖ καὶ φέρει τὴν τῶν πραττομένων ῥοπὴν ἐφ’ ἑκάτερα. γῆ γὰρ καὶ θά‐ λαττα διαιροῦνται τὰς μάχας. καὶ πόλεμος μὲν ἠπειρω‐ | |
5 | τικὸς εἰς ἀλκὴν μάλιστα πράττεται, ναυτικὸς δὲ πρὸς ἀλκὴν ἅμα καὶ τέχνην. | |
Prog.12.11.2 | Δύο τοίνυν πόλεε νησιώτιδε πρὸς ἔριν ἀλλήλαις ἐλθοῦσαι πρὸς ἀγῶνα παρεσκευάζοντο ἐγκλήματα μὲν | |
πρὸς ἀλλήλας πραττόμεναι, τύχην δὲ φέρουσαι τοῦ κινδύνου τὴν πρόφασιν. ὡς δὲ ὁ κήρυξ οὐδὲν εἰρη‐ | ||
5 | ναῖον ἀπήγγειλε, παρεσκευάζοντο πρὸς τὸ μέλλον ἑκά‐ τεροι, δεξιὸν μὲν κέρας οἱ ἄριστα πλέοντες ἔχοντες, εὐ‐ ώνυμον δὲ οἱ κρατεῖν οὐ δυνάμενοι. | |
Prog.12.11.3 | καὶ προσβαλόν‐ τες ἀλλήλοις διέκπλοις καὶ ταῖς ἀναστροφαῖς κυκλω‐ σάμενοι ἅτεροι τῷ δεξιῷ κατὰ μέσον τοὺς λοιποὺς ἀπελάμβανον. καὶ ναῦς μὲν ἐμβαλούσης νεὼς διεφθεί‐ | |
5 | ρετο, ἄνδρες δὲ ζωγρηθέντες ἀπήγοντο. | |
Prog.12.11.4 | καὶ νὺξ μὲν ἐπῆν τῷ παθήματι, ἑκάτεροι δὲ ἐχώρουν πρὸς τὸ οἰκεῖον στρατόπεδον, οἱ μὲν νικηθέντες ἀγαπῶντες εἰ σώζοιντο, οἱ δ’ αὖ νενικηκότες τὰς μὲν τῶν νεῶν κε‐ | |
5 | νὰς ἀναδούμενοι, τὰς δ’ αὐτοῖς ἀνδράσι καθέλκοντες, καὶ τρόπαιον στησάμενοι μίαν ὧν εἷλον νεῶν ἀνέθε‐ σαν τῷ Ποσειδῶνι πρεσβεύοντες. | |
Prog.12.11.5 | Ταῦτα τόλμης μὲν ὑπῆρχεν ἰδεῖν, ἀδίκημα δὲ | |
μὴ διελθεῖν οἷα γεγένηται. | ||
Prog.12.12t | λέοντος κατέχοντος ἔλαφον. | |
Prog.12.12.1 | Ἀλκαὶ δὲ ἄρα σωμάτων ἐπαινοῦνται μὲν ἐν παν‐ τί, μάλιστα δὲ οἷς ὁ λόγος οὐκ ἔνεστιν. ὅθεν τὰ λέον‐ τος ἐρρωμένα παρέσχεν ἡ φύσις, μιμεῖσθαι δὲ τέχνη πειρᾶται καὶ διεξελθεῖν πεπλασμένα ὁ λόγος. | |
Prog.12.12.2 | Ἐν περιφανεῖ τοίνυν χώρῳ τοῦ ἄστεος λέων ἐξείκασται συμπεπλεγμένος ὥσπερ ἐν ὄρει πρὸς ἔλαφον. ἅπας τε γὰρ ἔχεται πάσης καὶ κατὰ μέρος διείληφεν, ὡς ἑλεῖν περιῆν. οἵ τε 〈γὰρ〉 ὀδόντες τῇ δειρῇ περι‐ | |
5 | πείρονται καὶ κόμη τῆς κεφαλῆς ἐπανίσταται καὶ συλ‐ λαβόντες ὄνυχες ἔχουσι. καὶ πρὸς ὅλην ἁλοῦσαν δι‐ αιρεῖται τὴν ἔλαφον στόματι δαπανῶν καὶ συνέχων τοῖς ὄνυξι καὶ πιέζων τῷ λοιπῷ σώματι, οὐρὰν δὲ συμπερι‐ είλικται τῆς μὲν παρ’ αὐτῆς πληγῆς οὐκέτι δεόμενος, | |
10 | ἀντ’ ἄλλου δὲ αὐτὴν ἐπιφέρων δεσμοῦ. | |
Prog.12.12.3 | ἡ δ’ αὖ ἔλα‐ φος τὸ μὲν κέρας ἀνῆκεν ὥσπερ αἰτιωμένη τὴν φύσιν εἰ μηδὲν αὑτῇ πρὸς μάχην ἐξήρκεσε, τὸ δέ οἱ πρόσωπον ἐγκάρσιόν τέ ἐστι καὶ πρὸς θάτερον νέ‐ | |
5 | νευκε καὶ τὸ στόμα ὑπανέῳγεν, ὀδόντας μὲν ὑπο‐ φαίνουσα, περιαλγοῦσα δὲ τῷ παθήματι. οἱ δὲ δὴ πόδες ἑστᾶσι μὲν οἱ πρῶτοι πρὸς τὴν γῆν καὶ τὸ βάθρον ἐρείδουσιν, οἱ λοιποὶ δὲ πρὸς γόνυ συγκάμ‐ πτονται καὶ κατὰ γῆς συνεάγησαν. | |
Prog.12.12.4 | καὶ σχηματίζε‐ ται μὲν πρὸς ἅπαν τοσοῦτον ὅσον ὁ λέων ἐμπεσὼν ἐβιάσατο. εὖ δέ μοι δοκεῖ ὁ δημιουργὸς ἐλάφου θήραν ὑπὸ πάντων στῆσαι τοῖς ὄμμασιν ὥσπερ ἐνδείξασθαι | |
5 | τοῖς πολλοῖς προαιρούμενος ὡς προελθοῦσι θηρᾶν εἰ‐ σιν ἔλαφοι πρόχειροι. | |
Prog.12.12.5 | λέγειν οὖν ἀφῆκεν ὁ λόγος ἃ μηδὲ λέγειν οἴκοθεν δύναται. | |
2 | ||
Prog.12.13t | Ἡρακλέους καὶ Ἀνταίου. | |
Prog.12.13.1 | Οὐρανόν τε καὶ γῆν διείλοντο μὲν οἱ θεῶν | |
κράτιστοι καὶ τὸ μέσον ἀμφοῖν ὁ χῶρος σημαίνει, δη‐ λοῦσι δὲ πλέον παῖδες θεῶν πρὸς ἀλλήλους ἀγωνιζό‐ μενοι. προελθὼν γὰρ Ἡρακλῆς τοῦ Διὸς πρὸς Ἀνταῖον | ||
5 | ἀνταγωνίζεται τὸν Γῆς προελθόντα πρότερον. | |
Prog.12.13.2 | καὶ συμπλεκομένους εἶδεν ὁ πρότερος χρόνος οὓς ἀγωνι‐ ζομένους κατέσχεν ἡ τέχνη. χῶρος γάρ τις περιφαινό‐ μενος ἄστεος ἀνεστηκότας ἀμφοτέρους παρέχεται. καὶ | |
5 | τὸν ἀγῶνα λήγοντα μᾶλλον ἢ καταρχόμενον οἱ πλά‐ σαντες ἀνέφηναν. ὡς γὰρ ἀγωνισμάτων πλείστων προ‐ γεγονότων ἀμφοῖν Ἡρακλῆς Ἀνταῖον αἴρει μετέωρον, αἴρει δὲ κατὰ κεφαλῆς ὠθῶν ἐπὶ γῆν. | |
Prog.12.13.3 | καὶ τὸ μὲν πρόσωπον πνέον ἔτι σώζει τοὺς πόνους. κεφαλὴ γὰρ πόνους ὑπερορᾷ καὶ μικροῦ τοῖς Ἀνταίου ποσὶν ἀπο‐ κρύπτεται. ἔπειτα δειρὴ πρὸς τὴν ὁρμὴν τῶν ἀγωνι‐ | |
5 | σμάτων ἀνέστηκε. | |
Prog.12.13.4 | τὼ δὲ δὴ χεῖρε πρὸς τὸν Ἀνταῖον ἔχει συμπλέξας καὶ πιέζει λαβὼν καὶ καταβαλεῖν ἀπει‐ λεῖ πρὸς τὴν φύσασαν ὥσπερ Ἀνταίῳ δεικνὺς ὡς οὐ‐ | |
δὲν ὀνήσει τοῦτον ἡ γῆ παράγουσα μὲν ὡς ἀμῦναι | ||
5 | προσήκουσα, ἀποροῦσα δὲ σώζειν ὥσπερ αὐτοῦ πίπτον‐ τος ἐν τῷ βάλλεσθαι. τὸ δὲ δὴ στέρνον Ἀνταίῳ συν‐ αποκρύπτεται. | |
Prog.12.13.5 | τὼ δὲ δὴ μηρὼ ἄμφω μὲν διεστήκασιν, ἀνέχει δὲ πρὸς Ἀνταῖον ὁ δεξιὸς ὥσπερ Ἡρακλέους ἀνιᾶσαι σπουδάζοντος οἷς καταβαλεῖν μὲν ἀπειλεῖ, πε‐ σεῖν δὲ πρὸς γῆν οὐ κατέλιπε. τοῖν δὲ δὴ ποδοῖν | |
5 | πρὸς τὸ βάθρον ἑκάτερος ἕστηκεν. | |
Prog.12.13.6 | ὁ δὲ δὴ λοιπὸς αἴρεται μὲν ἀπὸ γῆς καὶ δεῖσθαι τῆς τεκούσης οὐ συγκεχώρηται, φέρεται δὲ πρὸς ἀέρα μετέωρος τῆς μὲν συμμαχούσης ἀλλοτριούμενος, αἰρόμενος δὲ οἷς | |
5 | πεσεῖσθαι καταναγκάζεται, καὶ τὴν μὲν κεφαλὴν κάτω φέρεται βλέπουσαν, πεσεῖν δὲ θᾶττον οὐ συγκεχώρηται ἀνιαροτέραν ἄγων τὴν ἐλπίδα τοῦ μέλλοντος, καὶ προσ‐ άπαξ πεσεῖν οὐκ ἐώμενος ἀεὶ πεσεῖσθαι ταῖς ἐλπίσι δοκεῖ. | |
Prog.12.13.7 | ταῖν δὲ δὴ χεροῖν ἡ μὲν δεξιὰ λύειν πειρᾶ‐ ται τῶν Ἡρακλέους δεσμῶν τὴν πάγην, ἡ δ’ εὐώνυ‐ μος πρὸς γῆν τέταται δεομένη τε ὁμοῦ τῆς μητρὸς καὶ | |
προσερεῖσαι βουλομένη τῇ γῇ βαλλομένου τοῦ σώμα‐ | ||
5 | τος. | |
Prog.12.13.8 | τὸ δὲ δὴ στέρνον ταῖς Ἡρακλέους χερσὶ πιεζό‐ μενον ἔχεται, πρὸς δὲ τὴν βίαν ἡ γαστὴρ ὑποδίδωσι. τοῖν δὲ δὴ μηροῖν ἑκάτερος ἄνω μετέωρος φέρεται. καὶ τὼ πόδε φέρει πρὸς ἀέρα μέσον ἀνέχοντας ἐναλλὰξ | |
5 | τὴν θέσιν τοῖς ἀγῶσι φερόμενος· οὗ γὰρ ἔδει κεῖσθαι τοὺς πόδας, ἡ κεφαλὴ μετατέθειται, πρὸς ἃ δὲ τὴν κεφαλὴν ἑστάναι προσῆκεν, οἱ πόδες ἀνέχουσιν οὕτως Ἡρακλέους μεταβαλόντος τὸ σχῆμα τοῦ σώματος ὡς ἡ Τύχη τὴν μάχην. | |
Prog.12.13.9 | Ταῦτα καὶ θεωρεῖν ὑπῆρξεν ἐν ἡδονῇ καὶ τοῖς πλάσμασιν ἕστηκε βέβαια. | |
2 | ||
Prog.12.14t | ἑτέρα τῶν αὐτῶν. | |
Prog.12.14.1 | Ἐξέλιπε μὲν μετὰ τοὺς ἀγῶνας τὴν γῆν Ἡρα‐ κλῆς, μένει δὲ ὅμως ἐπὶ τῶν ἀγωνισμάτων ἐν γῇ καὶ θεοῖς συνδιαιτώμενος. ὥσπερ γὰρ οὐκ ἀνεχομένης τῆς Τύχης οὐδὲν ἐᾶσαι λαθεῖν ὧν Ἡρακλῆς ἠγωνίσατο | |
5 | τὴν τῶν πλασάντων ἐπεδείξατο τέχνην. ἡ δὲ πολλαχῇ μὲν ἀγωνιζόμενον ἔδειξε, μάλιστα δὲ οἷς πρὸς | |
παῖδα τῆς Γῆς ἀγωνίζεται. | ||
Prog.12.14.2 | Ἐν περιφανεῖ γὰρ χώρῳ τοῦ ἄστεος ἀνέστηκεν Ἡρακλῆς ἐν χαλκῷ πρὸς παῖδα τῆς Γῆς συμπλεκόμενος σκευὴν καθάπαξ οὐ περικείμενος. καί μοι δοκεῖ τὸν δημιουργὸν τοιοῦτον σχῆμα περιθεῖναι τῆς πάλης ὡς | |
5 | καθάπαξ τοῦ δημιουργοῦ τὸν Ἡρακλέα τοιοῦτον εἶναι συμπλάττοντος καὶ ὡς οὐκ ὂν Ἡρακλεῖ προκαλύπτε‐ σθαι πρὸς ἀγῶνα κινουμένῳ τοιόνδε. | |
Prog.12.14.3 | περίκειται δὲ τὴν κόμην στέφανος ἔτι μὲν αὐτῷ συνεστώτων τῶν πόνων, ὥσπερ δὲ οὐκ ἀναμένων τὸ πέρας εἰς κρίσιν, πρεσβύτερον δὲ τῆς νίκης 〈ἢ〉 τὸ τῆς μάχης ἔχων ὑπό‐ | |
5 | μνημα. | |
Prog.12.14.4 | εἶτα τὸ πρόσωπον ἐγκάρσιόν τε ἅπαν ἐστὶ καὶ πρὸς αὐτὸν βλέπει τὸν συμπλεκόμενον ὥσπερ οὐ‐ δὲ τοῦ προσώπου τὸ πρόσχημα φόβου χωρὶς καταλεί‐ ποντος. | |
Prog.12.14.5 | συνάγει δὲ τὰς ὀφρῦς ὁ θυμὸς καὶ τὴν ὀρ‐ γὴν ὁ δημιουργὸς οὐκ ἀφῆκε λαθεῖν. ἔπειτα συγκλεί‐ σας ἔχει τὸ στόμα τῆς ἀπὸ τοῦ πνεύματος ψυχαγωγίας οὐ προσδεόμενος. ἐγκάρσιος δέ ἐστιν ἡ δειρὴ καὶ πρὸς | |
5 | τὴν ὁρμὴν τῶν ἀγωνισμάτων ἀπένευσε τοσοῦτον τὸν δεξιὸν ὦμον ἀπολείπουσα ὅσον τῷ λαιῷ πιέζων ἐβά‐ ρυνε. | |
Prog.12.14.6 | ταῖν δὲ δὴ χεροῖν ἡ δεξιὰ μὲν τῆς ἐκείνου δεξιᾶς εἴληπται, χερσὶ δ’ ἴσαις οὐχ ὁμοίαν ἀγῶνος ἔδειξε τύχην. ἡ μὲν γὰρ προὔχει καὶ τύχῃ καὶ σχή‐ ματι, τῇ δ’ εὐωνύμῳ τὸ πᾶν πιστεύει τῆς νίκης ὥσπερ | |
5 | ἀγανακτῶν εἰ Διὸς γεννηθεὶς δεξιᾷ χειρὶ τὸν παῖδα τῆς Γῆς παραστήσαιτο. πιέζει δὲ τὴν δειρὴν τῇ λαιᾷ καὶ τῇ τεκούσῃ πελάσαι βιάζεται. | |
Prog.12.14.7 | τὸ δέ οἱ στέρνον ἐξώγκωταί τε καὶ ἐξοιδεῖ καὶ τὴν ἔνδον ὁρμὴν ὑποση‐ μαίνει τῷ σχήματι. παρατέταται δὲ ὑπὸ τῷ στέρνῳ γαστὴρ ὥσπερ ἄνω παρὰ τὸ στέρνον ὠθοῦσα τὸ πνεῦ‐ | |
5 | μα. | |
Prog.12.14.8 | τοῖν δὲ δὴ μηροῖν ὁ μὲν δεξιὸς ἐπ’ αὐτῷ τῷ ποδὶ τέταται καὶ προσερείδει τῷ βάθρῳ καὶ προδηλοῖ τὴν ὁρμὴν τοῦ πιέζοντος, ὁ δὲ δὴ λαιὸς ὑποβέβληται μὲν τοῖς Ἀνταίου μηροῖς, καὶ δεξιῷ λαιὸς | |
5 | οὐ προσφέρεται, ὠθεῖν δὲ ἐς τὸ ἄνω πειρώμενος ὅλον Ἀνταῖον ἐξωθεῖ τοῖς μηροῖς καὶ καταβαλεῖν ἀπειλεῖ πρὸς τὴν γῆν. | |
Prog.12.14.9 | ὁ δὲ Ἀνταῖος περίκειται μὲν οὐδὲν ἐπὶ τῆς κεφαλῆς, ἀρκέσειν δέ οἱ πρὸς τὴν μάχην ἡγεῖ‐ ται τὴν κόμην ἐπὶ μέγα προήκουσαν. καί μοι τὸν Ἀν‐ ταῖον κομᾶν ὁ δημιουργὸς ὑποπλάσαι δοκεῖ καὶ τῆς | |
5 | τεκούσης σημαίνων τὴν φύσιν καὶ τὴν μέλλουσαν αἰ‐ νιττόμενος ἧτταν. | |
Prog.12.14.10 | τὸ δέ οἱ πρόσωπον οὐδὲ ὅλον ἔχει καταμαθεῖν τὴν μητέρα, ἀλλὰ τὸ μὲν ἀφῆκεν εἰς γῆν ἀφορᾶν, ὡς ἂν νικηθεὶς τὴν μητέρα ἐπιμαρτύ‐ ραιτο καὶ κόμπον ἄλλως ἐξελέγξαι τὸ γένος, τὸ δ’ αὖ | |
5 | ἑτέρωσε νένευκεν οὐδὲ αὐτὸν ἰδεῖν τὸν νενικηκότα συγχωρηθέν. τὸ δέ οἱ στόμα διῆρται μὲν ὡς εἰς πάρ‐ οδον βιαζομένου τοῦ πνεύματος καὶ στένειν παρέχει τὴν ἧτταν καὶ μόνον θρήνων ὁ δημιουργὸς ἀφῆκεν ἐλεύθερον. | |
Prog.12.14.11 | πιεζομένη δὲ πρὸς τῆς βίας ἡ κεφαλὴ τὴν δειρὴν πᾶσαν ἀπέκρυψε καὶ λαιὸς αὐτὴν πιεζομέ‐ νην ὦμος ἀνέχει. | |
Prog.12.14.12 | τῶν δ’ αὖ χειρῶν ἡ μὲν δεξιὰ προκατείληπται καὶ καθίσταται πρὸς τὴν μάχην τοσ‐ | |
οῦτον ἀποδέουσα τοῦ συμμαχεῖν ὡς ἐκ τοὔμπαλιν ἕλκεσθαι. τῇ λοιπῇ δὲ χειρὶ τὸν μὲν Ἡρακλέους βρα‐ | ||
5 | χίονα παρέρχεται καὶ παρ’ αὐτὴν τὴν εὐώνυμον μα‐ σχάλην τέταται πάντη, πειρωμένη δὲ προσψαῦσαι τῆς πλευρᾶς ἁμαρτάνει τῆς νίκης. | |
Prog.12.14.13 | τὸ δέ οἱ στέρνον διέσχεν, οὐ μὴν ἐκ θυμοῦ, τῆς δ’ Ἡρακλέους δυνά‐ μεως τοσοῦτον πιεζούσης τὸ στῆθος ὅσον ὑποδῦναι τὴν γαστέρα ποιῆσαι. τοῖν δὲ δὴ μηροῖν ὁ μὲν δεξιὸς | |
5 | συμπλέκεται καὶ μετέωρος ἐκ τῆς Ἡρακλέους συμπλο‐ κῆς αἴρεται, ὁ εὐώνυμος δὲ βραχὺ μέν τι πρὸς γόνυ κέ‐ καμπται καὶ παντὶ ποδὶ ψαύει τῆς γῆς ὥσπερ οὐκ ἐώσης τῆς τεκούσης αὐτὸν καθάπαξ ἁλῶναι νικώμενον, ἀλλ’ ὅσον Ἡρακλῆς πειρᾶται καταβαλεῖν, τοσοῦτον ἡ γῆ πε‐ | |
10 | σεῖν οὐκ ἐᾷ. καὶ ἀγὼν Ἡρακλεῖ καταλείπεται, πρὸς Ἀνταῖον ὁ μὲν ἤδη συμπλεκόμενον, πρὸς δὲ τὴν μητέρα ὁ ἕτερος πεσεῖν οὐκ ἐῶσαν. ἓν δὲ ἀμφοτέρους βάθρον ἔχει καὶ τῆς γῆς ἐξαῖρον καὶ γῆς αὐτὸ μηδὲν ἐφαπτόμενον. | |
Prog.12.14.14 | Πόνους δὲ ἄρα τοὺς Ἡρακλέους οὐκ ἦν ἔξω | |
πόνων διεξελθεῖν. | ||
Prog.12.15t | Ἡρακλέους ἑστῶτος ἐν τῇ λεοντῇ. | |
Prog.12.15.1 | Οὐκ ἦν ἄρα τὸν Ἡρακλέα πεπαυμένον τῶν ἔρ‐ γων ἐπαίνου καταστῆναι χωρὶς οὐδὲ λῆξαι τοῦ θαύ‐ ματος, ὡς τῶν ἄθλων ἐπαύσατο, μένειν δὲ τοῖς ὁρῶσι [καὶ] πονοῦντα καὶ μετὰ πόνον πλαττόμενον. | |
Prog.12.15.2 | οἷον γοῦν ὁ δημιουργὸς εἰς περιφανῆ χῶρον ἀνέστησεν. ἀνάκειται γὰρ Ἡρακλῆς οὐχ οἷον εἶδεν ἡ Νεμέα προ‐ κινδυνεύοντα, ἀλλ’ οἷον Ἄργος ἀπέλαβεν ἐπ’ ἀναιρέσει | |
5 | τοῦ λέοντος. | |
Prog.12.15.3 | ἀνέστηκε γοῦν φέρων μὲν τῶν ἀγω‐ νισμάτων γνωρίσματα, λήξας δὲ ὅμως τῆς ἀγώ‐ νων ἀκμῆς. πρῶτον μὲν γὰρ αὐτῷ ἡ κεφαλὴ νεύει πρὸς γῆν καὶ δοκεῖ μοι σκοπεῖν εἴ τι κτείνειεν ἕτε‐ | |
5 | ρον. ἔπειτα δειρὴ συναπονεύει τῇ κεφαλῇ. | |
Prog.12.15.4 | καὶ ἅπαν τὸ σῶμα γυμνὸν προκαλύμματος, οὐ γὰρ ἦν Ἡρακλεῖ | |
μέλειν αἰδοῦς σκοπουμένῳ πρὸς ἀρετήν. τῶν δὲ δὴ χειρῶν ἡ μὲν δεξιὰ τέταται καὶ συγκέκαμπται κατόπιν | ||
5 | εἰς νῶτον, παρεῖται δὲ ἡ λαιὰ καὶ τείνει πρὸς γῆν. | |
Prog.12.15.5 | ἀνέχει δὲ αὐτὸν ὑπὸ μάλης τὸ ῥόπαλον ἐνιδρυμένον εἰς γῆν καὶ τῇ αὐτῇ ῥᾳστώνῃ χρησάμενον. καὶ τὸ ῥό‐ παλον ἀνέχει παυόμενον πάλιν, ὡς μαχόμενον ἔσωζεν. εὖ δέ μοι δοκεῖ ὁ δημιουργὸς διῃρηκέναι τοῦ ῥοπάλου | |
5 | τὴν τάξιν. δεξιῷ μὲν γὰρ χρῆται πονῶν, λαιῷ δὲ παυό‐ μενος ἐν ἡσυχίας καιρῷ. καὶ χεῖρα δέδωκεν ἄπρακτον. ἡ δὲ δὴ λεοντῆ τῷ ῥοπάλῳ προσίδρυται καὶ καλύπτει τόν τε λέοντα καὶ δι’ οὗ διέφθαρται. | |
Prog.12.15.6 | τοῖν δὲ δὴ ποδοῖν ὁ μὲν δεξιὸς ὁρμᾷ πρὸς ὁρμήν, ὁ δὲ λαιὸς ὑποβέβηκε καὶ τῷ βάθρῳ προσήρεισται καὶ παρέχει | |
τοῖς ὁρῶσι μαθεῖν οἷος Ἡρακλῆς καὶ πόνων παυόμενος· | ||
Prog.12.16t | Ἥρας. | |
Prog.12.16.1 | Γάμων δὲ ἄρα τὸν μὲν οἶδεν ὁ νόμος, ὁ δὲ καὶ πρὸς ἡδονὴν προῆλθεν εἰς βίον. καὶ τῶν γάμων οὓς ἡδονὴ μὲν ἐπίσταται παρὰ τὴν Ἥραν ἑτέρα θεὸς ἐπε‐ στάτησεν, ἡδονὴν δὲ ἣν οἶδεν ὁ νόμος Ἥρα παρήγα‐ | |
5 | γεν. ὅθεν καὶ θαυμάζειν ἐπῆλθε τοὺς πλάσαντας οἳ τιμᾶν τὴν Ἥραν ἐθέλοντες οὐκ ἔξω γάμων τῶν κατὰ νόμον ἐπλάσαντο. καὶ τὸ σχῆμα σημαίνει τὴν χάριν. | |
Prog.12.16.2 | ἐλθόντι γοῦν κατὰ τὸ μέσον τοῦ ἄστεος Ἥρα κατὰ μέσην ἀγορὰν συνανέστηκεν, οὐχ οἵαν ὁ Ζεὺς ἐκάλει πρὸς μίξιν οὐδ’ οἵαν Ἡρακλῆς ἐκίνει πλανώμενος, ἀλλ’ οἵαν καὶ αὐτὴ ἡ Ἀφροδίτη τετίμηκε πρὸς τὸν Ἡφαίστου | |
5 | βαδίζουσα γάμον. | |
Prog.12.16.3 | καὶ πρῶτον μὲν κεφαλὴν ἔσκεπε τὸ προκάλυμμα, τὸ δὲ μέχρι τοῦ λοιποῦ διῆκον σώμα‐ τος. τώ τε γὰρ ὤμω μετὰ τὴν κεφαλὴν καὶ τὸ στέρνον | |
μετὰ τοὺς ὤμους συμπεριβέβληται. καί μοι δοκεῖ παστά‐ | ||
5 | δος εἶναι τὸ πρόσχημα καὶ συζυγίαν ὁ πλάσας δηλοῦν τὴν θεόν, ὡς αἱ ἐζευγμέναι τοιάδε συγκρύπτονται. | |
Prog.12.16.4 | οὐ μὴν ὅτι τὰ τῆς κεφαλῆς αὐτῇ προκεκάλυπται, τὸν κόσμον ἀπέκρυψεν, ἀλλ’ ἔνδον μὲν ὁ κόσμος τοῦ προκαλύμματος σημαίνει τὸ κάλλος, ἐπίκειται δὲ τῷ κόσμῳ καὶ τὸ προκάλυμμα καὶ ὅλον σημαίνει τὸν κόσμον | |
5 | οἷς προκεκάλυπται. | |
Prog.12.16.5 | καὶ κρωβύλον ὥσπερ τινὰ κατὰ μέσην ἀνέχει τὴν κεφαλήν. εἶτα πλόκαμος μέχρι τῶν ὤμων καθεῖται καὶ παρῃώρηται πρὸς τὸ στέρνον. τὸ δὲ πρόσωπον εἰς χάριν ἀνεῖται. ὀφθαλμοὶ γάρ πως | |
5 | ἐρωτικῶς ἀποβλέπουσιν, αἱ δ’ αὖ παρειαὶ σμικρὸν ὑπο‐ λάμπουσι. στόμα δέ οἱ συγκέκλεισται καὶ τὴν ἐξ αἰ‐ δοῦς ὑποφαίνει σιγήν. | |
Prog.12.16.6 | ἡ δ’ αὖ δειρὴ κατ’ εὐθὺ νεύειν οὐκ οἶδεν, ἀλλὰ βραχύ τι πρὸς ἐγκάρσιον κέ‐ κλιται ὥσπερ ἐξ αἰδοῦς ἐπὶ θάτερα νεύσασα. τὸ δέ οἱ στέρνον δι’ ἀμφοῖν κέκρυπται· προκαλύπτει μὲν | |
5 | γὰρ πρῶτον χιτών, εἶτα ἐπανέχει θοιμάτιον. οὐ μὴν ὡς ἔχει τὸ στέρνον συνέκρυψεν. ὅ τε γὰρ ζωστὴρ ἔν‐ | |
δον ὑποσφίγγει τὸ στέρνον οἵ τ’ αὖ μαζοὶ βραχύ τι τοῦ προκαλύμματος φαίνουσιν. | ||
Prog.12.16.7 | εἶχον δ’ ἂν διελθεῖν καὶ ὅπως εἶχε γαστὴρ καὶ ὅπως ταύτην σωφροσύνη διαδέχεται σώματος, εἰ μὴ σωφροσύνης ἀλλότριον 〈ἦν〉 τὰ μετὰ τὸ στέρνον διελθεῖν γυναικός. | |
Prog.12.16.8 | ταῖν δὲ δὴ χεροῖν ἡ δεξιὰ μὲν εἰς ἅπαν ἐκτέταται, ἡ δὲ δὴ λαιὰ συγκέκαμπται παρ’ αὐτὴν τὴν πλευρὰν καὶ τῆς ἰξύος ἐφάπτεται. | |
Prog.12.16.9 | τοῖν δὲ δὴ ποδοῖν προέχει μὲν ὁ δεξιὸς τοῦ λοιποῦ καὶ τῇ ἀρβύλῃ συγκέκρυπται, τὸν δὲ δὴ λοιπὸν διήκων μέχρι τῆς γῆς ὁ χιτὼν συνεκρύψατο ὥσπερ τοῦ δημιουργοῦ μεμαθηκότος 〈ἐκ〉 τῆς Ὁμήρου | |
5 | ποιήσεως ὡς ἑλκεσίπεπλον τῶν γυναικῶν ὑπάρχει τὸ πρόσχημα. | |
6 | ||
Prog.12.17t | Τρῳάδος ἀπεστραμμένης. | |
Prog.12.17.1 | Παθήματα Τροίας εἶδε μὲν ἐπὶ τῆς ἀντιπέραν | |
ἠπείρου πεπραγμένα πρὸς τὴν μάχην ὁ χρόνος, ἐμιμή‐ σατο δὲ μετὰ ταῦτα σκηνή, καὶ τρίτον ὁ χαλκὸς ἀπεικάζει τὴν τύχην. ἐπὶ δὲ τῷ χαλκῷ προέρχεται λό‐ | ||
5 | γος καὶ γενόμενον ἐν Τροίᾳ σημαίνων τὸ πάθος καὶ παρὰ τῆς σκηνῆς τραγῳδούμενον καὶ ἐπὶ τῆς εἰκόνος τυπούμενον. ὡς δ’ ἔχει τὸ πάθος, ἐν ὑμῖν διηγήσομαι. | |
Prog.12.17.2 | Ἐν περιφανεῖ χώρῳ τοῦ ἄστεος ἀνάκειταί τις γυνὴ Τρωικὴ πάσας ἐν αὑτῇ τὰς τῆς Τροίας σημαί‐ νουσα τύχας, ὥστε, εἰ μὴ φράσας Ὅμηρος ἔτυχεν, ὁ χαλκὸς κατεμήνυεν ἄν. πρῶτον μὲν γὰρ ἐπὶ τῆς καθέ‐ | |
5 | δρας κάθηται γυνὴ κειμένην σημαίνουσα πόλιν οἷς ἑστάναι μὴ βούλεται. οὐ γὰρ ἦν ἑστάναι τὴν ἄνθρω‐ πον ἐν κειμένῃ τῇ γῇ. | |
Prog.12.17.3 | τῆς δὲ αὖ γυναικὸς γυμνὴ μὲν ἡ κεφαλὴ τοῦ προκαλύμματος, ἀναιρεῖ γὰρ αἰδῶ κειμένη πατρίς, ἔπειτα μίτρα συνέχει τὴν κόμην ὥσπερ ὑπερυθριώσης τῆς γυναικός, εἰ καθάπαξ τῆς αἰδοῦς | |
5 | ἀμελήσειεν. ἔπειτα δὲ τὸ πρόσωπον ἐγκάρσιόν τέ ἐστι καὶ εἰς ἕτερα νένευκεν ὥσπερ κειμένην τὴν πατρίδα μαθεῖν μὴ ἀνεχόμενον. ὧν γὰρ ὑπέστη τὴν τύ‐ χην, οὐ φέρει τὴν θέαν. ἡ δ’ αὖ δειρὴ τῷ προσώπῳ συναπονένευκε. | |
Prog.12.17.4 | ταῖν δὲ δὴ χεροῖν ἡ δεξιὰ μὲν ἐς ὀρθοὺς δακτύλους συγκέκαμπται καὶ ἀνέχει τὸ πρόσω‐ πον ..... τὸ δὲ δὴ στέρνον οὔτε ἅπαν ἐσθῆτι συγκέκρυ‐ πται οὔτε εἰς ἅπαν γυμνοῦται τοῦ προκαλύμματος, ἀλλ’ | |
5 | ἡμιρραγὴς μὲν προῆλθε χιτών, ἐπ’ ἀμφότερα δὲ ση‐ μαίνει τὸ πέρας. οἷς μὲν γὰρ ἔρρηκται σημαίνει τὴν τύχην, οἷς δ’ οὐκ εἰς ἅπαν διέρρηκται τὴν αἰδῶ τῆς ἀνθρώπου συνέκρυψε. | |
Prog.12.17.5 | τοῖν δὲ δὴ μαζοῖν ὁ μὲν δεξιὸς ἀνεῖται γυμνὸς οὐκ ἐώσης τῆς τύχης εἰς ἅπαν | |
τὴν αἰδῶ διασώσασθαι. καί μοι δοκεῖ μηδὲ αἰσθάνεσθαι διὰ τῆς συμφορᾶς ἡ γυνὴ γυμνουμένου τοῦ μαζοῦ. | ||
5 | τὸν δ’ αὖ λοιπὸν ὁ δημιουργὸς συνεκρύψατο, συγκρύ‐ ψας δὲ καὶ καλυψάμενος ὡς μὴ φαίνεσθαι κατέλιπε φαίνεσθαι καὶ παρέχεσθαι ἐξ ὄγκου μαθεῖν ὅπως ἡ γυνὴ περὶ ταῦτα διάκειται. ζωστὴρ δὲ τοὺς μαζοὺς διαδέχεται καὶ ῥαγεῖσαν ἐσθῆτα πέρα προελθεῖν οὐκ | |
10 | ἐᾷ. | |
Prog.12.17.6 | γαστὴρ δ’ αὖ ὑπάρχει τῆς γυναικὸς βραχύ τι προϊοῦσα πρὸς ὄγκον ὅσον ἡ πλοκὴ τῶν μηρῶν ἐβιά‐ σατο. τῶν δ’ αὖ μηρῶν ὁ μὲν εὐώνυμος ὑποβέβηκε καὶ ἣν εἴληφε τάξιν ἐκ φύσεως καὶ πλαττόμενος ἔσω‐ | |
5 | σεν. ὑποβαίνει γοῦν κἀν τούτῳ καὶ ἀνέχει τὸν δεξιόν. ὁ δ’ αὖ δεξιὸς τῷ λαιῷ περιτίθεται, ἔξω δὲ ἐξανέχει τοῦ βάθρου μετεωρισάσης τὸν πόδα τῆς συμφορᾶς. οὐ γὰρ ἦν ἀμφοῖν ἐπιβαίνειν ποδοῖν τὴν ἐπιβῆναι πα‐ τρίδος οὐκ ἔχουσαν. ὁ δ’ αὖ λαιὸς ἅπας συγκεκάλυπται | |
10 | καὶ δακτύλοις ἄκροις ὑπερείδει τὸ βάθρον. | |
Prog.12.17.7 | Ταῦτα τοὺς θεωμένους οὐκ ἀλλοτριοῖ τῆς συμ‐ | |
φορᾶς. οὐ γὰρ ἔστιν ἀδακρυτὶ θεωρῆσαι τὴν ἄνθρωπον. | ||
Prog.12.18t | Πολυξένης σφαττομένης ὑπὸ τοῦ Νεοπτο‐ λέμου. | |
Prog.12.18.1 | Τὸ δὲ Πολυξένης πάθος τεθέαται μὲν γεγενη‐ μένον ἡ Τροία, παρέσχε δὲ ἡ σκηνὴ μετὰ τὴν Τροίαν ἰδεῖν, καὶ λαθεῖν ἐπὶ τούτοις οὐκ ἐῶσιν οἱ πλάττοντες χαλκῷ τὸ πραχθὲν ἀπεικάζοντες. | |
Prog.12.18.2 | Ἐν περιφανεῖ τοίνυν χώρῳ τοῦ ἄστεος ἀνάκει‐ ταί τις Πολυξένης εἰκὼν παρ’ αὐτὸν οὖσα τὸν Νεο‐ πτόλεμον. ὁ μὲν γὰρ ἕστηκε παρὰ ταύτην γυμνὸς κρά‐ νος μόνον λαβὼν περικείμενον καὶ κράνος οὐχ ὅλον, | |
5 | ἀλλ’ οἷον ἄκραις ἐπιψαῦσαι ταῖς κόμαις ὥσπερ οὐκ ἀνεχομένου τοῦ ταῦτα δημιουργήσαντος Νεοπτολέμῳ περιθεῖναι σκευὴν ἐπειγομένῳ πρὸς γυναίου σφαγήν. | |
Prog.12.18.3 | εἶτα τὸ πρόσωπον ἐγκάρσιόν τε ἅπαν ἐστὶ καὶ πρὸς αὐτὴν ἀπονένευκε θυμοῦ μετέχον, ὡς διαχρώμενος ἔτυχεν. ἡ δέ οἱ δειρὴ τῷ παντὶ συναποκλίνει προσώπῳ. | |
ταῖν δὲ δὴ χεροῖν ἡ μὲν δεξιὰ τῆς κόρης ἐπείληπται | ||
5 | καὶ κόμης τὴν ἄκραν ἄνω που πρὸς αὑτὴν ἀνατείνου‐ σα, ἡ δὲ δὴ λαιὰ πρὸς ξίφος ὥπλισται καὶ τὸ πᾶν ἔργον ὑπισχνεῖται ποιήσειν ὥσπερ ἀγανακτοῦντος τἀν‐ δρὸς εἰ πρὸς γυναῖκα δεήσει τῆς δεξιᾶς καὶ κόρην χειρὶ διαφθερεῖ ἐν ᾗ πρὸς ἄνδρας ἠρίστευσεν. | |
Prog.12.18.4 | εἶτα τὸ στέρνον ἅπαν ἐξώγκωται καὶ πρὸς τὸν ἔνδον θυμὸν ἐξοιδεῖ. τοῖν δὲ δὴ μηροῖν ὁ μὲν δεξιὸς προσερείδει τῇ κόρῃ καὶ δοκεῖ πιέζειν, ὡς μὴ καθάπαξ κινοῖτο, ὁ | |
5 | δ’ αὖ λαιὸς ὑποτέταται καὶ πρὸς αὐτὸ τὸ βάθρον ἐξ ἄκρας ἀνέστηκε τοσοῦτον ἀνέχων ὅσον ἡ χρεία τῆς σφαγῆς ἐβιάζετο. | |
Prog.12.18.5 | Παρ’ αὐτὸν δὲ ἡ παῖς οὔτε πρὸς ἅπαν ἀνέστη‐ κεν οὔτε ἐπὶ τοῦ βάθρου πᾶσα κάθηται, ἀλλὰ πρὸς τὴν τοῦ θανάτου συνεσχημάτισται χρείαν. τὸ μὲν γὰρ πρόσωπον ἅπαν συντέτηκται καὶ δειρὴν ἀν‐ | |
5 | έχει πρὸς ἀναίρεσιν ἕτοιμον. ταῖν δὲ δὴ χεροῖν τῇ | |
δεξιᾷ μὲν ἐπιψαύει τοῦ βάθρου, τὴν δὲ εὐώνυμον πρὸς τὴν τοῦ πέπλου συνέστειλε χρείαν. | ||
Prog.12.18.6 | τοῦ δ’ αὖ στέρ‐ νου προανέχει μὲν ὁ δεξιὸς τῶν μαζῶν καὶ γυμνὸς ἀνεῖται τοῖς βουλομένοις ἰδεῖν ὥσπερ ἐνδείξασθαι προ‐ ῃρημένου τοῦ πλάσαντος ὧν ἁλοὺς Ἀχιλλεὺς διαφθεί‐ | |
5 | ρεται, ὁ δὲ δὴ λαιὸς τῶν μαζῶν ὑπὸ πέπλῳ συγκέ‐ κρυπται. | |
Prog.12.18.7 | εὖ δέ μοι καὶ τόδε τοῦ δημιουργήσαν‐ τος ἔδοξεν, αἰδοῖ καὶ πόθῳ τοὺς μαζοὺς διελεῖν καὶ τὸν μὲν συγκρύψαι τῇ κόρῃ πρὸς τὴν αἰδῶ, τὸν δὲ καταλιπεῖν πρὸς ἔλεγχον ἔρωτος καὶ μήτε τὸν χι‐ | |
5 | τῶνα διαρρῆξαι πρὸς ἅπαν μήτε τοῦ χιτῶνος χωρὶς καταλεῖψαι τὴν κόρην. τὸ μὲν γὰρ στέρνον ὁ χιτὼν περιρρεῖ καὶ διαχεῖται πρὸς τὸ μέσον ἡμιρραγής, τὰ δὲ μετὰ μαζοὺς συνέχει ζωστὴρ οὐκ ἐῶν τὸν πέπλον ὑπορρεῦσαι παντάπασι καὶ παρασχεῖν ἀνδρῶν ὀφθαλ‐ | |
10 | μοῖς ἃ μηδὲ γυναικῶν θέμις ἰδεῖν. | |
Prog.12.18.8 | τοὺς δὲ δὴ μη‐ ροὺς συλλαβοῦσα μὲν ἑκατέρους ἔχει καὶ συμπλέκει τοσοῦτον ὅσον ἡ βία τοῦ πιέζοντος εἴασε. τοῖν δὲ δὴ ποδοῖν ὁ μὲν δεξιὸς ἅπας συγκέκρυπται, ὁ δὲ λαιὸς | |
5 | βραχύ τι τοῦ πέπλου προφαίνεται. βάθρον δὲ ἄμφω ἀνακειμένους ἔχει περιφανὲς πάθημα δεινὸν λαθεῖν καθάπαξ οὐκ ἐώσης τῆς τέχνης. | |
7 | ||
Prog.12.19t | Προμηθέως. | |
Prog.12.19.1 | Οὐκ ἦν ἄρα τὸν φθόνον οὐδὲ τῆς θεῶν ἔξω καθίστασθαι φύσεως οὐδὲ τὰς χάριτας θεῶν γε χωρὶς εἰς ἀνθρώπους ἐλθεῖν. καί μοι δοκεῖ τις δημιουργὸς εἰς εὐσέβειαν τοὺς ἀνθρώπους παιδοτριβῶν Προμηθέα | |
5 | πλάσαι τῷ χαλκῷ κολαζόμενον. | |
Prog.12.19.2 | Ἀνάκειται γοῦν τις εἰκασθεὶς Προμηθεύς, οὐχ οἷον ἄνθρωποι κολαζόμενον ἴσασιν, ἀλλ’ οἷον θεοὶ κεκλοφότα κολάζουσι. πῦρ γοῦν οὐ παράκειται Προ‐ μηθεῖ, ἀλλὰ τὴν χάριν ἡ τέχνη συνέκρυψεν. | |
Prog.12.19.3 | ἀετὸς δὲ Προμηθεῖ συνέστηκεν οὐδὲ πεπλασμένον ἔξω τιμω‐ ρίας ἐῶν. ὡς γὰρ ἀνθρώπους ἐπιστρέφων εἰς τιμὴν | |
τῶν θεῶν οὕτω τὴν δίκην σαφεστέραν ἀνέπλασε. καί | ||
5 | μοι καιρὸς διελθεῖν ἃ καθ’ ἕκαστον ὁ πλάσας συν‐ έθηκε. | |
Prog.12.19.4 | Κολάζεται γοῦν Προμηθεύς. καὶ τὴν κόμην ὁ πλάσας οὐκ εἰς κάλλος συνέθηκεν, ἀλλ’ εἰς ἐπίδειξιν κολάσεως μείζονος. οὐ γὰρ ἀνεῖται πρὸς κόσμον ἡ κό‐ μη οὐδὲ σύγκειται τοῖς θεωμένοις εἰς ὥραν, | |
5 | ἀλλὰ τὸ μὲν αὐτῆς συνέστηκε, τὸ δὲ ἐγκάρσιον φέρε‐ ται. καί μοι τῶν κολαζομένων ὑποσημαίνει τὸν τρόπον, ὡς αὐχμῶσί τε καὶ κεκονιμένοι πεφύκασι καὶ κόσμου τινὸς ἢ κόμης οὐκ ἐπιμέλονται, ἀλλ’ ἡ μὲν φύσις τὴν κόμην, τὴν δὲ ἀκοσμίαν ἡ τιμωρία πεποίηκεν. | |
Prog.12.19.5 | ἔπειτα τὴν κόμην διαδέχεται πρόσωπον ὀδυνώμενόν τε παντά‐ πασι καὶ τῆς ἀνίας οὐ καθάπαξ ἀλλότριον. ἀλλ’ ἐπῆρ‐ ται μὲν μετὰ κόμην τὸ μέτωπον καὶ ἀνιωμένῳ προσέ‐ | |
5 | οικεν. ἔπειτα τὰς ὀφρῦς προσδιέστειλε καὶ τῶν ὀφθαλ‐ μῶν ἑκάτερον μύσας συνέκλεισε. | |
Prog.12.19.6 | καὶ τὴν ὀδύνην ἐν μέρει τὸ πρόσωπον ἐδήλωσεν. ἔπειτα ὀφρῦς στόμα καὶ παρειαὶ διαδέχονται, τὸ μὲν μεμυκὸς καὶ πρὸς τῆς ἀνίας αὐτῆς πιεζόμενον, αἱ δὲ συστελλόμεναι καὶ τὴν τιμω‐ | |
5 | ρίαν αἰτοῦσαι μετριωτέραν καθίστασθαι. | |
Prog.12.19.7 | τὸ δὲ τοῦ | |
προσώπου πρόσχημα ἅπαν ἐγκάρσιον κατ’ εὐθὺ μὲν βλέπειν οὐκ ἀνεχόμενον ὥσπερ οὐκ ἀνεχομένης τῆς δίκης ἐν κέρδει λιπεῖν τῆς ἀνίας τὴν θέαν, ἀλλ’ ἐπ’ | ||
5 | ἄμφω κολάζεται, ὁρῶν ἅμα καὶ τιμωρούμενος. | |
Prog.12.19.8 | γέ‐ νειον δὲ πρὸς τούτοις ἠμελημένον καθεῖται καὶ τὴν κόμην ἐζήλωσε. συναυχμεῖ γοῦν αὕτη καὶ πέρα τοῦ μετρίου κομᾷ. δειρὴ δὲ καὶ στέρνον ἅπαν πρὸς μίαν | |
5 | ἀποβλέπει τὴν δίκην. ἡ μὲν γὰρ τῷ προσώπῳ συννέ‐ νευκε καὶ κάτω συγκέκλιται βλέποντι, τὸ δὲ ἐξώγκω‐ ταί τε καὶ τὸ δαπανώμενον ἀνθέλκειν δοκεῖ καὶ λα‐ βεῖν οὐκ ἐᾷ τὸ λοιπὸν ὃ προσπεσὼν ἕλκει πρὸς αὑτὸν ἀετός. τὸ δὲ μετὰ τὸ στέρνον ἅπαν συνήγαγεν ὥσπερ | |
10 | τοῦ δημιουργοῦ πᾶσι σημαίνοντος ὡς ἅπαν ὃ μετ’ ἐκεῖνο δοκεῖ τῷ ἀετῷ προσανάλωται. | |
Prog.12.19.9 | καί μοι θαυ‐ μάσαι τούς τε ποιητὰς ὧν βουλεύονται καὶ τὸν δημι‐ ουργὸν ἐπῆλθε τῆς τέχνης, τοὺς μέν, ὅτι Προμηθέα | |
κολαζόμενον λέγουσι θεοὺς λυπεῖν βουλευσάμενον. καὶ | ||
5 | τὴν ἐπιθυμίαν τῆς χάριτος ἐξ ἧς ἀνθρώπους εὖ ποι‐ εῖν ἐβουλεύετο Προμηθεύς, ταύτην οἱ μὲν κρείτ‐ τους κολάζουσιν, οἱ δὲ ποιηταὶ φράσαι προῄρηνται, λαθεῖν δὲ ταῦτα ὁ δημιουργήσας οὐκ ἔλιπε. | |
Prog.12.19.10 | τοῖν δὲ δὴ ποδοῖν ὁ μὲν εἰς γόνυ κέκαμπται καὶ ἐξανέχει τὸν ἀετὸν βάθρον καθιστάμενος ὄρνιθι καὶ τῷ τρέ‐ φοντι προσηγάγετο σώματι ὥσπερ τὸν αὐτὸν δεικνὺς | |
5 | κολαζόμενον καὶ τῷ κολάζοντι παρέχοντα βάσιν. τοῦ γὰρ ὄρνιθος οὐκ ἔχοντος ὅπῃ στήσεται ἀνέχει τὸν πό‐ δα καὶ συμμαχεῖ τῷ κολάζοντι. ὁ δὲ δὴ λοιπὸς ἕστηκε καὶ τὸ λοιπὸν ἑστάναι παρασκευάζει τοῦ σώματος καὶ γίνεται βάθρον τῷ σώματι. | |
Prog.12.19.11 | ταῖν δὲ δὴ χεροῖν ἡ δεξιὰ μὲν πρὸς ἀγκῶνα κέκαμπται καὶ κατόπιν ἀνέχει τὴν κεφαλὴν καὶ τοὺς δακτύλους ἐναλλὰξ 〈ἔχει〉 συστεί‐ λασα. ὁ μὲν γὰρ αὐτῶν καμπύλος, τῶν δὲ λοιπῶν ἕκαστος | |
5 | ἐν παντὶ συγκείμενος ἔσταλται. καὶ πρόσχημα μὲν ἕκα‐ | |
στος ἄλλο τι ἐπέδειξε, μίαν δὲ πάντες ὀδύνην ἐμφαί‐ νουσι. καὶ ὀδύνης ὑπόμνημα καθίσταται χεὶρ ἅτε οὔτε ἀμύνειν ἐξαρκοῦσα τῷ Προμηθεῖ οὔτε τὴν ὀδύνην ἐῶ‐ σα λαθεῖν. καὶ ἡ μὲν ἀνία δηλοῦται τῇ δεξιᾷ, ἐπικου‐ | ||
10 | ρεῖν δὲ οὐκ ἔχει τῷ πάσχοντι ὥσπερ τῆς φύσεως εἰς ἐπίδειξιν τοῦ δυστυχήματος ἀνείσης τὰς χεῖρας, ἀλλ’ οὐκ εἰς συμμαχίαν τῷ δυστυχήσαντι. ἀποσείσασθαι γὰρ τὸν ὄρνιν οὐ δύναται, σημαίνει δὲ μόνον ὡς παρὼν ἀνιᾷ. | |
Prog.12.19.12 | ἡ δὲ δὴ λαιὰ παραπλησίως μὲν ἐκείνῃ συν‐ έσταλται τὸν μὲν τῶν δακτύλων συγκάμπτουσα, τοὺς δὲ λοιποὺς εἰσάπαν συνέλκουσα. | |
Prog.12.19.13 | καὶ τῶν μὲν πο‐ δῶν ὁ λαιὸς τῷ παντὶ σώματι γίνεται βάθρον, τοῦ δὲ παντὸς πέτρος τις ἀντέχων ὑπέχει ὥσπερ οὐκ ἀνεχο‐ μένου τοῦ ταῦτα δημιουργήσαντος Προμηθέα λυπεῖν | |
5 | ἐπὶ γῆς, ἣν διὰ τοῦ πυρὸς εὖ πεποίηκεν. | |
Prog.12.19.14 | Ὁ δὲ δὴ ἀετὸς ἀνέχεται μὲν πρὸς τοῦ γόνατος, ἐς αὐτὸ δὲ τὸ ἧπαρ χωρεῖ καὶ παρ’ αὐτὴν τετάσθαι δοκεῖ τὴν τομὴν ἣν ἐξειργάσατο. καὶ τοὺς μὲν πόδας ἄμφω μερίσας ἀνέχων συνέχει, ἑκάτερον δὲ τοῖν πτε‐ | |
5 | ροῖν οὔτε καθάπαξ συνέσταλται οὔτε παντάπασιν ἀπο‐ | |
τέταται, ἀλλ’ ὥσπερ ἕτοιμος ὢν ἐς ὁρμὴν βραχὺ μέν τι τῶν πτερῶν προσανέτεινεν, ἓν δὲ τοῦτο παρα‐ δηλοῖ ὡς, ἢν ἀποκάμῃ φέρον τὸ γόνυ, πρὸς τιμωρίαν ἀρκέσουσι πτέρυγες. | ||
9 | ||
Prog.12.20t | Μηδείας. | |
Prog.12.20.1 | Τὰ δὲ Μηδείας δεινὰ τεθέαται μὲν τῆς Ἑλλά‐ δος ἡ Κόρινθος, ἅπασα δὲ δι’ ἀγαλμάτων ἔγνωκε γῆ καὶ τὸ πραχθὲν ἐν ἑνὶ τεθέανται πάντες πάντας εἰς ὄψιν παραγούσης τῆς τέχνης. | |
Prog.12.20.2 | Ἐν περιφανεῖ τοίνυν χώρῳ τοῦ ἄστεος ἀνάκει‐ ται Μήδεια, οὐχ οἵαν ἐν Κόλχοις ἀνιερωμένην ἔλαχεν Ἄρτεμις οὐδὲ οἵαν Ἰάσων συναγωνιζομένην ἔσχεν ἐν ἄθλοις, ἀλλ’ οἵαν ἡ Κόρινθος ἀδικουμένην εἶδε καὶ | |
5 | κτείνουσαν. καὶ παρελθοῦσαν τὸν πόθον ἡ τέχνη πλάττει πρὸς τὰς συμφορὰς ἀτενίζουσαν. | |
Prog.12.20.3 | ἕστηκε τοίνυν οἵαν ἡ λίθος ἀναστῆναι ποιεῖ, πρόσωπον μὲν οὐκ ἔξω φέρουσα λύσσης, ἀλλὰ ...... τὸ πάθος. ὅθεν καὶ τὸ σῶμα | |
ἅπαν ἀπέστραπται πρὸς τὸ λαιόν, καὶ ἀπονεύει πρὸς | ||
5 | γῆν ὥσπερ οὐκ ἀνεχομένη κειμένους ἰδεῖν οὓς μανεῖσα διέφθειρε, καὶ τιμᾷ τὴν φύσιν τοῖς ὄμμασιν ἣν τῷ θράσει λελύπηκεν. | |
Prog.12.20.4 | ἔπειτα φάρος περιβάλλει τὴν κε‐ φαλὴν καὶ καθεῖται πρὸς ὤμους κἀκ τοῦ δεξιοῦ πρὸς τὸν λαιὸν ἀναβέβληται τοῦ δημιουργοῦ γυναῖκα δεῖξαι σπουδάζοντος ἣν γυναῖκα δοκεῖν οὐκ ἀφῆκεν ἡ τόλμα. | |
Prog.12.20.5 | ταῖν δὲ δὴ χεροῖν ἡ δεξιὰ μὲν ξίφει καθώπλισται καὶ δοκεῖ τὸν φόνον εἰς τοὺς παῖδας ἐπανατείνασθαι καὶ ποιεῖν ἀεὶ δοκεῖ τὸ προσάπαξ γενόμενον, ἡ δὲ δὴ λαιὰ εἰς ἀγκῶνα συγκέκαμπται καὶ ἐπανέχει τὸ φάρος. | |
Prog.12.20.6 | περιτέταται δὲ τὸ στέρνον ζωστὴρ χιτῶνα συνέχων διπλοῦν. ὁ μὲν γὰρ αὐτῶν κρύψας ἃ μὴ θέμις ἰδεῖν αἰωρούμενος ἔληξεν, ὁ δὲ καθήκει μέχρι ποδῶν ὅσον θεάσασθαι καταλείψας τοὺς πόδας. | |
Prog.12.20.7 | τοῖν δὲ δὴ πο‐ δοῖν ὁ μὲν δεξιὸς εἰς γόνυ κέκαμπται καὶ δοκεῖ πιέζειν ἀναιρουμένους τοὺς παῖδας ὥσπερ ὅτε ἔτυχε σφάττουσα | |
καὶ χειρὸς ὡσαύτως καὶ γόνατος ἔχουσα, ὁ δὲ δὴ λοι‐ | ||
5 | πὸς τῷ βάθρῳ προσήρεισται. καὶ μετέωρος ἦρ‐ ται τῆς γῆς ὥσπερ οὐκ ἀνεχομένης τῆς τέχνης τὸ ἄγαν περιφανὲς ἐν ἀφανεῖ μέρει κατακρύψαι τῆς γῆς. | |
7 | ||
Prog.12.21t | Χιμαίρας. | |
Prog.12.21.1 | Φύσεις δὲ ἄρα παράλογοι προῆλθον μὲν ἐκ τύχης τὸ πρῶτον, γενόμεναι δὲ μένειν οὐκ ἔλαχον, ὁ λόγος δὲ ὅμως ἐτήρησεν ἃς ὁ χρόνος συνέκρυψε. καὶ πολλαὶ μὲν παράλογοι γεγόνασι φύσεις, μάλιστα δὲ | |
5 | τῶν ἄλλων ἡ Χίμαιρα, περὶ ἧς ἤδη μὲν διεξῆλθεν ὡς ἔχει τὸ μέτρον, ζηλώσει δὲ ὅμως καὶ τὸ μέτρον ὁ λόγος. | |
Prog.12.21.2 | Συνθήκη τριπλῆ γέγονε φύσεως ἐφ’ ἑνὸς πάντα πλάττουσα σώματος. κατήρχετο μὲν γὰρ ὅθεν οὐκ ἔλη‐ γε, ἐτελεύτα δὲ ὅθεν οὐκ ἤρχετο, καὶ τὸ μέσον αὐτῆς | |
τῶν ἄκρων ἀπήλλακτο. καὶ συνθεῖσα τὰς φύσεις ἡ | ||
5 | τέχνη συνθεῖναι τὰς κλήσεις οὐκ ἔσχεν, ἀλλ’ ἐξ ἑνὸς προσηγόρευσε τὰ πολλῶν ἀποφήνασα καὶ τοὔνομα προ‐ ῆλθε τῆς γονῆς ἐνδεέστερον. | |
Prog.12.21.3 | λέων τις ἦν ὅσον πρῶτον ἰδεῖν, καὶ δράκων τοῦ παντὸς ἔληγε σώματος μεσούσης αἰγός. καὶ πῦρ ἐποίει τὸ φανὲν φοβερώτερον ὥσπερ οὐκ ἀρκοῦντος φοβῆσαι τοῦ πλάσματος. | |
Prog.12.21.4 | καὶ θέαμα μὲν ἄλλο πρὸς ἄλλο προήρχετο, μία δὲ πάντων ἐτύγχανε γένεσις. ὡρμᾶτο μὲν γὰρ οἷα λέων φοβῶν, κατέπληττε δὲ οἷα δράκων ἐξελιττόμενος, καὶ φοβεῖν | |
5 | ἡ αἲξ ἀποροῦσα τῇ φύσει προσθήκῃ πυρὸς τῶν λοιπῶν ἦν φοβερώτερον. | |
Prog.12.21.5 | οὐκ ἦν ὅ τι ἄν τις μᾶλλον κατα‐ δείσειεν ἀποβλέπων εἰς ἕκαστον. τὸ μήπω φανὲν τοῦ φοβοῦντος ἤδη δεινότερον. ἡ μὲν γὰρ ἔφλεγεν, ὁ δὲ ὑπεσύριττεν, ὁ δὲ χαλεπώτερος ἦν ὠρυόμενος. | |
Prog.12.21.6 | Ἠγωνίζετο δὲ πρὸς ταύτην ἀνὴρ παραλογώτερον. | |
ἐποχούμενος ἵππῳ πρὸς τὰ ἀπὸ γῆς ἐξ ἀέρος ἐμάχετο. καὶ πτερὰ φυγὴν τῶν κινδύνων εἰργάζετο, καὶ προῄει μὲν τὸ πῦρ ὡς μαχόμενον, ᾔρετο δὲ ὁ Βελλεροφόντης | ||
5 | μετέωρος ἀμφότερα ἐπὶ μιᾶς ὁρμῆς ἐργαζόμενος, καὶ κτείνων τὴν Χίμαιραν καὶ παθεῖν αὐτὸς ἐξαρνούμενος. καὶ γεγενῆσθαι δοκοῦσα θεὸς τῷ συμμαχου‐ μένῳ παρὰ θεῶν ἀνηλίσκετο. καὶ τοῦτο δὲ ἐδήλου Βελλεροφόντης κτείνων τὴν Χίμαιραν, ὡς θεοὶ τῶν | |
10 | θεῶν εἰσι καθικνούμενοι. | |
Prog.12.21.7 | Ταῦτα θεάσασθαι μὲν δέους ὑπῆρχε, διεξελθεῖν δὲ ἡδονὴ μᾶλλον ἢ δέος. | |
2 | ||
Prog.12.22t | Παλλάδος. | |
Prog.12.22.1 | Θεοὶ δὲ ἄρα γεγονότες δημιουργοὶ δημιουργεῖ‐ σθαι παρὰ τῆς πλαττούσης ἐπίστανται τέχνης καὶ συγ‐ χωροῦσι γενέσθαι τῇ τέχνῃ ὅπερ φύσει γεγόνασι. καὶ πολλοὶ μὲν θεοὶ κατ’ ἀγορὰν ἀνεστήκασιν, Ἀθηνᾶ δὲ | |
5 | μᾶλλον πρὸ παντὸς ἕστηκε θαύματος. ἐγὼ δὲ ὃ τεθέα‐ μαι καὶ διηγήσομαι. | |
Prog.12.22.2 | Μουσῶν τέμενος ἦν καὶ πρὸς λόγους ὁ χῶρος ἀνεῖ‐ σθαι βουλόμενος. καὶ δύο ταῦτα ὁ δημιουργὸς σύμβολα τῆς οὔσης ἐπιδείξασθαι τέχνης 〈βουλόμενοσ〉 Ἀθηνᾶν προανέστησε καὶ πρὶν ἐμβαλεῖν εἰς Μουσῶν τέμενος, ἡ | |
5 | θεὸς καταφαίνεται τὴν ἔνδον οὖσαν σημαίνουσα τέχνην. | |
Prog.12.22.3 | καί μοι δοκεῖ ὁ δημιουργὸς ἐπ’ ἀμφοῖν τοῖν καιροῖν Ἀθηνᾶν ἀναστήσασθαι. δι’ ὧν μὲν γὰρ αὐτὴν ἐν Μου‐ σῶν τεμένει καθίδρυσεν εἰρήνης ἔδειξε πρύτανιν, οἷς δὲ ἅπασαν ὥπλισε καὶ πολέμου κυρίαν κατα‐ | |
5 | λείπειν δοκεῖ. | |
Prog.12.22.4 | κράνος τοίνυν αὐτῆς περιβάλλει τὴν κεφαλήν, καὶ προανέχει μὲν λόφος τοῦ κράνους, κορυ‐ φῆς δὲ τὸ κράνος, καὶ περιβαλὸν τὴν κεφαλὴν τῇ κυνῇ τὴν ὄψιν οὐκ ἔκρυψεν, ἀλλ’ αὐτόνομον ἀφῆκε | |
5 | τὸ πρόσωπον ὥσπερ ἀδικεῖν τὸν τεχνίτην δοκοῦν, εἰ δι’ οὗ λόγοι προέρχονται, τοῦτο συγκρύψειε τοῦ πο‐ λέμου τὸ γνώρισμα. καὶ ἅμα μοι δοκεῖ ὑποφῆναι ζη‐ τεῖν ὡς οὐδὲν λόγων γίνεται κώλυμα. | |
Prog.12.22.5 | τὸ δὲ πρόσ‐ ωπον γυμνὸν γεγονὸς ἐγκάρσιόν τέ ἐστι καὶ πρὸς ἕτερα νένευκε. καὶ φοβεῖ τῶν ὀμμάτων ἑκάτερον ὥσπερ ἀρκοῦν μόνον ἰδεῖν καὶ φοβῆσαι τὸν ἀνθιστάμενον. | |
5 | τὸ δὲ στόμα διηρμένον εἰς λόγους ἀνεῖται. καὶ ἡ δειρὴ τῷ προσώπῳ συναποκέκλιται. τὸ δὲ δὴ στέρνον | |
θώραξ τε περιβάλλει ποικίλος καὶ κατὰ μέσον ἀνέχει πάντα τῆς θεοῦ συγκειμένης εἰς ἔκπληξιν. | ||
Prog.12.22.6 | ταῖν δὲ χεροῖν ἡ δεξιὰ μὲν ἀνεῖται γυμνὴ καὶ τὸ συνέχον οὐ‐ δέν ἐστι τῆς πράξεως τὸ ἕτοιμον, ψέλιον δὲ πρὸ τῆς ἄκρας περιβάλλει χειρὸς βραχὺ τῇ θεῷ τῆς γυναικείας | |
5 | περιθέμενος φύσεως. ἡ δὲ λαιὰ πᾶσα μὲν τέταται καὶ πρὸς θέναρ συγκέκαμπται καὶ τῆς ἀσπίδος ἄκρας ἐπι‐ λαμβάνεται καὶ πᾶσαν προσερείδει τῇ γῇ τοὐναντίον τοῖς ὁπλίταις ποιήσασα. | |
Prog.12.22.7 | τῶν μὲν γὰρ αἱ χεῖρες τῶν ὀχάνων ἀντιλαμβάνονται καὶ κατὰ μέσον τὰς ἀσπίδας ἀνέχουσιν ὀμφαλοῦ τὸ κατέχον συγκρύπτοντος, ἡ δὲ τὴν ἴτυν τῶν ὀχάνων μεταχειρίζεται καὶ τὴν τῆς | |
5 | ἀσπίδος κατείληφεν ἄκραν ὥσπερ ἐξαρκοῦν τῆς ἄκρας ἐφάψασθαι καὶ πᾶσαν μεταχειρίζεσθαι. | |
Prog.12.22.8 | τὴν δὲ λαιὰν ὁ μετὰ τὸ θέναρ προσέρχεται ἐπελιττόμενος ὄφις. ταῦ‐ τα τῆς θεοῦ περικειμένης εἰς κόσμον ἃ φοβεῖν τοὺς ἄλλους ἐπίσταται, τὸ δὲ λοιπὸν τῆς θεοῦ πέπλος περι‐ | |
5 | βάλλει ποδήρης καὶ κατὰ μέσον συνέχει ζωστὴρ τὸν περικείμενον περιστέλλων χιτῶνα. καί μοι ἡ τέχνη δο‐ κεῖ διπλοῦν τῇ θεῷ καταστήσασθαι πέπλον ὥσπερ τοὺς | |
θεατὰς εἰς ἀνάμνησιν ἄγουσα τῶν ἐπῶν ἐν οἷς Ἀθηνᾶ περιβάλλεται. | ||
Prog.12.22.9 | βραχὺ δὲ οἱ πόδες τοῦ χιτῶνος ἐξέ‐ χουσιν ἅμα μὲν δεικνύντες ἐφ’ ὧν ἀνεστήκασιν, ἅμα δὲ αἰδῶ γυναικείαν ἐμφαίνοντες οὐκ εἰς ἅπαν ἐθέλου‐ σι φαίνεσθαι. βραχὺ δὲ τῶν ποδῶν ὁ λαιὸς | |
5 | εἰς γόνυ συγκέκαμπται καθάπαξ ἄπρακτον οὐκ ἀνεχο‐ μένης τῆς τέχνης τὴν θεὸν καταστήσασθαι. καὶ γοῦν τὸ γόνυ δοκεῖ [καὶ] χωρεῖν ἐπὶ βάδισμα. | |
Prog.12.22.10 | ἡ δ’ ἀσπὶς ἐκ τῆς εἰς ἄκρον ἀνέστηκε χειρὸς καταθείσης μὲν τῆς θεοῦ τὴν σκευήν, παρεχούσης δὲ τοῖς θεωμένοις ὁρᾶν ὡς παρασκευῆς μὲν δέοι πρὸς πόλεμον, μὴ εἶναι δὲ | |
5 | πρὸς παράταξιν πρόχειρον. οἷς μὲν γὰρ ἡ γῆ κατέχει τὴν τελευτὴν τοῦ πολέμου, δι’ ὧν δὲ ἡ χεὶρ ἄκρα προσέ‐ ψαυσε τὴν παρασκευὴν σημαίνει τῆς μάχης. | |
Prog.12.22.11 | ἡ δ’ ἀσπὶς εἶναι δοκεῖ τοῦ Διός, ἐν ᾗ θύσανοι ᾐώρηνται, καὶ κατὰ μέσον ἐκπλήττει Γοργὼν πάντα τὸν φόβον δηλοῦσα τῆς μάχης καὶ τὴν πρὸς τὸν Δία βεβαιοῦσα | |
5 | συγγένειαν. Νῖκαι δὲ διπλαῖ πρὸς ἑκατέραν ἄκραν τῆς ἀσπίδος εἰσίν, ἐπεὶ καὶ διπλῇ κρατεῖν Ἀθηνᾶ πέφυκε, πρὸς ὅπλα καὶ λόγους. | |
Prog.12.22.12 | καὶ οὔτε ἡ θέα τῆς ἡδονῆς ἠλλοτρίωται οὔτε τὴν ἡδονὴν λαθεῖν ἀφῆκεν ὁ λόγος, | |
ἀλλ’ ἔστι ῥᾳστώνη κοινὴ θεωμένοις καὶ λέγουσιν. | ||
Prog.12.23t | Αἴαντος. | |
Prog.12.23.1 | Παθήματα μὲν παρὰ τὴν Τροίαν ἥρωσι πολλὰ μὲν ὁ Τρώων εἰργάσατο πόλεμος, Αἴας δὲ πάντα μα‐ νεὶς ἀπεκρύψατο. Αἴαντα τοίνυν οὐ σωφρονήσαντα εἶδε μὲν πρῶτον ἡ Τροία, ἀπείληφε δὲ μετὰ Τροίαν | |
5 | σκηνή, καὶ μετὰ τὴν σκηνὴν ὁ χαλκὸς ὑποκρίνεται. | |
Prog.12.23.2 | Ἐν περιφανεῖ τοίνυν χώρῳ τοῦ ἄστεος ἐν χαλκῷ τις Αἴας ἀνέστηκε μηδ’ ἐν τῷ χαλκῷ σωφρονεῖν ἐπι‐ στάμενος. ἀνάκειται τοίνυν οὐχ οἷον Ἕκτωρ εἶδε μαχό‐ μενον, ἀλλ’ οἷον εὗρε μετ’ αὐτὸν ἡ σκηνή. πρῶτον | |
5 | μὲν γὰρ ἅπας γυμνὸς προκαλύμματος ἕστηκε καὶ τὴν μανίαν δηλοῖ τῷ μὴ δεῖσθαι τοῦ κρύπτοντος. ἕστηκε γὰρ αἰδοῦς ἀμελῶν οὐκ εἰδὼς ὅπως ἕστηκε σχήματος. | |
Prog.12.23.3 | καὶ γυμνὸς ἐσθῆτος ἅπας ἀνεστηκὼς καὶ τὴν μα‐ νίαν ταύτην προδηλῶν ἐκ τῶν κατὰ μέρος οὐχ ἧττον | |
ὑποσημαίνει τὸ πάθος. οὔτε γάρ ἐστι μανίας ὅλος ἐλεύθερος οὔτε κατὰ μέρος ἐστὶ τοῦ πάθους ἀλλότριος. | ||
Prog.12.23.4 | καὶ πρῶτον μὲν 〈οὐ〉 κράνος τῇ κεφαλῇ περιβέβλη‐ ται ὥσπερ ἐνδείξασθαι τοῦ δημιουργοῦ βουλευομένου τὸ πάθος καὶ τοῦτο τῆς μανίας ποιουμένου τεκμήριον τοῖς ὅσοι θεαταὶ αἱροῦνται εἶναι τοῦ σώματος, 〈ὡσ〉 | |
5 | ἀφέστηκεν Αἴαντος κράνος τῆς κεφαλῆς, ὅτι μηδὲ τοῦτο παρῆν κατιδεῖν. | |
Prog.12.23.5 | εἶτα τὸ πρόσωπον αὐτῷ φανερὸν ἐμπεποίηται δεῖγμα ἧς κατὰ γνώμην νοσοῦσιν ἄνθρω‐ ποι λύσσης, ὀφθαλμοὶ δὲ μᾶλλον τοῦ μὴ φρονεῖν καθε‐ στήκασιν ἔλεγχος. πῦρ γὰρ ἐν αὐτοῖς ὑποφαίνει | |
5 | καὶ πρὸς ἄλλον καὶ ἄλλον τρέπονται χῶρον. καὶ οὕτως ἡ τοῦ πάθους εἰκὼν καταφαίνεται. | |
Prog.12.23.6 | παρειαὶ δὲ οἰ‐ δοῦσι τῷ κάτωθεν πνεύματι. τὸ δέ οἱ στόμα διῆρται | |
εἰς ἄνοδον πνεύματος καὶ τὴν κάτωθεν ὁρμὴν ὑποση‐ μαίνει τῷ σχήματι. καὶ δειρὴ συμμεταβάλλεται τῷ | ||
5 | προσώπῳ συχνῶς. | |
Prog.12.23.7 | τὴν δὲ λύσσαν δηλοῖ 〈καὶ〉 ἡ πλο‐ κὴ τῶν χειρῶν. ἡ μὲν γὰρ δεξιὰ καθεῖται κατὰ μηροῦ, ἡ δὲ λαιὰ πρὸς αὐτὸν ἐπανάκειται, καὶ μικροῦ πρὸς ἀλλήλας συμπλέκονται ὥσπερ τοῦ πάθους οὐδὲν αὐ‐ | |
5 | τόνομον ἔχοντος. | |
Prog.12.23.8 | τὸ δὲ προκάλυμμα ἅπαν τῷ λαιῷ τῶν βραχιόνων συνέσταλται ὥσπερ ἐνδείξασθαι τὸ μὴ καθεστηκὸς τῶν φρενῶν προῃρημένης τῆς τέχνης. καὶ οὔτε τοῦτον ἐσθῆτος ἀφῆκε χωρὶς οὔτε ταύτην περι‐ | |
5 | κειμένην ἔδειξε. | |
Prog.12.23.9 | τὸ δέ οἱ στέρνον ἅπαν ἐξώγκωται καὶ πρὸς τὴν ἔνδον λύσσαν ἐπαίρεται. καὶ ὅσῃ μανίᾳ περιέχεται ἡ γνώμη τοῦ πάθους, ἔστι κατιδεῖν ἐκ τοῦ σχήματος. γαστὴρ δὲ ὑπεδίδου καὶ συνεστέλλετο καὶ | |
5 | τοσοῦτον ἀφῃρεῖτο τοῦ μέτρου ὅσον τὸ στέρνον ἐξώγ‐ κωτο. | |
Prog.12.23.10 | τοῖν δὲ δὴ ποδοῖν ὁ μὲν εὐώνυμος ἕστη‐ κεν ἅπας καὶ πρὸς ἑαυτὸν τὸ πᾶν ἐρείδει τοῦ σώμα‐ | |
τος, ὁ δὲ δὴ δεξιὸς εἰς γόνυ κέκαμπται καὶ προανέχει τοῦ λίθου καὶ μικροῦ πρὸς ὁδὸν ἐξορμᾷ καὶ δηλοῖ τῆς | ||
5 | γνώμης τὸ μὴ μένον ἐπὶ τοῦ σχήματος. | |
Prog.12.23.11 | Οὕτως ὅλον τε αὐτὸν ἡ λύσσα δηλοῖ καὶ κατὰ μέρος ὑποφαίνει τὸ πάθος. ταῦτα θαῦμα μὲν κατιδεῖν, ἀδίκημα δὲ σιωπῇ παρελθεῖν. | |
3 | ||
Prog.12.24t | Ταῶνος. | |
Prog.12.24.1 | Μιμεῖται τὰς τέχνας ἡ φύσις καὶ ζωγράφων ἐρ‐ γασίαν μετασκευάζει τοῖς χρώμασιν ἀδίδακτον ποικι‐ λίαν ὥσπερ δεικνύειν ἐθέλουσα. | |
Prog.12.24.2 | Ἦν τι τέμενος ἱερὸν κατεστεμμένον τοῖς ἄνθε‐ σιν. ἐδόκει γάρ πως ὁ δῆμος ἐπείγεσθαι πρὸς πανή‐ γυριν. ἄρτι δὲ τὰ προπύλαια τοῦ τεμένους ἑωρακὼς κατεῖδόν τι τοιοῦτον. | |
Prog.12.24.3 | ὄρνις ἦν ἔνδον Περσικός, τοῦτο γὰρ αὐτὸν καλούντων τῶν ἱερέων ἀκήκοα, με‐ γέθει μέν που κύκνων οὐ λίαν ἀπολειπόμενος, χερσὶ δὲ ζωγράφων τὸ σῶμα καθάπερ μυρίοις κατακοσμού‐ | |
5 | μενος χρώμασιν. | |
Prog.12.24.4 | Ὅμηρος μὲν γάρ που κατὰ τὴν | |
ποίησιν πολλάκις τὴν μὲν βασιλίδα τῶν θεῶν βοῶπιν προσονομάζει ὀφθαλμῶν τὸ κάλλος οὕτω τιμᾶν βου‐ λευσάμενος, καὶ γλαυκώπιδα κούρην ἀνακηρύττει | ||
5 | τοῖς ἔπεσιν. | |
Prog.12.24.5 | ἀλλ’ ὁ μὲν μέρος τοῦ σώματος εἰς εὐ‐ μορφίαν χαρίζεται τοῖς θεοῖς, ὁ δ’ ἐν ὅλῳ τῷ σώματι .... καὶ πτέρυγας φορῶν ἑωρᾶτο τῶν ὀρνίθων τὰς κρείτ‐ τονας. ἐκ μὲν γὰρ κεφαλῆς καὶ βασιλείας εἶχε γνω‐ | |
5 | ρίσματα ἐπὶ τοῖς ἀνεστηκόσι πτεροῖς καὶ πόρρωθεν καταλάμπουσι. | |
Prog.12.24.6 | τὸ δὲ τῆς δειρῆς χρυσαυγὲς κυανέῳ συμμίσγει, καὶ θείας 〈ὂν〉 ὄντως χάριτος ζωγράφοις γράψαι καὶ τυπῶσαι συγχωρήσομεν. τὰ δὲ λοιπὰ τῶν πτερύγων εἰς ἄκρον ἐξησκημένα τοῖς ὀφθαλμοῖς καὶ | |
5 | ἀστράπτοντα τοῦ Παιανιέως ἐπιζητεῖ τὴν δεινότητα. | |
Prog.12.24.7 | ἐπειδὴ δὲ τοῦ ὄρνιθος ἐθεασάμην καὶ κίνησιν, ἐπεί‐ γει με λόγος ἐξειπεῖν καὶ τὰ τῆς ὁρμῆς παράδοξα θαύ‐ ματα. ἄρτι γὰρ ἑκατέρωθεν τὰς πτέρυγας ὥσπερ εἰς πτῆσιν δονήσας καὶ κυρτῶσαί πως ὑπὲρ κεφαλῆς | |
5 | βιασάμενος ἀγάλματος μὲν κάλλιστον ἐπεδείκνυτο τύ‐ | |
πον ναοῦ τε λαμπροῦ καὶ προσκυνῆσαι τὸν θεατὴν προτρεπόμενος ὡς ἀγάλματος λαμπροῦ δεδουλωμένον τῷ θαύματι. | ||
Prog.12.24.8 | Ἀπελλῆ, ζωγράφων κάλλιστε, τότε σου τῆς τέχνης ἐγὼ κατεφρόνησα ἐπ’ Ἀττικῇ τέχνῃ τιμωμέ‐ νου, Παρρασίου δὲ γραφὰς παρ’ οὐδὲν ἐποιησάμην ὄρνιθος Περσικοῦ νενικημένας τοῖς χρώμασιν. | |
Prog.12.24.9 | Ἀλλ’ ἰδού, ζωγράφων ἐλέγξας τὴν τέχνην ὄρνις Ἀττικὸς ἀμείνων ταύτης δεδήλωται, ὡς καὶ τῷ ἐπαι‐ νεῖν ἐθέλοντι τὸ τῆς θέας ἔχειν 〈ἢ〉 τῆς ἀκροάσεως βέλτιον. | |
4 | ||
Prog.12.25t | Τοῦ Τυχαίου. | |
Prog.12.25.1 | Τύχαι δὲ ἄρα πάντα μὲν τὰ ἀνθρώπινα ὅπῃ βούλονται φέρουσιν, ἐγκαθίδρυνται δὲ δικαίως ταῖς πόλεσιν, ἐξ ὧν ἅπαντα δικαίως κατορθοῦσι τιμώμεναι. καὶ τὰς μὲν ἐν ἑκάστῃ τῶν πόλεων ἱδρυμένας οἱ παρ’ | |
5 | ἑκάστην θεώμενοι φράζουσιν, ἐγὼ δὲ ἣν τεθέαμαι καὶ | |
διεξέρχομαι. | ||
Prog.12.25.2 | Τέμενος ἐν μέσῳ τῆς πόλεως ἵδρυται συγκείμε‐ νον μὲν ἐκ πλειόνων θεῶν, Τύχης δὲ ἅπαν ὠνόμασται. καί μοι δοκοῦσιν οἱ τὴν κλῆσιν τῷ χώρῳ προσθέντες εἰς τὸ δέον ποιεῖν. οἷς γὰρ ἅπαντα Τύχῃ συγκρύπτε‐ | |
5 | ται, τούτοις ἡ θεῶν ἀπὸ τῆς Τύχης συνεκέκρυπτο κλῆσις. | |
Prog.12.25.3 | κατεσκεύασται δὲ ὁ χῶρος ὧδέ πως. ἤσκη‐ ται μὲν ἅπας ἐξ ἐδάφους εἰς ὀροφήν, διῄρηται δὲ ἡ κατασκευὴ κατὰ κύκλους ἡμίσεας, ἐφ’ ἑκάστῳ δὲ παν‐ τοδαπαὶ προβέβληνται κίονες. | |
Prog.12.25.4 | οἱ δ’ αὖ κύκλοι εἰσὶ πρὸς ἀγαλμάτων ὑποδοχὰς ἀνιστάμενοι καὶ μετρεῖν ἔξεστι τοὺς κύκλους μὲν τοῖς ἀγάλμασιν, ἐκ δὲ τῶν ἀγαλμάτων παρεστήκασι κίονες. | |
Prog.12.25.5 | θεοὶ δέ εἰσιν ἀνεστη‐ κότες οὐ πάντες, ἀλλ’ ὅσοι δύο καὶ δέκα τὸν ἀριθμόν. καὶ κορυφὴ μὲν ἔχει τὸν οἰκιστὴν ἐξ ἑτέρων ἄκρων καὶ μέσων, ἀνέστηκε δὲ φέρων μὲν αὐτὸς τοῦ Σωτῆ‐ | |
5 | ρος ὑπόμνημα, φερόμενος δὲ δι’ ὧν ἡ πόλις εἴωθε τρέφεσθαι. καὶ σημαίνει τῆς γῆς τὴν φύσιν ἡ Χάρις, κυκλοῖ δὲ κατὰ μέσον ἥμισυ ὅσον ἀριθμὸς θεῶν ὀνομάζεται. | |
Prog.12.25.6 | καὶ μέσον ἐκ μέσου Τύχης ἕστηκεν ἄγαλμα στεφάνῳ δηλοῦν Ἀλεξάνδρου τὰς νίκας. καὶ στέφεται μὲν ὑπὸ Τύχης ἡ Γῆ, στέφει δὲ αὐτὴ τὸν νικήσαντα. Νῖκαι δὲ τῆς Τύχης ἑκατέρωθεν ἀνεστή‐ | |
5 | κασι καλῶς τοῦ δημιουργοῦ τῆς Τύχης δηλοῦντος τὴν δύναμιν, ὡς πάντα νικᾶν οἶδεν ἡ Τύχη. | |
Prog.12.25.7 | τελευ‐ τᾷ δὲ ἡ τοῦ χώρου κατασκευὴ πρὸς ἡτοιμασμένον ἐξ ἀγάλματος δάφνινον στέφανον. καὶ φιλοσοφεῖ εἷς ἐπὶ καθέδρας ἄκρου, γυμνὸς δὲ ἕτερος πρὸς τὸ λοιπὸν | |
5 | ἄκρον ἀνέστηκεν οὐρανοῦ μὲν ἐπὶ τῆς λαιᾶς φερόμενος πρόσχημα, τὴν δ’ αὖ δεξιὰν εἰς ἅπαντα πρόχειρον, γυμνὸς δὲ προκαλύμματος ἵσταται. | |
Prog.12.25.8 | καὶ στῆλαι χαλ‐ καῖ κατὰ μέσον ἑστήκασιν ἔδαφος ἐγκεκολαμμέναι τὰ τῆς πόλεως νόμιμα. καὶ κατὰ μέσον αἱ πύλαι παρὰ τὸ Μουσῶν ἄγουσαι τέμενος. χαλκοῖ δὲ βασιλεῖς κατὰ | |
5 | μέσον ἑστήκασιν οὐχ ὅσους ἐκόμισε χρόνος, ἀλλ’ ὅσοι τῶν κομισθέντων ἦσαν σεμνότατοι. | |
Prog.12.25.9 | Ταῦτα θαῦμα μὲν ὑπῆρχεν ἰδεῖν, κέρδος δὲ μαθεῖν, ἀδίκημα δὲ σιωπῇ κατακρύπτεσθαι. | |
2 | ||
Prog.12.26t | Ἡρακλέους βαστάζοντος τὸν Ἐρυμάνθιον κάπρον. | |
Prog.12.26.1 | Ἡρακλεῖ δὲ ἄρα γενομένῳ Διὸς οὐρανὸς μὲν ἐμαρτύρει τὴν γένεσιν, ἐδήλου δὲ ἡ γῆ καθαιρομένη τοῖς ἄθλοις. Νεμέα μὲν γὰρ αὐτῷ τῶν ἀγώνων ἀρχὴ | |
καὶ μετὰ ταύτην Ἐρύμανθος κάπρον ἤνεγκεν ἀγώ‐ | ||
5 | νισμα δεύτερον. καὶ κρατούμενον μὲν εἶδε τὸν κάπρον Ἐρύμανθος, ἐγὼ δὲ μετ’ αὐτὸν ἐπὶ χαλκῆς εἰκόνος φερόμενον καὶ ὅπως εἶχε κατιδὼν διηγήσομαι. | |
Prog.12.26.2 | Χῶρος ἦν ἐν ἄστει περιφανής, καὶ παρ’ αὐτὸν Ἡρακλῆς ἐν παντοδαποῖς ἀνεστηκὼς ἀγωνίσμασι. καὶ τοῖς μὲν ἄλλοις ἔτι πονῶν ἐξεικάζεται, τὸν δὲ δὴ κά‐ προν ἤδη λαβὼν ὥσπερ ἀγανακτούσης τῆς τέχνης εἰ | |
5 | πόνων Ἡρακλῆς ἐπὶ κάπρῳ δεήσεται. | |
Prog.12.26.3 | γυμνὸς οὖν, ὥσπερ εἰώθει, ἵσταται. τὸ δέ οἱ πρόσωπον ἅπαν βλέπει εἰς γῆν. ὤμους δὲ ἀμπέχει ἡ λεοντῆ καὶ βάθρον ἐστὶν ἀγωνίσματος αὐτὴ φανεῖσα πρωτεῖον ἀγώνων. | |
Prog.12.26.4 | ταῖν δὲ δὴ χεροῖν ἡ δεξιὰ μὲν ἀνῃρημένον ἔχει τὸν κάπρον, | |
ἡ δ’ αὖ λαιὰ ὡς πρὸς ἆθλον ἡτοίμασται. τὸ δὲ δὴ στέρνον ἀνέστηκεν ἅπαν ὥσπερ τῶν προσόντων οὐδὲν | ||
5 | αἰσθανόμενον. | |
Prog.12.26.5 | τῶν δὲ ποδῶν ὁ δεξιὸς εἰς γόνυ κέ‐ καμπται, ὁ δ’ αὖ λαιὸς ὀρθὸς ἕστηκε καὶ προσερείδει τὸ βάθρον δηλῶν ἐξ ἐπιγραμμάτων τὸν τεχνησάμενον. | |
Prog.12.26.6 | ἐπὶ δὲ τῶν ὤμων ὁ κάπρος ἀνῃρημένος μὲν τέταται, διῆρται δὲ οὐχ ὡς ἔπεσεν, ἀλλ’ ὥσπερ δεσμοῖς ταῖς Ἡρακλέους χερσὶ προκατείληπται. καὶ φέρουσι κείμενον αἳ μαχόμενον ἔκτειναν. | |
Prog.12.26.7 | Ταῦτα εἰ μὴ θεώμενος ἔφραζον, ἠδίκουν 〈ἂν〉 τὸ κατασκεύασμα. | |
2 | ||
Prog.12.27t | Ἀλεξάνδρου τοῦ κτίστου. | |
Prog.12.27.1 | Κτίσται δὲ ἄρα περιφανεῖς πλεῖστοι μὲν καθε‐ στᾶσι τῶν πόλεων, μάλιστα δὲ πάντων Ἀλέξανδρος, ὃς πόλιν ἀνέστησεν οἵαν οὐχ ἕτερος. δηλοῖ δὲ αὐτὸς παρὰ ταύτην ἀνεστηκὼς ὡς ἐπὶ γῆς ἐμφανοῦς οἰκιστὴς | |
5 | ἐμφανέστατος. τὴν γὰρ πόλιν θαλάσσῃ πρόσοικον ἤγει‐ ρεν, αὐτὸς δὲ παρ’ αὐτὴν ἀνέστηκε θάλατταν. | |
Prog.12.27.2 | καὶ τὴν φύσιν αὐτοῦ ἡ ἐπὶ τῆς εἰκόνος δείκνυσι στάσις. πρῶτον μὲν γὰρ αὐτὸν ἐποχούμενον ἵππος ἀνέσχεν, | |
ἵππος δὲ οὐχ οἷον ἄν τις ῥᾳδίως μεταχειρίσειεν, ἀλλ’ | ||
5 | οἷος πρὸς τοὺς ἐκείνου κινδύνους ἀρκέσει. καὶ τὸ τάχος τῶν ἔργων ἡ τοῦ φέροντος ἐπιδείκνυται ῥύμη. | |
Prog.12.27.3 | ἔπειτα αὐτὸς κράνος μὲν οὐδὲν εἶχεν ἐπὶ τῆς κε‐ φαλῆς. οὐ γὰρ ἐδεῖτο τοῦ προκαλύμματος ὁ γῆν ἅπα‐ σαν ἐννοῶν παραστήσασθαι καὶ περισκοπεῖν. δοκεῖ δέ μοι πάντα τοῖς ὄμμασιν ἐνεῖναι, ἃ προϊὼν κατεστρέ‐ | |
5 | ψατο. σχῆμα πρὸς ὅλην ἀποβλέπει τὴν γῆν, καὶ τὸ πᾶν ὡς εἰπεῖν συλλήβδην φαίνει τὸ πρόσωπον. | |
Prog.12.27.4 | κό‐ μη δὲ ἀνειμένη πρὸς αὔρας καὶ πρὸς ὁρμὴν τοῦ φέ‐ ροντος κλίνουσα. καί μοι δοκοῦσιν οἷον ἀκτῖνες εἶναι πρὸς ἥλιον αἱ τρίχες αὐτῆς. | |
Prog.12.27.5 | ἔπειτα δειρὴ τῷ προσ‐ ώπῳ συναπονένευκε. καὶ ἡ δεξιὰ χεὶρ μετέωρος αἴρε‐ ται καὶ λαβεῖν ἀεί τι δοκεῖ καὶ τὸ πρόσω ζητεῖν τὸ παρὸν καταστρέψασα. ἡ δὲ λαιὰ συνεσταλμένην ἔχει | |
5 | χλαμύδα καὶ ταῖς αὔραις αὐτὴν οὐ κατέλιπε φέρεσθαι καὶ δεσμὸς κατέστη τοῖς πνεύμασι. | |
Prog.12.27.6 | στέρνον δὲ ἅπαν ἐξῳδημένον φαίνεται, θώρακι 〈δὲ〉 καὶ χλαμύδι συγκέκρυ‐ πται, καὶ διπλᾶ φέρει τῶν καιρῶν ὑπομνήματα, θώρακα μὲν τοῦ πολέμου τὸ σύμβολον, χλαμύδα δὲ τῆς εἰρή‐ | |
5 | νης τὸ γνώρισμα. καί μοι δοκεῖ τὴν διάνοιαν ὁ δη‐ μιουργὸς παραστήσασθαι τὴν χλαμύδα προσθεὶς ἐπάνω | |
τοῦ θώρακος. οἷς γὰρ εἰρήνης πόλεμον ἐτίθετο δεύ‐ τερον, τούτοις ὁ θώραξ τῇ χλαμύδι συγκέκρυπται, καὶ τὸ λανθάνον παρέσχε δοκεῖν ἀτιμότερον. | ||
Prog.12.27.7 | ἔπειτα μηρὼ διηρμένω πρὸς ἵππον καὶ πόδες ἄμφω μετέ‐ ωροι. καὶ 〈ὁ〉 δεξιὸς μὲν ἀντὶ κέντρου προσάπτεται, ὁ λοιπὸς δὲ αὐτόνομος φέρεται. Μακεδονικὰ δὲ φέρεται | |
5 | πέδιλα, ἃ καὶ κνήμην περιστέλλει οὐχ ὅλην, ἀλλὰ τὸ μὲν τῆς κνήμης ἔστιν ἰδεῖν, τὸ δὲ πρὸς μά‐ χην ὁπλίζεται. καὶ τὰ μὲν ἀμφότερα πρὸς εἰρήνην διαιρεῖται καὶ πόλεμον, καὶ τὰ μὲν πρῶτα βλέπει πρὸς πόλεμον, τὰ δὲ λοιπὰ πρὸς σπονδὰς ἀπονένευκε. κιν‐ | |
10 | δύνους γὰρ σπονδαὶ διαδέχονται. | |
Prog.12.27.8 | καὶ ὧδε μὲν ἔσχεν Ἀλέξανδρος, ἐποχεῖται δὲ καὶ μάλα ῥᾳδίως ἐφ’ ἵππου καὶ τὸν ἔποχον ὁ κομίζων ἐνδείκνυται, μᾶλλον δὲ δι’ ἑκατέρου κατιδεῖν ἑκάτερον πάρεστιν Ἀλεξάν‐ | |
5 | δρου μὲν τὸν ἵππον οἷον δεικνύντος, τοῦ δ’ ἵππου δηλοῦντος τὸν ἐποχούμενον. | |
Prog.12.27.9 | κεφαλὴ μὲν γὰρ ὡς οἵα νομισθῆναι βοὸς καὶ τὴν προσηγορίαν εἴληφεν ἐξ ὧν ἐνομίζετο, φύσιν 〈δὲ〉 ἑτέραν τὰ πρῶτα παρεδήλου τοῦ σώματος. μόνον οὐ κέρας ἀνεῖχε τὸ πρόσωπον. χαλινὰ | |
5 | κατέχειν οὐκ εἴα. οὐ γὰρ οἷος εὐθύνεσθαι, μᾶλλον δὲ χαλινοῦ τέχνην ἔδειξεν ἄπρακτον, καὶ τοῖς μὲν ἄλλοις οἷος μὴ κατεσχῆσθαι, Ἀλεξάνδρῳ δὲ χαλινῶν εὐπειθέ‐ στερος. | |
Prog.12.27.10 | ὄμμα δὲ φοβερὸν καὶ μόνον οὐ φοβοῦν πρὸ τοῦ βάλλοντος. ῥῖνες δέ οἱ διεγείρονται πνεύμασι, καὶ τὴν μὲν ὀργὴν ὁ θυμὸς κατεμήνυεν, ἐδήλου δὲ τὸν θυμὸν τὸ προκάλυμμα. δειρὴ δὲ ἐπὶ πλεῖστον οὐχ | |
5 | ἥκουσα, συνέστελλε γὰρ ἡ φύσις πρὸς τὴν ὁρμήν. | |
Prog.12.27.11 | καὶ οἱ πόδες οἱ πρόσθεν ἠρμένοι καὶ πρὸς ἀέρα μετέωροι καὶ χωρεῖν πρὸς τὸ πρόσθεν ἐπείγονται καὶ γῆς οὐκ ἐθέλουσιν ἅπτεσθαι τοῦ δημιουργοῦ καλῶς ἐκ τῆς γῆς ἀπαρτήσαντος. πεφύκασι γὰρ ἰθύειν ἑτοιμό‐ | |
5 | τατοι καὶ γῆς ἐπιβαίνειν καὶ δοκεῖν τῆς γῆς μὴ προσ‐ άπτεσθαι. οἱ δὲ τελευταῖοι πρὸς τὸ βάθρον ἐρείδονται καὶ δοκοῦσιν ἰσχὺν διδόναι τοῖς ἔμπροσθεν καὶ ὃ πρὸς γῆν ὑπομένουσι παθεῖν τοὺς λοιποὺς οὐ παρέ‐ χουσιν. | |
Prog.12.27.12 | οὐρὰ δὲ οὔτε ὅλη καθεῖται οὔτε ἀφῃρέθη τοῦ μέτρου, ἀλλ’ ἔσχε μὲν ὅσον κοσμηθῆναι τὴν φύ‐ σιν, παρείλατο δὲ ὅσον ἐμποδὼν μὴ γενέσθαι ταῖς μάχαις. | |
Prog.12.27.13 | Ἀνέχει δὲ αὐτὸν ὑπὲρ γῆς βάθρον τέτρασιν ἐπικείμενον κίοσι. καὶ τὸ μὲν βάθρον ἐπικείμενον ση‐ μαίνει τὴν γῆν, αἱ δὲ κίονες τῶν τμημάτων ἕκαστον φέρουσιν ἐφ’ ὅσα προῆλθεν Ἀλέξανδρος. πρὸς γὰρ | |
5 | † ἀνίσχοντα φέρουσιν ἥλιον καὶ ἐν ἄρκτῳ δηλοῦται τε‐ ταμένη πρὸς νότον ὁπόσα τῆς γῆς Ἀλέξανδρος ἔχει. | |
Prog.12.27.14 | Καὶ λῆξαι τοῦ λέγειν περίεστιν, εἰ μή τις καὶ | |
πλέον θαυμάσειεν. | ||
Prog.12.28t | Ἐτεοκλέους καὶ Πολυνείκους. | |
Prog.12.28.1 | Τὰ δὲ Θηβῶν ἀτυχήματα τεθέαται μὲν κατὰ μέσον Ἑλλάς, ὅλη δὲ παρὰ τὰς Ἀθήνας ἐπὶ τῆς σκη‐ νῆς ἐθεάσατο γῆ. καὶ κατὰ μέρος αἱ πόλεις εἰλήφασι χαλκῷ τὸ πάθος μιμούμεναι. ἐγὼ δὲ τεθέαμαι, ὡς ἐν | |
5 | περιφανεῖ χώρῳ τοῦ ἄστεος ἀνέστηκε μετὰ Πολυνεί‐ κους Ἐτεοκλῆς ἐπὶ ταῖς Θήβαις τοιοῦτον πρὸς ἀγῶνα ἡτοιμασμένος, ὃν ἔξω Θηβῶν ἀγωνίζεται. | |
Prog.12.28.2 | καὶ πρῶ‐ τον μὲν ἑκατέρων αἱ κεφαλαὶ περιβέβληνται κράνεσιν. εἶτα ἀλλήλοις πολεμοῦντες ἐκτρέπονται καὶ τὰ πρόσ‐ ωπα 〈καὶ〉 βλέπειν ἀλλήλους οὐκ ἀνεχόμενοι δηλοῦσι | |
5 | τὴν φύσιν ἀδικουμένην παραλόγῳ τολμήματι. δειραὶ δὲ τοῖς προσώποις συναπονεύουσι. | |
Prog.12.28.3 | καὶ τὸ ξίφος ὁ μὲν ἐπανέχει τῇ δεξιᾷ καὶ δηλοῖ τῇ πληγῇ ὅτι πάθος ἀλ‐ λότριον τῇ φύσει συνάπτεται, ὁ δὲ μιαιφονῶν καὶ βραδύτερος ἑστηκὼς καθέλκει τὸ ξίφος ὥσπερ ἔτι σκο‐ | |
5 | πῶν εἰ νόμος ταῦτα παθεῖν τὴν συγγένειαν. καθεῖνται δὲ ἀμφοτέρων εὐώνυμοι. ἐξήρτηται δὲ καὶ θατέρου τὸ ξίφος ἔτι μένον παρὰ τὸν κουλεὸν ἐξηρτημένου τελα‐ μῶνος ἐξ ὤμου. | |
Prog.12.28.4 | τὰ δὲ στέρνα πρὸς ὄγκον ἔσχεν ἑκά‐ τερος, ἐξοιδεῖται γὰρ καὶ ἀναπνεῖ πρὸς θυμόν. τῶν δὲ μηρῶν ὁ μὲν ἔχει τὸν δεξιὸν εἰς γόνυ καμπτόμενον καὶ πρὸς τὸν ἀνταγωνιστὴν ἐπικλίνοντα, ὁ δὲ τὸν | |
5 | λαιὸν ὁμοίως ἔκαμψεν ἐφ’ ὁμοίου τοῦ σχήματος. οἱ δὲ λοιποὶ τῶν ποδῶν τὸ βάθρον ἐρείδουσι, καὶ συν‐ άπτει τὸ βάθρον οὓς πρὸς ἀγῶνα καθεῖλκε δυσμένεια. διττοὶ δὲ τὸ βάθρον ἀνέχουσι κίονες ἑκάτεροι δηλοῦν‐ τες τῶν ἀγωνιζομένων τὸ μέτρον. | |
Prog.12.28.5 | Ταῦτα θαῦμα μὲν ὑπῆρχεν ἰδεῖν, ἀδίκημα δὲ σιωπῇ κατακρύπτεσθαι. | |
2 | ||
Prog.12.29t | πανηγύρεως. | |
Prog.12.29.1 | Πανηγύρεων δὲ μελλουσῶν μὲν πόθος ἀνθρώ‐ ποις, παρουσῶν δὲ ἡδονή, πεπαυμένων δὲ μνήμη. καὶ γὰρ αὖ τὸ μεμνῆσθαι καθίστησι τοὺς ἀνθρώπους ἐγγὺς τῶν ἔργων αὐτῶν. ἔχει δέ τινα καὶ ὠφέλειαν ἡ μνή‐ | |
5 | μη. περὶ γὰρ πανηγύρεων λέγοντα καὶ περὶ θεῶν ἀν‐ άγκη λέγειν, οἷς αὗται ποιεῖσθαι κατεδείχθησαν. | |
Prog.12.29.2 | ὧν προσιουσῶν παρασκευάζονται μὲν μετ’ εὐθυμίας ἄνθρω‐ ποι, παρασκευάζονται δὲ οἱ μὲν πολλοὶ ταῦτα ἀφ’ ὧν ἑστιάσονται λαμπρῶς, οἱ δὲ δὴ ἀξιώτεροι ταῦ‐ | |
5 | τά τε καὶ οἷς θεραπεύσουσι τοὺς θεούς. | |
Prog.12.29.3 | καὶ ἀγρόθεν ἄγεται βοσκήματα καὶ οἶνος καὶ τἄλλα ὅσα ἂν ἐξ ἀγροῦ γένοιτο, ἐσθῆτάς τε ἐκκαθαίρουσι καὶ σπεύδει ἕκαστος ὅπως ἂν διὰ πάντων ἑορτάσῃ. τοῖς δὲ ἐνδεεστέροις | |
5 | παρὰ τῶν εὐπόρων ἔστιν ἱμάτια χρησαμένοις κοσμεῖ‐ σθαι. | |
Prog.12.29.4 | ἐπιστάσης δὲ τῆς κυρίας ἱερεῖς μὲν ἀνοίγουσι τὰ ἱερὰ καὶ ἀγαλμάτων ἐπιμελοῦνται καὶ οὐδὲν τῶν εἰς κοινὸν φερόντων ῥᾳθυμεῖται. μεσταὶ δὲ αἱ πόλεις ὄχλου τῶν ὁμόρων συρρεόντων ἐπὶ τὰ δρώμενα, τῶν | |
5 | μὲν πεζῇ, τῶν δὲ ναυσίν. | |
Prog.12.29.5 | ἡλίου δὲ ἀνίσχοντος ἐν ἐσθήμασι λαμπροῖς ἐπὶ τὸν νεὼν φοιτῶσι θεραπεύσον‐ τες θεὸν τοῦτον ᾧ τελεῖται ἡ πανήγυρις. ἡγεῖται μὲν οὖν ὁ δεσπότης φέρων λιβανωτόν, ἕπεται δὲ ὁ οἰκέτης | |
5 | ἱερεῖον κομίζων. καὶ πατράσι συνομαρτοῦσιν υἱεῖς, οἱ μὲν ἤδη αἰσθανόμενοι θεῶν ἰσχύος, οἱ δὲ κομιδῆ νέοι. | |
Prog.12.29.6 | ὁ μέν τις ἄπεισι τεθυκώς, ὁ δὲ ἔρχεται τοῦτο δρά‐ σων. εὐχαὶ δὲ πολλαὶ πανταχοῦ καὶ πρὸς ἀλλήλους ῥήματα εὔφημα. γυναικῶν ἱερεῖα μὲν ἐν ἱεροῖς, ταῖς δὲ ἄλλαις ἀρκεῖ θεάσασθαι τὸν ὅμιλον τῶν ταῦτα | |
5 | ποιούντων. | |
Prog.12.29.7 | ἐπειδὰν δὲ αὐτοῖς εὖ ἔχῃ τὰ πρὸς τοὺς δαίμονας, διαδέχονται τράπεζαι, ἐν αἷς ὕμνοι μὲν αὐ‐ τοῦ τοῦ τιμωμένου τῇ πανηγύρει θεοῦ, φιλοτησίαι δὲ καὶ ᾄσματα, σπουδαῖα μὲν τὰ τῶν σπουδαίων, εἰς δὲ | |
5 | γέλωτα πεποιημένα τὰ τῶν μὴ τοιούτων. | |
Prog.12.29.8 | ἑστιῶνται δὲ οἱ μὲν ἐν τοῖς ἱεροῖς, οἱ δὲ οἴκοι. καὶ δέονται πο‐ λῖται ξένων παρὰ σφίσιν εὐωχεῖσθαι. καὶ ἐν τῷ πότῳ | |
φιλίαι μὲν ἀρχαῖαι βεβαιοῦνται μειζόνως, αἱ δὲ ἀρχὴν | ||
5 | λαμβάνουσιν. ἐξανιστάμενοι δὲ οἱ μὲν τοὺς ξένους παραλαμβάνοντες δεικνύουσιν ὅ τι ἐν τῇ πόλει θέας ἄξιον, οἱ δὲ ἐν ἀγορᾷ συγκαθήμενοι διαλέγονται σὺν φαιδρότητι, κατηφὴς δὲ οὐδείς, ἀλλὰ ἀνεῖται πρὸς εὐ‐ φροσύνην τὰ πρόσωπα. | |
Prog.12.29.9 | χρεῶν εἰσπράξεις ἠρεμοῦσι καὶ πᾶν ὅ τι λυπηρὸν ἐν δευτέρῳ γίνεται. γραφαὶ δὲ ἡσυχάζουσι καὶ δικαστὴς οὐ ψηφίζεται. τὰ δὲ ἡδονὴν ἔχοντα μόνα ἀνθεῖ καὶ οὐδὲ οἰκέταις πληγῶν φόβος, | |
5 | παιδαγωγοὶ δὲ τοῖς νέοις ἥμεροι. δειπνεῖν δὲ ἔνι τῆς ἑσπέρας λαμπρῶς. | |
Prog.12.29.10 | ἔνθα δὴ πολλοὶ μὲν λαμπτῆρες ὡς ἐμπεπλῆσθαι φωτὸς τὸ ἄστυ, πολλοὶ δὲ κω‐ μασταὶ καὶ αὐλῶν εἴδη καὶ συρίγγων 〈καὶ〉 ἐν στενωποῖς ᾠδαὶ τῶν μὲν τὰ αὐτὰ ᾀδόντων, τῶν δὲ οὐ τὰ αὐτά. | |
5 | τότε καὶ εἰς μέθην πιεῖν οὐ πᾶν ὄνειδος. δοκεῖ γάρ πως καὶ τούτου τὴν αἰσχύνην ὁ καιρὸς ἀφαιρεῖν. | |
Prog.12.29.11 | τῇ δὲ ὑστεραίᾳ τὸ μὲν θεῖον οὐκ ἀμελεῖται, βραχύ‐ τεροι δὲ οἱ τῇ προτεραίᾳ θεραπεύσαντες στείχουσιν ἐπὶ τὰ θεάματα, οἷς μέν εἰσι στίχων ἅμιλλαι, ἐπὶ ταῦ‐ τα, οἷς δὲ ἐν ταῖς σκηναῖς, ἐπ’ ἐκεῖνα. | |
Prog.12.29.12 | καὶ ἡ τρί‐ τη δὲ οὐ πολὺ τούτων λείπεται, καὶ συνεκτείνονται τῷ χρόνῳ τῶν ἑορτῶν αἵ τε θυμηδίαι καὶ τὸ τῆς γνώμης φαιδρόν. ληγούσης δὲ πανηγύρεως εὐχὴ περὶ | |
5 | τοῦ μέλλοντος ἰδεῖν αὖθις τὴν πανήγυριν αὐτοὺς καὶ παῖδας καὶ ἐπιτηδείους. καὶ ἀπίασιν οἱ ξένοι καὶ πο‐ | |
λῖται παραπέμπουσιν. | ||
Prog.12.30t | Κάλλους. | |
Prog.12.30.1 | Τήμερον εἶδον κόρην ἐκ θυρίδος προκύπτουσαν καὶ ἰδὼν ἑαλώκειν εὐθύς. ἔμπνουν γὰρ ἐδόκουν τὴν Σελήνην ὁρᾶν ἐπὶ γῆς ἢ μεταπεπλάσθαι τὴν Ἀφροδί‐ την εἰς ἄνθρωπον καὶ πείθειν εἶχον ἐμαυτὸν ὡς ἀΰλῳ | |
5 | κάλλει τὸ πρόσωπον ἰνδαλμάτισται. | |
Prog.12.30.2 | Ἔρως γὰρ ἐκ τῶν ἐκείνης ὀμμάτων ἐτόξευε. καὶ προκατελάμβανε τὴν θέαν ἡ τόξευσις. καί πως ὀφθαλμοὶ μὲν τὸ κάλλος ἐθαύμαζον, ψυχὴ δὲ τῆς ὀδύνης ᾐσθάνετο καὶ βλέπειν | |
5 | ἐθέλων ἀπέθανον. καὶ τὸ μὲν κάλλος γλυκύ, ἡ δὲ τρῶσις πικρά. | |
Prog.12.30.3 | καί πως γλυκύτερον ἦν τὸ λυπεῖν. τῶν γὰρ ὀφθαλμῶν λιχνευομένων εἰς ὅρασιν τὸ κάλλος εἰς τὴν ψυχὴν διωλίσθαινε καὶ πῦρ ἐρωτικὸν τὸ πᾶν ἐλυμαίνετο. τίς γὰρ ἂν ἐκείνης τὸ κάλλος ὑπογράψαιτο; | |
5 | τίς παραδοίη γραφῇ; τίς διαμορφώσειε τοῖς χρώμασι; | |
Prog.12.30.4 | καλὸς Ἀπελλῆς καὶ λόγος τούτου πολύς, ἀλλὰ μέχρι ταύτης καλός. καί πως ἐπιγραφέτω τῇ Τύχῃ καὶ χάρι‐ τας, ὅτι πρὸ ταύτης ἠρίστευσε καὶ τῆς ζωγραφικῆς ἐδείκνυ τὸ ἔντεχνον καὶ κάλλος οὐκ εἶχεν ὁρᾶν ὑπερ‐ | |
5 | νικῶν χειρὸς ἔντεχνον μίμημα. ἀλλ’ ἔσχεν ἂν κἀκεῖνος τῆς συμφορᾶς παρηγόρημα τὸ κάλλος ὁρᾶν ἐπὶ γῆς εὐτονοῦν καὶ τῶν ὀμμάτων τὴν δύναμιν καὶ ταὐτὸν ὑπομένειν τοῖς πειρωμένοις κάλλος ἡλίου παρα‐ δοῦναι τοῖς χρώμασι. | |
Prog.12.30.5 | κάλλιστος οὖν ζωγράφος καλ‐ λίστης κόρης ἡ ἐμὴ ψυχή. ἀχρωματίστως γὰρ τὸ κάλλος ὁρᾷ παρ’ ἑαυτῇ 〈καὶ〉 συμμεμόρφωται. καὶ νῦν ὁρᾶν τὴν εἰκόνα πεφάντασται. καὶ πολέμιον ὁ τεχνίτης ἔχει | |
5 | τὸ τέχνασμα. μεμψαίμην 〈ἂν〉 τοῖς ἐμοῖς ὀφθαλμοῖς, ἀλλ’ οὐκ ἀμόρφου κόρης ἠράσθησαν, ἀλλὰ τῇ ψυχῇ, ὅτι πέπονθεν, ἀλλ’ ἡδὺ τὸ πάθος καὶ τοῦ πάθους μᾶλλον ὁ θάνατος, ἵν’ ἔχῃ στεφανηφορεῖσθαι τῷ Ἔρωτι τοιούτου γενόμενος κάλλους ἀγώνισμα. | |
Prog.12.30.6 | ἔγωγε οὖν ἐξ εὐπορίας ἠπόρημαι καὶ λέγειν ἔχων πολλὰ ταῖς τῶν πολλῶν ὑπερβολαῖς ἀνακρούομαι καὶ τὴν εὐπορίαν τοῦ λόγου ἀπορία σιγῆς διαδέχεται. οἶδε τὸ πάθος ψυχὴ | |
5 | κἀκείνη σοφιστεύει τὸν ἔρωτα καὶ δι’ ὧν ἐπεπόνθει δείξει τοῦ κάλλους τὴν δύναμιν. | |
Prog.12.30.7 | δοκῶ τὴν κόρην τὸν τῆς Ἀφροδίτης κεστὸν διαζώννυσθαι καὶ διὰ ταύ‐ της τοὺς νέους θηρᾶν ἢ μεταπλασθῆναι τὴν ἄϋλον πρὸς παχύτητα σώματος, ἀλλ’ οὐκ ἦν τὸ κάλλος ἐκεῖ‐ | |
5 | νο θεᾶς, κόρης ἦν καὶ καλῆς. | |
Prog.12.30.8 | ἐκεῖνό τις ἰδὼν ἐπεύ‐ ξαιτο ἂν θανεῖν, εἰ προσψαύοιτο. ἐπηυξάμην τοῦτο κἀγώ, ἀλλ’ ἀτέλεστος ἦν ἡ εὐχή. περὶ ἐκεῖνο τὸ πρόσ‐ ωπον περιεχόρευον Χάριτες καὶ μεταρσίους τοὺς πό‐ | |
5 | δας ἐκούφιζον, ἵνα μὴ τοῦ κάλλους προσψαύοιντο, καὶ πλέον αἱ παρειαὶ τοῦ συνήθους ἐφοινίσσοντο. αἱ Μοῦ‐ σαι περὶ τὴν κόρην ὡμάρτουν καί τι λέγειν τοῦ Κάλ‐ λους οὐκ εἶχον ἐπάξιον. Ἔρως εὐτύχει παρ’ αὐτῇ τὰ τόξα τείνων καὶ πικρὸν ἐπαλείφων τοῖς βέλεσι φάρμα‐ | |
10 | κον καὶ ταῖς βολαῖς τῶν ἐκείνης ὀμμάτων ἐμπιστεύων τὴν τόξευσιν. | |
Prog.12.30.9 | ἵστατο γοῦν ἡ κόρη μέσον Μουσῶν καὶ Χαρίτων καὶ Ἔρωτος ταῖς μὲν παγκάλως συμπαί‐ ζουσα, τοῦ δὲ τὴν βελοθήκην κενοῦσα ταῖς τῶν ὀμμά‐ των τοξεύσεσιν. ἔνθα γὰρ εἶδεν, ἐκεῖ τὸ βέλος πικρὸν | |
5 | προσεπήγνυτο, καὶ μάτην ἐδείκνυτο Πάνδαρος φιλοτίμῳ λόγῳ ἐπικεκλημένος ἀντίθεος. ἐκείνη γὰρ ὑπερενίκα τὰς Χάριτας καὶ Μοῦσα μᾶλλον ἦν τῶν Μουσῶν καὶ δέσμιον εἶχε τὸν Ἔρωτα. | |
Prog.12.30.10 | δοκῶ πως | |
κἀκεῖνον τὰς τοῦ Κάλλους μαρμαρυγὰς ἐκπληττόμενον. εἰ γὰρ οὑτωσὶ τὴν φύσιν οὐσίωτο ὥστε διολισθαίνειν μικρὸν πρὸς ἐμπάθειαν, ὅλος ἂν ἐκεῖνος τοῦ ἔρωτος | ||
5 | καὶ ἔρως ἂν ἕτερος ἐγεγόνει τῷ Ἔρωτι. | |
Prog.12.30.11 | Ἔγωγ’ οὖν τὰς πλατείας διερχόμενος ἔφιππος μέχρις ἐκείνης εἶχον τὸ εὔτονον, τὸ πᾶν γὰρ ἐκεῖσε νενάρκωτο, καὶ τῆς ἡμιόνου τὸ ἄτακτον χεὶρ ἐπαφῶσα βιαίως ἐκόλαζε. κἀκείνη τὸν χαλινὸν ἐνδακοῦσα πρὸς | |
5 | ὕψος ἐκύρτου τὸν τράχηλον καί πως ἀτακτεῖν περὶ τὴν πάροδον ἤθελεν. | |
Prog.12.30.12 | εἶδον γὰρ Κάλλους καλὸν ὄμμα προσμειδιῶν καὶ ταῖς διαλόξοις στροφαῖς χαρι‐ τούμενον, ὀφρῦν ἑλικοειδῆ τὴν ἀψῖδα περιτορνεύουσαν, παρειὰς τῷ συμμέτρῳ τῆς χροιᾶς καὶ μηλέας ὑπεραυ‐ | |
5 | γαζούσας τὸ φοίνιγμα, βόστρυχον πρὸς τὼ ὦτε περι‐ κλώμενον παρασύροντα τοὺς ἀνθέρικας κἀκείνους οὔ‐ λους καὶ χρυσοειδὲς ἐπαυγάζοντας. | |
Prog.12.30.13 | τὸ δὲ τῆς κό‐ μης ξάνθουλον 〈ἐν〉 ταῖς παρειαῖς εὐναζόμενον πρὸς μὲν τὸ συγγενὲς τοῦ φοινίγματος καί τι χρυσαυγίζον ἐμί‐ γνυε, πρὸς δέ γε τὸ λευκόχρουν χρυσοειδῆ τὰ πάντα | |
5 | παρέτεινεν, ἐδέχετο δὲ καὶ αὐτὸ ἐκ τῆς τῶν ἐκεῖθεν χρωμάτων αὐγῆς καί πως ἀντέχρωζεν ἡδέως πρὸς ἕκαστα. | |
Prog.12.30.14 | καὶ παράδεισος ἀνθέων ἐδόκει τὸ πρόσω‐ πον. εἶδον καὶ χείλη καὶ νῦν λειποθυμῶ πρὸς τὴν ἔκφρασιν. γυρόθεν γὰρ ἡ λευκότης θαυμασίως πρὸς τὸ φοίνιγμα διετόρνευσε, μέσον δ’ ἐκεῖνο καθαρῶς | |
5 | ἐφοινίττετο. καὶ ῥόδον εἶχον ὁρᾶν περιτετειχισμένον ταῖς κάλυξι μόνον μὴ φέρον τὴν ἄκανθαν. ἱκανὸν γὰρ ἡ ἐμὴ ψυχὴ προανήρπασε καὶ ἡ γνῶσις ἐξ ἀρχῆς προσ‐ επέπηκτο. | |
Prog.12.30.15 | ὅσον δὲ εἰκὸς ἦν ἐκ τῶν χειλέων τεκμαί‐ ρεσθαι, μαλθακὸν ἂν εἶχον ἴσως τὸ φίλημα, σίμβλον γὰρ ἦν μελισσῶν. καί πως εἰ ἔφθη μικρὸν ὑποφθέγξασθαι, εἶδον ἂν τάχει καὶ μέλι καταρρέον ἐκ | |
5 | στόματος καὶ γλῶσσαν περιλιχμαζομένην τὸ γλύκυσμα καὶ τὸ φοίνιγμα καθυγραίνουσαν. | |
Prog.12.30.16 | Κάλλος οὖν τοιοῦτον ἰδὼν πόθου παντὸς διε‐ στάλαξα δάκρυον, ᾤκτειρον γάρ μου τὸ πάθος καὶ οἱ ὀφθαλμοί. ἀλλ’ οὐκ εἶδεν ἡ κόρη τὰ δάκρυα. εἰ γὰρ εἶδεν, ἠλέησεν ἂν τὸν διὰ τὸ κάλλος ἐκείνης δακρύ‐ | |
5 | σαντα. σοβαρὸν γὰρ οἷον πρὸς ἡμᾶς ἐνητένιζε. καὶ τὸ βλέμμα θάνατος ἦν. τὸ γὰρ ὄμμα πρὸς τὸν τῆς ἡμι‐ όνου διαλοξεύσασα πάταγον ἕτερον εἰς τὴν ἐμὴν ψυχὴν ἐπέτεκε πάταγον. | |
Prog.12.30.17 | ἤθελον οὖν ὁρᾶν τολμηρῶς καὶ ζόφος εἶχε τὸν ὀφθαλμόν, καὶ θέλων βλέπειν οὐκ | |
ἔβλεπον. ἀντωθούμην γὰρ πρὸς ἔλεον, ἐβουλόμην ἀφι‐ έναι φωνήν, ἀλλ’ ἐπεῖχε ταύτην αἰδώς. καί ποτε τὸ | ||
5 | πάθος ἐνίκησε καὶ τῇ γλώττῃ τόλμαν ἐνέθηκε. καί τι λιγυρὸν ἠβουλήθην προσφθέγξασθαι, ἀλλ’ ἡ κόρη πρὸ τῆς φωνῆς, ὡς ὄρθιος 〈φιλεῖ〉 περικλασθῆναι κυπάριττος, λειποψυχεῖν με τὸν τολμηρὸν παρεσκεύασεν. | |
Prog.12.30.18 | ᾠκτεί‐ ρησεν Ἔρως τὴν συμφορὰν καὶ παρὰ τῇ κόρῃ τὸ πτερὸν ἡδίστως ὑπέσεισε καί πως ἔρωτι τὰς παρειὰς ὑπηνέ‐ μωσε. τῆς δὲ σπασάσης καὶ λοξευσάσης τὸν ὀφθαλμὸν | |
5 | πρὸς τὸν Ἔρωτα τὸ πτερὸν διερρύη καὶ τῆς χειρὸς τὸ τόξον ἐκπεπτώκει καὶ δοῦλος κόρης καλῆς ὁ πολλῶν δεσπότης ἐδείκνυτο. | |
Prog.12.30.19 | ἐγὼ δὲ τοσαῦτα κατιδὼν πε‐ πονθότα τὸν Ἔρωτα δειλὸς ἀριστεὺς ἐγεγόνειν εὐθὺς καὶ καθορῶν τὸν δεσπότην δουλούμενον δρασμὸν αὐ‐ τὸς ἐβουλευόμην ὑπότρομος. μόλις οὖν ἐκεῖ καταλιπὼν | |
5 | τὴν ψυχὴν οἴκαδε τὸ σῶμα νεκρὸν ἀπεκόμισα. | |
Prog.13t1 | Θέσεις. | |
Prog.13.1t | Εἰ γαμητέον. | |
Prog.13.1.1 | Ἐπὶ πολλῶν μὲν καὶ ἄλλων δοκοῦσί μοι τῆς ὀρθῆς δόξης οἱ πολλοὶ τῶν ἀνθρώπων ἁμαρτάνειν, μάλιστα δὲ τοῦτο πεπόνθασιν οἱ τὸ γαμεῖν ὡς ἓν τῶν δεινοτάτων φεύγοντες. εἶτα μέγα φρονοῦσιν ὡς εὖ | |
5 | βεβουλευμένοι τὰ πάντων ἀσυμφορώτατα ᾑρημένοι. καὶ διὰ τοῦτο πολλοὺς αὑτῶν καθιστᾶσι μιμητὰς διχῆ βλάπτοντες τὸν ἀνθρώπινον βίον οἷς τε αὐτοὶ πράτ‐ τουσι καὶ οἷς τοὺς ἄλλους παρακαλοῦσι. | |
Prog.13.1.2 | παραδῶμεν δέ, εἰ δοκεῖ, τὸ πρᾶγμα λογισμοῖς καὶ τοὺς μέν, εἰ οἷόν τε, μεταστήσωμεν, τοὺς δὲ ποιεῖν ἃ ἀνδρός ἐστι | |
νοῦν ἔχοντος ἀναγκάσωμεν. | ||
Prog.13.1.3 | Δίκαιον δὲ θεοῖς ὁμογνώμονας εἶναι καὶ μὴ διεστάναι κατὰ τὴν κρίσιν μηδὲ στασιάζοντας φαίνε‐ σθαι πρὸς τοὺς τῶν ὅλων κυρίους. πῶς οὖν ὁ Ζεὺς περὶ γάμου βεβούλευται καὶ πάντες οἱ τὸν οὐρανὸν | |
5 | ἔχοντες; οὐ τὴν μὲν Ἥραν αὐτὸς ἔγημε, τὴν δ’ Ἀφρο‐ δίτην Ἥφαιστος καὶ ἄλλος ἄλλην καὶ πάντες πατέρες ἐκλήθησαν καὶ ἀδελφοί; | |
Prog.13.1.4 | τί δέ; οὐ σεμνύνονται ταῖς ἀπὸ τοῦ πράγματος κλήσεσιν; οὐ γαμήλιος μὲν ὁ Ζεύς, ἡ δὲ Ἥρα συζυγία; ἡ δὲ Ἀφροδίτη πάντα ἀφεῖσα τὰ ἄλλα περὶ τοῦτο διατρίβει. γάμος ἔδειξεν Ἀπόλλω καὶ | |
5 | Ἄρτεμιν, γάμος τὸν Ἄρην, γάμος τὸν Ἡρακλέα, τὴν Ἑλένην, τοὺς Διοσκούρους. οὐ γὰρ μόνον θεοὶ θεαῖς ἠξίωσαν μίγνυσθαι, ἀλλὰ καὶ μέχρι γῆς ἦλθον τοὺς ἡμιθέους σπείροντες. | |
Prog.13.1.5 | οἱ δὲ ἡμίθεοι ζηλωταὶ τῶν πατέρων καταστάντες ἐγένοντο καὶ αὐτοὶ πατέρες, | |
οἱ μὲν καθ’ ἡσυχίαν γαμοῦντες, οἱ δὲ καὶ πολέμους ὑπὲρ τῶν γυναικῶν ἀράμενοι. ἀκούομεν δὲ τοῦ Μίνω | ||
5 | παῖδας καὶ Δαρδάνου καὶ Ταντάλου. | |
Prog.13.1.6 | εἰ δὲ τὸ γα‐ μεῖν οὐ καλὸν ἦν, οὔτ’ ἂν οἱ θεοί ποτε τοῦτο μετ‐ ῆλθον τούς τε ἐξ αὑτῶν γεγονότας πάντως ἂν ἀπέ‐ τρεπον. νῦν δὲ ἔργῳ μεμαρτυρήκασι θείαν εἶναι τὴν | |
5 | ὑπὲρ παίδων μίξιν. οὔτε γὰρ μὴ τὸ βέλτιστον ἰδεῖν τοὺς θεοὺς ἔστιν εἰπεῖν οὔτ’ εὖ εἰδότας ἐξεπίτηδες πρὸ τῶν ἀμεινόνων αἱρεῖσθαι τὰ χείρω. | |
Prog.13.1.7 | ὅστις οὖν ταῦτα πεπεισμένος παρὰ τῶν θεῶν φεύγει τὸν γάμον, κατηγορεῖ τῶν θεῶν ὡς τὰ φαῦλα τετιμηκότων καὶ βούλεται δοκεῖν ἐκείνων εἶναι φρονιμώτερος ὡς τῶν | |
5 | μὲν τοῦ δέοντος ἐκπεπτωκότων, αὐτὸς δὲ τὸ κάλλιστον εὑρών. | |
Prog.13.1.8 | ὅταν δὲ τοῦτο ποιῇ, περιφανῶς ἀσεβεῖ καὶ γίνεται τῶν τοὺς βωμοὺς ἀνασπώντων μιαρώτερος οὐ τιμῆς τινος ἀποστερῶν τοὺς κρείττονας, ἀλλὰ πονηροὺς | |
οἷς ποιοῦσιν ἀποφαίνων τοὺς Ὀλυμπίους. | ||
Prog.13.1.9 | Ἀλλ’ ἐῶ ταῦτα. τῇ φύσει δὲ ὅστις μάχεται, πῶς ἂν σωφρονεῖν δοκοίη; τί οὖν τὸ βούλημα τῆς φύσεως εἶναι νομίζεις ἢ μίξεις καὶ γονὰς καὶ τόκους; τεκμή‐ ριον δέ, τὰ γὰρ μὴ μετέχοντα λογισμοῦ τῶν ζώων | |
5 | ταῖς ἐκείνης ἀνάγκαις ἕλκεται καὶ δείκνυσιν ἔγγονα. | |
Prog.13.1.10 | καλῶς ἄρα παρὰ ταῖς ἀρίσταις τῶν Ἑλληνίδων πόλεων ἐν ἐγκλήματι τὸ μὴ γαμεῖν ἔκειτο. θαυμάζω δὲ εἰ τοῖς μὲν πατράσι χάριν εἰσόμεθα τοῦ γενέσθαι, μὴ νομιοῦμεν δὲ καὶ αὐτοὶ ταῖς πόλεσιν ὀφείλειν τοὺς | |
5 | ἀνθ’ ἡμῶν ἐκείνας διαδεξομένους. ἢ χρήματα μὲν ὀφείλοντας μὴ θεῖναι δεινόν, σώματα δὲ ὀφείλον‐ τας μὴ βουληθῆναι φυτεῦσαι μέτριον; | |
Prog.13.1.11 | οὕτω τοί‐ | |
νυν ἀδικοῦσι περιφανῶς οἱ τὸν γάμον φεύγοντες καὶ τὰ μέγιστα καταβλάπτουσιν αὑτούς τε καὶ τὰς πόλεις καὶ συνταράττουσιν ἅπαντα τὰ ἐν τῇ γῇ καλά. ποῖαι | ||
5 | μὲν γὰρ θυσίαι θεοῖς ἔτι; ποῖα δὲ βουλευτήρια; ποῖαι δὲ ἐκκλησίαι; ποῖαι δὲ στρατεῖαι κατὰ γῆν; τίνες ἀπό‐ στολοι; | |
Prog.13.1.12 | τὰς δὲ πόλεις αὐτὰς ὅλως πῶς οἷόν τε μένειν, ἂν τοὺς ἐνοικοῦντας ἐξέλῃ τις; ἐρημωθεῖεν ἂν αἱ πόλεις, εἰ σταίη τὰ τῶν γάμων καὶ μὴ προβαίνοι. ὅταν γὰρ οἱ μὲν ὄντες ἀπίωσιν, οἱ δὲ ἀντ’ ἐκείνων | |
5 | μὴ φαίνωνται, πῶς οὐκ ἀνάγκη τοῦτο ὅπερ ἔφην συμ‐ βαίνειν; | |
Prog.13.1.13 | Καὶ μὴν οὐδ’ ἐκεῖνό γε ἔστιν εἰπεῖν, ὡς κοινῇ μὲν ταῖς πόλεσι λυσιτελεῖ, τοὺς δὲ καθ’ ἕκαστον οὐ‐ δὲν ὠφελεῖ. καὶ γὰρ ἐκείνοις πολλὰ ἂν ἐκ τοῦ πράγμα‐ τος γένοιτο τὰ συμφέροντα. τῷ πλουσίῳ μὲν γὰρ ἡ | |
5 | περιουσία διπλασία καθίσταται, τῷ πένητι δὲ πολλάκις μὲν χρήματα προσεγένετο, πολλάκις δὲ ἀντ’ ἐκείνων τῆς γυναικὸς ὁ τρόπος χρηστῆς τε οὔσης καὶ σώφρο‐ νος καὶ φιλεργοῦ. | |
Prog.13.1.14 | ἐν μὲν τοῖς ἀγαθοῖς ὁ γεγαμη‐ κὼς ἕξει τὴν συνησθησομένην, ἐν δὲ τοῖς ἑτέροις τὴν συναχθεσθησομένην. ὁ μὲν εἰργάσατο χρήματα διατρί‐ βων ἐπὶ τῆς ἀγορᾶς, ἡ δὲ ἔνδον οὖσα λαβοῦσα ἐφύ‐ | |
5 | λαξεν, ἀλλ’ οὐκ οἰκέται, διαφθείρουσι γὰρ μάταιον ποιοῦντες τῷ δεσπότῃ τὸν πόνον. ἔτι τοίνυν τράπεζαι τοῖς γεγαμηκόσιν ἡδίους, ὅταν ἐπανιὼν ἀπαγγέλλῃ πρὸς τὸ γύναιον τὴν ἔξω λαμπρότητα. | |
Prog.13.1.15 | καὶ μὴν ὅστις ἐπιθυμεῖ γῆν πολλὴν ἐπελθεῖν καὶ θάλατταν καὶ πό‐ λεις γνῶναι καὶ τρόπους ἀνθρώπων ἐκμαθεῖν, οὗτος ὑπὲρ τῆς οἰκίας τεθαρρηκὼς καὶ πλεῖ καὶ βαδίζει. εἰ | |
5 | δ’ αὐτὸς ἀναγκάζοιτο, καὶ τἄνδον διοικεῖν καὶ τῶν κοινῶν ἐπιμελεῖσθαι, κακὸς ἂν εἴη καὶ πολιτευόμενος καὶ τῆς οἰκίας φύλαξ μεριζομένης αὐτῷ τῆς γνώμης εἰς ἑκατέραν φροντίδα καὶ διὰ τοῦτο μηδέτερον ἱκανῶς ἐπιτελούσης. | |
Prog.13.1.16 | τὸ δὲ πάντων βαρύτατον ἀνθρώποις, ἀρρωστία καὶ νόσος, μίαν ἔχει μεγίστην παρα‐ μυθίαν γυναῖκα παρακαθημένην. κἂν πάντες κάμνωσι θεραπεύοντες, ἀδελφός, θεῖος, ἀνεψιός, οἱ λοιποὶ συγ‐ | |
5 | γενεῖς, ἐπιτήδειοι, φυλέται, μόνη καθάπερ ἀδαμαντίνη | |
πρὸς τοὺς πόνους ἀρκεῖ δακρύουσα, τρέμουσα, περι‐ τρέχουσα, τοὺς ἰατροὺς ἱκετεύουσα, τοῖς θεοῖς εὐχο‐ μένη τὸ κακὸν ἀπὸ τοῦ συνοικοῦντος ἐφ’ αὑτὴν με‐ ταστῆσαι. | ||
Prog.13.1.17 | τῶν γεγαμηκότων ἀνάγκη καὶ τοὺς οἰ‐ κέτας εἶναι κοσμιωτέρους. ἡ γὰρ πονεῖν ἀναγκάζουσα καὶ τρυφᾶν οὐκ ἐπιτρέπουσα καὶ τῶν δρωμένων ἕκα‐ στον σκεπτομένη καὶ πανταχοῦ περιάγουσα τοὺς ὀφθαλ‐ | |
5 | μοὺς ἔνδον κάθηται. | |
Prog.13.1.18 | εἰ δὲ τὸ φίλων πολλῶν εὐ‐ πορεῖν μέγα, τὸ γένει προσθεῖναι γένος πῶς οὐ χρη‐ σιμώτερον; οὐδὲν γὰρ ἄλλ’ ἢ τεῖχος τῶν γεγαμηκότων γίνεται τὸ πλῆθος τῶν οἰκείων, οἳ κατηγοροῦντι μὲν | |
5 | συγκατηγοροῦσι, κρινομένῳ δὲ συναπολογοῦνται, ἀδι‐ κουμένῳ δὲ βοηθοῦσι, βουλευομένῳ δὲ συμπαραινοῦσι. διὰ τούτους πολλὰ μὲν ἔστιν ἰδεῖν, πολλὰ δὲ ἀκοῦσαι, πολλὰ δὲ προγνῶναι, πολλὰ δὲ μὴ παθεῖν. | |
Prog.13.1.19 | Ὁ δὲ δὴ μέγιστος καὶ κάλλιστος καὶ χρησιμώ‐ τατος τοῦ γάμου καρπὸς οἱ παῖδες νῦν μὲν ὄντες ἔρ‐ γων συλλήπτορες, νῦν δὲ γηροτρόφοι, μετὰ ταῦτα δὲ θάπτοντες, ἔπειτα κοσμοῦντες τοὺς τάφους ἐνιαυτῶν | |
5 | πληρουμένων. | |
Prog.13.1.20 | εἰ δὲ δὴ καὶ οἱ παῖδες ἀγαθοὶ γέ‐ νοιντο καί τινος ἀρετῆς μετειληφότες, πηλίκον ἂν εἴη τῷ πατρί; καὶ γὰρ ἂν μὴ τῶν λαμπρῶν ἐκεῖνος ᾖ καὶ τῶν ἀπὸ γενεᾶς τινος γνωριζομένων, τῆς ὧν ἐγέννη‐ | |
5 | σεν εὐκλείας κοινωνήσας ὀνομαστὸς κατέστη. ἔστι δὲ πρῶτον μὲν καὶ μέγιστον αὐτὸν ἀγαθὸν εἶναι, δεύτε‐ ρον δὲ καὶ οὐ πολλῷ τοῦ πρώτου λειπόμενον τοιούτους υἱεῖς παρέχεσθαι. | |
Prog.13.1.21 | τί οὖν τῶν ποιούντων εὐδαιμονίαν παραβάλοι τις ἄν; ἢ ῥητορικὴν ἢ φιλοσο‐ φίαν ἢ πρεσβείαν ἢ στρατείαν; ἀρκεῖ γὰρ εἰς ἅπασαν εὐδαιμονίαν τὰ τῶν ἐγγόνων τῷ γεγεννηκότι παρὰ | |
5 | πάντων ἔργα θαυμαζόμενα. | |
Prog.13.1.22 | τὰ μὲν τοίνυν καλὰ λόγος εἶναι χαλεπά, τοῦτο δὲ ὂν ἡλίκον ἐδείξαμεν καὶ | |
τῶν ῥᾳδίως ἐστὶ πραττομένων. ἐπειδὰν γάρ τις ὁρμήσῃ γαμεῖν, προσῆλθε τοῖς τὰ τοιαῦτα πράττουσιν. εἶπεν | ||
5 | ὅτου δέεται, προσέπεμψε τῷ τρέφοντι παρθένον. ὁ δὲ ἐλθὼν ἐπῄνεσε τὸν νεανίσκον, τὸ γένος, τὴν φύσιν, τὴν σωφροσύνην, ἐμνήσθη που τοῦ τῆς οὐσίας μέτρου καὶ ἢ πείσας εὐθὺς ἀπῆλθεν ἢ εἰ μὴ τοῦτο, δευτέρα καὶ τρίτη πρόσοδος τὴν σπουδὴν ἐπλήρωσεν, ἄλλως θ’ | |
10 | ὅταν καὶ πρὸς τὴν αὑτοῦ τύχην ἕκαστος μετίῃ τὴν κόρην, ὁ εὔπορος τὴν πολλὰ κεκτημένην, ὁ χρημάτων ἐνδεὴς τὴν οὐχ ὑπερβάλλουσαν τῷ κλήρῳ. καίτοι πέ‐ νητας ἴσμεν ἀξιωθέντας γυναικὸς πλούτῳ νικώσης. | |
Prog.13.1.23 | ἅμα δὲ τῷ γάμῳ καὶ δόξα βελτίων συνεισέρχεται. ὅ τε γὰρ πρότερον ἐπαινούμενος θαυμαστότερος γίνε‐ ται μᾶλλον δοκῶν σωφρονεῖν οἷς τέ τινες ἦσαν πρὸ τῶν γάμων αἰτίαι λύονται. καὶ ὅλως ἐλευθέρου σχή‐ | |
5 | ματος ἀντιποιουμένῳ πρέπον παρὰ μὲν γυναικὸς ἐπὶ τὰ κοινὰ προϊέναι, παρὰ δὲ γυναῖκα πάλιν ἀπὸ τῶν κοινῶν ἀναστρέφειν. | |
Prog.13.1.24 | τῷ τοιούτῳ καὶ συμβουλεύοντι προσέχουσι καὶ πρεσβείαν ἐγχειρίζουσι καὶ δίαιταν ἐπιτρέπουσι. δοκεῖ γὰρ ὁ παῖδας τρέφων καὶ θεοὺς | |
φοβεῖσθαι καὶ ἀνθρώπους αἰσχύνεσθαι καὶ δόξης ἐπιθυ‐ | ||
5 | μεῖν καὶ τὸ δίκαιον τιμᾶν. δόξα δὲ τῷ μὲν οὐ βου‐ ληθέντι γαμεῖν ἡ χείρων, τῷ δὲ ἑλομένῳ γυναικὶ συνοι‐ κεῖν ἡ βελτίων ἀναγκαίως ἕπεται. | |
Prog.13.1.25 | καὶ τοσ‐ οῦτον ἰσχύει τούτων ἑκάτερον ὥσθ’ ὁ μὲν ἄγαμος, κἂν σωφρονῇ, τὴν ἐναντίαν φήμην ἐφέλκεται, ὁ δ’ αὖ γεγαμηκώς, κἂν εἰς ἡδονὰς ἐκφέρηται, συκοφαντεῖσθαι | |
5 | δοκεῖ· πολλὴν γὰρ ἔχει ἀνάγκην εἰς τὸ σωφρονεῖν τὸ γύναιον. | |
Prog.13.1.26 | Ἐξελεγχόμενοι τοίνυν ὑπὸ τῶν εἰρημένων ὅτι τῶν καλλίστων αὑτοὺς ἀποστεροῦσιν οἱ φεύγοντες τὸν γάμον τὰς μοιχείας φασὶ δεδοίκαμεν καὶ βαρὺ τὰς τῶν παίδων ἀποβολὰς ἡγούμεθα, ὥσπερ ταῦ‐ | |
5 | τα πάντως ἀκολουθοῦντα τῷ γάμῳ. καίτοι τίς οὐκ οἶ‐ δεν ὡς αἱ μοιχεῖαι μὲν ὀλίγαι, τὸ δὲ σωφρονεῖν ἐν τοῖς πλείοσι; καὶ περὶ τῶν παίδων ἴσον λέγω· πλεί‐ ους ἴσμεν σωθέντας ἢ τεθνεῶτας. | |
Prog.13.1.27 | Πάντων οὖν ἀτοπώτατον, εἰ τῶν παραδειγμά‐ των πειθόντων ὅτι μᾶλλον ἔστιν ἀπολαῦσαι τῶν χρη‐ στῶν ἢ περιπεσεῖν ταῖς συμφοραῖς δείσομεν τὸ πρᾶγμα μᾶλλον ἢ ζητήσομεν, καὶ ταῦτα πολλῆς βοηθείας εἰς | |
5 | ἀμφότερα ταῦτα προφαινομένης. οὐ γὰρ ὀλίγον εἰς σωφροσύνην γυναικῶν αἱ συμβουλίαι δύνανται καὶ τὸ φυλάττειν οὐδέ γε εἰς σωτηρίαν παίδων θυσίαι καὶ τὰ ἀναθήματα. | |
Prog.13.1.28 | ὅλως δὲ εἴ τις ἄνθρωπος ὢν ζητεῖ τινα πρᾶξιν καθαρὰν δυσκόλων, οὐκ οἶδε ζητῶν ἃ θεῶν ἐστι μόνων. ἐπεὶ τίνι τῶν πάντων οὐ συνέζευκται λυπηρά; οὐκ ἀκούεις τῶν γεωργῶν αἰτιωμένων νῦν | |
5 | μὲν αὐχμούς, νῦν δ’ ὄμβρων ὑπερβολάς; οὐ τῶν κατὰ θάλατταν ἐμπόρων τὰ τῆς θαλάττης κακά, τοὺς σκη‐ πτούς, τὰ κύματα, τοὺς λῃστάς, ἕτερα μυρία; | |
Prog.13.1.29 | οὐ σήμερον μὲν ὁ ῥήτωρ θαυμάζεται, τῆς δ’ ὑστεραίας ἐν γραφαῖς ἐστι καὶ κινδύνοις; ἀθλητὴς δὲ παγκρα‐ τιάζων ἤδη που τὸν ὀφθαλμὸν ἐξεκόπη. ἀλλ’ οὐκ | |
5 | ἀφίστησιν αὐτοὺς τῶν ἔργων ὁ φόβος. | |
Prog.13.1.30 | εἰ δέ, ὥσπερ ὑμεῖς οὐ γαμεῖτε διὰ τὰς μοιχείας, οὕτως ἐκεί‐ | |
νων οἱ μὲν τὸ γεωργεῖν, οἱ δὲ τὸ πλεῖν, οἱ δὲ τὸ πολιτεύεσθαι καὶ τὰ κοινὰ πράττειν ἔφευγον, κατελέ‐ | ||
5 | λυτο ἂν πάντα τὰ κοσμοῦντα τοῖς ἀνθρώποις τὸν βίον. | |
Prog.13.1.31 | Τί οὖν ἐγώ φημι; δεῖν ἐκεῖνα μᾶλλον ἐννοεῖν, ὑμέναιον, κρότον, τοὺς παραπέμποντας, τοὺς δαιτυ‐ μόνας, δᾷδας, εὐωχίας, παίδων ἐλπίδας, αὐτοὺς τοὺς παῖδας, ὧν οὐδὲν ἥδιον τοῖς εὖ φρονοῦσι τῶν ἀν‐ | |
5 | θρώπων. | |
5 | ||
Prog.13.2t | Εἰ τειχιστέον. | |
Prog.13.2.1 | Ὁ τὴν φυλακὴν τοῦ βίου ζητῶν αἱρείσθω τὰ τείχη. πᾶν γὰρ ὃ ταῖς πόλεσι σώζεται, φρουρεῖται τοῖς τείχεσι. τειχίζει μὲν γὰρ οὐρανὸς τοὺς θεούς, τὰ δὲ θνητῶν διατηροῦσι περίβολοι, καὶ ὃ τοῖς θεοῖς οὐρα‐ | |
5 | νός, τὰ τείχη θνητοῖς. | |
Prog.13.2.2 | καὶ ἔγωγε τοὺς ποιητὰς ἄγα‐ μαι τειχιστὰς τοὺς θεοὺς πεποιηκότας τῆς Τροίας. οὕ‐ τως καὶ ὅσοι τειχῶν οὐ δεδέηνται, τεῖχος κατεσκευά‐ σαντο καὶ τιμᾶται καὶ παρ’ αὐτοῖς οὐκ ἐν χρείᾳ καθ‐ | |
5 | εστηκόσιν ἡ τέχνη. | |
Prog.13.2.3 | σοφώτεροι μὲν γὰρ ἐκ τειχῶν | |
ἄνθρωποι γίνονται, καὶ κατ’ ἐξουσίαν ἐκκλησιάζειν τείχη δεδώκασιν. ἔπειτα πρὸς μάχης ἐπαίρει παρασκευήν, καὶ κατασκευὰς τῶν ὅπλων ἑστηκότες περίβολοι νέ‐ | ||
5 | μουσι. | |
Prog.13.2.4 | καὶ μὴν τὰ τείχη σωφροσύνην διατηρεῖ· παθεῖν γὰρ οὐκ ἐῶσι γυναῖκας ὅσα γυναιξὶν οἱ πόλε‐ μοι φέρουσι. καὶ δικαστηρίων σωζομένων ἐκ τείχους ἐντεῦθεν ἄνθρωποι καθεστήκασι δίκαιοι. | |
Prog.13.2.5 | εἰ δὲ διὰ τείχους ἐρρωμένοι γεγόναμεν καὶ περὶ τῶν δεόντων βουλευόμεθα καὶ τὰ δίκαια σώζεται τείχεσι καὶ μετὰ τούτων τὸ σωφρονεῖν, πῶς οὐκ εἰς ὅσον οἷόν τε τιμη‐ | |
5 | τέον τὰ τείχη; | |
Prog.13.2.6 | Ναί, φησίν, ἀλλὰ δειλίας τὰ τείχη γίνεται πρόφασις. δειλίαν ὀνομάζεις τὴν πρόνοιαν καὶ τὰ κάλλιστα τῶν ἔργων αἰσχίστοις περιβάλλεις ὀνόμασι. καὶ δι’ ὧν ἐρεῖς οὐκ ἐᾷς περιβάλλεσθαι, ἀλλὰ καθί‐ | |
5 | στασαι τῆς ἀσφαλείας κατήγορος ὄκνον ὀνομάζων τὴν φυλακήν. | |
Prog.13.2.7 | τοὐναντίον, ἄνθρωπε, θαρρεῖν τὸ τεῖχος, οὐ δεδιέναι παρέχεται. καὶ γὰρ ὅπλων ἀποσοβῆσαι παρασκευὴν καὶ ξίφος ἀπαμύναι ἐχθρῶν καὶ κατ’ ἐξου‐ σίαν πορίσασθαι νίκην τοῖς μαχομένοις μόνη τῶν τει‐ | |
5 | χῶν παρέσχεν ἡ τέχνη. | |
Prog.13.2.8 | πῶς οὖν ἔτι δειλίαν ἐρεῖς τὰ μόνα δειλίαν ἀνῃρηκότα καθάπαξ; τοὐναντίον γὰρ ἔγωγε ἔγνωκα τοῖς πολεμίοις ἐκ τῶν περιβόλων ἐγγί‐ | |
νεσθαι τὸ δέος. καὶ γὰρ τί πάθωσιν οἱ ἄνωθεν | ||
5 | πολεμοῦντες; μὴ δεδοίκασιν; ὥστε εἰ μὲν τὸ δέος τῶν πολεμίων ἐρεῖς, ὁμολογεῖς καὶ τὸ τεῖχος· εἰ δὲ τῶν πολιτῶν, ἀπὸ τῶν ἔργων θήσω τὴν τόλμαν. ἄφες οὖν ταύτης τῆς αἰτίας τὸ τεῖχος. | |
Prog.13.2.9 | Ναί, φησίν, ἀλλὰ δαπανηρὰ τοῖς κτωμένοις τὰ τείχη. τείχη τὸν ὄντα πόρον ἀνάλωσε. καὶ πόθεν ὁ τῶν ἀνθρώπων τετήρηται πλοῦτος; τὴν περι‐ ουσίαν φρουροῦσι περίβολοι καὶ μετὰ τῶν χρωμένων | |
5 | τηροῦσι τὰ χρήματα καὶ κοινὴ φυλακὴ περιουσίας εἰσὶ καὶ τῶν πολιτῶν, ὥστε τὰ τείχη τοῖς κατοικοῦσιν οὐ δαπάνην ἐπήγαγεν, ἀλλὰ τὸν ὄντα τετήρηκε πλοῦτον. | |
Prog.13.2.10 | καὶ διχόθεν εἰσὶν αἱ περιουσίαι δι’ αὐτῶν τῶν τειχῶν. τὸν μὲν γὰρ οὐκ ὄντα πλοῦτον συλλέγειν ἑστη‐ κότες περίβολοι νέμουσι, τὸν δὲ γεγενημένον ἐκ τῆς τῶν τειχῶν φυλακῆς ὑπάρχει διατηρεῖν. ὥστε οὐ τὸ | |
5 | τεῖχος δαπανηρόν, ἀλλὰ τὴν οὖσαν ἐπέσχε δαπάνην. | |
Prog.13.2.11 | φέρε γάρ, πρὸς θεῶν, εἰ πολέμιοι τοῖς κατοικοῦσι προσβάλοιεν, καὶ πάντα φιλεῖ κατεργάσασθαι πόλεμος, τήν τε τῆς πόλεως περιουσίαν ὑφαρπάσαι πειρώμενοι καὶ μηδένα λοιπὸν τοῖς κατοικοῦσι πόρον καταλιπεῖν, | |
5 | εἰ ταῦτα πράττειν οἱ πολέμιοι σπεύδοιεν, τί τοῦ μὴ | |
παθεῖν καταστήσεται κώλυμα; ἢ δηλονότι τὸ μὴ παραι‐ ρεῖσθαι τὸν ἔνδοθεν πλοῦτον φιλοτιμεῖται τῶν περι‐ βόλων ἡ τέχνη; πῶς οὖν οὐκ ἄλογον πολεμίους μὲν πάντα καταλαβεῖν ὑπὸ τῶν περιβόλων κωλύεσθαι, κατη‐ | ||
10 | γορεῖν δὲ τειχῶν ὡς δαπάνης αἰτίων; | |
Prog.13.2.12 | μέγα τὰ τείχη καὶ περίβολοι τοῖς χρωμένοις σωτήριον. καὶ ἡ τύχη τοῖς κτωμένοις ἀσφάλειαν τὴν περὶ τὰ τείχη πε‐ ποίηται τέχνην, ὅτιπερ οὐκ ἔστιν εἶναι τοὺς ἀγνο‐ | |
5 | οῦντας τειχίζεσθαι. | |
Prog.13.2.13 | καὶ τοίνυν, εἰ νόμοι μὲν κρα‐ τοῦσιν ὑπὸ τειχῶν, διὰ δὲ περιβόλων πολιτεύεται δί‐ καια καὶ συνοίσουσιν οἷς ἂν εἶεν ταῦτα γινόμενα, καὶ τειχίσαι πᾶσι τιμητέον τὰ τείχη τιμᾶν εἰδότα καὶ | |
5 | πολιτείαν καὶ βίον. | |
5 | ||
Prog.13.3t | Εἰ πλευστέον. | |
Prog.13.3.1 | Οὐκ οἶδα εἰ τὴν ἐμπορίαν 〈ἂν〉 ἠτίμασεν ὁ θεῶν εἰδὼς γεγονότα τὸν πλοῦν. προῆλθε μὲν γὰρ τὸ χρῆμα τῆς Ἀθηνᾶς, καὶ σοφῆς θεοῦ γεγονὸς πάντως που τῷ βίῳ καταφανὲς πρὸς ὄνησιν. τὸ γὰρ ἐξ ἀγαθῶν | |
5 | καὶ ταῦτα θεῶν τοῖς λαβοῦσιν ὠφέλιμον. | |
Prog.13.3.2 | ὁρῶσα γὰρ ἡ θεὸς ἀνόνητα τὰ τῆς γῆς τοῖς ἀνθρώποις τυγ‐ | |
χάνοντα μὴ προσόντος τοῦ πλεῖν οὕτως ἐργάζεσθαι δέδωκε θάλατταν ὡς παρέσχε πονεῖν ἡ φύσις τὴν ἤπειρον, | ||
5 | καὶ τὸ μὴ ῥᾴδιον ὁπωσοῦν διελθεῖν ἑτοιμότερον παρέσχε πορίζεσθαι. | |
Prog.13.3.3 | καὶ πρῶτον ἀνθρώπους σοφωτέρους εἶ‐ ναι παρέσχεν ὁ πλοῦς, οἷς ἄλλην ἐξ ἄλλης καταλαμβά‐ νουσι γῆν, εἶτα ἀνδρείους ἀποτελεῖ τολμῶντας ὁρᾶν τὰ πρὸς τὴν θάλατταν καὶ τοῖς πνεύμασιν ἀνταγωνί‐ | |
5 | ζεσθαι σπεύδοντας, εἶτα δικαίους ἐπιβάντας νεώς. οἷς γὰρ δέονται πρὸς τὸ μή τι παθεῖν τῶν θεῶν, καὶ παν‐ τός εἰσι δικαιότεροι. καὶ μὴν τὸ σωφρονεῖν ἡ τῆς γῆς ἀλλοτρίωσις δίδωσιν. οἷς γὰρ οὐχ ὁρῶσιν 〈αἷσ〉 πλη‐ σιάζωσι, καὶ σωφροσύνην ἐπιτηδεύουσιν. | |
Prog.13.3.4 | εἰ δὴ οὖν προῆλθε θεῶν καὶ πᾶσαν ἀρετὴν παρέσχεν ἀσκεῖν, εἰς ὅσον οἷόν τε τιμητέον τὸν πλοῦν. | |
Prog.13.3.5 | Ναί, φησίν, ἀλλ’ ἐπὶ κακίᾳ τῶν ἀνθρώπων παρεσκεύασται πλοῦς. καὶ τί ἂν ἕτερον φυλάξαι τὸ δίκαιον, εἰ τὸν πλοῦν 〈τισ〉 ἀφαιρήσεται; ἄλλην ἐξ ἄλλης καταλαμβάνουσι γῆν καὶ τὰ παρὰ πᾶσιν ἐκ‐ | |
5 | μανθάνοντες νόμιμα τηροῦσι τὰ δίκαια. καὶ τοσοῦτον αὐτοῖς τοῦ δικαίου περίεστιν ὥστε παρενθήκην αὐτοῦ εὑρεῖν τοῖς ὅθεν ἀπαίρουσιν. ἃ γὰρ ἑτέρωθεν ἔμαθον, τοῖς οἰκείοις εἰσήγαγον, καὶ γίνεται νομοθέτης δικαίων ἐξ ἑτέρων νομοθετούμενος. | |
Prog.13.3.6 | καὶ μὴν δεδοικότες μή τι πάθωσι πλέοντες δικαιότεροι γίνονται καὶ καθίσταται | |
τῶν δικαίων φύλαξ ὁ φόβος. εἰ 〈δὲ〉 δεδοικότες μένουσι δίκαιοι καὶ καλοῦντες θεούς εἰσιν ὁσιώτεροι καὶ τὰ | ||
5 | παρὰ πᾶσιν ἐκμανθάνοντες δίκαια δικαιοσύνην ἐπιτη‐ δεύουσι, πῶς ἄν τις αἰτιῷτο τὸν πλοῦν ἐπεισφέροντα τοῖς πλέουσιν ἄδικα; | |
Prog.13.3.7 | Ναί, φησίν, ἀλλὰ τὸ πλεῖν ἐστι σφαλερώ‐ τατον. οὐκοῦν μέγιστον, εἰ παρ’ αὐτὸ κινδυνεύουσιν ἄνθρωποι; μεγάλα δὲ μεγάλοις κατορθοῦται τοῖς πό‐ νοις. ἃ δὲ πονεῖν οὐκ ἐᾷ τοὺς χρωμένους, οὐκ ὤνησεν. | |
Prog.13.3.8 | ὁρᾷς τὰς μάχας εἰς οἷον πόνον τοῖς χρωμένοις ἐκ‐ βαίνουσιν. ἀλλ’ εἰ καὶ τὸ πολεμεῖν ἐπικίνδυνον, τὸ κατορθοῦν ἐνδοξότερον, καὶ οὐ τὰς μάχας ἀποδιδρά‐ σκουσιν ἄνθρωποι τοὺς κινδύνους σκοποῦντες, | |
5 | ἀλλ’ αὐτοὺς ἑκουσίως ὑφίστανται τὸ νικᾶν λογιζόμενοι. καὶ ἀφαιροῦνται τῶν κινδύνων τὴν αἴσθησιν αἱ τῆς νίκης λαμπρότητες. | |
Prog.13.3.9 | Ὅθεν μετὰ τοῦ πλεῖν καὶ τὸ κτῆμα θεῶν πορι‐ σθὲν ὅλοις ὄνησις γεγένηται πλείστη. τετίμηνται μὲν γὰρ οἱ πορίσαντες, ἠσπάσαντο δὲ οἱ καθάπαξ ἀσκήσαντες. καὶ τὴν ἴσην ὁ πλοῦς κομιεῖ πᾶσιν ὄνησιν, θεοῖς μὲν | |
5 | τὴν τιμήν, ἀνθρώποις δὲ πόρον οὐ μέτριον. | |
Prog.14t1 | Συνηγορία νόμου τοῦ κελεύοντος τὰς τῶν ἀδελφῶν γαμε‐ τὰ μὴ γαμεῖν. | |
Prog.14.1.1 | Ἔφθασε μὲν ἡ φύσις τὸν νόμον καὶ τοὺς ἅμα γεγονότας εἰς ὑμέναιον οὐκ ἐᾷ συνελθεῖν, βεβαιοῖ δὲ ὅμως τὴν φύσιν ὁ νόμος καὶ δι’ ἑκατέρων ἄμφω προ‐ ῆλθε, φύσις μὲν νόμῳ καταβάλλουσα γένεσιν, νόμος | |
5 | δὲ βεβαιῶν ἃ τῇ φύσει δοκεῖ. δεῖ δ’ ἐπὶ τῷ νόμῳ βραχέα φιλοσοφῆσαι. | |
Prog.14.1.2 | Τῶν ὄντων ὄντως ἅπαντα γένη φύσει μὲν ὁμοίως ἀπὸ γάμου προῆλθε, γάμῳ δὲ ὅμως οὐχ ὁμοίῳ συνά‐ πτεται. ὁ μὲν γὰρ θηριώδης καὶ ἀλόγιστος βίος ἀφῃ‐ ρημένος φύσει τὸ κρίνειν πάντα μὲν γάμοις συγχέει, | |
5 | πάντα δὲ ἀλλήλοις πλησιάζειν ἐᾷ. οἷς καὶ συνάπτεται μὲν παῖς ἧς προελήλυθε, γίνεται δὲ πατὴρ ᾗ συνῆλθε μιγνύμενος, καὶ μαθεῖν οὐκ ἐᾷ παρὰ τῆς ὁμιλίας ὃ γέγονεν ἕκαστον. ἄδηλον δὲ παρ’ αὐτοῖς καὶ παῖς καὶ πατὴρ ὅσοις γάμος δοκεῖ. | |
Prog.14.1.3 | οὐ μὴν τοῦ λόγου μετει‐ | |
ληφότες τοιοῖσδε γάμοις παραπλήσιοι, ἀλλ’ ὥρισται παῖς καὶ διέστη πατὴρ καὶ διακέκριται μήτηρ καὶ τὸ προαχθὲν οὐκ οἶδε τῷ κεκομικότι συνάπτεσθαι καὶ τὴν | ||
5 | συγγένειαν οἷς διέστη τετίμηκε. | |
Prog.14.1.4 | καὶ τὰ μὲν ἄλλα συγγένειαν ποιεῖ συναπτόμενα, τὰ δὲ συγγενῆ συγγέ‐ νειαν βεβαιοῖ διιστάμενα. ἃ καλῶς εἰδὼς ὁ τὸν παρ‐ όντα νόμον εἰσενεγκὼν ἀδελφοὺς οὐκ ἐᾷ ταῖς τῶν | |
5 | ἀδελφῶν συναφθῆναι συνοίκοις. | |
Prog.14.1.5 | Ναί, φησίν, ἀλλ’ ἐπικουρίας δεῖ χηρευού‐ σαις ταῖς γυναιξίν. ἀδικεῖς, ἄνθρωπε, τὴν συμμα‐ χίαν ἡδοναῖς ὁριζόμενος, ὥσπερ οὐκ ἐνὸν συμμαχεῖν, εἰ μὴ γάμος παρῆν. ἔξω ὑμεναίων ἐπιφέρεις τὴν χάριν | |
5 | ἀμείνω. ἔσο τὴν συγγένειαν εὐνοίᾳ μᾶλλον ἢ τῷ γάμῳ τιμῶν. τὸ μὲν γὰρ εὔνουν πρὸς χάριν δοκεῖς πεπραχέναι τοῦ γένους, τὸ δὲ γάμῳ συμμαχεῖν συν‐ απτόμενος αὐτῆς εἶναι παρασκευάζεις τῆς ἡδονῆς. | |
Prog.14.1.6 | τί δὲ χηρείαν ἐρεῖς γυναικός, ἔνθα τοῦ συνόντος ἀδελφὸς καταλείπεται; μενέτω πατὴρ τοῖς παρ’ ἐκείνου γεγονόσι παισὶ καὶ μὴ συγχωρείτω τῆς χηρείας αἰσθάνεσθαι | |
5 | 〈ταύτην ἐκ〉 τῶν παρ’ αὑτοῦ συμμαχῶν. ἄδηλον ποιείτω | |
τὴν τύχην ἡ χάρις. καὶ τὴν συμφορὰν ἐπικουφιζέτω τῇ χηρείᾳ ἐπικουρῶν καὶ μὴ ποιείτω γυναῖκα μὲν δοκεῖν ἀποβλέπειν εἰς ἡδονάς, αὑτὸν δὲ γάμῳ συγγενείας ἀλ‐ λότριον. οἷς γὰρ συνάπτεται, διεῖλε τὸ γένος. | ||
Prog.14.1.7 | Ναί, φησίν, ἀλλὰ γυναιξὶν ἡδοναὶ πρόχει‐ ροι. κρείττους δὲ τῶν οὐ προσηκόντων οἱ συγ‐ γενεῖς. ἀμείνους εἰς παράπαν οἱ συγγενεῖς καὶ τὸ παρ’ αὐτῶν κομιζόμενον ἐκ τοῦ προσήκον‐ | |
5 | τος γίνεται δίκαιον. | |
Prog.14.1.8 | οὔπω τεθέαμαι μᾶλλον τὸ παρανομεῖν ἐπαινούμενον. τί δὲ τῶν γυναικῶν κατη‐ γορεῖς ἡδονὰς καὶ ταύτας βεβαιοῖς συναπτόμενος; εἰ γυναῖκες νοσήσασαι πάσχουσιν, οἱ προσήκοντες εἴρ‐ | |
5 | γουσι καὶ κωλυταὶ γίνονται τῆς ἐκείνων ἀκρασίας, οὐ σύμμαχοι. | |
Prog.14.1.9 | καὶ ἔμοιγε δοκεῖς οὐδὲν ἐπαισθάνεσθαι τῶν ἐν γάμῳ δεινῶν. τί γὰρ δεῖ τούτων χηρείαν μὲν ἐλεεῖν προσποιεῖσθαι καὶ παίδων ὀρφανίαν οἰκτείρειν, εἶτα τὰς συμφορὰς ἐπιδιπλασιάζειν αὐταῖς συναπτό‐ | |
5 | μενον; ὁ χηρείαν εἰσάπαξ μὴ συγχωρῶν δευτέραν ἐρ‐ γάζεται καὶ παῖδας ὀρφανοὺς ὀδυρόμενος ἑτέρους ὀρ‐ | |
φανοὺς πραγματεύεται. οἷς γὰρ γάμον ἐργάζεται δεύ‐ τερον, δευτέρας συμφορὰς ἀπεργάζεται καὶ ποιεῖ γάμον οὐ δυστυχήματος κώλυμα, τῶν ὄντων δὲ δυστυχημά‐ | ||
10 | των μᾶλλον ἐπίδοσιν. | |
Prog.14.1.10 | μέγα τοῖς ἀνθρώποις τὸ γένος καὶ συγγένεια συνάπτειν οἶδε τὰ διιστάμενα. πατέρες μὲν γὰρ ἐκ τοῦ γάμου καθίστανται, προέρχονται δὲ δι’ ὑμεναίων ἀδελφοὶ πρὸς ἀλλήλους προσήκοντες καὶ συ‐ | |
5 | ζυγίᾳ μιᾷ πολὺς προέρχεται τῶν σωμάτων κατάλογος. | |
Prog.14.1.11 | καὶ συμμαχεῖν μὲν ἀλλήλοις, ἤν που δέῃ, προ‐ ῄρηνται, προανακόπτουσι δὲ τὰς τῶν ἐπιόντων ἐπι‐ βουλάς, καὶ συγγένεια γίνεται ἡ πλείστη τῆς ἐπικουρίας συντέλεια καλῶς ὁριζομένοις 〈καὶ〉 βεβαίως τὰ νόμον | |
5 | τῆς φύσεως οὐ παραβαίνοντα νόμιμα. |