TLG 2200 004 :: LIBANIUS :: Orationes 1–64

LIBANIUS Rhet. Soph.
(Antiochenus Constantinopolitanus Nicomediensis: A.D. 4)

Orationes 1–64

Source: Foerster, R. (ed.), Libanii opera, vols. 1–4. Leipzig: Teubner, 1.1–1.2:1903; 2:1904; 3:1906; 4:1908 (repr. Hildesheim: Olms, 1997): 1.1:79–320; 1.2:354–535; 2:9–572; 3:4–487; 4:6–498.

  • *Orat. 1–5: vol. 1.1
  • *Orat. 6–11: vol. 1.2
  • *Orat. 12–25: vol. 2
  • *Orat. 26–50: vol. 3
  • *Orat. 51–64: vol. 4

Citation: Oration — section — (line)

Or
.

1

t

ΒΙΟΣ Η ΠΕΡΙ ΤΗΣ ΕΑΥΤΟΥ ΤΥΧΗΣ.
Or
.

1

.

1

Τοὺς δὲ περὶ τῆς ἐμῆς τύχης οὐ τὰ εἰκότα δοξά‐ σαντας, οὔθ’ ὅσοι με ἀνθρώπων εὐδαιμονέστατον εἶναί φασιν ἀπὸ τούτων δὴ τῶν ἐπὶ τοῖς λόγοις θορύβων οὔθ’ ὅσοι τῶν ὄντων ἀθλιώτατον ἀπὸ τῶν συνεχῶν
5δὴ ὀδυνῶν καὶ πόνων, τούτοιν τοίνυν ἑκατέραν ταῖν ψήφοιν τῆς ἀληθείας ἀπενηνεγμένην ἐπανορθῶσαι πειρατέον διηγήσει τῶν τε ὑπαρξάντων ἐμοὶ τῶν τε ἔτι νῦν ὄντων, ὡς εἰδεῖεν ἅπαντες, ὅτι μοι τὰ τῆς
τύχης ἐκέρασαν οἱ θεοὶ καὶ οὔτε εὐδαιμονέστατος
10οὔτε ἀθλιώτατος ἐγώ, Νεμέσεως δὲ ἡμᾶς μὴ βάλοι βέλος.
Or
.

1

.

2

Πρῶτον τοίνυν, εἰ καὶ τόδε εἰς εὐτυχίαν φέρει πόλεως πολίτην εἶναι μεγάλης τε καὶ ὀνομαστῆς, ἀθρείτω μέν τις τῆς Ἀντιόχου τὸ μέγεθος καὶ οἵα τις αὐτὴ καὶ πόσην νέμεται γῆν καὶ οἵων μὲν πίνει πηγῶν, οἵοις
5δὲ ζεφύροις τρυφᾷ, ἔστι δὲ καὶ οὐκ ἰδόντι τὴν πόλιν ἀκοῇ πάντα ἐπίστασθαι. ποῖος γὰρ ἠπείρων ἢ ποῖος θαλάττης μυχός, οἷ τὸ κλέος οὐ πεπόρευται τοῦ ἄστεος; ἐν δὴ μεγίστῃ μεγίστους εἶναι συνέβη γένος τοὐμὸν παιδείᾳ τε καὶ πλούτῳ καὶ χορηγίαις καὶ ἀγῶσι καὶ
10λόγοις, ὅσοι φοραῖς ἀρχόντων ἀπαντῶσιν.
Or
.

1

.

3

οἴον‐ ται δέ τινες τὸν ἐμὸν ἐπίπαππον ἐξ Ἰταλίας ἥκειν ὑπὸ λόγου τινὸς τῇ ’κείνων γλώττῃ ποιηθέντος ἠπα‐ τημένοι. ὁ δὲ ἄρα τὸ μὲν εἶχε ποιεῖν, ἦν δὲ οὐκ ἄλ‐
5λοθεν. ἐκοσμεῖτο δὲ οὐ μᾶλλον φωνῇ τῇ ’κείνων ἢ μαντικῇ, ᾗ δὴ καὶ ἀπολουμένους προῄδει τοὺς υἱεῖς τοὺς ἑαυτοῦ σιδήρῳ καλούς τε ὄντας καὶ μεγάλους καὶ εἰπεῖν ἱκανούς. τοῦτο ἡμῖν χρημάτων μεγάλων ἐκένωσε τὸν οἶκον, ὥστε ὁ πατὴρ οὑμὸς ἀδελφὰς ἐπιγάμους
10ἐλεούμενος ἔτρεφε. τῷ δ’ αὖ πρὸς μητρὸς πάππῳ τἄλλα τε ὄντι λαμπρῷ καὶ ῥητορικῷ μόλις διαφυγόντι τὸν ὅμοιον θάνατον ἡ τελευτὴ συνέβη νόσῳ δύο προμά‐ χοις τὴν βουλὴν παραδόντι, οἷν ὁ μὲν ἐπ’ ἀρχῇ κατέ‐ λυσε τὸν βίον, ὁ δὲ ἀρχὴν ἀπωσάμενος. οὐκοῦν ἐν
15τούτοις τὰ μὲν ἡμέρου, τὰ δὲ οὐ τοιαύτης τύχης.
Or
.

1

.

4

Γήμας δὲ τὴν ἐκ τοιούτων οὑμὸς πατὴρ τρεῖς παῖδας ποιησάμενος, ὧν ἐγὼ μέσος, ᾤχετο πρὸ ἀκμῆς μικρὰ ἐκ πολλῶν κεκομισμένος, καὶ εὐθὺς τῆς μητρὸς ἐπ’ ἐκείνῳ ὁ πατήρ. δείσασα δὲ ἡ μήτηρ ἐπιτρόπων
5κακίαν καὶ ὑπὸ σωφροσύνης τὰς τοῦ δεῖν εἰς λόγους
ἰέναι σφίσιν ἀνάγκας αὐτὴ πάντα ἡμῖν ἀξιοῦσα εἶναι τῶν μὲν ἄλλων εὖ μάλα εἴχετο σὺν πόνῳ, τελοῦσα δὲ ἀργύριον τοῖς ἐπὶ τοῦ παιδεύειν οὐκ ᾔδει χαλεπῆναι πρὸς καθεύδοντα παῖδα φιλούσης εἶναι νομίζουσα τὸ
10μηδαμῆ μηδαμῶς ἀνιᾶν τὸν ἑαυτῆς, ὥστε τοῦ ἔτους τὸ πλέον εἰς ἀγροὺς ἡμῖν μᾶλλον ἢ λόγους ἀναλοῦ‐ σθαι.
Or
.

1

.

5

τεττάρων δή μοι τουτονὶ διελθόντων τὸν τρόπον ἐνιαυτῶν πέμπτου τε ἐπὶ τοῖς δέκα ἡπτόμην καί με εἰσήρχετο δριμύς τις ἔρως τῶν λόγων· ὥστε ἠμέληντο μὲν αἱ τῶν ἀγρῶν χάριτες, ἐπέπραντο δὲ
5περιστεραί, δεινὸν θρέμμα καταδουλώσασθαι νέον, ἅμιλλαι δὲ ἵππων καὶ τὰ τῆς σκηνῆς πάντα ἀπέρριπτο, καὶ ᾧ δὴ διαφερόντως ἐξέπληξα καὶ νεότητα καὶ γῆρας, ἀθέατος ἔμεινα μονομαχιῶν ἐκείνων, ἐν αἷς ἔπιπτόν τε καὶ ἐνίκων ἄνδρες, οὓς ἔφησθα ἂν μαθητὰς εἶναι
10τῶν ἐν Πύλαις τριακοσίων. ὁ μὲν δὴ ταῦτα λειτουρ‐ γῶν ἦν θεῖος ἐμὸς πρὸς μητρὸς ἐκάλει τέ με ὀψόμενον,
ἐγὼ δὲ ἄρα ὑπὸ τῶν βιβλίων εἰχόμην. λόγος γε τὸν σοφιστὴν ἐκεῖνον μαντεύσασθαι περὶ ἐμοῦ πόρρωθεν, ἃ δὴ καὶ τετέλεσται.
Or
.

1

.

6

ποῦ δὴ τὴν ὀρφανίαν θήσο‐ μεν; καὶ ἥδιστα μὲν ἂν ἐπεῖδον τὸν πατέρα ἐν γήρᾳ, εὖ μέντοι τοῦτό γε οἶδα, ὡς νῦν ἂν ἦν ἐν ἑτέρᾳ ἀτραπῷ βίου τοῦ πατρός μοι προβάντος εἰς πολιάν.
5ἀντεξετάζων δή τις τὰ νῦν [τὰ] παρόντα ἐκείνοις, βουλῆς λέγω φροντίσιν ἢ δίκαις ἢ καὶ νὴ Δία γε θρόνοις ἀρχῶν, οὐ χαλεπῶς ἂν καὶ οὕτω γ’ ἀνεύροι, ποτέρωσε τοῦτο τιθεὶς ὀρθῶς ἂν εἴη τεθεικώς.
Or
.

1

.

7

ἀλλὰ μὴν τήν γε τῆς μητρὸς σωφροσύνην, ἣ μυρίους ἀπὸ τῶν θυρῶν ἀπήλασεν, οὐδ’ ἂν ὁ σφόδρα ἡδονῶν ἥττων τολμῆσαί μοι δοκεῖ μὴ συγχωρῆσαι παίδων εἶναι εὐτυχῶν, εἰ
5δὴ καλὸν μὲν τὸ σὺν παρρησίᾳ ζῆν, ποιεῖ δὲ ταύτην οὐ τὰ αὐτῷ τινι βεβιωμένα μόνον, ἀλλὰ καὶ τὰ ’κεί‐ νοις ἐξ ὧν ἔφυ, ὡς πολλοί γε ἀμέμπτους σφᾶς αὐτοὺς
παρασχόμενοι γονέων ἐπεστομίσθησαν ὀνείδεσι.
Or
.

1

.

8

Πάλιν τοίνυν τὸ μὲν παρ’ ἄνδρα πεφοιτηκέναι λόγων προχέοντα κάλλος εὐδαίμονος φοιτητοῦ, τὸ δὲ μὴ ὁπόσον ἄξιον, ἀλλ’ ὁπότε μὲν ἀφωσιούμην, φοιτᾶν, κινοῦντος δὲ ἤδη πρὸς μαθήσεις ἔρωτος οὐκ ἔχειν τὸν
5μεταδώσοντα θανάτῳ σβεσθέντος τοῦ ῥεύματος, τουτὶ δὲ ἀθλίου. ποθῶν μὲν τοίνυν τὸν οὐκέτ’ ὄντα, χρώ‐ μενος δὲ τοῖς οὖσιν, εἰδώλοις γέ τισι σοφιστῶν, ὥσπερ οἱ τοῖς ἐκ κριθῶν ἄρτοις ἀπορίᾳ γε τοῦ βελτίονος, ἐπειδὴ ἤνυτον οὐδέν, ἀλλ’ ἦν κίνδυνος ἡγεμόσι τυ‐
10φλοῖς ἑπόμενον εἰς βάραθρον ἀμαθίας πεσεῖν, τοῖς μὲν χαίρειν εἶπον, παύσας δὲ τὴν μὲν ψυχὴν τοῦ τίκτειν, τὴν δὲ γλῶτταν τοῦ λέγειν, τὴν δὲ χεῖρα τοῦ γράφειν ἓν ἔδρων μόνον, μνήμῃ τὰ τῶν παλαιῶν ἐκτώμην συνὼν ἀνδρὶ μνημονικωτάτῳ τε καὶ οἵῳ τῶν
15παρ’ ἐκείνοις καλῶν ἐμπείρους ἀπεργάζεσθαι νέους. καὶ οὕτω δή τι αὐτῷ προσεκείμην ἀκριβῶς, ὥστ’ οὐδ’ ἀπαλλαττομένου τῶν νέων ἀπηλλαττόμην, ἀλλὰ καὶ δι’ ἀγορᾶς, ἐν χεροῖν τε ἡ βίβλος. καὶ ἔδει τι τὸν ἄνδρα καὶ πρὸς ἀνάγκην λέγειν, ἣν ἐν τῷ παραχρῆμα μὲν
20δῆλος ἦν δυσχεραίνων, χρόνοις δὲ ἐν ὑστέροις ἐπῄνει.
Or
.

1

.

9

πέντε ταῦτα ἔτη ἦν ἁπάσης μοι τῆς ψυχῆς ἐκεῖσε τετραμμένης, καὶ συνέπραττεν ὁ δαίμων οὐδενὶ νοσή‐ ματι τὸν δρόμον ὑποσκελίζων, ἐπεὶ καὶ ὃ προσέπεσε τῇ κεφαλῇ—ἦν δὲ τοιόνδε· ἐν τοῖς Ἀχαρνεῦσι τοῖς
5Ἀριστοφάνους ἦν καθημένῳ τῷ γραμματιστῇ παρεστη‐ κώς, ὁ δὲ ἥλιος οὕτω παχέσιν ἐκέκρυπτο νέφεσιν, ὥστ’ ἤδη τινὰ νύκτα ἐκείνην τὴν ἡμέραν προσειπεῖν. μέγα δὲ κτυπήσαντος τοῦ Διὸς καὶ ἅμα κεραυνὸν ἀφέντος ἐπέπληκτο μὲν τῷ πυρὶ τὰ ὄμματα, ἐπέπληκτο δὲ ἡ
10κεφαλὴ τῇ βροντῇ. καὶ ᾤμην μὲν οὐδὲν ἐνιδρύσθαι μοι δεινόν, ἀλλ’ αὐτίκα λήξειν τὴν ταραχήν, ἀπελθὼν δὲ οἴκαδε καὶ ἐπ’ ἀρίστῳ κατακλιθεὶς βροντῆς τε ἐκεί‐ νης ἐδόκουν ἀκούειν κεραυνόν τε ἐκεῖνον τὴν οἰκίαν παραθεῖν ἱδρῶτά τ’ ἐκίνει τὸ δέος καὶ ἀναπηδήσας
15ἐκ τῶν σιτίων ἐπὶ τὴν κλίνην καταφεύγω. σιγᾶν δὲ ᾤμην δεῖν τοῦτο καὶ φυλάττειν ἄρρητον, ἀλλὰ μὴ κοι‐ νώσας ἰατροῖς εἰς φάρμακά τε καὶ τὰ ἀπὸ τῆς τέχνης ἐκ τῶν εἰωθότων ἑλκυσθεὶς ἀνιᾶσθαι.
Or
.

1

.

10

τοῦτο καὶ εἰς ῥίζας ἤγαγε τὴν συμφορὰν ἐκβληθεῖσαν ἄν, ὥς φασιν, ἐν προοιμίοις οὐ σὺν πόνῳ. διὰ τοῦτο καὶ συναπεδήμησέ μοι τὸ κακὸν αὐξόμενον τὴν αὔξην τὴν
5ἑαυτοῦ δεῦρό τε ἀφῖκται πάλιν τροπὰς μέν τινας τρε‐ πόμενον, οὐ μὴν τοῦ γε ἐλαύνειν παυόμενον, ἐπεὶ καὶ
ὁπότε δοκεῖ χαλᾶν, οὐ παντάπασι λήγει—ἀλλ’ ὅπερ ἔφην, πλὴν τοῦδε τηνικαῦτα τἄλλα ἦν ἄνοσος, καὶ οὐδὲ τοῦτο εἶργε μὴ ἀπολαύειν τῶν παιδικῶν.
Or
.

1

.

11

Συνειλεγμένων τοίνυν εἰς τὴν ψυχὴν τῶν ὑπὲρ τοὺς ἄλλους κατὰ λόγου δύναμιν θαυμαζομένων ἀν‐ δρῶν ὁρμῆς τε με ἐπὶ τοῦτον εἰσελθούσης τὸν βίον —ἦν γάρ τις ἑταῖρος ἐμοὶ Καππαδόκης, Ἰασίων ὄνομα
5αὐτῷ, βραδέως μὲν ἥκων ἐπὶ λόγους, φιλοπονίᾳ δέ, εἴπερ τις ἄλλος, ἡδόμενος—οὗτος ὁ Ἰασίων, ἃ παρ’ ἀνδρῶν πρεσβυτέρων Ἀθηνῶν τε πέρι καὶ τῶν αὐτόθι δρωμένων ἐδέδεκτο, καθ’ ἡμέραν ὡς εἰπεῖν πρὸς ἐμὲ ἐμυθολόγει Καλλινίκους τέ τινας καὶ Τληπολέμους
10ἑτέρων τε οὐκ ὀλίγων σοφιστῶν διηγούμενος σθέ‐ νος λόγους τε οἷς ἀλλήλων ἐκράτησάν τε καὶ ἐκρα‐ τήθησαν, ὑφ’ ὧν τις ἐπιθυμία τοῦ χωρίου κατελάμ‐ βανέ μοι τὴν ψυχήν.
Or
.

1

.

12

τοῦτο μὲν δὴ ὕστερον ἔμελ‐ λον ἐκλαλήσειν, ὡς εἴη μοι πλευστέον, τῆς φήμης δὲ τῶν πόνων οὓς ἐπόνουν, κατεχούσης τὴν πόλιν καὶ τῆς γε ἐν ὥρᾳ σωφροσύνης—λέγω γὰρ οὖν σωφροσύνης
5πέρι θαρρούντως ζώντων ἔτι μοι μαρτύρων, οἳ βουλο‐ μένων ὑμῶν ἀναστάντες μαρτυρήσουσιν, ὁρῶ γὰρ αὐτῶν οὐκ ὀλίγους ἐνταυθοῖ καθημένους, ἦν δὲ ἀνάλωτος οὐ
φρουρᾷ καὶ φόβοις παιδαγωγῶν, οὓς ἀσθενεῖς πέφυκεν ὀρφανία νέου ποιεῖν, ἀλλὰ προνοίᾳ Τύχης, δι’ ἣν
10αὐτός τε ἐμαυτοῦ φύλαξ ἦν ἄλλους τε ἐρρυόμην παι‐ διάς τε ἔπαυον ἐπιζημίους, ἐφ’ ἃς τοὺς λόγους ῥίψαν‐ τες οὐκ ὀλίγοι τῶν νέων ἐφέροντο—γεμούσης δὴ τοῦ περὶ ἀμφοῖν τοῖν ἀγαθοῖν λόγου τῆς πόλεως ἁπά‐ σης οἱ παρθένους τρέφοντες πατέρες διὰ τοῖν θείοιν
15τοῖν ἐμοῖν ᾔεσαν ἐπ’ ἐμὲ πλήθει προικὸς ἕτερος ἕτερον παριόντες, ἀλλ’ ἐμὸν οὔποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον, οἶμαι δὲ κατὰ τὸν Ὀδυσσέα καὶ θεῖον ὑπεριδεῖν ἂν γάμον πρὸς τὸν Ἀθηνῶν καπνόν.
Or
.

1

.

13

ἡ μὲν οὖν μήτηρ ἐδάκρυεν οὐδὲ τὸν λόγον ἀνεχομένη τοῦ ἔργου, τοῖν θείοιν δὲ ὁ πρεσβύτερος τῇ μὲν ᾤετο βοη‐ θεῖν δεῖν, ἐμὲ δὲ ἐκέλευεν ἀδυνάτων ἀφεστάναι, μηδὲ
5γὰρ εἰ σφόδρα ἐρῴην, ἐπιτρέψειν αὑτόν. τὰ Ὀλύμ‐ πια δὲ τοῦ νεωτέρου ποιήσαντος τῷ Διὶ καὶ ἐμοῦ τῆς ἀνάγκης ἡττημένου ζημιοῖ μὲν ὁ δαίμων τὴν πόλιν, μᾶλλον δὲ πᾶσαν τὴν γῆν τῇ Πανολβίου τελευτῇ, τουτὶ γὰρ ὄνομα τῷ πρεσβυτέρῳ τῶν θείων, τῆς μη‐
10τρὸς δὲ πρὸς τὸν ἕτερον οὐκέτι τὰ αὐτὰ τοῖς δάκρυσι δυναμένης, ἦν γὰρ δὴ ὁ Φασγάνιος οἷος οἴκτῳ βλα‐ βερῷ μὴ ἐνδιδόναι, τὴν μὲν πείθει λύπην οὐ μακρὰν καρποὺς μεγάλους ὑπισχνουμένην ἐνεγκεῖν, ἐμοὶ δὲ ἀνοίγει τὰς πύλας.
Or
.

1

.

14

Ἐν τοῖς εἰρημένοις οὐκ ἄδηλον, ὅ,τι μὲν εὔδαι‐ μον, ὅ,τι δὲ οὐ τοιοῦτον. ἐξεληλακὼς δὲ ἤδη τότε ἄρα ᾐσθανόμην, ὡς δεινῶς πικρὸν ἀπολιπεῖν οἰκείους. ἐφε‐ ρόμην οὖν σὺν ὀδυρμοῖς τε καὶ ὀδύνῃ, πυκνὰ ἐπιστρε‐
5φόμενος πόθῳ τῆς τῶν τειχῶν ὄψεως. μέχρι μὲν Τυά‐ νων δάκρυα, ἐντεῦθεν δὲ σὺν πυρετῷ δάκρυα. δυοῖν δὲ ἐπιθυμίαιν μαχομέναιν ὁ τῆς αἰσχύνης φόβος θα‐ τέρᾳ προσγενόμενος ἐκεῖσε ἐποίησε τὴν ῥοπήν, ὥστε ἔδει νοσοῦντα ὁδοιπορεῖν. τοῦ νοσήματος δὲ ὑπὸ τῆς
10πορείας αὐξανομένου διαπλέω μὲν τὸν Βόσπορον μικρόν τι νεκροῦ διαφέρων, καὶ οἱ ὀρεῖς δὲ ταὐτὸν ἐπεπόν‐ θεσαν, ἐν ᾧ δὲ εἶχον ἐλπίδας ὡς βασιλείοις με πέμ‐ ψοντι παρὰ τὴν Ἀθηνᾶν ζεύγεσιν, οὗτος μὲν ἐξεπε‐ πτώκει τῆς πολλῆς ἐκείνης ῥώμης καὶ τἄλλα δὴ προ‐
15θυμότατα ξενίζων ἓν τοῦτο ἔφη μὴ δύνασθαι.
Or
.

1

.

15

ἐγὼ δὲ εἰς τὴν θάλασσαν ἔβλεπον ἤδη κεκλεισμένην ὑπὸ τῆς
ὥρας ναυτίλοις, ἐντυχὼν δέ τινι λαμπρῷ κυβερνήτῃ μνησθείς τε χρυσίου πείθω ῥᾳδίως καὶ ἐμβὰς τυ‐
5χὼν τοῦ Ποσειδῶνος ἐκομιζόμην τερπόμενος, Πέριν‐ θόν τε παραπλέων Ῥοίτειόν τε καὶ Σίγειον καὶ τὴν τὰ δεινότατα παθοῦσαν, τὴν Πριάμου πόλιν ἀπὸ τῶν κατα‐ στρωμάτων ὁρῶν τόν τε Αἰγαῖον διέδραμον οὐ χείρονι πνεύματι χρησάμενος Νέστορος, ὥστε μοι κέρδος γενέ‐
10σθαι τὴν ἀδυναμίαν τοῦ ξένου.
Or
.

1

.

16

καταπλεύσας οὖν εἰς Γεραιστόν, ἔπειτα εἰς λιμένα τινὰ Ἀθηναίων, οὗ δὴ καὶ ἐκοιμήθην, τῆς ἐπιούσης ἐν ἄστει τε ἦν ἑσπέ‐ ρας καὶ ἐν χερσὶν ὧν οὐκ ἂν ἐβουλόμην, ἔπειτα τῆς
5ὑστεραίας ἐν ἑτέρων αὖ χερσὶν ὧν οὐδὲ τούτων ἐβου‐ λόμην· οὗ δὲ ἦλθον μετασχήσων, τοῦτον οὐδ’ ὁρᾶν εἶχον ἐν πίθῳ μικροῦ καθειργμένος, οἷα τὰ ’κείνων εἰς τοὺς ἀφικνουμένους τῶν νέων. ἐβοῶμεν δὴ διεστηκότες, ὁ σοφιστὴς μὲν ἐμοῦ, ’κείνου δὲ ἐγὼ στερόμενος·
10τοῖς ἔχουσι δὲ λόγος οὐδεὶς τῆς βοῆς, ἀλλ’ Ἀριστό‐ δημος μέχρι τῶν ὅρκων ἐτηρούμην ὁ Σύρος. ὀμωμο‐ κότι δὲ ἤδη τοῖς παροῦσιν ἀγαπήσειν ἀνοίγει τις τὴν θύραν, καὶ ἠκροώμην τοῦ μὲν εὐθὺς ἐν τάξει μαθη‐ τοῦ, τοῖν δυοῖν δὲ κατὰ νόμον δὴ τὸν τῶν ἐπιδείξεων.
Or
.

1

.

17

καὶ ὁ μὲν κρότος πολὺς εἰς ἀπάτην τῶν τότε πρῶτον γευομένων ἐγειρόμενος, ἐγὼ δὲ ᾐσθανόμην ἐπ’ οὐδὲν σεμνὸν ἀφιγμένος τῆς ἀρχῆς τῶν νέων ὑπ’ ἀνδρῶν οὐ πολύ τι νέων διαφερόντων ἡρπασμένης. καὶ ἐδόκουν
5δὴ πλημμελεῖν τε εἰς τὰς Ἀθήνας καὶ δίκην ὄφλειν οὐχὶ θαυμάζων τοὺς ἄρχοντας. μόλις οὖν τὴν ὀργὴν καταπραΰνω σφίσι σιγῇ φήσας θαυμάζειν, κεκωλύσθαι γὰρ ὑπὸ τῶν νοσημάτων τὴν βοήν, δεικνυμένων δὲ ἤδη τῶν ἐμῶν ἔκ τε γραμματίων καὶ ἄλλως εἰκός τι
10παθεῖν ἐδόκουν οὐχὶ θαυμάσας.
Or
.

1

.

18

Κἀν τοῖς εἰρημένοις δὴ τούτοις ἄξιον ἐξετάσαι τὴν θεόν. οὐκοῦν αἱ μὲν νόσοι καὶ τὸ ὥσπερ κατ’ ἐμπορίαν πεπλευκότα χείροσι τῆς ἐλπίδος ὁμιλῆσαι λι‐ μέσι δόξαν μὲν ἔχουσι θαυμαστήν, πεῖραν δὲ οὐ τοι‐
5αύτην τουτὶ μὲν οὐκ εὐτυχοῦς ἀνθρώπου, τὸ δὲ χει‐
μῶνι μὲν οὐδὲν χαλεπωτέρῳ θέρους χρήσασθαι πρὸς τὰ πελάγη, γενέσθαι δὲ οὐχ ὥσπερ ἔσπευδον, ἀλλ’ ὡς ἐβεβίαστο, ταυτὶ δὲ δῶρα Τύχης. ἐοίκατε τὸ μὲν τῆς εὐπλοίας δέχεσθαι καὶ κατὰ μέλος εἰρῆσθαι συγχωρεῖν,
10τὰ δ’ αὖ περὶ τὼ σοφιστὰ ἀλλοκότως εἰρῆσθαι, εἰ δὴ ἅπερ ἠναγκαζόμην, ἐν τούτοις εὐτυχηκέναι φημί. δεῖ δή με λῦσαι τὸ αἴνιγμα, καὶ ἐπὶ τοῦτο εἶμι.
Or
.

1

.

19

Ἀκούων ἔγωγε ἐκ παιδός, ὦ ἄνδρες, τοὺς τῶν χορῶν ἐν μέσαις ταῖς Ἀθήναις πολέμους καὶ ῥό‐ παλά τε καὶ σίδηρον καὶ λίθους καὶ τραύματα γραφάς τε ἐπὶ τούτοις καὶ ἀπολογίας καὶ δίκας ἐπ’ ἐλέγχοις
5πάντα τε τολμώμενα τοῖς νέοις, ὅπως τὰ πράγματα τοῖς ἡγεμόσιν αἴροιεν, ἀγαθούς τε αὐτοὺς 〈ἐν〉 τοῖς κινδύνοις ἡγούμην δικαίους τε οὐχ ἧττον τῶν ὑπὲρ τῶν πατρί‐ δων τιθεμένων τὰ ὅπλα εὐχόμην τε τοῖς θεοῖς γενέ‐ σθαι καὶ ἐμαυτῷ τοιαῦτα ἀριστεῦσαι καὶ δραμεῖν μὲν
10εἰς Πειραιᾶ τε καὶ Σούνιον καὶ τοὺς ἄλλους λιμένας νέων ἐφ’ ἁρπαγῇ τῆς ὁλκάδος ἐκβάντων, δραμεῖν δὲ ὑπὲρ τῆς ἁρπαγῆς αὖθις εἰς Κόρινθον κριθησόμενον, δεῖπνα δὲ δείπνοις συνείροντα ταχὺ τῶν ὄντων ἀνη‐ λωμένων εἰς δανείσοντα βλέπειν.
Or
.

1

.

20

εἰδυῖα τοίνυν ἡ θεὸς εἰς τὸν εὐπρεπῆ με τοῦτον ἐκπεσούμενον ὄλεθρον, ᾧ τοὔνομα μάλα εὔφημον, ὁ τοῦ χοροῦ προστάτης, ὑπὲρ ὅτου μὲν ταῦτα ἡγούμην μοι προσήκειν ὑπενεγ‐
5κεῖν σοφιστοῦ, τούτου μέν με σοφώτατα, ὥσπερ εἴωθε ποιεῖν, ἀπήγαγε, φέρουσα δὲ ἑτέρου ποιεῖ, παρ’ ὅτῳπερ ἔμελλον μόνους εἴσεσθαι τοὺς ὑπὲρ τῶν λόγων μό‐ χθους. ὃ δὴ καὶ ὧδε ἔσχεν. αὐτός τε γὰρ ὡς ἂν ὑβρι‐ σμένος ταῖς ὅρκων ἀνάγκαις οὐδὲν ὧν ἔφην ἠξίουν
10λειτουργεῖν, ἄλλος τ’ ἂν οὐδεὶς ἐπέταττε διὰ τὸ οὐχ ἑκόντα δεδεκέναι, καὶ ἅμα δέος ἦν, μὴ δυσχεραίνων τὸ φορτίον ἕτερόν τι βουλεύσω πρὸς τὸν ὅρκον ἀπο‐ λογησάμενος οἷς προσηναγκαζόμην.
Or
.

1

.

21

ἦν οὖν ἀτελὴς ἐξόδων τε καὶ στρατειῶν καὶ ἀγώνων, ἐφ’ οἷς ἔρχεται Ἄρης, καὶ παρατάξεων, καὶ δὴ κἀν τῇ μεγάλῃ μάχῃ πάντων συμπεπτωκότων καὶ ὅσους ὁ χρόνος ἀφίει,
5μόνος πόρρω που καθήμενος ὅ,τι ἕκαστος λάβοι κακὸν ἤκουον πληγῶν τε διεγενόμην καθαρός, ὅσας ὀργαὶ ποιοῦσιν ἑνὸς πρὸς ἕνα, οὐ δούς ποτε, οὐ λαβὼν οὐδὲ μελλήσας οὐδέτερον. καίτοι ποτὲ Κρὴς λελουμένος
ἐντυχών μοι λουσομένῳ, μέσος δὲ ἐπορευόμην δυοῖν,
10τὸν μὲν ἔνθεν καὶ ἔνθεν ἐπάταξεν ἀσελγαίνων, οὐκ ἀμυνόμενος, ἐμοὶ δὲ οὐδὲ ἀντέβλεψεν, ἐδόκουν δὲ ὅμως ἠδικῆσθαι τῷ ἐν ἐμοῖς τὰ τοιαῦτα ὀφθαλμοῖς τε‐ τολμῆσθαι.
Or
.

1

.

22

οὕτως ἅπαντες ἅπαντας ἠξίουν ἐμοῦ παρόντος σωφρονεῖν τοῦ γε οὐδὲ σφαίρας Ἀθήνησιν οὐδεπώποτε ἁψαμένου τοσοῦτόν 〈τε〉 ἀποσχόντος κώμου τε καὶ κοινωνίας τῶν ἐν νυξὶν ἐπὶ τὰς τῶν πενεστέρων
5πορευομένων οἰκίας· ἐπεὶ καὶ Σκύλλης κεφαλὰς ἢ εἰ βούλει γε, Σειρήνων δεινοτέρας γείτονας, ἑταίρας με‐ λῳδούσας, αἳ πολλοὺς ἐξέδυσαν, μάτην ᾀδούσας ἀπέ‐ φηνα.
Or
.

1

.

23

Ἀλλ’ ὅθεν ἐξέβην, ἐκείνων γε τῶν πολλῶν κα‐ κῶν διὰ τὴν Τύχην ἀπελελύμην, ὥστε τὴν Κόρινθον εἶδον οὐ φεύγων οὐδὲ διώκων, ἀλλὰ νῦν μὲν ἐφ’ ἑορτὴν Λακωνικήν, τὰς μάστιγας, ἐπειγόμενος, νῦν δὲ
5εἰς Ἄργος τὰ παρ’ αὐτοῖς μυησόμενος. καὶ τοῦτο δὲ
τοσοῦτον. καὶ κατ’ αὐτοὺς δὴ τοὺς λόγους μιμητὴς ἂν ἐκείνου, παρ’ ὃν ἠρχόμην, γενόμενος, τὸ γὰρ δὴ ἐρᾶν καὶ τοῦτο ἂν ἔπραξεν, εἱπόμην 〈ἂν〉 ἀνδρῶν ἴχνεσιν, οὓς αὐτοὶ μὲν ἐπίστασθε, σιγᾶσθαι δὲ ἐμοὶ
10κάλλιον. οἷος ἂν οὖν ἦν, εἰ ἀνθ’ ὧν ὑμᾶς νῦν ἐν τοῖς ἐμαυτοῦ λόγοις ἀναμιμνήσκω, τοῦ δεῖνος ἀνεμί‐ μνησκον ταπεινοῦ τινος καὶ πένητος ῥήτορος;
Or
.

1

.

24

Ταυτὶ μὲν οὖν οὕτως εὖ καὶ καλῶς ἐστρατή‐ γηται τῷ δαίμονι. καὶ προσῆν τὸ οἷς ἐχρῆν ἡγεμόσιν ἀκο‐ λουθοῦντα μηδὲν ἰατρῶν ἐν τῷ σώματι δεδεῆσθαι, ὥστε ὁπόσαι ἡμέραι, τοσοῦτοι πόνοι, πλὴν ὅσας αἱ πανηγύ‐
5ρεις αὑτῶν ἐποιήσαντο, οὐ πολλάς τινας οἶμαι. ἐπεὶ δὲ ἐδόκει μέγιστον εἶναι θρόνων ἄξιον τῶν παρ’ Ἀθη‐ ναίοις κεκρίσθαι, καὶ τοῦτο φροντίσασα ἡ Τύχη δέδωκε τοῦτον τὸν τρόπον.
Or
.

1

.

25

ἦν τις ἄρχων ἀνὴρ τῶν ἐξ Ἰταλίας φρονήματός τε πλέως οἰόμενός τε δεῖν ἁμαρ‐ τάνεσθαι μηδὲν ὑπὸ τῆς ἐκεῖ νεότητος. ἐν δὴ μανίᾳ τῶν νέων παύει μὲν τοὺς ποιμένας, ὡς δὴ κακοὺς
5ποιμένας, τοὺς δὲ ἀντ’ ἐκείνων ἄρξοντας ἀνεζήτει τρεῖς ἀντὶ τοσούτων ἐκείνων. ἐπῃνεῖτ’ οὖν Αἰγύ‐ πτιός τέ τις εἰς τὴν ἀρχὴν πολίτης τέ τις ἐμός,
ἄμφω παρόντε. τῆς ἰσορρόπου δὲ αὐτοῖς εὐτυχίας ἀπέλαυον εἰς πόνους ἔτη πέντε καὶ εἴκοσι γεγονώς, ὁ δὲ
10Αἰγύπτιος πλείω δέκα, τούτου δὲ ἦν ἅτερος πρεσβύτερος, ἔδει δὲ παρεῖναι καλούμενον. καὶ τῷ μὲν τὸν θυμὸν ὁ χρόνος ἐκοίμιζε, καὶ εἶχον οἱ σοφισταὶ τὰ αὑτῶν, ἐγὼ δὲ οἷς ᾑρέθην ἐκεκοσμήμην. μεστὰ δὴ τἀπὶ τού‐ τοις ὑποψίας καὶ οὐκ ἦν οὔτ’ ἐκείνοις οὔτε ἡμῖν καθ‐
15εύδειν, ἀλλ’ ἠνάγκαζε τοὺς μὲν τὸ ἐπιβουλεύειν ἀγρυ‐ πνεῖν, ἡμᾶς δὲ ἡ τοῦ τι δεῖν πείσεσθαι τῶν ἀηδεστέρων ἐλπίς. οὐ μὴν οὐδ’ ἐνταῦθά με προήκατο θρασύτητι νεωτέρων ἡ Τύχη, κατεῖχε δὲ αὐτοὺς καὶ μάλα ὀργῶν‐ τάς τε καὶ παρωξυμμένους.
Or
.

1

.

26

Φέρε δὴ καὶ ἑτέρας οὐκ ἀγεννοῦς μνησθῶμεν ἀποδείξεως, ὡς ἦν ἐν ἐπιμελείᾳ τῇ Τύχῃ. ἔμελλέ μοι πεπράσεσθαι τὰ πατρῷα, καὶ τοῦτο ἡ θεός, οἷα δὴ θεός, προηπίστατο, γνώμην δὲ εἶχον ἕτερα τέτταρα
5ἔτη τοῖς ἠνυσμένοις προσθεὶς οὕτως Ἀθήνηθεν ἀπελ‐ θεῖν, ὡς τῆς μοι ψυχῆς δεομένης γενέσθαι βελτίονος· καὶ γὰρ εἰ ὅτι μάλιστα ἀποχρώντως ἐδόκουν τοῖς ἄλλοις ἔχειν, ἀλλ’ οὐκ αὐτός γε ἐφαινόμην ἐμαυτῷ,
δέος δέ με ἐξετάραττεν, ὡς περιστάντες οἱ ἑκασταχοῦ
10σοφοὶ μυρίᾳ βασάνῳ κατενεγκεῖν ἐθελήσουσι· δεῖν οὖν ἔτι ἐπιζητοῦντα μανθάνειν.
Or
.

1

.

27

ἐπὶ δὲ ἀγγελίᾳ τῇ περὶ τῆς πράσεως Ἀθήναζε ἡκούσῃ πάντως ἂν αὐτοῦ κατέμενον οὐδέν τι τοῖς κτηθεῖσι χρώμενος, ὃ δὴ πολ‐ λοὺς τῶν νέων κατέλαβε θρόνων τε οὐ δυνηθέντας
5ἀντιλαβέσθαι τῶν αὐτόθι πρὸς γῆράς τε μετ’ ἀφωνίας ἥκοντας. μηχανᾶται δή τι τοιόνδε. Κρισπίνῳ μάλα ἐχρώμην Ἡρακλεώτῃ νεανίσκῳ τὸν ἴσον ἐκεῖ μοι δια‐ τετριφότι χρόνον, ᾧ τὸ δύνασθαι λέγειν μετὰ μικρῶν ἡ φύσις ἐχαρίσατο πόνων, ἡλικιώτης δὲ ὢν ἐμὸς πατέρα
10με ᾤετο προσορᾶν καὶ τοῖς ἐμοῖς νόμοις ἐν μείζοσί τε καὶ ἐλάττοσι πειθόμενος πατρῴας οὐ κατῄσχυνεν ἀρε‐ τὰς ἡγουμένου πάντων αὐτῷ ῥημάτων ἐρυθήματος. οὗτος οἴκαδε καλούμενος ὑπὸ τοῦ θείου, —θείου τινὸς ὡς ἀληθῶς ἀνθρώπου καὶ πλείω γε θεοῖς ἢ ἀνθρώποις
15ὁμιλήσαντος ἐν γῇ, καίτοι νόμος γε εἶργε καὶ ἦν ἡ δίκη τῷ τολμῶντι θάνατος, ἀλλ’ ὅμως σὺν αὐτοῖς ἐκεί‐ νοις πορευόμενος τὸν βίον νόμου τε πονηροῦ καὶ νομοθέτου δυσσεβοῦς κατεγέλα—ὡς οὖν ἐκέκλητο καὶ μένειν οὐκέτ’ ἦν, ἡ καρδία οἱ καθ’ Ὅμηρον με‐
20γάλα στήθεσσι πάτασσε καὶ μᾶλλόν γε ἢ εἰ ἤρχετο
πολεμίοις συμμίξων· ἐν πολίταις γὰρ αὖ δεξιοῖς καὶ περὶ σοφίαν διατρίβουσι μέλλων δείξειν τὰ Ἀθήνηθεν ἀγωνίσματα νεανίσκος εὐλαβής τε καὶ τοιούτων ἄθλων ἄγευστος εἰκότως ἐδείμαινε.
Or
.

1

.

28

δεόμενος δὴ συμμάχου τε καὶ φίλου παραστησομένου τε καὶ θαρρυνοῦντος ἐγγύθεν οὐκ ἔμελλε [τοῦτον] δὴ τὸν τοιοῦτον ζητήσειν ὄντος ἐμοῦ, καὶ εἰπόντος δὴ τό τε αὑτοῦ πάθος ὅτου
5τε χρῄζοι, πρὸς μὲν τῆς ὁδοῦ τὸ μῆκος, οἶμαι, κατώ‐ κνουν, ἐνίκα δὲ ὅμως ἡ φιλία τὸν ὄκνον, καὶ ἅμα ἐνε‐ νόουν, ὡς εἴ του φαινοίμην ἐν συνουσίαις ἐπιδεής, ἐκ τῆς αὖθις ἐπὶ ταῦτα πορείας ἀπολογήσομαι.
Or
.

1

.

29

τουτὶ μέν με ἐπὶ τὸ ζεῦγος ἀνεβίβαζεν, Ἑρμοῦ δὲ εὐνοίᾳ καὶ Μουσῶν ἀπὸ Πλαταιῶν ἀρξάμενοι χρῆ‐ σθαι οἷς εἴχομεν ἐπαινούμενοί τε καὶ μακαριζόμενοι τῶν τε Ἀθηνῶν εὐεργέται προσαγορευόμενοι διὰ παν‐
5τὸς ἐχωροῦμεν ἄστεος, καὶ οὐδὲ ὅστις εἰώθει τοῖς διὰ Μακεδονίας ἰοῦσιν ἐπιτιθέμενος ἐκταράττειν ἀνὴρ Μα‐ κεδὼν ἐτάραξεν· ἐπέθετο μὲν γάρ, ἀπῆλθε δὲ ὃ ποιεῖν εἰώθει, πεπονθώς.
Or
.

1

.

30

τούτων οὐδὲν φαυλότερα τἀν τῇ Κωνσταντινουπόλει πολλῶν ἁπανταχόθεν παιδείᾳ διαφερόντων ἐκεῖσε μετοικούντων, οἳ ἐπῄνουν τε ἡμᾶς καὶ ἐπῃνοῦντο. διαβάντες δὲ τοῦ Πόντου τὸν αὐχένα,
5καθ’ ὃν πάλαι ποτὲ τὴν Ἰὼ λόγος ἐν εἴδει βοός, ἐλ‐ θόντες τε διὰ Χαλκηδόνος διά τε Ἀστακίας τρίτης τε ἑτέρας πόλεως μικρᾶς μὲν ἐκ μεγάλης τῆς πρίν, ἐχού‐ σης δέ τι παντὸς μεγέθους μεῖζον, γέροντα γλώττης ἡδονῇ τῷ Νέστορι παρισούμενον καὶ αὐτὸ δὴ τοῦτο
10διὰ τοῦτο καλούμενον μᾶλλον ἢ ὅπερ ὁ πατήρ τε αὐτῷ καὶ ἡ μήτηρ ἔθεντο, ἐνταῦθα ξενίων τυχών, τοῦ Κρι‐ σπίνου δὲ ἄρα κηδεστὴς οὗτος ἦν, ἔρχομαί τε εἰς τὴν Ἡρακλέους, ἣν ἔκτισεν ἐκεῖνος τοῦ τῶν κάτω θεῶν κρατήσας κυνός, καὶ τὴν ἀνάβασιν εἶδον.
Or
.

1

.

31

τε‐ τελεσμένων δὴ τῷ Κρισπίνῳ πάντων ὑπὲρ ὧν με ἀφῖκτο λαβών, πάλιν τε ἦν ἀναστρέφων ἐν τῇ τοῦ Κωνσταντίνου πόλει καὶ καταβὰς εἰς λιμένα τὸν μέ‐
5γαν ἐγὼ μέν, ὅστις Ἀθήναζε πλέοι, περιιὼν ἐπυνθα‐ νόμην, λαβόμενος δέ μου τοῦ ἱματίου τῶν τις διδα‐ σκάλων, ἴστε αὐτόν, Νικοκλέα λέγω τὸν Λακεδαιμόνιον, οὗτός με ἐπιστρέψας πρὸς ἑαυτόν, οὐ τοῦτόν σε, ἔφη, δεῖ πλεῦσαι τὸν πλοῦν, ἀλλ’ ἕτερον. καὶ τίνα ἄν,
10ἔφην, ἕτερον ὁ τῶν Ἀθηνῶν γλιχόμενος ἢ τοῦτον πλέοι; ὅτι, ὦ μακάριε, παρ’ ἡμῖν σε, ἔφη, μένοντα χρὴ κυβερνῆσαι τῶν πολλῶν τουτωνὶ καὶ εὐδαιμόνων τοὺς παῖδας. ἔα δὴ τὴν ναῦν καὶ ἐμοὶ πείθου καὶ μήτε σαυτὸν μήτε ἡμᾶς ἀδίκει μηδὲ ἀγαθὰ πολλά τε καὶ
15μεγάλα προσιόντα φεῦγε μηδ’ ἄρχειν ἐξὸν ἀρξόμενος πλέε· ταυτηνὶ δὲ ἐγώ σοι παραδώσω τὴν βασιλείαν αὔριον, τετταράκοντα νέους, τὰ πρῶτα τῶν τῇδε· ἡ κρηπὶς δὲ εἰ καταβληθείη, πολὺν τὸν ὄλβον ἐπιρρέοντα ὄψει. καὶ διηγεῖτο, ἃ Βημαρχίῳ τῷ σοφιστῇ τελέσειεν
20ἡ πόλις. ἐδεῖτο δέ μου καταπολεμῆσαι δι’ ἐμοῦ βου‐ λόμενος ἀνθρώπιον ἐκ Κυζίκου μιαρόν τε καὶ ἀχάρι‐ στον, δι’ ἐκείνου μὲν τῆς πόλεως μετασχόν, κριοῦ δὲ τροφεῖα κατὰ τὴν παροιμίαν ἐκτῖνον.
Or
.

1

.

32

ἐγὼ δὲ οὕτω μὲν ἔφην ποιήσειν καὶ οὐκ ἀπειθήσειν, λαθὼν δὲ ᾠχό‐ μην πλέων. τοῦ δὲ Αἰγαίου κινηθέντος τῶν τε ναυ‐ τῶν οὐδὲν εἰδέναι τοῦ πελάγους λεγόντων στὰς ἐγὼ
5παρὰ τὸν κυβερνήτην ὑπὸ τοῦ κακοῦ νικώμενον εὔχο‐ μαι Νηρεῖ τε καὶ ταῖς Νηρέως κόραις, νὺξ δὲ ἦν, ἐν ᾗ τὰ δεινὰ ταῦτα παρῆν, καὶ ἀνίσχει ἥλιος διὰ νεφῶν προσβάλλων τὴν θάλασσαν, σημεῖον μὲν ἀγριωτέρων πνευμάτων, καὶ τὰς τρίχας ἅπαντες ἐτίλλομεν, ἦν δὲ
10ἄρα τι τῶν εὐχῶν ἔργον, καὶ πάντα τὰ λυποῦντα ὀξέως ἐλέλυτο θεῶν θαλαττίων ἡμερούντων τὴν θάλατταν.
Or
.

1

.

33

ἔπλεον δὲ μένειν ὑποσχόμενος οὐ ψεύστης οὐδ’ ἀπατεών τις ὢν οὐδὲ τῷ παρακρούεσθαι τερπόμενος, ἀλλὰ ὅρκον ἐμπεδῶν, ἐφ’ ᾧ τὴν Ἀθήνηθεν ἐπεποιήμην
ἔξοδον, ἐπάνοδον ἔχοντα· οὔκουν ἐδόκει μοι χρηστὸν
5ἔσεσθαι τῇ ἐπιτηδεύσει προοίμιον ἡ ἐπιορκία. διὰ ταῦτα ἔπλεον. ἐλθὼν δὴ καὶ οὐκ ἐπιορκήσας ἐπ’ ὀχή‐ ματος δικύκλου χειμῶνος ἀρχομένου τῶν τῆς ὥρας ἀνεχόμενος ἀνιαρῶν ἤλαυνον, ὅπως αὖθις λόγῳ προσ‐ θείην ἔργον.
Or
.

1

.

34

τούτου δὴ τοῦ νέων τε ἐπιστατεῖν ἐν τοσούτοις ἔθνεσι καὶ τῆς τῶν λόγων ἀπεργασίας οὐκ ὀλίγων δημιουργηθέντων καὶ ὅλως ὧν τοῦ νῦν ἀπολέλαυκα σχήματος ἓν ἐκεῖνο αἰτιατέον, τὴν
5τῷ φίλῳ μὲν ἐν κοινωνίᾳ τῆς ἐξόδου δεδομένην χάριν, τὸν ἐμὸν δὲ πρὸς τοὺς ἔξω τόπους ἀφελοῦ‐ σαν φόβον. εἰ γὰρ αὖ μὴ τότε με ἐξήγαγεν ὁ δαί‐ μων, ἐκράτει ἂν τὸ ἀεὶ δεῖν μένειν.
Or
.

1

.

35

ἤδη μὲν καὶ ἄλλον τινὰ ἀνθρώπων δι’ ὁδοῦ τραχείας ἐπὶ γλυκὺ τέρμα προήγαγεν ἡ θεός, ἀτὰρ οὖν καὶ ἐμὲ τότε. ὡς γὰρ δὴ ἐνέβαλον εἰς τὴν ἀγοράν, ὁρῶ τινα Καππαδόκην
5ἥκοντα ἐπὶ θρόνον βασιλέως πέμποντος, καὶ γὰρ ἐτύγ‐ χανεν ἡ βουλὴ τὸν ἄνδρα ᾐτηκυῖα, ῥήτορα ἄκρον ἐξ οἶμαί τινος ἀγῶνος ἑνὸς αἰτησαμένη. ὁ μὲν δὴ σεμνὸς σεμνῶς εἱστήκει, γνοὺς δὲ ἐγὼ παρά του γέροντος,
ὅστις τε εἴη καὶ ὅθεν καὶ ὅπως καὶ ἐφ’ ὅτῳ παρείη,
10πληγεὶς τὴν ψυχὴν τοῖς εἰρημένοις ᾔειν παρ’ ἐκεῖνον, ὅς μοι προὐξενήκει τὴν πόλιν, ὡς δὲ ἀνέμνησα τῶν λόγων, παῖς εἶ, ἔφη, μάλα παῖς, εἰ δὴ ὁπόσον ἐστὶ καιρός, οὐκ οἶσθα καὶ ταῦτα ἥκων εἰς Δελφούς. ὑπο‐ σχέσεων δὲ ἐκείνων, ἃς τῷ πλῷ κεκίνηκας, αὐτόν τε
15σὲ μεμνῆσθαι μάταιον ἕτερόν τε ἀναμιμνήσκειν. πληγῇ ταύτῃ δευτέρᾳ πληγεὶς ἀπεχώρουν Ἀθηνῶν τε ὁμοῦ καὶ ἐλπίδος ἁμαρτών.
Or
.

1

.

36

ἦν δέ τις αὐτόθι Διονύ‐ σιος, ἀνὴρ Σικελιώτης, οὕτω μέγας τε καὶ δυνατὸς ἔκ τε τῶν ἐν δίκαις ἄθλων ἔκ τε τῶν ἐν ἀρχαῖς ἐπαίνων ἔκ τε φιλοξενίας ἔκ τε τοῦ ῥᾳδίως τὸν λυποῦντα ἐπι‐
5κλύζειν, ὥστε ἐλυσιτέλει τῷ τὴν ἀρχὴν ἔχοντι χρῆσθαι Διονυσίῳ. οὗτος ὧν τε εἴην, εἰδώς, ἡνίκα ἐπετρόπευε Σύρους, τῷ τε Νικοκλεῖ τούτῳ τῶν πρὸς ἐμὲ πρότερον συνεφαψάμενος λόγων ἔκειτο τηνικαῦτα ἀσθενῶν, ᾧ δὴ μάλιστα ἐβλαπτόμην. ἐπεὶ δὲ ῥαΐσας τὸν ἅπαντα
10ἤκουσε λόγον καὶ ὡς χειμαζοίμην, δυοῖν γὰρ ἕνα οὐκ εἶναι κρατεῖν, οὐδὲ γὰρ τὸν Ἡρακλέα τὴν παροιμίαν λέγειν, ἑαυτῷ τοῦτ’ ἔφη μελήσειν, μὴ χρῆναι δὲ ἀθυ‐ μεῖν ἐμέ, καὶ τὸ τοῦ Πλάτωνος προσέθηκεν, ὡς ὑπ’ ἀνδρῶν οὐκ ἄν ποτε τρόπαιον ἀθυμούντων σταθείη.
Or
.

1

.

37

Τρεπόμεθα δὴ πρὸς τὰ ἀγωνίσματα, καὶ ἔδει μὲν ἕτερον τὸν ταῦτα διηγούμενον εἶναι, περὶ ἑτέρου
γὰρ ἂν ἕτερος ἀποκεκαλυμμένως διῄει, λόγοι τε ὁπόσοι παρ’ ἑκάστου καὶ οἵτινες τὰς μορφάς, νικῶντάς τε
5καὶ νικωμένους, ὅστις τε ὁ τὴν πόλιν ἐφειλκυσμένος, καὶ ὡς οὐδὲν ἐλάττωμα εἰς τὸν στέφανον τὸ μὴ τῶν βα‐ σιλέως ἐσθίειν. τοῖς μὲν οὖν ἡ τροφὴ παρ’ ἐκείνου πολλή, πατέρες δὲ ἡμᾶς τῶν φοιτητῶν ἔβοσκον ἄλλοι ἄλλους παρακαλοῦντες, καὶ ἐν οὐ πολλαῖς ἡμέραις
10ὑπὲρ τοὺς ὀγδοήκοντα ὁ χορὸς ἐπιρροῇ τε τῶν ἔξωθεν καὶ ταῖς τῶν ἔνδον ἀποστάσεσιν, οἵ τε ἐπτοημένοι περὶ τὰς τῶν ἵππων ἁμίλλας καὶ τὰ τῆς σκηνῆς θεάματα πρὸς τὰς ὑπὲρ τῶν λόγων μετερρυήκεσαν σπουδὰς δόγματά τε ἐγράφετο παρὰ τοῦ κρατοῦντος ἐπαγγέλ‐
15λοντα τὴν ἐμὴν αὐτοῦ μονήν. ἦν γὰρ δὴ δέος, μὴ ἐν ἐξουσίᾳ τοῦ ἀπαίρειν ὢν μνησθείην τῆς ἐμαυτοῦ.
Or
.

1

.

38

τὼ μὲν δὴ σοφιστὰ ἐπενθείτην, ὁ μὲν οὐδὲ ἀν‐ θήσας ἀρχήν, ὁ δὲ ἀπηνθηκώς· ὁ μὲν γὰρ οὐδὲ παρ‐ ῆλθεν εἰς τὸ δύνασθαι, ὁ δὲ ἐξεπεπτώκει. ἐπεν‐ θείτην μὲν οὖν καὶ τἄλλα ἐλοιδορείσθην βίαιον, πλεον‐
5έκτην, ἀκόρεστον, οὐδαμοῦ στῆναι δυνάμενον, τὰ τοιαῦτα ἀναισχυντοῦντες. οὐ γὰρ δὴ χειρῶν ἔργον ἦσαν οἱ ἀφιστάμενοι τῶν νέων, ἀλλ’ ἕτερον τὸ
πεῖθον. ὥσπερ οὖν τοὺς καλοὺς οὐκ ἂν γράψαιτό τις βιαίων, εἰ πολλοὶ σφῶν ἐρῷεν, οὕτως οὐδ’ ἡ ἐν
10λόγοις ὥρα τὸ τῆς μαγνήτιδος πράττουσα πονηρὸν ἂν τὸν πατέρα τῆς ὥρας ἐλέγξαι.
Or
.

1

.

39

Οἰμώττουσι δὴ τοῖς ὧδε πεπραγμένοις ἔρχεται Βημάρχιος σύμμαχος μηνὶ ἑβδόμῳ, μάλα δὴ τὸν Κων‐ στάντιον ᾑρηκὼς ἀνὴρ καὶ τῶν περὶ ἐκεῖνον τοὺς ἀμυήτους ψόφῳ τε καὶ κτύπῳ παρανόμων ῥημάτων
5δόξαν ἐπὶ λόγοις ῥωμαλέου λαβὼν φίλοις τε τοῖς ἀπ’ ἐκείνων ἐτετείχιστο χρόνων, δεινοὶ γὰρ δὴ οἱ κύβοι καὶ τὰ μέχρι μέθης συμπόσια φιλίας ἰσχυρὰς κεράσαι. διέβη μὲν δὴ τὸν πορθμὸν κυδιόων τε καὶ ὑψοῦ κάρη ἔχων κρότῳ τε ἐπηρμένος καὶ οἷς εἰργάσατο
10χρήμασι, λόγον ἕνα μέχρι Νείλου δεικνύων τόν τε ἐναντία τοῖς θεοῖς τεταγμένον ἐγκωμιάζων, αὐτὸς θύων θεοῖς, διδάσκων τε καὶ διηγούμενος, οἷον αὐτῷ τὸν νεὼν ἐγείραι Κωνστάντιος. διέβη μὲν δὴ μειδιῶν, ὡς δὴ οὐδενὸς αὐτὸν ὑπομενοῦντος, ἀλλ’ ἀμαχεὶ τά τε
15αὑτοῦ κομιούμενος καὶ καταδύσων αὐτόν τε ἐμὲ καὶ ὅ,τι ἐμοὶ συνέπνει.
Or
.

1

.

40

πρῶτον μὲν οὖν τὸ μηδεμίαν ἐς αὐτὸν ἐπάνοδον γενέσθαι τῶν νέων ὠδύνα καὶ ἐκέντει τὴν ψυχήν· ἔπειτα ἐμοῦ λόγον εἰς σύλλογον εἰσαγαγόντος παρών τε καὶ ἀκροώμενος οὐχ ὡς ἥδιστα
5διετέθη, τῶν φίλων δέ οἱ παραινούντων βροντᾶν καὶ ἀποκρύπτειν λόγῳ λόγον γράψαντα περὶ ὧνπερ ἐγώ, πάντως δ’ ἄν με τῇ πρώτῃ κατασῦραι προσβολῇ, πλὴν εἰ μήπου τὴν δύναμιν ἣν εἶχεν ἀπολώλεκε, τοιούτοις ἀναπτερωθεὶς ῥήμασι μηνὶ ὕστερον ἧκε κομίζων λό‐
10γον, ὃς ἐκεῖνον ᾧ προσεπολέμει, καὶ πρόσθεν ἐπαι‐ νούμενον θαυμαστότερον ἀπέφηνεν.
Or
.

1

.

41

ἡττημένος δὴ τοῦτο οὐδ’ ἂν θεοῦ προειπόντος ἐλπίσας ἧκεν ἀναμαχούμενος τὴν ἧτταν τῷ τὸ πολὺ χρυσίον αὐτῷ πεποιηκότι λόγῳ, καὶ διεξιόντος αὐτοῦ κίονας δή
5τινας καὶ κιγκλίδας ὁδούς τε ὑπ’ ἀλλήλων τεμνο‐ μένας ἐμπιπτούσας 〈τε〉 οὐκ οἶδ’ ὅποι, βλέποντες εἰς ἀλλήλους οἱ καθήμενοι, συνεῖναι αὐτὸς ἕκαστος οὐκ ἔχων, νεύμασι τοὺς ἀφεστηκότας ἠρώτων, εἰ τὸ αὐτὸ πάθοιεν, καὶ ταὐτὸ τοῦτο τοῖς ἄλλοις ἐγὼ παθὼν
10σαφηνείας δόξαν οἷς ἐθορύβουν ἐπειρώμην περιάπτειν τῷ λόγῳ χαριζόμενος τῇ φάλαγγι.
Or
.

1

.

42

δευτέρῳ δὴ τούτῳ τρώσας αὑτὸν λόγῳ λόγον ἐμὸν ἕτερον φανῆναι διακωλύει τὸν ἄρχοντα πείσας οἱ χαρίσασθαι τὸ μὴ ἀφικέσθαι μοι. ἦν δὲ ἐκεῖνος οἷος καὶ πεισθῆναί τῳ.
5τῆς τοίνυν πόλεως τοσούτῳ μειζόνως τἀμὰ ἑλομένης,
ὅσῳπερ μᾶλλον ἑώρα τῶν δικαίων ἀποστερούμενον, εἶδεν ὁ γενναῖος ἐκεῖνος καὶ πρὸς τῷ Νικοστράτῳ τοῦ Ἰσοκράτους καταφρονῶν, ὅτι λόγοις μὲν οὐκ ἂν ἔτι παρέλθοι λόγους οὐ μᾶλλόν γε ἢ ποσὶ πόδας τοὺς
10ἐμοὺς τοῖς ἑαυτοῦ, μία δὲ ἀπαλλαγὴ κυρία, εἰ μηκέτ’ εἴην.
Or
.

1

.

43

εἰ μὲν δὴ φαρμάκῳ οἷός τ’ ἦν ἀπενεγκεῖν, ἐπὶ τὸ ἔκπωμα ἧκεν ἄν, τοῦτο δὲ οὐκ ἔχων γοήτων ἡττῆσθαι περιιὼν ἐτραγῴδει· ξυνεῖναί με γὰρ ἀνδρὶ τυραννοῦντι τῶν ἄστρων, δι’ ὧν ἐκεῖνον τὸν μὲν εὖ,
5τὸν δὲ κακῶς ποιεῖν ἀνθρώπων, ὥσπερ τοὺς ἐν ταῖς δυναστείαις διὰ τῶν δορυφόρων· τούτου δὲ εἶναι τὸν ἔλεγχον ἐν τοῦ βιβλογράφου ταῖς πλευραῖς, Κρητός τινος ἐπιεικοῦς πολλὰ τῇ δεξιᾷ καμόντος Ἀθήνησί τε καὶ πανταχοῦ.
Or
.

1

.

44

γνοὺς δέ, ὡς μόνος μὲν ὑλακτῶν οὐδὲν περαίνοι, δέοι δὲ αὐτῷ καὶ συμμορίας, εὑ‐ ρίσκει πόνου χωρὶς τοὺς συλληψομένους πρὸς τοῖς σοφισταῖς τοὺς ἀμφὶ τοὺς ποιητάς. ἐποίει δὲ αὐτῷ
5τοὺς συνεργοὺς λύπη τε καὶ φόβος καὶ φθόνος· τοὺς μὲν σοφιστὰς πάντα, τοὺς ἄλλους δὲ τὸ φθονεῖν. χρῶνται δὴ καιρῷ τῇ τοῦ δήμου μανίᾳ, ἣν ὁ μὲν ἄρχων τραυματίας φεύγων τῷ Περινθίων σώζεται τεί‐ χει, συλλαβόντες δὲ τοὺς συκοφαντουμένους οἱ συν‐
10ωμόται καθείρξαντες εἶχον ἀθάνατον ἔσεσθαι τὴν στάσιν οἰόμενοι.
Or
.

1

.

45

ὡς δὲ οἱ μὲν ἑαυτῶν ἐγένοντο οἱ παραφρονήσαντες, ὁ δὲ ἄρχων ἐπανῆκεν, ὁ δεσμὸς δὲ ἦν παρὰ τοὺς νόμους, ὁ μέν, ὡς ἐμοί τε καὶ τοῖς νόμοις ἔμελλε βοηθήσειν αὔριον καὶ ὡς οὐ σμικρὰν
5λήψοιτο δίκην, παρεδήλου, τῶν δὲ ἐν τρόμῳ τε κατα‐ στάντων καὶ ἀλλήλους αἰτιωμένων, οἷα ἐβούλευσας, ὦ δαῖμον. περὶ μέσας νύκτας ἐξέβαλες τῆς ἀρχῆς τὸν Ἀλέξανδρον καὶ παρέδωκας ἅμα ἡμέρᾳ Λιμενίῳ τὸ ἄστυ, συνωμότῃ μὲν οὐκ ἂν φαίην, ἀνωμότῳ δὲ καὶ
10τὰ αὐτὰ βουλομένῳ· θεὸς μὲν γὰρ ἤθελεν εἶναι δο‐ κεῖν, ἐγὼ δὲ αὐτὸν οὐδὲ σπουδαῖον ἐνόμιζον ἄνθρω‐ πον, ᾧ γε ἦν ἡ σπουδὴ γελασθῆναι.
Or
.

1

.

46

οὗτος πρὸ τῆς ἀρχῆς ἐν ἀγορᾷ καθήμενος ᾔτησε παρὰ τῆς Τύχης εἰς τοσοῦτον τὴν ἀρχήν, ἐν ὅσῳ γένοιτ’ ἂν αὐτῷ κτεῖναι ἐμέ. λαβόντος οὖν τὸ δικάζειν ἔμενον ὁ ταῦτα
5εἰδὼς ἐγὼ πιστεύων εἶναί τι τἀληθές, τοῦ γραφομένου δὲ οὐκ ὄντος νοῦν γε ἔχων. τῶν ὀμωμοκότων οἱ μὲν ἐπαινοῦντες ἐκεῖνον λύσιν ἐμαντεύοντο τοῖς δεδεμένοις, ὡς οὐκ ἂν ἐκείνου παραβάντος τὸν περὶ ταῦτα νόμον, ὁ δὲ πρὸ τοῦ νόμου τοὺς κολακεύοντας αἰδούμενος οὐ
10διώκοντα ὁρῶν, οὐ φεύγοντα καλέσας ἀρχὴν ἐποιεῖτο τῆς κρίσεως τοῦ ταλαιπώρου τὴν βάσανον, ἐν ᾗ πρῶ‐ τον ἤκουσα βασανιστὰς ἀπειπεῖν.
Or
.

1

.

47

πρίων δὴ τοὺς ὀδόντας καὶ τοῦ γε δευτέρου σώματος ἀποκρουσθεὶς ἀξιώματι πῦρ ἠπείλει τῷ κατατετμημένῳ φάσκων οὐ
λήξειν πρὸ τῶν αὑτῷ φίλων ῥημάτων. καὶ ἅμα ἐμοὶ
5διὰ τοῦ παρέδρου παρῄνει πρὸς κέντρα μὴ λακτίζειν, ἀλλ’ ἀπελθεῖν, εἰ μὴ θανατῴην. ἔδοξέ μοι πολλῆς ἀποπληξίας εἶναι τηνάλλως ἀποθανεῖν καὶ ταῦτα ἐπὶ νίκῃ τῇ διὰ τῆς βασάνου.
Or
.

1

.

48

προσπαρεκάλει δέ με καὶ τὸ χείρονος ἄμεινον ἀντιλήψεσθαι χωρίον, τὴν Νικομήδους πόλιν, λόγων τροφὸν τῆς τρυφῇ βαρυνο‐ μένης. ὁ δὲ κἀκείνην ἔκλειέ μοι γράμμασιν, οὐ μὴν
5εἰς ἅπαν· ἧκον γὰρ ἐκεῖσε διὰ τῆς Διονύσου. Νικαίας γὰρ οἱ οἰκήτορες ἐπειδὴ ᾔσθοντο τὴν ἔξοδον, πρεσβεί‐ αις παρ’ ἑαυτοὺς ἐκάλουν ἅπασιν ἐπαίνοις ἐν ψηφί‐ σμασι χρώμενοι. προσκυνήσας δὴ τὸν Διόνυσον εἱπό‐ μην καὶ αὖθις ὢν ἐν νέοις τε καὶ λόγοις ψηφίσμα‐
10σιν ἑτέροις ἐπὶ τὴν τῆς Δήμητρος ἠγόμην τοῦ τῶν Βιθυνῶν ἄρχοντος δεηθεῖσι χαριζομένου.
Or
.

1

.

49

ἐδέοντο δὲ οὐκ ἀπορίᾳ σοφιστοῦ· πολίτης γὰρ δὴ ἦν τις σφίσι τῶν ἐπαινουμένων, ὁ δὲ λόγων μὲν οὐκ ἀπείρως εἶχε, θυμῷ δ’ ἐδούλευε καί ποτε τὴν βουλὴν ἅπασαν δού‐
5λους τῶν αὑτοῦ πατέρων ἐτόλμησε προσειπεῖν. τοῖς δὲ ὑπὲρ δίκης βουλευομένοις καὶ ὅτῳ χρὴ τὸν ὑβρι‐ στὴν μετελθεῖν, ἀθανάτῳ τις εἶπε κακῷ, ὡς τῶν γε ἄλλων οὐ μακρῶν ἐσομένων· ἐρομένων δέ, τί τοῦτο
εἴη τὸ ἀθάνατον αὐτῷ κακόν, ἐμέ τε ἔφη καὶ τοὺς
10ἀπ’ ἐμοῦ τοῖς ἀντιτέχνοις μόχθους.
Or
.

1

.

50

ἐδεδίειν μὲν οὖν, μή με ἐντυχὼν δάκῃ, φυλαξάμενος δὲ λέγων σι‐ γῶντα ἐτρεψάμην ὄντα μὲν οὐδὲ πρότερον ταχύν, ὀργῇ δὲ βραδύτερος ἐγεγόνει. τῷ δὲ ἄρα κρεῖττον ἦν,
5ἐπειδὴ ἀφικόμην, σιγᾶν ἢ λέγειν οὐχ ὡς οὐ καλὰ ὑφαίνοντι, δεῖ γὰρ τό γε ἀληθὲς τιμᾶν, ἀλλ’ αὑτῷ φόβους τινὰς ἐντεκών, ὡς δὴ γοητεύοιτο, τοῖς δόγμασι τὴν μνήμην ἐξέπληττε καὶ ἀπῄει πᾶν μὲν δρῶν, πᾶν δὲ φθεγγόμενος, ὥστε ὑπ’ ἀλλήλοις κρύπτεσθαι τῶν
10διαλυθέντων πολλούς, μὴ ζέων ἔτι προσπεσών τῳ διασπάσαι.
Or
.

1

.

51

Τοῦτον ἐγὼ τὸν χρόνον, ἔστι δὲ ἔτη πέντε, τοῦ παντὸς ὃν βεβίωκα, ταυτὶ δὲ σχεδὸν ἑξήκοντα, ἔαρ ἢ ἄνθος προσειπὼν οὐδ’ ἂν οὕτως εἴην συμμέτρως προσειρηκώς· ἔχω μὲν γὰρ καὶ ἕτερα πέντε καὶ πάλιν
5ἕτερα τοσαῦτα ἐπαινέσαι, τὸ νικᾶν δὲ τούτων ἐστὶ τῶν ὑπὸ τῇ Δήμητρι, νικώντων τοῖς ἅπασιν, ὑγιείᾳ
σώματος, εὐθυμίᾳ ψυχῆς, ἐπιδείξεων πυκνότητι, τοῖς ἐν ἑκάστῃ πηδήμασιν, ὁρμαθοῖς νέων, ἐπιδόσει νέων, νυκτερινοῖς πόνοις, μεθημερινοῖς ἱδρῶσι, τιμαῖς, εὐνοίᾳ,
10φίλτρῳ.
Or
.

1

.

52

τῶν δ’ εἴ τις ἤρετο ὁντινοῦν, ὅτῳ μεγίστῳ καλλωπίζοιτο ἡ πόλις, τὰς ἐμὰς ἦν ἐν αὐτῇ διατριβὰς ἀκοῦσαι. ἐκείνη γὰρ αὖ ἡ πρὸς τοσοῦτον ἥκουσα με‐ γέθους τε καὶ κάλλους τῶν τε ἄλλων ἀγαθῶν, ὅσα
5γῆ τε καὶ θάλασσα δίδωσιν, οὐδενὸς ἂν ἐν μνήμῃ μεγαλαυχίας πρὸ τῶν ἐμῶν ἐμνημόνευσεν, ἐπεὶ καὶ πρὸς τὴν εὐδαιμονίαν τῆς πλησίον πόλεως τοῦτο ἀντεξῆγεν, ὡς ἡ μὲν εὐθηνοῖτο θεάτρων ἡδοναῖς, αὐτὴ δὲ φορᾷ παιδείας καὶ ὡς ἡ μὲν οὐδὲ φυλάξαι
10παρὸν εἰδείη καλόν, αὐτὴ δὲ καὶ ἀπὸν κτήσασθαι.
Or
.

1

.

53

ἐγὼ δὲ ἐῴκειν ἀνδρὶ κατακεκλιμένῳ πρὸς πηγαῖς τε διαφανῶν ὑδάτων καὶ ὑπὸ δένδρων παντοίας ὑπερ‐ αιωρούντων χάριτας ἐστεφανωμένῳ τε καὶ συνεχῶς εὐωχουμένῳ κατὰ τὸν Αἰγύπτιον ἐκεῖνον, ὃς ἐσοφίσατο
5μακρὸν αὑτῷ τὸν βραχὺν γενέσθαι χρόνον. ἐποίει δέ μοι τὰς ἡδονὰς οὐ τὸ ἐσθίειν καὶ πίνειν, τὸ δὲ τὰ τῶν λόγων εὖ καὶ καλῶς χωρεῖν καὶ τὸ τὰς Ἀθήνας τῆς Βιθυνίας καταβοᾶν, ὥσπερ γεωργοὶ γεωργῶν ῥύακος
ἀρχαίου κωλυθέντος ᾗ πρότερον ῥεῖν. οὕτω τὸν ἐκεῖσε
10δρόμον τῶν νέων παλαιόν τε καὶ ἐξ ὅσουπερ ἐμπορία λόγων, ἥδε ἔστησέ τε ἡ γῆ παρ’ αὑτῇ καὶ ἔπεισε μὴ πόρρωθεν πονηρὰ λαμβάνειν ἐξὸν ἐγγύθεν ἀμείνω.
Or
.

1

.

54

καὶ μὴν ὅ γε ἀνὴρ ἐκεῖνος ὁ Ἡρακλεώτης σωροὺς ἐφ’ ἁμάξης ἧκεν ἄγων βιβλίων, ποιῶν με οἷς ἐβουλόμην πλούσιον· ἐπεὶ εἰ γῆν τε καὶ ὁλκάδας καὶ συνοικίας ἐδίδου, δοκῶ μοι τὸν ἄνθρωπον ἂν ἐπαινέσας αὐτὸν
5κελεῦσαι ἔχειν. οἷόν τι καὶ πρὸς ἐκεῖνον ἐποίησα τὸν ἐπὶ δεῖπνόν τε ἅμα καὶ αὐτὴν τὴν θυγατέρα καλοῦντα μόνην ἐν μεγάλοις αὐτῷ τρεφομένην χρήμασι, τὴν μὲν γνώμην ἐπαινέσας, κελεύσας δὲ ζητεῖν νυμφίον, ὡς ἔμοιγε οὔσης ἀντὶ γυναικὸς τῆς τέχνης.
Or
.

1

.

55

περὶ ἣν οὕτω τὴν ἔνθεον ἐμεμήνει μανίαν ἡ Νικομήδους πόλις, ὥστε ἤδη με κἀν ταῖς θερμαῖς κολυμβήθραις τἀν τῷ διδασκαλείῳ ποιεῖν καὶ μηδὲ ταῦτα ἔξω τοῦ
5νόμου τοῖς ἰδιώταις εἶναι δοκεῖν. οὕτως ἡμῖν ἅπασα ἡ πόλις καθειστήκει μουσεῖον· οἵ γε καὶ τοὺς προλό‐ γους παραλαμβάνοντες, τἄλλα ἐκβάλλοντες ᾄσματα, ᾄδοντες πανταχοῦ διετέλουν.
Or
.

1

.

56

ἡ μεγίστη δὲ τῶν εἰς εὐφροσύνην ἀφορμὴ τὸ σαφεῖς κεκτῆσθαι φίλους, ὧν οὐδὲν ὅ,τι οὐ λείπεσθαι τῶν δοκούντων ἀγαθῶν
ὁ Εὐριπίδης φησίν, εἰδώς, ὅτι οὗτοι οἱ σαφεῖς οὐκ
5οὐσίας μόνον ἀποσταῖεν ἂν ὑπὲρ τῶν ἐπιτηδείων, ἀλλὰ κἂν ἀποθάνοιεν, ὧν δὴ γενέσθαι καὶ τὸν τῆς Θέτιδος υἱόν, ὃς ἐπρίατο τῆς ψυχῆς τὴν ὑπὲρ τοῦ Πατρόκλου δίκην. ταύτης οὐδέν τι νωθροτέρας ἐν‐ ταῦθα ἐκτησάμην φιλίας.
Or
.

1

.

57

ὧν εἰ τὴν Ἀρισταινέτου φαίην ὑπερφέρειν φιλίαν, οὐδένα ἂν νεμεσῆσαί μοι δοκῶ τῶν τιθεμένων δευτέρων· ᾧ μοι καὶ ἡ μήτηρ καὶ εἴ τῳ ἄλλῳ λύπην ἐνεποίουν ἀπών, εἰκότως ἂν
5ἐγκαλοῖ. ἐκεῖνος γὰρ δὴ καὶ τὰ τοῦ ’κείνου τρόπου φάρμακα τῶν γλυκέων τούτων ἐφάνη γλυκύτερα.
Or
.

1

.

58

Καίτοι τίς φιλομήτωρ μᾶλλον ἐμοῦ; τεκμηρίῳ δὲ μεγάλῳ τοῦτο ἀποδεικνύσθω. γῆν οὖσάν μοι πατρῴαν ἀπέδοτο, ὁ δὲ ἐωνημένος ἐπ’ Ἰταλίας πορευόμενος δείσας, μὴ παρακαλέσας ὕστερον τὴν συμμαχίαν τῶν
5νόμων ἢ ζώσης τῆς μητρὸς ἢ οἰχομένης ἐπιστρατεύσω τῇ πράσει, λύειν ἤδη ταύτην ἢ βεβαιοῦν ἐδεῖτο. ἠρόμην οὖν, εἰ καὶ αὐτὸς ἐν τοῖς πεπραμένοις εἴην, ὡς οὐδὲ τούτῳ μαχούμενος· καὶ ὃς τὸ βιβλίον προὔτεινεν, ὡς προσλάβοι ταυτησὶ τῆς χειρὸς γράμματα, καὶ ἡ μὲν
10ἔγραφεν, ὁ δὲ οἷς ἑώρα διηπίστει.
Or
.

1

.

59

δεινὰ δὴ δο‐ κῶν ἐμαυτῷ δρᾶν, εἰ τὴν οὕτω στεργομένην μὴ συνὼν γηροτροφοίην, ὁπότε ἀκούοιμι φθεγγομένου τοῦ φίλου, δεσμὸς τοῦτο ἦν, ὥστε καὶ ἡνίκα δεῦρ’ ἐπανῄειν,
5ἐπὶ μόναις ταῖς παρ’ ἐκείνου τοῦτο ἐπράττετο ἀνάγκαις ἀπειλοῦντος ἦ μὴν χείρω με, εἰ τούτῳ ἀτιμάσαιμι τὸ δίκαιον, νομιεῖν.
Or
.

1

.

60

Πλείοσι τοίνυν καὶ μείζοσιν ἀγαθοῖς τὰ δυσ‐ χερέστερα ἠφάνιζεν ἡ Τύχη, καὶ ἡ λύπη μικρὰ διὰ τὸ πλῆθος ἦν τῶν ἡδονῶν, μᾶλλον δὲ οὐδὲν τοσοῦτον, ὁπόσον καὶ ἀνιᾶσαι δύνασθαι, ὥσπερ αὖ καὶ τοῖς ἀρι‐
5στεύουσιν ἃ πλήττονται κοῦφα διὰ μέγεθος ὧν δρῶσι. λεγέσθω οὖν καὶ τὰ χείρω· τῇδε γὰρ ἂν καθαρώτερον φανείη τὰ βελτίω δεικνυμένων τῶν ὑπ’ αὐτῶν νενι‐ κημένων.
Or
.

1

.

61

Ὁ μὲν δὴ παῖς ἄνηβος ἐλπίσιν ἀπατηθεὶς ὑπὸ τῶν οὓς ἀναπείθουσιν ἀποκτιννύντων πεντακοσίους τε καὶ χιλίους ὑφελόμενος στατῆρας ᾤχετο, ὡς εἰκός, ἀποθανούμενος μέλλοντός μοι δέξεσθαι τοῦ ἄρχοντος
5λόγον, καὶ ἐπεδεικνύμην κινούμενος τὰ εἰωθότα τῶν ἀκροατῶν τῇ κλοπῇ τεταραγμένων, ὥστε εἶναί μοι δι‐ πλοῦν τὸ θαῦμα, τὸ μὲν ὡς λέγειν ἐπισταμένῳ, τὸ δὲ ὡς τὰ τοιαῦτα φέρειν· καὶ τρίτον γε ἕτερον προσεγε‐
γόνει διωθουμένου μου τὸν ἠθροισμένον ἐκ τῶν πό‐
10λεων ἄργυρον παριόντα τὸν ἐξεληλυθότα χρυσὸν θε‐ ραπεύειν πειρωμένων τοῖς παρὰ σφῶν τὴν βλάβην.
Or
.

1

.

62

Ταυτὶ μὲν ἀφείσθω τὴν ζημίαν ἔχοντα ἐν χρή‐ μασιν, ἃ δὴ διαπτύσειεν ἂν ἀνὴρ ἐλεύθερος. ἀλλ’ ἐνόσει μὲν ἡ γυνὴ τῷ σοφιστῇ τὰς φρένας, ὁ δὲ οὐ βουλόμενος ταῦτ’ εἶναι τῆς τοῦ σώματος πονηρίας ἐπ’
5ἐμέ τε ἦγε τὴν αἰτίαν καὶ κακοῖς ἑπόμενος παραδείγ‐ μασι βιβλογράφον καὶ αὐτὸς εἷλκε καὶ οἰχομένης δὴ τῆς γυναικὸς ἀπὸ τοῦ τάφου μετὰ δακρύων εἰς τὸ δικαστήριον ἐλθὼν κατήγορος μὲν κατὰ τοὺς νόμους οὐδὲ οὕτως γίνεται, τοσοῦτον δὲ εὗρε, τὸ δῆσαι τὸν
10ἄνθρωπον.
Or
.

1

.

63

ἐπὶ τούτοις τὸ πρᾶγμα ἀνέστραπτο τοῦ μὲν φεύγοντος τὴν κρίσιν, ἐμοῦ δὲ ἐπαναγκάζον‐ τος. ὁ δικαστὴς δὲ ἄρα ἐγέλα, εἰ περὶ γυναῖκα ἐγὼ παρανήλισκον τὸν θάνατον ὑπερβὰς τὸν σοφιστήν,
5ὥσπερ ἂν εἴ τις ἀθλητὴς κτεῖναι ἔχων τὸν ἀντίπαλον τούτῳ μὲν ἠρνεῖτο συμπλέκεσθαι καὶ διέσωζε, τὴν τε‐ κοῦσαν δὲ αὐτὸν ἥρπαζε διὰ δαιμόνων. τῷ μὲν δὴ ἔργον ἦν φεύγειν, ὁ δικαστὴς δέ, οὐδὲ γὰρ ἀνίην, εἷλκέ τε διὰ τῶν ὑπηρετῶν καὶ ἐπηνάγκαζεν ἢ λαβεῖν
10ἢ δοῦναι δίκην, τὸν γὰρ αὖ νόμον οὐκ ἐᾶν κεναῖς
αἰτίαις ὑβρίζειν. ὁ δὲ πεσὼν ἱκέτευε μὴ ἄτιμος ἀπελ‐ θεῖν μηδὲ αὑτοῦ μᾶλλον ἢ τοῦ πένθους ἐκεῖνα νο‐ μισθῆναι.
Or
.

1

.

64

ἐλεεῖ τὸν σοφιστὴν ὁ δικαστής, καὶ οὐκ ἐμεμψάμην τὸν οἶκτον· ἐμοὶ γὰρ εἴη τὸν ἐχθρὸν εἰς συγγνώμην καταφεύγοντα ἰδεῖν καὶ οὐδὲν ἂν ἑτέρας δέοι δίκης, καὶ δὴ καὶ φίλον εἶναι βουλόμενον οὐκ
5ἀτιμάσω· ὅστις δὲ αἰσχυνόμενον τὸν ἡμαρτηκότα ὁρῶν προσαπολέσαι βούλοιτ’ ἄν, θηριώδης τε οὗτος καὶ οὐκ αἰσθανόμενος, ὡς ἀνθρώπῳ γε ὄντι γένοιτ’ ἄν ποτε ἴσως εἰς τὴν τῶν ὁμοίων χρείαν πεσεῖν. ἀλλ’ οὐχ οἱ Βιθυνοὶ πρὸς ἐκεῖνον οὕτως, ἀλλ’ ὁ μὲν ἀπαντῶν
10ἐξετρέπετ’ αὐτόν, τῷ δὲ πρόνοια μὴ ἀπαντῆσαι, τὸ δὲ μὴ κεκολάσθαι τοῖς προσήκουσι τὸν ὑβριστὴν ἤδη τινά τι καὶ ἀπορρῖψαι εἰς τὸν ἐψηφισμένον καίτοι σφόδρα ἀγαπώμενον ἠνάγκασε.
Or
.

1

.

65

πιεζόμενος δὴ πολλαχόθεν καὶ οὐκ ἀποχρώντων οἱ τῶν λόγων ἄλλως τε καὶ τοῦ τρόπου προσδιαβεβλημένου τρέπεται ἐπ’ ὠνὴν τῶν νέων, χρημάτων οὐ φειδόμενος πολλῶν οἱ
5προσιόντων ἐκ γῆς· οἱ δὲ δέχονται μὲν τὸ διδόμενον, σφᾶς δὲ αὐτοὺς οὐ προΐενται, ἀλλ’ εἰς μέσον τε τὸ ἀπόρρητον ἤγετο καὶ γέλως διὰ τῆς πόλεως ἐχώρει,
οἷα μὲν ἐμεμηχάνητο, οἷα δὲ ἤλπισεν, οἷα δὲ ἐπεπόν‐ θει.
Or
.

1

.

66

ὡς δὲ αὐτῷ μόνος Βιθυνῶν συνελάμβανεν ἀνὴρ εἰς ὅ,τι ὁρμήσειεν ἀπαύστῳ φιλονεικίᾳ χρώμενος φήσας ἐν τῷ περὶ τουτωνὶ τῶν δώρων λόγῳ τε καὶ ἐλέγχῳ καὶ γέλωτι μηδὲ τὸ τῆς αὐτοῦ γυναικὸς ὄνομα
5σεσιγῆσθαι ὡς δὴ τοῦ τε ἔργου κεκοινωνηκυίας τῶν τε ἀνηλωμένων, ἐπὶ ζεῦγος ὀρικὸν ἀναβὰς ἤλαυνεν ἐπὶ Καππαδοκίας παρὰ ἄρχοντα φίλον εἰδότα χάριτι βλάψαι νόμον, νέω δὲ ἄρα τώδε πάντα ἀλλήλοιν Ἀθή‐ νησι κεχαρισμένω διὰ τέλους ἔμελλον τοῦτο ποιεῖν.
10ὁ δὲ παρασκευῆς τε αὐτὸν τῆς πρὸς τὸν Περσικὸν πό‐ λεμον ὃς τότε ἦν, ἑτέρων τε προμηθείας οὐ μείονος ἀξίων μένειν ἀναγκαζόντων πάντα τὰ μέγιστα μικρὰ ἡγησάμενος ἀναστὰς ἐφέρετο γυμνῷ τῷ ξίφει προ‐ πέμψας στρατιώτην, ᾧ χρῆν με εἰς Νίκαιαν ἕπεσθαι
15τῶν νέων ἄγοντα ἑπτὰ τοὺς ὅτι μὴ σφᾶς αὐτοὺς ἀπέ‐ δοντο, ἠδικηκότας.
Or
.

1

.

67

Νικομηδεῖς μὲν οὖν ἡμᾶς ἔτι ζῶντας ἐπένθουν, ὥσπερ οὓς εἰς τὸν Λαβύρινθον ἔπεμ‐ πον Ἀθηναῖοι. σωτὴρ δὲ ἄρα ἡμῖν ἔμελλε τῆς Τύχης βουλομένης Ἡρακλῆς ὁ Διὸς ἔσεσθαι καὶ προὐδήλου
5γε, ὃ ποιήσει καὶ ὡς σβέσει τὴν πυράν, ὀνείρατι· πυρὰν γὰρ δὴ μεγάλην ἐν μέσῃ τῇ Νικαίᾳ τῶν τινα Ἀντι‐ σθένους μιμητῶν ἐδόκουν ἐφιζάνοντα σβεννύειν καὶ
εἶναι κρεῖττον τοῦ πυρὸς τὸ σῶμα. θαρρῶν δὴ τοῖς τε ἀπὸ τῆς ἀληθείας τῇ τε ἐπαγγελίᾳ τῆς ἐπικουρίας
10ᾔειν· οἱ συνήγοροι δὲ ἡμῖν μέχρι Λίβου μὲν ἧκον, αὐτοῦ δὲ καταδύντες ἀπεσκόπουν, ὅπη τὸ πρᾶγμα πε‐ σεῖται, καὶ ἀναφανέντες ἐπὶ τῷ τέλει συνέχαιρον, ὥσπερ οἱ Λακεδαιμόνιοι μετὰ τὴν ἐν Μαραθῶνι μάχην τοῖς Ἀθηναίοις.
Or
.

1

.

68

ἦν δὲ ἄρα κἀκεῖνο Ἡρακλέους τὸ ἔργον, ὃς καὶ ἡμῖν τὸ νέφος ἀπέωσεν· ᾖδον μὲν γὰρ ἀλεκτρυόνες καὶ ἐκήρυττον οἱ κήρυκες, ἐκρούετο δὲ ἡ θύρα καὶ ὅτῳ μέλει τῶν τοιούτων, ἐβόα καταβαίνειν.
5ἐκαθήμεθ’ οὖν ἐν μυροπωλείῳ τινὶ τὸν καιρὸν ἀνα‐ μένοντες Ἄλκιμός τε καὶ ἐγώ (τὸν Ἄλκιμον τοῦτον θεοῦ τινος ἔγωγε παῖδα ἡγοῦμαι γεγονέναι, μὴ γὰρ ἂν ἐξ ἀνδρὸς φῦναι τοιοῦτον). σμικρὸν δὴ πρὸ μεσημ‐ βρίας οὐδενὶ κόσμῳ κεκραγὼς ὁ συκοφάντης ἔστειχεν
10ἡμιμανὴς κεκρατῆσθαι τῇ βαφῇ καὶ Φιλάγριον λέγων, ἡμῖν γε οὐ συνετὰ λέγων.
Or
.

1

.

69

καὶ αὐτίκα ὁ δικαστὴς ἐξῄει, καὶ φαιδροὺς ἑωρῶμεν τοὺς φίλους ὡς δὴ ἐπ’
ἀγαθῷ τῳ, τουτὶ δὲ ὅ,τι τε ἦν ὅτῳ τε τρόπῳ συμβάν, εἰδέναι οὐκ ἦν, πρὶν δή τις τῶν ἡμῖν εὔνων πόρρωθεν
5ἐσήμηνε τῇ χειρὶ τὸν πολέμιον πεφευγέναι, τῷ δικαστῇ γὰρ ἀνάγκην ἐξαίφνης τῆς τοῦ νόμου φυλακῆς ἐπιπε‐ σεῖν· ἐγνωκότι γὰρ ἐπὶ πρόδηλον εἰσάγειν σφαγὴν ἥκειν τινὰ ἄγγελον τῆς Φιλίππου κινήσεως καὶ δεῖν ἤδη θεῖν καὶ δέχεσθαι τοῖς ὅροις τὴν βλοσυρὰν ἀρχήν·
10καὶ τὸν δείσαντα εἰπεῖν ἀπολωλέναι τὸν καιρὸν τῇ χάριτι καὶ εἶναι τοῦ νόμου τὸ κράτος, δεῖν οὖν ἢ γραφὴν ἀπενεγκεῖν ἢ μὴ ἀγανακτεῖν ὑπὸ ἀνάγκης νι‐ κώμενον. διὰ ταῦτα ἐκεῖνον μεμνῆσθαι τῆς βαφῆς ὡς δὴ μεταπεπεισμένου.
Or
.

1

.

70

καὶ ὁ μὲν ὃν θυμὸν κατέδων ᾤχετο οἴκαδε στένων, ὁ δὲ οἷς ἔδωκεν ἂν ἐρυθριῶν καλέσας ἐμὲ καὶ παρ’ αὑτὸν καθίσας ἐν τῷ δικαστηρίῳ τρίβων τῇ χειρὶ τὸ πρόσωπον διασύρων
5τε τοὺς ὑπὲρ τοῦ σοφιστοῦ παρὰ τοῦ φίλου λόγους ἠξίου με πρᾴως τε ἔχειν τῇ παρ’ αὐτὸν ὁδῷ καὶ μηδὲν οἴεσθαι τῶν πεπραγμένων πεπρᾶχθαι, φήσαντος δέ μου καὶ πρὸ τῶν αὐτοῦ λόγων ὧδε ἔχειν πίστιν ἀπῄτει τῶν εἰρημένων, εἶναι δὲ πίστιν, εἰ ποιησαίμην
10αὐτὸν ἀκροατὴν ἐν μέσοις Νικομηδεῦσι λόγου τινός. καίτοι ὅ γε Φίλιππος, ἔφη, καλεῖ, ταυτὶ δὲ ὅμως προ‐ τετιμήσθω.
Or
.

1

.

71

νεύω καὶ ὑπισχνοῦμαι, καὶ ἦμεν ἐν τῇ
Νικομήδους καὶ εἰσῆγον τὴν ἐπίδειξιν. ἔπειτα ἧκέ ποθεν, ὥσπερ πνεῦμα, ὁ συκοφάντης ἄγων τὸν ὑπόπτην ἐκεῖνον καὶ ἔφασκε δεῖν τὸν ἐκείνου φθάσαι λόγον,
5πρὶν ὑπὸ κρότου πολλοῦ καταληφθῆναι τὸν δικαστήν. ὁ μὲν οὖν ἤσχαλλεν, ἐγὼ δὲ συνεχώρουν. ὁ δὲ εἰσελ‐ θὼν ἦν αὐτὸς καίτοι γε λέγων ἐν πεντεκαίδεκα ἀνθρώ‐ ποις αὐτὸς δεηθεὶς τὴν ἐμὴν ἀπεῖναι μερίδα. ὡς γὰρ εἶδε τὸ στάδιον, ἰλιγγιάσας ἐξενήνεκτο τῆς μνήμης
10καὶ ἐβόα μηδὲ τότε πεπαῦσθαι τὸν γόητα ἐμέ· τοῦ δὲ ἀναγνῶναι κελεύσαντος, εἰσελθεῖν γὰρ λόγον, οὐ μνή‐ μην κρινῶν, οὐδὲ τοὺς ὀφθαλμοὺς ἔφη δύνασθαι τὸ αὑτῶν ὑπὸ τοῦ αὐτοῦ ποιεῖν. ἀλλ’ ὁ δεῖνα λαβὼν ἀναγνώσεται, δείξας τῶν ῥητόρων τὸν ἄριστον. ὁ δὲ
15ὡς τοῦτο ἤκουσε, ῥίψας τὸ βιβλίον ἀπῄει πιμπλὰς τὴν ἀγορὰν ἀνοήτων ῥημάτων.
Or
.

1

.

72

τῆς δὲ ὑστεραίας ὁ μὲν ὄχλος ἐν τῷ βουλευτηρίῳ, τοῦ δὲ ἐγγὺς ἐγὼ τὴν φω‐ νὴν ἀνακινῶν τε καὶ ἀποπειρώμενος, ὁ δὲ ἄρχων περὶ ἔξοδον, ὁ δὲ αἴσχιστα ἀπηλλαχὼς ἐκεῖνος ἐξ
5ἀκροπόλεως ἐπὶ τὸ σῶμα τοὐμὸν ὡπλισμένος παρῆν, καὶ ἐμὲ μὲν αἱ θύραι ῥύονται τοῦ νεὼ τῆς Τύχης, οὗπερ καὶ ἐκαθήμην. τὸν ἄρχοντα δὲ καὶ πρὸ τῶν λόγων τῇ ’κείνου τόλμῃ κτῶμαι, καὶ σὺν εὐνοίᾳ μὲν
εἰσέρχεται, γενόμενος δὲ ἐραστὴς ἀνίσταται καὶ παρα‐
10χρῆμα γράμμασι συγγενεῖς τε, οἳ αὐτῷ παρ’ ἄλλοις διέτριβον, φίλων τε παῖδας εἰς ἓν τοῦτο διδασκαλεῖον ἤθροιζε τῷ λόγῳ τε ὃν ἠκηκόει, συνῆν αἰτήσας τε καὶ λαβών, τῷ συκοφάντῃ τε οἵαν οὐχ ἑτέραν ὀφείλειν ἔλεγε χάριν γνῶναι δόντι ταῦτα, ἃ ἀγνοεῖν ζημία.
Or
.

1

.

73

Ὧν λεγομένων τε καὶ πραττομένων φερομένης τε εἰς ἐκείνους παρ’ ὧν ἀπεληλύθειν, τῆς φήμης, οἳ οὐχ ὅτι τὰ ἄστη, ἀλλὰ καὶ τοὺς σμικροτάτους τῶν ἀγρῶν ἀβάτους ᾤοντό μοι ταῖς διαβολαῖς ἐργάζεσθαι,
5τίς Τέλλος, τίνες Ἀργεῖοι νεανίσκοι διὰ τῶν περὶ τὴν ἅμαξαν τῇ μητρὶ κεχαρισμένοι, τῇ σφῶν αὐτῶν τὴν ἐμὴν εὐδαιμονίαν παρῄεσαν; ὥστε μοι δοκῶ καὶ τῆς αἰτίας ἣν ἐπὶ τῇ γενέσει τούτων ᾐτιασάμην τὴν Τύχην, ἀφήσειν τὴν θεόν, εἴπερ ἐκ τῆς βασάνου ταῦτα.
10οὐδὲ γὰρ Μέλανθος δήπουθεν ἠτύχει φεύγων μέλλων ἀντὶ τοῦ Μεσσήνην οἰκεῖν βασιλεύειν Ἀθηνῶν.
Or
.

1

.

74

Ηὐξημένης δὴ τῆς δόξης μυρίων τε ἡμᾶς ἐπαι‐ νούντων στομάτων ὄντων τε τῶν καὶ τοῦτο λεγόντων, ὡς συνείην ἀνθρώποις οὓς ἐξέβαλεν ἂν κατὰ τὸν
Ἀρχιλόχου φονέα τοῖς χρησμοῖς ὁ Πύθιος, ἐπικειμένων
5τε τῶν ἔξω τῆς αἰτίας τοῖς ἐν αὐτῇ γίνονται πρὸς τὸν ὕπαρχον ἱκετεῖαι τῆς ἐμῆς ἀποδόσεως πέρι· ὡς δὲ ἀδικήσειν τοὺς ὑποδεξαμένους ἔφην καὶ ἅμα ἐδεόμην μή με αὖθις ἐμβαλεῖν εἰς ἀηδῆ σιγήν, ἀπελθὼν ὡς δὴ οὐκ ἐπαναγκάσων, ἀνάγκῃ μεταφέρει μείζονι, βασι‐
10λείοις γράμμασιν.
Or
.

1

.

75

ἐγὼ μὲν δὴ τὴν τῶν αἰχμαλώ‐ των ἐλυπούμην λύπην, οἳ πατρίδα καὶ ἐλευθερίαν ἀποβαλόντες ἔρχονται ἐν ἀλλοτρίᾳ δουλεύσοντες. καὶ ἐμὲ τοίνυν κατελάμβανε τὸ τῶν μὲν ἡδίστων τε καὶ
5λυσιτελεστάτων στέρεσθαι, εἰς δὲ τὰ ἀνιάσοντά τε καὶ ζημιώσοντα ἄγεσθαι· χρῆν γὰρ δὴ ἢ συμπίνειν τοῖς δυνατοῖς καὶ περὶ τραπέζας ἡμέρας τε καὶ νυκτὸς δια‐ τρίβειν τὸ πλέον ἢ ἐχθρόν τε κεκρίσθαι καὶ πολεμεῖ‐ σθαι. ταυτὶ δὲ ὡς ἐναντιώτατα τοῖς τῆς ψυχῆς ἀγαθοῖς,
10πᾶς ἄν μοι συμφήσαι μεθύσας τε αὐτὸς καὶ ἕτερον ἰδὼν τοῦτο πάσχοντα.
Or
.

1

.

76

τὸ μὲν οὖν δεικνύναι λό‐ γους οὐδὲ ὣς κατέλυσα, καὶ συνῄεσαν οἱ μὲν ἀκουσό‐ μενοι λόγων, οἱ πλείους δὲ θεασόμενοι κινούμενον, οἷα δὴ τὰ τῆς βουλῆς ἐκείνης ἐξ ὅπλων ἢ μουσείων
5τὸ πλέον. τουτὶ μὲν οὖν οὐ παντάπασιν εἶχε κακῶς, χορὸς δὲ ὃν ἦλθον ἄγων, ὡς τάχιστά μοι διέρρει, τῶν μὲν ἡδοναῖς γοητευθέντων, οἷς δὲ αἱ γνῶμαι βελτίους, οὗτοι [δὲ] δείσαντες, οἶμαι, ὡς δὴ πεφυκότα νέων ψυ‐
χὰς διαφθείρειν τὸν τόπον οἱ μὲν εἰς Φοινίκην ἱστία
10πετάσαντες, οἱ δὲ Ἀθήναζε ᾤχοντο, ἐμοὶ δὲ τοὔνομα ἐλέλειπτο, ὥστε ἐδάκρυσεν ἄν τις, ὑπὲρ ὁπόσων ὁμιλητῶν πρὸς ὁπόσην χιόνα παραταξόμενος ἐξῄειν.
Or
.

1

.

77

Περιῄειν οὖν πενθοῦσιν ἐοικώς, τοῖς τε παρ‐ οῦσιν ἀχθόμενος τά τε ἀπόντα ποθῶν, καί μοι οὕτως ἀκριβῶς ὁ τῶν Βιθυνῶν ἔρως ἐνῴκει μηδὲν ἕτερον ἐπιτρέπων θαυμάσαι, ὥστε ἐπειδὴ θέρος ἦν, αὖθις
5ἐκεῖσε ἐκομιζόμην ἀφιέντος μὲν οὐδενός, ἀπειλούντων δὲ πολλῶν, κρατοῦντος δὲ τοῦ θεοῦ. λοιμοῦ δὲ ἐλαύ‐ νοντος τοὺς ἀνθρώπους μετασχών πως τοῦ κακοῦ καὶ αὐτὸς παραινέσεσιν ἰατρῶν πάλιν ἦν, ἐξ ἧς ἐπεφεύγειν. δευτέρου θέρους ταὐτὰ καὶ ἐτόλμων καὶ ἠναγκαζόμην
10λιμοῦ ποιοῦντος, ἃ πρότερον ὁ λοιμός. καὶ κατὰ ταύ‐ την γε τὴν πορείαν ἐν Λιβύσσῃ—σταθμὸς δὲ ἡ Λίβυσσα τάφῳ τε καὶ λόγῳ τῷ περὶ τοῦ κειμένου κοσμούμενος—ἐνταῦθα ἐξ αἰθρίας τε ἀκριβοῦς καὶ δριμυτάτης ἀκτῖνος νέφη συνδραμόντα σκηπτὸν καὶ
15ποιεῖ καὶ ἀποστέλλει, κὰδ δὲ πρόσθ’ ὀρέων Διομή‐ δεος ἧκε χαμᾶζε, καὶ ἐπεπόνθειν μὲν δὴ ὅσα εἰκὸς ὑπὸ τοῦ τοιοῦδε πυρός.
Or
.

1

.

78

τοῦ δὲ χάριν ἐραστὴν
πόλεως ἠδικημένον ἀπεκώλυεν ἀπὸ τῶν παιδικῶν ἡ Τύχη; τὸ πτῶμα ᾔδει γενησόμενον, ὑφ’ ᾧ με καὶ αὐτὸν κεισόμενον. λυποῦσα δὴ τοιαῦτα τὴν σωτηρίαν ἐπό‐
5ριζε καὶ ἀποστεροῦσα τόπου τινὸς ἐχαρίζετο γῆρας, ἐπεὶ καὶ τὸ εἰς τὴν μεγίστην με πόλιν αὖθις φέρουσα ἐμβαλεῖν οὐ κακοῦν ἐθέλουσα ἔπραττε, κακὸν δέ τι κἀνταῦθα ἰωμένη.
Or
.

1

.

79

ὁρῶσα γὰρ αὖ τοὺς μὲν κα‐ κοηθείᾳ, τοὺς δέ τινας καὶ ἀγνοίᾳ τὴν ἐκεῖθεν ἀνα‐ χώρησιν οὐχ ὅπερ ἦν, καλοῦντας, τιμωρίαν δὲ μετο‐ νομάζοντας καὶ ψῆφον τῆς πόλεως, ἀλλ’ οὐκ ἐργαστηρίου
5πονηροῦ τινος ἐπήρειαν, εἶδεν, ὡς ἑνὶ μόνῳ τοῦτ’ ἂν ἐξαλειφθείη τὸ αἰσχρόν, εἰ ὑπὸ τῆς πόλεως αὖθις θηραθεὶς ἐχοίμην ἐν ἅπασί τε οἷς ἔμπροσθεν εἴην νέων τέ τινων ἐκεῖ υἱέων περιεστηκότων θεάτρων τέ μοι πληρουμένων ὑφ’ ἡλικίας ἁπάσης.
Or
.

1

.

80

καίτοι καὶ πλέον τι τὰ τότε εἶχε· τῶν γὰρ δὴ ἀρχόντων ἀεὶ τοῦ δευτέρου τὸν πρότερον ταῖς εἰς ἐμὲ σπουδαῖς τε καὶ τιμαῖς παριόντος ὁ τέταρτος Φοίνιξ ἀνὴρ ὑπὸ Χαρίτων
5κυβερνώμενος δόγμα ἠμελημένον ἀνανεοῦται τῆς βου‐ λῆς, καὶ βασιλεὺς συνησθεὶς τῇ πόλει τοιαῦτα ψηφι‐
ζομένῃ μυρίαις με κατακοσμεῖ δωρεαῖς, ὧν αἱ μὲν ἀξίωσιν, αἱ δὲ πρόσοδον ἔφερον, ὥστε ἄνευ τῶν περὶ γῆν φροντίδων τὰ τῶν γεωργούντων ἔχειν.
Or
.

1

.

81

ὃ δὲ δὴ τῶνδε μεῖζον ἔργον τῆς Τύχης, μᾶλλον δὲ ὅτου τις ἂν φήσειεν ἀνδρὶ δόξαν τὴν ἀπὸ λόγων οἵωνπερ ἡμεῖς, διώκοντι, μετὰ γὰρ τὴν τῶν τυράννων κα‐
5τάλυσιν, ὧν τὸν μὲν λόγῳ, τὸν δὲ χειρὶ Κωνστάντιος ἔπαυσε, δωρεῖται μὲν τοὺς Ἕλληνας τῇ Στρατηγίου πρᾳότητι κόσμον τῆς αὑτοῦ βασιλείας τὴν ἐκείνου νο‐ μίζων ἐν ἀρχαῖς χρηστότητα.
Or
.

1

.

82

ὁ δὲ οὐκ ἀπείρως μὲν ἡμῶν ἔχων, εἰς πεῖραν δὲ τῶν Ἀθήνησιν ἐρχό‐ μενος καὶ τὰ μὲν δακρύων, τῶν δὲ οὐκ ἀμνημονῶν ἐπέπληξεν Ἀθηναίοις, εἰ ἀξιοῦντες διὰ κάλλη λόγων
5ἐκεῖσε ἅπαντας καταπλεῖν οὐκ ἐπεισάγουσι τῶν ὄντων σφίσιν ἀμείνω· ἀλλὰ σίτῳ μὲν ἐπεισάκτῳ χρώ‐ μενοι διδάσκαλοι τῶν περὶ τὸν σῖτον αὐτοὶ καταστάντες ἅπασιν οὐδὲν ἡγεῖσθε δεινόν, εἰ δὲ περὶ τοὺς λόγους τοῦτο δράσετε, τὰ σεμνὰ
10ὑμῖν οἰχήσεται; ἐγὼ μὲν οὐδ’ εἰ πάντας ὑμῖν κατεχρύσουν τοὺς νεώς, μᾶλλον ἂν ἦν εὐεργέ‐ της ἢ τοιαῦτα εἰσηγούμενος.
Or
.

1

.

83

οἱ δὲ πάλαι μὲν
ἔφασαν καὶ αὐτοὶ ταυτὶ διανενοῆσθαι, παθεῖν δὲ ὃ πολλοὶ πολλάκις, αἰδοῖ βεβλάφθαι, προσλαβόντες δὲ νουθεσίαν βελτίους ἔσεσθαι. καὶ αὐτίκα τὸ μὲν ψή‐
5φισμα ἐγέγραπτο· τοὺς σοφιστὰς δὲ πρὸς σφᾶς αὐτοὺς διήλλαττεν ὁ φόβος, καὶ πυκναὶ μὲν αἱ βουλαί, πολλοὶ δὲ οἱ δρόμοι, καὶ ᾗ χρὴ τοὐπιὸν διενεγκεῖν, ἐσκόπουν. τοῦτο οὔπω πρόσθεν Ἀθηναίους ἀκήκοα δράσαντας οὐδ’ αὖ ἑτέρῳ τοιαῦτα εἰς δόξαν παρὰ τῆς Τύχης
10εὑρημένα. καίτοι καὶ πρότερόν ποτε λόγοι λόγων ἡττῶντο τῶν παρ’ ἑτέροις οἱ παρ’ αὐτοῖς, ἀλλ’ ὅμως οὐ φαίνονται κεκληκότες ἑτέρωθεν ῥήτορα.
Or
.

1

.

84

τουτὶ μὲν δὴ κεφάλαιον τῶν παρὰ τῆς δαίμονος ἀγαθῶν νομιστέον· εἰ γὰρ αὖ καὶ παρ’ ἑτέρων κλητὸν Ἀθήνη‐ θεν ἐλθόντα νέων ἀρχὴν κτήσασθαι μακαριστόν,
5πηλίκης εὐδαιμονίας τὸ Ἀθηναίους εἶναι τοὺς μετα‐ πεμπομένους; ἐγὼ δὲ ἥσθην μὲν κατὰ τὸν Κρῆτα ἐκεῖνον ἐπὶ τὴν κατέχουσαν τὰ πράγματα τῶν λόγων νόσον καλούμενος, οὐ μὴν οὕτω γε ἐπιλήσμων τις ἦν, ὥστ’ εἰρήνην τε καὶ ἀσφάλειαν ἐλπίσαι μετὰ τοὺς
10πολέμους ἐκείνους οὓς ἐτύγχανον ἑωρακώς, ἐν οἷς τραύματα πόνον πολλοῖς ἰατροῖς παρασχόντα συνέβη.
Or
.

1

.

85

Ἦν οὖν δεινῆς ἠλιθιότητος τοὺς ἐπ’ ἀλλήλους ὅπλα ἀναιρουμένους, οἷς ἰσχὺς παραπλησία δι’ ἴσου πᾶσι παραγενομένη τοῦ χρόνου, τὸν ἄρτι ἥκοντα τὰ σφῶν ἐλέγξοντα τούτους οἴεσθαι μετὰ θυσιῶν τε καὶ
5αὐλῶν καὶ χορῶν ἐπιστήσειν ταῖς ἀγέλαις ταῖς αὑτῶν. ἤκουον δέ γε πρὸς οἷς ἐτεθεάμην τῷ μὲν Ἀραβίῳ λελουμένῳ τε καὶ ἐπ’ ἄριστον ἰόντι δύο τινὲ μισθωτὼ βορβόρῳ κρύψαι τὸ πρόσωπον, Παφλαγόνας δὲ τρεῖς ἅπαντα ἀδελφούς, τὴν φύσιν, τὴν ἀμαθίαν, τὴν τόλ‐
10μαν, τοῦ σώματος τὸ πάχος, τὸν Αἰγύπτιον ἀπὸ τῆς εὐνῆς ἁρπάσαντας ἐπὶ τὸ φρέαρ κομίσαντας ἐμβαλεῖν ἀπειλῆσαι καὶ μέλλειν, εἰ μὴ ὀμεῖται τὴν πόλιν ἐκλεί‐ ψειν, καὶ ἐξέλιπεν, ὥστ’ εἰς Μακεδονίαν ἥκων ἕτερόν τι ποιῶν ἐτελεύτησε τὸν βίον.
Or
.

1

.

86

Τούτοις ἐμαυτὸν κατεῖχον τοῖς λογισμοῖς. τῶν δὲ οὐκ ἀντεχόντων σοφιστῶν οὐκ ἂν οἴκοι με ταὐτὰ λεγόντων δυνηθῆναι, χαλεπὸν γὰρ εἶναι πολίτου τυχεῖν ἐπαινέτου, οἵ γε, κἂν σὺν δόξῃ παρὰ σφᾶς ἀφίκηταί
5τις, περιαιρεῖν τε ἐπιχειροῦσι καὶ πάσῃ τέχνῃ μικρὸν ποιεῖν, καὶ ταῦτα αὐτοὺς ληροῦντας ἐπιδεῖξαι βουλο‐ μένη ἡ Τύχη κινεῖ μέν με πρὸς αἴτησιν μηνῶν τεττά‐ ρων, ἐφέντος δὲ βασιλέως καὶ πρὶν ἢ χειμῶνα ἄρχεσθαι δεῖν ἐπανήκειν εἰπόντος ὁρῶ μὲν ὁδούς τε καὶ πύλας
10τὰς ἐμοὶ φιλτάτας, ὁρῶ δὲ ἱερά τε καὶ στοάς, ὁρῶ δὲ τοίχων τῶν ἐμαυτοῦ γῆρας, ὁρῶ δὲ μητρὸς πολιάν, ὁρῶ δὲ τὸν ἐκείνης ἀδελφὸν οὔπω ἀφῃρημένον τὸ τοῦ πατρὸς ὄνομα, ὁρῶ δὲ ἀδελφόν τε πρεσβύτερον ἤδη πάππον κεκλημένον συμφοιτητῶν τε ἔθνη, τοὺς μὲν
15ἐν ἀρχαῖς φανέντας, τοὺς δὲ δικαζομένοις συμμάχους, φίλους τε πατρῴους ὀλίγους γε ἐρρωμένην τε πλήθει σοφῶν τὴν πόλιν, ὥστε ἡδόμην τε ὁμοῦ καὶ ἐδεδοίκειν, τὸ μέν, ὅτι τῆς τοσαύτης τε καὶ τοιαύτης πολίτης εἴην, τὸ δέ, ὅτι παγχάλεπόν ἐστιν οὕτω μεγάλην λαβεῖν.
Or
.

1

.

87

ἡ Τύχη δὴ κἀνταῦθα ἐβοήθει πρός τε τὰ πολλα‐ χόθεν ἐρωτήματα, ἐν ἐργαστηρίοις δὲ τοῦτο ἦν γιγνό‐ μενον, ἀπαντῶντι καὶ ἐπειδὴ δι’ ἀγῶνος αὐτοῖς ποτε ἔδει, τίς ποτε ἦν, φανῆναι· πρῶτον μὲν γὰρ ἐδεήθησαν
5οὐδὲν τῶν σὺν θωπείᾳ συλλεξόντων ἕκαστον, ἀλλ’ ἐξήρκει γενέσθαι δῆλον, ὡς ἐροίην. ἔπειτα οὐκ ἀνα‐ μείναντες ἥλιον ἐνεπεπλήκεσαν τὸ βουλευτήριον, καὶ ἔδοξε τότε πρῶτον εἶναι οὐκ ἀποχρῶν, ὥστε ἐγὼ μὲν ἐπυνθανόμην, εἰ ἥκοι τις, ὁ παῖς δὲ ἔφη τινὰς καὶ
10αὐτοῦ κοιμηθῆναι.
Or
.

1

.

88

τοῦ θείου δέ με εἰσάγοντος τρέμοντος μειδιῶν τε αὐτὸς εἱπόμην θάρσος ἐμβαλού‐ σης τῆς Τύχης καὶ βλέπων εἰς τὸν ὄχλον, ὥσπερ ὁ
Ἀχιλλεὺς εἰς τὰ ὅπλα, ἐτερπόμην, τούτῳ δὲ οὔπω λέγων
5ἐκπλήξας πῶς ἂν ἀξίως εἴποιμι περί τε τῶν ἐπὶ τῷ προλόγῳ δακρύων, ὃν καὶ ἐκμαθόντες ἀπῆλθον οὐκ ὀλίγοι, περί τε τῆς ἐπὶ τοῖς δευτέροις βακχείας; οὐδεὶς γὰρ εἴς γε τὸ πηδᾶν καὶ ἅπαντα δρᾶν οὐ γέρων ἦν, οὐ φύσει βραδύς, οὐκ ἀσθενής, ἀλλὰ καὶ οἷς ἔργον
10ἑστάναι διὰ νόσον ποδῶν, εἱστήκεσαν καὶ ἐμοῦ καθί‐ ζοντος αὐτοὺς οὐκ ἐᾶν ἔφασαν τὸν λόγον, ὃν δὴ καὶ διακόψαντες δεήσεσιν ἐδεήθησαν ἀποδοῦναί με τοῖς ἐμοῖς βασιλέα.
Or
.

1

.

89

τοῦτ’ οὖν, ἕως ἀπεῖπον, ποιήσαν‐ τες αὖθις ἐπὶ τὸν λόγον μετέβαινον μακάριον ἐμέ τε καὶ σφᾶς αὐτοὺς ἀποφαίνοντες, ἐμὲ μὲν ὡς τέχνῃ λέγοντα, σφᾶς δὲ αὐτοὺς ὡς ἀρεταῖς πολιτῶν ἡδομέ‐
5νους, καλῶς ἐλέγξαντες ἔργῳ μάταιον λόγον, ὡς οὐκ ἀνάγκη τοῖς ἀλλήλων ἀγαθοῖς φθονεῖν τοὺς κοινω‐ νοῦντας πατρίδος. οὐ φαιδροτέραν ἐπεῖδεν Ἀγαμέμνων ἡμέραν, ἐν ᾗ Τροίαν εἷλεν, ἢ ἐγὼ ταύτην, ἐν ᾗ ταῦτα ἃ διῆλθον ἔλαβον. οἵ γε καὶ ἐπὶ λουτρὸν ἰόντι συνη‐
10κολούθουν θιγεῖν ἕκαστος ἐπιθυμοῦντες τοῦ σώματος.
Or
.

1

.

90

Ἦν δέ τις τῇδε Φοίνιξ θαυμαζόμενος ἐπὶ τῇδε τῇ τέχνῃ, σοφιστοῦ μὲν υἱός, σοφιστοῦ δὲ υἱιδοῦς, καὶ τὸ τιμᾶσθαί γε οὐχ ἧττον ἐντεῦθεν ἦν ἢ παρὰ
τῶν λόγων αὐτῷ. οὗτος νόμῳ μὲν τῆς ὡραίας ἐτύγ‐
5χανεν ἀφιγμένος οἴκαδε, δειχθέντων δέ μοι τῶν λόγων καὶ πάντων οἰχομένων γράμματα πέμπεται πρὸς ἐκεῖνον φράζοντα τὴν ταχίστην ἐπιστῆναι τοῖς νέοις, ὡς ᾑρη‐ μένοις· εἰ δὲ μελλήσεις, τὰ γράμματα ἔλεγεν, ἐπὶ κενὸν ἥξεις τὸ διδασκαλεῖον. οὕτως ἅπαντας
10ἀπαγαγὼν ὁ Ὀρφεὺς οἰχήσεται.
Or
.

1

.

91

καὶ ὃς αὐτίκα παρῆν γυναῖκα καὶ οἶκον θέρους ἀφεὶς καί με ὡς εἶδεν ὠχρὸν καὶ ἰσχνόν, ἅ με ἡ νόσος εἰργάσατο —νόσος γὰρ δὴ κατειλήφει τὴν ἐπίδειξιν—ἀλγεῖν
5μὲν ἔφη, πολέμου δὲ ἤρχετο καὶ ὡς δὴ οὐκ ἐγνωσμένος λέγει τε ὡς περιεσόμενος καὶ εἰπὼν ᾐτιᾶτο τοὺς μετα‐ πεμψαμένους. τοιαῦτα ἠθέριζε, κειμένῳ δὲ ἐπενέβαινεν, ὃς ἀεί ποτε πρὸς αὑτὸν ἤριζε, καὶ ἐπιλαβόμενος εἷλκε πρὸς τὸ βασίλειον παλαίειν ἀξιῶν. ἐγὼ δὲ ἰδών τε
10τὸν βασιλεύοντα καὶ λόγῳ τιμήσας μὲν ἂν καὶ μὴ αἰτοῦντα τὸν λόγον, νῦν δὲ ᾐτηκότος ἔφερον αὖθις ἑτέροις τισὶν ἑστιάσας τὴν πόλιν, ὧν νῦν κλέος οὐρα‐ νὸν ἵκει.
Or
.

1

.

92

καὶ δὴ κλάων κλάοντας ἀπελίμπανον, οἱ δὲ οὐκ ἔκλαον οἱ βέλτιστοι μόνον, ἀλλὰ καὶ μεγάλα
ὑπισχνοῦντο δώσειν, εἰ διαπραξαίμην τὸ παρὰ σφίσι ζῆν. ἐμοὶ δὲ ὧν ὑπισχνοῦντο τῶν μεγάλων μεῖζον
5ἦν τὸ οἴκοι ζῆν.
Or
.

1

.

93

Ἀναβαίνων δὴ τὸ μετὰ τὸν πρῶτον τῶν σταθ‐ μῶν ἄναντες, οὗ λόγος κατακαυθῆναι τοὺς Γίγαντας μαχομένους τοῖς θεοῖς, μικροῦ τῇ ῥάβδῳ τοῦ τὸ ζεῦγος ἐλαύνοντος τὸν ὀφθαλμὸν ἐξεκόπην, ὥστε καὶ τοῖν
5βλεφάροιν τὸ κάτωθεν ῥαγῆναι, τὸν ὀφθαλμὸν δὲ αὐτὸν ἡ Τύχη διέσωσεν.
Or
.

1

.

94

ἀνύσας τοίνυν τὴν πολλὴν ὁδὸν μᾶλλον ἢ πρὶν ἐδυσχέραινον τὸ χωρίον. εἰπὼν δὴ πρὸς τὸν ἄρχοντα ἃ φρονῶ, καὶ βοηθεῖν παντὶ θυμῷ δεηθεὶς καὶ πείσας αὐτόν τε καὶ 〈τοὺσ〉 ἰατρούς, τοὺς μὲν
5λέγειν, ὡς τῇ κεφαλῇ μοι φάρμακον μὲν ὁ παρ’ ἡμῖν ἀήρ, ἐχθρὸς δὲ ὁ παρ’ ἐκείνοις, τὸν δὲ ἁπλῶς οὕτω προσίεσθαι, πείθω πάλιν τῶν τινα ἐν βασιλείοις δυ‐ νατῶν τῇ τῶν ἰατρῶν γνώμῃ συναγορεύοντα πεῖσαι βασιλέα μὴ φθονῆσαι τῇ κεφαλῇ· ὁ δὲ ἐβοήθει μέν,
10ἐβοήθει δὲ οὐ φιλῶν 〈μέν〉, διειστήκει γὰρ τοῖς τρό‐ ποις, ἐνδεικνύμενος δέ, ὡς οὐδὲν ἂν αὐτὸν ἐγχειρή‐ σαντα διαφύγοι.
Or
.

1

.

95

δίδωσι μὲν δὴ ὁ βασιλεὺς ἐπανελ‐ θεῖν οὐδὲ τότε εἰς ἅπαξ, λαβὼν δὲ ἐγὼ τὰ γράμματα
καὶ συσκευαζόμενος δέχομαι πικρὰν ἀγγελίαν τεθνάναι μοι τὴν ἀνεψιάν, κεῖσθαι δὲ τὸν θεῖον ἐν τέφρᾳ τῆς
5Τύχης τὴν αὑτῆς διαφθειρούσης δόσιν· οὐ γὰρ ἔτ’ ἦν μοι βουλομένῳ τὴν πόλιν ἔχειν μέλλοντί γε ἀντὶ τῆς γυναικὸς τὸν ἐκείνης ὄψεσθαι τάφον. αἰσθομένου δὲ ἄμφω τοῦ θείου καὶ ὡς εἴην κύριος ἐπανελθεῖν καὶ ὡς οὐκ ἐθέλοιμι, καὶ τρίτον γε, διότι, καὶ δακρύσαντός
10γε, εἰ μηδ’ ὃ μόνον αὐτῷ παραμύθιον λείποιτο, τῆς ἐμῆς ἀκούοι φωνῆς, καὶ κατηγοροῦντος ἐν γράμμασιν, εἰ μὴ κινοίμην, ἔρχομαι μέν, οὐχ ὁμοίᾳ δὲ καὶ πρό‐ τερον τῇ ψυχῇ, ἀλλὰ τότε μὲν ἱλαρᾷ τε καὶ εὐθυ‐ μουμένῃ, ὕστερον δὲ ἄχους τε πλέᾳ καὶ διατεθυμμένῃ.
Or
.

1

.

96

καὶ γὰρ αὖ πρὸς τοῖς ἰδίοις ζάλη τις κατειλήφει τὸ κοινόν, ὀργὴ βασιλέως εἰς φόνον προελθοῦσα· καὶ οἱ μὲν ἔκειντο, τοὺς δὲ ὡς κτείνειεν, ἔδησεν, ἅπαντας ἀγαθούς· ἐν οἷς καὶ τὸν ἐμαυτοῦ διδάσκαλον ἑώρων·
5ἦλθον γὰρ δὴ οὗπερ ἐδέδεντο, καὶ τὸν οὐδὸν ὑπερβὰς πεσὼν ὠλοφυρόμην ἐν πᾶσιν ὀδυρομένοις. καὶ τῆς ὑστεραίας ἐλέλυντο καὶ ἐγένετο δόξα συνεισελθεῖν τινά μοι τῶν βελτιόνων δαιμόνων, ὑφ’ οὗ στορεσθῆναι τὰ κύματα.
Or
.

1

.

97

τῆς δὲ ἐπιούσης προσειπὼν τὸν βασιλέα δεύτερον αἰτηθεὶς λόγον, ἄκων μέν, φόβῳ δὲ ἐγκω‐
μιάζω κύκλῳ περιερχόμενος· καὶ παρῆν μὲν ὁ διδά‐ σκαλος οὔπω καθαρῶς ἀναπεπνευκώς, εἰσάγω δὲ αὐτὸν
5εἰς τὸν λόγον ὡς δὴ ἐπῃνεκότα πρός με πολλάκις τοῦ βασιλέως τὴν γλῶτταν, ὁ δὲ ἡσθεὶς ὀρέγει τὴν δεξιὰν τὸ διηλλάχθαι δηλῶν, καὶ ὁ μὲν κατεφίλει προσκεκυ‐ φώς, ἡμεῖς δὲ ἐβοῶμεν, ὁπόσα ἐν τοιούτοις εἰκὸς εἰς βασιλέα δέους ἠλευθερωκότα διδάσκαλον γέροντα.
Or
.

1

.

98

Τῶν τοίνυν ἐν μέσῳ μοι γιγνομένων ἐπιδεί‐ ξεων συχνῶν τε οὐσῶν καὶ οἵων ἐφέλκεσθαι νέους νεανίσκος πολλὰ δεῖπνα δεδειπνηκὼς ἐπὶ τῷ σώματι μισθῷ μεγάλῳ παρὰ τοῦτον τὸν βασιλέα δραμὼν
5δυοῖν γυναίοιν ἔφη με κεφαλὰς ἀποτεμόντα κεκτῆσθαι τῇ μὲν ἐπ’ ἐκεῖνον χρώμενον, θατέρᾳ δὲ ἐπὶ τὸν πρε‐ σβύτερον. ἦν δὲ τοῦ ψεύδους ὁ μισθὸς συγκοίμησις ὀρχηστοῦ τινος πάντα πειθομένου τοῖς ἀμφ’ ἐκεῖνον τὸν σοφιστήν. εἰ μὲν δὴ καὶ ἐκομίσατο τὸν μισθόν,
10ὅ τε λαβὼν ὅ τε δοὺς οἶδεν, ἐφ’ ᾧ δ’ οὖν ἐτόλμα ἅπερ ἐτόλμα, τοῦτο ἦν.
Or
.

1

.

99

ὁ δὲ αὐτὸν ἔπεμπεν εἰς τὸ δικαστήριον οὐ τοῦτο οἰόμενον, ἀλλ’ αὐτός τε ἐκεῖ‐ νος ὑφ’ ὧν τε ἐμεμίσθωτο ταῖς αἰτίαις ἤλπιζον ἀκο‐ λουθήσειν τὸ ξίφος. οὔκουν ἐδίωξεν, ἀλλ’ ἐν τοῖς
5ἐσχάτοις τῆς πόλεως περὶ τὰς ὑπωρείας ἔκειτο συγ‐ κεκαλυμμένος. ἐδόκει δὲ ὅμως ὁ βασιλεὺς ὑπὸ ψιλῆς
τῆς αἰτίας φαυλότερόν με ἡγεῖσθαι καὶ τοῦτο πάν‐ τως ἐπιδείξειν προπεμπόμενος, οὐδὲ γὰρ βλέμματός με ἀξιώσειν.
Or
.

1

.

100

ὁ δὲ ἐκ μέσων τῶν ἱππέων ἐπὶ τῆς τάφρου τὸ χεῖλος οὗπερ εἱστήκειν, τὸν ἵππον ἐξελάσας εἶδέ τε οἷον πρότερον ἐκέλευέ τε μὴ μέλλειν, ἀλλὰ μεμνῆσθαι τῆς Θρᾴκης. ἐγὼ δὲ οὕτω μὲν ἔφην ποι‐
5ήσειν, ἐποίουν δὲ τὰ πάλαι δεδογμένα μένων τε καὶ τῆς πατρίδος ἐχόμενος. καίτοι τῶν τε ὑποσχέσεων ἔργον οὐδὲν ὅς τέ με ἐπὶ διαδοχὴν ἐκάλει τῶν περὶ τοὺς νέους πόνων ὁ Ζηνόβιος ἕτερος ἐγεγόνει πόνων τε αὐτὸς ἐρᾶν λέγων καὶ ἐμὲ μὴ δεῖν ἐπείγεσθαι.
Or
.

1

.

101

ὃ δή μοι καὶ τὰ πράγματα οὐχ ἥκιστα ἔβλαψε, τὸ μὴ εὐθὺς προσπεσόντα τρέψασθαι τοὺς τεταραγμένους· καθ’ ἡσυχίαν γὰρ τὰ αὑτῶν ἐβεβαιοῦντο, ἐγὼ δὲ οἴκοι μὲν πεντεκαίδεκα νέοις συνῆν, ὧν ἧκον τὸ πλέον
5ἄγων, οὔπω δὲ ἦν ἐν τῷ τοῦ δημοσιεύοντος σχήματι, καὶ κατεῖχε μὲν ἀθυμία τοὺς ἐμούς, κατεῖχε δὲ αὐτὸν ἐμέ, καὶ τῷ ἀργεῖν, ὥσπερ ὁ τοῦ Πηλέως, ἀχθόμενος ἄχθος τε ἀρούρης ἐμαυτὸν ὀνομάζων εἰς τοῦτο ἀπε‐ φερόμην, ὥστε φαρμάκων πόσει διεσωσάμην τὰς
10φρένας τοῖς μὲν χείροσι τῶν ἐλπίδων χρώμενος, ἐπὶ δὲ τοὺς οὐκ ἔχων ἄνευ γέλωτος ἐπανελθεῖν.
Or
.

1

.

102

Ἐνταῦθά μοι γέρων τις προσελθὼν οὐδὲν ἔφη θαυμαστὸν εἶναι μὴ εὖ πράττειν ἐν τῇ κλίνῃ κεί‐
μενον· πλεονεκτεῖν γὰρ δὴ τοὺς ἐν τῷ μέσῳ καθημέ‐ νους· ἀλλ’ εἰ βούλει, ἔφη, μαθεῖν τῶν διψώντων
5τὸ πλῆθος, ὅρμησον ἐπί τι τῶν ἱερῶν. ἐγὼ δὲ τοῦτο μὲν οὐχ ὑπακούω τῷ γέροντι, τῶν ἀγοραίων δέ τινα μεταστήσας ἄλλοσε τῆς συνοικίας καταβὰς αὐτὸς ἐκεῖσε ἐκαθήμην ψαύων τῆς ἀγορᾶς, καὶ ἔδρασέ τι τὸ χωρίον προστεθέντων οἷς ἔφην ἄρτι πλειόνων ἢ 〈δὶσ〉
10τοσούτων νέων, τὸ Μουσεῖον δὲ τῶν ἄλλων ἦν, ῥοπὴ τοῖς ἔχουσι μεγάλη. λέγω δὲ πρὸς τὴν Καλλιόπην, ὅτι ὦ Μουσῶν μὲν ἀρίστη, τὴν πόλιν δὲ ἡμῖν ἄγουσα, τίνων ταύτας σὺ πράττῃ δίκας; τί με ἐδελέαζες οὖσα θεός; τί τῶν μὲν ἐξέβαλες, τὰ
15δὲ οὐ δίδως; ἀλλ’ ὁ μὲν ἠπατηκὼς τρυφ, τὸν ἠδικημένον δὲ ἀπερριμμένον περιορᾷς;
Or
.

1

.

103

τοι‐ αῦτα μὲν πρὸς τὸ ἕδος πόρρωθεν ἀπὸ τῆς στοᾶς διε‐ λέχθην, ἡμέραις δὲ οὐ πολλαῖς ὕστερον ἐγὼ μὲν οἴκοι τι καθήμενος ἐδημιούργουν, βοὴ δ’ οἵα γίνοιτ’ ἂν
5ἐξ ὄχλου νόμων ὑπερορῶντος, προσέβαλεν, ὥστε με στήσαντα τὴν χεῖρα, τί τὸ ταῦτα ποιοῦν, παρ’ ἐμαυτῷ σκοπεῖν· ἐν τούτῳ δὲ ὄντος ἀναβὰς οὑμὸς ἀνεψιὸς ἀσθμαίνων τὸν μὲν ἄρχοντα ἔφη τεθνεῶτα ἕλκεσθαι παιδιὰν ποιουμένων τῶν κτεινάντων τὸν νεκρόν, Εὔ‐
10βουλον δὲ σὺν τῷ παιδὶ δρασμῷ τοὺς ἐκείνων διαφυ‐
γόντα λίθους εἰς ὀρῶν ποι κορυφὰς ἀναφυγεῖν, τοὺς δὲ ἁμαρτόντας τῶν σωμάτων εἰς τὴν οἰκίαν τὴν ἐκείνου ἀφεῖναι τὸν θυμόν. καὶ καπνὸς οὑτοσί, τοῦ πυρὸς ἄγγελος, αἴρεται καὶ ὁρᾶν ἔξεστιν.
Or
.

1

.

104

οὕτω μὲν ὁ Πάτροκλος πληγῇ τῆς ψυχῆς ἀπολωλέκει τὰ ὅπλα, τὸν δὲ ἀπόντα μὲν καλοῦντα, παρόντα δὲ ἀπωθοῦντα φεύγειν μὲν ἠνάγκαζεν οὐδέν, νόσος δὲ καταβαλοῦσα
5μακρὰ τῶν νέων ἀφίστη, καὶ δυοῖν ἐβιάζετο κακοῖν, πυρετῷ τε καὶ λύπῃ πυνθανόμενος ἱδρύσθαι με ἐν τῷ βουλευτηρίῳ τοσοῦτόν τε εἶναι τὸ ποίμνιον, ὥστε μὴ οἷόν τε εἶναι, πρὶν ἥλιον δῦναι, διὰ πάντων ἰέναι.
Or
.

1

.

105

τὸν δὲ καὶ οὕτως ἔχοντα γνώμης ἐρχόμενος ἐθε‐ ράπευον καὶ οὐκ ἦν εἰπεῖν, ἣν οὐκ ἦλθον ἐπισκεψό‐ μενος ἡμέραν. καίτοι που καὶ ἀπηλαυνόμην, ἀλλ’ ὅμως οὐκ ἀνίην, καὶ τελευτήσαντι δέ οἱ δακρύων μετέδωκα
5καὶ λόγον ἐποίησα.
Or
.

1

.

106

Πρότερον δὲ ἦν ἀφιγμένος ἀρχὴν ἔχων ἣ τῶν ἄλλων ἄρχει, Στρατήγιος πάλαι προειρημένον αὐτῷ.
προσλαβὼν δὴ φίλον οὕτω μέγαν, οὑτοσὶ δὲ ἦν ἐκεῖνος ὁ τὰς μὲν Ἀθήνας ἐμοί, ταῖς Ἀθήναις δὲ ἐμὲ διδούς,
5κατέστην οὖν ἥκοντος εἰς τὸ βοηθεῖν ἐκείνοις ὧν ἐδό‐ κουν δεήσεσθαι βοηθῶν.
Or
.

1

.

107

οὐκ ἔτ’ οὖν ἡμῖν ὁ λόγος μόνον ἔργον ἦν, ἀλλ’ ἔδει τὴν μὲν ἡμέραν εἶναι λόγων, τὴν δὲ ἑσπέραν πράξεων· οἵ τε γὰρ δὴ ὑπὸ δυνατωτέρων ἀδικούμενοι οἵ τε κατ’ ὀργὴν ἐγγεγραμ‐
5μένοι, τῆς ἀρχῆς δὲ εἰς ἀπαλλαγὴν δεόμενοι οἵ τε ἐπιθυμοῦντες ὡς τάχιστα ψήφου τυχεῖν—πολλὰς δ’ ἂν καὶ ἄλλας ἀρχὴ δοίη χάριτας οὐ λυποῦσα τὸν νό‐ μον—οὗτοι, οἱ μὲν αὐτοί, τῶν δὲ γυναῖκες, ᾔτουν καὶ ὑπὲρ σφῶν ἐλθεῖν ἐκεῖσε.
Or
.

1

.

108

ἐγὼ δὲ μέχρι μὲν μεσημβρίας ταὐτὸν ἐποίουν τοῖς ἄλλοις διδασκάλοις, ἔπειτα τῶν μὲν οἱ μὲν εὐθὺς ἠρίστων, οἱ δέ, ἐπεὶ λούσαιντο, ἐγὼ δὲ ἦν ἐν οἷσπερ πρότερον. σκότους
5δέ με ἀνιστάντος ἐφοίτων παρὰ τὸν φίλον ἐκ γραμμά‐ των δή τινων ἐν τῇ χειρὶ κειμένων, ὑπὲρ ὧν δεη‐ θῆναι χρῆν, ἀναμιμνησκόμενος. ὁ δὲ τὰ μὲν ἐπείθετο, τὰ δὲ οὐ πειθόμενος, ὡς οὐκ ἐῴη τὸ δίκαιον, διδάσκων ἐξέπεμπε μᾶλλον δ’ ἐκέλευεν ἀναμένειν λουσόμενον,
10ὡς οὐ τῷ λουτρῷ μᾶλλον ἢ τῇ ’μῇ θέᾳ δυναμένων αὐτῷ κουφίζεσθαι τῶν πόνων. ὃ δὴ ἐγὼ γνοὺς ἐχαρι‐
ζόμην αὐτῷ ταῖς καθ’ ἡμέραν εἰσόδοις, ἀνάγκης δὲ εἰργούσης πέμπων ὅ,τι τὸ κωλύσαν, ἀνεπυνθάνετο.
Or
.

1

.

109

ἠνία μὲν δὴ καὶ ταῦτα τὸν ἀντικαθήμενον τό τε εὖ πάσχειν οὐκ ὀλίγους τό τε ἀμισθί. τουτὶ γὰρ δὴ [καὶ] τὸ πολλοὺς εἶναι τοὺς παρ’ ἐμὲ καταφεύγοντας ἐποίει τὸ μὴ δεῖν τιθέναι τιμὴν ὥσπερ λαχάνων ἢ
5κρεῶν. ἤγχετο δὲ διαφερόντως τῷ τῶν ἐπιδείξεων ἀριθμῷ καὶ αὖ πάλιν τῷ ταῖς μορφαῖς διαφέρειν ἀλ‐ λήλων καὶ ἠπορεῖτο καθήμενος, ὁπότε ἄρα πλάττοιμι τοὺς λόγους, οὐκ εἰδώς, ὅ,τι ἐστὶ καὶ τὸ ὕπνου περι‐ εῖναι.
Or
.

1

.

110

σιγῶν τε οὖν ὠδυνᾶτο καὶ οὐ σιγῶν, ὅτι σιγᾶν εἴη βέλτιον, ἐμάνθανε. μέχρι μὲν δὴ μέσου θέρους ἄκων τε καὶ μόλις, ὥσπερ ἵππος ὑπὸ τοῦ ὁμό‐ ζυγος ἑλκόμενος, ἐχώρει, τοῦ καιροῦ δὲ τὸ συνεῖναι
5παύοντος ἐξῄει μὲν ἐπανήξειν εἰπών, ἀπελθὼν δὲ ἔμενεν, ὡς δὴ ὑπὸ τῆς οὔσης τῷ ’μῷ θείῳ δυνάμεως κεκακωμένος. ἕλκω δὴ τὸν ἄνδρα πρὸς τοὺς ἀγῶνας ἀπειλαῖς τε ταῖς τοῦ ἄρχοντος καὶ ἅμα ἐπὶ πλείοσι πυροῖς, ᾔδει δὲ 〈ὁ〉 ἀνὴρ κερδαίνειν, καὶ ἐπειδὴ ἧκε,
10φίλος ἦν διὰ τοὺς πυρούς, αὖθις δὲ ἀφισταμένων ὁμιλητῶν καὶ ἑτοιμότερον ἢ πρόσθεν ἤσθιέ τε ἅμα
καὶ ἦν ἐχθρὸς καὶ κατὰ τοὺς λόγους ἀμείνων μέν, ἀφελών τι τῆς ῥᾳθυμίας, οὐ μὴν ἐφ’ ὅσον γε ἄξιον, ἦρτο.
Or
.

1

.

111

καὶ δή τι καὶ τοιοῦτον γίνεται· ὁ ὕπαρχος τοῦ ἐπαινεῖσθαι ἐπιθυμῶν μᾶλλον ἢ ἕτερος τοῦ ἄρ‐ χειν χρέος μέ τι τοιοῦτον εἰσέπραττεν, ὡς ἂν ἔχων τὴν ἀρχήν, ἧς ἐπιβάντα αὐτὸν ὑπεσχήμην ἐπαινέσεσθαι.
5προσείρητο μὲν οὖν μοι καὶ φανεὶς εὐθὺς ἐν βραχέσιν, ὁ δὲ αὐτά τε ἐκεῖνα διεργασθῆναι καὶ τῶν ἐνόντων ῥηθῆναι σιωπηθῆναι μηδὲν ἐβούλετο.
Or
.

1

.

112

ἐγὼ δὲ ὡς μὲν οὐχ ὑπεσχήμην, οὐκ ἐξηρνούμην, ἔφην δὲ ἀπο‐ δώσειν, εἴ μου οἴκοθεν ἐξελθὼν ἐν τῷ βουλευτηρίῳ δέχοιτο τὸν πόνον· καινὸν μὲν γάρ τι ποιήσειν τὸν
5ὕπαρχον, ἔσεσθαι δὲ καὶ τοῦτο τοῦ λόγου μέρος τὸ πρῶτον ὧδε τετιμηκέναι τοὺς λόγους. ἔφη τιμήσειν, οἱ πολλοὶ δὲ ἠπίστουν· ὁ δὲ καὶ δὴ παρῆν, δεομένου δὲ τοῦ μήκους αὖθις αὐτὸν παρεῖναι πάλιν παρῆν, δεομένου δὲ καὶ τρὶς οὐδὲ τότε ἀπῆν. καὶ νῦν τοῦτο
10ᾄδεται παρὰ πάντων, τίς καὶ τίνος καὶ τί καὶ ποῦ τῆς πόλεως ἀκήκοε.
Or
.

1

.

113

βουληθεὶς δὴ τῶν πόλεων εἰς τὰς ἀρίστας ἀφικέσθαι τὸν λόγον, οὕτω γὰρ ἂν καὶ ἐπὶ πάσας ἐλθεῖν, τρέπει μὲν ἐπὶ τοῦτο τῶν βι‐
βλογράφων δέκα. τούτων δὲ ἑνὶ χρυσὸν δείκνυσιν
5ὁ σοφιστὴς καὶ διαφθείρας μετ’ ἐκείνου τὴν παροιμίαν κοινὰ τὰ τῶν ἐχθρῶν ποιησάμενος καὶ ῥήματα τὰ πολλὰ μὲν εἰς χώραν τὴν ἀλλήλων μεταθεὶς, σμικρὰ δὲ ἄττα ἐμβαλὼν καλεῖ μὲν ἐπὶ τὸ αὐτὸ χωρίον παραλυθέντα τῆς ἀρχῆς, ὡς δὴ τὸ ἴσον οἰσόμενον.
Or
.

1

.

114

τέρατος δὲ εἶναι τοῦ πράγματος δοκοῦντος χελώ‐ νης ἵππου τάχει χρωμένης μηνύει τις τοῦ λόγου τὴν πρᾶσιν, καὶ ὁ τὸ χρυσίον ἔχων ὡς εἶδε τὰς μάστιγας, ὁμολογεῖ τε καὶ ἱκετεύει συγγνώμην ἔχειν αὑτῷ μεγά‐
5λης ἡττηθέντι τιμῆς. ὡς οὖν μὴ ὀλίγοι ταῦτα εἰδεῖεν, ἄγω τὸν πρατῆρα τοῦ λόγου παρὰ τὸν Νικέντιον, οὗ ἦν ἡ ἀρχὴ Σύρων, καὶ ὁ ἄνθρωπος καίτοι προσδοκω‐ μένης ζημίας ὅμως ὁμολογεῖ ταῦτα καὶ ἀθῶος ἀπῆλθεν οὐδὲν ἐμοῦ προσδεηθέντος δίκην λαβεῖν.
Or
.

1

.

115

ὁ δὲ ἀνδρειότατος σοφιστῶν ἐκεῖνος οὐδ’ οὕτως ἡσύχασεν, ἀλλ’ αὖθις τὰ εἰρημένα ἐμυθολόγευε, καὶ ταῦτα ἐν τῇ τοῦ Στρατηγίου καταγωγῇ. καὶ ὁ μὲν ἐξή‐
5λασεν, Ἑρμογένη δὲ τὸν τὴν ἀρχὴν ἐκδεξάμενον αὐτῷ δεινόν τε καὶ ἄγριον ἦγεν ἡ φήμη, καί, ἦν γὰρ ἡμῖν ἀγνώς, ἐδόκουν [οὖν] οὐκέθ’ ἃ πρότερον ἰσχύσειν. ἦν δὲ ἄρα ὁ Ἑρμογένης βέλτιστος ἀρχόντων καὶ οὐ πολλοῖς μὲν ὁμιλεῖν ἀξιῶν, πρᾷος δὲ καὶ λόγῳ μᾶλλον
10ἢ θυμῷ χρώμενος.
Or
.

1

.

116

οὗτος εὐθὺς μὲν εἰσκαλέσας τὴν βουλὴν εἰπόντων ὅ,τι ᾤετο τῇ πόλει λυσιτελήσειν ἑκάστου, τὸν θεῖον τὸν ἐμὸν ἀπὸ τῶν λεγομένων εὑρὼν οὗτος ἐκεῖνος, ἔφη, Φασγάνιος, ὥστε τὸν
5Εὔβουλόν τε καὶ τὴν ἐκείνου μοῖραν μικροῦ πεσεῖν. ἔπειτα ἐμὲ καλέσας φίλον ἐδεῖτό οἱ γενέσθαι τοιοῦτον, ὥστε μηδὲν εἶναι πλέον ταύτῃ Ἀρισταινέτῳ καὶ Σε‐ λεύκῳ, παρ’ ὧν δὴ καὶ εἰς ἐπιθυμίαν κεκινῆσθαι τοῦ κτήματος. ἀλλὰ δίκαιον μέντοι, ἔφην, τὸν φι‐
10λοῦντα ἐκείνω καὶ ὑπ’ ἐμοῦ φιλεῖσθαι.
Or
.

1

.

117

Ταυτὶ μὲν εὐπότμου, δυστυχοῦς δὲ τὰ ῥηθη‐ σόμενα. τὴν γὰρ δὴ πάντ’ ἐμοὶ μητέρα καὶ τὸν τῆς μὲν Ἀσίας ὀφθαλμόν, ἐμοὶ δὲ ἀντὶ πύργου, τὸν θεῖον ἥρπασεν ἡ Τύχη, τὸν μὲν πρότερον, ἡ δὲ οὐκ ἐνεγ‐
5κοῦσα ἐπαποθνήσκει. καὶ οὐδὲν ἔτι μοι τῶν ἡδέων ἡδὺ οὐδ’ αὐτό γε τὸ πάντων ἥδιστον, αἱ ἐπιδείξεις· καὶ γὰρ καὶ αὐτὸ τοῦτο ἥδιστον ὑπ’ ἐκείνοιν ἐγίνετο, τοῦ μὲν οἷον ἀνηβῶντός τε ἐν τοῖς κρότοις καὶ τῆς
αὑτοῦ πληγῆς ἐπιλανθανομένου, τῆς δὲ ὑπερχαιρούσης,
10ὁπότε αὐτῇ τὸν ἐκ τῶν ἄθλων ἱδρῶτα κομίσαιμι.
Or
.

1

.

118

μετ’ ἐκείνας τὰς ταφὰς καὶ τὴν Εὐσεβίου γε τοῦ πρὸ ἀμφοῖν ἀπελθόντος ἦν μὲν γὰρ καὶ τὸ Νικομη‐ δείας πτῶμα καὶ ὃν ἡ πόλις ἐκάλυψε πεσοῦσα δεινά τε καὶ οἷα λύπην τὴν ἐσχάτην ἐμβαλεῖν, ὑφ’ ἧς δὴ
5καὶ πολιὰς ἐξαίφνης ἔδειξα, κακὰ δὲ προστεθέντα κα‐ κοῖς, ταῦτα ἐκείνοις φίλῳ τε φίλος καὶ πόλει φίλῃ μήτηρ τε καὶ ὁ ταύτης ἀδελφός, πάντα ἐμοὶ δι’ ἃ ζῆν βούλοιτ’ ἄν τις, ἀποφαίνουσι πικρά, πρὶν δὴ τὴν γῆν ἅπασαν ἀμαχεὶ παραλαβὼν ὁ παντὸς φιλοσόφου μᾶλ‐
10λον ἐν βασιλείοις τὴν σοφίαν ἀγαπήσας κατήγαγεν ὥσπερ ἐκ φυγῆς εἰς τὸ αὖθις ἀσπάζεσθαι τὰ δυσχε‐ ραινόμενα.
Or
.

1

.

119

καὶ ἐγέλασά τε καὶ ἐσκίρτησα καὶ σὺν ἡδονῇ λόγους καὶ συνέθηκα καὶ ἔδειξα βωμῶν μὲν ἀπειληφότων αἷμα, καπνοῦ δὲ φέροντος πρὸς οὐρανὸν τὴν κνίσσαν, θεῶν δὲ ἑορταῖς τιμωμένων, ὧν
5ὀλίγοι τινὲς ἐπιστήμονες λελειμμένοι γέροντες, μαντικῆς δὲ εἰς ἐξουσίαν παριούσης, λόγων δὲ εἰς τὸ θαυμάζε‐ σθαι, Ῥωμαίων δὲ εἰς τὸ θαρρεῖν, βαρβάρων δὲ τῶν μὲν ἡττημένων, τῶν δὲ μελλόντων.
Or
.

1

.

120

οὗτος ὁ σω‐ φρονέστατός τε καὶ δικαιότατος καὶ ῥητορικώτατος καὶ
πολεμικώτατος, ὁ μόνοις τοῖς δυσσεβέσιν ἐχθρὸς τῶν μὲν παρ’ ἡμῶν πρέσβεων οὐ μετ’ ἐμῶν ὡς αὐτὸν
5ἡκόντων γραμμάτων ἤλγησε καὶ ὦ Ἡράκλεις, ἔφη, ὁ τοὺς ἐκ τοῦ γράφειν ὑπομείνας κινδύνους ἐν ἀσφαλείᾳ σιγ. τῆς δεῦρο δὲ ὁδοῦ καὶ τοῦτο κέρδος ὠνόμαζεν, εἰ ἐμέ τε ἴδοι καὶ ἀκούσαι λέγοντος. καὶ ἐπ’ αὐτῶν δὴ τῶν ὅρων ἐπὶ τῆς πρώτης ὄψεως
10πρῶτον τοῦτο ἐφθέγξατο· πότε ἀκουσόμεθα; ὁ δὲ ἀνταγωνιστὴς ἐκεῖνος ἤδη ἦν οἴκοι τεθνηκυίας μὲν αὐτῷ τῆς γυναικός, θυγατέρων δὲ ὡραίων γάμου τῶν ἐκείνου δεομένων ὀφθαλμῶν, ἐλέγετο δέ, ὡς καὶ ζώσης τῆς γυναικὸς ᾤχετο ἄν.
Or
.

1

.

121

Ὁ τοίνυν βασιλεὺς προοίμιον μὲν τῶν λόγων καθ’ ἑκάστην ἐποιεῖτο τὴν ἡμέραν θυσίας ὑπὸ τοῖς ἐν τῷ κήπῳ τοῦ βασιλείου δένδροις, πολλῶν δὲ φοιτών‐ των τε καὶ διὰ τῶν περὶ τοὺς θεοὺς ἐκεῖνον θερα‐
5πευόντων αὐτὸς ἦν οὗπερ ἀεί, καὶ οὔτε ἐκαλούμην τό τε ἄκλητον ἰέναι μετέχειν τινὸς ἀναιδείας ὑπελάμβα‐ νον καὶ τὸν μὲν ἄνδρα ἐφίλουν, τὴν ἀρχὴν δὲ οὐκ ἐκολάκευον.
Or
.

1

.

122

ἧκε δέ ποτε εἰς Διὸς Φιλίου θύσων καὶ τοὺς ἄλλους κατιδών, ἐβούλοντο γὰρ καὶ πᾶν ἐποίουν, ὅπως ὀφθήσονται, μόνον οὐ τεθεαμένος ἐμὲ τοῖς πολλοῖς ἐμμεμιγμένον δείλης διὰ δέλτου τινὸς
5ἠρώτα τε, ὅ,τι εἴη τὸ κεκωλυκός, καὶ μετὰ χαρίτων καθήπτετο. ἃ μὲν δὴ ἀπεκρινάμην διὰ τῆς αὐτῆς
δέλτου καὶ ὡς οὐκ ἐδήχθην μᾶλλον ἢ τοῦτο ἐποίησα καὶ αὐτὸς σὺν χάρισιν, οἶδεν ἀναγνούς τε ἐκεῖνος καὶ ἐρυθριάσας.
Or
.

1

.

123

ἀπεχομένου δέ μου καὶ μετὰ τὴν δέλτον οὐδὲν ἧττον τοῦ τε κήπου καὶ τῶν ἐν τῷ κήπῳ δρωμένων καὶ ἀπημελῆσθαι δοκοῦντος καὶ οὔτε ἀθυμοῦντος ἐπισταμένου τε, ὅστις ἦν ὁ τὴν φιλίαν
5διορύξας, Πρίσκος, Ἠπειρώτης ἀνὴρ ὅτι πλείστοις ἐπὶ σοφίᾳ συγγεγονὼς ἀνδράσι, πλημμελεῖσθαι ταῦτα ἡγη‐ σάμενος τῷ βασιλεῖ παύει τὴν ἁμαρτίαν· οἵοις μὲν λόγοις, οὐκ οἶδα, καλοῦμαι δὲ πληθούσης ἀγορᾶς, καὶ διηπορεῖτό τε καὶ εἰς γῆν ἔκυπτεν ὁ κεκληκὼς
10κατηγορῶν οἷς ἔπασχεν ὧν ἐδεδράκει.
Or
.

1

.

124

μόλις δ’ οὖν ποτε αὑτὸν ἀναλαβὼν καὶ τὸ πολλὰ κατηναγκάσθαι πράττειν αἰτιασάμενος, ἐπειδὴ καλῶν μὲν ἐπ’ ἄριστον ἤκουσεν, ὡς δειπνοίην, καλῶν δὲ ἐπὶ δεῖπνον ἤκουσεν,
5ὡς καὶ τοῦτο ἐξὸν ποιεῖν ἡ κεφαλὴ κωλύοι, σὺ δ’ ἀλλὰ θαμίζειν ἡμῖν, ἔφη. καλοῦντός γε, ἔφην· ἄλλως δὲ οὐκ ἐνοχλήσειν. ὁ δὲ πείθεταί τε καὶ οὕτως ἐποίει.
Or
.

1

.

125

αἱ δὲ συνουσίαι λόγους τε ἡμῖν τοὺς ὑπὲρ λόγων εἶχον καὶ ἐπαίνους τῶν εὖ πραττομένων
ἐκείνῳ καὶ μέμψεις τῶν ὠλιγωρημένων, ᾔτουν δὲ οὐδὲν οὐ τῶν ἐν θησαυροῖς, οὐκ οἰκίαν, οὐ γῆν, οὐκ ἀρχάς,
5καὶ τὸ τοῦ Ἀριστοφάνους λόγος ἦν οὐκ ἐῶν κακὸν τὸν οὐ τοιοῦτον δοκεῖν, καὶ τοῦτο ἐδίδου τὴν ἀρχήν, ἐγὼ δὲ οὐδ’ ἀπολαβεῖν ἠξίουν ὄντων μοι παππῴων οὐ μικρῶν ἐν τοῖς ἐκείνου κτήμασιν. ὁρῶν δὴ κέρδος τε ἅπαν ὑπ’ ἐμοῦ καταπεπατημένον ζητοῦντά τε οὐδὲν
10ἕτερον ἢ ὅπως ἐκεῖνος ἀποκρύψει τὰ ὑμνούμενα, τοὺς μὲν ἄλλους ἔφασκε τὸν αὑτοῦ πλοῦτον φιλεῖν, ἐμὲ δὲ αὐτόν, καὶ μηδ’ ἂν τὴν τεκοῦσαν αὐτὸν ὑπερβαλέσθαι τὸ φίλτρον τὸ παρ’ ἐμοῦ.
Or
.

1

.

126

διὰ τοῦτο καὶ τὴν ὑπὲρ τῆς βουλῆς παρρησίαν ὑπέμενεν, ὅτε ἡ γῆ μὲν οὐδὲν ἐδεδώκει στερηθεῖσα τοῦ ἄνωθεν ὕδατος, ὁ δὲ ἠξίου γέμειν τε ὠνίων τὴν ἀγορὰν καὶ μένειν ἐντὸς
5ὅρων οὓς ἔστησε ταῖς τιμαῖς· δαίμων δὲ ἄρα ταῦτα ἠνάγκαζε φθονερὸς ὤσων εἰς ὅπερ αὖ καὶ τέλος τὰ πράγματα ἔωσε. τότε οὖν ὁ μὲν ᾤδει καὶ μάχεσθαι τοῖς ἑαυτοῦ βουλήμασι τοὺς βουλευτὰς ἐβόα, κόλακες δὲ ἔνθεν καὶ ἔνθεν παρεστηκότες ἐρρίπιζον τὸν θυ‐
10μόν, ἐγὼ δὲ οὐδὲν τρέσας, τὴν δὲ τοῦ πράγματος
ἐξετάζων φύσιν διετεινόμην ἀδικοῦσάν τε οὐδὲν ἀπέ‐ φαινον τὴν βουλήν. καίτοι τις τῶν καθημένων πα‐ ραρρεῖν τὸν Ὀρόντην ἔφασκε τῷ ποταμῷ με φοβῶν, ἀναξίοις ἀπειλαῖς τὴν βασιλείαν ὑβρίζων. ὁ δὲ οὕτως
15ἦν ὡς ἀληθῶς ἀγαθός, ὥστε κρατῆσαι μὲν ἐπεχείρησεν, ἡττηθεὶς δὲ οὐκ ἐμίσησε.
Or
.

1

.

127

μᾶλλον μὲν οὖν ἢ πρόσθεν ἠγάπησεν ὑπὲρ πατρίδος ὥσπερ ὅπλα θέμενον τοὺς λόγους, ὕπατον δὲ αὑτὸν ἀποδεικνὺς αἰσθανόμε‐ νός τε τῶν τε ἤδη παρόντων τῶν τε ἡξόντων μυρίους
5σὺν ᾠδαῖς σφίσι παραστησομένων κελεύει μοι τιμῆσαι λόγῳ τὴν ἑορτήν· ἐγὼ δὲ ἑτέρων εἶναι τοὖργον εἰπὼν κατὰ θατέραν φωνὴν οὐκ ἤργουν, ὡς μηδένα μηδὲν ἱερὸν δόξαι λέγειν, μηδ’ ὃς λαμπρῶν ἀπολελαύκει θο‐ ρύβων.
Or
.

1

.

128

† καί πως συμβαίνει ἐν τῷ προτέρῳ λόγῳ τύχης, οἶμαι, τινὸς τοὺς αὖθις βοηθησομένους τε καὶ χαριουμένους ἑτέρωσε πεμψάσης· οἷς ἐλυσιτέλει μὴ τἀμὰ διαβάλλειν· ὁ δὲ αὑτὸν μὲν ἔνδον οὐδενὸς
5ἐπαινοῦντος ἐπῄνει, δευτέρῳ τούτῳ παρέχων ἀφορμὴν γέλωτι, τοὺς δὲ ἐπ’ αὐτῷ γελάσαντας οὐκ ἀνίει λοιδο‐ ρῶν, οἱ δ’ [ἂν] αὖθις ἐγέλων, καὶ τὸ δι’ ἀπάτης πο‐
ρισθὲν ἐξεκέχυτό οἱ 〈οὐ〉 φωραθὲν ἄν, εἰ τοσοῦτόν γε ἠπίστατο, ὅτι δόξαν οὐχὶ δικαίαν ἡσυχίᾳ φυλάττειν
10δύναιτο ἄν.
Or
.

1

.

129

οἱ μὲν δὴ ἀλλήλοις εἰς παραμυθίαν ἤρκουν, ὡς δὲ ἀπέδυν ὕστατος αὐτοῦ τοῦ βασι‐ λέως, ὅπως ὅτι πλεῖστοι συνέλθοιεν, φροντίσαντος, τὸν Ἑρμῆν ἔφησαν τοῦ θεράποντος κηδόμενον τῇ
5ῥάβδῳ κινεῖν τῶν ἀκροωμένων ἕκαστον, ὅπως μηδ’ ὁτιοῦν ὄνομα θαύματος ἄμοιρον ἀπέλθῃ. βασιλεὺς δὲ τὰ πρῶτα μὲν τῇ διὰ τῆς μορφῆς ἡδονῇ μηνυομένῃ συνετέλει, ἔπειτα τῷ μέλλειν ἀναπηδᾶν, ἔπειτα, οὐ γὰρ δὴ κατεῖχεν αὑτὸν καὶ σφόδρα πειρώμενος, ἥλατο
10μὲν ἐκ τοῦ θρόνου, τῆς χλαμύδος δὲ ὁπόσον ἐξῆν, ταῖν χεροῖν ἀνεπέτασεν, ὡς μὲν ἂν εἴποι τις τουτωνὶ τῶν ἀγγάρων, ἐκφερόμενος τοῦ σχήματος, ὡς δ’ ἂν ἀνὴρ εὖ εἰδώς, οἷς ἂν σεμνὴ βασιλεία γένοιτο, ἄρα ἐν τοῖς προσήκουσι μένων· τί γὰρ δὴ βασιλικώτερον
15τοῦ βασιλέως ψυχὴν πρὸς κάλλη λόγων ἀνίστασθαι;
Or
.

1

.

130

τῷ δὲ οὐδὲ ἄλλως οἷόν τ’ ἦν μὴ τὰ τοιαῦτα πά‐ σχειν, πατρὶ πολλῶν λόγων πρό τε δὴ τῆς ἀρχῆς καὶ ἐν αὐτῇ γεγενημένῳ· αἱ γὰρ ἀγρυπνίαι τοῦ βασιλέως ἡμῖν λόγους ἐποίουν ἤδη, καὶ μᾶλλον ἑτέρων ὑπὸ τῆς
5ἐν αὐτοῖς ὥρας οὐδὲν ὅ,τι οὐκ ἔδρα.
Or
.

1

.

131

Τὸν δὴ ἐντεῦθεν μέχρι τῆς ἐπὶ Πέρσας ἐξόδου χρόνον τοῖς μὲν ἄλλοις ἄλλ’ ἄττα, πλέον δὲ ἐμοὶ παρ’ ἐκείνου τὸ φίλτρον, καὶ διετέλει δὴ λέγων, ὅτι δώσω σοι δῶρον ἐξελαύνων, ὃ οὐκ ἂν ὥσπερ
5τἄλλα φύγοις. δεδειπνηκότες οὖν, ἐβιάσθην γὰρ παρ’ αὐτοῦ, ὦ ἄνθρωπε, φησίν, ὥρα σοι τὸ δῶρον δέχεσθαι. καὶ ἐγὼ μὲν οὐκ εἶχον, ὅ,τι αὖ τοῦτό ἐστιν, εἰκάσαι· ὁ δὲ δοκεῖς μοι, φησίν, εἰς μὲν ῥή‐ τορας κατὰ τοὺς λόγους τελεῖν, ἀπὸ δὲ τῶν
10ἔργων ἐν φιλοσόφοις γεγράφθαι. καὶ ἥσθην εἰπόντος, ὥσπερ ὁ Λυκοῦργος ἐπὶ τοῖς εἰς αὐτὸν παρὰ τοῦ θεοῦ· καὶ γὰρ ταῦτα ὑπὸ τοῦ θεοῖς συνοικοῦντος εἴρητο.
Or
.

1

.

132

προπεμπούσης δὲ τῆς βουλῆς καὶ δεομέ‐ νων ἀφεῖσθαι τὰ ἐγκλήματα Ταρσοῖς, πόλει Κιλίκων, δώσειν αὑτὸν εἰπών, ἢν ὁ θεὸς ἀποσώζῃ, καίτοι μοι δῆλον, ἔφη, τὸ πρὸς ταῦτα γενησόμενον,
5ὡς ἐν τῷ πρεσβεύσοντι τὰς ἐλπίδας ἔχετε, τὸν δὲ καὶ αὐτὸν ἐκεῖσε μετ’ ἐμοῦ δεήσει βαδίζειν. ἀσπασάμενος δή με δακρύοντα οὐ δακρύων ἤδη βλέ‐ πων τὰ τῶν Περσῶν κακά, γράμματα ὕστατα πέμψας ἀπὸ τῶν τῆς ἀρχῆς ὅρων ἤλαυνε γῆν τέμνων, κώμας
10ἁρπάζων, φρούρια λαμβάνων, ποταμοὺς διαβαίνων, τείχη κατασείων, πόλεις αἱρῶν·
Or
.

1

.

133

καὶ τούτων ἕκα‐ στον ἤγγελλε μὲν οὐδείς, τὴν δὲ τῶν ὁρώντων ἡμεῖς ἡδονὴν ἡδόμεθα πιστεύοντες, ἃ δὴ καὶ ἐγίγνετο, γε‐ νήσεσθαι, πρὸς τὸν ἄνδρα ἀποβλέποντες. ἀλλ’ ἡ
5Τύχη γὰρ τὰ αὑτῆς, κωμάσαντος γὰρ κατὰ Περσῶν τοῦ στρατοῦ φόνοις τε καὶ τροπαῖς ἀγῶσί τε γυμνι‐ κοῖς καὶ ἱππικοῖς, ἃ κατεθεῶντο ἀπὸ τῶν ἐπάλξεων οἱ Κτησιφῶντος οἰκήτορες οὐδὲ τῷ πάχει τοῦ τείχους πι‐ στεύειν ἔχοντες, τοῦ τε Μήδου διὰ πρεσβείας τε καὶ
10δώρων ἐγνωκότος ἱκετεύειν, μηδὲ γὰρ νοῦν ἔχειν πρὸς δαίμονα ἄνδρα μάχεσθαι, τῶν δὴ πρέσβεων ἐπὶ τοὺς ἵππους ἀναβαινόντων αἰχμὴ τοῦ σοφωτάτου βασι‐ λέως τεμοῦσα τὴν λαγόνα βρέχει τῷ τοῦ νενικηκότος αἵματι τὴν τῶν ἡττωμένων γῆν καὶ ποιεῖ τὸν πεφρι‐
15κότα τῶν διωκόντων κύριον.
Or
.

1

.

134

τῷ μὲν δὴ Πέρσῃ παρ’ αὐτομόλου τινὸς μαθεῖν ὑπῆρξεν, ἐν ὅτῳ εἴη τύχης, ἡμῖν δὲ τοῖς Ἀντιοχεῦσιν ἀνθρώπων μὲν οὐδείς, σεισμοὶ δὲ ἐγίγνοντο τοῦ κακοῦ μηνυταὶ πόλεων τῶν
5ἐν τῇ Παλαιστίνῃ Συρίᾳ τῶν μὲν μέρη, τὰς δὲ ὅλας
κατενεγκόντες· ἐδόκει γὰρ ἡμῖν ὁ θεὸς μεγάλοις πά‐ θεσι μέγα σημαίνειν. εὐχομένων δὲ μὴ τὰ ὄντα δοξάζειν πικρὸν διὰ τῶν ὤτων τρέχει τῆς ἀγγελίας βέλος, Ἰουλιανὸν μὲν ἐκεῖνον ἐν σορῷ φέρεσθαι, τοῦ
10δεῖνος δὲ γεγενῆσθαι τὸ σκῆπτρον, Περσῶν δὲ Ἀρμε‐ νίαν τῆς τε ἄλλης ὁπόσον ἐβούλοντο γῆς.
Or
.

1

.

135

εὐθὺς μὲν οὖν εἰς ξίφος εἶδον, ὡς ἁπάσης σφαγῆς ἀλγεινο‐ τέρας τῆς ζωῆς ἐσομένης. ἔπειτα ἐνενόησα τὸν τοῦ Πλάτωνος νόμον καὶ ὡς αὐτὸν οὐ λυτέον τὴν τοιαύτην
5δὴ λύσιν καὶ ὡς οὕτως ἐλθὼν εἰς Αἵδου τε καὶ παρ’ ἐκεῖνον ἐν αἰτίαις ἂν εἴην ὧδε τετελευτηκώς· πάντως γὰρ ἂν ἐμέμφετο μὴ τὰ ἀπὸ τοῦ θεοῦ περιμείναντι. πρὸς δὲ καὶ ἐδόκει μοι χρῆναι λόγοις ἐπιταφίοις τὸν ἀπελθόντα τιμᾶν.
Or
.

1

.

136

Τοῦτο μὲν οὖν οὕτω διὰ ταῦτα ἔσχε, λόχον δέ τινα διαφεύγω βουληθείσης τῆς Τύχης. οἱ γὰρ αὖ τῶν μὲν πρὸ τοῦ καιρῶν ἐν βασιλείοις πρὸς ἰσχὺν ἀπο‐ λαύσαντες, τότε δὲ τὰ αὑτῶν ἠναγκασμένοι πράττειν
5ὑπὸ Φρυνώνδου τινὸς ἀναπεισθέντες, ὡς ἐμὲ δεινὰ αὐτοὺς εἰργάσθαι δι’ ἐπιστολῆς εἰς Βαβυλῶνα ἡκούσης, ὑφ’ ἧς ἂν αὐτοῖς δυσμενὴς ἐπανῆκεν ἐκεῖνος, ψηφί‐ ζονται παρὰ συγγενῆ με γυναῖκα εἰσιόντα συλλαβόντες εἰς τὸν κῆπον, οὗ τὰς βουλὰς ἐβούλευον, εἰσαγαγόντες
10κτεῖναι· καὶ γὰρ ἂν δῶρα σφίσι παρὰ τοῦ τὰ σκῆπτρα λαβόντος γενέσθαι.
Or
.

1

.

137

τοῖς μὲν δὴ ἡτοίμαστο τὰ ῥόπαλα, τῶν δέ τις ταυτὶ μὲν συνειδότων, τοῦ δὲ ἔργου κοινωνεῖν οὐκ ἐθελόντων, πρὸς ἐμὲ δὲ οὐ μάλα οἰκείως ἐσχηκότων τῆς θεοῦ πεμπούσης ἀφεκτέον εἶναί
5μοι τῶν παρὰ τὴν γυναῖκα ἐκείνην ὁδῶν ἔφη, κερδα‐ νεῖν γάρ, ὅ,τι δὲ ἦν τὸ δεινόν, ἀπαιτοῦντι τουτὶ [δὲ] οὐ προσέθηκε. θαυμαζούσης οὖν, ὡς οὐ τὰ αὐτὰ ποιοίην, τῆς γυναικὸς ἀπεκρινάμην ἀφ’ ὧν ἠκηκόειν. καὶ ἣ διερευνωμένη νοῦν τε ἔχοντα καταμαθοῦσα τὸν
10φόβον παύσασά τε ἐξαπατωμένους ἐπῄνεσε τὸν ἐξελό‐ μενον αὐτῇ τοιούτου μύσους τὴν οἰκίαν δαίμονα.
Or
.

1

.

138

Μετὰ ταῦτα τοίνυν ἀνὴρ βάρβαρος ἐξώργιζε τὸν κρατοῦντα ἐπ’ ἐμὲ λέγων, ὡς οὐ παυοίμην θρηνῶν τὴν τοῦ πεσόντος πληγήν. ὁ δὲ ἔμελλε μὲν ἀπολεῖν με κακῶς δίκην ὀδύνης πραττόμενος, ἀνὴρ δέ τις
5Καππαδόκης ἀγαθός, συμφοιτητὴς ἐμός, παρ’ ἐκείνῳ δὲ μέγας, καὶ τίνα ἂν ἔχοις, ἔφη, ψυχήν, εἰ ὁ μὲν κέοιτο ἀποθανών, ζῶντες δὲ οἱ λόγοι πε‐ ριφοιτῷεν τὴν γῆν οἱ ὑπ’ ἐκείνου περὶ τῆς σῆς γεγραμμένοι φύσεως; τοσαῦται μὲν αἱ τρικυμίαι,
10τοσαῦται δὲ αἱ ἀρωγαί.
Or
.

1

.

139

Τὰ δὲ ἐπὶ τούτοις ἦν μὲν Ὀλύμπια τὰ παρ’ ἡμῖν, ἔτος δὲ ἐμοὶ πεντηκοστὸν ἐπιθυμία τε τῆς πανη‐ γύρεως ὑπερφυής· παρακύψας δὲ ἐπὶ τὰ πρῶτα τῆς
ἑορτῆς δεσμώτης ἦν, οὐκ ἄρχοντος δήσαντος, ἀλλὰ
5ποδάγρα τότε πρῶτον πολλή τις ἐπιπεσοῦσα καὶ χαλεπὴ πυνθάνεσθαι τῶν εἰσιόντων ἠνάγκαζε ῥώμης τε πέρι καὶ τέχνης τῶν ἀθλητῶν, ἡ δὲ ὥσπερ ἐν ἐκεχειρίαις μικρὸν διαλιποῦσα πάλιν ἠκόντιζε καὶ πολλάκις γε ἑκάτερον.
Or
.

1

.

140

ἰατροὶ δὲ νενικῆσθαι μὲν ὡμολόγουν, παρεμυθοῦντο δὲ μετατιθέντες ἀπὸ τῆς κεφαλῆς ἐπ’ ἐκείνους τῷ λόγῳ τὴν νόσον· τὸ γὰρ αὐτὸ ποσὶ μὲν κακόν, τῇ δὲ ἔσεσθαι ἀγαθόν. ἦν δὲ ἄρα τοῦτο
5φλυαρία, ἐπεὶ τό γε ἐκείνην κατειληφὸς εἴχετο τῶν ἄνω καὶ τοσοῦτόν γε ἀπέσχον οἱ πόδες ὀνῆσαί τι τὴν κεφαλήν, ὥστε ὥσπερ ἂν ἀπὸ τῶν ἐν αὐτοῖς κακῶν μοῖράν τινα ἐκεῖσε πέμψαντες χαλεπώτερα τἀκείνης ἐποίησαν.
Or
.

1

.

141

οὔκουν ἐπὶ τοῖς πρὸ τοῦ φόβοις ἐτα‐ ραττόμην μόνοις, ἐν οἷς καὶ τοῦτο ἦν, μὴ τὴν πόλιν ἡμῖν ἁρπάσαντες ἄνεμοι φέροντες εἰς τὸν Ὠκεανὸν ἐμβάλωσιν, ἀλλ’ ἔδεισα μέν, ὦ ἄνδρες, καὶ τὸν τῶν
5ἀπαντώντων ὄχλον, ἔφυγον δὲ τὰ μέσα τοῦ ἄστεος, ἔδεισα δὲ μεγέθη λουτρῶν, ἔδεισα δὲ οἰκίας πλὴν τῆς ἐμαυτοῦ πάσας νεφέλης μὲν ἐπὶ τὰ ὄμματα ἐρχομένης, τοῦ πνεύματος δὲ εἰς μικρὸν συστελλομένου, τὴν κε‐
φαλὴν δὲ ἰλίγγων κατεχόντων, δόξης δὲ ἀεὶ τοῦ πε‐
10σεῖσθαι παρούσης, ὥστε ἑσπέρας ᾔδομεν ἐπ’ αὐτῷ τὴν Τύχην ἐν κέρδει τὸ μὴ πεπτωκέναι ποιούμενοι.
Or
.

1

.

142

ἓν ἐνῆν ἐκείνοις μέτριον, ὅτι μήτε τοὺς λόγους μήτε τοὺς νέους ἐφεύγομεν· αὐτὸ γὰρ δὴ τοῦτο ἦν ἡ παραψυχὴ τὸ ὡς ἥδιστα περὶ ταῦτα πονεῖν οἴκοι τε ἐπὶ τῆς
5κλίνης ἐπί τε τοῦ σκίμποδος ἐν τῷ διδασκαλείῳ· τὸ δὲ ἐφ’ ἑκάτερον κομισθῆναι παρακινδύνευσις, αἱ δὲ ἐπιδείξεις ἐκποδών, ἀηδὴς δὲ φίλος προσιών. ὥσπερ δὲ οἱ πελάγη διαβάλλειν μέλλοντες καλοῦσι Διοσκού‐ ρους, οὕτως ἡμῖν οἴκοθεν ἐξιοῦσιν ἐκαλοῦντο θεοὶ
10κωλυταὶ γενέσθαι τῶν ἐν ἐλπίσιν ἀσχημόνων.
Or
.

1

.

143

καὶ ὁ κλύδων οὗτος ἔτη τέτταρα ἐπεκράτει, καὶ καταφεύγω δι’ οἰκέτου πρὸς τὸν ἕτοιμον ἀμύνειν, τὸν μέγαν Ἀσκληπιόν, καὶ φράσαντος οὐ καλῶς ἀφεστάναι με
5τῶν εἰωθότων πίνω τε οὗ πάλαι φαρμάκου, καὶ ἦν μέν τι κέρδος, οὐ μὴν παντελῶς γε ἐξελήλατο τὸ κα‐ κόν. ἔφη δὲ ὁ θεὸς καὶ τοῦτο χαριεῖσθαι. ἐγὼ δὲ ᾔδειν μέν, ὡς οὐκ εὐσεβὲς ἀπιστεῖν ἐγγυητῇ τοιούτῳ, θαυμάζειν δὲ ὅμως παρῆν, εἰ καὶ ταύτης εἶναί ποτε
10δόξαιμι τῆς χάριτος ἄξιος. καὶ ἦν μὲν ἔτος ἕβδομον
ἐπὶ τοῖς πεντήκοντα λῆγον ἤδη, τρισὶ δ’ ἐνυπνίοις ὁ θεός, ὧν τὼ δύο μεθημερινώ, μέρος οὐ μικρὸν ἑκάστῳ τοῦ νοσήματος ἀφῄρει καὶ κατέστησεν εἰς τοῦτο, ὃ μήποτε ἀφέλοιτο.
Or
.

1

.

144

οὕτω δὴ τοῦ βασιλέως ἥκοντος τὴν αἴγλην τήν τε ἀπὸ τῶν ὅπλων τήν τε ἀπὸ τῶν δρακόντων ἠχώ τε ὀργάνων ὑπέμεινα συμμιγῆ, μηδ’ ἂν διηγουμένου πρότερον 〈ἀνασχόμενοσ〉. καὶ οὐ πολὺ
5ὕστερον δῶρον αὐτῷ λόγον εἰσῆγον, ἐφ’ ᾧ πλέον ἢ ὅτε τὰ ἔργα ἔπραττεν ἡσθῆναι βασιλεὺς ἐδόκει. καίτοι τῶν μειζόνων γε ἀνήκοος ὧν ἐν Σκύθαις ἐπεδέδεικτο ἐμεμενήκει. τοῦ γὰρ δὴ ἡμίσεος διὰ μῆκος ἀναβεβλη‐ μένου δείσαντες οἷς οὐκ ἄμεινον τέρπεσθαι λειμῶσιν
10ἀληθινοῖς τὸν βασιλέα Μουσῶν, ἐν τοῖς εἰρημένοις ἱστᾶσι τὴν ἀκρόασιν, λεγόντων δὲ ἑτέρων φόβος οὐ‐ δείς, ταυτὶ δὲ αὐτοῖς τῆς Γοργοῦς φοβερώτερα. βα‐ σιλεῖ γε μὴν καὶ ἀπὸ τούτων οὐκ ἐν ἀγνοουμένοις ἐγώ.
Or
.

1

.

145

Σὸν ἔργον, ὦ δαῖμον, καὶ τὸ τεθῆναι νόμον τῶν παίδων τοῖς νόθοις ἐπίκουρον. τὸ μὲν οὖν ἐπὶ νοῦν τε αὐτὸν τῷ πρεσβυτέρῳ τοῖν βασιλέοιν ἐλθεῖν ἕνα τε τῶν κρατούντων τοῖς ἐκείνου γεγονέναι γράμ‐
5μασι, κοινῆς τοῦτο ἔστω τῆς τῶν ἐν χρείᾳ τοῦ νόμου καθεστηκότων τύχης, τὸ δὲ τὸν νεώτερον ἥκιστα αὐτὸν ἐπαινοῦντα μάλιστα ἐπαινοῦντα φανῆναι ποιῆσαί τε κύριον, ἐπειδή με ἐξουσίας τῆς ἀπ’ αὐτοῦ δεόμενον
ᾔσθετο, πῶς οὐκ ἂν ἐν δίκῃ τῆς ἐμῆς κριθείη τύχης;
10ἥ με πολλῆς τε καὶ βαρείας ἠλευθέρωσεν ἀνίας, ὡς τῆς αὐτῆς ἡμέρας τελευτὴν μὲν ἐμοί, πτωχείαν δὲ ἐκείνῳ τὴν ἐσχάτην οἰσούσης.
Or
.

1

.

146

Ἀλλὰ μὴν τό γε ἐχθρούς—καὶ μή με οἰέ‐ σθω τις τὴν Ὁμήρου συμβουλὴν παραβαίνειν τὴν οὐκ ἐπιτρέπουσαν ἐπὶ κταμένοις ἀνδράσιν εὐχετά‐ ασθαι, οὐ γὰρ ἀπὸ τοιαύτης γε μνησθήσομαι τῆς
5γνώμης, ἀλλ’ ὅπως μηδὲ τοῦτ’ ἄρρητον εἴη τῶν παρ’ ἐκείνης δεδομένων—οἱ τοίνυν ἐπ’ ἐμὲ μηδενὸς μὲν λόγου, μηδενὸς δὲ ἔργου, μηδεμιᾶς δὲ ἀποσχόμενοι τέχνης, ἀλλ’ οἱ μὲν ὀνείδεσι περιβάλλειν ἀποχρῆν νο‐ μίσαντες, οἱ δὲ πᾶν μικρόν, εἰ μὴ καὶ ἀποκτείναιεν,
10οἱ δὲ οἷς ἦν ἡδὺ καὶ ταύρου τὸν νεκρὸν ἐκδήσαντας ἀφεῖναι διὰ πετρῶν φέρεσθαι, τούτους τοίνυν τοὺς πάλαι μὲν πολεμοῦντας, ἐγκαλεῖν δὲ οὐδὲν σὺν ἀλη‐ θείᾳ γε ἔχοντας προαπήνεγκεν ὁ δαίμων ἡμῶν γε ἡσυχαζόντων καὶ οὐδ’ ὅσον ἀραῖς ἀμυνομένων· τί γὰρ
15δὴ ἔδει καταρᾶσθαι πάντα ἐπισταμένου τοῦ δαίμονος, τὸν ἀδικοῦντα, τὸν ἀδικούμενον, τὸν ὀφείλοντα δίκην, ᾧ τὴν δίκην ὤφειλεν.
Or
.

1

.

147

ἦν δέ τι καὶ πρὸ τοῦ θανάτου τοῖς πολλοῖς θανάτου παρά γε σώφροσιν ἀν‐ θρώποις δεινότερον τὸ πολλὰ κακὰ ἐπιδόντας εἶτα οὕτως ἀπελθεῖν· ὧν ἕν τι καὶ τὸ τῶν αἰδοίων τοῦ
5μοιχοῦ λαβόμενον τῇ χειρὶ ξυρῷ τὰ πάντα ἀμῆσαι.
Or
.

1

.

148

Τούτοις ἄξιον ἐκεῖνο προσθεῖναι σμικρόν τε καὶ οὐ σμικρόν· ὑμῶν μὲν γὰρ ἴσως τῳ μικρολο‐ γεῖσθαι δόξω, δηχθεὶς δὲ αὐτὸς τὴν ψυχὴν οἶδα καὶ ἐπὶ μεγάλῳ τοῦτο παθών. ἦν μοι ἡ Θουκυδίδου συγ‐
5γραφή, γράμματα μὲν ἐν μικρότητι χαρίεντα, τὸ δὲ σύμπαν οὕτω ῥᾴδιον φέρειν, ὥστ’ αὐτὸς ἔφερον παιδὸς ἀκολουθοῦντος καὶ τὸ φορτίον τέρψις ἦν. ἐν τούτῳ τὸν πόλεμον τῶν Πελοποννησίων καὶ Ἀθηναίων μαθὼν ἐπεπόνθειν, ὅπερ ἴσως ἤδη τις καὶ ἕτερος· οὐ γὰρ ἂν
10ἐξ ἑτέρας βίβλου ταῦτ’ ἂν αὖθις ἐπῆλθον πρὸς ἡδονήν.
Or
.

1

.

149

ἐπαινῶν δὴ πολλὰ καὶ πρὸς πολλοὺς τὸ κτῆμα καὶ εὐφραινόμενος μᾶλλον ἢ Πολυκράτης τῷ δακτυλίῳ κλέπτας αὐτῷ τοῖς ἐπαίνοις ἐπῆγον, ὧν τοὺς μὲν ἄλλους εὐθὺς ᾕρουν, ὁ δέ γε τελευταῖος πυρὰν ἀνῆψε τοῦ μὴ
5ἁλῶναι, καὶ οὕτω δὴ τοῦ ζητεῖν μὲν ἐπεπαύμην, τὸ μὴ λυπεῖσθαι δὲ οὐκ εἶχον. ἀλλὰ καὶ τὸ κέρδος μοι τὸ παρὰ τοῦ Θουκυδίδου μέγα ἂν γενόμενον μεῖον ἤρχετο διὰ τὸ σὺν ἀηδίᾳ γράμμασιν ἑτέροις ὁμιλεῖν.
Or
.

1

.

150

ἀλλὰ καὶ τοῦτο μέντοι τὸ οὕτως ἀνιαρὸν βραδέως μέν, ὅμως δὲ ἰάσατο ἡ Τύχη. διετέλουν μὲν γὰρ πρὸς τοὺς ἐπιτηδείους γράφων αὐτὸ μετὰ λύπης, τῷ λόγῳ μέτρα τε διηγούμενος καὶ οἷον μὲν τὰ εἴσω, οἷον δὲ
5τὰ ἔξω καὶ ποῦ νῦν ἄρα καὶ ἐν τίνος χερσί. νέος δέ
τις, πολίτης ἐμός, ἐωνημένος ἧκεν ἀναγνωσόμενος, καὶ ὁ διδάσκαλος ἀνεβόησε τοῦτ’ ἐκεῖνο, τοῖς γνωρίσμα‐ σιν ἑλών, καὶ ἧκεν ἐρωτῶν, εἰ μὴ ἁμαρτάνοι δόξης. λαβὼν οὖν ἐγὼ καὶ ποιήσας, οἷα ἄν τις ἐπὶ παιδὶ τὸν
10ἴσον μὲν ἀφανισθέντι χρόνον, φανέντι δὲ οὐ προσδο‐ κηθέντι περιχαρὴς ἀπηλλαττόμην καὶ τότε εὐθὺς καὶ νῦν οἶδα τῇ θεῷ χάριν. γελάτω δὲ ὁ βουλόμενος, ὡς ὑπὲρ φαύλου μακρολογήσαντος, ἀδεὲς γὰρ δήπουθεν ἀπαιδεύτου γέλως.
Or
.

1

.

151

Ἐφ’ ᾧ δ’ ἂν μάλιστα νομιζοίμην ἄθλιος, ἤδη φράσω. εἰ γὰρ αὖ πατὴρ ὅστις πολλοὺς μὲν παῖδας παρέδωκε μνήμασι, πολλαῖς δὲ κλίναις σώματα τούτων [γε] φερούσαις ἠκολούθησεν, ἄθλιος, πῶς οὐχὶ
5καὶ αὐτὸς ἂν ἐν δυστυχοῦσιν ἀριθμοίμην, οὐ πολλοὺς μόνον, ἀλλὰ καὶ ἀγαθοὺς παῖδας τοὺς μὲν αὐτὸς θάψας, τοὺς δὲ ἐν σοροῖς ξένους νεανίσκους εἰς τὴν οἰκείαν ἀποπέμψας.
Or
.

1

.

152

ὥσπερ γὰρ ὁ Θρασύβουλος τοὺς τῶν ἀσταχύων ὑπερέχοντας ἐξέκοπτεν, οὕτως ἡ Τύχη τῶν ὁμιλητῶν τοὺς ἀρίστους ἥρπασεν, ἀρξαμένη μὲν ἀπὸ τῶν ἐν Βιθυνίᾳ διατριβῶν, προελθοῦσα δὲ
5εἰς τόδε, ἀεὶ φειδομένη μὲν οἳ οὐκ ἂν ἐξέλαμψαν, τοὺς δὲ ἤδη τε ἐν δόξῃ καὶ αὖ τοὺς ἐσομένους ἀφῄ‐ ρει.
Or
.

1

.

153

λέγω οὖν πρὸς τοὺς οἰομένους τι λέ‐
γειν, ἐπειδὰν ἐρωτῶσι τίνας δὲ ἡμῖν ἀπέφηνε ῥήτορας; ὅτι ἐλθόντες εἰς Αἵδου θεάσαιντ’ ἂν οὐκ ὀλίγους. ὧν οἰχομένων ἐζημίωνται μὲν βουλαὶ καὶ
5διοικήσεις πόλεων, ἐζημίωνται δὲ δίκαι λόγων τῷ δικαίῳ συμμάχων ἐστερημέναι, ἐζημίωνται δὲ θρόνοι, ὧν τοὺς μὲν Ἑρμῆς, τοὺς δὲ ἐφορᾷ Θέμις.
Or
.

1

.

154

Καὶ μὴν καὶ τόδε δυστυχοῦς ἐν ἀσθενείᾳ τε καὶ ἀτιμίᾳ καὶ προπηλακισμῷ τῶν λόγων λόγους δι‐ δάσκειν καθήμενον ἑτέρων ὄντων, ἐν οἷς αἱ ἐλπίδες· οὓς εἰ μὲν μὴ ἠπίστασθε, τοῦ διδάξοντος ἂν ἔδει· νῦν
5δὲ ἴστε μὲν οὓς μακαρίζετε· παρ’ οἷς οἱ πλοῦτοι, ἴστε δὲ οὓς ἐλεεῖτε· παρ’ οἷς οἱ λόγοι.
Or
.

1

.

155

εἴποι ἂν οὖν ἡ Τύχη καθάπερ ἐν δράμασι λαβοῦσα φωνήν, ὅτι εἰ καὶ μυρίοις ἐναντιώμασιν ἡ τέχνη σοι πεπολέμηται, τοῦτό γ’ ἂν ὁμολογήσαις, ἓν πολλῶν ἀντάξιον παρ’
5ἐμοῦ σοι γενέσθαι, τό τε εἰς πλῆθος ποιῆσαι λόγους τό τε οὕτω δόξαι τοὺς ποιηθέντας εἶναι καλούς, ὥστ’ ἔτι ζῶντος, ἐν ᾧ καὶ φθονεῖσθαι ἀνάγκη, τὰς τῶν βι‐ βλογράφων δεξιὰς τὰς πολλὰς ὀλίγας ἐλέγχεσθαι τῷ πλήθει τῶν ἐραστῶν. τοιγάρτοι πᾶν ἐργαστήριον λό‐
10γων καὶ τούσδε δείκνυσιν ὁμοίως ἐν παιδευομένων τε καὶ παιδευόντων χερσί. καὶ τούτων, ὦ ἄνδρες, οἶδα τῇ Τύχῃ χάριν καὶ αἰτῶ γε παρ’ αὐτῆς ἀεὶ βελτίω
παρέχειν τὰ δεύτερα.
Or
.

1

.

156

Ἀλλὰ γὰρ οὐκ οἶδ’ ὅπως με διεφυγέτην Αἰθέ‐ ριός τε καὶ Φῆστος, Σύρων μὲν ἄρχων ἑκάτερος, ἄρξαντες δὲ πρὶν ἢ Βάλεντα δεῦρ’ ἥκειν. ὁ μὲν οὖν φωνῆς Ἑλλάδος ἄπειρος ἦν, ὁ Φῆστος, παραπαίων
5ἄνθρωπος, ἀλλ’ ὅμως αὐτὸν οὐδὲ τοῦτο ἔπεισε διώ‐ σασθαι τὴν ἀρχήν, ἐλθὼν δὲ δείλης εἰσάγων ὡς ἑαυτὸν Εὔβουλον καὶ συνὼν αὐτῷ δι’ ἑρμηνέως πιστοῦ, ὁ δ’ ὡμολόγει τῆς ἐμῆς ἐπιθυμεῖν τελευτῆς, ὅπως αὖθις εἶναί τι δόξειεν. ἐπώλει οὖν Εὐβούλῳ τὸ μισεῖν ἐμὲ
10Φῆστος ὧν καθ’ ἑκάστην ἤσθιε τὴν ἡμέραν· ἦσαν δὲ χῆνες πίονες ἐκείνῳ καὶ οἶνος ἡδὺς καὶ φασιανοί.
Or
.

1

.

157

ἔβλεπέ τε οὖν με οὐχ ὡς ἥδιστα ὁ Φῆστος καὶ ὡς περὶ κακοῦ τοὺς λόγους ἐποιεῖτο καὶ ὁπόσα ἐξῆν, ἔπληττε. καί ποτε θέατρον μέν μοι συνείλεκτο, λῦσαι δὲ τοῦτο πειρώμενος ἐπὶ γράμματα βασίλεια τοὺς καθη‐
5μένους ἐκάλει, ὡς δὴ ἐπὶ τῷ τέλει τῆς ἀναγνώσεως ἐξελῶν, καὶ ὑπογραφεῖς ἅμα παρῆσαν γραψόμενοι τὰ τῶν οὐκ ἀναπηδώντων ὀνόματα· ᾤετο γάρ με μα‐ χεῖσθαί τε καὶ οὐκ ἐπιτρέψειν ἀπελθεῖν, τὸ δὲ ἀρκέσειν εἰς θάνατον. ἐνταῦθα οἱ μὲν ὑπ’ ἀνάγκης ἐξῄεσαν
10πολλάκις μεταστρεφόμενοι πρὸς ἐμέ τε καὶ τὰ ῥηθη‐ σόμενα, οἷς δὲ ἐξῆν ἀκούειν, ἤκουον, ποθοῦντες δὲ τὴν οὐχ ἑκοῦσαν οἰχομένην μοῖραν.
Or
.

1

.

158

ἐμίσει μὲν
οὖν καὶ ἐπεβούλευε, τοῦ μίσους δὲ οἶδα τῇ Τύχῃ χά‐ ριν, ἥ γέ με οὐκ ἐποίησε φίλον ἀνδρὶ δείσαντι μετὰ ταῦτα ὕστερον μὴ φθάσῃ τὸν ἐκείνου σίδηρον ἡ
5νόσος ἀπενεγκοῦσα τὸν Μάξιμον. ὁ δὲ ὡς ἐνίκησε ταύτην τὴν νίκην, ἐγάννυτο ὁ κακοδαίμων, οὐ μὴν ἐμέ γε ἴσχυσε, προσκυνῶ δὲ τὴν Ἀδράστειαν, καίτοι τοῦτό γε ῥάπτων διὰ Μαρτυρίου, Πισίδου τινὸς ἀν‐ θρώπου, χαίροντος μὲν ἀθληταῖς, ἀμέμπτου δὲ ἄλλως,
10δοκοῦντος δὲ τῷ Φήστῳ γόητος διὰ τὸ προσκεῖσθαι παλαισταῖς.
Or
.

1

.

159

περὶ τούτου μόνος πρὸς μόνον τὸν Βάλεντα εἰπών, ὡς ἐμέ τε ἂν ἐν αὐτῷ ῥᾳδίως καὶ τὸν Εὐτρόπιον ἕλοι, σπεύδων ᾤχετο εἰς Ἰωνίαν ἐπὶ τὴν ἀρχήν, ὥστε γέλωτα πολὺν ἐν τῷ δικαστηρίῳ τὸν
5Μαρτύριον παρασχεῖν οὐκ ἐχόντων τῶν δικαζόντων μαθεῖν, ἥτις ἡ ἀρχὴ τῷ τοῦτον ἀχθῆναι γένοιτο, τῆς ἀρχῆς τοῦ πράγματος ἐν σκότῳ γεγενημένης. Φήστῳ μὲν οὖν ἆθλον τῆς κακίας ἐγένετο γάμος, νέα μὲν γυνή, συχνὴ δὲ οὐσία, καὶ νῦν ἐν πόλεσιν ἃς ἐκένωσε,
10τρυφᾷ.
Or
.

1

.

160

Αἰθέριος δὲ τέθνηκε μὲν πολλὰ δὴ καὶ με‐ γάλα πρότερον ἐπιδὼν κακὰ καὶ τό τε λαλεῖν τό τε ἀκούειν ἀποβαλών. γίνεται δὲ καὶ αὐτὸς εἰς ἐμὲ κα‐ κός, ὥσπερ ἀχθόμενος, ὅτι με ἐν Βιθυνίᾳ προὐβέβλητο
5καὶ ὁπότε τι δείσειεν, ἐπ’ ἐμὲ κατέφευγε. τὰς μὲν δὴ
εἰς τοὺς λόγους ὕβρεις αὐτοῦ παραλειπτέον, ἐν αἷς ἐχαρίζετο πάνυ μὲν ἀνδρὶ πλουσίῳ, παῖδας δὲ οὐ κεκτημένῳ.
Or
.

1

.

161

ἀλλ’ οὗτός γέ ἐστιν ὁ στήσας με ἐν μέσῳ πολλῶν μὲν ἡνιόχων, πολλῶν δὲ ἱπποκόμων, οἷς τε ἔργον ἀναπεταννύναι τοῖς ἅρμασι τὰς θύρας· ὧν τοὺς μὲν ἔπαιε, τοὺς δὲ ἠπείλει κατακαύσειν, ἑνὸς δέ τινος
5ἡνιόχου γέροντος καὶ πλευράς, ἐφ’ ᾧ δὴ καὶ μέγα ἐβόησεν ὁ λεώς, κατέτεμνεν, ἐμοὶ δὲ ἦν πόνος οὐ μικρὸς μὴ τὸ αἷμα ἰδεῖν. καὶ ταῦτα ἀπὸ ψιλῆς αἰτίας ἀνδρὸς ἐποίει μαινομένου δεικνύντος 〈τε〉 τὴν μανίαν κἀν τοῖς ἐν αὐτῇ γιγνομένοις τῇ δίκῃ.
Or
.

1

.

162

οὗτος ἦν ὁ κἀμὲ κελεύσας εἰσάγειν, ὡς δὴ τῆς Φιλουμενοῦ γοη‐ τείας ἐν ἐμοὶ τὸν ἔλεγχον ἔχων· ὁ δὲ ἔλεγχος ἦν, παρ‐ ῄνουν αὐτῷ μὴ συκοφαντεῖν, ἀλλ’ ἀπηλλάχθαι πραγ‐
5μάτων. καὶ τοῦτο ἦν, ἐφ’ ᾧπερ ἐκαλούμην. τῷ δὲ οὐδὲν ἐδόκει δεινὸν ἐμὲ ἐφ’ οὕτως ἀνοήτοις εἰσελθόντα ἑστάναι. καὶ ἐγὼ μὲν ἐξῄειν ἐλεῶν τὸν δικαστήν, ὁπόσον ἀπέχων νοῦ δικάζειν ἠξίου, τῶν δὲ φίλων πολ‐ λοὶ συνέρρεον ἄλλος ἄλλο τι πρὸς παραμυθίαν ἐσκεμ‐
10μένος. ἐποίουν δὲ οὐδὲν αὐτοὺς δεῖσθαι τουτωνὶ τῶν σκεμμάτων. οὕτως οὐκ ἐτετρώμην.
Or
.

1

.

163

Φιδήλιος δὲ ἦν μὲν Φήστου πολίτης, ἄγριος
ἄνθρωπος, ἀρχὴ δὲ αὐτῷ τῶν βασιλέως ἐπιμελεῖσθαι χρημάτων, φιλία δὲ πρὸς τὸν Εὔβουλον ἀφ’ ὧνπερ καὶ τῷ Φήστῳ. ἔχων τοίνυν αὐτὸν πειθόμενον ἐκ
5πολλῶν δόρπων τε καὶ συμποσίων κινεῖ τε ἐπ’ ἐμὲ καὶ συνεβούλευε δίκην λόγου λαβεῖν. τὸν δὲ λόγον, τοῦ τυράννου μὲν ἐγκώμιον, γεγράφθαι, κεῖσθαι δὲ παρ’ ἐμοὶ τῷ συγγραφεῖ. ῥᾷστον δὲ εἶναι δι’ ὑπηρετῶν ἑλεῖν.
Or
.

1

.

164

ἔδοξεν οὖν ἐκείνῳ κάλλιον εἶναι τὸν στρατηγὸν ἐπὶ τοῦτο προσλαβεῖν, πολλοῦ μὲν ἄξιον Ἰουλιανῷ γενόμενον, πολλοῦ δὲ ὄντα τότε τῷ Βάλεντι, φοβερὸν μὲν πολεμίοις, φοβερὸν δὲ τῶν οἰκείων τοῖς
5κακοῖς, αἰδούμενον δὲ καὶ σοφίαν καὶ λόγους, λόγου δὲ ἐν σοφῶν συνουσίαις οὐκ ἀποροῦντα· τουτὶ δὲ αὐτῷ παρὰ τῆς φύσεως ἦν.
Or
.

1

.

165

οὗτος ὁ Λουπικῖνος αὐτὸν μέν με οὐδεπώποτε ἰδών, παρὰ φήμης δὲ ἴσως τινὸς περὶ ἐμοῦ τι δεξάμενος πρὸς μὲν τὸν εἶπε· σίγα, ὦ φιλότης, καὶ ἐν ἡμῖν ταῦτα ἱστάσθω. μετα‐
5πεμψάμενος δὲ ἐμὲ ποιεῖταί τε φίλον καὶ ἐπαγγέλλειν, εἴ του δεοίμην, ἐδίδου παρεκάλει τε τοὺς τῶν ἑδῶν τούτους καταγελῶντας, τοὺς τοῦ οὐρανοῦ κληρούχους, ἀφέντας ἃ ἀλαζονεύονται, τἀμὰ ζηλοῦντας ὁρᾶσθαι. τοιαῦτα μὲν ἀνέσεισεν ὁ δαίμων, τοιαῦτα δὲ καὶ ἐκοί‐
10μισεν, οὐχ ὡς πεποιημένου μοι τοιοῦδέ τινος λόγου, ἀλλ’ ὅτι τῆς πρώτης πείρας ἁμαρτὼν ὁ Φιδήλιος προὔ‐ βαινεν ἂν ἐπιβουλεύων, ἕως ἔργου τύχοι.
Or
.

1

.

166

ὑπῆρξε δέ μοι καὶ ἀμείψασθαι τὸν οὐχ ὑπαχθέντα ἄνθρωπον· παρὰ μὲν γὰρ τοῦ κρατοῦντος ἦν αὐτῷ τὸ ἐν ὑπάτοις εἶναι, παρ’ ἐμοῦ δὲ Ἀρχέλαος. καὶ ἐτιμώμην ἄλλοις
5τε οὐκ ὀλίγοις καὶ δὴ καὶ ᾠήθη δεῖν ἐλθὼν ὡς ἐμὲ προσειπεῖν πατὴρ γινόμενος τῆς τιμῆς, οὐ γὰρ ἦν ὃν ἐμιμεῖτο, ἀλλ’ ἐγὼ τοῦτο αἰσθανόμενος φθάσας ἐδεή‐ θην ἕν τι, προελέσθαι μεῖναι τὸν γέροντα, τὸν δὲ χρὴ νομίζειν ἀφῖχθαι.
Or
.

1

.

167

Προτάσιον ἐνέπλησαν μὲν τῶν κατ’ ἐμοῦ λόγων ἄνδρες ἐν οὐδενὶ μὲν λόγῳ πρότερον ὄντες, κτησάμενοι δὲ ἰσχὺν ἐκ τῆς Ἰουλιανοῦ σφαγῆς. οὗτοι τοῦτον ἐφόβουν, ὡς αἴσχιστα ἂν ἄρ‐
5ξειεν, εἰ μὴ ἀπελαύνοι με τῶν θυρῶν, καὶ παρέζευξάν οἱ τῶν ἐκ τῆς συμμορίας κοινωνὸν τῆς πορείας τηρή‐ σοντα ἐν ἐκείνῳ τὸν φόβον. ᾔει μὲν οὖν ὡς ποιήσων με μικρόν, νόσῳ δὲ πιεζόμενος ἐβάδιζεν αὐξομένης τῇ πορείᾳ τῆς νόσου. καὶ ἧκέ γε εἰς τὴν καταγωγὴν
10νυκτὸς οὐδενὸς τῶν ἐν τῷ νόμῳ τυχών, οὐ γὰρ εἴα τὸ νοσεῖν.
Or
.

1

.

168

ὡς δὲ πολλῶν ἰόντων αὐτῷ μόνος
ἀπελιπόμην, λέγει [δὲ] πρὸς τὸν Ζήνωνα, ᾧ μάλιστα ἐχρῆτο, τοὺς κατ’ ἐμοῦ λόγους ἐξεληλέγχθαι τοῖς ἔργοις. τὸν γὰρ δὴ λεγόμενον ἐνοχλεῖν τοὺς ἄρχοντας ἥκιστα
5προσιέναι. ὁ δὲ καὶ πάνυ ταῦτα ἐλπίζειν ἔφη· οὐ γὰρ ἰέναι μᾶλλον παρ’ αὐτοὺς ἢ καὶ τοὐναντίον· χαρί‐ ζεσθαι μὲν γὰρ ταύτῃ τοῖς ἐρῶσι· τοὺς δὲ οὐκ ἐρῶν‐ τας οὐδὲ ἐπίστασθαι. ταυτὶ μὲν ἤκουσε, δῆλος δὲ ἦν ἀτιμάσων, οὐ μὴν ἐπέτρεψέ γε ὁ θάνατος.
Or
.

1

.

169

Ἕτερος Προτάσιος τά γε πρὸς ἐμὲ ῥᾷσθ’ οὗτος ἧκεν, ὃς καθάρμασι μὲν συνῆν, παρ’ ὧν δ’ ἄν τι καὶ ἐμάνθανεν, ἄβατον ἐποίει τὴν καταγωγήν. καὶ ᾤετο μὲν ζημιοῦν, ἐγὼ δὲ ἐκέρδαινον. καὶ κλῆσιν μὲν τὴν
5ἐπὶ τοὺς λόγους ἤλπιζεν, ἐγὼ δὲ ἄλλους εἱστίων δι‐ δάσκων αὐτόν, ὅτι οὐ λίαν αὐτοῦ δεοίμην. ὁ δὲ ᾤδει τούτοις γε τὴν καρδίαν, ἔδειξε δὲ ἔν τινι κατηγορίᾳ νέοιν· οἷν δέον, εἴπερ ἠδίκουν, ἐπιθεῖναι δίκην, ὁ δὲ τὸ διδασκάλων ἐσαγήνευεν ἔθνος οὐχ ἅπασιν ἐγκαλῶν,
10ἀλλ’ ὅπως ἐν τῷ παντὶ κρύπτοιτο αὐτῷ τὰ πρὸς ἐμέ.
Or
.

1

.

170

καὶ τὼ μὲν νέω γυμνώ τε ἤστην καὶ μετεώρω πρὸς πληγάς, παρεκάθητο δέ τις Ὀλύμπιος. τοῦ δὲ οὐ μετεῖχον ἐγώ, ἠδικεῖτο δὲ ὁ νόμος. ὁ δ’ οὕτω δή τι ξυνετὸς ἦν, ὥστε οἷς ἐφθέγξατο μὴ μαστιγοῦν ἐκεκώλυτο. φρόνημα
5δὲ τὸ θράσος καὶ ἡγούμενος καὶ ὀνομάζων ὅπλα ἀνταρά‐ μενος τῷ στρατηγῷ γνῶναί τε αὑτὸν ἠναγκάσθη καὶ συνε‐ σταλμένος ἔκειτο, καὶ τοῦτό οἱ τῆς ἀρχῆς πέρας.
Or
.

1

.

171

Ἀλλ’ ἐπάνειμι δὴ πρὸς τὸν Βάλεντα· ὃν ἔδειξε μὲν χρηστὸν τὸ μὴ τῷ τυράννῳ τοὺς τοῦ τυράννου φίλους ἐπαποκτεῖναι· ἐπεὶ καὶ ὁ Ἀνδρονίκου τοὐμοῦ φίλου θάνατος Ἱερίου μᾶλλον, τῆς ἀλώπεκος, ἔργον ἢ
5τοῦ παρακρουσθέντος ἦν. ἀσφάλειαν δὲ τῆς πρᾳότη‐ τος ἐωνῆσθαι νομίζων εὗρεν ἕτερον λόχον, Φιδούστιόν τε καὶ οὓς ἐκεῖνος ἐπανέστησε τῷ σκήπτρῳ, καὶ ἐχώρει μὲν διὰ τῶν ἠδικηκότων ὁ βασιλεὺς τὴν ἀρχήν, προσ‐ ετίθετο δέ τις καὶ τῶν οὐδὲν τοιοῦτον ἐπισταμένων.
10μάντις τε ἅπας ἐχθρὸς ὅτῳ τε ἐδέησε τῆς τέχνης δι‐ δάσκεσθαί τι περὶ τῶν ἰδίων τῶν αὐτοῦ παρὰ τῶν θεῶν βουλομένῳ· χαλεπὸν γὰρ δὴ ἐδόκει εἶναι παρόν‐ τος μάντεως μὴ ἄν τινα καὶ ἐπὶ τοῖς μείζοσι χρήσασθαι τῷ ἀνδρί.
Or
.

1

.

172

τὴν ἐκείνου δὲ ὁρμὴν οἱ συκοφάνται λαβόντες πάντα ἐκύκων ἐπὶ πάντας ἰόντες. δόξα τε ἦν παρὰ τῷ Βάλεντι φθόνου τὴν δόξαν πεποιηκότος, πάντως ἂν εἰς ἔλεγχόν με πεσεῖν δι’ ἑνός γέ του τῶν
5ὑπὸ τὴν βάσανον ἀγομένων. λέγεται δὲ καὶ αὐτὸς ἐρέσθαι τὸν Εἰρηναῖον, εἰ μετεῖχον τοῦ ἐπιβουλεύμα‐ τος, θαυμάσαι τε οὐ μετασχεῖν ἀκούσας.
Or
.

1

.

173

καὶ μαντικῇ μὲν οἶδα χάριν, ἥ μοι τὴν κεφαλὴν ἐν πρᾳ‐ οτέροις κατέστησεν, ὅτῳ τε χρηστέον καὶ ὅτῳ μή, φράζουσα, τὴν κεφαλὴν δ’ ἂν ἀπετεμνόμην, ὡς
5δεινότερον ὂν τοῦ ἀπολωλέναι τὸ ταύτῃ σεσῶσθαι. † ἥ τις ἧκεν ἐπὶ τὸν Ἀδελφειόν, ὃς θεῖον μέν τι τὴν φιλίαν ἡγεῖτο, καρτερεῖν δὲ πρὸς ἀνάγκας οὐκ εἶχε καὶ ὡμο‐ λόγει γέ τοι τοῦτο καὶ ὁμολογῶν ᾐσχύνετο.
Or
.

1

.

174

ἐδεῖτο οὖν ἡμῶν αἰτεῖν αὑτῷ παρὰ τῆς Τύχης τὸν θάνατον, οἷοι πολλοῖς ἐξαίφνης ἐπῆλθον. οἱ μὲν δὴ ἄλλοι πάντες εὔχοντο, ἐμοὶ δὲ ἡ τῶν δεινῶν ἐλπὶς ἧττον
5εἶναι κακὸν τοιαύτης εὐχῆς ἐφαίνετο. σιγῇ τοίνυν ἐδάκρυον. ὁ δὲ λουσάμενός τε καὶ δειπνήσας ὕπνον τε ὁμοῦ καὶ θάνατον δέχεται, ὥστε ἕωθεν ἡμεῖς μὲν παρῆμεν ἐπὶ τὴν ἐκφοράν, ἐκ δὲ τῶν βασιλείων τινές, ὡς ἐκεῖνον δήσοντες. ὁ δὲ αὐτοὺς διεπεφεύγει πτηνῷ
10τάχει.
Or
.

1

.

175

σπινθήρων τοίνυν ἐξ ἐπιστολῶν, τῶν μὲν παρ’ ἐμοῦ πρὸς ἑτέρους, τῶν δὲ ἐμοὶ παρ’ ἄλλων ἀφιγμένων, ἐν αἷς ἀδικία μὲν οὐδεμία, λαβαὶ δ’ ἂν ἐγένοντο συκοφάνταις ἀνθρώποις, ταύτας δὴ τὰς
5ἀφορμὰς μάλα εὐπετῶς ἀνεῖλεν ἡ Τύχη, ὥστε ἐν μυ‐ ρίοις γράμμασι μὴ εἶναι γράμμα ἐμόν.
Or
.

1

.

176

Τῆς αὐτῆς θεοῦ καὶ τὸ 〈περὶ〉 Περγάμιον πολὺ πρὸ τῶνδε τῶν κακῶν ἐγκαλέσαντά τι, ψεῦδος μέν, ᾤετο δὲ ἠδικῆσθαι. τοῦτο δὴ πείσας αὑτὸν ἐχθρὸς ἦν. εἰ δὲ οὐκ ἦν, κἂν ἐξελάλησέ τι τῶν οἰσόντων ἐμοὶ ζημίαν.
5καὶ τὴν Αὐξεντίου δὲ περὶ τούτων πρός με σιωπὴν τῆς Τύχης δῶρον νομιστέον, ὅτι οὐδὲν εἰδέναι ἀξιῶν
ἄνθρωπος, ὃ μὴ καὶ ἐμὲ δεῖν, τοῦτό γε ἄρρητον ἐποι‐ ήσατο.
Or
.

1

.

177

ὁ μὲν δὴ βασιλεύς, ὥσπερ τις θηρατὴς ἁμαρτάνων θηρίου, δεινῶς ἤχθετο, κινεῖται δὲ κίν‐ δυνος ἐκ χαλεπότητός τε δεσπότου καὶ λύπης οἰκέτου. ὑπογραφεὺς μὲν ὁ οἰκέτης ἦν, οἰωνιστὴς δὲ ὁ δεσπό‐
5της. τοῦτον δή ποτε δι’ ἐπιστολῶν ἠρόμην φαρμάκου τινὸς πέρι, τοὺς μὲν θεοὺς οὐκ εἰπών, ἰατρῶν δὲ μνησθεὶς ἀσφαλείας εἵνεκα. ταῦτα ὁ μὲν οὐ κατέκαυσε τὰ γράμματα, ὁ δὲ κτησάμενος ἐφύλαττεν, ὅπως, εἴ τί ποθ’ ὕστερον ἐπίοι δεινόν, σώζοιτο ταῖς ἐπιστολαῖς.
Or
.

1

.

178

ὡς οὖν ἐκάκου τε καὶ ἐδίωκε τὸν δεσπότην ἐπὶ τοῖς οἰωνοῖς, ἐν τοῖς γράμμασι τούτοις εἶχε τὴν πίστιν· συνήσειν γὰρ δὴ τὸν δικαστήν, ὅ,τι ἐδήλουν οἱ ἰατροί· ἐμπεσόντι δὲ εἰς τὸ δίκτυον ὁπωσοῦν ἐπέκειτ’ ἂν εὐ‐
5θὺς κεκραγὼς ὁ βασιλεύς. πολλαὶ μὲν δὴ παραινέσεις ἀπὸ πολλῶν πρὸς τὸν οἰκέτην μὴ τὸν εὐεργέτην ἀδι‐ κεῖν, εὐεργέτην δέ με ἐπεποιήκεσαν αὐτοῦ μέμψεις τε καὶ ὀργαὶ καὶ ἐπιτιμήσεις αἷς τὸν δεσπότην ἐπειρώμην ἀνείργειν, ὁ δὲ οὐκ ἀγνοεῖν μὲν ταῦτα, ἔλεγε δὲ οὐ
10μεγάλα νομίζειν, προέσθαι δ’ ἂν αὑτὸν μετὰ τῶν ἐπι‐ στολῶν. ἀπράκτων δὲ τῶν πολλῶν συμβούλων ἀπελ‐ θόντων δαίμων αὐτὸν ἃ μηδεὶς ῥητόρων, ἔπειθε, καὶ τὰ γράμματα ἀποπέμψας εἰσελθὼν ἡττᾶτο τῶν ἰσχυρῶν ἐστερημένος.
Or
.

1

.

179

καὶ τὰ μὲν περὶ τὴν πυρὰν ἐκείνην
ἐλελωφήκει τῆς Θρᾴκης ἐφ’ ἑαυτὴν τὸν ἄρχοντα κα‐ λούσης, Σκυθῶν ἅπαντα πλὴν τειχῶν κατασυρόντων, γενομένης δὲ τῆς μεγάλης μάχης καὶ τοῦ πολλοῦ φόνου
5καὶ πεσόντος ἐν μέσῳ τοῦ προθυμίᾳ μᾶλλον ἢ τέχνῃ συμβαλόντος ἔρχεται Ῥωμαίοις ὕπαρχος ἐν ὑπάρχου σχήματι τῇδε φαινόμενος, ἀρέσκοντα Ῥωμαίοις οὕτω ποιήσειν ἡγούμενος.
Or
.

1

.

180

πᾶς δὴ μικροῦ λόγον ἐποίει, μία δὲ πᾶσιν ὑπόθεσις ὁ ἤπιος ἐκεῖνος. τὰ μὲν δὴ τῶν ἄλλων ἐδέδεικτο, Ἀνδρόνικος δὲ ὁ ποιητὴς μέλ‐ λων ἀεὶ λέξειν εἰπὼν οὐδὲν ἀπῆλθεν. ἐμὲ δὲ ὁ καιρὸς
5εἰς τὸ μέσον ἐκάλει. καὶ ὁ μὲν εἷλκεν οὗ κατήγετο, τὸν λόγον, ἐν ὀλίγοις τοῖς ἀκροαταῖς φανούμενον, ἐγὼ δὲ τὸν ἄνδρα εἰς τὸ βουλευτήριον, ὡς πολυάνθρωπον. ὁμολογήσαντος δὲ γίγνεταί τι τὸ διακωλύον, καὶ ὁ πόνος ἡμῖν, ὡς ἐδόκει, ζημία.
Or
.

1

.

181

εὐθὺς μὲν οὖν βοή τε πολλὴ καὶ ἀθυμία, καὶ ἀπὸ τῆς φαυλοτέρας τύχης τῷ πράγματι τοὔνομα, μικρὸν δὲ ὕστερον ἐπῃ‐ νεῖτο τὸ δαιμόνιον πολέμου μεγίστης πόλεως ἐξελόμενον
5τὸν ποιητήν. ἃ γὰρ δὴ εἶχεν ἀνάγκην τῷ ἐπαινέτῃ διελθεῖν, τῷ λόγῳ μὲν τὸ εἰκὸς ἐφύλαττε, πόλιν δὲ οὐ ῥᾳδίαν ἐνεγκεῖν ἐποίει πολεμίαν. οὕτω τὸ δοκοῦν κακὸν ἀγαθὸν ἀπεφάνη.
Or
.

1

.

182

Οὐ μὴν ὅ γε ἐρῶ, τοιοῦτον, ἀλλὰ κακὸν καὶ δοκοῦν καὶ ὄν, κακῶν τὸ μέγιστον. τέτταρες ἄνδρες οἰκιῶν τῶν πρώτων, λαμπροὶ μὲν ἐν διδασκαλείοις, λαμπροὶ δὲ ἐν ἀρχαῖς, ἦν δὲ ἐν ταῖς ἐλπίσι τὸ μειζό‐
5νως ἐκλάμψειν, οὗτοι οἱ τέτταρες ἐν μησὶ τοσούτοις ἐτάφησαν, καὶ τοῦτο βασιλεὺς ἀγνοῶν ἔπεμπεν ἀρχὰς τοῖς κειμένοις.
Or
.

1

.

183

τούτους ἔτι μοι πενθοῦντι τὸ περὶ τὸν πόδα τὸν δεξιὸν συνέβη· περὶ οὗ ποία πόλις οὐκ ἀκήκοε τῶν ἐν ἠπείροις ἢ νήσοις; ὡς ἀπῄειν μὲν δειπνήσων λελουμένος, παύειν δέ τινα μάχην ἐπιχειρῶν
5ἐν μαινομένου τε ἀνθρώπου χερσὶν ἦν καὶ χαμαί. καὶ περιτειχισθεὶς ὁ ἵππος ὑπὸ τοῦ ὄχλου κατηναγκάσθη τῇ ὁπλῇ γυμνῶσαι τὸν πόδα τοῦ δέρματος. τούτῳ δὲ ἐπηκολούθησεν ὁ πολὺς ῥοῦς ἐπὶ πᾶν ὁμοίως μέλος χυθείς, ὥστε οὐδεὶς ἦν ὃς οὐκ ἐπέπειστό με αὐτίκα
10ἀποθανεῖσθαι, τῶν γε παρόντων, τοῖς ἀποῦσι δὲ καὶ ἐτεθνήκειν.
Or
.

1

.

184

καὶ τοῦτο μεταξὺ συνεβεβήκει θανά‐ τοιν παιδίου τε καὶ ἀνδρός, ἀνδρὸς μέν, ὅς μοι συνεῖχε τὸ ποίμνιον διακονίᾳ τε καὶ πόνοις, παιδίου δέ, ὅ μοι τὰ ἀπὸ τοῦ καμάτου λύον μετὰ ῥώμης πάλιν ἐπὶ τὸ
5κάμνειν ἦγε. τὰ μὲν δὴ Ὀλύμπια ἐποιεῖτο τῷ Ὀλυμπίῳ Διί, λόγος δὲ ὁ ποιηθεὶς εἰς τὴν πανήγυριν ἔκειτο, ἐμὲ δὲ τά τε ἄλλα ἔτηκε καὶ ἀγρυπνία.
Or
.

1

.

185

διὰ πι‐ κροῦ δὴ τοῦ θέρους τοῦδε οἶδα ἐλθών. σκληρὸν δέ
μοι καὶ τὸ ἐπὶ τούτῳ. παιδίον γὰρ ἕτερον, ὃ σὺν ἐκείνῳ τέ με ἐκούφιζε καὶ μετ’ ἐκεῖνο τὸ αὑτοῦ μέρος
5παρείχετο, γάμων εἵνεκα ἐλθὸν εἰς ἀγρόν, ἐν ᾧ καῦμά τε οὐ φορητὸν ὕδωρ τε πονηρόν, συλλέξαν νόσον, ἐπανῆκον θνήσκει. ἐπὶ δὴ τούτοις πολλάκις ἤκουσαν οἱ θεοὶ τὸ ὦ θεοὶ βοῶντος.
Or
.

1

.

186

Τὴν Τύχην δὲ αὖθις ἐπῃνέσαμεν Καρτέριόν τε καὶ τοὺς ἐπ’ αὐτὸν καταφυγόντας καταγελάστους ποιήσασαν. ὁ μὲν γὰρ ὡς ἐγκαταστήσων ἐνταυθοῖ δι‐ δάσκαλον τὸν λοιμὸν Γερόντιον γνώσει βασιλέως ἀνα‐
5λαβὼν ἦγεν εἰς Θρᾴκην μέγας ἐλπίζων ἐν βασιλείοις ἔσεσθαι, τῆς ἀνοίας δὲ αὐτοῦ πολλαχόθεν ἐξελεγχθείσης, δι’ ἣν οὐδὲ ὑβρίζειν ὤκνει τοὺς βασιλεῖ τιμίους, ὁ μὲν ὠθούμενος ἐμβὰς εἰς πλοῖον ἐπ’ Ἰταλίας ἔπλει τῆς ἀτιμίας τῆς ἑαυτοῦ μηνυτής.
Or
.

1

.

187

ὁ δὲ ὀρχηστῇ μισθώσας ἑαυτὸν ὁ σοφιστὴς εὐημερίας πραττόμενος χρυσίον, τελευτῶν φεύγων τοὺς ἀντιτέχνους τοὺς τὸν μισθὸν οὐ διδόντας εἰς Σελεύκειαν κομίζεται καὶ δεῦρ’
5ἀναβὰς ἐν σκότῳ διὰ δέος ἐπὶ τὴν κεκλεισμένην αὐτῷ πατρίδα ψηφίσμασιν ὑπ’ ἀνάγκης ἔρχεται τὸν ἠδικη‐ μένον ἱκετεύσων ῥήτορα.
Or
.

1

.

188

ἐνταῦθα ἔφη τις μέλειν ἐμοῦ τε καὶ τῶν ἐμῶν τῇ Τύχῃ. ἡ δὲ ἐπεισήνεγκε τῇ ἑορτῇ πένθος, ἡλίκον οὐ πρότερον, Εὐσεβίου τε‐ λευτήν· ὁ δὲ ἦν τῶν ἐμῶν ἀγαλμάτων τὸ κεφάλαιον,
5ὥστε ᾤμωξε μὲν ἡ γῆ τεθνεῶτος, ᾤμωξαν δὲ αἱ νῆσοι·
καὶ γὰρ ἀφῖκτο πανταχοῖ λόγος τρόπων τε πέρι τῶν ἐκείνου καὶ λόγων ἡγοῦντό τε οὐδένα ἐκείνῳ προσό‐ μοιον ὑπὸ τῆς ἀκτῖνος ἐφορᾶσθαι τοῦ θεοῦ.
Or
.

1

.

189

καὶ διείλεγμαι δέ, ἴσως οὐ φαύλως, περὶ αὐτοῦ λόγον ἀπελθόντι ποιήσας, ὥστε εἶναι τοῖς ἔπειτα μαν‐ θάνειν, οἷός τις ἦν. τὸ δ’ οὖν τῆς λύπης μέτρον
5ἐξεπίσταται Εὐμόλπιος, ὅς μοι παρακολουθῶν ἐπανή‐ γαγε τὸν νοῦν ὑπ’ αὐτῆς ἐξελαυνόμενον διεξιών, ὁπόσον τι ἀνθρώπῳ τὸ παραφρονεῖν κακόν.
Or
.

1

.

190

Τί δ; τὰ περὶ τὸν Σαβῖνον οὐ καλ; τάχ’ ἂν ἔροιτο ἡ Τύχη· πάνυ γε. ὁ δὲ ἦν μὲν ἀεὶ κακὸς πᾶν ἂν χρημάτων εἵνεκα γινόμενος, ἥδιστ’ ἂν παρὰ βασιλέως εὑρόμενος ἐξεῖναί οἱ πλοῦτον ἀπὸ τά‐
5φων ἀγείρειν· ἐξηπατήκει δὲ τοὺς πολλοὺς καὶ ἦν ἐν δόξῃ τὰ πρῶτα βελτίονι, ὥστε καὶ ἦσαν οἳ περιῄεσαν τὰ κάλλιστα αὐτῷ τῶν ὀνομάτων ἀνατιθέντες.
Or
.

1

.

191

ὁ δὲ οὐκ ἄρα ἦν ἀγαθὸς ἥ τε σοφία αὐτοῦ πιστευθέντα ἀδικῆσαι τὰ μὲν τέχνῃ, τὰ δὲ καὶ ἀναιδείᾳ, ὥστε ἤδη τι λαβών, ὡς ἀποδώσων, ἐν μέσῳ μυρίων ὀμμάτων,
5εἶτα ἠρνήσατο ἐπί τε δικαστὴν ἧκε τῶν ἅπαντα εἰδό‐ των ἀποθαυμαζόντων, λόγου δὲ ἀπορῶν, οὐκ ἔχων κρατῆσαι τοῦ δικαίου, πλασάμενος σκοτοδινιᾶν ἐξελθών,
ὡς δὴ εὐθέως ἥξων αὖθις ἐπὶ τὴν δίκην, ἀναβὰς ἐπὶ τὸν ἵππον ἔρρωτό τε καὶ ἤλαυνε καὶ λαβόμενος τῆς
10κλίμακος ἐπὶ τραύματα τοὺς οἰκέτας ἔταττεν.
Or
.

1

.

192

ἀλλ’ ὅμως οἱ κολακεύοντες καὶ ὣς ἦσαν κόλακες καὶ ἐφε‐ νάκιζον, μέχρι δὴ καὶ ἐπ’ αὐτοὺς ἐκείνους τραπόμενος ἐχρήσατο καὶ ἐνταῦθα τῇ φύσει, ὥστε καὶ οἵδε συνε‐
5χώρουν εἶναι ἀνθρώπων Σαβῖνον ἀδικώτατον, καὶ νῦν ταὐτὸν ἀπὸ γλώττης ἁπάσης ἐστὶ λεγόμενον νενικῆσθαι τὸν Εὐρύβατον. οὐκοῦν οἷς ὀφείλει δίκην μείζω δέ‐ δωκε νῦν ἢ εἰ ἐτεθνήκει. ποθεινότερον γὰρ παρά γε ὀρθῷ κριτῇ μηκέτ’ εἶναι ἢ ζῆν ἐν ὀνείδεσιν. ἀλλ’ οὐ
10Σαβίνῳ γε φαίης ἄν.
Or
.

1

.

193

οὐκοῦν καὶ τοῦτο δίκη. χθές τις ἧκε στρατιώτης γράμματα βασιλέως κομίζων ὀργῇ δικαίᾳ γεγραμμένα, καὶ ἦν ἐν τοῖς γράμμασιν ἄτιμόν τε αὐτὸν εἶναι καὶ ἀποτῖσαι διπλάσιον, τοῦ
5πρώτου δὲ αἰσθομένου πολλοὺς εἰδέναι ποιήσαντος ἡδονὴ μισθὸν ἐποίει τῷ στρατιώτῃ, καὶ ἦν εὐεργέτης.
Or
.

1

.

194

τοῦτό μοι πολλῶν δίκη παραμυθουμένου με τοῦ δαίμονος. καὶ τοῦτο μὲν ἀντὶ τῶν εἰς τὸν ἐμὸν μὲν
ἀνεψιὸν ἕνεκεν, αὐτοῦ δὲ κηδεστήν, ὃν ἐξέβαλε τῶν ὄντων, ὥστε εἶναι τὸ δεῖπνον ἐκείνῳ φακῆν, τοῦτο δὲ
5ἀντὶ τῆς ἐν ἀγρῷ τῆς γυναικὸς τελευτῆς, ᾗ μία μὲν νύξ, μία δὲ ἀπέχρησεν ἡμέρα. ᾔδει καὶ τὰ περὶ τὴν τοῦ νεκροῦ κεφαλὴν ἡ Τύχη, ἣν ἀπεκάλυψέ τε Σαβῖ‐ νος καὶ ἐμὸν ἔργον οὖσαν ἐπειρᾶτο δεικνύειν, ἐπιστολῇ ψευδεῖ τοῦτο μηχανώμενος. καὶ ᾤετο μέν με πτήξαντα
10χωρήσειν εἰς σπονδάς, συμπλακέντος δὲ μάλα γενναίως ἔξω τε ἦν αὑτοῦ καὶ ἱκέτευε.
Or
.

1

.

195

Καὶ τούτου οὖν ἰστέον τῇ Τύχῃ χάριν καὶ πρὸ τούτου γε ἐκείνου· καὶ γὰρ αὖ πρὸ τοῦδε γέ‐ γονεν. ὁ νόμος ἐπολέμει τῷ νόθῳ κληρονομεῖν οὐκ ἐῶν, ἀνελὼν παλαιὸν νόμον ποιοῦντα κληρονόμον.
5φίλων μὲν οὖν ἦν ἀφθονία μοι δικαίων, οἳ δώσειν ἃ λάβοιεν ἔμελλον, τοὺς δὲ τοῖς ὧδε δρωμένοις ἐπιθη‐ σομένους ἦν οὐ ῥᾴδιον διαφυγεῖν γραφομένους τὴν ὁδὸν τῆς κτήσεως, ὡς ἀδικοῖ τὸν νόμον.
Or
.

1

.

196

χρηστῷ δὴ βασιλεῖ τῆς ἡμετέρας βουλῆς εἰς τοῦτο χρησαμένης τῶν τε βασιλεῖ φίλων αἰτησάντων ἐπαινεσάντων τὴν χάριν νεύει τε ὁ καθήμενος, καὶ ἠνείχετο τῆς δωρεᾶς
5ὁ νόμος, ᾧ τε μάλιστα τὴν ψυχὴν ἐβαρυνόμην, ἐλέλυτο τῶν ἐμῶν εἰς τὸν ἐμὸν ἐλευθέρως τε ἡξόντων ἐν βεβαίῳ τε μενούντων. ταυτὶ δὲ πεπεισμένον ἀφεῖναί τε τὴν ψυχὴν ἐλθεῖν τε εἰς Αἵδου πῶς οὐκ ἂν εὐ‐ δαίμονος εἴη;
Or
.

1

.

197

Ἐν οὖν τῇ ἀπὸ τούτων εὐφροσύνῃ διάγοντι πνεῦμα πολέμιον ἐπελθὸν ἐκβάλλει μὲν τὴν ἡδονήν, ἀντεισάγει δὲ τραῦμα, οἷον οὔπω πρότερον. ἦν μοι ἀδελφὸς νεώτερος οἰχομένου τοῦ πρεσβυτέρου, μέσος
5γὰρ δὴ ἦν ἐγὼ κατὰ τὸν τόκον ἀμφοῖν. οὗτος πρό τε τῆς ἀποδημίας μοι συνέζη, καὶ ἐπειδὴ παρὰ Βιθυνοῖς ἐκαθήμην, ἦλθεν ἵππον ἐλαύνων μέγα ποιούμενος ἰδεῖν ὑπ’ ἐμοῦ νεμομένους παῖδας.
Or
.

1

.

198

ἔπειθ’ ὁ μὲν ἐπαν‐ ῆλθεν οἴκαδε, ἐγὼ δὲ ὑπ’ ἀνάγκης τῆς τοῦ κρατοῦν‐ τος ἦν αὖθις, ὅθεν δὴ καὶ ἀπῆλθον· οὗ δὴ πάλιν ἀδελφὸς ἀναφαίνεται καὶ χρόνου δὴ προϊόντος λόγοις
5τε πολλοῖς καὶ παρακλήσεσιν ἀναστήσας ἄγει τέ με οἴκαδε καὶ συνέζευκτο. καὶ ὁπότε δὴ κάμνοι τὰ ἄρθρα, πικρά μοι τὰ τῆς τραπέζης ἦν.
Or
.

1

.

199

οὗτός ποτε συν‐ δειπνῶν ἀρχομένου χειμῶνος πληγεὶς μεταξὺ ῥεύματι τὴν κεφαλήν, βοήσας οἷα εἰκός, χερσὶν οἰκετῶν ἄγεται πρὸς τὸ δωμάτιον, καὶ ἅμα ἡμέρᾳ ἧκέ τις ἀγγέλλων
5τοῖν ὀφθαλμοῖν αὐτῷ τὸν ἕτερον οἴχεσθαι ῥυέντος ἐπ’ αὐτὸν ἀπὸ τῆς κεφαλῆς ὕδατος, ἔπειτ’ οὐ πολλαῖς ἡμέραις ὕστερον ἐπικλύζεσθαι 〈καὶ〉 τὸν δεξιὸν ἤκουον.
Or
.

1

.

200

καὶ ἦν πάντα τὰ πρὸ τοῦ δοκοῦντα ὑπέρδεινα μικρά τε καὶ κοῦφα πρὸς τοῦτο ἐξεταζόμενα, καὶ οὐδὲν ὧν ἔπραττον, ἄνευ δακρύων ἐπράττετο, ἐπεὶ καὶ λό‐ γων μοι δεικνυμένων, ἦν γὰρ ἀνάγκη, μετὰ τῆς φωνῆς
5ἔρρει τὰ δάκρυα, καὶ ἐθαύμαζέ γε οὐδείς, οὐδεὶς γὰρ ἦν ὃς οὐχ ὅθεν ταῦτα ἦν, ἠπίστατο. δάκρυα ἐν λου‐ τρῷ, συμβουλὴ γὰρ ἦν ἰατρικῆς λουτρόν, δάκρυα ἐν δείπνῳ· τοῦ γὰρ δὴ πρὶν συνδειπνοῦντος ἀπεστερήμην συνόντος ἐπὶ τῆς κλίνης, παρὰ τῆς ἐν τῇ ἡμέρᾳ νυκτὸς
10τῇ νυκτὶ παραδεδομένου.
Or
.

1

.

201

πολλαὶ μὲν δὴ χεῖρες ἰατρῶν, μυρία δὲ φάρμακα, πλείω δὲ περίαπτα. ἔπειτ’ ἔδοξε τὰ μὲν ἄλλα χαίρειν ἐᾶν, καταφεύγειν δὲ ἐπί τε βωμοὺς καὶ ἱκετείας καὶ τὴν τῶν θεῶν ἰσχύν· οἷ δὴ
5καὶ αὐτὸς οἰχόμενος ἔκλαιον, καὶ τοῦτο ἡσυχῆ, οὔτε
γὰρ οἷός τ’ ἦν ἰδεῖν οὔθ’ ὅλως χρῆσθαι λόγῳ πρὸς τὰ ἀγάλματα, τοῖς γόνασι δὲ τὼ χεῖρε περιθεὶς καὶ ἐπ’ αὐτοῖν τὴν κεφαλὴν βρέξας θοιμάτιον τοῖς δάκρυ‐ σιν ἀπῄειν. τὸν δὲ οὔτε ὁρᾶν οὔτε μὴ ὁρᾶν φορητὸν
10ἐγίγνετο νῦν μὲν τοῦ πόθου, νῦν δὲ τῆς ὄψεως τοῦτο ποιούσης.
Or
.

1

.

202

καί ποτε δείλης βιβλίων ἐγγύς μοι κειμένων καὶ ἰατροῦ γέροντος παρακαθημένου ἐρόμενος ὃ ἠπιστάμην, εἰ τυφλός μοι γέγονεν ἀδελφός, τῶν φρενῶν τε ἐξώσθην καὶ οὐκέτ’ εἶχον οὐδὲν ὧν τέως
5ᾔδειν εἰδέναι οὔτε οὗ κατεκείμην οὔθ’ ὅ τι εἰρήκειν οὔθ’ ὅ τι χρὴ ποιεῖν οὔθ’ ὅ τι μή.
Or
.

1

.

203

πειρωμένου δέ με ἐπανάγειν τοῦ γέροντος καὶ αὖθις ποιεῖν ὑγι‐ αίνειν, λόγῳ γε ὃν ἐτύγχανον συντιθείς, κελεύσαντος προσθεῖναί τι, τὸ γραμμάτιον ἀναιροῦμαι μὲν καὶ ἐνε‐
5χείρουν, εἰς ἄγνοιαν δὲ τῆς ὑποθέσεως καταστὰς ἀπ’ οὐδενός τε τῶν γεγραμμένων ἐμαυτὸν ἔχων διδάξαι, τί ποτε ἦν μοι βουλόμενος ὁ λόγος, τὸ μὲν ἔρριψα, πρὸς δὲ τὸν ἰατρὸν εἰπών, ὡς οὐδὲν ἔτ’ εἴην, ἐκείμην ῥᾴων καὶ οὐκ ᾐσχυνόμην ἐπὶ τοῖς τοιούτοις μανείς.
Or
.

1

.

204

οὐ γὰρ οἶδ’, ὅ τι ἂν τούτῳ παρεξετάσας κακόν, καίτοι μυρίοις βεβλημένος, ἢ μεῖζον ἢ ἴσον εὗρον ἄν. ὥστε καὶ ᾐτιώμην τοὺς δαίμονας, ὅτι μὴ θάνατος ἀντὶ τοῦ παρόντος ἐπῆλθεν. οὐδὲ γὰρ τῶν μοι γενομένων
5ἀγαθῶν ἔσθ’ ὅ τι ἂν ἀντίρροπον αὐτοῦ δόξειε. ποία
γὰρ ἐπίδειξις; τίνες εὐφημίαι; τίς κρότος; τίνες ἐκ βασιλέων τιμαί; πλοῦτος μὲν γὰρ οὐκ ἐγένετο, καὶ τὸν Γύγου δὲ νικῶν ἡττᾶτο ἂν τοῦ πάθους.
Or
.

1

.

205

Καίτοι καὶ ἐν αὐταῖς ταύταις ταῖς τοῦ πάθους ἡμέραις ἀπ’ ἔργου τοῦδε θαυμαστὸς ἐδόκουν εἶναι καὶ ἅμα μακάριος. ἀπολελαύκει μὲν οὐ χρηστοῦ τοῦ χει‐ μῶνος ἡ γῆ, μετριωτέρα δὲ οὐδὲν ἡ μετ’ ἐκεῖνον ὥρα.
5καρπῶν δὲ τῶν μὲν οὐδ’ ἀναφύντων, τῶν δὲ ὡς ὀλι‐ γίστων καὶ οὐδὲ αὐτῶν ὑγιῶν, ἐκεκίνητο μὲν ἐπὶ τὴν βουλὴν ὁ δῆμος οὐδενὶ δικαίῳ, οὐ γὰρ δὴ ὄμβρων ἡ βουλὴ κυρία, σῖτον δὲ οἱ ἄρχοντες πανταχόθεν ἐκά‐ λουν, αἱ τιμαὶ δὲ τοῖς ἄρτοις ἐπὶ τὸ πλέον ἧκον.
Or
.

1

.

206

Φιλάγριος δέ, ἀνὴρ ἐνδοξότατος, ἐπὶ τὸν μείζω θρόνον ἥκων, κρείττω μὲν οὐκ ἔχων τὰ πράγματα ποιῆσαι, ἀγαπῶν δέ, εἰ μὴ φαυλότερα, παρεκάλει μὲν τὸ τῶν σιτοποιῶν ἔθνος εἶναι δικαιοτέρους, ἀνάγκας
5δὲ οὐκ ᾤετο δεῖν ἐπάγειν, δεδιὼς τὴν ἐπὶ πλεῖον ἀπόδρασιν, ᾧ ἂν εὐθὺς ἐβαπτίζετο τὸ ἄστυ, καθάπερ ναῦς ἐκλιπόντων τῶν ναυτῶν.
Or
.

1

.

207

ἐνταῦθα οἱ τῇ δόξῃ τῶν ἐν ταῖς ἀρχαῖς ῥηγνύμενοι τὸν ἄνδρα ὁρῶν‐ τες ἰσόθεον νομιζόμενον αἰτιῶνται οἱ δυσσεβεῖς, τὴν περὶ τὸ πρᾶγμα σοφίαν οὐ σοφίαν εἶναι λέγοντες,
5πρᾶσιν δὲ ὀφειλομένης ὀργῆς. ἐγὼ μὲν οὖν αὐτός τε ἐγέλων ἐκεῖνόν τε ἠξίουν. ὁ δὲ τὴν πρώτην πειθό‐ μενος ἐπειδὴ χωροῦσαν ἑώρα τὴν ἀπάτην, πάσχει τέ
τι καὶ ἧκεν ἐπὶ μάστιγας, οὗ πλεῖστοι τοῦτο ἔμελλον ὄψεσθαι.
Or
.

1

.

208

ὁ μὲν δὴ ἐπὶ τοῦ ζεύγους καθήμενος ἠρώτα παίων ἅμα, τῇ περὶ τίνα ἀνθρώπων δαπάνῃ τοιοῦτοι περὶ τὸν ἄρτον ἀναγκάζοιντο εἶναι. τῶν δὲ οὐδὲν εἰπεῖν ἐχόντων προβεβήκει μὲν ἐπὶ σῶμα ἕβδο‐
5μον, οὐδὲν δὲ εἰδὼς ἐγὼ προσῄειν τὰ εἰωθότα πο‐ ρευόμενος, κτύπου δὲ πληγῶν αἰσθόμενος τῷ δήμῳ κεχαρισμένων, ὃς ἐκεχήνει πρός τε τὸ αἷμα καὶ τὰ νῶτα, θέαμα ἐπιστὰς εἶδον πικρόν τε καὶ τοῖς ἐμοῖς οὐκ ἀνεκτὸν ὄμμασιν, οὐ μὴν εἰς ἀναβολήν· ἀλλ’
10εὐθὺς ταῖς ἐμαυτοῦ χερσὶ διατεμὼν τὸν ὄχλον σιγῇ μὲν μεμφόμενος μέχρι τοῦ τροχοῦ προσῄειν, ἐκεῖ δὲ λόγοι τε πολλοὶ καὶ οὐκέτι σιωπὴ τοῖν δυοῖν ἁπτο‐ μένου μόνοιν, ὡς οὔτε ἠδικήκασιν οἱ ἐν ταῖς πληγαῖς εἴ τε οὐ λήξει τὸ τῆς ὀργῆς, ὄψεταί τις ἡμέραν τὴν
15ἐπιοῦσαν, οἵαν οὐκ ἂν βούλοιτο.
Or
.

1

.

209

ταυτὶ δὲ δίκαια μὲν καὶ λυσιτελοῦντα τῷ τε ἄρχοντι τῇ τε πόλει, θά‐ νατον δέ, ὡς ἡ κοινὴ δόξα τῶν παρόντων, ἔχοντα τῷ λέγοντι, μαχόμενά γε τῇ τοῦ ὄχλου βουλήσει. καὶ γὰρ
5δὴ καὶ λίθοι ἦσαν οὐκ ἐν ὀλίγων χερσίν, εἴ τις ἐξαι‐ τήσεται· οἳ ὅπως οὐκ ἐπὶ τοῖς πρώτοις ἐπέτοντο ῥή‐ μασι, θαῦμα ἦν.
Or
.

1

.

210

ἔπειτα θαῦμα ἕτερον, ὅπως οὐ καὶ συνεῖπον οἱ οὕτως ἡσυχάσαντες. τουτὶ δὲ ἔργον ἀνθρώπων μὲν οὐδενός, θεοῦ δέ τινος καὶ Τύχης, ἀφ’ ὧν καὶ θαλάττης μανία κοιμίζεται. ἐντεῦθεν
5εὐεργέτης ὠνομαζόμην τῶν τε οὐ βασανισθέντων τοῦ τε ἐπὶ τῆς ἀρχῆς τῶν τε ἐνοικούντων τοῦ τε τῆς πό‐ λεως σώματος, τῶν μὲν οὐ πεινασάντων, τῆς δὲ οὐ κατακαυθείσης, τοῦ δὲ σχοινία διαφεύγοντος.
Or
.

1

.

211

Οὓς δὲ ταῦτα ἀπέπνιγεν, ἐπένθουν. κακὸν δὲ αὐτοῖς οὐ τόδε μόνον, ἀλλὰ καὶ ἕτερα μυρία τιμὴν ἔχοντα μεγάλην, ἐπεὶ καὶ τοῦ νόμου κατεβόα μὴ δι‐ δόντος οἱ βαδίζειν οἴκαδε ὡς ἐμέ· ᾧ πολλῷ μὲν ἐχρῆτο
5ὁ Ἠπειρώτης ἐκεῖνος, πλείονι δὲ ἢ ἐκεῖνος ὁ ἐκ Κύρου· τῷ μὲν ὄνομα Πελάγιος, Μαρκελλῖνος δὲ τῷ προτέρῳ. πλεῖστα ἀνθρώπους εὖ ποιήσας τόνδε οἶδα τὸν χρόνον τῶν μὲν ἐν χρείᾳ φαρμάκων ὄντων ἐπ’ ἐμὲ καταφευγόντων, ἐμοῦ δὲ αὐτοῖς διὰ τῶν ἐπὶ τῆς ἀρ‐
10χῆς ἰωμένου τὰς πληγάς.
Or
.

1

.

212

Πρόκλου δὲ μνησθεὶς χειμῶνός τε μέμνημαι καὶ αἰγίδος καὶ πληγῶν καὶ αἵματος. ἦν μέντοι τι καὶ ἐνταῦθα ἀγαθὸν ἐμοί, τὸ τοῖς δρωμένοις τούτοις καὶ ἄχθεσθαι καὶ δοκεῖν· οὐδὲ γὰρ ᾔειν ὡς αὐτόν, ὃ
5πρὸς οὐκ ὀλίγους ἐπεποίητό μοι τῶν ἐπὶ τῆς αὐτῆς τάξεως. εὐδοκίμουν οὖν τῷ μίσει τῷ τε ἐμῷ πρὸς
ἐκεῖνον τῷ τε ἐκείνου πρὸς ἐμέ, τῷ μὲν ἐμῷ φανερῷ, τῷ ’κείνου δὲ βουλομένῳ μὲν λανθάνειν, ἀδυνα‐ τοῦντι δέ.
Or
.

1

.

213

Καὶ συμβαίνει δὴ τελευτῆσαί μοι τὸν ἀδελ‐ φὸν ἐκεῖνον, ὃν ὥσπερ νέον τε καὶ εὐδαιμονίας ἐστε‐ ρημένον ἐπένθουν οὐκ ἀνεχόμενος τῶν ἐκ τῆς περὶ τὰ ὄμματα τύχης φερόντων τὴν παραμυθίαν.
Or
.

1

.

214

κακὸν δὲ ἕτερον σεισμὸν ἐπενεγκὸν τῇ τέχνῃ, φυγὴ μὲν ἀπὸ τῆς τῶν Ἑλλήνων φωνῆς, πλοῦς δὲ ἐπ’ Ἰταλίας ζη‐ τούντων κατ’ ἐκείνους διαλέγεσθαι· τοὺς γὰρ δὴ
5λόγους τῶν λόγων γενέσθαι δυνατωτέρους καὶ εἶναι μετ’ ἐκείνων δυνάμεις τε καὶ πλούτους, ἐν δὲ τοῖς πλὴν αὐτῶν οὐδέν. οὐ μὴν ἐπειθόμην γε ταῖς περὶ τοῦ με δεῖν λιπεῖν τὴν τάξιν παραινέσεσιν, ἀλλ’ οὐκ ἠγνόουν μέν, οἷ τὸ πρᾶγμα ἀφῖκται, δίκαιος δὲ ὅμως
10ἠξίουν εἶναι περὶ αὐτό, οὐδὲ γὰρ μητέρα ἀτυχοῦσαν ἀφεῖναι ἂν ἔρημον, τοῦτο δὲ οὐκ ἀτιμότερον.
Or
.

1

.

215

καὶ ἐν αὐτῷ δὴ τῷ τῆς κακοπραγίας χρόνῳ διδάσκαλοι παρ’ ἡμῖν ῥητορικῆς ἐξετράφησαν, ὧν πολλοὶ μὲν διασπαρέντες κατέσχον τὴν Ἀσίαν, εἷς δέ τις τὸ τῆς
5Εὐρώπης ἄκρον, ἐφ’ οὗ πόλις ᾤκισται 〈ἡ〉 μεγάλη τρυ‐ φῶσα τῷ Βοσπόρῳ.
Or
.

1

.

216

Τῆς δ’ αὖ τῶν θεῶν ἐπικουρίας καὶ τὸ ῥη‐ θησόμενον ἀπόδειξις. ἐξιόντι μοι τοῦ βουλευτηρίου μετὰ τοὺς εἰωθότας πόνους ἐπὶ τοῦ ἵππου τοῦ μικροῦ φερομένῳ πρός τε τὴν θύραν ἀναβεβηκότι τὴν
5νέαν ἀπαντᾷ ζεῦγος ὀρέων εἰς ἀναστροφὴν περιαγο‐ μένων, καὶ ὁρῶν τὸ ζεῦγος ὁ ἵππος ἔδεισε μικρὸν δὴ γενέσθαι σφίσι τῶν προσώπων τὸ μέσον, καὶ οὔτ’ ἀναστρέψαι ἦν τῷ ἵππῳ διὰ τὴν στενότητα οὔτε ἐξελ‐ θεῖν διὰ τὸν φόβον. λοιπὸν οὖν κατὰ τῶν νώτων
10κατενεχθέντα τὸν ἵππον ἔχειν ὕπτιον ὑπὸ τοῖς νώτοις ἐμὲ καὶ τὸ μὲν ἄλλο ὧδε κεῖσθαι, τὴν κεφαλὴν δὲ ἔξω τοῦ ἵππου πεσοῦσαν καὶ τοῖς ἐν μέσῳ τῶν κιόνων λίθοις ἐνραγεῖσαν δεικνύναι τὸν ἐγκέφαλον.
Or
.

1

.

217

ἦν οὖν βοὴ τῶν τε ὀρεωκόμων τῶν τε ἐν τῷ βουλευτηρίῳ, τῶν μέν, ὡς ἐπ’ ἀκουσίῳ τῷ κακῷ, τῶν δὲ ἀλλή‐ λους ἀμύνειν παρακαλούντων· καὶ οἱ μὲν ὄπισθεν
5ἀνεῖχον τοὺς πόδας χερσὶ πολλαῖς, ὁ δὲ οὐ κατὰ τὴν ἑαυτοῦ φύσιν τάς τε χεῖρας ἀνέσχε καὶ ἡσύχαζε τρέ‐ μων. ἄμφω δὴ τούτω 〈τῆσ〉 θεοῦ νομιστέον, τό τε τῶν ἀνθρώπων τό τε τοῦ ἵππου.
Or
.

1

.

218

Χειμῶνος δὲ ἀρχομένου πολλαί τε πολλαχόθεν ἀγγελίαι τελευτὰς ἑταίρων μηνύουσαι καὶ παρ’ ἡμῖν ἐκφορὰ νεανίσκου λύπην, ὁπόσην τῷ πατρί, πολλοῖς ἐνεγκοῦσα καὶ πολιτῶν καὶ ξένων κατά τε τὴν αὐτοῦ
5τοῦ τεθνεῶτος καλοκἀγαθίαν καὶ τὴν εἰς ἅπαντας τοὺς ἐν ταῖς χρείαις τοῦ οἴκου χρηστότητα.
Or
.

1

.

219

νοσοῦντος δὲ ἔτι τοῦδε Ῥιχομήρης ἔρχεται στρατηγός, ἱεροῖς τε καὶ θεοῖς προσκείμενος ἄνθρωπος, ὃς ἤρα μέν μου καὶ πρὶν ἰδεῖν, ὡς τότε ἐδιδασκόμεθα, ἰδὼν δὲ πάντα
5τἄλλα ἀφεὶς εἴχετό τε καὶ ἐδεῖτο φιλεῖσθαι καὶ εἰ τοῦδε τύχοι, τοῦ μεγίστου ἂν ἡγεῖσθαι ἔλεγε τετυχηκέναι. γενομένης δὲ ἡμῖν φιλίας τοῖς οὐ φιλοῦσιν ἡμᾶς ἀνι‐ αρᾶς ἔρχεταί τε ὡς βασιλέα καὶ μέλλων τελεῖν εἰς τὸν τῶν ὑπάτων χορὸν διπλοῖς με ἐκάλει γράμμασι,
10τοῖς μὲν αὑτοῦ, τὸ τῶν ἄλλων ποιῶν, τοῖς δὲ τοῦ βασιλέως, ὃ οὔπω πρόσθεν ἐγεγόνει.
Or
.

1

.

220

ἐγένετο δὲ αὐτῷ καὶ παρ’ ἡμῶν λόγος ἐπαινεῖν αὐτὸν βουλόμενος, εἰ μέν τι πλέον τῶν παρὰ τῶν ἄλλων ἔχων, οὐκ οἶδα, οἷς δ’ οὖν εἶχον, καὶ αὐτὸς ἐτίμων τὸν στρατηγόν.
5λέγεται δὲ καὶ ἐρωτώμενος ὑπὸ τοῦ χρηστοῦ βασιλέως, ὅτῳ δὴ μάλιστα τῶν τῇδε ἡσθείη, τοὐμὸν εἰπεῖν ποι‐ ῆσαί τε ἐρῶντά μου τὸν ἄνδρα μᾶλλον ἐρᾶν φάναι τε καὶ τῆς δεῦρο ἐπιθυμεῖν ὁδοῦ ἐμοῦ χάριν.
Or
.

1

.

221

Τοῦτο μὲν δὴ τοιοῦτον. εἰ δὲ καὶ τὸ εὐχῆς τυχεῖν εὐτυχές, εὐξάμην λῆξαι Πρόκλον τῆς ἀρχῆς, ἣν τυραννίδα ἀπέφηνε. καὶ οὐ μάτην γε εὐξάμην, ἀλλ’ οἱ θεοὶ τοῦτό τ’ ἔδοσαν καὶ προσέθεσαν τὸ καὶ σὺν
5ἀσχημοσύνῃ. δραπέτης γὰρ δὴ ἦν, αὐτὸς ἑαυτὸν ἐλαύ‐ νων· τοιαῦτα ἑαυτῷ συνῄδει.
Or
.

1

.

222

καὶ ὁ Ζεὺς ἐρρύετο τῶν ὀφθαλμῶν ἐκείνου τὴν ἑορτὴν 〈τὴν〉 ἑαυτοῦ. καὶ γὰρ ἐτύγχανεν αὐτῷ τὴν δάφνην φόνῳ τε πολλῷ καὶ αἵματι μιάνας. καί μοι ἐδόκουν αὐτόν, ὥσπερ κύνες ὑλακτοῦ‐
5σαι, φεύγειν καταναγκάζειν αἱ τῶν 〈ὑπ’〉 αὐτοῦ πε‐ σόντων ψυχαί, δόξαν ἀεὶ παρέχουσαι δήξεσθαι. τού‐ των οὐχ ὑπῆρξέ μοι τῶν Ὀλυμπίων μετασχεῖν, ὅτε δὴ καὶ τὸν λόγον ὃν ὕφηνα μέν, οὐκ ἐπέδειξα δέ, φέρων ἀνέθηκα τῷ Διί, στύρακος ἅμα ὀσμῇ θεραπεύ‐
10σας τὸν θεόν.
Or
.

1

.

223

τὸν μὲν δὴ τῆς ἀρχῆς ἐκείνης χρόνον πάντα ἐπεβουλευόμην ὑπὸ τῶν αὐτῷ χρωμένων, αὐτὸς οὐ χρώμενος, ἐδόκουν δέ τισιν εἶναι φιλοκίνδυνος, οὐ δεδιὼς τοὺς ἐκείνου κεραυνούς, θεῶν δέ, οἶμαι,
5βοηθούντων ὑπ’ ἐκείνων τε δεινὸν οὐδὲν σὺν παρρη‐ σίᾳ τε ζῶντες καὶ τῶν πραττομένων ἐπιλαμβανόμενοι πλείοσιν ἢ καὶ πρόσθεν ἠγωνισάμεθα λόγοις, οὐδο‐ τιοῦν εἰς Πρόκλον ἀνηλωκότες χρόνου, πολὺν δέ γε ἕτεροι παρεστῶτες, παρακαθήμενοι, κολακεύοντες,
10αἰτοῦντες, λαμβάνοντες, χρηματιζόμενοι· ὧν οὐδὲν ἐμοὶ ποιοῦντι ποιεῖν τε ἐνεγίγνετο λόγους φέρειν τε εἰς συλλόγους.
Or
.

1

.

224

καίτοι πολλαὶ μὲν ἐγίγνοντο πρε‐
σβεῖαι περὶ εἰρήνης, πολλαὶ δὲ ὑποσχέσεις, ἀλλ’ οὐ προὐδίδουν γε αὐτοῖς ἐμαυτὸν οὐδὲ ἀνεπειθόμην. τοιγαροῦν ἐπῃνούμην τε καὶ ἀνὴρ εἶναι ἐδόκουν ἔν
5τε ἠπείροις καὶ νήσοις, δεῖγμα τρόπου βελτίονος ἐκ‐ φέρων τὴν ἀπὸ τῆς ὁμιλίας τῆς ἐκείνου φυγήν.
Or
.

1

.

225

Δοῦσα δὲ ἡμῖν ἄρχοντα ἀγαθὸν ἀντὶ κακοῦ τὸν Θεοδώρου τοῦ οὐ δικαίως ἀποθανόντος ἡ Τύχη ἔδωκε μὲν σωτηρίαν, ἔδωκε δὲ ἐλευθερίαν, ἔδωκε δὲ ἀναπνεῦσαι λυπήσασα μόνους τοὺς σοροπηγούς. ὁ δὲ
5Μουσῶν τε ἦν τρόφιμος καὶ τὴν ἀρχὴν ἆθλον εἶχεν ἐπῶν λέγειν τε ἐκ τῆς ἀρχῆς κεκωλυμένος λεγόντων ἀπολαύειν ἤθελε ταῖς τε εἰς ἐμὲ τιμαῖς παῖδα ἐμὸν ἑαυτὸν ἐπεποιήκει, ὥστ’ εἶναί μοι καὶ σὺν ὀργῇ φθέγ‐ γεσθαι, ὃ καὶ Θεοδώρῳ ἄν, εἴπερ ἐτύγχανε ζῶν.
Or
.

1

.

226

οὗτος ἐν λιμῷ κατειλήφει τὴν πόλιν. τοῦτον μείζω τὸν λιμὸν ἐποίουν αἱ κατὰ τῶν σιτοποιῶν ἀπειλαί. εἶθ’ οἱ μὲν ἀποδράντες ἔσωζον ἑαυτούς, ἄρτος δὲ οὐδαμοῦ, πυροῦ δὲ ἐλπίδες, καὶ κακῶς δ’
5ἂν ποιήσειε τὸ πεινῆν. ἡ μὲν οὖν πόλις οὐδὲν διέφερε χειμαζομένης νεώς, ἐγὼ δὲ εἰσδραμὼν παρὰ τὸν ἄρ‐ χοντα μετὰ πόνου μέν, παύω δ’ οὖν βλαβερὰν φιλο‐ νεικίαν. ἀπιστία δὲ εἶχε τοὺς σιτοποιούς, ὡς οὐχ ἁλώσονται φανέντες, καὶ ἅπασαι ὑποσχέσεις ἀσθενεῖς
10πλὴν μιᾶς τῆς ἐμῆς.
Or
.

1

.

227

ὡς δὲ εἶπον δεῖν θαρρεῖν ἐκβαλόντας τὸ δέος καὶ ἧκεν οὗτος εἰς τὰ ὄρη τε καὶ τὰς νάπας ὁ λόγος, ἦσαν πρὸ ἑσπέρας ἐν τοῖς αὑτῶν ἕκαστος, καὶ πρᾶγμα οὐκ ἂν ἐλπισθὲν ἕωθεν ἑωρᾶτο,
5δρόμος οὐδεὶς ἐπ’ ἄρτους· αἴτιον δὲ τὸ πλῆθος αὐ‐ τῶν. τοῦτο μετὰ τῆς Τύχης πεπρᾶχθαί μοι φαίην ἄν. διὸ τῶν λελειτουργηκότων χρησιμώτερος ἐκεκρίμην τῇ πόλει· τοὺς μὲν γὰρ ἐν σωζομένῃ πεποιῆσθαι τῇ πόλει τὴν δαπάνην, ὑπ’ ἐμοῦ δὲ αὐτὴν σεσῶσθαι.
Or
.

1

.

228

πάλιν τοίνυν βουλῆς κακῆς ὑπ’ ἀνθρώπῳ μεθύοντί τε καὶ ὀλέθρῳ θείσης τοὺς σιτοποιούς, ὃς ὁμοῦ μὲν ἔτυπτεν, ὁμοῦ δὲ ἔμελλε καὶ οὐ τούτους δὲ μόνον, ἀλλ’ ἔθνος
5ἅπαν, καὶ τρίτον ἐπῆν κακόν, τὸ γεγυμνωμένοις τοῖς νώτοις ἄγεσθαι διὰ τοῦ ἄστεος. τούτοις ἐγὼ μὲν ἤλγουν, ὁ δὲ ἔχαιρε καὶ κατ’ αὐτό γε τοῦτο τὸ ἀλγεῖν ἐμέ.
Or
.

1

.

229

τὴν ἀρχὴν δὲ ἦσαν οἳ ὀρθῶς ταῦτα τῇδε πράττεσθαι ἔπειθον καὶ ὡς, εἴ τις ἐκεῖνον ἀφέλοι, χείρω ποιήσει τὴν ἀγοράν. ἦν οὖν ὁ μὲν ἐν τῷ τοῦ νενικηκότος σχήματι καὶ αὐτός τε ἤσθιεν οἵ τε ταῦτα
5ἐπαινοῦντες, ἡμῖν δὲ κεκρατῆσθαί τε συνέβαινεν ἔχειν τε πλὴν ἀθυμίας οὐδέν.
Or
.

1

.

230

τῇ Τύχῃ δέ, ὡς ἔοικεν, αἰσχρὸν εἶναι ἐφαίνετο τοιαύτην νίκην τε καὶ ἧτταν περιορᾶν, καὶ τὸ πρᾶγμα μετέθηκεν οὐδὲν ἡμῶν πραγμα‐
τευσαμένων· ὁ γὰρ δὴ ἀεὶ οἴνου γέμων ἐκεῖνος ἐξέωστό
5τε τῆς περὶ τὰ τοιαῦτα ἐξουσίας οἴκοι τε καθῆστο ἐγκεκαλυμμένος πεποιημένης τε τῷ Ποσειδῶνι τῆς ἱπποδρομίας περὶ τῇ οἰκίᾳ τῇ αὑτοῦ δεδιὼς ἔτρεμε· τοσοῦτο κῦμα παίδων ἐπ’ αὐτὴν ἐφέρετο, κελεύοντες ἐμεῖν ἃ ἐδηδόκει κακῶς, καὶ αἱ δᾷδες ἐν χεροῖν. τα‐
10πεινὸν δὲ ἦν καὶ ὅσον αὐτῷ συνύβριζε πρότερον, ὅ τε ἐξηπατημένος αὑτὸν ἀπῄτει δίκας διὰ τῶν ἐν τῇ κεφαλῇ τριχῶν.
Or
.

1

.

231

Ἧκε δὲ ἐν ταῖς αὐταῖς ἡμέραις ἡμῖν καὶ τοῦ ὑπάρχου γράμματα πολλαῖς καὶ μεγάλαις τιμῶντα εὐφη‐ μίαις· ἐν αἷς καὶ τὸ πάνυ μ’ ἐθέλειν ἰδεῖν ἐνεγέ‐ γραπτο, † ὥστε τοῖς νύκτωρ ἐκτεθεικόσιν ἐκεῖνα τὰ γράμ‐
5ματα, ὅτου μὲν ἦν, οὐκ ἔλεγεν, ὅσα δὲ ἐσυκοφάντει, πένθος εἶναι τὴν ἐπιστολήν.
Or
.

1

.

232

ὀλίγαις δὲ ἡμέραις ὕστερον ὃν ἐποίησα λόγον αἰτήσαντι στρατηγῷ, καὶ γὰρ τοῦτό μοι παρὰ τῆς θεοῦ τὸ εἶναι τοὺς τὰ τοι‐ αῦτα αἰτοῦντας, τοῦτον οὖν τὸν λόγον δεικνύων εὐδο‐
5κίμουν, καὶ ἦν παραμύθιον ὁ κρότος τελευτῆς ἀνδρός, οὗ τὰ γράμματά μοι πρὸς ἐπιδείξεις συνέπραττε βελτίω τε ὄντα τῶν ἐμῶν ἃ ταῖς ὠδῖσιν ὑπήκουε, καὶ παρέ‐ χοντα τρέχειν τοῖς ὀφθαλμοῖς δι’ αὐτῶν. ἐπὶ τούτοις
ἐβοήθουν φίλοις γονεῦσι παίδων παιδευομένων ὀργήν
10τε ἄρχοντος ἐξαιρῶν καὶ λύων τινὰ δεσμῶν καὶ παρέ‐ χων οἴκαδε ἀπιέναι.
Or
.

1

.

233

Τὴν δὲ ἀπὸ τοῦ λιμοῦ καὶ ἅμα ἀπὸ τοῦ λοιμοῦ λύπην, ἐξ ὧν πολὺ τὸ θνῆσκον, οὐδ’ ἂν εἰπεῖν ὅση μοι κατέσχε τὴν ψυχήν, δυναίμην. ὅτε φόβος ἠνάγκαζε πατέρας καλεῖν τοὺς αὑτῶν παρ’ ἑαυτούς, ὥσπερ ἐκ
5πυρός, οἱ μὲν δὴ ὑπήκουον, μεῖον δὲ ἐμοὶ τὸ ποίμνιον, ἐγὼ δ’ ἔχαιρον σωζομένων ἄλλοσε ἰόντων. πάντα μέν‐ τοι τὸν χρόνον τοῦτον ἄνευ γέλωτος διῆγον ἱκετεύων θεοὺς δοῦναι μὲν καρπούς, δοῦναι δὲ ὑγίειαν. καὶ τὸ μὲν ἔδοσαν, καὶ ὁ λοιμὸς ἔστη, καρποὺς δὲ ἐλπίζειν
10μὲν ἔνι, τύχοι δὲ ἡ ἐλπὶς τοῦ τέλους.
Or
.

1

.

234

Ἀλλὰ τά γε τῶν ἡμετέρων λόγων νῦν πλέον ἢ πρότερον ἥττηται τῶν ἑτέρων, ὥσθ’ ἡμῖν καὶ φόβον ὑπὲρ αὐτῶν γενέσθαι, μὴ ἐκκοπῶσιν ὅλως, νόμου τοῦτο ποιοῦντος. γράμματα μὲν οὖν καὶ νόμος τοῦτο
5οὐκ ἔπραττεν, ἡ τιμὴ δὲ καὶ τὸ τῶν τὴν Ἰταλὴν ἐπι‐ σταμένων γενέσθαι τὸ δύνασθαι. θεοῖς δὲ ἄρα τοῖς δοῦσι τούσδε τοὺς λόγους καὶ ὑπὲρ τῆς νίκης ὧν ἔδοσαν μελήσει καὶ τοῦ τὸ κράτος ὅ ποτε ἦν ἐν αὐτοῖς, κομίσασθαι.
Or
.

1

.

235

Παρὰ τούτων δὲ ἄρα τῶν θεῶν ὑπῆρξε καὶ
ἐμοί ποτε σωτηρία πολλοῖς μὲν πρότερον ἔτεσι, λεγέσθω δέ, εἰ καὶ μὴ πρότερον, ἀλλὰ νῦν, ὁ λόγος δὲ παρὰ τὸν χρόνον οὐδὲν ἀδικήσεται. παρεφρόνει τις χειρο‐
5τέχνης καὶ τοὺς μὲν πόρρωθεν ἐτάραττεν, ἔστι δ’ ὧν καὶ ἥπτετο, χαλεπώτατος δὲ ἦν ἐμοί, καθάπερ τι πε‐ πονθὼς κακόν, καὶ ὁπότε ἴδοι με, λίθους ἀφίει καὶ ἐπεθύμει κτεῖναι βαλών.
Or
.

1

.

236

τὸ δὲ αἴτιον οὔτε τότε ᾔδειν νῦν τε εὑρεῖν οὐκ ἔχω. πρὸς δὲ τὰς βολὰς βοαὶ μὲν τῶν ὁρώντων ἦσαν, οἵας ἂν ποιήσειαν ὑπὲρ τοιούτων φόβοι, χεῖρες δὲ ἔδρων οὐδέν, αἱ δὲ
5τῶν θεῶν καὶ πάνυ, δι’ οὓς ἅπας λίθος μάταιος, τῶν μὲν οὐκ ἐφικνουμένων, τῶν δὲ ὑπερπετομένων.
Or
.

1

.

237

καί ποτε θέρος μὲν ἦν καὶ μεσημβρία, καὶ ἐκαθήμην ὑφ’ ᾧπερ εἰώθειν κίονι, τῷ Δημοσθένει προσκείμενος, παρῆν δὲ οὐδείς, οὐκ ἐλεύθερος, οὐ δοῦλος. ὁ δὲ ἦλθέ
5τε ὡς ἐμέ, καὶ ὁ λίθος ἐν τῇ δεξιᾷ. προσελθὼν δὴ ταῖς μεγάλαις θύραις, αἳ 〈οὐκ〉 ἐκέκλειντο καὶ δι’ ὧν ἦν τἄνδον ἰδεῖν, ἐπειδὴ εἶδεν ἔνδον ὄντα οὐδένα, ἀπῆλθε τὴν αὐτὴν μετὰ τοῦ λίθου, καὶ ταῦτα αὐτὸς ἑώρων οὐ κινηθείς, ὁ δὲ οὐκ ἤνεγκεν ἐπ’ ἐμὲ τὸν
10ὀφθαλμὸν θεῶν του κεκωλυκότος. ἢ οὐκ ἂν πληγῆς εἰς θάνατον ἐδεήθην δευτέρας, τοσοῦτος ἦν ὁ λίθος.
Or
.

1

.

238

τὸν τοίνυν ἐκεῖθεν εἰς τήνδε τὴν ὥραν χρόνον
δόσιν θεῶν λογίων νομιστέον. ἐφρόντισα μέντοι καὶ τοῦ σωφρονίσαι τὸν ἄνθρωπον δῆσαί τε αὐτὸν τῷ πατρὶ συμβουλεύσας καὶ μετενεγκεῖν ἐφ’ ὕδωρ ἀπ’
5οἴνου, καὶ γὰρ δὴ καὶ ἐπεπύσμην οἴνῳ νοσῆσαι τὸν ἄνθρωπον.
Or
.

1

.

239

Ἀλλ’ ἐπάνειμι δή· τῶν τις ἐμοὶ πεπλησια‐ κότων ἀνὴρ ἀεί τινας ἑστιῶν καὶ τούτῳ χαίρων ὤν τέ τις ἐν τῷ μεγάλῳ συνεδρίῳ, κιβδήλοις ὀνείρασιν ἐξαπατηθεὶς ὑπισχνουμένοις τὰ οὐκ ἐσόμενα, γελῶν
5ἅμα πρὸς πολλούς, ἅττα ἴδοι, ἔλεγε. τοῦτο προϊὼν ὁ χρόνος ἐποίησε κίνδυνον. καὶ ἀδικεῖν ἐδόκουν, ὁ μὲν οἷς εἶπεν, ὁ δὲ οἷς ἤκουσεν.
Or
.

1

.

240

ὧν εἷς τις ἐν τῷ δικαστηρίῳ καὶ ἐμὸν ὑπογραφέα κεκοινωνηκέναι τῆς ἀκοῆς ἔφασκεν, ὁ δὲ ἄρα ἐτεθνήκει, καὶ τοῦτο ἀκούσας ὁ δικαστὴς ἐξέβαλε τὸν λόγον. πάλιν ἐν τούτῳ τῷ
5θανάτῳ βασάνου μὲν ἐκεῖνος, ἐγὼ δὲ ὁδοῦ τε καὶ θορύβων καὶ πόνων οὐ φορητῶν ἀφείθην. ὁ γὰρ δὴ ἐπὶ τεθνεῶτα ἥκων τίς ἂν ἦν ζῶντος; ἔλεγε δὲ ταῦτα οὐχ ὡς τὸν νεκρὸν παραδώσων τοῖς νόμοις, ἀλλ’, οἶμαι, τι προσεδόκησε, τοῖς οὐ μετ’ αὐτοῦ δεδεμένοις τοῦ μὴ
10δεδέσθαι φθονῶν. τύχης τοίνυν ἀγαθῆς τὸ μὴ κακω‐ θῆναι συκοφαντίας ὀδοῦσιν, ἀλλὰ τοῖς ἡδίστοις τε καμάτοις καὶ εἰωθόσιν ἀντὶ τῶν οὐκ εἰωθότων διὰ τοῦδε ἐλθεῖν τοῦ χρόνου.
Or
.

1

.

241

Ἐκείνῳ μὲν δὴ τῷ χειμῶνι πέρας ἐπιεικέστε‐ ρον ἐπέθηκε βασιλεύς, οἷον οὐκ ἂν ἕτερον, ἐμοὶ δοκεῖν. θανάτῳ μὲν γὰρ οὐδένα, φυγῇ δὲ δύο, πληγαῖς δὲ οὐ πολλαῖς ἐποίησε τοὺς ἄλλους βελτίονας, ἐμοὶ δὲ
5γίγνεταί τις ἑτέρωθεν ταραχὴ τῆς ἐν τῷ διδασκαλείῳ νεότητος οὐ πάσης ἐν τῇ τάξει μενούσης, ἀλλ’ ἐν σω‐ φρονοῦντι τῷ πλείονι μοίρας τινὸς θρασυνομένης, τῷ λυπεῖν φιλοτιμουμένης ἐνδεικνυμένης, ὡς εἰ ἐθελήσουσι, καὶ πλέον τι δράσουσιν.
Or
.

1

.

242

ἐμοὶ δὲ μὴ ἀλγεῖν μὲν οὐκ ἦν, σιωπᾶν δὲ ἠξίουν, ἕως αὑτῶν ἀδικεῖν κατα‐ γνόντες ἦσαν ἐν τοῖς προτέροις. τῆς γνώμης δὲ οὐκ ἀρκούσης εἰς πίστιν προσεγένετό τι τὸ τὴν ἀνάγκην
5ἔχον, ὥστε μηδὲ βουλομένοις ἀπεῖναι ἐξεῖναι. ὅ τι δὲ τοῦτο ἦν, ἔδοξέ μοι μὴ λέγειν.
Or
.

1

.

243

Τὸ δὲ πάθος ἐκεῖνο τὸ τῆς κεφαλῆς τὸ ἀρ‐ χαῖον, ὃ βροντῆς ἔργον ἐγεγόνει, διαλιπὸν ἑκκαίδεκα ἔτη, πάλιν ἐνέκειτο καὶ ἦν χαλεπώτερον ἀρξάμενον εὐθὺς μετὰ τὴν μεγίστην ἑορτήν, ἥ γε κοινὴ τῶν ὑπὸ
5Ῥωμαίοις ὄντων, δέος τε ἦν, μὴ κατενεχθείην ἐπὶ
συνουσίᾳ τῶν παίδων καθήμενος, ἦν δὲ καὶ ἐπὶ κλίνης κειμένῳ δέος, ἡμέραι τε ἅπασαι πικραί, νυξὶ δὲ χάριν ᾔδειν τοῦ ὕπνου, φανεῖσα δὲ ἡμέρα τὸ κακὸν ἐκόμιζεν, ὥστε καὶ ᾔτουν παρὰ τῶν θεῶν ἀντ’ ἄλλου τινὸς
10ἀγαθοῦ τὸν θάνατον, καὶ πιστεύειν μὲν οὐκ εἶχον, ὡς οὐ διαφθερεῖ μοι τὸν νοῦν ἡ νόσος.
Or
.

1

.

244

οὔπω δὲ τοῦτο, ὅτε ταῦτα ἔγραφον, ἐπεπόνθειν, θαρρῆσαι δὲ ὑπὲρ τοῦ μέλλοντος οὐ παρῆν. καὶ αὐτὸ δὲ τοῦτό μοι τὸ μήπω παρὰ τῶν θεῶν, οἳ διὰ μάντεώς με αἷμα οὐκ
5εἴων ἐξάγειν φλέβα τεμόντα, καίτοι σφόδρα γε ὡρμη‐ κότα. ἔλεγε δὲ ὁ ἰατρός, εἰ ταῦτα ἐγεγόνει, διὰ τοῦ ῥυέντος αἵματος ἰσχὺν λαβόντος τοῦ ῥεύματος ἡττη‐ θεῖσαν τὴν κεφαλὴν πάντως ἄν με καὶ καταβαλεῖν.
Or
.

1

.

245

ἐν τούτοις δὲ ὄντι μοι γίνεται ὄναρ τοιόνδε· ἐδόκουν μοί τινες θύσαντες δύο παῖδε τοῖν νεκροῖν τὸν ἕτερον θεῖναι ἐν ἱερῷ Διὸς ὄπισθεν τῆς θύρας, ἀγανακτοῦντος δέ μου τῇ τοῦ Διὸς ὕβρει φάναι τινὰς
5μέχρι τῆς ἑσπέρας τοῦθ’ οὕτως ἕξειν, ἡκούσης δὲ δο‐ θήσεσθαι τάφῳ. φάρμακα δὲ καὶ μαγγανεύματα καὶ πόλεμον ἀπὸ γοήτων ἀνδρῶν ταῦτα ἐδόκει δηλοῦν.
Or
.

1

.

246

καὶ εἵπετο δὲ τὸ ἔργον, φόβοι τε ἐκεῖνοι καὶ πλὴν τελευτῆς οὐδενὸς ἐπιθυμία. ἀλλὰ περὶ τούτου λόγοι τε πρὸς τοὺς ἀεὶ παρόντας εὐχαί τε πρὸς θεούς. ἐχθρὸς μὲν ὁ λουτροῦ μεμνημένος, ἐχθρὸς δὲ
5ὁ δείπνου, καὶ φυγὴ μὲν ἀπὸ βιβλίων ἐν οἷς οἱ τῶν
ἀρχαίων πόνοι, φυγὴ δὲ ἀπὸ γραφῆς τε καὶ ποιήσεως λόγων, κατελέλυτο δὲ τὸ λέγειν, καὶ ταῦτα τῶν νέων βοαῖς τοῦτο ἀπαιτούντων. ὁπότε γὰρ δὴ πρὸς αὐτὸ γιγνοίμην, ἀπεφερόμην, ὥσπερ ἀκάτιον ἐναντίῳ πνεύ‐
10ματι, καὶ οἱ μὲν εἶχον ἀκροάσεως ἐλπίδας, ἐγὼ δ’ αὖ ἐσίγων. ἰατροὶ δὲ τὴν τούτων ἴασιν ἄλλοθι ζητεῖν ἐκέλευον, ὡς οὐκ ὄντων σφίσι τῶν τοιούτων ἐν τῇ τέχνῃ φαρμάκων.
Or
.

1

.

247

ἐδόκει δὲ καὶ τούτοις καὶ τοῖς ἄλλοις ἀπὸ τοῦ αὐτοῦ καὶ τὸ δίς, ὃ μήπω πρότερον, νοσῆσαί μοι τὰ ἄρθρα, χειμῶνός τε καὶ θέρους, δοῦναί τε τοῖς ἐπισκοπουμένοις ἀεὶ λέγειν, ὡς τῆς ἐπιούσης
5οἰχήσομαι. ταῖς δὲ δὴ ἄλλαις πόλεσι καὶ ἐδόκουν τε‐ θνάναι, καὶ τὰς πολλὰς δὴ ἠρώτων πρεσβείας, εἰ τοῦτο ὧδε ἔχοι.
Or
.

1

.

248

ἦσαν μὲν οὖν τῶν φίλων οἳ ἐμέ τε καὶ σφᾶς αὐτοὺς ἐπί τινας ἐκίνουν, οἷς δόξα τούτων εἶναι τεχνίτας, ἐγὼ δὲ οὔτ’ αὐτός τι τοιοῦτον ἔπασχον ἐκείνους τε κατεῖχον, εὔχεσθαι δεῖν εἰπὼν μᾶλλον ἤ
5τινας ἕλκειν ὑπὲρ τῶν ἐν σκότῳ συντεθέντων.
Or
.

1

.

249

καί‐ τοι χαμαιλέων ἀναφανείς, οὐκ οἶδ’ ὁπόθεν, ἐν τῷ τῶν λόγων χορῷ, πολὺς μὲν τούτῳ τῷ χαμαιλέοντι χρόνος καὶ μηνῶν ὁ νεκρὸς οὐκ ὀλίγων, ποδῶν δὲ ἐν μέσῳ
5τῶν ὀπίσω κειμένην ἑωρῶμεν τὴν κεφαλήν, τῶν δὲ ἑτέρων ὁ μὲν ἦν οὐδαμοῦ, τὸ στόμα δὲ ἅτερος εἰς σιωπὴν ἔκλειεν.
Or
.

1

.

250

ἀλλ’ ὅμως οὐδ’ ἐπὶ τηλικούτοις τοῖς ἀποκεκαλυμμένοις ὄνομά τινος ὑπῆγον τῷ φανέντι, δέος μέντοι μοι ἐδόκει τοὺς αὑτοῖς τι συνειδότας εἰσελθεῖν καὶ τοὺς μὲν ὑφεῖναι τῆς συνεχείας, ἐμοὶ δὲ
5αὖθις ἐγγενέσθαι κινεῖσθαι. τύχης τοίνυν εὐμενεστέ‐ ρας ἃ κατωρώρυκτο κεῖσθαι ὑπὲρ γῆν τοῖς βουλο‐ μένοις ὁρᾶν.
Or
.

1

.

251

Ἧκεν ἐπὶ τούτοις ἄρχων, ἥκιστα τὸν αὑτοῦ πάππον ἐν τοῖς πρὸς ἐμὲ μιμούμενος. ὁ μὲν γὰρ οὐκ ἐπαύσατο τιμῶν, οἷα ἀνὴρ ἐπιστάμενος λέγειν, ὁ δὲ οὐκ ἐβουλήθη με εἰδέναι, ἐν αἰτήσει τε χάριτος δικαίας
5τε καὶ οὐ μεγάλης ἐξελεγχθεὶς ἀνόητός τε εἶναι δο‐ κῶν. καὶ τῶν μὲν ματαίων ἐπιμελῶς, τῶν δὲ ἀναγ‐ καίων ἀμελῶς εἴχετο, διαμένων ἡμετέρων ἄγευστος λόγων· οὐ γάρ μοι τοῦδε τοῦ γέρως ἄξιος ἐφαίνετο. μία μὲν ἥδε δίκη, ἑτέρα δὲ πρὸς τὰ τέρματα τῆς ἀρ‐
10χῆς, ὑπάρχου πέμποντος ἥκων ἐν ἐρημίᾳ τε καθῆστο καὶ ἡλίῳ φλέγοντι διψῶν τε ἀεὶ καὶ πίνων.
Or
.

1

.

252

ἕτερος
ἄρχων, ἐφ’ οὗ τὰ δεινότατα πολέμῳ πονηρῶν δαιμόνων δόξαντα κεκινῆσθαι, λίθοι τε ἐπὶ τοὺς ἐν ταῖς γρα‐ φαῖς βασιλέας ἐκ χειρῶν ἐρχόμενοι, καὶ ἦν πολὺς ὁ
5ψόφος, χαλκαῖ τε εἰκόνες διὰ γῆς ἑλκόμεναι ῥήματά τε ἐπὶ τοὺς τῶν ὅλων κυρίους πικρότερα παντὸς ἀφιέμενα λίθου· δι’ ἃ πολλαὶ δὴ μεταναστάσεις, ὡς οὐκ ὂν μένοντι σωθῆναι, καὶ ὁ φεύγων τὸν οὐ φεύ‐ γοντα ἐθρήνει. ἐν μὲν οὖν ταῖς ἐλπίσι κατασκαφαί, τὸ
10δὲ ἐλπίδος ἔξω σωτηρία.
Or
.

1

.

253

τούτου δὲ καὶ αὐτὸς αἴτιος εἶναι ἐδόκουν· λόγοις τε ἡμερώσας καὶ δάκρυσι τοὺς ἐπὶ τὴν κρίσιν ἥκοντας γραμμάτων ἐρᾶν ἔπει‐ θον, καὶ ἐν οὐ πολλῷ χρόνῳ πανταχοῦ γράμματα. καὶ
5τοῦτο ἔργον ἡγούμεθα τῆς Τύχης καὶ προσέτι γε τοὺς πολλοὺς λόγους περὶ μὲν τὴν αὐτὴν πεποιημένους ὑπόθεσιν, μορφὴν ἄλλην ἄλλος ἔχων, δόξαντας δὲ εὖ ἔχειν.
Or
.

1

.

254

θέατρα δὲ ἡμῖν, οὐχ οἷα πρότερον, ἄρχων τε καὶ οὓς τότε συνῆγε πολλοὺς ἀπὸ πολλῶν τῶν ἐθνῶν. τὸ δὲ αἴτιον, ἐν μὲν τῷ δουλείαν ἐνεώρων, τὸ δ’ εἶχεν ἐλευθερίαν, καὶ τὸ μὲν φίλους, τὸ δὲ καὶ
5οὐ φίλους, ζημίαν τῷ λέγοντι.
Or
.

1

.

255

ἄλλος δέ τις ἀντὶ τοῦ οὐκ εἰδότος θεούς, εἰδὼς οὐδ’ αὐτὸς θεούς, παραλαβὼν τὴν ἀρχὴν τρυφῇ μὲν εἰς σάρκας ἐπιδούς, οἷα ἐκ πολλῆς οὐσίας, ἡ δὲ ἀδικίας ἔργον ἦν, ὢν
5τοῦδε ἀνοητότερος, ἀκούσας μὴ χείρω ποιεῖν τὴν Δάφνην μηδὲ ἐπιφέρειν κυπαρίττοις σίδηρον ἐχθρός τε ἦν καὶ ἐπειρᾶτο τἀμὰ καθελεῖν, πρῶτα μὲν Ἰταλῶν φωνῇ, μετὰ ταῦτα δὲ καὶ Ἑλλάδι, καί τινα ἀσθενέ‐ στατον, ὡς δὴ ἰσχυρότατον, ἀποδύσας ἐκέλευε θεῖν.
Or
.

1

.

256

ὁ δὲ ἄρα ἐπεπέδητο καὶ ἦν ἄφωνος εὐθὺς ἐν προοιμίοις, κερδαίνων μὲν ἐν τῇ σιωπῇ, κινεῖν δὲ ὅμως γλῶτταν ἀποθανοῦσαν πειρώμενος. ἡ δὲ ἔκειτο, καὶ ἀχλὺς ἐν ἑκατέρου τοῖς ὄμμασι, τοῦ μὲν ἀπιόν‐
5τος, τοῦ δὲ καθημένου. ταύτης τῆς δίκης οὐδ’ ἂν τὴν διὰ θανάτου προτέραν ἐποιησάμην.
Or
.

1

.

257

Περὶ δὲ τοὺς χρόνους τούτους ὑποψία μέν τις ἄδικος τῶν τινα ἐμοὶ πεπλησιακότων ἐξέμηνεν ἐπ’ ἐμέ, καὶ προσπεσὼν ὕβριζε μόνον οὐχ ἕλκων τὸν ἐξ ἐμοῦ. διέφυγον δὲ αὐτὸν οὐδὲ ἐγὼ καὶ ταῦτα
5ἀπὼν λέγοντά γε ἀδικεῖν με τῇ ἀτελείᾳ τὴν βουλήν, ἥ μοι μετὰ συχνῶν ὑπῆρχε παρὰ τοῦ νόμου.
Or
.

1

.

258

καὶ πρεσβεύων μὲν ἐπὶ τούτοις ᾤχετο, ταῖς δ’ εἰς ἐμὲ τοῦ
βασιλέως τιμαῖς ταπεινωθεὶς ἐπανήρχετο, καὶ ἧκέ τις μετὰ τῶν συμπρέσβεων βασίλειον ἡμῖν κομίζων ἐπιστο‐
5λὴν αὔξουσαν τὸν δεξάμενον, ηὐξημένον πως καὶ τοῖς Εὐσεβίου, τῶν πρέσβεων δὲ καὶ οὗτος, λόγοις, ὧν τῷ μὲν τὸν πατέρα, τῷ δὲ ἐκόσμησε τὸν υἱόν, ὥστε τοὺς Ἀθήνηθεν ἀντὶ τοῦ ἐρίζειν θαυμάζειν αὐτόν τε ἐκεῖ‐ νον καὶ ἐμέ, τοῦ δοῦναι μὲν ἐμέ, τοῦ λαβεῖν δὲ
10ἐκεῖνον.
Or
.

1

.

259

Γνοίη δ’ ἄν τις κἀντεῦθεν τὴν περὶ ἐμὲ τῶν θεῶν εὔνοιαν. ἐπανῄειν ποτὲ λελουμένος ἑσπέρας· ἵπποι δὲ ἐοικότες μὲν θηρίοις, τοῦτο δὲ οὐ δοκοῦντες, εἱστήκεσαν περιμένοντες τοὺς δεσπότας, οἱ μὲν εἰς
5τοὺς κίονας ὁρῶντες, οἱ δ’ εἰς τὸν τοῖχον τετραμμένοι. καὶ ἦν οὐδὲν κακὸν εἰκάσαι, τὸ δ’ ἄρα ἦν μέγα. χωροῦντι οὖν μοι διὰ μέσου τοὺς ὀδόντας ἐδείκνυσαν ἀντὶ βελῶν τοῖς ποσὶ χρώμενοι, τὸ δ’ ἤρκεσεν ἂν εἰς θάνατον. νῦν δ’ ὁ ἱπποκόμος με ἐξαρπάσας, μεθεὶς
10ὃν ἦγεν ἵππον, φέρων εἰς ἀσφάλειαν κατέστησε. τοῦ ἱπποκόμου μὲν αἱ χεῖρες, τὸ βούλευμα δὲ τῶν θεῶν·
Or
.

1

.

260

οἳ δὴ καὶ πόλεως γείτονος ἐξήλασαν ἄνθρωπον ὀλίγα μὲν εἰδότα, πολλὰ δὲ φάσκοντα, χρώμενον δὲ αὐτοῖς οἷς εἶχεν ἐπὶ τὸν δόντα, ἐφ’ ᾧ τις ἀλγήσας νεανίσκος τῶν μὲν ἠπατημένων τὴν ἀχλὺν ἀφεῖλε, τὸν
5δὲ ἐλέγχοις ἐξέβαλεν.
Or
.

1

.

261

Ἐξεβέβλητο δὲ καὶ Σαβῖνος οὐ πόλεώς τινος, ἀλλ’ αὐτοῦ τοῦ ζῆν, εἰς κομιδῆ βραχύ τι συσταλεὶς οὕτως, ὥσθ’ ὁπότ’ ἀμείβοι κλίνην, ἐξαρκεῖν χεῖρα μίαν εἶναί τε αὐτῷ δεινὸν τὸ μὴ τεθνάναι. καίτοι δεσπό‐
5την αὑτὸν τῶν ἐμῶν ἐπεποιήκει πολλάκις τὴν αὐτὴν ἡμέραν ἐμὲ μὲν εἰς Αἵδου λέγων ἄξειν, αὑτὸν δὲ εἰς τὴν οὖσάν μοι γῆν.
Or
.

1

.

262

Ἀρχὴ πικρὰ τοῦ μεγίστην ἔχοντος τὴν γα‐ στέρα, δι’ ἀπάτης παρωξυμμένου. ἦν δὲ ἡ ἀπάτη, κυ‐ παρίττοις μὲν ἐν τῇ Δάφνῃ σίδηρον ἐπενεγκεῖν ἐγνώ‐ κει, τουτὶ δὲ εἰδὼς ἐγὼ τῷ τέμνοντι τελευτῆσον οὐκ
5εἰς ἀγαθόν, πρός τινα τῶν αὐτοῦ συμποτῶν ἔλεγον, ὡς οὐ παροξυντέον τὸν Ἀπόλλω διὰ τῶν κυπαρίττων, καὶ ταῦτα αὐτῷ τῆς οἰκίας ἀφ’ ὁμοίας πεπληγμένης αἰτίας, καὶ παρακαλέσειν δὲ ἔφην τὸν βασιλέα πρόνοιαν τῆς Δάφνης ἔχειν, μᾶλλον δὲ μείζω ποιῆσαι τὴν οὖσαν·
10εἶναι γὰρ δὴ καὶ νῦν.
Or
.

1

.

263

οὗτος ὁ ἄνθρωπος ψευ‐ δέσι γράμμασιν εἰς Φοινίκην ἐλθοῦσιν, ἀπειλῆσαι [καὶ]
γὰρ δή με ἔλεγε κινήσειν τὸ σκῆπτρον ἐπὶ τὴν τοῦδε κεφαλήν, τοῖς οὖν οὐκ ἀληθέσι τούτοις ὀργὴν ἐν αὐτῷ
5φυτεύσας ἦγεν ἐοικότα συὶ θήγοντι τὸν ὀδόντα. καὶ οὔτε ἀπόντα ἐπόθει παρόντα τε εἶδεν ἂν ἡδέως ἀπι‐ όντα.
Or
.

1

.

264

καὶ πολὺ πανταχοῦ τοῦτο τὸ τὸν ἄρχοντα ἐκπεπολεμῶσθαί μοι. ὃ δὴ καὶ γέροντί τινι καταπε‐ πωκότι μὲν πολλὴν οὐσίαν αὑτοῦ τε καὶ ἀδελφῶν, ἐν δὲ συκοφαντίᾳ τῆς τροφῆς ἔχοντι τὰς ἐλπίδας θάρσος
5τε ἐνέβαλε καὶ κατήγορον ἐποίησεν.
Or
.

1

.

265

ἔπειτα καὶ ἦν τῆς αὑτοῦ κατηγορίας κατήγορος· οὕτω σφόδρα ταῖς πίστεσιν ἔρρωτο. καὶ ὁ μὲν ἐπ’ ὄνομα κατέφευ‐ γεν εἰσφορῶν, ὁ δ’ αὐτὸν ἐν τοῖς βασιλέως ἐγκλήμασι
5καθίστη τοῦτον εἶναι ἐθέλων, ἀλλ’ οὐκ ἐκεῖνον τὸν γέροντα. καὶ αὐτίκα γράμματα ᾔει, τὰ μὲν ὡς τὸν τῶν ὅλων κύριον, τὰ δὲ πρὸς τὸν πρῶτον τῶν μετ’ ἐκεῖνον, καὶ ἀνέγνωσάν τε ἄμφω τὰ γράμματα κατε‐ γέλασάν τε ἄμφω τοῦ τρόπου τοὐμοῦ τὴν αἰτίαν ἀπο‐
10κρουομένου. τῷ δὲ τοῦτο ἦν λύπη μείζων ἢ εἰ νόσημά τι τῶν ὡρῶν τὰς ἐν τῇ γῇ διεφθάρκει Τυρίων οἴνου μητέρας αὐτῷ.
Or
.

1

.

266

τὸ οὖν μηδὲ κρίσει τό γε τοιοῦ‐ τον δοθῆναι, κεκρίσθαι γὰρ καὶ πρὸ δικαστηρίου τῇ τοῦ δικαστοῦ μωρίᾳ, μεῖναί τέ με κατὰ χώραν δια‐ φυγόντα μακράν τε ὁδὸν καὶ χαλεπὴν τῶν τε ἡδίστων
5ἐμοὶ μὴ στερηθῆναι διατριβῶν, θεῶν τε ἔργον καὶ ὑφ’ ᾗ τὰ πάντα, Τύχης.
Or
.

1

.

267

ὁ μὲν οὖν αὑτὸν τι‐ μωρίαν εἰσπραττόμενος, ἐννοῶν, οἷος εἰς οἷον γεγένηται, ᾤχετο ποιήσων ἑτέρους κακῶς, ὁ πλούτῳ μὲν εἰσελ‐ θὼν εἰς τὴν ἀρχήν, ἀπειρίᾳ δὲ λυμηνάμενος ταῖς
5πόλεσιν. ὁ δὲ δὴ μετὰ τόνδε χρόνος, τιμαὶ μὲν εἰς ἐμέ, τιμαὶ δὲ εἰς λόγους. καὶ ἐδείκνυντο κατὰ τὸν παλαιὸν νόμον τῆς ἀρχῆς μοι δεχομένης τοὺς λόγους, ἀνδρὸς μὲν εὖ εἰδότος δικάσαι δίκην, πλέον δὲ πρᾳότητι δυνηθέντος ἢ ἕτεροι ξίφεσι, πείσαντος δὲ ἐρᾶν αὐτοῦ
10καὶ ἄνδρα καὶ οἰκίαν καὶ πόλιν καὶ ἔθνος βουλάς τε καὶ δήμους καὶ ὧν αἱ χεῖρες περὶ τὴν γῆν.
Or
.

1

.

268

τοῦ‐ τον δὴ τὸν χρόνον τὰ μὲν τῶν εἰωθότων ἡμῖν πολε‐ μεῖν τόξα ἦν ἐν παττάλοις, ἡ κεφαλὴ δὲ ἰσχυρῶς ἐπο‐ λεμεῖτο τῷ παλαιῷ κακῷ. καὶ δὴ καὶ τοῦ καταπεσεῖσθαι
5ὁ φόβος οἴκοι παρῄνει μένειν χαίρειν εἰπόντα τῷ περὶ τοὺς νέους ἔργῳ. ἀλλὰ κἀνταῦθα θεῶν τις χεῖρα ὑπερέσχε δι’ ἀγαθοῦ μάντεως λύσας ἐλπίδι τὸν φόβον· μᾶλλον δὲ ὁ μὲν προσέπιπτεν, ἡ δὲ ἐμάχετό τε καὶ ἐπειρᾶτο νικᾶν.
Or
.

1

.

269

Ἄρχων ἕτερος, ὀργή, θυμός, δεῖμός τε φόβος τε, ὕβρις, ἀσέλγεια, πᾶν μὲν φθέγξασθαι, πᾶν δὲ τολμῆσαι, τὰ τυράννων ἐν νόμοις ἐργάσασθαι. οὗτος οὐ δοκεῖν μὲν τολμᾶν ἐβούλετο, πᾶν δὲ τοὐναντίον
5ἔπραττεν, ἐν ἑτοίμοις ὑποσχέσεσι πανταχοῦ ψευδόμενος, ὥστε μετά τινας ἡμέρας καὶ τοιαύτην ἐπ’ ἐμὲ δόξαν ἐλθεῖν, πλάττοντα λόγους ἔξω κομίζειν ἀκηκοότα οὐδέν.
Or
.

1

.

270

αἰτοῦμεν δὴ παρὰ τοῦ Διὸς ἀπαλλαγήν, ὁ δὲ ἤκουσέ τε καὶ ταχέως ἔδωκε προσθεὶς τὸ μετ’ αἰσχύνης. καὶ γὰρ ἤγχετο καὶ εἵλκετο, καὶ φυλακαὶ καὶ ὕπνος νικώμενος, ἔκειτό τε τὸν πανδοκέα πριάμενος, οἱ θη‐
5ραταὶ δὲ καὶ οὗτοι τῶν λόγων ᾑρήκεσαν, ἔν τε τῇ μεγάλῃ πόλει μέσος ὢν πρακτόρων ἐπὶ μέσης ἀγορᾶς σφαίρας δίκην πανταχοῖ πανταχόθεν ἐπέμπετο. τού‐ των δὲ τὰ μὲν ὁρῶν, τὰ δὲ ἀκούων ἐγὼ προσεκύνουν τὴν Τύχην, δι’ ἣν οὐκ ἔστιν ὅτε μοι δίκης ὀφειλομέ‐
10νης ἐστερήθην.
Or
.

1

.

271

Τὰ δ’ αὖ μετὰ τοῦτον, ἀνὴρ τὴν ἑαυτοῦ μὲν ἐκλιπών, ἑτέρωσε δὲ οἰκῶν, κέρδεσι δὲ τοῖς ἐν τρισὶν ἀρχαῖς ἐκ πενίας εἰς πλοῦτον ἐλθών, καὶ λογογράφος
ἥκιστα μὲν ὤν, πάνυ δὲ εἶναι νομίζων εὔχετο μὲν
5τήνδε παραλαβεῖν τὴν ἀρχήν, ὅπως, ἔφη, διδάσκαλος γενοίμην τοῖς ἄρχουσιν, ὁποίους τινὰς εἶναι χρὴ πρὸς τοὺς διδάσκοντας λέγειν. καὶ λέγων ταῦτα συνῆν τε τὸ πλέον τῆς ἡμέρας καὶ τῆς νυκτὸς οὐκ ὀλίγον ἀνήλισκε, καὶ εἴ τῳ διακωλυθείη, ζημία
10τοῦτο ἦν.
Or
.

1

.

272

ὁ δὴ τὰ τοιαῦτα ὑπὲρ τῶν τοιούτων παρὰ τῶν ὅ τι ἂν ἐθέλωσι δοῦναι κυρίων αἰτῶν, λα‐ βὼν καὶ ἔχων οὐκέτ’ ἦν αὐτός. ἀλλὰ πέντε μὲν ἢ μικρῷ τῳ πλείους ἡμέρας μόλις κατέχων αὑτὸν οὐκ
5ἐγυμνοῦτο. ἔπειτά ποτε ῥημάτων ὑπ’ ἐμοῦ ῥηθέντων τῶν πειρωμένων ἀμύνειν ὀρφανίᾳ τε καὶ πενίᾳ καὶ νεότητι μαθητοῦ τινος ἡμετέρου πῦρ ἐν καμίνοις δη‐ μοσίᾳ τρέφοντος, τότ’ οὖν θυμῷ καλυφθεὶς καὶ τώ τε ὀφθαλμὼ κινήσας τήν τε ῥῖνα χειρὶ πιέσας μέγα
10φθεγξάμενος, ἔα με, εἶπεν, ἄρχειν, ὡς νῦν γε οὐκ ἐᾷς. τῷ δ’ ἄρα καπηλεύειν ἐδέδοκτο καὶ ταλάντων ἔμε‐ λεν, ᾧ τὴν ἐμὴν ᾔδει φύσιν ἐναντιωσομένην.
Or
.

1

.

273

ἐγὼ μὲν οὖν αὐτὸν εἴων ἄρχειν καὶ γίγνεσθαι Κινύραν, ὁ δὲ τοιαύτην κρηπῖδα βαλόμενος ἐπῳκοδόμει, πᾶσι μὲν οἷς ἐνῆν ὑβρίζων, μηχανώμενος δὲ καὶ θάνατον,
5ξίφος μὲν οὐκ ἀναιρούμενος ἐπ’ ἐμέ, ὃν δ’ ᾤετο πει‐ νῶντα συκοφαντήσειν, πεινῆν ποιῶν. ἧκε δ’ ἡ 〈δίκη〉 παρὰ τῶν θεῶν πάλιν, καὶ οὐκ ἀπερρίμμην, ἀλλ’ ἀπεδεικνύμην ὢν αὐτοῖς ἐν ἐπιμελείᾳ.
Or
.

1

.

274

τὸ γὰρ σκότος ἀφελόντες πως τῆς δωροδοκίας ὑπ’ αὐγὰς ἤγαγον τὴν μισθαρνίαν, χρυσόν, ἄργυρον, ἐσθῆτα· ὧν τὰ μὲν εἰς χεῖρας αὖθις ἧκε τῶν παρακεκρουσμένων,
5οὐ ῥᾳδίως, ἀλλὰ βοῇ τε καὶ ἀπειλαῖς, τὰ δ’ ἦλθεν εἰς Τύρον, ἦδος τῷ κεκτημένῳ. ὁ δ’ ἦλθεν, ὡς ἀναψυχῆς αὐτόθι τευξόμενος, γενόμενος δὲ ὑπὸ χεῖρα Τυρίοις, τοὺς λίθους μόλις διαφυγών, κλείσας τὰς θύρας ἐπο‐ λιορκεῖτο, χρήμασι δὲ αὐτοὺς διαλλάξας τὴν πολιορκίαν
10ἔλυσε, τὰς ὀφρῦς ἐκείνας κατενεγκών. ἐδίδου δὲ ἐν Τύρῳ Τύρῳ τε αὐτῇ δίκην καὶ Ἑρμῇ τῶν λογίων θεῶν ταῦτα πρυτανευόντων [ἄγαν] ἀγανακτούντων τῇ κατὰ τῶν λόγων ὕβρει, καλοῖς αἰσχρῶν ἐπιθεμένων διὰ τὴν τοῦδε παροινίαν.
Or
.

1

.

275

Ἔτι δὲ τοῦδε ἄρχοντος Ὀλύμπιος τελευτᾷ, πάνυ μὲν φίλος εἶναι δοκῶν, διὰ παντὸς δὲ τοῦ χρόνου γονεῦσιν ἀκολουθῶν· ἐπεὶ κἀκεῖνος τῶν ἐμῶν ἁμαρ‐
τὼν δὲ οὐκ οἶδ’ ὅπως τῇ τιμῇ, γράφει μὲν γὰρ κλη‐
5ρονόμον, ὃ τὸν φθόνον ἤγειρε, δώσειν δὲ φίλοις καὶ οὐ φίλοις εἶπεν ἔνδον οὐκ ὀλίγοις, ἐν οἷς ἦν καὶ δυσμένεια. καὶ χρυσὸς καὶ ἄργυρος ἐν τοῖς γράμμασι διερριπτεῖτο πολύς, ἥξων ἐπὶ κεφαλὴν ἐμήν· χρήστας μὲν γὰρ ἐδόκει καταλελοιπέναι χρημάτων, τοῖς δὲ
10ὑπῆρχε πολλαχόθεν ἀντειπεῖν, καὶ ἦν ὀνόματα ταῦτα χρεῶν, οὐ χρέα.
Or
.

1

.

276

ἐγὼ μὲν οὖν τὴν ἐμαυτοῦ πορευόμενος καὶ ἅμα τοῦ πράγματος παραινοῦντος χαίρειν ᾤμην δεῖν τὸν κλῆρον ἐᾶν, οἱ δὲ σεμνολογού‐ μενοι πλείους ὄντες καὶ πιθανώτεροι στένοντες, εἰ
5ἄτιμος Ὀλύμπιος κείσεται φυγόντος ἐμοῦ τό τε ὄνομα τό τε ἔργον. καὶ προσῆν τις ἐλπὶς εἶναί τι ἐν τοῖς δανείσμασιν ἰσχυρόν, ἦν δὲ οὐδὲν οὐδαμοῦ.
Or
.

1

.

277

ἐμ‐ βαίνω τοίνυν εἰς τὴν πυράν, καὶ πολὺ τὸ ξυροῦν καθ’ ἡμέραν ἐπέρρει, καὶ ἐξεπεπτώκειν δὲ τῶν ὅρων τῶν ἐμαυτοῦ διατρίβων μὲν οὐκ ἐν ἐμοῖς χωρίοις, διατρίβων
5δὲ ἐν ἀλλοτρίοις, λόγοις εὐχομένοις δικαστὰς ἐν
αἰδοῖ τὴν Θέμιν ἔχειν, καὶ πολλὰ ταῦτα τὰ οὐκ ἐμά, καὶ ἐδάκρυσα ὡς δὴ μετακεκινημένου μοι τοῦ βίου καὶ τῆς τέως περὶ τοὺς λόγους σπουδῆς ἐπ’ ἄλλα με‐ ταβάσης.
Or
.

1

.

278

καὶ τοῦτο μὲν δὴ τοιοῦτον, πολλὰ 〈δὲ〉 πωλεῖν ἐπαναγκαζόντων 〈τῶν〉 ἀπὸ τῆς διαθήκης ὁρμω‐ μένων, ἐπὶ τοὔνομα πηδώντων οὐδὲ ἀναπνεῖν διδόν‐ των ἕτερον πολὺ μεῖζον εἰς λύπην, ἐξ ἧς ἐτύγχανον
5πεπαιδοποιημένος, νόσῳ μακρᾷ τελευτή, γυναικὸς πολ‐ λῶν ἀνταξίας διακόνων. ἀντὶ τοῦ τὴν δραμουμένην ἔχειν ἐλείπετό μοι βοᾶν. τῇ δὲ ἦν μὲν ἀνιαρὰ τὰ γενησόμενα, καὶ γὰρ εὖ ᾔδει, ἦν δὲ τὸ μὴ τὸν υἱὸν ὁρᾶν.
Or
.

1

.

279

ὁ δ’ ἄρα ἦν ἐν Θρᾴκῃ τε καὶ Θρᾴκης πόλει τῇ τῶν ἄλλων πόλεων τρυφώσῃ τοῖς ἱδρῶσι. κατηγόρουν δὲ τῆς ὁδοῦ καὶ προδεδομένης ὕθλῳ φιλίας
ὕβρεών τε κατακλυζομένης ῥεύματι. πονηρᾶς μὲν
5καὶ ταῦτα δὲ τύχης ἔργα, ἐπειδὴ τῆς ἀπήνης ἐξέπεσεν, περὶ τὸν πόδα ζημία, χρηστῆς δὲ καὶ βελτίονος οἰκία τε τῶν Κιλίκων ἀδελφῶν ἀνεῳγμένη τῷ πάθει πλῆθός τε ἰατρῶν ἐκείνων εἰσαγόντων περί τε τὴν κλίνην
καθημένων οὐκ ἐώντων τι ποθεῖν εἰς ἴασιν λόγων τε
10ἑστιάματα.
Or
.

1

.

280

ἐμοὶ δὲ ἀκούοντι ταῦτα καὶ μετὰ ταῦτα ὁρῶντι δεῦρο κεκομισμένον περιειστήκει μὲν ὁ τῆς τοῦδε μητρὸς θάνατος, περιειστήκει δὲ τὸ μηδὲ † ἐπὶ κλίνης τὸ γένος ἐξεῖναι ἀπ’ ἐκείνης κινεῖσθαι. πόδες
5τε καὶ χεῖρες, εἴπέρ ποτε, ἀπειρήκεσαν. θεῶν δὲ δω‐ ρεαί, λόγων ἔμενον ἐν τῷ στόματι τύποι, ὁποῖοι πρό‐ τερον, καὶ τοῦτ’ ἦν τὸ μὴ παρασχὸν τοῖς πολεμίοις λαμπρῶς ἤδη παιανίζειν. θεάτροις μὲν οὐκ ἦν χρῆσθαι, ἃ δὲ πρὸς τοὺς ἐν τῷ μανθάνειν, ἐπληροῦτο κατὰ τὸν
10νόμον.
Or
.

1

.

281

πολλῶν δὲ ἀπὸ πολλῶν φερομένων πη‐ γῶν δακρύων ἀσθενέστερός τε ἅτερος γίνεται τοῖν ὀφθαλμοῖν καὶ παρεῖχε δέος οἰχήσεσθαι τελέως. τουτονὶ μὲν οὖν οἱ [θεῶν] τῶν ἀστέρων ἅπαντα ἐξαρτῶντες οὐκ
5ἀπολεῖσθαί φασιν Ἄρεος εἰς διαλλαγὰς ἐλθόντος, τὰ δ’ ἄλλα προσεγένοντο μὲν ὁμιληταὶ πολλαχόθεν, λόγοι δὲ ἐργασθέντες ἔμειναν εἴσω θυρῶν.
Or
.

1

.

282

ἄρχουσι δὲ οὐ μάλα συνεγενόμην, τὸν μὲν ὁρῶν ὄντα κάπηλον καὶ
οὐδὲν ὅ τι οὐ πωλοῦντα, τὸν δὲ ἀναπετάσαντα τὴν καταγωγὴν καὶ περιφόβους οἷς ἦσαν δίκαι ποιοῦντα,
5τοῦ δὲ ἁμαρτάνων τὸν Μούσαις ποιητὸν ἐν λόγῳ καὶ † τὸν διὰ τῆς γαστρὸς οὐσίαν ὡς πλείστην ἀνηλωκότα, ζῶντα δὲ ἐν λύσσῃ τῇ κατ’ ἐμοῦ ἐλέγχων ἀπήλασεν, ὥστε ἐκεῖνον ταπεινωθέντα μηκέτ’ εἶναι ἐν τοσαύτῃ μανίᾳ. κἀν τοῖς ἐπαίνοις τοῖς εἰς τὸν Ἴβηρα τοῦτο †
10ὡς μέγιστον ἥδετο αὐτός τε αὐτῷ συγχαίρειν ἔφασκε τούτων δὴ τῶν πρὸς ἐμὲ, καὶ ταῦτα αὐτῷ τῆς τραπέζης ἐντεῦθεν οὐδὲν ἐπιδούσης παρ’ ἄλλων τοῦτο ἐχούσης.
Or
.

1

.

283

ἔστω δὴ καὶ τοῦτο τῆς ἀγαθῆς τύχης, ἔστω δὲ κἀκεῖνο τῆς αὐτῆς. καίτοι με πρὸς τὸ μέγεθος τοῦ † δοθέντος ὄκνος ἔχει τὸν λόγον. ἀλλ’ ὅμως, ὡς μὴ ἀδικοῖμεν τῇ σιωπῇ τὴν δοῦσαν, τολμητέον εἰπεῖν.
5κατηφείας γὰρ κατεχούσης τοὺς φίλους ἐνθυμουμένους τῆς παροινίας τῆς περὶ τὸν Κίμωνα, καθ’ ἣν αὐτοῦ
τοῖν χεροῖν ἡρπάσθη τὸ γραμμάτιον, ὃ αὐτὸν ἐφίστη † τῇ Κύπρῳ, ἐλθὼν οὖν τε καὶ αὐτός, τῶν ἐπιτη‐ δείων εἰδὼς τήν τε ἀχθηδόνα καὶ ὅθεν ἔφυ, ἀλλ’ ὦ ἄν‐
10δρες ἄριστοι, λήξατε, ἔφην, τῆς λύπης, ἔχοντες ὃ παύειν πέφυκε λύπην. τοῦτο δέ ἐστι δίκη, ἣν μείζω ποιεῖ τὸ διὰ τῶν θεῶν αὐτῆς τυγχάνειν τὸν πε‐ πονθότα.
Or
.

1

.

284

ἴστε, οἷόν τι τὸ τῶν εἰς Κρήτην ἀγομένων Ἀθήνηθεν δεῖπνον ἐσομένων τῷ ἐν λαβυ‐ ρίνθῳ τέρατι. περὶ δὲ τοῦ βέλους τοῦ κεκομικότος τοῖς Ἀχαιοῖς τὴν νόσον καὶ παρὰ τῶν πρώτων τῆς
5Ἰλιάδος ἠκούομεν, ὡς ἀντὶ τῆς εἰς ἕνα ὕβρεως πολλῶν ἔδει πυρῶν τοῖς Ἕλλησιν εἰς τοὺς ἀποθνήσκοντας. καὶ ἦν μακάριος ὁ Χρύσης τοσούτῳ κακῷ τιμώμενος.
Or
.

1

.

285

ἕτερος τοίνυν οὗτος ἱερεὺς θεῶν λιμῷ μεγάλῳ τιμᾶται. Δήμητρος, οἶμαι, τοῦτο ἔργον οὐδὲ ἀρᾶς κατ’ αὐτῶν γεγενημένης, ᾧ τότε Ἀπόλλων ἐκινήθη· καὶ ἡ μὲν ἡμερῶν ἐννέα, μῆνας δὲ οὑτοσὶ τέτταρας ἀνα‐
5λίσκει τὴν πόλιν. εἰ δὲ καὶ ἀνὴρ δοὺς δίκην μέγα παραμύθιον τῷ τετρωμένῳ, πόσον ἄν τι πόλεως καὶ
τηλικαύτης εἴη.
Or
.

2

t

ΠΡΟΣ ΤΟΥΣ ΒΑΡΥΝ ΑΥΤΟΝ ΚΑΛΕ‐ ΣΑΝΤΑΣ.
Or
.

2

.

1

Ὡς δὲ βαρύς, ὡς δὲ ἐπαχθής, εἴρηταί τισι περὶ ἡμῶν. ὁ δ’ ἀπαγγέλλων Ἀνδρόμαχος ἦν ὀμνύς, ἐπιστεύετο δ’ ἂν καὶ οὐκ ὀμνύων καλός τε ὢν κἀγα‐ θὸς καὶ ἡμῖν ἑταῖρος καὶ οὐχ ἡδέως τὰ τοιαῦτα ἀκού‐
5σας· οὕτω πλεῖστον ἀπεῖχε τοῦ τὰ οὐκ εἰρημένα πλά‐ σαι ἄν ποτε κατ’ ἐμοῦ. προκαλοῦμαι τοίνυν αὐτοὺς εἰς ἔλεγχον καὶ ἀξιῶ δεῖξαι τοῖς εἰρημένοις ἀληθείας
τι μετόν· ἀλλ’ οὐχ ἕξουσι.
Or
.

2

.

2

Καὶ πρῶτον μὲν ἐκεῖνο θαυμάσαι τις ἂν δικαίως, πῶς εἰς τὸν παρελθόντα χρόνον οὕτως ὄντα μακρὸν οὐκ ἦλθε ταυτὶ τὰ ἐγκλήματα. ἕτερα μὲν γὰρ εἴρηται πολλὰ ψευδῆ μὲν καὶ αὐτὰ καὶ παρὰ ἀνθρώ‐
5πων ἐχθρῶν, οἷς αἰσχύνεσθαί τε ὕστερον συνέβη καὶ μόνον οὐκ εἰς γόνυ κατενεχθεῖσιν ἱκετεύειν συγγνώμην ἔχειν αὐτοῖς μωράνασι, καὶ ἔσχον, τουτὶ δὲ νῦν εἰσῆλ‐ θεν ἀναμεῖναν ἕβδομον καὶ ἑξηκοστὸν ἔτος.
Or
.

2

.

3

οὐ γὰρ δὴ ἔστιν εἰπεῖν, ὡς λεγόμενον ἐλάνθανεν, ὥσπερ οὐδὲ τἄλλα. τῆς τε γὰρ τῶν λεγόντων ἀσελγείας ἦν μὴ κρύπτειν, εὖνοί τε ἡμῖν πολλοί, παρ’ ὧν ἂν ἐπυνθα‐
5νόμην.
Or
.

2

.

4

τί οὖν; χρὴ νομίζειν, ὅτι νεώτερος μὲν ὢν ἠπιστάμην σωφρονεῖν, προϊούσης δὲ τῆς ἡλικίας διεφθάρην; ἀλλὰ τοὐναντίον εἰκὸς ἦν, λῆξαί με νῦν, εἰ καὶ πρότερον ἐπαχθὴς ἦν. δεινὸς γὰρ παιδεύειν
5καὶ ἐπανορθοῦν ὁ χρόνος.
Or
.

2

.

5

ἀλλ’, οἶμαι, τοιοῦτόν ἐστιν· ἅπαντα τἄλλα διεξεληλυθότες, καθ’ ἕκαστον αὐτῶν ἐρυ‐ θριάσαντες, ἐπειδὴ σιγᾶν οὐ δύνανται, φροντίσαντες οὐδέν, εἰ μηδὲν ἐροῦσι πιθανόν, ἐπὶ τοῦτο ἐξηνέχθη‐
5σαν, ὅπως αὐτοῖς φεύγουσι τὰς ἐμὰς συνουσίας εἴη λόγος.
Or
.

2

.

6

Βαρὺς ἐγώ; τί οὖν ἔστιν ἀκούειν τῶν ἐπὶ τῶν
ἐργαστηρίων, ὁπότε παρίοιμι, λεγόντων; οὐχ ὁ μέ‐ τριος; οὐχ ὁ κοινός; οὐχ ὁ καὶ τὰς τῶν πενεστά‐ των προσρήσεις ἀμειβόμενος τοῖς ἴσοις; ἔστιν
5οὖν ὅστις ἂν ἐκείνοις αὑτὸν ἴσον ἐν οἷς ἔξεστι ποιῶν τῶν ἐν τέλει καὶ δυνατῶν κρείττων ἂν ἀξιώσειεν εἶναι; οἳ φιλοῦσι μέν μου καὶ ὀφθαλμοὺς καὶ κεφαλὴν καὶ χεῖρας, εἰ καὶ μὴ σφόδρα φιλοῦσιν αὐτόν, ἔχοντες δ’ οὐδὲν ἔλαττον ἀπέρχονται.
Or
.

2

.

7

ποῦ τοίνυν ὁ βαρύς; ἐν τοῖς πρὸς τοὺς ἄρχοντας; ἀλλ’ ἴσασιν ἅπαντες, οἷ τε εἰσιὼν καθιζάνω παρὸν ἔς τι κάλλιον, καὶ μεθ’ ὧν ἀπαντῶ καὶ προπέμπω, καὶ τίνων ἀποσχιζόμενος, ὧν
5ἑλκόντων με παρ’ ἑαυτοὺς πολλάκις οὐδὲν μᾶλλον ὑπακούσας φαίνομαι.
Or
.

2

.

8

καὶ τί ταῦτα λέγω, λέγειν ἔχων τὸ γραμματεῖον ἐκεῖνο, ὃ διεωσάμην, ὅπως μὴ σεμνότερος γεγενῆσθαι δόξαιμι; καίτοι γε ὑπῆρχε λα‐ βόντι δεινὰ πάσχειν λέγειν οὐχὶ βαδιζόντων παρ’ ἐμὲ
5τῶν τὰς ἀρχὰς ἐχόντων καὶ θορύβου γε ἐμπιπλάναι τὰς τῶν ἀρχόντων καταγωγάς, ὁπότε παρ’ αὐτοὺς ἐρ‐ χοίμην. ἀλλ’ οὐδέτερον ἐβουλήθην οὐδέ γε ἡγησάμην μέγα οὐδὲ ταῖς διὰ τὸν τρόπον μου τιμαῖς ἠξίωσα προσθεῖναι τὰς ἀπ’ ἐκείνων τῶν γραμμάτων.
Or
.

2

.

9

ἠθέ‐ λησεν Ἀρχέλαος ὁ γέρων ἐλθεῖν ὡς ἐμέ, διεκώλυσα·
Δομνίκος μετ’ ἐκεῖνον, καὶ τοῦτο ἐκώλυσα προαισθό‐ μενος. ἦλθεν Ἀρχέλαος ὁ ἀδελφιδοῦς Ἀρχελάου λαθών
5γε καὶ ἐλύπησεν ἐλθὼν καὶ τοῦτ’ ἤκουσεν αὐτὸ καὶ εἶξε. Σαπῶραι δὲ καὶ Ἰούλιοι καὶ Βίκτωρες ἀρρω‐ στοῦντος οὐκ ἔχοντος φυγεῖν ἧκον, ἐγὼ δὲ εἰς γῆν ὑπ’ αἰσχύνης ἔβλεπον, ἔργῳ δῆλον ποιῶν, ὅτι τῇ τιμῇ βαρυνοίμην.
Or
.

2

.

10

Ἀλλὰ βαρύς εἰμι τοῦ γένους μεμνημένος. ἐμοὶ δὲ ὑπῆρχε μὲν πλὴν ὀλίγων κομιδῆ λέγειν πρὸς ἅπαντας, ὡς ἕνεκα γένους οὐδ’ ἀντιβλέπειν ἔχοιεν ἂν πρὸς ἐμέ, εἶπον δὲ οὐδεπώποτε οὐδὲ ἐπήρθην ταῖς εἰκόσιν
5αὐτῶν οὐδὲ ταῖς λειτουργίαις, ἀλλ’ ἀρκεῖν ἡγησάμην τὸ ταῦτα ἡμῖν συνειδέναι τὴν πόλιν, τοῖς δ’ ἄλλοις ὡς οὐδὲν φαυλοτέροις εἰς γένους λόγον ὁμιλῶν δια‐ τελῶ.
Or
.

2

.

11

πάππου δὲ καὶ ἐπιπάππου μνησθῆναι μὲν ὁμολογῶ καὶ πολλάκις, μνησθῆναι δὲ οὐκ ἐπὶ τούτοις, ἀλλ’ ὅτι τῷ μὲν καὶ μαντικὴ γένοιτο τέχνη πρὸς ἑτέ‐ ροις ἀγαθοῖς, παρ’ ἧς προμάθοι τὸ βιαίως αὐτῷ τοὺς
5υἱεῖς ἀποθανεῖσθαι τοὺς καλούς, θατέρου δὲ τὴν περὶ τοὺς παῖδας ἐπιμέλειαν πολλάκις διηγούμην· δι’ ἣν ἦλθε μὲν εἰς Ἀπάμειαν αὐτός, ἤγαγε δὲ πείσας πολ‐
λοῖς χρήμασι σοφιστοῦ σθένος, ἀπέφηνε δὲ θαυμαστοὺς οὓς ἐγέννησε, τοὺς τῆς ἐμῆς μητρὸς ἀδελφούς. καὶ
10ταῦτα διεξῄειν οὐ ψιλῆς χάριν εὐφημίας, ἀλλ’ ὅπως πατήρ τις ἀκούσας ζηλώσειεν.
Or
.

2

.

12

Ἐν τοίνυν τῇ νεότητι διεφύγομεν ἃ μὴ πάνυ ῥᾴδιον, καὶ τούτου μάρτυρες πρὸς τοῖς πάντα ἐπιστα‐ μένοις θεοῖς εἰσί μοι τῶν ἡλικιωτῶν οἱ ζῶντες ἔτι, νῦν μὲν σαπροί, τότε δὲ ἠνθοῦμεν. ἠνώχλησα οὖν
5ἐγὼ τῇ μνήμῃ τῆς σωφροσύνης; εἶπον ἄξιος εἶναι διὰ τοῦτο τιμῶν; ἢ οὓς ἐξῆν μάρτυρας καλεῖν, ἐκάλεσα;
Or
.

2

.

13

εἰ δὲ μὴ τοῦτο, τῶν περὶ τοὺς λόγους ἐμνημόνευσα πόνων ἢ τῶν ἐνταῦθα ἢ τῶν ἑτέρωθι; ἢ ὡς ἀγόμενος Ἀθήνησιν ὑπὸ τῆς ἀρχῆς ἐπὶ τὸν θρόνον ἔφυγον; τού‐ των οὐκ οὔσης ἀνάγκης ἐμνημόνευσα, λαμπρύνων ἄλ‐
5λως ἐμαυτόν; οὐκ ἔστι, παρακλήσεως δὲ εἵνεκα τοῖς νέοις πολλάκις· ᾧ τοὔνομα τοῦτο ὁ βαρὺς ἥκιστα ἂν προσήκοι.
Or
.

2

.

14

Ἀλλὰ τοὺς παρ’ ἑτέρων λόγους ὄντας ἢ σπουδαίους ἢ οὐ τοιούτους ἐκβάλλω ταῖς εἰς
ἐμαυτὸν εὐφημίαις· ἐγὼ τὸν δεῖνα σοφιστὴν ἐνί‐ κησα καὶ τὸν δεῖνα ἐπεστόμισα καὶ τὸν δεῖνα
5κατέβαλον καὶ τὸν δεῖνα κατεπάλαισα καὶ τὸν δεῖνα φεύγειν ἠνάγκασα καὶ τοὺς ἐν Αἰγύπτῳ τοὺς πολλοὺς καὶ τοὺς Ἀθήνησι τοὺς τρεῖς εἰς φόβον κατέστησα, καλούμενος ὑπὸ τῆς ἐν ἑκα‐ τέρᾳ βουλῆς;
Or
.

2

.

15

οὐχ ἑτέρων ταῦτα ἀπαγγελλόντων μεμαθήκατε; εἰ δ’ οὐκ ἀπήγγελλον, ἠγνοεῖτ’ ἂν ἕνεκά γ’ ἐμοῦ τὰς νίκας. ἐπεὶ καὶ περὶ τῶν εἰκόνων καὶ ὧν ὑπὲρ αὐτῶν ἔγνωσαν οὐ μικραί τινες οὐδὲ ὀλίγαι πόλεις, οὔπω
5μὲν ἀκηκόατε, πεύσεσθε δ’ ἴσως, οὐ μὴν ἐμοῦ γε λέ‐ γοντος.
Or
.

2

.

16

καίτοι τοιούτου γε οἷόνπερ οἵδε φασὶν ἀνθρώπου τί ποτ’ ἦν; πάντα τόπον καὶ καιρὸν ἐμπι‐ πλάναι τῶν τοιούτων ῥημάτων καὶ ἡμέρας γε ἑκάστης, τοτὲ πρὸ μεσημβρίας, τοτὲ μετ’ ἐκείνην.
Or
.

2

.

17

Καὶ μὴν καὶ ὅστις γε εὖ ποιήσας πολλάκις μνημονεύει τῆς χάριτος, βαρύς, εἴπερ ἐγγὺς μὲν τοῦτο τοῦ ὀνειδίζειν, λυπηρὸν δὲ ἐκεῖνο. σκοπῶμεν τοίνυν, εἰ μὴ εὖ πεποίηκα τὴν ἐμαυτοῦ, δεσμὸν μὲν ἰσχυρὸν
5ἀπορρήξας, ᾧ με κατέδησε βασιλέως ψῆφος οὗ πάντες ἴστε, δραμὼν δὲ ὡς ὑμᾶς οὐκ ἀκίνδυνον δρόμον [δρό‐ μον], ἐναντίον τῇ τοῦ βασιλέως ἐπιθυμίᾳ, ἐπίδοσιν δὲ λαμπρὰν τοῖς λόγοις ἐνεργασάμενος. ταύτην οὖν προ‐ φέρων τῇ πόλει τὴν εὐεργεσίαν οὐδοτιοῦν ἀνῆκα;
10καὶ τίς οὕτως ἀναιδής, ὅστις εἰπεῖν τολμήσειεν ἄν;
Or
.

2

.

18

Ἀλλ’ ἡ βάδισις φορτικ. ποία, πλὴν εἰ τὴν παρὰ τοῦ νοσήματος λέγοι τις; ἀλλὰ τὸ βλέμμα, ἀλλ’ αἱ ὀφρύες, ἀλλ’ ἡ φων. οὐ τὸν ἐπίχαρίν με καλεῖν εἰώθατε; ταῦτ’ οὖν οἷόν τε τὰ ὀνόματα συνελθεῖν,
5ὥστε τὸν αὐτὸν τοῦτό τε καὶ βαρὺν ἐν δίκῃ καλεῖσθαι;
Or
.

2

.

19

εἰσὶ τοίνυν τινές, οἳ τῷ τὸν γέλωτα καθάπαξ φυ‐ γεῖν ταύτην ἠνέγκαντο τὴν προσηγορίαν. πότ’ οὖν ἢ διεκώλυσα γελῶντας ἢ νέφος ἐπήγαγον εὐφροσύνῃ; ποσάκις δὲ αὐτὸς ἡγεμὼν ἐγενόμην γέλωτος ἐν οἷς
5ἐξῆν; ἐπεὶ σπουδῆς γε καὶ προνοίας πραγμάτων ἐπι‐ στρεφούσης πρὸς ἑαυτὴν πονηρὸν ἂν ἦν γελᾶν τε αὐτὸν καὶ γελᾶν ἑτέρους ποιεῖν.
Or
.

2

.

20

τοσοῦτον δὲ ἀπέχω ταύτης τῆς αἰτίας, ὥστ’ οὐδὲ πρὸς τοὺς φοιτῶντας τοιοῦτος γεγένημαι, ἀλλ’ ἡδονήν τινα τὴν ἀπὸ τῆς ἡμερότητος καταμιγνύω τῷ πράγματι, δι’ ἣν οὐδὲν δέο‐
5μαι πληγῶν ἑκόντων ἅπαντα ποιούντων, ἑτέρους δὲ ἴσμεν μυρίας ῥάβδους ἀνηλωκότας, οἳ οὔτε τοσοῦτον
ἐδυνήθησαν οὔτ’ ἐκλήθησαν ὃ νῦν ἐγώ.
Or
.

2

.

21

Τί δ’; ἐν ταῖς ἀρρωστίαις ἔστιν εἰπεῖν, ὡς τοὺς μὲν ἄλλους δι’ ἑκάστης ἡμέρας ἠξίουν παρ’ ἐμὲ βαδί‐ ζειν, τοὺς δὲ καὶ νυκτός, ἐνίους δὲ μηδ’ ἀπαλλάττε‐ σθαι τῆς κλίνης, αὐτὸς δὲ ταύτην ἐλλείπων τὴν φορὰν
5εἰκός τι ποιεῖν ἐνόμιζον; τοῖς μὲν γὰρ πρέπειν τὴν λειτουργίαν, ἐμαυτῷ δὲ τὴν περὶ ταῦτα ἀτέλειαν.
Or
.

2

.

22

καὶ μὴν πάλαι μὲν ἑωρώμην θέων ἐπὶ τὰς θύρας τῶν ἀσθενούντων καὶ κλίμακας, νῦν δὲ φερόμενος, τὰ μὲν ἵππῳ, τὰ δὲ χερσὶν οἰκετῶν. καίτοι τίς οὐκ ἂν ἱκανὴν ἔχειν ἀπολογίαν ἡγησάμενος τό τ’ ἐν τοῖς
5ποσὶ κακὸν τό τε γῆρας ταύτης αὑτὸν ἀφῆκε τῆς τα‐ λαιπωρίας; ἀλλ’ οὔτε τοῖς οὐκ ἐπισκεψαμένοις με κά‐ μνοντα τοῦτο πώποτε ἐμεμψάμην αὐτός τε καὶ παρὰ δύναμιν πολλάκις ἧκον ἐπισκεψόμενος.
Or
.

2

.

23

Τί λοιπόν; ἐν ταῖς ἐπιδείξεσιν εἰμὶ βαρύς, τὸν μὲν ἀεὶ γιγνόμενον κρότον, κἂν ᾖ πολύς, ὡς ἐλάττω τοῦ δέοντος αἰτιώμενος, ταῖς δ’ εἰωθυίαις φωναῖς προσ‐ τιθέναι καινὰς ἀξιῶν, τὰς δὲ εὐφημίας, ὥσπερ λίθι‐
5νος, δεχόμενος καὶ οὔτε ὀφθαλμοῖς οὔτε χειρὶ τοὺς ἐπαινέτας οὔτε μειδιάματι τιμῶν;
Or
.

2

.

24

ἐγὼ δὲ αὐτοὺς οἶδα καὶ ῥήμασιν ἐπισχών, δεόμενος μὴ οὕτω λίαν κόπτειν αὑτοὺς μηδ’ ἐν οἷς ἐμὲ κοσμοῦσι ταλαιπωρεῖν.
ἃ δ’ ἠγανάκτησα πολλάκις ὑπὲρ Πλάτωνος καὶ Δημο‐
5σθένους, ὁπότε ἀδικοῖντο ὑπὸ τοῦ θεάτρου, τὰ πολὺ διεστηκότα συναγόντων ταῖς βοαῖς, οἶμαι πάντας εἰδέ‐ ναι, καὶ γὰρ δὴ καὶ προλόγῳ ταῦτα ἔπαυσα, μᾶλλον δὲ ἐβουλήθην μέν, ἔτι δὲ ταὐτὸν ἔστιν οὗ τολ‐ μᾶται.
Or
.

2

.

25

Αὐτὸ τοίνυν τὸ πλῆθος τῶν ἐπιδείξεων, ἐπειδή τινας ᾐσθόμην δυσχεραίνοντας, ᾤμην δέ γε αὐτοῖς ὁ ἠλίθιος χαρίζεσθαι τῇ πυκνότητι, κατέλυσα καὶ ἃ πρό‐ τερον ἐν πλείοσι, ταῦτ’ ἐν τοῖς φοιτῶσι δεικνύω. οὕτω
5πάνυ δέδοικα 〈καὶ〉 τὸ δοκεῖν εἶναι βαρύς.
Or
.

2

.

26

Νὴ Δί’, ἀλλὰ τούτων μὲν οὐδὲν οὐδεὶς αἰτιᾶ‐ ται, ἐκεῖνο δὲ τὸ τὰ πάλαι μὲν ὄντα ποθεῖν τε καὶ ἐπαινεῖν, τῶν παρόντων δὲ κατηγορεῖν, καὶ τότε μὲν φάσκειν εὐδαίμονας εἶναι τὰς πόλεις, νυνὶ δὲ δυστυ‐
5χεῖν, καὶ τοῦτον ἀεί τε καὶ πανταχοῦ καὶ καθ’ ἡμέραν λέγεσθαί μοι τὸν λόγον.
Or
.

2

.

27

εἰσὶ δὲ οἱ ταῦτα μεμφό‐ μενοι καὶ οἱ τοῖς λόγοις ἀνιώμενοι τούτοις, οἷς τὰ παρόντα συνήνεγκεν· οἷς δ’ ἐλυμήνατο, τῶν ἐπαινούν‐ των. γεγόνασι δὲ οὗτοι μὲν ἐξ ἐνδόξων ἄδοξοι καὶ
5ἐξ εὐπόρων ἄποροι, ἐκεῖνοι δὲ τοὐναντίον ἐν δόξῃ καὶ πλούτῳ καὶ δυνάμει, ὧν τοσοῦτον ἀπεῖχον ταῖς ἐλπί‐ σιν, ὅσονπερ τοῦ πτήσεσθαι.
Or
.

2

.

28

οὐκοῦν τοῖς μὲν εὖ πράττουσι παρὰ τὴν ἀξίαν ἀηδής εἰμι καὶ βαρὺς ταῦτα λέγων, τοῖς δ’ ἐξ εὐδαιμόνων κατενεχθεῖσι κεχα‐ ρισμένος, οἷα δὴ συναχθόμενός τε καὶ πεπληγμένος
5ταῖς ἐκείνων συμφοραῖς. διὰ τί οὖν, ὅταν με βαρὺν καλῶσιν, οὐ προσδιορίζουσι μικρόν τι προστιθέντες τὸ σφίσιν· οὐ γὰρ ἅπασί γε ἐγὼ βαρύς, ἀλλ’ οἷς τὰ κακὰ τῶν πολλῶν ἀγαθά. πᾶσι μὲν οὖν ὢν βαρὺς ᾐσχυνόμην ἂν τοῖς λεγομένοις, εἰ δὲ τοῖς οὕτως εὐτυ‐
10χηκόσι, σεμνύνομαι·
Or
.

2

.

29

οὓς ἡδέως ἂν ἐροίμην, πό‐ τερά με ψεύδεσθαί φασι τοῖς ἐπαίνοις τουτοισὶ καὶ τοῖς ψόγοις ἢ οὔ. εἰ μὲν γὰρ ψεύδεσθαι, δειξάτωσαν, ὡς οὐκ ἀμείνω ταῖς πόλεσι τὰ πρόσθεν· εἰ δ’ ἀληθεύ‐
5ειν, τί χαλεπαίνουσι; τί δ’ οὐχὶ τὴν ἀλήθειαν βαρεῖαν καλοῦσιν, ἀλλὰ τὸν ἑπόμενον ἐκείνῃ βαρύν; οὐ γὰρ ὁ ἐμὸς λόγος τὰ πράγματα πεποίηκεν, ἀλλ’ ὑπὸ τῶν πραγ‐ μάτων οἱ λόγοι τοιοῦτοι γεγένηνται.
Or
.

2

.

30

εἶπον, ὅτι πάλαι πολλαὶ θυσίαι καὶ μεστὰ τῶν θυόντων τὰ ἱερὰ καὶ θαλίαι καὶ αὐλοὶ καὶ ᾠδαὶ καὶ στέφανοι καὶ πλοῦ‐ τος ἐν ἑκάστῳ κοινή τις οὗτος τοῖς δεομένοις ἐπικου‐
5ρία. τί οὖν ἐψευσάμην; καὶ νῦν τοὺς νεὼς ἴδοι τις ἂν τοιούτους; μᾶλλον δέ, ἴδοι τις ἂν πενίαν ἑτέρωθι τοσαύτην;
Or
.

2

.

31

εἰσὶ μὲν οἳ ὡς ἥδιστ’ ἂν θεοὺς ἀναθήμασι τιμήσαιεν, ἴσασι δ’, ὡς εἰ κομίσαιεν ἐκεῖσε, ταῦτα ἑτέρων
ἐστίν, ὅπου γε καὶ τὴν πολλὴν ἑκάστου τῶν θεῶν γῆν ἕτεροι γεωργοῦσι καὶ τῆς προσόδου μέτεστι τοῖς βωμοῖς
5οὐδοτιοῦν.
Or
.

2

.

32

εἶπον, ὅτι τοῖς περὶ τὴν γῆν πονοῦσιν ἦν καὶ κιβώτια πάλαι καὶ ἐσθὴς καὶ στατῆρες καὶ μετὰ προικὸς οἱ γάμοι. νῦν δὲ διὰ πολλῶν μὲν ἐρήμων ἥξεις ἀγρῶν, οὓς τὸ πιέζεσθαι ταῖς εἰσπράξεσιν ἐκένωσε
5προστεθέντος ἑτέρου κακοῦ μείζονος, τῶν τὰ ἄντρα σφῶν αὐτῶν ἐμπεπληκότων, τῶν μέχρι τῶν ἱματίων σωφρόνων. ὅσοι δὲ καὶ μένουσιν ἐν ἀγροῖς, οὐδὲν δέονται κλείειν θύρας· οὐδεὶς γὰρ φόβος ἀπὸ λῃστῶν τῷ γε οὐδὲν ἔχοντι.
Or
.

2

.

33

Ἀλλὰ τὰς βουλὰς ἐρεῖς. ἀλλ’ εἰ καὶ μηδὲν ἄλλο διέκειτο κακῶς, τοῦτό γ’ ἂν ἔπειθε μόνον λέγειν οἷά‐ περ λέγω. ἀντὶ μὲν ἑξακοσίων τῶν τότε οὐδὲ ἑξή‐ κοντα νῦν. ἑξήκοντα εἶπον; οὐδὲ μὲν οὖν ἓξ παρ’
5ἐνίοις.
Or
.

2

.

34

ἀλλ’ εἰσὶ τῶν πόλεων, ἐν αἷς ὁ αὐτὸς εἰσπράττει, λούει καὶ πάλιν λούει. τί τοῦτό ἐστι τὸ αἴνιγμα; λούει τε τῇ χορηγίᾳ τῶν ξύλων καὶ τὸν ἀμ‐ φορίσκον λαβὼν βαλανεὺς ὁ λειτουργῶν γίγνεται. εἶθ’
5ὁ μὲν θερμόν, ὁ δὲ ψυχρὸν ὕδωρ ἐζήτησε, τῷ δέ, οὐκ
ἔνι γὰρ μερισθῆναι, τὴν θατέρου φέρειν ὀργὴν ἀνάγκη.
Or
.

2

.

35

ἀλλ’ οὐ παρ’ ἡμῖν ταῦτα. μηδέ γε, ὦ Ζεῦ, γένοιτο, ἀλλ’ οὐ τοῦτο δεῖ σκοπεῖν, οὗ ταῦτα οὐκ ἔστιν, ἀλλ’ ὅτι, οὗ ταῦτα ἔστιν, ἔνι. καὶ μὴν αἷς μὲν τῶν βουλῶν ἡ γῆ πονηρά, τῷ μεγέθει τῶν φορτίων
5ἀπολώλασιν οὐδενὸς τῆς τοιαύτης ἐρῶντος γῆς οὐδὲ ὠνουμένου, παρ’ οἷς δὲ βελτίων, ἀντὶ τῶν κεκληρο‐ νομηκότων ἔχουσι τοὺς πρίασθαι δυναμένους δεσπό‐ τας. εἶθ’ οἱ μὲν πολιτευόμενοι ταπεινοὶ καὶ ὀλίγοι καὶ οὐ πένητες μόνον, ἀλλ’ ἤδη καὶ πτωχοί, οἱ δ’ οὐκ οἶδ’
10ὁπόθεν εἰσπεσόντες, θέντες τιμήν, τὸ γὰρ ἀληθὲς εἰρή‐ σεται, τρυφῶσιν ἐν τοῖς ἐκείνων, οἱ μὲν οἰκίας, οἱ δὲ ἀγρούς, οἱ δὲ ἀμφότερα κεκτημένοι.
Or
.

2

.

36

καὶ τὸ μὲν τῆς βουλῆς ἀξίωμα οὐδαμοῦ, σοβοῦσι δὲ οἱ ξένοι καὶ γαμοῦσιν, ἡμεῖς δὲ ὁρῶμεν καὶ συνδειπνοῦμεν καὶ συν‐ ευχόμεθα γῆρας, βουλεύοντι δὲ οὐδεὶς ἂν δοίη κόρην·
5οὐχ οὕτω μισεῖ τὴν ἑαυτοῦ. μηνὸς ἂν δέοι τῷ γε δι’ ἀκριβείας εἰπεῖν βουλομένῳ τὰς τῶν ἐν ταῖς βουλαῖς συμφοράς.
Or
.

2

.

37

Οἶδα καὶ ὑπὲρ τῶν στρατιωτῶν, ὥσπερ ὑπὲρ τῶν βουλευόντων, στενάξας οὐδὲ τούτων ἴσως ἀδίκως, πεινώντων καὶ ῥιγούντων καὶ οὐδ’ ὀβολὸν ἐχόντων διὰ τὴν τῶν λοχαγῶν καὶ στρατηγῶν δικαιοσύνην, οἳ
5τοὺς μὲν ἀθλιωτάτους ποιοῦσιν, αὑτοὺς δὲ πλουσιω‐
τάτους. πεινῶσι δὲ καὶ οἱ τῶν ἱππέων ἵπποι, ὁ δὲ λιμὸς οὗτος χρυσὸς ἐκείνοις πρὸς τῷ παρὰ τοῦ βασιλέως, ὃς διὰ τῶν χειρῶν τῶν στρατιωτῶν εἰς τὰς ἐκείνων ἔρχεται.
Or
.

2

.

38

καὶ καλὸν μὲν ἐμέσαι καὶ μεθυ‐ σθῆναι καὶ συνάψαι τούτοις εὐθὺς ἐδωδὴν ἑτέραν καὶ πόσιν, αἰσχρὸν δὲ αἱ μελέται καὶ τὸ ἐν τῷ πεδίῳ πρέ‐ πουσι πόνοις αὑτὸν γυμνάσαι. τοιγαροῦν ἐν ταῖς μά‐
5χαις ἀρκεῖ βοῆσαι τοῖς πολεμίοις, καὶ οἱ μὲν ᾤχοντο ἀπιόντες, ὁ δὲ μένων πεισόμενος ἔμεινε. καὶ περιδε‐ εῖς μὲν αὐτοῖς αἱ ψυχαί, σκιῶν δὲ οὐ πολὺ διαφέροντα τὰ σώματα.
Or
.

2

.

39

πικρὰ δὲ καὶ ἡ γῆ τοῖς ποσὶν ὑπο‐ δημάτων ἀπορίᾳ· δεῖ γὰρ δὴ καὶ εἰς γύναιον ἀναλί‐ σκειν καὶ παῖδας, ἔστι δὲ ἑκάτερον ἑκάστῳ καὶ οὔτε τοὺς γάμους κωλύουσιν οὔθ’ ἥ τις ἂν γένοιτο τροφὴ
5καὶ ταῖς τικτούσαις καὶ τοῖς τικτομένοις, σκοποῦσι. τεμνομένου τοίνυν εἰς τοσαύτας τομὰς τοῦ σίτου τῷ στρατιώτῃ πόθεν ἐκείνῳ κόρος; ἡ δὲ ἀπὸ τούτου βλάβη ζημία τῷ πολέμῳ καθίσταται.
Or
.

2

.

40

ἀλλ’ οὐκ ἐν ἐκεί‐ νοις τοῖς καιροῖς οὓς ἐπαινῶ, ταῦτα ἦν, ἀλλ’ εὐδοξίας μὲν ἀντὶ χρημάτων ἤρων οἱ ἡγούμενοι, τὰ δὲ τῶν στρατιωτῶν οὐδεὶς ἦν ὁ ἀφαιρησόμενος. οἱ δ’ αὐτοὶ
5καὶ ἰσχυροὶ καὶ ἀνδρεῖοι καὶ τεχνῖται πολέμων καὶ οὐκ ἐγάμουν, ἀλλ’ ὅπως μηδὲ δεήσονται γάμων, εὕρητο. οἱ δέ γε ἵπποι φέροντες τοὺς ἱππέας ἥδιστον μὲν 〈τοῖσ〉 οἰκείοις θέαμα, φοβερὸν δὲ τοῖς ἀντιπάλοις, καὶ ἦν εἰρήνη παραινούντων ἑαυτοῖς τῶν βαρβάρων τὴν ἡσυχίαν
10ἄγειν.
Or
.

2

.

41

εἰ δὲ δεῖ καὶ περὶ τῶν τὰ ἔθνη διοικούν‐ των ἀρχόντων εἰπεῖν, ἦρχον μὲν οἱ βέλτιστοι κριθέν‐ τες, τούτων δὲ οἱ μὲν ἐμμείναντες τῷ τρόπῳ κατεγή‐ ρων ἐν τοῖς θρόνοις, οἱ δὲ ἐκπεσόντες ἑαυτῶν ἀπέ‐
5θνησκον, καὶ οὐκ ἦν παραίτησις. τοῦτ’ οὖν ἐποίει τοὺς νόμους κρατεῖν.
Or
.

2

.

42

ἀλλὰ νῦν τρέχει μὲν ἐπὶ τὴν ἀρχὴν ὁ πρίασθαι δυνηθείς, μεταστρέφεται δὲ περι‐ σκοπῶν, μὴ οὐ πολλοὺς ἀπέχει σταδίους ὁ διαδεξόμε‐ νος. ὁμολογεῖ δὲ εὐθύς, ὡς ἧκε ληψόμενος, καὶ τοῦτο
5τῆς ἀρχῆς τὸ προοίμιον, ἐν δὲ τοῖς ἁπάντων ὀφθαλμοῖς τὰ πρότερον ἐν σκότει γιγνόμενα τολμᾶται, κἂν ἐξέλθῃ τῆς ἀρχῆς, μικρόν τι τοῦ παντὸς ἐξεμέσας τὸ πλέον κατέπεψε. βαρὺς οὖν ὁ τὰ μὲν μισῶν, τὰ δὲ θαυμάζων;
Or
.

2

.

43

Εἶεν· εἰ δὲ δὴ καὶ τἄλλα με πάντα φίλον ἐποίει τοῖς παροῦσιν, οὐκ ἄν με καὶ μόνα τὰ περὶ τοὺς λόγους εἰκότως ἐξεπολέμωσεν; οἳ πάλαι μὲν
ἤστραπτον, νῦν δ’ εἰσὶ σκοτεινοί, καὶ πάλαι μὲν
5εἷλκον τὴν πανταχόθεν νεότητα, νῦν δ’ οὐδὲν εἶναι κέκρινται.
Or
.

2

.

44

ἀλλ’ οἱ μὲν ἐοικέναι δοκοῦσι πέτραις, εἰς ἃς ὁ σπείρων μαίνεται προσαπολλὺς τὴν σποράν. καρποὶ δ’ ἑτέρωθεν ἀπὸ τῆς Ἰταλῶν φωνῆς, ὦ δέσποινα Ἀθηνᾶ, καὶ τῶν νόμων. οὓς ἔδει πρότερον φέρον‐
5τας τοὺς ἐπισταμένους ἑστάναι πρὸς τὸν ῥήτορα βλέ‐ ποντας, ἀναμένοντας τό· ὦ οὗτος ἀναγίνωσκε. ἤδη δὲ καὶ ὑπογραφεῖς ἐν ταῖς μεγίσταις ἀρχαῖς, ὁ δὲ τὸ λέγειν ἀντ’ ἐκείνου μαθὼν ὑπ’ ἐκείνων τε καταγελᾶται καὶ αὐτὸς ὀδύρεται.
Or
.

2

.

45

πολλοὶ δὲ πολλοῖς οὐσίας ἐκ συνηγοριῶν σεσωκότες ἐκπηδήσαντες ἐκ τῶν δικαστη‐ ρίων ὁπλῖται γεγένηνται, οὐ τῆς ἐκ τῶν χειρῶν δόξης ἐπιθυμοῦντες, ἀλλ’ εἰδότες, ὅτι δόρυ ἑλοῦσιν εὐθὺς
5ὑπάρξει γαμεῖν καὶ τὰ τῆς γυναικὸς ἐσθίειν, πολεμίου δὲ ἐπελθόντος ἐν ἀκμῇ μάχης ῥᾷστον ἀντὶ τῶν χειρῶν χρήσασθαι τοῖς ποσίν, ὡς οὐκ ἐσομένων εὐθυνῶν.
Or
.

2

.

46

τῶν τοίνυν καλουμένων σημείων τρεψαμένων μὲν τὸν Ἑρμῆν, τρεψαμένων δὲ τὰς Μούσας, τὴν δ’ οὖσαν τοῖς περὶ ἐκείνας εὐδαιμονίαν εἰς αὑτὰ μεταθέντων, καὶ τῶν μὲν τεταπεινωμένων, τῶν δὲ τὰς γνάθους φυ‐
5σώντων ἀγανακτεῖ τις, εἰ τῆς τέχνης ἀχρήστου μοι
γεγενημένης ἀλγῶ;
Or
.

2

.

47

Ἀλλ’ οὐχ ὑπὲρ ταύτης, φησί, μόνον ἀλ‐ γεῖς, ἀλλ’ ὅλως ἐπιλαμβάνῃ μὲν τῶν νῦν, ὑμνεῖς δὲ τὰ πρότερα καὶ περιεργάζ. τίνα, ὦ βέλτιστοι, παραβαίνων νόμον, τίνας ὑπερπηδῶν ὅρους
5τῇ περὶ ταῦτα λύπῃ; πῶς ἀδίκημα γίγνεται τὸ τοῖς πράττουσι κακῶς συνάχθεσθαι; ἐγὼ μὲν γὰρ χρηστό‐ τητος εἶναι νομίζω τὸ μὴ μόνον ὑπὲρ τῶν οἰκείων ἀνιᾶσθαι κακῶν, ἀλλὰ κἀν τοῖς ἑτέρῳ συμβαίνουσι ταὐτὸ ποιεῖν.
Or
.

2

.

48

καὶ οἶδα πολλοὺς οὐ μόνον τοὺς καθ’ αὑτούς, εἰ ἀτυχοῖεν, ἐλεοῦντας, ἀλλὰ κἀν ταῖς τῶν τραγῳδιῶν ἀναγνώσεσι δάκρυα κατὰ τῶν βιβλίων ἀφιέν‐ τας. πῶς οὖν οὐχὶ καὶ τούτους κακίζετε;
Or
.

2

.

49

ῥᾴδιόν γέ τοι πρὸς αὐτοὺς λέγειν· τί δὲ ὑμῖν μέλει τῶν Νιόβης τέκνων, ἢ εἴ τις Κάδμου θυγάτηρ τὸν αὑτῆς ἀπέκτεινε; Λάϊος δὲ ὑμῖν πατήρ; Οἰδί‐
5πους δὲ ἀδελφός; Ἑκάβη δὲ μήτηρ; Κρέων δὲ ὁ Κορίνθιος θεῖος; Γλαύκη δὲ ἀνεψι; πρῴην Ἱππόλυτον τὸν Εὐριπίδου θρήνων οὐκ ἠξίωσα τοσού‐
των, ὅσωνπερ ἄν, εἰ παρῆν καὶ ἑώρων τὸ πάθος; τί οὖν οὐκ ἐγκαλοῦμαι ταῖς πρὸ τῶν Τρωικῶν συμ‐
10φοραῖς πληττόμενος;
Or
.

2

.

50

ὑμεῖς δέ, ὦ πρὸς Διός, νέων ἐκφερομένων καὶ πατέρων ἀκολουθούντων συνεκφέρον‐ τες οὐ θρηνεῖτε, καὶ ταῦτα οὐδεμιᾶς ἀναγκαζούσης συγγενείας; τοὺς ἐπιτιμῶντας οὖν εἰκότως ἂν ἔχοιτε.
5καὶ μὴν ἐν εὐεργέταις οἷς ταῦτα εἰσενηνόχατε γονεῦσιν ἠρίθμησθε.
Or
.

2

.

51

εἰ δ’ οὐδὲν δεινὸν τὸν οὐ προσήκοντα ἀποθανόντα δακρύειν, πῶς δεινὸν τοὺς ζῶντας ἐν ὀδύ‐ ναις, ὃ πολὺ τοῦ θανάτου πικρότερον; εἰ δ’ ἄξιον ἀθυμεῖν κακῶς φερομένης πόλεως, διὰ τί μὴ καὶ
5ἔθνους; εἰ δὲ ἑνός, διὰ τί μὴ καὶ πλειόνων;
Or
.

2

.

52

ἀλλ’ ἐμοὶ μὲν τοὺς συναχθομένους, εἰ καὶ πλεῖστον ἀπέ‐ χοιεν τῶν περὶ λόγους, φιλῶ, τοὺς δ’ ἐν ἑτέροις ζῶν‐ τας εἰ μὴ τῶν αὐτῶν ἀξιοίην, οὐκ ἀδικήσω; οὐκ ἐσμὲν
5Κύπριοι οὐδέ, σὺν Ἀδραστείᾳ δὲ εἰρήσεται, τῷ σεισμῷ κατενεχθεῖσαν ἐπείδομεν τὴν πόλιν, ἀλλ’ ὅμως οἰμω‐ γαὶ καὶ ὀδυρμοί, καὶ ὦ πόλεις, ποῦ ποτε ἄρ’ ἐστ; πολλῶν ἦν ἀκούειν λεγόντων, καὶ οὐδεὶς ἐπέ‐ πληξεν, εἰ τοσαύτῃ τῆς νήσου διειργόμενοι τῇ θαλάσσῃ
10μετέχειν τῆς συμφορᾶς ἐνομίζομεν.
Or
.

2

.

53

τί οὖν αὐτοῖς ἡ περιεργία βούλεται; οὐκ εἰμὶ μὲν τῶν δυνάμεων ἡγεμὼν οὐδὲ ἐκοινώνησα τῶν ἐν Θρᾴκῃ παρατάξεων οὔτε ὡς στρατηγὸς οὔτε ὡς στρατιώτης, ἀλλ’ οὐδ’ ἂν
5ἀπὸ δένδρου ποθὲν ὑψηλοῦ τὴν θέαν ἤνεγκα ἂν τῆς μεγάλης ἐκείνης μάχης, ἀλλ’ ὅμως ἀκούσας τῆς συμ‐ βολῆς τὸ πέρας τό τε μέτωπον ἔπληξα καὶ τῶν τριχῶν ἔτιλα καὶ τὰς αἰτίας πρὸς ἐμαυτὸν ἐξήτασα τῶν κακῶν, ὧν τῆς ὑστεραίας καὶ πρὸς ἄλλους ἐμνήσθην. ἡμάρ‐
10τανον οὖν τούτοις; καὶ τίς ὁ τοῦτο φήσων;
Or
.

2

.

54

Οὐ βουλεύω μέν, ἀλλ’ ἀφεῖμαι ταῖς περὶ τοὺς λόγους φροντίσιν, ἄχθεσθαι δὲ ἔξεστί μοι καὶ τῇ τῶν βουλευόντων πενίᾳ καὶ τῷ τῶν τοῖς ἄρχουσιν ὑπηρε‐ τούντων πλούτῳ, ὧν ἔνιοι πέρυσι κρέα πωλοῦντες, οἱ
5δὲ ἄρτους, οἱ δὲ λάχανα ταῖς ἐκείνων οὐσίαις μεγάλοι γεγένηνται περὶ τιμῆς οὐδὲν διενεχθέντες· τοσοῦτος αὐτοῖς ἐστιν ὁ χρυσός.
Or
.

2

.

55

οἱ δὲ καὶ τῷ μεγέθει τῶν οἰκιῶν λυποῦσι τοὺς γείτονας οὐκ ἐῶντες τῆς ἡμέ‐ ρας ἀπολαύειν καθαρῶς. εἶτ’ ἐκεῖνοι μὲν οὐδὲν ἀδι‐ κεῖν σοι δοκοῦσι τῇ μεταβολῇ καὶ ταῖς τῶν πραγμά‐
5των διορυχαῖς, εἰ δέ τις ἐπὶ τούτοις οὐ δύναται σιω‐ πᾶν, φορτικὸς οὗτός ἐστι καὶ βαρύς;
Or
.

2

.

56

ἀλλὰ σὺ μέν, εἴ σοί τις τῶν συγγενῶν ἴσος γένοιτο κατὰ πλοῦ‐ τον, ἀποπνίγῃ, καὶ τὸ πρᾶγμα οὐκ ἀνεκτὸν καὶ ἥδιστ’ ἂν δίκην ἔλαχες τῇ Τύχῃ, ἐμὲ δὲ αὐτὴν ὡς δίκαια
5ποιοῦσαν ἐπαινεῖν ἠξίους, οὕτω πολλῇ περὶ τοὺς ἀν‐ θρώπους ἀδικίᾳ κεχρημένην καθ’ ἑκάτερον, καθελοῦσαν μὲν οὓς εὖ ποιεῖν ἐχρῆν, δοῦσαν δὲ τὰ παρ’ αὑτῆς τοῖς καθάρμασιν.
Or
.

2

.

57

ἢ καὶ τὸν τῶν ἡνιόχων πλοῦ‐ τον ἐπαινεῖν με προσήκει καὶ ὅς ἐστιν ἑτέροις τισὶν ἐπί τινι γέλωτι καὶ τὸ πρόχειρον εἶναι ζώνης τυχεῖν καὶ τὸ τοὺς νεανίσκους ἀναισχυντεῖν, καὶ τὸ τοὺς πα‐
5τέρας ταῦτα ὁρῶντας ἀνέχεσθαι, καὶ τὸ τῆς μὲν ἡμέρας τὸ πλέον καθεύδειν, τῆς δὲ νυκτὸς ἐν τῷ μέλλειν λοῦσθαι δαπανᾶν; ἐν ᾧ δὲ μέλλουσιν, ὅ τι καὶ ὅπου δρῶσιν, οὐ λέγω.
Or
.

2

.

58

Τέτταρες ἦσαν ὑπογραφεῖς ἐκείνῳ, περὶ οὗ λέγων τι καλὸν οἶδα λυπῶν, καὶ τὰς ἀγγελίας οἱ φέ‐ ροντες ἑπτακαίδεκα, καὶ ὁ τούτοις ἐφεστηκὼς ἆθλον εἶχε πολλῶν ἐτῶν τὴν περὶ τὸν χαλκὸν ἀρχήν, οἱ δ’
5ἄλλοι τὰς πόλεις ἐποίουν λαμπράς. τὰ δὲ νῦν, οἱ μέν εἰσιν εἴκοσι καὶ πεντακόσιοι, οἱ δὲ τῶν μυ‐
ρίων πλείους, ᾧ δὲ μέλει τούτων, ὁπότ’ αὐτῷ δόξειεν, ὕπαρχος ἀνεφάνη.
Or
.

2

.

59

τούτοις κεντοῦμαι τὴν ψυχήν, περὶ τούτων οὐ δύναμαι μὴ τὰ δίκαια λέγειν καὶ ἔχω γε τοὺς ἀποδεχομένους, ὥσπερ ὑμεῖς ἀλλήλους ἐν τοῖς καλοῖς συμποσίοις, ἐν οἷς πολλὴ μὲν ἡ χιών, πολλὴ
5δὲ ὕβρις, αἰσχραὶ δὲ ἅμιλλαι, πονηραὶ δὲ νῖκαι, ὑμνοῦν‐ ται δὲ ἀντὶ τῶν θεῶν οἱ τῶν κακῶν τῶν παρόντων αἴτιοι.
Or
.

2

.

60

Τῷ πολλάκις γάρ, φησί, τοῦτο ποιεῖν βαρὺς ε. τὸ πολλάκις δὲ λέγειν ἃ καλῶς ἔχει λέ‐ γειν, τῷ λέγοντι μέμψιν [ἂν] ἐνεγκεῖν δίκαιον; καὶ πῶς; ἢ γὰρ οὐ λεκτέα, ἃ μὴ χρῆν, ἢ καὶ πολλάκις,
5ἃ προσῆκεν.
Or
.

2

.

61

ὁρᾷς, ὡς τοῖς αὐτοῖς κατὰ τὴν ἡμέ‐ ραν ἑκάστην ἀλλήλους προσαγορεύομεν καὶ οὐκ ἐσμὲν βαρεῖς οὐδὲ λυποῦμεν τοῖς ῥήμασιν, ἀλλ’ ἡδίους ποι‐ οῦμεν, ὁ δ’ οὐ προσειπὼν ἠτίμασεν. οἱ δὲ περὶ τὰς
5τραπέζας ὑμῖν ᾄδοντες νέοι καὶ ὑφ’ ὧν τοῖς ᾄσμασι πίνετε, οὐ τοῖς αὐτοῖς ὑμῖν παραπέμπουσι τὰς κύλικας καί εἰσιν ἡδίους αὐτοῦ τοῦ πόματος; πῶς οὖν ἐκεῖνο μὲν οὐ βαρύ, τοῦτο δέ; εἰ γὰρ ἐκεῖνο τοῖς πότοις πρέπει, καὶ τοῦτο ταῖς συμφοραῖς.
Or
.

2

.

62

οἶδα δὲ ἔγωγε πολλοὺς ἐπὶ δεινοῖς τισιν ἐν θρήνοις ἀποθανόντας, ὧν οὐδεὶς κατηγόρησεν, ὅτι μὴ προεπαύσαντο, ἀλλὰ καὶ καλῶς ἔδοξαν ᾐσθῆσθαι τῶν κακῶν αὐτῷ τῷ συν‐
5εκβεβιωκέναι τῇ λύπῃ.
Or
.

2

.

63

στῆσον τὴν λύμην τὴν περὶ ἕκαστον καὶ στήσεις μοι τοὺς περὶ αὐτῆς λόγους. εἰ δὲ ἐκείνη χωρεῖ, τί μοι τὴν γλῶτταν ἀποφράττεις; αὐτὰ γάρ με κινεῖ τὰ πράγματα πρὸς τὰ ῥήματα· σὺ
5δ’ ὅμοιόν τι ποιεῖς, ὥσπερ ἂν εἴ τις ἰατρὸς οὐκ ἔχων ἕλκος ἰάσασθαι τὸν ὀδυνώμενον ἐκέλευε μὴ στένειν.
Or
.

2

.

64

ἀπόδος τὴν παλαιὰν ἰσχύν τε καὶ ὥραν ταῖς πό‐ λεσι, καὶ τῆς παλινῳδίας ἀκούσῃ. κατάστησον εἰς τὴν ἔμπροσθεν τάξιν τοὺς λόγους, καὶ τότ’ αὐτοὺς ἀπαίτει τοῦ καιροῦ τὴν εὐλογίαν. εἰ δὲ ἡ νόσος βαδίζει καὶ
5τὸ κακὸν ἀεὶ 〈μεῖζον〉 γίγνεται καὶ μικρὰ τὰ πρὸ τοῦ πρὸς τὰ νῦν καὶ τιμιώτερα τὰ φαυλότερα καὶ ἀτιμότερα τὰ κρείττω, τί με τὴν φθορὰν ἀναγκάζεις ἐγκωμιάζειν;
Or
.

2

.

65

Μάλιστα μὲν οὖν τὰ τῆς οἰκουμένης ἁπάσης ἐμαυτοῦ νενόμικα, βελτίω τε καὶ χείρω, καὶ γίγνομαι τοιοῦτος, οἷον ἄν με ποιῶσιν αἱ ἐκείνης τύχαι, μισεῖσθαι δὲ ὁ φιλῶν τὴν οἰκουμένην οὐκ ἄξιος.
Or
.

2

.

66

εἰ δ’ οὖν καὶ κατακλείοι μέ τις εἰς τὴν ὑπὲρ τῆς ἐνεγκούσης πρόνοιαν, ἀτυχεῖν μοι δοκεῖ ταῖς μετοικίαις αὕτη πολ‐ λῶν τινῶν, οἳ τὰς αὑτῶν καταλιπόντες πόλεις καὶ
5οἴκους, εἰ δὴ καὶ οἴκους, καὶ οὐδ’ ἂν ὄναρ ἡδέως ἰδόν‐ τες οὗπερ ἔφυσαν, ξένοι πολιτῶν κρατεῖν οἴονται δεῖν, τρέμοντες, μὴ νόμον θῇ βασιλεὺς εἶναι τῶν παραδόξων πλούτων εὐθύνας.
Or
.

2

.

67

οἷς οὐκ ἐξαρκεῖ τὰ ἡμέτερα ἔχειν, ἀλλὰ κἂν αἰτιάσηταί τις τὴν Τύ‐ χην, θυμοῦνται, καὶ βαρὺς ὁ μεμψάμενος· τὸ γὰρ εἰς τοῦθ’ ὑμᾶς ἥκειν παρρησίας, ὄντας οἷοίπερ ἐστέ, πῶς
5οὐ πάνδεινον;
Or
.

2

.

68

εἰ δὲ γεωργὸς ὢν ἀεὶ σπείρων οὐδὲν κομιζόμενος κατεβόων τῶν ἐτῶν τῶν τὸ μὲν λαβόντων, τὸ δὲ οὐ δεδωκότων, ὀχληρὸς ἂν ἦν τοῖς ταῦτα καθ’ ἕκαστον ἔτος ἀκούουσι; καὶ πῶς ἐνῆν μὴ θρηνεῖν ἐν
5αὐχμοῖς καὶ ἐπομβρίαις καὶ νοσήμασιν ἄλλοις καὶ τῇ περὶ τὴν σπορὰν αὐτὴν ζημίᾳ;
Or
.

2

.

69

ἀλλὰ μητρὸς μὲν τηκομένης μήκεσι νόσων ἔδει κλάειν, πατρίδος δέ, ἣ καὶ πρὸ τῆς μητρὸς ἂν εἴη, κακῶς διακειμένης ἑορτά‐ ζειν ἐχρῆν; ᾔδειν ἀρέσκοντα ποιῶν τοῖς λαχοῦσιν αὐτὴν
5δαίμοσι, τοῦτο δὲ ἠπιστάμην δίκαιον ὄν. δίκαια τοίνυν
ποιῶν οὐκ ἠδίκουν.
Or
.

2

.

70

Ἓν μὲν τοῦτο τοσοῦτον ἔπειθε λέγειν, ἕτερον δὲ οὐκ ἔλαττον· ἤλπιζον δράσειν τι τὸν λόγον καὶ ἰάσεσθαι καὶ ἐπανορθώσειν ἑτέρων πρὸς ἑτέρους αὐτὸν φερόντων, ἕως εἰς ὦτα τοῖς βασιλεῦσιν ἀφίκοιτο.
Or
.

2

.

71

δεδυστύχηται δέ μοι καὶ τοῦτο τὸ μάτην με ταῦτα ἐλπίσαι. περὶ παντὸς γὰρ μᾶλλον διαλέγονται τοῖς βασιλεῦσιν οἷς τούτου μέτεστιν ἢ τῶν τηλικούτων, καὶ τὰ συμφέροντα ὑπερβάντες ἀφ’ ὧν χαριοῦνται λέγουσι.
Or
.

2

.

72

καὶ τί δεῖ τοῖς ἄλλοις ἐπιτιμᾶν; οὐδ’ αὐτὸν ἐκί‐ νησα τὸν ὕπαρχον εἰς φροντίδα τῶν βουλῶν εἰπών, (ὃ τίνα οὐκ ἂν ἐπεσπάσατο;) ὅτι τὸ γένος τοῦτο ἐκ‐ λείψει παίδων βουλευταῖς οὐκ ἐσομένων, γάμων αὐτοῖς
5οὐ γιγνομένων, τοῦ βουλεύειν κακῶν εἶναι δοκοῦντος ἐσχάτου.
Or
.

2

.

73

ὁ δ’ ἐλέγχειν μὲν οὐκ εἶχέ μοι τὸν λό‐ γον, εἰπὼν δὲ κακῶς τρεῖς ἢ τέτταρας τῶν πολιτευο‐ μένων σὺν ὀργῇ μεγάλῃ πᾶν ὃ προσῆκεν ᾤετο πεπλη‐ ρωκέναι καὶ τῷ τρυφᾶν πάλιν αὑτὸν ἔδωκε.
Or
.

2

.

74

Τί οὖν λοιπόν; εὔχεσθαι τοῖς θεοῖς χεῖρα ὀρέ‐ ξαι καὶ τοῖς ἱεροῖς καὶ τοῖς γεωργοῖς καὶ ταῖς βουλαῖς
καὶ τῇ τῶν Ἑλλήνων φωνῇ καὶ τὰ μὲν οὐ δικαίως ηὐξημένα μικρὰ ποιῆσαι, τὰ δὲ ἀδίκως καταφρονούμενα
5τὰ αὑτῶν κομίσασθαι δοῦναί τε ἀφορμὰς ἐμοὶ χαρᾶς
ἀντὶ τῆς νῦν ἀνίας.
Or
.

3

t

ΠΡΟΣ ΤΟΥΣ ΝΕΟΥΣ ΠΕΡΙ ΤΟΥ ΛΟΓΟΥ.
Or
.

3

.

1

Οὔθ’ ὑμᾶς ἄν τις αἰτιάσαιτο τὸν εἰωθότα ἀπαι‐ τοῦντας λόγον, ὦ δόξης ἐπιθυμοῦντες ὑμεῖς, ἐμοί τε τὴν σιωπὴν ἔχειν ἡγοῦμαι λόγον· ὃν ἀκούσαντες συγ‐ γνώσεσθε μὲν ἐμοί, κατὰ δὲ τῶν παρεσχηκότων τὴν
5ἀνάγκην οὐκ ἄδηλον ὅτι καλέσετε τῶν θεῶν οἷς ἐστὶ μάλιστα κεχαρισμένον καὶ ποιεῖσθαι λόγους καὶ λέγε‐ σθαι.
Or
.

3

.

2

θαυμάζω δέ, εἰ μὴ πρὸς ὑμᾶς αὐτοὺς ἐλο‐ γίσασθε, τί τὸ κεκινηκὸς τουτονὶ τὸν νόμον, καὶ πά‐ λιν, εἰ μὴ λογισάμενοι τοῦτ’ αὐτὸ κατείδετε, καὶ πάλιν, εἰ μὴ κατιδόντες ἀντὶ τοῦ τὴν ἡσυχίαν ἄγειν ἢ μά‐
5χεσθαί γε τοῖς τούτων αἰτίοις ἐτολμήσατε λόγου μνη‐ μονεῦσαι πρὸς ἐμέ.
Or
.

3

.

3

εἰ δ’ οὖν οὔτε ἐζητήσατε οὔτε εὑρήκατε, λανθάνει δὲ ὑμᾶς τὰ παρὰ τῶν εἰς ἡμᾶς
ἀδίκων, οὐδ’ ὑμῖν ἔνι διαφυγεῖν τὸ μὴ ταῦτα ἀδικεῖν, εἰ δέον ἐγρηγορέναι καθεύδετε καὶ δέον εἰδέναι
5τῶν περὶ ἡμᾶς ἕκαστον ἠγνοήκατε, καὶ ταῦτα ἐν ταὐτῷ μὲν χωρίῳ διατρίβοντες, συνόντες δὲ καὶ λαλοῦντες καθ’ ἡμέραν ἀλλήλοις καὶ οὐ μᾶλλόν γε ἕκαστος αὑτὸν ἢ τὸν πέλας εἰκότως ἂν ἐπιστάμενοι. οὐ γὰρ ἀπραγ‐ μοσύνης τοῦτ’ ἂν εἴη μᾶλλον ἢ περὶ ἡμᾶς ἀμελείας.
Or
.

3

.

4

Διαλέξομαι τοίνυν ὑμῖν ὡς οὐδὲν τούτων ᾐσθη‐ μένοις, ὃ τίς ἂν πιστεύσειεν; Εἰ μὲν οὖν ἀργίᾳ καὶ ῥᾳθυμίᾳ σιωπῶν ἠλεγχόμην, ᾐσχυνόμην ἂν κακοῦ τινος ἀνδραπόδου νόσημα τοῦτο
5ἡγούμενος, ᾧ τὸ κεῖσθαι καὶ ἢ μηδὲν ἢ μικρὰ κινεῖ‐ σθαι ἑορτῶν ἡ μεγίστη.
Or
.

3

.

5

νῦν δὲ τίς οὐκ οἶδεν, ὡς ἐν αἰτίαις μέν εἰμι παρὰ τοῖς φίλοις ἐπὶ τοῖς ἐν γήρᾳ πόνοις, τὸ ἀεί τι πλάττειν καὶ συντιθέναι λόγον μέ‐ λιτος ἥδιον ἄγων, καὶ τῆς περὶ τὰ ἄρθρα νόσου τοῦτ’
5ἔστι τὸ δεινότατον, ὅτι κωλύει γράφειν. τίνος οὖν εἵνεκα πολλοῖς λόγοις ἔχων πληροῦν τὸν νόμον οὐκ ἐβουλήθην, ἀλλ’ οἱ μὲν εἰσίν, ἐγὼ δὲ οὐ δεικνύω;
Or
.

3

.

6

Ἴσως μέ τις οἴεται τὴν περὶ τὰς ἀμοιβὰς ἐρεῖν ἀδικίαν. ἱκανὸν μὲν καὶ τοῦτο πρὸς ὀργὴν ἄνθρωπον ἀγαγεῖν καὶ ποιῆσαι σιωπᾶν, νέος χρήματα παρὰ
τοῦ πατρὸς λαμβάνων, ὡς τῷ σοφιστῇ κομιῶν, ὧν τὰ
5μὲν εἰς πότους ἔτρεψε, τὰ δὲ εἰς κύβους, τὰ δὲ αἰδοί‐ οις ἔδωκε θρασυτέροις ἔστιν οὗ τοῦ νόμου· ἔπειτα πρὸς αὑτὸν ὀνειδίσας τὴν ἀναίδειαν εἰσπηδᾷ, κέκραγεν, ἀπειλεῖ, τύπτει, πάντας ἡγεῖται καθάρματα, μισθὸν ἀξιοῖ νομίζεσθαι τὴν εἴσοδον αὑτοῦ.
Or
.

3

.

7

τῷ πένητι δὲ καὶ συγγνώμη καὶ μέμψις· τὸ μὲν γὰρ μὴ διδόναι τοῦ μὴ δύνασθαι, τὸ δὲ συντεταγμένους τοῖς ἑτέροις μετ’ ἐκείνων ὑβρίζειν ποῦ φορητόν;
Or
.

3

.

8

εἰσὶ δὲ οἳ καὶ μᾶλ‐ λον ἐκείνων παροινοῦσιν, ὡς ἐν τούτῳ κρύψοντες τὸ μηδὲν τεθεικέναι, εἶτ’ ἐκείνοις ὑποπεπτωκότες τὸν μὲν χρόνον εἰς τὴν καλὴν ταύτην κολακείαν ἀναλίσκουσιν,
5ἀπελθόντες δὲ οἱ μὲν αὐτῶν οὐδὲ ἴσασι τὸν σοφιστήν, οἱ δ’ ὅ,τι καὶ δύναιντο, ποιοῦσι κακῶς.
Or
.

3

.

9

Ἄλλος μὲν οὖν ἂν καὶ ταύτην ἐποιήσατο τοῦ μὴ λέγειν αἰτίαν, οὐκ ὀκνῶν βοᾶν, ὡς ἀμύνοιτο τοὺς τοιούτους τῷ μὴ πάντα παρέχειν· ἐμοὶ δέ, πάλαι γὰρ ἐθάς εἰμι τοῦ μὴ λαμβάνειν, ἴσως μὲν ἀμφοτέρους
5ζημιῶν, τόν τε οὐ διδόντα τόν τε οὐ λαμβάνοντα, πα‐ λαιὸν δ’ οὖν τοῦτό γε καὶ ταύτῃ συγκεχωρημένον. τὰ μὲν οὖν περὶ ἀργύριον οὐκ αἴτια τοῦ μὴ τὰς τῇδε
συνουσίας κατακλυσθῆναι λόγῳ.
Or
.

3

.

10

Τί οὖν, εἰ μὴ ταῦτα; οὐχ ὁρῶ τοὺς νέους ἅπαν‐ τας ἐρῶντας τῶν ἐπιδείξεων οὐδὲ εἰδότας, ὅ τι ἐστὶ τὸ ἡμέτερον. καὶ τούτου λαμπρὰν ἐποιήσαντο τὴν ἀπό‐ δειξιν ἦρί τε καὶ χειμῶνος κἀν τοῖς ἐν ἑκατέρῳ λό‐
5γοις.
Or
.

3

.

11

σκοπεῖτε δέ· καλεῖν κελεύω τοὺς νέους ἐπ’ ἀκρόασιν. δραμὼν ὁ παῖς τοῦτο ποιεῖ. οἱ δ’ οὐ μι‐ μοῦνται τὸν ἐκείνου δρόμον, ὃν ἔδει τῷ παρ’ αὑτῶν καὶ νικᾶν, ἀλλ’ οἱ μὲν ἐν ταῖς ᾠδαῖς μένουσιν, ἃς
5ἴσασιν ἅπαντες, οἱ δ’ ἐν φλυαρίαις, οἱ δ’ ἐν γέλωσι, τῆς δὲ ἐν τούτοις βραδυτῆτος παρὰ τῶν ὁρώντων κατηγορουμένης εἴ ποτε καὶ γνοῖεν εἰσελθεῖν, κατὰ τὰς νύμφας βαδίζουσιν ἤ, τό γε ἀληθέστερον, κατὰ τοὺς ἐπὶ τῶν κάλων ἰόντας, πρίν τε εἴσω θυρῶν εἶναι καὶ
10εἰσελθόντες, ὥστ’ εἶναι τοῖς καθημένοις ἀγανακτεῖν οὕτω βλακεύοντας ἀναμένουσι νέους.
Or
.

3

.

12

καὶ τοιαῦτα μὲν τὰ πρὸ τοῦ λόγου, λεγομένου δὲ ἤδη καὶ δεικνυ‐ μένου πολλὰ μὲν νεύματα πρὸς ἀλλήλους ὑπὲρ ἡνιό‐ χων καὶ μίμων καὶ ἵππων καὶ ὀρχηστῶν, πολλὰ δὲ
5ὑπὲρ μάχης ἢ γενομένης ἢ μελλούσης.
Or
.

3

.

13

ἔτι τοίνυν οἱ μὲν ἑστᾶσι, λιθίνοις ἐοικότες, καρπῷ καρπὸν ἐπι‐ βάλλοντες, οἱ δ’ ἑκατέρᾳ χειρὶ τὰς ῥῖνας ἐνοχλοῦσιν,
οἱ δὲ κάθηνται τοσούτων ὄντων τῶν κινούντων, οἱ
5δὲ βίᾳ καθίζουσι τὸν κεκινημένον, οἱ δ’ ἀριθμοῦσι τοὺς ἐπεισερχομένους, τοῖς δ’ ἀρκεῖ πρὸς τὰ φύλλα βλέπειν, τοῖς δὲ λαλεῖν ὅ τι τύχοιεν, ἥδιον ἢ παρέ‐ χειν αὑτοὺς τῷ ῥήτορι.
Or
.

3

.

14

τὰ δ’ αὖ νεανικώτερα, τὸν γνήσιον τῷ νόθῳ βλάψαι κρότον καὶ βοὴν κωλύ‐ σαι προελθεῖν καὶ διὰ τοῦ θεάτρου πορευθῆναι παν‐ τὸς ἀφέλκοντα τῶν λόγων ὁπόσους οἷόν τε, νῦν μὲν
5ἀγγελίαις ἐψευσμέναις, νῦν δ’ ἐπὶ λουτρὸν κλήσει τὸ πρὸ ἀρίστου, δαπανῶνται γὰρ δὴ καὶ τὰ τοιαῦτά τινες. οὔτ’ οὖν ὑμῖν, ὦ κακοὶ νέοι, κέρδος οὐδέν, ὥσπερ οὐδὲ τοῖς ἀποῦσιν, οὔτε τῷ λέγοντι τό γε ἐφ’ ὑμᾶς ἧκον, ὅταν ὃς μόνος ἐστὶ μισθὸς ἐπιδείξεων, τοῦτον
10οὐκ ἔχῃ.
Or
.

3

.

15

Καὶ οὐκ ἄν με φαίη τις συκοφαντεῖν καὶ νῦν αἰτίαν οὐκ οὖσαν ἐπιφέρειν· εὐθὺς γὰρ ἂν ἐν αὐτοῖς τοῖς πραττομένοις ὀργῇ χρήσασθαι καὶ λόγοις ὀργιζο‐ μένου κατὰ τῶν ἀδικούντων. ἴστε γὰρ δὴ πολλάκις
5τοῦτό μοι πεπραγμένον καὶ ὡς ἐκέλευσα βοήσας οὐκ ὀλιγάκις ἐπιθέντα τινὰ τῷ τοῦ ῥᾳθυμοῦντος αὐχένι τὴν δεξιὰν ἐκρίψαι· εἰ δὲ μὴ γεγένηται, τῶν δεηθέν‐ των τοῦτο.
Or
.

3

.

16

Τοῦ μὲν οὖν ἁμαρτάνειν ὑμᾶς εἰς ἐμὲ πίστις
ἃ νῦν διῆλθον. τῶν δ’ ἡνίκα ἤκουον οὐκ ἀξιούντων προσέχειν ἦν δήπου τὸ μηδὲ ἐν τῇ ψυχῇ μηδὲν τῶν εἰρημένων ἀποφέρειν.
Or
.

3

.

17

οὗ τοὐναντίον ἦν ἐπὶ τῶν πρὸ ὑμῶν ἐνταυθοῖ νεμομένων· ἄλλος ἄλλου του με‐ μνημένος ἀπῄει, εἶτα συνελθόντες συναρμόττειν καὶ ποιεῖν ἐπειρῶντο τὸν λόγον κἀν τοῖς διαφεύγουσι σφᾶς
5οὖσιν οὐ πολλοῖς ἠνιῶντο, ἦν τε αὐτοῖς ἓν ἔργον τὰ εἰρημένα μέχρι τριῶν ἢ καὶ τεττάρων ἡμερῶν οἴκοι τε πρὸς τοὺς πατέρας καὶ πολὺ πλέον ἐνθάδε.
Or
.

3

.

18

ὑμεῖς δὲ ἐπὶ τὰ ᾄσματα πάλιν, ὧν ἄριστα ἀπομνημο‐ νεύετε, λήθῃ τὸν Δημοσθένη παραδόντες ὁμοίως ἅ τε τελευταῖα γέγραπται καὶ ἃ πρῶτα. κἂν ἔρηταί τις
5ὑμᾶς, εἰ εἴποιμι καὶ ὅ τι, τὸ μὲν ὡς εἶπον, ἀκούσεται, ὅ τι δὲ τοῦτό ἐστιν, οὐκ ἔτι.
Or
.

3

.

19

Νὴ Δία, χείρων γὰρ ἐγὼ νῦν, καὶ τὰ νῦν οὐκ ἴσα τοῖς πρότερον. ἀλλ’ οὐ ταῦτά φασιν οἱ οὔπω τε γέροντες οὗτοι καὶ γέροντες, οἱ μὲν ἔτ’ ὄντες ἐν τῷ συνδικεῖν, οἱ δὲ δι’ ἐκείνων τῶν ἄθλων
5ἐπὶ τοὺς τῶν ἀρχῶν ἥκοντες, οὓς οὐδὲ μικρὸν ἐᾷ καθῆσθαι τῶν λεγομένων ἕκαστον. ὧν ἔστιν ἀκούειν βοώντων ὑπ’ ἐμαυτοῦ με νενικῆσθαι· καλῶν γὰρ ὄν‐ των τῶν προτέρων εἶναί τι πλέον ἐν τοῖς νῦν καὶ τὸ γῆρας οὐ διακωλύειν.
Or
.

3

.

20

οὐ τοίνυν ὑμῖν ἔστιν ἐπί τι τοιοῦτον καταφυγεῖν· ὁ γὰρ παρ’ ἐκείνων ἔπαινος μαρτυρίαν ἔχων τοῦ κρείττονος ὑμᾶς ἀποκλείει τῶν κατὰ τῶν λόγων μέμψεων. οὐ γὰρ δὴ δεξιώτεροι
5φαίητ’ ἂν ἐκείνων εἶναι κρῖναι λόγον· οὓς περι‐ φανῶς καὶ αὐτοὺς ὑβρίζετε διὰ τῆς ὑμετέρας ἐν τῇ κινήσει τῇ’ ’κείνων ἡσυχίας. καίτοι χρῆν, εἰ καὶ τυφλοί τινες ἦτε περὶ τοὺς λόγους, ἀντὶ χειραγωγῶν ἐκείνοις χρωμένους κοινωνεῖν τῆς βακχείας.
Or
.

3

.

21

ἀλλ’ οὐκ ἐσχή‐ κατε ψυχὰς νέων ὅ τι ποτέ ἐστιν ὁ σοφιστὴς εἰδότων, οἷς ἐν τοῖς ὑπὲρ ἐκείνων πράγμασι καὶ τὸ μὴ σω‐ φρονεῖν καλόν. ὁ γοῦν εἰπὼν αὐτοὺς ἐνταῦθα μαί‐
5νεσθαι φίλος, οὐκ ἐχθρός, καὶ κεκόσμηκεν, οὐ διαβέ‐ βληκεν.
Or
.

3

.

22

οἵους ἐγώ τε καὶ πολλοὶ πολλαχοῦ γῆς ἑωράκαμεν τοὺς μὲν τῶν ἴσων ἀξιοῦντας τούτους τε καὶ τοὺς γονεῖς, τοὺς δὲ καὶ μειζόνων τούτους γε, καὶ ταῦτα 〈οὐκ〉 ἀγνοοῦντας τοὺς πατέρας τῷ τε πρατ‐
5τομένῳ χαίροντας καὶ ταῦτα ἐν τοῖς σώμασι τῶν υἱέων ὁρῶντας τεκμήρια τῶν ὑπὲρ ἐκείνων πολέμων, οὐλὰς ἐν κεφαλαῖς, οὐλὰς ἐν προσώποις, οὐλὰς ἐν χερσίν, οὐλὰς πολλαχοῦ. καὶ τουτὶ τὸ φίλτρον τὸ πολύ τε καὶ σφοδρὸν τοῖς οὕτω διατεθεῖσι καὶ συγκατεγήρασε.
Or
.

3

.

23

τίνα τίς ὑμῶν ὑπὲρ ἐμοῦ τοιαύτην εἰπεῖν ἂν ἔχοι λειτουργίαν; ποίαν μάχην; ποῖον κίνδυνον; ποίαν πληγήν; μᾶλλον δὲ ποῖον ῥῆμα; ποίαν φωνήν; ποίαν ἀπειλήν; ποῖον βλέμμα;
Or
.

3

.

24

οἳ τὰς μὲν γνώμας ὑμῶν ἀπεσχίσασθε τοῦ σοφιστοῦ, μερισθέντες δὲ εἰς ἄλλους θρόνους καὶ προσηγορίας, μεταθέντες ἐκεῖσε τὰ χρέα τὸν μὲν ἀδικεῖτε, τῶν δὲ προβέβλησθε
5πάντα φθεγγόμενοι, πάντα ἐργαζόμενοι, πάντα χαρι‐ ζόμενοι, τὰ δεύτερα πρότερα καταστῆσαι βιαζόμε‐ νοι, μέγα ποιούμενοι τὰς δι’ ὑμῶν ἀποστάσεις τῶν νέων καὶ τὸ ὅτῳ συντέταχθε, τοῦτον αὐξῆσαι ταῖς εἰς ἑτέρους βλάβαις.
Or
.

3

.

25

ὑπὲρ δὲ τῶν ἐμῶν τοσοῦτ’ ἀπέ‐ χετε τοῦ τινα πόνον ὑπενεγκεῖν, ὅσον οὐδ’ ἂν εὔξα‐ σθαι. καὶ οὐκ ἀρκεῖ τοῦτο, ἀλλ’ ἤδη καὶ καταρᾶσθε.
Or
.

3

.

26

πόθεν τοῦτο πέπεισμαι; δύο τοῖς μεγίστοις σημεί‐ οις, λύπῃ τε τῇ παρὰ τῶν ἐμῶν ἀγαθῶν ἡδονῇ τε τῇ παρὰ τῶν δυσκόλων. ἢ οὐ ταῦτα ποιεῖτε νέων τῶν μὲν προστιθεμένων, τῶν δὲ ἑτέρωσε πλεόντων; διὰ
5ταῦτ’ ἄρα προσήκει με ἐρεῖν;
Or
.

3

.

27

Πάντες οὖν, φήσει τις, κακόνοι, χρηστὸς δὲ οὐδεὶς οὐδὲ δίκαιος μαθητής; ναί· ἀλλ’ οἱ τοιοῦτοι μὲν εὐαρίθμητοι, τὸ μοχθηρὸν δὲ πολύ. εἰ δ’ οὕτω τοῦτ’ ἔχει, μᾶλλον τὸ μὴ λέγειν δι’ ἐκείνους
5εὔλογον ἢ διὰ τούτους τὸ λέγειν. εἰ μὲν γὰρ ἐνῆν
ἰδίᾳ τούτοις χαρίσασθαι, πλείστου τοῦτ’ ἂν ἐτιμησά‐ μην· ἐπεὶ δὲ ἀμήχανον, ἐνεγκάτωσαν οἱ βελτίους, εἰ μὴ δύναμαι δοῦναι χάριν ἣν ἐβουλόμην.
Or
.

3

.

28

Ἀλλ’ ἐγὼ δώσω πάλιν ἀφορμὰς εἰς ὅμοια τοῖς καταράτοις τούτοις, δι’ οὓς ἔναγχος ἐν ἐγκλήμασιν οὕτω δεινοῖς γέγονα περὶ νέων ἀκοσμίας, ὦ Ζεῦ, τοι‐ ούτους ἀκούων λόγους παρὰ τῶν ὡς μάλιστα χαιρόν‐
5των τῷ τι καθ’ ἡμῶν ἔχειν λέγειν. καὶ εἰ μὲν μετὰ ἀληθείας αἰτιῶνται, λέγειν οὐκ ἂν δυναίμην, ἔδει μέντοι τῷ λίαν σωφρονεῖν ἅπαντας μηδὲ σκιὰν εἶναι μέμψεσιν.
Or
.

3

.

29

Ἦν ἀνάγκη μεγάλη ταῖς γενομέναις αἰτίαις ταῖς πυκναῖς ἐπιδείξεσιν, ὅτ’ ἔδει μὲν τὸν φιλάνθρωπον βασιλέα τῶν παρ’ ἡμῶν δικαίων τυχεῖν, ἔδει δὲ πυθέ‐ σθαι πατέρας, ὡς ἐν ἔργῳ τε ἡμεῖς καὶ οὐ κατενεχθέν‐
5τες τῷ μεγέθει τῶν κακῶν ἐν ἀφωνίᾳ κείμεθα.
Or
.

3

.

30

νῦν δ’ οὐχ ὁρῶ τὸ ποιοῦν τὴν ἐπίδειξιν. καὶ γὰρ αὖ κἀκεῖνο. μὴ καλῶν μὲν οὓς εἰώθειν, λυποίην ἂν οὓς οὐ κάλλιον· καλῶν δὲ μᾶλλον ἂν ἐμπείρους ποιοίην
5τῆς ὑμετέρας κακίας, οἱ δ’ οὐκ ἂν ἀπελθόντες σιγῷεν. τί οὖν δεῖ τὰ τῇδε μᾶλλον ἔκδηλα ποιεῖν;
Or
.

3

.

31

Καίτοι μετὰ τῶν ἐπιεικεστέρων, φαίη τις ἄν, ᾔτουν κἀκείνων τινὲς τὸν λόγον. οἱ δὲ ᾔτουν μέν, ᾔτουν δὲ τῇ γλώττῃ μόνον, ἡ γνώμη δὲ οὐ ταῦτα
ἐβούλετο. ἐγὼ δὲ οὐχ οὕτως ἠλίθιος, ὡς μακροῦ χρό‐
5νου καὶ πραγμάτων τοσούτων ἰσχυρότερον ποιήσασθαι ταύτην τὴν παιδείαν.
Or
.

3

.

32

Τίς οὖν ἔσ, φησί, περὶ τουτὶ τὸ μέρος, εἴ σε θεῶν τις ἐφ’ ἕτερον ἔτος ἄξει; εἰ μέν τι γένοιτο βέλτιον, μέγιστον δὲ ἡ τύχη, τοῖς πράγμασιν ἕψομαι· εἰ δ’ ἅπερ νυνί, μένει, τοῖς αὐτοῖς δήπου χρή‐
5σομαι σκοπῶν, ὅπως δι’ ἄλλης ὁδοῦ πλεονεκτεῖν ὑπάρ‐ ξει τοῖς σώφροσιν.
Or
.

3

.

33

Εἶτα θαυμάσεταί τις, εἰ παρὸν ἀπηλλάχθαι τοιούτων ὁμιλητῶν, ζῆν ἐν ἀθυμίᾳ καὶ τοιούτοις αἱροῦ‐ μαι κακοῖς. ἀλλὰ τί δράσω; τοὺς μὲν ἀπελάσω, ποιήσω δὲ τὸ περὶ ἐμὲ βραχύ; καὶ πῶς ἂν μᾶλλον ἡσθείη
5Πρίαμός τε καὶ οἱ ἐκ τούτου; οἳ τέτανται πρὸς ἐμὲ βουλόμενοι τοῦτ’ ἰδεῖν, ὀλίγοις ἐφεστηκότα ἐμὲ καὶ τὴν ἀρχὴν ἐλάττω. εἶδον δέ γε καὶ στρατηγὸν φαύ‐ λων μὲν ἡγούμενον στρατιωτῶν, πείθοντα δὲ αὑτὸν ἀνέχεσθαι, τοῦ μὴ τῶν πολεμίων γενέσθαι τούτους
10προνοούμενον.
Or
.

3

.

34

γίγνεται δέ τι καὶ παρὰ τῆς ἐμῆς φύσεως ἀργότερόν πως εἰς τιμωρίαν ἐχούσης καὶ φέρειν μᾶλλον ἢ κολάζειν πεπαιδευμένης. τὸ δὲ μέγιστον, φιλία μέν μοι πρὸς τοὺς τούτων γονέας, φιλία δὲ πρὸς
5πόλεις· καὶ δέδοικα δή, μὴ τὴν ἐκβολὴν ἀκούσαντες, ἅπερ ἂν ἐπὶ τεθνεῶσι ποιῶσιν ἢ καὶ πλείω γε, δεινο‐ τέραν τοῦ θανάτου κρίνοντες τὴν ἀτιμίαν, εἰδότες οὖσαν τήν γε τοιαύτην τῆς ἐκ δικαστηρίων δεινοτέραν.
Or
.

3

.

35

ἐκείνη μέν γε κἂν λυθείη, ταύτην δὲ μένειν ἀθά‐ νατον ἀνάγκη παρακολουθοῦσαν ἐκ νεότητος εἰς τελευ‐ τήν, ἐφ’ ἑκάστης ἡλικίας τὴν παρρησίαν ἀφαιρουμένην· ἀναίσχυντε, κυνὸς ὄμματ’ ἔχων, οὐ σὺ μέντοι
5τῶν περὶ λόγους ἱερῶν ἐξώσθης, ὡς μιαίνων ταῖς Μούσαις τὸ χωρίον;
Or
.

3

.

36

φειδόμενος τοίνυν καὶ πατρὸς καὶ μητρὸς καὶ πόλεων καὶ τῶν ἐσομένων παίδων, ἐφ’ οὓς ἔδει τὴν ἀτιμίαν διαβαίνειν, τὸ μὲν οὐκ ἐποίησα, τὸ δὲ ἐμαυτῷ παρῄνεσα, δίκαια παραινῶν,
5ὥς γε ἐμαυτὸν πείθω.
Or
.

3

.

37

Ἐστὲ δὲ κύριοι τοῦ μηδὲν ἔτι συμβῆναι τοιοῦ‐ τον. εἰ γὰρ ἀμείνους γένοισθε, ῥᾴδιον δὲ βουλομένοις, ὄψεσθε καὶ παρ’ ἡμῶν πάντα ἐκπληρούμενα καὶ κα‐ λοῦντά με μᾶλλον ὑμᾶς ἐπὶ τὸν τοιοῦτον λόγον ἢ
5παρακαλούμενον.
Or
.

4

t

ΠΕΡΙ ΤΟΥ ΜΗ ΛΗΡΕΙΝ.
Or
.

4

.

1

Πολλάκις ἐν τῷ τοῦδε δικαστηρίῳ λῆρος ὑπ’ αὐτοῦ κεκλημένος ἐν τῷ ὑμετέρῳ τούτῳ πειράσομαι δεῖξαι πολὺ τοῦτο τὸ ῥῆμα τῆς ἀληθείας ἀφεστηκὸς οὕτω μεγάλοις τοῖς ἐλέγχοις, ὥστ’ αὐτὸν τοῦτον τὸ
5μὴ ἔχειν ἀντειπεῖν ὁμολογῆσαι τῇ σιωπῇ.
Or
.

4

.

2

εἰ μὲν οὖν ἅπας ὅστις εἰς γῆρας ἧκεν, οὗτος ἐξέπιπτε τοῦ φρονεῖν καὶ τῆς φύσεως οὗτος ἦν νόμος τὸν ἐκεῖνο λαβόντα τοῦτο οὐκ ἔχειν, μάλιστα μὲν οὖν οὐδ’ οὕτως
5ἐχρῆν ὑπερφρονεῖν οὐδ’ ὀνειδίζειν οὐδὲ κακίαν τοῦ γέροντος τὴν ἀτυχίαν νομίζειν, ὥσπερ οὐδὲ τῶν μικρῶν ἢ σιμῶν ἢ κωφῶν ἢ τυφλῶν·
Or
.

4

.

3

εἰ δ’ ἔστι φρονεῖν καὶ πρὸς τοῦτο προβάντα χρόνου καὶ πολὺ πλείους τῶν τοῦτο παθόντων οἱ μὴ παθόντες εἰσί, τί δεῖ κατὰ τῆς ψυχῆς τὴν ἡλικίαν λαμβάνειν καὶ νομίζειν τὸ γῆρας
5ἐν αὑτῷ καὶ τὸ ληρεῖν κομίζειν;
Or
.

4

.

4

ἢ σὺ τολμήσεις εἰπεῖν, ὡς ἐλήρει μὲν Πλάτων, ἐλήρει δὲ Ἰσοκράτης, ἐλήρει δὲ Σοφοκλῆς, οὐκ ἐσωφρόνει δὲ Γοργίας, οὐκ ᾔδει δ’ ἑαυτὸν ὁ Τυανεὺς ἐκεῖνος;
Or
.

4

.

5

Ὅμηρος δὲ τί μαθὼν εἰς Ἴλιον ἄγει τὸν Πύλιον γέροντα τὸν τοῖς τε Λαπίθαις συνηγωνισμένον καὶ μετὰ τῶν Ἀτρειδῶν πλέοντα; ἦ ἵνα γέλωτα παρέχῃ τοῖς Ἀχαιοῖς ἐν ταῖς
5ὑπὲρ τῶν ὅλων βουλαῖς ἐκφερόμενος τοῦ δέοντος;
Or
.

4

.

6

ἀλλ’ ἵνα μή τις τῶν σοὶ παραπλησίων ὑπολάβῃ τι τοιοῦτον ἀκούων τὸ μετὰ δὲ τριτάτοισιν ἄνασσε, διὰ τῆς εὐχῆς Ἀγαμέμνονος ἅπαν τοῦτ’ ἀνεῖλεν, ἣν ἐποιήσατο πρὸς τὸν Δία καὶ τὸν Ἀπόλλω καὶ τὴν
5Ἀθηνᾶν νίκην αἰτῶν. ἀφεὶς γὰρ Αἴαντα τὸν Λοκρὸν
καὶ τὸν μέγαν καὶ τὸν Τυδέως καὶ αὐτὸν τὸν Ἀχιλλέα δέκα συμβούλων ἐμνήσθη Νέστορι παραπλησίων, ὡς οὕτω δράσων, ἐφ’ ὅπερ ἧκεν.
Or
.

4

.

7

Εἶεν. ἀλλ’ ἐκεῖνα μὲν ἀρχαῖα καὶ παλαιά, τί δαὶ Ἡρώδης ὁ Ἀθηναῖος ὁ πονεῖν εἰδώς, ὁ τῷ θη‐ σαυρῷ πλούσιος; τί δαὶ ὁ Σπαρτιάτης σοφιστὴς ὁ τῷ πίνειν εὐπορώτερος εἰς λόγους γιγνόμενος; τί δ’ ὁ
5παρ’ ἐκεῖνον μὲν οὐ φοιτήσας, παρ’ ἕνα δὲ τῶν ἐκεί‐ νου μαθητῶν, ὁ Καππαδόκης, ᾧ καὶ τεθνεῶτι τῶν βασιλέων τις τὸν νεκρὸν τιμήσας ἀπέπεμψε;
Or
.

4

.

8

τού‐ του μακροβιώτερος ἦν, ᾧ πολλή τις ἡ παρὰ τῶν προ‐ λόγων δόξα παρευδοκιμούντων τοὺς ἀγῶνας αὐτῷ. οὗτος τοίνυν ὁ Αἰγύπτιος οὐκ ἐν πλούτῳ μὲν ἀπῆλθεν,
5ἀφῆκε δὲ τὴν ψυχὴν ἄνευ πλάνης.
Or
.

4

.

9

Ἀλλὰ τῶν ἐνταῦθά με βούλει μεμνῆσθαι; οὐκοῦν ὑγιαίνων μὲν Αἰδέσιος τὰς φρένας ᾤχετο, ταὐτὸ δὲ ὑπῆρξε τοῖς μετ’ ἐκεῖνον; ὧν ἐγὼ τῷ πρεσβυτέρῳ τὸν ἴσον βεβίωκα χρόνον καὶ οἶδά γε θρηνήσας αὐτὸν ὑπὲρ
5τοὺς ἄλλους, νέος τῶν ἐκείνου ῥευμάτων ἀποστερού‐ μενος· καίτοι ληροῦντος ἀπελθόντος τί θρηνεῖν ἔδει; ἀλλ’ οἶμαι τὸν σοφιστὴν εὑρίσκομεν καθ’ ἑκάστην ἡμέ‐
ραν ἐπιδιδόντα.
Or
.

4

.

10

Ἀλλ’ ἐγὼ ληρῶ καὶ παραφρονῶ καὶ γήρᾳ τοῦτό μοι συμβέβηκεν· εἶτ’ ἐν τοσαύτῃ πόλει σοὶ μόνῳ τοῦτ’ ἀνεφάνη, τοὺς δ’ ἄλλους ἔλαθε τοὺς προσ‐ αγορεύοντας, τοὺς προσιόντας, τοὺς συγκαθημένους,
5τοὺς ὁμιλοῦντας, τοὺς λαλοῦντας, τοὺς ἐν ταῖς ἐπι‐ δείξεσι πάντα ποιοῦντας; οἳ πότ’ ἂν ὑπήκουσαν ἀν‐ θρώπῳ μεθύοντι καὶ πρὸ τῆς τῶν οἰκείων φροντίδος τὰς ἐμὰς φλυαρίας ἔθεντο;
Or
.

4

.

11

Ἀλλ’ ἐάσωμεν, εἰ δοκεῖ, τὴν εἰς χρόνον ζημίαν. περὶ δὲ τῶν παῖδας τοὺς αὑτῶν εἰσαγόντων καὶ παρα‐ διδόντων, παῖδες δὲ καὶ πρὸ τῶν ψυχῶν τοῖς πατράσι, τί τις ἂν φαίη; καὶ γὰρ εἰ τοὺς ἀπόντας τὸ πρᾶγμα
5διέφυγε, (καίτοι πῶς ἂν τοῦτό γε ἠγνοήθη;) τοῖς γε παροῦσιν ἔκδηλον ἂν ἦν.
Or
.

4

.

12

ἔστιν οὖν ὅστις εἵλετ’ ἂν ὃν ἐγέννησε κατακρημνίσαι; καὶ βορβόρου μὲν οὐκ ἂν ἔδωκε πιεῖν, τῶν δὲ ἀπὸ τῆς ἐμῆς ἀφροσύνης; οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν· οὐδ’ ἂν κρατήσαις εἷς ὢν καὶ
5οὗτος πίθηκος τοσούτων μὲν γονέων, τοσούτων δὲ πόλεων, οὕτω δὲ πολλῶν ἐθνῶν. οὐδὲ γὰρ εἰ Δάφνην ταύτην τὴν οὕτω καλὴν καὶ δένδρεσι καὶ κήποις καὶ πηγαῖς καὶ καταγωγαῖς ἀηδὲς εἶναι λέγοις χωρίον, περιέσῃ τῆς ἀληθείας.
Or
.

4

.

13

Βούλεσθέ με προσθεῖναι ταῖς ἀποδείξεσιν, ἢ καὶ τοῖς εἰρημένοις νενίκηκα; ἀλλὰ περιττὸν μέν, τὸ δ’ οὖν ὑμῖν ἀρέσκον οὐ φεύξομαι· οὐκοῦν, ὥσπερ ὑμῶν ἕκαστος, οἶδα μὲν τὸ πρεσβύτερον τῆς πόλεως
5μέρος, οἶδα δὲ τὸ νεώτερον καὶ ποτέρωθι μὲν τὸ θέα‐ τρον, ἐν ποτέρῳ δὲ ὁ ἱππόδρομος, καὶ τῶν πυλῶν ἑκάστη ποῖ φέρει, καὶ ὡς ὁ βασιλεὺς ἄνευ ταλαιπωρίας καθεῖλε τὸν τύραννον, καὶ ὡς ὁ παῖς αὐτῷ μέγας ἐστὶν ἐν παιδί. ἐπίσταμαι δέ, πόσοι μὲν ἄρχοντες ἡμῖν, πό‐
10σον δὲ ἑκάστῳ τὸ μέτρον, καὶ τί τὸ ἀεὶ παρὸν τῆς ἡμέρας μέρος, καὶ τί μὲν ἐμόν, τί δ’ οὐκ ἐμόν, καὶ τῷ μὲν χρῶμαι, τοῦ δ’ ἀπέχομαι.
Or
.

4

.

14

τί δαί; τοὺς φοιτῶντας ὡς ἡμᾶς οὐκ οἶδα, καὶ τίνος ἕκαστος καὶ πόθεν, ὀνόματά τε αὐτῶν καὶ τύχας, καὶ τίνι μὲν αὐτῶν ἔνι χρήματα, τίνι δὲ οὔ; ἀλλ’ ἐπὶ τὸ δειπνεῖν
5ἐρχόμενος ἐμνήσθην τοῦ σιτίου μὲν ὡς ποτοῦ, ποτοῦ δὲ ὡς σίτου; καὶ τί δεῖ περὶ τὰ τοιαῦτα διατρίβειν, ἀλλ’ οὐκ ἐξ ὧν αὐτῶν δεῖ, καλῶς τὴν κατηγορίαν ἐλέγχειν; ἐὰν γάρ με λάβῃς ἀγνοοῦντα, τίς εἶ σὺ καὶ τίνων γέγονας, μαίνεσθαί με μᾶλλον ἢ τὸν Ὀρέστην
10λέγειν.
Or
.

4

.

15

Κώμη τις ἤνεγκέ σοι τὸν πατέρα, φυγὼν δὲ ἐκεῖνος πόνους τοὺς τῷ γεωργῷ προσήκοντας καὶ κατὰ τοῦτο τήν τε γῆν ἀδικήσας οἷς τε τῶν καρπῶν μέλει θεοῖς θυρωρὸς ἄρχοντος κιναίδου καθίσταται καὶ ᾧ
5κιναίδων ἔδει, καὶ τὸ τὰ τοιαῦτα τοῦτον ὑπηρετεῖν δύνασθαι δοῦλον αὐτῷ τὸν ἄρχοντα ποιεῖ, τοῦτο δὲ τούτῳ χρυσίον.
Or
.

4

.

16

γενόμενος δὲ Εὐτροπίου τοῦδε πατήρ, δέον τὸν υἱὸν ἀποδοῦναι δικέλλῃ καὶ σμινύῃ καὶ βουσὶ καὶ ἀρότρῳ, καὶ διὰ τοῦδε τὴν γῆν ἀδικεῖν ἠξίου μεταθεὶς αὐτὸν ἐπὶ μουσεῖα καὶ λόγους οὐκ
5οὔσης τοῖς διδασκάλοις ἐξουσίας οἷς βούλοιντο κλείειν τὰς θύρας.
Or
.

4

.

17

καὶ πάλιν αὐτὸς ἦν ὁ πατήρ, διὰ μὲν τῶν προτέρων τὴν Δήμητραν ἀδικῶν, τῷ δὲ τῶν μισθῶν ἀποστερεῖν τὰς Μούσας. οὔκουν ἔχοι τις ἂν εἰπεῖν τὸν λαβόντα. καὶ ταῦτα ἐποίει παρόντων χρημάτων
5ἀπὸ τῆς διακονίας ὧν ἔφην, τῆς μὲν τῶν οὐκ εἰσπρατ‐ τόντων ἀπολαύων ἐπιεικείας, τῆς δὲ τῶν δεινὰ πάσχειν λεγόντων καταφρονῶν ὀργῆς.
Or
.

4

.

18

ὢν δὲ οὗτος ὁ λίθος μεγάλης αἴτιος τοῖς διδάσκουσι ταλαιπωρίας ἔχων αὐτὸς οὐδὲν ἄγεται μὲν ἐπὶ τὴν τῶν νόμων μάθησιν, ὃ τῶν τὴν διάνοιαν βραδυτέρων ἐστίν. ὢν δὲ καὶ ἐν
5ἐκείνοις λίθος διφθέρας μὲν παχείας τε καὶ πλατείας
τὰ γόνατα βαρυνούσας ἔφερεν, ἤδη δὲ τοῦ τῶν συνη‐ γόρων μετεσχηκὼς ἀριθμοῦ συνεῖπεν οὐδενὶ τῶν πάν‐ των, οὐ ξένοις, οὐ πολίταις, οὐκ ἀνδράσιν, οὐ γυναι‐ ξίν, οὐκ ἀπόροις, οὐκ εὐποροῦσιν· οὐ γὰρ ἐδόκει χρή‐
10σιμος ἂν γενέσθαι. διόπερ οὐκ εἶχε τοὺς αὐτοῦ δεη‐ σομένους.
Or
.

4

.

19

Ἆρά σοι δοκῶ ληρεῖν ἐν τούτοις ἢ τῶν ἀληθῶν ὑπὸ τῆς ἡλικίας ἐκφέρεσθαι, ἀλλ’ οὐκ αὐτὰ τὰ ὄντα διὰ πάσης ἀκριβείας ἐν τούτοις εἰρηκέναι τά τε τοῦ πατρὸς τά τε σά; καίτοι τοῦ γε παραφρονοῦντος ἦν
5ἕτερα ἀνθ’ ἑτέρων λέγειν καὶ μηδ’ αὐτὸ τοῦτ’ εἰδέναι, ὅτι ἀνθ’ ἑτέρων ἕτερα. εἰ μὲν οὖν τοῦτο πέπονθα, δεῖξον καὶ οὐκ ἀδικεῖς· εἰ δ’ οὐκ ἂν δύναιο, πῶς οὐκ ἠσέλγαινες;
Or
.

4

.

20

Εἶμι δὴ καὶ διὰ τῶν λοιπῶν, σὺ δέ με παρα‐ τηρεῖν. ἐδόκεις εἶναι δίκαιος Κυνηγίῳ λειτουργεῖν καὶ τῇ ’κείνου ψήφῳ τῶν βοηθούντων ἦσθα. ταύτης τῆς ψήφου τὸ δίκαιον βοηθείαις ἀδίκοις ποιήσας
5ἀσθενὲς καὶ καταναγκάσας τὴν βουλὴν εἰς ἑαυτὴν γενέσθαι κακὴν ἄρχων ἡμῖν ἀφῖξαι, οὐ μισθὸν ἀρετῆς τὴν ἀρχὴν λαβών. οὔτε γὰρ ἐν πολέμῳ σύ γε λαμ‐ πρός, οὐδὲ γὰρ στρατιώτης σύ τις, οὔτ’ ἐν τοῖς διὰ
λόγων ἀγῶσιν, ὀλίγον γὰρ δὴ τῶν ἐν ταῖς εἰκόσι ῥη‐
10τόρων διήνεγκας.
Or
.

4

.

21

ἀλλ’ ἥκεις ἐωνημένος, ὅπερ ἂν καὶ σοῦ τις φαυλότερος, καὶ τὴν τιμὴν οἴκοθεν ἅπασαν οὐ καταβαλὼν δοῦλος εἶ τῶν δεδανεικότων συγκαθημέ‐ νων, συνδειπνούντων, ἐπικειμένων, ὅ τι βούλοιντο κε‐
5λευόντων, νυττόντων, εἰς κλοπὰς ἐπεγειρόντων.
Or
.

4

.

22

καὶ διὰ τοῦτο τὸ δάνεισμα νόμοι τε παραβαίνονται καὶ χάριτες πονηραὶ δίδονται, καὶ νίκας καὶ ἥττας οὐ συμ‐ βαινούσας τοῖς νόμοις δέχεται τὸ δικαστήριον, καὶ ὁ
5τοῖς ὑπηρέταις ἐπιτάττων καὶ θυμούμενος ὑπ’ ἐκείνοις τέ ἐστι καὶ ταῖς ἐκείνων ὀργαῖς, κἂν μὴ τὸ δοκοῦν σφίσι καταπραχθῇ καὶ ταχέως, ἐβρόντησαν.
Or
.

4

.

23

φημὶ δέ σε καὶ ταπεινὸν εἶναι καὶ ὑβριστήν· τὸ μὲν γὰρ ἃ σύνοισθα σαυτῷ ποιεῖ, τὸ δ’ ἵν’ ἐκεῖνο κρύ‐ πτηται, γίγνεται, καὶ ἔστι τὸ προπηλακίζειν παραπέ‐
5τασμα ταῖς κλοπαῖς. μᾶλλον δὲ οὐδὲ κλοπὰς τό γε σὸν ἄξιον καλεῖν· ὁ μὲν γὰρ κλέπτης ὅπως ὑφαιρού‐ μενος λήσει, ζητεῖ καὶ τὴν ἴσην ποιεῖται σπουδὴν περί τε τὸ λαβεῖν καὶ τοῦτο· σὺ δὲ τὰ τῶν ἀπαιτούντων ἃ δεδώκασι μιμῇ καὶ διὰ τῶν πόλεων χωρεῖς ἀγείρων,
10ἔχων τοὺς προδρόμους πρὸς τὰς βουλὰς βοῶντας· ἢ δότε ἢ ἀπολεῖσθε· ὁ γὰρ αὐτίκα ἥξων οὗτος πρᾷος μὲν τοῖς διδοῦσι καὶ πατήρ, χαλεπὸς δὲ τοῖς τοῦτο μὴ ποιοῦσι καὶ σκορπίος.
Or
.

4

.

24

καὶ ὡς οὐ ψεύδομαι, μαρτυροῦσαν μὲν ἔχω Χαλκίδα τὴν δε‐
ξαμένην πληγὰς πεπραμένας, μαρτυροῦσαν δὲ τὴν Ἀπα‐ μέων τὴν ἄνδρας μὲν ἀρίστους ἠδικηκυῖαν, φίλην δὲ
5σοί, καὶ κακῶς μὲν ὑπ’ ἄλλων ἀκούουσαν, ἐπαίνων δὲ παρὰ σοῦ τυγχάνουσαν διὰ τὴν εἰς τὴν εὐλογίαν ἀνάγκην τὴν ἀπὸ τοῦ πάντα λαβεῖν. οὐδὲ γὰρ ὀσπρίων ὁ σεμνὸς οὗτος ἀπέσχετο, ὧν ἐνέπλησε τὸν ἀγρὸν τὸν ἑαυτοῦ πιέσας τοὺς ὤμους τῶν τοῦτον
10αὐτῷ γεωργούντων.
Or
.

4

.

25

καὶ περὶ τεττάρων δὲ ἑτέρων πόλεων οὐχ οὕτω μὲν μεγάλων, πόλεων δὲ καὶ αὐτῶν ἤκουσα παραπλήσια τοῦ πευθῆνος ἐλεοῦντος μὲν τοὺς δεδωκότας, ἀπειλοῦντος δὲ τῷ λαβόντι, ἕως αὐτὸν
5διήλλαξεν ἡ κοινωνία τῶν λημμάτων.
Or
.

4

.

26

ᾐσθόμην δὲ αὐτὸν καὶ τῇδε χεῖρας μὲν ἐπὶ τὴν βουλὴν ἀφέντα, ἑλκύσαι δὲ οὐ δυνηθέντα τοῖς χειροτέχναις ἐπιθέμε‐ νον. μελλήσεως δέ τινος γενομένης τὰς πληγὰς ἐκεί‐
5νας ἤκουσα τὰς ἀμυθήτους γενέσθαι, παρ’ ὧνπερ ἤλπισε καὶ θανάτους ἔσεσθαι.
Or
.

4

.

27

οὐ γὰρ ὑπὲρ τῶν ἰχθῦς ἐσθιόντων ἀγανακτῶν οὐδ’ ὑπὲρ τῶν ἔλαιον ὠνουμένων καὶ ξύλα τοὺς μὲν ὅλως ὧν ἐπώλουν ἔπαυε, τοῖς δὲ τῶν τιμῶν ἀφῄρει, ἀλλ’ εἰς τὴν παρ’ αὑτοῦ
5πρᾶσιν ταῦτα ἄγων ἐκακοτέχνει, καὶ τὸ μὲν σχῆμα εὐπρόσωπον, τὸ δ’ ἔργον χρηματίζεσθαι βουλομένου.
Or
.

4

.

28

χρημάτων τοίνυν εἵνεκα λέγει τε ὅσα λέγει, πράτ‐ τει τε ὅσα πράττει, κἀν τοῖς ὀνείρασιν οὐ πόλεις, ἃς οὐκ εἶδεν, ὁρᾷ οὐδὲ πηγὰς καὶ λίμνας καὶ πελάγη καὶ ποταμούς, ἀλλ’ ἀργύριον, χρυσίον, ἐσθῆτας, βαλάντια,
5νῦν μὲν ἐν ταῖς χερσὶ κείμενα, νῦν δὲ διαφεύγοντα, μεθ’ ἡμέραν δὲ καθ’ αὑτόν τε ὢν ἐκεῖσε βλέπει κἂν λαλῇ τῳ, τὴν ψυχὴν ἐν ἐκείνοις ἔχει κἀν ταῖς ἑωθιναῖς εὐχαῖς ἀνθ’ ὑγείας καὶ εὐδοξίας καὶ παίδων σωτηρίας τὸν δώσοντα φανῆναι παρὰ τοῦ Διὸς αἰτεῖ. ῥύεται
10δὲ οὐδένα τῶν ὑπηρετῶν οὐδ’ ἡ λίαν πενία. ταῦτα ὁ ληρῶν ἐγὼ παρὰ τῶν ἐξεπισταμένων ἀκούσας καὶ μέμνημαι καὶ δεινὰ νομίζω.
Or
.

4

.

29

Νομίζω δὲ κἀκεῖνο δεινὸν τὸ δυστυχεῖς τινας ἀρτοπόπους εἰσπράττειν ἐθέλειν χρυσίον, ὥς τινος ἀλοῦντος αὐτοῖς τὸν σῖτον ὕδατος. ὧν ἐπ’ ἐμὲ κατα‐ φυγόντων καὶ λεγόντων δίκαια κατηγορῶν οὗτος ἄλλα
5τε καὶ ὡς ἐμὲ παρακρούοιντο, (τοῖς δὲ ἐβοήθει τἀλη‐ θές), οὐ πρότερον ἀπέσχετο, πρὶν ἢ ἔσεισε. τότε δὲ ἔλεγον δίκαια, οὓς οὗτος ὑφ’ ἑαυτῶν ἔφασκεν ἐξελη‐ λέγχθαι.
Or
.

4

.

30

Ἀλλ’ οὐδ’ ὅταν Σκύλλαν σε καλῶ, παραφρο‐ νῶν καὶ ἁμαρτάνων τοῦτο ποιῶ, ἀλλ’ εἴπέρ τις ἕτερος, νοῦν ἔχων. περὶ γὰρ δὴ τὴν σὴν ὁρῶ κεφαλὴν ἔνθεν καὶ ἔνθεν ἑτέρας οὐκ ὀλίγας συγγενεῖς, ἀκρι‐
5βῶς συγγενεῖς, ταὐτὰ ζητοῦντας, τῶν αὐτῶν ἐπιθυ‐ μοῦντας, περισκοποῦντας, ἐφ’ ὃν χρὴ τοὺς ὀδόντας ἐνεγκεῖν. σὺ δ’ εἷς εἶναι δοκῶν πολλαπλοῦς τις ὢν ἐλέγχῃ, καὶ οἱ μὲν κήρυκες μόνου, τὸ δὲ ἄρχειν κοινὸν τοῦ γένους.
Or
.

4

.

31

καὶ οὐδὲ αἱ γυναῖκες ἔξω τοῦ καὶ ἀπειλεῖν καὶ κερδαίνειν. καὶ διὰ τοὺς πολλοὺς ἄρχον‐ τας οἱ τοῖς προσαιτοῦσι πρότερον διδόντες τῶν προσ‐ αιτούντων γεγένηνται καὶ βοηθοῦντες τέως ἐν τῷ δεῖ‐
5σθαι τῶν βοηθησόντων εἰσί.
Or
.

4

.

32

παρὰ τούτων ἴσως ἐπαίνους ἐπὶ ταῖς ὕβρεσιν αἷς ὑβρίζεις ἀκούεις, ἐλάτ‐ τους μέν, ὅταν εἰς τοὺς ἄλλους, μείζους δέ, ὅταν εἰς ἐμέ· εὖ γε, ὦ οὗτος· τοῦτ’ ἄρχων, τοῦτ’ ἀνήρ,
5τοῦτ’ εἰδὼς αὑτόν. οὕτως ἂν γένοιο μέγας, εἰ τὰ τοῦδε καθέλοις, εἰ μὴ πορευθείης ὡς αὐτὸν μηδὲ τὴν τῶν τοῦτο παθόντων μιμήσαιο τα‐ πεινότητα, τῶν μὲν εἰς τὴν οἰκίαν ἐλθόντων αὐτ, τῶν δ’ εἰς τὸ διδασκαλεῖον.
Or
.

4

.

33

καὶ οὐχ ἧκέ γε. καὶ τοῦτό ἐστι τὸ λαμπρόν, κἄν τις αὐτὸν ἔρηται· σὺ δὲ δὴ τῷ ποτε τῶν ἐπὶ τῆς ἀρχῆς σε‐ μνύνῃ μάλιστα; τοῦτ’ ἂν εἴποι τὸ τῶν τετιμηκότων
5με ταύτῃ πολλὴν κατεγνωκέναι μωρίαν.
Or
.

4

.

34

Οὕτως οἶδά σου τὰς πολλὰς κεφαλάς, αἳ πᾶσαι δίκην ἂν ἔδοσαν, εἰ μὴ τοῦτο ὁ ληρῶν οὗτος ἐκώλυ‐ σεν. ὡς γὰρ ὁ φόβος ἐνεποίησεν αὐτῷ νόσον δι’ ἀγρυ‐ πνίας καὶ ἦν δῆλον, ὡς οὔτε δεδιὼς καθευδήσοι, μὴ
5καθεύδων δὲ ἀπολεῖται, λέγει πρὸς ἐμὲ ταῦτα ὁ πρε‐ σβύτης ἰατρὸς καὶ ὡς, εἰ μή τις σβέσει τὸν φόβον, οὐδὲ αὐτὸς δυνήσεται τὴν νόσον, ἐλεεινόν τε ἔφασκεν εἶναι θέαμα γυναῖκα καὶ παιδία.
Or
.

4

.

35

κἀγὼ πᾶσι μὲν λόγοις, ἁπάσῃ δὲ τέχνῃ τοὺς δικαίως ἂν ἀπολομένους ἐξήρπασα. ὁ δ’ ἀπαλλαγεὶς τοῦ τὸ σῶμα νοσεῖν ἐνόσει τὴν ψυχὴν πάλιν καὶ τὴν ἀγορὰν ἐτάραττεν οὐδα‐
5μοῦ στῆναι τὰς ἐφ’ ἑκάστῳ τιμὰς ἐῶν, εἰδώς, ὡς ἀπὸ νοσούσης καὶ αὐτῆς καὶ φθειρομένης γένοιτ’ ἄν τις καὶ πρόσοδος αὐτῷ τε καὶ τῷ γένει. τοῦτ’ αὐτὸν ἐποίει κινεῖν τὰ τεταγμένα [καὶ] παρὰ τῶν εὖ φρο‐ νούντων καὶ νενομοθετημένα.
Or
.

4

.

36

ὁ δ’ ἄλλους οὐκ ἐρρῶσθαι τὰς φρένας λέγων αὐτός, οὐκ ὢν γέρων, ἐν μάχῃ τῇ πρὸς αὑτὸν ζῶν οὐκ οἶδε. ξίφει μὲν γὰρ τοὺς ἄξια θανάτου δεδρακότας οὐ παραδίδωσιν εὐλα‐
5βὴς εἶναι λέγων καὶ πρὸς τοὺς τοιούτους ὀκνηρὸς θα‐ νάτους, μάστιγι δὲ ταὐτὸ ποιῶν οὐκ οἴεται δρᾶν, ὅ φησι φεύγειν.
Or
.

4

.

37

ὃς καὶ χθὲς πληγῶν εἶδος πολὺν ἤδη χρόνον ἐξεληλαμένον ὡς ὑβρίζον τὸ σχῆμα τῆς πολιτείας, ἀνενεώσατό τε καὶ πάλιν τοῖς ἁπάντων ὀφθαλμοῖς ἔδειξε κρύπτων τὸ τοῦ ξαινομένου πρόσω‐
5πον ὑφ’ ἑτέρῳ, πῖλος τοῦτ’ ἔστιν εἰς ὄνου πρόσωπον πεποιημένος, μιγνὺς τῷ τοιούτῳ κακῷ γέλωτα καὶ προστιθεὶς διὰ τῆς τέρψεως τῇ συμφορᾷ ποιοῦντός τι καὶ τοῦ κώδωνος καὶ τὸν γενόμενον ἂν διὰ τῶν δα‐ κρύων ἔλεον ἐξορίζων.
Or
.

4

.

38

καὶ ταύταις ταῖς πληγαῖς πολλοὺς ἀποκτείνας οὐκ ἀποκτεῖναί φησι, διότι πληγαῖς. ἔστι δὲ τοῦτο πολλῷ δεινότερον βραδὺν ἀντ’ ὀξέος ποιοῦν τοῦ θανάτου τὸν τρόπον. καίτοι χρηστοὶ
5μὲν οὐκ ἦσαν οὗτοι, πονηροὶ δὲ οὐχ οὕτως ἐν κλοπαῖς τισι μικραῖς ὄντων αὐτοῖς τῶν ἐγκλημάτων, ὧν ἔνιοι ναῦται μετὰ ναυαγίαν ταῦτα ἠναγκασμένοι. ἀλλ’ ὅμως [καὶ] ἀπέθνησκον καὶ μαστιγούμενοι.
Or
.

4

.

39

Τίνες οὖν οἱ μισθοί σου τῆς πολλῆς συνέσεως; οἱ ληροῦντες ἡμεῖς ὁρῶμέν σε τρέμοντά τε καὶ σαυτῷ φυγὴν ἐπιβάλλοντα καὶ ζητοῦντα πόλιν ἔξω Συρίας τῆς ἀρχθείσης. οὕτως ἤρχθη καλῶς. ὑπὸ δὲ φρονή‐
5σεως κηρύττεις ὃ ποιήσεις, κύριος ὢν σιωπᾶν.
Or
.

4

.

40

ἐγὼ
δὲ ἴσως ἕξω τὸν οὐ τοιαῦτα περὶ ἐμοῦ λέγοντα, οἷα σύ, πρότερον μέν, ἡνίκα τῶν ἑταίρων τινὰ πέμψας ἠξίουν γραῦν τινὰ δίκην δικάσαι πολλῶν ἐτῶν ἀριθμὸν
5ἀνηλωκυῖαν, ὕστερον δέ, ἡνίκα μέ τις τῶν ὑπηρετῶν ἔφησεν ἕπεσθαί σοι. καὶ ὁ μὲν ᾤετό σε πήδημα συνά‐ ψειν τοῖς πρώτοις ῥήμασι, σὺ δὲ τὸν μὲν ἀπειλῆς ἄξιον ἡγήσω, τὸν ἡνίοχον δὲ τῷ ποδὶ πρὸς τάχος ἐκί‐ νησας, πρὸς δὲ τὸν παρακαθήμενον εἶπες, ὅτι πάλιν
10οὗτος ἥκει κόψων ἡμᾶς οἷς φλυαρήσει· ἐγὼ δὲ τἀκριβὲς μὲν ὕστερον ἐπυθόμην, τότε δὲ ἐκ τῶν ὀμμά‐ των τὴν γνώμην εὑρὼν ὡς τάχιστα ἀπῆλθον, ἀφεὶς τὸ
περὶ ὧν ἀφῖγμαι διαλεχθῆναι.
Or
.

5

t

ΑΡΤΕΜΙΣ.
Or
.

5

.

1

Αὐτὸ τοῦτο τὸ νῦν ἐμὲ καὶ ζῆν καὶ λέγειν καὶ ὁρᾶν τε ὑμᾶς καὶ ὑφ’ ὑμῶν ὁρᾶσθαι παρὰ τῆς Ἀρτέ‐ μιδός μοι σαφέστατα, ὦ ἄνδρες, ἥ μ’ ἐξ αὐτῶν τῶν τοῦ θανάτου πυλῶν ἐρρύσατο καὶ διέσωσεν. οὐ δὴ
5ἀχάριστον χρὴ γενέσθαι περὶ τὴν ταῦτα δοῦσαν θεόν, ἀλλὰ δίκαιον δεικνύμενον τηρεῖν τὸν περὶ ταῦτα νόμον.
Or
.

5

.

2

ὁ δὲ νόμος ἐστὶν εὖ παθόντα ὑπό του τῶν κρειτ‐ τόνων τιμᾶν τοῦτον τὸν εὖ πεποιηκότα. τιμᾷ δὲ ὁ μὲν κρατῆρας ἀνατιθείς, ὁ δὲ χρυσίδας, ὁ δὲ ἕτερόν τι σκεῦος, ὁ δὲ στέφανον, ποιμὴν δὲ αὐλὸν καὶ θηρα‐
5τὴς θηρίου κεφαλὴν καὶ ποιητὴς ὕμνον ἐν μέτρῳ καὶ
ῥητορικὸς ὕμνον ἄνευ μέτρου. δοκεῖ δέ μοι παρὰ τοῖς θεοῖς ὕμνος χρυσίου προκεκρίσθαι, εἰ δὴ καὶ ἀνὴρ ἀγαθὸς τήνδε ἂν θεῖτο περὶ τούτοιν τὴν ψῆφον, σεμνότερος τούτῳ μᾶλλον ἢ ’κείνῳ γιγνόμενος.
Or
.

5

.

3

ἀμει‐ βόμεθα δὴ σωτηρίαν λόγῳ, δοῦναι δὲ μὴ τοῦ παντὸς ἁμαρτεῖν ἐν τῷ λόγῳ τῆς καὶ τὸ ἔτι εἶναι δούσης θεοῦ, λαβεῖν δὲ αὐτῇ τοῦτο παρὰ τοῦ μουσηγέτου τε καὶ
5ἀδελφοῦ ῥᾴδιον.
Or
.

5

.

4

Ἄρτεμις Διὸς καὶ Λητοῦς θυγάτηρ, πατρὸς μὲν τοῦ μεγίστου τῶν θεῶν, μητρὸς δέ, ἣν ἐκεῖνος εἰς τοιαύτας ἐξελέξατο γονάς, Δήλου δὲ ἀνασχούσης καὶ σταθείσης τε καὶ στησάσης τὴν Λητὼ προεκτρέχει μὲν
5ἡ Ἄρτεμις τοῦ Ἀπόλλωνος, βοηθεῖ δὲ τῇ μητρὶ πρὸς τὸ καὶ τὸν Ἀπόλλω τεκεῖν.
Or
.

5

.

5

καλὸν μὲν δὴ καὶ τὸ ἐκτραφέντα χρόνῳ ὕστερον ἐκτίνειν τροφεῖα τοκεῦσιν, ἡ δὲ ἅμα τε ἐγεγόνει καὶ ἠμείβετο τὴν τεκοῦσαν ἐν καιρῷ μάλιστα δὴ δεομένῳ βοηθοῦ. ὥστε καὶ ὧν Ἀπόλ‐
5λων αἴτιος ἀγαθῶν ἀνθρώποις, ἀμφοτέροις ἰστέον χά‐ ριν, τῷ τε ἐπειδὴ ἐγένετο δόντι τῇ τε μαιευσαμένῃ.
Or
.

5

.

6

Καὶ ὡς μὲν καὶ εὐθὺς ἐν ταῖς πρώταις ἡμέραις ἀνδρειοτέρα ἦν τοῦ Ἀπόλλωνος πρὸς τὰ ἐκ τῆς Ἥρας δείματα, ὅθεν δὴ καὶ ὀνόματα τῇ μὲν Ἄρτεμιν, τῷ δὲ γενέσθαι Λοξίαν, ταυτὶ μὲν ἑτέροις ᾄδειν ἀφείσθω.
Or
.

5

.

7

γίγνεται δὲ αὐτῇ γενομένῃ παρὰ τῆς Γῆς τόξα τε καὶ βέλη δῶρα καὶ τὸ εὐθὺς ἐπίστασθαι τὴν τέχνην,
ἔλαφοί τε εὐθέως ἐφαίνοντο, παρὰ τῆς Γῆς, οἶμαι, καὶ τοῦτο, καὶ ἐβάλλοντο ἄλλαι ἐπ’ ἄλλαις μελέτης εἵνεκα
5τῆς περὶ τὴν τοξικήν. τοῦτο δὴ φαίνεται πεποιηκὸς καὶ τὸν Ἀπόλλω τοξότην, ἡ μίμησις τῆς Ἀρτέμιδος, ὥστε εἴη 〈ἂν〉 Ἀρτέμιδος Ἀπόλλων ἐν τοξικῇ μαθητής.
Or
.

5

.

8

Αὐξομένη δὲ ἡ θεὸς κάλλει τε ἤστραπτε καὶ ἔφευγε γάμον καὶ ὤμνυ τὴν τοῦ πατρὸς κεφαλὴν ἦ μὴν παρθένος μενεῖν. τοῦ μὲν οὖν κάλλους ἄλλοι τε ποιηταὶ μάρτυρες καὶ ὁ σοφώτατος Ὅμηρος, τοῦτο μὲν
5τὴν Ἀλκίνου θυγατέρα τῇ ταύτης εἰκόνι τιμήσας, τοῦτο δὲ τὴν Ἰκαρίου, προσθεὶς τῇ Ἀρτέμιδι τὴν Ἀφροδίτην εἰς ἴσον ταῖν θεαῖν ἄγων τὰ κάλλη.
Or
.

5

.

9

Παρθένιόν τε τὸν ἐν Παφλαγόσι ποταμὸν ὄντα καλὸν καλὸν δὴ εἶναι λόγος, ὅτι λουτρὸν Ἀρτέμιδι γένοιτο. τοῦ γε μὴν ἀπο‐ διδράσκειν τὴν πρὸς τὸ ἄρρεν κοινωνίαν μάρτυς ἱκα‐
5νὸς ὁ δυστυχὴς Ὠρίων σκορπίῳ κατενεχθεὶς ὁ τηλι‐ κοῦτος, ἐπειδὴ ὧν οὐκ ἐξῆν ἥπτετο.
Or
.

5

.

10

τὴν μὲν δὴ Ἀθηνᾶν οὐδὲν θαυμαστὸν παρθένον ἑλέσθαι εἶναι,
φῦσαν ἐκ μόνου τοῦ πατρός, ἡ δὲ ἐκ γάμου γενομένη τὴν παρθενίαν ὅμως ἐδίωξε. καὶ ἡ μὲν Ἀφροδίτη διὰ
5τὸ κάλλος αὐτή τε ἀνδρὶ συνεζύγη καὶ ἐπέστησεν αὑτὴν γάμοις τε καὶ ὑμεναίοις, τὴν δὲ οὐκ ἔπεισε τὸ κάλλος συνοικεῖν τε θεῷ καὶ κύειν καὶ τίκτειν οὐδὲ ὑπέθηκεν αὑτὴν τοῖς τοῦ γήμαντος βουλήμασιν.
Or
.

5

.

11

Οὐ μὴν οὐδὲ ἱστὸν καὶ ἔρια καὶ ταλασίαν καὶ ἔργα γυναικῶν ἠξίωσεν ἐφορᾶν, ἐλάττω ταῦτα τῆς ἑαυ‐ τῆς κρίνασα φύσεως, ἀλλ’ ἀφῆκεν αὑτὴν ἐπὶ τὰ θηρία, νάπας τε καὶ ὄρη καὶ ἄλση καὶ δρυμοὺς ἐπιοῦσα, τέρ‐
5ψιν ἔχουσα τὴν θήραν. οὐ γὰρ δὴ πόνου δεῖ τῇ Ἀρτέμιδι πρὸς τὸ βάλλειν, ἀλλ’ ὅσα ἡμεῖς ταῖς καθειργ‐ μέναις ὄρνισι, χρῆται ἐκείνη κάπροις τε καὶ ἐλάφοις καὶ ὅτῳ ἄλλῳ θηρίῳ δόξειε.
Or
.

5

.

12

καὶ ἔστιν ἀκριβῶς δέσποινα τῶν θηρίων μᾶλλον ἢ ἡμεῖς τῶν οἰκετῶν. τῶν μέν γε ἀντέβλεψεν ἤδη τις καὶ ἐλύπησε ῥήματι καὶ ἀποδρὰς ᾤχετο, τὰ δὲ ὅ τι περ ἂν ἐκείνῃ δοκῇ, πάσχει
5τε καὶ στέργει τοῖς ἀπὸ τῆς θεοῦ.
Or
.

5

.

13

ἡ δὲ τέρπεται μὲν ὁρῶσα αὐτὰ θέοντα, τέρπεται δὲ διώκουσα, τέρ‐ πεται δὲ τοξεύουσα. τῇ τέρψει δὲ αὐτῇ τῷ γένει τῷ
τῶν ἀνθρώπων ἀμύνει, τὰ δυσμενῆ τῷ γένει ποιοῦσα
5ἐλάττονα, δοκεῖν δέ μοι, καὶ τῷ μὴ χωρεῖν αὐτὰ ἐπὶ τὰ ἄστη μηδὲ προσπίπτοντα σπαράττειν τε καὶ κατε‐ σθίειν καὶ κενοῦν τὰς πόλεις ἀνθρώπων.
Or
.

5

.

14

τίς γὰρ ἂν ἤνεγκεν ὁμοθυμαδὸν ἐπιόντα τῶν θηρίων τὰ φῦλα, ὅπου γε καὶ ἢν ἕν τι τούτων δὴ τῶν ἐν τοῖς ζωγρείοις τεταλαιπωρημένων ὑπερβὰν τὸ ἑρκίον θέῃ διὰ πόλεως,
5βλέμματι μόνῳ ταράττει τε καὶ ἐκπλήττει καὶ ποιεῖ σκοπεῖν ᾗ ἄν τις σωθείη, θύραι τε κλείονται καὶ βοὴ πρὸς ἀλλήλους καὶ θόρυβος, ὅσος ἂν ἐκ πολεμίων εἰσπεσόντων γένοιτο;
Or
.

5

.

15

τί δὴ ἂν οὖν οἰόμεθα συμ‐ βῆναι ἐν θηρίων ἐπιστρατείαις ἡγουμένων λεόντων; τῆς θεοῦ τοίνυν χάρις τὰ νῦν γιγνόμενα, τὸ μένειν ἐν ταῖς ὕλαις, ἃ οὐκ ἦν ἐνεγκεῖν ἐπιόντα.
Or
.

5

.

16

Φήσει τις μεγάλῳ ἔργῳ, τοῖς πολεμικοῖς, ἐπιστατεῖν τὸν Ἄρη τε καὶ τὴν Ἀθηνᾶν. ἔστι δὲ οὐκ ὀλίγη μοῖρα τῶν ἐν πολέμοις Ἀρτέμιδος, εἰ μὴ μικρόν τῳ δοκεῖ τοῖς πολεμοῦσιν εἶναι τόξα καὶ βέλη, δι’ ὧν
5ἐστι πόρρωθεν τῶν ἐναντίων κρατεῖν δρῶντας ἄνευ τοῦ παθεῖν.
Or
.

5

.

17

εἰ γοῦν τοῖς μὲν εἶεν τῶν μαχομένων τοξόται, τοῖς δὲ μή, τάχιστ’ ἂν ἀναλωθείη τὸ ὁπλιτικὸν ὑπὸ τῶν τοξευμάτων, πρὶν συμπεσεῖν, καὶ ἀπίοιεν ἂν καθαροὶ τραυμάτων νενικηκότες οὗτοι δὴ οἱ τοξόται, καὶ
5πολιορκῶν δὲ τοξότης κατενέγκαι ἂν τὸν ἐπὶ τείχους πολ‐ λάκις, καὶ ἀπὸ τοῦ τείχους δ’ ἂν τὸν τειχομαχοῦντα ῥᾳ‐ δίως ὁ πολιορκούμενος. ὁπλίτου δὲ πόσον ἂν ἐνταῦθα εἴη τὸ ἔργον.
Or
.

5

.

18

μάθοι δ’ ἄν τις καλῶς παρ’ Ἡρακλέους, ὁπόσον τι δύναται τόξον, ὃς ὁρμήσας καθαίρειν τὴν γῆν, οὐ θώρακα ἐνδὺς οὐδὲ ἀσπίδα λαβὼν ἐχώρει πρὸς τὸ ἔργον, ἀλλὰ τόξα καὶ φαρέτραν, οἷς τὰ πολλὰ κατειρ‐
5γάζετο.
Or
.

5

.

19

τῶν δὲ ἐκείνου τόξων ἀπέλαυσεν εἰς νίκην καὶ ὁ μετ’ ἐκεῖνον ἐπὶ Ἴλιον ἥκων στρατός. εἰ δὲ μὴ ἦλθεν ἐκ Λήμνου Φιλοκτήτης μετὰ τῶν τόξων Ἡρα‐ κλέους, μικρὰ ἂν ἦν τὰ τῶν ὁπλιτῶν.
Or
.

5

.

20

ὅλως δὲ ὅστις θηρᾶν ἀγαθός, οὗτος καὶ πολεμεῖν ἀγαθός. ἀγαθὴ γὰρ πολέμου διδάσκαλος ἡ θήρα. καὶ ὁ μὲν ἐκεῖθεν δεῦρ’ ἥκων θαρραλέος, εἰδὼς σωθῆναί τε καὶ
5διαφθεῖραι, ὁ δ’ ἄνευ θήρας δειλός τε καὶ κακὸς καὶ πολεμίοις χαρά.
Or
.

5

.

21

Ἀριθμεῖ δὲ ὁ χρηστὸς Ξενοφῶν ἐν τῷ περὶ
κυνηγεσίων λόγῳ τοὺς ἀπὸ τοῦ θηρᾶν μακαρίους τε καὶ θαυμαστοὺς καὶ οἵους λύειν κινδύνους γεγενημέ‐ νους. καὶ ἴστε, ὦ νέοι, τοὺς ἄνδρας οὓς ἀριθμεῖ Ξε‐
5νοφῶν.
Or
.

5

.

22

θαυμασταὶ δὲ ἐντεῦθεν καὶ γυναῖκες, ὅσας ἐφίλησεν Ἄρτεμις καὶ ἔσχεν ἐν θήρᾳ διατριβούσας· αἵ μοι δοκοῦσιν ἄνδρας ἀπείρους θήρας ἐν πολέμῳ λα‐ βοῦσαι δεῖξαι ἂν καλῶς, ὡς νόθος ἅπας ὁ στρατιώτης ὁ
5πολέμου πρὸ θήρας ἁπτόμενος.
Or
.

5

.

23

δηλοῖ δὲ ἡ τῶν Λακεδαιμονίων πόλις· μάλιστα δὴ δοκοῦσα φροντίσαι 〈τῶν〉 πολεμικῶν μάλιστα δὴ φαίνεται φροντίσασα τῶν περὶ θήραν. νόμος γοῦν αὐτοῖς ἐν τῇ τῆς Ἀρτέμιδος
5ἑορτῇ τὸν ἥκοντα ἐπὶ τὸ δεῖπνον οὐ τεθηρευκότα δοκεῖν τε ἀδικεῖν καὶ διδόναι δίκην. ἡ δὲ δίκη, ἀμφορέα τις ὕδατος κομίσας καταχεῖ τῆς τοῦ παιδὸς κεφαλῆς, ἢν παῖς οὗτος ᾖ, ἀνδρὸς δὲ τῆς χειρὸς ὁ δάκτυλος τοῦτο ὑπομένει, καὶ ἔστιν ἐν Λακεδαίμονι τοῦτο τὸ
10ὕδωρ ἀτιμία. ἐπιθυμοῦντες γάρ, οἶμαι, τοῦ νικᾶν ἐν τοῖς ὅπλοις ἓν τοῦτο μέγιστον εὕρισκον εἰς νίκην ἐφό‐ διον, θηρίων περιεῖναι.
Or
.

5

.

24

Ἔχοι δ’ ἄν τι λέγειν οὐ πρὸς Ἄρην καὶ Ἀθη‐ νᾶν μόνον, εἰ βούλοιτο, Ἄρτεμις, ἀλλὰ καὶ πρὸς ἅπαν‐ τας θεούς, οἳ τέχνας παραδόντες ἀνθρώποις ἔχουσί τε αὐτοὺς ἐργαζομένους αὐτὰς τάς τε ἀπὸ τούτου καρ‐
5ποῦνται τιμάς. μὴ ὄντων μὲν γὰρ ἀνθρώπων ἀπώλ‐ λυντ’ ἂν αἱ τέχναι, ἄνθρωποι δὲ οὐκ ἂν ἦσαν ἐν ὠδῖσι διαφθειρομένων τῶν τε φερουσῶν ἅ τε φέροιτο· κοινὸς γὰρ ἀμφοῖν ἐν τῷ τοιῷδε ὄλεθρος, ἐκράτει δ’ ἂν οὗτος οὐκ ὄντος τοῦ ἀρήγοντος.
Or
.

5

.

25

τίνες ἂν οὖν οὐκ ὄντων τῶν τικτομένων ἢ θάλατταν ἔπλεον ἢ γῆν εἰργάζοντο ἢ λόγους ἐποίουν ἢ σώματα ἐθεράπευον ἢ ἐχάλκευον ἢ ᾠκοδόμουν ἢ ἐναυμάχουν ἢ ἐπεζομάχουν
5ἢ ἀφ’ ἵππων ἐμάχοντο θανάτου τὴν γένεσιν φθάνον‐ τος; ἢ γὰρ οὐδὲν ἐγίγνετο ἂν ἢ κομιδῆ τινα εὐαρίθ‐ μητα οὐδὲ αὐτὰ ἄπηρα.
Or
.

5

.

26

ἐπεὶ καὶ ὅσα πώποτε ἢ οὐ διέφυγε τὸν κλύδωνα ἢ ἧκεν εἰς φῶς ἀνάπηρα, ὥστε αὐτοῖς γενέσθαι τὸ μὴ τεθνάναι ζημίαν, ταῦτα ἄνευ τῆς θεοῦ τῆσδε τὴν ὁδὸν ἐκείνην τὰ μὲν οὐδὲ ἦλθε,
5τὰ δὲ οὐ καλῶς. οὕτω πάντη τὸ τὴν γῆν ἐσχηκός τε γένος ἀνθρώπων καὶ ἔχον καὶ ἕξον ἐν ἡλικίαις ἁπάσαις παρὰ τῆς Ἀρτέμιδος δέδοται τῇ γῇ, τό τε ὂν τό τε οὐκ ὂν τό τε ἐσόμενον.
Or
.

5

.

27

καὶ ἃ δὴ τὸν Γάμον ὑμνεῖν ἐν γάμοις εἰώθαμεν, ὡς ὄντα πατέρα ἀνθρώπων, τά τε τούτου τοῦ θεοῦ τά τε τῆς Ἀφροδίτης μάταια ἂν ἦν, εἰ μὴ Ἄρτεμις χεῖρα ἐν ὠδῖσιν ὤρεγεν. ἐπεὶ
5καὶ τὴν Εἰλείθυιαν ὅταν ἀκούσῃς, ἀκούεις τὴν Ἄρτε‐ μιν.
Or
.

5

.

28

οὕτω καὶ τῆς Ἀφροδίτης ἡ σπουδή, ἔστι δὲ αὕτη παίδων εἵνεκα, διὰ ταύτης εἰς τέλος ἔρχεται, καθάπερ τοῖς τὰ πελάγη πλέουσι διὰ τῶν λιμένων. εἰ δὲ ἀλίμενα πάντα ἦν καὶ οὐκ ἦν τὸ δεξόμενον, ἄκαρ‐
5πον ἂν ἦν τὸ πεπλευσμένον περιρρηγνυμένων τοῖς προβόλοις τῶν πλοίων. λιμὴν δὴ καὶ ἥδε ἡ θεὸς τοῖς τὸν ἐν τῇ νηδύι πλέουσι πλοῦν.
Or
.

5

.

29

Διὰ τοῦτο ἐν τιμαῖς πανταχοῦ τε καὶ παρὰ πᾶσι, καὶ νεώ τε μεγα‐ λοπρεπεῖς καὶ βωμοὶ καὶ θυσίαι καὶ ἑορταί. Ἀθηναῖοι δὲ καὶ μηνὸς ὀνόματι γεραίρουσι τὴν θεόν, ὁ γὰρ δὴ
5Ἐλαφηβολιὼν τοῦτό ἐστιν. ἐν ἑτέρῳ δέ γε μηνί, Μου‐ νυχιῶνι οἶμαι, καὶ τὰς παρθένους αὐτῇ πρὸ γάμων ὑπάγουσιν, ὅπως προτεθεραπευμένης Ἀρτέμιδος οὕτως ἐπὶ τὰ Ἀφροδίτης ἴωσι.
Or
.

5

.

30

δυοῖν δὲ ὄντοιν σφίσι πλείστου ἀξίοιν χωρίοιν, Πειραιῶς τε καὶ τῆς ἀκρο‐ πόλεως, ἡ μέν ἐστι τῆς Ἀθηνᾶς, ὁ δὲ τῆς Ἀρτέμιδος. Ἐφεσίοις δὲ καὶ τὸ νόμισμα [καὶ] τὴν ἔλαφον ἔφερεν
5ἀμοιβὴν τῇ θεῷ τῶν μεγάλων ἀγαθῶν.
Or
.

5

.

31

Ὅτι μὲν οὖν καὶ ὑγίεια παρὰ τῆς Ἀρτέμιδος
ἀνθρώποις, αὐτὸ μηνύει τοὔνομα, καὶ τὸν Αἰνείαν ἴσμεν παρ’ Ὁμήρου μαθόντες ὑπό τε Λητοῦς καὶ ταύτης ἐν μεγάλῳ ἀδύτῳ ῥωννύμενον·
Or
.

5

.

32

τοῦ γε μὴν ὅλως αὐτῇ μέλειν ἀνθρώπων καὶ τόδε μέγα τεκμήριον. θυόν‐ των γὰρ αὐτῇ τῶν ἀνθρώπων ἀνθρώπους οἰομένων δεῖν μεγίστοις ἀντὶ μεγίστων τιμᾶν, μετέστησε τὸν νόμον,
5ἐπεὶ καὶ παρ’ οἷς αἵματι τιμᾶται ἐπὶ τοιούτῳ, ζῶντι τιμᾶται αἵματι·
Or
.

5

.

33

ἡ δὲ αὐτὴ καὶ φιλάνθρωπος καὶ φιλέλλην. ἦλθεν οὖν ὡς Ἕλληνας ἀφεῖσα Σκύθας. καὶ τὰ ἀπὸ Σελήνης δὲ ἀγαθά, τά τε εἰς φυτὰ τά τε εἰς ἀνθρώπους, Ἀρτέμιδος δόσις, καὶ τὴν τῆς Ἑκάτης
5δὲ ἀρχήν, τοὺς δαίμονας τοὺς πολλούς, Ἀρτέμιδος ἀρχὴν νομιστέον· Ἄρτεμις γὰρ δὴ καὶ ἐκεῖναι.
Or
.

5

.

34

Ἐπισταμένη δὲ εὖ ποιεῖν ἀνθρώπους ἡ θεὸς ἐπίσταται καὶ κολάζειν ἀνθρώπους, τὰ τοῦ πατρός, οἶμαι, ποιοῦσα, παρ’ οὗ καὶ πλοῦτος καὶ κεραυνοί, τὸ μὲν τοῖς δικαίοις, τοῖς δὲ οὐ τοιούτοις τὸ πῦρ.
Or
.

5

.

35

ὁρᾷ δὲ καὶ τὸν ἀδελφὸν ἄμφω ποιοῦντα, ὥσπερ ἐπὶ τῶν πολεμησάντων τοῖς Τρωσὶν ὑπὲρ τῆς Ἑλένης Ἑλλήνων, οἷς λοιμὸν ἐνέβαλέ τε καὶ ἔλυσε τὸν αὐτόν, ἑκάτερον
5τῷ ἱερεῖ χαρισάμενος, τὴν μὲν νόσον, ἐπειδὴ ὕβριστο, τὴν δὲ ἀπαλλαγήν, ἐπειδὴ τὴν παῖδα ἀπειλήφει.
Or
.

5

.

36

τοι‐
αῦτα δὴ καὶ τὰ τῆς Ἀρτέμιδος· ἣ παρέπεμψε μὲν διὰ κυνὸς τὴν ἀποικίαν εἰς Ἰωνίαν, συνεφήψατο δὲ Ἀλεξ‐ άνδρῳ τῆς στρατείας εἰς τὴν Ἀσίαν διαβάντι.
Or
.

5

.

37

Ὡς δὲ ἄμεινον αὐτὴν τιμᾶν ἢ καταφρονεῖν, ἔδειξε μὲν ἡ Ταντάλου Νιόβη θρηνήσασα κόρας ἓξ τετοξευμένας, ἔδειξε δὲ Ἀκταίων ἰδών, ἃ μὴ θέμις, ἔδειξε δὲ ὁ τῶν
5Αἰτωλῶν ἄρχων Οἰνεύς, ὃς θυσίας αὐτὴν ἀποστερήσας τινὸς ἔστενεν ἐπὶ τοῖς δένδρεσι τοῖς ἑαυτοῦ κειμένοις ἡττωμένων τῶν ῥιζῶν συὸς ἑνὸς ἐμβολῆς. κρατηθέν‐ τος δὲ τοῦ θηρίου μόλις τε καὶ σὺν τῷ τῶν ἑλόντων κακῷ, (τοσούτους ἄνδρας ἀνάλωσεν), ἕτερον δ’ ἔτεκε
10κακὸν ἡ δορά τε καὶ ἡ κεφαλή, πόλεμον, ὅπως μηδεὶς Ἀρτέμιδος ἐν θεῶν τιμαῖς μήθ’ ἑκὼν ἀμελοῖ μήτ’ ἐπι‐ λανθάνοιτο.
Or
.

5

.

38

Καὶ παιδεύει δὲ τοὺς ἀνθρώπους μηδὲν ἔξω
τοῦ μέτρου μήτε λέγειν μήτε δρᾶν, τὸν μὲν Ἀγαμέ‐ μνονα κάλλιον αὐτῆς εἰπόντα βαλεῖν τὴν ἔλαφον ἀναγ‐ κάσασα τῷ βωμῷ τὴν παῖδα προσαγαγεῖν ὑπὲρ τῆς
5ἀναγωγῆς, ἣν ἐπεῖχεν ἡ θεὸς ἀπλοίᾳ τὴν ὑπερηφανίαν κολάζουσα πειθομένων αὐτῇ τῶν ἀνέμων οὐχ ἧττον ἢ τῷ Αἰόλῳ, τῷ σφῶν αὐτῶν ταμίᾳ, οὗ δὴ καὶ φιλαν‐ θρωπίαν κατέμιξεν ἡ θεὸς μετενεγκοῦσα τὸ ξίφος ἀπὸ τῆς κόρης ἐπ’ ἔλαφον, καὶ ἡ μὲν ἠφάνιστο, ἡ κόρη,
10ἡ δὲ ἦν ἐν χερσίν, ἡ ἔλαφος.
Or
.

5

.

39

ἕτερον δὲ ὅμοιόν τε καὶ οὐχ ὅμοιον· ἀνήρ τις περὶ Ἰταλίαν συὸς χρῆμα μέγιστον ἑλών, ἀλλ’ οὐ νῦν γε, ἔφη πρὸς ἑαυτὸν λέγων, τῆς Ἀρτέμιδος ἔσται τοῦ συὸς ἡ κεφαλ,
5τῷ δ’ ᾑρηκότι τοῦτο ἀνακείσεται ἐμο. ταῦτα εἰπὼν ἐκ δένδρου τὴν κεφαλὴν ἀναρτήσας ὑπ’ αὐτῇ καθεῦδε μεσημβρίας ἡκούσης, ἡ δὲ ἐπὶ τὸ στῆθος τοῦ δεσμοῦ λυθέντος πεσοῦσα κτείνει τὸν τιμιώτερον τῆς θεοῦ κυνηγέτην.
Or
.

5

.

40

Τιμωμένη δὲ ἥτις ἐστίν, εἰ πάλιν ἀκούειν ἐθέ‐ λοιτε, μέλλοντες Ἀθηναῖοι τρέχειν ἐπὶ τοὺς εἰς τὴν χώραν ἀποβαίνοντας τῶν βαρβάρων, τὸν Δαρείου στό‐ λον, εὔξαντο τῇ Ἀγροτέρᾳ θύσειν αὐτῇ 〈χιμάρουσ〉,
5ὅσους ἂν κτείνωσι τῶν βαρβάρων. καὶ ἀπέκτειναν
ὁπόσους ἀκούομεν. ἦν μὲν γὰρ καὶ Ἡρακλῆς ἐν τοῖς μυρίοις τούτοις, ἦν δὲ καὶ ὁ Πάν, αὑτὸν παρακαλέσας, τὸ πλέον δέ μοι δοκεῖ τῆς Ἀρτέμιδος γενέσθαι, δυνα‐ τωτέρας θεοῦ.
Or
.

5

.

41

καὶ τί δεῖ τὰ ἑτέρων λέγειν; ἀλλ’ ἥδε ἡ πόλις ἡ πολλὴ Σκυθῶν ἂν ἐγεγόνει καὶ ἀνήρ‐ παστο κατὰ τὴν πάλαι στρατείαν, εἰ μὴ ἥδε τὸν ἀδελ‐ φὸν παραλαβοῦσα τοξεύουσα φεύγοντας ἔδειξε Φλέ‐
5γρας ἤδη ταύτας ἔχοντας· στρατὸς δὲ ἡμῖν ὁ δεξόμε‐ νος τοὺς ἐπιόντας οὐκ ἦν, οἱ δὲ ἃ τῶν βαλλομένων ἦν, βοῶντες ἀπῄεσαν, οἱ Σκύθαι, δύο τοξότας οὐ φέ‐ ροντες.
Or
.

5

.

42

Καὶ τὸ ἱερὸν δὲ τουτὶ τὸ μέγα, τὸ πρὸς ἕω, τὸ ἐν τῷ προαστείῳ, γυναικός ἐστι τῆς Καμβύσου δαπάνη, μισθὸς ὀφθαλμῶν αὐτῇ παρὰ τῆς θεοῦ σεσω‐ σμένων.
Or
.

5

.

43

ἐγὼ δέ γε οὐκ ὀφθαλμῶν μόνον οὐδ’ αὖ χειρῶν ἢ ποδῶν ἤ τινος ἄλλου μέρους οἶδα μισθὸν ὀφείλων, ἀλλ’ ὅλου τε ἐμαυτοῦ καὶ τοῦ χοροῦ. ἦν μὲν γὰρ μὴν ὁ ἐπώνυμος τῆς Ἀρτέμιδος καὶ τοῦ γε
5μηνὸς ἑβδόμη ἱσταμένου, ἐν ᾗ νόμος ἐν Μερόῃ ταύτῃ ποιεῖσθαι τῇ θεῷ τὴν ἑορτήν, ἧς καὶ τὸ κεφάλαιον αἷμα ἀπὸ πυγμῆς. πύκται δέ, ὁπόσαι φυλαὶ τῆς πόλεως,
εἷς ἀφ’ ἑκάστης, καὶ ἔρις ὑπὲρ νίκης θαυμαστή, οὐχ ὑπὲρ μεγάλων μὲν τῶν ταῖς φυλαῖς εἰς αὐτοὺς ἀνη‐
10λωμένων, μανίᾳ δὲ τὸ πρᾶγμα ἔοικε τῇ θεῷ χαριζομέ‐ νων.
Or
.

5

.

44

πάλαι μὲν οὖν δρόμος ἦν ἁπάντων ἐπὶ τὴν θέαν καὶ τὸ μὴ ἐλθεῖν οὐκ εὐσεβές, τῷ καιρῷ δὲ ἀμβλυνθείσης τῆς ἑορτῆς οἱ μὲν ἐπύκτευον, διδάσκαλοι δὲ λόγων ἐν συνουσίαις, διδόντες μὲν δίκην οὐ δοκοῦν‐
5τες τοῖς πολλοῖς, καιρῷ δὲ εἴκοντες.
Or
.

5

.

45

πρῴην τοίνυν οἱ μὲν ᾤχοντο εἰς Μερόην, οἱ πύκται, ἐγὼ δὲ εἰσεκά‐ λουν τοὺς νέους. οἱ δὲ οὐχ ὑπήκουον· εἶναι γάρ τι τὸ τὸν ὄκνον ἐμποιοῦν, ὃ οὐκ ἔχειν μὲν εἰπεῖν ὅ τι
5εἴη, δεινῶς δὲ ἀποκωλύειν. ῥᾳθυμίαν δὲ ἐμοῦ τὸ πρᾶγμα καλοῦντος, εἰ τὰ τῆς προτεραίας αὖθις ζητοῖεν, ἡ δὲ οὐκ ἦν ἔργων, δείματός τινος θορυβοῦντος σφίσι τὰς ψυχὰς ὤμνυσαν εἶναι τῆς συνουσίας τὴν φυγήν.
Or
.

5

.

46

οὕτω δὲ συνεχώρουν. τὸ δὲ ἦν ἄρα τῆς Ἀρτέμιδος ἀρωγὴ τὸν γενόμενον ἂν κωλυούσης ὄλεθρον. ὡς γὰρ δὴ ἀπηλλάγησαν οἱ πεφοβημένοι καὶ ἦν μόνος ἐν τῷ βουλευτηρίῳ τούτῳ, λόγον τις οὐ πολλῷ ὕστερον φέρων
5ἔρχεται νέος εἰρημένον οἱ πολλάκις, εἰ παρέχοι καιρός, ἥκειν σὺν τῷ βιβλίῳ, καὶ γὰρ ἦν τις περὶ τοῦ λόγου λόγος. εἰλῆφθαι δὴ καιροῦ νομίσας ὁ νεανίσκος ἧκεν.
Or
.

5

.

47

οὕτω δὲ ἀναστὰς ἐλθὼν ἐπὶ τὴν θύραν ἑστὼς ἑστῶτος ἠκροώμην. καὶ ἀνέγνωστό τε ἔπη πλείω ἢ
διακόσια, καί με ἔννοια τῆς νόσου τῆς τῶν ποδῶν εἰσῄει καὶ ὡς πολὺ βέλτιον καθήμενον ἀκούειν.
Or
.

5

.

48

ἀπελ‐ θὼν οὖν καὶ καθεζόμενος ἐπὶ τοῦ θρόνου κελεύσας ἐκεῖνον ταὐτὸ ποιεῖν ἐπὶ θατέρου, τετταράκοντα ἐπῶν οὔπω ἀνεγνωσμένων ὁρῶ κόνιν ἐκ τοῦ ὑπὲρ τῆς θύρας
5τῆς μεγίστης τε καὶ μέσης φερομένην. ἔπειτα ἀπορ‐ ραγὲν κῦμα λίθων ἐφέρετο μέγα καὶ ἦν ἐπὶ γῆς τῶν πολλῶν συντριβέντων.
Or
.

5

.

49

ἐγὼ δὲ οἷς μὲν εἶδον ἐξε‐ πεπλήγμην, ἐπεπόνθειν δ’ ἄν τι καὶ πλέον, εἰ τὸν κτύπον ἅπαντα τοῖς ὠσὶν ἐδεδέγμην. νῦν δὲ προὐ‐ νοήθην τε καὶ ἤρκεσαν αἱ χεῖρες.
Or
.

5

.

50

ὁ δ’ ἐπιτετραμ‐ μένος τὰς τῶν φοιτητῶν εἰσόδους οὗτος εἰσιών πως τότε τῇ σκιᾷ τοῦ κατιόντος σώζεται βλέψας τε ἄνω καὶ ἐπὶ πόδα ἀναχωρήσας ἤδη εἴσω τὸν ἕτερον ἔχων, ὥστε
5αὐτῷ καὶ ἐπέπληκτο τὸ τοῦ ὑποδήματος ἄκρον.
Or
.

5

.

51

τὸ δὲ ἀπορραγὲν τοῦτο ὀφρὺς ἦν ὥρας εἵνεκα ὑπὲρ τῆς θύρας τεταμένη λίθου τοῦ στίλβοντος ἐγκειμένου τῷ μὴ τοιούτῳ· ὃν κοιλάναντες εἰς ὑποδοχὴν τοῦ κρείττο‐
5νος τὸ μὲν ἐνέθηκαν αὐτοῦ, τῷ δὲ προὔχειν ἔδοσαν τέρψιν εἶναι ὁρῶσι. τέως μὲν οὖν ᾧ συνείχετο ἰσχύ‐ οντος, ξύλον τι σμικρότατον τοῦτο ἦν, ἔμενε, χρόνῳ δὲ ἐκείνου καμόντος ἐξίστατό τε τὸ ἐνηρμοσμένον, καὶ
ἦν χαμαὶ σωρὸς λίθων μεγάλων οὐκ ἂν εἰκασθέντων
10πρὸ τοῦ πάθους, οἶμαι, τοσούτων, οἳ μὴ ὅτι νέους ἐν εἰσόδοις τε καὶ ἐξόδοις διέφθειραν ἂν ἐπιπεσόντες, ἀλλ’ οὐδὲ καμήλων τε καὶ ἐλεφάντων κεφαλαὶ διέφυ‐ γον ἂν τὸ μὴ οὐκ αὐτίκα κεῖσθαι.
Or
.

5

.

52

ἀλλ’ αὐτὴ ἐσάωσεν, εἶπεν ἂν Ὅμηρος, καὶ παῖδάς τε γονεῦσιν ἀπέδωκεν ἐμέ τε ἐξείλκυσε σαφῶς τῆς ἐγγὺς οὕτω πληγῆς τῇ περὶ τοῖν ποδοῖν φροντίδι τῷ τε πατρὶ τῷ
5Διὶ καθαρὸν θανάτων διετήρησε τὸν νεών. εἰ δ’ οὐκ ἐπεκούρει, πόσας ἂν οἰόμεθα δεῦρ’ ἐλθεῖν κλίνας ἀναι‐ ρησομένας [τότε] τὸ τῆς πόλεως ἄνθος.
Or
.

5

.

53

ἔξεστιν οὖν μοι φιλοτιμεῖσθαι κατὰ τὸν Σιμωνίδην. ἀδελφοὶ δὲ κἀκεῖνον ἔσωζον Ἀρτέμιδος ὁμοπάτριοι. Σιμωνίδῃ μὲν οὖν ἀντ’ ᾠδῆς ἐκεῖνα παρὰ τοῖν Διοσκούροιν, ἐμοὶ
5δὲ ταῦτα καὶ πρὸ ᾠδῆς. Ἀλλ’ ἰδοὺ νῦν γε ἀποδεδώκαμεν, τοῦ δὲ μὴ λέξαι
κακῶς αὐτῇ τε καὶ Ἀπόλλωνι τῷ μουσηγέτῃ μελήσει.
Or
.

6

t

ΠΕΡΙ ΑΠΛΗΣΤΙΑΣ.
Or
.

6

.

1

Οὐ ῥᾴδιον ἐντυχεῖν, ὦ ἄνδρες, ἀνθρώπῳ μὴ λοιδοροῦντι τὴν Τύχην καὶ τὴν μὲν ἄδικον, αὑτὸν δὲ ἀτυχῆ καλοῦντι. καλεῖ δὲ αὐτὴν ἄδικον καὶ ἡγεῖται ἀτυχεῖν ὁ μὲν ὢν καλός, ὅτι μὴ καὶ μέγας, ὁ δὲ μέγας,
5ὅτι μὴ καὶ καλός, ὅτῳ δὲ ταῦτα ἄμφω, ὅτι μὴ καὶ ἰσχυρός, καὶ ὅτῳ δὲ ἔνι τὰ τρία, διὰ τὸ μὴ καὶ ταχὺς εἶναι αἰτιᾶται τὴν θεόν.
Or
.

6

.

2

ἀλλ’ οὐδ’ εἰ πάντα αὐτῷ παρείη τὰ τοῦ σώματος ἀγαθά, στέργοι ἂν οὐδ’ ἂν ἐπὶ τούτοις εἰδείη τῇ δαίμονι ταύτῃ χάριν, ἀλλ’ οὔκ
εἰμι ῥητορικός, ἐρεῖ πρὸς αὑτόν, οὐδὲ ἰατρικὴν
5ἐπίσταμαι οὐδὲ κρατῶ διαλεγόμενος οὐδὲ οἶδα κιθαρίζειν οὐδὲ ἡγεῖσθαι στρατοπέδων. ὑπερ‐ βαίνων οὖν ἃ ἔστιν αὐτῷ, ἃ μὴ ἔστιν ἀριθμῶν οὐ τυγχάνειν οἴεται τῆς Τύχης, ἀδικῶν, οὐκ ἀδικούμενος.
Or
.

6

.

3

κἀν τούτοις μὲν ἧττον ἂν καταβοήσειε τῆς Τύχης, ἐν δ’ αὖ τῇ χρημάτων τε πέρι καὶ ἀρχῶν ἐννοίᾳ φεῦ ὡς πολλή γε ἡ καταδρομή, καὶ οὐδὲν αὐτοῖς στήσει τὴν κακήγορον γλῶτταν. μέμφεται δὲ ὁ μὲν ἕνα
5γεωργῶν ἀγρόν, ὅτι μὴ δύο, ὁ δ’ αὖ δύο, ὅτι μὴ τρεῖς, ὁ δὲ τρεῖς, ὅτι μὴ τέτταρας, ὁ δὲ δέκα, ὅτι μὴ εἴκοσιν, ὁ δ’ αὖ τοσούτους, ὅτι μὴ δὶς τοσούτους, ὁ δὲ δὶς τοσούτους, ὅτι μὴ πολλάκις τοσούτους. παύει δὲ οὐδεὶς ἀριθμὸς οὔτε τὴν ἐπιθυμίαν οὔτε τὰ ἐγκλή‐
10ματα.
Or
.

6

.

4

πάσχουσι δὲ ταὐτὸν καὶ ὁπόταν ἐννοήσωσιν, ὡς ὧν κέκτηνται χρημάτων ἔστι τι πλέον, καὶ διὰ τοῦτο ταὐτὸ σμικρόν τε αὐτοῖς καὶ μέγα, μέγα μέν, πρὶν παραγενέσθαι, σμικρὸν δέ, ἤδη ὂν ἐν χερσί. σμικρὸν
5δὲ χίλια χρυσοῦ τάλαντα διὰ τὰ δισχίλια, καὶ αὖ τὰ δισχίλια διὰ τὰ δεκάκις τοσαῦτα.
Or
.

6

.

5

καὶ ὅλως οὐκ
ἔστιν ὃ ποιήσειεν ἂν ἐπαινεθῆναι τὴν Τύχην. ὁποῖον δή τι καὶ τὸ τῶν ἀρχῶν. ἄρχει τις πόλεως· ὅτι μὴ καὶ ἔθνους, ἀτυχεῖ. ἔθνους ἕτερος· ὅτι μὴ πλειόνων,
5ἄθλιος· πλειόνων ἄλλος, ὅτι μὴ ὕπαρχος. μηδενὸς ἥττων ἢ μόνου τοῦ τὸ σχῆπτρον ἔχοντος ἀτυχής τις παρ’ ἑαυτῷ κέκριται. ἀτυχὴς δὲ καὶ ἐκεῖνος ὁ μέγας ὕπαρχος, εἰ μὴ καὶ ἐν ὑπάτου σχήματι καθήμενος φανείη. ἥκει καὶ τοῦτο, ὁ δὲ καὶ πάντα πείθειν ἄγειν
10τε ᾗ δοκοῖ τὸν βασιλέα βουλόμενος, εἰ οὐκ ἂν οἷός τε εἴη, δεινόν τι τοῦτο, καὶ ἡ Τύχη δυσμενὴς καὶ οὐδ’ ὁτιοῦν τῶν ἑαυτῆς δέδωκεν.
Or
.

6

.

6

Ὡς πρᾳοτάτη γε ἥδε ἡ θεός, ὦ νέοι, καὶ ἴσως που καὶ γελᾷ πρὸς τὴν τῶν οὐ μέγα εἰληφέναι λεγόν‐ των ἀγνωμοσύνην, ὡς οὐκ ἀγανακτήσασα εὐθὺς ἀφαι‐ ρεῖται τὰ δεδομένα, διδάσκουσα, ὁπόσα ἦν σφίσιν, οἱ
5δὲ οὐκ ᾐσθάνοντο.
Or
.

6

.

7

δοκεῖ δέ μοι καὶ Κῦρος καὶ Δαρεῖος καὶ Ξέρξης στρατεύοντες ἐφ’ ἣν οὔπω εἶχον, μεμφόμενοι τῇ Τύχῃ τοῦτο ποιεῖν, ὅτι μὴ καὶ τούτων ἐκράτουν, καὶ εἰ ἐγεγόνει τῆς Ἑλλάδος δεσπότης
5οὗτος ὁ Πέρσης, δοκεῖ μοι κἂν τὴν ὅλην γῆν ἀπαι‐ τῆσαι τὴν Τύχην ἢ κακῶς ἂν εἰπεῖν, ὡς οὐκ εὐμενῶς πρὸς αὐτὸν ἔχουσαν.
Or
.

6

.

8

κἂν διὰ πάντων δὲ ἄνθρωπος
ἀπολαύσῃ τῆς τύχης, κάθηται στένων ἀνάγκης οὔσης ἀποθανεῖν ἀνθρώπῳ καὶ μακαρίζει δὴ τὸν οὐρανὸν καὶ τὸν ἥλιον τοῦ ἀεί τε ἔσεσθαι καὶ μηδέποτε ἀπολεῖσθαι.
5οὕτως ἄπληστόν τι χρῆμα ἄνθρωπος καὶ ἀχάριστον.
Or
.

6

.

9

διὰ τοῦτο καὶ Ἕκτωρ τιμώμενος οἷς εἰκὸς στρατηγόν τε ἄνδρα καὶ ἐπίδοξον μετὰ τὸν πατέρα βασιλεύσειν, τῶν τοῦ Ἀπόλλωνος καὶ τῆς Ἀθηνᾶς εὔχεται τιμῶν τυχεῖν, ὡς δὴ καὶ τούτων ἄξιος ὢν τοῖς Τρωσίν. οὐκ‐
5οῦν ἐλάττοσιν ἢ οἷς ἡγεῖται χρῆναι τιμώμενος ἀτυχεῖν ὑπελάμβανε.
Or
.

6

.

10

πότε οὖν, ὦ τᾶν, ἐπαινέσεις τὴν Τύχην, εἰ θεὸς μὲν οὐκ ἔσῃ, τοῦτο δὲ ἐθελήσεις, καὶ εἰ βωμῶν μὲν καὶ θυσιῶν οὐ τεύξῃ καὶ ταῦτα ἔτ’ ὢν ἄνθρωπος, μικρὰ δὲ τὰ ἄλλα πάντα εἶναί σοι δόξει;
Or
.

6

.

11

Ἦν δέ τις ἀνὴρ ἐν Αἰγύπτῳ φιλοχρήματος. οὗτος ἐποιεῖτο φίλους, οἷς παῖδες οὐκ ἦσαν, ὅπως αὐτὸς αὐτοῖς εἴη παῖς. γενόμενος δὲ ἐξ ἀπόρου πλούσιος εἰς τὰ τῶν τελευτώντων εἰσιὼν ἤχθετο τοῖς ἔτι ζῶσι του‐
5τωνὶ τῶν πατέρων. μακαρίζοντος δὲ αὐτόν ποτε ἀν‐ δρὸς ἑτέρου τὰ αὐτὰ νοσοῦντος τῆς τύχης, δι’ ἣν
αὐτῷ πλοῦτος εἷς μέγας ἐκ πολλῶν ἀθροισθείη, μήπω γ’, ἔφη, μὴ μακάριόν με καλεῖν, πρὶν ἂν καὶ οἵδε ἀπέλθωσιν, εἰπών, ὧν εἰς τὰς οὐσίας ἐκεχήνει.
Or
.

6

.

12

Τοιοῦτον ἄν τι πάθοι καὶ στρατηγὸς τύχῃ μὲν μάχην νενικηκώς, οὐ συλλαβεῖν δὲ αὐτήν οἱ λέγων διὰ τὸ μὴ καὶ διαπορθῆσαι τῶν πολεμίων τὴν πόλιν. τὸ δὲ κλῖναί τε φάλαγγας, ὦ ’γαθέ, καὶ καταδιῶξαι
5τρῶσαί τε καὶ κατενεγκεῖν, ἔτι δὲ σκυλεῦσαί τε καὶ δοῦναι νεκροὺς ἀνελέσθαι μὴ βουλομένης ἂν ἐπέπρακτο τῆς Τύχης;
Or
.

6

.

13

Οἶδα δὲ ἔγωγε καὶ ἐμπόρους πολλοῖς μὲν ὡμιληκότας λιμέσιν, ἐνίοις δὲ οὐχὶ δυνηθέντας οὐκ ἀγαθῇ τύχῃ πεπλευκέναι λέγοντας, ὅτι μὴ καὶ ἐκεί‐ νοις. τὸ δὲ πολλὴν μέν, ὦ βέλτιστε, θάλατταν ἐξ
5οὐρίων διαδραμεῖν, διὰ πολλῶν δὲ ἐμποριῶν μείζω καταστῆσαι τὰ ὄντα οὐκ εὐτυχές;
Or
.

6

.

14

καὶ τί ἂν νο‐ μισθεῖεν οἱ ἅμα τε ἀνηγμένοι καὶ καταδύντες, οἷα πολλὰ δρᾶται τοῖς ἐξαίφνης ἀνέμοις; εἰ γὰρ δὴ τόδε ἐλεεινόν, ὁ πελάγη τε διαβαλὼν καὶ πολλάκις μὲν κατηρ‐
5κώς, πολλάκις δὲ ἀναχθεὶς πράσει τε τῇ τῶν φορτίων τὸ βαλάντιον ηὐξηκὼς πῶς οὐκ ἂν μετὰ Τύχης ἧφθαι
τῆς ἐμπορίας δοκοίη; ἀφ’ ὧν τοίνυν καταψεύδονται τῆς Τύχης ἀρκεῖ τε οὐδὲν αὐτοῖς, ἀπὸ τῶν αὐτῶν τού‐ των λῦπαι τε αὐτοῖς καὶ ἀνίαι καὶ τὸ τήκειν σφᾶς
10αὐτούς.
Or
.

6

.

15

Ἀλλ’, ὦ ἄνθρωπε, προσκύνει τὴν θεόν, ὡς εὐτυχής, ἢν ὑγιαίνῃς μὲν τὴν ψυχήν, ἀκέραιον δὲ ᾖ σοι τὸ σῶμα, ἡ γυνὴ δὲ σωφρονῇ, κόσμιοι δὲ ὦσιν οἱ παῖδες, μένῃ δὲ τὰ πατρῷα, φίλων δὲ ἀπολαύῃς σαφῶν.
Or
.

6

.

16

καὶ σὺ δέ, ὦ τὸν βίον ἀπὸ τῶν χειρῶν ποιούμενε, μέγα οἴου τὸ χρῆσθαι ταῖν χεροῖν, καὶ σὺ δέ, ὦ σύν‐ δικε, τὸ τοῖς λόγοις, κἂν μηδεὶς ἀρχὴν διδῷ, καὶ σὺ δέ, ὦ πόλεως ἄρξας, κἂν μηδεὶς ἑτέρων διδῷ, καὶ σὺ
5δέ, ὦ διδάσκαλε, τὸ ζῆν ἐν ἀτελείᾳ. καὶ πᾶς δὲ ὅστις ἰατρῶν οὐ χρῄζων λελουμένος ἑστιασόμενος ἔρχεται καθαρὸς φόβων οὓς ἐπιφέρει συκοφάντης, καὶ οὗτός γε ἐν τοῖς δικαίως ἂν ὑμνοῦσιν εἴη τὴν Τύχην.
Or
.

6

.

17

ὃ δὴ καὶ πρῴην πρός τινα τῶν ἐπιτηδείων ἔλεγον. ὡς γὰρ δὴ ἦμεν ἐν μόνοις ἤδη τοῖς χιτωνίσκοις λουσό‐ μενοι καὶ τήν τε Ἀφροδίτην παρεκάλουν καὶ τὸν Σά‐
5τυρον ἡσθέντα με ἀπελθεῖν, οὐκ εἶναί οὑ δυστυχέστε‐ ρον ὁ ἑταῖρος ἔφασκεν. ἐγὼ δὲ ἐπέπληττον ἀκούσας,
εἰ ἐξουσίας οὔσης λοῦσθαί τε καὶ δειπνεῖν καὶ ἥκειν ἐπ’ οἶνον, οὐ φάρμακον, ἔπειτα ἀτυχεῖν οἴεται. ψηφί‐ ζεται δή με δίκαια λέγειν κἀντεῦθεν ἐπᾴδων αὑτῷ τὸ
10εἰρημένον, ὁπότε πληγείη τὴν ψυχήν, οὕτως ἐγίγνετο
ῥᾴων.
Or
.

7

t

ΟΤΙ ΤΟ ΠΛΟΥΤΕΙΝ ΑΔΙΚΩΣ ΤΟΥ ΠΕΝΕΣΘΑΙ ΑΘΛΙΩΤΕΡΟΝ.
Or
.

7

.

1

Χθές τις ἑσπέρας ἤλγει τε καὶ ἔστενε τοὺς προσαιτοῦντας ἀριθμῶν, τοὺς μὲν ἑστῶτας, τοὺς δὲ οὐδὲ τοῦτο δυναμένους, τοὺς δὲ οὐδὲ καθῆσθαι, καὶ τοὺς μὲν ἠκρωτηριασμένους, τοὺς δὲ μᾶλλον τετηκότας ἢ
5πολλοὶ τῶν τεθνεώτων. ἐλεεινὸν δὲ ἔφασκεν εἶναι καὶ τὸ ἐν ῥακίοις τοιούτοις ψῦχος τοιοῦτον διαφέρειν τοῖς μὲν ὄντων μόνων διαζωμάτων, τοῖς δὲ ἐκ βουβώνων τε καὶ ὤμων ἄκρων χειρῶν τε καὶ ποδῶν γεγυμνωμέ‐ νων.
Or
.

7

.

2

ἐφαίνοντο δέ τινες καὶ οἷς οὐδ’ ὁτιοῦν ἐκε‐ κάλυπτο τοῦ σώματος, δεήσεις τε ἦσαν ἀφ’ ἑκάστου
συχναὶ δοῦναί τι τὸν παριόντα, καὶ μέγα ἦν οὐκ ἄρτον μόνον λαβεῖν, ἀλλ’ ἤδη καὶ ὀβολόν.
Or
.

7

.

3

ἐν δὲ τῷ στένειν καὶ ἀποκαλεῖν ἀθλίους ὄντος ἐκείνου τοῦ ἀνθρώπου λελουμένοι τινὲς σοβοῦντες ᾔεσαν ὑπὸ λαμ‐ πάδων ἐπὶ δεῖπνα πάντα ἔχοντα πλὴν ἀμβροσίας καὶ
5νέκταρος. ὁ δέ, ὡς εὐδαίμονες οἱ ἄνδρες, ἐβόησε καὶ διεξῄει χρυσὸν πολὺν τίκτοντα χρυσόν.
Or
.

7

.

4

ἐγὼ δὲ οὐκ ἔφην οἷς ἐστι πλοῦτος, τούτους πάντως δεῖν καὶ μακαρίους νομίζειν. εἶναι γὰρ ἐνίους τῶν ἄγαν πλουσίων μᾶλλον ἀξίους ἐλεεῖσθαι ἢ οἷς ἡ δεξιὰ διὰ
5πάσης ἡμέρας ὑπτία τέταται προκαλουμένη τὸν δώσοντα.
Or
.

7

.

5

τοῖς μὲν γάρ ἐστι τὸ κακὸν ἐν τῷ τὸν δώσοντα ζητεῖν, οὐ μὴν ἀποροῦσί γε τοῦ δώσοντος, ζῶσι γοῦν, δικαστής τε οὐδεὶς οὔτε ἐπὶ γῆς οὔτε ὑπὸ γῆς δίκην ἂν πτωχὸν ἀπαιτήσαι πτωχείας τῆς κατὰ τὴν τύχην.
Or
.

7

.

6

οὐδέ εἰσι νόμοι κείμενοι κατὰ τῶν ἢ οὐ μεγάλας ἐκδεξαμένων οὐσίας ἢ οὐκ αὐτῶν κτήσασθαι δυνηθέν‐ των, κατὰ δέ γε τῶν κτησαμένων αὐτῶν, οὐ μὴν σὺν τῷ καλῷ, γραφαί τε καὶ κρίσεις καὶ κατηγορίαι
5καὶ δίκαι καὶ μίση παρά τε ἀνθρώπων καὶ θεῶν.
Or
.

7

.

7

καὶ αὐτοῖς τὰ τῇδε φεύγουσι δικαστήρια πλέον οὐδέν, ἀλλ’ ὃν οὐχ οἷόν τε ὑπερπηδῆσαι, κάθηται δικαστὴς Μίνως ὁ Διός, διαγιγνώσκων εὐθὺς ἰδὼν ψυχὴν ἄδικόν τε καὶ δικαίαν· συμμαχία δὲ οὐδαμόθεν
5τῇ κακῇ οὔτε ἀπὸ λόγων δεινότητος οὔτε ἀπὸ χρημά‐ των πλήθους οὔτε ἀπὸ συγγενείας ἢ φίλων, ἀλλ’ ὠσθεῖ‐ σαν οἷ τέτακται φέρειν ἀνάγκη κολαζομένην.
Or
.

7

.

8

Ὅστις οὖν ὀρθῷ ἐλέῳ χρήσεται, μᾶλλον αὐτῷ δόξουσιν οἵδε οἱ πλούσιοι τῶν πτωχῶν ἐκείνων ἐλε‐ εινοί, κἂν πάνυ πεινῆν ἐκεῖνοι λέγωσιν ὀμνύντες. πολὺ γὰρ δήπου δεινότερον τοῦ μετὰ τῶν κυνῶν ἐν φορυτῷ
5καθεύδειν τὸ ἐν ἀργυραῖς κλίναις οὐ καλῶς πεπορι‐ σμέναις.
Or
.

7

.

9

τούτων τοίνυν τῶν τοὺς μεγάλους εἰργα‐ σμένων πλούτους οὐκ ὀλίγους εὕροις ἂν ἑτέρους ἐκδε‐ δυκότας, οὐ κατὰ τοὺς λωποδύτας τουτουσὶ τοὺς τὰ μικρὰ ἀδίκους, ἀλλὰ πολλοὺς μὲν οἰκέτας, πολλὰς δὲ
5συνοικίας ἀφελομένους, πολλοὺς δὲ ἀγρούς, πολλὰς δὲ ὁλκάδας, χρυσόν, ἄργυρον, ἐσθῆτα.
Or
.

7

.

10

οἱ δὲ καὶ τεμένη τε καὶ νεὼς κτήματα ἑαυτῶν ἐποιήσαντο, εἶτα
μάλα εὐχερῶς ἐκρίψαντες τὰ ἕδη ξύλων, οἱ δὲ ἀχύρων τοὺς νεὼς ἐνέπλησαν, οἱ δὲ αὖ ἀνδρειότεροι καὶ καθε‐
5λόντες οἰκίας ᾤκησαν τῶν ἐκεῖθεν λίθων πεποιη‐ μένας.
Or
.

7

.

11

Ὧν οἱ μὲν ἔδοσαν ἤδη δίκην, οἱ δὲ οὔπω μέν, οὐκ ἔστι δὲ ὅ, τι αὐτοὺς ἐξαιρήσεται. λέγων δὲ αὐτούς, αὐτοὺς λέγω καὶ παῖδας καὶ τοὺς ἐξ ἐκείνων. ὧν ἐφ’ ὅντινα ἂν ἔλθῃ τὸ πλῆττον, ὁ γεννάδας ἐκεῖνος
5πέπληκται.
Or
.

7

.

12

τούτους οὖν οἰκτείρειν χρεὼν ἂν εἴη μᾶλλον ἢ ὅσοι βλέπουσιν εἰς τοὺς ἑτέρων δακτύλους· ὡς τοῖς μὲν ἡ τελευτὴ λύσει τὸ χρῄζειν τῶν ἐπαρκε‐ σόντων, τοῖς δὲ ἀντὶ μικροῦ χρόνου τοῦ τῆς ἡδονῆς
5ἀθάνατος ἐπικείσεται ζημία.
Or
.

8

t

ΠΕΡΙ ΠΕΝΙΑΣ.
Or
.

8

.

1

Πλούσιον ἄνθρωπον ἄνθρωποι νομίζουσί τε καὶ ὀνομάζουσιν, ὅτῳ πολὺς μὲν χρυσός, πολὺς δὲ ἄργυρος καὶ γῆ καὶ ἀνδράποδα καὶ οἰκία καὶ συνοικίαι καὶ νῆες καὶ βοσκήματα. καὶ ὅτῳ γε μὴ
5πάντα ἔνι μὲν ταῦτα, ἓν δέ τι τούτων ὅτι πλεῖστον, καὶ τοῦτον οὕτω καλοῦσι, καὶ ἄλλον δὲ ἄλλου πλου‐ σιώτερον καὶ ἕτερον ἧττον ἑτέρου καὶ τὸν αὐτὸν δὲ ἑκάτερα πρός τε τὰ προστιθέμενα πρός τε τὰ ἀπογιγνόμενα.
Or
.

8

.

2

καὶ χαίρει τε αὐτὸς αὐξομένων αὐτῷ τῶν ὄντων ἢ πάντων γε ἐφεξῆς ἢ μέρους ἑνός τινος ἔρχονταί τε συνησθησόμενοι καὶ συνεορτάσοντες, ὁπόσον ἔν τε φίλοις καὶ γένει.
Or
.

8

.

3

ἀφαιρουμένης δὲ τῆς Τύχης καὶ τὸν αὑτῆς ἱστὸν ἀναλυούσης πολλοὶ μὲν οἱ συναχθεσθησόμενοι, λύπη δὲ ἀντίπαλος τῇ πρόσθεν ἡδονῇ κατέχει μὲν αὐτὸν ἐκεῖνον, κατέχει δὲ οἰκείους
5τε καὶ ἐπιτηδείους, λόγος τε πολὺς ἐν ταῖς πόλεσι πρὸς ἔλαττον ἰέναι τῷ δεῖνι τὴν οὐσίαν νῦν μὲν οἰκετῶν πονηρίᾳ, νῦν δὲ κακούργων ἐπιβουλῇ, νῦν δὲ ἀρχόν‐ των ψήφοις· ἐργάσαιτο δ’ ἄν τι καὶ ἐγγύη τοιοῦτον ὁλκάδες τε οὐκ εὐτυχῶς ἐπὶ κέρδη θαλάττια πλεύσασαι.
Or
.

8

.

4

ἔν τε δὴ οὖν λουτροῖς ἔν τε ἐργαστηρίοις οἴκοι τε ἀνὴρ ἕκαστος πρὸς γυναῖκά τε καὶ τέκνα λέγει τι περὶ † τῆς μεταβολῆς τὸ ἐν τῇ μεταβολῇ λογιζομένων τῶν ἀνθρώπων· οἷος ἀνθ’ οἵου γεγένηται· μέγας, εἶτα
5μικρός· μακάριος, εἶτα ἄθλιος. εἰσὶ δὲ οἷς καὶ
θανάτου πικρότερον τοῦτο εἶναι φαίνεται. μάρτυρας δὲ εἶναι τῇ δόξῃ τοὺς πενομένους αὐτοὺς στένοντας, ὅτι μὴ τεθνήκασι.
Or
.

8

.

5

Πρὸς μὲν οὖν ταῦτα οὐ μαχοῦμαι οὐδ’ ἂν ἐπι‐ λαβοίμην οὔτε λύπης τῆς περὶ ταῦτα οὔτε λόγων· ἀλλ’ ἔστι καὶ ἕτερος πλοῦτος καὶ ἑτέρα πενία, τοῖς πολλοῖς οὐ δοκοῦντα εἶναι τοιαῦτα. οὔκουν οὔτε παρόντων
5πλουτεῖν λέγουσιν ἄνθρωπον οὔτε οἰχομένων πένεσθαι.
Or
.

8

.

6

τίνα δὴ ταῦτά ἐστι; φίλοι. φημὶ γὰρ δὴ τὸν μὲν πολύφιλον εἶναί τε πλούσιον καὶ δεῖν οὕτω καλεῖσθαι, τὸν δὲ ὑπὸ τοῦ Πλούτωνος τοῦτο ἀφῃρημένον γεγο‐ νέναι πένητα.
Or
.

8

.

7

ἢ οὐ πλουσίου καὶ μακαρίου πολλοῖς μὲν ὀφθαλμοῖς ὁρᾶν, πολλοῖς δὲ ὠσὶν ἀκούειν, πολλαῖς δὲ χρῆσθαι χερσὶ καὶ ὅλοις γε σώμασί τε καὶ γνώμαις ταῖς ἀπὸ τούτων; ἢ τυράννῳ μὲν μέγα εἰς φυλακὴν
5εὔνοιά τε καὶ πλῆθος δορυφόρων, ἀνδρὶ δὲ ἰδιώτῃ μικρόν τι καὶ φαῦλον εὔνοιά τε καὶ πλῆθος ἐπιτη‐
δείων;
Or
.

8

.

8

Ἀδικεῖν οὖν μοι δοκοῦσι καὶ οὐδὲν ἐπίστασθαι περὶ πραγμάτων οἱ μὴ καὶ ταῦτα ὧδε καλοῦντες, καὶ ταῦτα ὅπου τῆς ἀποκρίσεως ἀκηκόασιν, ἣν περὶ τῶν θησαυρῶν Ἀλέξανδρος ὁ Μακεδὼν ἐποιήσατο.
Or
.

8

.

9

εἰ δὲ θησαυροὶ οἱ φίλοι καὶ κοσμεῖ τὰ ῥήματα ταῦτα τὸν Ἀλέξανδρον οὐχ ἧττον ἢ τὰ πολλὰ τρόπαια, διὰ τί καὶ μὴ ὅτῳ μὲν πολλοὶ φίλοι, τοῦτον ἡγούμεθα
5πλούσιον, ὅτῳ δὲ ἥττους, τοῦτον ἧττον πλούσιον, ὅτῳ δὲ οὐδείς, τουτονὶ πτωχόν; σωφρονούντων δ’ ἂν εἴη καθ’ ἑκάστην τελευτὴν ἀποφέρουσαν φίλον πενέστερον γεγενῆσθαι λέγειν ἐκεῖνον, ᾧ τοῦτο ἀπόλωλε.
Or
.

8

.

10

νῦν δὲ οἰκετῶν μὲν ἀποθνησκόντων λέγεται τουτὶ τὸ ῥῆμα καὶ ζημία δοκεῖ μὴ ὅσοις πρότερον, ἐπιτάττειν ἔχειν οἰκέταις· φίλους δὲ ἐπὶ φίλοις ἄνθρωπος ἐξενεγκὼν
5καὶ καταθάψας μετὰ τῆς ἴσης οὗτος ἂν οὐσίας ὑπο‐ στρέφοι;
Or
.

8

.

11

καὶ πῶς; εἰ γὰρ δὴ μήτε ὄψεται ἔτι τοὺς ἐν ταῖς θήκαις ἐκείνους μήτε λεγόντων τι καὶ παραι‐ νούντων ἀκούσεται μήτε συμμαχούντων ἀπολαύσεται
μηδὲ τὰ μὲν κελεύοντος ποιούντων, τὰ δὲ καὶ σιω‐
5πῶντος, οὐκ ἂν αὐτῷ περικεκομμένου τηλικούτου κτή‐ ματος ἐν ἐλάττοσι ζῴη;
Or
.

8

.

12

οὐδὲν δ’ ἂν κωλύοι τὸν ἄνδρα καὶ πένεσθαι καὶ πλουτεῖν, ὅταν περὶ τὸν αὐτὸν ἄμφω, χρήματα μὲν μεγάλα, φίλοι δὲ ἀντὶ πλειό‐ νων ἐλάττους, ὥστ’ ἢν ὁ μὲν αὐτὸν λέγῃ πλουτεῖν,
5ἕτερος δὲ ἀπορεῖν, οὐδέτερος ἂν τόν γε ἕτερον ἐξ‐ ελέγξειε ψευδόμενον· ἐπεὶ κἂν περὶ τοὺς λόγους τὸ ἴσον γένοιτο.
Or
.

8

.

13

ὁρῶμεν γὰρ δήπουθεν ἐν μὲν τοῖς † ὄντας ἄνευ χρημάτων, τοὺς δὲ ὧν ἐώνηνται δούλων ταυτησὶ βελτίους. ᾧ ἀργύρῳ δὲ οὗτοί γε. βελτίους δὲ ἀργύρῳ. οὗτοι δὲ δύνανται καὶ γεφυρῶσαι ποτα‐
5μούς. κἄν τις αὐτοὺς εἴπῃ πένεσθαι, παρὰ τοὺς ἰατροὺς
τοῦτον ἄξει τις λαβών, ἵν’ ἐλλεβορίζοιτο. ὁ δὲ μειδιῶν ἅμα καὶ διδάσκων περὶ τῆς κατὰ τοὺς λόγους πενίας τάχα ἂν πολλοὺς πείθοι νομίζειν αὐτὸν ὑγιαίνειν, ὥστε μηδὲν ἐλλεβόρου δεῖν.
Or
.

8

.

14

Ἐξέσται ἄρα ἡμῖν τοὺς πολυχρύσους πένητας ἀποκαλεῖν κατ’ ἐκεῖνο ὃ μὴ ἐκτήσαντο μηδὲ ἔχουσιν. ἐξέστω δὲ καὶ ἐμὲ πενέστερον γεγενῆσθαι λέγειν. μᾶλ‐ λον δὲ ὅστις οὐ τοῦτό φησιν, οὔ μοι δοκεῖ τἀμὰ ἱκα‐
5νῶς ἐξητακέναι οὐδ’ ὡς ἡμέρας ἂν δέοι πρὸς ἀριθμὸν τῶν ἐμοὶ τεθνεώτων φίλων.
Or
.

8

.

15

ἐγεγόνει δὲ ἄρα καὶ ὁ Ἀχιλλεὺς πενέστερος τοῦ Πατρόκλου πεσόντος οὐ δι’ ἃ συγκατέκαυσεν αὐτῷ, ἀλλ’ ὅτι τὸν Πάτροκλον ἔκλαε. καὶ ἔγωγε αὐτὸν ἐπαινῶ ποιήσαντα ἃ ποιῆσαί
5φησιν αὐτὸν Ὅμηρος ἀκούσαντα μηκέτι εἶναι τὸν Πά‐
τροκλον.
Or
.

9

t

ΕΙΣ ΤΑΣ ΚΑΛΑΝΔΑΣ.
Or
.

9

.

1

Ἡ μὲν οὖν ἑορτὴ καὶ αὐτὴ προσάγει τὸ αὑτῆς εὖ ποιήσουσα ἡμᾶς, ἡμεῖς δὲ οὔπω πρότερον αὐτῇ πεποιήκαμεν ἐγκώμιον, καὶ ταῦτα εἰδότες, ὅτι τιμὴ μὲν τοῦτο καὶ αὐτοῖς τοῖς δαίμοσιν ὧν ἑορταί, δαίμονος
5δὲ μεγάλου τήνδε εἶναι συμβαίνει τὴν ἑορτήν.
Or
.

9

.

2

πρὸς ὃν τί ἂν ἀποκριναίμεθα μεμφόμενόν τε καὶ καταιτιώ‐ μενον, εἰ τοσαῦτα ἀνθρώπους ἐπαινέσαντες ἑορτῆς τοσαύτης ἠμελήκαμεν, καὶ ταῦτα εἰδότες τῶν πρὸ ἡμῶν
5τινας τοῦτο οὐ πεπονθότας.
Or
.

9

.

3

ἐπεὶ οὖν οὐκ ἂν οὐκ ἐπαινοῦντες ἀπελογησάμεθα—τί γὰρ ἂν καὶ λέγοι‐ μεν; —ἐπαινοῦντες ἀπολογησώμεθα. βέλτιον γὰρ ἀπο‐
δόντας τελευτᾶν τὸν βίον ἢ ὀφείλοντας.
Or
.

9

.

4

Ταύτην τὴν ἑορτὴν εὕροιτ’ ἄν, ὦ νέοι, τεταμέ‐ νην ἐφ’ ἅπαν ὅσον ἡ Ῥωμαίων ἀρχὴ τέταται, καὶ κι‐ νεῖταί τε ἕκαστος καὶ χαίρει καὶ γέγηθε. καὶ εἰ δὴ ἦν οἷόν τε κατεπείγειν χρόνον ἀνθρώποις, ὃ περὶ τὸν
5ἥλιον γενέσθαι φησὶν ὑπὸ τῆς Ἥρας [ὁ] Ὅμηρος, κατή‐ πειγον ἂν ἔθνη τε ἅπαντα καὶ πόλις ἅπασα καὶ οἶκος ἅπας καὶ ἀνθρώπων ἕκαστος.
Or
.

9

.

5

ἀνθεῖ δὲ ἐν ἅπασι μὲν ἡ ἑορτὴ πεδίοις, ἐν ἅπασι δὲ γηλόφοις, ἐν ἅπασι δὲ ὄρεσι καὶ λίμναις καὶ ποταμοῖς, ἐν οἷς πλοῖά τε καὶ πλέοντες, καὶ ἐν τῇ θαλάττῃ δ’ ἄν, εἰ μὴ ἄπλους ἦν
5ὑπὸ τῆς ὥρας ἡ θάλαττα, ναυτῶν τε καὶ ἐμπόρων τεμνόντων τε ὁμοῦ τὰ πελάγη καὶ ἑορταζόντων.
Or
.

9

.

6

παν‐ ταχοῦ δὲ πότοι καὶ τράπεζαι Συβαριτικαὶ καὶ γέλωτες. αἱ μὲν τῶν εὐδαιμόνων τοιαῦται, τῆς εἰωθυίας δὲ καὶ ἡ τοῦ πένητος ἀμείνων. ἔρως γάρ τις λαμβάνει τοὺς
5ἀνθρώπους δαπάνης, ὥστε τὸν ἄλλον χρόνον τῇ συλ‐ λογῇ χαίροντες τότε ἐν κέρδει τὴν ἀνάλωσιν ποιοῦνται, πρότερον δὲ εἰωθότες τὴν γαστέρα κολάζειν τότε ὁπό‐ σον αὐτῇ δύνανται χαρίζονται.
Or
.

9

.

7

καὶ τὸ ἔτι κάλλιον, οὐδὲ μετεμέλησε κεχαρισμένοις, ὡς δὴ τὰ δίκαια πρὸς αὐτὴν οὕτω πεποιηκόσιν. εἶναι γὰρ ἐκ τοῦ νόμου φαγεῖν τε πλέον καὶ πιεῖν, καὶ τοὺς τοῦτο δρῶντας
5ἱκανῶς τούτους εἶναι τοὺς ἃ βούλοιτ’ ἂν ἡ ἑορτὴ πε‐ ποιηκότας.
Or
.

9

.

8

τιμῶν τε ἡ γῆ πλήρης τιμώντων ἀλλή‐ λους ἀνθρώπων δώροις τε καὶ ξενίοις, τοῖς μὲν ἐκ πόλεων εἰς πόλεις ἐρχομένοις, τοῖς δὲ ἐξ ἀγρῶν εἰς ἀγρούς, τοῖς δὲ ἐξ ἀγρῶν εἰς ἄστη, τοῖς μὲν τεθη‐
5ραμένοις, τοῖς δὲ ἐκτεθραμμένοις. πλήρεις δὲ ἀτραποί τε καὶ λεωφόροι φορτίων, ὧν τὰ μὲν ἀνθρώπων, τὰ δὲ τετραπόδων, τούτων δέ γε αὐτῶν ἑτέρων τε τιμιω‐ τέρων ὁδοί τε ἐν ἄστει κατάστεγοι στενωποί τε μεστοί.
Or
.

9

.

9

καὶ τοῖς μὲν ἴση ἡ τέρψις δοῦναί τε καὶ λαβεῖν, τοῖς δέ, εἰ καὶ μὴ λαβεῖν ἐνείη, τό γε δοῦναι ἡδὺ κατ’ αὐτό γε τοῦτο τὸ δυνηθῆναι δοῦναι. ποιεῖ δὲ καλὴν τὴν γῆν τῷ μὲν ἦρι τὰ ἄνθη, τῇ δὲ ἑορτῇ τὰ
5δῶρα πανταχῆ πανταχόθεν ἰόντα.
Or
.

9

.

10

καὶ τοῦτό γε ἔτους τὸ ἥδιστον εἶναι λέγων τις οὐκ ἂν ἁμάρτοι, ὥστ’ εἰ πάντα τὸν χρόνον ζῆν ὑπῆρχεν ἐν ἴσοις, οὐκ ἂν ἦσαν ἐν ὅσῳπερ νῦν λόγῳ παρὰ τοῖς ἀνθρώποις
5αἱ μακάρων νῆσοι. ἡδὺ μὲν γὰρ καὶ ἡ πρώτη χελι‐ δών, ἀλλ’ οὐ κωλύει πονεῖν, ἡ δὲ ἀξιοῖ τὰς αὑτῆς ἡμέρας ὅτιπερ πόνου μετέχει, πᾶν τοῦτο ὑποχωρεῖν ἐπι‐ τρέπει τε ταῖς γνώμαις καθαραῖς ἀπολαύειν.
Or
.

9

.

11

αὗται φόβους νέων ἀγέλαις λύουσι διττούς, ὧν ὁ μὲν ἐκ
διδασκάλων, τὸν δὲ ἐπάγει παιδαγωγός. αὗται δούλοις ὡς οἷόν τε ἐλευθερίαν φέρουσι. καί πού τι καὶ ῥᾳ‐
5θυμήσας οἰκέτης ἔδοξε μὲν ἀδικεῖν, πληγὴ δὲ οὐδαμοῦ, ἀλλὰ κἂν ἔργον φυγὼν προσκαθίζηται κύβοις, ἡ πρὸς τὰς ἡμέρας αἰδὼς ἐξῃτήσατο τὸν ἄνθρωπον.
Or
.

9

.

12

καὶ δὴ καὶ δίκας ἀνέβαλον καὶ γραφὰς καὶ τιμωρίας κλεί‐ σασαι δικαστηρίοις μὲν θύρας, κατηγόροις δὲ τὰ στό‐ ματα. ἡδονῆς τι καὶ ἐπ’ αὐτά μοι δοκοῦσι τὰ δεσμω‐
5τήρια πέμπειν. καί ποτε τὸν ἐπ’ αὐτοῖς τεταγμένον ἠρόμην, εἴ τι καὶ ἐκεῖσε τῆς ἑορτῆς ἔρχεται. ὁ δὲ ἔφησέ τε ἰέναι καὶ δεικνύναι τὴν ἑορτὴν κἀν τοῖς δεσμώταις τὴν ἑαυτῆς δύναμιν νέφους τε ἀφαιροῦσαν τοῦ κατὰ τῶν προσώπων καί τινα αὐτῶν καὶ μειδιᾶσαι
10πείθουσαν.
Or
.

9

.

13

ἔπεισε δὲ καὶ πατέρα θανάτῳ παιδὸς κείμενον αὑτόν τε ἐσθίοντα τροφήν τε δυσχεραίνοντα διαλλαγῆναί τε πρὸς αὐτὴν ἀποθέσθαι τε τὴν ἀχλὺν λῆξαί τε αὐχμῶντα καὶ ἐλθεῖν ἐπὶ λουτρά, καὶ ἃ μη‐
5δεὶς τῶν δεινοτάτων πείθειν ἐδυνήθη λέγων, ταῦτα ἐδυνήθη τῆς ἑορτῆς ἡ ῥώμη.
Or
.

9

.

14

διήλλαξε δὲ καὶ πολίτῃ πολίτην καὶ ξένῳ ξένον καὶ παῖδα παιδὶ καὶ
γυναῖκα γυναικὶ τά τε ἐν ταῖς συγγενείαις διεστηκότα συνέστησε τῶν εἰς διαλλαγὰς ἀγόντων τοῦτο μόνον
5λεγόντων, τὴν ἑορτήν, τῶν ἄλλων σφίσι τῶν πρότερον καταπεφρονημένων.
Or
.

9

.

15

Μέγα δὲ αὐτῆς καὶ τόδε· διδάσκαλος ἀνθρώ‐ ποις γίνεται τοῦ μὴ σφόδρα ἔχεσθαι χρυσίου, προΐεσθαι δὲ καὶ εἰς ἄλλων ἐντιθέναι δεξιάς. παιδεύεται δὲ ταύ‐ την τὴν παιδείαν ὑπ’ αὐτῆς καὶ βασιλεὺς ὑπακούων
5μὲν τῆς νυκτὸς ἀλεκτρυόσιν ἐγείρουσι, τοὺς θησαυροὺς δὲ αὑτῷ ποιῶν ἐλάττους ταῖς δόσεσι, τῇ χειρὶ κοσμῶν τὸ διδόμενον, αὐτουργῶν, ἀλλ’ οὐ κελεύων.
Or
.

9

.

16

Τί δέ; τοῖς διδασκάλοις οὐ φίλη; φιλτάτη μὲν οὖν καὶ οὐχ ἧττόν γε ἢ τὸ θέρος τοῖς σπείρασι. χρυσᾶ γέ τοι μῆλα παρέχει τρυγᾶν ἐπαινεῖν τε σφῶν αὐτῶν τοὺς περιττοὺς πόνους, ὡς οὐ τηνάλλως ἀνηλωμένους,
5ὅταν ἐφ’ ὅτῳ ἐγίγνοντο, ἤδη παρῇ καὶ βάθρον δέχηται τὸν καρπόν.
Or
.

9

.

17

κοινὸν δὲ ἄρα τὸ τῆς ἐντεῦθεν εὐφρο‐ σύνης τῷ τε λαβόντι τῷ τε δόντι. ἔστι γὰρ δὴ καταθέντι τοὺς μισθοὺς δικαιοσύνης δόξα καὶ ἅμα παρακέκληκε τὸν εἰληφότα καὶ πεποίηκε βελτίονα. οὕτω
5καὶ περὶ κτῆσιν παιδείας ἥδε ἂν λυσιτελοίη.
Or
.

9

.

18

Κόσμος δὲ αὐτῇ καὶ τὸ τῶν ὑπάτων ὄνομά τε
καὶ σχῆμα καὶ ἔργον· ὧν τοὺς μὲν ἀφίησι, τοὺς δὲ † ἀντικαθίστησι. διὰ τοὺς πορευσομένους. ἔπειτα ἧκε τὸ αὐτό, βωμοί τε θεῶν νῦν μὲν οὐ πάντα ἔχουσι τὰ
5πρόσθεν νόμου κεκωλυκότος, πρὸ δέ γε τοῦ κωλύματος ἥδε ἡ νουμηνία πολὺ μὲν πῦρ, πολὺ δὲ αἷμα, πολλὴν δὲ ἐποίει κνίσσαν ἀπὸ παντὸς χωρίου πρὸς τὸν οὐρα‐ νὸν ἀνιοῦσαν, ὥστε καὶ τοῖς θεοῖς εἶναι λαμπρὰν ἐν
τῇ ἑορτῇ τὴν δαῖτα.
Or
.

10

t

ΠΕΡΙ ΤΟΥ ΠΛΕΘΡΟΥ.
Or
.

10

.

1

Ἐπειδὴ πολλοὺς ὁρῶ χάριν εἰδότας Πρόκλῳ τῆς προσθήκης, ἣ μεῖζον ποιεῖ τὸ θέατρον, ᾧ πλευραὶ μὲν τέτταρες, τὸ δὲ ἐν μέσῳ Πλέθρον δέχεται τὸ μετὰ μεσημβρίαν ἔργον τῶν ἡκόντων ἀθλητῶν ἐπὶ τὰ Ὀλύμ‐
5πια, βούλομαι δεῖξαι τὸν μὲν ἁμαρτάνοντα τῇ προσ‐ θήκῃ, τοὺς δ’ ἃ χρῆν αἰτιᾶσθαι, ταῦτα ἐπαινεῖν προ‐ ηγμένους.
Or
.

10

.

2

Ἐγκαλέσαι δ’ ἄν τις οὐ Πρόκλῳ μᾶλλον εἰκότως ἢ τοῖς πολιτευομένοις. οἷς ἐξῆν μὲν ἀντειπεῖν ἐπὶ τῷ συμφέροντι καὶ βουλευόμενον ἐπισχεῖν, οἶδε γὰρ ὁ ἀνὴρ ἕπεσθαι τοῖς παρ’ ἐκείνων πολλαχοῦ, οἱ δὲ κολα‐
5κεῦσαι τῷ θαυμάσαι τὸ γενησόμενον εἵλοντο μᾶλλον ἢ διαλεχθῆναι τὰ πρέποντα.
Or
.

10

.

3

εἰ μὲν οὖν ἦν μοι φιλία πρὸς τὸν ἄρχοντα καὶ ὁμιλία καὶ λόγοι, καθάπερ ἐπὶ τῶν πρὸ τοῦδε τὴν ἀρχὴν ταύτην ἐσχηκότων, ἐπει‐ ρώμην ἂν τοῦτό τε διακωλύσαι καὶ τῶν ἄλλων ὅσα
5οὐκ ὀρθῶς ἐδόκει μοι πράττεσθαι. ἐπεὶ δὲ ἧκε μὲν ἐκ Φοινίκης πεπεισμένος μὴ πάνυ τοῖς παρ’ ἐμοῦ προσέχειν, ὡς ὑπερβολῇ φιλανθρωπίας πολλὰ διαφθεί‐ ροντος, ἐγὼ δὲ τοῦτο αἰσθόμενος ἐπὶ μὲν προσηγορίᾳ χρῶμαι ταῖς εἰσόδοις αἳ τοῦ μηνὸς γίγνονται τετράκις,
10τοῦτο δὲ ποιήσας ἄφωνος καθέζομαι δεικνύς, ὡς οὐ τοῦ πολλὰ πράττειν ἐπιθυμῶ, καὶ γὰρ τοῦτ’ ἀκήκοε καὶ τὸν εἰπόντ’ οὐκ ἐμέμψατο, λοιπὸν ἦν τὸν μὲν ἐᾶν ποιεῖν τὸ δοκοῦν, διδάξαι δὲ τοὺς βουλομένους ἀκούειν, ὅτι χείρω γένοιτ’ ἂν ἡμῖν τῇ περὶ ταῦτα σπουδῇ τὰ
15Ὀλύμπια.
Or
.

10

.

4

τῶν γὰρ ἐν αὐτοῖς δρωμένων ὁ μὲν σαλ‐ πιγκτὴς καὶ ὁ κήρυξ ἁπάντων ἦν ἀκοῦσαι, τουτὶ δὲ ὑπὲρ οὗπερ ὁ νῦν λόγος, ἐδέχετο μὲν τοὺς ἀθλητὰς ὥραν ὀγδόην τε καὶ τὴν ἐπὶ ταύτῃ, ἐδέχετο δὲ τοὺς
5θεατὰς ἀσίτους, ὃ καὶ τὴν ἀπὸ τοῦ καύματος διεκώλυε βλάβην, ἦσαν δὲ οὗτοι μαστιγοφόροι τε καὶ ἐφ’ οἷς ἡ κρίσις καὶ τῶν λελειτουργηκότων οἷς ἥδιον. ἦλθεν ἄν τις καὶ σύνδικος καὶ διδάσκαλος.
Or
.

10

.

5

ἕδραι τε λίθου δύο, τοῦ ἐδάφους ὁπόσον τῆς πρώτης πλησίον· οὐδὲν γὰρ ἔδει πλείονος οὐ πολλοῦ γε τοῦ εἰσιόντος ὄντος. οὔτε γὰρ οἰκέτης οὔτε ἔτι φοιτῶν νέος οὔθ’ οἷς ἀπὸ
5χειρῶν ὁ βίος οὔθ’ οἷς ἔργον τὸ μηδὲν ἐργάζεσθαι. τριχῶν τε τῶν ἐπὶ τῆς κεφαλῆς οἷς σφόδρα ἔμελεν, εἴργοντ’ ἂν ἰσχυραῖς ταῖς περὶ τὰς θύρας φυλακαῖς ἢ μὰ Δία γε οὐδὲ προσῄεσαν εἰδότες, ὡς ἔστι τὸ κωλύ‐ σον.
Or
.

10

.

6

μυστηρίων τε τιμὴν εἶχε τὰ ἐν τούτῳ τῷ Πλέθρῳ. τοσαύτη μὲν αἰδὼς ἦν, ἣν ἀλλήλους τε καὶ τοὺς ἀθλητὰς οἱ παρόντες ᾐδοῦντο, τοσαύτη δὲ ἡσυχία, τοσαύτη δὲ σιωπή· καὶ γὰρ εἴ τι πάλαισμα θαύματος
5ἦν ἄξιον, σιγῇ τοῦτο ἐθαυμάζετο. τῆς βοῆς δὲ ἔδει τοὺς θεωμένους κρατεῖν τοῦ σκήπτρου παρέχοντος τὸν φόβον.
Or
.

10

.

7

ἰσχυρότερον δὲ καὶ κρεῖττον τοῦτο ῥᾳ‐ δίως ἐγίγνετο 〈τὸ〉 τῶν οὐ πολλῶν. οὐ πολλοὶ δὲ ἦσαν τῷ μὴ πολὺ τὸ δεχόμενον εἶναι. πολλῶν δὲ οὐδὲν ἐδεῖτο τουτὶ τῶν Ὀλυμπίων τὸ μέρος, ᾧ κόσμος
5ἦν αὐτὸ τοῦτο, τὸ μὴ πολλῶν εἶναι. τοιοῦτον δὲ ἄρα τι καὶ τὸ τῶν τελετῶν, αἷς οὐκ ἂν συναχθεσθείης ἐλάττοσιν ἀντὶ πλειόνων ἑαυτὰς παρεχούσαις.
Or
.

10

.

8

οὐδὲν τοίνυν ἐνταῦθα μεῖζον ἐδύνατο τοῦ νόμου, τοῦ νόμου δὲ ἦν ἀπεῖναι κραυγὴν καὶ τοῦ χείρονος καὶ τοῦ βελ‐ τίονος. ὑπῆρχε μὲν γὰρ ἑκάτερον εἰδέναι, πρὸς δὲ τὸν
5πέλας εἰπεῖν τι ἐξῆν περί τε τούτου περί τε ἐκείνου καὶ ταῦτα ἠρέμα, τὸ δ’ ὑπὲρ τοῦτο παράνομον.
Or
.

10

.

9

Τί οὖν τὸν κόσμον τὸν περὶ τοῦτο, ὃ πλείστης σωφροσύνης μετεῖχε, συνέχεεν; ἀγωνοθετεῖ μὲν Ἀργύ‐ ριος μετὰ τὸν ἕτερον τοῖν ἐμοῖν θείοιν τὸν πρεσβύτε‐
ρον, ἀνὴρ τῇ μὲν ἄλλῃ πολλοῦ τινος ἄξιος, ταύτην δὲ
5βλαβερὰν δοὺς τοῖς Ὀλυμπίοις τὴν χάριν. ποιεῖ γὰρ δὴ διπλασίας τὰς ἕδρας τὰς λιθίνας τῷ προσθεῖναι τοσοῦτον, ὁπόσον ἦν πρότερον. ποιεῖ δὲ καὶ διπλα‐ σίους τοὺς ἐπὶ τὴν θέαν ἰόντας.
Or
.

10

.

10

καὶ ἦσαν μὲν οἳ περιιόντες ὡς ἐπ’ ἔργῳ γενναίῳ τὸν Ἀργύριον ἐπῄνουν, νενικῆσθαι τοὺς πρὸ αὐτοῦ λέγοντες ἅπαντας τῷ πεποιημένῳ, τουτὶ δὲ ἄρα ἔμελλέ τι κινήσειν τῶν
5ἐνταῦθα νομίμων, καὶ συνεισῄει τοῖς πλείοσι θεαταῖς πολλὰ τῶν ἔμπροσθεν οὐκ ὄντων. ὁ δὲ μετ’ ὀργῆς ἐπιὼν τῷ θορυβοῦντι τὸ μὲν ἔπαυεν ἄν, τὸ δ’ οὐκ εἶχεν, ἦν δ’ ἂν βελτίων τηρῶν τὸ καθεστηκὸς μᾶλλον ἢ χρείαν φαρμάκου ποιῶν.
Or
.

10

.

11

ὅμως δ’ ἦν τις αὐτῷ καὶ ἐκ τούτων ἡδονὴ πρὸς τὸ πλέον βλέποντι καὶ τῶν ὑμνησόντων τὸ προσγενησόμενον οὐκ ἠπόρει, οἳ τὸ μὲν ἀπολωλὸς ἰδεῖν οὐκ ἐδύναντο, 〈δι’〉 ὃ δὲ ἀπωλώλει, τοῦτο
5μέγα ἦγον καὶ χρήστην αὐτῷ τῆς χάριτος ἔφασκον εἶναι τὸν Δία.
Or
.

10

.

12

ἠξίουν μὲν οὖν ἔγωγε Φασγάνιον, τῶν θείων μοι τὸν νεώτερον, μηδὲν πρὸς ταῦτα παθεῖν καὶ ταῦτα φρονήσει δοκοῦντα διαφέρειν, ἀλλὰ τὸν μὲν ἀντ’ ἀγαθοῦ κακόν τι πεποιηκέναι νομίζειν, τῶν δὲ
5καταγελᾶν, ὡς ἀπολελειμμένων τῆς ὀρθῆς περὶ τοῦ πράγματος κρίσεως.
Or
.

10

.

13

νῦν δ’ ὁ συνετὸς ἐκεῖνος
ἐδήχθη τὴν ψυχήν, ἐζηλοτύπησεν, ἐμιμήσατο, τὴν οὐ καλὴν ἤρισεν ἔριν, καὶ προσθήκη πάλιν ἑτέρα, δυνα‐ μένη τοσοῦτον, ὅσον ἀμφότερα, τό τε ἀρχαῖον καὶ τὸ
5δεύτερον, καὶ πλείων μὲν ὁ ὄχλος, πλείων δὲ ὁ θόρυ‐ βος. τὸ πρόσωπον δὲ ἐκεῖνο τὸ καταπλῆξαι δεινὸν ὠφελεῖ μέν, μικρὰ δὲ ταῦτα, καὶ καθ’ ἑκάστην Ὀλυμ‐ πιάδα τὴν ἀκοσμίαν ἦν ἰδεῖν αὐξανομένην.
Or
.

10

.

14

τελευ‐ τώντων μὲν τῶν παρὰ τῶν ἀθλητῶν εἰς ἡλίου δύσιν διὰ τὸ καὶ τὸν τῆς ἀρχῆς τουτωνὶ τῶν ἔργων κεκι‐ νῆσθαι χρόνον, ἀνάγκη γὰρ ἦν βραδύτερον ἀρχομένους
5βραδύτερον πεπαῦσθαι, τολμώντων φανερῶς ὁμολογεῖν τῶν πολλῶν μὴ ἂν δύνασθαι τὸ καῦμα ἀνέχεσθαι τῶν προτέρων ἐπὶ τῷ πάνυ δύνασθαι φιλοτιμουμένων, φωναὶ δὲ αἱ τῶν ἄλλων θεατῶν εἰσῆλθον ἐκεῖσε πᾶσαι μεμιγ‐ μέναι ταῖς τῶν Ἑλλήνων αἱ Ῥωμαίων τῶν μὲν φασκόν‐
10των ἐκτετάσθαι τὸν παλαιστήν, τῶν δὲ οὔ. ὥστε τοῖς τὰ πρότερα εἰδόσι ταῦτ’ ἐλεεῖν ἐπῄει ὄνομά τε αὐτοῖς ἐτίθεντο τὸ τῆς ἑορτῆς ἐκείνης, ἐν ᾗ τὸ μηδὲν ὀκνεῖν πολύ.
Or
.

10

.

15

ὑβρισμένων δὴ καὶ καταπεφρονημένων τῶν ἐν τῷ Πλέθρῳ, τῶν ἐντιμοτάτων τε καὶ σεμνοτάτων, ῥᾷον ἤδη τὰ ἄλλα μεθίστατο κελευόντων μέν τινων [τὰ] ἄριστα ποιεῖν τὰ δεῖπνα τόν τε ἀγωνοθέτην τούς
5τε ἑλλανοδίκας καὶ πειθόντων, ἀνισταμένων δὲ ἐκεί‐
νων καὶ διασπειρομένων οἴκαδε ἑκάστου, δεικνύντων ἐν τοῖς προσώποις ὑπὸ τῇ δάφνῃ τὸν οἶνον.
Or
.

10

.

16

καὶ ταῦτα δή φημι τὴν γένεσιν ἐκεῖθεν λαβεῖν, ἀπὸ τῆς ἐν τῷ Πλέθρῳ παροινίας. ἐλογίζοντο γὰρ οἱ ταῦτα ἀξιοῦντες, ὅτι οὐδὲν δεινὸν ἐπὶ τοῖς τηλικούτοις ταῦτα
5ἁμαρτάνεσθαι. τῆς δὲ ἐν ἐκείνοις πλημμελείας αἴτιον τὸ πλῆθος, τούτου δὲ αὐτὸ τὸ ἔχειν, οὗ τοσοῦτοι καθ‐ εδοῦνται.
Or
.

10

.

17

οὕτως ἡμῖν ὁ καλὸς Πρόκλος πονηρό‐ τερα τὰ ἐκεῖ ποιεῖ, καὶ ὁ χαίρων, εἰ τοῦτο μεῖζον ἕξο‐ μεν τὸ θέατρον, ἐπὶ τῷ μείζω τὴν ἀσέλγειαν ἔσεσθαι χαίρει. χαίρων δὲ τοῦτο πολεμεῖ τοῖς Ὀλυμπίοις καὶ
5δείκνυσιν, ὡς οὐκ ἂν τελεῖσθαι βούλοιτο τά γε ὡς ἀληθῶς Ὀλύμπια.
Or
.

10

.

18

ἐγὼ δὲ ἠξίουν Πρόκλον μαθεῖν τε ἅπαντα τὸν περὶ τὸν τόπον λόγον βοηθῆσαί τε τοῖς πάλαι νενομισμένοις. τοῦτο δὲ ἦν ἀφελεῖν τὸ νεώτερον καὶ καθίσαι τοὺς ἀνθρώπους ἐπὶ τοῦ πρεσβυτέρου
5μόνου καὶ μὴ φροντίσαι τῶν διαβαλούντων τὸ ἔργον, ὡς συκοφαντούντων. τὸν γὰρ τῷ νόμῳ συνηγωνισμένον οὐκ ἠδικηκέναι, οὐδέ γε πανταχοῦ τὸν μὲν ἀφαιροῦντά τινος ἀδικεῖν, τὰς προσθήκας δὲ εὐδοκιμεῖν, ἀλλ’ εἶναι καὶ προσθέντα βλάψαι καὶ ἀφελόντα ὀνῆσαι.
Or
.

10

.

19

τοῦτο δὲ ἴδοι τις ἂν μάλιστα ἐν τοῖς σώμασιν, ἐν οἷς αἱ προσθῆκαι τῶν ἀποκοψόντων δέονται, κἂν ὁ ἰατρὸς τοῦτο φαρμάκοις ἢ καὶ τῷ σιδήρῳ δυνηθῇ, τὸν μισθὸν
5ὧν ἀφεῖλεν ἔχει. μάλιστα μὲν οὖν ἐχρῆν τὸν καλὸν κἀγαθὸν Πρόκλον οὕτω τὴν περὶ τὸν Δία σπουδὴν ἅπασιν ἐπιδεῖξαι.
Or
.

10

.

20

πάντως γὰρ εἰ καὶ μὴ πάνυ
πολλούς, ἀλλὰ τούς γε σπουδαίους ἔπειθεν ἂν αὐτὸν ἐγκωμιάζειν. εἰ δ’ ὤκνει τοῦτο ποιῶν ὀφθῆναι, οὐκ εὔλογον μὲν τὸ πάθος, ἔστω δέ τις τῷ ὄκνῳ τῷ περὶ
5τοῦτο λόγος. ὁ δὲ τί μαθὼν λίθους ἐπὶ λίθοις δει‐ κνύει καὶ πόνον ἕτερον καὶ δαπάνην ἄλλην καὶ προ‐ θυμίαν πολλὴν πειρωμένην νικῆσαι τὰ τρία;
Or
.

10

.

21

τίς γὰρ οἴσει τὰ γενησόμενα; τίς τὸν ἐσπεσούμενον ὄχλον; τίς οὐχ ἡγήσεται ληρεῖν τὸν κήρυκα μεμνημένον ἡσυ‐ χίας; τίς δείσει τὸ σκῆπτρον; τίς αἰσχυνεῖται τὸν στέ‐
5φανον; τίς τὴν ἀρχὴν αὐτήν;
Or
.

10

.

22

εἴσονται γάρ, ὡς ἢν μὴ δουλεύῃ τοσούτοις οὖσι τοῖς θεαταῖς, ἐμβρον‐ τηθεὶς ὑπὸ τῆς βοῆς ἄπεισιν, ἀρκεῖν ἡγούμενος σώζειν ἑαυτόν, τῇ ’κείνων ἀφεὶς βουλήσει τὸ περὶ τοὺς ἀθλη‐
5τάς· αὐτὸ γὰρ τὸ τοῦ θεάτρου μέγεθος ἐπισπάσεται τοὺς οὐ δικαίους τῶν αὐτόθι γινομένων μετέχειν. μετ‐ έχουσι μὲν γὰρ καὶ νῦν, ἀλλ’ οὐ τοσοῦτοι, μεθέξουσι δὲ ἐκ τῶν προστιθεμένων πλείους, ἡ ζημία δὲ ἐν αὐτῷ τῷ πλείονι.
Or
.

10

.

23

Τί οὖν περιιόντες λέγετε; μικρὰν ὁ Πρόκλος τὴν πόλιν παραλαβὼν μεγάλην ἐποίησεν. ἐγὼ μὲν γὰρ ἐν τούτῳ τῷ μέρει, καὶ μαρτυρεῖ μοι τὰ πράγματα, μικροτέραν αὐτόν φημι ποιεῖν τὴν πόλιν.
5ἐν γὰρ τῷ τοιαῦτα οἰκοδομεῖν καταλύει τῇ πόλει τὸ κεφάλαιον τῆς δόξης, μᾶλλον δὲ προσδιαφθείρει μετὰ τῶν λίθων τῇ λύμῃ τῇ παρὰ τῶν ἔμπροσθεν προστιθείς, ὡς μηδενὶ τὸ λοιπὸν διεστάναι τό τε τοῦ Διονύσου θέατρον τό τε τοῦ Διὸς τοῦ Ὀλυμ‐
10πίου.
Or
.

10

.

24

ἔδει μὲν γὰρ ἐξ ἁπάντων τῶν τῆς ἑορ‐
τῆς χωρίων ἐκβεβλῆσθαι τοὺς ἀσχήμονας τούτους θορύβους καὶ ἐν μηδενί γε τῶν τριῶν τούτων μηδὲν ἰσχυρότερον εἶναι τοῦ νόμου, εἰ δὲ πᾶν ἀσθενέστε‐
5ρον τῆς ἐν ἑκάστῳ θεραπείας, τοῦτο γοῦν ὑγιαῖνον παρέχεσθαι.
Or
.

10

.

25

νῦν δ’ εἰ μὴ μείζων καὶ αὐτὸ καθέξει νόσος, ἀτύχημα τοῦτο κέκριται. ἐπέδωκε γάρ, φασί τινες, εἰς πολυανθρωπίαν ἡ πόλις. ἐγὼ δὲ ἐβου‐ λόμην μὲν μὴ τὰς ἐν ταῖς ἄλλαις συμφορὰς ηὐξηκέναι
5σώμασι τὴν πόλιν τὴν ἡμετέραν, ἀλλ’ ἔχειν μὲν ἑκά‐ στην τοὺς ἑαυτῆς, εἶναι δὲ ἡμῖν ἐλάττους ἢ οὕτω πλείους· ἐπεὶ δὲ οὓς ἐξέβαλεν οἴκοθεν τὸ κακῶς πράττειν, οὗτοι δεῦρο συνερρυήκασι, μὴ διὰ τοῦτό γε ἡμῖν αἴρεσθαι τουτὶ τὸ θέατρον.
Or
.

10

.

26

οὐ γὰρ ἄξιον τὴν ἐκείνων ὡς ἡμᾶς καταφυγὴν τοῖς Ὀλυμπίοις γενέσθαι βλάβην. ἀλλ’ ἱδρυέσθω μὲν τῇδε τὸ φεῦγον ἑτέ‐ ρωθεν, μὴ προσαπολλύσθω δὲ τῆς ἑορτῆς ὃ τῶν ἐν
5αὐτῇ δρωμένων πλείστην ἔχει τὴν σεμνότητα.
Or
.

10

.

27

ἔτι τοίνυν οὐδ’ ἐπὶ τῶν πρώτων ἐκείνων οἱ καθιζάνοντες μόνοι τὴν πόλιν ᾤκουν, ἀλλ’ ὄντων οὐκ ὀλίγων, οὐ γὰρ ἔστιν ὅτε οὐ πολλοὶ τὴν πόλιν ᾤκουν, οὐ πλείους
5ἢ προσῆκεν ἤρχοντο ταῦτα ὀψόμενοι. πῶς οὖν ἐκεί‐ νων εἰκόντων τοῖς τεταγμένοις τούσδε τιμήσομεν τῇ τοῦ πράγματος ἀτιμίᾳ; πῶς δ’ ἡμᾶς ἀναγκάσουσιν οὗτοι μεῖζον ποιεῖν τοῦ θεάτρου τὸ μέτρον οὐκ ἀναγκάσαν‐ τος τοῦ τότε πλήθους τοὺς τότε ἄρχοντας μεῖζον ποιῆ‐
10σαι τὸ θέατρον;
Or
.

10

.

28

οὐ τοίνυν οὐδ’ ὁπόσον μέλλει δέξεσθαι πάντας, ἔνι τῷ Πρόκλῳ ποιεῖν, οὐδ’ εἰ πάντα ἀξιοίη δύνασθαι. ἀλλ’ οὐ διὰ τοῦτ’ ἠδίκηται τὸ μὴ θεώμενον ἔχον εἰπεῖν τοὺς θεωμένους. οὐκοῦν οὐδ’
5εἰ μὴ τοῦτο θεῷτο, δύναιτ’ ἂν ἐγκαλεῖν. ἦσαν, ὦ Πρόκλε, καὶ πάλαι λίθοι καὶ τό γε ἦν ὄρος τουτὶ τὸ τεμνόμενον καὶ τεκτόνων τέχναι καὶ χεῖρες ἕτεραι καὶ ἅμαξαι καὶ δοκοὶ καὶ κάλω, ἀλλ’ οὐδεὶς ἦν λογισμὸς ὁ πείσων πλειόνων ποιῆσαι τὴν θέαν.
Or
.

10

.

29

σὺ δ’ οἴει τῷ πλήθει φαιδρότερον καταστήσειν τὸ Πλέθρον, κακῶς ὑπολαμβάνων. ὁρᾷς γοῦν, ὡς Ὀλυμπίων ἀρχομένων ἔλαττον ποιοῦμεν τῇ πόλει τὸ πλήρωμα τῶν τε ἐπὶ τῆς
5σκηνῆς τοὺς πολλοὺς ἐξελαύνοντες καὶ πόρνας καὶ ἑταίρας καὶ πόρνους. καίτοι χρῆν, εἰ ἐν τῷ πλείονι τὸ βέλτιον ἦν, ὅπως ἄλλοθεν ταῦτα ἐπεισοίσομεν, σκο‐ πεῖν.
Or
.

10

.

30

νῦν δ’ ὅταν ἀνδρῶν μόνων ποιῶμεν τὴν Δάφνην, τὰς γυναῖκας δὲ ἔξω τῶν ἐκείνης ὁρίων, τί ποιοῦμεν; φαυλοτέραν τὴν Δάφνην; ἱερωτέραν μὲν οὖν, ἐπεί τοι καὶ ἐδακρύσαμεν εἰς τὸ μὴ πάσας ποτὲ
5σχεῖν ἐκβαλεῖν ὑπ’ ἀνδρὸς ἀσεβοῦς βιασθέντες. καί‐ τοι πλέον ἐγίγνετο παρὰ τὰς γυναῖκας τὸ τότε ὂν ἐν Δάφνῃ, ἀλλ’ ὅμως κατηρώμεθα τῷ παροινοῦντι, καὶ οὐ τηνάλλως, ὡς ἔδειξε τῆς τελευτῆς ὁ τρόπος. συμ‐
βαλὼν ἄκροις τοῖς τῶν ποδῶν δακτύλοις τὸ μέτω‐
10πον χρόνον πολὺν ὅδ’ ᾔδει τε ἐν οἷς ἔκειτο καὶ τὸν θάνατον ἐκάλει.
Or
.

10

.

31

Καὶ μὲν δὴ κἀκ τῶν ἀθλητῶν τοῦτ’ ἴδοι τις ἄν, ὅταν τοὺς μὲν ὁ κήρυξ εἰσάγῃ τῇ φωνῇ, τοὺς δὲ μὴ τῇ σιωπῇ τῆς περὶ αὐτοὺς βασάνου τούτων ἑκάτε‐ ρον ποιούσης. καίτοι πλείους ἂν ἦσαν οὐκ οὔσης
5ἐξετάσεως. ἀλλ’ ἦν ἂν μετὰ τοῦ βελτίονος τὸ χεῖρον· ἐγένετ’ οὖν τοὔλαττον τοῦ πλείονος ἄμεινον.
Or
.

10

.

32

ταῦτα εἰδότες Ἠλεῖοι μεγαλοφρονοῦσι τῷ μόλις ἑπτὰ παρ’ αὐτοῖς ἀποδύεσθαι. τοιοῦτον δέ τι καὶ τὸ τῶν Δελ‐ φῶν. παρ’ ἄλλοις δέ γε ἀθλητῶν ἀγέλαι δευτέρας
5ἡμέρας εἰς τὸν ἀγῶνα δεόμεναι, τοὔνομα μέντοι γε οὐκ ἴσον, οὐδ’ ἔστιν οὕτως ἀναιδὴς οὐδείς, ὅστις ἂν τοὺς ἀθλητὰς ἀνταριθμῶν ἀξιώσαι ἂν πρὸ ἐκείνων τετάχθαι τῶν τοῖς ὀλίγοις χρωμένων.
Or
.

10

.

33

ὅλως δὲ εἰ φιλάνθρωπόν τις οἴεται τὸ πάντων εἶναι ταῦτα ὀφθαλ‐ μῶν, τί δεῖ πράγματα ἔχειν ἕτερα ἐφ’ ἑτέροις τιθέντα, ἐξὸν ἃ δείλης δρᾶται, τοῦ προμήκους ποιῆσαι θεάτρου
5τοῦ γείτονος καὶ τὸ νῦν τῶν τριῶν ἡμερῶν ὅλῳ δοῦναι τῷ μηνὶ καὶ μηδὲ περὶ τῆς ἐσθῆτος πρὸς μηδένα δια‐ φέρεσθαι; γένοιντο γὰρ ἂν οὕτω πλείους.
Or
.

10

.

34

μᾶλ‐ λον δὲ ἔστι τι καὶ τούτου πρότερον εἰς τὰ τοιαῦτα. τί τοῦτο; τὸ ὑπὸ τῷ ὄρει θέατρον, ἄλλως θ’ ὅτε καὶ
αὐτὸ τὸ ὄρος ἀντὶ θεάτρου καθίσταται. ἀλλ’ ἔξω
5τοῦ νόμου ταῦτα. τὸ δὲ νῦν τοῦτο, εἰπέ μοι, κατὰ τὸν νόμον; ἢ τὸ μὲν ἄλλοσε τὸ πρᾶγμα μετενεγκεῖν ἄτο‐ πον, τὸ δὲ τῷ πράγματι ποιῆσαι θέατρον ἀπᾷδον καλόν;
Or
.

10

.

35

Πρόκλος οὐκ οἴεται μὲν ὑπ’ ἐμοῦ φιλεῖσθαι, πολλὰς δ’ ἂν αἰτίας οὐκ εἶχεν ὧν ἔχει νῦν, εἰ μὴ τὰς παρ’ ἐμοῦ συμβουλὰς ὑπώπτευεν. ὃ δή με μηδὲ συμβουλεύειν ἔπεισε. καὶ νῦν ἐπαίνους μὲν ἐπὶ τοῖς
5περὶ τὸ Πλέθρον πολλοὺς αὐτῷ καὶ μεγάλους ἔσεσθαί φασί τινες, τῷ δ’ ἂν ἦν κέρδος, εἰ μὴ σχήσειν τοὺς ἐπαρασομένους ἔμελλεν.
Or
.

10

.

36

οἶδα ἐγώ, πόσον τι τοῦτο ἔσται, ὅταν κλύδωνος γέμῃ τὸ Πλέθρον, ὅταν εἰς σπουδὰς τὸ πλῆθος διῃρημένον ἐκβαίνωσι καθ’ ἑκάτε‐ ρον τὸ δίκαιον, οἷς τε βοηθοῦσι καὶ δι’ ὧν ἐναν‐
5τιοῦνται, ὅταν αἱ μὲν χεῖρες πανταχοῦ φέρωνται, ἡ βοὴ δὲ ἐπὶ πᾶσαν τὴν πόλιν, προΐωσι δέ τινες καὶ ἐπὶ τὸ συρίττειν. τότε τῶν γεγηρακότων οὐκ ὀλίγοι τῶν ταῦτα μὲν ὁρώντων, τὰ πάλαι δὲ ἑωρακότων ἀλγοῦντες τῇ πολλῇ μεταστάσει τίνος ἀφέξονται ῥήματος,
10ἐρασταὶ παλαιοὶ τῶν ὡς ἀληθῶς Ὀλυμπίων;
Or
.

10

.

37

ταῦτα οἱ μισθοὶ τῆς καλῆς ταύτης προσθήκης. καὶ διαβή‐ σονται οὗτοι διὰ τοῦ παιδὸς ἐπὶ τὸν πατέρα τὸν οὐδὲν ἐνταῦθα ἠδικηκότα, τῶν λυπουμένων δὲ οἶμαι καὶ
5τοῦτο, θαυμαστόν γε τὸ ἆθλον Ὀλυμπίων προσαγόντων
καθῆσθαι φοβούμενον, εἰδότα οἷα ἀκούσεται.
Or
.

11

t

ΑΝΤΙΟΧΙΚΟΣ.
Or
.

11

.

1

Ἀμφοτέροις ἄν τις εἰκότως ἐπιτιμήσειεν, ἐμοί τε τῷ ζῶντι περὶ τοὺς λόγους καὶ τοῖς ἀκροωμένοις ὑμῖν· ὑμῖν μέν, εἰ τὴν ἡμετέραν δύναμιν ἐν ταῖς ἄλλαις ὑποθέσεσιν ὡς ἥδιστα ὁρῶντες καὶ παρακαλοῦντές γε
5ἐπ’ ἐνίας αὐτῶν ἓν τοῦτο οὐκ ἐπετάξατε, κοσμῆσαι λόγῳ τὴν πόλιν, ἐμοὶ δέ, εἰ πλεῖστα δὴ τῶν νῦν ὄντων συγγράμματα πεποιηκὼς καὶ τοὺς μὲν ἐπαινέσας, τοῖς δὲ συμβουλεύσας, οὐκ ὀλίγα δὲ ἠγωνισμένος ἐν πλά‐ σμασιν εἴς γε τὸν τῆς ἐνεγκούσης ἔπαινον ἄφωνος
10γέγονα.
Or
.

11

.

2

μᾶλλον δὲ ὑμῖν μὲν οὐκ ἔστιν ἐπιτιμῆσαι μὴ τὸν ἐπαινέτην ζητοῦσιν, εὐφημίαν γὰρ ἡδὺ μὲν ἀκοῦσαι, μνηστεῦσαι δὲ ἴσως ἀβέλτερον· ἐμὲ δὲ τὸ ἔγκλημα καταλαμβάνει σαφῶς, ὅτι δὴ χρέα πάντων
5ἐντιμότατα καταθεῖναι δέον εὐθὺς εἰς τόδε ἐμέλλησα καὶ περὶ μὲν τῶν ἄλλων οὐδὲν ἐπαυσάμην ἐν τῇ πόλει λέγων, τὸν δ’ εἰς αὐτὴν τὴν πόλιν ἀναβέβλημαι λόγον, ὥσπερ τις ἑτέρους μὲν ἐν ὀφθαλμοῖς τῆς μητρὸς θερα‐ πεύων, αὐτῆς δὲ ἐκείνης καταμελῶν.
Or
.

11

.

3

καὶ μὴν οὐδ’ ἐκεῖνό γε εὔλογον παρὰ μὲν ὑμῶν ὁμολογεῖν τὴν τέχνην ἔχειν, ὑπὲρ δὲ τῶν δεδωκότων μὴ χρῆσθαι τὸν λαβόντα τῇ τέχνῃ, ἀλλ’ ἐν μὲν ταῖς ἐπ’ ἀγορᾶς συνου‐
5σίαις, ὅσῳ τὰς ἄλλας νικᾷ, δεικνύειν, ταύτας δὲ τὰς ἀποδείξεις μὴ τολμῆσαι ποιῆσαι βιβλίον.
Or
.

11

.

4

Οὔσης δὲ τοσαύτης ἀφθονίας τῷ βουλομένῳ μέμφεσθαι τὴν σιγὴν ὅμως ἔνι τις ἀπολογία τῇ σιωπῇ. οὐ γὰρ τὸ μὴ λέγειν ἐγνωκότος ἦν διὰ τέλους μὴ λέγειν, ἀλλ’ ἐκράτει μὲν εἰπεῖν, ἐν δὲ τῷ διαμέλλειν
5ἦν τις ἐλπὶς μείζω τὴν δύναμιν ἔσεσθαι τοῦ χρόνου προστιθέντος τῇ τέχνῃ.
Or
.

11

.

5

τιμῶντος οὖν ἦν, οὐ ῥᾳθυ‐ μοῦντος, καὶ κοσμεῖν ἐπιθυμοῦντος κάλλιον, ἀλλ’ οὐχ ὅλως τὸ κοσμεῖν φεύγοντος ἡ μέχρι τοῦδε σιγή, καὶ
πέπρακται μὲν εἰς τοὺς λόγους πλέον οὐδέν, ὡς ἀρκέσαι
5τοῖς παροῦσι, τὴν δ’ οὖν παραίτησιν τοῦ μὴ πρότερον εἰρηκέναι παρὰ τῆς γνώμης ἔχειν ἔσται μοι.
Or
.

11

.

6

Κοινὸν μὲν οὖν τῶν ἐγκωμιαζόντων ἔθος λεί‐ πεσθαι φάσκειν τὴν αὑτῶν ἀσθένειαν τοῦ μεγέθους τῶν ἔργων οἷς προσάγουσι τὸν λόγον, καὶ συγγνώμην αἰτεῖν παρὰ τῶν ἀκουόντων, εἰ βουλόμενοι τῆς ἀξίας
5ἐγγὺς ἐλθεῖν ἄκοντες ἐλάττους γίγνοιντο· ἐγὼ δὲ ταύτην ἐμαυτῷ ἁπανταχόθεν ἡγοῦμαι προσήκειν, τοῖς δὲ ἄλλοις οὐδ’ ὁθενοῦν, ὁπόσοι πρὸς τήνδε τὴν ὑπό‐ θεσιν ὥρμησαν.
Or
.

11

.

7

τοῖς μὲν γὰρ ἄλλοθεν ἐπελθοῦσιν οὐκ ἦν ἀνάγκη τοῦ λόγου, ἀλλὰ λέγοντες μὲν τεχνικῶς ἐχαρίζοντ’ ἄν, τοῦτο δὲ μὴ ποιοῦντες οὐκ ἂν ἐδόκουν φορὰν ἀναγκαίαν ἐκλείπειν· ὁ δὲ κύριος ὢν εἰπεῖν τε
5καὶ μή, τυγχάνων μὲν τῆς σπουδῆς ἐπαίνου ἄξιος, ἁμαρτάνων δὲ οὐδὲ συγγνώμης.
Or
.

11

.

8

ᾧ γὰρ ἐξῆν μηδὲ καταστῆναι τὴν ἀρχὴν εἰς παραιτήσεως χρείαν, οὗτος ἑκὼν εἰς τὴν χρείαν ἐμβὰς δικαίως ἂν τῆς παραιτή‐ σεως στέροιτο. ἐμοὶ δὲ πρὸς τὸν λόγον ὑπὸ τῶν τῆς
5πατρίδος ἑλκομένῳ δικαίων καὶ ᾧ δυοῖν ἦν ἀνάγκη
θάτερον, ἢ λέγειν ὁπωσοῦν ἀπὸ τῶν παρόντων ἢ κακῷ δοκεῖν εἶναι πολίτῃ, πῶς οὐ πανταχόθεν ἕτοιμος ἡ συγγνώμη;
Or
.

11

.

9

καὶ γὰρ εἰ μὲν ἦν μοι χρήματα χορηγεῖν ἀποχρῶντα, καλῶς ἂν εἶχεν ἴσως ἐκείνως τὸ δίκαιον σώσαντι μὴ τὸν διὰ τοῦ λόγου κίνδυνον αἱρεῖσθαι· ἐπεὶ δὲ τὰς ἐκείνῳ μὲν τῷ τρόπῳ λειτουργίας ὑπὸ τῆς
5Τύχης ἀφῄρημαι, δεῖ δέ τι φανῆναι καὶ αὐτὸν φέροντα τῇ πόλει, τῷ φόβῳ τῆς σιωπῆς ἡ περὶ τὸ λέγειν τόλμα τὴν συγγνώμην ἔχει.
Or
.

11

.

10

Οἱ μὲν οὖν πολλοὶ τῶν ἐπὶ τὴν ἀκρόασιν ἡκόν‐ των τὴν μὲν παροῦσαν τύχην τῆς πόλεως ὁρῶντες, τῆς δὲ ἄνωθεν σεμνότητος οὐδὲν εἰδότες καὶ τὰ μὲν θαυμάζοντες, τὰ δὲ οὐκ εἶναι νομίζοντες οἴονταί με
5τοῦ μεγέθους εὐθὺς ἅψεσθαι καὶ τῆς ἐν τούτοις ὑπερ‐ οχῆς, ὥσπερ καὶ αὐτὸν ὁμολογοῦντα τοῖς μὲν νέοις νικᾶν τὴν πόλιν, τοῖς δὲ ἀρχαίοις νικᾶσθαι.
Or
.

11

.

11

δεῖ δέ με ἐκεῖνα πρότερον ἀξιώσαντα μνήμης ἔπειτα οὕτως ὑπὲρ τῶνδε λέγειν, ὥστε φανῆναι συμφωνίαν τῶν ὄντων πρὸς τὰ πάλαι καθεστῶτα καὶ ὅτι οἷς γε ἐκεῖνα
5προϋπῆρξε, καὶ ταῦτα ὀφείλεται, ἡ δὲ νῦν λαμπρότης οὐκ ἀπὸ χειρόνων ἤρτηται.
Or
.

11

.

12

Πρὶν δέ, οἵ τινες πρῶτοι κατέσχον τὴν χώραν, διδάξαι, περὶ φύσεώς τε τῆς χώρας καὶ ὅπως μὲν ἀέρων
εἴληχεν, ὅπως δὲ ἔχει πρὸς θάλατταν, ὅπως δὲ ὑδάτων μετείληφεν, ἥτις δὲ αὕτη καρποὺς ἐκτρέφειν, καὶ ὅλως
5περὶ τῆς ἐνταῦθα πλεονεξίας διαλεκτέον. ὥσπερ γὰρ ἡ χώρα πρεσβύτερόν τι τῶν ἐνοικούντων, οὕτω καὶ τὴν ὑπὲρ ταύτης εὐφημίαν προτέραν εἶναι δεῖ τῆς εἰς τὸ γένος ἐσομένης.
Or
.

11

.

13

Καὶ ἅμα πρῶτον καὶ μέγιστον [τῆς] πόλεως ἐγκώμιον γῆς ἀρετή, καθάπερ, οἶμαι, νεώς, ὅταν ἐπ’ ἰσχυρὰν τὴν τρόπιν τὰ ἄλλα ᾖ συμπεπηγότα. τοῦτο δὴ πρὸ τῶν ἄλλων ἐξεταστέον.
Or
.

11

.

14

καὶ οὐ ταὐτόν γε πείσομαι τοῖς πολλοῖς, οἳ πᾶν ὅτι ἂν ἐπαινῶσι χωρίον μέσον τῆς οἰκουμένης βιάζονται δεικνύειν. πρῶτον μὲν γὰρ εἰ ὅτῳ τοῦτο ὑπάρχει, καὶ τὸ καλῷ γε εὐθὺς
5εἶναι προσυπάρχει, μιᾶς πόλεως γίγνεται, ὅτι ταῖς ἄλλαις οὐκ ἔστιν εἶναι μέσαις. ὥστε οἱ πλείους ληροῦσι τῶν λόγων.
Or
.

11

.

15

ἔπειτα εἰ μὲν τὸ μεσεύειν τοῖς ὅλοις ἐδίδου κρατεῖν, εἶχεν ἄν τινα νοῦν ἡ σπουδὴ τοῖς ταῦτα φιλονεικοῦσιν. εἰ δ’ οὐ ταὐτὸν εἰς καρπῶν
φορὰν Αἴγυπτός τε καὶ ἡ πέτρα Δελφῶν, τί δεῖ
5μέσην δεικνύειν ἀντὶ τοῦ καλὴν ἀποφαίνειν ἣν ἐπαι‐ νεῖ τις;
Or
.

11

.

16

Τοῦτο τοίνυν ἔξεστί μοι περὶ τῆς ἐμαυτοῦ φθέγξασθαι, ὅτι τῆς ὑπ’ οὐρανῷ καλλίστης τὸ κάλ‐ λιστον ἥδε ἐστίν. ὁμολογεῖται μὲν γὰρ τῆς γῆς ἄριστον εἶναι τοῦθ’ ὃ πρῶτον [ᾧ] ὁ θεὸς ἀνίσχων προσβάλλει.
Or
.

11

.

17

καὶ βασιλεῦσί τε κτῆμα περιμάχητον ἥδε ἡ μοῖρα, καὶ ὅτῳ γέγονεν, οὗτος παρὰ τοῦτο μείζων, πᾶσί τε ἀνθρώποις εἰς ἀκοὴν ἐρχόμενον τοὔνομα χάριν τινὰ κομίζον ἔρχεται καὶ τὰς ψυχὰς ἡδονῆς ὑποπίμπλησιν,
5ὥσπερ τῶν ὀνειράτων ὁπόσα κήπων εἰκόσι τοὺς καθεύδοντας εὐφραίνει.
Or
.

11

.

18

οὕτω δὲ ἁπάσης τῆς ἑῴας ἐχούσης τὰ πρῶτα εἰς ἡμᾶς ἔρχεται. τοῖς μὲν γὰρ ἄλλοις ἡ χώρα τὸ μὲν δίδωσι, τὸ δὲ οὐ δίδωσιν, ἢ νὴ Δία γε παντοδαπὰ δίδωσι μέν, ὑπερβολαῖς δὲ ὡρῶν
5τὸ λυπηρὸν οὐκ ἐκπέφευγεν, ἢ διαφεύγει μὲν καὶ τοῦτο, σπάνει δὲ ὑδάτων καὶ τὴν ἄλλην εὐκαιρίαν ἀμβλύνει.
Or
.

11

.

19

ἡμῖν δὲ πάντα ἀλλήλοις ἐφάμιλλα, ἡ γῆ, τὰ νάματα, τῶν ὡρῶν ἡ κρᾶσις. γῆ τοίνυν ἡ μὲν ὑπτία τοῖς πελάγεσι παρισουμένη, βαθεῖα καὶ πίειρα καὶ μαλακή, ῥᾳδίως μὲν ἀρότροις εἴκουσα, γεωργῶν δὲ ἐπιθυμίας
5ἐπιεικῶς ὑπερβαίνουσα, ὁμοίως μὲν ἀγαθὴ σπείρειν, ὁμοίως δὲ ἀγαθὴ φυτεύειν καὶ πρὸς ἑκατέρων τὰς γονὰς εὖ ἡρμοσμένη, δένδρα μὲν ὑψηλὰ μεθ’ ὥρας παρεχομένη, τοὺς δὲ ἀστάχυς τῶν παρ’ ἄλλοις δένδρων ὑψηλοτέρους, τοὺς δὲ καρποὺς εἰς πλῆθος, τὸ δὲ κάλ‐
10λος ὑπὲρ τὸ πλῆθος.
Or
.

11

.

20

ἄπεστι δὲ οὐδὲν ὃ παρεῖναι βέλτιον, ἀλλ’ ἄν τε τὸν Διόνυσον εἴπῃς, πολὺς παρ’ ἡμῖν βακχεύει, ἄν τε τὴν Ἀθηνᾶν, τῷ φυτῷ αὐτῆς ἡ γῆ κομᾷ· ὥστε πολὺς μὲν οἶνος εἰς τοὺς ὁμόρους ἐν‐
5θένδε ῥεῖ, πολλῷ δὲ ἔτι πλέον ἔλαιον ἐν ὁλκάσιν ἄγεται πανταχοῖ.
Or
.

11

.

21

Δημήτηρ δὲ οὕτω δή τι τὴν ἡμετέραν ἠγάπησε μᾶλλον ἢ Σικελίαν, ὥστε Ἥφαιστος μὲν ἐπὶ τῆς ἀσπίδος χρυσῆν ἄρουραν ἐποίησεν, ἡ δὲ μοῖραν ἡμῖν τῆς γῆς οὐ μικρὰν χρυσῷ προσόμοιον ἐποίησε
5τῇ τε χρόᾳ καὶ ἅμα ὁ καρπός, οἷος οὐκ ἄλλοθεν, καὶ τὸ δῶρον ξανθῆς ὄντως θεοῦ.
Or
.

11

.

22

ὄρη δὲ ἡμῖν τὰ μὲν
ἐν τῇ χώρᾳ, τὰ δ’ αὖ περὶ τὴν χώραν, τὰ μὲν τὴν πεδιάδα τέμνοντα, τὰ δ’ εὐρέα τὴν εἴσοδον, τὰ δὲ πρὸς τοῖς τέρμασι περικλείοντα. τούτων δὲ τὰ μὲν τῷ σχή‐
5ματι διέστηκε τῆς ὑπτίας εἰς ὕψος ἠρμένα, τὰ δὲ τῷ εὔγεῳ ἁμιλλᾶται τοῖς κάτω, καὶ οὐκ ἐν ἀτιμοτέροις γεωργοὶ πονοῦσι ζεύγη περὶ τὰς κορυφὰς ἐλαύνοντες, ἀλλ’ ὅσα μὲν ἡ ἄπεδος ἀλλαχοῦ τρέφει μόνη, ταῦτα παρ’ ἡμῖν καὶ τὰ ὄρη γεννᾷ, ὅσα δὲ τῶν ὀρῶν ἐστιν
10ἀλλαχοῦ δοῦναι μόνων, ταῦτα παρ’ ἡμῖν καὶ παρὰ τῶν πεδίων τίκτεται.
Or
.

11

.

23

οὐ γὰρ διῄρηται τὸ μὲν εἰς φυ‐ τῶν αὔξησιν, τὸ δὲ εἰς σπερμάτων ὑποδοχήν, ἀλλ’ ἴδοις ἂν ἐν τοῖς αὐτοῖς δένδρα τε ἀναδραμόντα καὶ ὑπὸ τοῖς δένδρεσι λήια θάλλοντα, μᾶλλον δὲ καὶ μεμε‐
5ρισμένως ταῦτα δείκνυσι καὶ κατὰ σύνοδον φέρει. τουτὶ μὲν 〈γὰρ〉 τῆς γῆς πολύπυρον, τουτὶ δὲ πολυοι‐ νότατον, τουτὶ δὲ πάντα συνείληφε.
Or
.

11

.

24

καὶ τὸ τὰ ὄρη μὴ λείπεσθαι τῶν πεδίων εἰς γονὰς οὐ δίδωσι χώραν λιμῷ ῥᾳδίως συμβῆναι. ἐν γὰρ ταῖς τῶν ὡρῶν ἀταξίαις οὐχ ἡ αὐτὴ κατ’ ἀμφοτέρων βλάβη. τὸ γὰρ
5ἐνδεέστερον πρὸς τὰ κάτω τοῦτο πολλάκις πρὸς τὰ
μετέωρα μέτριον καὶ τὸ ’κείνοις ἐπιζήμιον πολλάκις διαφεύγει τὰ κάτω, ὥστ’ ἐπ’ ἀσφαλοῦς ἐξεῖναι τὰ πολλὰ βιοτεύειν ἢ πάσης εὐθηνούσης ἢ πάντως γε τῶν ἑτέ‐ ρων.
Or
.

11

.

25

τῶν δὲ ὀρῶν ὁπόσα οὐ κάρπιμα τὴν φύσιν, ἑτέρωθι συντελεῖ. τὰ μὲν γὰρ ταῖς λιθοτομίαις ἵστησι τῇ πόλει τοὺς τοίχους, τὰ δὲ ταῖς ὕλαις ἐρέπτει τε καὶ τἄλλα συνεργάζεται καὶ χωρὶς τούτων σιτοποιοῖς
5τε καὶ λουτροῖς παρέχει τὸ πῦρ, ὅθεν περιεῖναί τε καὶ τρυφᾶν ὑπάρχει.
Or
.

11

.

26

ποίμνιά τε καὶ αἰπόλια τῶν βοσκημάτων εἰς τὴν ἀνθρώπου τροφὴν τελεῖ, καὶ οὐδέν, ὥσπερ ἐν τοῖς πεπηρωμένοις σώμασιν, ἀργὸν ἔρριπται τῆς χώρας, ἀλλὰ τὰ μὲν ἀμείβεται τοὺς πόνους μεγαλο‐
5πρεπῶς, τὰ δ’ ἄνευ πόνων δωροφορεῖ.
Or
.

11

.

27

Ποταμοὺς τοίνυν ὁπόσοι διαρρέουσι τὴν γῆν, τίς ἂν ἐξαριθμήσειε τοὺς μὲν μείζους, τοὺς δὲ ἐλάττους, καὶ τοὺς μὲν ἀενάους, τοὺς δὲ τοῦ χειμῶνος ἐκγόνους, πάντας δὲ ὁμοίως χρησίμους, τοὺς μὲν ἐκ τῶν ὀρῶν
5ὁρμωμένους, τοὺς δὲ ἐκ τῶν πεδίων ἀνίσχοντας, τοὺς μὲν εἰς ἀλλήλους ἐμβάλλοντας, τοὺς δὲ εἰς λίμνην
ἰόντας, τοὺς δὲ εἰς θάλατταν στείχοντας;
Or
.

11

.

28

Αἵ γε μὴν πηγαὶ καὶ τὸ τούτων ἄφθονον ἡμέ‐ τερον ἀκριβῶς γνώρισμα, καὶ οὐδεὶς οὕτω θρασὺς οὐδὲ ἐπὶ Νύμφαις μεγαλοφρονῶν, ὅστις ἂν ὡς ἴσον ἐνταῦθα ἔχων παρρησιάσαιτο.
Or
.

11

.

29

Ὑπὲρ δὴ τοιαύτης τῆς ἡμετέρας γῆς αἱ Ὧραι χορεύουσιν ἐμμελῶς οὐ διαφθείρουσαι τὴν ἀπὸ ταύτης χάριν τῷ παρὰ σφῶν ἀηδεῖ· οὔτε γὰρ ὁ χειμὼν ὑπὸ πλεονεξίας ἐπιλαμβάνει τὸν τοῦ ἦρος χρόνον μεθαρ‐
5μόττων εἰς αὑτὸν τὴν ἐκείνου τέρψιν οὔτε τὸ θέρος ταὐτὰ ποιοῦν ἐκτείνεται πρὸς τὸν χειμῶνα τὴν αὑτοῦ τε κἀκείνου μέσην ὥραν ἐκβάλλον, ἀλλ’ ἑκάστη τε ἐν ὅροις μένει καὶ τοῦ ἔτους ἴσον ἀποτέμνεται μέτρον καὶ τῆς δευτέρας προσιούσης ἐξίσταται. καὶ τὸ μέγιστον,
10αἱ γὰρ ἐκ τῶν ὑπερβολῶν ἀνιαραὶ τοῖς σώμασιν, ἡ μὲν τοῦ ψύχους, ἡ δὲ τοῦ θάλπους τὸ ὑπερβάλλον δεῦρο κολάζουσαι ταῖς ἡμερωτέραις ἐοικέναι βούλονται.
Or
.

11

.

30

καί μοι δοκοῦσι καθάπερ πρὸς ἀλλήλας συνθέμεναι τῆς ἀλλήλων μεταλαμβάνειν δυνάμεως, ὁ μὲν χειμὼν μετου‐
σίαν τινὰ θέρους ἐμφαίνειν τῷ προσηνεῖ καὶ ἀλύπῳ,
5τὸ δὲ θέρος παρ’ ἐκείνου δέχεσθαι τοσοῦτον, ὅσον ἔμελλεν εἶναι κώλυμα τῷ λυποῦντι τῆς θέρμης.
Or
.

11

.

31

καὶ ὁ μὲν ὄμβρους ἄχρι κόρου παρέχει τῇ γῇ ψῦχος ἀφελών, ἡ δὲ ἀνίησι λήια καὶ θεριναῖς αὔραις ἐκτρέ‐ φει ῥυομέναις τά τε σώματα καὶ τοὺς ἀστάχυς τῆς ἐκ
5τοῦ καύματος ζημίας. ὥστε μόνοις ἡμῖν ὑπάρχει τῇ παρούσῃ τε ἀεὶ τῶν ὡρῶν ἥδεσθαι καὶ τὴν δευτέραν ἀσμένως δέχεσθαι διὰ τὸ πάσαις ἐνεῖναί τι κεκραμένον καὶ εὔχαρι.
Or
.

11

.

32

τῶν δ’ ἄλλων οἱ πλεῖστοι οἱ μὲν ἅπαντι τῷ κύκλῳ καταμέμφονται, οἱ δὲ ταῖς μὲν βελ‐ τίοσι, ταῖς δὲ οὐ τοιαύταις χρώμενοι ταὐτὸν πεπόνθασι τοῖς ἐξ εἰρήνης εἰς πόλεμον μεταπίπτουσιν, ἐπειδὰν ἡ
5μὲν ἀμείνων τὰ αὑτῆς ἐκπλήσασα οἴχηται, προσβάλλῃ δὲ ἡ χαλεπωτέρα, καὶ πρὶν ἡσθῆναι καθαρῶς, ἀλγοῦσι τὴν μὲν ἀπιοῦσαν οὐ δυνάμενοι κατασχεῖν, τὴν δ’ ἐπιοῦσαν φρίττοντες. ὧν ἡ μὲν ἱδρῶτι ῥεῖσθαι κατα‐ ναγκάζει καὶ καλινδεῖσθαι περὶ τὰς κρήνας, ἡ δὲ τοῖς
10κάμνουσι παραπλησίως ἐν ταῖς εὐναῖς διάγειν νιφετῷ καθειργμένους.
Or
.

11

.

33

μόνοις δὲ ἡμῖν τό τε παρὸν τοῦ ἔτους ἡδύτερον καὶ τὸ προσδοκώμενον οὐκ ἀηδέστερον,
ἀλλ’ ἡ μὲν εὐφράνασα παρέρχεται, ἡ δὲ τὸ ἴσον κομί‐ ζουσα πρόσεισι, καὶ διαφέρομεν οὐδὲν τῶν πορευομέ‐
5νων ἐκείνας τὰς ὁδούς, ὅσαι πηγαῖς σκιεραῖς καὶ τόποις ἀναπαυστηρίοις ἀπ’ ἀρχῆς εἰς τέλος διειλημμέναι μετ’ εὐθυμίας ὁδοιπόρους παραπέμπουσιν.
Or
.

11

.

34

Οὕτω δὲ τῶν ὡρῶν λαχόντες οὕτως πρὸς θά‐ λασσαν ἔχομεν, ὡς εἰ μὴ συνέβαινεν ἔχειν, ἐλάττωμα ἂν ἐθέμην. οὔτε γὰρ ἡμερῶν ὁδὸν θαλάττης ἀπέχομεν οὔτε ἐπ’ αὐτοῖς αἰγιαλοῖς ἱδρύμεθα.
Or
.

11

.

35

Τούτοιν δὲ ἑκάτερον ὁπόσον πόλει βλάβος, ἐν βραχεῖ δηλώσω. μᾶλλον δὲ τὸ μὲν ὅλως ἀπεστερῆσθαι θαλάσσης ὡς βλαβερόν, ἅπασι δῆλον, καί τις ἂν ἑτε‐ ρόφθαλμον τὴν ὧδε ἔχουσαν προσειπὼν οὐκ ἂν ἁμάρτοι,
5τὸ δὲ τοῦ μὴ κεῖσθαι ἐπ’ αὐτῇ κέρδος τὴν ἀπόδειξιν ἀπαιτεῖ.
Or
.

11

.

36

πρῶτον μὲν τοίνυν ἐπικλύσεις ὁπόσας ἐργάζεται θάλασσα, τὰς κάτω κειμένας ἀνάγκη φοβεῖσθαι καὶ τῷ τῶν καλυφθέντων παραδείγματι τὸ θαρρεῖν ἀφῃρῆσθαι.
Or
.

11

.

37

ἔπειθ’ οἷς δοκεῖ πρὸς εὐφροσύνην τελεῖν τὸ βλέπειν ἐξεῖναι πρὸς νῶτα θαλάσσης καὶ φερομένας ὁλκάδας καὶ κελευσμάτων ἀκούειν, τοῦτο οὐ πλείους εὐφροσύνας ἢ δυσθυμίας προξενεῖ, ὅταν
5ἐλαυνόμενον ὑπὸ τῶν κυμάτων τὸ κλυδώνιον ἐν ὀφθαλμοῖς μὲν τῶν ἄρτι τερπομένων βαπτίζῃ τὰ πλοῖα, μεταβάλλῃ δὲ τοῖς ναύταις εἰς οἰμωγὰς τὰ κελεύσματα, τοῦ δὲ λόγου τῆς ναυαγίας μεστὴν ἀποφαίνῃ τὴν πόλιν.
Or
.

11

.

38

τὸ δὲ μέγιστον εἰς ζημίαν, πόλιν γὰρ ἐπιθαλαττί‐ διον ναυτικῆς ἀπειροκαλίας ἀνάγκη γέμειν θορύβων τε ἀνελευθέρων καὶ φωνῶν βωμολόχων καὶ τῶν ἄλλων ἃ λυμαίνεσθαι καὶ διαφθείρειν ἤθη πόλεων ἰσχύει·
5τοὺς μὲν γὰρ ἔξωθεν καταπλέοντας δέξεται, τοὺς δὲ αὐτὴ πλέοντας παρέξεται. ἔπειτα ἡ τοῦ μέρους κακία διὰ παντὸς ἦλθε τοῦ πληρώματος.
Or
.

11

.

39

ἀλλ’ ἡμῖν γε ἡ θέσις τῶν ἀπὸ τῆς θαλάττης ἀγαθῶν ἀπολαύειν παρέχουσα τῶν ἐκεῖθεν κακῶν καθαρεύειν δίδωσι, καὶ μετὰ μὲν τῶν ἐν μεσογείᾳ τῆς λύμης ἔξω καθέσταμεν,
5μετὰ δὲ τῶν ἐπὶ θαλάττῃ καρπούμεθα τὴν θάλατταν.
Or
.

11

.

40

καὶ διαφέρομεν τῶν μὲν τῇ τῶν ἐπιτηδείων ἀφθονίᾳ, τῶν δὲ τῇ σωφροσύνῃ τῶν τρόπων καὶ τὰ δοκοῦντα παρ’ ἀμφοῖν εὐδοκιμεῖν ἔχοντες ἀφ’ ὧν ἀμφότεροι ψέγονται, διαφεύγομεν. ὥστε ἐκεῖνοι μὲν ἀλλήλων τὰ
5μὲν πλεονεκτοῦσι, τὰ δὲ ἡττῶνται, ἡμεῖς δὲ μεθ’ ἑκα‐ τέρων νικῶντες μετ’ οὐδετέρων ἡττώμεθα.
Or
.

11

.

41

τοσοῦ‐ τον γὰρ διέχομεν λιμένων, ὅσον ἡμᾶς καθαρούς τε τηρεῖ θαλαττίων κακῶν καὶ μετόχους ποιεῖ τῶν ἐκ θαλάττης καλῶν. στάδιοι γὰρ τὸ μέσον εἴκοσι καὶ
5ἑκατόν, ὥστε ἀνὴρ εὔζωνος ἅμα ἡλίῳ κινηθεὶς ἐνθένδε κομιεῖ τι τῶν ἐκεῖθεν ἔτι μεσημβρίας ἑστώσης.
Or
.

11

.

42

Περὶ μὲν οὖν φύσεως γῆς καὶ κράσεως ἀέρων καὶ τοῦ πρὸς θάλατταν σχήματος ἀποχρώντως ἴσως εἴρηται. ἐχόμενον δ’ ἂν εἴη διελθεῖν περὶ τῆς εὐγενείας τῶν κατασχόντων τὴν χώραν καὶ τῶν πρώ‐
5των καὶ τῶν δευτέρων καὶ τῶν ἐπ’ ἐκείνοις καὶ δεῖξαι πᾶσιν, ὡς ἡ ἀρίστη τῶν ἀρίστων ἐγένετο, καθάπερ πλωτήρων ἀγαθῶν εὖ πεποιημένη ναῦς.
Or
.

11

.

43

καὶ μα‐ κρότερα μὲν δόξω τοῦ καιροῦ λέγειν, εἰρήσεται δὲ πολλοστὸν ὧν εἰπεῖν ἔξεστιν. αἴτιον δὲ τῶν ἀρχαίων τὸ πλῆθος, δι’ ὃ τῶν πολλῶν σιωπηθέντων τὸ ῥηθὲν
5τοῦ μήκους οὐ διαφεύξεται δόξαν. τὴν μὲν οὖν ἀκρί‐ βειαν αἱ συγγραφαὶ φυλάξουσιν, ἡμῖν δὲ ὅσα πρέπει
πρὸς τὸ παρὸν ῥητέον.
Or
.

11

.

44

Ἴναχος ἦν υἱὸς μὲν τῆς Γῆς, Ἰοῦς δὲ πατήρ. τῇ δὲ Ἰοῖ ταύτῃ Ζεὺς ἐραστὴς γενόμενος συνῆν. ἐπεὶ δὲ οὐκ ἐλάνθανε τὴν Ἥραν, ποιεῖ τὴν ἄνθρωπον βοῦν καὶ οὕτω συνῆν. Ἥρα δέ, καὶ γὰρ τοῦτο ᾔσθετο, πλήτ‐
5τει τὴν βοῦν οἴστρῳ, καὶ δρόμος ἦν αὐτῇ δι’ ἑκατέρας ἠπείρου.
Or
.

11

.

45

Ἴναχος δὲ ζητῶν τὴν αὑτοῦ καὶ εὑρεῖν οὐκ ἔχων καὶ λαβεῖν ἐπιθυμῶν ναῦς καθέλκει καὶ ἐμ‐ βιβάσας ἄλλους τε Ἀργείων τοὺς ἐν λόγῳ καὶ Τριπτό‐ λεμον ἡγεμόνα εἶναι τοῦ παντὸς ἐξέπεμψεν ἐπὶ ζήτησιν
5τῆς ἠφανισμένης θυγατρός.
Or
.

11

.

46

οἱ δὲ πάντα μὲν πόρον ἔτεμνον, πάντα δὲ πορθμὸν διέπλεον, πᾶσαν δὲ ἀκτὴν παρέπλεον, ἀπέβαινον δὲ εἰς νήσους, διηρευνῶντο δὲ παραλίαν, ἀνέβαινον δὲ καὶ πρὸς ἤπειρον μέσην γνώ‐
5μην ἔχοντες πρότερον ἀποθανεῖν ἢ καταλῦσαι τὴν ζή‐ τησιν.
Or
.

11

.

47

ὡς δὲ προσέσχον καὶ τῇδε τῇ γῇ, τῶν νεῶν ἐκβάντες, νὺξ δὲ ἦν, ἀνῄεσαν ἐπὶ τὸ ὄρος παρὰ τοὺς ἐνοικοῦντας ὀλίγους δή τινας καὶ προσιόντες ταῖς οἰκίαις θυροκοπίᾳ τε ἐχρῶντο καὶ ἐρωτήσει περὶ τῆς
5Ἰοῦς. τυχόντες δὲ ξενίων καί τινα πόθον πρὸς τὴν γῆν λαβόντες τοῦτο πέρας ἐποιήσαντο τοῦ πλοῦ μεταστήσαντες τὴν τῆς ζητήσεως σπουδὴν ἐπὶ τὴν μο‐ νήν, ἐφ’ ὃ μὲν ἠπείγοντο, τοῦτο ἀφέντες, ἣν δὲ ἐθαύ‐
μασαν γῆν ἐντιμοτέραν θέμενοι τοῦ σκοποῦ, καθ’ ὃν
10ἐξέπλευσαν.
Or
.

11

.

48

τοῦτο δὲ ἦν οὐκ Ἰοῦς ὑπεριδεῖν, ἀλλ’ ὑπεριδεῖν τῆς οἰκείας· προείρητο γὰρ αὐτοῖς ὑπὸ τοῦ πέμποντος ἢ τὴν ἄνθρωπον ἄγειν ἢ μηδὲ αὐτοὺς ἀναστρέφειν. ὥσθ’ οἱ τοῦ ζητεῖν παυόμενοι τῆς οἰκείας
5ἑκόντες ἐστέροντο.
Or
.

11

.

49

εἰ μὲν οὖν ἐπ’ ἔσχατα τῆς οἰκουμένης ἐλθόντες οὐδενὸς εἰς ζήτησιν ἔτι λειπομένου μένειν ἔγνωσαν, εἰς τὴν ἀνάγκην, ἀλλ’ οὐ τὸν ἔρωτα τῆς χώρας τὸ τῆς αἰτίας ἤρχετ’ ἄν· ἐπειδὴ δὲ πολλῆς
5ὑπαρχούσης, ἐν ᾗ τινες ἦσαν τῆς εὑρέσεως ἐλπίδες, οὕτως ἐβούλευσαν, οἱ προτιθέντες τῶν ἐλπίδων τὴν μονὴν τῆς οἰκείας δήπου τὴν ξένην προὐτίθεσαν. οὕτως αὐτοὺς ἐγοήτευσεν ἡ χώρα.
Or
.

11

.

50

καὶ ὡς ἥψαντο τῆς γῆς, κατάκρας εἴχοντο, καὶ τὸ τῆς πατρίδος φίλτρον ὑπεχώρει τῷ τῆς ᾑρηκυίας θαύματι. τὸν δὲ τούτων ὕστερον γενόμενον Ὅμηρον οὐκ ἠξίουν ἔγωγε μηδὲν
5εἶναι φῆσαι πατρίδος ἀνθρώποις ἥδιον, τῇ δὲ τῶν Ἀργείων ψήφῳ καὶ τοὐναντίον εἰπεῖν, ὅτι πολλάκις
ἀμείνων χῶρος ἐπισπασάμενος γνώμας ἀνθρώπων ἐξέ‐ βαλε τῆς ἐνεγκούσης τὴν μνήμην.
Or
.

11

.

51

οὗτος τοίνυν ὁ Τριπτόλεμος ὁ κατὰ ζήτησιν τῆς Ἀργείας κόρης ἱδρύ‐ σας ὃν ἦγε λαὸν πόλιν τε ἐποίησεν ὑπὸ τῷ ὄρει καὶ Διὸς ἱερὸν ἐν τῇ πόλει Νεμείου προσειπών, Ἰώνην
5δὲ τῇ πόλει τοὔνομα ἀπὸ τῆς Ἰνάχου θυγατρός. ἧς γὰρ ἀφέντες τὴν ζήτησιν ᾤκισαν τὴν πόλιν, ταύτην ἐτίμησαν τῇ κλήσει τοῦ ἄστεος· ἤδη δὲ τὴν γῆν ἐργα‐ ζόμενοί τε καὶ καρπούμενοι μετονομάζουσι τὸν Νέμειον Ἐπικάρπιον.
Or
.

11

.

52

Τριπτόλεμος μὲν οὖν τὰς πρώτας ὑποθέσεις βαλόμενος τῇ πόλει μεθίσταται καὶ διὰ τῶν τιμῶν ἐν τοῖς ἥρωσιν ἠριθμεῖτο· θεὸς δὲ ᾧ κατὰ νοῦν ἡ πόλις κατεσκευάζετο, βουλόμενος αὐτὴν ἐκ τῶν ἀρί‐
5στων αὐξῆσαι γενῶν κινεῖ Κάσον ἐκ Κρήτης, ἄνδρα ἀγαθόν, καὶ δεῦρο ἄγει, τῷ δὲ ἄρα εἵπετο Κρητῶν τὸ δοκιμώτατον.
Or
.

11

.

53

ἐλθόντες δὲ εὗρον τοὺς Ἀργείους ἀμείνους τῶν οἴκοι. Μίνως μὲν γὰρ φθονῶν ἐξέβαλεν, Ἀργεῖοι δὲ ἀσμένως ἐδέχοντο καὶ μετέδοσαν πόλεώς τε καὶ χώρας καὶ ὅσων αὐτοῖς μετῆν. οὐ μὴν εὖ παθεῖν
5μᾶλλον ὁ Κάσος ἢ εὖ ποιεῖν ἠπίστατο. καὶ κατιδὼν τῶν Τριπτολέμου νομίμων τὰ πολλὰ μεθεστηκότα ταῦτά τε ἐπανήγαγε καὶ τὴν Κασιῶτιν ᾤκισε.
Or
.

11

.

54

μείζω δὲ ἤδη περίνοιαν λαμβάνων ἐπιχειρεῖ κτήσασθαι τῇ πόλει τὴν Κυπρίων εὔνοιαν καὶ γαμεῖ τὴν θυγατέρα Σαλα‐ μίνου, ὃς ἐτυράννει Κυπρίων. πλεούσῃ δὲ τῇ παρθένῳ
5συνανήγετο στόλος παραπομπὴν τῇ νύμφῃ ποιοῦντες θαλάττιον. ὡς δὲ ἐγεύσαντο τῆς ἡμετέρας, ἀφεῖσαν τὴν νῆσον καὶ ἐγένοντο μοῖρα τῇ πόλει.
Or
.

11

.

55

ση‐ μεῖον δὴ ποιήσαιτ’ ἄν τις τοῦ κατ’ ἀρετὴν βεβοῆσθαι τὸν Κάσον τὸ τὸν ἄρχοντα νήσου τοσαύτης τὸ κῆδος ἀσμένως συνάψασθαι καὶ τῆς γε ἡμερότητος τοῦ Κάσου
5σημεῖον τὸ τοὺς ἄγοντας τὴν κόρην ἀνθελέσθαι τῶν φιλτάτων τὴν προστασίαν ἐκείνου.
Or
.

11

.

56

λέγεται δὲ καὶ τῶν Ἡρακλειδῶν τινας κατὰ τὴν ἔλασιν ἣν ὑπ’ Εὐρυ‐ σθέως ἠλαύνοντο, πολλοὺς Ἠλείων ἄγοντας καὶ τὴν μὲν Εὐρώπην ἅπασαν, τῆς δὲ Ἀσίας τὴν ἄλλην ὑπερ‐
5ιδόντας ἐνταῦθα στῆσαι τοὺς μόχθους καὶ αὐτοῦ τε ἱδρυθῆναι καὶ προσθήκην ἀνεγεῖραι τῇ πόλει τὴν Ἡράκλειαν.
Or
.

11

.

57

σκοπείτω δή τις τὴν εὐγένειαν καὶ
ὡς ὅτιπερ κράτιστον τῶν ἑκασταχοῦ, τοῦτο ἐνταυθοῖ συνερρύηκεν, ὥσπερ εἴς τι χωρίον ἐξῃρημένον ὑπὸ τῶν κρειττόνων εἰς ὑποδοχὴν ἀνδρῶν ἀξίων θαυμάσαι, καὶ
5μόνοις ἡμῖν αἱ ῥίζαι τὰ παρ’ ἑκάστοις σεμνὰ συνήγαγον εἰς τἀυτό, τὴν Ἀργείων παλαιότητα, τὴν Κρητικὴν εὐνομίαν, γένος ἐκ Κύπρου βασίλειον, τὴν Ἡρακλέους ἀπορροήν.
Or
.

11

.

58

Ἀθήνηθεν δὲ οὓς ἐδεξάμεθα καὶ ὅσοις ἄλλοις Ἑλληνικοῖς γένεσιν ἀνεκράθημεν, ἐπειδὰν ὁ λόγος χωρῶν ἐπ’ ἐκείνους ἔλθῃ τοὺς χρόνους, εἰρήσεται.
Or
.

11

.

59

Νυνὶ δὲ λεκτέον, ὡς καὶ τῇ Περσικῇ βασιλείᾳ τὸ χωρίον ἄνωθεν αἰδέσιμον. καὶ νὴ Δία γε καὶ τοῖς Περσῶν θεοῖς ἔντιμον καὶ πρό γε ἐκείνων Ἀσυρίοις. ἐστράτευε μὲν γὰρ ἐπ’ Αἴγυπτον ὁ Καμβύσης, γυνὴ
5δὲ αὐτῷ Μερόη παρῆν. σκηνώσαντες δὲ ἐν τῷ τόπῳ, ᾧ τὴν αὑτῆς ἔδωκε προσηγορίαν ἡ γυνή, ἡ μὲν ἦλθεν εἰς τὸν ναὸν τῆς Ἀρτέμιδος, ὡς θύσειε, Σεμίραμις δὲ ἡ Ἀσυρίων ἄρχουσα τῇ θεῷ τὸν νεὼν ἐπεποιήκει.
Or
.

11

.

60

ἰδοῦσα δὲ τὴν ὀροφὴν ὑπὸ γήρως ἀπειρηκυῖαν δεῖται Καμβύσου θεραπεῦσαι τὸ πεπονηκός. ὁ δὲ μετεωρότερόν τε τὸν νεὼν ἦρεν ἐπιβολαῖς τοίχων καὶ περιήλασε περίβολον ἱκανὸν δέξασθαι πανήγυριν, αὐτῇ
5δὲ τῇ πανηγύρει τοὔνομα ἀπὸ τῆς γυναικὸς ἔθετο· ἡ δὲ κλήρους τε ἀνῆκε τῇ δαίμονι καὶ γυναῖκας ἐγκατέ‐ στησεν ἐπιμελεῖσθαι καὶ τῆς Περσικῆς εὐδαιμονίας τὸ ἱερὸν ἐνέπλησε θρόνους ἀναθεῖσα καὶ κλίνας καὶ τόξα, πάντα χρυσᾶ.
Or
.

11

.

61

τούτων δὲ ἐπιτελεσθέντων ἐπῆλθε τοῖς τὴν Ἰώνην κατοικοῦσι καταβῆναι πρὸς Καμβύσην. ὡς δὲ εἰσήγγειλαν οἷς τοῦτο προσέκειτο, καλεῖ παρ’ αὑτὸν καὶ ἤρετο, τίνες ὄντες καὶ τί παθόντες τὴν
5ἐκείνου κατέχοιεν.
Or
.

11

.

62

γνοὺς δέ, ὅθεν τε ὥρμηντο, καὶ τὰς τύχας ὑφ’ ὧν ἐκομίσθησαν, καὶ θαυμάσας τὸ συμμῖξαι βουληθῆναι μᾶλλον ἢ παριόντα λαθεῖν, οὐχ ὡς ἀπαιτεῖν δίκαιος ὢν χάριτας τοὺς τὴν αὑτοῦ κατέ‐
5χοντας, ἀλλ’ ὡς ἂν αὐτὸς ἐκείνοις ὀφείλων τῆς ἐνοι‐ κήσεως οὕτω διετέθη τὴν γνώμην. σημεῖον δέ, δῶρα δοὺς ὥσπερ εὐεργέτας ἀπέπεμψε.
Or
.

11

.

63

λεγέτω τοίνυν ὁ βουλόμενος τὴν ἀγριότητα Καμβύσου καὶ ὡς οὐκ ἦν ἑαυτοῦ. μᾶλλον γὰρ τὸ μετὰ θεῶν τε καὶ ὑπὸ θεοῖς ζῆν τοὺς προγόνους φανεῖται. τὸ γὰρ τὸν ὀργῇ χρώ‐
5μενον εἰς ἅπαντα καὶ τὴν ὠμότητα ποιούμενον ἡδονὴν κρείττω γενέσθαι τῆς φύσεως πρὸς τὴν ἐκείνων θέαν καὶ μὴ παροξυνθῆναι πρὸς ἄνδρας Ἕλληνας τὴν βασι‐
λέως νεμομένους πῶς οὐ θεοῦ τινος ἦν ἄντικρυς ἐπὶ τὴν σκηνὴν αὐτοὺς παραπέμποντος καὶ παρασκευά‐
10ζοντός γε ἀμφότερα, τοὺς μέν, ὅπως θαρρήσαιεν, τὸν δ’ ὅπως μὴ τραχυνθείη, καὶ τῶν μὲν ἐξαιροῦντος τὸν φόβον, τοῦ δὲ κοιμίζοντος τὸν θυμόν;
Or
.

11

.

64

καὶ τί δεῖ τεκμαιρόμενον λέγειν ἀφέντα ἔργον περιφα‐ νές; παρὰ θεοῖς ἄνωθεν ἐράσμιος ὁ χῶρος. ὃν γὰρ μέγιστον ἄγουσι θεὸν Πέρσαι τὸν Ἥλιον, καὶ τὰς †
5σατραπείας ὑπ’ αὐτῷ Περσίδι φωνῇ, οὗτος, ἐπειδὴ τὸν Καμβύσην ὕπνος ἔλαβεν, ἐπὶ τῷ πρώτῳ στὰς ὑπὲρ κεφαλῆς ἐν ὀνείρασιν αὐτῷ διελέγετο κελεύων αὐτὸν αὐτοῦ καταλιπεῖν μηδὲ εἰς Αἴγυπτον ἄγειν καὶ προεῖπέ γε, ὡς πόλιν ὁ τόπος δέξεται, Μακεδό‐
10νων ποίημα.
Or
.

11

.

65

Καμβύσης δὲ χαρίζεται τῷ θεῷ καὶ πλησίον που τῆς Ἀρτέμιδος τὸν ἀδελφὸν ἱδρύσατο. καὶ οὕτως ἐδέξατο τὸν Περσῶν θεὸν ἔνοικόν τε καὶ ἐραστὴν ὁ τόπος καὶ μάντιν τῆς μελλούσης τύχης
5οὐδὲν τοῦ Καμβύσου πρὸς τὴν πρόρρησιν παθόντος ὧν εἴωθεν ἐμποιεῖν ὁ φθόνος.
Or
.

11

.

66

οἱ μὲν οὖν λαμ‐ πρύνοντες τάς τε Ἀθήνας καὶ Κορινθίων τὸ ἄστυ
θεομαχίας περὶ τὰς πόλεις ἱστᾶσιν, ὑπὲρ Κορίνθου μὲν Ἡλίου πρὸς τὸν ἄρχοντα τῆς θαλάσσης, ὑπὲρ
5δὲ τῆς Ἀττικῆς Ἀθηνᾶς πρὸς τὸν αὐτὸν τοῦτον θεόν, καὶ μικροῦ διαλύουσι τὴν ἁρμονίαν τοῦ παντὸς εἰς τὴν τῆς θεομαχίας τόλμαν δυσσεβέσι κόσμοις κοσμοῦν‐ τες ἃς ἐπαινοῦσι πόλεις καὶ διὰ τῆς εἰς τὸ θεῖον ὕβρεως πληροῦντες τῆς εὐνοίας τὴν χάριν, ἀγνοοῦντες,
10ὡς ἑνὶ τούτῳ ψεύδει καὶ τῶν ἄλλων ἐπαίνων ἀφαι‐ ροῦνται τὴν πίστιν.
Or
.

11

.

67

ἡμῖν δὲ ἐρασταὶ μὲν γεγόνασι θεοί, πόλεμος δὲ ἐκείνοις πρὸς ἀλλήλους οὐδείς, οὐδὲ γὰρ θέμις· ὥστε τὸ μὲν καλὸν τῶν ἐν Ἕλλησι καὶ τῇδε, ὃ δὲ καὶ παρ’ ἐκείνοις κρεῖττον ἂν ἦν μὴ ῥηθέν,
5τοῦτο τῇδε οὐ τετόλμηται.
Or
.

11

.

68

ἔχοντες τοίνυν τὴν Ἰώνην οἱ τότε, παῖδες ἀεὶ παρὰ πατέρων δεχόμενοι, καὶ δικαιοσύνῃ μὲν εἰς ἀλλήλους χρώμενοι, τὸν δὲ βίον ἀπὸ τῆς γῆς ποιούμενοι καὶ τελοῦντες τὰ εἰκότα τοῖς
5θεοῖς μετ’ εὐδαιμονίας ἁπάσης ᾤκουν ἐν μέσῃ τῇ βαρ‐ βάρῳ πόλιν Ἑλλάδα παρεχόμενοι καὶ τηρήσαντες τὸ
ἦθος καθαρὸν ἐν τοσαύτῃ νόσῳ τῇ κύκλῳ κατὰ τὸν ἐπ’ Ἀλφειῷ νενικηκότα μῦθον, ὃς ἐκ Πελοποννήσου πρὸς Σικελίαν ἄγει τὸν ποταμὸν διὰ θαλάσσης
10μέσης ἀμιγῆ πρὸς τὴν θάλατταν.
Or
.

11

.

69

Οὐ μὴν εὐθὺς ἡ πόλις μεγάλη καὶ πολυάν‐ θρωπος, οὕτω γὰρ ἦν, οἶμαι, συμφέρον, ἀλλ’ ἀνέμενεν ἡ ταύτης αὔξησις τὸν ἀμείνω χρόνον· τέως δὲ ἐν βρα‐ χυτέρῳ διῆγε πλάσματι μένουσα ἐλάττων, ἡνίκα οὐ
5βέλτιον εἶναι μείζω.
Or
.

11

.

70

τί δὲ τοῦτό ἐστιν; εἰ τὸ μέτρον αὐτῆς ὡς ἐπὶ πλεῖστον ἐξῆκτο τῆς γῆς ἔτι Περσῶν τὴν Ἀσίαν ἐχόντων, οἳ καὶ χρήμασιν ἴσχυον καὶ ὅπλοις ἔρρωντο καὶ πᾶσιν ἐξέλαμπον, ἦν ἀνάγκη
5καλουμένους ὑπὸ τῶν ἡγουμένων εἰς κοινωνίαν στρα‐ τείας ἢ πειθομένους στρατεύεσθαι ἢ μὴ πειθομένους Πέρσαις πολεμεῖν, μίαν δὴ πόλιν τοσαύτῃ βασιλείᾳ. ἦν δ’ ἂν οὔτε ἐκεῖνο καλὸν οὔτε τοῦτο ἀκίνδυνον.
Or
.

11

.

71

νῦν δὲ οὐκ αὐξηθέντες παρὰ καιρόν, ἀλλ’ ἐν τούτῳ σχήματος στάντες, ὃ καὶ τοῦ δρᾶν τι δυσχερὲς καὶ τοῦ παθεῖν τι κακὸν ἀπήλλαττεν, εἰς μέγεθος προὔβησαν, ἡνίκα ἄρχειν ἔδει, οἷα παῖδες εὐγενεῖς ἐν τυραννίδι
5μὲν τῇ νεότητι διαλαθόντες, εἰς ἡλικίαν δὲ ἐλθόντες ἤδη πεπαυμένης.
Or
.

11

.

72

μετὰ γὰρ τὴν ἐν Ἰσσῷ μάχην καὶ τὴν τοῦ Δαρείου φυγὴν Ἀλέξανδρος τῆς Ἀσίας τὰ μὲν ἔχων, τῶν δὲ ἐπιθυμῶν, καὶ τὸ μὲν κεκρατημένον μικρὸν ἡγούμενος, βλέπων δὲ πρὸς τὰ πέρατα τῆς γῆς
5ἧκεν εἰς τήνδε τὴν χώραν, στησάμενος δὲ τὴν σκη‐ νὴν ἐγγὺς τῆς πηγῆς, ἣ νῦν μὲν ἐκείνου ποιήσαντος εἰς ἱεροῦ τύπον ἐσχημάτισται, τότε δὲ αὐτῇ κάλλος ἦν μόνον τὸ ὕδωρ, ἐνταῦθα τὸ σῶμα θεραπεύων ἐπὶ τοῖς πόνοις πίνει τῆς πηγῆς ὕδωρ ψυχρόν τε καὶ διαφανὲς
10καὶ ἥδιστον.
Or
.

11

.

73

ἡ δὲ τῆς πόσεως ἡδονὴ τοῦ μητρῴου μαστοῦ τὸν Ἀλέξανδρον ἀνέμνησε καὶ πρός τε τοὺς συνόντας ἐξεῖπεν, ὡς ὅσαπερ ἐκείνῳ, τοσαῦτα ἐνείη τῷ ὕδατι, καὶ τοὔνομα τῆς μητρὸς ἔδωκε τῇ πηγῇ.
5Δαρείῳ μὲν οὖν ἐπὶ Σκύθας ἐλαύνοντι Τέαρος ἐν Θρᾴκῃ ποταμὸς ἔδοξεν εἶναι κάλλιστος, καὶ στήλην ὁ
Δαρεῖος στήσας τοῦτο ἐνέγραψεν αὐτῇ Τέαρον εἶναι ποταμῶν κάλλιστον· Ἀλέξανδρος δὲ τὴν ἡμετέραν πηγὴν οὐ πρὸς ὑδάτων ἅμιλλαν ἐξήγαγε, τῷ δὲ τῆς Ὀλυμ‐
10πιάδος ἐξίσωσε γάλακτι. τοσαύτην εὗρεν ἐν τοῖς νάμασι τὴν ἡδονήν.
Or
.

11

.

74

τοιγαροῦν ἤσκησέ τε εὐθὺς τὸν τόπον κρήνῃ τε καὶ τοῖς ἄλλοις, οἷς 〈ἐνῆν〉 ἐν τοσούτῳ δρόμῳ τῷ διὰ τῶν πραγμάτων, ὃν ἐκεῖνος ὀξύτατον ἔθει, καὶ πόλιν ὥρμησεν οἰκίζειν, ὡς ἂν ἐντυχὼν τόπῳ δυνα‐
5μένῳ χωρῆσαι τὴν αὑτοῦ μεγαλοπρέπειαν.
Or
.

11

.

75

διττῷ δὲ πόθῳ κατειλημμένος, τῷ μὲν πρὸς τὴν ἡμετέραν χώραν, τῷ δὲ πρὸς τὴν τῶν ὑπολοίπων κτῆσιν, καὶ τοῦ μὲν ἀναγκάζοντος μένειν, τοῦ δὲ ἐπείγοντος
5τρέχειν [καὶ] τὴν ψυχὴν ἀνθελκόμενος εἰς οἰκισμόν τε καὶ πόλεμον οὐκ ἐποιήσατο κώλυμα θατέρῳ θάτερον οὐδὲ ἠνέσχετο οὔτε τὴν ὅλην σπουδὴν ἀνελεῖν διὰ τὴν πόλιν οὔτε ἐκείνην πληρῶν ἣν εἰς τὸ πολίζειν ἔσχεν ἐπιθυμίαν σβέσαι, ἀλλ’ ἀμφοτέρων ἐχόμενος τῇ μὲν
10ἐδίδου τὰς ἀρχάς, ἐπὶ δὲ τὴν Φοινίκην ἦγε τὴν δύναμιν.
Or
.

11

.

76

αἱ δὲ ἀρχαὶ τοῦ κατοικισμοῦ Ζεὺς Βοττιαῖος ἱδρυ‐ θεὶς ὑπὸ Ἀλεξάνδρου 〈καὶ〉 ἡ ἄκρα τῆς ἐκείνου πατρί‐ δος λαβοῦσα τοὔνομα καὶ Ἠμαθία κληθεῖσα. τουτὶ
δέ, οἶμαι, σύμβολον ἦν τῆς Ἀλεξάνδρου γνώμης, ὡς
5ἐπὶ τῷ τέλει τῶν πραγμάτων τήνδε ἀντὶ τῆς οἰκείας αἱρήσεται.
Or
.

11

.

77

τοιαῦτα δὴ προοίμια τῆς οἰκίσεως ᾄσας καὶ τελῶν ἡμῖν εἰς οἰκιστὰς ὁ τοῦ Διὸς παῖς λεγόμενός τε καὶ πιστωσάμενος τοῖς ἔργοις τὴν φήμην αὐτὸς μὲν ὡς τὸν τοκέα τὴν ταχίστην μεταστὰς οὐκ ἔσχε τέλος
5ἐπιθεῖναι τῷ πόθῳ· ὁ δ’ ἐκεῖνον διαδεξάμενος, μᾶλλον δ’ ἐν πολλοῖς διαδόχοις μόνος ἄξιος τῆς ἐκείνου τάξεως κληρονόμος, Σέλευκος ἀντ’ Ἀλεξάνδρου τῇ πόλει γίνεται τὴν ἀρχὴν ἀνδραγαθίᾳ κτησάμενος καὶ πρότερον καὶ δεύτερον.
Or
.

11

.

78

οἷς μὲν γὰρ ἐβοήθησε, τούτους τῶν ἐχθρῶν μείζους ἐποίησεν· οὓς δὲ ἐποίησεν ἰσχυρούς, ὑπὸ τού‐ των ἐπεβουλεύετο. σωθεὶς δὲ ἐκ μέσης τῆς πάγης πάλιν ἑτέροις βοηθῶν ἐθαυμάζετο. τυχὼν δὲ τούτων
5δικαίων ἐν τῷ μέρει τὴν χάριν ἀπελάμβανεν. ἡ δὲ χάρις ἦν κομίσασθαι ταῦτα ὧν ἐξέπεσεν ἀδικούμενος.
Or
.

11

.

79

ὁ Σέλευκος γὰρ διὰ μὲν εὐψυχίαν ἵππαρχος ὑπὸ Περ‐ δίκκου γίνεται, Περδίκκου δὲ ἐν Αἰγύπτῳ τελευτή‐ σαντος καλούμενος ὑπὸ τῶν Μακεδόνων εἰς τὴν ἐκείνου δυναστείαν εἰσῆλθε καὶ εἶχε σατραπείαν τὴν Βαβυλω‐
5νίαν.
Or
.

11

.

80

Ἀντιγόνῳ δὲ πολεμοῦντι πρὸς Εὐμενῆ σύμ‐ μαχος ἐλθὼν τὸν μὲν Εὐμενῆ συγκαθεῖλε, πονηρὸν δὲ ἄρα τὸν Ἀντίγονον εὖ ποιῶν οὐκ ᾔδει· ὃς ἐπειδὴ δι’ ἐκείνου μέγας ἐγεγόνει, φθόνον εἰς τὸν εὐεργέτην
5λαβὼν ἐβούλευε θάνατον. ἐντεῦθεν δὴ θεῶν τις χεῖρα ὑπερέσχεν, ὥσπερ ἐν δράματι· ἀπὸ γὰρ τῆς αὐτῆς οἰκίας ὅ τε φόνος αὐτῷ κατεσκεύαστο καὶ τὸ τῆς σω‐ τηρίας εὑρίσκετο.
Or
.

11

.

81

τοῦ μὲν γὰρ Θησέως τὴν ὥραν Ἀριάδνη θαυμάσασα τῇ μηρίνθῳ τοῦ λαβυρίνθου τὸν νεανίσκον ἐξέσωσε, Σελεύκου δὲ τὴν ἀρετὴν ὁ παῖς Ἀντιγόνου Δημήτριος ἀγασθεὶς γράμμασι μηνύει τὸν
5ἐπ’ ἐκείνῳ τοῦ πατρὸς δόλον, ἃ τῷ στύρακι τοῦ δορὸς εἰς τὴν κόνιν ἐνέγραψε τῷ μὲν δηλῶν τὸ μέλλον, τοὺς δὲ παρόντας λανθάνων.
Or
.

11

.

82

ἐντεῦθεν τὰ Εὐαγόρου Σέλευκος ὑπέμενε καὶ μικρὸν ὕστερον ἴσχυσε. τῷ καιρῷ μὲν γὰρ ὑποχωρήσας εἰς Αἴγυπτον ἀπαλλάτ‐ τεται, βεβαιούμενος δὲ αὐτόθι Πτολεμαίῳ τὴν βασι‐
5λείαν, οὐ πλῆθος στρατιᾶς παρεχόμενος, ἀλλ’ ἓν σῶμα τὸ αὑτοῦ καὶ ψυχὴν μίαν, ἐπειδὴ τοῖς ἐκείνου πράγμα‐ σιν ἀσφάλειαν περιέθηκεν, ἐπεσπάσατο Πτολεμαῖον εἰς τὸ κατάγειν αὐτὸν καὶ λαβὼν ἱππέας καὶ πεζούς, ἀμ‐ φοτέρους εἰς χιλίους, ἐξέωσε μὲν τῆς Βαβυλῶνος τοὺς
10ἐχθρούς, ἐκομίσατο δὲ τὴν ἀρχὴν καὶ γυναῖκα καὶ παῖδας καὶ τὴν ἀρχαίαν λαμπρότητα.
Or
.

11

.

83

ἡγησάμενος
δὲ τὰ μὲν αὑτοῦ διὰ τούτων ἀπειληφέναι, τὴν δίκην δὲ αὐτῷ τῆς ἐπιβουλῆς ὀφείλεσθαι στρατεύσας ἐπ’ Ἀντίγονον ἐν Φρυγίᾳ συμβαλὼν καὶ νικήσας ἀπέκτεινε
5τῆς ἐπ’ αὐτὸν ἐνέδρας ἐμφανεῖ μάχῃ τὴν τιμωρίαν πραξάμενος καὶ τὴν μὲν διαφυγών, ὡς ἄν τις θεοφιλής, τὴν δὲ ἐπιθείς, ὡς ἄν τις ἀρετὴν ἠσκηκώς.
Or
.

11

.

84

Ἀντι‐ γόνου δὲ ἤδη κειμένου γίνεται τὰ τοῦ πεσόντος τοῦ νενικηκότος, καὶ ὡρίζετο ἡ δυναστεία Σελεύκου Βαβυ‐ λῶνί τε καὶ τοῖς κατ’ Αἴγυπτον ὅροις. καὶ χρόνος
5ἄρα ἐφειστήκει τίκτων ὥσπερ πάλαι τῇ πόλει τὰς ἀρχάς, οὕτω τότε τὸ μέγεθος.
Or
.

11

.

85

καὶ γίγνεται τὸ πᾶν ὑπὸ θεοῦ. πόλις ἦν Ἀντιγόνου μὲν ἐπώνυμος, ὑπ’ Ἀντι‐ γόνου δὲ πεποιημένη. τῆς δὲ νῦν οὔσης πόλεως τὸ μεταξὺ πρὸς ἐκείνην στάδιοι τετταράκοντα. ἐν ταύτῃ
5μετὰ τὴν νίκην ὁ Σέλευκος ἔθυε, τοῦ ταύρου δὲ ἐσφαγμένου καὶ δεδεγμένων τῶν βωμῶν ὁπόσα νόμος, ἤδη μὲν τὸ πῦρ περιεῖπε τὰ κείμενα καὶ σφοδρὸν ἀνεκάετο.
Or
.

11

.

86

Ζεὺς δὲ κινήσας ἐκ τοῦ σκήπτρου τὸν ἑταῖρον ἑαυτοῦ καὶ φίλον ὄρνιν ἐπὶ τὸν βωμὸν
ἔπεμψεν. ὁ δὲ εἰς μέσην καταποτώμενος τὴν φλόγα ἀνελόμενος τὰ μηρία γέμοντα πυρὸς ἀπέφερε.
Or
.

11

.

87

τοῦ συμβάντος δὲ πάντα ὀφθαλμόν τε καὶ γνώμην ἐπιστρέ‐ φοντος καὶ δηλοῦντος ὡς οὐκ ἄνευ θεῶν ἐδρᾶτο, τὸν υἱὸν ἐφ’ ἵππον ἀναβιβάσας ὁ Σέλευκος εἰς τὸ τὴν
5πτῆσιν ἀπὸ γῆς διώκειν καὶ τῷ χαλινῷ τὸν ἵππον ἰθύνειν πρὸς τὰς ὁδοὺς τοῦ πτεροῦ, βουλόμενος εἰδέναι, τί τοῖς ἡρπασμένοις ὁ ὄρνις χρήσεται.
Or
.

11

.

88

ὁ δ’ ἱπ‐ πεύων τε καὶ ἀναβλέπων ἄγεται πρὸς τὴν Ἠμαθίαν ὑπὸ τῆς πτήσεως. οἷ δὴ κατάρας ὁ ἀετὸς ἐπὶ τὸν βωμὸν ἔθηκε τὸν τοῦ Βοττιαίου Διός, ὃν ἱδρυσάμενος
5ἦν Ἀλέξανδρος, ἡνίκα αὐτὸν εὔφρανεν ἡ πηγή· ἐδόκει τε δὴ πᾶσι καὶ τοῖς οὐ δεινοῖς συμβάλλειν ὁ Ζεὺς εἰσηγεῖσθαι πολίζειν τὸν χῶρον. καὶ οὕτως ἥ τε Ἀλεξ‐ άνδρου πρὸς τὸν οἰκισμὸν ὁρμή τε καὶ ἀρχὴ πρὸς τέλος ᾔει καὶ ἡμῖν ὁ τῶν θεῶν κορυφαῖος διὰ τῆς
10μαντείας οἰκιστὴς ἐγίγνετο.
Or
.

11

.

89

ἐνταῦθα δὴ Σέλευ‐ κος πᾶσαν μὲν τεκτόνων συνήγαγε τέχνην, πᾶσαν δὲ εἰς ὑπουργίαν χεῖρα, πᾶσαν δὲ λίθων φαιδρότητα· ὕλη δὲ εἰς ὀροφὰς ἐτέμνετο, πλοῦτος δὲ εἰς τὴν οἰκο‐
5δομίαν ἐξεχεῖτο.
Or
.

11

.

90

ὑπογράφων δὲ τὸ ἄστυ τοὺς μὲν ἐλέφαντας κατὰ τὴν χώραν διίστη τῶν ἐσομένων πύρ‐
γων, στοῶν δὲ καὶ στενωπῶν μῆκός τε καὶ εὖρος τεμνόμενος πυροῖς ἐχρῆτο πρὸς τὴν τομήν, οὓς ἄγουσαι
5νῆες εἱστήκεσαν ἐν τῷ ποταμῷ.
Or
.

11

.

91

καὶ ταχὺ μὲν ἡ πόλις ἤρετο, ταχὺ δὲ τὸ ποιηθὲν ἐπίμπλατο τῶν τε ἐκ τῆς Ἰώνης εἰς αὐτὴν καταβάντων Ἀργείων καὶ Κρητῶν καὶ τῶν ἀφ’ Ἡρακλέους, οἷς ἦν, οἶμαι, συγ‐
5γένεια Σελεύκῳ κατὰ τὸν παλαιὸν Τήμενον, καὶ τῶν ἑπομένων αὐτῷ Σελεύκῳ στρατιωτῶν τῇδ’ ἑλομένων οἰκεῖν.
Or
.

11

.

92

Ἀντιγονίαν δὲ αὐτὴν μὲν ἠφάνισεν, ἀνδρὸς δυσμενοῦς ὑπόμνημα, τὸ δὲ πλήρωμα δεῦρο μετέστησεν, ἐν οἷς ἦσαν καὶ Ἀθηναῖοι. οὗτοι δὲ οἱ μεταστάντες τὸ μὲν πρῶτον ἔδεισαν, μὴ τῆς πρὸς Ἀντίγονον ὀργῆς
5ἀπολαύσειαν, ὡς δὲ ἔγνωσαν ἐπ’ ἀμείνοσι μετακομι‐ σθέντες, τιμῶσιν εἰκόνι χαλκῇ τὸν Σέλευκον ταύρου κέρατα τῇ κεφαλῇ προσθέντες, τοῦτο δὴ τὸ γνώρισμα τῆς Ἰοῦς.
Or
.

11

.

93

Σελεύκου μὲν οὖν ἡ πόλις ἐπώνυμος, τοὔνομα δὲ ἀπὸ τοῦ πατρὸς Ἀντιόχου, καὶ ὑπὸ μὲν τούτου δεδημιούργηται, τῷ δὲ ἔσωσε τὴν μνήμην· ὃν
γὰρ τῶν ἑαυτοῦ τιμιώτατον ἦγε, τούτῳ τῶν ἔργων
5τῶν ἑαυτοῦ τὸ ἐντιμότατον ἔνειμε.
Or
.

11

.

94

καὶ τὸ προ‐ άστειον τοῦτο δὴ τὸ πολυύμνητον, τὴν Δάφνην, Σέλευκος εἰς ἱεροῦ μοῖραν κατέστησεν ἀνεὶς τῷ θεῷ τὸν χῶρον, ἐπειδὴ τὸν μῦθον ἔργον εὗρεν. Ἀπόλλων
5γὰρ Δάφνης ἐρασθεὶς οὐ πείθων ἐδίωκεν· ὡς δὲ δι’ εὐχῆς μετέβαλεν εἰς φυτόν, στέφανον ποιεῖται τὰ παι‐ δικά.
Or
.

11

.

95

ταυτὶ μὲν ᾄδεται, Σελεύκῳ δὲ ἡ θήρα τοῦ λόγου τὴν ἀλήθειαν ἐξέφηνεν· ὁ μὲν γὰρ κύνας ἄγων καὶ ἵππον ἐλαύνων μετῄει τὴν ἄγραν. ὡς δὲ ἧκε παρὰ τὸ δένδρον, ὃ πρότερον ἦν ἡ παρθένος, ὁ μὲν ἵππος
5ἑστὼς κρούει εἰς τοὔδαφος τῇ ὁπλῇ, ἡ γῆ δὲ ἀκίδα χρυσῆν ἀνέπεμψεν.
Or
.

11

.

96

ἡ δὲ ἐδήλου γράμμασι τὸν δεσπότην· Φοίβου γὰρ ἐνεγέγραπτο. πρὸς γάρ, οἶμαι, τὴν μεταβολὴν τῆς κόρης ἀλγήσας ἐξέχεε τοὺς οἰστούς, ἡ δὲ ἀκὶς ἑνὸς διαλυθεῖσα κρύπτεται τῇ γῇ καὶ ἐφυ‐
5λάττετο Σελεύκῳ παραίνεσις εἰς τὸ κοσμῆσαι τὸν τόπον καὶ νομίσαι τοῦθ’ ὅπερ ἦν, ἱερὸν Ἀπόλλωνος.
Or
.

11

.

97

θαῦμα
μὲν οὖν καὶ τὸ ἐν Ἑλικῶνι κρήνην [ἵππου κρήνην] ἐκδοθῆναι, φασί, Πηγάσου τῷ ποδὶ τὴν πέτραν πλή‐ ξαντος, τοσούτῳ δὲ τοῦτο θαυμαστότερον, ὅσῳ μᾶλλον
5εὔλογον πηγὰς ἐκ γῆς ἢ ἀκίδας ἐκπηδᾶν.
Or
.

11

.

98

Σέλευ‐ κος δὲ ὁμοῦ τε ταύτην ἀνῃρεῖτο καὶ δράκοντα φερό‐ μενον ἀντιπρόσωπον ἑώρα μετεώρῳ συρίττοντα τῇ κεφαλῇ. ὁ δὲ ὡς ἐπέλασεν, ἥμερον εἰς αὐτὸν ἰδὼν
5ἠφάνιστο. προστεθέντος δὴ τοῦ δράκοντος τοῖς ἀπὸ τῆς γῆς ἐκφανεῖσι μείζων ἡ πίστις, ὡς ὁ θεὸς ἐμβα‐ τεύοι τὸν τόπον. καὶ αὐτίκα τέμενός τε ἀπεδέδεικτο καὶ φυτὰ καὶ νεὼς ἐδέχετο καὶ ταχὺ τὸ ἄλσος ἔθαλλε καὶ ἀραῖς ἰσχυραῖς ἐφρουρεῖτο.
Or
.

11

.

99

καὶ πάντα ἦν ἡ Δάφνη Σελεύκῳ. πρὸς γὰρ τοῖς εἰς ὄψιν ἐλθοῦσι φάσμασιν ἔτι καὶ χρησμὸς αὐτὸν ἦγεν, ὃν παρὰ τὴν δυσκολίαν ἐκ Μιλήτου δεξάμενος ἀνεθάρρησεν, ὃς τήν
5τε μέλλουσαν ὑπισχνεῖτο τύχην καὶ λαβόντι τὴν Σύρων ἀρχὴν Δάφνην αὐτῷ ποιεῖν ἱερὰν ἐπέταξεν.
Or
.

11

.

100

οὕτω δὴ τὰ περὶ τοὺς θεοὺς κατεσκευασμένος καὶ ὅθεν ἄξιον ἀρξάμενος, ἀπὸ κρηπῖδος ὁρμηθεὶς παρεχούσης ἐλπί‐ δας, τῆς τε ἐκείνων εὐνοίας λέγω καὶ τῆς ἡμετέρας
5πόλεως, μεστὸν ἀπέφηνεν ἄστεων τῆς γῆς τὸ κράτιστον ἡμερῶν τὴν ἔρημον· οὐ γὰρ εἰς τρυφὴν ἄρα τὴν ἡμε‐ τέραν ᾤκισεν, ἀλλ’ εἰς ἑτέρων πόλεων ἀφορμήν, ὥστε ἀντὶ τῶν σταθμῶν αἱ πόλεις τοῖς ὁδοιπόροις ἔστησαν.
Or
.

11

.

101

οἱ μὲν γὰρ ἄλλοι βασιλεῖς τῷ τὰς οὔσας καθελεῖν σεμνύνονται, τὸν δὲ τὸ τὰς οὐκ οὔσας ἐγεῖραι κεκό‐ σμηκεν· ὃς τοσαύτας ὑπὲρ γῆν ἔστησεν, ὥστ’ ἀρκέσαι καὶ πρὸς ὁμωνυμίαν τῶν ἐν Μακεδονίᾳ καὶ πρὸς ἐπω‐
5νυμίαν τῶν ἐν τῇ συγγενείᾳ κλήσεων καὶ πολλάς γε μιᾶς προσηγορίας ἐπωνύμους ὁρᾶσθαι [καὶ] καθ’ ἑκά‐ τερον γένος, ἀνδρῶν λέγω καὶ γυναικῶν.
Or
.

11

.

102

εἰ γὰρ αὖ κρίνειν τις αὐτὸν ἐθέλοι πρὸς Ἀθηναίους καὶ Μι‐ λησίους, οἳ πλείστας ἀποικίας στεῖλαι δοκοῦσι, πλειό‐ νων τ’ ἂν οἰκιστὴς φανείη καὶ τῷ καθ’ ἑκάστην μεγέθει
5τοσοῦτον νικῶν, ὥστε μίαν ἡντινοῦν ἀνταξίαν εἶναι δέκα. ἔξεστι μὲν ἐπιόντι Φοινίκην τὰς ἐκείνου πόλεις ὁρᾶν, ἔξεστι δὲ ἐπιόντι Συρίαν ταυτηνὶ τὰς ἐκείνου καὶ πλείους καὶ μείζους ὁρᾶν.
Or
.

11

.

103

ἐξέτεινε δὲ τοῦτο τὸ καλὸν ἕως Εὐφράτου καὶ Τίγρητος, περιλαβὼν δὲ Βαβυλῶνα πόλεσι πανταχόθεν ἐγκατέσπειρε καὶ τῇ
Περσίδι καὶ ὅλως οὐδένα τόπον ἐπιτήδειον δέξασθαι
5πόλιν ἀφῆκε γυμνόν, ἀλλ’ ἑλληνίζων διετέλεσε τὴν βάρβαρον.
Or
.

11

.

104

οὐ μὴν ὥσπερ ἐπὶ ταύτῃ πολλὰς ᾤκι‐ σεν, οὕτως ἔστιν εἰπεῖν, ὡς πρὸ ταύτης ἑτέραν ἔθετο, ἀλλ’ αὐτός τε ἐνταῦθα τὸ σκῆπτρον ἱδρύσατο καὶ ταύτῃ κατὰ τῶν ἄλλων τὸ ἴσον ἔδωκεν, ὥσπερ θεραπαίνας
5αὐτῇ τὰς ἄλλας οἰκοδομούμενος καὶ βασιλείοις πρεπω‐ δεστέραν ἑτέραν οὐχ ὁρῶν.
Or
.

11

.

105

Ἐν τοιούτοις τοίνυν ἔργοις καὶ βιοὺς καὶ τελευτήσας οὐκ εἰς φαυλοτέρους τὸν κλῆρον παρέπεμ‐ ψεν, ἀλλ’ ἀγαθοί τε ἐξ ἀγαθῶν πάντες ἔφυσαν καὶ ζηλοῦντες ἀεὶ παῖδες πατέρας τῇ τε ἄλλῃ καὶ τῷ πρὸς
5τὴν πόλιν ἔρωτι διεδείχθησαν.
Or
.

11

.

106

ἐπιστὰς δὲ ἐπὶ τὰ τούτων ἔργα καὶ βλέπων ὥσπερ ἔκ τινος περιωπῆς ἐν κύκλῳ τὴν ἀνδραγαθίαν ἑκάστου οὔτε τὴν σιγὴν δικαίαν ἡγοῦμαι τῶν ἀρετῶν οὔτε τὴν ἀφήγησιν ἐν
5δυνατῷ· τὸ μὲν γὰρ βλάπτοντος ἂν εἴη τούς τε ἀρχη‐
γέτας καὶ τὸν ἔπαινον, τὸ δὲ μεῖζον ἢ 〈κατὰ〉 πολλὰ στόματα καὶ σοφιστῶν χορὸν ὡς οἷόν τε μέγιστον.
Or
.

11

.

107

τίς οὖν εὕρηται πόρος ἐν ἀπορίᾳ τοσαύτῃ; τῶν μὲν μνησθῆναι, τοὺς δὲ ὑπερβῆναι, μᾶλλον δὲ τῶν μὲν οὐ πάντα εἰπεῖν, ἀλλ’ ἐκ πολλῶν ὀλίγα διελθεῖν, περὶ δὲ τῶν ἰσχυρισάμενον, ὡς οὐ χείρους τῶν εἰρη‐
5μένων, κελεῦσαι τοὺς ἀκροωμένους ἐν ταῖς συγγραφαῖς δοκιμάζειν μου τὸν λόγον.
Or
.

11

.

108

Ἀντιόχῳ τοίνυν τῷ Σελεύκου παιδὶ πόλεμος μὲν οὐδεὶς ἐπολεμήθη, τὸ γὰρ δυσμενὲς ἅπαν ἐπτήχει τῷ φόβῳ, σὺν εὐδαιμονίᾳ δὲ πρὸς γῆρας ἐλθόντι τῷ παιδὶ τὴν ἀρχὴν ὑπῆρξεν οὐκ ἐλάττω παραδοῦναι.
5τούτῳ δὲ καὶ αὐτῷ τὰ μὲν ὅπλα ἡσύχαζεν οὐκ οὔσης ἀνάγκης, θαῦμα δέ τι συνέβαινε τῆς ἄκρας εὐφημίας τῇ πόλει.
Or
.

11

.

109

κηδεύει μὲν γὰρ Πτολεμαίῳ τῷ τῆς Αἰγύπτου βασιλεῖ, Πτολεμαῖος δὲ ἥκων ἐνθάδε καὶ τὸ κάλλος τῆς Ἀρτέμιδος ἐκπλαγεὶς ἐβουλήθη τῆς ἐκείνου χώρας εἶναι τὸ ἄγαλμα καὶ λαβὼν ἀπῆγεν. ἡ δὲ θεὸς
5ἐκεῖ μὲν ἐθεραπεύετο, τῆς δὲ ἡμετέρας ἐπεθύμει καὶ νόσῳ τὴν γυναῖκα τοῦ μεταστήσαντος ἤλαυνε διδά‐ σκουσα τοῖς ὀνείρασιν, ἀνθ’ ὅτου ταῦτα ποιοῖ. πέμ‐
πεται δὴ πάλιν ὑπὸ τῶν κεκινηκότων καὶ τὸν μὲν νεὼν τὸν ἀρχαῖον κομίζεται, τοὔνομα δὲ αὐτῇ πρὸς τὸ ἔργον
10μεταβάλλεται καὶ Ἐλευσινία προσαγορεύεται.
Or
.

11

.

110

Θαῦμα τοίνυν ἕτερον ἐπὶ τῆς αὐτῆς βασιλείας παραπλήσιόν τε καὶ οὐ παραπλήσιον τῷ προτέρῳ· τῷ μὲν γὰρ εἶναι περὶ θεοὺς συμφέρεται, τῇ δὲ τῶν ξένων δεῦρο μεταστάσει διέστηκε. σαφὲς δὲ ὅ φημι ποιήσω.
Or
.

11

.

111

ἐν Κύπρῳ θεοὶ τιμώμενοι τὴν Κύπρον ἐξ ὅσουπερ ἦν κληρουχοῦντες οὗτοι τῆσδε τῆς χώρας ἐπεθύμησαν καὶ ἠπείγοντο μετοικεῖν. ἐμβαλόντες οὖν τὴν πόλιν εἰς χρείαν τοῦ Πυθοῖ μαντείου πείθουσι
5τὸν Ἀπόλλω λύσιν μίαν τῶν δυσχερῶν ἀνελεῖν, τὴν τῶν ἐν Κύπρῳ θεῶν ὡς ἡμᾶς μετοίκησιν.
Or
.

11

.

112

καὶ πέμπει δὴ δι’ ὧν ἤλπιζε δράσειν τοῦτο ὁ βασιλεὺς εἰς τὴν νῆσον. ὡς δ’ οὔτ’ ἀφελέσθαι φανερῶς ἐνῆν οὔτε διορύξασι λαθεῖν, μηχανῶνται τοιόνδε τι· ἔφασαν βού‐
5λεσθαι κατ’ ἴχνος τῶν αὐτόθι θεῶν δημιουργῆσαι τύπους. τῶν δὲ ἐφέντων φιλοπόνως νύκτα καὶ ἡμέραν ἔξεον, οἱ δ’ ἱερεῖς ἀνεπαύοντο. τοῖς δημιουργοῖς δὲ πρὸς τοσοῦτον διηκριβώθη τὸ τῆς μιμήσεως, ὥστε τὰ μὲν ἀνασπάσαντες, τὰ δὲ ἀντικαταστήσαντες ἐνέβαινον
10εἰς τὰς ναῦς ἐν ὀφθαλμοῖς Κυπρίων, τὰ παλαιὰ μὲν ὡς νεουργὰ φερόμενοι, τὰ δὲ ἄρτι δεξάμενα τὴν τέχνην ἐν τῇ δόξῃ τῶν ἀρχαίων ἀφέντες.
Or
.

11

.

113

τοῦτο δὲ ἦν ἄρα οὐ τῆς τῶν ἀγαλματοποιῶν ἀρετῆς, τῆς δὲ τῶν θεῶν πρὸς τὸν ἔκπλουν ἐπιθυμίας, ὑφ’ ἧς ἐνέθηκαν ταῖς χερσὶ τῶν δημιουργῶν πλέον τι τοῦ δυνατοῦ.
5καίτοι τί τοσοῦτον εἰς δόξαν, ἢ χώραν προσλαβεῖν ἢ στῆσαι τρόπαιον ἢ κατακόψαι φάλαγγας ἢ ζωγρήσαντα πολεμίους ἄγειν, ἡλίκον τὸ τοὺς θεοὺς τῇδε νομίζειν αὑτοῖς προσήκειν διαιτᾶσθαι;
Or
.

11

.

114

Καὶ γὰρ δὴ καὶ τὸ τούτου ἐχόμενον εἰς τὴν αὐτὴν ἀπόδειξιν φέρει συμβὰν εὐθὺς ἐπὶ τοῦ μετ’ αὐτὸν ἄρχοντος. ἡ γὰρ δὴ Ἶσις, τὸ βούκερων ἄγαλμα τὸ Αἰγύπτιον, ἀφεῖσα τὴν Μέμφιν δεῦρο μετοικίζεται
5κινήσασα μὲν ὀνείρασι Σέλευκον τὸν ἀπὸ τοῦ Σελεύκου τέταρτον εἰς τὴν ἑαυτῆς μετάπεμψιν, κινήσασα δὲ Πτο‐ λεμαῖον εἰς ἕτοιμον τῆς θεοῦ δόσιν, καὶ νῆες εὐτρεπεῖς, καὶ τὸ ἄγαλμα ἤγετο.
Or
.

11

.

115

καὶ καταγώγιον ἦν τῶν κρειττόνων ἡ πόλις, ὥστε καὶ πρὸς τὸν Ὄλυμπον ὑπάρχειν ἡμῖν ἐρίζειν, εἰ βουλοίμεθα. ἡ μὲν γὰρ αὐτόθι τῶν θεῶν διατριβὴ ποιητῶν ἐστι φήμη, τὰ δ’ αὖ παρ’
5ἡμῖν ὀφθαλμοὺς ἔπεισε.
Or
.

11

.

116

καὶ συμπροῆλθε τὰ ἔργα
τῷ χρόνῳ, ἐπεὶ καὶ τῆς Ῥωμαίων ἰσχύος ἤδη πάντα ἐπισχούσης τοῦτό γε οὐ μετέπεσε τῇ πόλει, ἀλλ’ ἔπα‐ θον μέν τι πρὸς τὸν Κάσσιον ἐκεῖνοι Δία τοιοῦτον,
5οἷον Πτολεμαῖος περὶ τὴν Ἄρτεμιν, καὶ μεθίστασαν, ὁ δὲ κεραυνοὺς ἐφ’ ἅπαντα ἀφιεὶς ἐνέκειτο τὴν ἐπάνοδον αὑτῷ παρασκευάζων καὶ ἀνέστρεφεν.
Or
.

11

.

117

οὐκοῦν οἱ μὲν ἑτέρωθι φαίνονται βουληθέντες ὡς ἡμᾶς ἐλ‐ θεῖν, οἱ δὲ παρ’ ἡμῖν οὐκ ἀνασχόμενοι τὴν ἑτέρωσε μετάστασιν, ἀλλὰ τῷ κάλλει μὲν ἔρωτας ἐφ’ ἑαυτοὺς
5ἀνάψαντες, αὐτοὶ δὲ ὃ τοὺς ἄλλους ἐποίουν, πρὸς ἡμᾶς πεπονθότες καὶ ὑπὸ μὲν τῶν ἐραστῶν ἑλκόμενοι, τῆς δ’ ἐρωμένης γῆς ἀνθαπτόμενοι πάλιν. τοσαύτη φιλο‐ χωρία μὲν εἶχε τοὺς ἡμετέρους δαίμονας, ἐπιθυμία δὲ τοὺς ξένους ἡμετέρους γενέσθαι.
Or
.

11

.

118

Καὶ ἐμήκυνα τὸν περὶ τῶν κρειττόνων λόγον ὡς οὐκ οὔσης ἑτέρας ἀμείνονος ἐγκωμίων μερίδος οὔθ’ ἡμῖν οὔτ’ ἄλλων ἀνθρώπων οὐδέσιν. εἰ δέ τις ἥδιστον ἄκουσμα τὰ δι’ ὅπλων ἔργα νομίζει, πολλὰ τρόπαια
5τοῖς προγόνοις ἀπὸ πολλῶν ἕστηκεν αὐτοῖς ἐξιοῦσιν, οἷος ὁ τῶν τότε πολέμων τρόπος.
Or
.

11

.

119

καὶ τὰ μὲν ἄλλα τί δεῖ λέγειν; ἀλλ’ Ἀντίοχος ὁ μέγας ὄνομα λαβὼν ἀπὸ τοῦ μεγάλοις ἐπιχειρεῖν τε καὶ ἐξαρκεῖν, μικρὸν ἡγησάμενος σώζειν τὰ ὄντα προσθήκην ἐπινοεῖ τοῖς
5οὖσι. καὶ τοῦτο μὲν τὴν νεωτέραν τῆς πόλεως μοῖραν οὐ πολλῷ τῳ φαυλοτέραν τῆς ἀρχαίας, ἣν ὁ ποταμὸς περιλαμβάνει, προσκατασκευάζεται γένος μὲν Ἑλληνι‐ κὸν εἰσάγων, Αἰτωλοὺς καὶ Κρῆτας καὶ Εὐβοεῖς, τείχει δὲ τὴν ἅπασαν ἀσφάλειαν παρασχών.
Or
.

11

.

120

ὥσπερ δὲ τὸ μέτρον τῆς πόλεως ἐπὶ μεῖζον ἐξῆγεν, οὕτω καὶ τοὺς τῆς ἀρχῆς ὅρους ἐπὶ πλεῖον ἔτεινεν, ὥσπερ ηὐξημένῳ σώματι μείζω χιτῶνα ὑφαινόμενος. καὶ παρα‐
5λαβὼν τῶν οἰκητόρων δι’ ὅσων ἤλπιζεν ἢ φόβῳ πάντα ἕξειν ἢ νόμῳ χειρῶν, ἤλαυνε τὴν ἐν ποσὶν ἀεὶ κτώμε‐ νος τῶν μὲν ἑκόντων προσχωρούντων, τῶν δὲ ἐν ταῖς ἥτταις ὅτι μὴ χρῆν ἀνταίρειν παιδευομένων.
Or
.

11

.

121

καὶ μετὰ τοιούτου σχήματος ἕως Ἰωνίας ἀνέβη δεικνὺς ἔν τε βουλαῖς καὶ πράξεσι τὸν μέγαν Ἀντίοχον καὶ ὡς οὐκ ὀνόματος εὐφημίαν ἔφερε κενήν, ἀλλ’ ἐξ αὐτῶν
5ὧν ἔπραττε τοῦτο ἦν ἀκούειν ἄξιος. ἐξ ὧν φόροι τε ἡμῖν ἐφοίτων καὶ τοῖς τοῦ πολέμου δώροις ἡ πόλις ἐκοσμεῖτο τῶν μὲν ὑπηκόων ἐπιμελουμένη, τοὺς δὲ ἀνθισταμένους καταστρεφομένη, ἔπειτα καὶ τούτοις ἀντ’ ἀγαθοῦ δαίμονος γιγνομένη, δυοῖν παριοῦσα τὴν Περ‐
10σικὴν δυναστείαν, ἰσχύι τε καὶ τῷ τῆς προστασίας ἤθει.
Or
.

11

.

122

Ἕτερος Ἀντίοχος γίγνεται βασιλεύς, εἰρηνικός
τε ὁμοῦ τὸν τρόπον καὶ πολεμικός, τῇ μὲν χαίρων, εἰ μή τις θρασύνοιτο, πρὸς δὲ ἐκεῖνον εὔψυχος, εἴ τις ἐπαναγκάζοιτο, καὶ οὔτε τῇ τῆς ἡσυχίας ἡδονῇ τοῖς ἀδι‐
5κοῦσιν εἴκων οὔτε τῷ κρατεῖν ἐν πολέμοις τὴν ἡσυχίαν ἀτιμάζων, ἀλλ’ εἰδώς, εἴπερ τις ἀνθρώπων, ὅπλα τε ἁρπάσαι μετὰ τοῦ καιροῦ καὶ καταθέσθαι πάλιν.
Or
.

11

.

123

ὃς ἐπειδὴ λῃστικὸν ἐν τῷ Ταύρῳ συνειστήκει καὶ Μυσῶν λείαν ἐποίει Κίλιξι τὰ πράγματα καὶ μετὰ τῶν ἄλλων προσαπώλλυ τὰς ἐπιμιξίας ἀνθρώπων, ἐλθὼν
5ἐπ’ αὐτοὺς ὀξύτερον ἐξέκοψεν ἢ Μίνως ἐκ τῶν Κυκλά‐ δων τοὺς Κᾶρας, καὶ ταῖς πόλεσιν ἀπέδωκεν ἀλλήλαις χρῆσθαι καὶ τὸν ἐπικείμενον φόβον ἐκβαλὼν ἀνέῳξε τὰς ὁδοὺς τοῖς ἐμπόροις· ἀνθ’ ὧν ὑπὸ τῶν εὖ παθόν‐ των ἵστατο χαλκοῦς ταῦρον κεχειρωμένος δηλοῦντος
10τοῦ ζώου τὸ ὁμώνυμον ὄρος.
Or
.

11

.

124

Ἔχων δὴ καὶ τῶν λοιπῶν βασιλέων οὐκ ὀλίγα διελθεῖν, φεύγων ὅπερ ἔφην, τὸ τῷ μήκει διοχλεῖν, ἐκεῖνο λέγω, ὅτι ὥσπερ τὰς προσηγορίας ἀλλήλων, οὕτω
καὶ τὰς τῶν τρόπων ἀρετὰς διεδέξαντο, οἱ μὲν ἐν
5ἡσυχίᾳ τὴν πόλιν τηρήσαντες, οἱ δὲ ἐν πολέμοις λαμ‐ πρὰν ἀποφήναντες, πάντες δὲ ἓν ἐκεῖνο ταὐτὸ φρονή‐ σαντες, τὸ ἧς ἕκαστος παρελάμβανε μείζω παραδοῦναι τὴν πόλιν.
Or
.

11

.

125

ὁ μέν τις Μίνωος ἱερὸν ἐποίησεν, ὁ δὲ Δήμητρος, ἄλλος Ἡρακλέους, ἕτερος ἑτέρου, καὶ τῷ μὲν ἐδημιουργεῖτο θέατρον, τῷ δὲ βουλευτήριον, ὁ δὲ ὁδοὺς ἐλέαινεν, οἱ δὲ τὰ Νυμφῶν ὀχετοῖς ἐκόμιζον,
5οἱ μὲν ἐκ προαστείων εἰς τὴν πόλιν, οἱ δὲ εἰς τὸ νεώτερον μέρος ἐκ τῶν πηγῶν, αἷς ἡ παλαιτέρα βρύει, νεώς τε ἐπὶ νεῷ κατεσκευάζετο καὶ τὸ πλεῖστον ἦν τῆς πόλεως ἐν τοῖς ἱεροῖς· τὸ γὰρ αὐτό, κόσμος τε τῇ πόλει καὶ φυλακή, τῶν θεῶν τὰ ἀνάκτορα.
Or
.

11

.

126

ἀλλὰ γὰρ τοὺς χόας τῆς θαλάττης μετρεῖν 〈ῥᾷόν〉 ἐστιν ἢ τῷ λόγῳ πειρᾶσθαι περιλαμβάνειν, ὅσαις ἕκαστος προσ‐ θήκαις ἐπὶ μεῖζον ἦρε τὴν πόλιν. διὸ τῶν ἀδυνάτων
5ἀποστὰς τὴν ἐπίκλησιν ἑκάστου σημεῖον ποιήσομαι τοῦ τρόπου. τῷ μὲν γὰρ ἐγένετο Σωτήρ, τῷ δὲ Θεός, τῷ
δὲ Καλλίνικος, τῷ δὲ Μέγας, τῷ δὲ Φιλοπάτωρ, τῷ δὲ Ἐπιφανής, καὶ οὐκ ἔστιν ὃς ἄμοιρος ὤφθη τῆς ἀπὸ τοιούτων μαρτυρίας.
Or
.

11

.

127

καίτοι εἰ ταῖς Ἀθήναις σεμνὸν τὸ τῶν πολιτευομένων παρ’ αὐτοῖς τὸν μὲν δίκαιον κληθῆναι, τὸν δὲ ἕτερόν τι, πόσον γε τῇ ἡμε‐ τέρᾳ γίγνεται τὸ τοὺς βασιλεῖς τοιούτων προσρημάτων
5ἀξίους ὀφθῆναι, καὶ ταῦτα οὐ δύο τινάς, ἀλλ’ ἐφε‐ ξῆς ἅπαντας καί, τὸ ἔτι μεῖζον, εἰς τοσοῦτον ἥκοντας ἀριθμοῦ;
Or
.

11

.

128

Οὐ μόνον δὲ ἄρα τῶν ἀρχόντων τὰ κράτιστα ἀπελαύσαμεν, ἀλλὰ καὶ τῶν ἐκείνων γυναικῶν, αἳ τοὺς ἱστοὺς ὑπερβᾶσαι κρείττους ἐγένοντο τῆς φύσεως εἰς τὴν πόλιν, φροντίδας ἀνδράσι προσηκούσας ὑπομένου‐
5σαι, αἱ μὲν βοηθοῦσαι τοῖς περὶ τὰς ταφὰς νόμοις, αἱ δὲ τοὺς μὲν θεοὺς ἱεροῖς τιμῶσαι, τὴν δὲ πόλιν τιμῇ κοσμοῦσαι, καθάπερ οὐκ ἐπὶ παίδων γοναῖς μόνον συνοικοῦσαι τοῖς ἀνδράσιν, ἀλλὰ καὶ ὅπως μιμοῖντο τὰ ἐκείνων περὶ τὴν πόλιν.
Or
.

11

.

129

Ἕως μὲν οὖν ἐδόκει τῷ δαίμονι τῇ Μακεδό‐
νων γνώμῃ τὴν Ἀσίαν εὐθύνειν, ἥδε ἦν αὐτοῖς τῆς δυναστείας οἷον ἀκρόπολις, καὶ τύχῃ τε ἀγαθῇ συνέζων ἐνθάδε καὶ τοῖς ἁπανταχόθεν τήνδε ἐπήσκουν· ἐπεὶ
5δὲ τὴν μὲν ἐκείνων ἀρχὴν ἔστησεν ὁ θεός, τῇ δὲ Ῥω‐ μαίων οἷον σειρᾷ χρυσῇ τὰ πάντα ἐζώννυ, ταχέως μὲν ᾔσθετο τῆς ἐν οὐρανῷ βουλῆς, ἀψοφητὶ δὲ τὴν μετα‐ βολὴν ἐδέξατο. ὧν δὲ ἀναγκαῖον ἦν γενέσθαι καὶ μεμαχημένην, τούτοις ἀμαχεὶ προσέθετο καθαρὸν δυσμε‐
10νείας τὸν μέλλοντα παρασκευάζουσα χρόνον καὶ οὐ διδοῦσα πρόφασιν μνησικακεῖν.
Or
.

11

.

130

τοιγαροῦν ἀντὶ ταύτης τῆς διανοίας τοιαύτης ἀπέλαυσε τῆς τῶν ἡγε‐ μόνων προνοίας, ὥστε γένει μόνον ἔδοξε μεταβεβλῆσθαι τὸ τῆς ἀρχῆς· ὡς ἥ γε τῶν ἀγαθῶν φορὰ δι’ ἴσου
5παρῆν, καθάπερ οὐχ ἑτέρων μὲν κτισάντων τὴν πόλιν, ἑτέρων δὲ παρειληφότων, ἀλλὰ Ῥωμαίων ἃ τὸ πρῶτον ἐποίησαν ἐχόντων καὶ τὴν ἀναγκαίαν εὔνοιαν πρὸς τὰ αὑτῶν ἔργα σωζόντων. οὕτως αὐτοῖς τήν τε ὑπάρ‐ χουσαν ἀξίωσιν ἐτήρησαν καὶ ὅση παρ’ αὐτοῖς νενό‐
10μισται προσέθεσαν καὶ τὸ μητρόπολιν εἶναι τῆς Ἀσίας οὐκ ἀπεστέρησαν.
Or
.

11

.

131

Πρὸς μὲν οὖν τοὺς οἰομένους οὐ πάλαι τὴν πόλιν ἡμῖν ἐν λόγῳ καθεστάναι ταῦτα εἰρήσθω· πρὸς
δὲ τοὺς ἀπὸ λαμπροῦ σχήματος κατενεχθῆναι τὰ παρ‐ όντα δεικνύσθω, φθόνος δὲ μὴ βάλοι τὸν λόγον. αἱ
5μὲν γάρ, ὥσπερ στρατιῶται γεγηρακότες, τὰ παλαιὰ σφῶν αὐτῶν ᾄδουσαι τοῖς παροῦσι στένουσιν, ἡμῖν δὲ ἐφάμιλλα τοῖς ᾀδομένοις τὰ ὁρώμενα, καὶ οὐ διηγή‐ σασθαι μᾶλλον ἔστιν ἢ δεῖξαι.
Or
.

11

.

132

Σκοπείτω δέ τις, ὥσπερ ἐν μουσικῇ, τὴν πόλιν εἰ διὰ πάντων ἥρμοσται, ἢ νὴ Δία, ὥσπερ ἄγαλμά τι τῶν ὀνομαστῶν, εἰ μὴ τὸ δέον ἐξ ἡμισείας, ἀλλ’ ὡς ἔνι μάλιστα τελεώτατα παρέχεται.
Or
.

11

.

133

Καὶ πρῶτον μὲν τὴν βουλὴν σκοπῶμεν, ἐπειδὴ καὶ τὸ πᾶν σχῆμα τῆς πόλεως, 〈ἐπὶ ταύτησ〉 ὥσπερ ἐπί τινος ῥίζης, ἕστηκε. μόνη τοίνυν αὕτη μεγίστη τῶν ἁπανταχοῦ καὶ ἀρίστη, πατέρας καὶ πάππους καὶ ἐπι‐
5πάππους καὶ ἔτι περαιτέρω τῆς αὐτῆς τάξεως κατα‐ λέγειν ἔχοντες, διδασκάλοις τῆς εἰς τὴν πόλιν εὐνοίας τοῖς γονεῦσι κεχρημένοι, μετὰ τῆς οὐσίας ἕκαστος παρει‐ ληφώς, ὅτι χρὴ τὴν οὐσίαν τῷ κοινῷ κεκτῆσθαι.
Or
.

11

.

134

οὗτοι γὰρ διὰ μὲν εὐδαιμονίαν πατρῷα ἐκληρο‐ νόμησαν, διὰ δὲ φιλοτιμίαν πλεῖστα ἀνηλώκασι, διὰ δὲ φιλεργίαν πολλὰ κέκτηνται, τοῦ πλούτου μὲν τὰς ἀρχὰς ἀμέμπτους ἔχοντες, λαμπρότητι δὲ πάσῃ πρὸς τὰς λει‐
5τουργίας χρώμενοι, προνοίᾳ δὲ τὴν πενίαν φεύγοντες, ἥδιον μὲν δαπανώμενοι περὶ τὴν πόλιν ἢ κερδαίνουσιν ἕτεροι, οὕτω δὲ πρὸς τὴν δαπάνην ἀφειδῶς ἐξορμῶντες, ὥστ’ ἤδη φόβον, μὴ πρὸς ἔνδειαν ὑπενεχθῶσι, παρι‐ στάναι, ἐν πολυτρόποις εἴδεσι τὰς ἀναλώσεις ποιού‐
10μενοι, νῦν μὲν τὸ πλῆθος διατρέφοντες ἐν ταῖς χρείαις καὶ ἐπιδόσεσι τὰς τῆς γῆς ἐνδείας ἀφανίζοντες, ἀεὶ δὲ τὴν πόλιν ἅπασαν λουτρῶν τε ἀπολαύσει καὶ θεαμά‐ των χάρισιν ὠφελοῦντές τε καὶ ψυχαγωγοῦντες, ἔτι ζῶντες εἰσάγοντες εἰς τὸ λειτουργεῖν τοὺς παῖδας
15καὶ τὴν ἐκ τῶν νόμων ἀτέλειαν ταῖς μεγαλοψυχίαις εἰς τέλος ἄγοντες, φαιδρότεροι τῶν οὔπω κεχορηγηκότων οἱ τὰ αὑτῶν ἀνηλωκότες.
Or
.

11

.

135

ὃ γὰρ ἀλλαχοῦ τῷ κερ‐ δαίνειν ἕπεται, τοῦτο τῇδε τῷ δαπανᾶσθαι συνέζευκται, καὶ μᾶλλον ἄν τις αἰσχύνοιτο πλουτῶν ἐκ τοῦ φεύγειν τὸ λειτουργεῖν ἢ τὴν οὐσίαν ἐλάττω ταῖς λειτουργίαις
5ποιῶν. ὥσπερ γὰρ θεῶν τινα ἐγγυητὴν ἔχοντες, ὅτι ὧν ἂν πρόωνται διπλάσια παρὰ τῆς Τύχης ἀφίξεται,
οὕτως ἐκκεχυμένως ἀναλίσκουσιν εἰς ἀγῶνας ἱππικούς τε καὶ γυμνικούς, οἱ μὲν ἀξίως τῶν ὄντων σφίσιν, οἱ δὲ μειζόνως ἢ κατὰ τὰ ὄντα σφίσιν.
Or
.

11

.

136

ἀγώνισμα δὲ ἑκάστῳ τῶν ἐν αὐτῷ τῷ λειτουργεῖν ἐστι τὸ τὸν μὲν ἔμπροσθεν ὑπερβῆναι, τῷ δὲ ἑπομένῳ τὴν ἅμιλλαν ἀποκλεῖσαι καὶ τὰ μὲν ἀεὶ ποιούμενα κάλλιον δεῖξαι,
5τοῖς δὲ εἰωθόσι καινὰ προσθεῖναι.
Or
.

11

.

137

μόνοις δὲ παρ’ ἡμῖν πλείων ἔρις ὑπὲρ τοῦ λαβέσθαι λειτουργίας ἢ παρ’ ἑτέροις ὑπὲρ τοῦ διαδρᾶναι, καὶ πολλοὶ πολ‐ λάκις δι’ ἀναλωμάτων ἐμνήστευσαν τὴν εἰς τοῦτο
5πάροδον δαπάνην δαπάνῃ συνείροντες καὶ διὰ τῆς προ‐ τέρας εἰς τὴν δευτέραν ἐμβαίνοντες, οὐ μικροῖς ὠνού‐ μενοι τὴν τῶν μειζόνων φυγήν, ἀλλὰ πολλοῖς πορι‐ ζόμενοι τὸ πλείω καταθεῖναι.
Or
.

11

.

138

αἴτιον δὲ μεγαλο‐ φροσύνη τις ἔμφυτος, δι’ ἣν οὐκ ἀνέχονται μείζω λόγον ὑπὲρ ἑτέρων εἰς τὴν ἑαυτῶν φοιτᾶν ἢ περὶ τῆς ἑαυτῶν ἑτέρωσε φέρεσθαι νομίζοντες ἀνεπίφθονον τὴν
5οἰκείαν ἐν οἷς ἔξεστιν ὑψηλοτάτην ποιεῖν.
Or
.

11

.

139

Σοφίας τοίνυν καὶ τῆς ἐν λόγοις ἰσχύος τοσοῦτον ἡ βουλὴ μετείληφεν, ὥστε φαίης ἂν αὐτὴν χορόν τινα εἶναι σοφιστῶν ἐν ταῖς ἀρχαῖς τοῦ βίου
τὴν τέχνην ἐπιδεικνύντων. οὕτως αὐτοῖς νοῦς τε ὀξὺς
5καὶ ῥήματα στρογγύλα καὶ ῥεῦμα ἄπαυστον, ὥστε πολλοὶ τῶν φιληκόων εἰς τὰ δικαστήρια συνθέουσιν, ὥσπερ εἰς μουσεῖα παιδευτῶν, ἐπ’ ἀκροάσει τῶν παρὰ τοῖς ἄρχουσιν ἀγώνων, οὓς ἐκ τοῦ παραχρῆμα ἀνύτου‐ σιν ἀσφαλέστερον τῶν ἐσκεμμένων.
Or
.

11

.

140

ἡ δὲ δεινότης ἥδε τοὺς ἄρχοντας ἐπαναγκάζει τοὔνομα βεβαιοῦν, ἀλλ’ οὐκ εἰς τυράννων μίμησιν ἐκβαίνειν. τί δὲ τοῦτό ἐστιν; οὗ μὲν ἀμαθὴς ἡ βουλή, κἂν πάνυ ζάχρυσος
5ᾖ, μετὰ ἀφωνίας, τοῖς μὲν ἄρχουσιν ὑβρίσαι πρόχειρον, τοῖς δὲ φέρειν ἀνάγκη σιγῇ. οἱ γὰρ οὐκ ἔχοντες λόγῳ τῶν δικαίων τυγχάνειν, ἀδικεῖσθαι πρόκεινται, καὶ τοὔνομα μὲν αὐτοῖς βουλή, δούλων δὲ τὰ πάθη.
Or
.

11

.

141

παρ’ ἡμῖν δὲ τὸ τῶν λόγων κράτος τῇ βουλῇ μὲν τηρεῖ τὴν ἐλευθερίαν ἀκριβῶς, τοὺς δ’ ἐφεστηκότας ἐπὶ τῶν ἔργων ὃ καλοῦνται φαίνεσθαι ποιεῖ, τοῖς μὲν σώφροσιν εἰς εὕρεσιν τοῦ βελτίστου συμβαλλόμενον,
5τοῖς δὲ θρασέσιν ἀνεῖργον τὴν ἀσέλγειαν ταῖς ἀπὸ τῆς
σοφίας ἀνάγκαις καὶ καθάπερ ἐπῳδῇ τῇ ῥητορείᾳ τρέ‐ πον τὸν θυμὸν εἰς πρᾳότητα. οὕτω τῆς ἐκείνων ἐξου‐ σίας ἰσχυρότερον κέκτηνται φάρμακον.
Or
.

11

.

142

καὶ οὐκ αὐτὴ σὺν τρόμῳ ποιεῖται τὰς εἰσόδους ὡς τοὺς ἄρχοντας, ἀλλ’ οἱ μέλλοντες ψηφιεῖσθαι σὺν εὐλαβείᾳ καλοῦσιν, ὡς ἂν ἐν ἀνδράσιν ἁρπασθῆναι μὲν οὐ ῥᾳδίοις, κρῖναι
5δὲ δυνατοῖς τὴν πεῖραν δώσοντες. οἱ δὲ τοῦ δικαίου μὲν παρορωμένου διαμάχονται, νικῶντος δὲ ἐπαινοῦσι. καὶ μέγα εἰς τὸν βίον ἄρχοντι τὸ δόξαι τῇ βουλῇ τὰ δίκαια βεβουλεῦσθαι.
Or
.

11

.

143

καὶ γάρ τοι ταῖς μὲν ἄλλαις, ἢν ἐνέγκωσιν ἄρχοντος ῥύμην καὶ μὴ τελέως κατα‐ κλυσθῶσιν, ἔπεισι φρονεῖν· ἐν ἡμῖν δὲ οἵτινες 〈ἂν〉 ἄρχοντες εὐδοκιμήσωσι, τὸν ἐπ’ ἀρετῇ στέφανον ἀνῃ‐
5ρῆσθαι νομίζουσιν, οὐχ ὡς ἀπειθεστέρων κεκρατηκότες, ἀλλ’ ὡς ἂν ἐν φρονήμασιν ἐλευθέροις ἐπαίνου τετυχη‐ κότες.
Or
.

11

.

144

οὕτω δὲ ἡ βουλὴ τοῖς ἐφεστῶσι προσ‐ φερομένη πρὸς ἀλλήλους οὐκ ἂν φαίην ὡς οὐκ ἐρί‐ ζουσιν, ἀλλὰ καὶ πάνυ τοῦτο δρῶσιν ἐπὶ τοῖς κοινοῖς ἀγαθοῖς. τρία γὰρ αὑτὴν διελοῦσα τέλη τὴν μὲν ἡγε‐
5μονίαν καθ’ ἕκαστον τοῖς ἀρίστοις ἀνατέθεικε, τὸ λοιπὸν δὲ ἕπεται στρατηγοῖς ἐπισταμένοις ὑπὲρ τοῦ μέρους πονεῖν.
Or
.

11

.

145

εἰπεῖν δὲ οὐ τοῖς μὲν ἔξεστιν, οἱ δὲ κεκώλυνται, ἀλλὰ κοινὴ μὲν παρρησία, συγχαί‐
ρουσι δὲ τῷ τι λέγοντι χρηστὸν οἱ παρεστηκότες, φθέγγεται δὲ ἡ νεότης, καὶ τὸ γῆρας οὐκ ἄχθεται, πᾶν
5μὲν οὖν τοὐναντίον, συμπαρακαλοῦσι καὶ προτρέπουσι καὶ προάγονται θαρρεῖν, ὥσπερ ἀετοὶ νεοττοὺς εἰς πτῆσιν ἐρεθίζοντες.
Or
.

11

.

146

πρὸς τοσοῦτον δὲ ἥκει τὸ σύστημα σεμνότητος, ὥσθ’ ὁμοῦ τε ἐφάνη καὶ παρὰ τῶν ὑπάρχων ὅ τι βούλεται διαπέπρακται. καὶ τῷ δόντι μέγιστον εἰς ἡδονὴν τὸ δεδωκέναι· χρηστούς τε
5γὰρ εὖ ποιῶν οἶδε καὶ δεινοὺς εἰπεῖν, ὧν τὸ μὲν πείθει μεμνῆσθαι τῆς χάριτος, τὸ δὲ παρέχει πρὸς ἀξίαν ὑμνεῖν.
Or
.

11

.

147

καὶ τί δεῖ λέγειν ὑπάρχους, ὅπου γε καὶ βασιλεῦσιν ἐν αἰδοῖ τὸ συνέδριον γράμματά τε εἰσ‐ πέμπον καὶ διαλεγόμενον πρὸ τῶν θρόνων. ἐν δὴ τῷ χρηματίζειν τῆς μὲν βουλῆς ἡ φρόνησις ἐδείχθη τῷ
5κρατοῦντι, παρὰ δὲ τοῦ κρατοῦντος ἦλθον τούτοις εἰς τιμὴν ἐθνῶν ἀρχαί.
Or
.

11

.

148

τὸ δὲ πρὸς τὴν οἰκείαν φίλ‐ τρον ἐπὶ τοῦ βουλεύειν ἐνίους κατέσχε, καὶ δυοῖν ἐκοσμήθησαν οἷς τοῦτο ὑπῆρξε, τῷ τε ἐπ’ ἐκεῖνα κεκλῆ‐ σθαι καὶ τῷ ταῦτα ᾑρῆσθαι. τῷ μὲν γὰρ ἀρχικῶς
5ἔχοντες ἔδειξαν, τῷ δὲ μεῖζον ἄγοντες ἄρχεσθαι τῇ πατρίδι ζῶντες ἢ τοῦτο ἐκλιπόντες ἑτέρων ἄρχειν.
Or
.

11

.

149

οὕτως ἡδονήν, οὐ μόχθον τὸ τῆς οἰκείας προκά‐
μνειν τέθεινται, τὴν μὲν ἀπαλλαγὴν τῶν πόνων οὐ δεξάμενοι, τὸ δὲ ἐπ’ αὐτῶν μένειν ἀγαπήσαντες, καὶ οἱ μὲν τῷ φυγεῖν τὰς ἀρχάς, οἱ δὲ τῷ μετὰ τῶν νόμων
5ἄρξαι κεκόσμηνται.
Or
.

11

.

150

Περὶ δὲ τοῦ δήμου τί μεῖζον εἴποι τις ἂν ἢ ὅτι τῇ βουλῇ πρέπων ὁ δῆμος καὶ οὔτε ἐκείνην ἑτέρου χρῆν προεστάναι τοῦτόν τε οὐδεμιᾶς τῶν πασῶν ἑτέρας εἶναι. οὕτως ἡ μὲν ἡγεῖται χρηστῶν, ὁ δὲ
5ἀρίστοις ἕπεται, καθάπερ δεξιὸς χορὸς κορυφαίῳ βελ‐ τίονι.
Or
.

11

.

151

πρῶτον μὲν γὰρ γυνή τέ ἐστιν ἑκάστῳ καὶ παῖδες καὶ ἡ κατ’ οἶκον κατασκευή· ταῦτα δὲ εὐλά‐ βειαν παιδεύειν δύναται καὶ τὸ τὴν ἡσυχίαν διώκειν, ὥσπερ οἷς οὐδὲν τούτων ἐστί, στάσεις τε ὀξεῖς ἐμβαλεῖν
5καὶ ξιφῶν ἅψασθαι καὶ τέρψιν ποιήσασθαι τὸ φθειρόμε‐ νον καὶ συμφορὰν ὅτῳ τύχοιεν προσβαλόντες ἐπ’ ἄλλον ἀποδραμεῖν, ἃ πολλὰ μὲν κατ’ Αἴγυπτον, πολλὰ δὲ ἐν Ἰταλίᾳ τολμᾶται τῶν μὲν ἅπαν ῥῆμα θορύβου ποιου‐ μένων πρόφασιν, τῶν δὲ ἐν ταῖς τῆς βουλῆς ἀκαιρίαις
10τρυφώντων.
Or
.

11

.

152

ὁ δὲ παρ’ ἡμῖν δῆμος τὰ παί‐
δων μιμεῖται πρὸς γονεῖς, καὶ γὰρ ἡ βουλὴ πρὸς τοῦ‐ τον τὰ πατέρων μιμεῖται, ἡ μὲν ἔνδειαν οὐκ ἐῶσα τῷ δήμῳ προσπεσεῖν, ὁ δὲ ἀντεισφέρων ἐν τροφείων τάξει
5τὴν εὔνοιαν, ἀλγῶν μὲν ἐν ταῖς ἐκείνης δυσθυμίαις, ἐν δὲ ταῖς εὐημερίαις ὡς μάλιστα γεγηθώς, κοινωνῶν ἑκατέρας τύχης καὶ οὐδὲν τῶν ἐκείνης οὐχ ἑαυτοῦ νομίζων, ἥδιστα ἂν τῶν παίδων ἀποστὰς ἐπὶ τῇ τῶν προεστώτων σωτηρίᾳ.
Or
.

11

.

153

γνοίη δ’ ἄν τις τοῦ δήμου τὸν τρόπον, εἰ τὴν ἐξέτασιν ἀπ’ αὐτῶν ποιοῖτο τῶν δυσχερῶν. ἃ γὰρ ᾐτιάθη, ταῦτα αὐτοῦ τὴν ἐπιείκειαν ἐμφαίνει, καὶ τὸ ἔγκλημα αὐτῷ τὰ τῶν ἐγκωμίων δύνα‐
5ται. ἐπειδὴ γὰρ πόλιν οὖσαν ἔδει τι καὶ ὑπομεῖναι τῶν ἐνοχλούντων τὴν γῆν, τὴν τοῦ μὴ κωλύσαι τὸ συμβάν, οὐ τὴν τοῦ δεδρακέναι τι δεινὸν μέμψιν ἐδέ‐ ξατο.
Or
.

11

.

154

οὕτω φύσει πονηρίας ἀφεστηκὼς σωφρο‐ νιστὴς ἀξιοῦται τῶν κακούργων. συμβόλαια τοίνυν ἐλευ‐ θέρως συγγράψασθαι καὶ φυλάξασθαι πιστῶς τίς δῆμος ἐγγὺς τῷ παρ’ ἡμῖν; φωνῆς δὲ τόνος οὐ παρειμένος
5πρὸς ἀηδίαν, βάδισμα δὲ εὔσχημον, ἀμπεχόνη δὲ οὐκ
ἐρραθυμημένη, πρὸς δὲ τοὺς ὑπερέχοντας ὕπειξις, πρὸς δὲ τοὺς πεπαιδευμένους φίλτρον, ἀστειοσύνη δὲ ἡ διὰ πάντων, ποῦ ταῦτα ἐν ἄλλῳ δήμῳ; εἰ δὲ δεῖ τἀληθὲς εἰπεῖν, ποῦ ταῦτα ἐν ἄλλῃ βουλῇ; οὕτω κρείττων ἐστὶ
10τῆς προσηγορίας καὶ τῇ περὶ τὸν βίον εὐρυθμίᾳ καλλίονι προσκεχώρηκε σχήματι.
Or
.

11

.

155

φιλανθρωπίᾳ τοίνυν τοσοῦτον περίεστιν, ὥστε ἃ πρὸς τοὺς οἰκείους ἑτέροις παραλείπεται, ταῦτα τούτῳ περὶ τοὺς ξένους πέπρακται. τῶν γὰρ παρ’ ἄλλοις πολιτευομένων δεῦρο
5ἀνασπασθέντων ἐπ’ αἰτίαις ὧν ἡ δίκη θάνατος, ἀγο‐ μένων ἐπὶ τὰς σφαγὰς ἔπεσε μὲν ὁ δῆμος εἰς δάκρυα καὶ περιέρρεον τὸ βασίλειον σὺν ἱκετηρίᾳ, τὴν δὲ τοῦ τότε κρατοῦντος ζέουσαν ὁρμὴν αἱ τούτων δεήσεις ἐστόρεσαν.
Or
.

11

.

156

οὐκοῦν οἱ μὲν ὑπὸ τοῦ πρὸς ἔλεον ῥέπειν ἱκέτευον, ὁ δ’ ὡς ἀξίοις καὶ τὰ τοιαῦτα λαβεῖν ἐχαρίζετο, καὶ εἶχον τοὺς μὲν πολίτας αἱ πόλεις, οἱ δὲ τὴν τοῦ καὶ δεδεῆσθαι καὶ τετυχηκέναι δόξαν, ὁ δὲ
5τὴν ἀπὸ τοῦ νικῆσαι τὸν θυμὸν εὔκλειαν.
Or
.

11

.

157

Οὐ μὴν ἔστιν εἰπεῖν, ὡς ἡ χρηστότης ἐπι‐ χώριον ἡμῖν, τὴν δὲ ἐν τοῖς δεινοῖς ἀνδρίαν μετὰ τῆς τῶν ὁπλιτικῶν μελέτης ἀποβέβληκεν ἡ πόλις, ἀλλὰ τὴν μὲν ἔπαυσεν ὁ νόμος, τὴν δὲ ἐτήρησεν ἡ φύσις.
Or
.

11

.

158

τοῦτο μὲν γὰρ Περσῶν ἐπιόντων οὐκ ἠξίωσαν φεύγοντες σωθῆναι, ἀλλ’ ἔμειναν ἐχόμενοι τῆς πατρί‐ δος ἀκριβέστερον ἢ Λακεδαιμόνιοι τῶν ἀσπίδων, τοῦτο δὲ τὸν ἐκ Σελευκείας τύραννον ἐξαίφνης ἀναφύντα τε
5καὶ δεῦρο εἰσπεσόντα κατήνεγκε ταῖς τῶν ἐνοικούν‐ των χερσί, καὶ δεξιαὶ τὰ ἐν τοῖς ἐργαστηρίοις ὄργανα ἀφεῖσαι στρατιώτας ζῶντας ἐν αἵματι καὶ φόνοις ἀφώ‐ πλισαν.
Or
.

11

.

159

Κωλύει δὲ οὐδὲν ἴσως, ὅπως ἔσχε τὸ τῆς ἐπαναστάσεως διελθεῖν. οὕτω γὰρ καὶ ἡ τῶν νενικη‐ κότων ἀρετὴ μᾶλλον φανεῖται. Ἴλην ἔχων ὁπλιτῶν ταξίαρχος ἐν Σελευκείᾳ διέ‐
5τριβε τῷ λιμένι τὸν εἴσπλουν ἀπεργαζόμενος βαθύν. εἰδὼς δὲ παρ’ ἡμῖν οὐ καθημένην στρατιὰν καὶ τῷ τε περὶ τὸν ὅρμον πόνῳ κεκοσμημένος καὶ τῇ τῶν κωλυ‐ σόντων ἐρημίᾳ τὴν ἐλπίδα λαβὼν τυραννίδος ἐρᾷ. καὶ
οὐκ ἔμελλε καί, ἦν γὰρ ἁλουργὶς ἀγάλματι περικειμένη,
10ταύτην ἐνδὺς ἔργου εἴχετο.
Or
.

11

.

160

προσπεσόντες δὲ ἐν ταῖς [φόρων] πορείαις τοῖς ἀγροῖς καὶ δι’ ἧς ἐχώρουν ἅπασαν φθείραντες περὶ δείλην ὀψίαν αὐτάγγελοι τὴν πόλιν κατειλήφεσαν, ὥσπερ ἀρκοῦν ὀφθῆναι. ἔμελλον
5δὲ ἄρα φάλαγγι μὲν οὐκ ἐντεύξεσθαι στρατιωτῶν, τόλ‐ μαις δὲ ἀνδρῶν φοβερωτέραις ὁπλιτῶν.
Or
.

11

.

161

ὡς γὰρ εἶδον τὸν τύραννον εἰς τὸ βασίλειον θέοντα καὶ τὰ τῶν δεσποτῶν ἁρπάζοντα, τὴν ἀτοπίαν τῶν ὁρω‐ μένων εἰς παράκλησιν λαβόντες οὐκ ἠξίωσαν νύκτα
5ἀναμείναντες βουλεύσασθαι, ἀλλὰ τοῦτο μόνον ἡγη‐ σάμενοι βουλήν, οὐ δέχεσθαι, καὶ προβαλόμενοι τὰ στήθη μὲν ἀντ’ ἀσπίδων, τοὺς μοχλοὺς δὲ ἀντὶ δορά‐ των καὶ πᾶν τὸ εἰς χεῖρας ἰὸν ἀρκοῦν νομίσαντες ὅπλον, τὸ σκῆπτρον αὐθημερὸν ἀπεκρούσαντο, τοὺς
10μὲν πρώτους οἷς εἶχον αὐτοὶ κατενεγκόντες, ἔπειτα τοῖς ἐκείνων ὅπλοις κατὰ τῶν ὑπολοίπων χρησάμενοι.
Or
.

11

.

162

συνεπελάβοντο δὲ καὶ γυναῖκες τοῦ ἔργου οὐχ ὅσον κραυγῇ καὶ ὀλολυγῇ καὶ λίθοις ἀπὸ τοῦ στέγους,
τοῦτο δὴ τὸ Πλαταιᾶσιν, ἀλλ’ ἄντικρυς εἰς χεῖρας ἐλθοῦσαι καὶ γευσάμεναι παρατάξεως καὶ τραυμάτων
5καὶ τὸν ἐπ’ Ἀμαζόσι πιστωσάμεναι λόγον· ὥστε οἱ μὲν ἔκειντο, οἱ δὲ ἔφευγον, οἱ δὲ ἡλίσκοντο, καὶ ἡ τυραννὶς οὐκ ἤρκεσεν ἡμέραν εἰς δευτέραν.
Or
.

11

.

163

Τοιαύτη μὲν ἐν τοῖς ἐπείγουσι τῶν κινδύνων ἡ πόλις σώζουσα τὰ τολμήματα τῶν προγόνων ἐν τῇ φύσει. σκοπῶμεν τοίνυν, εἰ καὶ τὰς ἄλλας ἀρετὰς Ἀθηναίων ἐφύλαξεν, οὓς ἐδέξατο συνοίκους.
Or
.

11

.

164

Οὐκοῦν μέγιστον μὲν κατ’ ἐκείνων ἐγκώμιον, ὅτι κοινὴν καταφυγὴν ἀνέῳξαν τοῖς δεομένοις τὴν αὑτῶν, καὶ συνέρρεον πανταχόθεν Ἀθήναζε ξένοι, ἡμεῖς δὲ καθ’ Ὅμηρον μακρῷ ταύτῃ πατέρων ἀμείνους· οὐ
5γὰρ ἔστι πόλις, ἧς οὐ δεδέγμεθα μέρος. ἀλλὰ πλείους μὲν ἀφ’ ἑκάστης οὐκ ἔστιν εἰπεῖν, οὐ πολλῷ δὲ ἐλάτ‐ τους τῶν καταμεινάντων ἑκασταχοῦ τοὺς δεῦρο μετα‐ στάντας δεδέγμεθα, τοὺς μὲν τρυφῆς ἐπιθυμίᾳ, τοὺς δὲ κατ’ ἐμπορίας λόγον, τοὺς δὲ κατ’ ἐπίδειξιν ὧν
10ἐπίστανται, τοὺς δὲ ὡς ἐπὶ πενίας ἀπαλλαγῇ.
Or
.

11

.

165

ἄγει δὲ τοὺς μὲν ὑπεροψία τῆς ὑπαρχούσης ὡς ἐλάττονος, τοὺς δὲ ἀέρων ἔρως τε καὶ φυγή· φεύγουσι μὲν γὰρ
τὸν αὑτῶν, ἐρῶσι δὲ τοῦ παρ’ ἡμῖν. ὥσθ’ οἱ καθ’
5ἑκάστην πόλιν ὑπολειπόμενοι μέν, φοιτῶντες δὲ παρ’ ἡμᾶς ἐπιδημίας λόγῳ παρὰ πολίτας φοιτῶσι. τοσού‐ τοις ἐντυγχάνουσιν ἕκαστοι 〈τοῖσ〉 τῆς αὑτῶν.
Or
.

11

.

166

καὶ δὴ καὶ εἴ τις γνώμην ἔχοι τὴν γῆν ἐπιέναι κέρδος ποι‐ ούμενος οὐ τὴν ὄψιν τῶν πόλεων, ἀλλὰ τὴν μάθησιν τῶν παρ’ ἑκάστοις τρόπων, τούτῳ τὴν πλάνην ἡ πόλις
5ἀφαιροῦσα τὴν σπουδὴν πληροῖ. καθήμενος γὰρ ἐπὶ τῆς ἡμετέρας ἀγορᾶς εἰς ἁπάσης πόλεως πεῖραν ἀφί‐ ξεται· τοσούτοις τοῖς ἑκασταχόθεν διαλέξεται.
Or
.

11

.

167

καὶ οὐ τοῖς ταύτην ἀνθῃρημένοις τῆς αὑτῶν εἰς ἐλάττωμα κέκριται τὸ μὴ τὴν αὑτῶν οἰκεῖν, ἀλλ’ οἱ κατα‐ μείναντες οἴκοι τούτους ζηλοῦντες αὑτοῖς ἐπιτιμῶσιν
5οὐ μεταστᾶσιν. οὕτω κοινὴ μετουσία τῶν ἀγαθῶν τῇδε πρόκειται. καὶ οἵ τε ξένοι στέργουσιν ὡς οἰκείαν ἣν ἀντὶ τῆς οἰκείας εἵλοντο, οἵ τε πολῖται τῶν ξένων οὐκ ἀξιοῦσι πλεονεκτεῖν, ἀλλ’ ἀσπάζεται τὰς ἀρετὰς τῶν ἐπελθόντων ὥσπερ ἀμέλει τὰς τῶν ἐκγόνων, μι‐
10μουμένη κἀν τούτῳ τοὺς Ἀθηναίους.
Or
.

11

.

168

ὥσπερ γὰρ ἐκεῖνοι τοῖς ἐκ Πύλου μετέδωκάν τε τῶν παρὰ σφίσιν
ἀρχῶν καὶ ἐπὶ τῶν μεγίστων ἐχρήσαντο, οὕτως ἡμεῖς τὰ κράτιστα ξένους τε ἐτιμήσαμεν καὶ ξένων ἀπελαύ‐
5σαμεν, ὥστ’ ἔτι καὶ νῦν εἰς τὰ πρῶτα τελοῦσιν αἱ τούτων οἰκίαι.
Or
.

11

.

169

Τῶν δὲ ὡς ἡμᾶς μεταστάσεων ἄνωθέν τε ἀρξαμένων καὶ οὐ πεπαυμένων, οἶμαι δὲ οὐδὲ παυσο‐ μένων εἰκότως εἰς πλῆθος ἐπέδωκεν ἡ πόλις. καὶ γέγονεν αὐτῇ τοῦτο γνώρισμα ἐναργέστατον τὸ τοὺς
5ἐνοικοῦντας εἰς ἀριθμὸν ἀγαγεῖν εἶναι μόνου τοῦ Πυ‐ θίου, ᾧ δὴ καὶ τὴν ψάμμον ὁ χρησμὸς ἠριθμῆσθαι λέγει.
Or
.

11

.

170

τοσαύτη γὰρ οὖσα καὶ ἐπὶ τοσοῦτον προ‐ βαίνουσα τῆς γῆς ἅπασα καθ’ ἕκαστον μέρος ἐφαμίλ‐ λως ἀναμεμέστωται, κἂν τὰ πρὸ τῶν πυλῶν ἐξετάσῃς κἂν τὰ εἴσω πρῶτα κἂν τὰ παρ’ αὐτά, κἂν εἰς τὰ
5μέσα προβῇς κἂν εἰς τοὺς στενωποὺς μεταβῇς κἂν εἰς τὰ πέρατα κύκλῳ τὸν ἐξετασμὸν μετενέγκῃς, πάντα
ἴσῃ τῇ πολυανθρωπίᾳ βρύει, καὶ τοσοῦτον ὂν τὸ ἐν μέσῳ στρεφόμενον ἴσον οἴκοι καταλείπει τὸ οἰκουροῦν.
Or
.

11

.

171

τὰς μὲν οὖν Ἀθήνας Ἀθηναῖοι φόβῳ τῆς Λακε‐ δαιμονίων ἐμβολῆς ἐκλιπόντες τοὺς δήμους ἐνέπλησαν, καὶ ἦν τῇ πόλει πλῆθος ἡ τῶν ἀγρῶν ἐρημία, παρ’ ἡμῖν δὲ τῶν ἀγρῶν πολλοὺς τῶν ἀστικῶν ἐφελκομέ‐
5νων, ὥσπερ κεκενωμένων, ἡ πόλις εἰς πλῆθος ἀνθεῖ καὶ οὕτω διὰ πάσης ἡμέρας ἐπ’ ἀγορᾶς ἴσον, ὥστε πληθούσης ἀγορᾶς οὐχ ἕν τι μέρος τῆς ἡμέρας τῇδε δηλοῖ καὶ σφόδρα ἕν τι δηλοῦν ἑτέρωθι· τὸ γὰρ ὡμα‐ λισμένον οὐδὲν ἐξαίρετον τῆς ἡμέρας μέρος ἀκοῦσαι
10συγχωρεῖ, ἀλλ’ ἢν εἴπῃς πλήθουσαν, πάντα τὸν χρό‐ νον δεδήλωκας.
Or
.

11

.

172

ὥσπερ γὰρ τῶν ποταμῶν ὁπόσοις οὐ σχίζουσι τὸ ῥεῦμα πέτραι τινὲς κατὰ τὸ μέσον ἀνεστηκυῖαι, διὰ μιᾶς συνεχοῦς ὄψεως ὁ πόρος πρό‐ εισιν, οὕτως ἐνταῦθα τῶν βαδιζόντων ἡ πυκνότης
5οὐδὲν ἐν μέσῳ ψιλὸν ἐᾷ φανῆναι, ὥστε τῷ πρῶτον ἐπιστάντι καὶ θεωμένῳ δόξα ἂν παρασταίη εἶναι μέν τινας ἔξω τῆς πόλεως ἑορτὰς καθ’ ἑκάστην πύλην, νόμῳ δέ τινι τὴν πόλιν εἰς ταύτας κενοῦσθαι μεριζο‐ μένων τῶν οἰκητόρων κατὰ τὴν βούλησιν.
Or
.

11

.

173

ἑνὶ
δ’ ἄν τις δυσχεράναι τὴν πόλιν, ὅτι τοῖς ἐπειγομένοις ἐλθεῖν ποι διὰ τάχους κώλυμα παρέχεται τὸν ὄχλον ἀνακόπτουσα τοῖς ἀπαντῶσιν ὥσπερ κύμασιν ἀντι‐
5προσώποις δρόμον νεώς.
Or
.

11

.

174

Καὶ τοίνυν τοῖς μὲν τὸ πλῆθος ὁρῶσι, τὴν δὲ τῆς γῆς φορὰν οὐκ εἰδόσι φόβος ἂν γένοιτο περὶ τῆς τροφῆς ἧς δεῖ τοσούτοις. τῷ δὲ τὴν μὲν ἀκούοντι, τὸ δὲ οὐκ εἰδότι θαῦμα ἂν παρασταίη, τῇ τίνων
5ἀναλοῦται τροφῇ. οὕτω τῇ τε γῇ πρέπων ὁ ὄχλος ὁ παρ’ ἡμῖν τῷ τε ὄχλῳ τῆς γῆς ἡ φύσις, δι’ ἣν οὐδεπώποτε τὸν Ξένιον ἠναγκάσθημεν ἀδικῆσαι Δία διὰ τῆς περὶ τοὺς ξένους ὠμότητος, καίτοι τὸ παρά‐ δειγμα τῆς Ῥώμης ἔχοντες, ἣ τὴν τῶν ἀναγκαίων
10σπάνιν, ἡνίκα ἂν τοῦτο συμπέσῃ, τῇ τῶν ξένων ἐλάσει πρὸς ἀφθονίαν μεθίστησιν.
Or
.

11

.

175

ἡμᾶς δὲ οὐ κατέ‐ κλεισεν εἰς τοιαύτην ἴασιν ἡ γῆ, οὐδ’ ἔστιν ὅτε τοῦ πλήθους αὑτὴν ἀπεστέρησεν ἐπὶ τῷ τὸ λειπόμενον σῶσαι, παλαιόν, οἶμαι, νόμον αὑτῆς τηροῦσα ξένων
5συμφορὰς λύειν, οὐ ποιεῖν, ἐπεὶ καὶ τὸν παῖδα Ἀγα‐
μέμνονος μετὰ τὸν φόνον τῆς μητρὸς διὰ τῆς ἄλλης ἁπάσης λυττῶντα κατὰ κράτος ὑπὸ τῶν θεῶν διωκό‐ μενον, αἳ τῇ μανίᾳ τὸν νεανίσκον ἐκόλαζον, ἥδε ἡ γῆ πρὸς τὸ σωφρονεῖν ἐπανήγαγεν. ὡς γὰρ ἐπέβη τοὺς
10ὅρους, ἐλέλυτο ἡ νόσος, καὶ τὸ συμβὰν ὄνομα τῷ τόπῳ γίνεται.
Or
.

11

.

176

Ἀλλ’ ἐνταῦθα μὲν οὐκ οἶδ’ ὅπως ἐξηνέχθην ὑπὸ τῆς περὶ τὸν Πελοπίδην ἡδονῆς, ἐπανακτέον δὲ τὸν λόγον ἐπὶ τὴν τῆς δυνάμεως βάσανον, ἧς ἓν μὲν ἱκανὸν τεκμήριον τὸ τοῖς ἐνοικοῦσιν ἀρκεῖν, ἕτερον δὲ
5νῦν ἐπιθήσω σαφέστερον.
Or
.

11

.

177

Τοῦ γὰρ Περσικοῦ τούτου πολέμου ῥαγέντος, ἐφ’ ὃν ἐκ παλαιῶν ἡ Περσῶν ἀρχὴ παρεσκευάζετο χρόνων καὶ τῆς χρείας ἀντιπαρασκευὴν ἀπαιτούσης ἀξιόμαχον καὶ πρό γε τῆς παρασκευῆς χωρίον ἐπιτήδειον
5δέξασθαι πάντα ὅσα πόλεμος τοσοῦτος ποθεῖ, ἥδ’ ἐστὶν ἡ παρελθοῦσα τὴν χρείαν τῇ περιουσίᾳ καὶ συναγα‐ γοῦσα τὰς δυνάμεις εἰς τοὺς ἑαυτῆς κόλπους καὶ τὴν στρατιὰν ἀθρόαν, ἡνίκα καιρὸς ἐκάλει, προπέμψασα.
Or
.

11

.

178

ῥεόντων γὰρ εἰς αὐτήν, ὥσπερ εἰς θάλασσαν πο‐
ταμῶν, πάντων μὲν ὁπλιτῶν, πάντων δὲ τοξοτῶν καὶ ἰππέων καὶ ἵππων τῶν μὲν πολεμιστηρίων, τῶν δὲ ἀχθοφορούντων καὶ πάσης μὲν καμήλου, πάσης δὲ
5χειρός, ὡς κεκρύφθαι μὲν τοὔδαφος ἑστώτων τε καὶ ἱζανόντων, κεκαλύφθαι δὲ τοὺς τοίχους κρεμαμέναις ἀσπίσι, δόρυ δὲ καὶ κυνῆν ὁρᾶσθαι πανταχοῦ, κτύπου δὲ καὶ θορύβου καὶ χρεμετισμοῦ γέμειν πάντα, τοσού‐ των δὲ τάξεων ἐγκαθημένων, ὅσων καὶ ταξίαρχοι μόνοι
10πλῆθος ἂν οὐ μικρὸν προσέθηκαν, μᾶλλον δὲ τοσαύ‐ της στρατιᾶς συνειλεγμένης, ὅση παρ’ ἄλλοις καὶ τὸ ὕδωρ ἐλέγξαι πινόμενον, οὕτω μὲν ἡμέρως ὑπεδέξατο στρατιώτην ἕκαστος, ὥσπερ συγγενῆ χρόνιον ἥκοντα θεραπεύων, οὕτω δὲ γῆς εὐπόρησεν ἕκαστος, ὥσπερ
15καθ’ ἕκαστον οἴκημα τῆς γῆς αὐτομάτως εἰς σπηλαίου τύπον σχηματισθείσης, οὕτω δὲ ἄχρι κόρου τρέφεσθαι παρῆν, ὥσπερ οὐκ ἀνθρωπείας γνώμης ἢ χειρὸς οὔτε προσκοπούσης οὔτε ὑπηρετούσης, ἀλλ’ ὡς ἂν θεῶν, οἵα θεῶν δύναμις, ἀδήλως ἕκαστα ἑτοιμαζόντων.
Or
.

11

.

179

ὥσθ’
ἡμῖν μάλιστα ἐν τοῖς πολεμίοις οἱ Πέρσαι μέμφονται, ὅτι δὴ τῇ βασιλέως ἀρετῇ τὴν πόλιν ἐφάμιλλον παρασχόντες ἀφορμὴν οὐδαμοῦ τὴν ἐκείνου προθυμίαν
5τῷ τῆς χορηγίας ἐλλείποντι κατεβλάψαμεν.
Or
.

11

.

180

διὰ δὴ ταῦτα ἀντ’ ἐρωμένης τῷ βασιλεῖ καθέστηκεν ἡ πόλις καὶ καθάπερ πατρίδος ἀποδημῶν ἐπιστρέφει τε τὸν νοῦν πρὸς αὐτὴν καὶ τὴν ἐπάνοδον ὅρκον πεποί‐
5ηται καὶ τὴν ἀπουσίαν κουφίζει γράμμασι καὶ πολέμους πολέμοις ἀπνευστὶ συνάπτει τοῖς ἐπὶ τῆς ἑσπέρας πόνοις τὴν τῆς ἕω θέαν θηρώμενος, μᾶλλον δὲ τοῖς ἐπὶ τῆς ἑῴας τὴν τῆς ἡμετέρας θέαν. οὔκουν ἑτέρωσε προὔβη, πλὴν ὅσα πόλεμος ἠνάγκασεν, ἀλλ’ ὡς ἀληθῶς
10ὥσπερ ἐν ἐρωμένης ἀγκάλαις τρυφῶν ἥδιστον τοῦ χρόνου τὸν ἐνταῦθα ἦγεν.
Or
.

11

.

181

Ἆρ’ οὖν τὴν μὲν ῥώμην τῆς πόλεως ἔστιν, ὥσπερ ἐν ἀνθρώπου σώματι, θαυμάσαι, τὸ δὲ χρῆμα τῶν λόγων, ὃ νοῦν πόλεως ἄξιον προσειπεῖν, εἰς ἀμέ‐ λειαν ἐρριμμένον εὑρεῖν; καὶ μὴν τοῦτό γέ ἐστιν, ὃ
5μεγάλην τε οὖσαν σεμνοτέραν ποιεῖ καὶ εἰ μὴ τοσαύτην γε εἶναι συνέβη, πάντως ἂν εἰς τὸ θαυμάζεσθαι καθίστη.
Or
.

11

.

182

ὥσπερ γὰρ τῶν Ἀθήνησι λαμπρὰ μὲν καὶ τὰ ἄλλα, αἱ τριήρεις, αἱ ναυμαχίαι, τὸ πολλῶν ἄρξαι, κράτιστον δὲ ἡ τῆς σοφίας ἐπιθυμία τε καὶ τιμὴ καὶ κτῆσις, οὕτω δὴ καὶ παρ’ ἡμῖν οὐδὲν μὲν ἔξω θαύματος,
5πάντα δὲ ἐλάττω τοῦ τῆς σοφίας ἔρωτος.
Or
.

11

.

183

καί μοι δοκεῖ βουληθεὶς ὁ θεὸς ὁ τὴν γῆν δίχα τεμὼν ἑκάτερον μέρος ἐξ ἴσου κοσμῆσαι καὶ καθάπερ ἐν ζυγῷ τὴν ἰσορροπίαν σῶσαι κελεῦσαι τὸν Ἑρμῆν σπέρματα
5λόγων ἐνταυθοῖ καταθέσθαι τῶν Ἀττικῶν οὐ λειπό‐ μενα καὶ τῇ ῥάβδῳ κινῆσαι τοὺς ἀνθρώπους ὀρέγεσθαι τοῦ κτήματος.
Or
.

11

.

184

τοιγαροῦν ὥσπερ πρότερον εἰς δύο πόλεις διῄρητο τὰ τῶν Ἑλλήνων πράγματα, τὴν Σπάρτην καὶ τὰς Ἀθήνας, οὕτω νῦν εἰς δύο πόλεις τὰ τῶν Ἑλλήνων καλά, τήνδε τε καὶ τὰς Ἀθήνας, εἰ δὴ
5τοῖς λόγοις μᾶλλον ἢ τῷ γένει τὸν Ἕλληνα κλητέον.
Or
.

11

.

185

καὶ δὴ δύ’ αὗται λαμπάδες ῥητορικῆς ἀνίσχουσιν, ἡ μὲν τὴν Εὐρώπην, ἡ δὲ καταλάμπουσα τὴν Ἀσίαν. πρῶτον μὲν γὰρ ἀρετὴν παιδευτῶν τοσαύτην ἡ πόλις ἐδέξατο, ὥστ’ εἰ μὴ τῶν ἐνταυθοῖ θρόνων, πάντως ἂν
5τῶν Ἀθήνησιν ἠξίωντο· τοσοῦτον τοῖς μὲν τόνου, τοῖς δὲ ὥρας περιῆν.
Or
.

11

.

186

ἔπειτα νέων ἐσμοὶ τὰ μελιττῶν νικῶντες συνῆλθον. ἔπειτα οὐδεὶς αἰσχυνόμενος ἀπῆλ‐ θεν, ἀλλ’ ἐμπορευσάμενοι μάλα ἱκανῶς οἱ μὲν ἔμειναν, οἱ δὲ ἀπῆλθον, οἱ μὲν ἐξ αὐτῶν ὧν ἐκτήσαντο πρὸς
5τὴν δοῦσαν ἐρωτικαῖς ἀνάγκαις δεθέντες, οἱ δὲ σωτη‐ ρίαν φέροντες ταῖς ἑαυτῶν πατρίσι τὰς αὑτῶν διανοίας. ἔπειτα ἡ τῶν ἐπανηκόντων λαμπρότης ἐπὶ τὴν αὐτὴν τελετὴν ἑτέρους ἐξώρμησε, καὶ προπέμπουσιν οἱ μὲν παῖδας, οἱ δὲ ἀδελφούς, οἱ δὲ γείτονας, οἱ δὲ
10γνωρίμους, πάντες δὲ ἁπλῶς πολίτας.
Or
.

11

.

187

καὶ γεγό‐ νατε τῆς Ἀσίας μητρόπολις οὐ τῇ τῆς ἀξίας ὑπεροχῇ μᾶλλον ἢ τῷ πᾶσιν ὃ πάντων ὠφελιμώτατον ἐνθένδε γενέσθαι. ὅποι γὰρ ἂν ἐλθὼν βουλὴν εὕρῃς λόγοις
5ὡπλισμένην καὶ ῥήτορας ἀσφαλῶς ἀγορεύοντας, ἢ πάν‐ τας τῶν ἐνθένδε μουσείων ἀθλητὰς ἢ τούς γε πλείους ἢ πάντως γε οὐκ ἐλάττους εὑρήσεις.
Or
.

11

.

188

οἱ δὲ τῇ περὶ τὸ βῆμα τέχνῃ καὶ τῇ πρὸς τὰς δίκας ἐπικουρίᾳ πρὸς τὴν τοῦ δικάζειν τάξιν ἀφικνοῦνται καὶ παρεχόμεθα τοῖς ἔθνεσι ῥήτοράς τε 〈καὶ δικαστὰσ〉 ἄκρους, οἳ τὰς
5πόλεις ταῖς γνώμαις ὀρθοῦντες ἓν μόνον κτῶνται τὸ τούτων αἴτιοι γίγνεσθαι καὶ ἀπίασι δὴ κεναῖς μὲν
χερσί, τῇ δόξῃ δὲ ἐστεφανωμένοι. ἃ δὴ καὶ ὑμεῖς εἰδότες Μούσαις τε ἱερὰ πολυτελῶς οἰκοδομεῖσθε νέοις μὲν ἐνδιατρίβειν, ταῖς δὲ θεαῖς γέρας, καὶ διδασκάλοις
10πολίταις τε χρῆσθε καὶ οὐ φθονεῖτε ξένοις.
Or
.

11

.

189

καὶ τῇ φιλανθρωπίᾳ τὸ τῆς ἀκριβείας ἐπὶ τῶν λόγων ἀναμέμικται· τὸ μὲν γὰρ ἅπασιν ἀνεῖσθαι τὰ συνέδρια τὴν φιλανθρωπίαν, τὸ δὲ τοὺς ἐπαίνους ὧν ἄξιον
5μόνων τὴν ἀκρίβειαν ἐνδείκνυται.
Or
.

11

.

190

καὶ καλούντων μὲν σύνιτε, πλημμελοῦσι δὲ οὐ συγκρύπτετε, ἀλλὰ καὶ νόημα νοσοῦν καὶ σχῆμα ἡμαρτημένον καὶ ῥῆμα διε‐ φθαρμένον εὐθὺς ἥλω. κοινὸς δὲ τῆς κακίας ἔλεγχος
5ἐξ ἅπαντος τόπου κινεῖται, καὶ οὐκ ἔστι βαλλομένῳ καὶ τοξευομένῳ βλέψαντι πρός τι τοῦ θεάτρου χωρίον ἀκροατῶν ἀμαθίᾳ τὸν τῆς γνώμης ἀναπαῦσαι θόρυ‐
βον, ἀλλ’ ὅποιπερ ἂν ἴδῃς, ἀκριβὴς εὔθυνος ἵδρυται.
Or
.

11

.

191

ἄνευ γὰρ τῆς ἐν τοῖς πολιτευομένοις παιδείας τρεῖς χοροὶ ῥητόρων ἰσάριθμοι 〈ἐν〉 τοῖς δικαστηρίοις ἀγεί‐ ρονται τὴν ἀκοὴν οὐχ ἧττον εἰς κρίσιν ἢ τὴν γλῶτταν εἰς τὸ συνειπεῖν τεθηγμένοι· ὥστ’ οὔτ’ εὐδαιμονέστερος
5οὐδεὶς τοῦ δεξιοῦ κριθέντος ἐνθάδε κακοδαιμονίᾳ τε πάντες δεύτεροι τοῦ κατεψηφισμένου. καὶ δὴ καὶ ὅστις οὐ σὺν τρόμῳ καὶ δείματι δεῦρο εἴσεισιν, οὐκ ἀνδρεῖος, ἀλλ’ ἀναίσθητος, ἀγνοῶν, εἰς ὅσον ἐμβαίνει κινδύνου.
Or
.

11

.

192

οὕτω δὲ πάλαι τε ἐρριζώθη τῇδε τὸ χρῆμα τῶν λόγων καὶ δι’ ὁμοίας ἀκμῆς ἐχώρησε. καὶ τοῖς ἔξωθεν ἐπ’ αὐτοὺς ἥκουσι καὶ τοῖς ἁψαμένοις ἔνδοθεν ὑπῆρχε μετασχεῖν τῶν πηγῶν, ὥστ’ ἤδη δόξα νενί‐
5κηκεν, ὡς ὅστις ἂν ἐπιβῇ τῆς γῆς, γέγευται τῆς τέχνης καὶ ῥητορείας κεκοινώνηκεν, ὥσπερ τῆς γῆς πνεῦμα ἀνείσης μουσικόν, καθάπερ ἑτέρωθι μαντικόν.
Or
.

11

.

193

Οὐ δὴ θαυμαστόν, εἰ τοῖς μὲν ἄλλοις κρα‐ τοῦσα τῶν ἄλλων, τῇ δὲ τῆς σοφίας ἀσκήσει μετὰ τῶν ἄλλων καὶ τὰ αὑτῆς νικῶσα τοὺς ἐπὶ τὰς ἀρχὰς ἰόντας ἐραστὰς ἑαυτῇ καθίστησιν· ὧν ἑκάστῳ καὶ προοίμιον
5τῆς διοικήσεως καὶ μέσα καὶ τελευταῖα τό τι προσ‐ θεῖναι τῇ πόλει. καὶ γὰρ οὖν οἷς μὲν ὑπῆρξε προσ‐
θεῖναι, καθάπερ οἱ τοῖς θεοῖς μέγιστα ἀνάψαντες ἀνα‐ θήματα, σὺν εὐφροσύνῃ τὸν ὑπόλοιπον ζῶσι χρόνον ἔχοντες ἐν ταῖς συνουσίαις ὅ τι κάλλιστον ἑαυτῶν
10διηγοῦνται, μᾶλλον δὲ πάντα λέγειν ἔχοντες, ἃ λαμ‐ πρύνειν πέφυκεν ἄνθρωπον, τὰ ἄλλα σιγῶντες ἑνὶ τούτῳ φιλοτιμοῦνται θαρροῦντες, ὡς οὔποτε αὐτοὺς λήθη καταλήψεται τῶν ἔργων αὐτοῖς ἐν τῷ καλλίστῳ τῶν ὑπὸ τὸν ἥλιον ἑστηκότων.
Or
.

11

.

194

καὶ θαρροῦσί γε εἰκότως. ὁ γὰρ οὗ πλεῖσται σύνοδοι, τῆς αὑτοῦ γνώμης σπουδὴν ἐνδείξας εἰς ἀείμνηστον κατέθετο τὴν δόξαν, ὥσπερ, οἶμαι, τῶν ζωγράφων οἱ τὴν σοφίαν τῶν χει‐
5ρῶν εἰς Δελφοὺς ἀναθέντες. καὶ οὐχ οἱ μὲν ἄρχοντες, οἷς ἔνι τούτου τυχεῖν ἐκ βασιλικῶν χρημάτων, ῥᾳδίως ἐπὶ τὰς προσθήκας τῆς πόλεως ὥρμησαν, οἷς δὲ οἴκο‐ θεν ἡ δαπάνη, πρὸς τοῦτο ἀπώκνησαν, ἀλλ’ οἳ τῆς περὶ τὸν βασιλέα γεγόνασιν ἑταιρίας, πλείω τῆς ἐν‐
10ταῦθα ἀναλώσεως ἢ τοῦ προσλαβεῖν ἔσχον ἔρωτα καὶ πανταχόθεν κάλλη λίθων ἀθροίσαντες ἐγκατέμιξαν οἰκο‐ δομημάτων κάλλη τῷ ἄστει δίκην ἀστέρων ἐκλάμποντα καὶ γενόμενοι τῆς μεγαλοπρεπείας ἡγεμόνες πολλοὺς ἔσχον τοὺς ἀκολουθήσαντας λαμπρότερα τῆς δυνάμεως
15βεβουλευμένους.
Or
.

11

.

195

ἐνταυθοῖ γὰρ ὁ μὲν οὐκ ἐγεί‐ ρων οἰκίαν ἢ τῶν γε οὐσῶν ὠνούμενος κἂν πάνυ
πλουτῇ, μάτην ἡγεῖται πλουτεῖν, ὁ δὲ τοῦτο μὲν παρε‐ χόμενος, τοῖς δὲ ἄλλοις εἰς στενὸν ἥκων ἐν εὐπόροις
5αὑτὸν ἀριθμεῖ. διὰ ταῦτα τὸ μέτρον οὐχ ἵσταται τῇ πόλει, καθάπερ δὲ ἐν ἀνθρώπου σώματι παρ’ ἡμέραν αὔξεται.
Or
.

11

.

196

Καὶ δὴ καιρὸς ὑπέρ τε τῆς θέσεως καὶ τοῦ μεγέθους ἤδη διελθεῖν. οἶμαι γὰρ οὐδεμίαν φανεῖ‐ σθαι τῶν οὐσῶν, ᾗ μέγεθός ἐστι τοσοῦτον ἐν οὕτω καλλίστῃ θέσει. ἀρξαμένη γὰρ ἐξ ἕω πρόεισιν ἐπὶ
5δυσμὰς ἰθυτενής, δίδυμον στοῶν ὕψος ἐκτείνουσα. διίστησι δὲ αὐτὰς ἀπ’ ἀλλήλων ὁδὸς ὕπαιθρος ἐστρω‐ μένη λίθῳ κατὰ τὴν στοὰν τὸ εὖρος.
Or
.

11

.

197

ἔστι δὲ τὸ μὲν μῆκος οὕτω πολὺ τεταμένοις τούτοις, ὥστε λεαί‐ νοντι μὲν μόνον τοσοῦτον χῶρον πολλῆς ἂν δεῆσαι χειρός, βαδίζοντι δὲ εἰς τέλος ἀπ’ ἀρχῆς μόχθον εἶναι
5καὶ τῆς ἐξ ἵππων δεῖν βοηθείας, οὕτω δὲ ὕπτιον καὶ συνεχὲς διὰ τέλους, οὐκ ἐξηλλαγμένον οὔτε χαρά‐ δραις οὔτε πρανέσιν οὔτ’ ἄλλων δυσκολιῶν εἴδεσιν, ὥσπερ ἐν γραφῇ χρωμάτων κατ’ ἐξουσίαν προσελθόν‐ των.
Or
.

11

.

198

στενωποὶ δὲ ἀπὸ τῶν στοῶν τὰς ἀρχὰς εἰληφότες οἱ μὲν ἐπ’ ἄρκτον ἴασι δι’ ὁμαλοῦ τοῦ παν‐
τός, οἱ δὲ ἐπὶ μεσημβρίας πρὸς τοὺς πρόποδας τοῦ ὄρους ἀνατείνουσιν ἠρέμα μέχρι τοσούτου τὴν οἴκησιν
5προάγοντες, μέχρι τοῦ σώζεσθαι συμφωνίαν πρὸς τὸ λοιπὸν σχῆμα τῇ πόλει καὶ μὴ τῷ λίαν ἐξῆρθαι τῆς λοιπῆς οἷον ἀφεστάναι.
Or
.

11

.

199

οὐ γὰρ ὑπερβᾶσα κρη‐ μνοὺς καὶ βάραθρα καὶ ταῦτα μεταξὺ ἑαυτῆς ποιήσασα καὶ λαβομένη μικροῦ του χωρίου κατὰ μέσας τὰς λαγό‐ νας τοῦ ὄρους οἰκίας ἐνέθηκε φόβον ταῖς ὑποκειμέναις
5τὰς ἐπικειμένας, ὥσπερ τὸν τοῦ Σισύφου πέτρον, ἀλλ’ ἐφ’ ὅσον ἔμελλε διὰ συνεχοῦς προβήσεσθαι, τοσοῦτον κατασχοῦσα τὴν εὐσχημοσύνην τῷ πλήθει συνδιεφύ‐ λαξεν.
Or
.

11

.

200

ἀνέχει δὲ τὸ ὄρος παρεκτεινόμενον ὥσπερ ἀσπὶς εἰς ὕψος προβεβλημένη, τοῖς δὲ ἐπὶ τῆς ὑπωρείας ἐσχάτοις οἰκοῦσι φοβερὸν μὲν οὐδὲν οἷον ἐξ ὄρους, πάσης δὲ εὐθυμίας ἀφορμαὶ πηγαὶ καὶ φυτὰ καὶ κῆποι
5καὶ αὖραι καὶ ἄνθη καὶ ὀρνίθων φωναὶ καὶ τὸ πρὸ τῶν ἄλλων ἀπολαῦσαι τῶν ἠρινῶν.
Or
.

11

.

201

ἐοίκασι δὲ αἱ μὲν στοαὶ ποταμοῖς ἐπὶ πλεῖστον πορευομένοις, οἱ στενωποὶ δὲ ῥύαξιν ἀπ’ αὐτῶν ἠγμένοις. πέμπουσι
δὲ οἱ μὲν εἰς τὸ ὄρος βλέποντες πρὸς τὰς τῆς ὑπω‐
5ρείας χάριτας, οἱ δὲ ἐπὶ θάτερα πρὸς ἑτέραν ὁδὸν γυμνὴν ὀροφῆς ἑκατέρωθεν ᾠκισμένην, ὥσπερ ἐκ ποταμοῦ πρὸς ποταμὸν διώρυχες εἰς διάπλουν πεποιη‐ μέναι. τελευτᾷ δὲ καὶ τοῦτο τὸ μέρος εἰς κήπων ὥραν πολλαχοῦ, αὐτοὶ δὲ ἐκεῖνοι λήγουσιν εἰς τὴν
10ὄχθην Ὀρόντου τοῦ ποταμοῦ.
Or
.

11

.

202

τῶν τοίνυν στοῶν, ὅπερ ἔφην, ἐξ ἀνίσχοντος ἡλίου πρὸς δυσμὰς τεταμέ‐ νων καὶ τοσοῦτον μήκους ἐπεχουσῶν, ὅσον ἂν καὶ τρισὶν ἀπέχρησεν ἄστεσι, κατὰ μέσην μάλιστα τὴν
5δεξιὰν ἁψῖδες πανταχόθεν τετραμμέναι μίαν ὀροφὴν ἔχουσαι λίθου παρέχουσιν ἀρχὴν ἑτέραις στοαῖς πρὸς ἄρκτον ἄχρι τοῦ ποταμοῦ προϊούσαις τὸ περὶ αὐτὰς Νυμφῶν ἱερὸν οὐρανόμηκες λίθων αὐγαῖς καὶ κιόνων χρόαις καὶ γραφῆς αἴγλῃ καὶ ναμάτων πλούτῳ πάντα
10ὀφθαλμὸν ἐπιστρέφον. στενωποὶ δὲ καὶ ἀπὸ τούτων ᾗπερ ἀπὸ τῶν προτέρων ὥρμηνται.
Or
.

11

.

203

Καὶ τὸ μὲν [ἀπὸ] τῆς ἀρχαίας 〈πόλεωσ〉 σχῆμα τοιοῦτον. τὴν δὲ νέαν πόλιν ἡ νῆσος, ἣν ἡ τοῦ ποτα‐
μοῦ σχίσις ἐποίησεν, ὑπεδέξατο. ῥέων γὰρ εἷς ἄνωθεν καὶ προελθὼν ὡς ἐπὶ τὸ πλεῖστον τεμὼν ἑαυτὸν περι‐
5βάλλει τὸ χωρίον καὶ ἀπέφηνε περίρρυτον. καὶ τοῖν ῥείθροιν τὸ μὲν ἀμφοῖν ταῖν πόλεῳν μέσον ὁρᾶται, τὸ δ’ ἐπὶ θάτερα τῆς νέας κατιὸν μετὰ τὴν ποίησιν τῆς νήσου τὸν πόρον συμβάλλει καὶ καθίστησι τὸν ποταμὸν ἴσον τῷ πρὶν διαστῆναι.
Or
.

11

.

204

μορφὴ δὲ τῇ νέᾳ ταύτῃ κύκλιος. κεῖται μὲν γὰρ ἐν πεδίῳ πᾶσα ἀκριβῶς, τεῖχος δὲ αὐτὴν ἀρραγὲς δίκην στεφάνου περιθεῖ. ἐκ δὲ ἁψίδων τεττάρων ἀλλήλαις συνηρμο‐
5σμένων εἰς τετράγωνον τύπον ὥσπερ ἐξ ὀμφαλοῦ τέτ‐ ταρες στοῶν συζυγίαι καθ’ ἕκαστον τμῆμα τοῦ οὐρανοῦ τέτανται, οἷον ἐν Ἀπόλλωνος τετράχειρος ἀγάλματι.
Or
.

11

.

205

τούτων δὲ αἱ μὲν τρεῖς συζυγίαι μέχρι τοῦ τείχους προελθοῦσαι τῷ περιβόλῳ συνάπτονται, ἡ δὲ τετάρτη βραχυτέρα μέν, καλλίων δὲ ὅσον βραχυτέρα, οἷον τοῖς βασιλείοις ἐγγύθεν ἐφορμοῦσιν ἀπαντᾷ γιγνομένη [τοῖς
5βασιλείοις] αὐτοῖς ἀντὶ προπυλαίων.
Or
.

11

.

206

αὐτὰ δὲ τὰ βασίλεια κατείληφε μὲν τῆς νήσου τοσοῦτον, ὥστε εἰς
τέταρτον μέρος τῆς ὅλης τελεῖν. τοῦ μέσου γάρ, ὃν ὀμφαλὸν προσείληφεν, ἐφάπτεται καὶ πρὸς τὴν ἔξω
5μοῖραν τοῦ ποταμοῦ προβέβηκεν, ὥστε καὶ τὸ τεῖχος ἀντ’ ἐπάλξεων κίονας δεξάμενον θέα βασιλεῖ πρέπουσα κατεσκεύασται τοῦ ποταμοῦ μὲν ὑπορρέοντος, τῶν προαστείων δὲ πανταχόθεν εὐωχούντων τὰς ὄψεις.
Or
.

11

.

207

καὶ δι’ ἀκριβείας μὲν ὑπὲρ τούτου τοῦ μέρους βουλομένῳ διελθεῖν τοῦτ’ αὐτὸ ποιητέον ὑπόθεσιν, ἀλλ’ οὐχ ἑτέρας μέρος, δεῖ δὲ ὅμως τοσοῦτον εἰπεῖν, ὅτι τῶν ὄντων ἁπανταχοῦ τῶν μὲν ἐκ μεγέθους λαβόν‐
5των ὄνομα, τῶν δὲ ἐπὶ κάλλει βεβοημένων τῶν μὲν οὐδαμῇ λείπεται, τῶν δὲ καὶ πολὺ κεκράτηκεν, εἰς κάλλους μὲν λόγον οὐδαμοῦ νικώμενον, ἐν μεγέ‐ θους δὲ κρίσει πανταχοῦ νικῶν, εἰς τοσούτους θαλά‐ μους καὶ στοὰς καὶ ἀνδρῶνας διῃρημένον, ὥστε καὶ
10τοὺς λίαν ἐθάδας ἐκ θυρῶν ἐπὶ θύρας ἰόντας εἰς πλάνην ἐμπίπτειν. τοῦτό μοι δοκεῖ κἂν μόνον ἐν πόλει φαύλως ἐχούσῃ κείμενον, οἵας πολλὰς ἐπὶ Θρᾴ‐ κης ὁρῶμεν, ἔνθα οὐ πολλαὶ καλύβαι ποιοῦσι τὰς πόλεις, εἰ τούτων μιᾷ τοῦτο ἐνέκειτο, πάντως ἂν παρ‐
15εῖχεν ἐν ἐξετασμῷ πόλεων τῇ κεκτημένῃ μεγαλαυ‐ χεῖσθαι.
Or
.

11

.

208

ἀλλ’ ἐκεῖσε ἐπάνειμι, ὅτι τὴν νέαν μὲν ἀπὸ τῆς ἀρχαίας τὸ διὰ μέσου ῥέον χωρίζει, γεφύραις δὲ πέντε ἰσχυραῖς τὸ διεστηκὸς τοῦτο συνδεῖται. καὶ τὸ μὲν ὕδωρ δύο ποιεῖ τὴν ἡμετέραν, ἐκεῖναι δὲ αὐτὴν
5οὐκ ἐῶσιν εἶναι δύο, παραζευγνῦσαι τὴν δευτέραν τῇ πρεσβυτέρᾳ, καθάπερ πῶλον μητρί.
Or
.

11

.

209

σκοπείτω δή τις, ὡς εἴτε μακρὰν τετάσθαι πόλιν ἄριστον, ἡ παλαιὰ τοῦτον ἡμῖν ᾤκισται τὸν τρόπον, εἴτε τὸ κύκλου μετέ‐ χον εὐσχημονέστερον, εἰς τὴν νέαν τοῦτο ἥκει, εἴτε
5τοῦτ’ αὐτὸ μεγέθους σημεῖον τὸ μὴ μιᾶς ἰδέας εἶναι τὴν πόλιν, ἐνταῦθα, εἴπερ που, πᾶσαι μορφαὶ πόλεων, ὥστε ὅστις τετραχόθεν ἴσην οἰκῶν ἀγάλλεται, τῇ μι‐ κρότητι φιλοτιμούμενος ἴστω.
Or
.

11

.

210

ὥσπερ γὰρ ἐν ταῖς γεωργίαις τὸ μὲν ὀλίγον γήδιον ῥᾳδίως, οἷον ἐν ζω‐ γράφων πίναξιν, ἤσκηται, αἱ δὲ τῶν εὐδαιμόνων ἄρουραι τοῦτο οὐχ ὑπομένουσιν, ἀλλὰ κεχυμέναι δαψι‐
5λῶς τὸ μὲν αὐτῶν εἰσέχει, τὸ δὲ ἐξέχει, οὕτω δὴ καὶ ἐπὶ τῶν πόλεων τὸ μὲν ἐστερημένον μεγέθους εἴκει μιᾷ μορφῇ, τὸ δὲ μεγέθους τυγχάνον κατὰ τὸ συμβὰν ἐκφέρεται.
Or
.

11

.

211

ἐν δὲ μνήμῃ μεγέθους οὐδ’ ἐκεῖνο παρήσω, ὅτι τῷ μήκει τῷ τῶν στοῶν ὧν πρῶτον ἐμνή‐ σθην, εἴ τις τὰς ἀπ’ ἐκείνων ἐπὶ τὸν ποταμὸν ῥυείσας
συνάψειεν ἑτέρως τῷ μήκει προσθήκην ποιούμενος καὶ
5† αὖ πάλιν τὰς τῆς καινῆς ταὐτὸν πρὸς ἀλλήλας μίαν τῇ μιᾷ ταύτῃ πρότερον μῆκος αὐξήσειεν, εἰ τοῦτό τις συνθείη, μᾶλλον δὲ μένοι μὲν ἕκαστον ὡς εἶχε, λογισμῷ δὲ τὴν μετάστασιν θεώμενος, εὕροι τις ἄν, ὡς σταθ‐ μοῦ μέτρον ἡμῖν ἐπέχουσιν αἱ στοαί.
Or
.

11

.

212

ταῦτα δέ σοι διεξιόντι συνεχεῖς μὲν αἱ τῶν ἰδιωτῶν οἰκήσεις, πανταχοῦ δὲ τοῖς ἰδίοις ἐγκέκριται τὰ δημόσια, τοῦτο μὲν ἱερά, τοῦτο δὲ λουτρά, τοσοῦτον ἀλλήλων ἀπέχοντα,
5ὥσθ’ ἑκάστῃ μοίρᾳ τῆς πόλεως ἐγγὺς εἶναι χρῆσθαι, πᾶσι δὲ ἐπὶ ταῖς στοαῖς αἱ πρῶται θύραι.
Or
.

11

.

213

τί δή μοι τοῦτο βούλεται; καὶ τό γε μηκῦναι τὸν περὶ τῶν στοῶν ὅλως λόγον εἰς τί ποτε αὖ φέρει; δοκεῖ μοι τῶν ἐν ταῖς πόλεσι καὶ χαριέστατον εἶναι, προσθείην
5δ’ ἂν ὅτι καὶ χρησιμώτατον, αἱ σύνοδοι καὶ τὸ ἀνα‐ μιχθῆναι. καὶ νὴ Δία γε καθαρῶς πόλις, οὗ τοῦτο ἔνεστι πολύ.
Or
.

11

.

214

καὶ γὰρ εἰπεῖν τι καλὸν καὶ ἀκοῦσαι βέλτιον καὶ συμβουλεῦσαι ἥδιστον καὶ ταῖς τῶν φίλων
τύχαις τὸ εἰκὸς εἰσενεγκεῖν ἐπὶ μὲν τοῖς συνηδόμενον, ἐπὶ δὲ τοῖς συναχθόμενον, καὶ παρ’ ἐκείνων τῆς ἴσης
5ἀντιδόσεως τυχεῖν καὶ μυρία πρὸς τούτοις ἐν τῷ πλη‐ σιάζειν ἀλλήλοις ἔστιν.
Or
.

11

.

215

οἷς μὲν οὖν οὔκ εἰσιν ἐκταδὸν οὕτω στοαὶ τῶν οἰκιῶν προκείμεναι, τούτους ὁ χειμὼν διοικίζει, καὶ λόγῳ μὲν μίαν οἰκοῦσιν, ἔργῳ δὲ διεστήκασιν ἀλλήλων οὐχ ἧττον ἢ τῶν ἐν ταῖς
5ἄλλαις πόλεσι καὶ πυνθάνονται περὶ τῶν ἐγγὺς οἰκούν‐ των, ὥσπερ ἀποδημούντων. καὶ γὰρ ὄμβρῳ καὶ χαλάζῃ καὶ χιόνι καὶ πνεύμασιν οἴκοι κατέχονται τοῖς δεδεμέ‐ νοις παραπλησίως, μόλις δὲ τῶν οἰκετῶν οἱ πάλαι ταλαιπωρεῖσθαι μεμαθηκότες εἰς ἀγορὰν παρακύψαντες
10ἀποπηδῶσιν· ὥστε ὁπότε ἀπαιθριάσειεν, ὥσπερ ἐκ μα‐ κροῦ πλοῦ σεσωσμένοι, περιβάλλοντες ἀλλήλους ἀσπά‐ ζονται πολλὰ μὲν ἐκλελοιπότες εἰς ἀλλήλους ὧν ὁ φιλίας νόμος ἔταξε, μεμφόμενοι δὲ ἀνθ’ ἑαυτῶν 〈ἐκεῖνα ὑφ’ ὧν〉 κεκώλυνται.
Or
.

11

.

216

παρ’ ἡμῖν δὲ οὐχ οὕτως ὁ Ζεὺς οὔτε χάλαζαν ἐμβάλλει χαλεπὴν οὔτε χιόνα
συχνὴν οὔτε ὄμβρον πολύν, δι’ ἃ τῆς συνουσίας τὸ συνεχὲς διασπασθήσεται, ἀλλὰ τὸ μὲν ἔτος ἐκ τῶν
5ὡρῶν τὰς μεταβολὰς λαμβάνει, τὸ δὲ τῶν συνουσιῶν κατ’ οὐδεμίαν ἀλλοιοῦται, ἀλλ’ ὁ μὲν ὄμβρος ἐνοχλεῖ ταῖς ὀροφαῖς, ἡμεῖς δὲ ἐν αὐταῖς 〈ταῖς στοαῖσ〉 μετὰ ῥᾳστώνης βαδίζοντες οὗ καιρὸς συγκαθίζομεν.
Or
.

11

.

217

καὶ γὰρ ὅσοι τὰ τῶν στενωπῶν οἰκοῦσιν ἔσχατα, τούτους οἱ καθ’ ἑκάτερον τοῖχον προβεβλημένοι δρύφρακτοι τῶν ὄμβρων ῥυόμενοι πρὸς τὰς στοὰς ἀβρόχως εἰσά‐
5γουσιν. οὐκοῦν τοῖς μὲν ἄλλοις καθ’ ὅσον διίστανται, τὸ τῆς συνηθείας ἀμβλύνεται, παρ’ ἡμῖν δὲ τῷ τῆς ὁμιλίας ἀπαύστῳ τὸ τῆς φιλίας ἀκμάζει, καὶ ὅσον ὑπο‐ δίδωσιν ἐκεῖ, τῇδε προσλαμβάνει.
Or
.

11

.

218

Οὑτωσὶ μὲν οὔ τι πρὸς ἡδονὴν μᾶλλον ἢ τὰ μέγιστα τῶν ἐν ἀνθρώποις τὸ τῶν στοῶν μῆκος συμ‐
βέβληται, αἷς ἱππόδρομός τε προσύφανται καὶ θέα‐ τρον καὶ λουτρόν, ὁ μὲν ἀρκῶν τούς τε ἐκ Βορέου
5ἐμπλῆσαι θέοντας καὶ τῷ τῆς πόλεως ὄχλῳ παρασχεῖν θάκους τῇ τῶν ἀναβαθμῶν ἀφθονίᾳ, τὸ δὲ συνηχοῦν καὶ συναγωνιζόμενον καὶ αὐλῷ καὶ κιθάρᾳ καὶ φωνῇ καὶ τοῖς πολλοῖς τῶν ἀπὸ τῆς σκηνῆς τερπόντων.
Or
.

11

.

219

τίς δ’ ἂν ἐφίκοιτο διεξιὼν ἕτερα θεάτρων εἴδη, τὰ μὲν ἀθληταῖς ἐναγωνίσασθαι πεποιημένα, τὰ δὲ ἀνδράσι πρὸς θηρία, πάντα ἐν μέσῃ τῇ πόλει καὶ οὐκ ἀναγκάζοντα προλυπηθῆναι τῶν ἡδέων τῷ μήκει τῆς
5ἐπ’ αὐτὰ πορείας;
Or
.

11

.

220

ἀλλὰ τὰ λουτρὰ τίς οὐκ ἂν ἀγασθείη; τὰ μὲν γὰρ ἁρμόδια χειμῶνι, τὰ δὲ συμ‐ βαίνοντα θέρει, τὰ μὲν ἔξω πνευμάτων σφοδρῶν, τὰ δ’ ὥσπερ μετέωρα καὶ οὐ κοινωνοῦντα τῆς γῆς.
Or
.

11

.

221

οἰκίαι δὲ αἱ μὲν ἀνιστάμεναι τῆς παρούσης φαιδρότη‐ τος, αἱ δὲ τῶν ἔμπροσθεν χρόνων ἐν τῷ μετρίῳ τρόπῳ τό τε ὑπερήφανον διαφεύγουσαι καὶ τὸ ἀνελεύθερον.
Or
.

11

.

222

Εἰ δὲ δεῖ μὴ σιγῆσαι τὸ νῦν ἐπελθόν, ὁ Ζέ‐ φυρός μοι δοκεῖ πεῖσαι τοὺς ἀρχαίους οἰκήτορας μὴ πάντα πόνον εἰσενέγκασθαι περὶ τοὺς τοίχους. ὡς ὅσοις μὲν τὰ τῶν ἀέρων οὐκ εὖ ἕστηκε, τὴν ἀπ’ ἐκεί‐
5νων ψυχαγωγίαν μηχανῶνται, ἡμῖν δὲ τὸν ἥδιστον ἄνεμον καρπουμένοις καὶ ἐσθλὸν ἑταῖρον, ὥς φησιν Ὅμηρος, κεκτημένοις τὸν Ζέφυρον οὐδὲν δεῖ περιεργίας τοῦ θεοῦ παρέχοντος τρυφᾶν.
Or
.

11

.

223

Ἀθηναίοις μὲν γὰρ ὁ Βορέας συνεναυμάχησε μισθόν, ὥς φασιν, ἧς ἥρπασε κόρης διδοὺς τὴν δωρεὰν αὐτοῖς, ἣν οὐ σφόδρα καθίστησι μετρίαν ὁ κηδεστής, ἡμᾶς δὲ ὁ Ζέφυρος οὐ
5προαδικήσας εἶτα εὖ ποιεῖ, ἀλλ’ ἐρᾷ μέν, ἐρᾷ δὲ οὐ κόρης, ἀλλ’ ὅλης τῆς πόλεως ἔρωτα ἀθάνατον καὶ κατασχὼν αὑτὸν τοῦ χειμῶνος, ἡνίκα οἶδεν, εἰ προσίοι, λυπήσων, συνεισέρχεται τῷ θέρει τὸ καῦμα ἐπισχήσων.
Or
.

11

.

224

καὶ οὔτε ἑτέρᾳ πρὸ ἡμῶν ὁμιλεῖ πόλει οὔτε δι’
ἡμῶν ἐφ’ ἑτέραν ἔρχεται, ἀλλ’ ἀφ’ ἡμῶν τε ἄρχεται καὶ περὶ ἡμᾶς ἀποπαύεται κατὰ τοὺς πρὸς ἓν κάλλος κεκινημένους, ὧν τοὺς ὀφθαλμοὺς σῶμα ἕτερον παρα‐
5φανὲν οὐ μεθίστησιν.
Or
.

11

.

225

ὁ δὲ διαρρεῖ τε ἅπασαν καὶ περιρρεῖ καὶ οὐδὲν ἄμοιρον τῆς ἐπικουρίας ἀφίησιν· οὐ γὰρ εἰς μὲν τὰς τῶν εὐδαιμόνων οἰκίας καὶ τριωρόφους εἰσχεῖται, τῶν δὲ χαμαιζήλων καὶ ὅσαι
5πενήτων ὑπεραιωρεῖται, ἀλλ’ ὥσπερ ἐν δημοκρατίᾳ τῶν νόμων ἴσον μέτεστιν, οὕτω παρ’ ἡμῖν ἰσομοιρία τις τῶν ζεφύρου καλῶν, καὶ οὐδεὶς πώποτε διψῶν αὔρας παρὰ τῶν γειτόνων ᾐτιάσατο τοῦτο παθεῖν. οὕτω διὰ πάντων ἔρχεται καὶ διολισθαίνει καὶ ὅτουπερ
10ἂν λάβηται, τοῦτο ὁδὸς αὐτῷ.
Or
.

11

.

226

καὶ τῆς μὲν ἀκτῖ‐ νος ἤδη τινὲς ἀπεστερήθησαν ἐπισκοτούσης οἰκίας ἐγ‐ γύθεν, ζέφυρος δὲ οὐδενὶ κεκώλυται τὸ μὴ οὐ κοινὰ χαρίζεσθαι, ἀλλὰ βαδιζόντων τε τοὺς χιτῶνας αἰωρεῖ
5καὶ περὶ ταῖς κνήμαις στρέφει καθευδόντων τε αἱ
σινδόνες ὑποπνέοντος περὶ τοῖς σώμασι κυρτοῦνται, καὶ τὴν νύκτα διπλῆν ἀνάπαυλαν ὁ ζέφυρος ἀπεργά‐ ζεται μιγνυμένης τῷ ὕπνῳ τῆς αὔρας.
Or
.

11

.

227

Οὐκ ἄρα μάτην ἐν οἰκοδομίαις ἡ πόλις ἀεί, καὶ τὰ μὲν ἐρέπτεται, τὰ δὲ πρὸς μέσον ἄνεισι, τὰ δ’ ἄρτι θεμέλιον δέδεκται, τὰ δὲ πρὸς τοῦτο ὀρύσσεται, καὶ τῶν τοὺς τέκτονας ἐπειγόντων αἱ φωναὶ πανταχοῦ,
5καὶ τὸ πέρυσιν εἰς λαχάνων φορὰν σκαπτόμενον τῆτες ᾤκισται. ἴσασι γάρ, ὡς ὅσα τοῖς δικαίοις ὑπισχνοῦνται τετελευτηκόσιν οἱ ποιηταί, ταῦτα ζῶσιν ἐνταῦθα ἔστιν ἔχειν.
Or
.

11

.

228

Καὶ δὴ σκοπῶμεν, ὡς τετραπλασία τῆς νῦν οὔσης ἦν ἂν ἡ πόλις, εἰ μὴ τρισὶν ἤδη πρότερον και‐ ρίοις ἐβέβλητο. ὥσπερ γὰρ ὁ τοῦ Πυθίου νεὼς πολ‐ λαῖς εἶξε τύχαις καὶ τέταρτος ὁ νῦν ἑστηκώς ἐστιν
5ἐπὶ τοῖς ἔμπροσθεν οἰχομένοις, οὕτως ἡμῖν ἡ πόλις, ὡς μὲν ἀνθρώπων οὖσα πόλις, ἐπλήγη, ὡς δὲ θεο‐ φιλής, ἀνέστη ταὐτὸν καὶ παθοῦσα καὶ ποιήσασα τῇ τῆς Ἀθηνᾶς ἐλαίᾳ. καὶ γὰρ ἐκείνην ἐπῆλθε μὲν τῷ πυρὶ Ξέρξης, ὅτ’ ἔφθειρε τὴν Ἀθηναίων ἀκρόπολιν,
10δευτέρᾳ δὲ ἡμέρᾳ βλαστὸς ἀνέδραμεν εἰς πῆχυν ἐκ
τοῦ κεκαυμένου. καὶ δὴ καὶ ἥδε ἅμα τε ὑπεχώρει καὶ ἀνήρχετο.
Or
.

11

.

229

καὶ νῦν ὀρύσσοντί σοι τὴν γῆν ἐπὶ τῷ κρηπῖδα βαλέσθαι πάντως ἴχνος τι τῶν ἀρχαίων ἀπαντᾷ, καὶ πολλοὶ τοῖς οὖσιν ἀνθ’ ὧν διενοοῦντο χρησάμενοι τἄλλα προσφέροντες ἐπῳκοδόμουν. εἰ οὖν τῶν μὲν
5οὐχ ἧπτο λώβη, τὰ δὲ προσεγεγόνει, καὶ ὅσα νῦν πρὸς τὸ ἀνορθοῦν, τοσαῦτα εἰς προσθήκην ἐσπούδαστο, πολλοὶ πολλῶν ἂν ἀγρῶν ἐστέρηντο τῆς γεωργουμένης.
Or
.

11

.

230

Οὐ τοίνυν ἡ μὲν πόλις οὕτω διὰ πάντων θαυμαστή, τὰ δὲ ἔξω τοιαῦτα, οἷα ἄν τινα ἀξιῶσαι βελτίω τῶν ὄντων εἶναι δεῖν, ἀλλ’ ἀκριβῶς ὅτι ταύτης ἐστί, δηλοῦντα. τοῦτο μὲν κῶμαι μεγάλαι καὶ πολυ‐
5άνθρωποι πόλεων οὐκ ὀλίγων πλέον πολυανδρούμεναι καὶ χειροτέχναις, ὥσπερ ἐν ἄστεσι, χρώμεναι, κοινού‐ μεναι πρὸς ἀλλήλας 〈τὰ〉 σφῶν αὐτῶν διὰ τῶν πανη‐ γύρεων καλοῦσαί τε ἐν μέρει παρ’ αὑτὴν ἑκάστη καὶ καλούμεναι καὶ τοῖς αὐτοῖς εὐθυμούμεναί τε καὶ
10χαριζόμεναι καὶ κερδαίνουσαι, ὧν μὲν περίεστι μετα‐ διδοῦσαι, ὧν δὲ ἐνδεῖ προσλαμβάνουσαι, τὰ μὲν δια‐
τιθέμεναι, τὰ δὲ ὠνούμεναι, μακρῷ τῶν κατὰ θάλατταν ἐμπόρων εὐδαιμονέστεραι, ἀντὶ ῥοθίου καὶ κυμάτων σὺν γέλωτι καὶ κρότῳ χρήματα ἐργαζόμεναι, μικρὰ τῆς
15πόλεως χρῄζουσαι διὰ τὴν ἐξ ἀλλήλων ἀντίδοσιν.
Or
.

11

.

231

ἀθρείτω δή τις καὶ τὰ πρὸ τῶν πυλῶν· οὐ γὰρ ἀξιώσει γε πανδοκεῖα προσειπεῖν, ἀλλὰ φυλὰς πόλεως, ἀλλ’ ὡς ταύτης εἶναι μόνης· οὕτως ἠκρίβωται πρὸς τὸν εἴσω ζῆλον τὰ ἔξω καὶ τρυφῇ καὶ λουτροῖς καὶ
5τέχναις καὶ τῷ συνοικεῖσθαι· ὥστ’ εἴ τις τὸ τρίχα διῃρημένον εἰς ἕνα τύπον συνήγαγεν, ἐξήρκεσεν ἂν τὰ νῦν πρὸ τῆς πόλεως εἶναι πόλις.
Or
.

11

.

232

ὥσπερ γὰρ τὰ πρὸ τῶν βασιλείων μετεῖχε τῆς ἔνδον σεμνότητος λει‐ πόμενα μὲν τῶν ἔνδον, παρέχοντα δὲ τεκμαίρεσθαι τοῖς ἐλάττοσι τὰ μείζω, οὕτως ἀπὸ τῆς πόλεως ἐρρύη
5τις ἐπὶ τὰ πρὸ τῶν τειχῶν ὁμοιότης, ὥστε ἐξελαύνων φήσεις ἐν βραχυτέρῳ τύπῳ θεωρεῖν ἃ ἀπολέλοιπας, καὶ εἰσελαύνοντι προμεμήνυται τοῖς ἔξω τὰ εἴσω.
Or
.

11

.

233

πάντα μὲν οὖν τῆς αὐτῆς ἰδέας, τὰ δὲ δὴ πρὸς δυσμάς, Ἡράκλεις, ὡς πάντα μὲν τἄλλα, πάντα δὲ λόγον νικᾷ. καὶ μόνα ταῦτα ἰδεῖν ἄξιον, ἀκούσας δὲ ἥδιστα οὕτως ἂν οὐχ ὅσον ἄξιον ἀκούσαις.
Or
.

11

.

234

εὐθὺς
μὲν ὑπερβάλλοντι τὰς πύλας ἐν εὐωνύμοις κήπων τε ποικιλία καὶ καταγωγῶν χάριτες καὶ κρηνῶν ἀφθονία καὶ δένδρεσιν οἰκίαι κρυπτόμεναι καὶ δένδρα ὑπεραί‐
5ροντες θάλαμοι καὶ λουτρῶν πολυτέλεια, χῶρος Ἀφρο‐ δίτῃ πρέπων καὶ τῷ ταύτης υἱεῖ τῷ τοξότῃ. προϊόντι δέ σοι καθ’ ἑκατέραν τῆς ὁδοῦ πλευρὰν ἀμπελουργιῶν τε πλῆθος ὁρᾶται καὶ οἰκιῶν κάλλη καὶ ῥοδωνιαὶ καὶ φυτὰ παντοῖα καὶ νάματα, καὶ τὸ μὲν ἕλκει, τὸ δὲ
10ἀνθέλκει καὶ διὰ τοιαύτης ἡδονῆς ἐπὶ τὴν παγκάλην ἀφίξῃ Δάφνην.
Or
.

11

.

235

ὑπὲρ ἧς οὔτε εἴρηταί πω πρὸς ἀξίαν οὐδὲν οὔτε εἰρήσεται, πλὴν εἰ τῷ θεῷ σὺν ταῖς Μούσαις ᾄδειν ἐπέλθοι τὸν χῶρον.
Or
.

11

.

236

ταύτην ἐγὼ τὴν ὁδὸν τὴν ἀπὸ τῆς πόλεως ἐπὶ τὸ προάστειον ἥδιστα ἂν προσεῖπον τῆς αἰγίδος θύσανον, ᾗ περιβάλλει τὴν Ἀθηνᾶν Ὅμηρος. οὕτως ἅπασα χρυσῆ, καὶ τελευτᾷ
5γε εἰς χρυσὸν Κολοφώνιον, τὴν Δάφνην.
Or
.

11

236bis

ἣν ἰδόντι μὴ βοᾶν οὐκ ἔστι καὶ σκιρτᾶν καὶ ἀνᾴττειν καὶ κροτεῖν καὶ μακαρίζειν αὑτὸν τῆς θέας καὶ οἷον ὑπὸ
τῆς ἡδονῆς πτεροῦσθαι. ἄλλο γὰρ ἄλλοθεν τὸ μὲν
5θέλγει, τὸ δὲ ἐκπλήττει, καὶ τὸ μὲν κατέχει, τὸ δὲ ἐπισπᾶται καὶ περικέχυται τοῖς ὀφθαλμοῖς αὐγὴ περι‐ στρέφουσα τὸν θεατήν, Ἀπόλλωνος ἱερόν, Διὸς ἱερόν, στάδιον Ὀλυμπικόν, θέατρον ἁπάσης τέρψεως, κυπα‐ ρίττων πλῆθος καὶ πάχος καὶ ὕψος, ἀτραποὶ σκιεραί,
10χοροὶ μουσικῶν ὀρνίθων, πνεῦμα σύμμετρον, ἀρωμά‐ των ἡδίους ὀσμαί, καταγωγαὶ σεμναί, ἡμερίδες εἰς ἀνδρῶνας ἕρπουσαι, Ἀλκίνου κῆποι, τράπεζα Σικελική, κέρας Ἀμαλθείας, πανδαισία, Σύβαρις. λουτρὸν δὲ ὅ τι ἂν προκρίνας λούσῃ, τὸ χαριέστερόν σοι παρῶπται.
Or
.

11

.

237

οὕτω δὲ ὁ χῶρος ἀμύνει σώμασιν, ὥστ’ ἢν μικρὸν ἐνδιατρίψας ἀπέλθῃς, εὐχροώτερος ἄπει. ἐρωτηθεὶς δέ, ὅτῳ μάλιστα ἐγανώθης, ἀπορήσαις ἄν. οὕτω πάντα ἐφάμιλλα. πάθος δὲ οὐδὲν οὕτως ἰσχυρὸν οὐδὲ ἄμαχον
5οὐδὲ ἔμμονον, ὅπερ οὐκ ἂν ἐξελάσειεν ἡ Δάφνη, ἀλλ’ ἅμα τε προσῆλθες τῷ τόπῳ καὶ τὸ λυποῦν ἀπελήλυθε.
θεοὶ δὲ εἴπερ ὄντως οὐρανὸν ἀφέντες εἰς γῆν ἔρχον‐ ται, τῇδέ μοι δοκοῦσι συνεῖναί τε καὶ συνεδρεύειν, ὡς οὐκ ἂν ἐν καλλίονι διατρίψαντες.
Or
.

11

.

238

τοιαῦτα δὲ ὄντα ἃ διεξῆλθον οὐ τοσαῦτά ἐστιν, ὥστε τὴν ὑπερ‐ βολὴν τοῦ κάλλους ἐν τῇ βραχύτητι τῶν μετειληφότων τοῦ κάλλους ἀπολλύναι τὸ θαῦμα, οἷον οὐ πέντε μὲν
5οἰκίαι, κῆποι δὲ ἑπτά, κυπάριττοι δὲ τριακόσιαι, λουτρὰ δὲ τρία, ἀλλὰ καλὰ μέν, ὡς οὐδὲν ἄλλοθι, πλείω δὲ ἢ καλλίω τὰ πάντα.
Or
.

11

.

239

οὕτω γὰρ εἰς πλῆθος ἕκαστα τούτων κέκτηται, ὥστε αἰδοῖ τῆς πόλεως ἐν προαστείου τάξει μεμένηκεν, ἀμφισβητεῖν δὲ βουλομένη πόλεσιν ἐκ πολλῶν ἔχει τὸ νικᾶν, ἣ καὶ Ῥωμαίων ὅσους θεατὰς
5ἔλαβε, νενίκηκε πείσασα μηκέτι τὴν Ἰταλίαν ὑμνεῖν ὡς ἀήττητον τὰ τοιαῦτα.
Or
.

11

.

240

κεφάλαιον δὲ τῶν Δάφνης καλῶν, οἶμαι δὲ καὶ τῆς γῆς ἁπάσης αἱ Δάφνης πηγαί. ὡς οὐδαμοῦ ἡ γῆ τοιαύτην ἔτεκε ναμάτων φύσιν οὔτε ἰδεῖν οὔτε χρήσασθαι. Νυμφῶν τινων
5ταῦτα βασίλεια, καὶ τῆς ἐκείνων δωρεᾶς τὸ καθαρώτα‐ τον καὶ εἱλικρινέστατον.
Or
.

11

.

241

καὶ δὴ καὶ φαίη τις ἂν οὐχ ἧττον χαίρειν τῷ τόπῳ τὰς θεὰς ἢ τῇ μὲν
Πίσῃ τὸν Δία, τῷ δὲ Ἰσθμῷ τὸν Ποσειδῶ, Δελφοῖς δὲ τὸν Ἀπόλλω, τῇ Λήμνῳ δὲ Ἥφαιστον. καὶ εἰ δὴ
5δεῖ πιστεύειν ἐν ὕδασι τὴν δίαιταν εἶναι ταῖς Νύμφαις, δοκοῦσί μοι τοῖς μὲν ἄλλοις ἐπιφοιτᾶν, ὅσον ἐπι‐ σκοπῆσαι, τουτὶ δέ, ὥσπερ οἱ βασιλεῖς, ἀντ’ ἀκροπόλεως πεποιῆσθαι. πείθομαι δὲ κἀκεῖνο τὰς τρεῖς θεάς, ὅτε περὶ κάλλους ἤριζον, ἐνταυθοῖ λουσαμένας ἥκειν ἐπὶ
10τὴν κρίσιν μᾶλλον ἢ οὗ λέγονται.
Or
.

11

.

242

τίς γὰρ ἐπι‐ στὰς καὶ θεασάμενος ἔκ τε τῶν πρώτων στομάτων τὸ ὕδωρ ἐκρέον καὶ καθ’ ἑκάτερον τοῖχον τοῦ νεὼ φερό‐ μενον οὐκ ἂν ἀγασθείη μὲν τὸ πλῆθος, ἐκπλαγείη δὲ
5τὸ κάλλος, τιμήσειε δὲ ὡς θεῖον, ἅψαιτο δὲ ἡδέως, λούσαιτο δὲ ἥδιον, πίοι δὲ ὡς ἥδιστα; τὸ γὰρ αὐτὸ ψυχρόν τε καὶ διαυγὲς καὶ ποτιμώτατον καὶ χάρισιν ἐγκεχρισμένον καὶ προσηνὲς ὁμιλῆσαι σώμασιν.
Or
.

11

.

243

οὐ μὴν ἐν τῇ μητρὶ μόνῃ τὸ ὕδωρ ἔμεινεν, οὐδὲ Δάφνη μὲν ἐγέννησε, Δάφνη δὲ ἀπέλαυσε στήσασα περὶ αὑτὴν τὸ δῶρον, ἀλλ’ ἡ μὲν ἔφηνε, μετέσχε δὲ μετὰ τῆς
5φηνάσης ἡ πόλις οἴκοθεν οἴκαδε τῶν ναμάτων δρα‐ μόντων, καὶ οὐκ ἐκ τῆς ὑπερορίας, ὃ πολλοῦ μὲν πόνου, πολλοῦ δὲ κινδύνου τῆς ἐπικουρίας ἐκ τῆς ἄλλων
φιλανθρωπίας αἰωρουμένης, μηχανησάμενοι δὲ ὁδὸν τῷ ῥεύματι κατηρεφῆ διὰ τῆς ὑπωρείας πῆ μὲν ἔγκοι‐
10λον τὴν ὑπώρειαν τέμνοντες, πῆ δὲ προσοικοδομοῦντες, ἔστι δὲ οὗ καὶ μετέωρον τὸν πόρον ὑπὲρ γεφυρῶν ἄγοντες, ἔνθα τοῦτο ἐπηνάγκαζον οἱ κρημνοί, κοινοῦσι τῷ ἄστει τὴν ἐκ τῶν προαστείων χορηγίαν.
Or
.

11

.

244

καὶ νῦν ᾧ μάλιστα νικῶμεν, τοῦτό ἐστιν, ὅτι κατάρρυτος ἡμῖν ἡ πόλις. καὶ πρὸς μὲν τἄλλα κἂν ἀναισχυν‐ τήσαι τις, ἐν δὲ ὑδάτων μνήμῃ πάντες εἴκουσι. τὰ
5μὲν καλὰ πλήθει νικῶμεν, τὰ δὲ πολλὰ κάλλει, μᾶλλον δὲ τὰ μὲν ἄφθονα τῷ πλήθει, τὰ δὲ χαρίεντα τῷ κάλλει. λουτρῶν μὲν τῶν δημοσίων ἕκαστον ποταμοῦ μέτρον ἐκχεῖ, τῶν δὲ ἰδίων τὰ μὲν ὅσονπερ ἐκεῖνα, τὰ δὲ οὐ πολλῷ τῳ λειπόμενον.
Or
.

11

.

245

ὅτῳ δὲ δύναμις λουτρὸν ἐπὶ τοῖς προτέροις ἐγείρειν, ἕνεκά γε ναμάτων θαρρούντως ἐγείρει καὶ οὐ δέδοικε, μὴ τὸ μὲν εἰς ἄκρον ὥρας ἀσκηθῇ, Νυμφῶν δὲ ἐνδείᾳ πολυδίψιον
5ὀνομασθῇ, ἀλλὰ τοσοῦτον ἀπέχει τοῦ σπάνει τῶν ὑδά‐ των ἀποστῆναι τῆς ὁρμῆς, ὥστε καὶ ὅτῳ μὴ πολλή τις
ὁρμή, παρ’ αὐτῶν τῶν ὑδάτων ἐντρέπεται. τοιγαροῦν ἅπασα φυλὴ τῆς πόλεως λουτρῶν κόσμοις ἰδιωτικοῖς ἁβρύνεται τῆς ἐπωνυμίας κρείττοσιν. ἃ τοσούτῳ καλ‐
10λίω τῶν δημοσίων, ὅσῳπερ τῶν δημοσίων ἐλάττω, καὶ πολλὴ τῶν φυλετῶν ἔρις παρ’ αὐτοῖς ἑκάστοις εἶναι τὸ κάλλιστον.
Or
.

11

.

246

ἔξεστι δὲ τὸν μὲν τῶν πηγῶν πλοῦτον τῷ πλήθει τῶν οἰκιῶν σκοπεῖν· ὅσαι γὰρ οἰκίαι, τοσαῦται κρῆναι, μᾶλλον δὲ καθ’ ἑκάστην πολλαί, καὶ τῶν γε ἐργαστηρίων τὰ πολλὰ τούτῳ φαιδρύνεται.
Or
.

11

.

247

διόπερ οὐδὲ περὶ τὰς δημοσίας παγκρατιάζομεν, ὅστις πρὸ τοῦ πλησίον ἀρύσεται, τοῦτο δὴ τὸ πολλὰς τῶν πολυχρύσων ἐνοχλοῦν· παρ’ οἷς ὠθισμός τε περὶ τὰς κρήνας καρτερὸς καὶ ἐπ’ ἀγγείοις καταγνυμένοις
5ὀδυρμὸς καὶ πρὸς τοῖς κρουνοῖς τὰ τραύματα. ἡμῖν δὲ διὰ τὸ εἴσω θυρῶν ἑκάστοις εἶναι κρήνην αἱ κοιναὶ πρὸς ἐπίδειξιν ῥέουσι.
Or
.

11

.

248

τό γε μὴν τῶν ὑδάτων διαφανὲς οὕτως ἂν ἐξετάσαις καλῶς, εἰ κολυμβήθραν πλήσας τὸ ἐπ’ αὐτῆς ὕδωρ ἐπισχήσεις τοῦ ῥέοντος.
οἰήσῃ γὰρ αὐτὴν εἶναι κενήν. οὕτως ἱκανῶς τοὔδαφος
5ὑπὸ τῶν ὑδάτων λάμπεται. ὥστ’ οὐκ οἶδα, πότερον ἡ θέα μᾶλλον δύναται ὑπεκκαῦσαι δίψος ἢ παῦσαι· οὕτω καὶ προκαλεῖται πιεῖν καὶ προευφραίνει πρὶν ἢ πιεῖν.
Or
.

11

.

249

Ἃ τοίνυν εἰώθατε πρὸς ἀλλήλους εἰρηνικῶς ἀγωνίζεσθαι, ἄκριτον ὑμῖν ποιεῖ τὴν ἀμφισβήτησιν διὰ τὸ πανταχόθεν ἴσον. οὕτω τοὺς ἄλλους διαφανῶς νικῶντες πρὸς ἀλλήλους ἐν ὁμοίῳ καθεστήκατε.
Or
.

11

.

250

λέγουσι τοίνυν οἱ μὲν τὴν πρὸς ἕω μοῖραν οἰκοῦντες, ὅτι δὴ τὸ πλεῖστον τῶν πυρῶν διὰ τῆς ἐκείνων ἄγεται, καὶ ἅμα παραφέρουσι τὴν Ἀλεξάνδρου πηγήν, οἱ δ’ αὖ πρὸς δυσμὰς τό τε πολύδενδρον καὶ καθαριότητα πλείω
5καὶ τὸ ἥδιστον γειτόνημα, τὴν Δάφνην, οἱ δ’ ἐπὶ τῆς ὑπωρείας αὔρας βελτίους καὶ ἀπραγμοσύνην καὶ τὸ τὴν πόλιν ἅπασαν ἔχειν ὁρᾶν, οἱ δὲ ἐν τῇ νέᾳ τὸ τεῖχος, τὴν νῆσον, τὰ βασίλεια, τὴν τῆς ὅλης εὐθημο‐
σύνην, οἱ δὲ ἐν μέσῳ τούτων τὸ τούτων εἶναι μέσοι.
10τίς ἂν ταῦτα ἀκούων ἔχοι ψηφίσασθαι πάντων οὕτως ἐφεξῆς ἰσορροπούντων;
Or
.

11

.

251

ἀλλὰ ταύτην μὲν τὴν ἔριν ἣν τὸ παρ’ ἑκάστοις εἶναι τὴν πλεονεξίαν ἐμποιεῖ, μηδεὶς θεῶν ἡμᾶς ἀφέλοιτο, τῆς δ’ αὖ τῶν ὠνίων περιουσίας τί μὲν ἀφθονώτερον, τί δὲ διαρκέστερον;
5ἃ διὰ πάσης μὲν οὕτω κέχυται τῆς πόλεως, ὡς μὴ μέρος τι τῆς πόλεως ἓν ἀγορὰν κεκλῆσθαι μηδὲ δεῖν εἰς ἕν τι συνελθεῖν ὠνησομένους, ἀλλὰ πᾶσιν ἐν ποσὶν εἶναι καὶ πρὸ θυρῶν καὶ πανταχοῦ χεῖρα ἐκτείναντι λαβεῖν ὑπάρχειν.
Or
.

11

.

252

οὐ γὰρ ἔστιν ἀγυιὰν οὕτως εὑρεῖν ὠλιγωρημένην οὐδ’ ἐν ὑστάτοις, ἣ τοὺς ἐνοι‐ κοῦντας ἑτέρωσε πέμπει ληψομένους τι τῶν ἀναγκαίων, ἀλλ’ ὁμοίως ἀκμάζει τά τε μέσα τοῦ ἄστεος καὶ τὰ
5ἔσχατα, καὶ ὥσπερ μεστὰ πάντα ἀνθρώπων, οὕτως ὠνίων πάντα μεστά.
Or
.

11

.

253

καὶ πολλὰ μὲν τῶν ὠνητῶν ἤδη τις παρῆλθεν οὐ χρῄζων, ὧν δὲ εἰς χρείαν ἦλθε, ταῦτα οὐδεὶς ἐζήτησεν ἀπόντα. ἁμιλλᾶται δὲ τοῖς ἀναγκαίοις τὰ πρὸς τρυφὴν ἐξευρημένα, καὶ ταῖς τύχαις
5ἀμφοτέραις ἔνι χώρα παρὰ τῇ πόλει· πενίᾳ τε γὰρ ἐπαρκεῖ καὶ πλουσίων ἐπιθυμίαις ὑπηρετεῖ ἐκπορίζουσα μὲν ταῖς ἐκείνων ἀπολαύσεσιν ἁβρά, παρασκευάζουσα δὲ τῇ τούτων ἐνδείᾳ σύμμετρα καὶ τῶν μὲν οὐκ ἐλάτ‐ των, τῶν δὲ οὐ μείζων γιγνομένη. τὸ δὲ δὴ πάν‐
10των κομψότατον, ὅτι καὶ τὴν πενίαν ποικίλως μετ’ ἐπιμελείας ἑστιᾷ καὶ οὐκ ἀποζῆν παρέχει μόνον, ἀλλὰ καὶ μεθ’ ἡδονῆς προστίθησι.
Or
.

11

.

254

γνοίη δ’ ἄν τις ὡδὶ τὸ τῆς ἀγορᾶς ὑπερβάλλον. αἱ πόλεις, ὅσας ἴσμεν ἐπὶ πλούτῳ μάλιστα φρονούσας, ἕνα στοῖχον τῶν ὠνίων δεικνύουσι, τὸν τῶν οἰκημάτων προκείμενον, ἐν δὲ
5τοῖς μέσοις τῶν κιόνων ἐργάζεται οὐδείς, παρ’ ἡμῖν δὲ καὶ ταῦτα πωλητήρια, ὥστε ἑκάστου μικροῦ τῶν οἰκημάτων ἀντιπρόσωπον ἐργαστήριον, ἀντίπυργοι ξύ‐ λινοι καὶ ῥῶπες εἰς σκέπην, καὶ τόπος οὐδεὶς ψιλὸς χειροτεχνήματος, ἀλλὰ κἂν μικροῦ τις λάβηται κρασπέ‐
10δου, παραχρῆμα τοῦτο ἀκεστήριον ἤ τι παραπλήσιον, καὶ ἔχονται δὴ τῶν τόπων οἷον καλωδίων, ὥσπερ Ὀδυσσεὺς τοῦ ἐρινεοῦ.
Or
.

11

.

255

λαμπρὰ δὲ οὖσα τῶν ὠνίων ἡ κατασκευὴ τῷ διηνεκεῖ πλέον τεθαύμασται, ὥστε τοῖς ἀγοράζουσιν ἐξ ἑωθινοῦ πλέον οὐδὲν παρὰ τοὺς ἑσπέρας ὠνουμένους, ἀλλ’ ὥσπερ τοῖς ὕδα‐
5σιν, ἡνίκα ἂν δεηθῇς, ὁμοίοις ἐντυγχάνεις, οὕτω τῆς ἀγορᾶς συνεχῶς ὁμοίας ἀπολαύεις, καὶ οὐδὲ νὺξ ἐπελ‐ θοῦσα τὴν ἀκμὴν διακόπτει, ἀλλὰ πλέον τι παρ’ ἡμῖν τοῦ παρ’ Αἰθίοψιν ὁρᾶται κόμπου.
Or
.

11

.

256

οἱ μὲν γὰρ ἣν Ἡλίου κεκλήκασι τράπεζαν πλήρη κρεῶν ἀνιόντος τοῦ θεοῦ παρέχονται καὶ τὸ μὲν ἔργον ἐστὶ τῶν ἐν τέλει νυκτὸς τὰ κρέα τιθέντων ἐπὶ τὴν τράπεζαν, τερα‐
5τεύονται δὲ τῆς γῆς εἶναι ταύτην αὐτόματον φοράν· τῶν δὲ παρ’ ἡμῖν ὠνίων ὁ μὲν τῆς παρασκευῆς ἀγνο‐ εῖται χρόνος, ἡ δὲ ἁβρότης ὁρᾶται, πλεονεκτεῖ δὲ οὐδὲν ἡμέρα νυκτός, ἀλλ’ ἐπ’ ἴσης ἀφθονίας ἐν ἑκατέρᾳ πάντα ἕστηκεν.
Or
.

11

.

257

ὥστε καὶ τῶν ὁδοιπόρων ὅσοις ἐπὶ τῶν τελευταίων συσκοτάζει σταθμῶν, θαρροῦντες ἐλαύνουσιν ἐπὶ τὴν πόλιν, ὡς ἐνευπαθήσοντες ἐν νυκτί. τοῖς δὲ λούσασθαί τε ὑπάρχει καὶ δειπνῆσαι λαμπρό‐
5τερον τῶν εἰς ἐπινίκια κεκλημένων, ὥσπερ τῶν μαγεί‐ ρων, ὅπως αὐτὸ εὐτρεπίσαιεν, προαπεσταλμένων.
Or
.

11

.

258

τά τε γὰρ ἄλλα ἐν χερσὶ καὶ τοὺς ἰχθῦς οὐδὲν δεῖ περιτρέχοντα ζητεῖν, ἀλλὰ τοῖς πρατῆρσι κηρύττουσιν ὑπακούειν· καὶ γὰρ δὴ καὶ ἰχθύων οἱ χερσαῖοι πλειό‐ νων ἀπολαύομεν ἢ πολλοὶ τῶν περικλυζομένων θαλάττῃ,
5καὶ πελαγῶν μὲν διεστήκαμεν, οἱ δὲ ἐκείνων ἐργάται τὰ τῶν πελαγῶν ἡμῖν σαγηνεύουσι θρέμματα, καὶ σωροὶ παρ’ ἡμέραν πάσης ἰδέας ἰχθύων ἐπεισέρχονται.
Or
.

11

.

259

καλὸν δὲ κἀνταῦθα τὸ μηδὲ τοὺς καταδεεῖς ἀπο‐ κεκλεῖσθαι τῆς τοιαύτης ἐδωδῆς· πορίζουσα γὰρ ἡ Τύχη τὰ πρόσφορα ἑκάστῳ διεῖλεν εἰς μὲν τοὺς εὐδαίμονας τὴν ἀπὸ τῆς θαλάττης φοράν, εἰς δὲ τοὺς ἑτέρους τὴν
5ἀπὸ τῆς λίμνης, κοινὸν δὲ ἀμφοῖν ἔδωκε τὸν ποταμόν, ὃς τοῖς μὲν εὐπόροις βόσκει τὸ γένος, ὃ παρὰ τῆς θαλάττης εἰς αὐτὸν ἀναπλεῖ, τὰ δ’ ἄλλα τοῖς ἄλλοις ἅπαντα πολλά.
Or
.

11

.

260

Τοῦ ποταμοῦ δὲ καὶ τῆς λίμνης οὐ τοσοῦτον τὸ κέρδος εἰς τὴν πόλιν, ὅσον τραπέζας κοσμεῖν, ἀλλὰ καὶ ὅσα δίδωσιν ἡ γῆ, τῆς πόλεως εἶναι ποιοῦσι δι’ εὐπετείας τὴν κομιδὴν ἐργαζόμενοι καὶ οὐ κατακλεί‐
5οντες τὰς τῶν καρπῶν ἀγωγὰς εἰς ὑποζυγίων στενότητα. νειμάμενοι γὰρ τὴν χώραν, καὶ ὁ μὲν διὰ τούτων ῥέων ἃ τὴν λίμνην οὐκ ἔχει σύμμαχον, ἡ δὲ ἐν τούτοις πεπταμένη τοῖς τόποις οἷς ὁ ποταμὸς οὐ βοηθεῖ, ναυ‐ τικοῖς λιμναίοις τε καὶ ποταμίοις κενοῦσι τοὺς ἀγροὺς
10εἰς τὴν πόλιν.
Or
.

11

.

261

καὶ τὴν μὲν πρώτην μεμερισμένως ἄγουσιν, ἔπειτα ἀντ’ ἀμφοῖν ὁ ποταμὸς καθίσταται
μετὰ τῶν οἰκείων τὴν διὰ τῆς λίμνης πομπὴν δεχόμε‐ νός τε καὶ φέρων εἰς μέσην τὴν πόλιν καὶ πρὸ τῶν
5πυλῶν ἑκάστοις τὰ φορτία ποιῶν· ὥστε γυναιξὶ καὶ παισὶν ἐξαιρεῖσθαι τὸν γόμον ἐξεῖναι. τοὐναντίον γὰρ ἢ περὶ τὴν Θεσπρωτίδα τῇδε συμβέβηκεν. ἐκεῖ μὲν γὰρ ὁ ποταμὸς εἰς τὴν λίμνην ἐμβάλλει, ἐνταῦθα δὲ τὴν λίμνην ὁ ποταμὸς ὑπολαμβάνει.
Or
.

11

.

262

τὸ δὲ δὴ μέγιστον, οὐδὲ γὰρ τὸ μετὰ τὴν πόλιν εἰς θάλατταν ῥέον ἄπορον ναυσὶν ὑπὸ τῶν πετρῶν καθέστηκεν, ὃ δὴ καὶ τοῦ Νείλου τὰ πολλὰ πέπονθεν, οὐδὲ τοῦτο
5ἡμῖν ἄχρηστον, ἀλλ’ ἄξιον τῆς εὐφημίας ᾗ Πίνδαρος
εἰς τὸν Καμαριναῖον Ἵππαριν κέχρηται, ὅτι κολλᾷ σταδίων θαλάμων ταχέως ὑψίγυιον ἄλσος, τοῖς ἁπανταχόθεν ξύλοις δι’ αὑτοῦ παρέχων ὁλκήν.
Or
.

11

.

263

Τοῦ ποταμοῦ δὲ ἐννοήσας τὰς εἰς τὴν θάλατ‐ ταν ἐκβολὰς ἕλκομαι πρὸς τὴν τοῦ λιμένος μνήμην. ὃν οὐχ ὧν εἶναι δοκεῖ, τούτων κηδόμενος ὁ κρατῶν μετερρύθμισεν, ἀλλὰ τέτμηται μὲν ἐν Σελευκείᾳ, τέ‐
5τμηται δὲ ὑπὲρ τῆς ἡμετέρας τοσούτῳ χρυσῷ λιμὴν ἐκ πέτρας γενόμενος, ὅσον οὐδὲ Κροίσῳ Πακτωλὸς ἐθησαύρισε.
Or
.

11

.

264

τοιγαροῦν ἅπασα πανταχόθεν ὁλκὰς ἀνάγεται τὰ πανταχόθεν ἄγουσα, Λιβύης, Εὐρώπης, Ἀσίας, νήσων, ἠπείρων, καὶ τῶν ἑκασταχοῦ καλλίστων τὸ κάλλιστον δεῦρο κομίζεται τῆς εἰς τὴν πρᾶσιν
5ὀξύτητος γνώμας ἐμπόρων δεῦρο καλούσης καὶ γῆν ἅπασαν δι’ αὐτῆς καρπούμεθα. πλεῖστα δὴ τῶν ὑπὲρ πελάγους ἁπλωθέντων ἱστίων λιμένων οὗτος συνέστειλε.
Or
.

11

.

265

Τί οὖν δὴ θαυμαστὸν τοιαύτην μὲν νεμομέ‐ νους γῆν, τοιούτῳ δὲ ἐμπορίῳ χρωμένους, ἔχοντας δὲ
σύμμαχον μὲν λίμνην, ποταμοῦ δὲ πόρον συνεργὸν ἐγγύτατα πανηγύρεως κατεσκευάσθαι τὴν πόλιν;
Or
.

11

.

266

ποῦ γὰρ ἑτέρωθι πανήγυρις τοσούτοις θάλλει τοῖς ἅπασιν, ὅσοις ἐνταῦθα ὁ σύμπας χρόνος τοῖς ἅπασιν; τίς δ’ οὐκ ἂν πρῶτον ὁρῶν τὴν πόλιν εἰς ἱερομηνίαν ἥκειν ἡγήσαιτο; τίς δ’ οὕτω φύσει κατηφής, ᾧ τὴν
5γνώμην οὐκ ἂν εἰς εὐθυμίαν τρέψειε; ποῦ δὲ ἄλ‐ λοθι τοσαύτη τέρψεων ἐπιρροή; τίς δὲ οὐχ ἡδονῆς ἐνταῦθα ἀφορμή; οὐκ ἀέρων πρᾳότης; οὐ λουτρῶν χάρις; οὐκ ἀγορᾶς φαιδρότης; . . . . . . . . . . . . . . σταθερῶς προξενῶν; οὐκ ἔαρ στιλπνὸν τοῖς ἄνθεσιν;
10οὐ θέρος ἀκροδρύων χρώμασιν ἀστράπτον τε καὶ τὸ ἄστυ ταῖς ὀσμαῖς λειμῶνα ποιοῦν; οὐχ ἥδιον μὲν ἐν μέσῳ βαδίσαι τῶν ὠνίων ἢ διὰ μέσων κήπων ἐλθεῖν, ἥδιον δὲ τῆς οἴκοι διατριβῆς οἱ κατ’ ἀγορὰν σύλλογοι; οὐκ αὐτὸς ὁ ῥέων διὰ τῆς πόλεως ὄχλος εἰς θέας χάριν
15ἀρκεῖ; οὐ παρ’ ἡμῖν Ὅμηρος ἐλέγχεται μειζόνως τῆς ἀξίας τὸν Ὕπνον κοσμῶν;
Or
.

11

.

267

οὐ γὰρ ἐνταῦθά γε ἄναξ ἀνθρώπων οὐδὲ ἀέκοντας ἕλκει πρὸς ἑαυτὸν οὐδὲ πρὸς βίαν κατακοιμίζει, ἀλλὰ τὴν ἐπὶ τῶν βλε‐ φάρων ἐκείνου τυραννίδα μόνοι τῶν πάντων ἀπεσει‐
5σάμεθα καὶ τὴν ἡλίου λαμπάδα λαμπτῆρες ἕτεροι δια‐ δέχονται τὴν Αἰγυπτίων λυχνοκαΐαν παριόντες, καὶ διενήνοχεν ἑνὶ μόνῳ παρ’ ἡμῖν νὺξ ἡμέρας τῷ τοῦ φωτὸς εἴδει. ταῖς δέ γε δημιουργίαις πρὸς ἴσον ἔρχε‐ ται, καὶ οἱ μὲν εὐτόνως ἐργάζονται χερσίν, οἱ δὲ
10ἁπαλὸν γελῶσι καὶ πρὸς ᾠδὴν ἀνίενται. κοινή τις Ἡφαίστου καὶ Ἀφροδίτης ἡ νὺξ τῶν μὲν χαλκευόντων, τῶν δὲ ὀρχουμένων, ἐν δέ γε ταῖς ἄλλαις Ἐνδυμίων μᾶλλον τετίμηται.
Or
.

11

.

268

Ποίοις δὲ ἔθνεσιν ἡ πόλις οὐ λυσιτελής; οὐκ ἐνταῦθα χρηματισταῖς μὲν ἐπὶ πλοῦτον ῥᾳστώνη, σοφίας δὲ μετόχοις μὲν εἰς δόξαν, ἐπιθυμηταῖς δὲ εἰς κτῆσιν; οὐκ ἐνσπουδάσαι μὲν ἀγαθή, ἐνευπαθῆσαι δὲ ἐπιτηδεία;
5οὐχ ἵππων ἀγῶνες ἔριν ἀστασίαστον ἔχοντες; οὐκ ἀθύρματα σκηνῆς; οὐκ ἀντίπαλοι ταῖς φροντίσιν αἱ θυμηδίαι; οὐ τὸ τῶν Ἠλείων σεμνὸν ἐνταῦθα μετε‐ λήλυθε καὶ τοὺς διδασκάλους τῶν Ὀλυμπίων τῇ πρὸς τὸν Δία τιμῇ παρηνέγκαμεν;
Or
.

11

.

269

τοῦτον ἤδη τις τὸν ἀγῶνα καὶ βασιλεὺς ἔθηκε καὶ τὴν αὑτοῦ στολὴν ἀφεὶς τὴν Ὀλυμπικὴν ἔλαβεν, ὁ δέ τις ἑλλανοδίκης ὤφθη καὶ τὸν ἐκ δάφνης ἀμφέθετο στέφανον, κοσμοῦντες
5ὁμοῦ καὶ κοσμούμενοι τοῖς δρωμένοις. εἰ δὲ Ἠλείοις τἄλλα οὐχ ὡς ἄριστα πράττουσιν ἡ πανήγυρις φέρει τι σχήματος, τί τό γε ἡμέτερον νομίζειν, οἳ μετὰ τῆς ἄλλης τύχης καὶ τῇ τῶν Ὀλυμπίων φαιδρότητι κεκρατήκαμεν;
Or
.

11

.

270

Τίνα δὴ ταύτῃ πόλιν παραβάλλειν ἄξιον; τῶν μὲν γὰρ ἀρχαιοτάτων εὐδαιμονεστέρα, τὰς δὲ με‐ γέθει νικᾷ, τὰς δὲ εὐγενείᾳ πάρεισι, τὰς δὲ τῷ παμ‐ φόρῳ τῆς χώρας. καὶ μὴν ἧς μὲν ἡττᾶται κατὰ τοὺς
5τοίχους, ταύτης κρείττων γίνεται τῷ τε ἐνύδρῳ καὶ τῷ τοῦ χειμῶνος ἡμέρῳ καὶ τῇ τῶν ἐνοικούντων ἀστειό‐ τητι καὶ τῇ τῆς σοφίας ἀσκήσει, τῆς δὲ ἔτι μείζονος τῷ καλλίστῳ καλλίων ἐστίν, Ἑλληνικῇ παιδείᾳ καὶ λόγοις.
Or
.

11

.

271

ὅλως δὲ τὰς μὲν μικρὰς εὑρήσεις, τὰς δὲ ἐν μεγέθεσιν ἀναφροδίτους. ἐνταῦθα δὲ ἡ τὸν Ἔρωτα τεκοῦσα θεὸς χάριν τοῦ μεγέθους κατέχεε, κἂν ἀφεὶς ταύτην ἔλθῃς ἑτέρωσε, τῆσδε μεμνήσῃ, κἂν ἄλλοθεν
5ἀφίκῃ δεῦρο, λήσῃ τῶν ἔμπροσθεν. διὸ καὶ συγγνώ‐ μην ἔχειν ἄξιον τοῖς γονέων τε καὶ πατρίδων ἐν ὑπερ‐ οψίᾳ καθεστῶσιν ὑπὸ τῶν ἐν τῇ πόλει φαρμάκων· εἶδόν τε γὰρ οἵαν οὐκ ἄλλην καὶ ἴσασιν ἐπ’ οὐδὲν ὅμοιον ἥξοντες.
Or
.

11

.

272

Ἐκτέτισταί μοι τὸ πρὸς τὴν ἐνεγκοῦσαν, ὦ παρόντες, χρέος τῆς μὲν δυνάμεως οὐ χεῖρον, τῆς δὲ βουλήσεως ἧττον· ὑπὲρ δὲ τοῦ μέλλοντος εἴποιμ’ ἂν θαρρῶν, ὅτι τὸν μὲν τοῦ πολίτου λόγον ἴσως τινὲς
5ὑπερβαλοῦνται, τῇ πόλει δὲ λόγον οὐδὲ εἷς ἐξισώσει.
Or
.

12

t

ΕΙΣ ΙΟΥΛΙΑΝΟΝ ΑΥΤΟΚΡΑΤΟΡΑ ΥΠΑΤΟΝ.
Or
.

12

.

1

Νῦν πρῶτον ὕπατον ἐν τῇ τοῦ πράγματος ὁρῶ στολῇ, καὶ καλῶς ὁ δαίμων ἀνεβάλετό μοι τὴν θέαν, ὅπως τὸ τῶν σχημάτων σεμνότατον ἐν τῷ κρα‐ τίστῳ τῶν βασιλέων πρῶτον ἴδω. καὶ γέγονε παρα‐
5πλήσιον οἷον εἴ τῳ πρώτου μὲν Ὁμήρου ποιητῶν ὑπῆρξεν ἀκοῦσαι, πρῶτον δὲ ἅρμα ἰδεῖν ὑπὸ Πέλοπος ἡνιοχούμενον.
Or
.

12

.

2

ἔνι δέ τι καὶ τούτων οὐ χεῖρον, τὸ
τὴν πατρίδα μοι ταῦτα καὶ δεδέχθαι καὶ δεῖξαι χωρίον φίλτατον ποθεινοτάτην ὄψιν. ἀλλ’ οὐδὲ ὃ τρίτον ἔχω προσθεῖναι, λείπεται τῶν εἰρημένων, ὅτι με μὴ τοῖς
5πολλοῖς ἐν ἴσῳ θεωρὸν ἄφωνον ἔστησεν ἡ Τύχη τὴν μετὰ σιγῆς ἡδονὴν ἡδόμενον, ἀλλὰ καὶ λόγῳ μη‐ νύσαι ταύτην ἔδωκε τοῖς τε παροῦσιν ὑμῖν τοῖς τε ὕστερον ἐντευξομένοις.
Or
.

12

.

3

ὑμεῖς δὲ ὅτι μὲν χαίρετε τοῖς ὁρωμένοις, καὶ ταῖς εὐχαῖς δι’ ὧν αἰτεῖτε ταῦτα πολλάκις ὀφθῆναι καὶ τοῖς προσώποις γέμουσιν εὐθυ‐ μίας δηλοῦτε· πολὺ δ’ ἂν δείξαιτε κάλλιον, εἰ συνεξορ‐
5μήσαιτε τοῖς λόγοις καὶ γένοιτο τῇ τοῦ λέγοντος ἐφά‐ μιλλος ἡ τῶν ἀκροωμένων βακχεία.
Or
.

12

.

4

Πολλοὶ μὲν οὖν εἰσιν ἕτοιμοι τὴν πανήγυριν ὑμνεῖν καὶ λόγους καθ’ ἡσυχίαν ἥκουσι συντεθεικότες, οἱ δὲ καὶ μένοντες οἴκοι τοὺς αὑτῶν εὐφραίνουσιν ὁμοίως οἵ τε μᾶλλον οἵ τε ἧττον ἐν δυνάμει τοῦ λέ‐
5γειν. ὃ καὶ θαυμάσαι τις ἄν, ὅτι μὴ τὸ μέγεθος τῶν πραγμάτων σιγᾶν ἠνάγκασε τοὺς πολλούς, ἀλλὰ πᾶν μέτρον κινεῖται νῦν καὶ τὴν ὑπόθεσιν οὐκ ὀκνεῖ.
Or
.

12

.

5

ἔστι δ’ ὅ τις ἂν ἠξίωσεν εἶναι τῆς σιωπῆς αἴτιον, τοῦτ’ αὐτὸ καὶ τὸ πεῖθον τολμᾶν. εἰ μὲν γὰρ ἦσαν οἱ πρὸς ἀξίαν ἐροῦντες, ὃ συμβαίνειν ἐπὶ τῶν μὴ λίαν ὑπερβαλλόντων πέφυκεν, οἱ συνειδότες αὑτοῖς ἀσθέ‐
5νειαν κέρδος ἂν ἐποιοῦντο λαθεῖν. ἐπειδὴ δὲ οὐκ
ἔστιν οὐδενὶ τὴν ἧτταν διαφεύγειν, ἀλλὰ καὶ τὴν εὐδο‐ κιμοῦσαν δύναμιν ἐλέγχει τῶν ἔργων ἡ φύσις, κοῦφον ἤδη γίγνεται καὶ τῷ φαυλοτέρῳ μετὰ τοῦ βελτίονος νε‐ νικῆσθαι καὶ τοῖς ἀμείνοσι μετ’ ἀλλήλων.
Or
.

12

.

6

οὐ γὰρ οὕτω τὸ τῶν πράξεων ἀπολειφθῆναι τοῖς λέγουσι φαί‐ νεται δεινόν, ὡς τὸ τοὺς μὲν ἰσχύσαι, τοὺς δὲ μὴ δυνηθῆναι. ὅπου δὲ τῶν ἐπαινούντων τὰ τῶν ἐπαι‐
5νουμένων καλὰ περιγίγνεται, δέξαιτ’ ἂν ἕκαστος εἰπὼν κοινωνῆσαι τῷ κρείττονι τῆς ἥττης ἢ τὴν ἡσυχίαν ἀγαγὼν μὴ μετὰ τῶν εἰπόντων ἀριθμεῖσθαι.
Or
.

12

.

7

Ἡ μὲν οὖν τοῦ βασιλέως ἀρετὴ καλεῖ πρὸς ἑαυ‐ τὴν τὸν λόγον, ὁ δὲ τοῦ λόγου νόμος ἐπὶ τὸν ὕπατον πρότερον ἄγει, πόθεν τε τὴν ἀρχὴν ἐνομίσθη καὶ διὰ τί, καὶ ποῖ προῆλθε, καὶ τίς ὁ καρπὸς τοῦ πράγματος.
Or
.

12

.

8

τῶν γὰρ ἄνω βασιλέων κατὰ μικρὸν τοὺς τῆς βασι‐ λείας ἐκβαινόντων ὅρους καὶ τὴν ἔννομον ἀρχὴν ἐξα‐ γόντων εἰς τυραννίδος ἐξουσίαν πόλις ἐλευθερίας ἐρῶσα καὶ πρόνοιαν μὲν ἀρχόντων ἀγαπῶσα, δεσπότου
5δὲ ὕβριν οὐ δυνηθεῖσα φέρειν τὸν μὲν ὑπερόπτην ἐκεῖνον καὶ βαρὺν καὶ ὄγκου γέμοντα καὶ ἀσελγείας ἐξέβαλε, φυλακὴν δέ τινα τῆς ἐλευθερίας ἡ βουλὴ ζη‐ τοῦσα Λακωνικόν τι μιμεῖται παράδειγμα καὶ παρα‐ δοῦσα τοὺς μὲν μαχίμους ἐπετείοις στρατηγοῖς δυοῖν
10κοσμήσασα τῷ τῶν ὑπάτων ὀνόματι, τὸν δῆμον δ’ ἑτέ‐
ροις ἄρχουσιν, ὅπως ἀλλήλους ἔχοιεν εἰς τὸ σωφρονεῖν ἀνάγκην, αὑτὴν ἐν μέσῳ κατέστησεν ἐφορῶσά τε τὰς ἑκατέρων γνώμας καὶ παρεσκευασμένη τοῖς ἀδικουμέ‐ νοις ἐν ταῖς ταραχαῖς ἀμύνειν.
Or
.

12

.

9

εὗρε δὴ τοὺς ἐξιόν‐ τας φιλοπόνους τε καὶ φιλοτίμους καὶ δικαίους καὶ φιλοκινδύνους, ταῦτα δὴ τὰ σά, τὰ μὲν φύσεως δεξιό‐ τητι, τὰ δὲ εὐθυνῶν φόβῳ. ὧν ὃν ἔφην προϊόντων
5τρόπον γίνεται βασιλεία πάλιν καὶ τὰ αὑτῆς ἀπολαμ‐ βάνει, τὸ δὲ ὅπως, οὐ τοῦ παρόντος καιροῦ λέγειν. ἣ τοὺς ὑπάτους παραλύσασα τοῦ στρατηγεῖν ἐπὶ τῶν λοιπῶν ἐτήρησε ποιήσασα τὸ γέρας ἄοπλον.
Or
.

12

.

10

εἶθ’ ὁπότε μὲν βουληθεῖεν τῶν σπουδαίων λαμπρῦναί τινας, ἐδίδοσαν τὴν τιμήν, ὁπότε δὲ αὐτῇ χαρίσασθαι τῇ τιμῇ, σφίσιν αὐτοῖς περιετίθεσαν αὐτὴν τῷ βασι‐
5λεῖ τὸν ὕπατον παραζεύξαντες, ὅπως ἅμα μὲν ἡ τὸ σχῆμα εὑροῦσα τιμῷτο πόλις οὔτ’ ἀνῃρημένου παντά‐ πασι τοῦ νόμου τοῦ τε πάντων κρατοῦντος μεταλαμ‐ βάνοντος ὡς καλοῦ, ἅμα δὲ αὐτοῖς ἀθάνατος ἡ προσ‐ ηγορία μένοι καὶ τῶν ἀεὶ γινομένων ἀπιόντων ἑστήκοι
10παγίως κατὰ παντὸς τοῦ χρόνου. ὡς οὔτε λιθίνην οὔτε χαλκῆν οὔτε ὀρειχαλκίνην, ἀλλ’ οὐδὲ ἐξ ἀδάμαντος στή‐
λην εὑρήσεις μονιμωτέραν τῆς μνήμης ἣν τουτὶ τὸ καλὸν τῷ τυχόντι βεβαιοῖ.
Or
.

12

.

11

κεῖται γὰρ οὐκ ἐν μιᾷ τινι πό‐ λει, καθάπερ Ἀθήνησιν Ἁρμοδίῳ καὶ Ἀριστογείτονι, τῇ τῆς πόλεως ὑποκείμενον τύχῃ καὶ μετὰ ταύτης σωζόμε‐ νόν τε καὶ διαφθειρόμενον, καίτοι 〈καὶ〉 πόλεως ἑστώ‐
5σης πολλάκις αἱ ἐπιγραφαὶ τῶν στηλῶν προαπεῖπον, ἀλλ’ αὕτη γε καὶ κατακλυσμὸν καὶ τὴν ἐκ πυρὸς ἂν διαφύγοι διαφθορὰν μετὰ τῶν ἐκεῖνα διαφευγόντων ἀνθρώπων, οὓς αἱ τῶν τόπων ῥύονται φύσεις, κἂν τὰ πεδία γένηται πέλαγος, οἵ γε ἐν σκοπέλοις
10οἰκοῦντες ἢ πόλεις ἢ κώμας ἔχουσιν, ἐν οἷς μάλιστα φυλάττουσι τοὔνομα καὶ διδάσκειν τοὺς ἔπειτα δύναν‐ ται.
Or
.

12

.

12

πολλὴν δὴ συγγνώμην ἔχω τοῖς ἐρῶσι τοῦ πράγματος καὶ παρὰ τῶν θεῶν αἰτοῦσι πρὸ τῶν ἄλλων ἀγαθῶν ἐπὶ τοῦδε κομισθῆναι τοῦ δίφρου. ἐπεὶ καὶ οἷς ὑπῆρξεν εἰς ὑπάρχους τελέσαι, πρὸς τοῦτο βλέπου‐
5σιν, ὡς τοῦτο ὂν ἆθλον ἐκείνου, οἷς τε συνέβη τοῦδε πρὶν ἐκείνου τυχεῖν, ἥκιστα προσέχουσιν ἐκείνῳ νομί‐ ζοντες ὅ τι ἂν ἐπὶ τῷδε λάβωσιν, ἔλαττον εἰληφότες ἔσεσθαι.
Or
.

12

.

13

τί γὰρ ἂν γένοιτο σεμνότερον ἢ τὴν οἰκουμένην ἅπασαν ἡλίου δίκην ἐπέχειν τῇ προσηγο‐
ρίᾳ, καὶ πάντων ἀνθρώπων ἐν στόμασιν εἶναι τοὔνομα ἢ τὸ παρὰ τῶν γονέων τεθὲν πολλὰς ἀνάγκας τῆς
5μνήμης ἐχούσης, δικαστήρια, γάμους, ἀγοράν, λιμένας, χρέα, πράσεις, τοὺς συμβάλλοντας καὶ γραφομένους συνθήκας, τοὺς διαφερομένους καὶ τὴν πίστιν ἀπὸ τῶν γραμμάτων φέροντας, τοὺς κοινωνοῦντας, τοὺς διισταμένους, παίδων γενέσεις εὐδαιμόνων, παίδων ἐν
10διδασκαλείοις μαθήσεις; ὧν μία σπουδὴ βοῆσαι τοὺς ὑπάτους, ἐφ’ ᾧ δὴ καὶ διαλύονται.
Or
.

12

.

14

ὅπερ οὖν ἤδη τις ἔφη περὶ τοῦ τῶν θεῶν ὑπάτου, Διός, τὸ μεστὰς εἶναι πάσας μὲν ἀγυιάς, πάσας δὲ ἀγορὰς καὶ λιμένας καὶ θάλατταν, τοῦτ’ ἄν τις εἴποι καὶ περὶ τῶν
5ὁμωνύμων τῷ θεῷ. καὶ γὰρ τὰ τούτων ὀνόματα πᾶ‐ σαν μὲν ἤπειρον, πάντας δὲ μυχοὺς θαλάττης ἐπέρ‐ χεται καὶ ἀγροὺς καὶ καλύβας, καὶ ὅλως οὗ γένος ἀν‐ θρώπων ἥμερον, καλῶ δὲ ἥμερον τοὺς ἐν τοῖς ἡμετέ‐ ροις ζῶντας νόμοις, ἐνταῦθα ταῦτα καὶ γνωρίζεται καὶ
10λέγεται καὶ τὸ κῦρος τοῖς μεγίστοις παρέχει, καὶ βασι‐ λεὺς ἀπὸ τῆς ἐκεῖθεν προσθήκης οὐχ ἧττον ἁπανταχοῦ καθ’ ἑκάστην ᾄδεται τὴν ἡμέραν.
Or
.

12

.

15

τοσοῦτον δέ ἐστι τὸ τῆς τιμῆς ὑπερβάλλον, ὥσθ’ αἱ μὲν τῶν θεῶν ἑορταὶ διῄρηνται τοῖς τόποις, καὶ τῶν ὁμόρων τοὺς μὲν τούτῳ, τοὺς δὲ ἑτέρῳ πομπὴν πέμποντας ἴδοι
5τις ἄν, καὶ τοὔνομα τοῦ τὴν θυσίαν δεχομένου πολὺ μὲν παρὰ τούτοις, πολὺ δὲ παρ’ ἐκείνοις, οὐ ταὐτὸν ἑκάτερον, ὁ δὲ ὕπατος ἓν πανταχοῦ καὶ πολύ, χρόνον ἐλάττω καὶ πλείω διορίζων, οὐκ ἐῶν τοὺς νεωτέρους τὰ τῶν πρεσβυτέρων ἔχειν, ὁ δὲ πάλαι κείμενος ἐν
10ταῖς δίκαις ὥσπερ ἀνίσταται, καὶ συνδικάζει τοῖς ζῶσιν ὁ τεθνεώς.
Or
.

12

.

16

εἰκότως ἄρα παῖδες Ῥωμαίων καὶ πρὸ γήρως λιπαροῦ τίθενται τὴν τιμὴν καὶ δοθείσης αἱρέ‐ σεως παρά του τῶν κρειττόνων βίου τε μακροῦ καὶ ταύτης ἐπὶ ταύτην ἂν ἐνεχθεῖεν. ὃ γὰρ τοὺς ἥρωας
5ἐπίστανται τῶν ψυχῶν πριαμένους, τὸ μηδαμοῦ στῆναι τὴν μνήμην αὐτοῖς, τοῦτ’ ἴσασιν ὑπάρξον σφίσιν ἀπὸ μόνου τοῦ γέρως.
Or
.

12

.

17

οὐδὲν τοσοῦτον ὁ Πυθό‐ δωρος, φαῦλον ἡ Χρυσίς, μικρὸν ὁ Αἰνησίας· Ἄργος ἐκείνης, Ἀθῆναι τούτου, Λακεδαίμων ἐκείνου, καὶ οὔτ’ ἂν ὁ Λάκων ἐπεγράψατο τῷ ψηφίσματι τὸν Ἀθη‐
5ναῖον οὔτ’ ἂν οὗτος τὸν Λακεδαιμόνιον, ἀλλ’ εἴσω τῶν ὅρων ἑκατέροις ἡ τῶν ὀνομάτων ἰσχύς. ἔνι δέ τις καὶ τοῖς Ὀλυμπίοις μοῖρα περὶ βραχύ τι καὶ αὐτὴ μέ‐ νουσα. τούτῳ δὲ πᾶσαν μὲν τὴν οἰκουμένην ὁ νόμος ἀνέῳξε, πανταχοῦ δὲ τὴν αὐτὴν ἐγκατέστησε δύ‐
10ναμιν.
Or
.

12

.

18

καὶ τὸ τῆς σελήνης πρὸς τοὺς ἀστέρας
εἴποι τις ἂν ἐν καιρῷ, ὅτι πολλοῖς εἴδεσι τῶν ἀγαθῶν κοσμουμένων οὐκ ἔστιν ὅ τι μὴ κρύπτεται τῷ παρὰ τοῦδε φωτί. μόνη γὰρ ἥδε τιμῶν καὶ βασιλέως ἥρ‐
5μοσε τύχῃ.
Or
.

12

.

19

Καὶ περὶ μὲν τοῦ πράγματος αὐτοῦ καὶ τῶν ἀπ’ αὐτοῦ τοῖς μετασχοῦσι γιγνομένων ἀπόχρη τὰ εἰ‐ ρημένα· πλείω μὲν γὰρ ἕτερος ἴσως γ’ ἂν εἴποι, μέμ‐ ψιν δ’ οὐκ ἂν ἀπειροκαλίας ἐκφύγοι. οἷς δὲ ἡγοῦμαι
5τῶν βασιλέων αὐτὸ πρέπειν καὶ προσέτι γε λυσιτελεῖν, ἐνταῦθα ὑπειπὼν ἐπὶ τὰ λοιπὰ βαδιοῦμαι.
Or
.

12

.

20

ἐγὼ νομίζω τὸν μὲν σὺν τέχνῃ βασιλικῇ τὴν γῆν κατευθύ‐ νοντα καὶ τὰ μὲν Ῥωμαίων κρείττω ποιοῦντα, τὰ δὲ τῶν ἀντιπάλων ἀσθενῆ, καὶ τοῖς μὲν εὐφροσύνας πο‐
5ρίζοντα, τοῖς δὲ θρήνων ἀφορμὰς περιιστάντα, καὶ τὰ μὲν εὖ διακείμενα φυλάττοντα, τὰ δὲ ὡς ἑτέρως ἐπανορθοῦντα, τούτῳ μὲν καὶ προσήκειν ἐν τούτῳ γε‐ νέσθαι καὶ κέρδος εἶναι τὴν ἀίδιον μνήμην, ὥσπερ Θησεῖ καὶ Πηλεῖ καὶ Παλαμήδει καὶ οἷς ἐμέλησεν ἀρε‐
10τῆς.
Or
.

12

.

21

ὅσοι δὲ τὰ μὲν τῶν οἰκείων εἰς φαῦλον κατά‐ γουσι, τὰ δὲ τῶν ἐναντίων αἴρουσι καὶ συνεθίζουσι νικᾶν μὲν ἐκείνους, αὐτοὺς δὲ φεύγειν, τοὺς δὴ τοιού‐ τους οὐχ ὅπως οἶμαι δεῖν τὴν ἐξ ὑπάτου μνήμην διώ‐
5κειν, ἀλλὰ καὶ τοῖς τὸ πρῶτον εὑροῦσι γράμματα καταρᾶσθαι καὶ μισεῖν, ὅτι κακῶν ἀπιόντων ἐπελάβοντο
καὶ κατέσχον καὶ τὴν ἀπὸ τοῦ χρόνου λήθην ἐκώ‐ λυσαν.
Or
.

12

.

22

ὅσων γοῦν μαλακῶν ἐν ἀρχαῖς γενομένων αἱ τῶν συνθηκῶν ἀναγνώσεις ἐπεισάγουσι τοὔνομα, συνεισέρχεται καὶ ὁ τῶν κακῶν ὄχλος, καὶ τὸ τέλος αὐτοῖς γίγνεται τῆς λαμπρότητος ζημία.
Or
.

12

.

23

τίσιν οὖν οὕτω συμφέρει καὶ τὴν ἐσθῆτα ταύτην ἐνδῦναι καὶ τὸ σκῆπτρον ἐνεγκεῖν καὶ τὸ φάρμακον μνήμης ἀπαύ‐ στου πρὸς τὸ μέλλον ἀφεῖναι; σοὶ καὶ ὅστις σοὶ προσ‐
5όμοιος ἢ γέγονεν ἢ γενήσεται. παῖδες δέ σοι καὶ παίδων παῖδες καὶ οἱ ἀπ’ ἐκείνων τῶν σῶν γένοιντο καὶ ζηλωταὶ καὶ κληρονόμοι.
Or
.

12

.

24

μὴ γάρ μοι πᾶς ὕπατος γενέσθω βα‐ σιλεύς, ἐπειδήπερ ἔξεστι καὶ ἔστιν αὐτὸς μὲν ὁ διδούς, αὐτὸς δὲ ὁ λαμβάνων, ἀλλ’ ὃς κατὰ τὸν πάλαι τῶν ὑπάτων νόμον οὕτω προὔστη τῆς βασιλείας, ὡς εἰς
5εὐθύνας καταστησόμενος τῆς ἀρχῆς, οἷος ἡμῖν αὐτὸς δέδειξαι.
Or
.

12

.

25

καὶ γὰρ εἰ μείζων λογιστῶν καὶ τοῦ διδόναι λόγον ἀνθρώπων τισὶν ἡ Τύχη, θεούς γέ σοι καθῆσθαι νομίζων δοκιμαστὰς ἀξίως τῶν ἐκείνων ὀφθαλμῶν ἅπαντα καὶ πράττεις καὶ λέγεις, ὡς οὔτε τὸν
5ἥλιον οὔτε τὴν νύκτα λήσων. λαμβανέτω δὲ καὶ πᾶς ὁ βουλόμενος ἐξέτασιν ὁμοίως καὶ νέος καὶ γέρων.
Or
.

12

.

26

Ἐρῶ δὲ ἐγὼ φαυλότερος ὑπὲρ ὀξυτέρου ῥήτο‐
ρος οὐκ ἀπ’ αὐτῆς τῆς βασιλείας ἀρξάμενος, ἀλλ’ ἐπὶ τὴν πρώτην ἡλικίαν ἀνενεγκὼν τὴν κρίσιν, ὅπως ταύ‐ την φαίνηται προσηκόντως λαβὼν καὶ δείξας ἀρετὴν
5ἐπὶ τῆς ἐξουσίας.
Or
.

12

.

27

Ὅσα μὲν οὖν παιδαγωγῶν τε ἐγκειμένων καὶ διδασκάλων φοβούντων ἐδέξατο τῇ ψυχῇ τὰ πρῶτα τῶν ἱερῶν καὶ τὴν ῥίζαν ἔχοντα, εἰπεῖν παραλείψω. καὶ γὰρ εἰ μηδὲ τότε τὸ τῆς προθυμίας ἀπῆν, εἴς γε
5τὴν τῶν ἐφεστηκότων ὀφρὺν ἡ δόξα τῶν πόνων ἔρχε‐ ται.
Or
.

12

.

28

ἀλλ’ ἐπειδὴ προϊὼν ὁ χρόνος τὰς μὲν τοιαύ‐ τας ἀνάγκας ἔπαυσε, βουλῆς δὲ κύριον ἐποίησεν, ὥσπερ τὸν Ἡρακλέα, ὑπῆρχε δὲ καὶ διὰ τῆς λείας ἔρχεσθαι καὶ οὐκ ἦν ὁ κωλύσων εἰς οἶνον ἐκφερόμενον καὶ κύ‐
5βους καὶ σωμάτων ἔρωτας, ἐπὶ τὸν ὄρθιον καὶ τραχὺν οἶμον ὁρμᾷ, ποῖ φέρει, μᾶλλον σκοπήσας ἢ δι’ ὅσων χαλεπῶν.
Or
.

12

.

29

καὶ μέσος δυοῖν βασιλέοιν ἰδιώτης ἐν Ἀστακίᾳ καθήμενος, ἔνθεν μὲν ἀνεψιοῦ τοῦ τὸ πᾶν κράτος ἔχοντος, ἑτέρωθεν δὲ ἀδελφοῦ δευτέραν τάξιν
εἰληφότος, ἐπέθετο κτήμασι βασιλείας καλλίοσι, φιλο‐
5σοφίᾳ καὶ λόγοις, οὕτω δὲ ψηφίζομαι παρὰ σοῦ μαθών, ὦ βασιλεῦ, τοῦ προτιθέντος ἃ μαθὼν ἔχεις ὧν ἄρχεις ἐθνῶν.
Or
.

12

.

30

ὁρῶν δ’ ὅτι ῥητορικὴ μὲν τὴν πρὸς τὰ πλήθη πειθὼ δημιουργεῖ, φιλοσοφία δὲ περὶ τῶν σε‐ μνοτέρων εἰδέναι ποιεῖ, καὶ νομίσας δεινόν, εἰ περὶ μὲν τῶν ἱκανῶς διαλέξεται, τὰ μείζω δὲ οὐκ εἴσεται,
5συνῆγεν ἀμφοτέρας καὶ συνεκεράννυε, τὴν μὲν διάνοιαν ὑψηλοτέραν ποιῶν τῇ τῶν οὐρανίων μαθήσει, τὴν δὲ γλῶτταν εἰς δρόμον ἀσκῶν τῇ τῶν ῥητόρων ὁμιλίᾳ.
Or
.

12

.

31

καίτοι τίς οὐκ ἂν ἀρκούσας ὑπολαβὼν εἰς εὐδαιμονίαν ἀφορμὰς τὸν πατέρα, τὸν πάππον, τὸν θεῖον, τὸν ἀνεψιόν, τὸν ἀδελφόν, τὰς διὰ τὸ γένος τιμὰς καὶ θεραπείας καὶ κολακείας, ἐσθίων καὶ πίνων
5καὶ καθεύδων διετέλεσεν ἐπὶ μισθῷ τοῖς δεομένοις συμμαχῶν καὶ προστιθεὶς ἀγροῖς ἀγρούς, χρυσῷ χρυ‐ σόν, σκεύη σκεύεσι, τἄλλα τοῖς ἄλλοις; ἀλλ’ οὐχ οὗτος.
Or
.

12

.

32

ἀλλ’ ἐπαινῶν Ἀναξαγόρου τὸ τὴν μὲν πατρῴαν γῆν ἄσπορον ἀφεῖναι, τὴν ψυχὴν δὲ εἰς καρποὺς πα‐ ρασκευάσαι τῶν μὲν ἠμέλει, τὴν δὲ ἐθεράπευε καὶ κτήματος ἑνὸς ἀμετρίαν θαυμάσας, οὐ γὰρ ἀποκρύψο‐
5μαι, βιβλία πάντα πανταχόθεν ἐξείλκυσε καὶ τὰ ταμιεῖα διηρευνήσατο τούτων μᾶλλον ἢ τὰ τῶν χρημάτων ἕτε‐ ροι.
Or
.

12

.

33

φιλοσοφίας δὲ ἡμμένον καὶ ἐπὶ τὸν ἐκείνης παρακύψαντα λειμῶνα δόξαν περὶ τοῦ θείου παράση‐ μον οὐκ ἐνῆν περιφέρειν, ἀλλ’ εὐθὺς τὴν κηλῖδα διέρ‐ ρυψε καὶ τοὺς ὄντας ἀντὶ τοῦ δοκοῦντος ἐπέγνω πρὸς
5τὴν ἀλήθειαν ἡγεμόνι φιλοσοφίᾳ χρησάμενος.
Or
.

12

.

34

ἐκεί‐ νην ἐγὼ τὴν ἡμέραν ἀρχὴν ἐλευθερίας τῇ γῇ καλῶ καὶ μακαρίζω τόπον τε ὃς τὴν μεταβολὴν ἐδέ‐ ξατο, καὶ τὸν τῆς γνώμης ἰατρόν, ὃς κινδύνων τὸν
5κάλλιστον αὐτός τε κινδυνεύσας καὶ τόνδε πείσας μετὰ τοῦ μαθητοῦ τὰς Κυανέας διέπλευσεν.
Or
.

12

.

35

εἰ μὲν οὖν προσεῖχε τὸν νοῦν τοῖς τοῦδε γράμμασιν ὁ ἀδελφός, ἦν ἂν νῦν συζυγία προστατῶν, καὶ γὰρ ἦν οἷος οὐ βασιλεύων βασιλεύοντα νουθετεῖν. ὡς δὲ ὁ μὲν
5ἄκριτος ἀπεληλύθει λέγειν ἔχων τι περὶ τῶν πεπραγ‐ μένων, ἐπὶ δὲ τοῦτον ἐκτεῖναι τὰς μέμψεις ὁ ἐκεῖνον ἀπεκτονὼς ἐβούλετο μέν, ἠπόρει δέ, φόνου μὲν ἔσχεν αὑτόν, πλάναις δὲ ἐκάκου δίκας λαμβάνων ὧν ἐγκαλεῖν οὐκ εἶχεν.
Or
.

12

.

36

οὕτω δὲ ἄρα τῆς ὑφ’ ἑαυτῷ γῆς ἠπί‐ στατο τὴν φύσιν, ὥστε τὴν λῆξιν τῆς Ἀθηνᾶς τὰς τῶν Συρρακουσίων ἡγεῖτο λιθοτομίας καὶ λόγων ἐρα‐ στῇ τὸ χωρίον δεσμωτήριον, ὥσπερ ἂν εἴ τις εἰς Θά‐
5σον τῶν φιλοίνων τινὰ κομίσας καὶ κελεύσας μένειν τήκειν αὐτὸν ἡγοῖτο τῷ τόπῳ, τὰ πάντων ἥδιστα χα‐ ριζόμενος ἐν τῇ κολάσει.
Or
.

12

.

37

μᾶλλον δὲ θεῶν τοῦτο δῶρον ἦν βουλομένων φίλην τε πρὸ τῆς βασιλείας αὐτῷ γενέσθαι τὴν πόλιν καὶ προεισενεγκεῖν χάριτας, ὅπως ἂν ἐν τῷ βασιλεύειν ὀφειλέτης εἴη τῇ πόλει, καὶ
5τὸ μέγιστον, ἵν’ Ἀθήνηθεν ἐπὶ τὸ σκῆπτρον ἰὼν φέ‐ ρηται παρὰ τῆς Ἀττικῆς, ὥσπερ ἄλλο τι τῶν ἐκεῖ φυο‐ μένων, τὸ κρατεῖν βαρβάρων.
Or
.

12

.

38

ὁ μὲν οὖν δαίμων καλῶς ταῦτα διῴκει τῆς οἰκουμένης προμηθούμενος, ὁ δ’ ἡσυχίας ἐπιθυμίᾳ βασιλείαν ἔφευγε, μόνος ἀποδιδρά‐ σκων τὸ παρὰ τῶν ἄλλων θηρευθέν, στέφανον καὶ
5βασιλείαν τὴν τότε. τεκμήριον δέ, πλείω μὲν ἀφῆκε δάκρυα καλούμενος ἐπ’ αὐτὴν ἐχόμενος τῆς ἐν ἀκρο‐ πόλει κιγκλίδος, ἤ τις ἂν ἐπὶ κώνειον ἀγόμενος, ἥδι‐ στα δ’ ἂν πτερωθεὶς ἐξαίφνης εἰς Ὑπερβορέους ἀπέδρα. στρέφων δὲ παρ’ ὅλην τὴν πορείαν λογι‐
10σμούς, εἴ πως ἀποκρούσαιτο τὴν πολύευκτον ἀρχήν, οὐ πρότερον ἐξέληξε, πρὶν θεῶν τις ἐπελθὼν μετέ‐ στησε τὴν βουλὴν καὶ τὸν ὄκνον ἀφεῖλε διαρρήδην ἐπιτάξας ὑπομεῖναι τὴν λειτουργίαν.
Or
.

12

.

39

μάρτυρα δὲ τῆς ὁσιότητος αὐτὸν εἶχε τὸν ἐχθρόν. ἵνα δὲ μὴ θαυμάσῃ τις ἐχθρὸν ἀκούων τὸν κοινούμενον τῆς ἀρ‐ χῆς, ἐρῶ, τίς ἦν ὁ τῆς κοινωνίας νοῦς. ἐκεῖνος γὰρ
5οὐχ ὅπως τινὰς ἀνθρώπων ἡδέως ἂν εἶδεν ἐν θρό‐ νοις βασιλικοῖς ἢ τοῖς ἁλουργοῖς ἐσθήμασιν, ἀλλ’ οὐδ’ ἂν ὀνείρατα ταύτην ἔχοντα τὴν θέαν μετρίως ἤνεγκεν ἄν. πόθεν οὖν μετέδωκεν ὧν περιείχετο;
Or
.

12

.

40

κακῶς ἔπασχεν ὑπὸ τῶν βαρβάρων πανταχοῦ, καὶ τὸ περικεί‐ μενον τοῖς Ῥωμαίων ὅροις Μυσῶν λείαν ἐπεποίητο τὰ τῇδε, μάλιστα δὲ τὸ περὶ τὴν ἑσπέραν ἐπόνει, καὶ
5μικρὸν ἦν στρατηγὸς εἰς ἐπανόρθωσιν, ἀλλ’ ἔδει βα‐ σιλέως ἐπισχήσοντος τὸ ῥεῦμα.
Or
.

12

.

41

δραμεῖν μὲν οὖν αὐτὸς οὐκ ἠπίστατο, κοινωνὸν δὲ τῆς ἀνάγκης καλού‐ σης τοὺς ἄλλους ὑπερπηδήσας τὸν ἠδικημένον αἱρεῖται, τοῦ μὲν αἵματος ὁπόσον ἐξέχεεν οὐκ ἐπιλελησμένος,
5πιστεύων δὲ τῷ κατηγορεῖν ἔχοντι μᾶλλον ἢ τοῖς ὀφεί‐
λουσι χάριτας. καὶ οὐκ ἐψεύσθη. λαβὼν γὰρ Ἀθη‐ ναίων λογισμὸν καὶ τὸ στῆθος πλήξας καὶ κελεύσας μὴ μνησικακεῖν οἷος ἦν ἀδόλως συμπονεῖν.
Or
.

12

.

42

Αἱ μὲν πρὸ τῆς βασιλείας εὐθῦναι τοιαῦται, πάντα ἂν λογιστὴν ἐπαινέτην λαβοῦσαι. δοκιμάζωμεν δὲ καὶ τὸν κυβερνήτην τὸν ἤδη κινοῦντα τοὺς οἴακας. ὁ μὲν οὖν ἐκπέμπων ἐπὶ πολεμίους εὖ πράττοντας οὐ
5νίκην αἰτῶν οὐδὲ κράτος οὐδὲ ἀριστεύειν ἐξέπεμπεν.
Or
.

12

.

43

εὐθὺς γὰρ αὐτῷ μετάμελος εἰσῄει λογισμὸν οὐκ ἔχων, ἐπεὶ καὶ οὓς συναπέστειλεν ἐν τάξει συμβούλων, κωλυτὰς ἔργων γενναίων, οὐ παραινέτας ἐξέπεμπε, Φοίνικα δὲ ἐξαιρῶ τοῦ λόγου, τοιγαροῦν εὐθὺς ἀφείλ‐
5κετο, μᾶλλον δὲ ἐφοβεῖτο τὴν τοῦ συνάρχοντος εὔκλειαν ἢ τὴν τῶν ἐναντίων ὕβριν, καὶ τὸ μὴ τοῦτον ἐπαινε‐ θῆναι τοῦ πληγῆναι τοὺς πολεμίους ἥδιον ἦν.
Or
.

12

.

44

ἀλλ’ ἐκείνου κατηγορεῖν ἐμοὶ μὲν οὐχ ἡδύ, τῷ λόγῳ δὲ ἀνάγκη. διαστῆσαι γὰρ τὴν εὐφημίαν ἀπὸ τῶν μέμψεων οὐκ ἔστιν. ὁρμηθεὶς τοίνυν ἐξ Ἰταλίας σὺν ὁπλίταις
5ἐλάττοσιν ἢ τετρακοσίοις ἐν ἀκμῇ τοῦ χειμῶνος, τὴν δὲ τῆς ὥρας ὑπερβολήν, ἣν ἐνιαυτοῦ κύκλος ἐφίστησι
τοῖς τόποις, οἱ μὲν ὑμῶν ἤνεγκαν, οἱ δὲ ἀκηκόασι, σὺν εὐχαῖς μὲν ἐπέβη τῆς ὁμόρου, γῆν δὲ ὁρῶν Γαλα‐ τῶν μὲν καλουμένην, ἐσπαρμένην δὲ ὑπὸ βαρβάρων,
10οἳ μετὰ τῆς πρότερον ἀρουμένης καὶ τὰς πόλεις αὐτὰς κατενεγκόντες ἐγεώργουν, τὸν χειμῶνα μὲν ἀνήλισκεν εἰς βουλήν, ὡς δὲ τῆς ὡραίας ἐπὶ τὰ ἔργα καλούσης ἐβόα μὲν αὐτὸς καὶ συνῆγε καὶ συνεκρότει καὶ παρε‐ θάρρυνε τοὺς ἐπτηχότας, ὑπεσκέλιζον δὲ τὴν ὁρμὴν
15οἱ ἵππαρχοι καὶ λοχαγοὶ καὶ ταξίαρχοι πληροῦντες ἐν‐ τολὰς δεσπότου, νικᾷ νίκην ἡμῖν ὁ βασιλεὺς πρὸ τῆς ἐν τοῖς ὅπλοις τὴν ἀπὸ τῆς καρτερίας καὶ τοῦ ταῦτα πρᾴως ἐνεγκεῖν, κἀνταῦθα τὸ τῆς παιδείας ἀπήν‐ τα κέρδος, Ἡρακλῆς τε χείρονος ἀνδρὸς ὑπακούων
20Ἄρης τε ἐνιαυτοῦ πλέον ὑπ’ ἀνθρώπων ἐμπλήκτων δεθείς.
Or
.

12

.

45

ἀλλὰ γὰρ ἔδει καὶ τὸν Ἄρη λυθῆναί ποτε καὶ τοῦτον. ὡς γὰρ ὁ μὲν ἐν τοῖς κωλύμασιν ἔστενε μέν, οὐκ ἠρεθίζετο δέ, τὰ δὲ πράγματα ἀπωλώλει, τοῖς δὲ βαρβάροις ηὐξάνετο τὸ φρόνημα, τῶν δ’ ἐπη‐
5ρεαζόντων ὁ κίνδυνος οὐκ ἠνείχετο, λαβὼν οἶμαι δύνα‐ μιν μικράν τε καὶ πολιορκεῖσθαι μαθοῦσαν.
Or
.

12

.

46

ὑμεῖς μὲν ἴσως ἐπιθυμεῖτε καὶ παράταξιν ἀκοῦσαι καὶ στρατο‐ πέδου φύσιν καὶ κέρας ἑκάτερον καὶ φάλαγγα καὶ παράκλησιν καὶ τῶν ἐναντίων τέχνας καὶ στρατὸν
5φανερὸν καὶ κρυπτομένους λόχους καὶ προοίμιον συμ‐ βολῆς καὶ ζέουσαν μάχην καὶ τραυμάτων εἴδη καὶ φυγὴν καὶ δίωξιν καὶ γῆν ἀφανῆ νεκροῖς, ἐγὼ δὲ τὴν μὲν τῆς διηγήσεως ἀκρίβειαν, ὅταν καὶ περὶ τῶν ἄλλων ἱκανῶς διεξίω, κομιῶ· νῦν γὰρ δὴ πάντα συντέ‐
10τμηται, καὶ ὁ λόγος ἔοικε σκιρτήμασι τῇ πανηγύρει πρέπουσιν.
Or
.

12

.

47

ὥσπερ οὖν Ὀλυμπιονίκης οἴκαδε σπεύ‐ δων ἀπὸ τῆς Πίσης ἐρωτώμενος ὑπὸ τῶν ἐντυγχανόν‐ των τῆς νίκης τὸν τρόπον τοῦτο μὲν ἀποδώσειν ὑπ‐ ισχνεῖται, συγχαίρειν δὲ αὐτῷ πρὸς τὸ παρὸν ἀξιοῖ
5δεικνὺς ἅμα τὸν στέφανον, οὕτω καὶ νῦν τὰ ἀπὸ τοῦ πολέμου λέγομεν ὑπερβάντες τὰς μάχας.
Or
.

12

.

48

καρπου‐ μένων γὰρ τὴν ἡμετέραν τῶν βαρβάρων καὶ πόλεις
μὲν πέντε δεούσας πεντήκοντα καθῃρηκότων, ἀποτε‐ τμημένων δὲ τῆς γῆς τὸ πλέον καὶ κεκτημένων, τῶν
5δὲ φανερωτάτων ἐν Γαλάταις γενῶν οἰκτρῶς ἐκεῖ δου‐ λευόντων, ἤδη δὲ μείζω περίνοιαν τῶν πολεμίων εἰλη‐ φότων ὁ στρατηγικώτατος οὗτος καὶ τῶν ἀφ’ οὗ γεγό‐ νασιν ἄνθρωποι πολέμων γέμων οὐ φορητὸν ἡγησά‐ μενος, εἰ πλείους μὲν 〈χιλίων〉 τριήρεις ἐνίκων περὶ
10Σαλαμῖνα τριακόσιαι, τὸ δὲ τῶν βαρβάρων νέφος αὐ‐ τὸς σὺν ὀλίγοις μὴ τρέψαιτο, προσπίπτει μὲν ὡς ἀγα‐ πήσων, εἰ τῆς χώρας ἐξελάσειεν, ἡ νίκη δὲ αὐτὸν ἐπὶ τὴν ἐκείνων προήγαγε καὶ διαβὰς Ῥῆνον ποταμόν, ὕδωρ ἐλέγχον ἐκ τῶν γεννωμένων ἀδικίαν μητέ‐
15ρων, φιλονεικήσας ζῶντας λαβεῖν εἰδὼς ἀγαλλομένους θανάτῳ τοσούτους σαγηνεύσας ἤγαγεν, ὥσθ’ ἡμῖν μὲν ἐπίπονον τὴν ἐκείνων γενέσθαι τροφήν, τοῖς δὲ ὑπο‐ λειφθεῖσιν ἄφθονον τὴν οἴκοι προκεῖσθαι.
Or
.

12

.

49

δείσας δὲ τὸ τῆς νίκης μέγεθος καὶ τὴν τοῦ ἔργου λαμπρό‐ τητα μᾶλλον ἢ τοὺς ἐν τῇ μάχῃ κινδύνους οὐ προσέ‐ θηκε τῷ τροπαίῳ πομπὴν καὶ ταῦτα ἐν δεσμοῖς ἔχων
5τὸν ἄρχοντα τῶν πολεμίων, οὕτως ἐπεξῆλθε κρατῶν, οὐδὲ κύπτοντα τοῖς πεπορθημένοις ἔδειξεν οὐδ’ ἐπι‐ κατέσφαξε ταῖς κειμέναις τῶν πόλεων τὸν κατενεγκόντα καλλωπιζόμενος τῷ φόνῳ, ἀλλ’ ἀναμνησθεὶς Ἀχιλλέως, ᾧ τὸ νικᾶν ἤρκει, παρεχώρει τῶν λοιπῶν τῷ πρεσβυ‐
10τέρῳ πανταχοῦ τὰς ἀφορμὰς παραιρούμενος τῶν φθό‐ νων.
Or
.

12

.

50

οἰηθεὶς δέ, ὅτι τὸ χρῆμα τῶν πόλεων οὐ ταὐτὸν ἀνθρώπῳ πάσχει, τοῖς μὲν γὰρ ἄλυτος ἡ τε‐ λευτή, τὰς δὲ ἔστιν ἀναβιώσασθαι, χεῖρα ὀρέγει ταῖς κειμέναις. αἱ δὲ ἀνίσταντο καὶ αὐτίκα κῆρυξ διέπλει
5τὸν ποταμὸν κελεύων ἐπὶ τὰ σφέτερα αὐτῶν κατιέναι τοὺς ἑαλωκότας, οἱ δὲ ἔθεον, οὐκ ἀνὴρ ἀντ’ ἀνδρὸς λυθείς, ἀλλ’ οἱ μὲν ἔμενον [οἱ] ἐκείνων, οἱ δὲ ἐπανῄ‐ εσαν ὑπὸ τῶν ἑλόντων προπεμπόμενοι. οὕτως αὐτοὺς ἐπαίδευσε πάντα ὑπακούειν ἡ μάχη.
Or
.

12

.

51

εἰ δὲ τὸ προσ‐ θεῖναι πόλιν ταῖς ἀρχαίαις εὐεργεσία κοινὴ τοῦ τῆς οἰκουμένης αὐξανομένου σώματος, τό γε τὰς ἀνῃρη‐ μένας ἀποδοῦναι πόσῳ λαμπρότερον; ἐν ᾧ καὶ τὴν
5γῆν ἔστιν οἰκίζειν καὶ τὴν αἰσχύνην λύειν. οὐ γὰρ
τὸ μὴ ποιῆσαι τὴν οὐκ οὖσαν δεινόν, τὸ δὲ τὴν πρὶν οὖσαν περιιδεῖν ἐρριμμένην διπλῆς ἐντεῦθεν περι‐ ισταμένης ζημίας, ὀνειδῶν τε καὶ βλάβης. ὡς ἐκεῖνό γε τὸ πτῶμα φαινόμενον τοῖς τε βαρβάροις ἂν ἦν
10εἰς τόλμαν παράκλησις τοῖς θ’ ἡμετέροις εἰς ἀτολ‐ μίαν ἀνάγκη, κἂν εἰ μὴ νῦν, ἀλλ’ ὕστερόν γε τοὺς μὲν ἂν ἔθελξε, τοὺς δὲ παρώξυνε. σὺ δ’ ὅπως οἱ μὲν ἀεὶ τρέμοιεν, οἱ δ’ ἀεὶ θαρροῖεν, τρόπαιον ἀκίνητον τὰς πόλεις ὤρθωσας.
Or
.

12

.

52

καὶ διὰ τὴν σὴν καὶ γνώ‐ μην καὶ τύχην καὶ μόχθους καὶ τέχνας οὐ καθ’ ἑκά‐ τερον τοῦ πολέμου τὸ στόμα τοῖς βαρβάροις ὑπῆρχε κρατεῖν, ἀλλ’ οἱ μὲν ἔδρων, οἱ δὲ ἔπασχον, ἔπασχον
5μὲν οἱ περὶ Ῥῆνον, ἔδρων δὲ οἱ περὶ Τίγρητα, καὶ τῇ μὲν εἰσέρρεον, τῇ δὲ ἔπιπτον· οἷόν τι περὶ Ποτίδαιαν γενέσθαι φασὶν Ἀριστέως μὲν τοῦ Κορινθίου τρεψα‐ μένου τὸ καθ’ ἑαυτὸν καὶ ἐλαύνοντος, θατέρου δὲ κέρως, ἕως εἰς τὸ τεῖχος κατεκλείσθη, φεύγοντος.
Or
.

12

.

53

εἰ δὲ μὴ σὺ τότε ἀντέκρουσας, οὐδὲν ἂν ἐκώλυσε τοὺς βαρβάρους ἑκατέρους τὴν ἐν ποσὶν ἀεὶ κτωμένους περὶ τὸν Βόσπορον ἀλλήλοις τελευτῶντας συμμίξαι. νῦν δ’ ἡ τῶν ἑτέρων ἧττα τοὺς μὲν ἀπώλεσε, τοὺς δὲ φροντίζειν
5ἐποίησε καὶ συνεσκίασε τὴν ἀπὸ τοῦ νικᾶσθαι Ῥωμαί‐ ους αἰσχύνην φήμης φήμην παραμυθουμένης καὶ λόγου
λόγον καταλαμβάνοντος.
Or
.

12

.

54

Σὺ μὲν οὖν ἀπὸ τοῦ τροπαίου πάλιν ἐπὶ τὰς Μούσας ἐτρέπου, καθάπερ ἀθλητὴς ἐπὶ παλαίστραν ἀπὸ στεφάνου, καὶ τὰ ὅπλα καταθέμενος ἀνελάμβανες τὰ βιβλία, παρ’ ὧν ὁρμηθεὶς καὶ τὴν νίκην ἀνείλου·
5πλήθει γὰρ ἀντιταττομένη σοφία κρείττω ποιεῖ τὸν συνετώτερον.
Or
.

12

.

55

ἀφικνοῦνται δέ σοι τῆς δόξης αἰρο‐ μένης οὐκ ὀρχησταὶ καὶ μῖμοι γέλωτος ἀφορμὰς κομί‐ ζοντες οὐδ’ αὐληταὶ καὶ κιθαρῳδοὶ δείπνων χρησίμους ἐξελαύνοντες λόγους, ἀλλὰ σμήνη τε ῥητόρων καὶ
5φιλόσοφος Ἀθήνηθεν, καλὸς μὲν ἰδεῖν, καλλίων δὲ χρήσασθαι, πλεῖστον μὲν ἀνθρώπων ἔχων νοῦν, ἐν δὲ λόγοις ἄριστος εἶναι μᾶλλον ἢ δόξαι βουληθείς.
Or
.

12

.

56

ὃς τὰ μὲν ἐπαινέσας, περὶ δὲ τῶν συμβουλευσάμενος ἀπηλλάττετο δῶρον λαβών, ὃ μόνος βασιλέων δέδωκας, ἔπη τὸν ἄνδρα μηνύοντα. εἰ δὲ Πεισίστρατον ἐπαι‐
5νοῦμεν ὑπὲρ τῆς τῶν ἑτέρῳ πεποιημένων συλλογῆς, ποῦ θήσομεν τὸν Ὁμήρου μιμητήν;
Or
.

12

.

57

Ἀλλὰ γὰρ οἷς τοὺς πολεμίους ἐξέκοπτες, μετὰ τῶν κρατουμένων τὸν διὰ σοῦ νικῶντα ἠνίας. οὕτω δύσμαχόν ἐστι νόσημα φθόνος καὶ τὴν τῶν ὠφελούν‐ των δύναμιν ὁ κερδαίνων μισεῖ. ὃς δὴ καὶ τότε ἐπὶ
5τόνδε πάλαι πεφυτευμένος ἀνέδραμε καὶ τὸν σπινθῆρα προήγαγεν εἰς φλόγα.
Or
.

12

.

58

τὸ πρῶτον ἐψίλωσε φίλων, ὡς βλάψων ἐν ταῖς βουλαῖς, ὁ δὲ ἦν ὁμοίως εὔβουλος, μετὰ ταῦτα χειρὸς συχνῆς, ὡς ἀσθενῆ ποιήσων, ὁ δὲ ἦν οὐδὲν ἧττον ἰσχυρός. πάντας ἐκάλει τὰ Περσικὰ
5προϊστάμενος, εὐφημότατα ἀνθρώπων ἐκδιδοὺς μετὰ τοῦ βασιλέως τὰς πόλεις. ὁ δ’ ἦν μὲν πέρα τοῦ με‐ τρίου πρᾷος, ἐρῶ γάρ, καὶ βαδίζειν ἐκέλευεν, οἰμωγαὶ δὲ γυναικῶν ἀντελαμβάνοντο τῶν σωμάτων. αἷς ἀναπεπνευκυίαις ἄρτι κῦμα δεύτερον συνίστατο, τὸν
10δὲ οὐδὲ ταῦτα ἀντιτείνειν ἔπειθε.
Or
.

12

.

59

πῶς δὲ μέγας γίγνεται βασιλεύς; ἐνταῦθα γάρ μοι δοκοῦσιν ὀξύτερον βλέψειν οἱ κριταί· οὔτ’ ἐβιάζετο στρατιώτης οὔθ’ ἡτ‐ τᾶτο στρατιωτῶν βασιλεὺς οὐδ’ οὕτως ἐπεπαίδευτο
5τὸ ἀρχόμενον κακῶς, ὥστε τὸν ἄρχοντα γνώμῃ προσ‐
πεσὸν ἄγειν. ἀλλὰ τίς δὴ λόγος ἀληθέστερος; θεὸς μὲν ἐξώρμησεν ἐκείνους οὐδὲν προεσκεμμένους, ἀλλ’ ἔφθασε τὸν λογισμὸν ἡ φωνή. θεοῦ δὲ τοῦτο. πρόσ‐ ταξις ἧκεν ἀδελφὴ τῆς προτέρας προστιθεῖσα θαλατ‐
10τίῳ χλαμύδος βαφῇ λιθοκόλλητον ταινίαν φέρου‐ σάν τι καὶ αὐτὴν καρποῦ θαλαττίου. ὁ δὲ ἔβλεπε πρὸς οὐρανόν, καὶ ἦν ὁμοίως ἥ τε δόσις ἥ τε λῆψις ἄμφω βουλὴ δαιμόνων.
Or
.

12

.

60

ὥσπερ οὖν οὐ τῆς Πυ‐ θίας ἡγούμεθα τοὺς χρησμούς, ἀλλὰ τοῦ πέμποντος ἐπὶ τὸ στόμα τὰ λόγια, οὕτω νῦν τῶν ἐκείνους τε κεκινηκότων τοῦτόν τε πεπεικότων κοσμῆσαι τὴν κεφα‐
5λὴν κεκρίσθω μᾶλλον τὸ ἔργον ἢ ὧν τὰς γνώμας ὡς ἐβούλοντο διέθηκαν. εἰκός γέ τοι τοὺς ἐπινεύσαντας ἐρωτωμένους καὶ τὴν γένεσιν ὡς καλῷ τῷ πράγματι παρασχεῖν. ἄδικον μὲν γὰρ τιμὴν οὐκ ἂν ἐπῄνουν, δικαίαν δ’ ἂν εἰσῆγον.
Or
.

12

.

61

οὐ μὴν τό γε νεῦμα τῶν θεῶν ἕρμαιον ἐγένετο τῷ τετιμημένῳ, καθάπερ πάλαι ταύτην ἐν αὑτῷ τὴν ἐπιθυμίαν τρέφοντι, ἀλλ’ ὡς ἄν τις τῷ βραχυτέρῳ χαίρων, ἔμελλεν, ὤκνει, περὶ τὸ
5πρόσθεν μέτρον διέτριβε, τὴν ἐνθένδε ψῆφον μετὰ τὴν ἄνωθεν ἔμενε. τὸν δὲ ἔκαμπτεν οὐδέν.
Or
.

12

.

62

ἕως μὲν οὖν ὑπῆσαν ἐλπίδες καταλλαγῶν, ἀνεῖχεν. ἐπεὶ δὲ
πόλεμος μὲν ἐκεκήρυκτο σαφής, ἐπετειχίζετο δ’ Ἰταλία, παρεκαλεῖτο δὲ τὸ Κελτικόν, ἐκινεῖτο δὲ τὸ
5Σκυθικόν, ἐχώρει δὲ ὁ πεζός, ἐπορεύετο δὲ ὁ τοξό‐ της, κατεῖχε δὲ οὐδὲν οὐδὲ ἐπέστρεφεν, οὐ Περσῶν ἵππος χρεμετίζων περὶ τὸν Εὐφράτην, οὐ μηχαναὶ προσαγόμεναι τείχεσιν, οὐ θρηνοῦσαι πόλεις, οὐκ ἐλπιζόμενον πῦρ, ἀλλ’ ἐωνεῖτο τῇ Ῥωμαίων γῇ τὸν
10φόβον τῶν μεγίστων ἀφιστάμενος βαρβάροις, ἵνα μὴ μικρῶν τῷ γένει, τότε δὴ τότε τοὺς ἀντικαθιστα‐ μένους ἀφεὶς τὴν λεωφόρον σκοπεῖν αὐτὸς ἑτέραν ὁδὸν ἀτριβῆ καὶ τραχεῖαν καὶ κρημνοῖς ἄπορον, ὥσ‐ περ τινὰ τῶν ἐν ἄστει χειροποιήτων δρόμων, ἤνυ‐
15σεν ἴσως Ἀπόλλωνος ἡγουμένου καὶ τὸ δύσβατον λεαίνοντος κατὰ τὴν τάφρον τῶν Ἀχαιῶν.
Or
.

12

.

63

οὕτω δὴ τῶν ἁλισκομένων οὐκ αἰσθανομένων, ὥσπερ τινῶν ἰχθύων οὔπω τοῦ δικτύου συναχθέντος, ἐπειδὴ καιρὸς ἦν, ἀνεφάνη πρῶτον ἐπιβὰς τῶν ἐσχάτων καὶ
5διήνεγκεν οὐδὲν ὑφύδρου κολυμβητοῦ κρυπτομένου
μὲν ὑπὸ τοῖς νώτοις τῆς θαλάσσης, λανθάνοντος δὲ τοὺς ἐπὶ τῆς ἠιόνος, ἕως ἂν βούληται.
Or
.

12

.

64

οὕτω δὲ πλείω λόγον τοῦ μὴ δοκεῖν ἀδικεῖν ἢ τῆς νίκης αὐτῆς ἐπεποίητο, ὥστ’ ἐν μέσοις τοῖς δεινοῖς ἐμβεβηκὼς δι’ Ἑλλήνων ἅπασιν ἀνθρώποις ἀπελογεῖτο πέμπων ἐπι‐
5στολὰς ἐκεῖσε κατὰ τοὺς ἑκάστων τρόπους μείζους, ἐλάττους, τὸ μέσον ἐχούσας, ὡς ἔμελλον τοῖς δεξομένοις ἁρμόσειν.
Or
.

12

.

65

βουλευομένου τοίνυν ἐν Παιονίᾳ περὶ τῆς Θρᾴκης, εἴτ’ ἐμβολῆς εἴτε καθέδρας ὁ καιρός, καὶ τῷ πλήθει τῶν πολεμίων ἀντιτάττοντος ἀρετὴν τύχη τις κρίνει τὸ ἔργον ἡσυχαζόντων τῶν ὅπλων πρέπον
5ἐξευροῦσα τῇ συγγενείᾳ πέρας. ἐπειδὴ γὰρ ἔδει κρα‐ τῆσαι τὸν ἀμυνόμενον, ἐξήρπασε τὸν ἐπιόντα νόσῳ· καὶ τὸ μὲν τρόπαιον οὕτω μέγα, στρατιωτῶν δὲ οὐδα‐ μοῦ τάφος.
Or
.

12

.

66

ὑποχωρείτω τοίνυν τῷ βασιλεῖ καὶ Κῦρος ὁ μέγας ἐν θεοφιλῶν κρίσει. καὶ γὰρ εἰ τοῦ ποιμένος ἔτυχεν εἰς σωτηρίαν, ἀλλὰ μεμάχηταί γε τῷ πάππῳ, καί τι καὶ πλέον, ὡς Ἰσοκράτης φησίν,
5ὥσθ’ ὁμοῦ Μήδους τε εἶχε καὶ συνεκαλύπτετο· σοὶ δὲ καλλίων τοῦ κτηθέντος ὁ τῆς κτήσεως τρόπος καθαρᾷ τῇ χειρὶ παρελθόντι πρὸς τὸ πᾶν.
Or
.

12

.

67

τὸ δὲ ἔτι κάλλιον, τὴν γὰρ αὐτὴν ἥσθησαν ἐπὶ τούτοις ἡδονὴν οὕς τε ἦγες καὶ οἷς ἀπήντας· νόμῳ μὲν γὰρ μεθ’ ἑτέρων ἦσαν, φίλτρῳ δὲ μετὰ σοῦ πυνθανόμενοι γνώμῃ
5μὲν εἶναι βασιλέα, πόνοις δὲ συστρατιώτην.
Or
.

12

.

68

καὶ
τοῦτ’ ἄρ’ ἦν τὸ τὴν κεφαλήν σου παρὰ τῶν κρειττόνων ἄγεσθαι πρὸς ἀνάδημα, ὅπως ἀκολουθήσῃ τῷ στεφάνῳ μὲν ὀργή, τῇ δὲ ὀργῇ κίνησις, τῇ κινήσει δὲ ὁ
5σὸς δρόμος καὶ γένοιο δὴ τοῖς πράγμασι πλησίον. εἰ δὲ ὀκνεῖς, φησί, τὸν φόνον, θάρρει. καὶ τοῦτο ἡμῖν μελήσει.
Or
.

12

.

69

Οὕτω τοίνυν ὁσιώτατα ὧν ἴσμεν τῆς τε Εὐ‐ ρώπης τὸ πλέον καὶ τὴν Ἀσίαν προσλαβὼν οὐδὲν πρὸ τῶν ἱερῶν ἐσπούδασεν, ὥσπερ τις ἀγαθὸς ναυπηγὸς τὴν τρόπιν πρὸ τῶν ἄλλων σκεπτόμενος. ὥσπερ γὰρ
5ἐν τῷ ταύτης ἰσχυρῷ σώζεται τὸ πλοῖον, οὕτως ἐν τῇ θεραπείᾳ τῶν κρειττόνων αἱ πόλεις. διὰ τοῦτο νεὼς ἀνίστη καὶ βωμοὺς ἐποίει καὶ τὴν αὑτοῦ πατρίδα συνείθιζε μὴ πολεμεῖν τοῖς καλοῖς ἥκιστα ἀνεχομένην καπνοῦ λυσιτελοῦντος, ὥσπερ τινὰ μητέρα νουθετῶν
10υἱός, ὃς αὐτῇ τὰ πρῶτα συνεξηπατημένος αὑτόν τε κἀκείνην ὕστερον ἀπήλλαξε τῆς πλάνης.
Or
.

12

.

70

Θαυμάζω τοίνυν ἔγωγε τῶν ἐν μνήμῃ Περσῶν, ὅτι μὲν αὐτῶν κρατήσεις, λεγόντων, ὅτι δὲ κεκράτηκας, οὐκ ἐνθυμουμένων, καὶ ταῦτα ἐπὶ τῷ στόματι τοῦ Πόντου πρὸς τῷ Βοσπόρῳ καθήμενος καὶ ποιῶν ὃ νῦν
5ἐγώ, βιβλίον αὑτοῦ τῇ μεγάλῃ βουλῇ δεικνύων. τίς οὖν ἡ νίκη;
Or
.

12

.

71

γυμνώσας μὲν ἐκεῖνος τῆς τῶν ὁπλιτῶν ἀκμῆς τὴν ἑῴαν γῆν ἐπορεύετο τῷ φαυλοτάτῳ τῆς στρατιᾶς παραδοὺς τὰς πόλεις, οἳ φυλάκων ἔχοντες σχῆμα τῶν φυλαξόντων ἐδέοντο, καὶ μετὰ τῶν φρου‐
5ρουμένων οἱ φρουροῦντες ἔτρεμον. τὴν μὲν οὖν τῶν πόλεων ἁρπαγὴν οὔπω παροῦσαν ἐδοκοῦμεν ὁρᾶν, ἡ φυγὴ δὲ εἶχε τὴν σωτηρίαν.
Or
.

12

.

72

καὶ ἐμακάριζον οἱ μὲν ἐν μεσογείᾳ τοὺς ἐπὶ θαλάττῃ, οἱ δὲ οἰκοῦντες κάτω τοὺς ναυκλήρους αὑτῶν καὶ οὐδὲν ἦν εὐδαιμο‐ νέστερον τότε τοῦ κεκτῆσθαι πλοῖον. Κυπρίων δὲ οἱ
5παρόντες ἐθεραπεύοντό τε καὶ καταγωγὰς ὑπισχνοῦντο. ἦν δὲ ἀδεὲς οὐδὲ ἡ θάλαττα ὡς ἔν τε τοῖς λιμέσιν ἐσομένων ὑπὲρ τῶν νεῶν τραυμάτων ἔν τε τῷ πελάγει νεκρῶν τοῦ καιροῦ τοὺς κακούργους ἀθροίζοντος.
Or
.

12

.

73

ταύτας δὴ τὰς μεταναστάσεις ἔσχεν ἡμέρα μία. ἡ γὰρ αὐτὴ σοὶ μὲν ταῦτα ἔδωκεν, ἡμῖν δὲ θαρρῆσαι τὴν μονὴν οὐ δυνάμεώς ποθεν ἐπελθούσης οὐδὲ τειχῶν τοῖς μὲν γενομένων, τοῖς δὲ ἐπισκευασθέντων οὐδὲ
5τῶν ἀντιπάλων λοιμῷ βεβλημένων, ἀλλὰ ψιλῆς τῆς προσηγορίας ἐκβαλούσης τὸν φόβον, καὶ Τίγρητος ἀπέχων ἑβδομήκοντα σταθμούς, ὥσπερ ἄρας εἰς μάχην σημεῖα, τοὺς Πέρσας ἐτάραττες.
Or
.

12

.

74

ὁ δὲ κακῶς
ἀπολούμενος Δημάρατος ὁ τὰ παρ’ ἡμῖν ἐπαινῶν πρὸς ἐκείνους ἀγαθὰ καὶ τοῦ χειμῶνος φάσκων αὐτοῖς πα‐ ραδώσειν ὥσπερ ἐν κύρτῳ τὴν πόλιν μεταβαλὼν τοὺς
5Πολυδάμαντος ἠφίει λόγους οἷς ἐκεῖνος ἐχρῆτο φανέν‐ τος Ἀχιλλέως. ταύτην ὅστις εὖ φρονεῖ, μεγάλην νίκην προσερεῖ τῆς μελλούσης οὐ φαυλοτέραν. ἡ μὲν γὰρ ἐκείνους θεῶν διδόντων δοριαλώτους ἄξει, ἡ δ’ ἡμᾶς ἐκώλυσε γενέσθαι, καὶ δι’ ἐκείνης μὲν ὧν πεπόνθαμεν
10ληψόμεθα δίκην, διὰ δὲ ταύτης οὐ προσπεπόνθαμεν.
Or
.

12

.

75

ἡττᾶται δέ, οἶμαι, πολέμιος οὐχ ἁλισκόμενος μόνον, ἀλλὰ καὶ ὅταν λήψεσθαι μὲν ἐλπίσῃ, σωθεὶς δὲ ἀγα‐ πήσῃ· τὸ γὰρ προσδοκηθὲν ἐν τοῖς εἰλημμένοις ἀριθ‐ μῶν ἀπεστερῆσθαι νομίζει.
Or
.

12

.

76

μία μὲν οὖν αὕτη τοῦ νενικῆσθαι τὸν Μῆδον ἀπόδειξις, ἑτέρα δέ, καί μοι σύγγνωθι πρὸς Διός, εἴ τι τῶν ἀπορρήτων ἐκφέ‐ ροιμι, βιάζεται γάρ μοι τὸ στόμα καὶ γίγνεται τοῦ τεί‐
5χους τῶν ὀδόντων δυνατώτερον, γράμματα πρῴην ἧκεν Ἀσύρια δεόμενα κήρυκι καὶ πρεσβείᾳ ἀνοῖξαι τὴν ὁδὸν καὶ τὰ διάφορα λόγῳ τεμεῖν.
Or
.

12

.

77

ἐγὼ μὲν οὖν ᾤμην αὐτὸν κροτήσειν καὶ ἑορτάσειν καὶ τάχους ἐπι‐
μελήσεσθαι καὶ συνέχαιρον δὴ πρᾶγμα ποιῶν πολλάκις ἡττημένου, ὁ δ’ ἀπέρριψε τὴν ἐπιστολὴν ἀνδρειότερον
5Διομήδους δεινὸν νομίζων, εἴ τις ὀφείλων δίκας περὶ σπονδῶν διαλέξεται.
Or
.

12

.

78

τούτων δὲ οὐκ ἐλάττω τὰ πρὸς τοὺς ἥκοντας παρὰ τῶν Σκυθῶν, οὓς ἐν τοῖς ὅρκοις ἀκριβολογουμένους λαβὼν ἐκέλευσεν ἀπελθόν‐ τας περὶ πολέμου σκοπεῖν, καὶ διὰ μακροῦ δὴ χρόνου
5Ῥωμαῖος ἀνὴρ ἠπείλησε βαρβάρῳ.
Or
.

12

.

79

πόθεν δὴ τὸ τοῦ πολέμου μεταπέπτωκε πνεῦμα; καὶ τί τὴν Ῥωμαίων τύχην ἐπανήγαγεν εἰς τὸ Πέρσας φοβεῖν; οὐ πεζομαχία τις οὐδ’ ἱππομαχίας πόνος οὐδ’ ὅπλων και‐
5νότης οὐδ’ ἐπιτεχνήσεων εὕρεσις, ἀλλ’ αἱ πυκναὶ θυσίαι καὶ τὸ αἷμα τὸ πολὺ καὶ οἱ τῶν ἀρωμάτων ἀτμοὶ καὶ θεῶν ἑστιάσεις καὶ δαιμόνων τοὺς πολεμίους συνέ‐ στειλαν.
Or
.

12

.

80

διὰ τοῦτο χαίρει καλούμενος ἱερεὺς οὐχ ἧττον ἢ βασιλεύς, καὶ τοὔνομα τοῖς ἔργοις συμβαίνει· ὡς οὐ μᾶλλόν γε βασιλέας τοῖς περὶ τὴν ἀρχὴν ἢ τοὺς ἱερεῖς ἁγιστείαις παρῆλθεν. οὐ λέγω τοὺς νῦν τοὺς
5ἀμβλυτέρους, ἀλλὰ τοὺς πάλαι τοὺς ἐν Αἰγύπτῳ τοὺς ἀπηκριβωμένους. οὐ γὰρ νόμων ἀνάγκαις ὑπηρετῶν νῦν μὲν ἔθυσε, νῦν δὲ ἔληξεν, ἀλλ’ ὀρθῶς εἰρῆσθαι νομίζων τὸ δεῖν ἀπὸ θεῶν ἄρχεσθαι καὶ ἔργων καὶ λόγων, ἃ τοὺς ἄλλους οἶδε ταῖς νουμηνίαις ἀναθέντας,
10ταῦθ’ ἑκάστης ἡμέρας εἶναι πεποίηκεν, αἵματι μὲν δεχόμενος ἀνίσχοντα τὸν θεόν, αἵματι δὲ παραπέμπων εἰς δύσιν καὶ ταὐτὰ πάλιν νυκτερινοῖς ἑτοιμάζων δαί‐ μοσιν.
Or
.

12

.

81

εἴσω δὲ τὰ πολλὰ κατεχόμενος ὑπὸ τῆς τύχης, ἐπεὶ μὴ τρέχειν εἰς ἱερὸν παρ’ ἡμέραν ἔνεστιν, ἱερὸν ποιεῖται τὰ βασίλεια καὶ τὸν κῆπον καθαρώτερον τῶν παρ’ ἐνίοις ἀδύτων, καὶ γίγνονται τοῖς μὲν δέν‐
5δρεσιν ἡδίους οἱ βωμοί, τοῖς βωμοῖς δὲ τὰ δένδρα.
Or
.

12

.

82

τὸ δὲ κάλλιστον, οὐ γὰρ ἐφ’ ὑψηλοῦ καθήμενος ἢ χρυσαῖς ἀσπίσι περικλειόμενος ἑτέρων χερσὶ θερα‐ πεύει τοὺς θεούς, ἀλλ’ αὐτουργεῖ καὶ περιτρέχει καὶ σχίζης ἅπτεται καὶ μάχαιραν δέχεται καὶ ὄρνις
5ἀνέρρηξε καὶ τὰ ἔνδον οὐκ ἠγνόησε, καὶ τούτων πίστις οἱ δάκτυλοι τῶν ἐκεῖθεν τεκμηρίων γέμοντες. ἡγεῖται γὰρ ἄτοπον, εἰ τὰ μὲν γραμματεῖα τοῖς ἄρξουσιν αὐτὸς ἐγχειριεῖ, ταῖς δ’ αὐταῖς χερσὶν οὐ πληρώσει τὰ πρὸς τοὺς θεούς.
Or
.

12

.

83

ἐντεῦθεν οὐ καθίζει βουλὰς στρατη‐ γῶν καὶ λοχαγῶν καὶ ταξιαρχῶν ἐν τοῖς ἐπείγουσιν οὐδὲ τρίβει χρόνους ἐν σκέψεσιν, ἀλλ’ ἐπὶ τοὺς διδα‐ σκάλους τῶν ἐν ἀδήλῳ καταφυγὼν ἀπήλλακται, ἐντεῦ‐
5θεν γράμμα μὲν οὐδὲν ἀπὸ τῶν περάτων τῆς ἀρχῆς ἢ κομιδῆ σπάνια, πάντα δὲ ἔγνωσται, καὶ καθάπερ τὸν Ἥλιον λέληθεν οὐδὲν τῶν ἐπὶ γῆς, οὕτως οὐδὲ σὲ τῶν δρωμένων οὐδὲν αὐτοῦ διδόντος Ἡλίου.
Or
.

12

.

84

ἔτι
δὲ κἀν τοῖς ἐσχάτοις ὅσοι βάρβαροι τὴν ἡμετέραν ἀπὸ τῆς ἔξω θαλάττης μέχρι τῆς τοῦ Πόντου παροικοῦσι ῥαχίας, τὰ ὅπλα κρεμάσαντες ἀλοκίζουσι τὴν γῆν
5τὰς μὲν ἐντεῦθεν καὶ παρ’ ἡμῶν εὐπορίας ἀπεγνω‐ κότες, εὐχόμενοι δὲ τῇ Δήμητρι. τῶν δ’ ὑπηκόων ὅσοις ἔδει γενέσθαι κακῶς, τυραννίδος ἔρωτι σφᾶς αὐτοὺς ἀπώλεσαν ἃ μὲν ἤλπισαν, οὐ δυνηθέντες, ἃ δ’ ἐφοβήθησαν, ἁλόντες οὐ παθόντες, μόνοι ζῶντες ἐπὶ
10τοιούτοις βουλεύμασιν.
Or
.

12

.

85

ἐγὼ δὲ Ξέρξην ἐθαύμαζον οὐκ ἀποκτείναντα τοὺς ἀντὶ τῶν ἀγγέλων ἐπὶ τὸν θά‐ νατον ἥκοντας. κήρυκες ἠδίκηντο παρ’ ὅλης πό‐ λεως, εὐκαταφρόνητον τῷ Μήδῳ, καὶ ἅμα τὴν ἀνδρίαν
5τῶν αὑτοὺς διδόντων ᾐσχύνθη. ὁ δὲ τοὺς ἐπ’ αὐτὸν ἃ μηδὲ εἰπεῖν θέμις συντεθεικότας μέχρι τῶν ἐλέγχων ἐκόλασε.
Or
.

12

.

86

Καὶ ταῦτα, ὦ ἄνδρες, τῶν αὐτῶν ἐπικούρων ἡγώμεθα τῶν βελτιόνων εἰς φυλακὴν Ἄργου τοῦ γηγε‐ νοῦς, οἳ φρουροῦσι μὲν αὐτὸν μετὰ δορυφόρων, φυ‐ λάττουσι δὲ τοὺς δορυφόρους αὐτούς, κἂν εὕρωσιν
5ἀντὶ κυνῶν λύκους, ἐμήνυσαν, οὐκ ἀσθενέσι καὶ σκο‐ λιαῖς ἐνυπνίων ὄψεσιν, ἀλλ’ ὥσπερ νῦν ἡμεῖς ἀλλήλους ὁρῶμεν καὶ φράσειεν ἂν ἄλλος ἄλλῳ περὶ τοῦ λέγον‐ τος, ὡς εὖ λέγοντος ἢ τοὐναντίον, οὕτως ἐκεῖνοι τούτῳ περὶ τῶν πρασσόντων νεώτερα, τιμῶντες αὐτῷ τοὺς
10ὀφθαλμοὺς τῇ σφετέρᾳ θέᾳ καὶ οὐκ ἐῶντες ἀπιστεῖν Ὁμήρῳ θεοὺς ἀνθρώποις ἀναμίξαντι καθάπερ ἑταίρους καὶ φίλους.
Or
.

12

.

87

πῶς δὲ οὐκ ἔμελλον ἔσεσθαί σοι φίλοι μηδενὸς αὐτοῖς ἀμεληθέντος ἐν τῇ δεῦρο πορείᾳ βωμοῦ; ὅς γε καὶ τῆς εὐθείας ὁδοῦ τοσοῦτον ἐκδραμὼν εἰς Φρυγίαν ἐλθὼν τὴν τεκοῦσαν ἡμῖν τοὺς θεοὺς πολλοῖς
5καὶ μεγάλοις τιμήσας ἐπανῆλθες. ἥκων τοίνυν παρ’ ἡμᾶς, ὡς μὲν ἄν τις φαίη τῶν οὐδὲν εἰδότων, ἡσύχασας, ὡς δ’ ἂν ἐγώ, πεπολέμηκας, καὶ τῶν εἰς τὴν νίκην φερόν‐ των εὕρηταί τι μεῖζον αὐτῆς τῆς μάχης. καὶ γὰρ οὕ‐ τως ἔχει.
Or
.

12

.

88

οὐκ ἦν ἡμῶν τὸν ἔμπροσθεν χρόνον ἡ Περσῶν δύναμις οὔτε πλήθει μείζων οὔτε ἀλκῇ βελτίων οὔτε τέχνῃ καλλίων οὔτε ὅπλοις ἰσχυροτέρα, ἀλλ’ ὃ πάντα ταῦτα καὶ συνέχει καὶ διαφθείρει νῦν μὲν παρ‐
5όν, νῦν δὲ ἀπόν, ἐκεῖσε μεθειστήκει καὶ μετ’ ἐκείνων ἐπῄει, δαίμονες πολέμου καὶ μάχης καὶ τροπῆς κύριοι, καταπολεμοῦντες μὲν τοὺς ἀτιμάζοντας, ἐπιρ‐ ρωννύντες δὲ τοὺς αἰδουμένους.
Or
.

12

.

89

συνιόντων τοί‐ νυν ἔτι τῶν στρατοπέδων ἀφανῆ παρ’ ἐκείνων ἐπὶ
τοὺς ἡμετέρους ὁπλίτας ἐχώρει βέλη τῶν ψυχῶν ἁπτό‐ μενα, τὰ μὲν Ἄρεος ἀφιέντος, τὰ δὲ τῶν Ἄρεος λοχι‐
5τῶν, τοῦ Δείμου, τοῦ Φόβου. τούτοις δὴ τάς τε καρ‐ δίας ἐπλήττοντο τά τε ξίφη τῶν χειρῶν μεθίεσαν ἔπασχόν τε ὅπερ εἰκὸς ἀνθρώπους, ἡττῶντο δαιμόνων.
Or
.

12

.

90

εἰδὼς οὖν ὀρθῶς, ὅτι δεῖ στρατιώτην ἕκαστον προσκυνῆσαι τούτους ὧν δεῖται μαχόμενος, ὡς τοῦτ’ ὂν τῆς παρασκευῆς κεφάλαιον, οὐκ ἀσπίδος οὐδὲ θώ‐ ρακος οὐδὲ ἀκοντίου, καὶ διαλεχθεὶς τοῖς θεοῖς, ἅττα
5δὴ καὶ διείλεξαι, συνέσει τῶν κρειττόνων τὴν δύναμιν ὥπλισας, ἑκόντας ἐπὶ τοὺς βωμοὺς θέοντας καὶ δια‐ μαχομένους ὑπὲρ τοῦ λιβανωτοῦ.
Or
.

12

.

91

Τῇ μὲν οὖν Ῥωμαίων ἀρχῇ τοιοῦτον τεῖχος περιήλασας. εὖ δὲ ποιῶν καὶ τὸν ἄλλον μεταρρυθμί‐ ζεις ὄχλον, τὸ τοῦ Πρωτέως εἰς ἑτέρους ἐργαζόμενος. νῦν γὰρ δὴ τὸ τὴν γῆν οἰκοῦν ἀπὸ συῶν ἀτεχνῶς εἰς
5ἀνθρώπους μεταπλάττεται.
Or
.

12

.

92

τούτων δὲ ἁπάν‐ των αἴτιον οἱ λόγοι. ταυτὶ μὲν γὰρ ἔργα φρονήσεως, φρόνησις δὲ λόγων, οὓς ἐδέξω τῇ ψυχῇ πᾶσαν ἰδέαν, τοὺς μὲν δρόμῳ χωροῦντας, τοὺς δὲ σχολῇ βαίνοντας,
5ἐπιστολάς, διαλεκτικούς, κάλλος ἐπῶν· ὧν τοῖς μὲν ἐγκωμιάζεις, τοῖς δὲ πείθεις, τοῖς δὲ ἀναγκάζεις, τοῖς
δὲ θέλγεις, καὶ νικᾷς τοὺς μὲν ῥήτορας τῇ φιλοσοφίᾳ, τοὺς δ’ αὖ φιλοσόφους τῇ ῥητορείᾳ, τῇ ποιήσει δὲ ἀμφοτέρους, ὥσπερ αὖ τοὺς ποιητὰς ἀμφοτέροις ἐκεί‐
10νοις καὶ νὴ Δία γε πάντας οὓς ἔφην, θατέρᾳ φωνῇ τελεώτατα ἐχούσῃ, λέγω δὲ οὐκ αὐτὸς ἐπαΐων, ἀλλά με πέπεικεν ὁ Καρχηδόνιος ἐκεῖνος.
Or
.

12

.

93

ὥστ’ εἴ σοι συμβεβήκει ταῦτα κεκτῆσθαι βασιλείας ἄνευ, πολλοῖς ἂν βασιλέων ἐπιθυμίαν παρέσχες τὰ μὲν αὑτῶν δοῦναι, τὰ δὲ σὰ λαβεῖν, καὶ εἴ γέ πως ἐνῆν σοι δέκα γλώσ‐
5σαις ἐκπέμπειν φωνήν, οὐδὲν ἂν ἐδέου τῶν περὶ τὰς ἐπιστολὰς συμμάχων.
Or
.

12

.

94

τούτους δὴ τοὺς πολλοὺς καὶ καλοὺς καὶ ποικίλους λόγους οὐ πρεσβυτέροις τῆς ἀρχῆς μόνοις ἐκτήσω πόνοις, ἀλλ’ ἐτήρησας ἔτι καὶ νῦν τὴν ὑπὲρ αὐτῶν ἀγρυπνίαν. καὶ οὐκ ἠνάγκασεν
5ἡ βασιλεία κεῖσθαι μάταια τὰ βιβλία, ἀλλ’ ἡ μὲν νὺξ ἐπὶ τῆς πρώτης ἔτι μοίρας, σὺ δὲ ᾄδεις πολὺ πρό‐ τερος τῶν ὀρνίθων ἢ τίκτων λόγους ἢ τὸν ἑτέρων τόκον λαμβάνων. ὕπνου δὲ ἰσχὺς κεκράτηται κεκολα‐ σμένης γαστρός· μετὰ μὲν γὰρ οἴνου καὶ πλησμονῆς
10ἄρχει βλεφάρων ἐκεῖνος, ἄνευ δὲ τούτων οὐ μέγα δύ‐ ναται.
Or
.

12

.

95

τί δὴ θαυμαστόν, εἰ σωμάτων ὠλιγώρηται κάλλος ἐν τεττίγων μὲν τροφῇ, λόγων δὲ ἀπεργασίᾳ,
θεῶν δὲ συνουσίᾳ, πόνῳ δὲ συνεχεῖ; τὸ γὰρ ἐπὶ ταῦτα ἐρρυηκὸς ἀπήρτηται τῶν ἐκεῖθεν ἡδονῶν. καὶ κινδυνεύει
5τῇ πρὸς τὸ σωφρονεῖν παρασκευῇ τῶν περὶ τῆς σωφρο‐ σύνης ἐπαίνων ἀπεστερῆσθαι· τὸ γὰρ μηδ’ ἐγχωρεῖν ἐν‐ ταῦθα διαίτης τεταγμένον δουλεύειν ἔρωτι πονηρῷ τὸ θαῦμα περιῄρηκε.
Or
.

12

.

96

τοιοῦτος ἡμῖν ὁ βασιλεύς τε καὶ ὕπατος, νικῶν ἁπάσαις οὐ μόνον ἡμῶν ψηφιζομένων, ἀλλὰ καὶ θεῶν δικαζόντων, ἐμφράττων καὶ τὸ τοῦ Μώμου στόμα τῇ τῆς ἀρετῆς ἀκριβείᾳ· ἐπεὶ καὶ τοῦτο γενναῖον
5καὶ μεγαλόψυχον τὸ πολὺ τῇ τύχῃ λειπόμενον προσ‐ ελέσθαι τὸν ὁμόζυγα καὶ μήτε τὸ σχῆμα διαφυγεῖν οὐκ ὄντος ὁμοτίμου μήτ’ ἐπιθυμίᾳ τοῦ σχήματος πρὶν ἢ κάλλιον ἀποδεῖξαι τὸν ὁμότιμον.
Or
.

12

.

97

πάντως δὲ καὶ Ξάνθος, ἀθάνατος ἵππος, οὐκ ἠτίμαζε τὸν Πήδασον παραθέοντα. καὶ πρὸς τούτῳ γε τῷ παραδείγματι τὴν Ἀθηνᾶν καὶ τὸν Διομήδην ἐφ’ ἑνὸς ἴσμεν ἀγομένους
5ἅρματος, δεινὴν θεὸν ἄνδρα τ’ ἄριστον.
Or
.

12

.

98

Νῦν μοι δοκοῦσι καὶ γάμοι σωφροσύνῃ συνέσε‐ σθαι καὶ πάντα συμβόλαια δικαιοσύνης μεθέξειν καὶ παῖδες ἐπ’ ἀμείνοσι τεχθήσεσθαι χρηστοῦ τινος οἰωνοῦ τῆς σῆς προσηγορίας ἡγουμένης.
Or
.

12

.

99

Τοῦτον ἐγὼ τὸν ἐνιαυτόν, εἴ τις ἦν ἀγὼν ἐνι‐ αυτοῖς, ὥσπερ ἀθληταῖς, καὶ κρίσις, δοκῶ μοι πᾶσιν ἂν νικῆσαι τοῖς κριταῖς. ὕπατον μὲν γὰρ ἐδέξαντο πολλοὶ καὶ δέξαιντό γε, πρῶτος δὲ οὗτος ἐν μοναρχίᾳ. εἰ οὖν
5Σαπφὼ τὴν Λεσβίαν οὐδὲν ἐκώλυσεν εὔξασθαι νύκτα αὐτῇ γενέσθαι διπλασίαν, ἐξέστω κἀμοί τι παραπλή‐ σιον αἰτῆσαι· Χρόνε, πάτερ ἐνιαυτοῦ καὶ μηνῶν, ἔκτεινον ἡμῖν τουτὶ τὸ ἔτος ἐφ’ ὅσον οἷόν τε πλεῖστον, ὥσπερ ὅτε Ἡρακλῆς ἐσπείρετο, τὴν νύκτα ἐξέτεινας,
10καὶ δὴ καὶ ὅλως τῷ βασιλεῖ τὴν ζωὴν ὑπὲρ τὸν ὅρον τοῦ Σόλωνος ἕλκε σαυτοῦ νομίζων κόσμον ἀγαθοῦ βασιλέως γῆρας.
Or
.

12

.

100

ταῦτα αἰτῶ καὶ προσέτι τὴν ἡμετέραν στρατιὰν ἐν Σούσοις δειπνῆσαι Περσῶν οἰ‐ νοχοούντων. ταῦτα εὔχεσθαι καλόν, ταῦτα εὔλογον προσδοκᾶν. σὺν γὰρ θεῷ καὶ αὐτοὶ κινησόμεθα.
Or
.

12

.

101

Ἴθι δὴ νέμε τὴν ἐλευθερίαν πᾶσί γε χρηστοῖς καὶ βελτίστοις οἰκέταις, οὓς τοσοῦτον τῶν ἐπ’ ἐλευ‐ θερίᾳ πώποτε ῥαπισθέντων εὐδαιμονεστέρους θετέον,
ὅσον ἐκείνους τῶν ἐντελευτησάντων τῇ δουλείᾳ. μετα‐
5βάλλει γέ τοι τὴν τύχην αὐτοῖς ἀνὴρ ἀφ’ αὑτοῦ τῆς ἐλευθερίας ἀρξάμενος καὶ οὐκ ἐάσας ἐνδυναστεῦσαι τῇ ψυχῇ τὴν δεσποτείαν τῶν ἡδονῶν.
Or
.

12

.

102

καὶ πλεονε‐ κτοῦσι τῶν μὲν ἑτέρωθι λυθέντων ἐκ δουλείας τῇ τοῦ ὑπάτου σεμνότητι, τῶν δ’ αὖ παρ’ ὑπάτοις τῇ τοῦ βασιλέως προσθήκῃ, τῶν δ’ αὖ παρὰ τοῖς βασιλεῦσι
5τῇ τοῦ νῦν ὑπεροχῇ. Οὕτω παραπλησίαν τῇδε πανήγυριν οὔπω πρότερον
ἑωράκασιν οὔτ’ ἀνθρώπων οὔτε θεῶν ὀφθαλμοί.
Or
.

13

t

ΠΡΟΣΦΩΝΗΤΙΚΟΣ ΙΟΥΛΙΑΝΩΙ.
Or
.

13

.

1

Ἐπανήκει μετὰ τῶν ἱερῶν, ὦ βασιλεῦ, καὶ τὸ τιμᾶσθαι τὴν τῶν λόγων τέχνην, οὐ μόνον ὅτι μέρος τῶν ἱερῶν οὐκ ἐλάχιστον ἴσως οἱ λόγοι, ἀλλ’ ὅτι καὶ πρὸς τὴν τιμὴν τῶν θεῶν ὑπ’ αὐτῶν ἐκινήθης τῶν
5λόγων. οὓς οὖν τῶν παρόντων ἀγαθῶν αἰτίους εἶναι συμβέβηκε, τούτοις ἔδει δήπου καὶ χώραν ἐν βασιλείοις εἶναι.
Or
.

13

.

2

ἥκουσιν οὖν ὥσπερ εἰς πομπήν τινα κεκο‐ σμημένοι συγχαίροντες αὑτοῖς τε καὶ πᾶσιν ἀνθρώποις,
τὸ μὲν μῆκος εἰς αὖθις ἀποθέμενοι, μεθ’ ὥρας δέ σοι καὶ δρόμου φανῆναι βουλόμενοι. δοῦναι δὲ χάριν
5Ἑρμοῦ τε καὶ Μουσῶν καὶ τῆς σῆς κεφαλῆς. εἰ γὰρ τὴν ἀπὸ τοῦ νεύματος θεῖο ψῆφον, ἅπαντα ἕξει καλῶς.
Or
.

13

.

3

ἐπέρχεται δ’ ἐμοὶ μόνῳ θαρρεῖν ἐξ ἁπάντων ὁπόσοι τι τοιοῦτον ἐτόλμησαν, οὔ τι κατὰ τὴν ῥώμην τῶν λόγων οὐδ’ ὡς μᾶλλον ἑτέρου λαβόντι τὴν τέχνην, ἀλλ’ ὅτι τὰ τῶν ἐρωμένων ὁποῖά ποτ’ ἂν ᾖ, καλὰ φαί‐
5νεται τοῖς ἐρῶσι καὶ τὸ δοκιμάζειν ἀφέντες ὡς ἐπὶ θαυμαστοῖς βοῶσι.
Or
.

13

.

4

σὺ δ’ ἡμῖν πάλαι σαυτὸν ἐνταῦθα κατέστησας, ᾧ γε καὶ σοφιστὴς ἅπας ἐπὶ λόγοις εἰσιὼν παρέχει φόβον, μή τι βέλτιον ἐμοῦ τύχῃ φθεγξάμενος καὶ τὴν δόξαν ἣν εἶχες μεταστήσας ἀπέλθῃ.
Or
.

13

.

5

Ἆρ’ οὖν μοι καιρὸν ἔχει κατὰ τὸν Λέσβιον Ἀλ‐ καῖον ποιήσασθαι τὴν ἀρχήν; ἦλθες ἐκ περάτων γᾶς, οὐκ ἐλεφαντίνῃ χρυσοδέτῳ καλλωπιζόμενος λαβ, καθάπερ ἐκεῖνος ἐποίησεν, ἀλλ’ ἀτεχνῶς χρυσῇ
5ψυχῇ κατευθύνων τὴν οἰκουμένην, μεγάλα μὲν ἐκ τοῦ
γένους ἔχων τὰ παραδείγματα, μικρὰ δὲ τοῖς σαυτοῦ καὶ τὰ μέγιστα ἀποφήνας.
Or
.

13

.

6

οἷον γάρ τι τὸ τῶν Αἰακιδῶν γενέσθαι φασίν, ἀγαθὸς μὲν αὐτὸς Αἰακός, οἱ δὲ ἐξ ἐκείνου γνωριμώτεροι τοῖς ἔργοις, εἰς Ἀχιλλέα δὲ τὸ σπέρμα προβὰν καθ’ ὑπερβολὴν ἐξέλαμψε, τοι‐
5οῦτόν τι καὶ τὸ νῦν· γενναῖοι γενναιότερον ἔτεκον καὶ τὴν ἡδίστην ἧτταν ἡττήθησαν καὶ κοινὴν ταύτην ἁπάν‐ των ἐποίησαν. ὅταν γὰρ οἱ τῶν ἄλλων ἀμείνους δεύ‐ τεροί του γένωνται, μειζόνως τούτους ἀπέφηναν ἐκεί‐ νου δευτέρους, ὧν ἦσαν αὐτοὶ καλλίους.
Or
.

13

.

7

πόρρωθεν δὲ ἄρα καὶ πρὸ τῆς βασιλείας ἤρξω κρατεῖν. οὐ γὰρ ὅμοια τὰ ἐν παισὶ σοί τε καὶ τοῖς ἄλλοις, οὐδὲ αἱ κρηπῖδες παραπλήσιαι. τῶν γε μὴν εὐθὺς ἐν ἁλουρ‐
5γίσι τραφέντων ὁ τὰ πρῶτα μετασχὼν ἰδιώτου τάξεως ἐμπειρότερος εἰς ἀρχήν, ἐξ ἀγορᾶς ἔχων τὴν μάθησιν ὧν διοικήσειν ἔμελλεν.
Or
.

13

.

8

οὑτωσὶ μὲν τῶν πρὶν ἢ λυσιτελεῖν βασιλευσάντων κρατεῖς, ὅτ’ ἄμεινον, ἐπὶ τοῦτο ἥκων· τοὺς δ’ αὖ μετὰ νοῦ τοῦτο ἐσχηκότας νικᾷς ἑτέρωθεν, μᾶλλον δὲ καὶ τούτους κἀκείνους ἀπὸ
5τῶν αὐτῶν νικᾷς, [ἐκ] παιδείας καὶ λόγων, οἷς εὐθὺς ἐκ νέου τὴν ψυχὴν ἀρδόμενος ὑπὸ τῶν τὸ μέλλον ἐπι‐ σταμένων θεῶν πόρρωθεν ἐδημιουργοῦ πρὸς τὴν παρ‐
οῦσαν τύχην δεινὸν ἡγουμένων, εἰ τὸν μὲν ἐφ’ ἅρμα ἀναβησόμενον σὺν τέχνῃ τοῦτο δέοι ποιεῖν ἢ βεβλά‐
10φθαι μετὰ τῶν ἵππων, ὁ δὲ τῆς οἰκουμένης τὰς ἡνίας ληψόμενος σὺν ἀμαθίᾳ τοσαύτης ἡνιοχήσεως ἅπτοιτο καὶ τοῖς ἐσθήμασι τῶν ἀρχομένων κρείττων ὢν ἐν τῷ καλλίονι λείποιτο.
Or
.

13

.

9

Ἐγίγνοντο τοίνυν ἀρχαὶ τούτῳ τοῦ μανθάνειν, ὅτε περ τοῦ παιδεύειν ἐμοί, καὶ πεφυκὼς ἐξ ὧν ἴσμεν πάντα ἀφελὼν ὄγκον ἐβάδιζεν εἰς διδασκάλου κατα‐ στήσας αὑτὸν ἐν τῷ τῶν ἄλλων μέτρῳ καὶ δι’ ὧν μὲν
5ἐτίμα τὸ περὶ ταῦτα ἴσον, ἠγαπᾶτο, νίκην δὲ κἀνταῦθα λαμπρὰν ἀνῃρεῖτο, σπορὰν μὲν τὴν αὐτὴν τοῖς ἄλλοις δεχόμενος, ἐν δὲ τῷ τόκῳ τὴν νεότητα παριών.
Or
.

13

.

10

δο‐ κῶν δὲ βασιλείᾳ πανταχόθεν πρέπειν καὶ κινῶν ἐπὶ τοῦτο τὰς τῶν ὁρώντων γλώττας, ἵνα μὴ τοιοῦτος ῥέῃ λόγος ἐν ὁμίλῳ πολλῷ καὶ πόλει φρόνημα ἐχούσῃ,
5πέμπεται τῇ Νικομήδους ἐνδιατρίψων, ὡς ἀσθενεστέρᾳ.
Or
.

13

.

11

τὸ δὲ ἦν ἀρχὴ τῶν μεγίστων ἀγαθῶν αὐτῷ τε καὶ τῇ γῇ. ἦν γάρ τις σπινθὴρ μαντικῆς αὐτόθι κρυπτό‐
μενος μόλις διαφυγὼν τὰς χεῖρας τῶν δυσσεβῶν. ὑφ’ ᾧ δὴ πρῶτον τἀφανὲς ἀνιχνεύων τὸ σφοδρὸν μῖσος κατὰ
5τῶν θεῶν ἐπέσχες ὑπὸ τῶν μαντευμάτων ἡμερούμενος.
Or
.

13

.

12

ὡς δὲ ἧκες εἰς Ἰωνίαν καὶ εἶδες ἄνδρα καὶ δοκοῦντα καὶ ὄντα σοφὸν καὶ περὶ τῶν τὸ πᾶν δὴ τοῦτο τεκτηνα‐ μένων τε καὶ διατηρούντων ἤκουσας καὶ πρὸς τὸ κάλ‐ λος τῆς φιλοσοφίας ἔβλεψας καὶ τοῦ ποτιμωτάτου τῶν
5ναμάτων ἐγεύσω, ταχέως ἀποσεισάμενος τὴν πλάνην καὶ διαρρήξας ὥσπερ λέων τὰ δεσμὰ καὶ τῆς ἀχλύος ἀπαλ‐ λαγεὶς ἀλήθειαν μὲν ἀντέλαβες ἀγνοίας, τὸ δὲ γνήσιον τοῦ νόθου, τοὺς δὲ παλαιοὺς ἄρχοντας ἀντὶ τοῦ νεωστὶ κακῶς εἰσκωμάσαντος.
Or
.

13

.

13

μιγνὺς δὴ τοῖς ῥήτορσι τὸν ἀμείνω χορόν, καὶ γὰρ τοῦτο θεῶν ἔργον εἰς μέγεθός σοι τὴν διάνοιαν διὰ τοῦ Πλάτωνος ἀγόντων, ὅπως ὑψηλῇ γνώμῃ μέγεθος ὑποδέξαιο πραγμάτων, ἤδη
5τοίνυν ἰσχύων ἑκάτερα, δρόμῳ τε γλώττης καὶ μαθήσει
τῶν ὄντων, πρὶν ἢ βοηθεῖν ἔχειν τοῖς ἱεροῖς, ἐμήνυες, ὅτι καιροῦ διδόντος οὐκ ἀμελήσεις, δακρύων μὲν ἐπὶ τοῖς κειμένοις, στένων δὲ ἐπὶ τοῖς σεσυλημένοις, ἀλγῶν δὲ ἐπὶ τοῖς ὑβρισμένοις, διδοὺς τοῖς πλησίον ὁρᾶν ἐν
10τῇ παρούσῃ λύπῃ τὴν ἐσομένην βοήθειαν.
Or
.

13

.

14

τοι‐ αύτης δὲ ἐλπίδος ἀναφυομένης ἅπαν ὅσον ἔκκριτον καὶ νοῦν ἔχον ἐν ἠπείρῳ καὶ νήσοις, μετὰ σοῦ ταῖς εὐνοίαις ἐτάττετο συγκατασκευάζοντες τὴν βασιλείαν
5οὐχ ὅπλοις οὐδὲ ξίφεσιν, ἀλλ’ εὐχαῖς λανθανούσαις καὶ κρυπτομέναις θυσίαις, μάντις τε ἅπας ἐνεργὸς ἦν ἐπιθυμῶν προμαθεῖν τὸ νῦν ὁρώμενον. θεοὶ δὲ εὐμε‐ νεῖς ἐπένευον.
Or
.

13

.

15

οὕτω πολὺ πρὸ ταυτησὶ τῆς χλα‐ μύδος ἐβασίλευες καὶ τὴν ἀρχὴν εἶχες ἔργῳ καὶ πρὸ τοῦ σχήματος. ὅταν γὰρ ᾖ 〈τῳ〉 τὸ βουλόμενον ἄρχεσθαι, κἂν μήπω τὸ ποθούμενον ἐφεστήκῃ, ταῖς τῶν ἐπιθυ‐
5μούντων γνώμαις ἐν τάξει τοῦ κρατοῦντός ἐστι.
Or
.

13

.

16

θεοὶ δέ σε τῆς μεταβολῆς ἀγασθέντες καὶ ὧν ὑπὲρ αὐτῶν ἐγνώκεις τε ἤδη καὶ δράσειν ἔμελλες μισθοὺς τοὺς μὲν ἐδίδοσαν, τοὺς δὲ ἡτοίμαζον. ἡτοίμαζον μὲν τὸ
5σκῆπτρον, ἐδίδοσαν δὲ τὴν σωτηρίαν, ὅτε δὴ τῆς θα‐ λάττης ἀναταραχθείσης ἐκ πνευμάτων συκοφαντικῶν καὶ σκάφους τοῦ μὲν καταδύντος, τοῦ δὲ περικλυζο‐
μένου καὶ τοῦ κύματος ὑπὲρ τῶν τοίχων αἰρομένου Διοσκούρους ἄνωθεν ἐκ κοινοῦ βουλευτηρίου πέμψαν‐
10τες ἐξήρπασαν τοῦ κλυδωνίου τὸ πλοῖον.
Or
.

13

.

17

Καὶ ταυτὶ μέν, ὡς ἐνῆν, μάλιστα σκιάσας διῆλθον ἐν ᾧ σοι τρόπῳ χαριούμενος ᾔδειν· μεγαλο‐ ψυχίας γὰρ δὴ περιουσίᾳ καὶ τοῖς ἠδικηκόσιν ὧν πέ‐ πονθας ἠφίεις τὴν μνήμην. ὃ πειράσομαι μὲν ἐν τῷ
5λόγῳ φυλάττειν, οὐκ ἐώντων δὲ παντελῶς τῶν πραγ‐ μάτων ἔστω συγγνώμη.
Or
.

13

.

18

Πάλιν τοίνυν ἐνεθυμήθην, ὅτι καὶ ὅσα σοι τῆς τιμῆς ἀφαιρεῖν ἐδόκει, καὶ ταῦτα τῆς καλλίονος μοίρας ἦν γνώμῃ θεῶν. ὅτε γοῦν ἀφῃρέθης τὴν τοῦ βαδί‐ ζειν ὅποι βουληθείης ἐξουσίαν, ἐν τοιούτῳ χωρίῳ κατε‐
5κλείσθης, ἐφ’ ὃ πάντως ἂν ἔδραμες ἐξουσίας ὑπαρχού‐ σης. εἰς γὰρ τὴν ἀρχαιοτάτην καὶ σοφωτάτην καὶ θεο‐ φιλεστάτην καὶ κοινὴν ἐρωμένην ἀνθρώπων τε καὶ θεῶν, τὰς Ἀθήνας, ἐπέμπου, καὶ παραπλήσιον ἦν, ὥσπερ ἂν εἰ δίκην ἀπαιτῶν ἕνα τῶν Φαιάκων Ἀλκίνους ἐν
10τῷ κήπῳ καθείρξας εἶχεν.
Or
.

13

.

19

ἐγίγνετο δὴ ταὐτὸ σόν τε καὶ τῆς πόλεως κέρδος. σύ τε γὰρ ἑώρας τὴν πό‐ λιν ἥ τε πόλις ἐκτᾶτο σύμμαχον ἀνάγκαις ἀγράφοις
ταῖς ἀπ’ εὐνοίας κατειλημμένον εὖ ποιεῖν διὰ πάντων
5τὴν λῆξιν τῆς Ἀθηνᾶς. ὦφθαι δὲ ὑπὸ σοῦ τὴν πόλιν ἔφην, ὅτι δὴ γέμων ἐκ τῆς Ἰωνίας λόγων οὐδὲν ἐδεή‐ θης τῆς μητροπόλεως εἰς σοφίαν, ἀλλ’ οὗ μαν‐ θάνειν νόμος, ἐνταῦθα δεικνύειν εἶχες ἃ κομίζων ἀφῖξο.
Or
.

13

.

20

Τὰ δὲ ἐπὶ τούτοις ἔτι μείζω τὴν ἀπόδειξιν ἔχει τοῦ βουλαῖς δαιμόνων διοικεῖσθαί σοι τὸν βίον, καὶ ὡς περιστάντες ἐφρούρουν τε φιλοπόνως καὶ φόβων ἔλυόν τε καὶ πρὸς δύναμιν ἦγον, οὐ κατὰ μικρὸν ἐργα‐
5ζόμενοι τὴν μετάστασιν ἐν μήκει χρόνων, ἀλλ’ ἀγχι‐ στρόφῳ μεταβολῇ τὴν βασιλείαν δόντες, ὁποῖα τὰ τῶν θεῶν, οὐδὲν χρῄζοντα διατριβῆς, ἀλλὰ συνάπτοντα τοῖς ἐγνωσμένοις τὸ πέρας.
Or
.

13

.

21

οὕτω δὴ καὶ σὲ μετὰ μὲν τοῦ τρίβωνος Ἀθήνηθεν ἀνέστησαν, ἐν δὲ τῇ κρα‐ τούσῃ κατὰ νόμον ἐσθῆτι ταχέως ἔδειξαν ἀπιστεῖν τε τοῦ διδόντος ἀναγκαζομένου καὶ πειθομένου πιστεύειν
5καὶ νῦν μὲν ἀνειργομένου, νῦν δὲ παρακαλουμένου, τὸ μὲν ἐξ ὧν αὑτῷ συνῄδει πεπονθότος, τὸ δὲ ἐκ τῆς σῆς φύσεως δεχομένου, πολλάκις ἐφ’ ἑκάτερον μετα‐ πίπτοντος, ἕως ὁ φόβος ὑπεχώρησε τῇ πίστει.
Or
.

13

.

22

οὐ μὴν ἐκ τῶν λείων καὶ ἧττον ἐπιπόνων, ὥσπερ εἰκὸς
πῶλον τό γε πρῶτον ὑπαγόμενον ζυγῷ, τῆς βασιλείας ἥπτου, ἀλλ’ ὥσπερ εἰ πρῶτον πλέων ἀπὸ τοῦ Σικελι‐
5κοῦ πορθμοῦ τὴν πρώτην ἀναγωγὴν ἐποιοῦ, χαλεπω‐ τάτου γε πορθμοῦ, ὡς Ὅμηρός τε δηλοῖ καὶ μαρτυρεῖ Θουκυδίδης, οὕτως ἀπὸ τῆς ἑσπέρας, ἥδ’ ἐστι πολέμου χωρίον, ἀρχὴν ἐβάλου τῶν βασιλικῶν ἄθλων.
Or
.

13

.

23

καὶ τὸ μὲν σχῆμα ἦν δεχομένου μέρος τῶν ὄντων, τὸ δὲ ἔργον τὰ μήπω παρόντα κτωμένου. ἐπορεύου γὰρ ἐπ’ ὀνόματα πόλεων μᾶλλον ἢ πόλεις καὶ ποιήσων πό‐
5λεις ἢ χρησόμενος οὔσαις· ὥστε ἐῴκεις οἰκιστῇ γῆν ἔρη‐ μον οἰκίζοντι τῶν προσοικούντων οὐκ ὄντων.
Or
.

13

.

24

τοῦ γὰρ τῶν βαρβάρων ῥεύματος ἐπικλύσαντος τὴν Γαλα‐ τῶν εὐδαιμονίαν, μᾶλλον δὲ πεποιηκότος τῶν βαρβά‐ ρων τὰ τούτων, οὐ γὰρ πάντα ἐφεξῆς ἔφθειραν, ἀλλ’
5εἶχον ὅσα ἐξῆν ἄγειν καὶ ἦσαν ἰσχυρότεροι τοῖς ἔνθεν προσγενομένοις, οὐκ ἠγάπησας, εἰ στήσαις τὴν ὕβριν, οὐδὲ τὸ μή τι παθεῖν ἀρκεῖν ἡγήσω, καίτοι καὶ τοῦτο ἦν μέγιστον ἐν μέσῳ ληφθέντα τοῦ πυρὸς κρείττω γενέσθαι τῆς φλογός, ἀλλ’ εἰ μὴ πικρὰν αὐτοῖς κατα‐
10στήσαις τὴν ἡδονὴν ἣν ἥδοντο νικῶντες, καὶ τὴν λείαν ἐπιζήμιον ἣν ἀπῆγον τρυφῶντες, οὐκ ἠξίους εἰς τὸν ἥλιον ἐλευθέρως βλέπειν, ἀντὶ τῶν ἐκδεδωκότων ὁ πειρώμενος ἀνασώζειν αἰσχυνόμενος.
Or
.

13

.

25

Ἐνταῦθα δὴ τοῦ λόγου γενόμενος Ὅμηρος μὲν ἂν εἶπεν· ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώ‐ ματ’ ἔχουσαι, ἐγὼ δὲ σοῦ δεηθείην ἂν εἰπεῖν, ὅπως ἕκαστα πέπρακται. δεῖ δὲ οὐδέν σοι πρὸς ταῦτα στό‐
5ματος, ἀλλ’ ἀποχρήσει δοῦναι τὴν συγγραφὴν ἣν ὧν αὐτὸς ἔπραξας συνέθηκας ὁ αὐτὸς γενόμενος καὶ στρατηγὸς καὶ συγγραφεύς.
Or
.

13

.

26

ἀλλ’ ἐκεῖνα μέν μοι χορηγήσει πρὸς μῆκος λόγου μικρὸν ὕστερον, ἐπειδὰν εἰς τὸ πᾶν ἀφεῖναι πέλαγος ὁ θεὸς ἐπιτρέπῃ, νῦν δὲ τὸ κεφάλαιον τῶν εἰργασμένων, καὶ γὰρ εἰς ἅπασαν
5ἐξέδραμε τὴν οἰκουμένην, εἰρήσεται.
Or
.

13

.

27

Τοὺς μὲν διώκοντας φεύγοντας ἔδειξας, τοὺς ἐπτηχότας δὲ ἐλαύνοντας, τοὺς μὲν ἁρπάζοντας ἀποδι‐ δόντας, τοὺς δὲ ἀφαιρεθέντας κομιζομένους, καὶ μετήλ‐ λαξας φόβον καὶ θάρσος, ῥώμην καὶ ταπεινότητα, τὸ
5μὲν τρέμειν εἰς τοὺς ἐναντίους ἀπώσας, τὴν δὲ ἐκεί‐ νων ὑπεροχὴν εἰς τοὺς οἰκείους μεταστήσας.
Or
.

13

.

28

οὐκ ἔστιν ὅπως ταῦτα σὺ χωρὶς τῆς Ἀθηνᾶς εἰργάσω, ἀλλ’ ἔχων Ἀθήνηθεν τὴν θεὸν καὶ βουλῆς κοινωνὸν καὶ
πράξεων συνεργὸν, ὥσπερ Ἡρακλῆς ἐπὶ τὸν ἀλλόκοτον
5κύνα, πάντα μὲν εἶδες τοῖς λογισμοῖς ὀρθῶς, πάντα δὲ τοῖς ὅπλοις ἐπετέλεσας γενναίως, οὐ πέμπων στρα‐ τιώτας ἐκ χαρακώματος οὐδ’ ἐν σκηνῇ καθήμενος περὶ τῶν ἐν τῇ μάχῃ πυνθανόμενος, ἀλλὰ καὶ ποδὶ χρώ‐ μενος καὶ χεῖρα κινῶν καὶ δόρυ σείων καὶ ξίφος ἕλ‐
10κων, αἵματι τῶν ἐναντίων παρακαλῶν τοὺς στρατιώτας, ἐν μὲν ταῖς σκέψεσι βασιλεύων, ἐν δὲ τῷ τάττειν στρα‐ τηγῶν, ἐν δὲ ταῖς συμπλοκαῖς ἀριστεύων.
Or
.

13

.

29

τοιγαρ‐ οῦν πολλάκις ἐπανῆλθες χρῄζων περιπλῦναι τὰ ὅπλα γέμοντα φόνου βαρβαρικοῦ, καί σε διεδέξατο τράπεζα τῶν πολλῶν οὐ διαφέρουσα· πλείω μὲν
5γὰρ πράττειν ἠξίους, μᾶλλον δὲ τρυφᾶν οὐκ ἠνείχου.
Or
.

13

.

30

τίνες οὖν οἱ τούτων καρποί; Γαλατῶν αἱ πόλεις ἀνίσταντο θεωρούντων μὲν ἡμῶν, οἰκοδομούντων δὲ τῶν βαρβάρων. ὥσπερ γὰρ ἣν ἔτεμον Σπαρτιᾶται γῆν Τεγεατῶν, ταύτην εἰργάζοντο τοῖς νενικηκόσι χοίνικας
5ἔχοντες, οὕτως ἃς οἵδε κατήνεγκαν πόλεις αὐτοὶ ποιεῖν ἠναγκάζοντο, καὶ χεῖρες αἱ μαθοῦσαι κατασκάπτειν ἀνορθοῦν ἐπαιδεύοντο.
Or
.

13

.

31

λεὼς δὲ τοῖς ἄστεσιν οὐκ ἐκ τῶν ἀγρῶν οὐδὲ σύμμικτος οὐδὲ τῶν ἐπιτυχόντων, ὥστε τὰ μὲν ἄψυχα τοῖς πρὶν ἐοικέναι, τὸ δὲ κυριώτε‐ ρον χεῖρον εἶναι τοῦ πρόσθεν, ἀλλ’ ἀπέδωκας πάσῃ
5μηχανῇ τὰς μὲν οἰκίας τῷ τόπῳ, ταῖς δὲ οἰκίαις τὰ
σώματα. καὶ κατῄεσαν ἄνδρες καὶ γυναῖκες καὶ παῖδες ἐκ δουλείας ἀδίκου πρὸς εὐδαιμονίαν ἀρχαίαν, καὶ παρ’ οἷς ἐτράφησαν ἐν οἰκετῶν τάξει, παρὰ τούτων ἐτρέφοντο πάλιν ἐν δεσποτῶν νόμῳ. ἡ δὲ τροφὴ
10σῖτος ἦν, μισθὸς εἰρήνης.
Or
.

13

.

32

πολλῶν δὲ ἀγγέλων ὡς τὸν πρεσβύτερον θεόντων ᾔτησε μὲν στρατιὰν οὐ‐ δείς, νίκην δὲ πάντες ἐμήνυον. ὁ δὲ λόγος φερόμενος εἰς Μήδους ἐνέπεσεν. εἶθ’ οἱ μὲν εὔχοντό σε περὶ
5τὸν Ῥῆνον μένειν, οἱ δ’ αὖ περὶ Ῥῆνον διαβῆναί σε τὸν Τίγρητα καὶ σφίσι μὲν ἕτερον ἀντιταχθῆναι, σὲ δὲ καὶ Πέρσαις ἐπιδεῖξαι τὴν αἰχμήν.
Or
.

13

.

33

Ἄγαμαι δὲ τῶν στρατιωτῶν ἐκείνων, οἳ στεφα‐ νούμενόν σε τοῖς τροπαίοις ὁρῶντες οὐκ ἤνεγκαν μὴ περιθεῖναι τὸν ἐκ λίθων στέφανον δεινὸν νομίζοντες τὸ μὴ συμβαίνειν τοὔνομα τοῖς ἔργοις μηδὲ συνᾴδειν
5τὴν τιμὴν ταῖς νίκαις. καλούσης τοίνυν αὐτῆς τῆς ἀνδραγαθίας τὸ γέρας εὖ ποιοῦντες ἠκολούθησαν, ὥσπερ ἀρίστῳ στρατιώτῃ σκευὴν ἀμείνω διδόντες ἀντὶ τῆς χείρονος.
Or
.

13

.

34

ταυτὶ δὲ ταῖς μὲν φαινομέναις ἀνάγκαις ὑπ’ ἐκείνων ἐδρᾶτο, ταῖς δὲ κρυπτομέναις ψήφοις ὑπὸ τῶν θεῶν ἐκυροῦτο τῶν τε συμπαραταξα‐ μένων αὐτῷ τῶν τε ἄνωθεν τεθεαμένων τὰς μάχας.
5ὢ νυκτὸς ἐκείνης ἱερᾶς, ὢ φιλονεικίας ὁπλιτῶν ἐνθέου,
ὢ θορύβου πομπῆς ἡδίονος, ὢ μακαρίας ἀσπίδος, ἣ τὸν τῆς ἀναρρήσεως ἐδέξατο νόμον πρεπωδεστέρα σοι παντὸς εἰωθότος βήματος. ὡς καλὸν μὲν σοῦ τὸ διω‐ θεῖσθαι τὴν δόσιν, κάλλιον δ’ ἐκείνων τὸ κατεπείγειν
10τὴν λῆψιν, ἐπιεικὲς δὲ τὸ περὶ τοῦ πεπραγμένου τὸν θυμούμενον πραΰνειν, ἀνδρεῖον δὲ τὸ μὴ πρὸς βίαν τοῦ δοθέντος ἐκπεσεῖν.
Or
.

13

.

35

ὅτε δὴ πολλῶν ἐθνῶν μυρίοις ταλάντοις ἐπὶ σὲ παρακληθέντων τὸν ἡγούμενον αὐτῶν ῥᾳδίως ἑλὼν τῇ τῶν κακούργων περιέβαλες αἰκίᾳ διδάσκων ἐν ταῖς πλευραῖς μὴ τοι‐
5αῦτα κερδαίνειν, σὺ μὲν ἴσως ἐγέλας ἐπιβουλευόμενος, ἡμεῖς δὲ ἐφροντίζομεν, εἰ καὶ θαρρεῖν ὑπῆρχεν. ὁ δὲ πάντα ὁρῶν τε καὶ ἀκούων Ἥλιος οἶδεν, ἃ τότε ἐφρο‐ νοῦμεν καὶ τί τῷ πολέμῳ τὸ πέρας ᾐτοῦμεν. οἷα δὲ φιλόδωρος θεὸς ἔδωκέ τε καὶ κάλλιον ἤ τις ἂν ἤλπι‐
10σεν.
Or
.

13

.

36

οὐ γὰρ ἐπέτρεψε συμπεσεῖν στρατῷ στρατὸν οὐδὲ γυμνῶσαι σίδηρον οὐδὲ ἐξ ἀλλήλων οἰκείους ἀριστεῦσαι οὐδὲ φοινιχθῆναι γῆν φόνῳ φιλτάτων οὐδὲ τελεσθῆναι νίκην τοῖς νικῶσι λυπηρὰν οὐδὲ τοὺς αὐ‐
5τοὺς καὶ κρατεῖν καὶ δακρύειν, ἀλλ’ ἀποστήσας τῶν πραγμάτων τὸν ἕτερον, ᾧ καιρὸν εἶχεν ἀπελθεῖν, ὑπὸ τῷ τεχνίτῃ τοῦ βασιλεύειν τὰ πάντα ἐποίησεν, ὥστε
σοί τε καθαρὸν αἵματος γενέσθαι τὸ κράτος ἐκείνῳ τε τιμηθῆναι τὸν νεκρὸν ἐκ τοῦ τρόπου τῆς τελευτῆς.
Or
.

13

.

37

καίτοι κἂν εἰ σιδήρῳ κριθῆναι τὴν ἔριν ἐδέησεν, οὐκ ἂν ἑτέρως τὸ πρᾶγμα ἔπεσεν, ἀλλ’ ἐρρύη μὲν ἂν αἷμα, βραχὺ δὲ τοῦτο καὶ μικρόν. πλὴν γὰρ ὀλίγων κομιδῆ λόχων, οἵπερ ἦσαν κεκολακευμένοι, ὁ στρατιώ‐
5της ἅπας συνέπνει καὶ ἐδόκει μὲν ἐπὶ σὲ τρέχειν, ὑπὸ δὲ σοὶ τεταξόμενος ἠπείγετο.
Or
.

13

.

38

τί οὖν ἄν τις τῶν πάντων μάλιστα θαυμάσειε; πότερον τὴν τοῦ δικαίου φυλακὴν ἢ τὴν τῶν ἑπομένων ἀρετὴν ἢ τὴν καινὴν ὁδὸν καὶ τὸ προσδοκώμενον κατὰ γῆν ἐλθεῖν
5περιπλεύσαντα τὸ πλέον δοῦναι τῆς κινήσεως αἴσθησιν μετὰ τὴν κτῆσιν ἢ τὸν ἐκπλήξαντα γένη βαρβαρικὰ πλοῦν [ἢ τὴν παρὰ τῶν Ἀντιοχέων σοι πρέπουσαν κωμῳδίαν] ἢ τὸ τῶν κομιζομένων δώρων ἐπὶ τὴν ὄχθην κάλλος ὠνουμένων ἑκάστων παραμεῖψαι τὴν σφετέραν
10τὸν στόλον;
Or
.

13

.

39

ἐγὼ μὲν ἐραστής εἰμι τοῦ ποταμοῦ, καί μοι φαίνεται τοῦ καλοῦ μὲν καλλίων Ἐνιπέως,
τοῦ γεωργοῦ δὲ χρησιμώτερος Νείλου δεξάμενος εὐ‐ μενεῖ τῷ πόρῳ πλοῖα φέροντα πᾶσιν ἐλευθερίαν.
Or
.

13

.

40

εἴπω τι τῶν εἰρημένων λαμπρότερον; Κιλίκων μὲν ἠγνόουν οὐκ ὀλίγοι τὸ παρὰ σφίσι συμβάν, σὺ δ’ ἐκ μέσων Ἰλλυριῶν ἑώρας τὴν τύχην, μᾶλλον δὲ ἐκ μέσων Γαλατῶν ἐπὶ τὸν κλῆρον ἔπλεις κληρονόμου γνώμῃ
5ναυπηγησάμενος τὸ πρῶτον, οὐ πολεμίου μίσει, καὶ συνέβη δὴ πάντων καινότατον, αὐτὸς ἐγίγνου τοῖς ἀγγέλοις ἄγγελος, καὶ ἃ μηνύσοντες ἦλθον, ἀκούσαντες ἀπῆλθον.
Or
.

13

.

41

καὶ οὐ τὰ μὲν τοῦ δαιμονίου τοιαῦτα, αἱ δὲ πόλεις ἥττω τῆς προσηκούσης ἡδονὴν ἥσθησαν, ἀλλ’ εἰ πάντες ἄνθρωποι νοσήματι κοινῷ τῶν ὀφθαλ‐ μῶν ἐστερημένοι θεοῦ τινος ἐξαίφνης εὐνοίᾳ τὰς ὄψεις
5ἀπέλαβον, οὐκ ἂν μειζόνως ἐχάρησαν· οὐ γὰρ φόβος ἠνάγκαζε πλάττεσθαι τὴν χαράν, ἀλλ’ ἐπὶ τῆς ἑκάστου ψυχῆς ἡ πανήγυρις ἤνθει, καὶ πᾶν ἰδίᾳ λυποῦν ἀσθε‐ νέστερον ἦν τοῦ καιροῦ, βοὴ δὲ ἐκ παντὸς χωρίου πρὸς οὐρανὸν γεγηθότων ἤρχετο τοῦτο μὲν ἐξ ἄστεων,
10τοῦτο δὲ ἐξ ἀγρῶν, καὶ οἰκιῶν καὶ θεάτρων καὶ ὀρῶν καὶ πεδίων, φαίην δ’ ἂν ὅτι καὶ παρὰ τῶν πλεόντων ἐκ ποταμῶν τε καὶ λιμνῶν καὶ θαλάττης μέσης.
Or
.

13

.

42

ὅπερ γὰρ Ἀσκληπιόν φασιν Ἱππολύτῳ γενέσθαι,
τοῦτ’ αὐτὸς ἐγένου τῷ τῆς οἰκουμένης σώματι. τε‐ θνεῶτάς τε ἀνέστησας καὶ βασιλείας ὄνομα νῦν, εἴπερ ποτέ, προσέλαβεν ἔργον. δίκην μὲν ἐπράξω παρ’ ὧν
5μὴ λαβεῖν ἄδικον, αἰτίαν δὲ οὐκ ἐπήνεγκας οἷς ὑπῆρ‐ χεν ἀναχώρησις. ἵππων δὲ καὶ ὀρέων διαδοχὰς ὑπὲρ μεγίστων δὴ τὸ πρῶτον συστάσας τριβομένας ἔπαυσας ὑπὸ τῶν ἐλαυνόντων.
Or
.

13

.

43

οἱ δὲ τῶν ἐθνῶν ἄρχοντες ὑπὸ λημμάτων οὐκ ἄρχονται, φόβος δὲ καὶ τιμῆς ἐλπίς, ἡ μὲν ἐπεγείρει πρὸς ἀρετήν, ὁ δὲ εἴργει πονηρευμά‐ των. πᾶν μὲν ἀνάλωμα μάταιον ἐκβέβληται, πᾶς δὲ
5πόρος οὐκ εὐπρεπὴς λέλυται, πᾶσα δὲ δόσις εὔλογος τετίμηται. μόνος γὰρ οἶσθα καλῶς καὶ δοῦναι καὶ μὴ δοῦναι, τοῖς μαχίμοις μὲν διὰ τῶν δωρεῶν παραμυ‐ θούμενος τοὺς πόνους, θαυματοποιῶν δὲ τέχνας οὔτε καταλύσας οὔτε θαυμάσας, τὸ μὲν οὐ σαυτοῦ νομίζων,
10τὸ δὲ δήμοις συμφέρειν.
Or
.

13

.

44

τράπεζα δέ σοι μετρία καὶ σύσσιτοι Πλάτωνος ὁμιληταί, μεθ’ ὧν ἐγρήγορας ὑπὲρ γῆς ἁπάσης καὶ θαλάττης, καὶ παρεδρεύει Διὶ μὲν ἐν οὐρανῷ Δίκη, σοὶ δὲ τῶν ἐπὶ γῆς οἱ σοφώτα‐
5τοι χαίροντες τῇ φορᾷ τῆς ψυχῆς, ἣν παρ’ ἡμέραν ἐκφέρεις.
Or
.

13

.

45

ἡ δὲ φορὰ ποικιλωτέρα παντός, οἶμαι, λειμῶνος. ἧς ἐστὶ μὲν καὶ τὸ ταῖς πόλεσιν ἐπανορθῶ‐ σαι τὴν πενίαν ἐξεληλαμέναις ἀρχαίων τε καὶ δι‐ καίων κτημάτων, ὃ τοὺς μὲν ἰδίους οἴκους μεγάλους
5ἐποίησε, τοῖς δὲ κοινοῖς περιέχεεν ἀμορφίαν, ἔτι δὲ τὸ τοῦδε κάλλιόν τε καὶ μεῖζον, τὸ δοῦναι πάλιν θεοὺς ἀνθρώποις ἐπιτρόπους πάλαι τοῦ γένους ἄνευ τῶν μεγάλων κυβερνητῶν εἰκῆ φερομένου καὶ περιρρηγνυ‐ μένου ταῖς πέτραις.
Or
.

13

.

46

καὶ γέγονεν, ὥσπερ ἐν ἐκλεί‐ ψεσιν ἡλίου, τοῦ μὲν ἐνοχλοῦντος ἀπαλλαγή, τῆς δὲ ἀκτῖνος ἐπάνοδος, τὸ δὲ αὐτὸ καὶ κόσμος πόλεσιν, ὥσπερ οἱ στέφανοι, καὶ σωτήριον, ὥσπερ τὰ φάρμακα.
5δι’ ὧν γὰρ γίγνονται καλλίους, διὰ τούτων ἐπ’ ἀσφα‐ λοῦς ὁρμοῦσι. καὶ σοὶ χάρις ὀφείλοιτ’ ἂν οὐχ ἥττων
ἢ Πελασγῷ τῷ Ἀρκάδι. τοῦ γὰρ τὴν ἐκ τῶν ναῶν καταδεῖξαι τιμὴν τὸ σβεσθεῖσαν ἐπαναγαγεῖν οὐκ ἔλαττον.
Or
.

13

.

47

Νῦν καιρὸν ἂν ἔχοι τοῦ ζῆν ἐπιθυμεῖν καὶ θύειν ὑπὲρ μακροτέρου βίου. νῦν γὰρ ὡς ἀληθῶς ἔστι ζῆν, ὅτ’ εὐδαιμονίας αὖραι τὴν γῆν ἐπιπνέουσιν, ὅτε σῶμα μὲν ἀνθρώπου, ψυχὴ δὲ θεοῦ βασιλεύει, ὅτε
5πῦρ μὲν ἐπὶ βωμῶν αἴρεται, καπνῷ δὲ ἀὴρ ἱερῷ κα‐ θαίρεται, ἑστιῶσι δὲ ἄνθρωποι δαίμονας καὶ δαίμονες ἀνθρώποις ὁμιλοῦσι. καί μοι δοκεῖ μηδὲν ἂν γενέσθαι ταῖς πόλεσι πλέον αὐτοῦ τοῦ Διὸς ἑλομένου τὰ τῇδε διοικεῖν ὑποδύντος ἀνθρώπου τύπον. οἷς γὰρ ἂν ἐχρῆτο
10τότε, κατὰ ταὐτὰ νῦν ἀρχόμεθα.
Or
.

13

.

48

βλέπει μὲν γὰρ ὀξὺ καὶ τοῖς λογισμοῖς ἡμῖν ὁ βασιλεὺς παντὸς Θεμι‐ στοκλέους ὀξύτερον, εἶναι δέ τι πιστεύων ἐν τοῖς κρείτ‐ τοσι σοφώτερον ταῖς ἐκεῖθεν εἰσηγήσεσιν ἄγει τὴν
5οἰκουμένην, οὐκ ἀναμένων χρησμοὺς ἄλλοθεν οὐδὲ παραναλίσκων ἐν θεωρῶν ῥᾳθυμίᾳ τοὺς χρόνους, ἀλλ’ ἀντὶ τῆς Πυθίας αὐτὸς αὑτῷ καθιστάμενος, οὐκ ἀνα‐ σχόμενος βλέπειν εἰς ὀφρὺν μάντεων οὐδὲ γνώμης ἑτέρων πρᾶγμα τοσοῦτον ἐξάψαι, ἀλλ’ εἰδώς, ὅτι καὶ
10τοῦθ’ ἕν τι τῶν παρὰ τῷ Χείρωνι μαθημάτων, καὶ τὸν Ἡρακλέα μάντιν οὐχ ἧττον ἢ τοξότην ἐπιστάμενος παῖδα τὸν Μελάμπουν ἀπέφηνας μετὰ τῶν θεῶν τὸ μέλλον ὁρῶν.
Or
.

13

.

49

ἐντεῦθεν καὶ μένεις καὶ βαδίζεις, ὅτε βέλτιον, οὐχ ὑπὸ τῶν πεπραγμένων τὰς ἐκβάσεις μανθάνων, ἀλλ’ ἐπὶ προδήλῳ τῷ τέλει τοὺς ἀγῶνας ἀναιρούμενος, στρατηγῶν μὲν τῶν τάξεων αὐτός, στρα‐
5τηγούμενος δὲ ὑπὸ τῶν κρειττόνων.
Or
.

13

.

50

ὁ μὲν οὖν Ἀγαμέμνων ἤκουσε παρά του τῶν ἡττόνων, ὡς τύχης ῥοπῇ βελτιόνων ἄρχοι, μὴ προσειληφέναι γὰρ τὴν ἀλ‐ κήν, νῦν δὲ ἐν τῇ τοῦ κρατοῦντος ἀρετῇ καὶ τὸ τῆς
5ἐξουσίας ἐστί. καὶ οὐδεὶς οὕτω δόξει γενναῖος, ὃς ἡγήσαιτ’ ἂν οὐ δικαίως ἐν ἀρχομένοις εἶναι.
Or
.

13

.

51

ὅ τι γὰρ παρ’ ἄλλῳ καλόν, τοῦτο παρὰ σοὶ μειζόνως. καὶ μόνος συνείληφας, ἃ τοὺς ἄλλους μεμερισμένα κοσμεῖ, καὶ οὔτε ῥήτωρ οὔτε ὁπλίτης οὔτε δικαστὴς οὔτε σο‐
5φιστής, οὐ τελεστικός, οὐ φιλόσοφος, οὐ μάντις δύναιτ’ ἂν αὑτὸν πρὸ σοῦ θαυμάσαι. καὶ γὰρ πράττοντας οἷς πράττεις καὶ λέγοντας οἷς λέγεις ἐκάλυψας.
Or
.

13

.

52

ὅς γε
καὶ τὴν δοκοῦσαν ὥραν τῶν ἐμῶν ἐπιστολῶν παρελή‐ λυθας. ἀλλ’ ἐνταῦθα μὲν κοινὸν τὸ κέρδος, τουτὶ γὰρ τὸ καλὸν ἐγὼ μὲν ἐφύτευσα, σὺ δὲ ἔθρεψας,
5αἱ δὲ πόλεις δρέπονται.
Or
.

13

.

53

Δότε δή, θεοὶ σωτῆρες, τὸ γῆρας τοῦ Νέστορος τῷ βασιλεῖ, τὴν γὰρ δὴ γλῶτταν πάλαι δεδώκατε, καὶ παῖδας, ὥσπερ ἐκείνῳ, καὶ τοσοῦτον ἅπαντας τοὺς Ῥωμαίων ἡγησαμένους τῷ χρόνῳ νικήσειεν, ὅσονπερ
5ἤδη ταῖς ἀρεταῖς.
Or
.

14

t

ΠΡΟΣ ΙΟΥΛΙΑΝΟΝ ΥΠΕΡ ΑΡΙΣΤΟΦΑΝΟΥΣ.
Or
.

14

.

1

Εἰδώς σε πολλήν, ὦ βασιλεῦ, τῶν τοῖς φίλοις οὐ συναγωνιζομένων κατεγνωκότα κακίαν φίλος ὢν αὐτὸς Ἀριστοφάνει τῷ Κορινθίῳ καὶ τὸν ἄνθρωπον ὁρῶν ἐν τῇ παρὰ σοῦ προνοίᾳ τὰς ὑπολοίπους κεκτη‐
5μένον ἐλπίδας λέγειν δεῖν ᾠήθην περὶ αὐτοῦ καὶ βοη‐ θεῖν ὃν δύναμαι τρόπον.
Or
.

14

.

2

ἴσως μὲν γάρ τις καὶ
γενήσεται πρᾶξις ἀπὸ τῶν λόγων συμφέρουσα, καὶ τυχών τινος ἀγαθοῦ τὴν αὑτοῦ κομιεῖται· εἰ δ’ ἄρα τοῦ δαίμονος ἡ δυσμένεια, δι’ ἣν ἐν πολλοῖς τεταλαι‐
5πώρηται κακοῖς, ἔτι καὶ νῦν ἐπηρεάζοι, τὸ γοῦν ἐμέ τε παρὰ σοὶ διὰ τὴν σπουδὴν εὐδοκιμεῖν κἀκείνῳ τινὰ παραμυθίαν εἶναι τὸ μὴ περιῶφθαι δυστυχοῦντα παρὰ τῶν γνωρίμων ὑπάρξει.
Or
.

14

.

3

εἰ μὲν οὖν μὴ καλῶς ποιῶν ὁ δυσχερὴς ἐκεῖνος παρεληλύθει χρόνος, λέγειν μὲν ἂν οὐδὲν ἐχρῆν, οὐ γὰρ ἦν ὁ καιρὸς λόγων, ζη‐ τεῖν δὲ τῶν εὐνούχων τοὺς ὅ τι δόξειε πράττοντας καὶ
5δανεισάμενον ὡς πλεῖστον χρυσίον ὠνεῖσθαι παρ’ αὐ‐ τῶν τὰ μέγιστα· ἐπεὶ δὲ τοῖς γιγνομένοις ὁ Ζεὺς αἰ‐ σχυνόμενος νοσοῦσαν μὲν τὴν βασιλείαν ἔπαυσεν, εἰς δὲ τὴν ἀπὸ τῶν λογισμῶν διοίκησιν τὸ πρᾶγμα μετέ‐ στησε καὶ λέγειν ἔξεστιν ὑπὲρ ὧν ἀγορὰ προὔκειτο,
10πολλῆς ἡγησάμην ἀργίας εἶναι μὴ χρῆσθαι τῇ φωνῇ τοῦ καιροῦ ταύτην ἀπαιτοῦντος, ἄλλως τε καὶ σοῦ τῷ ῥήτορι χαίροντος καὶ τῆς γνώμης οὐ μᾶλλον ὅπως Ἀριστοφάνει τι τῶν κατὰ νοῦν ἔσται ζητούσης ἢ ὅπως τῆς ὑπαρχούσης δόξης ἄξιόν τι ποιήσας ὀφθήσῃ.
Or
.

14

.

4

Γεγενῆσθαι μὲν οὖν ἐν χείρονι λόγῳ καὶ φήμῃ τὸν ἄνθρωπον οὐκ ἀντιλέγω, καὶ γὰρ τοῦτο τῆς δυσ‐
τυχίας, ἣ τά τε ἄλλα τοῦτον κατέβλαψε καὶ δόξῃ φαυ‐ λοτέρᾳ τῶν ἔργων. ἀλλ’ εἰ μὲν Ἀριστοφάνης πρῶτος
5καὶ μόνος τοῦτο ἐπεπόνθει, σφόδρα ἂν ᾐσχυνόμην· ἐπεὶ δὲ μετὰ τῆς τῶν ἀνθρώπων φύσεως ἐξ ἀρχῆς εἰσῆλθε τὸ πολλοὺς μὲν πονηροὺς ἐπιεικεῖς, πολλοὺς δὲ τῶν μετρίων ὑπειλῆφθαι μοχθηροτέρους, δέομαί σου, βασιλεῦ, τὸν τοῦ λόγου μικρὸν χρόνον μεταστη‐
10σάμενον ἀπὸ τῆς ψυχῆς ἣν ἔχων δόξαν περὶ τούτου τυγχάνεις, ἀκολουθῆσαι τοῖς πράγμασι, κἂν μὲν ἐκεῖνα δεικνύῃ βέλτιστον, οὕτω φρονεῖν, εἰ δὲ μή, μὴ μόνον ἀμελείας ἄξιον, ἀλλὰ καὶ δίκης ὑπολαμβάνειν. ἀνάσχου δὲ μικρὸν ἄνωθεν ἀκούων, μῆκός τε γὰρ ἀφαιρήσω τῆς
15διηγήσεως, καὶ σὺ μᾶλλον εὑρήσεις, ἃ γνῶναι δίκαιον.
Or
.

14

.

5

Τούτῳ Μένανδρος μὲν ἦν πατήρ, τὰ πρῶτα Κορινθίων, φίλος Ἑκάτῃ καὶ Ποσειδῶνι, πλέων μὲν εἰς Αἴγιναν ὑπὲρ τῶν ἐκείνης ὀργίων, ἐλαύνων δὲ εἰς Ἰσθμὸν ὑπὲρ τῶν τοῦδε μυστηρίων, ἐν μὲν τῇ νήσῳ
5κορυφαῖος ὢν τοῦ θιάσου, ἐν δὲ τῇ χερροννήσῳ συντε‐ λῶν ἀπὸ τῶν μικροτέρων, τελῶν δὲ εἰς τὸ μέγα συν‐ έδριον.
Or
.

14

.

6

ὅτε δὴ καὶ πατὴρ ἐγένετο τοῦτον γεννήσας, οὕτως ἦν φιλόπολις, ὥστε διαπράττεται τῆς οἴκοι βου‐ λῆς εἶναι μᾶλλον ἢ τῆς Ῥωμαίων. ἀλλ’ Ἀριστο‐
φάνης ὑπὸ τῆς τύχης κεκώλυται τὸν πατέρα ζηλοῦν,
5ὡς εἴσῃ προϊόντος τοῦ λόγου.
Or
.

14

.

7

γενόμενος τοίνυν ἐξ ἐκείνου τε καὶ τῆς τῶν φιλοσόφων ἀδελφῆς, Ἱερίου λέγω καὶ Διογένους, τρέφεται μὲν ἐν ταῖς τούτων χερσί, παιδεύεται δὲ ὑπὸ τοῦ πατρὸς λόγους τε καὶ
5τὸ καλῶς ἀναλίσκειν διὰ παντὸς εἴδους δαπάνης ἐρχό‐ μενος ᾗ τὸ πρὸς τοὺς θεοὺς εὐσεβὲς ἀναμέμικται. οἶδε ταῦτα Δημήτηρ καὶ Κόρη καὶ Σάραπις καὶ Πο‐ σειδῶν καὶ ὁ τὴν Λέρνην κατέχων Ἴακχος καὶ πολλοὶ πρὸς τούτοις ἕτεροι δαίμονες, περὶ οὓς ἅπαντα φιλο‐
10τίμως ἐξεπλήρωσε.
Or
.

14

.

8

καὶ προῆλθεν, ὦ βασιλεῦ, δα‐ πανῶν εἰς τὴν τοῦ καλουμένου στρατηγοῦ λειτουργίαν, καὶ τοῦτον αὐτὸς εἶδον ἐν ἐκείνῃ τῇ στολῇ παραπεμ‐ πόμενον ὑπ’ εὐφημιῶν ἐκ Λακεδαίμονος ἀναστρέφων,
5οὔπω μὲν ὢν τῷ νέῳ συνήθης οὐδὲ εἰδώς, εἴ ποτε ἔσομαι, μακαρίζων δὲ τῷ τηλικοῦτον ὄντα κτᾶσθαι τὴν παρὰ τῆς πόλεως τιμὴν ἐν ταῖς τοῦ πατρὸς φρον‐ τίσιν.
Or
.

14

.

9

ἔτι γὰρ ἔζη Μένανδρος. ὡς ἔδει γε καὶ μέχρι γήρως ἐσχάτου. ἦ γὰρ ἂν Ἀριστοφάνης πολλῶν μὲν ἀπήλλακτο πλανῶν, πολλῶν δ’ ἂν κινδύνων τῶν μὲν ἐν ταῖς ὁδοῖς συμβάντων, τῶν δὲ ἐν δικαστηρίοις
5οὐχὶ δικαίως, ἦν δ’ ἂν τῶν δυναμένων ἐν Κορίνθῳ μᾶλλον ἢ τῶν τὴν ἑτέρων θαυμαζόντων δύναμιν.
Or
.

14

.

10

Πόθεν οὖν ἐξέπεσε τῆς αὐτῷ προσηκούσης τάξεως καὶ τὸν τοῦ πολιτευομένου βίον φυγὼν ἧκεν
εἰς τὸν τοῦ στρατιώτου; Εὐγένιος ὁ μικρὸς γίνεται παρὰ Κώνσταντι μέγας. λαβὼν δὲ ἐκ γάμου τινὸς
5ἀφορμὰς ἀναισχύντους εἰς τὸ τῶν Ἀριστοφάνους ἀμ‐ φισβητεῖν χωρίων, οἶσθα δέ, ὡς πάντων μὲν ἐπε‐ θύμουν οἱ τοιοῦτοι, πάντα δὲ ἥρπαζον ἀναγκάζοντες ἢ τῶν ὄντων ἀφίστασθαι τῷ βουλομένῳ λαβεῖν ἢ πο‐ λεμεῖσθαι, ὅδ’ οὔτ’ ἐκεῖνο πειθόμενος, οὐ γὰρ ἦν ἐν
10μικροῖς ἡ ζημία, τοῦτό τε δεδοικὼς φυγὰς γίγνεται τῆς αὑτοῦ νομίζων οὕτως ἂν τήν τε γῆν καὶ τὸ σῶμα διασῶσαι.
Or
.

14

.

11

τὰς μὲν οὖν ἐπιβουλὰς ὅσας ἐπ’ αὐτὸν ἐκίνησε καὶ ὡς οὐδενὸς ἀπέσχετο πειρώμενος αὐτὸν ὑπὸ χεῖρα λαβεῖν, καὶ βίαν καὶ ταραχήν, ὧν ἐνέπλησεν αὐτῷ καὶ ἀγροὺς καὶ οἰκίαν, ἐῶ. καὶ γὰρ σιωπῶντος
5οὐδὲν ἧττον ἔγνωκας εἰδώς, ἐν οἷς ἔζων οἱ δυναστεύ‐ οντες τότε.
Or
.

14

.

12

γενόμενος δὲ ἐν Συρίᾳ καὶ στὰς καὶ ἀναπνεύσας οὐκ ἐπὶ τοὺς πλέον ἰσχύοντας ἢ τὸν ἐν βιβλίοις βιοῦντα Φουρτουνατιανὸν καταφεύγει νομίζων παρ’ Ἕλληνος, οὕτω γὰρ ἐκεῖνον καλεῖν ἄξιον, τεύξε‐
5σθαί τινος αἰδοῦς. ὃ καὶ γέγονεν. ἀκούσας γάρ, ὅθεν τε ἥκοι καὶ ὅπως καὶ τί παθὼν καὶ τί φοβούμενος, δέχεται τὸν ἄνθρωπον ἡμέρως καὶ κατέστησεν εἰς ἄδειαν διὰ τοῦ σχήματος.
Or
.

14

.

13

ὁ δὲ ὢν ἤδη στρατιώ‐ της σώματι μὲν ἀπείρῳ τοιούτων πόνων διῆλθεν ἐφ’ ἵππων πολλάκις τὴν οἰκουμένην ἐν τοῖς ἐπείγουσι τῶν καιρῶν εἰσφερόμενος τάχος, καὶ οὐδὲν ὧν ἦν ἀνάγκη
5θᾶττον μαθεῖν, βραδύτερον παρὰ τὴν τοῦδε μέλλησιν Κωνστάντιος ἤκουσε, πλὴν εἴ που συνετρίβη κατα‐ πεσών, ὃ καὶ αὐτὸ τοῦ σπεύδειν σημεῖον.
Or
.

14

.

14

ἐπαι‐ νούμενος δὲ τῶν πόνων τὰ προτεινόμενα κέρδη διεω‐ θεῖτο, καὶ οὐκ ἔστιν ὅστις ἐπιδείξει τοῦτον οὐκ ἐπιμελητὴν ὀρέων, οὐκ ἄγγελον ὑπάρχων, οὐ νίκης
5μηνυτήν, οὐκ ἄλλο τῶν τοιούτων ὑπηρετηκότα οὐδέν,
ὃ τὰς μὲν πόλεις ἀπώλλυε, τοὺς δὲ δοκοῦντας δια‐ κονεῖν μετ’ ἀμαξῶν χρυσὸν ἀγουσῶν ἀπέπεμπεν. οὐ μὴν Ἀριστοφάνης ἠξίωσε τοῖς πατρῴοις τοιαῦτα προσ‐ θεῖναι χρήματα, ἀλλ’ ἐτρέφετο μὲν τοῖς οἴκοθεν ἐν
10ξένῃ, τὸ δὲ διαπεφευγέναι τὸν κίνδυνον ἀρκοῦν ἡγεῖτο κέρδος ἐλευθέρῳ καὶ πρέπον.
Or
.

14

.

15

Ἐν τοιαύτῃ δὲ προαιρέσει ζῶντος ἐπεθύμησε δυστυχῶς τῆς Αἰγυπτίων ἀρχῆς Παρνάσιος καὶ μετέσχεν Ἀριστοφάνης τῆς τύχης, εἵπετο γὰρ Μουσωνίου πέμ‐ ποντος, διότι μέν, οὐκ οἶδα, τοσοῦτον δὲ ἐπίσταμαι,
5ὅτι πέπονθε μέν, ἃ μέχρι νῦν, ὦ βασιλεῦ, δακρύει, λαβεῖν δὲ μικρὸν μὲν ᾐτιάθη χρυσίον, ἔλαβε δὲ οὐδὲ τόδε, πληγὰς μέντοι πολλὰς καὶ χαλεπὰς καὶ πολλαχοῦ τῆς γῆς ταῖς ἐκ μολίβδου σφαίραις, ἃς ἡγήσατο Παῦλος εἰς θάνα‐ τον ἀρκέσειν. καὶ ἅμα ταῦτά τε ἔπασχε καὶ παρὰ
10Κορινθίοις ἐλειτούργει τὰ τῶν καλουμένων στρατηγῶν· οὕτω γὰρ Ἀνατόλιος ἔγνω.
Or
.

14

.

16

τὸ μὲν οὖν ἔγκλημα ἦν, ὅτι μάντιν εἰσαγάγοι Παρνασίῳ τῶν περὶ τοὺς ἀστέ‐ ρας ἐχόντων τὴν τέχνην ἐροῦντά τι τούτων, ὑπὲρ ὧν οὐ νόμος μανθάνειν. ὁ δὲ τὸ μὲν εἰσαγαγεῖν ὁμολογῶν,
5φάσκων δὲ τὴν μαντείαν ἐπὶ τῶν ἰδίων τοῦ Παρνα‐ σίου στῆναι πρὸς πάσας ἀνάγκας ἤγετο προσπαροξύνας τι καθ’ ἑαυτοῦ τὸν Παῦλον ῥήμασιν ἐκείνῳ μὲν προσ‐ ήκουσιν, ἀμείνοσι δὲ τότε σιγᾶσθαι.
Or
.

14

.

17

τῆς τραγῳ‐ δίας δὲ ἐκείνης εἰς ἔτος προβεβηκυίας τρίτον καὶ μόλις λαβούσης τελευτὴν τοῖς μὲν ἄλλοις ὑπῆρξεν ἀπαλλαγή, μόνος δὲ οὗτος ἐκολάζετο περιγραπτοῖς ὅροις, ὧν ἐκτὸς
5οὐκ ἦν κινεῖσθαι. καὶ ἐπέμπετ’ ἂν δεδεμένος, εἰ μὴ θεῶν τις τὴν ταῦτα παρανομοῦσαν, ἆρά μοι δώσεις τυραννίδα πρὸς σὲ εἰπεῖν; ἔστησε.
Or
.

14

.

18

Τοιούτοις, ὦ βασιλεῦ, προσπαλαίσας Ἀριστοφάνης Κύκλωψι δεῖται σοῦ, καὶ ἡμεῖς δὲ συνδεόμεθα, πέμψαι παρὰ τοὺς οἰκείους χαίροντα καί γε δυνάμενον διάγειν τῶν προγόνων ἀξίως.
Or
.

14

.

19

καὶ τίς, φήσεις, αὐτὸν κω‐ λύει βαδίζειν; πολλὰ καὶ μεγάλα· τὸ δεσμωτήριον, αἱ πληγαί, ἡ ἀτιμία, τὸ γυμνωθῆναι πρὸς βάσανον, τὸ μι‐ κροῦ πλησιάσαι τὸν κοντὸν τοῖς νώτοις, εἰ μὴ Μό‐
5δεστος οἷς ἐβόησεν οὗτος ἐπὶ διακρούσει τῆς βασάνου συνεχώρησε. ταῦτα αὐτὸν ἐμποδίζει, ταῦτα δεσμεύει, ταῦτα τῶν οἰκείων διείργει, ταῦτα ἂν μή τις ἀνέλῃ, πᾶ‐ σαν οὗτος ὄψεται πόλιν πλὴν τῆς οἰκείας.
Or
.

14

.

20

οὐ γὰρ
τὸ βασανισθῆναι μόνον, ὦ βασιλεῦ, καταχεῖ τῶν πεπον‐ θότων ἀτιμίαν, ἀλλὰ καὶ ὅστις ἐγγὺς ἦλθε τοῦ παθεῖν, τὸ τῆς ἐπιτιμίας ἀκέραιον ἀπολώλεκε. κἂν εἰς ἔριν
5καταστῇ πρός τινα καὶ φιλονεικίαν, ἀκούει τὰ τῶν πεπονθότων· τὸν δὲ ἐκ τοῦ δεσμωτηρίου; τὸν δὲ ἐκ τῆς βασάνου; τὸν τῷ μεταφρένῳ νενικηκότα τοὺς ἄκμονας; τοῦτον δὲ ἐν τῷ βουλευτηρίῳ περὶ κοινῶν φθέγγεσθαι πραγμάτων δέον ἐν
10τῷ οἰκήματι πρὸς τοὺς δεσμώτας περὶ τοῦ ξύ‐ λου; ταῦτα ἴσως ἐρεῖ τις τῶν νῦν μὲν λαμπρῶν, πάλαι δὲ τοὺς Μενάνδρου θεραπευόντων οἰκέτας. οὗτος δὲ ἄρα καταράσεται Μοδέστῳ μὴ τεμόντι τὸν τράχηλον.
Or
.

14

.

21

Τίς οὖν τούτων ἐπανόρθωσις; καὶ πῶς ἂν ἄπρακτα τὰ πεπραγμένα γένοιτο; λυθῆναι μέν, ὦ βα‐ σιλεῦ, καὶ μὴ γενέσθαι τὰ γεγενημένα τῶν ἀμηχάνων, ἐξαλεῖψαι δὲ τὴν ἀπ’ αὐτῶν ἀτιμίαν ἔστι. τούτου δ’
5ἰατρὸς ἄλλος μὲν οὐδείς, μόνος δὲ σύ· ὡς ἂν παραστῇ σοι τὸν ἄνθρωπον ἀπολαμπρῦναι τιμῇ τινι, κέ‐ κρυπται τὰ ὀνείδη, συνεσκίασται τὰ χείρω, γέγονεν ἔν‐ δοξος, ἔχει τὴν παρρησίαν, ἀπέθετο τὴν αἰσχύνην.
Or
.

14

.

22

πρὸς γὰρ τῷ τὰ δεύτερα τῶν προτέρων πεφυκέναι
κρατεῖν, ὡς ἔφη Πίνδαρος, τὸ τὸν τετιμηκότα τοῦ πε‐ ριυβρικότος εἶναι βελτίω μεγάλην ἰσχὺν εἰς τὸ λήθην ἐπιθεῖναι τοῖς φαυλοτέροις ἔχει. καὶ δόξει τὸ μὲν
5ὀρθῇ κρίσει δεδόσθαι, τὸ δὲ ἀνοήτῳ πικρίᾳ πεπλημ‐ μελῆσθαι. ὅταν δὲ ὡς ἠδικεῖτο δι’ ὧν ἔπασχε, πεισθῶ‐ σιν ἅπαντες, οὐκέτ’ ὀνειδιοῦσιν ἃ πέπονθεν· οὐ γὰρ ἦν ἀδικοῦντος.
Or
.

14

.

23

οὕτως ἔξεστί σοι τῆς οἰκίας ἀφανίσαι τὴν ἀδοξίαν ποιήσαντι τὰ τρίτα τοῖς πρώτοις παρα‐ πλήσια. τούτων γὰρ ἐκείνοις ὁμοιωθέντων ὑποχωρήσει τὸ μέσον καὶ δυσχερές, καὶ οὐδεὶς Κωνστάντιον καὶ
5δεσμά, ἀλλὰ σὲ περιᾴσει καὶ τὴν τιμήν.
Or
.

14

.

24

τίς οὖν αὕτη γένοιτ’ ἄν, αὐτὸς κρινεῖς, ἡμεῖς δὲ εἰσόμεθα χάριν. ὥσπερ γὰρ δοῦναι ῥᾴδιον ἣν ἂν δόξῃ παρασχεῖν, οὕτω σοι τὸ τὴν δοθῆναι προσήκουσαν εὐχερὲς εὑρεῖν.
5πολλοὶ δέ, ὦ βασιλεῦ, τιμῶν τρόποι, καθ’ οὓς καὶ μείζονος καὶ ἐλάττονος ἔστι τυχεῖν. ἡμεῖς δὲ οὐ διοι‐ σόμεθα περὶ τοῦ μέτρου. πάντως ὅ τι ἂν δῷς, κο‐ σμήσει τὸν εἰληφότα, καὶ μικρὸν οὐδὲν οὐδὲ ταπεινὸν τῶν ἐκ γενναίας καὶ θείας διδομένων ψυχῆς.
Or
.

14

.

25

Εἰ δέ τις ἡμᾶς ὀχληροὺς εἶναι φήσει καὶ πλείω σοι τῶν ἀναγκαίων ἀνατιθέναι βοηθεῖν ἀξιοῦντας ταῖς τῶν καθ’ ἕκαστον τύχαις, ὥσπερ οὐκ ὂν ἱκανὸν φορ‐
τίον τὰς ὑπὲρ τῶν πόλεων φροντίδας, ἴστω τὸ μέγιστον
5τῶν σῶν ἀγνοῶν. τοῦτο δ’ ἐστὶ τὸ καὶ μέχρι γένους ἑκάστου καὶ ἀνδρὸς τὴν σὴν τετάσθαι διάνοιαν. τοῖς μὲν γὰρ βραχυτέροις τὰς γνώμας καὶ τὸ περὶ τῶν ὅλων ἀκοῦσαί του λέγοντος ἢ διαλεχθῆναι βαρύ, τὸν μεγαλόψυχον δὲ χαίροντα τῷ πλήθει τῶν ὑπ’ αὐτοῦ
10πραττομένων ὁρῶμεν.
Or
.

14

.

26

καθεδεῖτ’ οὖν ὁ βασι‐ λεὺς ἡμῖν σκοπῶν, πῶς ὁ δεῖνα καὶ πῶς ὁ δεῖνα πράττει, καὶ φιλονεικήσει μεθιστάναι τὰ λυπηρ; καὶ πῶς ἐξαρκέσει; μάλιστα μὲν
5ὤφειλεν οἷόν τε εἶναι περὶ πάντων αὐτὸν καὶ πυν‐ θάνεσθαι καὶ βουλεύεσθαι καὶ κινεῖν τὰ μὴ καλῶς ἔχοντα. ἐπεὶ δὲ τοῦθ’ ἧττον δυνατὸν ἢ τὴν ἄμμον ἀριθμεῖν, τούς γε δεξιωτέρους καὶ παρὰ τὴν ἀξίαν ἀτυχοῦντας οὐ περιοπτέον. ὧν εἷς Ἀριστοφάνης.
10πολλὰ γὰρ αὐτῷ τὰ βοηθοῦντα, καὶ οὐ Μυσῶν ἀνὴρ ἔσχατος, ἀλλ’ οἷος φέρειν φιλοτιμίαν τοῖς εὖ ποιεῖν αὐτὸν προαιρουμένοις. ὡς δὲ οὐκ ἔστι σοι παρὰ φαῦλον τὰ τοῦδε ποιήσασθαι, γνῶναι ῥᾴδιον.
Or
.

14

.

27

Πρῶτον μὲν Ἕλλην ἐστίν, ὦ βασιλεῦ· τοῦτο δ’ ἐστὶν ἕνα τῶν σῶν εἶναι παιδικῶν. οὐδεὶς γὰρ οὕτω τῆς αὑτοῦ πατρίδος ἐραστής, ὡς σὺ τοῦ τῆς Ἑλλάδος ἐδάφους ἐνθυμούμενος ἱερὰ καὶ νόμους καὶ λόγους καὶ
5σοφίαν καὶ τελετὰς καὶ τρόπαια ἀπὸ βαρβάρων.
Or
.

14

.

28

ὄν‐ τος δὲ Ἀριστοφάνει τούτου πλεονεκτήματος οὐ μικροῦ, κἂν εἰ Μεγαρεὺς ἐτύγχανεν ὢν ἢ Μήλιος ἢ Λή‐ μνιος, μεῖζόν ἐστι τὸ τῆς πόλεως εἰς αἰδῶ· Κορίνθιος
5γὰρ οὑτοσί. καὶ οὐκ εἰς μύθους ἀποίσω τὸν λόγον οὐδ’ Ἡλίου καὶ Ποσειδῶνος ἔριν οὐδ’ ἐπιγράμματά σοι δίειμι κοσμοῦντα νεκροὺς ἐκ ναυμαχιῶν τεθαμμέ‐ νους οὐδὲ δικαιοσύνην τῆς πόλεως καὶ τὸ μετὰ τῶν ἠδικημένων ἀεὶ γίγνεσθαι, οὐχ ὡς μικρὰ πρὸς δόξαν
10ὄντα τοῖς ἔχουσιν, ἀλλ’ ὅτι καὶ τῶνδε κάλλιον ἔχω λέγειν.
Or
.

14

.

29

ἀνάμνησον γὰρ σαυτόν, ὦ βασιλεῦ, τῆς ἐπιστολῆς, ἣν Κορινθίοις ἔπεμψας, ἄκων μὲν εἰς τὸν πόλεμον ἐμβάς, ἤδη δὲ τὸ πλέον λαβών, οὔπω δὲ εἰς τέλος ἥκων· ἐν ᾗ σαφῶς εὐεργέτας σαυτοῦ τοὺς Κο‐
5ρινθίους καλεῖς. ἀλλὰ γὰρ αὐτοῦ μοι δεῖ τοῦ μέρους τῆς ἐπιστολῆς, καὶ γὰρ ἂν ἡδίους τοὺς ἀκούοντας ποι‐ ήσαιμεν.
Or
.

14

.

30

πατρῴα μοι πρὸς ὑμᾶς ὑπάρχει φι‐ λία· καὶ γὰρ ᾤκησε παρ’ ὑμῖν ὁ ἐμὸς πατὴρ καὶ ἀναχθεὶς ἔνθεν, ὥσπερ ἐκ Φαιάκων Ὀδυσ‐ σεύς, τῆς πολυχρονίου πλάνης ἀπηλλάγη. εἶτα
5μικρὰ διελθὼν περὶ πανούργου μητρυιᾶς, ἐνταῦθα,
φής, ὁ πατὴρ ἀνεπαύσατο. σεμνόν γε τοῦτο Κοριν‐ θίοις, ὥσπερ Ἀθηναίοις τὰ περὶ τὴν Δήμητρος πλάνην.
Or
.

14

.

31

οἴου τοίνυν ἕνα τῶν δεξαμένων τὸν σὸν πα‐ τέρα τὸν Ἀριστοφάνους πατέρα. τῶν γάρ, οἶμαι, πρώ‐ των ἦν καὶ τῶν ἀγόντων τὴν πόλιν, ὥστε τῶν δη‐ μοσίᾳ πραττομένων οὐκ ὀλίγον εἰς ἐκεῖνον ἤρχετο.
5πάντων δὲ ἀτοπώτατον, εἰ πόλει μὲν ὅλῃ βλάβος ἀν‐ δρὸς ἑνὸς γίγνεται κατὰ τὸν Ἡσίοδον κακία, πόλεως δὲ ὅλης ἀρετὴ μὴ δύναιτο ἄνδρα ἕνα ὠφελεῖν.
Or
.

14

.

32

εἶεν. Ἱέριον δὲ καὶ τὸν ἀδελφὸν ἆρ’ εἰ ζῶντες ἐτύγχανον, οὐκ ἂν εἶχες περὶ σεαυτόν, ὥσπερ τὼ δαιμονίω τώδε, τόν τε ἀπὸ τῆς Ἠπείρου καὶ τὸν ἐκ τῆς Ἰωνίας; τί δ’;
5ἐκείνους οὐκ ἂν οἴει πάνθ’ ὑπὲρ Ἀριστοφάνους εἰπεῖν τε καὶ πρᾶξαι; πάνυ γε. καὶ γὰρ ἤχθοντο βεβιασμένου στρατιώτου στολὴν ὑποδῦναι καὶ καιροῦ τυχόντες, ὅπως ἔσται τι βέλτιον αὐτῷ, προὐνοοῦντ’ ἄν.
Or
.

14

.

33

μὴ τοίνυν, εἰ μὴ φωνῆς ἀκούεις Ἀριστοφάνους τῶν θείων, ἧττον νόμιζε χαριεῖσθαι τοῖν ἀνδροῖν, εἰ δώσεις ἃ βουλομένοις ἐστί. τοῦ μὲν γὰρ ἡμῖν διαλέγεσθαι γεγό‐
5νασιν ἔξω, πρὸς δὲ τοὺς τῶν ἀνθρώπων κρείττους, οἷς νῦν ὁμιλοῦσι, μεμνήσονταί σου τῆς χάριτος.
Or
.

14

.

34

πῶς οὖν οὐ δεινόν, εἰ Ἀλέξανδρος, καὶ ταῦτα Θηβαίοις ὀργιζόμενος, ὡς οἶσθα, τοὺς Πινδάρῳ κατὰ
γένος προσήκοντας ᾐδέσθη διὰ τὴν Πινδάρου μουσι‐ κήν, Ἀριστοφάνην δὲ μηδὲν ὀνήσει μήτε τῶν θείων ἡ
5φιλοσοφία μήτε τῶν σοὶ συνόντων, οἷς ἴσα καὶ γονεῦσι προσφέρῃ; ταυτὶ γὰρ ἃ νῦν λέγω, Μάξιμον νόμιζε λέγειν, Πρίσκον παραινεῖν. εἰ δὲ ἀπιστεῖς, ἐρώτησον αὐτούς. ὁρᾷς, ὡς ἐπιθυμοῦσι τυχεῖν τινος ἀγαθοῦ τὸν ἄνθρωπον;
Or
.

14

.

35

ἀλλ’ οὐδ’ Ἐλπίδιος, ὃν κατὰ σοφί‐ αν μὲν λείπεσθαι συμβαίνει τοῖν ἀνδροῖν, τῇ δὲ περὶ τὸ θεῖον σπουδῇ καὶ τῷ περὶ σὲ φίλτρῳ μάλιστα αὐτοῖν ἐοικέναι, οὐδ’ οὗτος ὡς ὑπὲρ ἀλλοτρίων τῶν
5Ἀριστοφάνους βουλεύεται, ἀλλὰ καὶ τοῦθ’ ἕν ἐστι τῶν ἀγρυπνίαν αὐτῷ φερόντων καὶ ποιησόντων γε ἡδονήν, εἰ γένοιτο.
Or
.

14

.

36

μετὰ τούτων ἐστὶ Φῆλιξ ὁ καλὸς καὶ γενναῖος, τούτῳ μὲν ἀρχαῖος ἑταῖρος, θεοῖς δὲ νεωστὶ φίλος ἡγεμόνι σοὶ χρησάμενος ἐπὶ τὴν γνῶσιν τῶν κρειττόνων· ὃς ἐπειδὰν ἴδῃ τὸν γνώριμον, ἐγκαλύπτε‐
5ται τῶν δεινῶν οὔπω λελυκὼς οὐδέν.
Or
.

14

.

37

πρόσθες ἐκείνῳ τὸν χρηστὸν καὶ πάντας ἀνθρώπους ἀνηρτημέ‐ νον τῇ καλοκἀγαθίᾳ Δωρίωνα, ᾧ τὴν ἀπὸ τῶν ἄλλων εὐφροσύνην ἀμβλύνει τὰ περὶ τοῦτον οὐ μεταβεβλη‐
5μένα.
Or
.

14

.

38

καὶ μὴν αὐτὸς ὁ λέγων παρὰ σοὶ μὲν οὐκ
ἄτιμος, τούτῳ δὲ ἐπιτήδειος ἀπ’ ἐκείνων τῶν χρόνων, ἐν οἷς τῶν ἐμῶν συγγραμμάτων ἀναγινώσκων ἐν Λυ‐ κείῳ λίθοις ἐβάλλετο παρὰ τῶν οὐκ οἰομένων αὑτοῖς
5τὴν ἀνάγνωσιν λυσιτελεῖν καὶ τοιαῦτα ποιῶν οὐκ ἐμοὶ μᾶλλον ἢ τῷ χαίροντι τοῖς λόγοις ἐχαρίζετο. σὺ δ’ ἂν αὐτὸς εἴης ὁ χαίρων. οὐκοῦν καὶ αὐτὸς ἂν μετ’ ἐμοῦ χάριν ὀφείλοις. ἐμοῦ τοίνυν ἀποδιδόντος τῷ λέ‐ γειν ἀπόδος καὶ σὺ τοῖς ἔργοις.
Or
.

14

.

39

Οἱ μὲν οὖν ἀξιοῦντες τοσοῦτοι καὶ πάντες φίλοι, οἶμαι δ’ εἰ τοῖς μὲν ἄλλοις ἔμελεν ἥκιστα τοῦ πράγματος, εἷς δέ τις ἐκ τῶν ἠριθμημένων ἦν, ὃν οὗτος ἐλύπει δυστυχῶν, κἂν τοῦτον ἂν ᾐδέσθης τὸν
5ἕνα. δοὺς τοίνυν ἂν ἑνὶ τὴν χάριν, ὦ βασιλεῦ, τοσού‐ τοις οὐ δώσεις οὐδ’ ἡγήσῃ δεῖγμα τῆς Ἀριστοφάνους ἐπιεικείας εἶναι τοιούτων μαρτύρων χορόν; οἳ οὔτ’ ἂν ἠγνόησαν, εἴπερ ἦν πονηρός, οὔτ’ ἂν ἐπῄνεσαν πρὸς σὲ τὸν πεπονηρευμένον.
Or
.

14

.

40

εἰ γὰρ καὶ φίλος, ἀλλ’ οὐ σοῦ γε φίλτερος οὐδ’ αὖ τἀκείνου τῶν σῶν, ἀλλ’ οὐδὲ πάντες οὐδὲ τὰ πάντων οὔτ’ ἔστιν οὔτε μὴ γέ‐ νηται. μὴ τοίνυν οἷς μὲν μοχθηροὶ βοηθοῦσι, τού‐
5τους ἡγοῦ τοῖς βοηθοῦσιν ἐοικέναι, πάλιν δὲ ἡγοῦ μοχθηρὸν ὑπὲρ οὗ ποιοῦνται τοὺς λόγους οἷς τὰ
βελτίω σύνοισθα.
Or
.

14

.

41

Εἰ μὲν οὖν ἓν τοῦτο μόνον ὑπῆρχεν Ἀριστοφάνει, τὸ συνηγόρων τῶν ὑπὸ σοῦ πιστευομένων εὐπορεῖν, ἴσως ἂν ὀκνηρότερον διεκείμην. νῦν δ’, ὦ βασιλεῦ, ταὐτὰ μὲν ἡμῖν ηὔξατο, ταὐτὰ δὲ ἐμίσησε, τῶν αὐτῶν δὲ ἐπε‐
5θύμησεν. ἧκεν εἰς τὰ λείψανα τῶν ἱερῶν κομίζων οὐ λιβανωτόν, οὐχ ἱερεῖον, οὐ πῦρ, οὐ σπονδήν, οὐ γὰρ ἐξῆν, ἀλλὰ ψυχὴν ἀλγοῦσαν καὶ φωνὴν ὀδυρομένην καὶ δεδακρυμένην καὶ δακρύων ἀφορμὰς καὶ βλέπων εἰς γῆν, τὸ γὰρ εἰς οὐρανὸν σφαλερόν, ᾔτει παρὰ τῶν
10θεῶν παῦσαι μὲν τὸ φθεῖρον τὴν οἰκουμένην, τὰ δὲ Γαλατῶν ἀγαθὰ κοινὰ ποιῆσαι τῆς γῆς.
Or
.

14

.

42

καὶ ταύ‐ της τῆς εὐχῆς οὐκ ὀλίγους αὑτῷ κοινωνοὺς εἰργάσατο, πρὸς μὲν ἐκεῖνον ἐκπολεμῶν, εἰς δὲ τὴν μερίδα τὴν ἡμετέραν εἰσάγων, κἀν τοῖς συλλόγοις οὐκ ἀκινδύνους
5μέν, ἡδίστους δὲ αὑτῷ λόγους ἀπέτεινεν οὔπω παρού‐ σης ἑορτῆς ἑορτάζων, οἷα μὲν ἔσται τὰ τῶν στρατιω‐ τῶν, οἷα δὲ τὰ τῶν πόλεων, οἷα δὲ τὰ βασίλεια, τὰ δὲ τῶν ἀρχόντων, τὰ δὲ τῶν λόγων, τὰ τῆς Ἀσίας, τὰ τῆς Εὐρώπης, τὸ μέγιστον ἁπάντων, τὰ περὶ τοὺς
10θεούς.
Or
.

14

.

43

εἶπέ που λέγων, ὡς πρῶτος ἐνευδαιμονήσει τῷ καιρῷ. βεβαίωσον τοίνυν αὐτῷ καὶ τὴν ἐλπίδα καὶ τὴν μαντείαν καὶ μὴ περιίδῃς καταγελώμενον ὑπ’ ἐκεί‐ νων οἷς ᾖδε τὰς προσδοκίας. δεῖ γὰρ εἶναί τι πλέον
5τοῖς ἐπιθυμήσασι σὰ γενέσθαι τὰ πάντα.
Or
.

14

.

44

Καὶ ὡς μὲν τοῖς πᾶσιν εὐθενεῖ τὰ τῶν βου‐ λευόντων πράγματα καὶ τῷ πλήθει τῶν προσγεγενη‐ μένων καὶ τῷ μέτρῳ τῶν ἀναλωμάτων καὶ τῷ πάλιν ἐπὶ τοῦ παλαιοῦ τετάχθαι σχήματος, ἀνωμολόγηται·
5Ἀριστοφάνης δὲ οὔτε ταῦτ’ ἀγνοῶν οὔτε φαῦλον ἡγού‐ μενος τῆς αὑτοῦ προβεβλῆσθαι καὶ σώζειν τε τὴν πα‐ τρίδα καὶ τὸν οἶκον τὸν αὑτοῦ μείζω ποιεῖν φεύγει τὴν προστασίαν καὶ τὸ πολιτεύεσθαι. ἀλλ’ ὅθεν ὃ καλὸν ἡγεῖται, πράττειν οὐ δύναται, φράσω, κἄν με
10λάβῃς ψευσάμενον, μή μοι δῷς ἕτερον παρρησίας λόγον.
Or
.

14

.

45

Ἐκάκωσεν, ὦ βασιλεῦ, τὰ πράγματα τούτῳ πρῶτον μὲν Εὐγένιος φόβον ἐμβαλὼν τοῖς διοικοῦσι καὶ προδείξας, ὡς ὁ μὴ φεύγων ἀπολεῖται παιόμενος καὶ ἀγχόμενος, ἔπειθ’ οὗτος μακραῖς καὶ χρονίοις
5ἀπουσίαις, δι’ ἃς δένδρα τε ἐκκέκοπται καὶ γῆ γεωρ‐ γίας ἐστέρηται, τῶν δὲ ἀνδραπόδων τὰ μὲν ἀπέδρα, τὰ δὲ ἀργεῖν ἔμαθε, τὰ δὲ κακουργεῖν, γυνὴ δὲ τὰ
τοιαῦτα θρηνεῖν μὲν δύναιτ’ ἄν, διορθοῦσθαι δὲ οὐ πάνυ. ὁ δὲ δὴ τελευταῖος σκηπτὸς ὅσα ἦν ἐπίπλων
10ἐχόμενα πάντα ἐξανήλωκε μεταπεμπομένου τοῦδε χρυ‐ σία καὶ σκεύη καὶ κατακόπτοντος θεραπεύοντος ἀπὸ τούτων πολλοὺς πανταχόθεν λύκους ἐπικειμένους.
Or
.

14

.

46

οὐ δεῖ δὴ θαυμάζειν, εἰ τηλικοῦτον μῆκος οὕτω δεινῆς συμφορᾶς ἠλλοίωσέ τι τῆς πατρικῆς εὐδαιμονίας, ἀλλ’ ὅπως οὐ καὶ τοὺς ἀγροὺς καὶ τὴν οἰκίαν ἀπέδοτο μετὰ τῶν ἄλλων ὑπὸ τοσούτων ἐσθιόμενος θηρίων.
5τίνα δὴ βούλει τὸν ἄνθρωπον ἐπανελθόντα γενέσθαι καὶ τί ποιεῖν; ἅψασθαι προστασίας μετὰ πενίας, ὦ βασιλεῦ; μέγα μέντ’ ἂν στενάξαι Μένανδρος ὑπὸ γῆς, εἰ αἴσθοιτο τὸν υἱὸν αὐτῷ χρημάτων ἐνδείᾳ πολλοῖς τῶν αὑτοῦ χειρόνων ἐξιστάμενον τῶν πρωτείων. ἀλλὰ
10δι’ ἐπιμελείας μὲν ἰάσασθαι τὰ τραύματα, χρημάτων δὲ ἤδη συνειλεγμένων οὕτως ἐκεῖσε παριέναι; καὶ τίς ἀνέξεται τῶν αὐτὸ τοῦτο δεδοικότων, μὴ σχολῇ θερα‐ πεύσῃ τὸν οἶκον;
Or
.

14

.

47

δεῖ δή τινος τιμῆς, ἐξ ἧς
ἀτέλειαν χρόνον τινὰ καρπωσάμενος ἤδη μετὰ ῥώμης εἰς τὸ λειτουργεῖν ἀφίξεται. καὶ γὰρ εἰ τοῦτο φαίης, ὡς δώσεις ψιλὴν ἀτέλειαν ἐτῶν δή τινων καὶ τοῦτο
5προσήκει στέργειν, ὅτι μὲν ταπεινότερον τοῦτο ἐκείνου καὶ οὐκ ἀρκοῦσαν ἔχον τῷ τοσαῦτα πεπονθότι τὴν παραμυθίαν, ἐάσω, ἀλλὰ σοί γε οὐκ ἂν εἴη τοῦ βελ‐ τίονος λόγου.
Or
.

14

.

48

δῆλον γάρ, ὡς ἂν ἀτελὴς περινοστῇ μηδ’ ἐν ἄλλῳ τῳ τὴν ἀφ’ ἑαυτοῦ παρεχόμενος χρείαν, ἄνισον δόξει τὸ πρᾶγμα, καὶ λυπήσει τοὺς λειτουρ‐ γοῦντας, εἴ τις τῶν ἐκείνων ἀναλωμάτων θεωρὸς πε‐
5ρίεισιν ὁμοίως τοῦ τε λειτουργεῖν καὶ πάσης ἀφειμένος διακονίας.
Or
.

14

.

49

καὶ πολλούς γε τοὺς τῶν αὐτῶν ἀξιώ‐ σοντας τυχεῖν εὑρήσεις· οὐ γὰρ ἀπορήσουσιν ὅθεν ἐνοχλήσουσιν. οἷς εἰ μὲν ἅπασι τὴν ἀτέλειαν δώσεις, βλάψεις τὰς πόλεις, εἰ δὲ οὐδενὶ πλὴν τοῦδε, πολλοὺς
5ἀνιάσεις. πάντα δὲ ἄμεμπτα βουλοίμην ἂν εἶναι τὰ σά, καθάπερ τὰ τῶν θεῶν.
Or
.

14

.

50

ἵν’ οὖν μὴ Κορινθίων μὲν οἱ πολλοὶ διὰ τὴν Ἀριστοφάνει δοθεῖσαν ἀτέλειαν διαφύγωσι τὸ λειτουργεῖν, Ἀργεῖοι δὲ διὰ Κορινθίους, Σπαρτιᾶται δὲ διὰ τοὺς Ἀργείων ἀτελεῖς, τῶν δὲ ἄλ‐
5λων ἕκαστοι διὰ τοὺς πλησίον, γενέσθω τι τοιοῦτον Ἀριστοφάνει παρὰ τῆς σῆς διανοίας, ὃ τούτῳ μὲν εὐσχήμονα τὴν ἀνάπαυσιν οἴσει, τοὺς δὲ ἄλλους οὐκ ἐάσει δαπανωμένους ἀγανακτεῖν, ὡς ἂν ἐλαττου‐ μένους.
Or
.

14

.

51

οὐ γὰρ ἑτέρως γε εἰ τιμηθείη τις, τὸ μὴ πᾶσι γενέσθαι τὴν αὐτὴν τιμὴν ἐν ἐγκλήμασι θήσον‐
ται, ἀλλ’ ἐκεῖνο μὲν λογιοῦνται τῇ τοῦ λαβόντος πρὸς τὸ ἔργον ὃ δεήσει πράττειν ἐπιτηδειότητι, μετουσίαν
5δὲ τῆς ἀτελείας οἱ ζητοῦντες ἔσονται καὶ οὐ δόξουσιν ἀναισχυντεῖν. ἵν’ οὖν μηδὲν ἕπηται τῇ δόσει δυσχερές, ἄλλῳ τῳ τὸν ἄνθρωπον εὖ ποίει.
Or
.

14

.

52

Τῶν δὲ ἐξ Αἰγύπτου χρημάτων ὅταν μνημο‐ νεύσῃς καὶ τῶν κεκλοφότων ἕνα νομίζῃς Ἀριστοφάνην, ἐπαινῶ μέν σε τοῦ μίσους, ὅτι μισεῖς τοὺς ὅθεν οὐ δίκαιον λαμβάνοντας, ὅταν γὰρ τοῖς πάλαι τὰ τοιαῦτα
5κεκερδακόσιν ὀργίλως ἔχῃς, οὐδ’ ἐνθυμηθῆναι περὶ τῶν πονηρῶν λημμάτων τὸ νῦν ἐᾷς, πρόσαγε μέντοι ταῖς διαβολαῖς, ὦ βασιλεῦ, τὴν ἀκριβεστάτην βάσανον.
Or
.

14

.

53

ταῦτα γὰρ οἱ νόμοι λέγουσι. δεῖ δὲ οὐδὲν οὔτ’ Αἰγυπτίους δεῦρο καλεῖν οὔτε τοῦτον ἐκεῖσε πέμπειν ὑποσχήσοντα λόγον· πάλαι γὰρ ταῦτα κέκριται καὶ βεβασάνισται, καὶ βουλόμενον εἰδέναι τὰ δημόσια δι‐
5δάξει γράμματα. ἐν τούτοις τοίνυν ἕνδεκα μὲν καὶ διακοσίους στατῆρας ἐγκέκληται λαβεῖν οὐχ ἁρπάσας οὐδὲ βιασάμενος, ἀλλά τινος μισθὸν ὠφελείας, ὡς ὁ συκοφάντης ἔφησεν, ἦν γὰρ δὴ συκοφάντης, λα‐ βεῖν, ἀλλ’ οὐκ ἀπολαβεῖν ἐθέλων.
Or
.

14

.

54

ὡς δ’ ὁ μὲν οὐκ ἐξήλεγχεν, ὁ δ’ οὐδὲ τὴν αἰτίαν ἔφερεν, ὑπῆρχε
δὲ τῷ κατηγόρῳ Παῦλος εἰς πλεονεξίαν, παρῄνουν δὲ καὶ τῶν φίλων οἱ παρόντες ὑπομεῖναι μᾶλλον τὴν ἄδι‐
5κον ζημίαν ἢ τὴν ἐπὶ πλέον κρίσιν, οὕτως ἐποίησε. καὶ δανεισάμενος τῷ ψευσαμένῳ μὲν τὴν ἀναίδειαν ἔγκαρπον κατέστησεν, ἔδωκε γὰρ τὸ χρυσίον, αὐτίκα δὲ ἐν πολλῶν ἐδόκει χερσὶν ἔσεσθαι τοῦ παραδείγματος μυρίους ἐγείροντος.
Or
.

14

.

55

ὡς δὲ οὐδεὶς ἐφαίνετο μέμ‐ ψιν ἐπάγων, παραδόντες αὐτὸν στρατιώταις καὶ κήρυκι κελεύσαντες δι’ Αἰγύπτου πάσης τὸν μὲν ἄγεσθαι, τὸν δὲ κηρύττειν, εἴ τις Ἀριστοφάνει προεῖτο μισθόν,
5ἥκειν ἀποληψόμενον ἔπεμψαν. ὁ δὲ τῇ περιουσίᾳ τῆς ἀληθείας κρείττων ἐγένετο τῆς Αἰγυπτίων φύσεως· πάντες μὲν γὰρ εἶδον ἀγόμενον, πάντες δὲ τοῦ κήρυκος ἤκουσαν, παρῄει δὲ οὐδείς.
Or
.

14

.

56

καίτοι τίς οὐκ ἂν τῶν ἡνίκα ἠναγκάζοντο δοῦναι λελυπημένων ἡδέως ἂν πάλιν ἤνεγκε τὸ χρυσίον οἴκαδε, καὶ ταῦτα Αἰγύπτιος; οὓς οὐκ ὀκνοῦντας ὁρῶμεν ὧν ἔδοσαν
5μνησθῆναι, ἀλλὰ μάλ’ εὐχερῶς εἰσπράττοντας ἃ μὴ δέδοται. ἀλλ’, οἶμαι, τὸ μηδὲ σκιὰν ὑπεῖναι δωροδοκίας μηδ’ ὅθεν ἂν αἰτία γένοιτο πιθανή, σιγᾶν ἠνάγκασε καὶ συκοφάντου τόλμαν.
Or
.

14

.

57

πότερ’ οὖν τἀμφίβολον ἐκεῖνο λῆμμα τὸ μικρὸν σημεῖον δεῖ ποιεῖσθαι μειζόνων ἃ μηδεὶς ἐγκέκληκεν, ἢ τὴν ἐν τοῖς κηρύγμασι τῶν
εἰωθότων συκοφαντεῖν σιωπὴν τοῦ μὴ δικαίως ἐγκε‐
5κλῆσθαι τὰ μικρὰ τεκμήριον; μᾶλλον γὰρ εἰκὸς τὸν οὐ παρ’ ἄλλων εἰληφότα μηδὲ τοῦτο λαβεῖν ἢ τὸν τοῦτο θαυμάσαντα τῶν μειζόνων ἀποσχέσθαι.
Or
.

14

.

58

πᾶς γάρ, ὦ βασιλεῦ, φιλοχρήματος μικρὸν οὐδὲν ἐξ Αἰγύ‐ πτου φέρεται. ῥεῖ γὰρ αὐτόθι μετὰ τοῦ Νείλου καὶ τὰ κέρδη, καὶ τούτων οὐκ ἀφανεῖς αἱ πηγαί. ὁ δὲ
5οὕτως ἦν ἄθλιος καὶ χρημάτων τε ἥττων καὶ τοῦ κερ‐ δαίνειν ἄπειρος, ὥσθ’ ἕνεκα διακοσίων στατήρων αἰσχύνην κινδύνους ἔχουσαν ὑπομένειν ᾑρεῖτο;
Or
.

14

.

59

καὶ μὴν εἰ μὲν ἐπιθυμῶν λαβεῖν εἶτ’ οὐκ ἔχων εἰς τό τῳ συμπράττειν δύναμιν οὐδὲ τὸν δώσοντα εἶχεν, ἀπο‐ λογίαν ἔχει τὴν ἀσθένειαν αὐτήν· εἰ δ’ ὢν κύριος
5πολλαχόθεν μισθαρνεῖν οὐκ ἐχρῆτο τῇ δυνάμει πρὸς πόρον, πῶς ἂν μᾶλλον φανείη κρείττων χρημά‐ των; ἢ τίς ἂν βασιλεὺς τούτῳ πράγματα ἐγχειρίσας αὑτὸν αἰτιάσαιτο;
Or
.

14

.

60

Ἥσθην δέ τινος εἰπόντος ἐν μέρει κατηγορίας, ὡς οὗτός ἐστι διειλεγμένος ἑταίρᾳ τινὶ τῶν ἐπὶ σκηνῆς γυναικῶν. οὐ γὰρ οἶδα, τίνας ἂν πρὸ τούτων ἐζήτησε λόγους, εἰ συνήγορος ἦν.
Or
.

14

.

61

φέρε γάρ· εἰ ἐγὼ ποιῶν Ἀριστοφάνει τούτῳ νῦν ἐγκώμιον μετὰ τὸν ἀπὸ τῶν
ἄλλων ἔπαινον ἐπὶ τὸν τῆς ἐγκρατείας προελθὼν τό‐ πον οὕτω πως διῆλθον, ὅτι οὗτος μέντοι πλείστην
5γῆν ἐπελθὼν καὶ πολλοῖς ὡμιληκὼς ἔθνεσι νέος ὤν, ὅτε μάλιστα ψυχῆς τυραννοῦσιν ἔρωτες, ὑπερόπται νόμων, οὐκ ἐπεβούλευσε γάμοις οὐδὲ διέστησε τοὺς ὑπὸ τῆς Ἥρας ἐζευγμένους οὐδὲ συνετάραξε Διὸς γαμηλίου θεσμὸν οὐδ
10ἐξ ὧν ἄλλους ἠδίκει τὰς ἡδονὰς ἐπλήρωσεν, ἀλλ’ ἐν ταῖς ἀφειμέναις εἰς Ἀφροδίτης ἐξουσίαν τὰς τῆς φύσεως ἐκούφιζεν ἀνάγκας, εἰπέ μοι, τούτοις εἰ τὸν ἄνθρωπον ἐσέμνυνον, ἆρ’ ἂν ἐδόκουν ἀγνοεῖν ἐγκωμίων ὁδοὺς ἢ ψυχῆς ἀρετὴν ἱκανῶς δει‐
15κνύειν;
Or
.

14

.

62

καὶ γὰρ εἰ μὲν φιλοσοφεῖν ἔφασκεν Ἀρι‐ στοφάνης καὶ περὶ τῶν ἐν οὐρανῷ σκοπεῖν καὶ τὰ θεῖα ταῦτα δὴ μετεχειρίζετο, γεωμετρίαν, ἀστρονομίαν, μουσικήν, ἀριθμούς, τὸν Πλάτωνα, τὸν Πυθαγόραν,
5καὶ καταδεδουλῶσθαι τὰς ἡδονὰς ἔλεγε καὶ πολὺ τῶν ἄλλων ἡγεῖτο διαφέρειν, εἰκότως ἂν ἐπετιμᾶτο χείρων τοῦ προσήκοντος δεικνύμενος· εἰ δὲ εἷς ἐστι τῶν ῥητο‐ ρικῶν ἢ εἰ βούλει γε, στρατιωτῶν, τί ἄν τις παρ’ αὐτῷ ζητοίη τὰ τοῦ ἱεροφάντου, δέον ἐπαινεῖν, εἰ ταῖς
10ἐννόμοις ἠρκέσθη μίξεσιν;
Or
.

14

.

63

ἐγὼ μὲν γὰρ οὐδ’ ἱερὰ τῶν κειμένων ἀνοικοδομεῖν ὑπὸ ταῖς τοῦδε φρον‐ τίσι φαίην ἂν πλημμελές. ὁρῶ γὰρ οὐκ ὀλίγων τῶν
νῦν ἐπ’ ἐκείνων τεταγμένων τόνδε σωφρονέστερον καὶ
5οὐδένα τῶν θεῶν ὑβρισμένον ἀπεληλακότα τῆς ἐπι‐ μελείας οὐδένα.
Or
.

14

.

64

ἀλλ’ ἐφ’ ἃ μὲν Ἀριστοφάνει χρῆ‐ σθαι βέλτιον, αὐτός, ὅπερ ἔφην, ἤδη βουλεύσῃ, σκλη‐ ρὰν δὲ αὐτῷ τὴν τύχην ἐπικειμένην καὶ κατενεγκοῦσαν εἰς πᾶν ταπεινότητος διάλλαξον, πρὸς Διός, ὦ βασιλεῦ,
5καὶ ποίησον ἡμερωτέραν, χεῖρα ὄρεξον ἀνδρὶ πεπονη‐ κότι, λόγων ἡμμένῳ, μεμυημένῳ, Πειρήνης τροφίμῳ, Δωριεῖ, Κορινθίῳ, Χαρίτων μνήμονι, φίλων ἐπιμελεῖ, τὴν ἐκ τοῦ τοὺς θεοὺς ἀτιμάζειν οὐ δεξαμένῳ τιμήν.
Or
.

14

.

65

πόσου ποτ’ ἂν ἐπρίατο Γεώργιος ἐκεῖνος αὐτομο‐ λοῦντα τοῦτον ἰδεῖν καὶ στάντα ἐπὶ τοῦ βήματος, ὅθεν ἐκεῖνοι τὰς γραῦς δημαγωγοῦσιν, ἐξειπεῖν καὶ διασῦραι τὰ ἀπόρρητα τῶν δαιμόνων, τὰ τῆς Ἰνοῦς,
5τὰ τοῦ παιδός, τὰ Καβείρων, τὰ Δήμητρος; ποίαν οὐκ ἂν προὔπιεν Αἴγυπτον ἀντὶ ταύτης τῆς κωμῳδίας; παρὰ τίσιν οὐκ ἂν εὐνούχοις τὸν ἄνθρωπον ἀπέφηνεν ἰσχυρόν; ἥπτετ’ ἄν, εὖ ἴσθι, καὶ τῆς Κωνσταντίου
κεφαλῆς, εἰ τὴν ἑαυτοῦ κεφαλὴν πρὸς Γεώργιον ἤρει‐
10δεν.
Or
.

14

.

66

ἀλλ’ οὔτ’ ἀρχῆς οὔτε χρημάτων οὔτ’ ἀσφα‐ λείας οὔτ’ ἐλπίδων ἀπέδοτο τὰ κάλλιστα τῶν Ἑλληνι‐ κῶν, ἀλλὰ κἀν ταῖς κρίσεσιν αὐταῖς ὁπότε δεήσειεν ὅρκου, τοὺς θεοὺς ὤμνυ φυλάττων ἀκριβέστερον ἀν‐
5δρὸς Σπαρτιάτου τάξιν, οὐ πεπεισμένος μέν, ὡς σωθή‐ σεται, νομίζων δὲ καλὸν τὴν εὐσέβειαν ἐντάφιον.
Or
.

14

.

67

εἶθ’ ᾧ τὸ κινδυνεύειν κουφότερον τῆς μεταβολῆς, οὐδὲν ἐκ τῶν νῦν καιρῶν ἔσται τὸ ἆθλον, ἀλλὰ περιό‐ ψει ποιοῦντα τοῦθ’ ὃ ποιεῖν ἔγνωκεν, εἰ μὴ βοηθήσεις; τί δὲ τοῦτο ἔστιν; εἰς πλοῖον ἐμβὰς πλανᾶσθαι διανο‐
5εῖται περὶ τὴν Ἰταλίαν, περὶ τὴν Λιβύην, περὶ τὴν ἔξω θάλατταν. ἐπιστρέψει δὲ αὐτὸν οὐδέν, οὐ παιδίον αἰσθανόμενον ἐπῶν, οὐ γυνὴ σώφρων, οὐ σήματα προγόνων, οὐ θανάτου φόβος, οὐκ εἰ τὴν ψυχὴν ἐν ξένων ἀφήσει χερσίν, οὐκ εἰ τεθνεὼς ἄταφος
10κείσεται. τούτων γὰρ ἁπάντων ἡγεῖται πικρότερον εἶναι τὸ στένειν οἴκοι.
Or
.

14

.

68

Σὸν τοίνυν, ὦ βασιλεῦ, μεταστῆσαι τὴν ψῆφον καὶ ποιῆσαι γλυκίω μὲν αὐτῷ τὴν πατρίδα, ποθεινὴν δὲ τὴν γυναῖκα, πλείστου δὲ ἀξίαν τὴν τοῦ παιδὸς
θέαν, ὃς ζῶντος ἔτι τοῦ πατρὸς πέπονθε τὰ τῶν ὀρφα‐
5νῶν καὶ τὰ μέλλοντα φοβερώτερα. πρόεισι μὲν εἰς ἡλικίαν, δέος δέ, μὴ προσαγάγῃ τις μηχανήν, μήτηρ δὲ οἰκουροῦσα πρὸς τὰς ἔξω πάγας οὐκ ἂν ἀμύνοι, γνῶμαι δὲ παίδων εὐπαράγωγοι, δεῖ δὲ πατρός.
Or
.

14

.

69

ἀπόδος τοίνυν, ὦ βασιλεῦ, τῷ νέῳ τὸν ὀφθαλμὸν τοῦ γεννήτορος καὶ γενοῦ σωφροσύνης αἴτιος. μὴ πλείτω πρὸς τὰ πέρατα τῆς γῆς Ἀριστοφάνης μετὰ δακρύων, ἀλλὰ βαδιζέτω μετ’ εὐφροσύνης πρὸς τὸ τοῦ
5Πέλοπος χωρίον. ἐν μέσῃ Πελοποννήσῳ διηγείσθω τὰς σὰς ἀρετάς, ἔχει γλῶτταν ἀρκοῦσαν τοῖς ἔργοις, λεγέτω πρὸς τοὺς Ἕλληνας, ἐν οἷς ζῇς καθ’ ἡμέραν, ἃ τεθέαται. πορευέσθω μηνυτὴς τῶν πολλῶν καὶ μεγαλοπρεπῶν θυσιῶν, ὧν τὰς μὲν ἡ πόλις ἐδέ‐
10ξατο, τὰς δὲ ἡ Δάφνη, τὰς δὲ τὸ ὄρος, ἀγέλας ἐσφαγ‐ μένας, αἵματος ῥύακας, εὐωδίαν εἰς αὐτὸν ἀνατρέχου‐ σαν αἰθέρα. εὐξάσθων ὅμοια καὶ παρὰ σφίσιν ἰδεῖν ἐν Δελφοῖς, ἐν Πίσῃ, παρ’ Ἀθηναίοις, παρὰ τοῖς τοῦδε πολίταις, πανταχοῦ τῆς Ἑλλάδος, κατ’ ἤπειρον, ἐν
15νήσοις.
Or
.

14

.

70

ταῦτα μὲν καὶ αὐτὸς εὔχομαι καὶ μετα‐ σχεῖν γε τῆς πορείας ἐκείνης. ὡς καλὸν ἐπ’ Ἐλευσῖνος ἰδεῖν μύστην Ἡρακλεῖ παρισούμενον καὶ τοῦτον αὐτὸν Ἀριστοφάνην ὑπὲρ τοὺς ἄλλους πηδῶντα.
Or
.

14

.

71

Τί φής, ὦ βασιλεῦ; πείθομεν ἢ ληροῦμεν; ἤδη
ψηφίζου τοσοῦτον προενθυμηθείς, ὡς οὐ λήσει τοὺς ὄντας ἀνθρώπους οὔθ’ ὁ λόγος οὔθ’ ἡ ψῆφος. ἢν οὖν ἐρραψῳδηκέναι δόξω, τὸ μὲν ἐμὸν οὐ πολλῆς
5φροντίδος, σκόπει δὲ αὐτός, εἰ μηδὲν σοὶ βλάβος τὸ
δοκεῖν οὐκ εὖ φρονεῖν, ὃν περὶ πολλοῦ ποιῇ.
Or
.

15

t

ΠΡΕΣΒΕΥΤΙΚΟΣ ΠΡΟΣ ΙΟΥΛΙΑΝΟΝ.
Or
.

15

.

1

Ἦλθες, Τηλέμαχε, γλυκερὸν φάος. μέχρι τούτου μοι τῷ ἔπει χρηστέον, τὰ δὲ ἐφεξῆς Εὐμαίῳ μὲν ἥρμοττεν εἰπεῖν, ἐμοὶ δὲ οὐκέτι, ἐπεὶ καὶ ὄψε‐ σθαί σε ἐφάμην καὶ νενικηκότα καὶ ταῦτα ἃ πάντες
5ᾄδουσι δεδυνημένον.
Or
.

15

.

2

εὖ γὰρ ἴσθι πᾶσαν μὲν γνώ‐ μην, πᾶσαν δὲ γλῶτταν ἐπὶ σαυτὸν ἀπὸ τῶν πρὶν
ὑμνουμένων μεταστήσας, καὶ οὔτε τὰ πρὸ τῶν Τρωι‐ κῶν οὔτ’ αὐτὸς οὗτος ὁ δεκέτης πόλεμος οὔτε τὸ γε‐
5νόμενον ἐν τῇ θαλάττῃ πρὸς τὸν τοῦ νῦν Πέρσου πρόγονον τοῖς Ἕλλησιν ἔργον οὔτε ἃ Ἀλέξανδρος ἐκλελυμένοις προσπεσὼν ἔπραξε, τούτων οὐδὲν οὐδενὸς ἀνθρώπων κατέχει τὴν ψυχὴν οὐδὲ τὴν φωνήν, ἀλλὰ πάντες πάντων ὡς μικρῶν ἀφέμενοι τῶν παρόντων
10ἔχονται καὶ χαίρουσιν ἀκούοντές τε καὶ λέγοντες ὁ μὲν τόλμαν, ὁ δὲ εἰσβολήν, ὁ δὲ διάπλουν, ὁ δὲ τοὺς ἐν χερσὶ πεσόντας, ὁ δὲ καθέδρας, σοφίσματα, ἀγῶνας.
Or
.

15

.

3

Ὑπὲρ μὲν οὖν τούτων μεγάλη τοῖς θεοῖς ἡ χάρις, οἵ σε ἐπόρευσάν τε πρὸς τὸν βάρβαρον καὶ κρείττω τῶν ἐναντίων ἔδειξαν καὶ πάλιν ἀπέσωσαν, εὔχομαι δὲ τοῖς αὐτοῖς θεοῖς καὶ ἐμοὶ δοῦναι κρατῆσαι τήμερον
5καὶ μὴ καταγέλαστον ἐνθένδε ἀπελθεῖν. κρατήσαιμι δ’ ἄν, εἰ πείσαιμί σε, μᾶλλον δέ, εἰ πείσαιμι, σὸν ἔσται τὸ κράτος τοῦ παύσαντος τὸν θυμόν.
Or
.

15

.

4

καὶ οὕτω δὴ
νίκην νίκῃ συνάψεις τῇ διὰ τῶν ὅπλων τὴν ἀπὸ τῆς ἡμερότητος, ἣν ἔπεμψέ με νῦν αἰτήσοντα πόλις ἀτυχής, εἰ δὲ βούλει, προπετής, πόλις ἐπὶ μὲν τοῖς σοῖς τρο‐
5παίοις ἡδομένη, ταῖς δ’ αὑτῆς αἰτίαις αἰσχυνομένη.
Or
.

15

.

5

πεποίηκε δέ μοι τὴν χειροτονίαν οὔτε τὸ γένει τῶν ἄλλων διαφέρειν οὔτε τὸ χρόνῳ προήκειν οὐδὲ πλῆθος λειτουργιῶν οὐδὲ τὸ μὴ δύνασθαι τοὺς ἄλλους λέγειν· εἰσὶ γάρ, εἰσὶν ἡμῖν ἄνδρες ἐν παιδεύσει καὶ λόγοις
5τεθραμμένοι καὶ περὶ πραγμάτων ἱκανοὶ διαλεχθῆναι.
Or
.

15

.

6

ἀλλ’ ἐπὶ ταύτην με τὴν πρεσβείαν κατέστησε πρῶ‐ τον μὲν τὰ τοῖς διδασκάλοις ὑπὸ τῶν ὡμιληκότων ὀφειλόμενα χρέα· πεπείκασι γὰρ αὑτούς, ὡς ἐμὸς σὺ μαθητής, οὐκ ἐμοῦ ταῦτα ἀλαζονευσαμένου πρὸς τὴν
5πόλιν, ἀλλ’ ἡ τῶν λόγων ὁμοιότης τὴν δόξαν ταύτην εἰσήγαγε καὶ οὐδ’ ἂν οἱ χρησμοὶ μεταβάλοιεν, ὡς οὐ πρὸς ἐμὲ σὺ βλέπων τοιαῦτα δημιουργεῖς.
Or
.

15

.

7

ἓν μὲν τοῦτο τοὺς ἀνθρώπους περιέστησέ μοι καὶ παρέστησεν ἐλπίδας, ὡς αἰδεσθήσῃ τὴν συγγένειαν τῶν λόγων, ἕτερον δὲ ἃ τιμῶν διατετέλεκας θέρος ὅλον καὶ χειμῶνα καλῶν, μεταπεμπόμενος, ἐπιστέλλων,
5λέγοντος ἡδόμενος, ἀχθόμενος σιγῶντος. οὐδὲ τὴν ἀγρυπνίαν ἠγνόησαν ἣν ἐρεῖν ποτέ μου μέλλοντος ἠγρύπνεις διὰ τὰς ἐν ταῖς τοιαύταις ἐπιδείξεσι τύχας.
Or
.

15

.

8

τά γε μὴν περὶ τοῦ σίτου, δι’ ὃν ἔστιν ἡμῖν ἡ πό‐
λις, εἰ γὰρ μὴ τότε ἐκεῖνον ἔδωκας ἐγκαλῶν ὁμοῦ καὶ σώζων, νῦν ἂν κενὴ σωμάτων ἡ πόλις εἱστήκει, ταύ‐ της τοίνυν τηλικαύτης εὐεργεσίας ἐμοὶ τὴν χάριν ἐκέ‐
5λευες ἀπελθόντας ἔχειν, ὃ καὶ ἐποίουν ἥκοντες μακα‐ ρίζοντες ἐμὲ καὶ σφᾶς αὐτούς, τῶν μὲν τιμῶν ἐμέ, τῆς δὲ βοηθείας αὑτούς. οὐ τοίνυν ἔμελλον ταῦτα εἰδότες ἑτέρωθεν μεταπέμψεσθαι τὸν πρεσβευτὴν οὐδ’ ἀμνημονήσειν τοῦ δακρύσαντος παρ’ Ἀχιλλεῖ γέροντος,
10ὃν πρὸ τῶν ἄλλων ἐπιτήδειον ἡγεῖτο διαλλάττειν ἕτε‐ ρος γέρων.
Or
.

15

.

9

οἱ μὲν οὖν εἰκότως ᾑροῦντο ἐμὲ νομί‐ ζοντες οὕτως ἢ τεύξεσθαι τούτων ἐφ’ ἃ πέμπουσιν ἤ, τό γε δεύτερον, οὐ δώσειν αἰτίᾳ χώραν, ὡς οὐ καλῶς εἶδον, ὃν ἑλέσθαι χρῆν. ἐγὼ δὲ εὐθὺς μὲν ἐξ‐
5ωμοσάμην, ὦ βασιλεῦ, καὶ πᾶν ποιήσειν πρότερον ἔφην ἢ τοῦτο, μεμνημένος, ὅτι μ’ ἐκέλευες φεύγειν τὸν ὑπὲρ τῆς πόλεως λόγον ὡς οὔτ’ αὐτὸς ἐνδώσων οὔτ’ ἐμοὶ καλῶς ἔχον ἄπρακτον ἀπελθεῖν.
Or
.

15

.

10

προσκαθημένων δὲ ἀνθρώπων πολιτῶν καὶ συμφοιτητῶν καὶ συγγενῶν καὶ στενόντων καὶ θρηνούντων καὶ διεξιόντων ἄθλους
τῶν ἐμῶν ὑπὲρ τῆς πόλεως προγόνων καὶ δεικνύντων
5τάφους μητρός, πατρὸς καὶ ἔτι τῶν ἀνωτέρω καὶ τῶν πάλαι καὶ τῶν πρῴην οἰχομένων νομίσας, ὦ βασιλεῦ, μετὰ τούτων ἐκείνους παρεστάναι καὶ τὰ μὲν ἱκετεύειν, τὰ δὲ τῇ μελλήσει μέμφεσθαι, τὰ μὲν αἰσχυνθείς, τὰ δὲ δείσας Ἐριννῦς, ἃς ἀγανακτεῖν δεῖ νομίζειν πατρί‐
10δος ἀμελουμένης, ὥσπερ ἀμέλει τοκέων, καὶ πρὸ τού‐ των τὴν σὴν γνώμην φοβηθείς, μή με ἡγήσῃ θηριώδη καὶ δυσσεβῆ καὶ τῶν τιμιωτάτων προδότην, ὑπὸ τού‐ των ἁπάντων ἐπείσθην ἤ, τό γε ἀληθέστερον, ἠναγκά‐ σθην ὑπακοῦσαι κλάουσιν.
Or
.

15

.

11

ἀλλὰ τί με ποιεῖν ἐχρῆν; ἀπελαύνειν δεομένους; μὴ δοκεῖν ἀκούειν λεγόντων; μὴ δοκεῖν ὁρᾶν παρόντας; περιχυθέντων ἀποπηδᾶν; εἰς ἀγρὸν ἐλαύνειν; ἐρήμους ἐᾶν ἄνωθέν τε ταῦτα
5ἐφορῶντος ἡλίου καὶ γῆς διαστῆναι δυναμένης;
Or
.

15

.

12

καὶ τίς ἂν ἦν εὐπρόσωπος λόγος τοσαύτῃ κακίᾳ; ὅτι τρα‐ χὺς ὁ βασιλεὺς καὶ δυσχερὴς τὸν τρόπον καὶ δίκας εἰδὼς λαμβάνειν παρρησίας; ἀλλ’ ᾔδεσάν μου τὴν
5ὑπὲρ αὐτῶν τούτων πρὸς σὲ παρρησίαν ἀπὸ δεί‐ λης πρωίας μέχρι μέσων πολλάκις προελθοῦσαν νυ‐ κτῶν, ἐφ’ ᾗ τῶν μὲν φίλων τινὲς δείσαντες ὡς ἂν ἐκβαινούσῃ τὸ μέτρον ἐπεῖχον, σὺ δὲ ἐκείνους ἐπεῖχες μὴ ταῦτα ποιεῖν νομίζων εἶναι βασιλικὸν καὶ τῆς σῆς
10αὐλῆς ἄξιον οὐ τὸ σιγώντων κρατεῖν, ἀλλὰ τὸ φερόν‐ των εἰς μέσον ἃ φρονοῦσι περιεῖναι.
Or
.

15

.

13

τοσαύτης τοίνυν ἀδείας ἀνεῳγμένης τῇ παρρησίᾳ τῷ σιγᾶν οὐδα‐ μόθεν ἀπολογία. ἄνδρα δὲ ᾧ χαίρεις καὶ ὃν ἐν τοῖς ἑταίροις ἠρίθμηκας, ἐξελεγχθῆναι πονηρὸν καὶ μιαρὸν
5καὶ ὠμὸν καὶ βάρβαρον οὐδ’ ἂν σοὶ καλῶς εἶχεν, ὦ βασιλεῦ.
Or
.

15

.

14

Διὰ ταῦτα ἥκω πρεσβεύων καί σου δέομαι μὴ μεταξὺ λέγοντος ἀπαντᾶν μηδὲ τὴν ἄμαχον ἐκείνην τῶν λόγων ῥώμην ἀντεξάγειν τοῖς ἐμοῖς. δεῖ γάρ σε τήμερον χρηστὸν φανῆναι μᾶλλον ἢ ῥητορικόν· ἃ δὲ
5δέομαί τε καὶ ὧν ἀξιοῦμεν τυχεῖν, μίμησαι σαυτόν, ὦ βασιλεῦ, καὶ ποίησον τῇ προτέρᾳ καθέδρᾳ τὴν δευτέ‐ ραν παραπλησίαν.
Or
.

15

.

15

ἔστης παρ’ ἡμῖν ἀπὸ τῆς ἑσπέ‐ ρας ἐλαύνων· στῆθι καὶ νῦν ἀπὸ τῶν νενικημένων ἀναστρέφων. παλαιὸν βασιλέων χειμάδιον ἡ πόλις. μεινάτω τοίνυν ὁ περὶ τὸν χειμῶνα νόμος.
Or
.

15

.

16

κάλλη μὲν ἡμῖν οὐκ ἔστιν οἰκοδομημάτων, οὐ γὰρ εἴασεν ἡ πάλαι Περσῶν ὕβρις πῦρ ἐπιφέρουσα τοῖς ἀνθι‐ σταμένοις, ἔστι δὲ πολὺ τὸ οἰκούμενον ἀποχρῶν καὶ
5πολίταις καὶ μετοίκοις καὶ ξένοις καὶ βασιλεῖ καὶ στρατοπέδῳ, τέχναι δὲ παντοῖαι καὶ πλῆθος ἐμπόρων καὶ πηγαὶ καὶ ποταμὸς καὶ χειμὼν πρᾷος καὶ θέρος ἄλυπον καὶ γῆ πάντα πολλὰ φέρουσα τῶν παρὰ τοῦ Διός, εἰ τύχοι.
Or
.

15

.

17

εἰς ἅ μοι δοκεῖτε βλέψαντες ὑμεῖς οἱ βασιλεῖς ἐν τοῖς πρὸς τοὺς βαρβάρους πολέμοις τῇδε χειμάζειν, ὡς ἀρκούσης τῆς πόλεως ἀνασχέσθαι τὸν ὄγκον τοῦ πράγματος, τὰς δ’ ἄλλας καὶ διατρέχον‐
5τες θορυβεῖτε μὴ δυναμένας ἐνεγκεῖν τὸ φορτίον. ἡ μὲν γὰρ ἔοικεν ὁλκάδι μυριοφόρῳ μεγάλῃ καὶ ἰσχυρᾷ, τὰς δ’ εἰκάσαις ἂν ἀκατίοις, οἷς πλέον ἄχθος εἰ φιλο‐ νεικήσαις ἐνθεῖναι, κατέδυσας.
Or
.

15

.

18

νῦν οὖν ἥκομεν ὡς χάριν αἰτοῦντες τὴν λειτουργίαν ζημίαν ἡγούμενοι τὴν περὶ ταῦτα ἀνάπαυσιν. ἐκ γὰρ τοῦ πάλαι μελέτην εἰληφέναι τοῦ πράγματος ποθοῦμεν βασιλέως καθέ‐
5δραν, ὥσπερ αἱ τίτθαι τὸν περὶ τὰ παιδία πόνον τοῦ χρόνου προϊόντος ἐν ἡδονῇ τίθενται κἂν ἡ τιτθεία λάβῃ τέλος, δακρύουσιν.
Or
.

15

.

19

εἰ μὲν οὖν ἐξ οὐρίων ἡμῖν τὸ κλέος ἔτρεχεν, οὔτ’ ἂν ἕτερον εὐτρέπιστό σοι χωρίον οὔτ’ ἂν λόγων ἔδει τοῖς ἀφιγμένοις, ἀλλ’ ἃ τῶν συνηδομένων ἐστὶ φθεγξάμενοι καὶ τῇ τοῦ
5δήμου φωνῇ τὰ εἰωθότα χρησάμενοι σὺν χορείᾳ καὶ
κρότῳ καὶ σκιρτήμασιν ἤγομεν ἄν σε πρὸς τὸ ἄστυ· ἐπειδὴ δὲ πέπτωκεν εἰς χείρω δόξαν τὰ ἡμέτερα καὶ δοκοῦμεν οὐ προθύμως ὑπουργηκέναι καὶ τὰ μὲν ἐρρᾳ‐ θυμηκέναι, τὰ δ’ ἐξεπίτηδες ἠναντιῶσθαι καί, τὸ πάν‐
10των δεινότατον, ὠρχῆσθαι κακῶς καὶ πανήγυρίν τινα πεποιῆσθαι πρόφασιν πονηροῦ δρόμου, λείπεται λόγῳ βοηθεῖν τοῖς εἰς τοιαύτας αἰτίας ἥκουσιν.
Or
.

15

.

20

Ἐρῶ δ’ οὐχ ἃ λεγόντων ἀκήκοα προστιθέντων ὀδυρμοὺς τοῖς λόγοις. τίνα δὴ ταῦτα ἃ παραλείπω; τίς ἡμῖν ἀδίκημά τι σύνοιδε; παριὼν δεικνύτω καὶ τὸ διαβάλλειν ἀφεὶς ἐξελεγχέτω. τί μὲν
5ὠλιγωρήθη; τί δὲ ἐπεβουλεύθη; τί μὲν μαλακίᾳ προείθη; τί δὲ πονηρίᾳ διεφθάρη;
Or
.

15

.

21

βασι‐ λεὺς μὲν εὖ ποιῶν ἐκόλασε τῶν ὠνίων τὰς τι‐ μάς, ἡ γῆ δὲ περὶ τὰς γονὰς ὑπὸ τῶν αὐχμῶν ἠδικημένη μετὰ ἀφθονίας οὐκ ἔσχε βεβαιῶσαι
5τὸν νόμον, αἱ δὲ τῶν κερδῶν ὑπερβολαὶ κεκω‐ λυμέναι τὰς ἐμπορίας κατέλυσαν. ἡμεῖς δὲ τῶν λειτουργούντων ἐσμέν, οὐχὶ τῶν καπηλευόν‐ των. οὐ ταύτην ἐγὼ κομίζω τὴν ἀπολογίαν. ὅτου γὰρ ἂν καταγνῷς, ὦ βασιλεῦ, καὶ παρ’ ἐμοὶ τοῦτον
10ἡλωκέναι δεῖ, κἂν εἴπῃς· ὁ δεῖνα ἠδίκηκε, ταῦτα
καὶ αὐτὸς ψηφίζομαι.
Or
.

15

.

22

Πόθεν οὖν ἐξαιροῦμαι τῆς ὀργῆς καὶ τοῦ κινδύνου τὴν πόλιν, ἣν οὐκ ἂν καλέσαιμι δικαίαν; ἔστι τι παλαιὸν νόμιμον ὑπὸ θεῶν μὲν καταπεμφθέν, ὑφ’ Ἑλλήνων δὲ τιμηθέν, πολλοὺς δ’ ἐν δικαστηρίοις
5σεσωκός, ὃ μυριάκις αὐτὸς πεποίηκας κύριον. ἔφθης εἰπὼν τὴν συγγνώμην καὶ ῥῆμα μέλλον ἐγνώρισας, οὗ τὸ ἔργον οὐκ ὀλιγάκις ἔπραξας.
Or
.

15

.

23

ἡμάρτομεν, ὁμολογοῦμεν, καὶ γεγόναμεν τῆς σῆς βουλήσεως βρα‐ δύτεροι. οἱ μὲν ἡμῶν ἀμβλύτερον τοὺς σιτοποιοὺς ἐφύλαξαν, οἱ δὲ ὅλως ἐκαθεύδησαν, οἱ δὲ ἐπεθύμησαν
5ἀργυρίου πλείονος. ἔστω γάρ· τί οὖν; αἴτιον δεῖ διὰ τοῦτο γενέσθαι τὴν πόλιν; καὶ τὸ τῆς συγγνώμης μέρος οὐδὲν ὀνήσει τοὺς ὃ τῆς ἀνθρωπείας ἐστὶ φύσεως πεπονθότας, ἐξενεχθέντας τοῦ δέοντος; καὶ ποῦ τὸ θεοὺς ἀνθρώπων εἶναι κρείττονας, εἰ τὸ μηδὲν ἁμαρτάνειν καὶ παρὰ τού‐
10τοις ἀξιώσομεν εἶναι; τίς δὲ πόλις ἢ ποῖον ἔθνος ἢ τίς ἀνὴρ ἕξει σωθῆναι διὰ πάντων τοιαύτης ἀκριβείας τετα‐ μένης;
Or
.

15

.

24

εἰ μὲν ἐξῃρῆσθαι δεῖ τοῦ βίου τὴν συγγνώμην καὶ πάντα ἐξετάζεσθαι πικρῶς καὶ τὸν ἐφ’ ὁτῳοῦν ἁλόντα κολάζεσθαι, μενέτω τὸ μῖσος, καὶ κάλει τὴν πόλιν ἐχθράν· εἰ δὲ νῦν, εἴπερ ποτέ, προσήκει ταύτην ἀνθεῖν τὴν κατα‐
5φυγήν, διὰ τί μόνοι τῶν τοῦ καιροῦ καλῶν ἐξειργόμεθα;
Or
.

15

.

25

Ἐνθυμοῦμαι δέ, ὅσα σε ποιεῖ φιλάνθρωπον·
πρῶτον μὲν Ἕλλην τις εἶ καὶ κρατεῖς Ἑλλήνων· οὕτω γὰρ ἥδιόν μοι καλεῖν τὸ τοῖς βαρβάροις ἀντίπαλον, καὶ οὐδέν μοι μέμψεται τὸ γένος Αἰνείου.
Or
.

15

.

26

φρο‐ νεῖ δ’ ὁ μὲν βάρβαρος μέγα λυττῶν καὶ ἀγριαίνων καὶ τὰ τῶν θηρίων μιμούμενος καὶ σφάττων ἐν δείπνῳ τὸν ὁμόφυλον καὶ πίνων ἐπὶ τοῦ νεκροῦ, κἂν ἱκετεύῃ
5τις, ὁ μὲν [τις] οὐδὲν ἤνυσεν, ὁ δὲ καὶ προσπαρώξυνεν. ἀλλ’ ἡμῖν ἡ μεγίστη σπουδὴ τῶν θηρίων ὅτι πλεῖστον διεστάναι καὶ θυμὸς ἐξελύθη δάκρυσι καὶ τὸ τῆς ὀρ‐ γῆς ζέον ἐσβέσθη κλαυθμῷ καὶ τὴν ὧν ἔπαθε μνήμην ἐξέβαλέ τις ἰδὼν αἰσχυνόμενον τὸν ἠδικηκότα.
Or
.

15

.

27

οὕτω δὲ ἡμῖν ἡρμοσμένου τοῦ γένους ἴσῳ μέτρῳ δεῖ τῶν μὲν βαρβάρων ἡμᾶς ἡμερωτέρους εἶναι, τῶν δ’ ἄλλων ἡμῶν τὴν σὴν ψυχήν. διὰ τί; ὅτι σε οὐ κυνηγέται
5πρόσηβον ὄντα παραλαβόντες θηρία βάλλειν ἐδίδαξαν τὸ πολὺ τοῦ χρόνου περὶ νάπας καὶ ὄρη καὶ κρημνοὺς ἐν λεόντων καὶ κάπρων διατρίβοντα μάχαις, ἀλλ’ ἀνὴρ Λακεδαιμόνιος, ἱερεὺς δικαιοσύνης, ἡγεμὼν παιδείας, εἰδώς, εἴπερ τις, τῆς Ὁμήρου γνώμης τὰ ἀπόρρητα
10καὶ σύμπαντός γε τοῦ περὶ τὸν Ὅμηρον χοροῦ, ὃν ἐδέξω μὲν νέος ὤν, ὡς εἰκὸς τὸν τηλικοῦτον, ἐπίστασαι δὲ νῦν, ὡς εἰκὸς τὸν φιλοσοφοῦντα.
Or
.

15

.

28

καὶ μὴν καὶ ῥήτορας ἅπαντας καὶ συγγραφέας, πολλῶν πραγμάτων
διδασκάλους, ὧν ὁ πόνος οὐδὲν τῶν ἀρχαίων ἀφῆκεν ἀγνοηθῆναι, προσπεριείληφας τοῖς ἀπὸ τῶν μέτρων
5χρησίμοις. ὅ γε μὴν κολοφών, τὰ θεῶν θρέμματα, Σωκράτης, Πυθαγόρας, Πλάτων καὶ ὅσοι ῥύακες ἀπ’ ἐκείνων ἐρρύησαν, τούτων οὐδεὶς ἔξω τῆς σῆς διανοίας, ἣν εἰσελθόντες ἐξειργάσαντο καλὴν καὶ γενναίαν, ὥσπερ οἱ παιδοτρίβαι τὰ σώματα. παρὰ τούτων ἀπαιτῇ
10τήμερον τὴν πρὸς ἡμᾶς ἡμερότητα, καθάπερ γῆ παρὰ τῶν γεωργῶν τοὺς καρπούς.
Or
.

15

.

29

Εἰσὶ δὲ καὶ τούτων τινὲς αἰδεσιμώτεροι πρά‐ κτορες. τίνες οὗτοι; οἱ τὸν Ὄλυμπον οἰκοῦντες, μᾶλλον δὲ σοὶ συνοικοῦντες θεοὶ καὶ δαίμονες, ὧν τὸν φίλον εἰς φιλανθρωπίαν ἀνάγκη καθέλκεσθαι. καὶ γὰρ οὐχ
5ὅσον δέξασθαι θυσίαν καὶ δι’ ὀρνίθων πετομένων ἢ ἀρνῶν σφαττομένων μηνύσαι τι τῶν κρυπτομένων οὐδὲ μέχρι μαντικῆς ἡ μετ’ ἐκείνων σοι συνήθεια, καί‐ τοι καὶ τοῦτο λαμπρόν, ἀλλ’ ὅσαπερ ἡμῖν παρ’ ἀλλή‐ λων, τοσαῦτα σοὶ πρὸς ἐκείνους.
Or
.

15

.

30

οἳ καὶ καθεύ‐ δοντά σε ἀνήγειραν χειρὶ κινήσαντες καὶ λόχους ἔφρασαν καὶ στρατείας καιρὸν καὶ παρατάξεως τόπον καὶ ποῖ δεῖ προελθεῖν καὶ πόθεν ἀπελθεῖν. καὶ μόνος
5σὺ τὰς ἐκείνων ἑώρακας μορφὰς εὐδαίμων εὐδαιμόνων θεωρός, καὶ μόνῳ σοὶ φωνῆς θεῶν ὑπῆρξεν ἀκοῦσαι καὶ διανισταμένῳ πρὸς ἕκαστον τὸ Σοφοκλέους λέγειν, νῦν μέν, ὦ φθέγμ’ Ἀθάνας, νῦν δέ, ὦ φθέγμα Διός, νῦν δὲ Ἀπόλλωνος, Ἡρακλέους, Πανός, πάντων
10θεῶν καὶ πασῶν.
Or
.

15

.

31

τοιαύτης οὖν ἑταιρίας καὶ συν‐ ουσίας ἠξιωμένος καὶ τοιούτους ἔνδον ἔχων, οἷς συμ‐ βουλεύῃ περὶ τῶν πραγμάτων, οὐκ ἄδηλον ὡς ὁμοι‐ ότητι τρόπων ἐπεσπάσω τοὺς αὐτοὺς καὶ προστάτας
5καὶ φίλους. ἀπὸ τοίνυν τούτων ἦν ἡ κατέχουσα τὸν Ἀχιλλέα θυμούμενον, ὅτε λανθάνουσα τοὺς ἄλλους ἑωρᾶτο μόνῳ δι’ ὃν ἀφῖκτο.
Or
.

15

.

32

καὶ μὴν ὁ Ζεὺς οὐ καταιβάτης μόνον, ἀλλὰ καὶ ἱκέσιος καὶ μειλίχιος. ποι‐ ήσας τοίνυν τὸ τοῦ καταιβάτου πρὸς τοὺς βαρβάρους, ὅπερ ἦν δίκαιον, μειλίχιος ἡμῖν γενοῦ, καὶ δέξαι
5τὰς ἱκετείας, ἐπεὶ καὶ παρὰ τοῖς βαρβάροις ἑκατέραν ἐμιμήσω τοῦ θεοῦ τὴν δύναμιν ἐμπίπτων μέν, ὥσπερ τις κεραυνός, τοῖς ἀντιβλέπουσιν, οὐκ ἐπάγων δὲ τὸν σίδηρον τοῖς ἱκετεύουσιν· οἳ τοσοῦτον ἑτέρως τὰ νῦν πράττουσιν, ὅσον γῆν ἀντὶ γῆς μετειλήφασιν. ὡς τἄλλα
10τε καὶ φόβος καὶ ὕβρις ἄπεστι καὶ τρέφονται καὶ θε‐
ραπεύονται τῶν φρουρίων ἐγγύς, ἃ κατεσκάφασι.
Or
.

15

.

33

πρὸς θεῶν, ὅταν Ἀχιλλεὺς ἀκούων περὶ τῆς φύσεως τῶν Λιτῶν καὶ ὡς στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτο, μένῃ φυλάττων τὴν ὀργήν, οὐκ ἀγανακτεῖς πρὸς αὐτόν, καὶ ταῦτα ἐρῶν τοῦ στρατιώτου, εἰ τοῖς θεοῖς κατὰ
5γένος προσήκων οὐ μιμεῖται τούτους ἐξ ὧν ἐγένετο, ἀλλ’ αὐτὸς μὲν ἔργον Ἀπόλλωνος τὸν λοιμὸν εἰδὼς ἐπὶ θυσίας προτρέπει τὸν Ἀγαμέμνονα πιστεύων ἀρκέσειν τὰ τοιαῦτα πρὸς μεταβολήν, αὑτὸν δ’ οὐκ ἀξιοῖ τοσού‐ τοις καὶ τηλικούτοις δώροις ἀφεῖναι τὴν ὀργήν, καὶ
10ταῦτα ἐγγύθεν ἔχων τὸ παράδειγμα τοῦτον τὸν ἄρτι μὲν ἀναλίσκοντα τῇ νόσῳ τὸν στρατόν, μικρὸν δ’ ὕστε‐ ρον διηλλαγμένον τῶν θεωρῶν ἡκόντων καὶ τεθυκότων;
Or
.

15

.

34

ὃ δ’ αὖ τότε ἐποίησεν ὁ θεὸς περὶ Ἴλιον, αὐτός τε καὶ οἱ λοιποὶ καθ’ ἡμέραν ἔτι καὶ νῦν πράτ‐ τουσι τῶν ἁμαρτανόντων μέν, εἰς εὐχὰς δὲ καταφευ‐ γόντων φειδόμενοι. εἰ δὲ ἐφ’ ἑκάστῳ τῶν εὐήθως
5ὑπὸ τῶν ἀνθρώπων πραττομένων βέβαιον εἶχον τὴν ὀργὴν καὶ μηδὲν ἦν ἱκανὸν πρὸς διαλλαγήν, ἠρήμωντ’
ἂν αἱ πόλεις ὀλίγων κομιδῆ διαφευγόντων τὰ παρ’ ἐκείνων βέλη. ἀλλ’ οἶμαι καὶ πλημμελοῦμεν καὶ ἱκε‐ τεύομεν καὶ σωζόμεθα. καὶ ὁ θεοείκελος ἀκριβῶς
10τοῦτο ἔστιν οὐχ ὁ τοῖς θεοῖς τὴν μορφὴν ἐοικώς, οὐ γὰρ οἷόν τε, ἀλλ’ ὅστις ἑτοίμως ἔχων εὖ ποιεῖν οὐκ ἐπιθυμεῖ πανταχοῦ τιμωριῶν.
Or
.

15

.

35

διὰ τοῦτο τη‐ ροῦντος μὲν τὴν μῆνιν Ἀχιλλέως ἀχθόμεθα καὶ μετὰ τῶν πρέσβεων τῶν οὐχὶ πεπεικότων ἀδικεῖσθαι νομί‐ ζομεν, χαίρομεν δὲ τὸν Πρίαμον ὁρῶντες ἔνδον ὄντα
5παρ’ αὐτῷ καὶ συνδειπνοῦντα καὶ οὐδενὸς ὧν ἐσπού‐ δαζεν ἀτυχοῦντα. καὶ τοῦτον νομίζομεν ὡς ἀληθῶς ἐκ Θέτιδος καὶ τῆς οἰκίας Αἰακοῦ, τὸν δὲ ἡδέως ἐκεῖ‐ νον χαλεπαίνοντα καὶ ὁ σφόδρα αὐτὸν ἀγαπῶν Πά‐ τροκλος οἶσθα ὧν ἔφησεν εἶναι παῖδα.
Or
.

15

.

36

καὶ μὲν τοὺς θυέεσσι καὶ εὐχωλῇς ἀγανῇσι φησὶν Ὅμη‐ ρος, σοὶ δ’ ἔσται μὲν ὅτε θύσουσιν ἄνθρωποι καὶ βωμοὺς ἱδρύσονται καὶ προσεύξονται, καθάπερ Ἡρα‐
5κλεῖ, τὸν γὰρ ἔργων τῶν ἐκείνου ζηλωτὴν εἰκός τοι καὶ τιμῶν τῶν ἐκείνου τεύξεσθαι, νῦν δέ σοι παρ’ ἡμῶν ἀνθ’ ἱερείων καὶ καπνοῦ καὶ κνίσσης σχῆμα
ταπεινὸν καὶ ἀντιβόλησις καὶ δάκρυα. νεῦσον δή, πρὸς τῆς Ἀθηνᾶς, ἧς τὴν πόλιν ὥσπερ Ῥώμην ἑκα‐
10τέραν ἐπιθυμεῖς ἰδεῖν, μετὰ τῆς σαυτοῦ πατρίδος καὶ τῆς τὰ πολλὰ ταῦτα κτησαμένης πόλεως τὰς Ἀθήνας θαυμάζων.
Or
.

15

.

37

ἐνθυμοῦ τοίνυν, ὅτι τούτων τῶν Ἀθη‐ ναίων καλὰ μὲν κἀκεῖνα, ναυμαχίαι μετὰ χρησμῶν κατορθούμεναι καὶ πείθουσαι τοὺς βαρβάρους ἀγαπᾶν τοὺς ἀρχαίους ὅρους, μᾶλλον δὲ συστέλλειν εἰς ἔλατ‐
5τον ἀναγκάζουσαι τοὺς ὅρους, κάλλιστον δὲ ἁπάντων ἡ πρὸς τοὺς ἀτυχοῦντας φιλανθρωπία, δι’ ἣν πρὸς οὓς ἄρτι παρετάττοντο, ὑπὲρ τούτων πρὸς ἑτέρους ἠγωνίζοντο.
Or
.

15

.

38

ἔπασχον ὑπὸ Θηβαίων κακῶς· εἶτ’ ἔτρεχον εἰς Ἁλίαρτον ἐλευθερώσοντες Θηβαίους. οὐδὲν μετριωτέρων ἐπειρῶντο Κορινθίων καὶ Κορινθίοις ἠδι‐ κημένοις ἐβοήθουν. ἔσωζον καὶ τὴν Σπάρτην μετὰ
5Κριτίαν καὶ Δρακοντίδην καὶ τὸ καθῃρημένον τεῖχος καὶ τὰς ἀφειλκυσμένας τριήρεις καὶ τὸ πολὺ κώνειον καὶ τὰς φυγὰς καὶ τὸν λιμὸν ἐκεῖνον καὶ τὸν φόνον. δι’ Ἐλευσῖνος τῆς τετμημένης ἦλθον εἰς Πελοπόννησον οὐκ ἐπιτρέψοντες ἀπολέσθαι τὴν Λακεδαίμονα.
Or
.

15

.

39

τῶν γὰρ οἴκοι τὸν ἔλεον ἡγουμένων θεόν, οὗ τὸν βωμὸν ἑώρακας Ἀθήνησιν, ὦ βασιλεῦ, μεμνῆσθαι τῶν τοῖς
καλοῦσι καὶ δεομένοις ἡμαρτημένων οὐκ ἦν, ἀλλ’ ἢ
5τὸν βωμὸν ἀνατρέπειν ἐχρῆν ἢ διηλλάχθαι. μίμησαι δὴ πόλιν, ἣν τὸ οἰκτείρειν τοὺς εἰς αὐτὴν ἀδικήσαντας ἐποίησεν ἔνδοξον· μᾶλλον δὲ ἀκολούθησον σαυτοῦ φιλανθρωπίαις, τούτου γὰρ οὐδὲν 〈ἂν〉 εἶχον μεῖζον εἰπεῖν.
Or
.

15

.

40

εἰ μὲν γὰρ μήπω μανίαν ὑπηκόων πρᾴως ἐτύγχανες ἐνεγκών, εἶπον ἄν σοι Ξέρξην ἀφέντα μὲν τοὺς κατασκόπους, ἀφέντα δὲ τοὺς ἀντὶ τῶν κηρύκων, ἰδόντα δὲ Θεμιστοκλέα τὸν ἔχθιστον ὡς φίλον καὶ τῷ
5μὴ λαβεῖν δίκην προσθέντα τὸ καὶ δοῦναι δωρεάς, Λάμψακον, Μυοῦντα, Μαγνησίαν, μετὰ τὰς περιβοήτους ἐκείνας ναυμαχίας τὰς μὲν ἥττους, τὴν δὲ ᾗ προσό‐ μοιον οὐδέν, δι’ ἣν ἡ Σαλαμὶς ὑπὸ τοῦ Πυθίου θεία προσείρητο. καὶ ταῦτα ἦν μεγαλοψυχίας, ἐμοὶ δοκεῖν,
10οὐκ ἐλπίδων μισθός, ἃς ὑπετίθετο δουλώσειν αὐτῷ
τοὺς Ἕλληνας. τὸν γὰρ τῆς οἰκείας προδότην οὐκ ἂν ἡγεῖτο περὶ τὸν βάρβαρον ἔσεσθαι χρηστόν.
Or
.

15

.

41

εἶπον ἄν σοι μετὰ Ξέρξου καὶ τὸν Μολοττὸν Ἄδμητον, ὃς ἥδιστ’ ἂν τὸν αὐτὸν τοῦτον ἄνθρωπον λαβὼν ὥστε ἀποκτεῖναι, λαβὼν καὶ ἔχων οὔτε τοῖς ἐξαιτοῦσιν ἔδωκε
5καὶ ὅπως ἔλθοι παρ’ οὓς ἐβούλετο, ἔπραξε.
Or
.

15

.

42

διεξ‐ ῆλθον ἂν καὶ περὶ Φιλίππου τοῦ Ἀμύντου καὶ περὶ Ἀλεξάνδρου τοῦ Φιλίππου, ὧν ὁ μὲν Ἀθηναίων τοὺς Ἀργαῖον κατάγοντας κεκρατηκὼς ὥσπερ εὐεργέτας ἀπέ‐
5πεμψεν οὐδὲν ἀξιώσας κατασχεῖν λάφυρον τῶν ἐκ τῆς νίκης αὐτῷ γεγενημένων, Ἀλέξανδρος δὲ πολλὰ παρὰ τῶν Ἀθήνησι ῥητόρων ἠδικημένος τά τε πράγματα ταραττόντων καὶ τοὺς δήμους κινούντων καὶ μαργίτην αὐτὸν ἀποκαλούντων καὶ ὑβριζόντων καὶ καταφρο‐
10νούντων τῷ μὲν εἶναι πάντων κύριος ἀπέσφαξεν ἄν, εἴπερ ἤθελε, δεξάμενος δὲ πρεσβείαν εἴασε καὶ τηλι‐ καύτην χάριν ἔδωκε Δημάδῃ τῷ Δημέου.
Or
.

15

.

43

Τούτων ἂν καὶ πολλῶν ἑτέρων ἐμνήσθην, εἰ μὴ τούτων ἐπεποιήκεις λαμπρότερα. νῦν δέ με τοῦ τὰ παλαιὰ παραδείγματα συλλέγειν ἀπήλλαξας ἤδη τού‐ των ὑπαρξάμενος, ἐφ’ ἃ νῦν ἥκομεν. ἦ γὰρ οὐχ οὗτος
5ἐκεῖνος ὁ τοὺς θήξαντας ἐπ’ αὐτὸν τὰ ξίφη καὶ βεβου‐ λευμένους, ποῦ καὶ πότε δεῖ τὴν κοινὴν εὐτυχίαν ἐκ‐ τεμεῖν, ἐλέγξας μὲν καὶ μεμψάμενος, τῶν ψυχῶν δὲ οὐκ ἀποστερήσας, ἐφ’ ᾧ καὶ μᾶλλον τὴν οἰκουμένην ἢ τοῖς τροπαίοις ἐξέπληξε; νόμος ἦν τῇ τότε φιλαν‐
10θρωπίᾳ φέρειν τῶν ἀρχομένων τὰς πλημμελείας. τήρει δή μοι τὸν νόμον ἀκίνητον καὶ τοῖς ἐνεγκοῦσιν ἔπαι‐ νον ἕτερα προστίθει.
Or
.

15

.

44

καὶ γὰρ οὐδὲ τὰ πάντα πονηρᾷ σπείσῃ πόλει οὐδὲ ἐξ ἀπονοίας καὶ θρασύτη‐ τος καὶ ὕβρεως καὶ τῶν χειρίστων γιγνωσκομένῃ, ἀλλ’ εἰ δίδως εἰπεῖν, τοῦτο πρῶτον ἐγκεκλημένῃ. διὸ καὶ
5συνειπεῖν ἐπείσθην νομίζων ἔσεσθαι τὰ πρόσθεν τῶν τελευταίων παραίτησιν, ἐπεὶ καὶ τῶν ἀνθρώπων τὸν μὲν παμπόνηρον καὶ λυσιτελεστέραν ἡγούμενον τῆς ἐπιεικείας τὴν κακίαν μισεῖν δεῖ καὶ ἀπολλύναι παν‐ τὸς εἵνεκα βίου, τῷ δὲ ὅλως μὲν μετρίῳ, δεξαμένῳ δὲ
10αἰτίαν πᾶς ἂν εἰκότως καὶ συνάχθοιτο καὶ βοηθοίη.
Or
.

15

.

45

Ἡ πόλις αὕτη, ἵνα τὰ παλαιότερα παρῶ, πυν‐ θανομένη σου τὰς περὶ Ῥῆνον μάχας καὶ νίκας καὶ λόγων ἀπεργασίας καὶ τὴν ἄλλην ἀρετὴν δημοσίᾳ μὲν οὐκ ηὔξατο τοῖς θεοῖς σὴν γενέσθαι τὴν γῆν, οὐ γὰρ
5ἐξῆν, καθ’ αὑτὸν δὲ ἕκαστος ἢ κατὰ συμμορίας τῶν ταῦτα βουλομένων αἰτοῦντες οὐ διέλιπον τὸν Δία τὰ μὲν φθείροντα τὴν ἀρχὴν παῦσαι, δοῦναι δὲ τῷ σώσοντι τὸ κράτος.
Or
.

15

.

46

φοιτῶντος δὲ ἐκ Κιλικίας νῦν μὲν τούτου, νῦν δὲ ἐκείνου τοῦ λόγου πρὸς μὲν τὸν μεμνημένον ὑγείας ὠχρίων, ὁ δ’ ἕτερος ἦν ἑορτὴ νευόντων ἀλλήλοις ἀφανῶς τὰ τῆς ἡδονῆς νεύματα.
Or
.

15

.

47

οὐχ οὕτω πλέοντες ἄνθρωποι κακῶς ἐπεθύμησαν ἅψασθαι γῆς, ὡς οἵδε τῶν σῶν ἀπολαῦσαι φαρμάκων, οὐχ οὕτω γέρων πατὴρ υἱῶν ἰδεῖν γενεὰν ὅλην ἔκδη‐ μον γεγενημένην, ὡς ἡ δύστροπος αὕτη πόλις τὴν σὴν
5ἰδεῖν κεφαλήν, οὐχ οὕτως οἱ δουλεύοντες καὶ παρὰ σφᾶς ἐλθεῖν τὴν Ἡρακλέους συμμαχίαν, ὡς ἡμεῖς ἐπὶ πᾶν ἐκταθῆναι τὴν πρὶν ἐν μικρῷ βασιλείαν.
Or
.

15

.

48

ὡς δὲ τὰ μὲν εἶχε τελευτήν, τὰ σὰ δὲ ηὔξητο καὶ ὁ καιρὸς ἐδίδου δεῖξαι τὴν γνώμην, ἤκουσαν οἱ θεοὶ βοῆς ἡλί‐ κης οὐ πρόσθεν, τῶν μὲν ἀνδρῶν ἐμπεπληκότων οὐ
5μόνον τὸ θέατρον, ἀλλὰ καὶ τὰς τοῦ ὄρους λα‐ γόνας, γυναικῶν δὲ κατὰ τὸν αὑτῶν νόμον οἴκοθεν ἑκάστης συνεκπεμπούσης εὐφημίαν.
Or
.

15

.

49

ἀπὸ τῶν ἐν‐ ταῦθα πεπραγμένων, καὶ εἴ τις ἦν ὀνειροπολῶν τι νεώτερον, τῆς ἐλπίδος ἀπέστη καὶ παρὰ τὴν ὄχθην Ὀρόντου τὰ σὰ τιμήσειν ὀμώμοκεν, ὅ τε δὴ στρατὸς
5καὶ τὸ ῥεῦμα τοῦ ποταμοῦ, ποιητὴς ἂν ἔφησε, γαννύ‐ μενον ἐχώρει.
Or
.

15

.

50

τούτων τὰ μὲν ὡμολόγηται, περὶ
δὲ τῶν ἐμοὶ πίστευσον. ἔμελλέ τις ἐν Ἐφέσῳ τοῦ περὶ σὲ φίλτρου δώσειν δίκην κἀνταῦθά τις ὑπω‐ πτεύετο καὶ ἡ σύλληψις ἠλπίζετο. ἦσαν κἀνταῦθα τῆς
5σῆς φύσεως μηνυταὶ διδάσκοντες ἃ συνῄδεσαν, καὶ πολὺ τὸ πειθόμενον κηλούμενον ἔρωτι.
Or
.

15

.

51

βούλει με καλέσαι τούτου μάρτυρα τὸν ὑπὸ σοῦ πάλαι μὲν στέγῃ, μετὰ ταῦτα δὲ γράμμασι, τὰ τελευταῖα δὲ νῦν ἀρχῇ τετιμημένον; ἢ βλάπτει καὶ ἐμὲ καὶ τὸν μάρτυρα τὸ
5εἶναι πολίτας ἄμφω; τῶν γε πλειόνων ἡμεῖς, ὦ βασιλεῦ, καὶ συγγενεῖς, ἀλλ’ ὅμως μήποτε οὕτω θαυ‐ μάσαιμεν μὴ πατρίδα, μὴ γένος, ὥστ’ ἀληθείας τε καὶ σοῦ ποιήσασθαι πρότερα.
Or
.

15

.

52

καὶ τί δεῖ περὶ ταῦτα διατρίβειν, ᾧ μάρτυς ὑπάρχει πιστότατος, ὃν μόνον τῶν πάντων οὐκ ἂν ἐκβάλοις; τίνα δὴ λέγω τοῦτον; αὐτὸν σέ. σὺ γάρ τι τῇ πόλει πρῴην πρὸς ἐμὲ μεμ‐
5φόμενος, ἐγὼ δ, ἔφης, αὐτὴν διενοούμην ποιῆσαι μαρμαρίνην. οὕτω γὰρ εἶπες τῷ ῥήματι. οὐκοῦν ἀφίκου φιλῶν. εἰ δὲ ἐφίλεις, ἐπῄνεις. ἐπῄνεις δὲ οὐκ ἐχθράν, ἀλλ’ ἀμειβόμενος φίλτρον· οὐ γάρ σε ἐλάνθανε τὰ τῆς ἑῴας ἐπὶ τῆς ἑσπέρας καθήμενον
10οὐδὲ τίς μὲν ἠγάπα τὰ χείρω, τίς δὲ ἐπόθει τὰ βελτίω.
ὃ τοίνυν τῇ πόλει παρεσκεύαζες κάλλος, τεκμήριον ἦν τοῦ τὰ σὰ τὴν πόλιν ᾑρῆσθαι.
Or
.

15

.

53

ἴσως τις ἀπήγγειλέ σοι μετὰ τῶν ἄλλων νεὼς ἔτι πολλούς τε καὶ μεγά‐ λους παρ’ ἡμῖν ἑστηκότας, ὃ τῆς τῶν ἐνοικούντων εὐσεβείας ἐποιοῦ σημεῖον, ὡς τῶν μὲν βουλομένων
5καθαιρεῖν ὄντων, σεσωσμένων δὲ τῶν οὐ κει‐ μένων ταῖς τῶν ἀχθομένων τῇ καθαιρέσει μάχαις.
Or
.

15

.

54

Τί οὖν; πάντα ἐκεῖνα ἐξαλείψομεν εἰς ἓν τοῦτο βλέποντες, καὶ περιέσται τῶν δεικνύντων ἀρετὴν τὸ πραχθὲν ἐκ ῥᾳθυμίας; δίκασον ἡμῖν, ὡς Λακεδαιμόνιοι· ἐφ’ ἑκάτερα τὴν ἐξέτασιν ἄγων δὸς τῷ πλείονι τὴν
5ῥοπήν. ἀναμνήσθητι τοῦ σαυτοῦ νόμου τοῦ περὶ τῶν ψευδομένων· ἂν ψεύσηται, φησίν, ἅπαξ τῶν ἐμοί τις ὁμιλούντων, οἴσω· κἂν δεύτερον ἴσα τολ‐ μήσ, καὶ τοῦτο ἀνέξομαι· κἂν ἁλῷ τρίτον οὐ τἀληθῆ λέγων, οὔπω μεμίσηται· προστιθεὶς δὲ
10τέταρτον ἐξελήλαται. ἀλλ’ ἡμῖν γε μὴ τρὶς νέμε συγγνώμην, ἀλλὰ νῦν μόνον. ἔπειτά σοι παρέξομεν ἡμᾶς αὐτοὺς ἀμέμπτους. ἡ γὰρ παροῦσα λύπη νήφειν παρακελεύσεται.
Or
.

15

.

55

εἶτα ἐρήσῃ· τί γὰρ δέδιτε;
ποίαν δήμευσιν οὐσίας; ποίαν φυγήν; τίνας σφαγάς; παίζεις, ὦ βασιλεῦ, πρὸς ἄνδρας ἀτυχοῦντας. τί φής; οὐ δημεύεις οὐδὲ σφάττεις οὐδὲ φυγαδεύεις,
5ἀλλὰ μισεῖς καὶ δυσμενεῖς νομίζεις καὶ καταλείπεις. τοῦτο δέ ἐστιν ἡ μεγίστη δίκη· πολλὰ γὰρ ἐν ταὐτῷ κατὰ τῆς πόλεως βοᾷς, ὅτι φεύγω πόλιν μεστὴν ἁπάντων κακῶν, ὕβρεως, μέθης, ἀκρασίας, ἀσε‐ βείας, φιλοχρηματίας, θράσους καὶ μεθί‐
10σταμαι πρὸς ἐλάττω πόλιν τοῦ τῆς δυνατωτέρας τρόπου κατεγνωκώς.
Or
.

15

.

56

οὕτως οὖν λαμπρῶς ἔτι ζῶντας ἡμᾶς καὶ στηλίτας ποιῶν, ἃ παραλείπεις λέγων, οἴει κρύψειν δι’ ὧν κολάζεις, ὥσπερ ἂν εἰ τήμερον ἐκθεὶς κατ’ ἐμοῦ λόγον, ὡς εἴην ἀνοσιώτατος καὶ σὸς
5ἐχθρός, ἔπειτα ἠξίους με εἰδέναι χάριν, ὅτι μὴ τέθνηκα; ἐγὼ δὲ εἶπον ἄν σοι· εἰρωνεύ, βασιλε, καὶ μείζω θανάτου τιμωρίαν εὑρὼν ὑποκορίζῃ τὸ πρᾶγμα. μή μοι χαρίζου τὰ τοιαῦτα μηδ’ ἐπο‐ νείδιστόν μοι ποιῶν τὸν βίον ἐπίτρεπε ζῆν,
10ἀλλ’ ἀνασταύρωσον, καταπόντισον. λεγέτω μέ τις κακῶς οὐκ αἰσθανόμενον, νῦν δὲ οὐκ ἀπο‐
κτενεῖς, ὅπως μειζόνως ἀνιάσῃς; ἔστιν, ὦ βα‐ σιλε, καὶ ζωὴ πολλάκις πικροτέρα τελευτῆς.
Or
.

15

.

57

τάχα σοι καὶ ἡ πόλις λέγει· δήμευσον, ἀπόκτει‐ νον· εἰ βούλει, κατάσκαψον. μιᾶς ἡμέρας ἡ λύπη, τὸ δὲ νῦν κακὸν πῶς οἴσω μακρὸν γιγνό‐ μενον; ἐξάγιστος ἡ πόλις, ὡς ὁ Κιρραίων λιμήν,
5ἐπάρατος, ὡς τὸ Πελασγικὸν ἐκεῖνο, καὶ κινδυνεύομεν τήμερον περὶ τῆς παρρησίας. ὡς γὰρ εἷς ἀνὴρ ἁλοὺς ἑταιρήσεως ἄτιμος, οὕτως ἡ πόλις ἡμῖν, εἰ μείναις ὀργιζόμενος, ἄφωνος. ποῦ γὰρ ἔτι καὶ πρὸς τίνας σεμνυνούμεθα ἢ παρ’ ἡμᾶς ἰόντας ἢ παρ’ ἑτέρους ἰόν‐
10τες; κεκλείσεται πᾶς μὲν ἡμῖν λιμήν, πᾶσα δὲ ἤπειρος, πᾶν δὲ γένος, καὶ δεήσει τοὺς ἀποδημοῦντας κρύπτειν, ὅθεν εἰσί, καὶ πλάττειν ἑαυτοῖς πατρίδας.
Or
.

15

.

58

τοῖς μὲν ἀνδροφόνοις εὕρηται καθάρσια τὸ μῦσος λύοντα, κἂν ἀφείς τις τὴν τοῦ παθόντος χώραν ἑτέρωσε δράμῃ, τὸν βοηθήσοντα καὶ παραμυθησόμενον εὗρε, τὸ δὲ
5ἡμέτερον κακὸν πανταχοῦ πολεμίους εὑρήσει, καὶ τὴν σὴν ἔχθραν ἡ οἰκουμένη μιμήσεται, κἂν ἔλθῃ τις ὡς ἡμᾶς ξένος, διαδραμεῖται τὸ ἄστυ, καθάπερ οἱ τὰς νοσούσας.
Or
.

15

.

59

λήσει δὲ τοῦτο οὐκ Αἰθίοπας ἀμφο‐ τέρους, οὐ Κελτούς, οὐ Σκύθας, οὐ Περσῶν τοὺς
λειπομένους. ἡ γὰρ τοῦ θυμουμένου λαμπρότης οὐκ ἐᾷ λαθεῖν τοὺς μισουμένους, πρὸς δὲ καὶ τὸ μέγεθος
5τῆς μισουμένης πολὺν ποιεῖ τὸν λόγον. καὶ γὰρ εἰ προσεπταίκαμεν, καὶ κατεγνώσμεθα. ἀλλ’ ἐν ταῖς μετὰ δύο τὰς πρώτας τετάγμεθα, καὶ γίνεται τῇ πόλει ζη‐ μία τὸ βεβοῆσθαι, ὥσθ’ ὃ τὸν Καλλίξενον περιστῆναί φασιν, ἀποθανεῖν λιμῷ μισούμενον, τοῦθ’ ἡμῶν τοῖς
10ἄλλοθι φανεῖσι συμβήσεται παντὸς ὠθοῦντος, ἐκβάλ‐ λοντος, ἐξελαύνοντος.
Or
.

15

.

60

καὶ οὔπω τοσοῦτον τὸ κατ’ ὀλίγων τῶν ἑτέρωσε ἰόντων γενησόμενον, ἀλλ’ ὅλῃ γε ἀνάγκη τῇ πόλει τὴν ἀσφάλειαν ἀπολωλέναι. εὐτυχεῖν μὲν γὰρ διηνεκῶς ὄντας ἀνθρώπους ἀμήχανον, ἀλλὰ
5καὶ λιμὸς καὶ λοιμὸς καὶ τὰ ἔτι δεινότερα, τὰ ἀπὸ τῶν σεισμῶν λυμαίνεται τὰς πόλεις. ἐν δὲ τοῖς τοι‐ ούτοις καιροῖς ἓν φάρμακον τοῖς πληγεῖσιν, ἡ παρὰ τῶν προσχώρων προθυμία. ἣν ἐὰν ἀφέλῃς, τὴν μόνην
ἐλπίδα ἀνῄρηκας. ἀναιρεῖται δὲ πῶς; ἐὰν οἱ παθόντες
10πονηροὶ δοκῶσι. τοῖς γὰρ τοιούτοις ἐπιχαίρειν, οὐκ ἐπαμύνειν εἰώθασιν ἅπαντες.
Or
.

15

.

61

μικράς γε ἡμᾶς καὶ οἵας ἐνέγκαι ῥᾴδιον εἰσπράξῃ δίκας κοινὸν ἡμῖν ἁπάν‐ των ἀνθρώπων ἐπάγων πόλεμον, δι’ ὃν ὀρθῆς μὲν μενούσης τῆς πόλεως τεταπεινῶσθαι συμβήσεται, συμ‐
5φορᾷ δὲ χρησαμένης τῶν βοηθησόντων ἀπορεῖν.
Or
.

15

.

62

εἶεν· τὰ μὲν παρὰ τῶν ἀστυγειτόνων καὶ τῶν ἄλλων ἀν‐ θρώπων πρὸς ἡμᾶς τοιαῦτα· παῖδες δὲ σοὶ καὶ παίδων παῖδες οὐ δοκοῦσί σοι τὸ μῖσος μετὰ τῆς ἀρχῆς ἐκδέ‐
5ξεσθαι περὶ τὴν ἡμετέραν καὶ τιμήσειν ἑτέρας καὶ ταύτην ἀτιμάσειν καὶ πάντα τρόπον κακώσειν;
Or
.

15

.

63

ἐγὼ μὲν γὰρ ἕως ὁ παρὼν τῶν πραγμάτων ἑστήξει κόσμος, καὶ τὴν τῶν ἀεὶ κρατούντων ἔχθραν ἀθάνατον ἑστήξειν ἡγοῦμαι τῇ πόλει, κἂν ταλαιπωρούμενοι φθεγξώμεθα
5τὰ τῶν ἀλγούντων, εὐθὺς ἥξειν ἡμῖν τὰ νῦν· οὐ γὰρ οἵδε εἰσὶν οἱ τὸν πρᾳότατον ἐξοργίσαντες καὶ πικρὰν αὐτῷ καταστήσαντες τὴν ἑαυτῶν καὶ ποιήσαντες ζητεῖν τόπους ἑτέρους εἰς χειμερινὴν καθέδραν; εἶθ’ οὓς ἀπολωλέναι πά‐
10λαι προσῆκεν, εἰ μὴ τρυφᾶν ἐξέσται, δεινὰ πε‐ πόνθασιν; οὐ ποιήσει τις μικρὰν ἐκ μεγάλης τὴν τύραννον, οὐ πένητας ἐξ εὐπόρων;
Or
.

15

.

64

δυσ‐ μένειαν οὖν, ὦ βασιλεῦ, φυτεύων ἡμῖν ἄπαυστον, δι’ ἣν πάντας μὲν ὑπάρχους, πάντας δὲ ἡγεμόνας πολε‐ μίους ἕξομεν, ὡς ἐκ τῶν ἡμετέρων κακῶν τοῖς βασι‐
5λεῦσι χαριουμένους, πείθειν ἐπιχειρεῖς, ὅτι οὐ ταῦτα τιμωρία; τί γὰρ φήσομεν ἐρωτώμενοι· πόθεν μεμί‐ σησθε; μεταστήσομεν ἐπὶ σὲ τὴν αἰτίαν; ἀλλ’ οὐ δέχε‐ ται μέμψιν ἡ σὴ φύσις, καὶ γίγνεται κατὰ τῶν ἐγκα‐ λουμένων ἡ τοῦ κατεγνωκότος ἀρετή.
Or
.

15

.

65

ὥσπερ γὰρ οἱ τῶν ἱερῶν ὑπὸ τῶν θεῶν διὰ τῶν χρησμῶν ἐκβαλ‐ λόμενοι σιγῶσιν, ὡς ἂν ὑπὸ τῶν ἅπαντα εἰδότων ἐξε‐ ληλεγμένοι, οὕτως ὧν ἂν ὡς κακῶν μνησθῇς, οὐκ
5ἔχουσιν, ὡς συκοφαντοῦνται, λέγειν. τοῖς σοῖς οὖν, ὦ βασιλεῦ, καλοῖς ἑαλώκαμεν. σὺ δ’ ἀποκτείναις μὲν ἡμῶν μηδένα μηδέ γε στερήσαις μήτε οὐσίας μήτε πα‐ τρίδος μηδέ γ’ ἕτερος ἀνθ’ ἑτέρου γένοιο.
Or
.

15

.

66

ὁρῶ δέ, ὡς ἐν μὲν τοῖς τοιούτοις πάθεσι τὸ κοινὸν ἐκφεύ‐ γει τὰς αἰτίας τῶν ἐγκλημάτων ἐν τοῖς παθοῦσιν ἱσταμένων, ἃ δὲ 〈σὺ〉 βούλει ποιεῖν, ὅλην τὴν πόλιν
5περιβάλλει τῇ δίκῃ. τὸ μὲν γάρ ἐστιν ἐν χρηστῇ πο‐ νηρούς τινας πεφηνέναι, τὸ δὲ διὰ πάσης ἥκειν τὴν μοχθηρίαν.
Or
.

15

.

67

Θαυμάζω δέ, εἰ θαυμαστόν σοι δοκεῖ τὸ μὴ καλῶς ἡρμόσθαι τὰς πόλεις τοιούτου διδασκάλου πολὺν δὴ χρόνον τυχούσας. οὐ πάντα ἦν ταραχῆς καὶ ῥᾳ‐ θυμίας καὶ ἀμελείας μεστά; οὐχ οἱ μὲν νόμοι γράμ‐
5ματα ἄλλως, ἀρχαὶ δ’ ἐπωλοῦντο, τοῖς δὲ ἀρχομένοις κρείττοσιν εἶναι τῶν ἀρχόντων ὑπῆρχε δείλης μὲν δῶρα πέμπουσιν, ἕωθεν δὲ μονονοὺ ῥαπίζουσιν; οὐ τὸ μὲν δικαίως ἄρχειν κατεγελᾶτο, τὸ δὲ μισθοφορεῖν ἐπῃνεῖτο; οὐ τὸ μὲν καλὸν ἀσθενὲς ἐγεγόνει, τὸ δὲ
10ἡδὺ τὴν ἰσχὺν εἶχεν; οὐχ ὁ πονηρευόμενος κύριος ἦν τοῦ μὴ δοῦναι δίκην;
Or
.

15

.

68

τί οὖν θαυμαστόν, εἰ το‐ σαύτης ἐξουσίας εἰς κακίαν δεδομένης ἐγένετό τις τοῖς τῶν πόλεων τρόποις ὑπὸ τοῦ καιροῦ λύμη; ἢ τοὺς μὲν τῶν φαύλων μαθητὰς σοφιστῶν οὐκ ἔνι γενέσθαι
5τεχνίτας ἀγαθοὺς λόγων, ὑπνηλοῦ δὲ ἀνδρὸς βασιλεύ‐ οντος σωφρονεῖν τὴν οἰκουμένην ἔστι; καὶ τῇ μὲν τῶν ποιμένων ἀμαθίᾳ τὰ ποίμνια διαφθείρεται, ταῖς
δὲ τῶν βασιλέων ῥᾳθυμίαις αἱ πόλεις παιδεύονται; ὁποῖον ἂν ἐπιστήσῃς τοῖς ἵπποις ἡνίοχον, τοιοῦτον
10ἔλπιζέ σοι τὸ ἅρμα γενέσθαι.
Or
.

15

.

69

διὰ τί νῦν μακαρίζομεν τὴν γῆν; ὅτι παρῆλθεν ἐπὶ τὴν θεραπείαν αὐτῆς ἰατρὸς ἄκρος. οὐκοῦν ὡς μεταθήσοντος τῶν πόλεων τοὺς τρόπους καὶ δείξοντος ἀμείνους χαίρομεν.
5τί οὖν δεῖ θαυμάζειν, εἰ πλημμελείας εὗρες, ἃς ἐκ τοῦ παύειν εὐδοκιμεῖς; ἤδη τις ἵππον φαύλως ἠγμένον ἐπρίατο πιστεύων αὐτὸν ἐπανορθώσειν τῇ παρ’ ἑαυ‐ τοῦ τέχνῃ. οὗτος οὖν εἰ τὴν πρώτην ἐπ’ αὐτὸν ἀνα‐ βὰς εὐθὺς ἠγανάκτει μὴ πάντα ἄριστον ὁρῶν, οὔ σοι
10δοκεῖ δικαίως ἂν ἀκοῦσαι παρ’ αὐτοῦ λαβόντος φωνὴν ἐξ Ἥρας, ὡς εἰδὼς μέντοι ταῦτα ἐπρίω καὶ ὡς ἀπαλλάξων τῆς ἀταξίας διὰ τῆς ἐπιστήμης ἣν ἔχεις; δεῖ δὴ τῇ παιδείᾳ χρόνου καὶ μελέτης, ὧν προϊόντων ἴσως φανοῦμαι βελτίων.
Or
.

15

.

70

βε‐ βιώκαμεν ἀνειμένως, ὦ βασιλεῦ, πάντες ἐπὶ τῆς ἔμ‐ προσθεν ἐξουσίας. ἥκομεν ὑπὸ ζυγὸν ἀκριβέστερον. πειρασόμεθα φέρειν. σύγγνωθι μικρὰ καὶ ποιήσεις
5ἀμείνους ἢ δεῖσθαι συγγνώμης. καὶ ὅτι γε καινὸν οὐδὲν αἰτοῦμεν, ἀλλ’ ἤδη τοῦ συγγινώσκειν ὑπήρξω, τῆς ἡμέρας ἐκείνης ἀναμνήσθητι, ἐν ᾗ πονηρούς τε
ἐκάλεις καὶ σώζειν ἠξίους. ἥμαρτον μέν, ἀλλὰ τρεφέσθων· ἐλύπησαν μέν, ἀλλὰ μὴ λιμωτ‐
10τόντων. δίδου μέτρα μύρια καὶ προστίθει τρισχίλια.
Or
.

15

.

71

ταῦτα χαλάσαντος ἦν, ταῦτα οὐ τε‐ λέως μισοῦντος, ταῦτα προσδοκῶντος μεταβολήν· οὐ γὰρ δὴ πόλιν ἀνιάτως ἔχουσαν ἔμελλες φιλοπόνως φρουρήσειν, εἰ μὴ κἀκεῖνα μισοῦντος ἦν ὄμβρων ἀμε‐
5τρίαν ἐπιχειρεῖν ἀνείργειν καὶ ῥύεσθαι τὴν γῆν τῶν ἐκεῖθεν κινδύνων, ὅτε τὸν πολὺν ἐκεῖνον ὑετὸν ὑπαί‐ θριος τῷ βωμῷ προσεστὼς ἐδέξω τῷ σώματι τῶν ἄλλων ὑπὸ τῷ νεουργῷ συνειλεγμένων ὀρόφῳ δεδιότων μὴ τοῖς καρποῖς βοηθῶν αὐτὸς ἰατροῦ δεηθῇς, ἀλλ’ οὐδὲν
10ἀπέστησέ 〈σε〉 τῆς βοηθείας.
Or
.

15

.

72

οὕτως ὠλιγώρεις τῆς πόλεως· ὑπὲρ ἧς κἀκεῖνο προσέθηκας, ᾐσθόμην γάρ· ἤρου τοὺς θεούς, εἰ πρὸς τὸ θέρος ἥξομεν ἀστασίαστοι, γνώμην ἔχων, εἰ προαίσθοιτό τις δεινόν, ἀπώσασθαι
5δι’ ὧν εἴωθας. εἶθ’ ὑπὲρ ὧν ὅπως μὴ ἀπολοῦνται πονεῖς, τούτους ὅπως ἀθυμοῦντας ἀπολεῖς σκοπεῖς καὶ
λιμοῦ μὲν ἐξαιρεῖς, λύπαις δὲ ἐκδίδως; καὶ μένειν μὲν βούλει τὴν πόλιν, ὡς οὐκ ἄχρηστον, αἰσχύνῃ δὲ περιβάλλεις, ὡς οὐδενὸς ἀξίαν;
Or
.

15

.

73

Ἀλλὰ πάντως ἡμᾶς δεῖ δοῦναι δίκην. δε‐ δώκαμεν, ὦ βασιλεῦ, καὶ ταύτην μεγάλην καὶ μακράν, καὶ μὴν οὑτοσὶ πέμπτος τῇ τιμωρίᾳ. στένοντες καὶ σκυθρωποὶ καὶ κατηφεῖς διηγάγομεν οὐδὲν τῶν δεδε‐
5μένων ἄμεινον, πεπληγμένοι τὰς ψυχάς, νέφους τὰ πρόσωπα γέμοντες, ὅμοιοι τοῖς πενθοῦσι παίδων ἄωρον τελευτήν, δακρύοντες, ὀδυρόμενοι, μισοῦντες ἡμᾶς αὐ‐ τούς, τοὔδαφος, τὸν ἀέρα, τὸ ὕδωρ, τὰς οἰκίας, τοὺς ἐντυγχάνοντας, ἀλλήλους ἐκτρεπόμενοι, κεντούμενοι τῆς
10νυκτός, ὀδυνώμενοι μεθ’ ἡμέραν.
Or
.

15

.

74

ἔσωσε μὲν Ἀλέξ‐ ανδρος τὴν πόλιν, ἔσωσεν, οὐκ ἂν ἄλλως φαίην, ἀλλὰ μετὰ πικρῶν ῥημάτων τῶν μὲν τὴν βουλὴν βαλ‐ λόντων, τῶν δὲ τὸν δῆμον τιτρωσκόντων οὐ διὰ τὸ
5καθ’ ἡμέραν ἐξαμαρτάνειν, πᾶς γὰρ αὑτῷ τὰ δίκαια παρῄνει φυλάττειν, ἀλλὰ δι’ ἓν ἐκεῖνο τὸ σὲ παροξύ‐ ναν, καὶ ἀνθρώπων πάντων ἠθροισμένων τοῖς μὲν ἄλλοις ἦν πρᾷος, ἐφ’ ἡμᾶς δὲ χειμάρρου σφοδρότερος, ὥσθ’ ἡμῖν τὸν Κιμμερίων ἐκείνου τοῦ χρόνου γεγο‐
10νέναι βίον ἐν σκότῳ καὶ νυκτὶ συνεχεῖ, τὸν δ’ ἥλιον ἡμῖν ἐνομίζομεν οὐκ ἀνίσχειν.
Or
.

15

.

75

τίνας ἔτι ζητεῖς δίκας παρ’ ἀνθρώπων ἀναλωμένων λύπῃ; δὸς δὴ συγ‐ γνώμην, δός, ὦ βασιλεῦ, μὴ πάντων ἐφεξῆς, ἀλλ’ ὅσα ἐκ τῶν ὠνίων ἔφυ. τῶν δὲ ἐν τῷ δρόμῳ τετολμημέ‐
5νων σὺ μὲν πάλαι κατεγέλασας, ἡμεῖς δὲ ἀπαιτήσομεν δίκας, ὡς ἀνιχνεύοντές γε τοὺς καταράτους οὐ πεπαύ‐ μεθα. καὶ τοῦ λαβεῖν ἐσμὲν οὐ πόρρω. σύγγνωθι δὴ πρὸς θεῶν, πρὸς δαιμόνων, πρὸς τῶν τροπαίων, πρὸς αὐτῆς φιλοσοφίας. ἀπὸ μεγάλων ἔργων ἥκεις.
10ἔστω σου καὶ τοῦτο μέγα. στεφάνωσον τὰς νίκας τῇ φιλανθρωπίᾳ καὶ μὴ μόνους 〈ἡμᾶσ〉 ἐν κοινῇ πάν‐ των ἀνθρώπων πομπῇ καθίσῃς κλάοντας.
Or
.

15

.

76

Ἡμεῖς οἱ μισοῦντες σὲ καὶ τὴν σὴν βασι‐ λείαν. καὶ γὰρ ταῦτα ἀκηκόαμεν, Ἥλιε. τῶν μὲν ἔργων σοι χωρούντων κατὰ νοῦν, τοῦ δὲ τῶν ἔργων οὔπω φαι‐ νομένου λόγου πάντα ἀφέντες ἐν ἱκετείαις ἦμεν, παῖδες,
5γέροντες, γυναῖκες, εὐθὺς μὲν καθ’ ἑκάστην ἀγειρό‐ μενοι φυλήν, ἔπειτα εἷς ὅμιλος τὰ μέρη γιγνόμενοι, πορευόμενοι μὲν δι’ ἀγορᾶς μετὰ λαμπρῶν τῶν εὐχῶν, ὑπερβαίνοντες δὲ τὰς πύλας μετὰ μειζόνων, κυλινδού‐ μενοι δὲ ἐν τῷ πεδίῳ τῷ τὰς τοῦ πολέμου δεχομένῳ
10μελέτας 〈μετὰ μεγίστων〉. ὅσοι δὲ ἡμῶν ἐν ἐπιστήμῃ τοῦ θείου, καὶ τούτων ἐκοινώνουν καὶ πρὸς βωμοὺς ᾔεσαν καὶ πάντα τρόπον θεραπεύοντες τοὺς δοῦναι νίκην κυρίους. εἰ οὖν ταῦτα τῶν μισούντων, τίς ἡ τοῦ φιλεῖν ἀπόδειξις;
Or
.

15

.

77

ἀλλ’ εἰσὶν οἳ δυσχε‐ ραίνουσί τι τῶν σῶν. καὶ γὰρ πατέρας τινές. γένοιτ’ ἂν οὖν τι πατέρων γλυκύτερον; περὶ δὲ Ταρσέων, ὦ βασιλεῦ, πῶς ἔχεις; οὐδεὶς ἐκείνων ἀγροικότερόν τι
5φθέγξεται; καὶ τίς ἐγγυᾶται χρησμός; τί οὖν, ἂν ἐκ‐ δράμῃ τι ῥῆμα χαλκοτύπον ἢ σκυτοτόμον, [ἢ] ὃ τοὺς τοιούτους εἰκός; ζητήσεις πόλιν ἑτέραν καὶ πάλιν ἄλ‐ λην; καὶ τὸ ποῦ δεῖ σε χειμάζειν ἐν τοῖς ὑπηκόοις κείσεται; μήποτε τοσοῦτον ἰσχύσαιεν. ἀλλ’ ἐγκάθιζε
10τοῖς μὲν βουλομένοις, ὡς εὐφραίνων, τοῖς δὲ οὐκ ἐθέ‐ λουσιν, ὅπως μάθωσιν ἐθέλειν. δεῖ γὰρ τοὺς μὲν ἑκόντας γνώμῃ, τοὺς δὲ ἄκοντας ἀνάγκῃ τὰ δέοντα ποιεῖν.
Or
.

15

.

78

εἰ δὲ σοφιστὴς ἡμῖν ἐτύγχανες ὤν, πάν‐ τως δ’ ἄν, εἰ μὴ τοῦτο ἦσθα τὸ μέγιστον καὶ θειότα‐ τον, ἀντηγωνίζου μοι νῦν, ἔπειτα τῶν σῶν τις ὁμιλη‐ τῶν ἐβλάκευεν, ἆρ’ ἂν ἐπέτρεπες; οὐκ ἔστιν· ἀλλ’
5εἰσήγετ’ ἂν τὸ σκῦτος. οὕτω δὴ καὶ νῦν ἅπασα πόλις μαθέτω βασιλέως ἐπιδημίαν φέρειν.
Or
.

15

.

79

ἀλλὰ ταῦτα
μὲν περὶ τῶν τοῖς τοιούτοις βαρυνομένων, ἡμεῖς δὲ πάλαι τε ἐθάδες τῆς σὺν βασιλεῖ διαίτης καὶ νῦν δεόμεθα μὴ στερηθῆναι τοῦ γέρως. ἱκετεύει σε πόλις
5Ἰνάχου γένος ἔχουσα κατὰ ζήτησιν τῆς Ἰοῦς πλα‐ νηθέν, ἱκετεύει σε πόλις μέρος Ἀθηναίων ἔχουσα, πό‐ λις Μακεδόνων, πόλις Ἀλεξάνδρου τοῦ τὰ αὐτά σοι δραμόντος, ἧς τὴν πηγὴν ἐθαύμασεν, ἐξ ἧς ἡδέως ἔπιεν, ἱκετεύει σε πόλις πολλούς σοι θεοὺς παρασχομένη
10συμμάχους, οἷς ἔθυσας, οὓς ἐκάλεσας, μεθ’ ὧν ἐστρα‐ τεύου, τὸν Ἑρμῆν, τὸν Πᾶνα, τὴν Δήμητρα, τὸν Ἄρη, τὴν Καλλιόπην, τὸν Ἀπόλλω, τὸν Δία τόν τε ἐπὶ τῆς κο‐ ρυφῆς καὶ τὸν ἐν ἄστει, παρ’ ὃν εἰσῆλθες ὕπατος, ὅθεν ἐξῆλθες θαρρῶν, ᾧ γέγονας ὀφειλέτης. ἔχω σου
15γράμματα παρὰ τῷ θεῷ κείμενα. ἧκε θύσων, ἀπόδος τὸ χρέος καὶ θύσας μένε 〈κατὰ〉 τὸ τεταγμένον.
Or
.

15

.

80

αὐ‐ τῶν ἐκείνων νόμιζε ταῦτα ἀκούειν, αὐτοὺς ὁρᾶν οἴου νῦν. ἴσως δὲ καὶ βλέπεις περιεστῶτας ἡγουμένου τοῦ Διός, ὃς λαβὼν ἡμᾶς ἤδη σου μαχομένου τρέμοντας
5ἐπέρρωσέ τε καὶ παρεθάρρυνεν ἐναργεῖ τεκμηρίῳ. τοῦτο δὲ ἦν, κύκνον τις ἑλὼν ἐν ταῖς ὄχθαις τῆς λί‐ μνης φέρων ἀνέθηκε τῷ θεῷ. ὁ δὲ τῶν μὲν πτερῶν οὐ παρῄρητο, τὴν δὲ ἰσχὺν ἀποβεβλήκει τῶν πτερύγων,
οἷόν τι συμβαίνει περὶ τοὺς κύκνους, ὅταν ἐκπεσόντες
10τῆς ἐν τοῖς ἕλεσιν ἐλευθερίας ἀνθρώποις ὑποχείριοι γένωνται.
Or
.

15

.

81

τὸν μὲν δὴ ἄλλον χρόνον ἐπὶ γῆς ἦν οὐκ ἐπιχειρῶν αἴρεσθαι. θυσίαν δέ τινα ποιουμένων ἑβδόμῃ ἱσταμένου ὡς προσῆλθε τῷ ἱερῷ τὸ πῦρ, ὁρ‐ μήσας ὁ κύκνος πρὸς τὸν ἀέρα τρὶς τὸν νεὼν ὑπ’
5αὐτὰ τὰ γεῖσα τῷ πτερῷ περιδραμών, ἔπειτα μετεωρι‐ ζόμενος ἀναβὰς ἀφῆκεν αὑτὸν πρὸς τὴν ἕω. καὶ αὐ‐ τίκα βοή 〈τε〉 ἦν χαιρόντων, ἐξαλλομένων, κυβιστών‐ των μνήμῃ τῆς τοῦ Διὸς μεταβολῆς, ἣν εἰς τοῦτον τὸν ὄρνιν μεταστήσας ἑαυτὸν τὴν Ἑλένην ἔσπειρεν,
10ἐδόκει τε πᾶσιν ἐπείγεσθαι συνεξαιρήσων τὸ Περσικόν.
Or
.

15

.

82

οὗτος μετ’ ἐμοῦ νῦν ἀγορεύει βουλόμενος τῇ μὲν πόλει γενέσθαι διαλλαγάς, ἐμοὶ δὲ τὴν ἐκ τοῦ δοκεῖν πεπεικέναι δόξαν. μὴ τοίνυν ἀτιμάσῃς μηδὲ ἐλέγξῃς ῥήτορα ψήφῳ σῇ κεκοσμημένον. ἔδωκας τοὺς πυροὺς
5ἐμοῦ δεηθέντος, λῦσον τὴν ὀργὴν ἐμοῦ δεομένου. μὴ κάμῃς σεμνύνων ἄνθρωπον ἐκκρουσθέντα πολλάκις ὕπνου ταῖς περὶ σοῦ φροντίσι μηδ’ ἀποπέμψῃς ἄπρα‐ κτον εἰς τὴν πατρίδα κύπτοντα, ἐρυθριῶντα, ἐγκεκαλυμμένον, αἰσχυνόμενον μὲν τῶν πολιτῶν τοὺς
10παρόντας, αἰσχυνόμενον δὲ τοὺς ἀπόντας.
Or
.

15

.

83

οἷς ἐπειδὰν προαπαντῶντες ἐρωτῶσι· πεπείκαμεν, ὦ πρεσβευτ; τί ἀποκρίνωμαι; προσωπείου μοι δεήσει τότε ἢ νὴ Δία γε, νυκτὸς εἰς τὴν εἴσοδον καιροῦ
5κρύπτοντος φοινισσομένην παρειάν. οἴκοι δὲ γενό‐ μενον ἀνάγκη καθειργμένον μένειν, ὡς οὐκ οἴσω τοὺς εἰς ἐμὲ βλέποντας δεικνύντας τοῖς πέλας τὸν ἡττημέ‐ νον.
Or
.

15

.

84

ἀλλὰ γὰρ ἔστιν ἡμῖν ὄρη μεγάλα καὶ ὑψηλὰ καὶ λάσια, ἀνθρακέων τινῶν δῆμοι καὶ ἄντρα καὶ κα‐ λύβαι. παρὰ τούτους ἥξω μεταθέμενος τοὔνομα καὶ στολὴν μεταλλάξας καὶ ὅσα ἂν ἐξῇ τῶν περὶ τὸ πρόσω‐
5πον. ἐνταῦθα ἐπ’ ἐρημίας κείσομαι πόρρω τῆς πό‐ λεως, ἣν οὐκ ἔσχον ὀνῆσαι.
Or
.

15

.

85

Χορηγῶν μὲν ἐγενόμην ἔκγονος, ὦ βασιλεῦ, χορηγεῖν δὲ αὐτὸς ὑπὸ τῆς Τύχης ἐκωλύθην. αἰσχρὸν δὲ ζῆν μηδὲν εὖ ποιεῖν τὴν αὑτοῦ δυνάμενον. ἐπειδὴ τοίνυν τῶν τερπουσῶν λειτουργιῶν ἀπολέλειμμαι, δεῖ‐
5ξόν με τῇ σωζούσῃ φιλοτιμούμενον.
Or
.

15

.

86

καὶ μή μοι λεγέτω τις τὴν ἐν Κιλικίᾳ παρασκευήν. βουλήθητι μόνον, καὶ πάντα ἕψεται. πέντε ἡμερῶν τὸ ἔργον καὶ καμήλων οὐ πολλῶν. εἶδες ἡμᾶς ἠσθενηκότας,
5ὅρα καὶ δύναμιν ἔχοντας. λάβε πεῖραν τοῦ τόκου τῆς γῆς, ἐπειδὴ καὶ τῶν ἐναντίων. νῦν εἴσῃ σαφῶς, εἴτε
κακίας ἦν εἴτε δυστυχίας ἐκεῖνα.
Or
.

16

t

ΠΡΟΣ ΑΝΤΙΟΧΕΑΣ ΠΕΡΙ ΤΗΣ ΤΟΥ ΒΑΣΙΛΕΩΣ ΟΡΓΗΣ.
Or
.

16

.

1

Ἃ μὲν ὑπὲρ τῆς πόλεως, ὦ ἄνδρες Ἀντι‐ οχεῖς, πρὸς τὸν αὐτοκράτορα διείλεγμαι καὶ ὡς οὔτ’ ἀγῶνος οὔθ’ ἱκετειῶν οὐδοτιοῦν παραλέλοιπα, μεμα‐ θήκατε τὰ μὲν αὐτοῦ μου διηγουμένου πρὸς ὑμᾶς οὐχ
5ὡς ἄν τινος σεμνυνομένου μᾶλλον ἢ παραμυθουμένου, τὰ πλείω δὲ τοῦ βασιλέως μεμηνυκότος ἐνταῦθά τε πρὸς τὸν ἱερέα λέγοντος ἠνωχλῆσθαι παρ’ ἐμοῦ καὶ
πάλιν ἐν τῷ σταθμῷ πρὸς τὸ κοινὸν τὸ ὑμέτερον· ἃ δὲ καὶ ὑμᾶς ἀκοῦσαι δεῖ περί τε τῶν κατεχόντων
10δυσχερῶν καὶ τῆς τοῦ βασιλέως ὀργῆς καὶ πῶς ἂν ἐκείνην τε παύσαιμεν καὶ δόξαιμεν γεγονέναι βελτίους, ταῦτα πειράσομαι διελθεῖν.
Or
.

16

.

2

ἔδει γὰρ ἐκεῖ μὲν ὑμᾶς ἐξαιρεῖσθαι αἰτίας ἐπιχειρεῖν, ἐνταῦθα δὲ μὴ κρύ‐ πτειν, ἅ τις ἂν ἡμᾶς αἰτιάσαιτο δικαίως. τὸ μὲν γὰρ εἶχε συγγνώμην καὶ τετύχηκε καλῶς ποιοῦν, τῷ δ’ ἂν
5τὰ μέγιστα βλαβείημεν, εἰ μείναιμεν ἐπὶ τῶν αὐτῶν ὡς οὐδὲν ἡμαρτηκότες.
Or
.

16

.

3

καὶ ὅτι μὲν ἢ πάντας ἢ τοὺς πλείους ἀνιάσω διὰ τῆς παρρησίας, οὐκ ἀγνοῶ, πολὺ δέ γε βέλτιον λυπηθέντας τοῖς λόγοις ἡσθῆναι τοῖς ἀπ’ αὐτῶν ἔργοις ἢ νῦν τὰ τέρποντα ἀκούσαντας
5ἀντὶ μικρᾶς ἡδονῆς πολλὴν καὶ μεγάλην ὑπομεῖναι ζημίαν. εἰ μὲν γὰρ ἦν ἐπαινεῖν τε ὑμᾶς ὁμοῦ καὶ δι’ ὧν ἂν τὸν κίνδυνον ἐκφύγοιμεν, δεικνύειν, μανίας ἂν ἦν δήπου μὴ τοῦτον αἱρεῖσθαι τῶν λόγων τὸν τρόπον· ἐπειδὴ δὲ διὰ τῆς ἐν τῷ λέγειν χάριτος ἀνάγκη
10τὸ συμφέρον ἀπολωλέναι, σωφρονούντων ἂν εἴη τὰ φέροντα τὴν σωτηρίαν πρὸ τῶν κολακευόντων ποιήσα‐ σθαι.
Or
.

16

.

4

Δημοσθένης μὲν οὖν τοῖς αὑτοῦ πολίταις παρ‐ αινῶν ἀθυμοῦσι μὴ οὕτως ἔχειν ἠξίου μηδ’ ὡς οὐκ
οὔσης χρηστῆς ἐλπίδος διακεῖσθαι τὰς γνώμας· ἐγὼ δὲ τοσοῦτον ἀπέχω τοῦ συμβουλεύειν ὑμῖν ἀποθέσθαι
5τὴν ἀθυμίαν, ὥστ’ οὐδ’ ἂν ἄλλως ἡγοῦμαι σωθῆναι τὴν πόλιν, εἰ μὴ προσθείημεν τῇ παρούσῃ καὶ τοὺς πώποτε δόξαντας μεθ’ ὑπερβολῆς πεπενθηκέναι παρ‐ έλθοιμεν τῇ λύπῃ.
Or
.

16

.

5

ὡς οὕτως ἔχει· εἰ μὲν ὡς περὶ κούφου τοῦ παρόντος καιροῦ διανοηθείημεν, μεῖζον ποιήσομεν τὸ κακὸν ἐνδειξάμενοι πᾶσιν, ὡς οὐδὲν ἔσται τοσοῦτον ἀπ’ οὐδενός, ὃ ταράξει τὴν πόλιν·
5ἂν δ’ ἀπογνῶμεν τὰ βελτίω καὶ λάβωμεν φόβον ὃν εἰκὸς τοὺς ὑπὲρ αὐτῶν τῶν ἐδαφῶν εἰς κίνδυνον ἥκοντας, πρῶτον μὲν ἄμεινον περὶ τῶν λοιπῶν μετὰ τούτου βουλευσόμεθα τοῦ δέους. ἔπειτα καὶ τοῦτ’ ἂν ἴσως ἀρκέσαι τῷ βασιλεῖ πόλιν δοκοῦσαν ἐπὶ μεγάλου
10φρονήματος εἶναι παρὰ πάντα τὸν χρόνον ἐκπεπλῆχθαι καὶ ταπεινὴν γεγονέναι καὶ πιστεύειν, ὡς ἀπολεῖται.
Or
.

16

.

6

Πολλαὶ μὲν οὖν ἀεὶ καὶ μεγάλαι συμφοραὶ τὴν ταλαίπωρον ταυτηνὶ περιέσχον, καὶ ἴσως οὐ μετὰ δε‐ ξιῶν συμβόλων ὁ Σέλευκος αὐτὴν ἐποίει. τῇ γοῦν δυνάμει τῶν Περσῶν ἀπὸ τῶν ἡμετέρων κακῶν εὐδο‐
5κιμεῖν ὑπῆρξεν, ὥσπερ παλαιστῇ τὸν αὐτὸν ἀντίπαλον
πολλάκις καταβαλόντι. πότε γὰρ οὐκ ἐστράτευσαν ἐπὶ τήνδε τὴν γῆν; ἢ πότε ἐπελθόντες οὐκ ἀνῃρήκασιν, ἃ μὲν ἐδύναντο κατασκάπτοντες, κατὰ δὲ τῶν λοιπῶν τῷ πυρὶ χρώμενοι;
Or
.

16

.

7

φιλόνεικοι δὲ ἄρα ἦσαν οἱ ἡμέ‐ τεροι πρόγονοι καὶ οὐκ εἰδότες δαίμοσιν ἐξίστασθαι τόπων. οὓς ἐχρῆν ἐνθυμηθέντας, ὅτι τις ἄρα φθόνος πολεμεῖ τῷ χωρίῳ, μετὰ τὸ πρῶτον εὐθύς, εἰ δὲ μή,
5τό γε δεύτερον πτῶμα ζητῆσαι γῆν ἑτέραν, ὥσπερ οἱ Φωκαεῖς ἐκεῖνοι. νῦν δὲ ἀνίστασαν καὶ πάλιν ἐδείκνυ‐ σαν πόλιν οὐκ εἰδότες, ὅτι κακοῖς ἑτέροις ἑτοιμάζουσι τὸ ἄστυ.
Or
.

16

.

8

Πολλῶν δὲ δὴ καὶ δεινῶν κατασεισάντων, ὦ ἄνδρες πολῖται, πρότερον τὴν ἡμετέραν οὐδὲ μίαν ἔγωγ’ ἂν τῇ παρούσῃ συμφορᾷ ἐξισοῦσθαι φαίην ἄν. πρῶτον μὲν γὰρ οὐχ ὅμοιον ὑπὸ τῶν φύσει πολεμίων
5πάσχειν κακῶς ἢ παρὰ τῶν οἰκείων καὶ ὧν εἰκὸς ἦν ἀπολαύειν τῆς προνοίας, μισεῖσθαι.
Or
.

16

.

9

ἀλλ’ ὥσπερ πολλῷ δεινότερον ὑπὸ τοῦ πατρὸς ἐλαύνεσθαι καὶ κατή‐ γορον ἔχειν αὐτὸν τὸν γεγεννηκότα τοῦ παρὰ τῶν ἔξω τοῦ γένους ἐπιβουλεύεσθαι, οὕτω μεῖζον
5κακὸν τῷ Ῥωμαίων βασιλεῖ δοκεῖν ἀξίαν ἀναστάσεως εἶναι τὴν πόλιν ἢ παρὰ τῶν βαρβάρων ἔργῳ τοῦτο παθεῖν.
Or
.

16

.

10

τὸ μὲν γὰρ ὁ τοῦ πολέμου νόμος οἶδε, καὶ τῶν εἰωθότων τὸ πάθος, τοῦ δὲ οὐ πολλὰ τὰ παραδείγματα. καὶ τοῦ μὲν ἄν τις αἰτιάσαιτο τὴν τύχην, τὸ δὲ τῆς γνώμης ἔλεγχον ἔχειν δοκεῖ. καὶ τὸ
5μὲν ἐλεεῖται παρὰ τῶν ὁμοφύλων, καὶ βοηθεῖν εἰσιν ἕτοιμοι τοῖς πεπληγμένοις, τῶν δ’ ἅπας τις ἂν τὴν φιλίαν φύγοι τοῦ πολὺ τῇ γνώμῃ διεστάναι σημεῖον ἐκφέρων τὸ μισεῖν.
Or
.

16

.

11

οὔκουν εἰ μὴ πέπτωκεν ἡμῖν ἡ πόλις, προσήκει χαίρειν ἢ μετρίως τὴν δυσκολίαν φέρειν, ἀλλ’ εἰ τὴν πρὶν ἀποβαλοῦσα δόξαν ἐν ταῖς μοχθηροτάταις τέτακται, μᾶλλον ἀλγεῖν ἢ εἰ τοὺς πο‐
5λεμίους ἀπὸ τῶν τειχῶν ἑωρῶμεν. ἐμοὶ γὰρ εἴη μά‐ λιστα μὲν καὶ σώζεσθαι καὶ σπουδαίῳ δοκεῖν, εἰ δ’ ἕλκοι πρὸς αὑτὴν ἡ κακία, μετριώτερον, ὦ ἄνδρες πο‐ λῖται, τελευτὴ πονηρίας.
Or
.

16

.

12

οὑτωσὶ μὲν οὖν εἰ καὶ θαρρεῖν ὑπῆρχε περὶ τοῦ μέλλοντος, διά γε τὴν παρ‐ οῦσαν αἰσχύνην ἔδει καταδύεσθαι καὶ στένειν καὶ νομίζειν τῇ πόλει σχῆμα προσήκειν, οἷον ἐν τοῖς κή‐
5δεσιν οἶκον ἕκαστον καταλαμβάνει, νῦν δ’ οὔσης τῆς ἀδοξίας τοσαύτης οὐδ’ ὁ μηδὲν ἡμᾶς πείσεσθαι τῶν ἀνηκέστων ἐγγυώμενός ἐστιν, εἰ μή με λελήθατε χρησμοὺς ἐκ Δελφῶν δεξάμενοι.
Or
.

16

.

13

ἕως οὖν ἀκμάζει
τῆς ὀργῆς ταύτης ἡ φλόξ, τίς οὕτως ἀνδρεῖος, ὅστις οὐκ ἀξιώσει τρέμειν; οὐκ ἴστε, ὡς ὅσα οἱ σεισμοὶ δύ‐ νανται καὶ οἱ σκηπτοὶ καὶ αἱ τῆς θαλάττης ἐκδρομαί,
5τοσαῦτα καὶ οὐδὲν ἐλάττω βασιλέως θυμός; ἰσχύει γέ τοι τοῖς στρατεύμασι κατὰ τῶν ὅπλα οὐκ ἐχόντων, κἂν ἀναρπάσαι νεύσῃ πόλιν, οἴχεται ἡ μεγίστη τῶν ἁπασῶν ἐν ἡμέρας σμικρῷ μέρει χειρί, σιδήρῳ, πυρί, τοῖς ἄλλοις.
Or
.

16

.

14

ὁ δὲ ταύτην ὀκνῶν τὴν ὑπερβολὴν ἀφελὼν ἃ πόλεώς ἐστι γνωρίσματα, κώμης σχῆμα περιέ‐ θηκε. βλέψατε δὴ εἰς Καππαδοκίαν ἐκείνην. ἐκεῖ πόλις εὐδαίμων καὶ λαμπρὰ καὶ τοῦ δύνασθαι λέγειν ἐπιμε‐
5λουμένη καὶ χειμάδιον βασιλεῖ γεγενημένη πολλάκις ἐξώσθη τοῦ τῶν πόλεων καταλόγου δόξασά τι θρα‐ σύτερον ποιεῖν τῆς ἐξουσίας. τί οὖν; οὐκ εὖ φρο‐ νούντων ἀνθρώπων ἐστὶ πεφρικέναι, δακρύειν, σκο‐ πεῖν, ὅπως τι τῶν ἡμαρτημένων ἀναλύσομεν;
Or
.

16

.

15

εἶτ’ ἀναστάς τις ἐνταῦθα ἐρήσεται· καὶ ποῦ τοῦτο ἀδίκημα ἡμέτερον, εἰ μήτε ἔδωκεν ὅσα προσ‐ ῆκεν ἡ γῆ τάς τε ἐμπορίας ἔπαυσε τὰ περὶ τὰς τιμὰς τῶν ὠνίων νεωτερισθέντα; ὁ δὲ τοιοῦτος
5λόγος ἀτυχοῦντας δείκνυσιν, εἰ μηδὲν ἀδικοῦντες με‐ μισήμεθα. ὥστ’ ἐξ ἀμφοτέρων συνεστάλθαι καὶ θρηνεῖν νοῦν ἐχόντων ἐστίν, εἴτ’ ἐξεπίτηδες ἄρχοντα χρηστὸν ἠδικήκαμεν εἴτ’ οὐδὲν ἡμαρτηκότας δαίμων τις ἐχθρὸς ταύτῃ περιβέβληκε τῇ δόξῃ.
Or
.

16

.

16

ἀλλ’ ἐπειδὴ παρ’ ὑμῶν μὲν τὸ μηδὲν ἠδικηκέναι πολύ, παρ’ ἐκείνου δὲ τὸ τὰ μέγιστα ἠδικῆσθαι, τοιαύτην μὲν οὐκ ἂν εὐξαί‐ μην ἔγωγε διακρῖναι δίκην, ἄμφω γὰρ φίλω, καὶ ἥ τε
5πατρὶς τίμιον ὅ τε βασιλεὺς αἰδέσιμος καὶ κατὰ τὴν αὑτοῦ φωνὴν ἑταῖρος καί, τὸ μέγιστον, ἀπὸ τῶν λόγων οὓς ἀδελφοὺς ἐγώ τε κἀκεῖνος τίκτομεν. οὐ μὴν ἀλλ’ ἐπειδὴ δεῖ πάντα ὕστερα τῆς ἀληθείας εἶναι καὶ προ‐ εῖπον, ὡς οὐδὲν ὑποστειλάμενος ἃ φρονῶ λέξω, καὶ
10καταστήσας ἅπαξ ἐν τῷ συμβουλεύειν ἐμαυτὸν εἰς ἀνάγκην κατακέκλειμαι τοῦ τὴν ψῆφον ἐνεγκεῖν, λεκτέον ἅ γε φαίνεται.
Or
.

16

.

17

Οὐδ’ εἰ πάνυ πολλάκις, ὦ ἄνδρες Ἀντιοχεῖς, φαίην μάτην ὑμῖν ἐγκαλεῖν τὸν βασιλέα, δυναίμην ἂν
πλὴν ὑμῶν πεῖσαί τινα. ἥ τε γὰρ περὶ θεοὺς εὐσέ‐ βεια τό τε πρὸς τοὺς ἀρχομένους ἥμερον ἥ τε φύσις
5φιλοσοφίᾳ προσήκουσα τά τε μαθήματα συνηγωνισμένα τῇ φύσει, πάντα ταῦτα καθ’ ἡμῶν γίγνεται καὶ μαρ‐ τυρεῖ καὶ μονονουχὶ βοᾷ, ὅτι μᾶλλον ἡ πόλις εἰς ἐκεῖ‐ νον ἥμαρτεν ἢ παρ’ ἐκείνου τι περὶ ἡμᾶς πεπλημμέ‐ ληται.
Or
.

16

.

18

ὁ γὰρ ἄνθρωπος μίαν ταύτην ἡδονὴν ἥδεται τὴν ἀπὸ τοῦ μηδὲν ἑαυτῷ συνειδέναι πονηρὸν καὶ τῶν θεῶν τῷ μὲν σῖτον ἐσθίειν διέστηκεν, ἐν δὲ τῇ τῆς ἀρετῆς ἀσκήσει καὶ τῇ τῆς ψυχῆς ἐπιμελείᾳ
5πλησίον αὐτῶν ἐστι τῶν μὲν αἰσχρῶν ἐπιθυμιῶν πλέον κρατῶν ἢ ὧν ἄρχει πόλεων, τῶν δ’ ἤδη τὴν αὐτὴν βασιλείαν ἐσχηκότων τοὺς μὲν τοῦ μηδενὸς ἀξίους ἀποφήνας, τοὺς δὲ οὐχ ὅσουπερ πρότερον, τοὺς δὲ τῇ μὲν μιμησάμενος, ἔστι δὲ οἷς νικήσας.
Or
.

16

.

19

οὕτως οὖν ἀγαθὸν ἔχοντες τὸν κατήγορον καὶ τῶν ἐκ τῆς Εὐρώπης γενομένων τῷ Διὶ δικαιότερον οἰόμεθα περὶ ὧν ἐγκεκλήμεθα ἐξαρνούμενοι μεθ’ ἡμῶν τινας τῶν
5ἀκροωμένων ποιήσειν; οὐκ ἔστιν. εἰπὲ γάρ, τίνα πι‐ στὴν ἐροῦμεν πρόφασιν; ὡς ἀβασανίστως ὅ τι ἂν τύχῃ,
πράττει; καὶ τίς οὕτω τῶν ἐπ’ ἀγορᾶς στρεφομένων ἔμπειρος τῶν καθ’ ἡμέραν πραττομένων; ἀλλ’ ὡς ἰσχυ‐ ρότερον λογισμοῦ τρέφει θυμόν; ὁ τοὺς ἀκονήσαντας
10ἐπ’ αὐτὸν ξίφη ζῆν ἀφείς; ἀλλ’ ὅπως δημεύσειεν, αἰτίας πλάττει κενάς; ὁ τὴν ἀρχαίαν τοῦ χρυσοῦ φο‐ ρὰν τοῖς δήμοις ἀνείς; ἀλλὰ θηριώδης ἄνθρωπος; ὁ βαδίζων εἰς ἱερὰ καὶ τοῖς ἀρχομένοις ἀναμιγνὺς ἑαυ‐ τὸν καὶ δικάζων πρᾴως καὶ περὶ τῶν ἡμετέρων τέκνων
15ἀνερωτῶν καὶ χαίρων, εἴ τι τῶν καλῶν ἐπιτηδεύοι;
Or
.

16

.

20

πολλοὶ μάρτυρες ἥξουσιν, ὦ ἄνδρες Ἀντιοχεῖς, ἐκείνῳ βοηθοῦντες, πόλεις μυρίαι, ἔθνη μεγάλα, γῆ καὶ θάλαττα, πάντες οἱ νεμόμενοι τὴν μέχρι τῆς ἡμε‐ τέρας ἀπὸ τῶν τοῦ Ῥήνου ῥευμάτων, ὑφ’ ὧν ἁπάντων
5ἀγαπώμενος εἰς ταυτηνὶ προπεμπόμενος ἧκεν. ὅταν οὖν ἀπαρέσκωμεν μόνοι καὶ μόνοις ἐγκαλῇ τοὺς ἄλ‐ λους ἐπαινῶν, οὐκ ἐκεῖνον εἰκὸς μεταβεβληκέναι τοὺς τρόπους, ἀλλ’ ἡμᾶς οὐκ εὐήνιον παρεσχῆσθαι τὴν πόλιν.
Or
.

16

.

21

Οὕτως ἐξετάζων, ὦ ἄνδρες πολῖται, τὰ πεπραγ‐ μένα μᾶλλον ἡμᾶς αἰτίαις ἐνεχομένους ἢ συκοφαντου‐ μένους εὑρίσκω. εἰ δὲ δεῖ καὶ σαφεστέρων ἐγκλημά‐ των ἅψασθαι καὶ δακεῖν μὲν ὑμᾶς, ὠφελῆσαι δέ, τὸ
5μὲν ὡς κατεκρύψατε τὰ παρὰ τῶν ἀγρῶν καὶ δυ‐ νάμενοι καταστῆσαι λαμπρὰν τὴν ἀγορὰν ὅπως εἰς
στενὸν ἥξει, διεπράξασθε καὶ πόλεμον ἤρασθε πρὸς τὴν τοῦ βασιλέως ἐπιθυμίαν, οὐκ ἐρῶ. ψευδοίμην γὰρ ἂν εἰδώς, ὅτι πολλοὶ τῶν πολλὴν γῆν ἐχόντων
10πεινῶντας τοὺς ὑμῶν αὐτῶν οἰκέτας ὁρῶντες ἐπαρκεῖν αὐτοῖς οὐ δύνασθε.
Or
.

16

.

22

ἀλλ’ ἐκεῖνό γε ἡδέως ἂν μεμψαίμην, ὅτι μὴ τὴν γνώμην τῆς δυνάμεως παρε‐ σχόμεθα καλλίω. τί δέ ἐστιν, ὅ φημι; ἔστιν, ὦ ἄνδρες Ἀντιοχεῖς, ἀδυναμίαν καὶ προθυμίαν συνελθεῖν καὶ
5τὸν αὐτὸν ἄνθρωπον ἔργῳ μὲν τῷ κελεύοντι μὴ δυ‐ νηθῆναι χαρίσασθαι, γνώμῃ δὲ καὶ τῷ σφόδρα συμ‐ βουληθῆναι καὶ τῷ φαινομένης ἐλπίδος ἡσθῆναι καὶ τῷ τῆς τοῦ πράγματος φύσεως ἐναντιουμένης ἀθυμῆσαι.
Or
.

16

.

23

ὧν ἡμεῖς οὐδὲν ἐδείκνυμεν, ἀλλ’ ἦμεν ἔνδηλοι βαρυνόμενοι τῷ νόμῳ καὶ ποιοῦντες μὲν ὅσα ἐνῆν, ἀηδῶς δ’ ὑπουργοῦντες, καὶ τοὺς μὲν ἐν αὐτοῖς τοῖς ἔργοις ὑποφέροντες πόνους, τὸ πραττόμενον δὲ οὐκ
5ἐπαινοῦντες. ἐγὼ δ’ ἠξίουν ὑμᾶς συνερασθῆναι μὲν τῷ βασιλεῖ τῆς καταστάσεως ταύτης, θαυμάσαι δὲ τὴν ὁρμήν, εἰ καὶ τὸ δραστήριον ἀπῆν, ὡς ψυχήν τε φιλάν‐ θρωπον ἐμφανίζουσαν καὶ τῇ πενίᾳ βοηθοῦσαν, δει‐
νὸν ἡγουμένην, εἰ οἱ μὲν ὡς μάλιστα τρυφῷεν, οἱ δὲ
10τῶν ἀναγκαίων ἐνδεεῖς διατελοῖεν, καὶ τῆς ἀγορᾶς ἀνθούσης ὁρᾶν μόνον ἐξείη τοῖς πενεστέροις τὰς τῶν εὐπορούντων ἀπολαύσεις.
Or
.

16

.

24

ταῦτα ἔδει φρονεῖν καὶ γενέσθαι φανεροὺς οὐ τῷ κολάσαντι τὰς τιμὰς μεμφομένους, ἀλλὰ τοῖς οὐκ ἀνεχομένοις σωφρονῆσαι καπήλοις. καὶ γὰρ εἰ τὸ πρᾶγμα μηδὲν μᾶλλον ἠκο‐
5λούθει τοῖς βουλήμασιν, ἀλλ’ ὑμεῖς γε ἐν τοῖς εὐξα‐ μένοις ἐδοκεῖτ’ ἂν εἶναι μηδὲν ἀντιπεσεῖν τῇ βασιλέως γνώμῃ. οὕτω καὶ στρατιῶται διαφεύγουσιν αἰτίαν, ὅταν τοῦ στρατηγοῦ πρὸς τὸ δοκοῦν ἄπορον ἡγου‐ μένου τὴν αὐτοῦ τοῦ παρακαλοῦντος μιμησάμενοι τόλ‐
10μαν οἴωνται μὲν δεῖν χωρῆσαι διὰ παντός, ἀποκρου‐ σθέντες δὲ τῷ μὴ τυχεῖν τοῦ τέλους ἀλγῶσιν.
Or
.

16

.

25

ἡμεῖς δὲ τοιοῦτον λόγον γενέσθαι συνεχωρήσαμεν, ὡς ἐν μὲν ταῖς φερούσαις ἀφθονίαν ἡμέραις ἀθυμοῖμεν, τῇ σπάνει δὲ τῶν ὠνίων ἑορτάζοιμεν, ὡς ἐλεγχόμενοι μὲν
5ἐκείνῳ, νικῶντες δὲ τούτῳ. χρῆν δὲ ἐκεῖνον γεγε‐ νῆσθαι τὸν λόγον, ὡς τὴν τοῦ βασιλέως ὑπερβάλλομεν λύπην, ὅτι μὴ καὶ ἐπὶ τοῦ παρόντος τῶν τιμῶν μέτρου
μένει τὸ σχῆμα τῆς ἀγορᾶς.
Or
.

16

.

26

Ἐμοὶ ταῦτα σύνοισθα; φήσειεν ἂν Εὔ‐ βουλος ἀναπηδήσας καὶ ὁ μετ’ ἐκεῖνον καὶ ὁ τρίτος καὶ ὁ τέταρτος καὶ τῶν ἄλλων ἕκαστος. οὐκ ἔγωγε. πάλαι γὰρ ἂν ὑμῖν ἐχθρὸς ἦν, εἴ τι τοιοῦτον ᾔδειν.
5ἀλλ’ οὐδ’ ἂν ἐκεῖνο πεισθείην, ὡς οὐκ ἐξεφοίτησεν ἐντεῦθεν ἀφορμὴ τὸ μῖσος ἐπισπωμένη. καὶ παρ’ ὅτων μὲν ἀνθρώπων, ἀγνοῶ, περιτρέχουσαν δὲ τοιαύτην δόξαν ᾐσθόμην.
Or
.

16

.

27

συκοφάντου γὰρ τὸ ἔργον. πάλιν ἡ τοῦ βασιλέως ἀρετὴ ταύτην ἡμῖν ἀποκλείει τὴν καταφυγήν. ἄλλος μὲν γὰρ κἂν ὑπήχθη καὶ ἐξη‐ πατήθη, τοῦτον δὲ κἀν ταῖς δίκαις ὁρῶμεν οὐχ ἑλκό‐
5μενον ὑπὸ τῶν ψευδομένων, ἀλλὰ πάντα πατοῦντα καὶ κατακλῶντα φενακισμὸν καὶ καθάπερ φάλαγγα ῥηγνύντα τὰς παραγωγάς, ἕως ἂν ἐπ’ αὐτὸ τἀληθὲς πορευόμενος ἀφίκηται.
Or
.

16

.

28

Ἀλλ’ εἰ δοκεῖ, τὴν ἀγορὰν ἐῶμεν καὶ πάντων ἀέρων τὰ ἐγκλήματα. οἱ δὲ κακῶς οὗτοι γυμνού‐ μενοι καὶ κάκιον τρέχοντες καὶ δεδωκότες αὑτοῖς ἄδειαν τοῦ κακῶς λέγειν ὃν ἂν ἐθέλωσι, καὶ ἃ μηδ’ ἂν κατ’
5ἀλλήλων φθεγγόμενοι δικαίως ἀπῆλθον ἀθῷοι, ταῦτα
καταχέαντες τοῦ σωφρονεστάτου καὶ δικαιοτάτου καὶ φρονιμωτάτου πότερ’ ἄμεμπτον ἡμῖν ἐποίουν τὴν πό‐ λιν ἢ τούτων οἷς πιέζεται νῦν ἀξίαν;
Or
.

16

.

29

καὶ μὴ νομίζετε περὶ τῆς αὑτοῦ δόξης δεδοικότα χαλεπῶς ἔχειν τοῖς εἰρημένοις, μήποτε τοσοῦτον δυνηθείη ταυτὶ τὰ καθάρματα, ἀλλὰ τό τινας τῶν ἀρχομένων τοσαύτης
5γέμειν ἀσελγείας καὶ μήτε φοβεῖσθαι, τολμᾶν δὲ ἐν βασιλείᾳ ῥᾳδίως ὃ μηδ’ ἂν ἐν δημοκρατίᾳ καὶ ταύτῃ πλείονι τοῦ συμφέροντος ἐξουσίᾳ χρωμένῃ, τοῦτ’ ἔστιν, ὃ τὴν ἀθυμίαν ἐμπεποίηκε.
Or
.

16

.

30

τοιούτων οὖν ᾀσμά‐ των διὰ τῆς πόλεως φερομένων τίς ἀνεβόησεν ὡς ἐπ’ ἀσεβείᾳ; τίς προσελθὼν ἐπάταξε; τίς τὴν καρδίαν ἐπλήγη; τίς εἶπε πρὸς τὸν πλησίον· οὐ κωλύσομεν;
5οὐ συλληψόμεθα; οὐ δήσομεν; οὐκ ἀποκτενοῦ‐ μεν; ἔπρεπε γάρ, οἶμαι, τὸν μὲν ἡσυχάζειν, ἡμᾶς δὲ εἶναι τοὺς ἀπαιτοῦντας τὴν δίκην, καὶ πρὶν ἐκεῖνον, ἥτις ἐστὶν ἡ βλασφημία, μαθεῖν, τοὺς ὑβριστὰς ἀπο‐ λωλέναι.
Or
.

16

.

31

Ὀλίγοι, φησίν, ἦσάν τινες. οὐκοῦν καὶ διὰ τοῦτο κεκολάσθαι χρῆν, ὅτι ἃ πλείονες ὄντες τῶν λοι‐ πῶν οὐδ’ οὕτως ἂν εἰκότως ἐτόλμων, ταῦτ’ ὄντες οὐδὲ
εἴκοσι παροινοῦντες οὐκ ὤκνουν.
Or
.

16

.

32

Ἀλλὰ φαῦλοί τινες ἦσαν, ἄποροι καὶ κακοῦργοι καὶ βαλλαντιοτόμοι. δευτέραν ἀνάγκην εἴρηκας τοῦ δεῖν αὐτοὺς διεσπάσθαι, εἰ τὰ μὲν ἀδική‐ ματα μεγάλα καὶ δεινὰ καὶ περιφανῆ, παραίτησις
5δὲ οὐδαμόθεν.
Or
.

16

.

33

Ξένοι, φησίν, ἦσαν οἱ θέοντες. οὐκοῦν οἱ μὲν οἷς ἔλεγον ἠδίκουν, ἡμεῖς δὲ οἷς ἐπετρέπομεν. ἴσον δὲ γίνεται τῷ δρᾶν τὸ παρὸν κωλύσαι μὴ βου‐ ληθῆναι, καὶ δι’ ὧν τις οὐκ ὀργιζόμενος τοῖς ἠδικηκόσι
5φαίνεται, τῆς ἀδικίας ἐπαινέτης γίγνεται.
Or
.

16

.

34

ἄν‐ θρωπε, Φοίνιξ εἶ καὶ πόλις ἔστι σοι; μάλιστα μὲν κἀκεῖ σωφρόνει, εἰ δὲ οὐ δύνασαι, μὴ παύ‐ σαιο νοσῶν οἴκοι καὶ τὴν ἀσέλγειαν ὀνομάζων
5ἑορτήν. ἡμεῖς δὲ οὐκ ἴσμεν τοιαῦτα οὔτε ᾄδειν οὔτε ἀκούειν. ἀλλ’ ἐπιθυμεῖς παρ’ ἡμῖν κορ‐ δακίζειν; ἀπόθνησκε καὶ μὴ τὰ σαυτοῦ κακὰ τῷ κοινῷ τῆς πόλεως προστίθει.
Or
.

16

.

35

Τί ἐροῦμεν; ἢ τί φήσαιμεν ἄν, διότι τούτων οὐδὲν πεποιήκαμεν; ἐρεῖ τις, ἐδείσαμεν, φησί, μὴ τὰ
δοκοῦντα νόμοις ἱεροῖς γίγνεσθαι κωλύοντες εἰς αἰτίαν τοῦ τὰς ἑορτὰς ἀναιρεῖν ἐμπέσωμεν.
5ἔδει γὰρ ἡμᾶς πεισθῆναι ταῦτα ἑορτὴν εἶναι, κῶ‐ μον οὕτω τολμηρὸν ἐπὶ τὴν θειοτάτην χωροῦντα κε‐ φαλήν.
Or
.

16

.

36

ἀναμεμίχθαι σκώμματά τινά τισιν ἑορταῖς ὁμολογῶ, ἀλλὰ πρῶτον μὲν κοῦφα καὶ φορητὰ καὶ οὐκ ἀπὸ γλώττης ἀναπεπταμένης, οὐ γὰρ εἰς ὁμοίους, ἀπορριπτούμενα, καὶ ταύτῃ τὴν τραχύτητα λεαίνοντα.
5εἰ δὲ ἐξῆν τοῖς ἐμοῖς δούλοις τἀξ ἀνθρώπων ὀνείδη συμφορήσασι τὴν ἑορτὴν προστησαμένοις ἀνέδην ἐμὲ λοιδορεῖν, ἐγὼ μὲν οὐκ ἂν ἀπεδεξάμην τοὺς ταύτῃ τῇ θεραπείᾳ χαίροντας θεούς.
Or
.

16

.

37

Ἦν μὲν οὖν φροντιζόντων πόλεως ἀνθρώπων πάλαι ταῦτα ἐκκόψαι καὶ μηδὲ τὸν ὕπτιον Κωνστάν‐ τιον περιιδεῖν ὑβριζόμενον, λογιζομένους, ὡς βασιλέως ἁπλῶς κἂν ἡ γνώμη μετέχῃ ῥᾳθυμίας, ἥ γε τύχη τιμῆς
5ἀξία. εἰ δ’ ἦν οὐδὲν ἀπεικὸς μετὰ τῶν ἄλλων καὶ τοῦτο ἀμεληθῆναι, παρειληφότος γε τὴν ἀρχὴν τοῦ πάντας ἐν ἅπασι τῆς γῆς μέρεσι παρελθόντος οὐδὲν
ἐχρῆν τῶν κόσμον ἀπαιτούντων ὀλιγωρεῖσθαι, ἀλλὰ μάλιστα μὲν οὔπω προσιόντος τοῦ καιροῦ φόβῳ προ‐
10ανελεῖν τὰς ὕβρεις, τούτου δὲ διαφυγόντος τὴν γνώ‐ μην ὑπ’ αὐτῆς κινηθῆναι τῆς ἀσελγείας.
Or
.

16

.

38

ὅλως δὲ λαμπρὰν ἔδει τῶν τρόπων γενέσθαι τὴν μετάστασιν, καὶ τὴν πόλιν ἀμείνω μεταλαβεῖν ἁρμονίαν, ὥσπερ τινὰ κιθάραν εἰς ἄκρου κιθαρῳδοῦ χεῖρας ἐλθοῦσαν,
5ταύτην δὲ τὴν ἁρμονίαν διὰ πάντων μὲν τῶν κοινῶν, διὰ πάντων δὲ τῶν ἰδίων τετάσθαι καὶ ψυχῶν καὶ διαίτης καὶ ἀνδρῶν καὶ παίδων καὶ γυναικῶν.
Or
.

16

.

39

Ἀλλ’ ὅτι μὲν ἐκ τῆς ἡμετέρας μωρίας συνέστη τε τὴν ἀρχὴν τὸ μῖσος καὶ προϊὸν ηὐξήθη, δεδήλωται· συγχωρῶ δέ, εἰ δοκεῖ, τύχης εἶναι τὸ ἔργον οὐ τὰ δίκαια ποιούσης. τί οὖν; ἐάσομεν, ὥσπερ κακοὶ ναῦ‐
5ται, κρατηθῆναι τὴν ναῦν ὑπὸ τοῦ χειμῶνος ἤ τινα πρόνοιαν ἀντιστήσομεν τῷ κλύδωνι; ἐμοὶ μὲν τοῦτο δοκεῖ καὶ τοῦτο βούλημα τοῦ παρόντος λόγου κα‐ μνούσῃ βοηθῆσαι τῇ πόλει, καὶ πάνθ’ ὅσα ἐπετίμησα, πρὸς μίαν ταύτην τείνει σπουδήν.
Or
.

16

.

40

Τίνα δὴ τὰ φάρμακα; φανῶμεν ὡς ἀληθῶς ἀλγοῦντες, φανῶμεν ὡς ἀληθῶς πενθοῦντες. ἀπολογη‐
σώμεθα λύπῃ καὶ σωφροσύνῃ. καὶ γὰρ τοῦτο ἕν ἐστι τῶν ἐγκλημάτων, ὡς φρόνημα μεῖζον ἀσκοῦμεν τοῦ
5δέοντος καὶ φοβεῖν οὐδὲν δύναται τὴν πόλιν. μή μοι νομιζέτω τὴν αὑτοῦ κατήφειαν Ἀργύριος εἰς ἀπολογίαν ἀρκεῖν, ἀλλ’ εἰς ἀχθηδόνα κοινὴν σχηματίσωμεν τὸ ἄστυ καὶ μιμησάσθω πένθος οἰκίας ὅλη 〈ἡ〉 πόλις.
Or
.

16

.

41

κλεί‐ σωμεν βραχὺν χρόνον τὸ θέατρον καὶ δεηθῶμεν τῶν ὀρχηστῶν τουτωνὶ καὶ μίμων μεταδοῦναι [καὶ] τοῖς ἀστυγείτοσι τῶν παρ’ αὑτῶν ἀγαθῶν, ἡμῖν δὲ ἐπιτρέ‐
5ψαι τὸ θέρος ἄνευ τέρψεως διαγαγεῖν. τὰς τῶν ἵπ‐ πων ἁμίλλας εἰς ἐλάττους συστείλωμεν ἄθλους, ἓξ ἀντὶ τῶν ἑκκαίδεκα τάξαντες. τὸ πολὺ καὶ μάταιον τοῦτο φῶς καὶ τρυφὴν ἄχρηστον δεικνύον τὸ πρὸ τῶν βαλανείων κρεμάμενον εἰς πολλοστὸν τοῦ νῦν ὄντος
10καταστήσωμεν. δικάσωμεν ἡμῖν αὐτοῖς, ἵνα μὴ βασι‐ λεὺς ἡμῖν. ὑπόσχωμεν ἑκόντες τιμωρίαν, ἵνα μὴ μείζω πάθωμεν ἄκοντες. οἰκείᾳ ψήφῳ τὴν ἐκείνου κωλύσωμεν.
Or
.

16

.

42

κἂν οἱ τῶν θεάτρων ἐξηρτημένοι χαλεπαίνωσι, πείθωμεν αὐτοὺς ἐπιγνῶναι τὸν καιρόν, οὐ προσεχόν‐ των δὲ μηδεὶς ἔστω λόγος. δεινὸν γάρ, εἰ τούτοις κατὰ τῆς κοινῆς σωτηρίας χαριούμεθα καὶ τὸ μὴ λυ‐
5πῆσαι τοὺς ὁμολογοῦντας ἄνευ τῶν ἐπὶ σκηνῆς μὴ δύνασθαι ζῆν ἔμπροσθεν τοῦ λῦσαι τὴν βασιλέως ὀρ‐ γὴν θησόμεθα.
Or
.

16

.

43

εἰ γὰρ δὴ δεδοίκαμεν στάσιν, καὶ τοῦτ’ ἐγκαλεῖ τῇ βουλῇ βασιλεύς, εἰ οὕτω κακῶς τῆς πόλεως προὔστημεν, ὥστ’ ἀνάγκην εἶναι τοὺς ἀμεί‐ νους τοῖς πολλοῖς ἀκολουθεῖν καὶ τοῖς ὄχλοις ἐκπορί‐
5ζειν ἡδονὰς ἢ εὐθὺς ἀπολωλέναι. ἀλλὰ μὴν ἄγαν παμπόλλους εἶναι νομίζομεν τοὺς ἐν λιμῷ ζητοῦντας ὀρχήσεις. ἀλλ’ ἀνθρώπων ἐκ τοῦ κυβεύειν εὐπο‐ ρούντων κομιδῆ τινων εὐαριθμήτων καὶ τούτων ξένων, ἐφ’ οὓς ἔχομεν τὸν τῆς ξενηλασίας νόμον, ἢν θρασύ‐
10νωνται.
Or
.

16

.

44

οἶμαι μὲν οὖν εἴξειν ἅπαντας τοῖς ὑμῖν δοκοῦσιν, ἂν δ’ ἄρα τις καὶ γένηται θόρυβος, σώσει τοῦτο τὴν πόλιν τὸ φοβερόν. ὡς πολλοῦ γε ἄξιον ἀκοῦσαι βασιλέα τῶν ἐνθένδε ἀναβαινόντων, ὅτι Ἀντι‐
5οχέων οἱ μὲν τὰ κοινὰ πράττοντες μεταρρυθμίζουσιν εἰς καρτερίαν τὴν πόλιν, ὁ δῆμος δὲ ἀντιτείνει καὶ οἴεται δεῖν ἢ τρυφᾶν ἢ στασιάζειν.
Or
.

16

.

45

Ὁ δ’ οὐ χρηστὸν οἰωνὸν ταῦτα εἶναι νομίζων, εἰ μὲν ἀπόντος φόβου παντὸς φανεροῦ τὴν μεταβολὴν εἰσηγούμην, ἴσως ἂν ὀρθῶς εὐλαβεῖτο, θυμοῦ δὲ ζέον‐ τος τηλικούτου καὶ τῶν ἀπ’ αὐτοῦ προσδοκωμένων, ἢν
5αὐτοὶ τῶν ἡδονῶν τι περικόψωμεν, τάχ’ ἂν ἐμπλήσαι‐ μεν τὸν ἐλαύνοντα δαίμονα τὰ ἡμέτερα. οὔκουν εὖ φερομένην ἐμβαλοῦμεν εἰς κακόν τι τὴν πόλιν, ἀλλὰ σειομένην στήσομεν.
Or
.

16

.

46

σταίη δ’ ἄν, ὦ ἄνδρες πο‐ λῖται, βεβαίως, εἰ, ὃ τῶν μὲν εἰρημένων ἐστὶ μεῖζον, ἐνίοις δὲ πρόσαντες, τοῖς πλείοσι δὲ κατὰ νοῦν, νική‐ σειέ τε καὶ θαυμασθείη. εὖ γὰρ εἰδέναι χρὴ
5τοῦθ’, ὡς οὔτε πρηνεῖς ἐπὶ γῆς ἐρριμμένοι οὔτε κλα‐ δίοις ἐλαιῶν αἰτοῦντες, οὐ στεφανοῦντες, οὐ βοῶντες, οὐ πρεσβεύοντες, οὐ ῥήτορα δεινότατον πέμποντες σβέσετε τὴν ὀργήν, ἢν μὴ παυσάμενοι τῶν ὕθλων τού‐ των δῷτε τῷ Διὶ καὶ τοῖς ἄλλοις θεοῖς τὴν πόλιν,
10περὶ ὧν ὑμᾶς πολὺ πρὸ τοῦ βασιλέως Ἡσίοδος διδά‐ σκει καὶ Ὅμηρος εὐθὺς ἐκ παίδων.
Or
.

16

.

47

ὑμεῖς δὲ τῷ πεπαιδεῦσθαι μὲν ἀξιοῦτε τιμᾶσθαι καὶ παίδευσιν κα‐ λεῖτε τὰ ἔπη, περὶ δὲ τῶν μεγίστων ἑτέροις χρῆσθε διδασκάλοις καὶ ὧν κεκλειμένων ἔδει στένειν, ἀνεῳγ‐
5μένα φεύγετε. εἶθ’ ὅταν Πλάτωνος καὶ Πυθαγόρου μνησθῇ τις, τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τὴν τα‐ μίαν καὶ τὸν μάγειρον καὶ τὸ πάλαι ταῦτα πεπεῖσθαι προτείνεσθε καὶ οὐκ αἰσχύνεσθε ταῦτα αἰσχυνόμενοι,
ἀλλ’ οἷς ἔδει νομοθετεῖν, τούτων ἐφόλκια γίγνεσθε
10καὶ μεγάλην ἀνάγκην ἡγεῖσθε τοῦ κακῶς διὰ τέλους φρονεῖν τὸ πάλαι φρονεῖν κακῶς, ὥσπερ ἂν εἴ τις τὴν ὥραν ἐν τῇ νεότητι πεπρακὼς καὶ διὰ τῶν ἄλλων ἡλι‐ κιῶν φυλάττοι τὴν νόσον.
Or
.

16

.

48

Καὶ τί δεῖ μακρολογεῖν; νῦν γὰρ ὑμῖν αἵρεσις ἢ μισουμένοις διατελεῖν ἢ διπλῇ κερδᾶναι τό τε τοῦ κρατοῦντος κτησαμένοις εὐμενὲς καὶ γνοῦσι τοὺς ὄντως τὸν οὐρανὸν ἔχοντας. μόνοι γὰρ ὑμεῖς
5ἐν οἷς χαριεῖσθε κερδανεῖτε καὶ σχῆμα διδόντων ἔχον‐ τες ἔργῳ τῶν λαμβανόντων ἔσεσθε.
Or
.

16

.

49

ἀλλ’ οὐδεὶς ὑμᾶς μεταστήσει λόγος, οἶδα, καὶ διὰ τοῦτο συνέτεμον, ἵνα μὴ τηνάλλως μηκύνοιμι. ἀλλ’ ὅπως, ἡνίκα ἂν ἐγγὺς ᾖ τὰ δεινὰ καὶ βασιλεὺς μετὰ Πέρσας ὡς πο‐
5λεμίαν μεταχειρίζηται τὴν πόλιν, μή μοι περιστάντες ὀδύρησθε φάσκοντες καιρὸν ἥκειν τῶν λόγων. ὧν γὰρ αὐτοὶ καταφρονεῖτε, πῶς ἂν τούτους ἀξιοίητε παρ’ ἐκείνῳ δύνασθαι;
Or
.

16

.

50

Πρὸς δὲ τοὺς ἀδικεῖσθαι νομίζοντας, εἰ τῶν τε ἄλλων αἰτιῶν οὐ μετέχοντες καὶ θεοῖς θύοντες μετὰ τῶν ἀσεβούντων τε καὶ τἄλλα ὑπαιτίων ζημιω‐ θεῖεν, ἐμαυτοῦ μὲν οὐκ ἐρῶ λόγον, τὸν ἐκείνου δὲ
5πρὸς ἐμέ. καὶ γὰρ αὐτὸς διῄρουν ὑμᾶς ἀπολογούμενος πρὸς αὐτόν, τῷ δὲ ἓν ἔπος ἤρκει τοῦ τὴν δάφνην παρὰ τῶν Μουσῶν λαβόντος. διδοὺς γὰρ εἶναί τινας οὐ πονηροὺς οὐκ εἴα θαυμάζειν, εἰ μετὰ τῶν κακῶν ἀπολοῦνται. πολλάκι γάρ φησι καὶ σύμπασα πό‐
10λις κακοῦ ἀνδρὸς ἀπηύρα.
Or
.

16

.

51

κἀνταῦθα οὐκ ἐνῆν ἀναισχυντεῖν οὕτω πάλαι τοῦ πράγματος ἔχοντος. τίς γὰρ οὐκ οἶδεν, ὅπως μὲν ἀνηλώθη τῷ λοιμῷ τῶν Ἀχαιῶν ὁ στρατὸς διὰ τὴν Ἀγαμέμνονος ἁμαρτίαν, οἷα
5δὲ ἔπαθον ἀποπλέοντες οἴκαδε διὰ τὴν Αἴαντος ἀδι‐ κίαν; οὐκ Ἀθηναῖοι μὲν τῆς Περικλέους εἰς τοὺς Με‐ γαρέας ὕβρεως ἔτισαν κοινῇ τὴν δίκην, Θηβαῖοι δ’ ἐνόσουν Οἰδίπου κτείναντος Λάιον καὶ ταῦτα ὃν ἔσφατ‐ τεν οὐκ εἰδότος; τοῦτον οὖν ὁρῶν παρὰ τοῖς κρείτ‐
10τοσι κεκρατηκότα τὸν νόμον φυλοκρινήσει καθήμενος ἀπὸ τῶν φαύλων ὄντων πολὺ πλειόνων τοὺς χρηστούς; βουλοίμην μὲν ἄν, πιστεύειν δὲ οὐκ ἔχω.
Or
.

16

.

52

Ἕως οὖν ἔτι διαβαίνει ποταμοὺς καὶ βλέπει
πρὸς τὴν τῶν Περσῶν δυναστείαν καὶ σκοπεῖ περὶ τῆς εἰσβολῆς καὶ ποῦ καὶ πότε καὶ πῶς ἐπίθοιτο τοῖς πολεμίοις, ποιήσωμεν ἡμᾶς αὐτοὺς καλοὺς κἀγαθοὺς
5καὶ καθάπερ οἱ ἡμέτεροι πρόγονοι τῆς πολλῆς τρυφῆς ἀπαλλαγέντες εἰς τὸ μέτριον μετέστησαν, οὕτω καὶ ἡμεῖς ἀλλήλους παρακαλέσαντες τὴν μὲν νῦν οὖσαν περὶ τῆς πόλεως δόξαν ἐκβάλωμεν, φανῶμεν δὲ ἄξιοι βασιλεῖ τῆς προτέρας ἐλπίδος.
Or
.

16

.

53

ἐκεῖνος ᾤετο μάλιστα ταύτην ἑαυτῷ συγχορεύσειν καὶ τὰς ἄλλας ἀποκρύψειν εὐνοίᾳ καὶ τῆς πατρίδος αὐτῆς οἰκειοτέραν ἔσεσθαι κάλ‐ λος αὐτῇ καὶ προσθήκας ἑτέρας ἑτοιμάζων ἐπορεύετο.
5νῦν δὲ μισεῖ καὶ μισεῖσθαι πέπεισται ὁ Ἀπόλλωνος φίλος ὑπὸ τῶν Ἀπόλλωνος τροφίμων καί φησιν ἐν Ταρσοῖς τῆς Κιλικίας χειμάσειν.
Or
.

16

.

54

ἡμεῖς δὲ εἰ τοῦτο γένοιτο, βιωσόμεθα; εἰπέ μοι, ποίαις ψυχαῖς; τί λέγοντες; πῶς ἀλλήλους ὁρῶντες; πῶς τοὺς εἰσαφικνουμένους; Ἀντι‐ οχείας οὔσης, Ἥλιε, καὶ σωζομένης ἐν Ταρσοῖς βασι‐
5λεύς; καὶ πέμψομεν πρέσβεις εἰς Κιλικίαν οἱ δεχόμενοι τοὺς ἐκεῖθεν; καὶ Κύδνος εὐτυχέστερος Ὀρόντου τοῦ ποταμοῦ;
Or
.

16

.

55

καὶ ἡ αἰτία δι’ ἣν ταῦτα οὕτω πέπρα‐ κται, χαλεπωτέρα πτώματος. οὐκ ἤνεγκαν ἄρχοντα ἀγαθὸν οἱ τῶν μὴ τοιούτων γενεὰν ἐνεγκόντες ὅλην, οὐκ ἤνεγκαν ἐν βασιλεῖ φιλοσοφίαν οἰκοῦσαν, ἀπεσεί‐
5σαντο τὴν ἀρχήν. εἶτ’ οὐ πᾶς ὑμῖν ἀπὸ τῶνδε τῶν
χρόνων πολέμιος βασιλεύς; οὐ διαδέξονται μετὰ τοῦ σκήπτρου τὸ μῖσος; οὐ φεύξονται τὴν ἀκόλαστον; οὐ συνεπιθήσονται τοῖς καιροῖς; οὐ τοῖς ἀεὶ τὴν πόλιν ἔχουσι τὴν νῦν ἀγνωμοσύνην προοίσουσι; καλῆς γε
10προνοίας τοὺς υἱεῖς κληρονόμους καταλείψετε· ἄνδρες, δείσατε τὸν κρημνόν.
Or
.

16

.

56

τοιοῦτον ἐχθρὸν ἐγὼ κἂν ἰδιώτην ἔδεισα. οὐκ ἔστι τοῦ Τυανέως πόρρω κατὰ τὸν βίον, ὃς δυοῖν ῥήμασιν ἔστιξε τὴν ἡμετέραν. εἶτ’ οὐ νήψομεν; οὐχ ὅλον τὸ συμβησόμενον ὀψόμεθα ταῖς
5ψυχαῖς; οὐκ ἐπὶ τὰ ἱερὰ δραμούμεθα; οὐ τοὺς μὲν πείσομεν, τοὺς δὲ ἕλξομεν; οὐ παρὰ τοὺς βωμοὺς ταῖς ἱκετείαις χρησόμεθα χαίρειν ἀφέντες ἱπποδρόμους· οὐκ ἀποστελοῦμεν φήμην ἐπ’ αὐτὸν Χοάσπην Ἀντι‐ οχεῖς ἀπολελόγηνται λέγουσαν; οὐ δεξόμεθα τὴν
10ἐκεῖθεν βασιλεὺς διήλλακται λέγουσαν;
Or
.

16

.

57

Τούτων εἰ λέγοι τις βέλτιον, πρῶτος ὑπακού‐ σομαι. εἰ δ’ ἐνθάδε σιγήσας οἴκοι με κακῶς ἐρεῖ, θαυ‐
μάσεταί με τοῦ χειμῶνος ἅμα δάκρυσιν.
Or
.

17

t

ΜΟΝΩΙΔΙΑ ΕΠΙ ΙΟΥΛΙΑΝΩΙ.
Or
.

17

.

1

Ὢ πόποι, ἦ μέγα πένθος οὐκ Ἀχαιίδα γῆν μόνον, ἀλλὰ καὶ πᾶσαν ὁπόσην ὁ Ῥωμαίων κοσμεῖ θεσμός, κατείληφε· μᾶλλον μὲν γὰρ ἴσως ἣν Ἕλληνες
οἰκοῦσιν, ἅτε καὶ μᾶλλον αἰσθανομένην τοῦ κακοῦ,
5διήκει δ’ οὖν καὶ διὰ πάσης γῆς, ὡς ἔφην, ἡ πληγὴ τύπτουσά τε καὶ κατατέμνουσα τὰς ψυχάς, ὡς οὐκέτ’ ὂν βιωτὸν ἀνδρὶ βελτίστῳ τε καὶ ὅτῳ τοῦ εὖ ζῆν ἐπι‐ θυμία.
Or
.

17

.

2

τιμαὶ μὲν οἴχονται τῶν ἀγαθῶν, ὑψηλαὶ δὲ τῶν πονηρῶν τε καὶ ἀκολάστων φατρίαι· νόμοι δὲ κωλυταὶ κακουργημάτων οἱ μὲν ἤδη λέλυνται, οἱ δὲ αὐτίκα τοῦτο πείσονται, τοῖς δὲ μένουσι γράμμασιν
5εἶναι περιέσται ἔργων ἀμοίροις. πέπονθέ τε τὸ ἀνθρώ‐ πειον γένος, οἷον αἱ πόλεις ὧν κατασείεται τείχη. καὶ γὰρ ἐκεῖ τοῦ περιφράττοντος ἀπολωλότος τῶν μᾶλλον ἰσχυόντων γίνεται τὰ τῶν δικαίως κεκτημένων, οἱ δὲ ἐπιπεσόντες ἁρπάζουσί τε καὶ κτείνουσι καὶ ὑβρίζουσιν
10εἰς γυναῖκας ἁλούσας καὶ παῖδας. καὶ νῦν ἀνέῳκται κατὰ τῶν ἐπιεικῶν τοῖς ἀνόσια δρῶσιν ὁδὸς εὐρεῖα καὶ κλισιάδες μεγάλαι, καὶ τετείχισται οὐδὲν ἔτι.
Or
.

17

.

3

τὸν μὲν οὖν Ἕκτορα τῆς Τροίας ἤδη τις ἐκά‐ λεσεν ἀστραβῆ κίονα ὀρθῶς προσειπών. πεσόντος γὰρ ἐπὶ σαθροῦ τὸ Ἴλιον εἱστήκει καὶ αὐτίκα ἔμελλε κείσεσθαι μετὰ τοῦ Ἕκτορος. νυνὶ δὲ οὐ μιᾶς περὶ
5τὸν Ἑλλήσποντον πόλεως οὐδέ γε ἔθνους ἑνὸς ἀνατέ‐ τραπται κίων, ἀλλ’ ἡ ἀρχὴ τῶν ἀπογόνων Αἰνείου, τὸ δέ ἐστι γῆς ὅ τι κάλλιστον καὶ θαλάττης, ἐπ’ οὐδενὸς ἰσχυροῦ βέβηκεν. ἀλλ’ ἔστι καὶ τῶν οὐ σφόδρα βιαίων πνευμάτων κατασεῖσαι, τῶν μὲν ἔνδοθεν πονηρίᾳ λυ‐
10μαινομένων, τῶν δὲ σὺν ὅπλοις ἔξωθεν ἐπιόντων τε καὶ ἐχόντων.
Or
.

17

.

4

Τίνα μέντοι, τίνα θεῶν αἰτιατέον; ἢ πάντας ὁμοίως ἐκλιπόντας φρουρὰν ἣν ὤφειλον τῇ γενναίᾳ κεφαλῇ ἀντὶ πολλῶν μὲν ἱερείων, πολλῶν δὲ εὐχῶν, μυρίων δὲ ἀρωμάτων, πολλοῦ δὲ αἵματος τοῦ μὲν
5νυκτός, τοῦ δ’ ἐν ἡμέρᾳ χυθέντος; οὐ γὰρ τοὺς μὲν εὐώχει, τοὺς δὲ ὑπερέβαινεν, ὥσπερ ὁ Αἰτωλὸς ἐκεῖνος τὴν Ἄρτεμιν ἐν καρπῶν συλλογῇ, ἀλλ’ ὅσους οἱ ποιη‐ ταὶ παρέδοσαν, πατέρας τε καὶ παῖδας, θεούς τε καὶ
θεάς, ἄρχοντάς τε καὶ ἀρχομένους, ἅπασιν ἔσπενδέ τε
10καὶ τοὺς ἁπάντων ἐνεπίμπλη βωμοὺς ἀρνῶν καὶ βοῶν.
Or
.

17

.

5

ὥστε ἔγωγε πολλάκις ἐνεθυμήθην, ὅτι οὐδὲν ἂν δέοι τῷδε τῷ ἀνδρὶ τάχους τε ἵππων καὶ τοξοτῶν τέχνης καὶ ὁπλιτῶν ἀλκῆς καὶ δέκα μυριάδων, ἀλλ’ ἔχων ἀμφ’ αὑτὸν τοὺς θεούς, ὀλίγην στρατιὰν μέγα
5δυναμένην, ὀφθεὶς τοῖς ἐναντίοις πείσει γενέσθαι γυμνούς.
Or
.

17

.

6

ἤλπιζον δὲ καὶ σκηπτοὺς καὶ πρηστῆρας καὶ τὰ ἄλλα βέλη τὰ τῶν κρειττόνων καταβήσεσθαι ἐπὶ Πέρσας, οἱ δὲ οὕτως ἄρα ἦσαν δίκαιοι, ὥστε πολλῇ μὲν ἑστιαθέντες κνίσσῃ, λαμπρὰ δὲ ὑποσχόμενοι
5καὶ τῶν γε πρώτων οὐ φθονήσαντες τελευτῶντες τά τε ἄλλα συνέχεαν καὶ αὐτοῦ προσαπεστέρησαν ἁλιέων μιμησάμενοι δέλεαρ καὶ δι’ Ἀσυρίων κεκρατη‐ μένων ἐπὶ θάνατον ἑλκύσαντες.
Or
.

17

.

7

ἀμείνων ἄρα ἦν ὁ
λογισμὸς ὁ τέως καταγελώμενος, ὃς πόλεμον ὑμῖν ἀρά‐ μενος πολύν τε καὶ σφοδρὸν καὶ ἄπαυστον ἔσβεσε μὲν πῦρ ἱερόν, ἐπέσχε δὲ θυσιῶν ἡδονήν, βωμοὺς δὲ
5ἐφῆκε λακτίζουσιν ἀνατρέπειν, ἱερὰ δὲ καὶ νεὼς τοὺς μὲν ἔκλεισε, τοὺς δὲ κατέσκαψε, τοὺς δὲ βεβήλους ἀποφήνας πόρνοις ἐνοικεῖν ἔδωκε, ξύμπασαν δὲ τὴν περὶ ὑμᾶς διατριβὴν καταλύσας νεκροῦ τινος θήκην εἰς τὸν ὑμέτερον ἐγκατέστησε κλῆρον.
Or
.

17

.

8

ἀλλ’ ὅμως οὗτος ὁ Σαλμωνεὺς ἢ Λυκοῦργος καὶ πρός γε ἔτι Μελιτίδης, οὐδὲ γὰρ νοῦ μετεῖχεν οὐδὲ πολὺ βελ‐ τίων τῶν ἐν ταῖς γραφαῖς ἦν ἢ τῶν πηλίνων, τεσσα‐
5ράκοντα ἔτη κατέσχεν ἣν ἐλωβᾶτο γῆν καὶ μόλις ποτὲ ἀπῆλθε νόσῳ.
Or
.

17

.

9

ὁ δέ γε ἱεροὺς ἀνανεωσάμενος νό‐ μους καὶ τὰ καλὰ ἀντὶ τῶν κακῶν εἰς τάξιν ἀγαγών, ἐγείρας μὲν ὑμετέρους οἴκους, στήσας δὲ βωμούς, ἱερέων δὲ γένη συγκαλέσας ἐν σκότῳ κρυπτόμενα, λεί‐
5ψανα δὲ ἀγαλμάτων ἐπανορθώσας, θύσας δὲ ἀγέλας,
θύσας δὲ ποίμνια, τὰ μὲν ἔξω, τὰ δὲ ἔνδον, τὰ μὲν ἐν νυξί, τὰ δὲ ὑφ’ ἡλίῳ, πάντα δὲ τὸν αὑτοῦ βίον ἐκ τῶν ὑμετέρων ἀρτήσας χειρῶν, μικρὸν μὲν χρόνον ἐν 〈τῷ〉 μικροτέρῳ σχήματι βασιλείας, πολὺ δὲ βραχύ‐
10τερον ἐν τῷ μείζονι φανεὶς ᾤχετο γεύσας μὲν ἀγαθῶν τὴν οἰκουμένην, κορέσαι δὲ οὐκ ἀρκέσας.
Or
.

17

.

10

ἀλλὰ πεπόνθαμεν, οἷον εἰ τῷ φοίνικι τῷ ὄρνιθι παρέστη διὰ πάσης μὲν τῆς γῆς ἐκτεῖναι τὴν πτῆσιν, στῆναι δὲ μηδαμοῦ μήτε ἀγρῶν μήτε ἄστεων. ἀμυδρὰ γὰρ
5οὕτως ἂν ἐγένετο τοῖς ἀνθρώποις ἡ τοῦ ὄρνιθος ὄψις. καὶ νῦν ἣν οὗτος ἀπέδωκεν εὐδαιμονίαν ὥσπερ ὑπό‐ πτερος διέδραμεν οὐκ ἀνασχομένη ῥιζωθῆναι τῆς, οἶμαι, κακίας ἀναμαχεσαμένης τὴν ἧτταν.
Or
.

17

.

11

ὡς πολύ γε ἦν κουφότερον ἐν τοῖς χείροσι μένειν ἀπείρους ὄντας ἁρμονίας βασιλικῆς ἢ μεταρρυέντας ἐπὶ τὰ ἀμείνω τοῦ βίου πάλιν ἐπὶ τὰ πρόσθεν ἀπενεχθῆναι, καθάπερ
5ναῦν ἀναχθεῖσαν μὲν ἐξ ἀλιμένων χωρίων, αὖθις δὲ ἐναντίῳ πνεύματι πεμφθεῖσαν ἐπὶ τὰς πέτρας, ὥστε καὶ περιρραγῆναι.
Or
.

17

.

12

τὸ δὲ μηδὲ διὰ χρόνου γενέ‐ σθαι τὴν ἐπάνοδον τῶν κακῶν, ἀλλ’ ὥσπερ παρακύψα‐ σαν τὴν ἀγαθὴν τύχην εὐθὺς οἴχεσθαι φεύγουσαν, Ἡράκλεις, ὡς πικρόν τε καὶ πικρῶν τινων δαιμόνων.
5λειμών τις οὗτος ἀνθήσας παραχρῆμα κατερρύη.
Or
.

17

.

13

Καίτοι ἔγωγε τοὺς μὲν τικτομένους μακαρίους ἀπεκάλουν, ἐν οἵῳ δὴ χρόνῳ σπαρέντες ἦλθον εἰς φῶς, τοὺς δ’ αὖ γεγηρακότας ἠλέουν ἐν βορβόρῳ τε βεβιωκότας πλῆθός τε ἐτῶν ἐν ἀγνοίᾳ τῶν
5καλῶν ἀνηλωκότας, πλὴν ὅσον καὶ οἵδε σκιρτή‐ σαντές τε ἐν γήρᾳ καὶ χορεύσαντες ἔμελλον ἀπέρ‐ χεσθαι. κακοδαίμονες δὲ ἄρα ὄντες ἐλάνθανον οἱ γεννώμενοι πρὸς τέλματά τε ἥξοντες καὶ νοσήσουσαν τὴν γῆν.
Or
.

17

.

14

Ὢ γλυκείας ἀκοῆς, ἣν ἀπὸ τῆς ἑσπέρας ἡ φήμη φέρουσα τὰς πόλεις εὔφραινε, μάχας καὶ τρόπαια καὶ Ῥῆνον πλεόμενον καὶ φόνον Κελτῶν καὶ αἰχμαλώτους λαμβανομένους, τοὺς δὲ πρὶν Ῥωμαίων ἁλόντας ἀπο‐
5διδομένους καὶ φόρους ἐκ πολεμίων καὶ τὰ κείμενα ἀνιστάμενα καὶ δαίμονός τινος ἔργα καὶ ἀρετὴν ἀπ‐ αγγέλλουσα.
Or
.

17

.

15

ὢ τῶν δευτέρων θαυμασιωτέρων, ὁδοῦ τε ἐκείνης διὰ τῶν ἐσχάτων καὶ δρόμου λανθά‐ νοντος καὶ ὁπλιτῶν ἓξ φοβούντων δισμυρίους καὶ πάντων μὲν ἐπ’ αὐτὸν ὁπλιζομένων, ἀμαχεὶ δὲ τοῦ
5πολέμου τεθέντος. ὢ τῶν λόγῳ δηλουμένων, ὢ τῶν πείρᾳ δεικνυμένων.
Or
.

17

.

16

βασιλεὺς ἐξέπληξε λόγου γραφῇ περὶ Βόσπορον ἄνδρα τὸν ὑπὸ ἀμαθίας φά‐ σκοντα Διογένη μιμεῖσθαι τὸν ἐκ Σινώπης, ὄντα δὲ πλὴν ἀναιδείας οὐδέν. βασιλεὺς ἐπέσταλκε σὺν ἀμη‐
5χάνῳ κάλλει καὶ περιιστάμεθα τὰς ἐπιστολάς.
Or
.

17

.

17

χω‐ ρεῖ παρὰ τὴν μητέρα τῶν θεῶν εἰς Φρυγίαν. ἔπειτα ἐκεῖ τι παρ’ αὐτῆς ἀκούσας ἐπείγεται. εἶτα ἐκ Κιλικίας σχολῇ πορεύεται δοκοῦν καὶ τοῦτο τῷ Διί.
5ἧκεν εἰς τὴν μεγάλην τὴν Ἀντιόχου πόλιν ἢ εἰ βούλει γε, Ἀλεξάνδρου τοῦ φίλου τε αὐτῷ καὶ οὐκ ἐῶντος καθεύδειν, ὥσπερ δή τινα στρατηγὸν στρατηγὸς Ἀθη‐ ναῖος Ἀθηναῖον.
Or
.

17

.

18

οὗ δὴ μυρίαι μὲν δικαζόμεναι δίκαι, πολλῶν δὲ θέσεις νόμων, βιβλίων δὲ συγγραφαὶ βοηθούντων θεοῖς, δρόμοι δὲ εἰς τεμένη τὰ μὲν ἐν τῇ πόλει, τὰ δὲ πρὸ αὐτῆς ἐν γηλόφοις, τὰ δὲ ἐν
5ἄκροις ὄρεσι. καὶ οὐδὲν οὕτω χαλεπὸν οὐδὲ δύσβατον,
ὃ μὴ λεῖον ἐδόκει νεὼν ἔχον ἢ πρότερόν γε ἐσχηκός. πυνθανόμενοι δὲ οἱ μέχρι τῶν τερμάτων Αἰγύπτου τε καὶ Λιβύης, ὡς ἐρρωμένως ἅπτοιτο τῶν ἱερῶν ὁ βασι‐ λεύς, μικρὰ μὲν ἐχρῶντο ταῖς οἰκίαις, ἐν ἱεροῖς δὲ
10διῃτῶντο.
Or
.

17

.

19

Ἔδει τότε, ὦ φίλτατε, μὴ ἀπώσασθαι τὴν Περ‐ σικὴν πρεσβείαν σπονδάς τε αἰτοῦσαν καὶ στέρξουσαν οἷς γνοίης. ἀλλά σου τὰ παθήματα τῆς πρὸς τῷ Τίγρητι γῆς ἀνθεῖλκε τὴν γνώμην δεδῃωμένης τε καὶ
5ἐρημωθείσης καὶ πολλὰς ἐμβολὰς ἀνασχομένης, ὧν ἑκάστη τὸν τῇδε πλοῦτον ἐκεῖσε μετήνεγκεν. ᾤου γὰρ ὡσπερεὶ προδοσίαν εἶναι μὴ λαβεῖν δίκας ἡσυχίας ἐπιθυμοῦντα.
Or
.

17

.

20

ἀλλ’ ἰδού, τὸ δαιμόνιον ἀντέκρουσε. μᾶλλον δὲ δίκας μὲν ἐπράξω παριούσας μεγέθει τὰ ἀδικήματα. γῆ ἦν Ἀσυρίων, τὸ κάλλιστον ὧν Μῆδοι κέκτηνται, φοίνιξι μεγάλοις δένδρων τε ἑτέρων παντο‐
5δαποῖς εἴδεσι σκιερά, χρυσόν τε καὶ ἄργυρον αὐτοῖς, ὡς ἂν ὀχυρωτάτη, φρουροῦσα, βασιλείων τε λαμπρῶν ἐνῳκοδομημένων κάπρων τε καὶ ἐλάφων καὶ ὁπόσα θήρα δίδωσιν, ἐν χώροις τετειχισμένοις πεφυλαγμένων φρουρίων τε κρειττόνων πολεμίας χειρὸς εἰς ἀέρα
10μέσον ἠρμένων ἀγρῶν τε παρισουμένων ἄστεσι τῆς τε ἄλλης εὐδαιμονίας διαφερόντως ἀνθούσης.
Or
.

17

.

21

τούτοις δὴ προσπεσὼν οὕτως ἐπέκλυσέ τε καὶ κατέσυρε γελῶν τε ἅμα καὶ παρέχων τοῖς στρατιώταις κωμάζειν, ὥστε ἀποικίας εἰς αὐτὴν δέοιντ’ ἂν Μῆδοι καὶ οὐδὲ ἀνδρὸς
5γενεὰ τὸ πτῶμα ἀνορθώσαι. καὶ μὴν ὄχθης τε ἀνά‐ βασις ἀπιστουμένη νυκτομαχία τε ὄχλον ὅτι πλεῖστον κατενεγκοῦσα Περσῶν τρόμος τε ἐγκείμενος τοῖς μέ‐ λεσι καὶ τὸ πόρρωθεν ὁρᾶν φθειρομένην τὴν γῆν σὺν ἀτολμίᾳ, ταυτὶ μὲν τῆς δίκης ἣν ἐπετίθει.
Or
.

17

.

22

Ἀπόδος δὴ ἡμῖν, ὦ θεῶν ὕπατε, τὸν ὁμώνυμον, ὃς πλεῖστα δή σε ἐκάλεσεν ἐν ἔτει ἀρχομένῳ. τοῦ δὲ ὁμόζυγος καὶ γέροντός περ ὄντος τὸν ἐνιαυτόν. ὁ δὲ † ἐν μέσῳ κατέδυ. καὶ ὁ μὲν ἔκειτο, ἡμεῖς δὲ ἐν Δάφνῃ
5τὰς Νύμφας ἐθεραπεύομεν ὀρχήσει τε καὶ ταῖς ἄλλαις χάρισιν εἰδότες ὧν ἐπεπόνθειμεν οὐδέν.
Or
.

17

.

23

Τίς ἄρα λόγχην ἐκείνην ἐχάλκευσε τοσοῦτον
δυνησομένην; τίς ἐπήγαγε δαίμων τῷ βασιλεῖ θρασὺν ἱππέα; τίς κατηύθυνεν ἐπὶ τὰ πλευρὰ τὴν αἰχμήν; ἢ δαίμων μὲν οὐδείς, προθυμία δὲ σφοδρὰ καταναγκά‐
5ζουσα περιτρέχειν τε καὶ ἐξοτρύνειν στρατιὰν ἀργὸν εἰωθυῖάν τε καθεύδειν καὶ τραυμάτων ἄπειρον τὴν πολλήν; ἀλλ’ ὁ μὲν οὕτως ἠμέλει τοῦ σώματος, Ἀφρο‐ δίτη δὲ ὅπως οὐκ ἐξήρπασεν οὐδὲ Ἀθηνᾶ, θαῦμα ἂν εἴη.
Or
.

17

.

24

καίτοι παλαιάς γε βοηθείας αὑτῶν ἐμι‐ μοῦντο ἄν, ὧν ἡ μὲν Μενέλεων ἐξέσωσεν, ἡ δὲ Πάριν, ἄνδρα ἠδικηκότα καὶ προσηκόντως ἀγχόμενον. τίς ποτε ἄρα τότε ἦν ἐν οὐρανῷ λόγος; τίς Ἄρεος ἀνέστη
5κατήγορος, ὥσπερ πρότερον ὁ Ποσειδῶν, φερομένου μὲν ἐπὶ τῆς ἀσπίδος ἔτι ἔμπνου τοῦ βεβλημένου, τῆς στρατιᾶς δὲ οἰμωγῇ διαχρωμένης, τῶν ὅπλων δὲ αὐ‐ τοῖς τὰς χεῖρας ἐκφευγόντων, ὥσπερ ἐν τῷ Σικελικῷ πορθμῷ τὰς τῶν Ὀδυσσέως ἑταίρων αἱ κῶπαι;
Or
.

17

.

25

θρῆ‐ νος ἦν τότε Μουσῶν, θρῆνος ἦν ἐν Βοιωτίᾳ καὶ
Θρᾴκῃ καὶ τοῖς φίλοις ὄρεσι θρηνουσῶν, οἶμαι, γῆν τε καὶ θάλατταν καὶ ἀέρα, εἰς οἵαν ἀνομίαν ἐμπεπτώ‐
5κασι, τὰ ἄλλα δέ, ὡς ἂν ἐστερημένα τῆς τῶν βωμῶν θοίνης.
Or
.

17

.

26

ὀδυρόμεθα δὴ καὶ ἡμεῖς κατὰ συμμορίας, φιλόσοφοι μὲν τὸν τὰ τοῦ Πλάτωνος σφίσι συνδιερευ‐ νώμενον, ῥήτορες δὲ τὸν δεινόν τε εἰπεῖν καὶ εἰπόν‐ τος ἐξετάσαι, οἷς δὲ πρὸς ἀλλήλους διαφοραὶ ψή‐
5φου δικαίας δεόμεναι, τὸν ἀμείνω τοῦ Ῥαδαμάνθυος δικαστήν.
Or
.

17

.

27

ὦ γεωργοὶ κακοδαίμονες, ὡς βορά γε ὑμεῖς ἔσεσθε τῶν εἰσπράττειν τεταγμένων. ὦ βουλευ‐ τηρίων ἰσχὺς καταρρέουσά τε ἤδη καὶ εἰς εἴδωλον ἀφιξομένη ταχέως. ὦ πόλεων ἄρχοντες, ὡς ἀπολεῖταί
5γε ὑμῖν τὸ ἔργον τοῦ ὀνόματος, ὥσπερ ἐν ταῖς πομ‐ παῖς καὶ ἔσται τὸ ἄρχον ὑπὸ τῷ ἀρχομένῳ, ὦ βοαὶ πενήτων ἀδικουμένων, ὡς μάτην γε πρὸς τὸν ἀέρα ῥιφήσεσθε. ὦ λόχοι στρατιωτῶν, οἷς ἀπόλωλε βασιλεὺς ταὐτὰ τοῖς πολλοῖς ἐπὶ στρατείας σιτούμενος. ὦ νόμοι
10δικαίως ἂν Ἀπόλλωνος δόξαντες εἶναι καταπατούμενοι. ὦ λόγοι δύναμίν τε καὶ σθένος ὁμοῦ κτησάμενοί τε καὶ ἀποβαλόντες. ὦ χεῖρες ὑπογραφέων τῇ τῆς γλώτ‐
της εὐμουσίᾳ κρατηθεῖσαι. ὦ πτῶμα τῆς οἰκουμένης κοινόν.
Or
.

17

.

28

κατακλυσμός τις οὗτος ἕτερος θέρους μέσου ἢ προσβολὴ πυρός, ὁποῖον ἐν τῇ Φαέθοντος ἡνιοχείᾳ λόγος ἁφθῆναι. μᾶλλον δὲ πολλῷ τουτὶ τὸ πάθος ἐλεεινότερον. τὸ μέν γε ἦν ἐρήμην εἶναι τὴν
5γῆν, τὸ δὲ νῦν πάσχειν κακῶς ὑπὸ τοῦ χείρονος τὸν ἀμείνω πόαν τε ὑπάρχειν ὥσπερ θρέμματι τῇ κακίᾳ τὰς πόλεις ἄφθονον, ἐξ ὧν ἂν ἔχοι τρέφεσθαι εἰς πιμελήν.
Or
.

17

.

29

ὥσπερ οὖν ἀνθρώπῳ νοσοῦντι τὴν ψυχὴν γέμοντί τε πονηρῶν ἐπιθυμιῶν κρεῖττον ἀπ‐ ελθεῖν ἢ ζῆν τυραννουμένου τοῦ ἐν τῇ ψυχῇ βελτίονος ὑπὸ τοῦ φαυλοτέρου, οὕτω δὴ καὶ τῇ γῇ μᾶλλον ἂν
5ἐλυσιτέλει κρυφθῆναι συνεχέσιν ὄμβροις ἢ πεπολίσθαι τε καὶ τρέφειν γένος ἀνθρώπων, ἐν ᾧ κακία μὲν τί‐ μιον, ἀρετὴ δὲ ἄτιμον.
Or
.

17

.

30

ἀναπνεύσατε, Κελτοί. χο‐ ρεύσατε, Σκύθαι. παιανίσατε, Σαυρομάται. ὁ ζυγὸς ὑμῖν συντέτριπται καὶ οἱ αὐχένες ἐλεύθεροι. τοῦτο ἦν ἄρα νεὼς Ἀπόλλωνος πυρὶ δαπανώμενος, ἐξέλιπεν
5ὁ θεὸς τὴν γῆν μιαίνεσθαι μέλλουσαν, τοῦτο σεισμοὶ γῆν πᾶσαν δονοῦντες, μελλούσης ἄγγελοι ταραχῆς τε καὶ ἀκοσμίας.
Or
.

17

.

31

Σὺ μέν, ὦ βασιλέων ἄριστε, μεγάλα ἐργαζό‐ μενος ἐνενόεις τὸν ἐπαινέτην ἐμὲ καὶ λόγους τοὺς ἐσομένους τοῖς πράγμασιν, ἐγὼ δὲ ἤσκουν τὴν διά‐ νοιαν, ὡς μὴ λειφθείην τῶν ἔργων, ὥσπερ τις παλαι‐
5στὴς ἐπιμελούμενος τοῦ σώματος πυνθανόμενος ἥξειν ἀντίπαλον ἰσχυρόν. ἐγὼ μὲν οὖν λέγω τε καὶ ἐρῶ καὶ οὐκ ἀδικήσω σιγῇ τὰ ἔργα, ἀκούσονται δὲ ἄλλοι μὲν τῶν ᾀσμάτων, αὐτὸς δὲ ὁ τὰς νίκας ἀνῃρημένος τέθαπται καλὰς καὶ γενναίας ἐλπίδας τῆς οἰκουμένης
10ἐκτεμών.
Or
.

17

.

32

ἐδέξατο πληγὴν Ἀγαμέμνων, ἀλλὰ Μυ‐ κήνης βασιλεύς, Κρεσφόντης, ἀλλὰ Μεσσήνης, Κόδρος, ἀλλὰ χρησμῷ πειθόμενος, Αἴας, ἀλλὰ μικρόψυχος στρα‐ τηγός, Ἀχιλλεύς, ἀλλ’ ἥττων ἀφροδισίων καὶ θυμοῦ
5καὶ ἄλλως ταραχώδης, Κῦρος, ἀλλ’ ὄντων υἱέων, Καμβύσης, ἀλλὰ μαινόμενος. Ἀλέξανδρος ἔθνησκεν, ἀλλ’ οὐκ ἐχθροῦ χειρί, καὶ ἅμα ἄνθρωπος δοὺς ἂν ἀφορμὴν κατηγόροις. ὁ δὲ ἐξ ἑσπέρας μέχρις ἀνίσχοντος ἡλίου κρατῶν, ψυχὴν δὲ ἔχων μεστὴν ἀρετῆς, νέος δὲ
10καὶ οὐκ ὢν πατὴρ ὑπ’ Ἀχαιμενίδου τινὸς κατενήνεκται.
Or
.

17

.

33

ἀκούσας ἀνέβλεπον εἰς οὐρανὸν ψεκάδας αἵματι συμμιγεῖς ἀναμένων, οἵας ἀφῆκεν ἐπὶ Σαρπηδόνι Ζεύς, οὐ μὴν εἶδον. ἴσως μέντοι ἀφῆκεν ἐπὶ τῷ νεκρῷ, τοὺς δὲ πολλοὺς ἔλαθεν, ἅτ’ ἐν μάχῃ καὶ κονιορτῷ
5καὶ αἵματι τῷ ἀπὸ τῶν φόνων.
Or
.

17

.

34

Ὦ νεῲ καὶ ἱερὰ καὶ ἀγάλματα βασιλείων ἐξε‐ λαυνόμενα. ὁ μὲν ὑμᾶς ἱδρύσατο μάρτυρας ἐγγύθεν ἐσομένους τῶν αὐτῷ πραττομένων, ὑπὸ δὲ τῶν ἀτίμως ἐκβέβλησθε ἐπιλεγόντων, ὡς καθαίροιεν τὸν χῶρον.
5ὦ πολλὰ συγκινήσας ἐπὶ σαυτῷ δάκρυα οὐκ π’ ἤματι κατὰ τὸ ἔπος ὀλοφυρμοῦ τυχών, ἀλλ’ ἐν τῷ πένθει κατέχων ἀνθρώπους καὶ κατασχήσων γε, ὄφρ’ ἂν ὕδωρ τε νάῃ καὶ δένδρεα μακρὰ τεθήλ.
Or
.

17

.

35

σοῦ τις ἤδη τὴν τελευτὴν ἀγγείλας αὐτοῦ λίθοις κατε‐ χώσθη, καθάπερ αὐτόχειρ γεγονὼς ἢ ὡς ἀδύνατά γε ἀγγέλλων, ὥσπερ ἂν εἰ ἔφασκε τῶν θεῶν τινα τεθνάναι.
5παιδὸς μὲν ἤδη τις τάφον ἀδακρυτὶ παρῆλθε, πρὸς δὲ σὴν ὅστις τείνειε τὸν ὀφθαλμὸν εἰκόνα, πηγαὶ δα‐ κρύων εὐθὺς τῶν μὲν παῖδα, τῶν δὲ πατέρα καλούν‐
των, κοινῇ δὲ ἁπάντων φύλακα.
Or
.

17

.

36

Ὢ τῆς ὀρφανίας, ἣ κατείληφε τὴν γῆν, ἣν κάμνουσαν ἀνορθώσας, ὥσπερ ἰατρὸς ἀγαθός, πάλιν ἐξέδωκας τῷ πυρετῷ καὶ τοῖς πρὶν ἀρρωστήμασιν. ὢ δυστυχοῦς ἐμῆς πολιᾶς, ὢ διπλοῦ πένθους ἐμοῦ, τοῦτο
5μὲν τὸν βασιλέα μετὰ τῶν ἄλλων θρηνοῦντος, τοῦτο δὲ τὸν ἑταῖρόν τε καὶ φίλον.
Or
.

17

.

37

σὺ μὲν ἠπείγου πρὸς ἐμὴν βοήθειαν ποιῶν μοι κληρονόμον τὸν νόθον, ἐγὼ δὲ ἀνεβαλλόμην τὴν σπουδήν, ὡς αὐτὸς μὲν προ‐ απαλλαξόμενος, σοῦ δὲ εἰς τόδε ἀμυνοῦντος. Μοίραις
5δὲ ἄρα οὐ ταὐτὰ ἐψήφιστο. ἀλλ’ ἐγὼ μὲν ἐδημιούρ‐ γουν λόγον διαλλαγῶν τῶν πρὸς τὴν πόλιν φάρ‐ μακον, σὺ δὲ ᾤχου, σεσίγηται δὲ τὸ φάρμακον.
Or
.

17

.

38

γέ‐ γονα δὲ καὶ ὅλως ἀμβλὺς εἰς λόγων τόκον, ὥσπερ ἔνιαι μητέρες ὑπὸ μεγάλων κακῶν ἐπηρώθησαν τὰς γαστέρας. καὶ μὴν καὶ ὅλως ἐξέπεσον τῶν φρενῶν
5καὶ οὐκ ἄνευ πόνου πάλιν ἐπανῆκον εἰς νοῦν. ἦν δὲ ἄρα βέλτιον ἐν ἀγνοίᾳ πάντων ὁμοίως κεῖσθαι μανίαν ἀντὶ λύπης περιφέροντα, ἐπειδή γε οὐδεὶς ἔτι δαιμό‐ νων ποιεῖ πενθοῦντα ἄνθρωπον οὐ λίθον, οὐ δένδρον,
οὐκ ὄρνιν.
Or
.

18

t

ΕΠΙΤΑΦΙΟΣ ΕΠΙ ΙΟΥΛΙΑΝΩΙ.
Or
.

18

.

1

Ἔδει μέν, ὦ παρόντες, ἅπερ ἤλπιζον ἐγώ τε καὶ πάντες ἄνθρωποι, τὸ τέλος εἰληφέναι καὶ τὴν μὲν Περσῶν ἀρχὴν νυνὶ καταλελύσθαι, τῆς δὲ ἐκείνων γῆς Ῥωμαίους ἄρχοντας ἀντὶ σατραπῶν ἐπιμελεῖσθαι
5νόμοις ἡμετέροις καὶ τὰ μὲν ἱερὰ κεκοσμῆσθαι τὰ παρ’ ἡμῖν τοῖς ἐκεῖθεν λαφύροις, τὸν δὲ ταύτην ἀνῃρημένον
τὴν νίκην καθήμενον ἐπὶ τοῦ βασιλείου θρόνου δέχε‐ σθαι τοὺς ἐπινικίους. ταυτὶ γὰρ ἦν, οἶμαι, καὶ δίκαια καὶ προσήκοντα καὶ τῶν πολλῶν θυσιῶν, ἃς ἐκεῖνος
10ἔθυσεν, ἄξια.
Or
.

18

.

2

ἐπεὶ δὲ μεῖζον μὲν ἴσχυσεν ὁ φθο‐ νερὸς δαίμων τῶν εὐλόγων ἐλπίδων, κεκόμισται δὲ νεκρὸς ἀπὸ τῶν Βαβυλῶνος ὅρων ὁ μικρὸν τοῦ τῶν ἔργων ἀπέχων τέλους καὶ δάκρυα μὲν ὁπόσα εἰκός,
5ἀπὸ πάντων ὀμμάτων ἐρρύη, κωλύσαι δὲ οὐκ ἔνι τὴν τελευτήν, ὃ λοιπὸν μέν ἐστιν, ἐκείνῳ δὲ μάλιστα κε‐ χαρισμένον, ποιῶμεν, ἐν ἄλλοις ἀκροαταῖς περὶ τῶν ἐκείνου τι λέγοντες, ἐπειδήπερ αὐτὸς ἐκωλύθη τὸν ἔπαινον ὧν ἔπραξεν ἀκοῦσαι.
Or
.

18

.

3

πρῶτον μὲν γὰρ ἀδικοῖμεν ἄν, εἰ ὁ μὲν ὅπως ἐπαινεθείη, πάντα ἐτόλ‐ μησεν, ἡμεῖς δὲ αὐτὸν ἀποστερήσαιμεν τῶν ἄθλων. ἔπειτα πάντων αἴσχιστον οἷς ζῶντα ἂν ἐτιμῶμεν, ταῦτα
5τεθνεῶτι μὴ φέρειν. ἄνευ γὰρ τοῦ τῆς ἐσχάτης κολα‐ κείας εἶναι τὸ περιόντας μὲν θεραπεύειν, ἀπελθόντων δὲ ἀμνημονεῖν, τοῖς μὲν ζῶσιν, εἰ καὶ μὴ λόγῳ τις χαρίζοιτο, κατὰ πολλοὺς ἂν ἑτέρους δύναιτο τρό‐
πους· πρὸς δὲ τοὺς οἰχομένους ἓν ἡμῖν ὑπάρχει μόνον,
10εὐφημίαι τε καὶ λόγοι τὰ πεπραγμένα μετ’ ἀρετῆς εἰς ἅπαντα παραπέμποντες τὸν χρόνον.
Or
.

18

.

4

Ἀεὶ μὲν οὖν ἔγωγε τὸν ἄνδρα τοῦτον ἐγχειρῶν ἐγκωμιάζειν ἐλάττους εὗρον τοὺς ἐμοὺς λόγους τοῦ μεγέθους τῶν ἔργων, καὶ μὰ τοὺς θεοὺς οὐδεπώποτε ἠχθέσθην, εἰ φίλου βασιλέως ἀρετὴ νικῴη τὴν τοῦ
5φιλοῦντος σοφιστοῦ δύναμιν. κοινὸν γὰρ τοῦτό γε τῶν πόλεων κέρδος ἡγούμην τὸ τὸν ἐπὶ σωτηρίᾳ τῶν ὅλων παρειληφότα τὴν ἀρχὴν μηδενὶ καταλιπεῖν λόγῳ τοῖς ἔργοις ἐξισωθῆναι τοῖς ἑαυτοῦ. ὁ δὲ οὐδὲ τὰς πρὸς Ὠκεανῷ δεδειγμένας ἀνδραγαθίας οἷός τ’ ὢν
10κοσμῆσαι κατὰ τὴν ἀξίαν μόνας, τίς ἂν εἴην τήμερον ἀνάγκην ἔχων ἐκεῖνά τε καὶ τὸν ἐπὶ τοὺς Πέρσας δρόμον ἑνὶ παραδοῦναι λόγῳ;
Or
.

18

.

5

οἶμαι γάρ, εἰ παρὰ τῶν κάτω θεῶν ἀνάστασιν ἐκεῖνος εὑράμενος ἐπὶ τῷ τουτονί μοι συμπονῆσαι τὸν λόγον λανθάνων τοὺς ἄλλους ἅπαντας ἐκοινώνει μοι τῆς σπουδῆς, μηδ’ ἂν
5οὕτω τὸ μέτρον ἀκριβῶς γενέσθαι τοῖς πράγμασιν, ἀλλὰ καλλίω μὲν ἂν ἢ νῦν ῥηθῆναι, πᾶν δὲ ὅσον εἰκός, οὐδὲ οὕτω. τί οὖν χρή με πείσεσθαι νομίζειν ἄνευ συμμαχίας τοιαύτης τοσοῦτον πόνον ἀναιρού‐ μενον;
Or
.

18

.

6

ἀλλ’ εἰ μὲν μὴ καὶ πρότερον ὑμᾶς ᾐσθόμην οὐκ ἀγνοοῦντας μέν, ὡς ἡ νίκη τῶν ἔργων, ὅμως δὲ ἡδομένους τοῖς λόγοις, καλῶς ἂν εἶχέ μοι σιωπᾶν· ἐπεὶ δὲ καὶ τότ’ εὐθὺς ἐπῃνεῖτε καὶ ἐμένετε τοὺς
5λόγους ἀγαπῶντες, οὐκ εἶναι πρόφασιν ἡγούμενος τῇ σιωπῇ δικαίαν πειράσομαι τὰ δίκαια ποιεῖν πρὸς τὸν βασιλέα καὶ φίλον.
Or
.

18

.

7

Ἐγένοντο μὲν οὖν οὐκ ὀλίγοι βασιλεῖς γνώμῃ μὲν οὐ κακοί, γένει δὲ οὐ λαμπροί, καὶ τὴν μὲν ἀρχὴν ἐπιστάμενοι σώζειν, αἰσχυνόμενοι δὲ εἰπεῖν, ἐξ ὧν ἐγέ‐ νοντο, ὥστε καὶ τοῖς ἐγκωμιάζουσιν αὐτοὺς ἔργον εἶναι
5θεραπεῦσαι τὸ τραῦμα, τούτῳ δὲ οὐδέν ἐστιν, ὃ μὴ χορηγεῖ πρὸς ἔπαινον.
Or
.

18

.

8

αὐτίκα τὸ γένος, αὐτῷ πάπ‐ πος μὲν βασιλεύς, ὃς μάλιστα δὴ χρημάτων ὑπεριδὼν μάλιστα δὴ τὰς τῶν ἀρχομένων εὐνοίας ἐκτήσατο, πα‐ τὴρ δὲ βασιλέως μὲν υἱός, βασιλέως δὲ ἀδελφός,
5δικαιότερος δὲ τοῦ σχόντος τὴν βασιλείαν ἔχειν, ἀλλ’
ὅμως ἡσύχαζε καὶ συνεύχετο τῷ λαβόντι καὶ συζῶν ἀδόλως καὶ φιλῶν διετέλει.
Or
.

18

.

9

γήμας δὲ ὑπάρχου θυγατέρα χρηστοῦ τε καὶ νοῦν ἔχοντος, ὃν ὁ πολέμιος νενικηκὼς ᾐδέσθη καὶ τοὺς αὑτοῦ παρεκάλεσεν εἰς ἐκεῖνον βλέποντας ἄρχειν, ποιεῖται τουτονὶ τὸν ἄριστον
5καὶ τιμᾷ τὸν κηδεστὴν τῇ προσηγορίᾳ τοῦ παιδός.
Or
.

18

.

10

Κωνσταντῖνος μὲν οὖν τετελευτήκει νόσῳ, τὸ ξίφος δὲ μικροῦ διὰ παντὸς ἐχώρει τοῦ γένους ὁμοίως πατέρων καὶ παίδων. οὗτος δὲ καὶ πρεσβύτερος ἀδελ‐ φὸς ὁμοπάτριος τὸν πολὺν διαφεύγουσι φόνον, τὸν
5μὲν νόσου ῥυσαμένης, ἣ πρὸς θάνατον ἀποχρήσειν ἐδόκει, τὸν δὲ τῆς ἡλικίας, ἄρτι γὰρ ἀπήλλακτο γάλα‐ κτος.
Or
.

18

.

11

ἐκεῖνος μὲν οὖν πρὸς ἄλλοις μᾶλλον ἦν ἢ λόγοις νομίζων ἧττόν γε ταύτῃ πειράσεσθαι τοῦ φθό‐ νου, τοῦτον δὲ ὁ λαχὼν δαίμων ἐκίνει πρὸς ἔρωτα λόγων καὶ διέτριβε περὶ αὐτοὺς ἐν τῇ μεγίστῃ μετὰ
5τὴν Ῥώμην πόλει φοιτῶν εἰς διδασκαλεῖον, ὁ βασιλέως
μὲν υἱιδοῦς, βασιλέως δὲ ἀδελφιδοῦς, βασιλέως δὲ ἀνεψιός, οὐ σοβῶν οὐδὲ λυπῶν οὐδὲ ἀξιῶν ἀποβλέ‐ πεσθαι διὰ πλῆθος ἀκολούθων καὶ τὸν ἀπ’ ἐκείνων θόρυβον. ἀλλ’ εὐνοῦχός τε βέλτιστος σωφροσύνης
10φύλαξ καὶ παιδαγωγὸς ἕτερος οὐκ ἄμοιρος παιδείας ἐσθής τε μετρία καὶ ὀφρὺς οὐχ ὑπὲρ τὰς ἄλλας καὶ τὸ φθάσαντα προσειπεῖν καὶ τὸ μὴ παρῶσαι τὸν πέ‐ νητα καὶ τὸ καλούμενον εἰσελθεῖν καὶ τὸ πρὶν ἢ κλη‐ θῆναι μένειν καὶ τὸ στῆναι μὲν οὗ τοῖς ἄλλοις
15νόμος, ἀκοῦσαι δὲ ταὐτὰ τοῖς ἄλλοις καὶ μετὰ τῶν ἄλλων ἀπελθεῖν καὶ μηδαμοῦ ζητῆσαι πλέον, ὥστ’ ἔξωθέν τις ἐπελθὼν καὶ βλέψας εἰς τὸν χορὸν οὐκ εἰδώς, οἵτινες οὐδ’ ὧντινων, οὐκ ἂν εὗρεν ἐν συμβό‐ λοις τισὶ τὴν ὑπεροχὴν τῆς τύχης.
Or
.

18

.

12

Οὐ μὴν πάντα ἐκείνοις ἴσος ἦν, ἐπεὶ ἔν γε τῷ συνιέναι καὶ δέξασθαι τὸ ῥηθὲν καὶ φυλάξαι λα‐ βὼν καὶ μὴ πονῶν ἀπειπεῖν πολὺ τοῖς ἄλλοις πρὸς αὑτὸν ἐποίει τὸ μέσον. ὃ ἐγὼ καθορῶν ἤλγουν οὐ
5σπείρων αὐτὸς εἰς τὴν τοιαύτην ψυχήν. σοφιστὴς γάρ τις πονηρὸς τοῦ κακῶς ἀγορεύειν τοὺς θεοὺς μισθὸν εἶχε τὸν νέον ἐν τοιαύτῃ καὶ αὐτὸν τῇ περὶ τῶν θεῶν τρεφόμενον δόξῃ καὶ φέροντα τὴν φαυλότητα τῶν λόγων διὰ τὸν πρὸς τοὺς βωμοὺς τοῦ διδασκάλου
10πόλεμον.
Or
.

18

.

13

ἤδη δὲ πρόσηβος ἦν, καὶ τὸ τῆς φύσεως βασιλικὸν πολλοῖς καὶ μεγάλοις τεκμηρίοις ἐμηνύετο. καὶ ταῦτα οὐκ εἴα καθεύδειν Κωνστάντιον, δείσας δέ, μὴ πόλις μεγάλη τε καὶ μεγάλην ψῆφον ἔχουσα καὶ
5πρὸς τὴν Ῥώμην εἰκασμένη τοῖς ὅλοις ἐπισπασθῇ πρὸς τὴν ἀρετὴν τοῦ νέου καὶ γένηταί τι τῶν ἐκείνῳ λυπη‐ ρῶν, πέμπει μὲν αὐτὸν εἰς τὴν Νικομήδους πόλιν, ὡς οὐ φοβήσουσαν ἴσα, παιδεύεσθαι δὲ δίδωσιν ἐξουσίαν. ὁ δὲ οὐ φοιτᾷ μὲν παρ’ ἐμὲ ποιούμενον αὐτοῦ τὰς
10συνουσίας ἤδη καὶ πόλιν ἀντὶ πόλεως ᾑρημένον τὴν γαλήνην ἔχουσαν ἀντὶ τῆς κινδύνων γεμούσης, τοὺς λόγους δὲ ὠνούμενος ὁμιλῶν οὐκ ἀνίει.
Or
.

18

.

14

τὸ δὲ αἴτιον τοῦ τοῖς λόγοις 〈μὲν〉 χαίρειν, φεύγειν δὲ
τὸν ἐκείνων πατέρα, πολλοῖς καὶ μεγάλοις αὐτὸν ὅρ‐ κοις ὁ θαυμαστὸς ἐκεῖνος κατειλήφει σοφιστὴς ἦ μὴν
5ἐμὸν μήτε γενέσθαι μήτε κληθῆναι φοιτητὴν μήτ’ εἰς τὸν κατάλογον ἐγγραφῆναι τῶν ἐμῶν ὁμιλητῶν.
Or
.

18

.

15

ὁ δὲ τῷ μὲν ἐξορκίσαντι μεμφόμενος, τοὺς ὅρκους δὲ οὐ παραβαίνων, ἐμοῦ δὲ ἐπιθυμῶν εὗρεν ὅπως μήτε ἐπι‐ ορκήσει καὶ μετασχήσει τῶν λόγων, πορθμέα τινὰ τῶν
5καθ’ ἡμέραν λεγομένων δωρεαῖς μεγάλαις κτησάμενος. οὗ δὴ καὶ τὰ μάλιστα τῆς φύσεως διέδειξε τὴν ἰσχύν· αὐτῷ γὰρ ἥκιστά μοι συνὼν τῶν συνεχῶς συνόντων ἀμείνων εἰς μίμησιν ἦν καὶ δι’ ἀμυδροτέρας ὁδοῦ τὴν εἱλικρινῆ τὴν ἐκείνων τῇ τῶν καρπῶν παρῄει φορᾷ,
10ὅθεν, οἶμαι, καὶ τοῖς ὕστερον ὑπ’ αὐτοῦ πεποιημένοις λόγοις ἔνι τι πρὸς ἡμᾶς συγγενὲς καὶ ἔδοξεν εἷς εἶναι τῶν πεπλησιακότων.
Or
.

18

.

16

Ἐκείνῳ μὲν οὖν περὶ ταῦτα ἡ σπουδή, τῷ δὲ ἀδελφῷ γίνεται μετουσία τῆς βασιλείας κατὰ τὸ δεύ‐ τερον σχῆμα. διπλοῦ γὰρ ἐγηγερμένου τῷ Κωνσταν‐ τίῳ πολέμου, τοῦ μὲν προτέρου Περσικοῦ, τοῦ δ’ ἐπ’
5ἐκείνῳ τοῦ πρὸς τὸν τύραννον, ἔδει δήπου καὶ συνάρ‐ χοντος, καὶ πέμπεται Γάλλος ἐξ Ἰταλίας τὴν πρὸς ἕω φρουρήσων, καὶ ὅπερ τῷ τοῦδε πατρὶ πρότερον, τοῦτο ὑπῆρχε καὶ τῷδε, βασιλέως ἦν ἀδελφός.
Or
.

18

.

17

ἐκεῖνος μὲν οὖν καὶ διὰ τῆς Βιθυνίας δορυφορούμενος ἐχώρει καὶ εἶδον ἀλλήλω, τούτου δὲ τὴν γνώμην οὐκ ἠλλοίω‐ σεν ἡ περὶ ἐκεῖνον τύχη, οὐδὲ τὸ βασιλεύειν οἱ τὸν
5ἀδελφὸν ἀφορμὴν εἰς ῥᾳθυμίαν ἔλαβεν, ἀλλ’ ἐπηύξησε μὲν τὴν ἐπιθυμίαν ἣν εἶχε περὶ τοὺς λόγους, ἐπηύξησε δὲ τοὺς πόνους οἷς ἐχρῆτο περὶ τὴν τούτων θήραν, νομίζων, εἰ μὲν ἐν ἰδιώτου μέρει μείνειεν, ἕξειν ἀντὶ τῆς βασιλείας τὴν σοφίαν, κτῆμα θειότερον, εἰ δ’
10ἐπὶ σκῆπτρον ἄγοιτο, κοσμήσειν τῇ σοφίᾳ τὴν βασι‐ λείαν.
Or
.

18

.

18

διὰ τοῦτο ἡλίῳ τε ἐχρῆτο πρὸς τὰς μαθή‐ σεις καὶ νυκτὸς ἐπελθούσης πυρὶ καὶ τὴν μὲν οὐσίαν οὐκ ἐποίει μείζω ῥᾴδιον ὄν, τὴν δὲ γνώμην καλλίω. καί ποτε τοῖς τοῦ Πλάτωνος γέμουσιν εἰς ταὐτὸν ἐλ‐
5θὼν ἀκούσας ὑπέρ τε θεῶν καὶ δαιμόνων καὶ τῶν ὡς ἀληθῶς τὸ πᾶν τοῦτο καὶ πεποιηκότων καὶ σωζόντων καὶ τί τε ἡ ψυχὴ καὶ πόθεν ἥκει καὶ ποῖ πορεύεται καὶ τίσι βαπτίζεται καὶ τίσιν αἴρεται καὶ τίσι καθέλ‐ κεται καὶ τίσι μετεωρίζεται, καὶ τί μὲν αὐτῇ δεσμός,
10τί δὲ ἐλευθερία, καὶ πῶς ἂν γένοιτο τὸ μὲν φυγεῖν,
τοῦ δὲ τυχεῖν, ἁλμυρὰν ἀκοὴν ἀπεκλύσατο ποτίμῳ λόγῳ καὶ πάντα τὸν ἔμπροσθεν ἐκβαλὼν ὕθλον ἀντεισήγαγεν εἰς τὴν ψυχὴν τὸ τῆς ἀληθείας κάλλος, ὥσπερ εἴς τινα μέγαν νεὼν ἀγάλματα θεῶν πρότερον ὑβρισμένα βορ‐
15βόρῳ.
Or
.

18

.

19

καὶ ἦν μὲν περὶ ταῦτα ἕτερος, ἐσχηματίζετο δὲ τὰ πρόσθεν, οὐ γὰρ ἐξῆν φανῆναι. Αἴσωπος δὲ ἐνταῦθα μῦθον ἂν ἐποίησεν οὐκ ὄνον λεοντῇ κρύπτων, ἀλλ’ ὄνου δορᾷ τὸν λέοντα. κἀκεῖνος ᾔδει μὲν ἃ εἰδέ‐
5ναι κρεῖττον, ἐδόκει δὲ τὰ ἀσφαλέστερα.
Or
.

18

.

20

τῆς φή‐ μης δὲ πανταχοῖ φερομένης πάντες οἱ περὶ τὰς Μούσας καὶ τοὺς ἄλλους γε θεοὺς οἱ μὲν ὡδοιπόρουν, οἱ δὲ ἔπλεον σπεύδοντες ἰδεῖν τε ἐκεῖνον καὶ συγγενέσθαι
5καὶ εἰπεῖν αὐτοί τι καὶ ἀκοῦσαι λέγοντος. ἦν δὲ ἐλ‐ θοῦσιν οὐ ῥᾴδιον ἀπελθεῖν· κατεῖχε γὰρ ἡ σειρὴν οὐ λόγοις μόνον, ἀλλὰ καὶ τῷ πρὸς φίλτρον εὖ πεφυκέναι. τῷ δ’ ἄγαν φιλεῖν εἰδέναι καὶ τοὺς ἄλλους ἐπαίδευε καλῶς τοῦτο ποιεῖν, ὥστε συγκεραννύμενοι γνησίως
10οὐκ ἀπόνως ἀπηλλάττοντο.
Or
.

18

.

21

Ἦν οὖν ἐκείνῳ παντοδαπὴ σοφία συνειλεγμένη καὶ δεικνυμένη, ποιηταί, ῥήτορες, γένη φιλοσόφων,
πολλὴ μὲν Ἑλλὰς φωνή, οὐκ ὀλίγη δὲ ἁτέρα. τῷ δὲ ἦν φροντὶς ἀμφοτέρων εὐχή τε ἀπὸ παντὸς εὖ φρο‐
5νούντων στόματος γενέσθαι τῶν πραγμάτων τὸν νεα‐ νίσκον κύριον καὶ στῆναι μὲν τὴν φθορὰν τῆς οἰκου‐ μένης, ἐπιστῆναι δὲ τοῖς νοσοῦσι τὸν ἐπιστάμενον τὰ τοιαῦτα ἰᾶσθαι.
Or
.

18

.

22

οὐ μὴν φαίην ἂν ἐκεῖνον ἐπιτιμᾶν ταῖς εὐχαῖς οὐδ’ ἀλαζονεύσομαι τοῦτό γε ὑπὲρ αὐτοῦ, ἀλλὰ βούλεσθαι μὲν καὶ αὐτόν, βούλεσθαι δὲ οὐ τρυ‐ φῆς οὐδὲ δυναστείας οὐδὲ πορφύρας ἔρωτι, τοῦ δὲ
5τοῖς αὑτοῦ πόνοις ἀποδοῦναι τοῖς ἔθνεσιν ὧν ἐξεπε‐ πτώκεσαν τά τε ἄλλα καὶ οὐχ ἥκιστα δὴ τὰς τῶν θεῶν λατρείας.
Or
.

18

.

23

ᾧ δὴ καὶ διαφερόντως τὴν καρδίαν ἐπλήττετο νεώς τε ὁρῶν κειμένους καὶ τελετὰς πεπαυ‐ μένας καὶ βωμοὺς ἀνατετραμμένους καὶ θυσίας ἀνῃρη‐ μένας καὶ ἱερεῖς ἐλαυνομένους καὶ τὸν τῶν ἱερῶν
5πλοῦτον εἰς τοὺς ἀσελγεστάτους μεμερισμένον, ὥστ’ εἴ τις αὐτῷ θεῶν ὑπισχνεῖτο τὴν τούτων ἐπανόρθωσιν δι’ ἑτέρων ἔσεσθαι, σφόδρα ἄν μοι δοκεῖ τὴν βασιλείαν φυγεῖν· οὕτως οὐ τοῦ κρατεῖν, τοῦ δὲ εὖ πρᾶξαι τὰς πόλεις ὠρέγετο.
Or
.

18

.

24

Ταύτης τοίνυν τῆς ἐπιθυμίας ἐν ταῖς ψυχαῖς τῶν πεπαιδευμένων ἀκμαζούσης τοῦ τῇ τοῦδε γνώμῃ
θεραπευθῆναι τὴν γῆν ἦλθεν ἐπὶ τὸν Γάλλον συκο‐ φαντία καὶ γράμματα ἐπιβουλὴν ἔχοντα τὴν ἐσχάτην
5εὕρητο, δόντων δὲ δίκην τῶν ἀδικούντων, οὐ γὰρ ἔμελλεν αὐτοὺς στεφανώσειν ὁ τὰ τοιαῦτα ἠδικημένος, ἔδοξεν ἧς εἰλήφει δίκης ὀφείλειν δίκην ὁ λαβὼν καὶ ἀπέθνησκεν ἄφωνος φθάσαντος τὴν ἀπολογίαν τοῦ ξίφους.
Or
.

18

.

25

καὶ αὐτίκα οὗτος ἀνέσπαστό τε καὶ ἦν ἐν μέσῳ φυλάκων ὡπλισμένων ἄγριον μὲν βλεπόντων, τραχὺ δὲ φθεγγομένων, κοῦφον δὲ ἀποφαινόντων οἷς ἐποίουν τὸ δεσμωτήριον. καὶ προσῆν τὸ μηδὲ ἐφ’ ἑνὸς
5ἱδρύεσθαι χωρίου, τόπους δὲ ἐκ τόπων ἀμείβειν ἐπὶ ταλαιπωρίᾳ. καὶ ταῦτα ἔπασχεν ἐγκαλούμενος μὲν οὐδὲν οὔτε μεῖζον οὔτε ἔλαττον. πῶς γὰρ ὅς γε διει‐ στήκει μὲν τἀδελφοῦ σταθμοῖς πλείοσιν ἢ τριακοσίοις, γράμματα δὲ ἔπεμπεν, οὐδὲ ταῦτα πολλάκις, προσρήσε‐
10σιν ὁριζόμενα μόναις; διόπερ οὐδ’ ἦν οὐδ’ ὁ συκοφαν‐ τήσων, ἀλλ’ ὅμως οἷς ἔφην ἐπιέζετο κατ’ ἄλλο μὲν οὐδέν, ὅτι δ’ εἷς ἀμφοτέροις πατὴρ γένοιτο.
Or
.

18

.

26

πάλιν τοίνυν ἐνταῦθα ἄν τις αὐτοῦ θαυμάσειε τὸ μήτε τοῖς κατὰ τοῦ τεθνεῶτος λόγοις κολακεῦσαι τὸν ἀπεκτονότα μήτε τοῖς ὑπὲρ ἐκείνου παροξῦναι τὸν ζῶντα, ἀλλὰ
5τὸν μὲν ἀφανεῖ λύπῃ τιμᾶν, τῷ δὲ μὴ δοῦναι
πρὸς φόνον ἀφορμὴν σφόδρα γε βουλομένῳ. οὕτω γὰρ εὖ καὶ καλῶς ἐκράτησε τῆς γλώττης καὶ ταῦτα τῶν περιεστηκότων ἀνιαρῶν οὐ σφόδρα ἐπιτρεπόντων, ὥστε ἐνέφραξε τῇ καρτερίᾳ τοῖς πονηροτάτοις τὰ στό‐
10ματα.
Or
.

18

.

27

οὐ μὴν οὐδὲ ταῦτα ἤρκει πρὸς σωτηρίαν οὐδὲ ἵστη τῷ μάτην θυμουμένῳ τὴν ὀργήν, τὸν δὲ εἶδε Κάδμου θυγάτηρ Ἰνὼ χειμαζόμενον, ἡ Κωνσταν‐ τίου γυνή, καὶ τὸν μὲν ἠλέησε, τὸν δὲ ἐμάλαξε καὶ
5πολλαῖς ταῖς ἱκεσίαις ἔπεισεν ἐρῶντα τῆς Ἑλλάδος καὶ μάλιστα δὴ τοῦ τῆς Ἑλλάδος ὀφθαλμοῦ, τῶν Ἀθηνῶν, εἰς γῆν ἐρωμένην πέμψαι.
Or
.

18

.

28

τοῦτο τοίνυν αὐτὸ πῶς οὐκ ἀτεχνῶς ψυχῆς ἐκ θεῶν ἀφιγμένης τὸ κατα‐ στάντα εἰς αἵρεσιν χωρίου μήτε κήπων μήτε οἰκιῶν μήτε αὐλῶν μήτε τῶν ἐπ’ αἰγιαλοῖς ἀγρῶν μήτε τῆς
5ἀπὸ τῶν ἄλλων ὄντων οὐκ ὀλίγων ἐπιθυμῆσαι τρυφῆς, ἃ πάντα ἦν ἐπὶ τῆς Ἰωνίας αὐτῷ, ἀλλ’ ἡγήσασθαι μικρὰ τὰ δοκοῦντα μεγάλα πρὸς τὴν τῆς Ἀθηνᾶς πόλιν, τὴν μητέρα Πλάτωνος καὶ Δημοσθένους καὶ τῆς ἄλλης τῆς πολυειδοῦς σοφίας;
Or
.

18

.

29

ἥκει μὲν 〈οὖν〉 ἐκεῖσε θέων, ὡς προσθήσων οἷς ἠπίστατο καὶ διδασκάλοις
ἐντευξόμενος δοῦναί τι δυναμένοις ὧν εἶχε πλέον. συγγινόμενος δὲ καὶ πεῖραν αὑτοῦ τε παρέχων καὶ
5λαμβάνων ἐκείνων ἐξέπληττε μᾶλλον ἢ τοῦτο ἔπασχε καὶ μόνος ἐκεῖνος νέων τῶν Ἀθήναζε ἡκόντων διδάξας τι μᾶλλον ἢ μαθὼν ἀπῆλθε. τοιγαροῦν ἀεί τινα σμήνη περὶ αὐτὸν ἑωρᾶτο νέων, πρεσβυτέρων, φιλοσό‐ φων, ῥητόρων. ἔβλεπον δὲ ἄρα εἰς αὐτὸν καὶ οἱ δαί‐
10μονες εὖ εἰδότες, ὡς οὗτος αὐτοῖς ἐπανάξει τὰ πά‐ τρια.
Or
.

18

.

30

ὁ δὲ λέγων τε ἦν ὁμοίως θαυμαστὸς καὶ αἰδούμενος, οὐ γὰρ ἦν ὅ τι χωρὶς ἐρυθήματος ἐφθέγ‐ γετο. τῆς μὲν οὖν πρᾳότητος ἅπαντες ἀπέλαυον, τοῦ πιστεύεσθαι δὲ οἱ βέλτιστοι, κἀν τούτοις αὐτοῖς πρῶ‐
5τος ἦν ὁ παρ’ ἡμῶν, ὁ μόνος ἐν ἀνθρώποις ἄμεμπτος, ὁ τὸν μῶμον ἀρετῇ νενικηκώς.
Or
.

18

.

31

Ἦν μὲν οὖν γνώμη τῷ νεανίσκῳ ταῖς Ἀθήναις ἐμβιῶναί τε καὶ ἐντελευτῆσαι καὶ τοῦτο κέκριτο πέρας εὐδαιμονίας, τῶν πραγμάτων δὲ ἀπαιτούντων βασιλέα δεύτερον ἐφθαρμένων μὲν τῶν περὶ τὸν Ῥῆνον πό‐
5λεων, τῶν δ’ ἐκεῖσε πεμπομένων στρατηγῶν μείζονα ἢ ἐξῆν ζητούντων καλεῖται πρὸς ἀρχὴν ὁ φιλοσοφῶν
Ἀθήνησιν ἐξ αὐτοῦ τοῦ φιλοσοφεῖν παρέχων θαρρεῖν τῷ πλεῖστα ἠδικηκότι. καὶ γὰρ εἰ φονεὺς ἐγεγόνει πατρός τε καὶ ἀδελφῶν, τῶν μὲν πάλαι, τοῦ δὲ ἔναγ‐
10χος, ἀλλ’ ἤλπιζέ γε τὰς πίστεις ἐν βεβαίῳ κείσεσθαι καὶ τὸν ἐκείνου τρόπον κρείττω τῶν ἐγκλημάτων ἔσε‐ σθαι.
Or
.

18

.

32

ὁ μὲν οὖν καλῶν οὐ κακῶς ἤλπιζε, τὸν δὲ οὐδὲν ἦν ὃ πιστεύειν ἔπειθεν, ὡς οὐκ εἰς ἐπι‐ βουλὴν ἡ τιμὴ τελευτήσει, ταυτὶ γὰρ ἐδίδου τὸ ῥυὲν αἷμα μαντεύεσθαι, διαδύσεως δὲ οὐκ οὔσης καλεῖ σὺν
5δάκρυσι τὴν θεὸν καὶ δεηθεὶς ἀμύνειν ἐπορεύετο. μετασχὼν δὲ τῆς βασιλείας ἐπ’ ἆθλον εὐθὺς ἀποστέλ‐ λεται τῶν Ἡρακλέους χειρῶν δεόμενον. εἶχε γὰρ ὧδε τὰ περὶ τοὺς Γαλάτας, ὧν οἱ τελευταῖοι προσοικοῦσι τὸν ὠκεανόν.
Or
.

18

.

33

Μαγνεντίῳ Κωνστάντιος πολεμῶν ἀφελομένῳ μὲν ἀλλοτρίαν ἀρχήν, ἄρχοντι δὲ αὐτῷ μετὰ φυλακῆς τῶν νόμων πάντ’ ᾤετο δεῖν κινεῖν ἐπὶ τῷ τὸν ἄνδρα ἑλεῖν. καὶ ἀνοίγει δὴ τοῖς βαρβάροις διὰ γραμμάτων
5τοὺς Ῥωμαίων ὅρους ἐξεῖναι φήσας αὐτοῖς ὁπόσην δύναιντο κτᾶσθαι.
Or
.

18

.

34

δοθείσης δὲ ἐκείνοις τῆς ἀδείας
καὶ τῶν συνθηκῶν λελυμένων ταῖς ἐπιστολαῖς εἰσχυ‐ θέντες ἐπὶ πολλῆς τοῦ κωλύσοντος ἐρημίας, ὁ γὰρ δὴ Μαγνέντιος ἐν Ἰταλίᾳ τὰς δυνάμεις εἶχε, Μυσῶν λείαν
5ἐργάζονται τὰς εὐδαίμονας πόλεις, καὶ κατεσύροντο μὲν κῶμαι, κατεσείετο δὲ τείχη, χρήματα δὲ ἤγετο καὶ γυναῖκες καὶ παῖδες, καὶ οἱ δουλεύσοντες ἠκολούθουν τὸν αὑτῶν πλοῦτον οἱ δυστυχεῖς ἐπὶ τῶν ὤμων φέ‐ ροντες, ὁ δὲ οὐ δυνάμενος δουλεύειν καὶ γυναῖκα καὶ
10θυγατέρα ὁρᾶν ἐν ὕβρει κλάων ἀπεσφάττετο, μετενη‐ νεγμένων δὲ ἐκεῖσε τῶν παρ’ ἡμῖν ἀγαθῶν ἐγεώργουν οἱ κεκρατηκότες τὴν ἡμετέραν μὲν ταῖς αὑτῶν χερσί, τὴν δὲ αὑτῶν ταῖς τῶν εἰλημμένων.
Or
.

18

.

35

αἱ δ’ αὖ διαφυγοῦσαι τὴν ἅλωσιν ἰσχύι τειχῶν γῆν μὲν οὐκ εἶχον πλὴν ὀλίγην κομιδῆ, λιμῷ δὲ ἀνηλίσκοντο παν‐ τὸς ἁπτόμενοι τοῦ δυναμένου τρέφειν, ἕως εἰς τοσοῦ‐
5τον σωμάτων κατέστησαν ἀριθμόν, ὥστε τὰς πόλεις αὐτὰς ἀγρούς τε εἶναι καὶ πόλεις καὶ τὸ εἴσω τῶν περιβόλων ἀοίκητον ἀρκοῦσαν γεωργίαν. καὶ γὰρ βοῦς ἐζεύγνυτο καὶ ἄροτρον εἵλκετο καὶ σπέρμα κατεβάλλετο
καὶ ἀνῄει στάχυς, καὶ θεριστὴς καὶ ἅλως, καὶ πάντα
10ταῦτα εἴσω πυλῶν, ὥστ’ οὐκ ἄν τις ἔφησεν ἀθλιωτέ‐ ρους εἶναι τοὺς ἁλόντας τῶν οἴκοι μενόντων.
Or
.

18

.

36

Καὶ ὁ μὲν τοσούτου μισθοῦ τὴν νίκην πριά‐ μενος εὐθὺς μὲν ἥδετο καὶ ἐγαυρία, τοῦ πολεμίου δὲ ἡττημένου καὶ τῆς προδοσίας ἐκφανείσης καὶ μονον‐ ουχὶ βοώσης τῆς Ῥώμης, ὡς ἠκρωτηρίασται, τοῖς μὲν
5αὑτοῦ κινδύνοις ἐξελάσαι τοὺς κωμάζοντας οὐκ ἐτόλμα, στρατεύειν δὲ τὸν ἐκ μουσείων ἄρτι πρὸς ὅπλα εἱλκυ‐ σμένον ἠξίου καὶ τὸ δὴ καινότατον, τὸν αὐτὸν ὁμοῦ κρείττω τε φανῆναι καὶ χείρω τῶν πολεμίων ηὔχετο, τῷ μὲν τῆς γῆς ἐπιθυμεῖν ἐκεῖνο ποιῶν, φθόνῳ δὲ
10τοῦτο.
Or
.

18

.

37

καὶ ὅτι γε ἀπολούμενον οὐχ ἧττον ἢ κρα‐ τήσοντα ἐξέπεμψεν, εὐθὺς ἔδειξεν. οὔσης γὰρ αὐτῷ στρατιᾶς, ὅση πρότερον τρεῖς βασιλείας συνεῖχε, καὶ πολλῶν μὲν ὁπλιτῶν, πολλῶν δὲ ἱππέων, ὧν, οἶμαι,
5φοβερώτατον τὸ παρὰ τῆς σκευῆς ἄτρωτον, τριακοσίους αὐτῷ τοὺς φαυλοτάτους τῶν ὁπλιτῶν ἐκέλευεν ἕπεσθαι· τοὺς γὰρ ἱδρυμένους αὐτὸν ἐκεῖ στρατιώτας εὑρήσειν. οὗτοι δὲ ἦσαν οἱ μεμαθηκότες ἡττᾶσθαι καὶ οἷς ἔργον ἦν πάλαι πολιορκεῖσθαι.
Or
.

18

.

38

τὸν δὲ οὐδὲν ἄρα τού‐ των ἐτάραξεν οὐδὲ ἔδειξε περίφοβον, ἀλλὰ τότε πρῶ‐ τον ὅπλων τε καὶ πολέμου γευόμενος καὶ μέλλων ἐπὶ τοὺς ἀεὶ νενικηκότας ἐξάγειν στρατιώτας τρέμοντας
5οὕτω μὲν ἤνεγκε τὴν σκευήν, ὥσπερ ἀντὶ βιβλίων ἐξ ἀρχῆς ἀσπίδα μεταχειριζόμενος, οὕτω δὲ ἐχώρει θαρ‐ ρῶν, ὥσπερ μυρίων Αἰάντων ἡγούμενος.
Or
.

18

.

39

δύο δὲ ἄρα αὐτὸν ἐποίει τοιοῦτον· ἓν μὲν ἡ σοφία καὶ τὸ τὰ βουλεύματα εἰδέναι χειρῶν ὄντα δυνατώτερα, ἕτερον δὲ τὸ πιστεύειν αὐτῷ συστρατεύειν τοὺς θεούς. ᾔδει
5δὲ καὶ τὸν Ἡρακλέα τὴν Στύγα διαφυγόντα τῇ ῥοπῇ τῆς Ἀθηνᾶς.
Or
.

18

.

40

Τῆς δὲ τῶν θεῶν πρὸς αὐτὸν εὐνοίας εὐθὺς ἀπὸ γραμμῆς ἐναργὲς τὸ σύμβολον. κινηθεὶς γὰρ ἐξ Ἰταλίας τοῦ χειμῶνος μεσοῦντος, ἡνίκα τὸν μὴ στέγῃ σωζόμενον ἕτοιμον ἦν ἀπολωλέναι κρυμῷ τε καὶ νι‐
5φάσιν, οὕτω φαιδρᾶς ἀπολαύων ἐπορεύετο τῆς ἀκτῖνος, ὥστ’ ἔαρ ὀνομάζοντες τὴν ὥραν ἐχώρουν καὶ πρὸ τῶν πολεμίων τὸ ψῦχος ἥττητο.
Or
.

18

.

41

καὶ μὴν κἀκεῖνό γε
σημεῖον τῆς βελτίονος τύχης. διεξιὼν γὰρ πολίχνιον τὸ πρῶτον ἧς παρελάμβανε γῆς στέφανόν τινα κλά‐ δων, πολλοὺς δὲ ἐκ καλωδίων τεταμένων εἰς κίο‐
5νας ἐκ τοίχων ἐξαρτῶσιν οἱ δῆμοι μετεώρους, τούτων εἷς τῶν στεφάνων, ᾧ καλλωπίζομεν τὰς πόλεις, ἐκλυ‐ θεὶς τοῦ δεσμοῦ καταβαίνων ἦν ἐν τῇ τοῦ βασιλέως κεφαλῇ καὶ ἥρμοσε, καὶ βοὴ πανταχόθεν. ἐδηλοῦτο γάρ, οἶμαι, τῷ στεφάνῳ τὰ μέλλοντα τρόπαια καὶ ὅτι
10νικήσων ἔρχεται.
Or
.

18

.

42

Εἰ μὲν οὖν ὁ πέμψας ἐπέτρεψεν εὐθὺς ἐν ἔρ‐ γοις τε εἶναι καὶ χρῆσθαι τοῖς λογισμοῖς, εὐθὺς 〈ἂν〉 ἐδέχετο τἀκεῖ τὴν μεταβολήν, νῦν δ’ ὁ μὲν πάντων ἦν ἄκυρος πλὴν τῆς χλαμύδος, οἱ στρατηγοὶ δὲ κύριοι,
5ταῦτα γὰρ ἐδέδοκτο τῷ πεπομφότι τοὺς μὲν ἐπιτάττειν, τὸν δὲ ὑπηρετεῖν. ὁ δὲ Ὀδυσσέως τε καὶ τῶν Ὀδυσ‐ σέως μεμνημένος ἠνείχετο, τοῖς στρατηγοῖς δὲ ἄρα ἤρεσκε καθεύδειν. τοῦτο δὲ ἐποίει τοὺς ἐναντίους μεγάλους, εἰ βασιλέως ἥκοντος ἔχοιεν ἃ πρότερον.
Or
.

18

.

43

ἀλλ’ ὅμως καὶ κεκωλυμένου πράττειν, περιιόντος δὲ μόνον κατὰ θέαν τὰ ἔθνη, τουτὶ γὰρ ἐδέδοτο μόνον, τοσοῦτον ἴσχυσε τοὔνομά τε καὶ τὸ πρόσωπον, ὥστ’ ἤδη τις τῶν κατακεκλεισμένων πολύν τινα χρό‐
5νον καὶ τεταριχευμένων ἐκπηδήσας εἷλε βάρβαρον πρὸς τῷ τείχει γεωργοῦντα καὶ ἄλλος ἄλλον καὶ ἕτερος ἕτε‐ ρον καί τινα καὶ νυκτερινὴν ἐπιχείρησιν νεανίσκων ἀπεκρούσαντο πολλῶν γέροντες ὀλίγοι γήρᾳ τῶν ὅπλων ἀφειμένοι. οἱ μὲν γὰρ κλίμακας φέροντες κατὰ πύλας
10ἐρήμους προσέθεσαν, ᾧ δὴ τρόπῳ τῶν πόλεων τὰς πλείστας ᾑρήκεσαν, οἱ δὲ ὡς ᾔσθοντο, πᾶν τὸ φανὲν ὅπλον ποιησάμενοι παρηβηκόσι ποσὶν ἔτρεχον βο‐ ῶντες τὸ τοῦ βασιλέως ὄνομα. καὶ ἐνίκων οἱ γέροντες, ὥσπερ οἱ Μυρωνίδου, τοὺς μὲν αὐτοὶ κτείνοντες, οἱ
15δὲ καὶ σφᾶς αὐτοὺς ἄνωθεν ῥιπτοῦντες ἀπέθνησκον.
Or
.

18

.

44

ἐγένετο δὲ καὶ νέων ἑτέρωθεν ἐκδρομή τις ἐπὶ τοὺς βαρβάρους οὐ πρότερον εἰωθότων. καὶ οἱ μὲν τραπέντες ἔφευγον, οἱ δὲ ἐτρύφων ἐν ταῖς σφαγαῖς οὐχ ὁρῶντες μὲν τὸν βασιλέα, τῷ δὲ πλησίον αὑτῶν
5εἶναι τεθαρρηκότες. ἕτεροι μετανίστασθαι μέλλοντες ἐκβαλόντες τῶν ψυχῶν τὸν φόβον ἔμενον.
Or
.

18

.

45

βαρ‐
βάρων δὲ ἐκ δασείας ὕλης ἐπιθεμένων τοῖς ἐσχάτοις ἐν τῇ πορείᾳ τῆς στρατιᾶς πρὸς τοσοῦτον τὸ πρᾶγμα μετέστησεν, ὥσθ’ οἱ λυπήσειν ἐλπίσαντες ἀπεσφάττοντο.
5καὶ ὁ κτείνας μάρτυρα τοῦ φόνου τὴν τοῦ τεθνεῶτος ἐκόμιζε κεφαλήν, καὶ ἦν τις μισθὸς ἐπὶ τῇ κεφαλῇ καὶ ἡ πολλὴ σπουδὴ κεφαλὴν τεμεῖν. τῇ γὰρ ἐπι‐ θυμίᾳ τοῦ κέρδους ὁ σοφώτατος ἐκεῖνος ἐκάθηρε τὰς ψυχὰς τῆς δειλίας, καὶ τὸ λαβεῖν ἐθέλειν τολμᾶν ἔπει‐
10θεν. οἱ δ’ εἰς τὰς νήσους ἃς ὁ Ῥῆνος ποιεῖ τῶν βαρ‐ βάρων καταφυγόντες θήρα τοῖς νέουσί τε καὶ πλέουσι τῶν ἡμετέρων ἦσαν, καὶ τοῖς ἐκείνων βοσκήμασιν αἱ πόλεις εἱστιῶντο.
Or
.

18

.

46

καὶ μὴν δυοῖν πόλεῳν ταῖν μεγίσταιν τὴν μὲν εὑρὼν μυρίαις προσβολαῖς κεκακω‐ μένην, τὴν δ’ ἔναγχος ἐφόδῳ μιᾷ κεκενωμένην τε καὶ κειμένην τῇ μὲν χεῖρα ὤρεξεν εἰς ἀνάστασιν καὶ φρου‐
5ρὰν ἐγκατέστησε, τὴν δ’ ἀπειρηκυῖαν τοῖς ἅπασιν, ὥστε καὶ ὅθεν οὐ νόμος ἀναγκασθῆναι τραφῆναι, παρεμυ‐ θήσατο ταῖς ἀμείνοσι τῶν ἐλπίδων.
Or
.

18

.

47

ταῦτα ὁρῶν τις βασιλεὺς μοίρας οὐ μικρᾶς βαρβαρικῆς ἧκεν ἀπολογίαν τε κομίζων, ὡς οὐ μεγάλα ἠδίκηκε, καὶ
σπονδὰς αἰτῶν καὶ συμμαχήσειν λέγων, ὡς δ’ ἐδόκει
5τι λέγειν, σπένδεται βραχύν τινα χρόνον ποιῶν αὐτὸν ἐπιεικέστερον τῷ φόβῳ τῶν δευτέρων.
Or
.

18

.

48

Ταυτὶ μὲν οὖν καὶ ἔτι πλείω τούτων τὴν χώ‐ ραν ἐπιὼν ἴσχυσεν οὔπω τοῦ πᾶν ὃ διανοηθείη πράτ‐ τειν εἰς ἐξουσίαν ἥκων. ὡς δὲ ἀπήλλακτο μὲν ὁ τοὺς πολεμίους δεδιὼς στρατηγός, εἰς δὲ τοὺς οἰκείους
5ὑβρίζων, ἧκε δὲ διάδοχος ἀνὴρ τά τε ἄλλα βέλτιστος καὶ πολέμων οὐκ ἄπειρος καὶ τῶν κωλυμάτων τὰ πολλὰ ἐπέπαυτο, τότε δὴ τότε τῷ βασιλεῖ καιρὸς ἐπι‐ δείξεως ἀκριβοῦς παρῆν.
Or
.

18

.

49

σκοπείτω δέ τις· ὡς γὰρ ἐδόκει τῷ πρεσβυτέρῳ γενέσθαι δεῖν διάβασιν ἐπὶ τοὺς βαρβάρους, τούτου δὲ ὁ νεώτερος ἤρα πάλαι, καθάπερ ἵππος δρόμου, καὶ πρὸς τὴν ἀνάγκην ᾗ κατ‐
5είχετο, ἤχθετο, μικρὰν οὖσαν ὁ Κωνστάντιος ὁρῶν τὴν ἐκείνου δύναμιν καὶ τοῦ τολμήματος ἥττονα πέμπει τῶν αὐτοῦ διπλασίαν, τρισμυρίους ὁπλίτας, ἐπιστήσας ἡγεμόνα δοκοῦντα ἐπίστασθαι δυνάμει χρῆσθαι.
Or
.

18

.

50

καὶ ἔδει δὴ στράτευμα ἓν ταῦτα ἀμφότερα γενέσθαι, καὶ ὡς ἦν οὐ πολὺ τὸ συνιοῦσι μέσον, δείσας ὁ πρε‐
σβύτερος μὴ μετάσχῃ τῆς νίκης ἅτερος, καὶ ἅμα ἡγού‐
5μενος ἀρκέσειν τοὺς αὐτοῦ, κελεύει τῷ μὲν μηκέτι συμμίξαι, διαβῆναι δὲ μόνον. γεφυροῦντι δὲ αὐτῷ πλοίοις τὸν ποταμὸν τεμόντες τῆς ὕλης ἀφιᾶσιν ἄνω οἱ βάρβαροι κατὰ ῥοῦν πάχη ξύλων, ἃ προσπίπτοντα ταῖς ναυσὶ τὰς μὲν διέσπασε, τὰς δ’ ἀνέρρηξε, τὰς δὲ
10καὶ κατέδυσε.
Or
.

18

.

51

διαλελυμένης δὲ τῆς πρώτης πείρας ὁ μὲν ᾤχετο φεύγων καὶ αἱ τρεῖς μυριάδες, τοῖς βαρ‐ βάροις δὲ οὐκ ἤρκει τὸ μὴ παθεῖν, ἀλλ’ αὑτῶν ἤδη νομίσαντες εἶναι τὸ καὶ δρᾶσαί τι διαβάντες ἐδίωκον
5καὶ καταλαβόντες ἔκτεινον καὶ παιανίζοντες ἀνεχώρουν καὶ συνῆπτον ἔργον ἔργῳ, μᾶλλον δὲ ἀπὸ λόγων ἤρ‐ χοντο τῶν δευτέρων.
Or
.

18

.

52

ὡς γὰρ ἦσαν οἴκοι πάλιν, ὁ βασιλεὺς δὲ ἐνεπίμπλη πυρῶν καὶ φρούρια καὶ πό‐ λεις ἀπὸ τῶν ἐκείνοις εἰργασμένων ληίων ταῖς τῶν
στρατιωτῶν χερσίν, ὅπως οἷόν τε ἦν, ἐπὶ τούτῳ χρώ‐
5μενος, καὶ τὰ κείμενα ἀνέστη καὶ πόρρω τοῦ Ῥήνου χειμάζοντι βασιλεῖ τὰς τῶν ἐχθρῶν ἐπιχειρήσεις ὀξέως μηνύσειν ἔμελλεν ἄλλων παρ’ ἄλλων δεχομένων τὸν λόγον—πρότερον δὲ τὸ μῆκος τῆς ἐρημίας ἀφῃρεῖτο τὴν τῶν ἐπιβουλῶν αἴσθησιν—ταῦτα δὴ πυνθανόμενοι
10Ῥωμαίους ἐν γῇ Ῥωμαίων τἀκείνων ἀμῶντας ἀγα‐ νακτήσαντες, ὥσπερ τῶν πατρῴων αὐτοῖς κειρομένων, πέμψαντες κήρυκα καὶ δι’ ἐκείνου δεικνύντες τὰς ἐπι‐ στολάς, αἳ τὴν γῆν αὐτῶν ἐποίουν, πολεμεῖν αὐτὸν ἔφασκον τοῖς τῷ πρεσβυτέρῳ δόξασι καὶ δεῖν τοῦτο
15ὁμολογεῖν ἢ τοῖς γεγραμμένοις ἐμμένειν ἢ μηδέτερον βουλόμενον ἐλπίζειν μάχην.
Or
.

18

.

53

ὁ δὲ τὸν μὲν ἐπὶ κατασκοπὴν ἥκειν εἰπών, μὴ γὰρ ἂν οὕτω θρασὺν γε‐ νέσθαι τὸν ἐκείνων ἄρχοντα, κατεῖχεν, αὐτὸς δὲ με‐ μνημένος τῶν παρακελεύσεων ὧν ἤκουσεν ἐν ταῖς
5συγγραφαῖς τῶν παλαιῶν ἐκείνων διεξιόντων στρατη‐ γῶν, καὶ καλῶς εἰδώς, ὅτι λόγος τοιοῦτος ἔργων ἡγού‐ μενος εὔψυχον ἐπὶ τὴν συμπλοκὴν παραπέμπει τὸν στρατιώτην, εἶπε λόγον, ὃν ἥδιστα μὲν ἂν εἰς τὸν
παρόντα λόγον ἐνέθηκα, τοῦ νόμου δὲ τοῦ περὶ ταῦτα
10οὐκ ἐῶντος τοσοῦτον εἴποιμ’ ἄν, ὅτι τοῖσι δ’ ἄφαρ πόλεμος γλυκίων γένετ ἢ πρότερον τὸ μηδὲν ποι‐ εῖν.
Or
.

18

.

54

καὶ ἐδόκει δεῖν κέρας μὲν ἑκάτερον τοὺς ἱππέας ἔχειν, τὸ μέσον δὲ εἶναι τῶν ὁπλιτῶν, τοὺς δὲ ἀμείνους ἑκατέρων τούτων ἐν τῷ δεξιῷ περὶ τὸν βασι‐ λέα. καὶ τοῦτο ἔδει μὲν τοὺς πολεμίους λανθάνειν,
5λαθεῖν δὲ οὐκ εἴασεν αὐτομόλων τινῶν κακία. γιγνο‐ μένης δὲ τῆς ἐκείνων διαβάσεως κωλύσαι μὲν ἐξὸν ὁ βασιλεὺς οὐκ ἐβουλήθη, ἀλλ’ οὐδὲ μέρει μικρῷ προσπεσὼν μαχέσασθαι, ἤδη δὲ ὄντων τρισμυρίων κατέ‐ βαινε, πρὶν ἐπιγενέσθαι πολλάκις τοσούτους· ἐγνώ‐
10κεσαν γάρ, ὡς ἦν ἀκούειν ὕστερον, μηδένα τῶν μαχί‐ μων οἴκοι μένειν.
Or
.

18

.

55

ἄμφω τοίνυν ἄξια θαυμάσαι, τὸ μήτε τοῖς πρώτοις ἀπαντῆσαι μήτε πᾶν τὸ κεκινη‐ μένον δέξασθαι· τὸ μὲν γὰρ ἦν οὐ μέγα, τὸ δὲ τοῦ μεγίστου κινδύνου, καὶ τὸ μὲν μικροῦ τὴν γνώμην,
5τὸ δὲ ἀλογίστου. διὰ τοῦτο πλείους μὲν ὧν ἦγε καὶ πολλῷ τινι περαιουμένους οὐκ εἶργε, τῇ δὲ ἐφόδῳ τὸ τούτοις ἐπιρρέον ἔστησε.
Or
.

18

.

56

τοῖς βαρβάροις δὲ πάντα πεπυσμένοις τὸ μὲν ἀνδρειότερον τῆς στρατιᾶς πρὸς
τὸ κρεῖττον ἀντετέτακτο, τῷ δεξιῷ δὲ κέρᾳ σύμμαχον ἔδωκαν λόχον, ὃν ἔκρυψαν ὑπὸ ὀχετῷ μετεώρῳ καλά‐
5μων πυκνῶν, καὶ γὰρ ἦν ὑδρηλὸν τὸ χωρίον, τοὺς καθημένους ἀφανιζόντων. οὐ μὴν τούς γε ὀφθαλ‐ μοὺς τῶν ἐπ’ ἄκρῳ τῷ εὐωνύμῳ Ῥωμαίων ἐλάνθανον, ἀλλ’ ὡς εἶδον, ἅμα βοῇ δραμόντες τοὺς μὲν ἀναστή‐ σαντες ἐδίωκον, τῆς στρατιᾶς δὲ εἰς ἥμισυ δι’ ἐκείνων
10διετάραξαν φυγῆς φυγὴν τεκούσης τῆς τῶν πρώτων τὴν τῶν δευτέρων.
Or
.

18

.

57

γίγνεται δέ τι παραπλήσιον ἐν τῇ μάχῃ τῷ περὶ τὴν τῶν Κορινθίων πρὸς Κερκυ‐ ραίους ναυμαχίαν. καὶ γὰρ ἐν ταύτῃ νικᾶσθαί τε καὶ νικᾶν ἑκατέροις συνέβη. τὸ γὰρ εὐώνυμον ἑκατέρων
5ἐκράτει, ὥστ’ ἐπιέζετο τὸ περὶ τὸν βασιλέα Ῥωμαίων δεξιόν, λογάδες ὑπὸ λογάδων.
Or
.

18

.

58

καὶ οὐδὲ τοῖς τὰ σημεῖα φέρουσιν, οἳ φυλάττειν δὴ μάλιστα μεμε‐ λετήκασι τάξιν, ὁ νόμος ἐσώζετο. ὡς δὲ ἐνέκλιναν,
μέγα βοήσας ὁ βασιλεὺς καὶ τοὺς τοῦ Τελαμωνίου
5μιμησάμενος λόγους, ὁ μὲν γὰρ εἶπεν οὐκ εἶναι τοῖς Ἕλλησι διαφθαρεισῶν τῶν νεῶν ἐπάνοδον, ὁ δὲ ἡτ‐ τηθεῖσι τούτοις κεκλείσεσθαι τὰς πόλεις καὶ τροφὴν δώσειν οὐδένα, καὶ ἐπέθηκε δὴ τελευτῶν, ὡς εἰ δέ‐ δοκται φεύγειν, αὐτὸν δεήσει κτείναντας τότ’ ἤδη
10δραπετεύειν, ὡς ζῶντά γε οὐκ ἐπιτρέψειν, καὶ δείκνυσι δὴ τῶν βαρβάρων τοὺς ἐλαυνομένους ὑπὸ τῶν τρεψα‐ μένων.
Or
.

18

.

59

ὡς δὲ τὰ μὲν ἤκουσαν, τὰ δὲ εἶδον, καὶ τὰ μὲν ᾐσχύνθησαν, τοῖς δὲ ἥσθησαν, ἀνέστρεφόν τε καὶ αὖθις συνέμισγον, καὶ τὸ αἰσχρὸν ἐλέλυτο, καὶ πᾶς ἦν ἐν τῷ διώκειν· ὥστε καὶ οἱ τῶν σκευοφόρων
5τῶν ἐν τῇ κορυφῇ φύλακες ἠράσθησαν τῶν γιγνομέ‐ νων μετασχεῖν. ὡς δὲ ἠπείγοντο καὶ ὁ δρόμος δῆλος ἦν, δόξαν πλείονος δυνάμεως παρέσχον τοῖς βαρβάροις, καὶ οὐκ ἦν ὁ μένειν ἔτι βουλόμενος.
Or
.

18

.

60

ὥστε ἐκεκά‐ λυπτο μὲν τὸ πεδίον ὀκτακισχιλίοις νεκροῖς, ἐκρύπτετο δὲ ὁ Ῥῆνος τοῖς ἀπειρίᾳ τοῦ νεῖν ἀποπνιγεῖσι, μεσταὶ δὲ ἦσαν τῶν κειμένων αἱ νῆσοι τοῦ ποταμοῦ τῶν
5νενικηκότων ἐπὶ τοὺς ἐν ταῖς ὕλαις ἐπτηχότας ἰόντων. τοῖς δὲ πορρωτάτω βαρβάροις νεκροὶ καὶ ὅπλα τὴν μάχην ἐμήνυον ὑπὸ τοῦ ῥεύματος φερόμενοι.
Or
.

18

.

61

τὸ δὲ μέγιστον, σαγηνεύοντες γὰρ τοὺς ἐν ταῖς νήσοις ἐν ταύτῃ τῇ θήρᾳ καὶ τὸν ἄρχοντα μετὰ τῶν ἀρχο‐ μένων εἶχον· ὃν ἦγον ἐχόμενοι τῶν χειρῶν, οὐ γυ‐
5μνώσαντες τῶν ὅπλων, ἄνδρα μέγιστόν τε καὶ κάλλιστον καὶ τοὺς ἁπάντων ὀφθαλμοὺς ἐπιστρέφοντα καὶ σώματι καὶ σκευῇ.
Or
.

18

.

62

καὶ ὁ μὲν ἥλιος τοιοῦτον ἔργον ἐπιδὼν ἔδυ, τὸν ἄνδρα δὲ τοῦτον ὁ βασιλεὺς εἰς εὐθύνας ὧν ἐτόλμησε καταστήσας, μέχρι μὲν ἐχρῆτο λόγοις φρόνημα ἔχουσιν, ἐθαύμαζε, ταπεινὰ δὲ τὰ τε‐
5λευταῖα γενναίοις τοῖς πρώτοις ἐπιθέντα καὶ δείσαντα περὶ τῇ ψυχῇ καὶ μνησθέντα σωτηρίας ὥσπερ ἐμίσησεν. οὐ μὴν ἔδρασέ γε δεινὸν οὐδὲν οὐδὲ ἔδησεν αἰδεσθεὶς τὴν ἄρτι τύχην καὶ λογιζόμενος, ὅσον ἴσχυσεν ἡμέρα μία.
Or
.

18

.

63

Τίνα τῶν παρ’ Ἕλλησιν ἑορτῶν παρέβαλεν ἄν τις τῇ τότε ἑσπέρᾳ συμπινόντων μὲν ἀλλήλοις τῶν ἠγωνισμένων, ἀριθμούντων δὲ πρὸς ἀλλήλους, οὓς ἐν τῇ μάχῃ κατήνεγκαν, καὶ τῶν μὲν γελώντων, τῶν δὲ
5ᾀδόντων, τῶν δὲ ἀπειλούντων, ὁ δὲ εἰργόμενος σιτίων τοῖς τραύμασιν ἀρκοῦν εἶχε παραμύθιον αὐτὰ τὰ τραύ‐ ματα;
Or
.

18

.

64

ἦ που κἀν τοῖς ὀνείρασιν ἐκεῖνοι τοὺς βαρ‐ βάρους ἐνίκων καὶ τὴν ἀπὸ τῶν ἐν ἡμέρᾳ πεπονη‐ μένων ἡδονὴν καὶ διὰ τῆς νυκτὸς ἐκαρποῦντο, χρόνιοι δή, μάλα χρόνιοι τρόπαιον στήσαντες βαρβάρων καὶ
5τῷ παρ’ ἐλπίδα μειζόνως εὐφραινόμενοι.
Or
.

18

.

65

καίτοι πότερον φύσει κακοὺς ὄντας Ἰουλιανὸς ἐποίησε βελ‐ τίους, ὥσπερ τις θεὸς μένος ἐμβαλών; καὶ τί μεῖζον τοῦ μεῖζον ἀνθρώπου δύνασθαι; ἀλλὰ χρηστὰς φύσεις ἔβλα‐
5πτεν ἡγεμόνων κακία; καὶ τί κάλλιον τοῦ τοὺς ἀγαθοὺς εἰς ἐπίδειξιν ὧν ἴσχυον ἀγαγεῖν; ἀλλὰ θεῶν τις ἐξ ἀφα‐ νοῦς τὰ τούτων ἐποίει βελτίω; καὶ τίνος οὐ σεμνότε‐ ρον μετὰ τοιούτων ἀγωνίζεσθαι συμμάχων; ἐπεὶ καὶ τοῖς Ἀθηναίοις μεῖζον εἰς δόξαν, οἶμαι, τὸ μεθ’
10Ἡρακλέους καὶ Πανὸς πρᾶξαι τὰ λεγόμενα Μαραθῶνι ἢ εἰ τῶν θεῶν χωρὶς ταῦτα ἐδεδύνηντο.
Or
.

18

.

66

Ἄλλος μὲν οὖν ἄν τις ἐπὶ τοσαύτῃ νίκῃ τὴν στρατιὰν διαφεὶς αὐτὸς ἂν ἥκων εἰς πόλιν ἵππων ἁμίλλαις καὶ θεάτρων ἡδοναῖς εἱστίασεν ὀφθαλμούς, ἀνέπαυσε τὴν γνώμην. ἀλλ’ οὐκ ἐκεῖνος. ἀλλὰ τοῖς
5μὲν τὰ σημεῖα φέρουσιν, ὅπως εἰδεῖεν τηρεῖν τὴν τάξιν, δίκην ἐπέθηκε ζῶσι τὸ μὴ καὶ ἀποκτεῖναι τῇ νίκῃ δούς, τὸν δὲ μέγαν ἐκεῖνον, τὸν βασιλέα, τὸν αἰχμάλωτον πέμπει Κωνσταντίῳ τῶν αὑτοῦ συμφορῶν μηνυτήν, οἰόμενος δεῖν αὑτὸν μὲν πονεῖν, τῶν δὲ τοι‐
10ούτων ἄθλων ἐκείνῳ παραχωρεῖν, Ἀχιλλεὺς Ἀγαμέ‐ μνονι τῆς λείας ἀφιστάμενος.
Or
.

18

.

67

ὁ δὲ ἦγέ τε ἐπ’ αὐτῷ πομπὴν καὶ ἡβρύνετο καὶ ἦν λαμπρὸς ἀπὸ τῶν ἑτέρου κινδύνων, ἐπεὶ καὶ τὸν τῷδε μὲν συνδιαβάντα δυνά‐ στην, παραινοῦντα δὲ μὴ μάχεσθαι φοβήσας τοῖς γιγνο‐
5μένοις εἰς τὰς Κωνσταντίου χεῖρας φεύγοντα ἐνέβαλε, καὶ ἦν ἀμφοῖν διὰ τοῦτον βασιλέοιν δεσπότης, τοῦ μὲν αὑτὸν δόντος, τοῦ δὲ ἁλόντος.
Or
.

18

.

68

Ἀλλ’ ἐπάνειμι γάρ, ὅτι μὴ ταὐτὸν τοῖς νικῶσιν ἔπαθε πάθος, οὓς ἐπὶ τέρψεις ἀφιᾶσι καὶ ῥᾳθυμίας αἱ νῖκαι. ἀλλ’ ἐπειδὴ τῇ γῇ τοὺς πεπτωκότας παρέδωκεν, οὐκ ἐπέτρεψε τοῖς στρατιώταις καὶ μάλα βουλομένοις
5καταθέσθαι τὰ ὅπλα, ἀλλ’ ἡγούμενος τὸ μὲν πεπραγ‐
μένον εἶναι τῇ σφῶν αὐτῶν βοηθούντων ἀνθρώπων, δεῖν δὲ τοὺς ἀγαθοὺς καὶ τιμωρίαν ὧν πεπόνθασι λαμβάνειν, ἦγεν ἐπὶ τὴν τῶν πολεμίων διδάσκων καὶ λέγων, ὡς βραχὺ τὸ λειπόμενον καὶ τρυφὴ μᾶλλον
10ἢ πόνος, ὡς ἐοίκασιν οἱ βάρβαροι θηρίῳ βεβλημένῳ καὶ δευτέραν περιμένοντι πληγήν.
Or
.

18

.

69

καὶ οὐκ ἐψεύ‐ σατο· διαβάντων γὰρ οἱ μὲν ἐν ἡλικίᾳ γυναῖκας καὶ τέκνα ταῖς ὕλαις ἐγκαταθέμενοι φεύγοντες ἐσώζοντο, ὁ δὲ πυρὶ μὲν ἀνήλισκε τὰς κώμας, ἐξῆγε δὲ πᾶν τὸ
5κεκρυμμένον, καὶ τὰ δένδρα οὐκ ἐκώλυε, καὶ παρῆν αὐτίκα πρεσβεία ταπεινοὺς φθεγγομένη λόγους καὶ πρέποντας τοῖς παροῦσι κακοῖς. οἱ δὲ ἦσαν αὐτοῦ στῆναι καὶ λήξαντα τοῦ φθείρειν χρῆσθαι τοῦ λοιποῦ φίλοις. σπένδεται δή, καὶ τῶν σπονδῶν χρόνος ὁ
10χειμὼν μόνος, παρ’ οὗ καὶ σπονδῶν ἄνευ τύχοι τις ἂν ἴσως ἀναπαύσεως.
Or
.

18

.

70

τοῖς μὲν οὖν ἡττημένοις τοσοῦ‐ τον ἔδωκεν, αὐτὸς δὲ οὐκ ἠξίωσε καθῆσθαι, ἀλλ’ ἐν χειμῶνι μέσῳ τοῦτο μὲν Φρακτοὺς χιλίους, οἷς ταὐτὸν εἰς ἡδονὴν χιών τε καὶ ἄνθη, κώμας τινὰς πορθοῦν‐
5τας, ὧν ἐν μέσῳ φρούριον ἔρημον, περιστοιχισάμενος καὶ κατακλείσας εἰς τοῦτο λιμῷ λαβὼν ἔπεμψε δεδε‐ μένους τῷ μείζονι, πρᾶγμα καινότατον, καὶ γὰρ ἐκεί‐ νοις νόμος ἢ νικᾶν ἢ πίπτειν. ἀλλ’ ὅμως ἐδέθησαν ταὐτόν, οἶμαι, παθόντες τοῖς ἐν Σφακτηρίᾳ Λάκωσιν.
10ἐκείνους μὲν οὖν λαβὼν ὁ βασιλεὺς δῶρά τε ὠνόμαζε καὶ τοῖς αὑτοῦ λόχοις ἀνέμιξε πύργους τινὰς σφίσιν ἐγκαταμιγνύναι πιστεύων. οὕτως ἀντὶ πολλῶν σωμά‐ των ἕκαστος ἦν.
Or
.

18

.

71

ἓν μὲν τοίνυν τοῦτο τοσοῦτον ἔργον χειμερινόν, ἕτερον δὲ οὐκ ἔλαττον. ἔθνος γὰρ ὅλον ἐξαίφνης καταθέον τὴν χώραν ἔθει μὲν αὐτὸς ὡς ἐξελῶν μετὰ τῶν φυλάττειν τεταγμένων τὸ πιεζό‐
5μενον, οἱ δὲ αἰσθόμενοι τοῦ δρόμου φθάσαντες αὐτοὶ τοὺς πολεμίους ἐξέβαλον ἀποβαλόντας οὐκ ὀλί‐ γους. οὕτως ὁ βασιλεὺς παρών τε καὶ μέλλων ὁμοίως ἐνίκα.
Or
.

18

.

72

καὶ ταῦτα ἔπραττεν ἐκ μέσων ἀνιστάμενος καὶ τότε τῶν βιβλίων, μᾶλλον δὲ χωρῶν ἐπὶ τοὺς ἐναντίους μετὰ τούτων ἐχώρει. ἀεὶ γὰρ εἶχεν ἐν χε‐ ροῖν ἢ βίβλους ἢ ὅπλα νομίζων μεγάλα πόλεμον ὑπὸ
5σοφίας ὠφελεῖσθαι καὶ μείζω γε φέρειν ῥοπὴν βασιλέα βουλεύεσθαι δυνάμενον ἢ μαχόμενον.
Or
.

18

.

73

αὐτίκα δύο
ταυτὶ πῶς οὐ λυσιτελέστατα μὲν τοῖς ἄλλοις, γνώμης δὲ δεξιωτέρας τὸ τιμαῖς μὲν αὐξῆσαι τὴν προθυμίαν τῶν ἀγαθῶν, ἃς αὐτοῖς προὐξένησε παρὰ τοῦ τὰ τοι‐
5αῦτα νέμοντος, ποιῆσαι δὲ τοὺς τὰ τῶν πολεμίων λῃστεύοντας ὧν κρατήσαιεν δεσπότας; ἐοικὸς γὰρ δὴ τοῦτο ἐκείνῳ σαφῶς τῷ τὸν κομίσαντα πολεμίου κε‐ φαλὴν χρυσίον δέχεσθαι τῆς τόλμης.
Or
.

18

.

74

τῆς φήμης δὲ ἐπὶ τὴν οἰκουμένην ἄμφω φερούσης ἤρα μὲν αὐτοῦ πᾶς στρατιώτης ὅστις ἔργων ἐραστής, ἤρων δὲ οἱ περὶ τοὺς λόγους, καὶ τῶν Ἀθήνησι διατριβόντων οἱ συνει‐
5δότες αὑτοῖς τι καλὸν ὡς ἐκεῖνον ᾔεσαν, ὥσπερ πάλαι ποτὲ εἰς Λυδίαν οἱ σοφισταὶ παρὰ τὸν Κροῖσον. ἀλλὰ Σόλωνι μὲν Κροῖσος τοὺς θησαυροὺς τῶν χρημάτων ἐδείκνυεν, ὡς ἂν οὐδὲν τοῦδε κεκτημένος τιμιώτερον, ὁ δὲ τοῖς ἀφικνουμένοις τοὺς τῆς ψυχῆς θησαυροὺς
10ἀνεπετάννυεν, 〈ἐν〉 οἷς ἦν τὰ παρὰ τῶν Μουσῶν, καὶ 〈ἅπερ〉 ὁ βασιλεὺς ᾖδεν ἔπη τούτοις τοὺς ἥκοντας κοσμῶν, καὶ νῦν ἔξεστιν ἀναγνῶναι λαβόντα.
Or
.

18

.

75

Τοιαῦτα τοίνυν συναναβακχεύσας τοῖς Ἑρμοῦ τε καὶ Διὸς ὀπαδοῖς τοῦ καιροῦ τὸ σημεῖον αἴροντος
εὐθὺς στρατεύει καὶ περὶ τὸν ποταμὸν ἀστράψας ἔθνος ὅλον οὕτως ἐξέπληξεν, ὥστ’ ἠξίουν μετοικεῖν καὶ μέρος
5εἶναι τῆς αὐτοῦ βασιλείας τῆς οἰκείας τὸ ζῆν ὑπ’ ἐκείνῳ κρίνοντες ἥδιον καὶ γῆν ᾔτουν καὶ ἐλάμβανον. καὶ βαρβάροις ἐπὶ βαρβάρους ἐχρῆτο πολὺ κάλλιον ἡγουμένοις μετὰ τούτου διώκειν ἢ μετ’ ἐκείνων φεύ‐ γειν.
Or
.

18

.

76

καὶ ταυτὶ μὲν ἀμαχεί, γνοὺς δὲ πάλιν δια‐ βαίνειν καὶ σπάνει πλοίων ἵππους τε καὶ ὁπλίτας νεῖν ἀναγκάσας προῄει τὰ μὲν δῃῶν, τὰ δὲ κτώμενος, ἐκώ‐ λυε δὲ οὐδείς. ὀψὲ δέ ποτε οἱ δυστυχεῖς ἱκέτευον
5δέον πρὸ τοῦ πυρός.
Or
.

18

.

77

ὁ δὲ ἥκειν τὴν ἡμέραν νομί‐ σας, ἣ τὰ τῶν Γαλατῶν θεραπεύσειν ἔμελλε, τὸ μὲν πρῶτον αὐτοὺς ἀτίμως ἀπέπεμψεν, ὡς δ’ αὖθις ἧκον αὐτοὺς ἄγοντες ἱκέτας τοὺς βασιλεῖς καὶ τὸ σκῆπτρον
5ἔχοντες εἰς γῆν ἔκυπτον, ἀναμνήσας τῆς πολλῆς ὕβρεως καὶ τῶν μυρίων παθημάτων ὠνεῖσθαι τὴν εἰρήνην ἐκέλευε τῆς ἰάσεως τῶν κακῶν πόλεις μὲν ἐγείροντας, σώματα δὲ ἄγοντας.
Or
.

18

.

78

οἱ δὲ ὡμολόγουν τε καὶ οὐκ ἐψεύδοντο, καὶ ἐκομίζετο μὲν ξύλα τε καὶ σίδηρος εἰς ἀνάστασιν οἰκιῶν, ἐλέλυτο δὲ πᾶς εἰς ἐπάνοδον αἰχμά‐ λωτος ὑπὸ τοῦ μαστιγοῦντος πρότερον θωπευόμενος,
5ὅπως αὐτῷ μὴ μνησικακήσειεν, οὓς δὲ οὐκ ἄγοιεν ὧν
εἰλήφεσαν, τεθνεῶτας ἐδείκνυον, τὸ δὲ ἐν τούτοις ἀληθὲς ὑπὸ τῶν ἀφειμένων ἐκρίνετο.
Or
.

18

.

79

τοῖς μὲν δὴ Κυρείοις στρατιώταις θάλαττα φανεῖσα τὸ πρῶτον μετὰ τὸ πλῆθος τῶν ὀρῶν τε καὶ πόνων κραυγήν τε ἐκίνησε καὶ δάκρυα σὺν χαρᾷ καὶ περιέβαλλον ἀλλή‐
5λους οἱ κοινωνοὶ τῶν κινδύνων ἐκείνων, οὗτοι δὲ οὐ θάλατταν, ἀλλ’ ὡς εἶδον ἀλλήλους, ταὐτὸν ἔδρων, οἱ μὲν οἰκείους ὁρῶντες ἐκφυγόντας δουλείαν, οἱ δ’ οἰ‐ κείους τε καὶ τὴν οἰκείαν ἀπολαμβάνοντες. συνεδά‐ κρυε δὲ καὶ ὅσον γένους μὲν αὐτοῖς οὐ μετεῖχεν, ἑώρα
10δὲ τὰς περιπλοκάς, καὶ ἔρρει δάκρυα δακρύων ἀμείνω, ὧν τὰ μὲν ἦν διοικιζομένων πάλαι, τὰ δὲ συνιόν‐ των τότε.
Or
.

18

.

80

Οὕτω Γαλάτας ὁ πόλεμος καὶ διέσπασε καὶ συνήγαγεν, ὁ μὲν δειλίᾳ τῶν ἐφεστώτων, ὁ δὲ ἀνδρίᾳ πολεμηθείς. καὶ βουλευτήρια δὲ ἐπίμπλατο καὶ δῆμοι, καὶ τέχναι καὶ πόροι χρημάτων ηὔξοντο, καὶ θυγατέ‐
5ρων ἐκδόσεις καὶ γάμοι νέων καὶ ἀποδημίαι καὶ ἑορταὶ
καὶ πανηγύρεις εἰς κόσμον τὸν ἔμπροσθεν ᾔεσαν.
Or
.

18

.

81

ὥστ’ εἴ τις οἰκιστὴν καλοίη τῶν πόλεων ἐκείνων τὸν ἄνδρα τοῦτον, οὐκ ἂν ἁμαρτάνοι. τὰς μὲν γὰρ ἤγειρεν οἰχομένας, ταῖς δὲ μικροῦ κεκενωμέναις τοὺς οἰκήτορας ἀπέσωσε καὶ τὸ μηκέτι τὸν ἴσον φοβεῖσθαι
5φόβον ἀπέδωκεν. οὔκουν οὐδεὶς ἔτι βαρβάρων χειμῶ‐ νος ἐπελθόντος ἐπὶ τὰς εἰωθυίας λῃστείας ἐξέπλευσεν, ἀλλ’ οἴκοι μένοντες τὰ αὑτῶν ἤσθιον οὐκ αἰδοῖ συν‐ θηκῶν μᾶλλον ἢ φόβῳ πολέμου, ἐπεὶ καὶ τοῖς οὔπω σπονδῶν τετυχηκόσι τὸ προσδοκώμενον δέος
10ἡσυχάζειν παρῄνει.
Or
.

18

.

82

Τίνα δὴ τὰ ἐπὶ τῆς ἡσυχίας; τὴν μεγίστην τῶν ὑπὸ τὸν ἥλιον νῆσον ἣν ὠκεανὸς ἔχει, τοῖς λογι‐ σμοῖς ἑώρα καὶ πέμπει δὴ λογιστὰς τῆς δαπάνης, ἣ τοὔνομα μὲν ἦν στρατιωτική, τῷ δὲ ἔργῳ πρόσοδος
5τῶν ἡγουμένων. καὶ τοὺς μὲν ταῦτα ἀδικοῦντας δι‐ καίους ἐποίησεν, ἕτερον δὲ πολλῷ μεῖζον καὶ μάλιστα Γαλάταις σωτήριον.
Or
.

18

.

83

τοῦ σίτου γὰρ ἀπὸ τῆς νήσου πάλαι φοιτῶντος μετὰ τὴν θάλατταν διὰ τοῦ Ῥήνου καὶ τῶν βαρβάρων οὐκέτ’ ἐπειδήπερ ἴσχυσαν, ἐπιτρε‐ πόντων ὁλκάδες αἱ πάλαι μὲν ἀνειλκυσμέναι κατεσά‐
5πησαν, ὀλίγαι δὲ ἔπλεον, ὧν ἐν λιμέσι τὸν γόμον ἐξ‐ αιρουμένων ἀμάξας ἐχρῆν ἀντὶ τοῦ ποταμοῦ τῷ σίτῳ
γενέσθαι, καὶ τὸ πρᾶγμα ἦν ἡ μεγίστη δαπάνη. τοῦτ’ οὖν ἀνανεούμενος καὶ δεινὸν νομίζων, εἰ μὴ πρὸς τἀρχαῖα καταστήσει τὴν σιτοπομπίαν, ναῦς τε ὀξέως
10ἔδειξε πλείους ἢ πρότερον καὶ διεσκοπεῖτο, πῶς ἂν αὐτῷ δέξαιτο τὸν σῖτον ὁ ποταμός.
Or
.

18

.

84

Ἐν τούτῳ δὲ ὄντος κλοπῆς ἐδίωκεν ἄρχοντα ἀρχόμενος, Φλωρέντιος δέ, ὡς μὲν ὕπαρχος, ἐδίκαζεν, ὡς κλέπτειν δὲ εἰδὼς καὶ τότε εἰληφώς, ἐπὶ τὸν γρα‐ ψάμενον τὴν ὀργὴν ἦγεν αἰδούμενος τὸν ὁμότεχνον.
5ὡς δὲ οὐκ ἐλάνθανεν ἀδικῶν, ἀλλ’ ἦσαν οἱ πρὸς ἀλλή‐ λους φθεγγόμενοι καὶ ὁ θροῦς αὐτῷ τὰ ὦτα ἐκέν‐ τει, τὸν βασιλέα δικαστὴν ἐκάθιζεν. ὁ δὲ τὰ πρῶτα ἔφευγεν, οὐ γὰρ αὑτῷ καὶ τοῦτο δεδόσθαι.
Or
.

18

.

85

καὶ ταῦτα ἐποίει Φλωρέντιος οὐ τῷ τὰ δίκαια ἐψηφίσθαι, τῷ δὲ νομίζειν ἐκεῖνον αὐτῷ θήσεσθαι, κἂν ἀδικεῖν δοκῇ. ὡς δὲ τῆς πρὸς αὐτὸν χάριτος πλέον εἶδεν
5ἐσχηκυῖαν τὴν ἀλήθειαν, ἤλγησέ τε τὴν ψυχὴν καὶ ἄνδρα ᾧ μάλιστα ἐχρῆτο, διαβαλὼν γράμμασιν ὡς
ἐπαίροντα τὸν νέον, ἐξέβαλε τῶν βασιλείων, ὃς ἦν ἀντὶ πατρὸς τῷ βασιλεῖ.
Or
.

18

.

86

πάλιν τοίνυν τοῦτον ἐτίμησε λόγοις οἳ τὴν ἐπὶ τῷ τότε χωρισμῷ κηρύτ‐ τουσιν ἔτι λύπην, καὶ ἅμα μὲν ἔστενεν, ἅμα δὲ τῶν ὑπολοίπων εἴχετο. καὶ οὐκ ἐγένετο χείρων τὴν γνώ‐
5μην τοσαῦτα ἀδικούμενος.
Or
.

18

.

87

οὐδ’ ᾠήθη δεῖν ὧν ὑπὸ τούτων ἔπασχε παρὰ τῆς Ῥωμαίων ἡγεμονίας δίκην λαβεῖν, ἀλλὰ κατέβαινε μὲν ἐπ’ αὐτὸν ὠκεανόν, πόλιν δὲ Ἡράκλειαν, Ἡρακλέους ἔργον, ἀνίστη. τὰ
5πλοῖα δὲ εἰς τὸν Ῥῆνον εἰσῆγε τῶν προσδοκωμέ‐ νων κωλύσειν ἀποπνιγομένων μέν, εἴργειν δὲ οὐκ ἐχόντων. ὁ δὲ ἐχώρει τὴν τῶν ἐνσπόνδων παρεξιών, ὅπως μὴ δι’ αὐτῶν ἐπὶ τοὺς πολεμίους ἰὼν ἀνάγκῃ τι βλάψειε. καὶ ἅμα τὰ πλοῖα παρέπλει καὶ τῶν ἐναν‐
10τίων ὁ στρατὸς ἀντιπροσῄεσαν, ὡς δὴ σχήσοντες ζευ‐ γνύναι πειρωμένων.
Or
.

18

.

88

ἐνταῦθα μοί τις ἀθρείτω τὸν στρατηγικώτατον, καὶ ὡς οὐδὲν ἦν τῶν ἀμηχάνων, ὃ μὴ ῥᾴδιον ἐξήλεγχεν. ὡς γὰρ βαδίζων καὶ περισκο‐
πῶν τὴν ἀντιπέρας ὄχθην κατεῖδεν ἐπίκαιρον τόπον,
5οἷον κατασχεθέντα παρέχειν ἀσφάλειαν τοῖς κατειλη‐ φόσι, πλοῖά τινα καὶ μοῖραν τῆς δυνάμεως μικρὰν ἀφανῶς ἐν κοίλῳ τινὶ τῆς οἰκείας ὄχθης χωρίῳ κατα‐ λιπὼν αὐτός τε ἐπορεύετο καὶ τοὺς ἐχθροὺς ἠνάγκα‐ ζεν ἴσῃ πορείᾳ χωρεῖν, ἑσπέρας δὲ στρατοπεδευσάμενος
10τοῖς καταλειφθεῖσιν ἐκείνοις σημαίνει διαπλεύσασι κρατῆσαι τοῦ χωρίου.
Or
.

18

.

89

καὶ οἱ μὲν πεισθέντες ἐκράτουν, οἱ δὲ ἀναστρέψαντες ἐζεύγνυον ὁρμώμενοί τε ἐξ οἰκείων καὶ τελευτῶντες εἰς τὸ κατειλημμένον. ταῦτα τοῖς βαρβάροις δόξαν πλειόνων γεφυρῶν ἐνέ‐
5βαλε καὶ τῶν περιεστηκότων αὐτοὺς κακῶν οὐκ ὀλίγα ἀγνοεῖν ἡγοῦντο. καὶ τότε δὴ τοὺς ἐπὶ τὴν εἰρήνην καταφυγόντας ἐπῄνουν καὶ ἧκον τῶν αὐτῶν ἐπὶ τοῖς αὐτοῖς ἀξιοῦντες τυχεῖν, ὁ δὲ καὶ τὴν τούτων αἴθων τε καὶ τέμνων, ἐπειδή ποτε ἐνεπλήσθη, διαλλάττεται.
10καὶ πάλιν αἰχμαλώτων λύσεις καὶ τἄλλα πάντα ἄχρι τῶν δακρύων ἐοικότα τοῖς πρώτοις.
Or
.

18

.

90

Ἀντιλαβόντων δὴ τὰς τύχας ἀλλήλων Γαλατῶν τε καὶ τῶν ἐν κύκλῳ βαρβάρων καὶ τῶν μὲν ἀνηνθη‐
κότων, τῶν δὲ κατερρυηκότων καὶ τῶν μὲν ἐν θαλίαις, τῶν δὲ ἐν στεναγμοῖς κειμένων καὶ τῶν μὲν ἀπο‐
5λωλεκότων τὸ κράτος, ὃ διὰ τέλους ἕξειν ἐνόμιζον, τῶν δὲ ἀπειληφότων τὴν δύναμιν, ἐφ’ ἧς οὐκέτ’ ἤλπι‐ ζον ἔσεσθαι, καὶ πάσης φωνῆς ταυτὸν ᾀδούσης, ὡς οὐχ ὅπλων ταυτὶ μᾶλλον ἢ τῆς ἐκείνου διανοίας, ἦλ‐ θεν ἐπ’ αὐτὸν φθόνος παρὰ τοῦ στεφάνους ὀφείλοντος.
10καὶ τοῦ στρατοῦ τὸ μὲν ἀκμάζον τε καὶ πρὸς τὰς χρείας ἕτοιμον ἐκάλει καὶ μετεπέμπετο, τὸ δὲ παρη‐ βηκός τε καὶ συνεισφέρον ἀριθμὸν ἀντ’ ἔργων εἴα μέ‐ νειν.
Or
.

18

.

91

πρόφασις δὲ ὁ Περσικὸς πόλεμος καὶ τὸ μὴ δεῖσθαι τὴν Γαλατῶν εἰρήνην στρατιωτῶν, ὥσπερ οὐ ῥᾳδίως ὅρκων πατουμένων ὑπὸ βαρβάρων ἀπιστίας ἢ ὡς οὐ δέον προσεῖναι ταῖς συνθήκαις τὸ παρὰ τῶν
5ὅπλων ἐχυρόν. ἀλλ’, οἶμαι, στρατιᾶς μὲν μείζονος τῆς αὐτῷ παρούσης ἐπὶ τοὺς Πέρσας οὐκ ἐδεῖτο. μέρος τε γὰρ ἐκείνης ἐξήρκει καὶ πολλάκις τὴν αὐτὴν ἀγεί‐ ρας οὔποτ’ ἂν ἦλθε διὰ μάχης ἐγνωκὼς ἀεὶ μέλλειν.
Or
.

18

.

92

ἀλλ’ ἕτερος ἦν ὁ λογισμός. στῆσαι γὰρ αὐτῷ καὶ τὰ ἔργα καὶ τὴν δόξαν ἤθελεν αὐξομένην, μᾶλλον δὲ καὶ διαφθεῖραι τὴν ὑπάρχουσαν ἐπαγαγὼν αὐτῷ τε καὶ τοῖς ὀλίγοις καὶ σαπροῖς στρατιώταις τὴν τῶν βαρ‐
5βάρων νεότητα.
Or
.

18

.

93

ἐπεθύμει γὰρ τὸν ἐναντίον τῷ τότε κομισθῆναι πανταχοῖ λόγον, ὡς ὁ μὲν κατακέ‐ κλεισται καὶ πολιορκεῖται, τοὺς πολεμίους δὲ οὐδὲν χωρεῖ, ἀλλ’ αἱροῦσι πόλεις καὶ κατασκάπτουσι πάλιν
5καὶ ἀροῦσι καὶ σπείρουσι τὴν ἀλλοτρίαν. ᾔδει γάρ, ὡς εἰ καὶ λίαν στρατηγικὸς ἐκεῖνος, ταὐτὸν ἂν πάθοι κυβερνήτῃ μεγίστης νεὼς ἐστερημένῳ ναυτῶν. οὐδὲ γὰρ ἡ ’κείνου τέχνη δύναιτ’ ἂν ἀνθ’ ὅλου πλη‐ ρώματος γενέσθαι τῇ νηί. οὕτως ὁ βέλτιστος βασι‐
10λεὺς ἧς ἔδωκεν ἀρχῆς ἐφθόνει τῷ διασεσεικότι τὴν βάρβαρον.
Or
.

18

.

94

Πεσὼν τοίνυν εἰς ἀπορίαν ὁ γενναῖος ἐκεῖνος καὶ τῷ τε πεισθῆναι καὶ μὴ τὸν ὄλεθρον ὁρῶν ἀκο‐ λουθοῦντα, τό τε γὰρ γυμνωθῆναι τῆς δυνάμεως τὴν παρὰ τῶν ἐναντίων εἶχε σφαγὴν τό τε ἔχεσθαι τὴν
5παρὰ τῶν οἰκείων, μᾶλλον εἵλετο πειθόμενός τι παθεῖν ἢ δοκῶν ἀπειθεῖν κουφοτέραν κρίνων τὴν παρὰ τῶν πολεμίων πληγὴν ἧς ἔμελλε πλήξειν ὁ συγγενής. οὕτω
δὴ πράττειν ἔδωκεν ἃ βούλοιντο τοῖς τοῦ πρεσβυτέ‐ ρου κόλαξιν. οἱ δὲ ἀπ’ αὐτῶν ἀρξάμενοι τῶν δορυ‐
10φόρων καὶ οἷς μάλιστα ἐπίστευεν ἐκλέγοντες διὰ πάν‐ των ᾔεσαν, ἕως αὐτῷ κατέλιπον ὁπλίτας εὔξασθαι μό‐ νον δυναμένους.
Or
.

18

.

95

Καὶ ὁ μὲν ἔστεργεν, οὐκ ἀδακρυτὶ μέν, ὅμως δὲ ἠξίου φέρειν, κινουμένων δὲ πανταχόθεν τῶν διε‐ σπαρμένων λόχων οἰμωγὴ πανταχόθεν ᾔρετο πρὸς οὐρανὸν πενήτων, εὐπόρων, οἰκετῶν, ἐλευθέρων, γεωρ‐
5γῶν, ἀστικῶν, ἀνδρῶν, γυναικῶν, νέων, πρεσβυτέρων μόνον οὐκ εἰσβεβληκέναι τοὺς πολεμίους ἡγουμένων καὶ τὰ μόλις ἐκτμηθέντα κακὰ πάλιν ἀναβλαστήσειν ἡγουμένων. μάλιστα δ’ ἐξ ὧν ἐγεγόνει τέκνα τοῖς στρατιώταις, αὗται δεικνῦσαι παιδία τά τε ἄλλα καὶ
10τὰ ἐν τῷ γάλακτι καὶ ταῦτα ἀντὶ θαλλοῦ σείουσαι μὴ προδοῦναι σφᾶς ἐδέοντο.
Or
.

18

.

96

ταῦτα ὡς ἤκουσεν ὁ βασιλεύς, παρῄνει τοῖς ἐξ Ἰταλίας ἥκουσιν ἑτέραν ἄγειν τοὺς στρατιώτας πολὺ τῆς πόλεως, ἐν ᾗ καθῆστο καὶ διέτριβεν, ἀπέχοντας. ἐδεδίει γάρ, οἶμαι, μὴ δρά‐
5σειαν, ὃ καλῶς ποιοῦντες ἔδρασαν. ὡς δὲ οὐ προσεῖ‐ χον ἐκεῖνοι τοῖς λόγοις, ἀλλ’ εἰσῆγον τοὺς ἄκρους τῶν
λόχων ὧν ἐξήρτηται τὸ λοιπόν, ὁ μὲν ὄχλος αὐτῶν ἅπας ἐδεῖτο καὶ μένειν καὶ σώζειν ἅπαντα ὑπὲρ ὧν ἐπεπονήκεσαν, οἱ δὲ ἠλέουν τε τοὺς ἱκετεύοντας καὶ
10ἐδυσχέραινον τὴν ὁδόν.
Or
.

18

.

97

αἰσθόμενος δὲ ὁ βασιλεὺς εἶπεν ἐν αὐτοῖς ἀπὸ τοῦ εἰωθότος πρὸ τῆς πόλεως βήματος, ὡς οὐκ εἴη βουλὴ περὶ ὧν ἤδη τῷ κρείττονι δέδοκται. μακρὸν δὲ ἐκεῖνοι σιωπῇ δεξάμενοι λόγον
5καὶ προσειπόντες οὐδὲν ἑσπέρας ἤδη, μᾶλλον δὲ περὶ μέσας νύκτας ὅπλα ἐνδύντες περιστάντες τὸ βασίλειον ἐβόων διδόντες τὴν μείζω τάξιν τε καὶ προσηγορίαν.
Or
.

18

.

98

ὁ δὲ ἠγανάκτει μὲν τοῖς γιγνομένοις, δρᾶσαι δὲ ἦν οὐδὲν ἕτερον πλὴν τοῦ μηδένα τῶν ἔνδον μοχλῶν ἐᾶν ἅπτεσθαι. φανείσης δὲ ἡμέρας ἀνασπάσαντες τὰς θύρας καὶ ξίφη δεικνύντες εἷλκον αὐτὸν ἐπὶ ταὐτὸ
5βῆμα, καὶ μάχη μακρὰ λογισμῶν καὶ βοῆς, τοῦ μὲν οἷς ἡγεῖτο κωλύσειν διεξιόντος, τῶν δὲ ἀξιούντων τῇ κραυγῇ νικᾶν.
Or
.

18

.

99

φεύγοντος δὲ τὴν ταινίαν τὴν χρυσῆν καὶ καταφεύγοντος ἐπὶ τὸν ἀρχαῖον νόμον ἀνήρ τις μέγας καὶ τἄλλα βέλτιστος ὄπισθεν αὐτῷ παραστὰς οἷον εἶχε στρεπτὸν περὶ τῇ ’κείνου τίθησι κε‐
5φαλῇ, καὶ ἐδέδοτο τὰ μείζω. τῆς τοίνυν ἀνάγκης ἡτ‐
τηθεὶς καὶ τοσούτων ὁπλιτῶν ὁρμὴν ζέουσαν οὐ δυνηθεὶς προκαταπαῦσαι τοῦ φρονήματος εὐθὺς ἀπὸ τῶν ταῦτα δεδωκότων ἤρξατο.
Or
.

18

.

100

ἀντὶ γὰρ τοῦ ζητεῖν, ὅν τινα σφίσι δώσει μισθόν, καὶ δώροις μεγάλοις κολακεύειν, ὅτι νόμον ἡγητέον τὴν αὐτοῦ γνώμην, ἐκήρυξε. δοκεῖν τοίνυν αὐτῷ μηδένα τῶν
5ἠναντιωμένων τοῖς πεπραγμένοις μηδεμίαν ἀπαιτεῖν δίκην μηδὲ ξίφος ἐπ’ αὐτοὺς ἕλκειν μηδὲ βλέμματι φοβεῖν μηδὲ ῥήματι λυπεῖν, ἀλλ’ οἷς ἂν ἐχρῶντο πρὸς αὐτοὺς κεκοινωνηκότας, ταῦτα ποιεῖν πρὸς μεμαχημέ‐ νους.
Or
.

18

.

101

καίτοι τίς οὐκ ἂν καὶ ῥᾳθυμοῦντας παρώ‐ ξυνεν; ἀλλ’ οὐκ ἐκεῖνος. οὐδενὶ γὰρ αἵματι τὴν βασιλείαν ἐβουλήθη τυραννίδος ἐγκλήματι μολῦναι. διὰ ταῦτα ἐπέταξε σωφρονεῖν. καὶ παρῆσαν αὖθις οἱ
5τρέμοντες φαιδροὶ καὶ τεθαρρηκότες καὶ περιειστήκεσαν τὸν θρόνον τοῦ μὴ τεθνάναι χάριν εἰδότες.
Or
.

18

.

102

ὧν οὐ προσηκούσας ἀμοιβὰς ἀπέδωκαν· ἀντὶ γὰρ εὐεργε‐ σίας οὐκ ἔδησαν κατὰ τὴν παροιμίαν, ἀλλ’ ἐβουλήθη‐
σαν ἀποκτεῖναι τῶν εὐνούχων τὸν μάλιστα περὶ τὴν
5εὐνὴν ἐλπίσιν ἀναπτερώσαντες. ἤδη δὲ ὄντος ἐγγὺς τοῦ φόνου στρατιώτης ἐξ Ἀπόλλωνος ἐσείετο καὶ τὸ γενησόμενον ᾖδε καὶ συνεκάλει τὸν ὄχλον εἰς ἐπικου‐ ρίαν, οἱ δὲ ἔθεόν τε καὶ τὸ συντεθὲν ἀνίχνευον. καὶ τὸ μέγιστον, οὐδὲ ὁ ταῦτα ὑπηρετῶν ἀπεσφάττετο.
Or
.

18

.

103

ὁρῶν δὲ τοὺς τἀκείνου φρονοῦντας ἐγγύθεν ἐπι‐ βουλεύοντας καί που καὶ τολμῶντας λέγειν, ὡς ἄρα ἄμεινον εἰς τὰ πρότερα καταβῆναι καὶ τῶν παρόντων ἀποστῆναι, θεοὺς μόνους ἀξιόχρεως ἐν τοῖς τηλικού‐
5τοις ἡγησάμενος συμβούλους ἐρόμενος ἤκουσεν, ὡς ἐμμενετέον οἷς εἶχε.
Or
.

18

.

104

λαβὼν δὴ ψῆφον τὴν ἐξ οὐρανοῦ καὶ τὴν κοινὴν τῆς δυνάμεως ἄρχοντάς τε ἐπὶ τὰς πόλεις ἐξέπεμπεν ἀντὶ πονηρῶν μὲν ἀγαθούς, ἀντὶ δὲ σκαιῶν πεπαιδευμένους καὶ στρατόπεδον
5ἀπὸ τῶν λῃστεύειν ἠναγκασμένων συνήγαγεν, οἳ Μα‐ γνεντίῳ συναράμενοι τοῦ κινδύνου πράξαντες κακῶς τὰς ὁδοὺς κατειλήφεσαν ἀδίκοις τρεφόμενοι πόροις. τούτους ἐφ’ ὅπλα καλέσας καὶ δοὺς ἄδειαν φανῆναι τοὺς μὲν τοῦ παρανομεῖν ἀπήλλαξε, τοὺς δὲ ὁδοιπό‐
10ρους τῶν φόβων.
Or
.

18

.

105

ἐλθὼν δ’ ἐπὶ τὸν Ῥῆνον καὶ
δείξας τοῖς βαρβάροις τὴν κεφαλὴν καὶ δευτέροις ὅρκοις τὰς ὁμολογίας ἐνδήσας ἔτρεχεν ἐπὶ τὸν ἀκούσιον ἀγῶνα, μᾶλλον δ’ ἐπὶ τὴν ἄνευ τῆς πρὸς τὸν οἰκεῖον μάχης
5τοῦ σκήπτρου διαδοχήν· ᾔδει γὰρ παρὰ τῶν θεῶν ἀκούσας, ὃ συμβήσεται.
Or
.

18

.

106

Ἀλλὰ γὰρ ὑπερέβην τι τῶν ἀξίων εἰρῆσθαι. τοῦτο δὴ λεκτέον. πρεσβειῶν γὰρ οὐκ ὀλίγων ἀμφο‐ τέρωθεν γενομένων, ὧν αἱ μὲν ἐκεῖθεν ἠξίουν ἐπὶ τοῦ σχήματος μένοντα μηδὲν ἔργῳ πλέον ἢ πρόσθεν ἔχειν,
5αἱ δ’ ἐνθένδε πάντως δεῖν ἀφίστασθαι τῆς τιμῆς καὶ διὰ πάντων εἶναι τὸν πρότερον, ἐν τούτῳ δὲ ἦν αὐ‐ τὸν ἀπολωλέναι καὶ τοῦ στρατοπέδου τὸ πλέον καὶ συνήθεις καὶ φίλους, τῷ δὲ τῆς μὲν αὑτοῦ σφαγῆς βραχὺς ἦν ὁ λόγος, δεινὸν δὲ ἐδόκει προδότην κατα‐
10στῆναι τῶν φιλτάτων.
Or
.

18

.

107

ἐπειδὴ ταῦτα ἦν καὶ πά‐ λιν ἐπὶ ταὐτὸ πάλαισμα Κωνστάντιος ἀφῖκτο κα‐ λῶν γράμμασι τοὺς βαρβάρους ᾗ πρότερον καὶ χάριν αἰτῶν καταδουλοῦσθαι τὴν Ῥωμαίων, ἔπειθεν ἐπιορκεῖν
5ἐκ πολλῶν ἕνα. ὁ δὲ ὁμοῦ μὲν ἐλῄστευεν, ὁμοῦ δὲ ἐν
τοῖς ἀγροῖς, οὓς εἰλήφει μισθόν, ἐτρύφα καὶ ὡς ἂν ἄκακός τις συνεδείπνει τοῖς ἐνθένδε στρατηγοῖς.
Or
.

18

.

108

καὶ τὸν μὲν λῦσαι τὰς σπονδὰς ὑπομείναντα πίνοντα εἶχε, διαβὰς δὲ εἰς τὴν ἐκείνου δίκην ἐπέθηκε τῆς ἐπιορκίας οὐ μεμπτήν. συνδραμόντων δὲ περιφόβων τῶν τὰ
5δίκαια τετηρηκότων καὶ τοῖς ἁμαρτήμασιν ἐκείνου δει‐ νῶς αἰσχυνομένων καὶ προστιθέντων ὅρκοις ὅρκους ἀναβὰς ἐπὶ βῆμα ὑψηλὸν ἐν μέσῃ τῇ βαρβάρῳ καὶ τοὺς ἐκείνων ἄρχοντας ἄνωθεν ὁρῶν ἐν ὑπηκόων τάξει μετὰ τῶν πολλῶν ἑστηκότας τὰ μὲν ἀναμνήσας, τὰ δὲ
10ἀπειλήσας ἀπῆλθε.
Or
.

18

.

109

καὶ ἤδη δύναμις συνείλεκτό τις, ἧς οὐ τὸ πλῆθος μᾶλλον ἄν τις ἢ τὴν προθυμίαν ἠγάσθη. οἳ συνθήκαις τε καὶ δεξιαῖς ἀλλήλους κατε‐ λάμβανον ἦ μὴν πᾶν μὲν ποιήσειν, πᾶν δὲ πείσεσθαι
5ὑπὲρ νίκης, φοβηθῆναι δὲ ἓν μόνον, τὴν ἐκ τοῦ μὴ φυλάξαι γενησομένην αἰσχύνην.
Or
.

18

.

110

Τοῦ δὲ ὅρκου διὰ πάντων χωροῦντος Νεβρί‐ διός τις ἀνήρ, μᾶλλον δὲ ἀνδρόγυνος, ὕπαρχος ὢν παρὰ τοῦ πρεσβυτέρου τοῦτο λαβών, ἐπετίμα τοῖς γιγνομένοις καὶ τὸν ὅρκον ἐμέμφετό τε καὶ ἔφευγε
5βαρβάρους καλῶν τοὺς ὀμωμοκότας. οὕτως ἐκολάκευε. πᾶσαν δὲ ὀργὴν ἐφελκυσάμενος καὶ χεῖρα καὶ δικαίως
ἂν κατακοπεὶς ὑπὸ τοῦ πρώτου πλήξαντος ἂν εἰ‐ κότως ὥσπερ νεφέλῃ καλυφθεὶς διεσώζετο. καὶ μέμ‐ ψαιτο μὲν ἄν τις τὴν ἐνταῦθα φιλανθρωπίαν, ἡ δ’
10οὖν φιλανθρωπία τοῦ βασιλέως ἡμῖν τοσαύτη.
Or
.

18

.

111

Ἐκεῖθεν τοίνυν ὥσπερ χειμάρρους ἐφέρετο παντὸς ἐμποδίσματος κρείττων ἀεὶ γιγνόμενος, γεφύ‐ ρας προκαταλαμβάνων, καθεύδουσιν ἐφιστάμενος, ἄλ‐ λοσε μὲν αὐτοὺς ἀναγκάζων βλέπειν, κατόπιν δὲ αὐτοῖς
5προσιών, ἐλπίζειν μὲν ἕτερα ποιῶν, πειρᾶσθαι δὲ ἄλ‐ λων, ἠπείρῳ μὲν χρώμενος οὐχ ὁρωμένων ποταμῶν, πλέων δὲ σὺν ὀλίγοις, ἡνίκα ἐξείη, τοὺς μὲν ἐν τοῖς ὅροις ἐῶν καθῆσθαι, τὰς πόλεις δὲ αὐτὰς ἔχων ὧν προβέβληντο, πείθων, βιαζόμενος, ἐξαπατῶν· οἷον γὰρ
10αὖ κἀκεῖνο· ὧν ἐκράτησε στρατιωτῶν ὅπλοις τοὺς ἑαυ‐ τοῦ κοσμήσας ἔπεμπεν ἐπὶ πόλιν εὖ πεφραγμένην, οἱ δὲ οἰκείους τε ἡγοῦντο τοὺς προσιόντας καὶ τὰς πύλας ἀνοίξαντες ἐδέχοντο τοὺς ἐναντίους.
Or
.

18

.

112

τὸ δὲ πάν‐ των ἥδιστον, ὅτι προσλαβὼν μὲν Ἰταλίαν τὴν κα‐ λήν, προσλαβὼν δὲ Ἰλλυριοὺς τοὺς μαχιμωτάτους καὶ πόλεις πολλάς τε καὶ ἰσχυρὰς καὶ χώραν ἀρ‐
5κοῦσαν εἰς βασιλείαν μεγάλην οὐδαμοῦ μάχης ἐδεήθη καὶ φόνων, ἀλλ’ ἀπέχρησεν ἡ φρόνησις καὶ τὸ ποθεῖσθαι τὸν ἄρχοντα.
Or
.

18

.

113

μεγίστη δὲ συμμαχία τὰ τοῦ δειλοῦ καὶ προδότου γράμματα πρὸς τοὺς βαρ‐ βάρους, ἃ πλέων τε καὶ πεζεύων ἀνεγίνωσκε μὲν πό‐ λεσιν, ἀνεγίνωσκε δὲ στρατοπέδοις παρεξετάζων
5τοὺς αὑτοῦ πόνους ταῖς καλαῖς ἐπιστολαῖς. αἱ δὲ τῷ μὲν ἐξεπολέμουν τὸν ἀκούοντα, τῷ δὲ προσετίθεσαν καὶ ταῦτα πολλοστὸν ἄγοντι μέρος τῆς ἐκείνου στρα‐ τιᾶς.
Or
.

18

.

114

ἀλλ’ ὅμως ἀφίσταντο μὲν Μακεδόνες εὐ‐ θέως, ἀφίστατο δὲ ἡ Ἑλλὰς καὶ τὸν καιρὸν ἥρπαζεν ὃν ᾔτει παρὰ τῶν θεῶν σιγῇ τε καὶ βωμῶν χωρίς, οὐ γὰρ ἦσαν. ἀνεῴγνυτο δὴ νεώς τε ὁ τῆς Ἀθηνᾶς καὶ
5οἱ τῶν ἄλλων θεῶν τοῦ βασιλέως ἀνοίγοντός τε καὶ τιμῶντος ἀναθήμασι καὶ αὐτοῦ τε θύοντος καὶ τοὺς ἄλλους παρακαλοῦντος.
Or
.

18

.

115

εἰδὼς δέ, ὡς καὶ θεοὶ παρ’ Ἀθηναίοις ἐκρίθησαν, εὐθύνας ἠξίωσε δοῦναι τῶν πεπραγμένων, καὶ τοὺς Ἐρεχθείδας ὁ βασιλεὺς ἐποίει δικαστὰς πέμπων ἀπολογίαν ἐν γράμμασι. τυ‐
5ράννου μὲν γὰρ ἕρμαιον ἡγεῖτο τὸ μὴ κρίνεσθαι, βασιλέως δὲ τὸ περὶ ὧν ἔδρασεν εἰς λόγον καθίστα‐ σθαι. ὁδοῦ δὲ πάρεργον, στάσιν ἐμπεπτωκυῖαν ἱεροῖς γένεσι διιστᾶσαν τρόπον τινὰ τὴν πόλιν ἐπιστολαῖς ἔπαυσεν, ὡς ἂν ἐν ὁμονοίᾳ καὶ καθ’ ἡσυχίαν τὰ πάτρια
10τελοῖτο τοῖς κρείττοσι.
Or
.

18

.

116

Καὶ Ἀθηναῖοι μὲν ἔθυόν τε χρόνιοι καὶ τοῖς θεοῖς ηὔχοντο ταῦτα ἃ καὶ μηδενὸς εὐχομένου δώσειν ἔμελλον, ὁ δὲ ἤλαυνε τρίχα διελὼν τὴν δύναμιν καὶ ταῦτα τῆς Θρᾴκης ὑπὸ τῶν ἐναντίων κατειλημμένης·
5ἤλπιζε γὰρ τῶν μὲν εὐθὺς κρατήσειν, ἐλθὼν δὲ ἐπὶ τὸν Βόσπορον τὸ διαπλέον σχήσειν.
Or
.

18

.

117

τῷ δὲ ἄρα ἀγγέλους ἐκ Κιλικίας ἔφερον ἵπποι φράσοντας τὴν ἐπὶ ταῖς Κρήναις τοῦ πρεσβυτέρου τελευτήν, ὃν ἀπει‐ λοῦντα μείζω τοῦ Ξέρξου καὶ περὶ τοῦ τί χρήσεται
5τῷ σώματι τοῦ πολεμίου σκοποῦντα, τὸν γὰρ ἀντεπι‐ όντα ἔχειν ἡγεῖτο πρὶν ἑλεῖν, Ζεὺς ὁ κατὰ Σοφοκλέα μεγάλης γλώσσης κόμπους ὑπερεχθαίρων νόσῳ πεδήσας ἀπήνεγκε.
Or
.

18

.

118

τοῖς μὲν οὖν ἄλλοις πλάσμα τε ὁ λόγος ἐδόκει καὶ παράκρουσις καὶ μηχάνημα καὶ δεῖν ἀπιστεῖν, ὁ δὲ ἐκ κιβωτίου τινὸς βιβλίον μεταπεμψά‐ μενος ἐδείκνυ λόγια πρεσβύτερά τε πολὺ τῆς ἀγγελίας
5καὶ τῇ τότε ἀγγελίᾳ βεβαιούμενα καὶ ὡς θεοῦ πέμ‐ ποντος ἤρχοντο καθαρὰν αἵματος αὐτῷ τὴν νίκην ἐπηγγελμένου καὶ παραινοῦντος ἐπείγεσθαι τοῦ μή τινα τολμῆσαι μακρὰν ἀπόντος τὴν βασιλείαν ἁρπάσαι.
Or
.

18

.

119

ἀναγινώσκων τοίνυν καὶ τὸν πόλεμον ὁρῶν οὕτω καλὴν καὶ πολλοῦ τινος ἀξίαν λαβόντα κρίσιν καὶ τελευτὴν ἀκούων ἀνθρώπου συὸς ἀγρίου θυμὸν ἐπ’ αὐτὸν ἔχοντος οὐκ ἐπὶ θοίνην καὶ πότον καὶ τὰς ἀπὸ
5τῶν μίμων ἡδονὰς ἐτράπετο, ἀλλ’ ἐκβεβηκότων μὲν τῶν χρησμῶν, γῆς δὲ καὶ θαλάττης ὑπ’ αὐτῷ γεγενη‐ μένης, ἀντιβλέποντος δὲ οὐδενός, ἑνὸς δὲ εἶναι τὰ πάντα πάντων ὁμολογούντων, οὐδὲν δὲ ἀναγκασθεὶς ὧν οὐκ ἐβούλετο δρᾶσαι, πάντων δὲ αὐτῷ βασιλείων
10ἀνεῳγμένων εἰς θρῆνον κατηνέχθη καὶ δάκρυα κατὰ τῶν λογίων ἔρρει.
Or
.

18

.

120

καὶ οὐδὲν ἦν ἰσχυρότερον τῆς φύσεως, ἀλλ’ ἐρώτημα πρῶτον ὁ νεκρὸς καὶ ποῦ τὸ σῶμα καὶ εἰ τιμᾶται τὰ εἰκότα. οὕτως ἦν χρηστὸς περὶ τὸν τὰ τοῦ Κρέοντος ἂν ἐπ’ αὐτῷ μιμησάμενον.
5καὶ οὐκ ἐνταῦθα τὰ πρὸς τὸν οἰχόμενον ἔστη, ἀλλὰ κατέβη μὲν εἰς τὸν λιμένα τῆς μεγάλης πόλεως πάντα ἀγείρας τὸν ὅμιλον, ἔτι δὲ κομιζομένου διὰ τῆς θα‐ λάττης ᾤμωζεν. ἥψατο δὲ ταῖν χεροῖν τῆς σοροῦ
πάντα βασιλείας σύμβολα πλὴν τῆς χλαμύδος ἀπορρί‐
10ψας οὐκ ἀξιῶν ἐγκαλεῖν τῷ σώματι περὶ τῶν τῇ ψυχῇ βεβουλευμένων.
Or
.

18

.

121

Τετιμημένου δὲ ἐκείνου ταῖς προσηκούσαις τιμαῖς ἀπὸ τῶν θεῶν τῶν τῆς πόλεως τῆς θεραπείας ἤρχετο σπένδων μὲν ἐν ὀφθαλμοῖς ἁπάντων, χαίρων δὲ τοῖς ἑπομένοις, καταγελῶν δὲ τῶν οὐκ ἀκολουθούν‐
5των καὶ πείθειν μὲν ἐπιχειρῶν, βιάζεσθαι δὲ οὐκ ἀξιῶν. καίτοι φόβος ἐπεκρέματο τοῖς διεφθαρμένοις καὶ ἦν ἐλπίς, ὡς ἐκκοπήσονται μὲν ὀφθαλμούς, ἀποτετμήσον‐ ται δὲ κεφαλάς, ποταμοὶ δὲ αἵματος ῥυήσονται τοῖς φόνοις, ἀνάγκας δὲ καινὰς ὁ καινὸς δεσπότης εὑρήσει,
10μικρὸν δὲ εἶναι δόξει πῦρ καὶ σίδηρος καὶ τὸ κατα‐ ποντίζεσθαι καὶ τὸ ζῶντα κατορύττεσθαι καὶ τὸ περι‐ κόπτεσθαι καὶ τὸ κατατέμνεσθαι. ταυτὶ μὲν γὰρ τοῖς πρόσθεν ἐπέπρακτο, πολὺ δὲ τούτων ἠλπίζετο χαλε‐ πώτερα.
Or
.

18

.

122

ὁ δὲ τῶν τε ἐκεῖνα δεδρακότων ὡς οὐ πραττόντων ὃ ζητοῦσι κατεγίνωσκεν αὐτός τε οὐδὲν ὄφελος εὕρισκε τῆς ἐνταῦθα ἀνάγκης. τοὺς μὲν γὰρ τὰ σώματα νοσοῦντας δήσαντά ἐστιν ἰάσασθαι, δόξαν
5δὲ περὶ θεῶν οὐκ ἀληθῆ τέμνων καὶ καίων οὐκ ἂν
ἐκβάλοις, ἀλλὰ κἂν ἡ χεὶρ θύῃ, μέμφεται ἡ γνώμη τὴν χεῖρα καὶ κατηγορεῖ μὲν τῆς τοῦ σώματος ἀσθε‐ νείας, θαυμάζει δὲ ἃ πρόσθεν, καὶ ἔστι σκιαγραφία τις μεταβολῆς, οὐ μετάστασις δόξης, καὶ συμβαίνει
10δὴ τοὺς μὲν τυγχάνειν συγγνώμης ὕστερον, τοὺς δὲ ἀποθανόντας τὰ θεῶν τιμᾶσθαι.
Or
.

18

.

123

ταῦτ’ οὖν αἰ‐ τιώμενος καὶ ταῖς σφαγαῖς ὁρῶν ηὐξημένα τἀκείνων ἔφυγεν ἃ κατεμέμφετο καὶ τοὺς μὲν δυναμένους γε‐ νέσθαι βελτίους εἰσῆγεν εἰς τἀληθές, τοὺς δὲ τὰ χείρω
5στέργοντας οὐχ εἷλκεν. οὐ μέντοι βοῶν ἐπαύετο· ποῖ φέρεσθε, ὦ ἄνθρωποι; καὶ τοῦ φωτὸς τὸν σκό‐ τον ἡγούμενοι φανότερον οὐκ αἰσχύνεσθε οὐδὲ αἰσθάνεσθε τὰ τῶν ἀσεβῶν γιγάντων νοσοῦν‐ τες; ὧν τὰ σώματα μὲν οὐδὲν διέφερε τῶν
10ἄλλων, ὥστ’ ἀφιέναι τὰ λεγόμενα βέλη, τὸ δ’, ὥσπερ ὑμεῖς, ἀτιμάζειν τὰ θεῶν ἐποι‐ ήσατο τὸν μῦθον.
Or
.

18

.

124

ᾔδει γάρ, ὡς ὁ σὺν
ἐπιστήμῃ τῆς θεραπείας ἁπτόμενος τῆς ψυχῆς πρὸ τῶν ἄλλων φροντιεῖ καὶ τῶν γε τῆς ψυχῆς ἀγαθῶν τῆς εὐσεβείας πρώτου. ταὐτὸν γάρ, ταὐτὸν δύνα‐
5σθαι ταύτην γε ἐν ἀνθρωπίνῳ βίῳ καὶ τρόπιν ἐν νηὶ καὶ θεμέλιον ἐν οἰκίᾳ. καὶ γὰρ εἰ πάντας μὲν ἀπέ‐ φηνεν εὐπορωτέρους Μίδου, μείζω δὲ πόλιν ἑκάστην τῆς ποτὲ Βαβυλῶνος, πόλεως δὲ ἑκάστης τῷ περιβόλῳ περιέτηξε χρυσόν, τῶν δ’ αὖ περὶ τὸ θεῖον ἡμαρ‐
10τημένων ἐπηνώρθου μηδέν, ἴσον ἂν ἔπραττεν ἰατρῷ παραλαμβάνοντι μὲν σῶμα καθ’ ἕκαστον τῶν μερῶν γέμον κακῶν, πάντα δ’ ἰωμένῳ πλὴν ὀμμάτων.
Or
.

18

.

125

διὰ τοῦτ’ ἐπὶ πρώτην ᾔει τὴν ἰάτρευσιν τῶν ψυχῶν ἡγε‐ μὼν γιγνόμενος ἐπὶ τὴν γνῶσιν τῶν ὡς ἀληθῶς τὸν οὐρανὸν ἐχόντων καὶ νομίζων αὐτῶν συγγενῶν οἰκειο‐
5τέρους τοὺς ταῦτα παιδευομένους καὶ φίλον μὲν ἄγων τὸν Διὶ φίλον, ἐχθρὸν δὲ τὸν ἐκείνῳ, μᾶλλον δὲ φίλον μὲν τὸν ἐκείνῳ φίλον, ἐχθρὸν δὲ οὐ πάντα τὸν οὔπω Διὶ φίλον. οὓς γὰρ ᾤετο τῷ χρόνῳ μεταθήσειν, οὔτ’ ἀπήλαυνε κατεπᾴδων τε ἐνῆγε τὴν πρώτην τε ἀναινο‐
10μένους περὶ βωμοὺς ὕστερον χορεύοντας ἔδειξε.
Or
.

18

.

126

Πρῶτον μὲν οὖν, ὅπερ ἔφην, ὥσπερ φυγάδα, τὴν εὐσέβειαν κατήγαγε νεὼς τοὺς μὲν ποιῶν, τοὺς δὲ ἐπισκευάζων, εἰς δὲ τοὺς εἰσάγων ἕδη. χρήματα δὲ ἐτέλουν οἱ τοῖς τῶν ἱερῶν λίθοις σφίσιν αὐτοῖς
5οἰκίας ἐγείραντες. καὶ κίονας εἶδεν ἄν τις τοὺς μὲν ναυσί, τοὺς δὲ ἐπ’ ἀμαξῶν τοῖς σεσυλημένοις κομιζο‐ μένους θεοῖς, καὶ πανταχοῦ βωμοὶ καὶ πῦρ καὶ αἷμα καὶ κνίσσα καὶ καπνὸς καὶ τελεταὶ καὶ μάντεις ἐλεύ‐ θεροι φόβου καὶ ἐν ὀρῶν κορυφαῖς αὐλοὶ καὶ πρόσο‐
10δοι καὶ βοῦς ὁ αὐτὸς ἀποχρῶν θεραπεία τε εἶναι θεῶν καὶ δεῖπνον ἀνθρώποις.
Or
.

18

.

127

ἐπεὶ δὲ οὐ ῥᾴδιον μὲν βασιλεῖ καθ’ ἑκάστην ἡμέραν ἔξω βασιλείων ἐφ’ ἱερὰ βαδίζειν, λυσιτελέστατον δὲ συνεχὴς ὁμιλία θεῶν, ἐν μέσοις τοῖς βασιλείοις ἱερὸν μὲν οἰκοδομεῖται τῷ τὴν
5ἡμέραν ἄγοντι θεῷ καὶ μυστηρίων μετέσχε τε καὶ μετέδωκε μυηθείς τε ἐν μέρει καὶ μυήσας, χωρὶς δὲ πᾶσι θεοῖς βωμοὺς ἱδρύσατο. καὶ πρῶτον ἔργον ἐξ εὐνῆς ἀεὶ συγγενέσθαι διὰ θυσιῶν τοῖς κρείττοσι καὶ νικῆσαι ταύτῃ γε τὸν Νικίαν.
Or
.

18

.

128

οὕτως ἐξέτεινε τῆς περὶ ταῦτα σπουδῆς τοὺς ὅρους τὰ μὲν ἀπολω‐ λότα πρὸς ταὐτὸν αὖθις ἄγων, καινὰ δὲ παλαιοῖς
προστιθείς. ἔπειθε δὲ ταῦτα θαρρεῖν τὸ σωφρονεῖν.
5καὶ σύνεγγυς ἔχειν ἱεροῦ τὸ δωμάτιον ἐξῆν τῷ γε κρείττονι ἡδονῶν. οὐδὲν γὰρ ἐπράττετο τῆς νυκτὸς τῶν τοιούτων γειτόνων ἀνάξιον.
Or
.

18

.

129

ἃ μὲν οὖν ὑπέσχετο καὶ τοῖς θεοῖς καὶ τοῖς ἀνθρώποις περὶ τῶν θεῶν πρὸ τῆς βασιλείας, οὕτω λαμπρῶς ἐπ’ αὐτῆς ἀπέδωκεν, ὥστε καὶ τῶν πόλεων αἷς μὲν ἦν ἱερὰ
5μένοντα, καὶ προσορῶν ἥδετο καὶ τοῦ τὰ μέγιστα εὖ παθεῖν ἀξίας ἐνόμιζε, τὰς δὲ ἀνεσπακυίας ἢ πάντα ἢ τὰ πλείω μιαράς τε ὠνόμαζε καὶ τῶν ὠφελειῶν μετε‐ δίδου μὲν ὡς ὑπηκόοις, οὐ μὴν ἄνευ τοῦ δυσχεραίνειν. ταῦτ’ οὖν ποιῶν καὶ τοὺς θεοὺς ἐφιστὰς τῇ γῇ καὶ
10διαλλάττων ἐῴκει ναυπηγῷ νηὶ μεγάλῃ τοὺς οἴακας ἀποβαλούσῃ προστιθέντι πάλιν ἑτέρους, πλὴν ὅσον οὗτος τοὺς αὐτοὺς ἀπεδίδου σωτῆρας.
Or
.

18

.

130

Τοιαῦτα δὴ περὶ τῶν πρώτων καὶ μεγίστων πεπολιτευμένος βλέψας εἰς τὴν βασιλικὴν θεραπείαν καὶ κατιδὼν ὄχλον ἄχρηστον τηνάλλως τρεφόμενον, μαγείρους μὲν χιλίους, κουρέας δὲ οὐκ ἐλάττους, οἰνο‐
5χόους δὲ πλείους, σμήνη τραπεζοποιῶν, εὐνούχους ὑπὲρ τὰς μυίας παρὰ τοῖς ποιμέσιν ἐν ἦρι, καὶ τῶν
ἄλλων ἑκάστων ἐθνῶν ἀμυθήτους κηφῆνας, μία γὰρ δὴ τοῖς ἀργοῖς καὶ φαγεῖν ἀγαθοῖς καταφυγὴ τῶν διακόνων βασιλέως καὶ κληθῆναι καὶ νομισθῆναι καὶ
10ταχὺ τὸ χρυσίον ἐποίει τὴν ἐγγραφήν, τούτους τοίνυν οὓς μάτην ἔβοσκεν ἡ βασιλικὴ δαπάνη, ζημίαν, οὐχ ὑπηρέτας νομίσας ἐξέωσεν εὐθέως.
Or
.

18

.

131

συνεξέωσε δὲ καὶ τοὺς πολλοὺς ὑπογραφέας, οἳ τέχνην ἔχοντες τὴν τῶν οἰκετῶν ὑφ’ ἑαυτοῖς ἔχειν τοὺς ὑπάρχους ἠξίουν καὶ οὐκ ἐξῆν αὐτῶν οὐ πλησίον οἰκεῖν, οὐκ
5ἐντυχόντα προσειπεῖν, ἀλλ’ ἀπεστέρουν, ἥρπαζον, πωλεῖν ἐπηνάγκαζον, τιμὴν οἱ μὲν οὐκ ἐτίθεσαν, οἱ δ’ οὐ τὴν ἀξίαν, οἱ δὲ ἀνεβάλλοντο, οἱ δὲ τὸ μὴ ποι‐ ῆσαι κακῶς ἀντὶ τῆς τιμῆς ὀρφανοῖς ἐλογίζοντο, καὶ περιῄεσαν κοινοὶ τῶν καλόν τι κεκτημένων ἐχθροί,
10οἷον ἵππον ἢ ἀνδράποδον ἢ δένδρον ἢ ἀγρὸν ἢ κῆ‐ πον· αὑτῶν γὰρ μᾶλλον ἢ τῶν ἐχόντων εἶναι ταῦτα ἠξίουν. καὶ ὁ μὲν ἀφιστάμενος τοῖς ἰσχύουσι τῶν πατρῴων βέλτιστος καὶ ἀπῄει φέρων ἀντὶ τῆς οὐσίας τὸ ῥῆμα, ὅτῳ δὲ ἐφαίνετο δεινὸν ταῦτα παθεῖν, ἀν‐
15δροφόνος, γόης, πλήρης ἀδικημάτων, πολλῶν ὀφείλων δίκας.
Or
.

18

.

132

ποιοῦντες δὲ τοὺς μὲν ἄλλους ἀπόρους ἐξ εὐπόρων, αὑτοὺς δὲ ἐξ ἀπόρων εὐπόρους καὶ τῇ τῶν πρότερον εὐδαιμόνων πενίᾳ πλουτοῦντες καὶ τὴν ἀπληστίαν εἰς τὰ τέρματα τῆς οἰκουμένης ἐκτείνοντες
5ὅ τι βούλοιντο παρὰ τοῦ κρατοῦντος ἐπήγγελλον καὶ οὐκ ἦν ἀρνηθῆναι, ἀλλ’ ἡρπάζοντο παλαιαὶ πόλεις, καὶ κάλλη νενικηκότα χρόνον διὰ θαλάττης ἤγετο ποιήσοντα κναφέων υἱέσιν οἰκίας τῶν βασιλείων φαιδροτέρας.
Or
.

18

.

133

οὕτω δὲ ὄντων ἐκείνων οὐ φορητῶν πολλοὶ ζη‐ λωταὶ καθ’ ἕκαστον, αἱ κύνες, φασί, τὰς δεσποίνας μιμούμεναι. τῶν γὰρ οἰκετῶν οὐδεὶς ἦν, ὃς οὐχ ὕβριζε δέων, σπαράττων, ἀφαιρούμενος, παίων, ἐκβάλλων,
5ἐλαύνων, γεωργεῖν ἀξιῶν, ἐπὶ ζεύγους φέρεσθαι, δε‐ σπότης εἶναι καὶ τοσοῦτός γε, ὅσος ἦν ὁ δεσπότης αὐτῷ.
Or
.

18

.

134

οἷς γε οὐκ ἐξήρκει πλουτεῖν, ἀλλ’ εἰ μὴ καὶ κοινωνοῖεν ἀξιώματος, ἠγανάκτουν, ὡς ταύτῃ δὴ
κρύψοντες τὴν δουλείαν. καὶ ζώνην εἶχον μετὰ τῶν κεκτημένων φρίττειν ἀναγκάζουσαν καὶ στενωπὸν
5καὶ φυλακὴν καὶ πόλιν. τούτους δὴ τοὺς Κερβέ‐ ρους καὶ πολυκεφάλους εἰς ἰδιώτας ἐξέβαλε προσειπὼν κέρδος ἡγεῖσθαι τὸ μὴ τεθνάναι τούτους.
Or
.

18

.

135

τρί‐ την μοῖραν κακούργων ὑπηρετῶν κλεπτόντων καὶ λω‐ ποδυτούντων καὶ πᾶν καὶ λεγόντων καὶ ποιούντων ἐπὶ τῷ λαβεῖν τῶν βασιλείων ὑπερώρισε θυρῶν, οἳ
5τὰς αὑτῶν πατρίδας τῆς παρ’ αὑτῶν ἀπεστερηκότες χρείας βουλὰς ἀποδράντες καὶ νόμους λειτουργιῶν εἰς ἀγγελιαφόρους τελέσαντες ἐωνοῦντο μὲν πευθῆνες κα‐ ταστῆναι καὶ τὸ σχῆμα ἦν φυλάκων, ὅπως μηδὲν ἀγνοοῖ βασιλεὺς τῶν ἐπ’ αὐτὸν συντιθεμένων, τὸ δὲ ἔργον
10καπήλων.
Or
.

18

.

136

ὥσπερ γὰρ ἐκεῖνοι τὰς θύρας ἕωθεν ἀνοίγοντες σκοποῦσι περὶ τῆς ἐμπολῆς, οὕτως οὗτοι κερδῶν ἐμέμνηντο πρὸς τοὺς τούτων προσαγωγέας, οἳ τοὺς χειροτέχνας σιγῶντας ὡς λοιδοροῦντας τὴν βασι‐
5λείαν ἦγον ὑπὸ τὰς ἐκείνων μάστιγας, οὐχ ἵνα ξαί‐ νοιντο, ἀλλ’ ἵνα τὸ μὴ τοῦτο παθεῖν πρίαιντο. καὶ οὐδεὶς ἦν ἔξω βελῶν, οὐ πολίτης, οὐ μέτοικος, οὐ ξένος, ἀλλ’ ὁ μὲν οὐδὲν ἀδικῶν καὶ συκοφαντούμενος ἀπώλλυτο μὴ διδούς, ὁ δὲ καὶ σφόδρα πονηρευόμενος
10προϊέμενος ἐσώζετο.
Or
.

18

.

137

ὁ μέγιστος δὲ τῶν πόρων ἑλεῖν τι κακούργημα περὶ τὴν βασιλείαν· ἀντὶ γὰρ τοῦ παραδοῦναι τῇ τῶν ἀδικουμένων ὀργῇ τὸν ἁλόντα ἀντὶ τῶν καταπεπιστευκότων τοῖς ἐπιβουλεύουσιν
5ἐπὶ τῷ λαβεῖν ἐβοήθουν.
Or
.

18

.

138

ἔτι τοίνυν τοῖς μὲν σωφρονοῦσιν ὥρας ἐπιπέμποντες νέων καὶ καθιστάντες εἰς ἀδοξίας φόβον, τοὺς δὲ τῶν γοήτων ἐλέγχους τοῖς πόρρω τῆς αἰτίας προσάπτοντες δύο ταύτας ὑπερβαλ‐
5λούσας ἐκαρποῦντο προσόδους, μᾶλλον δὲ τρίτην ἑτέ‐ ραν ἁδροτέραν ἀμφοῖν. διδόντες γὰρ ἐξουσίαν τοῖς τὸ νόμισμα διαφθείρειν τολμῶσιν ἀπὸ τῶν σπηλαίων ἐν οἷς ταῦτα ἐτολμᾶτο, δόκιμον ὑπὲρ τοῦ παρασήμου φέροντες ἐτρύφων.
Or
.

18

.

139

ὅλως δὲ τῶν ἀφορμῶν ἡ μὲν ἐν ἀφανεῖ τε καὶ συχνή, ἡ δ’ ἐν φανερῷ τε καὶ δήλη,
σχῆμα δὴ νόμου λαβοῦσα, καὶ οὐ σφόδρα τῆς ἑτέρας ἐλάττων. ὥστ’ ἔθνους μεμνημένοι καὶ τὸν ἀριθμὸν
5τῶν χρημάτων εὐθὺς προσετίθεσαν, ὃν ὑπῆρχεν ἐκεῖ‐ θεν ἔχειν.
Or
.

18

.

140

Οὗτοι τοίνυν οἱ βασιλέως ὀφθαλμοὶ καὶ φά‐ σκοντες ἅπαντα εἰς φῶς ἄγειν καὶ ποιεῖν τοὺς πονη‐ ροὺς μετρίους τῷ μὴ ἐξεῖναι λανθάνειν πάσας ἀνίεσαν εἰς πονηρίαν ὁδοὺς καὶ μόνον οὐκ ἐκήρυττον, ὡς ἀκίν‐
5δυνα δράσουσιν. ὥσθ’ οἱ κωλυταὶ τῶν ἀδικημάτων αὐτοὶ τοὺς ἀδικοῦντας ἔσωζον κυσὶν ἐοικότες συμ‐ πράττουσι τοῖς λύκοις. διὰ ταῦτα ἴσον ἦν θησαυρῷ τε ἐντυχεῖν καὶ τούτων μετασχεῖν τῶν μετάλλων. ὁ γὰρ ἥκων Ἶρος ἐν βραχεῖ χρόνῳ Καλλίας.
Or
.

18

.

141

ἄλλου τοίνυν ἀντλοῦντος ἐπ’ ἄλλῳ καὶ γιγνομένων τῶν μὲν πόλεων πενεστέρων, τῶν δὲ ταῦτα καπηλευόντων εὐ‐ δαιμόνων πάλαι τε ὁ βασιλεὺς ἡμῖν ἤχθετο καὶ παύ‐
5σειν ἠπείλει δυνηθεὶς καὶ δυνηθεὶς ἔπαυσεν ὅλην μὲν ἐκείνην διασκεδάσας τὴν φατρίαν, ἀφελόμενος δὲ καὶ προσηγορίαν καὶ τάξιν, ἀφ’ ἧς πάντα ἐπόρθουν τε καὶ διώρυττον, αὐτὸς δὲ τοῖς αὑτοῦ χρώμενος μὲν εἰς γραμμάτων πομπάς, τῆς δὲ τοῦ ταῦτα δρᾶν ἐξου‐
10σίας οὐ μεταδιδούς.
Or
.

18

.

142

τοῦτο δὲ ἦν ἀκριβῶς ἐλευ‐ θέρας γενέσθαι τὰς πόλεις, ἐφεστηκότος δὲ τοῦ ταῦτα ποιεῖν ἔχοντος οὐκ ἦν ἀναπνεῦσαι καθαρῶς. ἀλλ’ ὁ μὲν ἐβάλλετο, ὁ δὲ ἔμελλε, καὶ τῷ γε μὴ πεισομένῳ
5τὸ πείσεσθαι προσδοκᾶν ἀντὶ τοῦ παθεῖν καθίστατο.
Or
.

18

.

143

τῶν τοίνυν ἀγγάρων ἡμιόνων τῇ τε συνεχείᾳ τῶν πόνων καὶ τῷ τοὺς ἄρτι ῥηθέντας τὰς μὲν λιμο‐ κτονεῖν, αὑτοῖς δὲ τῷ ’κείνων λιμῷ παρασκευάζειν Σύβαριν—ἐποίει δὲ πολὺν τὸν πόνον καὶ τὰ νεῦρα οἷον
5ἐξέτεμνε τὸ τῷ βουλομένῳ ῥᾴδιον εἶναι ζεύξαντα ζεῦ‐ γος ἐλαύνειν καὶ ταὐτὸν δύνασθαι βασιλέως τε περὶ ταῦτα καὶ πευθῆνος γράμματα. διὸ στῆναι μὲν οὐκ ἦν οὐδὲ μικρὸν οὐδὲ ἀπολαῦσαι φάτνης, ἡ πληγὴ δὲ ἀσθενοῦσαν οὐκ ἀνίστη πρὸς δρόμον, ἔδει δὲ εἴκοσιν
10ἢ καὶ πλειόνων πρὸς ἕλξιν ὀχήματος, αἱ πολλαὶ δὲ αἱ μὲν ἄρτι λυθεῖσαι πίπτουσαι ἔθνησκον, αἱ δὲ ὑπὸ τῷ ζυγῷ πρὶν ἢ λυθῆναι—κᾆτ’ ἐκωλύετο μὲν ἀπὸ τοῦ τοιούτου τὰ δεόμενα τάχους, τὴν βλάβην δὲ πάλιν εἰς χρημάτων λόγον αἱ πόλεις ἐδέχοντο.
Or
.

18

.

144

τοῦ δὲ ἀθλίως ταῦτα ἔχειν ἔλεγχος σαφέστερος ὁ χειμὼν τότε δὴ μάλιστα διακοπτομένης πολλαχοῦ τῆς τῶν ὀρέων διαδοχῆς, ὥστ’ ὀρεωκόμοι φεύγοντες ἐν ὀρῶν ἦσαν
5κορυφαῖς, ἡμίονοι δὲ χαμαί, τοῖς δ’ ἐπειγομένοις πλὴν βοῆς τε καὶ τοῦ πλῆξαι τὸν μηρὸν οὐδέν. καιροὶ δὲ οὐκ ὀλίγων πραγμάτων ἐξέφυγον τὰς ἀρχὰς ταῖς κατὰ τοῦτο βραδυτῆσι. καὶ ἐῶ λέγειν ἵππους ὅμοια πεπον‐ θότας καὶ ὄνους πολλῷ δεινότερα. τοῦτο δὲ ἦν τοὺς
10ταῦτα λειτουργοῦντας ἀπολωλέναι.
Or
.

18

.

145

ἵστησι δὴ καὶ ταύτην Ἰουλιανὸς τὴν μέθην στήσας ὡς ἀληθῶς τοὺς οὐκ ἀναγκαίους δρόμους καὶ τὰς μὲν τοιαύτας χάρι‐ τας ἐπικινδύνους ἀποφήνας καὶ δοῦναι καὶ λαβεῖν,
5διδάξας δὲ τοὺς ἀρχομένους ὑποζύγια τοὺς μὲν κτᾶ‐ σθαι, τοὺς δὲ μισθοῦσθαι. καὶ πρᾶγμα ἀπιστούμενον ἑωρᾶτο, γυμνάζοντες ἡνίοχοι μὲν ἡμιόνους, ἱπποκόμοι δὲ ἵππους. ὥσπερ γὰρ πρότερον ἐπεπέδηντο ταῖς τα‐ λαιπωρίαις, οὕτω δέος ἦν, μὴ καὶ τότε τῷ μήκει τῆς
10ἀργίας. τουτὶ δὲ τοὺς οἴκους τῶν ὑπηκόων εὐπορω‐ τέρους καθίστη.
Or
.

18

.

146

Ἐπεδείξατο δὲ τὴν αὐτὴν πρόνοιαν καὶ περὶ
τὰς ἐν ταῖς πόλεσι βουλάς, αἳ πάλαι μὲν πλήθεσί τε καὶ πλούτοις ἔθαλλον, ἔπειτα ἦσαν οὐδὲν μετερρυη‐ κότων πλὴν ὀλίγων κομιδῆ τινων τῶν μὲν εἰς τὰ
5στρατιωτῶν, τῶν δ’ εἰς τὸ μέγα συνέδριον. τοὺς δ’ ἦν ἕτερόν τι τὸ δεξόμενον καὶ οἱ μὲν ἐκάθευδόν τε καὶ ἐχαρίζοντο τῷ σώματι καὶ τῶν οὐ τὴν αὐτὴν αὐτοῖς ἐλθόντων κατεγέλων. τὸ δὲ ὑπολελειμμένον ὀλίγον ὂν ἐβαπτίζετο, καὶ τὸ λειτουργεῖν τοῖς πλείοσιν
10εἰς τὸ προσαιτεῖν ἐτελεύτα.
Or
.

18

.

147

καίτοι τίς οὐκ οἶδεν, ὡς ἡ τῆς βουλῆς ἰσχὺς ψυχὴ πόλεώς ἐστιν; ἀλλὰ Κωνστάντιος μὲν λόγῳ ταῖς βουλαῖς βοηθῶν ἔργοις ἦν ἐχθρὸς μετατιθεὶς ἑτέρωσε τοὺς ἐκείνας φεύγοντας
5καὶ διδοὺς ἀτελείας παρανόμους. ἐῴκεσαν οὖν ῥυ‐ σοῖς γραϊδίοις ἠσθημένοις ῥάκια, καὶ ὠδύροντο μὲν οἱ σεσυλημένοι βουλευταί, δεινὰ δὲ αὐτοὺς ὡμολόγουν πεπονθέναι τε καὶ πάσχειν οἱ δικάζοντες, βοηθεῖν δὲ ὄντες ἕτοιμοι βοηθεῖν οὐκ εἶχον.
Or
.

18

.

148

ἀλλ’ ἔδει ποτὲ καὶ ταύτας τὴν αὑτῶν ῥώμην ἀπολαβεῖν. τὸ γὰρ δὴ πολλῶν ἐπαίνων ἄξιον ἐκεῖνο γράμμα τὸ δεῖν πάντα
ἄνδρα πρὸς βουλὴν καλεῖν καὶ μηδὲν ἔχοντα ἰσχυρὸν
5εἰς ἄφεσιν ἐγγράφειν οὕτω τὸ πρᾶγμα ἐπηνώρθωσεν, ὥστ’ ἠλέγχετο μικρὰ τῷ πλήθει τῶν εἰσιόντων τὰ χωρία.
Or
.

18

.

149

οὐ γὰρ ἦν ὑπογραφεὺς οὐδὲ εὐνοῦχος ὁ χρημάτων ἀφήσων, ἀλλ’ οἱ μέν, ὡς εὐνούχοις προσ‐ ῆκε, τὰ δούλων ὑπηρέτουν οὐδὲν ἐπὶ τοῖς χιτῶσι φρο‐ νοῦντες, οἱ δ’ ὅσα χεῖρα καὶ μέλαν ἀπαιτεῖ καὶ κάλα‐
5μον, ἐπλήρουν, τἄλλα δὲ ἠπίσταντο σωφρονεῖν μαθόντες ὑπὸ τοῦ διδασκάλου πενίαν δικαίαν ἀγαπᾶν. τοιγαροῦν καὶ νῦν πολλοὺς ἂν εὕροις ἀπ’ ἐκείνης τῆς συνουσίας φιλοσόφων βελτίους. οἶμαι δὲ καὶ τοὺς ἄλλους ἅπαντας τοὺς ἐν ταῖς τάξεσιν ἥκιστα δὴ τότε
10κέρδη θαυμάσαντας μάλιστα δόξης ἐπιθυμῆσαι.
Or
.

18

.

150

μέ‐ μνησθε δέ, ὡς ὧν πρότερον προϊόντων πρηνεῖς κατε‐ πίπτομεν ὥσπερ ἐν ἀστραπαῖς, τούτοις ἐκ τῶν ἵππων ἀποβαίνουσιν ἐπ’ ἀγορᾶς ἐμβάλλοντες δεξιὰν διαλεγό‐
5μεθα καὶ τὸ μὴ μείζω τῶν ἄλλων φρονεῖν τοῦ φοβεῖν
ἡγοῦνται κάλλιον.
Or
.

18

.

151

Ἀλλὰ μὴν νόμους βασιλεῦσι θεῖναι μὲν ῥᾴδιον, ἔξεστι γάρ, συμφέροντας δὲ οὐ ῥᾴδιον, φρονήσεως γὰρ ἤδη τοῦτό γε. ὁ δὲ τοιούτους μὲν ἔθηκεν, οἷς εὗρεν, ὥστε μεγάλα τοὺς πρὸ τούτων γενομένους
5ἀνθρώπους ἐζημιῶσθαι, τοὺς δὲ τούτοις μὲν ἐοικότας τῶν πάλαι κρατούντων, λελυμένους δὲ αὐθαδείᾳ δυ‐ νάστου πάλιν κυρίους ἀπέφηνε τὸ τοῖς εὖ ἔχουσι συμφέρεσθαι τοῦ μάτην τῶν κειμένων ἐπιλαμβάνεσθαι κάλλιον εἰς φιλοτιμίαν ἡγούμενος.
Or
.

18

.

152

Φέρε δὴ καὶ περὶ τῶν δίκην δεδωκότων σκε‐ ψώμεθα. Οὐκοῦν τριῶν ὄντων οἳ σφαγαῖς ἐτελεύτησαν ὁ μὲν συκοφαντῶν ἐπεληλύθει τὴν οἰκουμένην καὶ ταῖς ἠπεί‐
5ροις ἀμφοτέραις μυρίους θανάτους ὤφειλεν, ὥστ’ ἤλγουν οἱ τὸν ἄνθρωπον εἰδότες, ὅτι μὴ οἷόν τε ἦν καὶ τεθνεῶτα κτεῖναι καὶ τρὶς τοῦτο ποιῆσαι καὶ πολλάκις. ὁ δ’ ἄνευ τοῦ τὸν Κωνστάντιον δεδουλῶ‐ σθαι δοῦλος αὐτὸς ὢν καὶ τὸ τοῦδε δεινότερον, εὐ‐
10νοῦχος, αἰτιώτατος ἐγεγόνει τῷ Γάλλῳ τῆς ὠμοτάτης
τελευτῆς. ὅ γε μὴν τρίτος ὀργῇ μὲν τῆς στρατιᾶς ἀνηρπάσθη δώρων βασιλικῶν αὐτούς, ὡς ἔλεγον, ἀπε‐ στερηκώς, ἔτυχε δὲ καὶ μεταστὰς παραμυθίας τινὸς τῇ θυγατρὶ τοῦ βασιλέως μοῖραν οὐ μικρὰν τῶν πατρῴων
15ἀφέντος.
Or
.

18

.

153

οἵ γε μὴν εἰς αὐτὸν ὑβρικότες, ἦσαν γάρ, ἦσαν οἳ παρεκάλουν τινὰς ἐπὶ τὸ σκῆπτρον, οὐ‐ δενὸς κατ’ οὐδὲν φειδόμενοι ῥήματος τὴν μὲν ἀξίαν δίκην οὐκ ἔδοσαν, οὔκουν ἀπέθανον, νήσοις δὲ ἐνδια‐
5τρίβοντες τῆς γλώττης ἐπαιδεύοντο κρατεῖν. οὕτως ἐκεῖνος ἑτέροις μὲν ἠδικημένοις ἠπίστατο τιμωρεῖν καλῶς, ἐν δὲ τοῖς εἰς αὐτὸν μεγαλόψυχος ἦν.
Or
.

18

.

154

Εἰσῆλθε καὶ εἰς τὸ συνέδριον καὶ τὴν μεγά‐ λην βουλὴν περὶ αὑτὸν ἐκάθισε πολὺν δὴ χρόνον ταύτης τῆς τιμῆς ἐστερημένην. εἰς μὲν γὰρ τὸ βασί‐ λειον εἰσεκαλεῖτο πρότερον ἑστήξουσά τε καὶ μικρὰ
5ἀκουσομένη, βασιλεὺς δὲ οὐκ ᾔει παρ’ αὐτὴν συγκαθε‐ δούμενος· τῷ γὰρ μὴ δύνασθαι λέγειν ἔφευγε χωρίον δεόμενον ῥήτορος, ὁ δέ, ὥσπερ Ὅμηρος ἔφη τὸν δεινὸν λέγειν, ἀσφαλέως ἀγορεύων ἐδίωκε τοὺς τοιούτους συλλόγους διδοὺς μὲν τῷ βουλομένῳ παρρησιάσασθαι
10πρὸς αὐτόν, διεξιὼν δὲ καὶ αὐτὸς νῦν μὲν παῦρά τε καὶ λιγέως, νῦν δὲ νιφάδεσσιν ἐοικότα χειμε‐ ρίῃσι τοὺς Ὁμηρικοὺς ἐκείνους δημηγόρους νῦν μὲν μιμούμενος, νῦν δ’ ἐν ᾧπερ ἑκάτερος εὐδοκίμει, παρι‐ ών.
Or
.

18

.

155

λέγοντος δὲ αὐτοῦ καὶ τὰ μὲν ἐπαινοῦντος, τὰ δὲ ἐπιτιμῶντος, τὰ δὲ νουθετοῦντος ἀγγέλλει τις προσιέναι τὸν διδάσκαλον, ἄνδρα Ἴωνα, φιλόσοφον ἐξ Ἰωνίας κεκλημένον, ὁ δὲ ἐκ μέσων ἀναπηδήσας
5τῶν γερόντων ἔθει πρὸς τὰς θύρας τὸ τοῦ Χαιρε‐ φῶντος πρὸς Σωκράτην πεπονθώς, ἀλλ’ ἐκεῖνος μὲν Χαιρεφῶν τε ὢν καὶ ἐν τῇ Ταυρέου παλαίστρᾳ, ὁδὶ δὲ πάντων τε κρατῶν κἀν τῷ μεγίστῳ συνεδρίῳ, δει‐ κνὺς ἅπασι καὶ κηρύττων τοῖς ἔργοις, ὅτι σοφία βασι‐
10λείας τιμιώτερον καὶ ὡς ὅ τι ἐν αὐτῷ καλὸν ἐνείη, τοῦτο δῶρον φιλοσοφίας.
Or
.

18

.

156

περιβαλὼν οὖν καὶ ἀσπασάμενος ᾗ νόμος τοῖς ἰδιώταις ἀλλήλους ἢ βασι‐
λεῦσί γε ἀλλήλους, εἰσῆγεν οὐ μετέχοντα τῆς βουλῆς, κοσμεῖν ἡγούμενος οὐ τὸν ἄνδρα τῷ τόπῳ, τῷ δὲ
5ἀνδρὶ τὸν τόπον, καὶ διαλεχθεὶς ἐν ἅπασιν, οἷος ἐξ οἵου δι’ ἐκεῖνον γένοιτο, τῆς δεξιᾶς ἐχόμενος ἀπηλ‐ λάττετο. τί διὰ τούτων ποιῶν; οὐκ ἀμοιβάς, ὡς ἄν τις ὑπολάβοι, μόνον ἐκτίνων τῆς παιδείας, ἀλλὰ καὶ τὴν πανταχοῦ νεότητα, προσθείην δ’ ἂν καὶ γῆρας,
10πρὸς παιδείαν παρακαλῶν, ἐπεὶ καὶ γέροντες ἤδη πρὸς μαθήσεις ἐκινήθησαν. πᾶν γὰρ ὑπὸ τῶν ἀρχόντων ἀτιμαζόμενον μὲν ὑφ’ ἁπάντων ἀμελεῖται, τιμώμενον δὲ ἀσκεῖται.
Or
.

18

.

157

Ὁ δὲ νομίζων ἀδελφὰ λόγους τε καὶ θεῶν ἱερὰ καὶ τὸ μὲν ὅλως ἀνῃρημένον ὁρῶν, τοῦ δὲ τὸ πλέον, ὅπως τελέως καὶ τὸ τούτων ἔχοι καὶ πάλιν ἐρασθεῖεν ἄνθρωποι λόγων, ἔπραττε, τοῦτο μὲν ταῖς
5τῶν ἐπισταμένων τιμαῖς, τοῦτο δὲ τῷ λόγους αὐτὸς ποιεῖν. δύο γοῦν εὐθὺς τότε ἔδειξεν, ἔργον μιᾶς ἡμέρας, μᾶλλον δὲ νυκτὸς ἑκάτερον, ὧν ὁ μὲν ἐπάταξεν ἄνθρωπον νόθον Ἀντισθένους μιμητὴν ἀλο‐ γίστῳ θράσει τὸ πρᾶγμα ὁριζόμενον, ὁ δὲ πολλά τε
10καὶ καλὰ λέγει περὶ τῆς μητρὸς τῶν θεῶν.
Or
.

18

.

158

τῆς αὐτῆς δὲ διανοίας καὶ τὸ τὰς πόλεις ὑπὸ τοῖς λέγειν
ἐπισταμένοις ποιεῖν καὶ παῦσαι τοὺς βαρβάρους τῶν ἐθνῶν κυβερνήτας, οἳ γράφοντες μὲν σὺν τάχει, νοῦν
5δὲ οὐκ ἔχοντες ἀνέτρεπον τὰ σκάφη. ὁ δὲ τοὺς πε‐ πληρωμένους ποιητῶν τε καὶ λογοποιῶν καὶ παρ’ ὧν ἦν εἰδέναι, τίς ἄρχοντος ἀρετή, τούτους παρεωσμένους ὁρῶν ἔδωκε τοῖς ἔθνεσι.
Or
.

18

.

159

τοιγαροῦν ἕκαστος αὐ‐ τὸν ἐπὶ Συρίας ἐλαύνοντα λόγῳ περὶ τοὺς ὅρους ἐδέ‐ χετο, δώρῳ πολὺ βελτίονι συῶν τε καὶ ὀρνίθων καὶ ἐλάφων, ἃ σιγῇ τοῖς βασιλεῦσιν ἤγετο, τότε δὲ ἀντὶ
5τούτων οἱ λόγοι. καὶ διεδέχοντο τὴν παραπομπὴν ἄρχοντες ῥήτορες. ὧν ὁ τῆς Κιλικίας, ἐμὸς μὲν ὁμιλη‐ τής, ἐκείνῳ δὲ φίλτατος, τεθυκότι τε καὶ παρεστηκότι τῷ βωμῷ τὸν ἔπαινον διῆλθε. καὶ ἱδρὼς ἀφ’ ἑκατέρου πολὺς ἔρρει, τοῦ μὲν ὁ τοῦ λέγοντος, τοῦ δὲ ὁ τοῦ
10τὸν λέγοντα φιλοῦντος.
Or
.

18

.

160

Ἀπὸ τούτων πολὺς αὖθις ὁ λειμὼν τῆς σοφίας. καὶ αἱ τῶν τιμῶν ἐλπίδες ἐπὶ τὴν τῶν λόγων μεθει‐ στήκεσαν κτῆσιν, καὶ τοῖς σοφισταῖς τὰ πράγματα βελτίω τῶν μὲν ἀπ’ αὐτῶν τοῦ μανθάνειν ἀρχομένων,
5τῶν δὲ ὀψὲ παρ’ αὐτοὺς μεταχωρούντων πώγωνας
ἐκεῖσε φερόντων καὶ τὸ τῶν δακτύλων ἔργον. οὕ‐ τως αὖθις παρεσκεύασε τὰ τῶν Μουσῶν χλοῆσαι καὶ τὰ ὡς ἀληθῶς ἄριστα κάλλιστα νομισθῆναι καὶ μὴ τὰ τοῖς δούλοις προσήκοντα τῶν τοῖς ἐλευθέροις πρε‐
10πόντων δύνασθαι πλεῖον.
Or
.

18

.

161

Καίτοι τί μεῖζον εἴποι τις ἂν τοῦ θεούς τε καὶ θεῶν δῶρον τὸ μέγιστον, τοὺς λόγους, ἐκ τῆς ἐσχάτης ἀτιμίας εἰς τὸ τιμᾶσθαι προαγαγεῖν παρέχοντα μὲν αὑτὸν διὰ πάσης τῆς πορείας σοφισταῖς, ἐκτρεπό‐
5μενον δὲ τῆς εὐθείας ὁδοῦ κατὰ θέαν ἱερῶν, ἐνεγκόντα δὲ ῥᾳδίως καὶ μῆκος ὁδοῦ καὶ χαλεπότητα καὶ θάλπος.
Or
.

18

.

162

οὗ δὴ καὶ μέγαν τῆς εὐσεβείας τὸν μισθὸν ἠνέγ‐ κατο γνοὺς παρὰ τῶν αὐτόθι δαιμόνων, ὅτι τε ἐπι‐ βουλεύοιτο καὶ ἥτις ἡ σωτηρία. διὰ τοῦτο τῆς πορείας τὸν ῥυθμὸν μεθαρμόσας θᾶττον ἢ πρόσθεν ἐχώρει
5καὶ διέφευγε τὴν ἐνέδραν.
Or
.

18

.

163

Καὶ ἐπιβὰς Συρίας χρέα τε λύσας ταῖς πόλεσι καὶ φανεὶς ἐν τεμένεσι καὶ λαλῶν βουλευταῖς πρὸς ἕδεσιν ὥρμησε μὲν εὐθὺς ἐπὶ τὴν Περσῶν τιμωρίαν καὶ οὐκ ἠξίου μέλλειν οὐδ’ ἐν τῇ καθέδρᾳ τὴν
5ὥραν ἀναλοῦν, ὁπλιτῶν δὲ καὶ ἵππων ἀπειρηκότων
καὶ μικρὰν αἰτούντων ἀναβολὴν ἄκων μέν, ὡς ἂν ἐν τῇ ψυχῇ τοῦ θυμοῦ ζέοντος, εἶξε δὲ ὅμως ταῖς ἀνάγ‐ καις τοσοῦτον ἐπιφθεγξάμενος, ὡς ἔσται τις ὁ σκῶμμα ἐπ’ αὐτὸν ἀφήσων, ὡς ὄντως εἴη τοῦ προτέρου συγγενής.
Or
.

18

.

164

Σκοπῶμεν δὴ κἀν τῇ καθέδρᾳ τὸν βασιλέα καὶ εἰ καιρὸς ἅπας εἶχε πράξεις ἐγκωμίων ἀξίας. Ἧκεν αὐτῷ γράμματα Περσικὰ δέξασθαι δεόμενα πρεσβείαν καὶ λόγῳ τὰ διάφορα τεμεῖν. οἱ μὲν οὖν
5ἄλλοι πάντες ἐπηδῶμεν, ἐκροτοῦμεν, ἐβοῶμεν δέχεσθαι, ὁ δὲ ῥίψαι κελεύσας ἀτίμως τὴν ἐπιστολὴν πάντων ἔφη δεινότατον εἶναι κεῖσθαι μὲν τὰς πόλεις, αὐτοὺς δὲ διαλέγεσθαι καὶ ἀντεπέστειλέ γε μηδὲν δεῖν πρέ‐ σβεων αὐτοῦ τάχιστα ἐκεῖνον ὀψομένου. οὐκοῦν τοῦτο
10ἦν νίκη πρὸ συμβολῆς καὶ πρὸ μάχης τρόπαιον, ὃ συμβαῖνον ἴσμεν ἐν τοῖς γυμνικοῖς ἀγῶσιν, ὅταν τῷ πολὺ διαφέροντι φανῆναι μόνον ἀρκῇ.
Or
.

18

.

165

καὶ τὸ μὲν ἤδη τοῦ βασιλέως παρόντος ἐκεῖνον τοῦτο παθεῖν οὐ σφόδρα ἄν τις θαυμάσειε, καίτοι καὶ τοῦτο θαυ‐ μαστὸν τρέμειν τὸν εἰωθότα φοβεῖν, τὸ δὲ Κωνσταν‐
5τίου μὲν γεγυμνωκότος τήνδε τὴν χώραν ὅπλων, Ἰου‐
λιανοῦ δὲ τἀκείνου μὲν λαβόντος, ἔτι δὲ τῶν τῇδε ἀπόντος ἤδη μηδένα Πέρσην μηδεμιᾷ πόλει προσ‐ βαλεῖν, ἀλλ’ ἀπὸ ψιλῆς τῆς προσηγορίας ἠρεμεῖν πῶς οὐ πάντα ἀποκρύπτει θαύματα;
Or
.

18

.

166

Καὶ ταυτὶ μὲν ἔγνω περὶ τῆς πρεσβείας ὅπλων, οὐ λόγων δεῖσθαι τὰ πεπραγμένα, τῶν δ’ αὖ στρα‐ τιωτῶν, οὓς μὲν ἐκέκτητο πρότερον, πάντα ἔχειν ἡγεῖτο καλῶς, καὶ γὰρ τὰ σώματα ἔρρωντο καὶ ταῖς μάχαις
5ἔχαιρον καὶ τὰ ὅπλα αὐτοῖς τέχνης οὐ φαύλης καὶ θεοὺς καλοῦντες ἐμάχοντο, οὓς δ’ αὖ προσειλήφει, καλοὺς μὲν ἑώρα καὶ μεγάλους καὶ ὅπλα ἐπίχρυσα φέροντας, τῷ δὲ πεφευγέναι τοὺς πολεμίους πολλάκις πάσχοντας πρὸς τὴν θέαν τῶν Περσῶν, ὅπερ ἐν ὄρεσιν
10Ὅμηρος ἄνθρωπον ἔφη πρὸς δράκοντα, ἤ, εἰ βούλει γε, ὅπερ ἔλαφοι πρὸς κύνας.
Or
.

18

.

167

νομίσας οὖν αὐτοῖς βλάπτεσθαι τὰς ψυχὰς οὐχ ἡγεμόνων φαυλότητι μόνον, ἀλλὰ καὶ τῷ θεῶν ἄνευ πολεμεῖν μῆνας ἐννέα ταύτην αὐτοῖς ἐκάθητο προξενῶν τὴν ῥοπήν, νομίζων καὶ πλῆ‐
5θος σωμάτων καὶ σιδήρου κράτος καὶ ἀσπίδων ἰσχὺν καὶ πάνθ’ ἁπλῶς φλυαρίαν εἶναι θεῶν οὐ συμπολε‐ μούντων.
Or
.

18

.

168

ὅπως οὖν συμπολεμοῖεν, ἐποίει πείθων τὴν ἁψομένην δόρατος δεξιὰν ἅπτεσθαι καὶ σπονδῆς
καὶ λιβανωτοῦ, ὥστ’ ἔχειν βελῶν φερομένων εὔχεσθαι τοῖς ταῦτα δυναμένοις κωλύειν. οὐκ ἀρκούντων δὲ
5τῶν λόγων χρυσὸς καὶ ἄργυρος συνέπραττεν εἰς πειθώ, καὶ διὰ κέρδους μικροῦ μεῖζον εἶχε κέρδος ὁ στρατι‐ ώτης, διὰ χρυσίου φιλίαν θεῶν πολέμου κυρίων.
Or
.

18

.

169

οὐ γὰρ ᾤετο δεῖν ὁ βασιλεὺς Σκύθας καλεῖν εἰς ἐπικουρίαν οὐδὲ ὄχλον ἀθροίζειν βλάψοντα τῷ πλήθει καὶ πολλὰς ἐμποιήσοντα τὰς ἀπορίας, ἀλλὰ τὴν πολὺ βαρυτέραν χεῖρα τὴν τῶν κρειττόνων. τούτους γὰρ
5ἐδίδου τοῖς θύουσι συμμάχους, τὸν Ἄρη, τὴν Ἔριν, τὴν Ἐνυώ, τὸν Δεῖμον, τὸν Φόβον, ὧν τὰ νεύματα ποιεῖ τροπάς· ὥστ’ εἴ τις αὐτὸν φαίη βάλλειν Πέρσας καὶ τιτρώσκειν ἐπ’ Ὀρόντῃ διατρίβοντα, μετ’ ἀληθείας ἂν λέγοι.
Or
.

18

.

170

Περὶ ταύτην τὴν σπουδὴν οὐκ ἀρνοῦμαι πλοῦ‐ τον ἀνηλῶσθαι μέγαν, καλλίων δὲ ἄρα ἥδε ἡ δαπάνη τῆς περὶ τὰ θέατρα καὶ τοὺς ἡνιόχους καὶ ὅσοι τετα‐
ριχευμένοις ἀπαντῶσι θηρίοις. ὧν οὐδὲν ἐπεσπάσατο
5τὸν ἄνδρα τοῦτον, ὅς γε καὶ καθιζούσης αὐτὸν ἀνάγ‐ κης ἐν ἱπποδρόμῳ πρὸς ἄλλοις εἶχε τὰ ὄμματα τιμῶν ὁμοῦ τήν τε ἡμέραν καὶ τὰ αὑτοῦ, τὴν μὲν τῷ παρεῖναι, τὰ δὲ τῷ μένειν ἐπ’ αὐτῶν.
Or
.

18

.

171

οὐδεμία γὰρ ἔρις οὐδὲ ἅμιλλα οὐδὲ κραυγὴ τὴν γνώμην μετέστησεν ἀπὸ τῶν φροντισμάτων, ἐπεὶ καὶ ἑστιῶν ὄχλον σύμμικτον κατὰ τὸν νόμον πίνειν ἄλλοις ἐπιτρέπων αὐτὸς λόγους
5ἀνεμίγνυ τῷ πότῳ τοσοῦτον τῆς θοίνης μετέχων, ὅσον μὴ δοκεῖν ἀπεσχῆσθαι. τίς γὰρ οὕτω πώποτε γαστρὸς ἐκράτησε τῶν ἐν οἰκήματι μικρῷ φιλοσοφούντων; τίς οὕτως ἄλλοτε ἄλλων ἀπέστη σιτίων ἄλλοτε ἄλλον θε‐ ραπεύων θεόν, τὸν Πᾶνα, τὸν Ἑρμῆν, τὴν Ἑκάτην,
10τὴν Ἴσιν, τῶν λοιπῶν ἕκαστον; τίς οὕτω πολλὰς ἀσι‐ τίας μεθ’ ἡδονῆς ἤνεγκε θεοῖς συνών;
Or
.

18

.

172

ὁ γὰρ δὴ τῶν ποιητῶν λόγος ἔργον ἦν, καί τις αὐτοῦ τῆς κόμης ἥψατο τῶν ἐξ οὐρανοῦ καταβάντων καὶ εἰπών τι καὶ ἀκούσας ᾤχετο. καὶ τὰς μὲν ἄλλας συνουσίας μακρὸν
5ἂν εἴη λέγειν, ἀλλ’ εἰς τὸ Κάσσιον ὄρος παρὰ τὸν Κάσσιον ἀναβὰς Δία μεσημβρίας σταθερᾶς εἶδέ τε τὸν θεὸν καὶ ἰδὼν ἀνέστη καὶ συμβουλὴν ἐδέξατο, δι’ ἧς πάλιν διαφεύγει λόχον.
Or
.

18

.

173

εἰ μὲν οὖν οἷόν τ’ ἦν ἄνθρωπον οὐρανοῦ κοινωνῆσαι θεοῖς, μετ’ ἐκεί‐ νων ἂν ἦν αὐτῷ τῆς αὑτῶν μεταδιδόντων χώρας, τοῦ σώματος δὲ ταῦτα οὐκ ἐῶντος αὐτοὶ παρ’ ἐκεῖνον ᾔεσαν
5διδάσκαλοι τοῦ τί δεῖ ποιεῖν καὶ τί μὴ ποιεῖν γιγνό‐ μενοι. τῷ μὲν γὰρ Ἀγαμέμνονι Νέστωρ σύμβουλος ἦν ὁ Πύλιος, πάνυ μὲν γέρων, ἄνθρωπος δέ γε· τούτῳ δὲ ἀνθρώπων οὐδενὸς πρὸς ταῦτα ἔδει, πάντων γὰρ ἦν ἀνθρώπων ἐν βουλαῖς ὀξύτατος, παρὰ δὲ τῶν
10ἅπαντα εἰδότων ἦσαν αἱ παραινέσεις.
Or
.

18

.

174

Τοιούτοις μὲν σωτῆρσιν ἐφυλάττετο καὶ τὰ πολλὰ συνῆν, νήφων δὲ συνεχῶς καὶ τὴν γαστέρα οὐ βαρύνων τοῖς περιττοῖς τούτοις φορτίοις, ὥσπερ πτη‐ νός, διὰ τῶν πραγμάτων ἤρχετο πρεσβείαις ἀποκρινό‐
5μενος συχναῖς ἐπὶ μιᾶς ἡμέρας, πόλεσιν ἐπιστέλλων, στρατοπέδων ἄρχουσι, πόλεων ἄρχουσι, φίλοις ἀπο‐
δημοῦσι, φίλοις ἐπιδημοῦσιν, ἀκούων ἐπιστολῶν, δο‐ κιμάζων αἰτήσεις, βραδείας ἀποφαίνων χεῖρας ὑπογρα‐ φέων τῷ τάχει τῆς γλώττης. μόνος δὲ ἐκεῖνος τριῶν
10ἔργων εἰργάσατο σύνοδον, ἀκοῆς, λόγου, γραφῆς· τῷ μὲν γὰρ ἀναγινώσκοντι τὰ ὦτα παρεῖχε, τῷ γράφοντι δὲ τὴν φωνήν, τοῖς δὲ αὐτοῦ ζητοῦσι γράμματα τὴν δεξιάν, καὶ τὸ μηδὲν ἁμαρτεῖν πανταχοῦ προσῆν.
Or
.

18

.

175

τὸ μὲν οὖν ἀναπαύεσθαι τῶν διακόνων ἦν, αὐτοῦ δὲ ἐπ’ ἔργον ἀπ’ ἔργου μεταπηδᾶν. ὁπότε γὰρ λήξειε τοῦ διοικεῖν, ἀριστήσας ὅσον παρεῖχε ζῆν, οὐκ ἐλείπετο τῶν τεττίγων, ἀλλ’ ἀφιεὶς αὑτὸν ἐπὶ τοὺς σωροὺς τῶν
5βιβλίων ᾖδεν, ἕως αὐτὸν πάλιν ἐκάλει δείλης ἡ πρό‐ νοια τῶν ὅλων, καὶ τὸ δεῖπνον μᾶλλον τῆς προτέρας τραπέζης κεκολασμένον καὶ ὕπνος ὃς ἂν ἐκ τοσού‐ του γένοιτο μέτρου σιτίων, καὶ πάλιν ὑπογραφεῖς ἕτεροι τὴν ἡμέραν ἐπ’ εὐνῆς ἀνηλωκότες.
Or
.

18

.

176

τοῖς μὲν γὰρ διακόνοις διαδοχῆς ἔδει καὶ παρ’ ἀλλήλων εἶχον τὰς ἀναπαύσεις· ὁ δὲ εἴδη μὲν πόνων ἤμειβε, πάντα δὲ ἐπόνει μόνος τὰς Πρωτέως μεταβολὰς ἐν
5τοῖς πραττομένοις παριών, ὁ αὐτὸς ἱερεύς, λογογρά‐ φος, μάντις, δικαστής, στρατιώτης, διὰ πάντων σωτήρ.
Or
.

18

.

177

ἔσειε μὲν ὁ Ποσειδῶν τὴν μεγάλην ἐν Θρᾴκῃ
πόλιν, ἀγγελίαι δὲ ἐφοίτων, ὡς, εἰ μή τις διαλλάξει τὸν θεόν, περιέσται τῆς πόλεως τὸ κακόν· ὁ δὲ ὡς ἤκουσε στὰς ἐν μέσῳ τῷ κήπῳ καὶ τῷ σώματι δεχό‐
5μενος τὸν ὄμβρον τῶν ἄλλων ὑπὸ ταῖς ὀροφαῖς ὄντων τε καὶ ὁρώντων καὶ ἐκπληττομένων διακαρτερήσας ὁ δαιμόνιος εἰς δείλην ὀψίαν τὸν μὲν θεὸν ἐπράϋνε, τὸν δὲ κίνδυνον ἔλυσε, καὶ μετ’ ἐκείνην ἰόντες ἐμήνυον λογιζομένῳ τὴν ἡμέραν ᾗ ἔληξε τὸ κινοῦν, καὶ οὐδὲ
10αὐτοῦ τῷ σώματι λυπηρὸν οὐδὲν ὁ ὄμβρος ἐνέβαλε.
Or
.

18

.

178

τοῦ χειμῶνος δὲ τὰς νύκτας ἐκτείνοντος ἄνευ
πολλῶν καὶ καλῶν ἑτέρων λόγων ἐπιθέμενος ταῖς βίβλοις αἳ τὸν ἐκ Παλαιστίνης ἄνθρωπον θεόν τε καὶ θεοῦ παῖδα ποιοῦσι, μάχῃ τε μακρᾷ καὶ ἐλέγχων
5ἰσχύι γέλωτα ἀποφήνας καὶ φλήναφον τὰ τιμώμενα σοφώτερος ἐν τοῖς αὐτοῖς δέδεικτο τοῦ Τυρίου γέρον‐ τος. ἵλεως δὲ οὗτος ὁ Τύριος εἴη καὶ δέχοιτό γε εὐμενῶς τὸ ῥηθέν, ὡς ἂν υἱέος ἡττώμενος.
Or
.

18

.

179

Ταυτὶ τοῦ μήκους τῶν νυκτῶν ἀπολέλαυκεν ἡμῖν ὁ βασιλεύς· ἑτέροις δὲ ἐν ταῖς τηλικαύταις τῶν Ἀφροδίτης ἐμέλησεν. ὁ δὲ τοσοῦτον ἀπέσχε τοῦ ζητεῖν,
εἴ τῳ θυγάτηρ ἢ γυνὴ καλή, ὥστ’ εἰ μὴ θεσμῷ γάμων
5ἐζεύχθη παρὰ τῆς Ἥρας, ἐτελεύτα ἂν λόγῳ μόνον τὰς ἀνθρώπων ἐπιστάμενος μίξεις. νῦν δὲ τὴν μὲν γυ‐ ναῖκα ἐπένθησεν, ἑτέρας δὲ οὔτε πρότερον οὔθ’ ὕστε‐ ρον ἥψατο φύσει τε δυνάμενος σωφρονεῖν καὶ τῆς ἐν ταῖς μαντείαις διατριβῆς συμπαρακαλούσης.
Or
.

18

.

180

ἐν αἷς διῆγε μάντεών τε τοῖς ἀρίστοις χρώμενος αὐτός τε ὢν οὐδενὸς ἐν τῇ τέχνῃ δεύτερος, ὥστε μηδ’ ἐξεῖναι τοῖς μάντεσι παρακρούεσθαι συνεξεταζόντων τὰ δεικνύμενα
5τῶν ὀφθαλμῶν ἐκείνου. καί που καὶ τῶν ἓν τοῦτο ἐπι‐ σταμένων ἀπῆλθε κρατῶν, οὕτως εὐρεῖά τε καὶ πάμ‐ φορος ἡ ψυχὴ τῷ βασιλεῖ, καὶ τὰ μὲν εὕρισκε τῇ φρονήσει, περὶ δὲ τῶν ἀνεκοινοῦτο τοῖς κρείττοσιν. ἐντεῦθεν οἷς τε οὐκ ἐδόκει δώσειν ἀρχὰς ἔδωκεν οἷς
10τε ἐνομίζετο δώσειν, οὐκ ἔδωκε, ψήφῳ θεῶν καὶ διδοὺς καὶ μὴ διδούς.
Or
.

18

.

181

Ἀλλὰ μὴν ὡς γνήσιος ἦν κηδεμὼν τῆς ἀρχῆς καὶ ὡς τἀκείνης ἦγε πρὸ τῶν ἑαυτοῦ, πολλαχόθεν μὲν δεδήλωται, σαφέστερον δ’ ἂν ὡδὶ γένοιτο. παρακαλού‐ μενος γὰρ ἐπὶ γάμον παρὰ τῶν ἐπιτηδείων, ὅπως
5παῖδας φυτεύσειε κληρονόμους τῆς ἀρχῆς, τοῦτ’ αὐτὸ
δεδιὼς ἔφη μέλλειν, μὴ κακοὶ φύντες νόμῳ παραλα‐ βόντες διαφθείρωσι τὰ πράγματα τὸ τοῦ Φαέθοντος παθόντες. οὕτω τὴν ἀπαιδίαν τὴν αὑτοῦ τῆς εἰς τὰς πόλεις λύμης κουφότερον ἔκρινεν.
Or
.

18

.

182

Οὐ τοίνυν οὐδὲ τὸν περὶ τὰς δίκας πόνον ὡς ἂν εἰς τοσαῦτα μέρη τὴν ψυχὴν διανέμων ἔφευγεν, ἀλλὰ καὶ τοῖς δικάσαι δεινοτάτοις καὶ πάντων ἀδωροτάτοις ὑπάρχοις ἔχων ἀφεῖναι τὸν περὶ ταῦτα μόχθον ὅμως ἕνα
5καὶ αὑτὸν τῶν δικαζόντων ἀπέφηνε καὶ πρὸς τὸν ἆθλον ἀπέδυ, πλὴν εἴ τις ἐπιλαμβάνοιτο τοῦ ῥήματος φάσκων οὐκ ἆθλον, ἀλλὰ καὶ ῥᾳστώνην αὐτῷ καὶ παιδιὰν γενέσθαι τὰς δίκας.
Or
.

18

.

183

οὕτως ἀπεκρούετο μὲν εὐχερῶς τῶν συνηγόρων τὰς ἀπάτας, τὸ δὲ ἐν ἑκάστῳ δίκαιον ἀμυ‐ θήτῳ τάχει τῆς γνώμης ᾕρει λόγοις λόγους κρίνων ἀληθέσι ψευδεῖς καὶ νόμοις νικῶν σοφίσματα. καὶ οὐ
5τοῖς μὲν πλουτοῦσιν ἠναντιοῦτο καὶ δίκαια λέγουσι, μετὰ δὲ τῶν πενομένων καὶ ἀναισχυντούντων ἦν, ὡς ἄν τις τοῖς μὲν φθονῶν τῆς τύχης, πρὸς δὲ τοὺς ἐλέῳ καιρὸν οὐκ ἔχοντι χρώμενος, ἀλλ’ ἀφιστὰς τὴν γνώμην τῶν ἀγωνιζομένων τῇ φύσει τῶν πραγμάτων προσῆγε
10τὴν κρίσιν, ὥστ’ ἀπῆλθέ ποτε καὶ πλούσιος νενικηκὼς καὶ πένης ἡττημένος.
Or
.

18

.

184

καὶ εἶχε μέν, εἴπερ ἐβού‐
λετο, παραβαίνειν τοὺς νόμους καὶ οὐκ ἔμελλεν εἰς δικαστήριον εἰσαχθεὶς δώσειν δίκην, οὕτω δὲ ἀκρι‐ βέστερον τῶν σμικροτάτων δικαστῶν ᾤετο δεῖν τοῖς
5κειμένοις ἐπὶ τῶν κρίσεων ἐμμένειν, ὥστέ τινος τῶν διὰ τὴν ἄλλην ἀδικίαν ὑπ’ αὐτοῦ μισουμένων γράμ‐ μασι πεπλασμένοις βιαζομένου τὸ δίκαιον ᾔσθετο μέν, τοῦ δὲ ἀδικουμένου γράφεσθαι τὸ γράμμα οὐκ ἔχοντος ἔκρινε τὸν ἀδικοῦντα νικᾶν ἐπειπών, ὡς οὐκ ἀγνο‐
10ήσειε μὲν τὴν κακοτεχνίαν, ἡσυχάζοντος δὲ τοῦ βεβλαμ‐ μένου τῷ νόμῳ δουλεύων διδοίη τὴν ψῆφον τῷ κεκα‐ κουργηκότι. ὥστε μετὰ μείζονος ἀπῄει λύπης ὁ νενι‐ κηκὼς τοῦ νενικημένου, ὁ μὲν εἰς γῆν, ὁ δὲ εἰς δόξαν ζημιωθείς. οὕτως εὗρε μήτε τὸν νόμον κινῆσαι
15καὶ τὸν ἀδικοῦντα κολάσαι.
Or
.

18

.

185

ἀνεῳγμένου δὲ τοῦ βασιλέως δικαστηρίου καὶ πᾶσιν οὔσης ἐξουσίας ἐκεῖσε καταφυγεῖν πάντες ὅσοι δι’ ἰσχύος ἀδίκου τὰ τῶν ἀσθενεστέρων εἶχον, οἱ μὲν ἀναιδῶς ἁρπάσαντες, οἱ
5δὲ ἐν πράσεως σχήματι, οἱ μὲν ἐγκαλοῦσιν, οἱ δὲ καὶ σιωπῶσιν ἀποδώσοντες προσῄεσαν φθάνοντες τὰς κρί‐ σεις τῷ φόβῳ, καὶ δικαστὴς ἦν αὐτὸς αὑτῷ τῶν ἠδι‐ κηκότων ἕκαστος.
Or
.

18

.

186

ὥσθ’ ὅπερ ἐφ’ Ἡρακλέους
γενέσθαι φασὶ τοὺς ὅπου δὴ γῆς ἢ θαλάττης πάσχον‐ τας κακῶς ἐκεῖνον καὶ ἀπόντα καλεῖν καὶ τοὔνομα πρὸς ἐπικουρίαν ἀρκεῖν, τοῦτο καὶ τὴν τοῦδε προσηγο‐
5ρίαν δεδυνημένην ἴσμεν. καὶ πόλεις καὶ κῶμαι καὶ ἀγοραὶ καὶ οἰκίαι καὶ ἤπειροι καὶ νῆσοι καὶ νέοι καὶ γέροντες καὶ ἄνδρες καὶ γυναῖκες τῷ τὸν δεῖνα βασι‐ λεύειν λέγειν τοὺς λυποῦντας ἀπεωθοῦντο, καὶ χεῖρα πρὸς πληγὴν ἕτοιμον τὸ ῥῆμα τοῦτο συνέστειλε πολ‐
10λάκις.
Or
.

18

.

187

ἐδέξατο δὴ τὸ δικαστήριον ἐκεῖνο καὶ πόλεις ὑπὲρ πρωτείων ἀμφισβητούσας, αἳ τῶν ἐν Συρίᾳ μετὰ τὴν ἡμετέραν μέγισται, κάλλος δὲ θα‐ τέρᾳ πλέον ἅτε καὶ τὴν θάλατταν καρπουμένῃ. λόγων
5δὲ μακρῶν εἰρημένων καὶ τῶν μὲν ἄλλα τε διεξελθόν‐ των ἃ τῆς ὥρας ἦν καὶ πολίτου τινὸς σοφίαν, τῶν δὲ ἐν μεσογείᾳ ξένου τε καὶ πολίτου, τοῦ μὲν ταύτην προκρίναντος ἐμφιλοσοφεῖν, τοῦ δὲ ἐκεῖνόν τε καὶ τοὺς ἀκολουθοῦντας ἐκείνῳ πανταχόθεν ἀσμένως δεξα‐
10μένου, τὴν μὲν τῶν λίθων αὐγὴν χαίρειν ἀμφοτέροις ἀφείς, τοὺς ἄνδρας δὲ ἀλλήλοις παραθεὶς προ‐ τέραν ἐποίησε τῇ τιμῇ τὴν τούτοις κρατοῦσαν.
Or
.

18

.

188

ταυτὶ δὲ ψηφισάμενος ἆρ’ οὐ πρὸς ἀρετὴν παρεκάλει τὰς πόλεις ἀμελήσας τοῦ τῶν ἀψύχων κάλλους, ὡς οὐ δυ‐ ναμένου φέρειν παρὰ κριτῇ σπουδαίῳ πλεονεξίαν;
Or
.

18

.

189

Ἄρτι μὲν οὖν τῆς ἐν τοῖς ἱεροῖς ἐμεμνήμην κοινότητος, νῦν δὲ ἔχω τι μεῖζον εἰπεῖν, ὅτι καὶ δι‐ κάζων πλείστῳ τούτῳ πρός τε τοὺς ῥήτορας καὶ πρὸς ἐκείνους ὧν οἱ ῥήτορες προέκαμνον, ἐχρῆτο διδοὺς
5ἐξουσίαν καὶ βοῆς ἀμετρίᾳ καὶ χειρὸς ἀνασείσει καὶ πᾶσι σχήμασι καὶ τοῖς εἰς ἀλλήλους σκώμμασι καὶ οἷς ὅλως ἑκάτεροι κρατήσειν ἐπίστευον. καὶ πολὺ πρὸς ἕκαστον, ὦ ἑταῖρε.
Or
.

18

.

190

τουτὶ μὲν καὶ πρὸς ἅπαν‐ τας, οὐ μόνον πρὸς ῥήτορας νῦν δὴ πρῶτον ἀρχο‐ μένοις ὑπὸ τοῦ κρατοῦντος δοθὲν ῥῆμα ἴυγγος δυνα‐ τώτερον εἰς εὔνοιαν. οὐ γὰρ τοὺς φόβους καὶ τὰς
5σιγὰς καὶ τὸ εἴσω τὴν χεῖρα ἔχειν καὶ τὸ κύπτειν εἰς γῆν καὶ τὸ βλέπειν εἰς τὸ ὑπόδημα μᾶλλον ἢ τὸ πρόσ‐ ωπον καὶ τὸ δούλους ἀντ’ ἐλευθέρων ὁρᾶσθαι κἀν
τοῖς λεγομένοις κἀν τοῖς πραττομένοις, οὐ ταῦτα ἡγεῖτο τὴν βασιλείαν αὔξειν, ἀλλὰ τὸ μηδένα τῶν ἐκείνῳ
10συγγινομένων 〈μὴ〉 αὐτὸν ἔχειν μᾶλλον ἢ ’κεῖνα θαυμάσαι.
Or
.

18

.

191

ἐπεὶ καὶ τὴν ἁλουργῆ χλαμύδα φέρων, ἣν οὐκ ἦν βασιλεύοντα μὴ φορεῖν, ὡς οὐδὲν τῶν ἄλ‐ λων διαφέρουσαν ἔφερεν. οὔκουν αὑτὸν περιεσκόπει φορῶν οὐδὲ ἐβασάνιζε βαφὴν οὐδὲ βελτίω λαβὼν ἡγεῖτο
5γεγονέναι βελτίων οὐδὲ τὴν ἀρίστην ἄριστος, οὐδὲ τῇ τῆς χρόας ὑπερβολῇ τῆς ἀρχῆς τὴν εὐδαιμονίαν ἐμέτρει, ἀλλ’ ἐκεῖνο μὲν ἠφίει βαφεῦσι καὶ ὑφάνταις ὅ τι βού‐ λοιντο δρᾶν, αὐτὸς δὲ ἐν τῇ τῆς φρονήσεως φορᾷ καὶ τῇ τῶν πόλεων ἐκεῖθεν ὠφελείᾳ ὑψηλήν τε ᾤετο τὴν
10βασιλείαν ποιεῖν καὶ διὰ τούτων εἶναι λαμπρότερος.
Or
.

18

.

192

ἔμεινε δὲ καὶ ὁ χρυσὸς περὶ τῇ κεφαλῇ θεῶν οὕτω γνόντων· δι’ ὅ, θεῶν, οἶμαι, καὶ τοῦτο εἰδέναι. ὡς ἐκεῖνός γε οὐκ ὀλιγάκις ὥρμησεν ἄχρυσον ποιῆσαι τὴν κεφαλήν, ἀλλ’ ἦν ἀμείνων ὁ κωλύων.
Or
.

18

.

193

Ὁ χρυσὸς δὲ οὗτος ἀνέμνησέ με χρυσῶν στε‐ φάνων οὓς αἱ μὲν πόλεις ἔπεμπον διὰ πρέσβεων ἀλ‐ λήλας ὑπερβάλλουσαι τῷ σταθμῷ, χιλίων οὗτος στα‐ τήρων, δισχιλίων δὲ ἐκεῖνος, τούτων ὁ παρ’ ἑτέρων
5ἕλκων πλέον. ὁ δὲ ἐπιτιμήσας τῷ μεγέθει σαφῶς εἰδώς,
ὡς οὐκ ἄνευ πόνου τὰ τοιαῦτα συλλέγοιτο, νομοθετεῖ τὸν στέφανον ἀπὸ στατήρων ἑβδομήκοντα φοιτᾶν τὴν μὲν τιμὴν ἴσην νομίζων ἑκάτερον δύνασθαι, φιλοχρη‐ μάτου δὲ εἶναι κέρδη ζητεῖν ἐν τιμῶν σχήματι.
Or
.

18

.

194

καὶ τούτους οἱ κομίζοντες τοὺς νόμους καὶ πολλὰ ἕτερα γράμματα τὰ μὲν οὐ χείρω, τὰ δὲ καὶ βελτίω τοσοῦτον ἀπεῖχον τοῦ μισθὸν ἐπὶ τοιούτοις αἰτεῖν, ὥσθ’ ἑκόντων διδόντων οὐ προσίεντο· τοσοῦτος ἐπῆν
5κίνδυνος τοῖς οὐ καλοῖς λήμμασι, καὶ ἦν δῆλον, ὡς εἰληφότι λαθεῖν τε οὐκ ἔσται καὶ δοῦναι δίκην ἀνάγκη. οὕτως ἀγαθοῦ βασιλέως οὐ κατῃσχύνετο δόξα τῇ τῶν ὑπηρετούντων κακίᾳ.
Or
.

18

.

195

Καὶ ὁ μὲν ἐν τούτοις ἦν, βοὴ δὲ ἐξαίφνης ἐν ἱπποδρόμῳ δήμου πεινῶντος, ὡς τῆς μὲν γῆς ὑπὸ τῶν ἀέρων ἠδικημένης, τῆς πόλεως δὲ ὑπὸ τῶν εὐπόρων οὐ φερόντων εἰς μέσον χρονίου συλλογῆς θησαυρούς,
5ἀλλὰ τοῦ σίτου τὰς τιμὰς συνιστάντων. συγκαλέσας δὴ γεωργοὺς καὶ χειροτέχνας καὶ καπήλους καὶ πάν‐ των ἁπλῶς τιμητὰς ὠνίων ἀναγκάσας νόμῳ σωφρονεῖν καὶ πρῶτος αὐτὸς ἀκολουθήσας τῷ νόμῳ τοὺς αὑτοῦ
πυροὺς εἰς ἀγορὰν ἐνεγκών, ἐπειδὴ τῷ νόμῳ μαχο‐
10μένην ᾔσθετο τὴν βουλὴν καὶ τοῖς μὲν αὐτοῦ χρω‐ μένην, τὰ δὲ αὑτῆς κατακρύπτουσαν, οἴεταί τις ἀκοῦ‐ σαι τῶν οὐκ ἐπισταμένων τὰ τότε δόρυ καὶ ξίφος καὶ πῦρ καὶ θάλατταν, ταῦτα γὰρ ὀφείλειν δοκοῦσιν οἱ τῶν ὑπηκόων πολεμοῦντες βασιλεῖ, καὶ γὰρ οὗτος
15ἄνευ ὅπλων πόλεμος ἐξεπίτηδες ἀπειθεῖν καὶ παρὸν συνᾴδειν διαφωνεῖν καὶ ἃ κυροῦν ἐκεῖνος ἐσπού‐ δακε, πάσῃ τῇ τέχνῃ ποιεῖν ἄκυρα.
Or
.

18

.

196

τὸ μὲν οὖν τῆς ἀρχῆς δίκαιον καὶ ταῦτα εἰσηγεῖτο καὶ τούτων χαλεπώτερα, καὶ πάντως ἂν ἄλλος σκηπτοῦ δίκην ἐπὶ τοὺς ὑβρικότας ἠνέχθη, ὁ δὲ πανταχοῦ τε τὸν θυμὸν
5ἀνέχων καὶ τότε δὴ διαφερόντως νενικηκὼς τὰς μὲν προσηκούσας τιμωρίας ἀφῆκε, δεσμωτηρίου δὲ ὀνόματι μᾶλλον ἢ δεσμῷ τὴν δίκην ἐπράξατο. οὔκουν εἴσω θυρῶν ἐγένετο τῶν πολιτευομένων οὐδείς. ἀλλ’ οὐδὲ νὺξ ἐπεγένετο τῷ βραχεῖ τούτῳ καὶ κούφῳ, ἀλλ’ ὀλίγον
10τὸ μέσον ἑκατέρων τῶν διακόνων, 〈ὧν〉 οἱ μὲν ἦγον ἐκεῖσε, οἱ δὲ ἀπήλλαττον. καὶ οἱ μὲν ἐδείπνουν τε καὶ ἐκάθευδον, ὁ δὲ οὐδέτερον. οἱ μὲν γὰρ οἷς οὐκ ἐπεπόνθεσαν ἔχαιρον, ὁ δὲ οἷς ἐπεπόνθεσαν ἤλγει καὶ τοῦτο ἔφη μέγιστον ἠδικῆσθαι παρὰ τῆς πόλεως τὸ
15τοιαύτην δίκην ἀναγκασθῆναι λαβεῖν.
Or
.

18

.

197

οὕτω τοῦτο καίτοι σμικρότατον ὂν μέγιστόν τε ἡγεῖτο καὶ τοὺς αὑτοῦ τρόπους ἐκβαίνειν καὶ οὐκ ἀνέμεινε τῶν φίλων τινὰ μέμψασθαι τὸ πεπραγμένον, ἀλλ’ αὐτὸς ᾐτιᾶτο
5τὸ ἔργον, οὐχ ὡς εἰς ἀναμαρτήτους, οἶμαι, γεγενη‐ μένον, ἀλλ’ ὡς αὐτῷ προσῆκον μηδ’ ἐπ’ ἀδικήμασιν εἴς γε βουλὴν τῶν τοιούτων τι ποιεῖν.
Or
.

18

.

198

Μικρὸν γοῦν ὕστερον ἑτέρων τῇ πόλει μει‐ ζόνων τετολμημένων, καὶ γὰρ εἰ περὶ πατρίδος οἱ λόγοι, τῆς γε ἀληθείας οὐδὲν πρεσβύτερον, τὰς τῶν δυναστευόντων τιμωρίας ὑπερβὰς ἐπὶ τὴν τοῦ ῥήτορος
5ἧκε καὶ παρὸν στρεβλῶσαι καὶ ἀποκτεῖναι λόγῳ τὴν πό‐ λιν ἀμύνεται, ταὐτόν, οἶμαι, καὶ πρόσθεν πεποιηκὼς πρὸς ἄνδρα Ῥωμαῖον θρασυνόμενόν τι τοιοῦτον, ἐφ’ ᾧ δικαίως ἄν, εἰ καὶ μηδὲν ἕτερον, ἐξέπεσε τῶν ὄντων. ὁ δὲ τῆς μὲν οὐσίας οὐκ ἀπεστέρησε, βέλει δὲ αὐτὸν
10ἔβαλεν ἐπιστολῆς.
Or
.

18

.

199

ἀλλ’ ὅμως τὸν οὕτω βραδὺν εἰς φόνον πάλιν ἐβούλευσαν ὁπλῖται δέκα κτεῖναι καὶ μελέτης τῶν τακτικῶν ἀνέμενον ἡμέραν. μέθη δὲ εὖ ποιοῦσα προλαβοῦσα τὸν καιρὸν πάντα ἐξήλεγξε καὶ
5τὸ τέως λανθάνον ᾔδετο.
Or
.

18

.

200

Θαυμάζει τις οὖν ἴσως, εἰ πρᾷος καὶ ἥμερος
καὶ δίκας τὰς μὲν οὐ λαμβάνων, τὰς δ’ ἐλάττους τῶν τεταγμένων εἶχεν ἀεί τινας ἐν τοῖς ἀρχομένοις δυσμε‐ νεῖς. ἐγὼ δὲ τούτου τὴν αἰτίαν ἐν τῇ μνήμῃ τῆς
5ὀδυνηρᾶς ἐμοὶ τελευτῆς φράσω. νῦν δ’ ἄξιον εἰπεῖν περὶ τῶν συνήθων τῶν ἐκείνου τοσοῦτον, ὅτι τῶν ἐκείνῳ γενομένων συνήθων οἱ μὲν ἦσάν τε ἀγαθοὶ καὶ ἐδόκουν, οἱ δὲ ἐδόκουν μέν, ἦσαν δὲ οὐ τοιοῦτοι. καὶ τοὺς μὲν τῶν πάντων οὐδὲν μετέβαλε, τοὺς δὲ ὁ
10χρόνος διήλεγξεν.
Or
.

18

.

201

ὡς γὰρ ἐλάβετο τῆς βασιλείας καθαρῶς καὶ κύριος κατέστη τῶν τε θησαυρῶν καὶ τῶν ἄλλων ὅσα τὸν πλοῦτον ποιεῖ τὸν βασιλέως, οἱ μὲν προῖκά τε αὐτῷ συνῆσαν καὶ οὐκ ἐποίουν τὰ
5αὑτῶν μείζω ταῖς παρ’ ἐκεῖνον εἰσόδοις, ἀλλ’ ἱκανὸν ἡγοῦντο κέρδος φιλεῖν τε καὶ φιλεῖσθαι καὶ τὸν αὑτῶν ἐρώμενον ὁρᾶν ἄρχοντά τε τὴν τηλικαύτην ἀρχὴν καὶ σὺν ἐπιστήμῃ καὶ πολλάκις γε αὐτοῦ κελεύοντος λαμ‐ βάνειν καὶ νὴ Δία γε καὶ δεομένου γῆν, ἵππους,
10οἰκίαν, ἀργύριον, χρυσίον εὐπορεῖν λέγοντες διέφευγον τὰς δόσεις.
Or
.

18

.

202

οἱ βέλτιστοι μὲν οὕτως. οἱ δὲ χρη‐ μάτων πάλαι μὲν ἐπιθυμοῦντες, προσποιούμενοι δὲ καταφρονεῖν, καιρὸν δὲ ἀναμένοντες ἐχρῶντο φανέντι καὶ ᾔτουν καὶ λαμβάνοντες ᾔτουν πάλιν καὶ λαβόντες
5οὐκ ἔληγον, οὐδ’ ἦν ὅ τι αὐτοῖς ἵστη τὴν ἀπληστίαν. ὁ δὲ μεγαλοψυχίᾳ μὲν προΐετο, χρηστοὺς δὲ οὐκέτ’
ἐνόμιζεν. ἀλλ’ ἠπατημένος μὲν ἤλγει, τὸν χρόνον δὲ αἰσχυνόμενος ἠνείχετο καὶ τὸ δοκεῖν εἶναι βέβαιος εἰς φιλίαν τοῦ τοιούτων ὄντων ἀπηλλάχθαι κρεῖττον
10ἡγεῖτο.
Or
.

18

.

203

ὥστ’ ἠγνόει μὲν οὐδενὸς τῶν πλησιαζόν‐ των τὴν φύσιν, χαίρων δ’ αὐτῶν τοῖς σπουδαίοις καὶ συμφορὰν τοὺς ἑτέρους κρίνων τῶν μὲν εἴχετο, τοὺς δὲ οὐκ ἀπήλαυνεν, ἀλλὰ καὶ σοφιστὴν κρείττω τῆς
5προσηγορίας παρεχόμενον τὸν τρόπον ἐθαύμαζε καὶ φιλόσοφον χείρω τοῦ σχήματος ἐλεγχόμενον ἐκάκιζε, τὸ δὲ μὴ δοκεῖν ἐν τῇ βασιλείᾳ παλαιὰς ἀτιμάζειν συνηθείας πάντα ἔπειθε φέρειν.
Or
.

18

.

204

Ἀλλὰ γὰρ ἐπιθυμεῖν μοι δοκεῖτε τῆς τῶν τε‐ λευταίων καὶ μεγίστων ἀκοῆς, ἃ Πέρσας καὶ τὴν ἐκεί‐ νων γῆν ἐπιστρατεύσας διέθηκε. καὶ θαυμαστὸν οὐδέν, εἰ πάλαι πρὸς ταύτην τὴν μερίδα κεχήνατε τὸ μὲν
5κεφάλαιον εἰδότες, ὡς νικῶν ἔπιπτε, τῶν δὲ ἐν μέρει τὰ μὲν οὐδὲ ἀκούσαντες, τὰ δ’ οὐχ ὡς ἔχει.
Or
.

18

.

205

ποιεῖ δὲ ὑμᾶς ὡρμῆσθαι πρὸς τὴν ἀκρόασιν λογισμὸς τῆς Περσῶν ἰσχύος καὶ ὅσην οὖσαν ἐνίκων τὴν Κωνσταντίου δύναμιν καὶ ἐφ’ ὅσον φρόνημα καὶ θάρ‐
5σος οὑτοσὶ χωρῶν οὐκ ἔδεισε. Κωνστάντιος γὰρ χωρὶς τῶν τε ἄλλων νήσων καὶ τῶν ἐν ὠκεανῷ κειμένων
τὴν ἐξ αὐτῶν τῶν ᾐόνων ὠκεανοῦ γῆν μέχρι τῶν Εὐφράτου ῥευμάτων ἐκέκτητο τά τε ἄλλα φέρουσαν πάντα πολλὰ καὶ σωμάτων μεγέθη καὶ ψυχῶν ἀνδρίαν,
10ἀφ’ ὧν ἂν γένοιτο στρατόπεδον ἀρραγές.
Or
.

18

.

206

ἀλλ’ ὅμως οὗτος ὁ μέγας ταῖς παρασκευαῖς, ὁ τὰς μυρίας πόλεις καὶ λαμπρὰς ἔχων, ὁ τοὺς πολλοὺς δεχόμενος φόρους, ὁ τὸν πολὺν χρυσὸν ἐκ τῶν μετάλλων ἐξαγα‐
5γών, ὁ καλύψας ἱππέων σιδήρῳ σώματα Περσῶν ἀκρι‐ βέστερον, ὁ καὶ τοὺς ἵππους ὅπλοις ῥυόμενος τραυ‐ μάτων οὗτος πόλεμον παρὰ τοῦ πατρὸς ἐκδεξάμενος θάρσους δεόμενον βασιλέως καὶ ψυχῆς ἐπισταμένης δυνάμει χρῆσθαι καλῶς, ὥσπερ συμπολεμήσειν τοῖς
10ἐναντίοις ὀμωμοκώς, ὅπως μὲν λήψεται τἀκείνων ἢ μή τι τῶν αὑτοῦ γένοιτο ὑπ’ ἐκείνοις, οὐκ ἐσκέψατο, στράτευμα δὲ ἄγων καθ’ ἕκαστον ἔτος ἀρχομένου θέρους ἅμα ἦρι τειχομαχούντων διαβὰς Εὐφράτην καὶ περὶ αὑτῷ τοσαύτην στρατιὰν καθίσας καὶ διανοού‐
15μενος, εἰ φανεῖεν οἱ πολέμιοι, φεύγειν, τῶν πολιορκου‐ μένων μόνον οὐκ ἀκούων τὰς οἰμωγὰς στρατηγικώτερον ἡγεῖτο τὸ μὴ μάχεσθαι μηδὲ τοῖς οἰκείοις ἀπολλυμένοις ἀμύνειν.
Or
.

18

.

207

τίς οὖν ὁ τῆς καθέδρας καρπός; ὁ μὲν
κατέσειε τείχη καὶ κατέσκαπτε πόλεις καὶ χρήματα καὶ σώματα ἄγων ἀνέστρεφεν, ὁ δὲ τοὺς ὀψομένους τὴν ἐρημίαν ἔπεμπε καὶ τοῦ μὴ πλέον τι πεπονθέναι χάριν
5ᾔδει τῇ Τύχῃ καὶ διὰ τῶν πόλεων ἐπανῄει μεθ’ ἡμέραν τὰς ἐπὶ νίκῃ νενομισμένας φωνὰς παρὰ τῶν δή‐ μων δεχόμενος. καὶ τοῦτο ἦν ἔργον ἔτους ἑκάστου· διέβαινεν ὁ Πέρσης, ὁ δὲ ἔμελλε. προσέβαλλε περι‐ βόλοις, ὁ δὲ ἐκινεῖτο. ἐγγὺς ἦν ἑλεῖν, ὁ δὲ ταῦτα
10ἐπυνθάνετο. ᾕρει, τῷ δὲ ἤρκει μὴ μεμαχῆσθαι. ὁ μὲν αἰχμαλώτων ἡβρύνετο πλήθεσιν, ὁ δὲ ἵππων ἁμίλλαις. τὸν μὲν ἐστεφάνουν αἱ πόλεις, ὁ δὲ τοὺς ἡνιόχους. ἆρ’ οὐκ εἰκότως μοι προσείρηται Περσῶν οὗτος σύμ‐ μαχος; τὸ γὰρ παρὸν κωλύειν ἐπιτρέπειν ἐγγὺς ἂν εἴη
15τοῦ ταῖς χερσὶ συντελεῖν.
Or
.

18

.

208

καὶ μή με οἰέσθω τις ἀγνοεῖν μήτε τὴν νυκτομαχίαν, ἐν ᾗ δράσαντές τι καὶ παθόντες διεκρίθησαν, μήτε τὴν ἐν ἠπείρῳ ναυμαχίαν, ἐν ᾗ μόλις τὴν πολλὰ παθοῦσαν πόλιν ἔσωσαν. αὐτὸ
5γὰρ δὴ τοῦτο καὶ τὸ σχέτλιόν ἐστιν, ὅτι ψυχὰς παρα‐ λαβὼν εἰδυίας πολεμίους φοβεῖν φοβεῖσθαι συνείθισε καὶ πονηρᾷ μελέτῃ γενναίας φύσεις ἐξέλυσεν.
Or
.

18

.

209

ὅση
δὲ ἡ τῆς μελέτης ἰσχὺς ἐν ἅπασι πράγμασι, δηλοῦσι μὲν οἱ σοφοί, δηλοῖ δὲ καὶ ὁ μῦθος. αὕτη καὶ τὸν βελτίω καὶ τὸν χείρω πρὸς τοὐναντίον ἂν μεταστήσαι
5τῷ μὲν χείρων τῆς φύσεως, τῷ δὲ δοθεῖσα βελτίων. αὕτη καὶ γυναῖκας ἐφ’ ἵππους ἀνεβίβασε καὶ κρείτ‐ τους ἀνδρῶν ἐν ὅπλοις ἐποίησε, κἂν τὸν ἀρετῆς φύσει μετειληφότα ζῆν ἐν κώμοις καὶ μέθαις ἀναγκάσῃς, ἡ μὲν αὐτὸν ἀπολείπει, μαθὼν δὲ ταῦτα ἀντὶ τῶν ἐκεί‐
10νης καλῶν ζῇ τούτοις ἡδόμενος, ἐχθρὰ δὲ αὐτῷ τὰ πρότερα, καὶ ἡ συνήθεια τὴν φύσιν ἐξέκρουσε.
Or
.

18

.

210

τοιοῦτόν τί φημι καὶ τοὺς ἐκείνου στρατιώτας ὑπ’ ἐκείνου πεπονθέναι τὰ μὲν ὅπλα λαμβάνοντας, συμπίπτειν δὲ κωλυομένους καὶ διδασκομένους ὑπὸ σκηναῖς καθεύδειν συγγενῶν ἁλισκομένων καὶ μὴ φο‐
5βεῖσθαι τὴν αἰσχύνην καὶ δεδοικέναι τὴν τελευτήν. ἃ τὸ μὲν πρῶτον ἐδυσχέραινον, ὡς εἰκὸς εὐψύχους, ἔπειθ’ ἧττον, εἶτα προσίεντο, εἶτα ἐπῄνουν.
Or
.

18

.

211

διὰ ταῦτα πόρρωθεν κονιορτὸς ἀρθείς, οἷος ἂν ἐξ ἵππων γένοιτο, οὐκ ἀνίστη πρὸς συμβολήν, ἀλλ’ ἔτρεπεν εἰς φυγήν. ἴλης μὲν γὰρ ἐπιφανείσης ἱππέων οὐδὲ ταύτης μεγάλης
5χανεῖν αὑτοῖς εὔχοντο τὴν γῆν πᾶν παθεῖν αἱρούμενοι μᾶλλον ἢ Πέρσην ἐγγύθεν προσιδεῖν, ἐξῃρημένης δέ
σφισι τῆς ἀνδρίας συναφῄρητο καὶ ἡ παρρησία, καὶ οὕτως ἀνωμολόγητο τὸ δέος, ὥσθ’ ὁπότε παρ’ οἷς κα‐ ταλύοιεν, ὑπὸ τούτων ἠξίουν θεραπεύεσθαι, τοὔνομα
10τὸ Περσῶν ἔπαυεν ἐνοχλοῦντας. καὶ πᾶς ἂν εἶπεν ἐπισκώπτων, ὅτι Πέρσης ἐκεῖνος ἔρχεται, οἱ δ’ ἄρ’ ἠρυθρίων τε καὶ ἀπεπήδων. ἐπὶ μὲν οὖν τοὺς ὁμο‐ φύλους ἀγόμενοι καὶ πλήττειν ᾔδεσαν καὶ πληγῆναι, Περσικὸς δὲ αὐτοῖς οὕτω πολὺς ἐνίδρυτο φόβος ἐν
15πολλοῖς ἔτεσι συλλεγείς, ὥστ’ ἔφη τις ἂν αὐτοὺς καὶ τοὺς ἐν ταῖς γραφαῖς πεφρικέναι.
Or
.

18

.

212

Τούτους δὴ τοὺς οὕτω διεφθαρμένους οὗτος ὁ θαυμάσιος ἐπὶ Πέρσας ἦγεν, οἱ δὲ ἠκολούθουν κατὰ μικρὸν ἀναμιμνησκόμενοι τῆς ἀνδρίας ἣν εἶχον, καὶ πιστεύοντες διὰ πυρὸς ἐλθεῖν ἂν ἀπαθεῖς ταῖς ἐκείνου
5βουλαῖς.
Or
.

18

.

213

τίνες οὖν αὗται; μεγάλην οὖσαν εἰδὼς ἐν ἀπορρήτοις ῥοπήν, ὃ γὰρ οὐδὲν ἂν ὀνήσαι προρ‐ ρηθέν, μέγα ἂν ὠφελήσαι κρυφθέν, οὐκ εἰσόδου χρό‐ νον, οὐκ εἰσβολῆς ὁδόν, οὐ μηχανημάτων τρόπον, οὐδὲν
5ὧν ἔστρεφεν ἐπὶ τῆς ψυχῆς ἐξήνεγκεν εἰδώς, ὅτι πᾶν ἐκλαληθὲν εὐθύς ἐστιν ἐν ὠσὶ κατασκόπων.
Or
.

18

.

214

ἀλλὰ πλοίων ἐμπλῆσαι τὸν Εὐφράτην καὶ τροφῆς τὰ πλοῖα
πρὸς τὸν ὕπαρχον εἴρητο, πρὶν δὲ τὸν χειμῶνα ἐξή‐ κειν, ὑπερβὰς τὰς ἁπάντων ἐλπίδας καὶ κατὰ τάχος
5διαβὰς τὸν ποταμὸν οὐκ ἐπὶ τὴν πλησίον μεγάλην τε καὶ πολυάνθρωπον πόλιν [Σαμόσατα καλουμένην] ἦλθεν, ὡς ἴδοι τε καὶ ὀφθείη καὶ τὰ εἰωθότα τοῖς βασιλεῦσι τιμηθείη, ἀλλ’ ὀξύτητος δεῖσθαι τὸν καιρὸν εἰδὼς ἧκε μὲν εἰς πόλιν ἔχουσαν μέγα Διὸς ἱερὸν ἀρχαῖον, θαυ‐
10μάσας δὲ καὶ εὐξάμενος δοῦναί οἱ κακῶσαι τὰ Περσῶν ἀποσχίσας τῆς δυνάμεως μυριάδας ὁπλιτῶν δύο τού‐ τους μὲν ἐπὶ τὸν Τίγρητα πέμπει φυλάξοντάς τε τὴν γῆν, εἴ τι ταύτῃ προσίοι δεινόν, καὶ παρεσομένους αὐτῷ κατὰ καιρὸν καλοῦντι.
Or
.

18

.

215

χρῆν δὲ ἄρα καὶ τὸν Ἀρμένιον παραπλήσιόν τι ποιεῖν, διὰ γὰρ τῆς ἐκείνου γῆς τῆς ἀρίστης ἐλθόντα μετὰ πυρός, ὥσπερ εἰκός, τὸν ἐχθρὸν συμμίξαι τῷ βασιλεῖ, καὶ γενο‐
5μένους ἀθρόους ἢ ἐκβαλεῖν τῶν ὅρων τοὺς ἐναντίους φεύγοντας ἢ καταπατῆσαι μένοντας. τούτων δὲ παρ‐ ηγγελμένων αὐτὸς ἐχόμενος Εὐφράτου πιεῖν τε παρ‐ έχοντος καὶ παραπέμποντος τὴν ἐν τοῖς πλοίοις τροφὴν ἐχώρει.
Or
.

18

.

216

πλῆθος δὲ καμήλων θεώμενος, κά‐ μηλον ἐξηρτημένην καμήλου φορτίοις βαρυνομένας, τὰ
δὲ ἦν οἶνός τε ἥδιστος ἄλλος ἐξ ἄλλης γῆς καὶ ὅσα εἰς ἡδίω πόσιν οἴνου τοῖς ἀνθρώποις μεμηχάνηται, τί
5φέροιντο, ἐρόμενος ἐπειδὴ ἐπύθετο, μένειν κελεύει τὰς πηγὰς τῶν ἡδονῶν. πρέπειν γὰρ στρατιώταις ἀγαθοῖς πίνειν οἶνον ὃν αὐτοῖς κτᾶται τὸ δόρυ, τῶν στρατιω‐ τῶν δὲ εἷς καὶ αὐτὸς εἶναι καὶ προσήκειν αὑτῷ τοῖς πολλοῖς ἰσοδίαιτον εἶναι.
Or
.

18

.

217

Οὕτω δὴ τὰ τρυφὴν ἔχοντα πάντα ἀποκόψας, ὧν μάλιστα καὶ μόνων ἐδεῖτο τὰ παρόντα, ταῦτα ἔχων ἐπορεύετο τῆς γῆς αὐτῷ τὰ ὑποζύγια βοσκούσης πόᾳ χρηστῇ, τὸ γὰρ ἔαρ ὑπὲρ ἐκείνης ἤδη τῆς χώρας
5εἱστήκει.
Or
.

18

.

218

καὶ προϊόντες φρούριον εἶδον ἐν χερ‐ ρονήσῳ τοῦ ποταμοῦ κείμενον, πρῶτον καὶ φανὲν καὶ ληφθὲν οὐχ ὅπλοις, ἀλλὰ φόβῳ. ὡς γὰρ εἶδον τοὺς ἀπαντικρὺ λόφους ὑπὸ τῆς στρατιᾶς κεκαλυμμένους
5οὐκ ἐνεγκόντες τὰς μαρμαρυγὰς τῶν ὅπλων ἀνέῳξάν τε τὰς πύλας καὶ δόντες αὑτοὺς ἦλθον τὴν ἡμετέραν οἰκήσοντες. τὸ δὲ τῶν ἐπιτηδείων πλῆθος πολλῶν ἡμερῶν ἦν ἑκάστῳ τροφή, ὥστε δι’ ἐρήμου τῆς ἐχο‐ μένης ἰόντες ὅσωνπερ ἐν ἄστεσιν ἀπολαύειν εἶχον.
Or
.

18

.

219

Φρούριον ἕτερον ἦν ἐν νήσῳ περιεξεσμένῃ καὶ τεῖχος περὶ πᾶσαν ἐληλαμένον μηδὲν ἔξω κατα‐ λελοιπὸς αὑτοῦ μηδ’ ὅσον δοῦναι χώραν ποδί. μακαρίσας δὴ τοὺς οἰκοῦντας τῆς τοῦ τόπου φύσεως
5καὶ γνούς, ὡς, εἰ τοῖς ἀνηνύτοις ἐπιχειροίη, χαρίζοιτ’ ἂν τοῖς πολεμίοις καὶ ὅτι τῆς ἴσης ἀνοίας παριέναι τε ἃ λαβεῖν ἔνι καὶ προσπαλαίειν τούτοις ἃ λαβεῖν οὐχ οἷόν τε, ταχέως ἐπ’ αὐτοὺς ἥξειν εἰπὼν καὶ δέος σφίσιν οὐ μικρὸν ἐγκατοικίσας καὶ ταράξας τὴν γνώ‐
10μην τοῖς ῥήμασι πάλιν δι’ ἐρήμου πορευθεὶς ἅπτεται τῆς Ἀσυρίων γῆς, ἣ ποιεῖ τοὺς οἰκήτορας εὐδαίμονας τοῦτο μὲν πλήθει καὶ κάλλει καρπῶν ἀπ’ ὀλίγου σπέρ‐ ματος, τοῦτο δὲ ἀμπέλων τε καὶ φοινίκων τόκῳ καὶ τοῖς ἄλλοις ἀγαθοῖς, ἃ δῶρα γῆς ἀγαθῆς.
Or
.

18

.

220

ταῦτα βλέποντες καὶ τούτων μετέχοντες οἱ στρατιῶται πολλῶν ὄντων ἐν ἑκάστῃ κώμῃ, πολλαὶ δὲ αἱ κῶμαι καὶ μεγά‐ λαι καὶ πόλεσιν οὐ σφόδρα μεγάλαις αἱ πολλαὶ παρ‐
5ισούμεναι διὰ πάσης τῆς Ἀσυρίων ἐκτισμέναι, τούτοις οὖν ἐντυχὼν ὁ στρατὸς οὐκ ἐμέμψατο τῇ περὶ τὴν πορείαν ταλαιπωρίᾳ. τὸ γὰρ ἆθλον ἄξιον ἦν τῶν πεπονημένων διὰ τῆς ἐρήμου τὴν ἥμερον ἔχειν.
Or
.

18

.

221

ἐνταῦθα φοίνικας ἐξέτεμνον, ἀμπέλους ἀνέσπων, ἐκίνουν ταμιεῖα, κατέσκαπτον μετ’ ὀργῆς, ἤσθιον, ἔπι‐ νον, οὐ μὴν μέχρι μέθης, οὐ γὰρ εἴα τοῦ διὰ μέθην ἀρτίως ἀποσφαγέντος ὁ φόβος, ἀλλὰ τὴν μὲν δύνα‐
5μιν συνεῖχον, ὅπως δὲ καὶ νήψουσιν, ἐσκόπουν. οἱ δὲ δυστυχεῖς Ἀσύριοι πόρρωθεν ἀπὸ τῶν ὀρῶν ἑώρων τὰ σφῶν αὐτῶν κακά, φεύγοντες μέντοι καὶ τὸ πεδίον ἐκλιπόντες πολέμιόν σφισι σύμμαχον ἀντιστήσαντες τὸν ποταμὸν οὕτως ἀπῆλθον.
Or
.

18

.

222

πῶς οὖν τοῖς μὲν ἐπεκούρει, τοῖς δ’ ἐμάχετο; πολὺς ὢν ὁ ποταμὸς Εὐφράτης καὶ πολλῶν ποταμῶν ἀντίρροπος μικρὸς μὲν οὐδέποτε, μέγιστος δὲ αὐτὸς αὑτοῦ γίνεται τῶν
5ἠρινῶν ὄμβρων λυόντων εἰς ὕδωρ τὴν ἐν Ἀρμενίᾳ χιόνα τοῦ χειμῶνος οἰκοδομηθεῖσαν, οἱ δὲ περὶ αὐτὸν γεωργοὶ διώρυχας ἔνθεν καὶ ἔνθεν κατατέμνοντες, ὁπόσα Αἰγύπτιοι τῷ Νείλῳ, χρῶνται καὶ οὗτοι τῷ ποταμῷ, καὶ ἔστιν ἀμφοῖν ὁ γεωργὸς κύριος, εἰσδρα‐
10μεῖν τε τὸ ὕδωρ καὶ μή.
Or
.

18

.

223

τοῦ στρατοῦ τοίνυν ἐπιόντος ἀνέντες πάσας εἰσόδους τῷ ῥεύματι τάς τε διώρυχας ἔπλησαν καὶ δι’ ἐκείνων τὴν ἄλλην γῆν. οὗτος μόχθων ἐκείνοις ὁ χαλεπώτατος παντὸς μὲν τοῦ
5λιμνάζοντος λυποῦντος, τοῦ δὲ ἐν ταῖς διώρυξι τοῖς
μὲν εἰς στέρνον ἀναβαίνοντος, τοῖς δ’ εἰς πρόσωπον, ἔστι δὲ οὓς καὶ ὑπεραίροντος. ἀγὼν οὖν ἔσχατος αὑτόν τε σῶσαι καὶ ὅπλα καὶ τροφὴν καὶ ὑποζύγια.
Or
.

18

.

224

καὶ τοῖς μὲν ἐπισταμένοις νεῖν βοηθὸς ἦν ἡ τέχνη, τοῖς δ’ ἀπειροτέροις μείζων ὁ πόνος. ὥσθ’ οἱ μὲν ἐγεφύρουν, οἱ δ’ ἀντὶ τοῦ μέλλειν ἐτόλμων. καὶ τοῖς μὲν δι’ ὄχθης ὑψηλῆς τε καὶ στενῆς ἐλαύνουσι
5τὸ μὴ βραχῆναι ὑπῆρχε, σφαλερὸν δὲ ἡ στενότης, οἱ δ’ ἐκεῖνο φεύγοντες ἐν τοῖς ὕδασιν ὠχοῦντο, καὶ δε‐ σπότῃ τε δοῦλος χεῖρα ὤρεγε καὶ δοῦλον ὁ δεσπότης ἀνέσπα.
Or
.

18

.

225

καὶ διὰ τοσούτων γε περαιούμενοι τῶν δεινῶν οὐκ ᾤμωξαν, οὐκ ἐδάκρυσαν, οὐκ ἐμέμψαντο τὴν στρατείαν, οὐ ῥῆμα ἀπέρριψαν πικρόν, οὐ πρὸς αὑτοὺς ἐνενόησαν, ἀλλ’ ὥσπερ διὰ τῶν Ἀλκίνου κήπων
5ἰόντες οὕτως ἥδοντο τοῖς παροῦσιν ἐλπίδος τε, οἶμαι, βελτίονος ὑπούσης καὶ ἅμα τοῦ βασιλέως ταὐτὰ τοῖς πολλοῖς ἑκόντος ταλαιπωροῦντος.
Or
.

18

.

226

οὐ γὰρ ταῖς τῶν στρατιωτῶν ἐπιτείνας κεφαλαῖς σανίδας, ὅπερ ἂν ἄλλος ἴσως ἐποίησεν, ἐβάδιζεν ἀπόνως ἐν πονοῦσι
μόνος, ἀλλὰ πρῶτος τῷ σώματι πηλὸν καὶ ἰλὺν καὶ
5ὕδωρ τέμνων οὕτω παρεκάλει τοὺς ἄλλους ἔργοις, οὐ λόγοις διάβροχον στρατιώταις καὶ σκευοφόροις τὴν χλαμύδα δεικνύων.
Or
.

18

.

227

Καὶ οἱ μὲν τὴν λίμνην εἰργασμένοι τὴν πολ‐ λὴν Ἀσύριοι τὸ σόφισμα ἤλπιζον ἢ ἀποστρέψειν τὴν στρατιὰν ἢ ἀποπνίξειν, οἱ δέ, ὥσπερ ὑπόπτεροι πάν‐ τες ἢ τοῦ Ποσειδῶνος αὐτοῖς διϊστάντος τὸ ὕδωρ,
5οὕτω διαφυγόντες οὐκ ὀλίγοι προσέβαλλον οὐκέτι φρουρίοις, ἀλλ’ ἦν πόλις Ἀσυρίων μεγάλη τοῦ μὲν τότε βασιλεύοντος ἐπώνυμος, τεῖχος δὲ εἴσω τοῦ τείχους ἔχουσα δεύτερον, ὥστ’ εἶναι πόλιν ἐν πόλει βραχυτέραν ἐν μείζονι κατὰ τοὺς κάδους τοὺς ἐν ἀλλήλοις κει‐
10μένους.
Or
.

18

.

228

γιγνομένης δὲ τῆς ἐφόδου συνῆγε τοὺς οἰκήτορας ὁ φόβος εἰς τὸ βραχύτερον τεῖχος, ὡς ἂν ἰσχυρότερον. οἱ δὲ τὸ μὲν ἔχοντες, τῷ δὲ προσιόντες βάλλονται μὲν ὑπὸ τῶν ἄνωθεν τοξοτῶν καὶ ἀπέθανόν
5τινες, χώματα δὲ αἴροντες ὑπὲρ τὸ τεῖχος παρεστή‐ σαντο τοὺς συνειλημένους ὁμολογίᾳ. ἡ δὲ ἦν μηδὲ ἐν σπονδαῖς ποτε ἐκείνους ἀποδοῦναι Πέρσαις. ᾔδεσαν γὰρ τὰς παρ’ ἐκείνοις δοράς. ὃ καὶ σημεῖον τοῦ μὴ
βλακεύοντας, παντὶ δὲ σθένει μαχομένους εἰλῆφθαι.
Or
.

18

.

229

Οὕτω πάντα ἦν τοῦ βασιλέως ἥττω καὶ οὐδὲν τὸν ἄνδρα ἔφερεν. ἀλλ’ ἦν χαλεπὸς μὲν πολεμίοις, χαλεπὸς δὲ τῶν οἰκείων τοῖς οὐκ εἰδόσιν ἢ κρατεῖν ἢ πίπτειν. τῶν τοίνυν προβεβλημένων τῆς προνομῆς
5τῶν ἱππέων κακῶς ἠγωνισμένων, ὥστε αὐτοῖς καὶ τὸν ἵππαρχον ἀποθανεῖν, τοὺς ἀξιοῦντας τιμᾶσθαι πρὸ τῶν πολλῶν τοῖς ἀποκτενοῦσι παρέδωκεν οὐκ ἀπὸ τῆς σκηνῆς ἐκπέμπων τὴν τιμωρίαν, ἀλλ’ εἰς μέσους ἀναστρέφοντας εἰσελθών, καταβιβάζων ὡπλισμένους
10πολλοὺς αὐτὸς ἔχων δορυφόρους οὐδὲ τρεῖς. οὕτως ἦν πεπαιδευκὼς ἄρχεσθαι τοὺς στρατιώτας καὶ πᾶν τὸ δοκοῦν τῷ κρατοῦντι δέχεσθαι.
Or
.

18

.

230

τοῖς οὖν ἱππεῦσιν ἀπαντήσας σὺν βοῇ τὸν ἀπολωλότα ζητοῦσι καὶ δίκην τὴν ἀξίαν ἐπιθεὶς τοῖς οὐκ ἐπαμύνασι καὶ δείξας τοῖς ἄλλοις ἅπασιν, οἷα μένει τοὺς ἀπορρᾳθυμοῦντας, εἰσῆλ‐
5θεν εἰς τὴν σκηνὴν θαυμαστότερος γεγονώς.
Or
.

18

.

231

βου‐ λόμενος δὲ ὡς πλείστην τῆς πολεμίας κακουργεῖσθαι πυκνὰς ἐποιεῖτο τὰς ἀναπαύλας, ὅπως τὸ μὲν ἄλλο στρατόπεδον ἐν χαρακώματι μένοι, τοῖς δὲ κούφοις τε
5καὶ εὐρωστοτέροις εἴη διερευνᾶσθαι τὴν γῆν ἄλλοις ἄλλοσε σκεδαννυμένοις. οἳ καταγείους τε οἰκήσεις ἀν‐ εῦρον καὶ ἧκον ἄγοντες Ἀσυρίων τέκνα μετὰ μητέρων, ὥστε τὸν τῶν αἰχμαλώτων ἀριθμὸν πλείω τοῦ τῶν
κτησαμένων εἶναι. σπάνις δὲ τροφῆς οὐδὲ οὕτως.
Or
.

18

.

232

Ἐντεῦθεν τοίνυν ἐχώρουν ἐπὶ τὸν αὐτὸν ἆθλον, τὰς διώρυχας, μᾶλλον δὲ ἐπ’ αὐτὸ τοῦ ἄθλου τὸ χαλε‐ πώτατον· πλείους γὰρ αἱ τομαὶ τῆς γῆς, κἀν τῷ βάθει πάλιν τὸ πλέον. οὗ δὴ καὶ σαφέστατα σωτὴρ ἐγένετο
5τῆς στρατιᾶς πάσης.
Or
.

18

.

233

ἐπαινουμένης γὰρ ὑφ’ ἑτέρων ἑτέρας ὁδοῦ μακροτέρας μέν, τῶν δὲ ὑδάτων ἔξω, τοῦτ’ αὐτὸ τῆς ὁδοῦ μάλιστα φήσας δεδοικέναι τὸ δι‐ ψῆν τε ὁμοῦ καὶ παντὸς εἴδους ὑδάτων ἐστερῆσθαι
5καὶ προσθείς, ὡς ἐν τούτῳ μὲν εἴη πόνος, ἐν ἐκείνῳ δὲ ὄλεθρος, καὶ πολὺ βέλτιον παρ’ ὑδάτων ἐνοχλουμένους βαδίζειν ἢ ζητοῦντας ὕδωρ οὐκ ἔχειν, καὶ μνησθεὶς δή τινος παλαιοῦ Ῥωμαίων στρατηγοῦ διὰ τοιαύτης ἀβουλίας αὑτόν τε καὶ οὓς ἦγεν ἀπολέσαντος
10καὶ δείξας εὐθὺς ἐκ βιβλίου τὴν πανωλεθρίαν, τοιαῦτα λέγων τοὺς μὲν οὐ τὰ συμφέροντα εἰπόντας αἰσχυνθῆναι κατηνάγκασε, τοὺς δὲ ἔπεισεν ὀκνῆσαι μηδέν.
Or
.

18

.

234

καὶ αὐτίκα πλείους μὲν ἐπὶ γῆς οἱ φοίνικες, συχναὶ δὲ ἀπὸ τούτων αἱ γέφυραι, ῥᾳστώνη δὲ ὑπερβῆναι τοῖς πλείοσιν. εἶχε δὲ πολλὴν φιλοτιμίαν καὶ τὸ φθάσαι τὸν
5διὰ τῆς γεφύρας ἐρχόμενον ἐμβάντα αὐτὸν εἰς τὸ ὕδωρ. καὶ τὸ μὲν ἰσχυρὸν τῶν πολεμίων οὕτως ἐξελήλεγκτο
καὶ τὸ ὕδωρ ἐνενίκητο πάνυ δὴ νικήσειν ἐλπισθέν.
Or
.

18

.

235

Ἔμελλε δὲ ἄρα καὶ ἕτερον ἰσχυρὸν οὐκ εἰς μακρὰν ἀσθενὲς ἐπιδειχθήσεσθαι. ἦν γάρ τι φρούριον καρτερὸν καὶ τοῦτο ἐν νήσῳ ὄχθου τε καὶ τείχους μέτρῳ πρὸς ἀέρα μέσον ἀνεστηκός, τοσοῦτον ἦν ἑκα‐
5τέρου τὸ ὕψος. τὸ μὲν οὖν κάτω πλὴν κομιδῆ τινος μικροῦ περιέζωστο δονάκων πυκνότητι κρυπτούσῃ τοὺς ὑδρευομένους, οἳ διὰ καταβάσεως ἀδήλου τοῖς ἔξω κατὰ πολλὴν ἐξουσίαν ὑπὸ ταῖς τῶν δονάκων κόμαις ἐχρῶντο τῷ ποταμῷ, τὸ τεῖχος δὲ κρεῖττον ἦν μηχα‐
10νημάτων, τοῦτο μὲν ἐπὶ νήσου πεποιημένον, ἣν εἴσω πᾶσαν εἶχεν αὑτοῦ, τοῦτο δὲ ἐφ’ οὕτως ὑψηλῆς, καὶ προσῆν τὸ πλίνθον ὀπτὴν πρὸς ἑαυτὴν ἀσφάλτῳ δε‐ δέσθαι.
Or
.

18

.

236

ἡ μὲν οὖν ἰσχὺς τοῦ φρουρίου συνε‐ βούλευε μὴ πειρᾶσθαι, τὸ δὲ ἐκδραμόντας τινὰς τοῖς πρώτοις τῆς στρατιᾶς προσπεσεῖν καὶ μικρὸν ἀποσχεῖν τοῦ καὶ τὸν βασιλέα τρῶσαι θυμῷ πρὸς πολιορκίαν
5τοὺς πεπονθότας ἦγε. καὶ οἱ μὲν προσεκάθηντο, Πέρ‐ σαι δὲ ἄνωθεν ἐγέλων, ἐτώθαζον, ὕβριζον, ἐτό‐ ξευον, ἐτύγχανον· ἴσον αὐτοὺς ἡγοῦντο ποιεῖν, ὥσπερ ἂν εἰ καὶ τὸν οὐρανὸν ἐπεχείρουν ἑλεῖν.
Or
.

18

.

237

ὁ δὲ
πρῶτον μὲν καὶ αὐτὸς πέτραις καὶ βέλεσι τῶν ἐπὶ τοῦ τείχους ἥψατο, καί τις φέρων τὸ βέλος ἐν τῷ σώματι κατέπιπτεν, ἔπειτα γεφύρᾳ τὴν νῆσον πρὸς τὴν ἤπει‐
5ρον συνῆψεν, οἱ δὲ ἐργαζόμενοι φυλακὴν εἶχον τὰ σκύτινα τῶν πλοίων· τούτων γὰρ τὰ ἄνω κάτω ποιή‐ σαντες καὶ δύντες ὑπ’ αὐτοῖς καὶ τοὔδαφος τῶν πλοίων ἀντ’ ὀροφῆς πεποιημένοι οἱ μὲν εἴσω τῶν τοίχων τὸ αὑτῶν ἔδρων, Πέρσαις δὲ ἦν καὶ πῦρ καὶ πᾶν βέλος
10ἐπὶ ταῦτα μάταιον, ἅ γε οὐκ ἦν ἀκίσιν [βαλεῖν], οὐ συντρίψαι λίθοις, οὐ καῦσαι φλογί.
Or
.

18

.

238

οὐ μὴν παρὰ τοῦτο ἐθορυβοῦντο, ἀλλ’ εἰδότες μὲν ὀρύττοντας τοὺς πολεμίους, εἰδότες δὲ πᾶν τεχνωμένους, νύκτα καὶ ἡμέραν ἐκώμαζον, ὡς ἂν ἀπέραντα πονούντων.
5οἱ δὲ ἐνέκειντό τε καὶ οὐκ ἔκαμνον καὶ πρὸς τὰ ἄνω χωροῦντες ὡδοποίουν. τοῦ δὲ ὀρυττομένου τὸ εὖρος εὖρος ἦν ἀνθρώπου, καὶ ὁ πρῶτος ἀναρριχώμενος ἐν
μέσαις νυξὶν εἰς μέσα πύργου τινὸς διαδὺς ἔλαθε, τῷ δὲ εἵπετο δεύτερος, καὶ τρίτος ἐκείνῳ, καὶ πᾶς ἐβού‐
10λετο τῶν ἀναβαινόντων εἶναι.
Or
.

18

.

239

γραῦν δ’ αὐτοῦ μόνην σὺν παιδίῳ κατακειμένην, ἐπειδὴ ᾔσθετο, σιγᾶν ἀναγκάσαντες τὰς θύρας τῶν πύργων καταλαβόντες σύνθημα τοῖς κάτω πρὸς βοὴν δείξαντες ῥαγείσης
5πολλῆς ἐκείνης καὶ τῶν φυλάκων σὺν ἐκπλήξει τῶν εὐνῶν ἐκπηδώντων οὐδὲν ἔδει ἢ τοὺς ἐπιστάντας σφίσι φονεύειν ἅπαντας, οἱ γὰρ δὴ πλείους αὑτοὺς ἀπώλ‐ λυσαν ταῖς ἀπὸ τοῦ τείχους ῥίψεσι, θήρα τε ἦν πολλὴ τῶν πειρωμένων λαθεῖν καὶ οὐδεὶς ἔχειν αἰχμά‐
10λωτον ἐβούλετο μᾶλλον ἢ διαφθείρειν, ὥστ’ ἀφίεσαν ἄνωθεν, αἱ δὲ αἰχμαὶ κάτωθεν ἀπήντων τοῖς ζῶσι, τοῖς ἡμιθνῆσι, τοῖς τεθνεῶσιν. ἤρκει γὰρ ἡ φορὰ πρὸς θάνατον.
Or
.

18

.

240

τοιαῦτα ἐχόρευσαν μὲν ἐν νυκτὶ τοῖς πολεμικοῖς δαίμοσιν, ἔδειξαν δὲ ἀνίσχοντι τῷ θεῷ. καὶ τοῦτο μόνον ἠπείθησαν τῷ βασιλεῖ. ὁ μὲν γὰρ ἐκέλευε ζωγρεῖν καὶ τὸν εἰλημμένον ἐλεεῖν, οἱ δὲ
5μεμνημένοι τῶν βελῶν καὶ τοὺς βεβλημένους εἰδότες
καὶ τῆς ὀργῆς τὴν δεξιὰν κινούσης παρεμυθοῦντο τὴν ἐπὶ τοῖς πόνοις λύπην τῷ φόνῳ καὶ ἐδέοντο βασιλέως συγγνώμην ἔχειν, εἰ δρῶσι πεπονθότες.
Or
.

18

.

241

ἀπολω‐ λόσι δὴ τοῖς ἀνθρώποις ἐπαπώλλυτο τὸ φρούριον μάλιστα δὴ τῶν ἐκεῖ φρουρίων ἐκτριβέν. ὅσῳ γὰρ κατασκευῇ τῶν ἄλλων διέφερε, τοσούτῳ τὴν παντελῶς
5ἀφανίζουσαν ἐπεσπάσατο ψῆφον. διχόθεν γὰρ ἡ βλάβη Πέρσαις ἀντικαθιστᾶσί τε καὶ μὴ τὸ φρούριον.
Or
.

18

.

242

οὕτω δὴ λαμπρὸν καὶ μεῖζον ἀνθρωπείας φύσεως τὸ πεπραγμένον, ὥσθ’ οἱ μὲν ᾑρηκότες οὐδὲν ἔτι αὑτοὺς ἐνόμιζον οἴσειν, τῶν δὲ ἐναντίων συγκατε‐ νήνεκτο τὸ φρόνημα τῷ τείχει καὶ ᾤοντο δὴ σφίσι
5πάντα εἶναι σαθρά. καὶ βασιλεὺς ἀεὶ μὲν ἐργαζόμενος μεγάλα, μικρὰ δὲ πάντα ἡγούμενος οὐκ ἔσχε τοῦτο μὴ νομίσαι πάμμεγα. ἐφθέγξατο γοῦν ὅπερ οὐ πρό‐ σθεν, ὡς εἴη τῷ Σύρῳ δεδωκὼς ἀφορμὴν εἰς λόγον, ἐμὲ δὴ λέγων. ἀλλ’ ἡ μὲν ἀφορμὴ θαυμαστή, πάντων
10ἐμοὶ φίλτατε, σὲ δὲ οὐκ ἔχοντι τίς ἡδονὴ τοῦ βίου;
Or
.

18

.

243

Ἀλλ’ ἐκεῖσε ἐπανέρχομαι, ὅτι τὸ φρούριον παθὸν ἃ διεξῆλθον, τῇ φήμῃ τοῦ πεπραγμένου πολλὴν ἐπὶ πλεῖστον τῆς ὁδοῦ τῶν ἐναντιωσομένων ἐρημίαν ἐποίησεν. ὥστε καὶ τὰς κώμας ἐπῄεσαν οἱ σκευοφόροι
5λαμβάνοντες ἃ μὴ λαβόντες οἱ κατοικοῦντες ᾤχοντο. μᾶλλον δὲ τὰ μὲν ἐλάμβανον, ἃ δὲ φέρειν οὐκ ἦν, τὰ μὲν
ἐδίδοσαν τῷ ποταμῷ, τὰ δὲ τῷ πυρί, ὥσπερ ἀμέλει καὶ βα‐ σίλεια τοῦ Πέρσου κείμενα μὲν ἐπὶ τῷ ποταμῷ, κάλλος δὲ ἅπαν ἔχοντα Περσικὸν ὅσον τε ἐν οἰκοδομήσεσι καὶ
10ὅσον ἐν κήποις τε καὶ φυτῶν ὥραις καὶ ὀσμαῖς ἀνθέων, συῶν δὲ ἀγέλην ἀγρίων ἔτρεφεν ἀπαντικρὺ χωρίον, ἐν οἷς αὑτὸν ἐγύμναζεν ὁ Πέρσης, τότε δὲ Ῥωμαίους εὐώχουν ἅπαντας. ταῦτα ἐνεπρήσθη τὰ βασίλεια τῶν ἐν Σούσοις οὐδέν, ὥς φασιν, ἀτιμότερα καὶ δεύτερα
15ἐπὶ τούτοις καὶ τρίτα ἐπὶ κάλλει μὲν ἐκείνων λειπόμενα, κάλλους δὲ οὐκ ἄμοιρα.
Or
.

18

.

244

Τοιαῦτα δρῶντες ἐπὶ τὰς πάλαι ποθουμένας ἀφικνοῦνται πόλεις, αἳ τὴν Βαβυλωνίαν γῆν ἀντὶ Βα‐ βυλῶνος κοσμοῦσι. ῥεῖ δὲ αὐταῖν μέσος Τίγρης ὁ ποταμὸς καὶ παραμείψας οὐ μικρὸν δέχεται τὸν Εὐ‐
5φράτην. ἐνταῦθα οὐκ ἦν εὑρεῖν, ὃ ποιητέον· εἴτε γὰρ παρίοιεν οἱ στρατιῶται τοῖς πλοίοις, οὐκ ἦν προσ‐ ελθεῖν ταῖς πόλεσιν, εἴτ’ ἐπ’ ἐκείνας ἴοιεν, ἀπώλλυντ’ ἂν αὐτοῖς αἱ νῆες, εἴτ’ ἀναπλέοιεν διὰ τοῦ Τίγρητος, μόχθος τε μέγας καὶ μέσαι ταῖν πόλεῳν ἐγίγνοντ’ ἄν.
Or
.

18

.

245

τίς οὖν ἔλυσε τὴν ἀπορίαν; οὐ Κάλχας οὐδὲ Τειρεσίας οὐδ’ ἄλλος οὐδεὶς τῶν μάντεων. λαβὼν γὰρ αἰχμαλώτους τῶν αὐτοῦ που πλησίον οἰκούντων ἐζήτει διώρυχα ναυσίπορον καὶ ταύτην ἐκ βίβλων,
5ἔργον μὲν παλαιοῦ βασιλέως, ἄγουσαν δὲ τὸν Εὐφρά‐ την ἐπὶ τὸν Τίγρητα ταῖν δυοῖν ἀνωτέρω πόλεῳν.
Or
.

18

.

246

τῶν δὲ αἰχμαλώτων τοῦ μὲν τῆς νεότητος οὐδὲν ἐπισταμένης, τοῦ δ’ ἐν γήρᾳ πάντα ὑπ’ ἀνάγκης εἰπόν‐ τος, καὶ γὰρ ἑώρα τὸν βασιλέα περὶ τῶν τόπων οὕτως ἀκριβῶς τοῖς λόγοις χρώμενον ὥσπερ τινὰ τῶν ἐπι‐
5χωρίων, οὕτως ἐν τοῖς γράμμασιν ἀπὼν ἑωράκει πάλαι τὴν χώραν, φράζει τοίνυν ὁ πρεσβύτης, οὗ τέ ἐστι καὶ ὡς κέκλειται καὶ ὡς ἀναχωσθεῖσα τὸ πρὸς τῷ στόματι σπείροιτο.
Or
.

18

.

247

νεύσαντος δὲ τοῦ κρατοῦντος ἅπαν τὸ κώλυμα ἐξῄρητο καὶ τοῖν ῥείθροιν τὸ μὲν ξηρὸν ἑωρᾶτο, τὸ δὲ ἦγεν ἐπὶ τὸν Τίγρητα πλοῖα παραπλέοντα τῷ στρατῷ, καὶ τοῖς ἐν ταῖς πόλεσι μείζων
5ἐπελθὼν ὁ Τίγρης ἅτε προσλαβὼν τὸν Εὐφράτην φό‐ βον ἐπήνεγκε μέγαν, ὡς οὐ φεισόμενος τῶν τειχῶν.
Or
.

18

.

248

ἐκφαίνεται δὴ Περσῶν τὸ δοκιμώτατον καὶ κατ‐ εῖχον τὴν ὄχθην ἀσπίσι τε λαμπούσαις καὶ ἵπποις χρεμετίζουσι καὶ τόξοις ἠσκημένοις καὶ μεγέθεσιν ἐλε‐ φάντων, οἷς ἴσον ἔργον δι’ ἀσταχύων ἐλθεῖν καὶ φά‐
5λαγγος. οὗτοι μὲν οὖν ἦσαν ἀντιμέτωποι, ποταμὸς δὲ ἔνθεν καὶ ἔνθεν, ὁ μὲν ἐγγύς, ὁ [δὲ] βεβιασμένος, ὁ δέ τις ἀπωτέρω, καὶ στρατιὰ Περσῶν ἑτέρα, τὰ δὲ κατόπιν ὠμῶς πεπορθημένα καὶ οὐ διδόντα τὴν αὐτὴν πάλιν ἐλθεῖν.
Or
.

18

.

249

ἐδεῖτο δὴ τόλμης ὑπερφυοῦς ὁ καιρὸς τοῖς οὐ μέλλουσιν ἀπολεῖσθαι λιμῷ, καὶ πάντες τεταραγμένοι πρὸς ἕνα ἔβλεπον. ὁ δὲ πρῶτον μὲν ἃ τῶν εὐθυμουμένων ἐστίν, ἐποίησεν ἱππόδρομόν τε
5λεάνας καὶ ἱππέας ἐπ’ ἀγῶνα καλέσας καὶ ἆθλα κέλησι θείς, θεαταὶ δὲ τῶν δρωμένων οὕτω πρὸς τοῖς οἰκείοις ἦσαν οἱ πολέμιοι, οἱ μὲν κάτω περικαθήμενοι τὰς ἁμίλλας, οἱ δὲ ἀπὸ τῶν ἐπάλξεων, τὸν μὲν μακαρίζοντες, ὡς ἂν ἐν ταῖς εὐφροσύναις τῶν νενικηκότων ὄντα,
10σφᾶς δὲ αὐτούς, ὡς ἂν οὐκ ἔχοντας ταῦτα κωλύειν, θρηνοῦντες.
Or
.

18

.

250

ἐν ᾧ δὲ τοῖς δρόμοις τῶν ἵππων ὁ στρατὸς ἐψυχαγωγεῖτο, κεναὶ τῶν φορτίων ἐκ παρ‐
αγγέλσεως ἦσαν αἱ νῆες, τῷ λόγῳ μέν, ὅπως ὀφθείη τὸ σιτηρέσιον, εἴ πῃ παρανάλωται, τὸ δὲ ἔργον ἦν, οὐ
5προειδότας ἐξαίφνης ἐμβιβάσαι τοὺς στρατιώτας ἐβούλετο. δεδειπνηκότας τοίνυν ἀγείρας τοὺς ἐν τέλεσι καὶ δείξας, ὡς μία λέλειπται μόνη πρὸς σωτηρίαν ὁδὸς Τίγρητα διαβάντας γῆς ἀκεραίου πάλιν ἀπολαύειν ἔχειν, τοὺς μὲν ἄλλους εἶχε σιγῶντας, ὑφ’ ᾧ δὲ ἦν
10τῆς δυνάμεως τὸ πλέον, ἀντέλεγε τῷ τε ὕψει τοῦ κρημνοῦ καὶ τῷ πλήθει τῶν πολεμίων φοβῶν.
Or
.

18

.

251

ὁ δὲ τὴν μὲν τοῦ τόπου φύσιν καὶ διαμελλόντων τὴν αὐτὴν εἰπὼν ἔσεσθαι, τοὺς πολεμίους δὲ πλείονας, ἕτερον ἄνδρα ἐκέλευε καὶ προεῖπεν, ὡς κρατήσει μὲν
5οὗτος, οὐκ ἄνευ δὲ τραύματος. τοῦτο δὲ αὐτὸν τῇ χειρὶ δέξεσθαι καὶ οὗ τῆς χειρὸς προσέθηκε καὶ τούτῳ πάλιν τὸ μικροῦ δεήσειν φαρμάκου.
Or
.

18

.

252

καὶ αἱ μὲν νῆες εἶχον ἤδη τοὺς μαχουμένους, ὁ δ’ εἱστήκει βλέ‐ πων εἰς οὐρανόν, ὡς δὲ ἔλαβεν ἐκεῖθεν τὸ σύνθημα, δίδωσιν αὐτὸ τοῖς ταξιάρχοις, οἱ δὲ τοῖς ἄλλοις ὡς
5οἷόν τε μάλιστα δι’ ἡσυχίας. οἱ δὲ ἔπλεόν τε καὶ ἐξέ‐ βαινον αἴσθησίν τε ἤδη τοῖς ἐγγὺς παρέχοντες καὶ βαλλόμενοι, ἀλλ’ ὅμως ὃν οὐκ ἂν ἐν εἰρήνῃ τε καὶ μηδενὸς εἴργοντος μεθ’ ἡμέραν εὔζωνοι κρημνὸν ἐθάρ‐ ρησαν, διὰ νυκτὸς ὁπλῖται τοὺς πολεμίους ὑπὲρ κεφα‐
10λῆς ἔχοντες ἀναβεβήκεσαν· ὅπως μέν, οὐδ’ ἂν νῦν ἔχοιμεν ἐρωτηθέντες εἰπεῖν. οὕτως οὐκ ἀνθρώπων μᾶλλον ἦν τὸ ἔργον ἢ θεοῦ τινος ταῖς αὑτοῦ χερσὶ μετεωρίζοντος ἕκαστον.
Or
.

18

.

253

τῇ δ’ οὖν ἀναβάσει τὸν φόνον συνάψαντες τοὺς μὲν ἀνισταμένους κατήνεγκαν, τοῖς δὲ κακὸν ἐπιστάντες ὄναρ ἔτι καθεύδοντας ἔκτει‐ νον. οἱ δὲ ἀφυπνισθέντες τοσοῦτον εἶχον τῶν κοιμω‐
5μένων πλέον, ὅσον ᾔδεσαν ἃ πάσχουσιν, ἐπεὶ ἀμύνεσθαί γε τοὺς ἐπικειμένους οὐδὲ τούτοις ἦν.
Or
.

18

.

254

οἷα δὲ ἐν νυκτὶ καὶ σκότῳ, πολλὰ μὲν ἐφέρετο κατὰ τῶν σωμάτων ξίφη, πολλὰ δὲ κατὰ τῶν δένδρων, ἐδήλου δὲ ταῦτα ὁ κτύπος, οἰμωγὴ δὲ ἠκούετο τετρωμένων,
5τιτρωσκομένων, μελλόντων, ἀπολλυμένων, ἱκετευόντων. οἱ δὲ προῄεσαν σφάττοντες, καὶ τῆς γῆς τοσοῦτον ἐκέκρυπτο τοῖς τῶν πεπτωκότων σώμασιν, ὅσον ἂν καλύψαιεν ἑξακισχίλιοι νεκροί.
Or
.

18

.

255

εἰ δὲ μὴ σκύλων
ἐπιθυμίᾳ περὶ τοὺς τεθνεῶτας διέτριψαν, ἀλλ’ ἐπὶ τὰς πύλας ἀΐξαντες ἢ ἀνέσπων ἢ κατέσχισαν, εἶχον ἂν Κτησιφῶντα τὴν πολυύμνητον. νῦν δὲ χρυσὸν μὲν
5καὶ ἄργυρον καὶ ἵππους τοὺς τῶν οἰχομένων ἐκτῶντο, ἅμα δὲ ἡμέρᾳ πρὸς ἱππέας ἠναγκάζοντο μάχεσθαι, οἳ τὰ μὲν πρῶτα ἐλύπουν, ἔπειτα δὲ ὑφ’ ἑνὸς ἐξ αἱμασιᾶς ἀναδραμόντος στρατιώτου κυκηθέντες ἔφυγον. δια‐ βαίνει δὲ τὸ λοιπὸν στρατόπεδον, καὶ τούτων πανταχοῖ
10τοὺς ὀφθαλμοὺς φερόντων μετὰ θαύματος οἱ κτεί‐ νοντες περιέπλυνον αὑτοὺς τῷ ποταμῷ, καὶ ὁ Περσῶν Τίγρης τῷ Περσῶν αἵματι χρωσθεὶς ἔρρει.
Or
.

18

.

256

Λογιζέσθω δή τις τὰς ἐκείνων εἰς τὴν ἡμε‐ τέραν εἰσβολὰς καὶ τὸ καθ’ ἕκαστον ἔργον καὶ παρα‐ βαλλέτω ταύτην τὴν μίαν ταῖς συχναῖς ἐκείναις καὶ τάχα εὑρήσει λαμπρὰ μὲν κἀκεῖνα, πολὺ δὲ μείζω
5ταῦτα καὶ τὰ μὲν οὐδενὸς ἀπαντῶντος πεπραγμένα,
τὰ δὲ ὄντων τῶν μαχομένων τετολμημένα, ὥστ’ εἴ τις ἤρετο Πέρσας, εἰ ἐβούλοντ’ ἂν μήτε ἃ δεδράκασι, δεδρα‐ κέναι μήτε ἃ πεπόνθασι, πεπονθέναι, πάντας ἂν εἰπεῖν ἀπὸ τοῦ βασιλέως ἀρξαμένους, ὡς ἐπὶ πολλῷ τὰ
10τότε ἐνίκων.
Or
.

18

.

257

γνοίη δ’ ἄν τις κἀκεῖθεν· Κων‐ στάντιος γὰρ ἐν οὐδεμιᾷ τῶν εἰσβολῶν εἰς αἴτησιν σπονδῶν ἠναγκάσθη πεσεῖν, ὁ δὲ ὧν ἔφην πεπραγ‐ μένων ἔπεμψε τὸν δεησόμενον ἐνταυθοῖ στῆναι τὸν
5πόλεμον καὶ τὸν νενικηκότα τοῦ πλείονος ἀποσχόμενον φίλην ἔχειν καὶ σύμμαχον τὴν αὐτῶν ἀρχήν.
Or
.

18

.

258

καὶ ὁ μὲν ἐπὶ τούτοις ἥκων τῶν εὖ γεγονότων εἰσελθὼν ὡς τὸν ἀδελφὸν τοῦ πέμψαντος μεθ’ ἡμῶν ἐπ’ ἐκεῖ‐ νον ἰόντα γονάτων ἁπτόμενος ἐδεῖτο κοινῶσαι βασιλεῖ
5τὸν λόγον. ὁ δὲ κατὰ σπουδήν τε καὶ μεθ’ ἡδονῆς, ὡς δὴ χρηστόν τι μηνύσων, ἦλθε μειδιῶν καὶ διηγεῖτο καὶ δῶρα προσεδόκα τῶν λόγων. ὁ δὲ αὐτόν τε σιγᾶν ἐκέλευε καὶ τὸν ἥκοντα ἀποπέμψαι σιγῶντα καὶ συγγέ‐ νειαν τὴν πρὸς αὐτὸν ἐκείνου πλάσαι τῆς συνουσίας
10πρόφασιν. οὔτε γὰρ καταθέσθαι τὸν πόλεμον ἠξίου τό τε τῆς εἰρήνης ὄνομα δεινὸν ἐνόμιζεν ἀμβλῦναι στρατιώτην. ὁ γάρ, οἶμαι, πεισθείς, ὡς ἔξεστι μὴ μάχεσθαι, κακῶς 〈ἂν〉 ἀναγκαζόμενος μάχοιτο.
Or
.

18

.

259

διὰ τοῦτο εἴσω τῶν ὀδόντων προσέταξε μένειν τὸ γλυκὺ τῶν σπονδῶν ὄνομα. καίτοι τίς οὐκ ἂν ἐνδεικνύ‐ μενος τοῖς ἑαυτοῦ, πόσον τι δεδύνηται στρατηγῶν,
5ἤγειρε σύλλογον ἐπ’ ἀκροάσει τῶν ῥημάτων; ἀλλ’ οὗ‐ τός γε ἐπὶ συνθήκας καλούμενος τῷ τείχει προσελθὼν ἐπὶ μάχην τοὺς τειχήρεις ἐκάλει γυναικῶν μὲν εἶναι λέγων ὃ πράττουσιν, ἀνδρῶν δὲ ὃ φεύγουσι.
Or
.

18

.

260

τῶν δὲ εἰπόντων δεῖν τὸν βασιλέα ζητεῖν κἀκείνῳ δεικνύειν αὑτὸν ἐπεθύμησε μὲν Ἄρβηλα καὶ ἰδεῖν καὶ διελθεῖν ἢ ἄνευ μάχης ἢ καὶ μαχεσάμενος, ὥστε μετὰ τῆς Ἀλεξ‐
5άνδρου νίκης τῆς αὐτόθι καὶ ταύτην ὑμνεῖσθαι, καὶ γνώμην δὲ εἶχεν ἐπιβῆναι πάσης ὅση Πέρσαις ὁρίζει τὸ κράτος, μᾶλλον δὲ καὶ τῆς ὁμόρου, καί‐ τοι μηδετέρας αὐτῷ μοίρας ἐλθούσης μήτε τῆς οἰκείας μήτε τῆς συμμάχου, τῆς μὲν ἀδικίᾳ τοῦ τὸ ἔθνος
10ἔχοντος, ἡ δέ, ὥς φασι, κατ’ ἀρχὰς εὐθὺς τοξευθέν‐ των τινῶν ἐν τῷ Τίγρητι λουομένων, μεῖζον αὑτοῖς ἡγήσατο τὸ μάχεσθαι πρὸς αὐτούς. καὶ ἅμα ἡ τῶν
ἡγεμόνων πρὸς ἀλλήλους φιλονεικία ῥᾳθυμεῖν τοῖς ἀρχομένοις ἐπέτρεπεν. ὁπότε γὰρ ἅτερος κινοίη, μέ‐
15νειν ἅτερος παραινῶν χαριζόμενος ἔπειθεν.
Or
.

18

.

261

οὐ μὴν χείρω γε ταῦτα ἐποίει τὸν βασιλέα. ἀλλ’ οὐκ ἐπῄνει μὲν ἀπόντας, πράττειν δὲ ὅσαπερ ἄν, εἰ παρ‐ ῆσαν, ἠξίου καὶ πρὸς τὴν Ὑρκανίαν ἔτεινε τὸν λογισμὸν
5καὶ τοὺς Ἰνδῶν ποταμούς. ἤδη δὲ τῆς στρατιᾶς ἐπὶ ταῦτα ὡρμημένης καὶ τῶν μὲν πορευομένων, τῶν δὲ συσκευαζομένων θεῶν τις τοῦ μὲν ἀφίστησι, νόστου δὲ κατὰ τὸ ἔπος παρῄνει μεμνῆσθαι.
Or
.

18

.

262

τὰ πλοῖα δὲ πρὸς τὴν προτέραν βουλὴν ἀφεῖτο πυρί, κάλλιον γὰρ ἦν ἢ τοῖς πολεμίοις. ταὐτὸν δ’ ἂν εἰκότως ἐδρᾶτο καὶ τοῦ προτέρου μὲν οὐ βουλευθέντος, τοῦ δὲ ἐπαν‐
5ιέναι νικῶντος. ὀξὺς γὰρ καὶ πολὺς ὁ Τίγρης ἐμπί‐ πτων ταῖς πρώραις πολλῶν ἠνάγκαζε δεῖσθαι χειρῶν τὰ πλοῖα καὶ ἔδει τοὺς ἀνέλκοντας ὑπὲρ ἥμισυ τῆς στρατιᾶς γενέσθαι. τοῦτο δὲ ἦν κρατεῖσθαι μὲν τοὺς μαχομένους, ἔχεσθαι δὲ ἀμαχεὶ μετ’ ἐκείνους τὰ ἄλλα.
Or
.

18

.

263

πρὸς δὲ τούτοις καὶ τὴν εἰς τὸ μαλακίζεσθαι παράκλησιν ἀνῃρήκει τὸ πῦρ. ὁ γὰρ μηδὲν ποιεῖν
ἐθέλων ἀρρωστεῖν σκηπτόμενος ἔκειτο καθεύδων ἐν πλοίῳ, πλοίων δὲ οὐκ ὄντων ἅπας ἦν ἐν ὅπλοις. ὡς
5τοίνυν οὐδὲ σφόδρα βουλομένοις ἦν ἔχειν ναῦς τοσαύ‐ τας, ἔδειξε τὸ μηδὲ τὰς ὑπολειφθείσας, αἱ δὲ ἦσαν πεντεκαίδεκα γεφυρῶν εἵνεκα πεφυλαγμέναι, μηδὲ ταύτας ἀρκέσαι σῶσαι. βιαιότερος γὰρ ὢν καὶ ναυτῶν τέχνης καὶ τῆς ἄλλης πολυχειρίας ὁ πόρος αὐτάς τε
10καὶ τοὺς ἐμπλέοντας εἰς τὰς τῶν πολεμίων χεῖρας ἐξέβαλεν, ὥστ’ εἰ δεῖ κατηγορεῖν ἐκείνου τοῦ πυρὸς τοὺς ἐζημιωμένους, ὁ Πέρσης ἂν εἰκότως ὁ μεμφό‐ μενος εἴη. καὶ πολλάκις γε, ὥς φασιν, ἐμέμψατο.
Or
.

18

.

264

Οὕτω μὲν τοῦ Τίγρητος πίνοντες ἐχώρουν κατ’ ἀριστερὰν χεῖρα τὸν ποταμὸν ἔχοντες καὶ διὰ χώρας ᾔεσαν τῆς προτέρας ἀμείνονος, ὥστε οἷς εἶχον αἰχμαλώτοις θαρρούντως προσετίθεσαν. ἐπεὶ δὲ τῆς
5μὲν πεφυτευμένης ἐπὶ τέλει, τῆς δὲ ψιλῆς τε καὶ οὐδὲν φαυλοτέρας ἦσαν ἐν μέσῳ, κηρύττει σιτία † φέ‐ ρεσθαι τὸν στρατὸν ἡμερῶν εἴκοσι, τοσαύτη γὰρ ὁδὸς ἐπὶ τὴν ἀρίστην τε πόλιν καὶ ἅμα τῆς ἡμετέρας ὅμορον. τότε δὴ πρῶτον ὁρᾶται Περσικὴ παράταξις, πλῆθος
10οὐκ ἄτακτον, καὶ χρυσὸς πολὺς ἐν τοῖς ὅπλοις. πεσόν‐ τος δὲ ἡμετέρου τινὸς προμάχου καὶ συμπεσόντων
ἁπάντων οὔθ’ ἱππεὺς οὔθ’ ὁπλίτης ἤνεγκε τὰς παρ’ ἡμῶν ἀσπίδας, ἀλλ’ εὐθὺς ἐκκλίναντες ἔφευγον ἓν εὖ τοῦτο ἠσκηκότες τοῦ πολέμου τὸ μέρος.
Or
.

18

.

265

καὶ τοῦ λοιποῦ παράταξις μὲν οὐδεμία, κλοπαὶ δὲ καὶ ἀγεννεῖς ὀλίγων ἱππέων ἔφοδοι τοῖς ὑστάτοις ἐκ τάφρων ἐπι‐ πηδώντων οὐδὲ τότε κτεινόντων μᾶλλον ἢ θνησκόν‐
5των. τοῦ γὰρ ἱππέως ὑπιὼν ὁ ὁπλίτης τὸ δόρυ ξίφει τὸν ἵππον ἀναρρηγνὺς ἀμφοτέρους εἶχεν ἐπὶ γῆς καὶ ἕτοιμόν γε εἰς πληγὴν τὸν ἐν τῷ χιτῶνι τῷ σιδηρῷ.
Or
.

18

.

266

οἱ μὲν οὖν προσιόντες τοιαῦτα ἔπασχον, οἱ δὲ πόρρωθεν ἰσχύοντες, οἱ τοξόται, τὸ βέλος ἀφιέν‐ τες ἐπὶ γυμνὰ τοῦ στρατιώτου τὰ δεξιὰ πρὸς αὐτούς τε βλέπειν ἠνάγκαζον καὶ σχολῇ προϊέναι. προῄεσαν
5μέντοι καὶ τὸ νέφος οὐκ ἐκώλυε τῶν βελῶν εἰς ἅπαν. ἐλαύνων γὰρ πανταχῆ τὸν ἵππον ὁ βασιλεὺς ἐπεκούρει τῷ πιεζομένῳ λόχους τε ἀπὸ τῶν ἐν ἀδείᾳ τοῖς δεο‐ μένοις ἄγων καὶ τοὺς ἀρίστους τῶν στρατηγῶν ἐπ’ οὐρὰν πέμπων.
Or
.

18

.

267

Μέχρι μὲν οὖν τούτων ἐκεῖνός τε νικῶν ἐχώ‐ ρει καὶ ἐμοὶ λέγειν ἡδύ, τὸ δὲ ἐντεῦθεν, ὦ θεοὶ καὶ δαίμονες καὶ μεταβολαὶ τύχης, ἐφ’ οἷον ἄγομαι λόγον. βούλεσθε σιγήσω τὰ λοιπὰ καὶ στήσω τὸν λόγον ἐν
5τοῖς εὐφημοτέροις; πολλὰ ὑμῖν, ὦ παρόντες, ἀντὶ τῆς οἰμωγῆς ἀγαθὰ γένοιτο. τί οὖν δὴ δοκεῖ; κλαίωμεν ἢ λέγωμεν; ἐοίκατε τῷ μὲν ἔργῳ πλήττεσθαι, τὸν δὲ λόγον ἀπαιτεῖν. ῥητέον δὴ καὶ δόξαν οὐκ ἀληθῆ περὶ τῆς τελευτῆς παυστέον.
Or
.

18

.

268

Ἀπειρηκότος γὰρ ἤδη τοῦ Πέρσου καὶ σαφῶς καταπεπολεμημένου καὶ δεδιότος μὴ τὰ κράτιστα τῆς αὐτοῦ γῆς κατασχόντες ἐπιχειμάσωσι, καὶ πρέσβεις ἑλο‐ μένου καὶ δῶρα ἀριθμοῦντος, ἐν οἷς ἦν καὶ στέφανος,
5καὶ μέλλοντος δὴ ταῦτα τῆς ἐπιούσης σὺν ἱκετηρίᾳ πέμπειν καὶ ποιεῖν ἐκεῖνον τῶν συνθηκῶν ὁριστὴν διασπᾶται μέν τι τῆς τάξεως τῶν μὲν τοὺς προσ‐ βάλλοντας ἀμυνομένων προϊόντων, αἰγίδος δὲ ἐξαίφνης λαμπρᾶς κόνιν τε ἐπεγειρούσης καὶ νέφη συναγούσης
10καὶ τοῖς βουλομένοις τι κακουργεῖν συναιρομένης ὁ
μὲν βασιλεύς, ὡς συνδήσων τὸ διαρραγέν, ἔσπευδεν σὺν ἑνὶ θεράποντι, δόρυ δὲ ἱππέως ἐπ’ αὐτὸν ἐνεχθὲν ἄοπλον, τῷ γάρ, οἶμαι, σφόδρα κρατεῖν οὐδὲ ἐφράξατο, διὰ τοῦ βραχίονος δραμὸν εἰς τὴν πλευρὰν εἰσέδυ.
Or
.

18

.

269

καὶ πεσὼν ἐπὶ γῆς ὁ γενναῖος τὸ αἷμα ὁρῶν κα‐ ταρρέον κρύπτειν ἐθέλων τὸ συμβὰν ἐπὶ τὸν ἵππον αὖθις ἀναβάς, ἐπειδὴ τὸ αἷμα τὴν πληγὴν ἤλεγχεν, ἐβόα καθ’ οὓς ἀεὶ γίγνοιτο, μὴ δεδιέναι τὸ τραῦμα,
5μηδὲ γὰρ θάνατον ἔχειν. ἔλεγε μὲν ταῦτα, τοῦ δεινοῦ δὲ ἡττᾶτο. καὶ κομίζεται πρὸς τὴν σκηνὴν καὶ τὴν μαλακὴν εὐνήν, τὴν λεοντῆν καὶ τὸν φορυτόν, ταυτὶ γὰρ ἡ ’κείνου στρωμνή.
Or
.

18

.

270

τῶν ἰατρῶν δὲ μὴ εἶναι σωτηρίαν λεγόντων δεξαμένη τοῦ θανάτου τὸν λόγον ἡ στρατιὰ, πάντες μὲν ὠλοφύροντο, πάντες δὲ ἐκό‐ πτοντο, παρὰ πάντων δὲ ἡ γῆ δάκρυσιν ἐβρέχετο, τὰ
5ὅπλα δὲ τὰς χεῖρας ἐκφυγόντα ἔρριπτο, ᾤοντο δὲ μηδ’ ἄγγελον ἐκεῖθεν ἀναστρέψειν οἴκαδε.
Or
.

18

.

271

ὁ δὲ δὴ Πέρσης δῶρα μὲν ἃ τούτῳ πέμπειν ἔδει, θεοῖς σω‐ τῆρσιν ἀνέθηκεν, αὐτὸς δὲ τὴν εἰωθυῖαν παρέθετο τράπεζαν πρότερον τοὔδαφος ἀντ’ ἐκείνης ποιούμενος
5ἐκόσμησέ τε τὴν κόμην κατὰ τὸν νόμον κατερρᾳθυμη‐ μένην πάντα τὸν τῶν κινδύνων χρόνον, ἃ δὲ χάσματι γῆς ἀφανισθέντων πασσυδὶ τῶν ἐναντίων ἔπραττεν ἄν, τούτοις ἑνὸς ἐκείνου τελευτῶντος ἐχρῆτο. ἀμφό‐ τεροι τοίνυν ἔθεντο ψῆφον εἰς τὴν ἐκείνου γνώμην
10τὰ πράγματα ἀνακεῖσθαι Ῥωμαίοις, οἱ μὲν οἷς ἐπένθουν, οἱ δὲ οἷς ὠρχοῦντο, καὶ οἱ μὲν οἷς ἡγοῦντο ἀπολωλέναι, οἱ δ’ οἷς ἤδη κεκρατηκέναι.
Or
.

18

.

272

Ἴδοι δ’ ἄν τις αὐτοῦ τὴν ἀρετὴν κἀκ τῶν τελευταίων ῥημάτων. ἁπάντων γὰρ τῶν περιεστη‐ κότων εἰς θρῆνον πεπτωκότων καὶ οὐδὲ τῶν φιλοσο‐ φούντων δυναμένων καρτερεῖν ἐπετίμα τοῖς τε ἄλλοις
5καὶ οὐχ ἥκιστα δὴ τούτοις, εἰ τῶν βεβιωμένων αὐτὸν εἰς Μακάρων νήσους ἀγόντων οἵδε ὡς ἀξίως Ταρτάρου βεβιωκότα δακρύοιεν. ἐῴκει δὴ ἡ σκηνὴ μὲν τῷ δεξα‐ μένῳ δεσμωτηρίῳ τὸν Σωκράτην, οἱ παρόντες δὲ τοῖς ἐκείνῳ παροῦσιν, ἡ πληγὴ δὲ τῷ φαρμάκῳ, τὰ ῥήματα
10δὲ τοῖς ῥήμασι, τῷ δὲ μὴ δακρύσαι τὸν Σωκράτην μόνον τὸ μηδὲ τοῦτον.
Or
.

18

.

273

δεομένων δὲ τῶν φίλων ἀποφῆναι τῆς ἀρχῆς κληρονόμον οὐδένα αὑτῷ παρα‐
πλήσιον ἐγγὺς ὁρῶν ἀφῆκε τῇ στρατιᾷ τὴν ψῆφον. οἷς δὴ καὶ ἐπιστέλλει πάντα τρόπον σώζειν αὑτούς,
5καὶ γὰρ αὐτὸν ἐκείνους σώζοντα πάντα ἀνατλῆναι πόνον.
Or
.

18

.

274

Τίς οὖν ὁ κτείνας, ποθεῖ τις ἀκοῦσαι. τοὔ‐ νομα μὲν οὐκ οἶδα, τοῦ δὲ μὴ πολέμιον εἶναι τὸν κτείναντα σημεῖον ἐναργὲς τὸ μηδένα πολέμιον ἐπὶ τῇ πληγῇ τετιμῆσθαι. καίτοι διὰ κηρύκων ὁ Πέρσης ἐπὶ
5γέρας ἐκάλει τὸν ἀπεκτονότα καὶ μεγάλων ὑπῆρχε τῷ φανέντι τυχεῖν. ἀλλ’ ὅμως οὐδεὶς οὐδ’ ἔρωτι τῶν γερῶν ἠλαζονεύσατο.
Or
.

18

.

275

καὶ πολλή γε τοῖς πολεμί‐ οις ἡ χάρις, ὅτι ὧν οὐκ ἔδρασαν οὐ προσέθεντο τὴν δόξαν, ἀλλ’ ἔδοσαν ἡμῖν παρ’ ἡμῖν αὐτοῖς τὸν σφαγέα ζητεῖν. οἷς γὰρ οὐκ ἐλυσιτέλει ζῶν, οὗτοι δὲ ἦσαν οἱ
5ζῶντες οὐ κατὰ τοὺς νόμους, πάλαι τε ἐπεβούλευον καὶ τότε δυνηθέντες εἰργάσαντο τῆς τε ἄλλης ἀδικίας αὐτοὺς ἀναγκαζούσης οὐκ ἐχούσης ἐπὶ τῆς ἐκείνου βασιλείας ἐξουσίαν καὶ μάλιστά γε τοῦ τιμᾶσθαι
τοὺς θεούς, οὗ τὸ ἐναντίον ἐζήτουν.
Or
.

18

.

276

Ἃ δ’ ὑπὲρ τοῦ Περικλέους ὁ Θουκυδίδης φη‐ σίν, ὅτι τῇ τελευτῇ λαμπρότερον ἔδειξεν, ὅσον ἦν αὐ‐ τὸς τοῖς πράγμασι, ταῦτ’ ἂν ἔχοι τις εἰπεῖν καὶ περὶ τοῦδε. τῶν γὰρ ἄλλων ἁπάντων τῶν αὐτῶν ὧνπερ
5καὶ πρότερον ὄντων, τῶν ἀνδρῶν, τῶν ὅπλων, τῶν ἵππων, τῶν ταξιαρχῶν, τῶν συνταγμάτων, τῶν αἰχμα‐ λώτων, τῶν χρημάτων, τῆς τροφῆς, ἐν μιᾷ τῇ περὶ τὸν βασιλεύοντα μεταβολῇ τὰ πάντα συνετρίβη.
Or
.

18

.

277

πρῶ‐ τον μὲν γὰρ οὐκ ἤνεγκαν οὓς πρότερον ἤλαυνον, ἔπειτα 〈δὲ〉 δελεασθέντες εἰρήνης ὀνόματι, τὸ γὰρ αὐτὸ προσήνεγκαν οἱ πολέμιοι μηχάνημα, πάντες ἐβόων
5δέχεσθαι καὶ στέργειν, καὶ πρῶτος ὁ βασιλεύων εἵλκετο. λαβὼν δὲ αὐτοὺς πρὸς τὴν ἡσυχίαν ὡρμηκότας ὁ Μῆ‐ δος διῆγε, διέτριβεν ἐρωτῶν, ἀποκρινόμενος, τοῦτο δεχόμενος, ἕτερον ἀναβαλλόμενος, ἐν πλήθει πρεσβειῶν ἀναλίσκων αὐτοῖς τὴν τροφήν.
Or
.

18

.

278

ὡς δὲ σίτου τε καὶ τῶν ἄλλων ἁπάντων ἐσπάνιζον καὶ ᾔτουν καὶ
πάντα δεινὴ δὴ συγχωρεῖν ἀνάγκη περιειστήκει, τότε δὴ τὸν κουφότατον ᾔτει μισθόν, πόλεις καὶ χώρας
5καὶ ἔθνη, τὰ τείχη τῆς Ῥωμαίων ἀσφαλείας. ὁ δὲ ἐπένευέ τε καὶ παντὸς ἀφίστατο καὶ δεινὸν οὐδὲν ἐδόκει.
Or
.

18

.

279

ὥστ’ ἔγωγε πολλάκις ἐθαύμασα τοῦ Μήδου, ὡς παρὸν πλείω λαβεῖν οὐκ ἠθέλησε. τίς γὰρ ἂν ἀντεῖπεν ἐπὶ τὸν Εὐφράτην προάγοντι τὴν ἐπιθυμίαν, τίς δ’ ἂν ἐπὶ τὸν Ὀρόντην, τίς δ’ ἂν ἐπὶ τὸν Κύδνον,
5τίς δ’ ἂν ἐπὶ τὸν Σαγγάριον, τίς δ’ ἂν ἐπὶ τὸν Βόσπο‐ ρον αὐτόν; ἦν γὰρ ὁ διδάξων τὸν Ῥωμαῖον πλη‐ σίον, ὡς ἀρκέσει καὶ τὸ λοιπὸν εἰς ἀρχὴν καὶ τρυφὴν καὶ μέθην καὶ λαγνείαν. ὥστ’ εἴ τις χαίρει τούτων οὐ πεπραγμένων, Πέρσαις ἴστω τὴν χάριν, οἳ πολλοστὸν
10μέρος ὧν ἐξῆν ἔχειν ἐπήγγειλαν.
Or
.

18

.

280

ὡς οὗτοί γε τὰ ὅπλα ῥίψαντες ἐκείνοις ἔχειν, ὥσπερ ἐκ ναυαγίας, γυμνοί, προσαιτοῦντες οἱ πλείους, ἐπανῄεσαν, ὁ δὲ ἀσπίδος ἥμισυ φέρων ἢ δόρατος τρίτον ἢ τῶν κνημί‐
5δων τὴν ἑτέραν ἐπ’ ὤμων Καλλίμαχος ἦν οὗτος, ἀπο‐ λογία δὲ μία πᾶσι τοῖς ἀσχημονοῦσιν ἡ τελευτὴ τοῦ ταῦτα ἂν τρέψαντος εἰς τοὺς ἐναντίους.
Or
.

18

.

281

Διὰ τί οὖν, ὦ θεοὶ καὶ δαίμονες, μὴ ταῦτα ἐκυρώσατε; διὰ τί μὴ τὸ μὲν ὑμᾶς ἐπιστάμενον γένος εὔδαιμον, τὸν δὲ τούτοις εὐδαιμονίας αἴτιον κατεστήσατε; τί μεμψάμενοι τῆς γνώμης, τί δὲ οὐκ
5ἐπαινοῦντες τῶν πεπραγμένων; οὐ βωμοὺς ἀνέστησεν; οὐ νεὼς ἐποίησεν; οὐκ ἐθεράπευσε μεγαλοπρεπῶς θεούς, ἥρωας, αἰθέρα, οὐρανόν, γῆν, θάλατταν, πηγάς, ποτα‐ μούς; οὐκ ἐπολέμησε τοῖς ὑμῖν πεπολεμηκόσιν; οὐ σωφρονέστερος μὲν Ἱππολύτου, δίκαιος δὲ κατὰ τὸν
10Ῥαδάμανθυν, συνετώτερος δὲ Θεμιστοκλέους, ἀνδρειό‐ τερος δὲ Βρασίδου; οὐ τὴν οἰκουμένην ὥσπερ λειπο‐ ψυχοῦσαν ἔρρωσεν; οὐ μισοπόνηρος, οὐ πρᾷος δικαίοις, οὐκ ἀκολάστοις ἐχθρός, οὐκ ἐπιεικέσι φίλος;
Or
.

18

.

282

ὢ στρατιᾶς μεγάλης, ὢ πολλῶν κατασκαφῶν, ὢ πολλῶν τροπαίων, ὢ τέλους τῆς διανοίας ἀναξίου. ἡμεῖς μὲν ᾠόμεθα τὴν Περσῶν ἅπασαν μέρος τῆς Ῥωμαίων ἔσε‐
5σθαι καὶ νόμοις τοῖς ἡμετέροις οἰκήσεσθαι καὶ ἀρχὰς τὰς ἐνθένδε δέξεσθαι καὶ φόρους οἴσειν καὶ γλῶτταν ἀμείψειν καὶ στολὴν μετακοσμήσειν καὶ κερεῖν κόμας
καὶ σοφιστὰς ἐν Σούσοις Περσῶν παῖδας ἐκκροτήσειν ῥήτορας, ἱερὰ δὲ τὰ παρ’ ἡμῖν τοῖς ἐκεῖθεν κοσμηθέντα
10λαφύροις διδάξειν τοὺς ἐπιγιγνομένους τὸ τῆς νίκης μέγεθος, τὸν δὲ ταῦτα εἰργασμένον ἀγωνοθετήσειν τοῖς ἐγκωμιάζουσι τὰ πεπραγμένα τοὺς μὲν θαυμά‐ ζοντα, τοὺς δὲ οὐκ ἐκβάλλοντα, καὶ τοῖς μὲν ἡδόμε‐ νον, τοῖς δὲ οὐκ ἀχθόμενον, λόγους δέ, εἴπερ ποτέ,
15ἔσεσθαι ἡδίους καὶ τοῖς ἱεροῖς ὑποχωρήσειν τοὺς τά‐ φους πάντων ἑκόντων ἐπὶ τοὺς βωμοὺς τρεχόντων καὶ τῶν πρότερον ἀνατρεπόντων αὐτῶν ἱδρυομένων καὶ τῶν τὸ αἷμα φευγόντων αὐτῶν θυόντων, τοὺς δὲ ἰδίους ἑκάστων οἴκους εἰς εὐπορίαν ἐπιδώσειν ἄλλαις
20τε ἀφορμαῖς μυρίαις καὶ σμικρότητι τῶν εἰσφορῶν, καὶ γὰρ αὖ καὶ τοῦτο λέγεται τοῖς θεοῖς ἐν μέσοις εὔξασθαι τοῖς κινδύνοις, οὕτω λυθῆναι τὸν πόλεμον, ὥστ’ αὐτῷ γενέσθαι τὴν εἰσφορὰν εἰς τἀρχαῖα πάλιν ἀπενεγκεῖν.
Or
.

18

.

283

Ταῦτα καὶ ἔτι πλείω προσδοκώμενα χορὸς
φθονερῶν ἀφείλετο δαιμόνων καὶ τὸν ἀθλητὴν ἐγγὺς ὄντα τοῦ στεφάνου κεκρυμμένον ἡμῖν ἐν σορῷ κεκό‐ μικεν. εἰκότως ἄρα διὰ πάσης γῆς καὶ θαλάττης ὁ
5θρῆνος ἦλθεν, εἰκότως οἱ μὲν ὡς ἥδιστα μετ’ ἐκεῖνον ἐτελεύτησαν, οἱ δ’ ἀλγοῦσι τῷ μὴ τεθνάναι νύκτα μὲν συνεχῆ τὰ πρὸ ἐκείνου, νύκτα δὲ τὰ μετ’ ἐκεῖνον νομίζοντες, τὸν δὲ τῆς ἐκείνου βασιλείας χρόνον ἀκτῖνα ὡς ἀληθῶς καθαράν.
Or
.

18

.

284

ὢ πόλεων, ἃς ἐποί‐ ησας ἄν, ὢ τῶν σαθρῶν, ἃς ἐπηνώρθωσας ἄν, ὢ λό‐ γων, οὓς ἦρας ἂν εἰς ἀξίωμα, ὢ τῆς ἄλλης ἀρετῆς, ὅσον ἴσχυσεν ἄν, ὢ δίκης, ἣ κατέβη μὲν ἐξ οὐρανοῦ
5πάλιν εἰς γῆν, ᾤχετο δὲ πάλιν ἐνθένδε εἰς οὐρανόν, ὢ μεταβολῆς ἀγχιστρόφου, ὢ κοινῆς εὐδαιμονίας ἀρξα‐ μένης τε ὁμοῦ καὶ πεπαυμένης. παραπλήσιον γὰρ δή τι πεπόνθαμεν, οἷον εἴ τις ἀνδρὸς διψῶντος καὶ προσ‐ άγοντος τοῖς χείλεσι φιάλην ψυχροῦ τε καὶ διαφα‐
10νοῦς ὕδατος γευσαμένου τὸ πρῶτον ἁρπάσας οἴχοιτο.
Or
.

18

.

285

ἡμᾶς δέ, εἴπερ ἐχρῆν εὐθέως στέρεσθαι, κρεῖττον ἦν μηδὲ μετασχεῖν τὴν ἀρχὴν ἢ πρὸ τοῦ κόρου στερη‐ θῆναι. νῦν δ’ οὐχ ἵνα ἀπολαύσαιμεν, ἀλλ’ ἵνα οἵων οὐκέτ’ ἀπολαύομεν εἰδότες στένοιμεν, γεύσας
5ἀφείλετο, ὥσπερ ἂν εἰ τοῖς ἀνθρώποις δείξας τὸν
ἥλιον ὁ Ζεὺς ἐπεῖχε παρ’ ἑαυτῷ μηκέτι ποιῶν ἡμέραν.
Or
.

18

.

286

Καίτοι καὶ τοῦ ἡλίου ταὐτὰ μὲν ἔτι δρῶντος, τὴν αὐτὴν δὲ ἰόντος οὐχ ὁμοία τοῖς βελτίστοις ἡ χάρις. ἡ γὰρ ἐπὶ τῷδε λύπη βαπτίζουσα μὲν τὴν ψυχήν, συν‐ θολοῦσα δὲ τὴν γνώμην ἀχλύν τινα καὶ τοῖς ὄμμασιν
5ἐπιφέρει, καὶ μικρόν τι διαφέρομεν τῶν ζώντων ἐν σκότῳ. οἷα γὰρ αὖθις ἐπεισῆλθε τῇ τοῦ βασιλέως σφαγῇ. σεμνοὶ μὲν οἱ κατὰ τῶν θεῶν δημηγοροῦντες, ἱερεῖς δὲ ἐν εὐθύναις παρανόμοις. οἷς δὲ ἐθεραπεύθη τὸ δαιμόνιον ἱεροῖς καὶ ἃ τὸ πῦρ ἔλαβε, τούτων ἡ
10τιμὴ τίθεται, μᾶλλον δὲ ὁ μὲν εὐπορῶν οἴκοθεν ἔθηκεν, ὁ δ’ οὐκ εὐπορῶν δεθεὶς τέθνηκε.
Or
.

18

.

287

νεῶν δὲ οἱ μὲν κατεσκάφησαν, οἱ δ’ ἡμιτέλεστοι γέλως ἑστᾶσι τοῖς μιαροῖς, φιλοσόφων δὲ ἀνδρῶν αἰκίζεται σώ‐ ματα, καὶ τὸ εἰληφέναι τι βασιλέως διδόντος ὄφλημα
5γέγονε καὶ πρόσεστιν αἰτία κλοπῆς καὶ δεῖ γεγυμνω‐
μένον μέσου θέρους ἐν μεσημβρίᾳ ταῖς ἀκτῖσι πιεζό‐ μενον πρὸς οἷς εἴληφεν ἃ μήτε φαίνεται λαβὼν μήτε δύναται δοῦναι, διδόναι καταναγκάζεσθαι, οὐχ ἵνα δῷ, πῶς γάρ, ἃ μὴ δυνατόν; ἀλλ’ ἵνα τῷ μὴ δύνασθαι
10στρεβλούμενος καὶ φλεγόμενος κατατείνηται.
Or
.

18

.

288

ῥη‐ τορικῆς δὲ διδάσκαλοι συζῶντες πρότερον τοῖς ἀρχὰς ἔχουσιν ἀπελαύνονται τῶν θυρῶν, ὥσπερ ἀνδροφόνοι, πλήθη δὲ νέων τὰ περὶ αὐτοὺς πρότερον ταῦτα ὁρῶν‐
5τες φυγόντες ὡς ἀσθενεῖς τοὺς λόγους ἄλλην ἰσχὺν ζητοῦσι. βουλευταὶ δὲ τὴν δικαιοτάτην θεραπείαν ὑπὲρ τῶν πατρίδων ἀποδράντες τὴν ἄδικον ἐλευθερίαν. ἐδίωξαν, ὁ δὲ ἐπισχήσων τὸν πλημμελοῦντα οὐκ ἔστι,
Or
.

18

.

289

πάντα δὲ μεστὰ πρατήρων, ἤπειροι, νῆσοι, κῶμαι πόλεις, ἀγοραί, λιμένες, στενωποί· πωλεῖται δὲ οἰκία καὶ ἀνδράποδα καὶ τροφεὺς καὶ τροφὸς καὶ παιδαγω‐ γὸς καὶ προγόνων τάφοι, πανταχοῦ δὲ πενία καὶ
5πτωχεία καὶ δάκρυα καὶ τοῖς γεωργοῖς ἄμεινον εἶναι δοκεῖ προσαιτεῖν ἢ γεωργεῖν, ὁ δὲ τήμερον δοῦναι δυνάμενος αὔριον χρήζει τοῦ δώσοντος.
Or
.

18

.

290

Σκύθαι δὲ καὶ Σαυρομάται καὶ Κελτοὶ καὶ πᾶν ὅσον βάρβα‐ ρον ἠγάπα ζῆν ἐν σπονδαῖς, αὖθις τὰ ξίφη θήξαν‐ τες ἐπιστρατεύουσι, διαπλέουσιν, ἀπειλοῦσι, δρῶσι,
5διώκοντες αἱροῦσι, διωκόμενοι κρατοῦσιν, ὥσπερ οἰκέ‐ ται πονηροὶ δεσπότου τετελευτηκότος ὀρφανοῖς ἐπανι‐ στάμενοι.
Or
.

18

.

291

Ἐπὶ τούτοις τίς οὐκ ἂν νοῦν ἔχων ἐκτείνας ἑαυτὸν ἐπὶ γῆς καὶ καταχεάμενος τέφραν καὶ τίλλων νέος μὲν ἴουλον, γέρων δὲ πολιὰς αὑτόν τε καὶ τὴν οἰκουμένην, εἰ δεῖ δὴ τοῦτ’ ἔτι προσειπεῖν αὐτήν, πεν‐
5θήσειεν;
Or
.

18

.

292

ἡ μέν γε Γῆ καλῶς τε ᾔσθετο τοῦ πάθους καὶ προσηκούσῃ κουρᾷ τὸν ἄνδρα ἐτίμησεν ἀποσεισα‐ μένη, καθάπερ ἵππος ἀναβάτην, πόλεις τόσας καὶ τό‐ σας, ἐν Παλαιστίνῃ πολλάς, τὰς Λιβύων ἁπάσας.
5κεῖνται μὲν αἱ μέγισται Σικελίας, κεῖνται δὲ Ἑλλήνων πλὴν μιᾶς αἱ πᾶσαι, κεῖται δὲ ἡ καλὴ Νίκαια, σείεται δὲ ἡ κάλλει μεγίστη καὶ θαρρεῖν περὶ τοῦ μέλλοντος οὐκ ἔχει·
Or
.

18

.

293

ταῦτα αὐτῷ παρὰ τῆς Γῆς ἢ εἰ βούλει
γε, τοῦ Ποσειδῶνος, παρὰ δὲ αὖ τῶν Ὡρῶν λιμοὶ καὶ λοιμοὶ φθείροντες ὁμοίως ἀνθρώπους τε καὶ βοσκή‐ ματα, ὡς οὐκ ὂν θέμις ἐκείνου μεθεστηκότος εὐθενεῖν
5τὰ περὶ γῆν.
Or
.

18

.

294

Τί οὖν θαυμαστόν, εἴ τις τούτων ὄντων τοι‐ ούτων, ὥσπερ ἐγώ, ζημίαν ἡγεῖται τὸ μήπω τεθνάναι. καίτοι ἔγωγε τοὺς θεοὺς ἠξίουν οὐ ταύτῃ γεραίρειν τὸν θαυμαστὸν ἐκεῖνον, ἀλλὰ παίδων γενέσει καὶ γήρᾳ
5βαθεῖ καὶ μήκει βασιλείας.
Or
.

18

.

295

ἀλλὰ Λυδῶν μὲν βασιλεῖς, ὦ Ζεῦ, σπέρμα Γύγου τὴν χεῖρα οὐ κα‐ θαροῦ, ὁ μὲν εἰς ἔτη προῆλθεν ἐννέα καὶ τριάκοντα, ὁ δὲ εἰς ἑπτὰ καὶ πεντήκοντα καὶ αὐτὸς δὲ ἐκεῖνος ὁ
5δυσσεβὴς δορυφόρος εἰς δυοῖν δέοντα τετταράκοντα, τούτῳ δὲ τρίτου προσάψασθαι μόνον ἐπὶ τοῦ μείζονος θρόνου δέδωκας, ὃν ἔδει πλείονος, εἰ δὲ μή, μήτοι γε ἐλάττονος ἢ Κῦρον τὸν μέγαν ἀξιῶσαι χρόνου τὰ πα‐ τέρων καὶ αὐτὸν πρὸς τοὺς ἀρχομένους τετηρηκότα.
Or
.

18

.

296

Ἀλλὰ γὰρ ἐννοήσας τὴν ἐπιτίμησιν ᾗ τῶν ἐν τῇ σκηνῇ δακρυόντων καθήψατο, καὶ νῦν αὐτὸν ἡγοῦ‐ μαι τὴν ἐν τῷ θρήνῳ μερίδα τοῦ λόγου μέμψασθαι,
καί μοι δοκεῖ κἂν δεῦρο εἰσελθών, εἴπερ ἐνῆν, τοι‐
5ούτοις ἂν πρὸς ἡμᾶς χρήσασθαι λόγοις, ὅτι τὴν ἐμὴν ὑμεῖς ὀδυρόμενοι πληγὴν καὶ τὸν ἐν τῇ νεότητι θάνατον, εἰ μὲν τὸ συνεῖναι θεοῖς χεῖρον ἡγεῖ‐ σθε τοῦ τοῖς ἀνθρώποις, οὐκ εὖ φρονεῖτε. εἰ δ’ οὐκ οἴεσθέ μοι ταύτης μεταδεδόσθαι τῆς
10χώρας, πᾶν τοὐμὸν ἀγνοεῖτε καὶ πρᾶγμα πε‐ πόνθατε ἀτοπώτατον τοῦτον ἥκιστα εἰδότες, ὃν σφόδρα εἰδέναι πέπεισθε.
Or
.

18

.

297

ἔτι τοίνυν μηδὲ τὸ ἐν πολέμῳ καὶ διὰ σιδήρου δεινὸν ὑμῖν δοκείτω. οὕτως ἀπῆλθε Λεωνίδας, οὕτως Ἐπα‐ μινώνδας, οὕτω Σαρπηδών, οὕτω Μέμνων, οἱ
5τῶν θεῶν. εἰ δ’ ὁ χρόνος τῇ βραχύτητι λυπε, φερέτω παραμυθίαν ὑμῖν Ἀλέξανδρος ὁ Διός.
Or
.

18

.

298

Ταυτὶ μὲν ἐκεῖνος ἄν, ἐγὼ δὲ τούτοις ἔχοιμ’ ἄν τινα προσθεῖναι, ἓν μὲν πρῶτον καὶ μέγιστον, ὅτι τὰ μὲν τῶν Μοιρῶν ἀνίκητα, Μοῖρα δὲ ἴσως ἐπέχει
τὴν Ῥωμαίων, ὁποία ποτὲ τὴν Αἴγυπτον. καὶ ἐπειδὴ
5κακῶς μὲν ἔδει ταύτῃ γενέσθαι, ζῶν δὲ ἐκεῖνος ἐκώ‐ λυεν εὐδαιμονίαν εἰσάγων, ὑπεχώρησε τῇ φορᾷ τῶν χειρόνων, ὅπως μὴ εὖ πράττοιεν οὓς ἐχρῆν κακῶς.
Or
.

18

.

299

δεύτερον ἕτερον λογιζώμεθα πρὸς ἡμᾶς αὐτούς, ὡς εἰ καὶ νέος ἀπῆλθεν, ἀλλὰ πᾶν γῆρας βασιλέων νικήσας ταῖς πράξεσι. τίνος γὰρ οὕτω πολλὰ καὶ με‐ γάλα μνημονεύει τις τριπλάσιον βεβιωκότος χρόνον;
5δεῖ τοίνυν ἀντ’ ἐκείνου τὴν ἐκείνου δόξαν ἔχοντας φέρειν καὶ μὴ διὰ τὴν τελευτὴν μᾶλλον ἀλγεῖν ἢ διὰ τὰ πρὸ ταύτης [μᾶλλον] εὐφραίνεσθαι.
Or
.

18

.

300

οὗτός ἐστιν ὁ τῆς Ῥωμαίων γῆς ἔξω τε ὢν ὁμοῦ καὶ κρατῶν καὶ τὸ μὲν σῶμα ἔχων ἐν τῇ πολεμίᾳ, τὴν δ’ οἰκείαν ὑπὸ τῇ βασιλείᾳ καὶ ταὐτὸν δυνηθεὶς πρός γε τὸ πάντα
5ἡσυχάζειν ἀπών τε ὁμοίως καὶ παρών. οὔτε γὰρ βάρ‐ βαρος ὅπλων ἥψατο παρὰ τὰς συνθήκας οὔτ’ ἔνδοθεν ἀνεφύη θόρυβος οὐδὲ εἷς, οἷα πολλὰ καὶ βασιλέων ἐφεστηκότων ἐτολμήθη πολλάκις. καίτοι τοῦτο εἴτε
φίλτρον εἴτε φόβος ἐποίει, μᾶλλον δὲ εἰ φόβος μὲν
10ἐπεῖχε τοὺς βαρβάρους, φίλτρον δὲ τοὺς ὑπηκόους, πῶς οὐκ ἄξιον ἑκάτερον θαυμάσαι, καὶ τὸ τοῖς ἐναν‐ τίοις δέος ἐμβαλεῖν καὶ τὸ τοῖς οἰκείοις εὔνοιαν ἐνθεῖναι ἢ εἰ βούλει γε, ἀμφοτέροις ἀμφότερα;
Or
.

18

.

301

οὐκοῦν καὶ τοῦτο τῆς λύπης ἡμῖν ἀφαιρείτω καὶ πρὸς τούτῳ γ’ ἐκεῖνο τὸ μηδένα τῶν ἀρχομένων ἔχειν ποτὲ πρὸς αὑτὸν εἰπεῖν, ὡς ἄρα οὐχ ὑπὸ κρείττονος ἄρχοιτο. τίς γὰρ ἐκείνου δικαιότερος βασιλεύειν,
5εἰ τὸν καὶ τῷ φρονεῖν καὶ τῷ δύνασθαι λέγειν καὶ ταῖς ἄλλαις ἀρεταῖς διαφέροντα τῶν ἄλλων τοῖς ἧττον ἀγαθοῖς ἐπιστατεῖν ἄξιον;
Or
.

18

.

302

αὐτὸν μὲν οὐκ ἂν ἴδοιμεν, τοὺς δὲ ἐκείνου λόγους ἔστιν ἰδεῖν τοὺς πολ‐ λοὺς καὶ πάντας σὺν τέχνῃ. καίτοι τῶν ἐν τῷ γρά‐ φειν καταγεγηρακότων οἱ πολλοὶ πλείους ἔφυγον λόγων
5ὁδοὺς ἢ ὅσας ἐλθεῖν ἐθάρρησαν, ὥστε μὴ εἶναι πλείω φιλοτιμίαν αὐτοῖς ἐκ τῶν πεποιημένων ἢ ψόγον ἐκ τῶν μὴ γεγραμμένων, ὁ δὲ πολεμῶν τε ὁμοῦ καὶ πλάττων λόγους πάσας μορφὰς καταλέλοιπεν ἁπάσαις μὲν ἅπαντας νικῶν, τὰ δ’ αὑτοῦ τῇ τῶν ἐπιστολῶν.
Or
.

18

.

303

ταῦτα ἐγὼ λαμβάνων παραμυθίαν πορίζομαι, διὰ
τούτων ὑμεῖς τῶν ἐκγόνων τὴν λύπην οἴσετε. παῖδας τούτους ἐκεῖνος ἀθανάτους καταλέλοιπεν, οὓς οὐκ ἂν ὁ χρόνος δύναιτο μετὰ τῶν ἐν ταῖς σανίσιν ἐξαλεῖψαι
5χρωμάτων.
Or
.

18

.

304

Ἐπεὶ δὲ εἰκόνων ἐμνήσθην, πολλαὶ πόλεις ἐκεῖνον τοῖς τῶν θεῶν παραστήσαντες ἕδεσιν ὡς τοὺς θεοὺς τιμῶσι, καί τις ἤδη καὶ παρ’ ἐκείνου δι’ εὐχῆς ᾔτησέ τι τῶν ἀγαθῶν καὶ οὐκ ἠτύχησεν. οὕτως ἀτε‐
5χνῶς παρ’ ἐκείνους τε ἀναβέβηκε καὶ τῆς τῶν κρειτ‐ τόνων δυνάμεως παρ’ αὐτῶν ἐκείνων μετείληφε. βέλτιστοι δὲ ἄρα ἦσαν οἱ καὶ τὸν πρῶτον ἄγγελον τῆς τελευτῆς μικροῦ καταλεύσαντες, ὡς θεοῦ κατα‐ ψευδόμενον.
Or
.

18

.

305

παραμυθοῦνται δέ με καὶ Πέρσαι γραφαῖς αὐτοῦ δηλοῦντες τὴν προσβολήν. λέγονται γὰρ αὐτὸν εἰκάσαντες κεραυνοῦ πυρὶ γράψαντες κε‐ ραυνὸν προσπαραγράψαι τοὔνομα δεικνύντες, ὡς μείζω
5φύσεως ἀνθρωπίνης ἀφῆκεν εἰς αὐτοὺς κακά.
Or
.

18

.

306

τοῦ‐ τον ἐδέξατο μὲν τὸ πρὸ Ταρσῶν τῆς Κιλικίας χωρίον,
εἶχε δ’ ἂν δικαιότερον τὸ τῆς Ἀκαδημίας πλησίον τοῦ Πλάτωνος, ὥστ’ αὐτῷ παρὰ τῶν ἀεὶ νέων τε καὶ δι‐
5δασκάλων ἃ καὶ τῷ Πλάτωνι τελεῖσθαι. τούτῳ 〈δεῖ〉 ποιεῖν σκόλια, τούτῳ παιᾶνας, τούτῳ πᾶν εἶδος ἐγκω‐ μίων, τοῦτον σύμμαχον ἐπὶ βαρβάρους ἀρχομένους πολέ‐ μων καλεῖν, ὃς ἔχων τὸ μέλλον ἅπαν ἐκ μαντικῆς ἑλεῖν τὸ μὲν εἰ κακώσει Πέρσας, ᾠήθη δεῖν προμαθεῖν, τὸ δ’
10εἰ σῶς ἐπάνεισιν, οὐκ ἠξίωσεν ἔργῳ δείξας, ὅτι δόξης ἦν, οὐ ζωῆς ἐπιθυμητής.
Or
.

18

.

307

βασιλεύεσθαι μὲν οὖν ὑπὸ τοιαύτης ἀρετῆς πάντων εὐδαιμονέστατον, ἐστε‐ ρημένους δὲ φάρμακον δεῖ ποιεῖσθαι τῆς λύπης τὸ ’κείνου κλέος, ὃν καὶ μετὰ θεῶν ὀμνύναι τοῦ σήματος
5ἁπτομένους μᾶλλον εὔλογον ἤ τισι τῶν βαρβάρων τοὺς παρ’ αὐτοῖς δικαιοτάτους.
Or
.

18

.

308

Ὦ δαιμόνων μὲν τρόφιμε, δαιμόνων δὲ μα‐ θητά, δαιμόνων δὲ πάρεδρε, ὦ μικρὸν μὲν τῆς γῆς μέρος κατέχων διὰ τοῦ τάφου, πᾶσαν δὲ τῷ θαύματι τὴν οἰκουμένην, ὦ νενικηκὼς μάχαις μὲν τοὺς
5ἀλλοφύλους, ἀμαχεὶ δὲ τοὺς ὁμοφύλους, ὦ πατράσι
μὲν παίδων, παισὶ δὲ πατέρων, ἀδελφοῖς δὲ ἀδελφῶν ποθεινότερε, ὦ μεγάλα μὲν δράσας, μείζω δὲ μέλλων, ὦ θεῶν μὲν ἐπίκουρε, θεῶν δὲ ὁμιλητά, ὦ πάσας μὲν ἡδονὰς καταπατήσας πλὴν ὅσαι λόγων, ταυτί σοι παρὰ
10τῶν ἡμετέρων λόγων τῶν μικρῶν, οὓς αὐτὸς ἦγες
μεγάλους.
Or
.

19

t

ΠΡΟΣ ΘΕΟΔΟΣΙΟΝ ΤΟΝ ΒΑΣΙΛΕΑ ΠΕΡΙ ΤΗΣ ΣΤΑΣΕΩΣ.
Or
.

19

.

1

Ἠτύχηκε μὲν ἡμῖν ἡ πόλις, ὦ βασιλεῦ, τοιού‐ των ἐν αὐτῇ πρὸς τὸν ἐραστὴν τὸν ἑαυτῆς γεγενημένων, αἰσχύνεται δὲ ὡς ἠδικηκυῖα καὶ τούτῳ κεκώλυται πέμψαι πρὸς σὲ πρεσβείαν τὴν ὑπὲρ τῶν συμβάντων
5καὶ λόγῳ χρησομένην καὶ ἔργῳ δεησομένην.
Or
.

19

.

2

ἐγὼ δὲ ἐμαυτὸν χειροτονήσας ἥκω μέγα μὲν ποιούμενος, εἰ ὁπόσον εὔχομαι, δυνηθείην, οὐ μικρὸν δὲ καὶ αὐτὸν τὸν ὑπὲρ τῆς οἰκείας πόνον, κἂν ἀτυχῆσαι τοῦ
5τέλους γένηται. κριθήσεσθαι γὰρ ἡγοῦμαι τῇ γνώμῃ μᾶλλον ἢ τοῖς οὐχ ὑπάρξασι τοῦ δοῦναι κυρίοις.
Or
.

19

.

3

τὸ μὲν οὖν γῆρας οἴκοι μοι παρῄνει καθῆσθαι καὶ πολλοὶ τῶν τε οἰκείων καὶ τῶν ἐπιτηδείων, ὧν ἦν ἀκούειν, ὡς οὐκ ἀσφαλὲς εἴη λέγειν ὑπὲρ τοιούτων πρὸς ὠρ‐
5γισμένον βασιλέα, ἐγὼ δὲ τὸ μὲν μηδὲν ἐκ τῶν λεγο‐ μένων ἔσεσθαί μοι δυσχερὲς ἀπὸ τῆς σῆς φύσεως εἶχον καὶ τρόπου, γῆρας δὲ θεῶν βουλομένων καὶ πρὸς δὶς τοσαύτης ὁδοῦ μῆκος ἀρκέσειν ἐπεπείσμην, καὶ ὡς ὀρθῶς, αὐτὸ τὸ πρᾶγμα δηλοῖ.
Or
.

19

.

4

ὁ γὰρ οὐκ ἂν τὸν πρῶτον σταθμὸν ἐλπισθεὶς διαβῆναι διά τε πολλῶν οὕτως ἀφῖγμαι καὶ διέβην Βόσπορον ἔν τε τοῖς βασιλείοις εἰμὶ καὶ τοῖς περὶ τῆς πόλεως λόγοις.
5ὧν οὖν συλλαμβανόντων ἐνήνοχα τὴν ὁδὸν καὶ οὐκ ἀπεῖπον, τούτους καὶ πρὸς τὴν ὅλην σπουδὴν ἕξειν
ἡγοῦμαι συμμάχους.
Or
.

19

.

5

Ἤδη μὲν οὖν τινος ἤκουσα ζηλοῦντος τὴν ἡμε‐ τέραν πόλιν ὑδάτων τε εἵνεκα καὶ πνευμάτων καὶ μεγέθους καὶ κάλλους 〈καὶ〉 τῶν ἐνοικούντων καὶ τοῦ λόγους ἐν αὐτῇ καὶ δίδοσθαι καὶ λαμβάνεσθαι
5καὶ εἶναι τούς τε παιδεύεσθαι βουλομένους τούς τε παιδεύειν δυναμένους.
Or
.

19

.

6

ἐγὼ δὲ οὐκ εἰς εὐδαίμονας αὐτὴν μᾶλλον ἂν θείην ἢ τοὐναντίον λογιζόμενος σεισμούς τε καὶ τὰ ἀπ’ αὐτῶν πτώματα καὶ Περσῶν ἐπιστρατείας καὶ πορθήσεις καὶ κατασκαφὰς καὶ πῦρ
5καὶ τά, ὡς ἐγὼ φαίην ἄν, δυστυχίας μείζονος, θυμόν τε κατ’ ἀρχόντων ἄδικον καὶ ἐν ἕλξεσι ταῖς ἀπὸ τῶν ποδῶν θανάτους, ἃ παρ’ ἄλλων ἐν ὀνείδεσιν ἀκηκόαμεν πολλάκις· ἃ γὰρ ἠτύχηκε, καὶ ἐγκέκληται.
Or
.

19

.

7

καίτοι ποῦ δίκαιον τοῦτό γε; τοῦ αὐτοῦ δὴ καὶ τὸ νῦν εἶναι χρὴ νομίζειν δαίμονος προσλαβόντος καὶ τὴν ὑβρισμέ‐
νην Νέμεσιν. ἡ δ’ ὕβρις μηκέτ’ εἶναι τὸ ἕδος. καὶ
5τοῦτ’ ἀπεδείχθη τοῖς ἐξ ἱεροῦ Νεμέσεως ἑτέρου γεγε‐ νημένοις.
Or
.

19

.

8

Καὶ ὡς μὲν οὐ δεινὰ τὰ περὶ τὰς ὑμετέρας εἰ‐ κόνας, τίς ἂν ἀντείποι; τίς δ’ οὐκ ἂν σκοτεινὴν ἐκεί‐ νην προσείποι τὴν ἡμέραν; ἦν δέ, ὦ βασιλεῦ, μαινο‐ μένης πόλεως, τὸ δ’ ἐκβάλλον τοῦ φρονεῖν ἦν τι
5ἰσχυρότερον, ὥστ’ εἰ καὶ συγχωρῆσαι δεῖ τῆς πόλεως ἁπάσης εἶναι τὸ ἀδίκημα, τὴν ἀπολογίαν ἐκ τοῦ κι‐ νοῦντος ἔχει. ἃ γὰρ οὐκ ἂν ἔδρασε φρονοῦσα, ταῦτα ἐτόλμα παραφρονοῦσα.
Or
.

19

.

9

τὸν δὲ τοῦτο πεπονθότα ἄνθρωπον οὐ κολάζειν νόμος, ἀλλ’ ἐλεεῖν καὶ πειρᾶ‐ σθαι τέχνῃ τῇ τῶν ἰατρῶν ἐπανορθοῦν. οὐδεὶς δὲ τύπτει τὸν μαινόμενον οὐδὲ ἔγκλημα νόσου ποιού‐
5μενος τὴν νόσον κακηγορεῖ. νοσοῦσι καὶ πόλεις, ὦ βασιλεῦ, τὰ δὲ νοσήματα τούτων ταραχαί, θόρυβος, ὀργῆς ἡττηθῆναι, τὰ τῶν ἡττημένων ἁμαρτεῖν, τὰ νόμῳ κεκωλυμένα πρᾶξαι.
Or
.

19

.

10

τουτὶ γὰρ αἱ στάσεις, ἐν αἷς ἄλλα τε πολλὰ δεινὰ καὶ σφαγαὶ οὐ πολιτῶν μόνον, ἀλλ’ ἤδη καὶ συγγενῶν τῆς ἐκ τοῦ θυμοῦ βίας
νικώσης τὰ παρὰ τῆς φύσεως. καὶ τουτὶ τὸ κακὸν
5ἔλθοι μὲν ἄν ποτε καὶ ἐπὶ σμικρὰν πόλιν, αἷς δέ ἐστι μεγέθη, πολὺ τοῦτο ἐν ταύταις.
Or
.

19

.

11

κἂν ἐξετάζῃς τῆς Ῥωμαίων βασιλείας τὸν χρόνον, καὶ στάσεις ἐν ταῖς τηλικαύταις εὑρήσεις· ἃς οἱ μὲν ἄμεινον τῶν βασιλέων φρονοῦντες συγγνώμης ἠξίωσαν, παρ’ ἐνίων δὲ οὐκ
5εὖ βεβουλευμένων ἦλθον ἐπ’ αὐτὰς ζημίαι ζημιοῦσαι καὶ αὐτοὺς τοὺς ζημιοῦντας. πρὸς γὰρ τῷ τὰ αὑτῶν ἀσθενέστερα ποιεῖν οὐδ’ εἰδέναι θεοῖς ἀκολουθεῖν ὡμο‐ λόγουν.
Or
.

19

.

12

τίνα γὰρ δὴ τὰ τῶν θεῶν; συγγνώμη τοῖς καθ’ ἡμέραν ῥήματα ἐπ’ αὐτοὺς ἀφιεῖσιν, ὅταν τι παρὰ τῶν πραγμάτων λυπῶνται. καίτοι πολ‐ λάκις αὐτοὶ σφᾶς αὐτοὺς ἀπολλύουσιν, ἀλλ’ ὅμως συ‐
5κοφαντοῦσιν, οἱ δὲ ἀνέχονται. καὶ διὰ τοῦτο πολὺ τὸ τῶν ἀνθρώπων γένος, εἰ δ’ εἵποντο πᾶσιν ἁμαρτήμασι δίκαι, σφόδρα ἂν ὀλίγον ἦν τὸ σωζόμενον. ὅστις οὖν ἐοικέναι βούλεται θεοῖς, ἀφιεὶς τιμωρίας χαιρέτω μᾶλ‐ λον ἢ λαμβάνων.
Or
.

19

.

13

ᾧ μεγίστῳ καὶ τοὺς Ἕλληνας εὑρίσκω τῶν βαρβάρων διαφέροντας. οἱ μέν γε ἐγγύς
εἰσι τῶν θηρίων ἀτιμάζοντες ἔλεον, οἱ δὲ ὀξεῖς τε ἐλεεῖν καὶ ὀργῆς περιόντες. οὕτω Λακεδαιμόνιοι μὲν
5ἐξὸν Ἀθήνας ἀνελεῖν ἐφείσαντο, οἱ δὲ πρὸς τὸν Μῆδον τῶν Ἑλλήνων πολεμήσαντες τῶν μετ’ ἐκείνου στάντων καὶ ταῦτα ἀνάγκην οὐ μικρὰν εἰς τὴν δίκην ἔχοντες τὰ δεδογμένα περὶ αὐτῶν. ἦν δ’ ἂν καὶ Ἀλέξανδρος ὁ Μακεδὼν βελτίων οὐ κατασκάψας Θήβας. οὐ γὰρ
10ἂν ἀπήντα τοῦτο τοῖς ὑπὲρ αὐτοῦ λόγοις, ἀλλ’ ἦν ἂν πρῶτον ἐν τοῖς ὑπὲρ αὐτοῦ λόγοις.
Or
.

19

.

14

Δεινὰ τὰ γενόμενα. τὰ δ’ ἐν Ἀλεξανδρείᾳ μέτρια τὰ πολλὰ καὶ πυκνά; οἷς τὸ θέατρον τοῦ πρὸς τοὺς ἄρχοντας αὐτῶν πολέμου χωρίον. ἐν δ’ αὖ τοῖς πρὸς ἐκείνους πολέμοις καὶ ὑμῖν τοῖς τὰ σκῆπτρα
5ἔχουσι πολεμοῦσι ῥῆμα οὐδὲν ὀκνοῦντες, οἳ καὶ τοὺς τῶν βασιλέων τῶν περὶ τὴν ἑσπέραν φονέας καὶ τὰ ἐκείνων ἔχοντας πάντων ἀκουόντων ἐκάλουν ἐπὶ τὴν
Αἴγυπτον. ἀλλ’ ὅμως ἔστι τε ἡ πόλις καὶ μένει. καὶ δέδοται τῇ φύσει τῶν πόλεων τὰ τοιαῦτα πλημμελεῖν
10καὶ οὐ τὸ ἁμαρτάνειν θαυμάζομεν, ἀλλὰ τὸ μή. οὕτως εἰ καὶ μὴ γράμμασιν, ἀλλ’ ἔργῳ τοῦτον τεθείκατε τὸν νόμον, συγγνώμην ἔχειν πόλεων ἀνοίᾳ.
Or
.

19

.

15

τοῦτο δὲ ἄρα εἶδε καλῶς καὶ τοῖν ἀδελφοῖν τοῖν Παιόνοιν ὁ νεώτερος. τὴν γὰρ αὖ μεγάλην πόλιν ἡδέως ὑπο‐ δεξαμένην τυράννου θράσος καὶ τὰ μὲν εἰποῦσαν, τὰ
5δὲ καὶ πράξασαν, ἐν οἷς ἀμφοτέροις ταῖς εἰς ἐκεῖνον ὕβρεσιν ἐχαρίζετο τῷ τυράννῳ, τοῦτον τοίνυν ἐκεῖνος καθελὼν ἥξειν τε ἐλπιζόμενος ἐπί τε τὸ σῶμα καὶ τὸ πλήρωμα τῆς πόλεως τοῦτο μὲν οὐδὲ ἐνενόησεν, ἐκά‐ θητο δὲ ἀναμένων, ὅστις αὐτὴν ἐξαιτήσεται, καὶ φα‐
10νέντος τὸν μὲν ἐπῄνεσε, τὴν δὲ οὐκ ἐκόλασε.
Or
.

19

.

16

λε‐ γέσθω δή τι καὶ περὶ σοῦ τοιοῦτον, ἄλλως θ’ ὅτε σοι καὶ δόξα πλείων ἐντεῦθεν ἢ παρὰ τῶν ἐν ὅπλοις κατ‐
ωρθωμένων, ἅ σε δεσπότην καὶ Σκυθῶν ἐποίησε
5δούλων εὔνων. τὸ δὲ ἐκείνους οὕτως ἔχειν ἐκ τῶν σῶν εἰς ἐκείνους. ἀντὶ γὰρ τοῦ κακοῦν, ῥᾴδιον δέ, οἶμαι, παντί, τοὺς ἀρχομένους ὅπως ἀδεεῖς ἔσονται, ποιεῖς. ἐντεῦθεν ἔστιν ἀκούειν ὁριζόντων τῶν μέν, ὡς πολεμικώτερος εἴης μᾶλλον ἢ φιλανθρωπότερος,
10τῶν δέ, ὡς φιλανθρωπότερος μᾶλλον ἢ πολεμικώτερος.
Or
.

19

.

17

ὁ δὲ ἔπαινος πολλῷ λαμπρότερος ὁ τὴν φιλαν‐ θρωπίαν ἔχων, αὐτοῦ γάρ τινός ἐστι καθαρῶς, βασι‐ λέως δὲ πολεμίων κεκρατηκότος τὸ μέν τι γίγνεται τοῦ στρατηγοῦ, τὸ δὲ τῶν στρατιωτῶν, τὸ δὲ τῶν
5ὅπλων, τὸ δὲ τῶν ἵππων, τὸ δὲ τῶν ἱππέων, τὸ δὲ τῶν νεῶν, εἰ δὴ διὰ τούτων μάχοιντο.
Or
.

19

.

18

Μὴ τοίνυν, ὦ βασιλεῦ, δόξαν οὕτω καλὴν ἀνέλῃς, ἀλλ’ ἐνθυμοῦ μέν, ὡς ἐοικέναι δεῖ πατρὶ τὸν
βασιλέα, πατέρων δ’ ἐστὶ τὸ πρᾴως φέρειν προπετείας υἱέων. πολλὰ μὲν οὖν ἔστιν ἐγκώμια κατὰ σοῦ λέγειν,
5πλεῖστον δ’ ἀληθείας ἐν τῷ τῆς ἡμερότητος ἔνεστιν. ὥστ’ εἰ καὶ πάντες ἦσαν ἀπηνεῖς καὶ χαλεποί, σὲ τοῦτο φυλάττειν ἐχρῆν.
Or
.

19

.

19

νῦν δ’ ὁρᾶν ἔξεστι καὶ τὸν Ἰουλιανὸν ἐντεῦθεν εὐδοκιμεῖν ἐσπουδακότα τόν τε ἀντιθέντα τῇ Ῥωμαίων πόλει τὴν νέαν ὁμώνυμον ἔστιν οὗ τοῦτο ἐπιδεδειγμένον. τοῦ Ῥωμαίων γάρ
5ποτε δήμου βοαῖς αὐτὸν ἀσελγεστέραις βεβληκότος τί χρὴ ποιεῖν, ἐρόμενος τοὺς ἀδελφοὺς καὶ τοῦ μὲν εἰ‐ πόντος δεῖν πέμπειν ἐπ’ αὐτοὺς δύναμιν καὶ κατακό‐ πτειν, ἡγήσεσθαι δὲ αὐτός, τοῦ δέ, ὅτι βασιλικὸν εἴη
τὸ μηδὲ εἰδέναι τά γε τοιαῦτα, τὸν μὲν ἃ δεῖ παρ‐
10αινεῖν, τὸν δὲ πικρὸν ἐκεῖνον ἥκιστα βασιλεῖ συμφέρειν εἰπών, τοὺς δὲ κρατοῦντας πρέπειν ἀνέχεσθαι τῶν τοιούτων σκιρτημάτων, τὸν μὲν ἐποίησε μέγαν τῇ δόξῃ, τὸν δὲ συστείλας ἀπέπεμψεν, εὔνουν δ’ ἑαυτῷ τὴν Ῥώμην ἐποίησε νομοθετήσας γέλωτος ἀφορμὴν
15τοὺς βασιλέας τὰ τοιαῦτα ποιεῖσθαι.
Or
.

19

.

20

Ἀλλ’ ὅμως σοί γε οὐκ ἴσος ἐκεῖνος εἰς φιλαν‐ θρωπίας λόγον, 〈ὃσ〉 πρὸς μὲν τὰ τοιαῦτα πρᾴως εἶχε, χαλεπώτατος δὲ ἦν τοῖς ὀρεγομένοις βασιλείας καὶ τὰ τοιαῦτα ἐπιβουλεύουσι καὶ οὐ τούτοις δὲ μόνοις,
5ἀλλὰ καὶ ὅσοι μάντεσιν ὑπὲρ τοῦ ποῖ χωρήσει τὰ ἐκεί‐ νου διελέγοντο, καὶ οὐδεμία τέχνη τόν γε τοιοῦτον ἐξείλετ’ ἂν τοῦ πυρός.
Or
.

19

.

21

σὺ δέ γε ποῖός τις ἐν
τοιούτοις, τίς μὲν Ῥωμαίων, τίς δὲ βαρβάρων οὐκ οἶδεν; ὑπὸ μὲν γὰρ ὁμοίων ἐγκλημάτων ᾔεσάν τινες ἀποθανούμενοι καὶ ἡ ψῆφος εἶχε θάνατον, ἡ δὲ λύουσα
5φωνὴ τὴν ψῆφον λαβοῦσα τὴν ἀρχὴν ἐκ τῶν βασι‐ λείων ἐχώρει διὰ τῆς πόλεως ἀπάγουσα τῶν αὐχένων τὰ ξίφη, καὶ νῦν ζῶσιν ἐν χωρίοις παρέχουσιν ἡδονὰς ἐπ’ ἐλέγχοις ἀπαιτοῦσι θάνατον.
Or
.

19

.

22

ἀπολέλαυκέ σου τῆς φιλανθρωπίας, ὦ βασιλεῦ, καὶ ἡ πολλαῖς καθ’ ἑκάστην ἡμέραν τιμωμένη δαπάναις, δι’ ὧν ἀεὶ μείζων τε καὶ καλλίων γίγνεται. οἱ τοίνυν Σκύθην τινὰ
5στρατιώτην αἰτιαθέντα τι ἐπὶ μὲν δικαστήριον οὐκ ἀγαγόντες, ἐπὶ δὲ τὴν θάλατταν μετὰ τὴν ἐν τῇ γῇ σφαγὴν προσαποστεροῦντες καὶ ταφῆς ἐλύπησαν μὲν οἷς ἐτόλμησαν κινοῦντες τὸ Σκυθικόν, ἔδεισαν δὲ τὴν ὀργὴν καὶ οὐδὲ ὅλην ἡμέραν, ἀλλ’ ἐλπίσαντες
10πεινήσειν ἦσαν ἐν ἄρτῳ πάλιν παρὰ τῶν διαλλαγῶν.
Or
.

19

.

23

Ἢ οὖν ἕτερόν σε δεῖ γενέσθαι σήμερον καὶ
ἄνω ποταμῶν πορευθῆναι τὸ πρᾶγμα ἢ ἕως ἂν ἐκεῖνος ᾖς, μηδὲ νῦν ἐπὶ δίκην ἐλθεῖν. τί γὰρ δὴ καὶ νεανι‐ κὸν πόλιν ὑπήκοον ποιῆσαι κακῶς; οὐδὲ γὰρ τοῖς
5ποιμέσι θύειν ὁπόσα βούλοιντο τῶν προβάτων, οὐδὲ τοῖς βουκόλοις τῶν βοῶν οὐδὲ τοῖς αἰπόλοις τῶν αἰγῶν, ἀλλὰ τὸ μὲν ὑπὲρ αὐτῶν μάχεσθαι τοῖς ἐπιοῦσι τῶν θηρίων καὶ κρατεῖν καὶ ἀπωθεῖν [καὶ] μέγα καὶ λαμπρόν, τὸ δὲ κατεσθίειν ἅ τις νέμει, θαυμαστὸν
10οὐδέν.
Or
.

19

.

24

Οὕτω μέν, ὦ βασιλεῦ, καὶ κοινῇ τῆς πόλεως ἡμαρτηκυίας τῇ γε σῇ φύσει προνοητέον ἂν ἦν, νῦν δ’ ἄκουσον ἕκαστα διηγουμένου· γένοιο γὰρ ἂν οὕτω δικαιότερος κριτὴς καὶ διαιτήσαις ἀπ’ αὐτῶν τῶν πε‐
5πραγμένων τοὺς οἰκοῦντας τὴν πόλιν.
Or
.

19

.

25

Ἧκε τὰ περὶ τοῦ χρυσίου γράμματα, πρᾶγμα πάλαι φοβερόν. πιστευομένου δὲ τοῦ τέως ἀπιστου‐ μένου καὶ τῆς γῆς οὐ φερούσης τὸ ἄχθος κατηνέχθη‐ σαν οἱ τῆς ἐπιστολῆς ἀκηκοότες εἰς γῆν ἐξετάζοντες οἱ
5πολλοὶ τὴν πολλὴν αὑτῶν ἀδυναμίαν καὶ ὡς εἰ ἃ μὴ
δύνανται μέν, οὐδ’ εἰ πάνυ βούλοιντο, δυνήσονται, τὰ σώματα δέ σφισιν ἐν ταῖς ἐσχάταις ἀνάγκαις ἔσται. καταφεύγουσι τοίνυν ἐπὶ τὴν παρὰ τοῦ θεοῦ συμμαχίαν αὐτὸν ἐκεῖνον καλοῦντες οἷόν τε ὄντα πεῖσαί
10σε τοῦ πλήθους ἀφελεῖν.
Or
.

19

.

26

μεστοῦ δὲ ὄντος ἀνδρῶν τοῦ δικαστηρίου, ὧν οἱ μὲν ἐν ἀρχαῖς ἐγεγόνεσαν, οἱ δὲ ἐπολιτεύοντο, οἱ δὲ τὴν ἀπὸ τοῦ συνδικεῖν εἶχον πρόσοδον, τοῖς δ’ ὁ χρόνος λελύκει τοὺς στρατιωτικοὺς
5πόνους, τούτων τοίνυν τῶν ἠριθμημένων οἱ μέν, ὅπερ ἔφην, ἱκέτευον δάκρυσιν, οἱ δ’ ἄνευ φωνῆς ἐδάκρυον, οὓς καὶ αὐτοὺς ἐν τοῖς ἱκετεύουσι δήπου θετέον. ὁ δ’ ἄρχων οὐκ εἶχεν ἐπιτιμᾶν· τίνα γὰρ ἂν καὶ μέμψιν ἱκετεία δέχοιτο;
Or
.

19

.

27

οὐκοῦν μέχρι μὲν τούτων οὐδὲν ὑπ’ οὐδενὸς ἠδίκησαι, βασιλεῦ· ποῖον γὰρ ἀδίκημα παρ’ οὗ καὶ αὐτὸς αἰτεῖς τὰ ἀγαθὰ καθ’ ἑκάστην ἡμέ‐ ραν, τοῦτόν τινα ἀνθρώπων βοηθὸν αὑτῷ γενέσθαι
5βούλεσθαι; ἤδη δὲ ὄντων ἔξω καὶ ληγόντων τῶν τοι‐
ούτων ῥημάτων ἄνθρωποί τινες σεσιγηκότων ἐκείνων εἰσῆγον τὴν ταραχήν.
Or
.

19

.

28

καὶ προελθόντες οὗ Φλα‐ βιανὸν εὑρήσειν ἔμελλον, οὐχ εὑρόντες εἶτα ἀνέστρε‐ φον, ὅθεν πρῶτον ἐκινήθησαν, ἁπτόμενοι μὲν ῥημάτων οὐ καλῶν, μέλλοντες δὲ καὶ ἔργων, τουτὶ δὲ οὐκ ᾤοντο
5οἵ γε ἐπιεικέστεροι. τίνες οὖν ἦσαν ἐκεῖνοι; οἱ καὶ ἡλίου καὶ σελήνης καὶ νεφῶν αὐτῶν τοὺς ὀρχουμένους προτιθέντες. ὧν ἤδη τις καὶ τῶν ἐν Βηρυτῷ συμφο‐ ρῶν αἴτιος ἐγεγόνει· τουτὶ γὰρ ὕστερον ἔγνωμεν.
Or
.

19

.

29

τοιούτοις οὖν ὑπηρέταις ὁ κακὸς χρώμενος δαίμων ἔπραξεν ἃ σιωπᾶν μὲν ἐβουλόμην, ὁ ἀληθείας δὲ νό‐ μος οὐκ ἐᾷ μὴ λέγειν. ἃς γὰρ μετ’ αἰδοῦς ἑωρῶμεν ὑμετέρας εἰκόνας, ταύτας οὐχ οὕτως εἶδον οἱ τολμηρό‐
5τατοι. τοῦ δὲ σὺν δαίμονι πονηρῷ τὰ τοιαῦτα ποιεῖν τεκμήριον ἐναργὲς τὸ ῥᾳδίως ἅπαν τοῦτο πεπρᾶχθαι παιδαρίων πολὺ πρὸ ἥβης ἐπὶ πάντα πετομένων, ὀξέως ἀναβαινόντων, καταβαινόντων, ἀπ’ ἄλλων ἐπ’ ἄλλα δια‐
πηδώντων μετὰ ἰσχύος πλείονος τῆς ἐν ἀκμάζουσιν
10ἐνούσης.
Or
.

19

.

30

λέγεται δὲ καὶ γέροντα μείζονα ἢ κατὰ γέροντα δυνηθέντα περὶ τὸν ἵππον, εὖ γε, ὦ γέρον ἀκούσαντα ἀμεῖψαι πολλῶν ὁρώντων πρότερον μὲν εἰς νεανίσκον ἑαυτόν, ἔπειτα δὲ εἰς παῖδα, εἶτα ἀφανι‐
5σθῆναι καὶ φρίκην οὐ μικρὰν ἐπελθεῖν αὐτοὺς ταύτας ἰδόντας τὰς μεταβολάς.
Or
.

19

.

31

Ἐγὼ μὲν οὖν ἦν ἐν ταῖς βοαῖς χρυσὸς πολλῶν † ἦν ὅτε δρόμος αἰτεῖ, ὑπὲρ τούτων φωναί. τοῦ πράγ‐ ματος δ’ ἐπὶ τὰς εἰκόνας προελθόντος οἱ μὲν ἠδίκουν, οἱ δὲ ἐθεώρουν ὄντες πολλῷ πλείους τῶν τὰ δεινὰ
5ταῦτα ποιούντων. πῶς οὖν οὐκ ἐκώλυον; τὸν αὐτὸν ἐρῶ πάλιν λόγον, ὅτι τὸ κωλύον ἦν ἰσχυρότερον. ἦν
γάρ τι δαιμόνιον ἐνταῦθα, ἦν ἔνδον, ὃ τὸ καθ’ ἕκαστον κατηνάγκαζε βλέπειν, αὐτὸν δὲ οὐκ εἴα ῥῆξαι φωνήν.
Or
.

19

.

32

ἀρχῆς δὲ μὴ φαινομένης ἠρεμεῖν ἦν ἀνάγκη καὶ πλῆθος ὄντας. οἱ πολιτευόμενοι δὲ πόρρω τοῦ ταῦτα ἦσαν καὶ πράττειν καὶ ὁρᾶν καὶ καταδύντες ὅπῃ τύ‐ χοιεν ἑαυτοὺς διέσωζον δεδιότες, μὴ φανέντες
5ἕλκοιντο. πολὺ δὲ δεινοτέρων ὄντων τῶν πεπραγ‐ μένων ἐκεῖθεν εἶχον εὔλογον τὸν ἐπὶ τοῖς ἐλάττοσι φόβον. τοὺς γὰρ ἐκείνων οὐκ ἀπεσχημένους τίνας ἔδει νομίζειν ἐν τοῖς ἄλλοις ἔσεσθαι καὶ ταῦτα ἤδη πυρὸς εἴς τινος τῶν λαμπροτέρων οἰκίαν ἐμβεβλη‐
10μένου; ἦν δὲ αὐτοῖς πολὺ πλείων τῶν ψυχῶν ἢ τῶν οἰκιῶν λόγος.
Or
.

19

.

33

διεσπαρμένοι τοίνυν κατὰ τὸν ἐμ‐ πεπτωκότα φόβον καὶ οὐκ ἔχοντες ἰδεῖν ἀλλήλους οὐδ’ εἰπεῖν οὐδ’ ἀκοῦσαι περὶ τῶν παρόντων καὶ ἅμα τῶν ἀγγελλομένων πλείους ποιούντων τοὺς ταῖς εἰκόσιν
5ἐπιθεμένους ἔκειντο εὐχόμενοι μὲν λαβεῖν τὰ παρόντα
λύσιν, προβῆναι δὲ εἰς ἔργον οὐκ ἔχοντες.
Or
.

19

.

34

Ἴδοι δ’ ἄν τις κἀκεῖθεν, ὡς οὐκ ἄνευ δαιμο‐ νίας ἦν τινος ταῦτα ἀνάγκης. ὃν γὰρ καὶ ἄκλητον ἔδει τὰ τοιαῦτα κωλύειν τοξόταις ἐνταῦθα ἐφεστηκότα τρεφομένοις ὑπὲρ καιρῶν ἀπαιτούντων βέλη, καλού‐
5μενος οὗτος μυρίαις φωναῖς ματαίους λέγων προφάσεις ἐκάθητο.
Or
.

19

.

35

καίτοι καὶ μηδενὸς καλοῦντος εἰκότως ἂν καὶ ἀναστὰς καὶ δραμὼν ὅδ’ ἔμπειρος ὢν πο‐ λέμου καὶ τἄλλ’ οὐ κακὸς καὶ εἰδώς, ὡς οὐδὲ τὴν ὄψιν οἱ θορυβοῦντες οἴσουσι τῶν τόξων, ἐν μὲν τοῖς ὑπὲρ
5ὑμῶν οὐκ ἐκινεῖτο, ἀλλ’ ἦν εὐλαβὴς καὶ ἔμελλεν, οἰκίᾳ δὲ ἐβοήθει προθύμως καὶ πολλὴν ἐλπιζομένην φλόγα δύο βέλεσιν ἐν προοιμίοις ἔσβεσεν, ὥστ’ αὐτὸν αὑτοῦ κατηγορεῖν οὐκ ἐπὶ τῶν σεμνοτέρων ταὐτὸν πεποιη‐ κότος.
Or
.

19

.

36

ὁ δὲ ἄρχων τῶν ἐθνῶν ὡς ἤκουσε τοξότας ἥκοντας ἐπὶ τοὺς τὸ πῦρ προσάγοντας, ἧκέ τε αὐτὸς καὶ τὰ ἀπὸ τῶν λόχων εἰσήνεγκε δῆλον τούτῳ ποι‐ ήσας, ὡς μετὰ τῆς αὐτῆς χειρὸς αὐτὸς ἂν ἦν κἀν τοῖς
5προτέροις. τοὺς μὲν οὖν κᾴοντας παρέδωκε τῷ δικα‐ στηρίῳ τὰ διὰ τῶν κεραμίδων τραύματα, τοὺς δὲ ἠσε‐ βηκότας πολλαὶ πρὸς τὴν θήραν ὁδοί, κατήγοροι δὲ ἀλλήλων οἱ συνασεβήσαντες ἀλλήλους τε καὶ τὰ ἀλλή‐ λων εἰδότες. καὶ ταχύς τε καὶ σαφὴς καὶ ῥᾷστος ὁ
10ἔλεγχος.
Or
.

19

.

37

ἔδει δὴ χωρίζειν τοὺς εἰλημμένους κατὰ τὸ τῶν ἀδικημάτων μέτρον. τοῦτ’ οὖν ἐγίγνετο. ἔδει χωρεῖν εὐθὺς ἐπὶ τὴν τῶν πονηροτέρων τιμωρίαν. καὶ τοῦτο τοίνυν ἐπράττετο τῶν μὲν ξίφει πεσόντων,
5τῶν δὲ πυρὶ τὰς ψυχὰς ἀφιέντων, τῶν δὲ στόμασι θηρίων δαπανηθέντων, ἔσωζε δὲ οὐδὲ τοὺς κομιδῆ παῖδας τοῦτο αὐτό, ἀλλ’ ἦν αὐτοῖς ἀνωφελής, ὡς ἐν τηλικούτοις, ὁ τῶν ἐτῶν ἀριθμός. ὁ δὲ μὴ δοὺς δίκην οὐδὲ ἠδικήκει πανταχοῦ τοῦ δικάζοντος ἰόντος τοῖς
10λογισμοῖς τὴν ἀκρίβειαν ἑκάστῳ προσάγοντος, ὡς μη‐ δαμοῦ τἀληθὲς ἡττηθῆναι μηδενός.
Or
.

19

.

38

Σκέψαι δή, βασιλεῦ, τί ποιῶν ἐπὶ τούτοις τοὺς ἐπαινοῦντας ἕξεις. ἐμοὶ μὲν γὰρ δοκεῖς ἀρκεῖν ἡγού‐
μενος τὸ μηκέτ’ εἶναι μηδένα τῶν ταῦτ’ ἠδικηκότων. εἰ μὲν γὰρ ἦν πολλοὺς θανάτους ἀποθανεῖν ἄνθρω‐
5πον, τοῦθ’ ἡμᾶς ἔδει ποιεῖν· τούτου δὲ οὐκέτ’ ὄντος ὥρα παύσασθαι τῆς ὀργῆς.
Or
.

19

.

39

μὴ γὰρ δὴ τῶν θρυ‐ λουμένων μηδὲν εἰς ἔργον ἔλθοι. τίνα δὴ ταῦτ’ ἔστιν; οἱ μὲν εἰς ἁρπαγὴν τῶν ὄντων ἑκάστοις χρημάτων φασὶν ἐπαφήσειν σε στρατιώτας, οἱ δ’ ἐπὶ σφαγὰς τῶν
5ἐχόντων τὴν πόλιν, οἱ δὲ διὰ μεγέθους καταδίκης ἀμυνεῖσθαι τὴν ὕβριν, οἱ δὲ αἵματι τῶν ἐν τῇ βουλῇ γνωριμωτέρων.
Or
.

19

.

40

ἐγὼ δὲ πρὸς ταύτας ἐμαχόμην τὰς δόξας οὐκ εἰδέναι σὲ λέγων τοὺς τὰ τοιαῦτα οἰο‐ μένους. ὅτι μὲν γὰρ οὐχ ἁπάσης τὸ ἔργον τῆς πόλεως, ἤκουσας διηγουμένου. πάντας οὖν ἀποθνήσκειν ποῦ
5δίκαιον τούς τε, ὅτε ταῦτα ἡμαρτάνετο, μηδὲ ἐπιδη‐ μοῦντας τούς τε νόσῳ πεπεδημένους τούς τε, εἰ μή τις αὐτοὺς ἀποκτείνοι, τοῖς θεοῖς εἰδότας χάριν;
Or
.

19

.

41

Ἀλλὰ μὴν καὶ γυναιξὶν ἔστιν ἔπιπλα.
γυναῖκας δ’ οὐδ’ ἂν εἷς φαίη μετεσχηκέναι τοῦ τολ‐ μήματος. αἵ γε σιδηρᾶς ἂν αὑταῖς ηὔξαντο εἶναι τὰς θύρας. οὕτω περὶ αὑταῖς ἔδεισαν. οὐκοῦν καὶ τὰ
5τούτων τῶν γυναικῶν αἷς οὔτε ἀνὴρ οὔτε παῖδες οὔτε ἀδελφοί, τῶν εἰς ἁρπαγὴν ἐξουσίαν λαβόντων ἔσται;
Or
.

19

.

42

ἐὰν οὖν εἴπωσι προσελθοῦσαι ὅτι, ὦ βασιλε, ἀλλ’ ἡμεῖς γε ταῦτα οὔτε ἐβουλήθημεν οὔτε ἐζητήσαμεν οὔθ’ ὅπως ἔσται προὐτρέψαμεν οὔτε τολμηθέντων ἥσθημεν οὔτε ἐν δίκῃ νῦν προσ‐
5αιτεῖν ἠναγκάσμεθα καὶ ταῦτα οὐκ ὄντος τοῦ διδόντος τῷ κοινὴν ἐν τῇ πόλει γενέσθαι τὴν πενίαν, τί πρὸς ταῦτα ἐρεῖς, ὦ βασιλεῦ; τί δαί, εἰ πρὸς σὲ μὲν οὐδὲν τοιοῦτον, πρὸς δὲ τὸν Ἥλιον λέ‐ γοιτο; ἢ καὶ τοῦ θρήνου ληψόμεθα παρὰ τῶν ὀδυρο‐
10μένων δίκην;
Or
.

19

.

43

οὐ τοίνυν οὐδὲ τῇ καταδίκῃ χώραν ἐνοῦσαν ὁρῶ. πῶς γὰρ οὓς οὐκ ἔστιν ἐλέγξαι πεπονηρευμένους, τούτους ἔνι ζημιῶσαι χρή‐ μασι; καὶ μὴν εἰ μὲν κατὰ πάντων τοῦθ’ ἥξει, καὶ
5οὓς ὡς φίλους τῷ θεῷ τιμᾶν ἀξιοῖς, ζημιῶν ὀφθήσῃ· εἰ δ’ ἔσται τὸ χωρὶς κεισόμενον καὶ οὐ πεπληξόμενον τῇ καταδίκῃ, δεινὰ φήσουσι πάσχειν οἱ καθαροὶ μὲν αἰτίας, ὥσπερ ἐκεῖνοι, μὴ τῶν ἴσων δὲ ἐκείνοις τετυ‐ χηκότες.
Or
.

19

.

44

καὶ μὴν εἰ μὲν τῶν τὰς εἰκόνας κεκινη‐ κότων εἰσὶν οἱ τοῦτο πεισόμενοι, θάνατον ὀφείλουσι τὴν δίκην, ἀλλ’ οὐ τὴν εἰς χρήματα· εἰ δ’ οὐδεὶς ἂν τοῦτο φήσαι, τίνος ἀπαιτοῦνται δίκην; λείπεται δὴ τὸ
5τῶν πολιτευομένων καὶ τῶν ἐκείνων κεφαλῶν. οὓς εἴ τις ἀποκτείνοι μηδενὸς ἔχων αἰτιάσασθαι χεῖρας, πολι‐ τείας ἀντ’ ἀδικήματος εἰληφὼς ἔσται τιμωρίαν, καὶ τὸ πρᾶγμα φυγῆς ἄξιον καὶ νῦν εἶναι δοκοῦν ἔτ’ ἔσται φοβερώτερον.
Or
.

19

.

45

Τί οὖν ἐξ ἁπάντων δείκνυται τούτων; ὅτι σοι τῆς ὀργῆς παυστέον. ὁ δὲ Διοκλέα λέγων σοι καὶ τὸν ἠναγκασμένον Εὐγένιον καὶ τὴν ἐκ Σελευκείας δεῦρο μετὰ μέθης εἴσοδον καὶ τὸν ἐμὸν πάππον καὶ τὸν
5Βρασίδαν καὶ ὡς ἀπέθανον οὗτοί τε καί τινες ἕτε‐ ροι κρίσεως μὲν οὐ τυχόντες οὐδὲ ἀπολογίας, κατ’ αὐτὸ δὲ τὸ πολιτεύεσθαι μόνον, οἱ ταῦτά σοι λέγοντες οὐχ ἃ μιμεῖσθαι προσήκει λέγουσιν.
Or
.

19

.

46

οὐ γὰρ ἴσον,
οὐκ ἴσον Θεοδόσιος καὶ Διοκλῆς. ἐλυσιτέλει δέ, οἶμαι, κἀκείνῳ μὴ τὸ ξίφος ἀκονᾶν, νῦν δὲ πολλῷ τούτῳ χρησάμενος ὢν οὐκ ἐν ὀλίγοις θαυμαστὸς διέβαλε
5τὰ καλὰ τοῖς χείροσιν, ὥστε καὶ τοὔνομα συνάγειν τοῖς ἀκούουσιν ἀηδίαν καὶ ποιεῖν ἀποπηδᾶν.
Or
.

19

.

47

μᾶλ‐ λον οὖν μεμνήσθω τις Κωνσταντίου τοῦ πρὸς τὰς τῶν πόλεων ἁμαρτίας ἡμέρου. ὃς ὕπαρχον ἐνταῦθα πέμπων Στρατήγιον ἐπὶ τῷ Θεοφίλου θανάτῳ, ὃν οὐκ
5ἄξιον ἐκεῖνος τῶν τρόπων ἐδέξατο χρηστὸς ἄρχων ὑπὸ χαλκέων πέντε κατενεχθεὶς ἐν ἁμίλλαις ἁρμάτων, τότ’ οὖν ἤλγησε μὲν τὴν καρδίαν ὁ Κωνστάντιος, τι‐ μωρίας δὲ πρὸς αὐτὸν μνημονεύων, ὅπως μετριώτατα χρήσεται τῷ πράγματι, πολλάκις εἶπε, κἀκεῖνος οὐκ
10ἠτίμασε τὰς ἐντολάς, οὐδὲ πλείους ἢ προσῆκε μητέρες ἐθρήνησαν.
Or
.

19

.

48

Ἀλλὰ Θεόφιλος ἔθνησκεν, ἐρεῖ τις, τότε, τὸ δὲ νῦν ὕβρις εἰς βασιλέων εἰκόνας. ἐγὼ δέ,
ὡς κἀκεῖνο μὲν ὕβρις εἰς βασιλέα, παρήσω νῦν, ἐπι‐ δείξω δέ, ὡς ἐν ὁμοίοις αὐτὸς ἐκεῖνος ἐγένετο. Ἔδεσσα
5γὰρ ἡ πόλις, μεμψάμενοί τι τῶν πρὸς αὐτοὺς χαλκῆν εἰκόνα αὐτοῦ καθελόντες, εἶτα ἄραντες πρηνῆ κατὰ τὸν ἐπὶ τοὺς παῖδας τοὺς ἐν τοῖς διδασκαλείοις νόμον ἔτυπτον ἱμάντι τά τε νῶτα καὶ τὰ μετὰ τοῦτο κάτω προστιθέντες, ὡς ὅτῳ πληγαὶ τοιαῦται προσήκουσι,
10πλεῖστον ἀπέχοι βασιλείας.
Or
.

19

.

49

ταῦτα μαθὼν ὁ Κων‐ στάντιος οὐκ ἔπεσεν εἰς ὀργήν, οὐκ ἐζήτησε δίκην, οὐδενὶ χείρω κατέστησε τὴν πόλιν, ἀλλ’ ὥσπερ οὐκ ἂν ἐκόλασε γεράνους διὰ τὴν κλαγγήν, οὕτως οὐδὲ ἐκεί‐
5νους. ταῦτα καὶ τὰ τοιαῦτα οὕτως εἶναι ἐδόκει καλά τε καὶ ἐπαίνων ἄξια, ὥστε τοῖς ἐκ τῆς ἐπιεικείας ἡ κατὰ τοὺς πολέμους ἐκρύπτετο ῥᾳθυμία, καὶ Περ‐ σῶν καθ’ ἕκαστον ἔτος ἀεί τι παρασπωμένων καὶ τὰ αὑτῶν μείζω ποιούντων τοῖς ἡμετέροις χωρίοις ὅμως
10εἶχε τοὺς συνευχομένους αὐτῷ καὶ ζῆν βουλομένους ὑπὸ τῇ ἐκείνου περὶ τὰς πόλεις πρᾳότητι.
Or
.

19

.

50

ἅπαντα
μὲν γὰρ ἄνθρωπον τοῦτο κοσμεῖν δύναται, διαφερόντως δὲ τοὺς ἐν ταῖς ἐξουσίαις. τὸ γὰρ πάντα ποιεῖν ἐπι‐ τρεπούσης τῆς τύχης εἶναι τὸ ἐπισχῆσον καὶ διακω‐
5λύσον μέγα μέρος εἰς εὐφημίαν τε καὶ δόξαν. εἶτ’ ἀκούειν περὶ ἑτέρου ταῦτα μᾶλλον ἐθελήσεις ἢ παρέ‐ χειν τοῖς ἀνθρώποις περὶ σεαυτοῦ λέγειν; μηδαμῶς, ὦ γενναῖε, μηδενὶ τῆς ἐνταῦθα παραχώρει νίκης.
Or
.

19

.

51

Ἀλλὰ πρὸς τοῖς εἰρημένοις καὶ περὶ ποίας πό‐ λεως ὁ λόγος ἐστί, σκόπει. μάλιστα μὲν γὰρ οὐδεμίαν περιοπτέον οὐδὲ τὴν σμικροτάτην οὐδὲ τὴν ἐν σκοπέλῳ κειμένην. ἁπάσης γὰρ δὴ μέλει θεοῖς καί εἰσιν ἐκεί‐
5νων κτήματα. εἴποι δ’ ἂν ἴσως τις, ὡς οὐ μεγάλη τὰ τοιαῦτα ζημία, ὥσπερ ἐν χορῷ τοῦ φαυλοτάτου χορευ‐ τοῦ σιωπῶντος.
Or
.

19

.

52

ἀλλ’ οὐ περὶ τῆς ἡμετέρας ἔνι γέ τι τοιοῦτον εἰπεῖν οὔτε ἐνθυμηθῆναι, ἣ πρὸς τοσ‐ οῦτον μὲν ἐκτέταται μῆκος, ὡς μὴ εἶναι ῥᾴδιον ἐκ πυλῶν εἰς πύλας ἐλθεῖν, τοιαύτην δὲ καὶ οὕτω πολ‐
5λὴν περίκειται γῆν, ὥστε πάντα μὲν φέρειν, αὐτῇ
δὲ ἀποχρῆν. πηγαὶ δὲ οὐ μικραὶ μὲν αἱ εἴσω τειχῶν οὐδὲ ὀλίγαι, ταῖς δὲ ἀπὸ τῆς Δάφνης ἐπὶ τὸ ἄστυ θεούσαις οὐ πολλὰς ἀντιθήσεις.
Or
.

19

.

53

καὶ μὴν χειμών τε πρᾷος καὶ θέρος ἀνέμοις ἥδιστον ἀγορά τε ἡ καθ’ ἡμέραν ἀνθεῖ παρέχουσα τοῖς ὁρῶσιν ὠνῆς ἐπιθυμίαν, πολὺ δὲ τὸ πανταχόθεν εἰς αὐτὴν μετοικιζόμενον, ἡ δὲ
5δέχεταί τε ἀσμένη καὶ θεραπεύει καὶ οὐκ ἐᾷ μέμψα‐ σθαι τὰ βεβουλευμένα.
Or
.

19

.

54

τὴν ἰσχὺν δὲ τὴν διὰ πάντων τῆς πόλεως πολλοὶ μὲν πόλεμοι πρὸς τὴν Περσῶν ἀρχὴν πολεμηθέντες ἐπέδειξαν, οὐχ ἥκιστα δὲ ᾧ πέρας Ἰουλιανὸς ἐκεῖνος ἐπέθηκε διδάξας διώκειν
5τοὺς φεύγειν μεμαθηκότας διὰ χρόνου Ῥωμαίοις ἔργον αὐτῶν ἀποδούς.
Or
.

19

.

55

μὴ οὖν ἄλλο τι νομίσῃς νῦν ἢ περὶ τῶν ὅλων εἶναι τὴν βουλήν, εἴπερ ὑπὲρ πόλεώς ἐστιν, ἣν ὁ Μῆδος ἢ μὴ εἶναι βούλοιτ’ ἂν ἢ πράττειν κακῶς, ὡς τὰ αὑτοῦ βέλτιον παρὰ τοῦτο ἕξοντα. μὴ
5τοίνυν συναγωνίσῃ ταῖς τῶν βαρβάρων ἐπιθυμίαις.
μηδὲ τὴν ἀρετὴν τὴν Κέλσου περιυβρίσῃς. εἰ γὰρ σὺ ζητήσεις τι πλέον, ἐκείνῳ τὸ μέτρον ἠμέληται, καὶ τιμῶν ἀνὴρ ἄξιος.
Or
.

19

.

56

Ἀλλὰ μικρὸν οἱ τεθνηκότες πρὸς τὴν σὴν ἀθυμίαν. σὺ δὲ μηδὲ τὴν ἐπὶ τούτῳ τιμωρίαν ἀγνόει, τὴν φυγήν, ὦ βασιλεῦ, τὴν πολλὴν ἀνδρῶν, γυναικῶν, παίδων, γεγηρακότων, ὧν ἀφ’ ἑκάστου πολλὰ
5δάκρυα κατὰ τῶν ὄνων, κατὰ τῶν ὀρέων, κατὰ τῶν καμήλων. ὧν ὁ μισθὸς διπλάσιος τῇ χρείᾳ τῶν μι‐ σθουμένων, ὁ δὲ τήμερον ἐγκαλῶν τῷ μεμισθωμένῳ τῶν ταὐτὸ ποιούντων τῆς ἐπιούσης ἐστίν.
Or
.

19

.

57

ἐπεί‐ γονται δὲ οἱ μὲν εἰς ἑτέρας πόλεις, οἱ δὲ εἰς ἀγρούς, καὶ κενὴ μὲν ὡς εἰπεῖν ἡ πόλις, αἱ δὲ πρὶν τὰ ἀπὸ τῶν ἀγρῶν δεῦρο ἄγουσαι καθ’ ἑκάστην πύλην ὁδοὶ
5τἀκ τῆς πόλεως πολλαχῇ μερίζουσιν. οἴονται γὰρ μέ‐ νοντες μὲν ἀπολεῖσθαι ξιφῶν ἐπελθόντων, διασπαρέν‐ τες δὲ ᾗ δύναιτο ἕκαστος, τυχεῖν ἂν ἴσως ἀσφαλείας.
Or
.

19

.

58

καιρὸς δὲ τοῖς λῃσταῖς οἷος οὐχ ἕτερος, χρημάτων μὲν κομιζομένων, ῥᾳστώνης δὲ οὔσης εἰς σφαγήν. φέρει δὲ ὁ ποταμὸς νεκροὺς ἐς τὴν θάλασσαν, οὓς ἐμβαλλόντων τῶν πεφονευκότων δέχεται. καὶ στε‐
5νοχωρία μὲν ἐν ἀγροῖς, ὀλιγανθρωπία δὲ ἐν τῇ πόλει, ὥστ’ εἶναι βραχὺ τοῖς σιτοποιοῖς τὸ ἔργον.
Or
.

19

.

59

δα‐
κρύουσι δὲ οἱ μὲν οὔπω τὴν πόλιν ἀφέντες τῷ μήπω, οἱ δ’ ἀπελθόντες τῷ πόθῳ. νοσήματα δὲ ἰατρῶν σπά‐ νει νικᾷ. ὁ δ’ ἀποθανὼν πατρῴων ἐστέρηται μνη‐
5μάτων. λιμὸς δὲ ἐν οὐ λιμῷ διὰ τὸ πλῆθος τῶν ἑκασταχοῦ καθημένων. ἄρχοντες δὲ ἄχθονται μὲν ταῖς μεταναστάσεσι, κωλύσαι δὲ οὐκ ἔχουσι τῇ τοῦ μέλλον‐ τος ἀγνοίᾳ· πρὸς γὰρ τὸν τρέμοντα τὸ μηδὲν ἔσεσθαι λυπηρὸν οὐκ ἂν ἐγγυήσασθαι δύναιντο. ἔστι δ’ οὖν
10οὐδέτερος ἔξω φόβου, οὔτε ὁ μένων οὔτε ὁ πορευό‐ μενος. καὶ γὰρ οὗτος τὸ μεμενηκέναι δέδοικε. τὸ οὖν χρόνον τοσοῦτον τοσούτῳ συνεζηκέναι φόβῳ πόσην ἔχει τὴν δίκην. ἐλπὶς γὰρ θανάτου καὶ τοῦ μὴ γενησομένου τῆς ἄνευ προσδοκίας πληγῆς ἀλγεινό‐
15τερον.
Or
.

19

.

60

πολλοῖς ἀπόλωλε χρήματα, βασιλεῦ, πολλοῖς θεράπαιναι ἐν οὐ φορητοῖς καμάτοις, πολλαῖς μητρά‐ σιν ἐκ τῶν γονάτων ἐξέπεσε τὰ παιδία, πολλοὺς ἄν‐ δρας ἥρπασε λῃστῶν κύματα, πολλοὶ ταῖς ψυχαῖς καὶ
5ταφὴν προσαφῃρέθησαν. ἑτέρα γέγονεν ἡμῖν ἡ πόλις
ἢ τό γε ἀληθέστερον, οὐδὲ πόλις. κέκλειται μὲν θέατρον ἐκεῖνο, κέκλειται δὲ ἱππόδρομος. οὐ κόρην ἄγεται νυμφίος, οὐ δᾷδες ἅπτονται γάμοις, οὐχ ὑμέ‐ ναιος ᾄδεται. ἐξῆλθον αὐλοὶ πάντες, ἐξῆλθον σύριγγες,
10ἐξῆλθον ᾄσματα. οὐ σκῶμμα, οὐκ ἀστεῖον, οὐ συμ‐ πόσιον. οὐδὲν ἁπλῶς τῶν ἡδονὴν φερόντων καὶ χάριν ἴδοι τις ἂν ἐν αὐτῇ.
Or
.

19

.

61

καταλέλυνται μὲν αἱ περὶ τοὺς λόγους διατριβαί, καταλέλυνται δὲ αἱ περὶ τὰ γράμματα διδασκαλίαι. διδάσκει δὲ οὐδεὶς οὐδὲ μαν‐ θάνει. νοσούντων μὲν ἡ χρόα, οὐκ ἐρρωμένων δὲ ἡ
5φωνή, πεπλανημένων δὲ ἡ γνώμη, καί τις ἐπ’ ἄλλον ὁρμήσας λόγον ἐπ’ ἄλλον ἀπηνέχθη.
Or
.

19

.

62

Οἶμαι δὲ καὶ τὸν θεὸν βοηθοῦντά μου τοῖς λόγοις ἄγειν ἐπὶ τὴν Ῥωμαίων γῆν Περσικὴν πρε‐ σβείαν. οὐ γὰρ ἂν ἔχοι καλῶς ἰδεῖν ἐκείνους πόλιν τὴν 〈τῶν〉 πρὸς ἕω μεγίστην ἐν μίσει τε τῷ παρὰ
5σοῦ καὶ κολάσεσιν αἰσχύνην ἐχούσαις τῷ τρόπῳ τῆς πόλεως. νομίσας οὖν μηδὲ ταῦτα ἀθεεὶ γεγενῆσθαι γίγνου πρᾷος καὶ μὴ στερήσῃς τὴν ἡμετέραν ὧν Πα‐ φλαγόνων τισὶ μεταδέδωκας ὀλίγοις ὀλίγην οἰκοῦσι πόλιν, ἣ καὶ φυλῆς μιᾶς τῶν ὀκτωκαίδεκα τῶν παρ’
10ἡμῖν λείπεται.
Or
.

19

.

63

Καλόν, καλόν, ὦ βασιλεῦ, καὶ σὲ τούτοις σε‐
μνύνεσθαι καὶ παῖδας σοὺς καὶ ταῦτα φιλοτιμίαν τε καὶ διδαχὴν αὐτοῖς εἶναι τοῦ πῶς δεῖ καιροῖς ὁμοίοις προσφέρεσθαι. φέρων μὲν γὰρ δυσκολίας ὁ χρόνος
5οὐ παύσεται, μέγα δὲ ἐκείνοις οἶμαι μὴ τὸν συμβου‐ λεύσοντα ζητεῖν οἴκοθεν καὶ παρὰ τοῦ φύσαντος ἔχουσι τὴν παραίνεσιν.
Or
.

19

.

64

Λύε δὴ τὴν πολλὴν συμφοράν, ὦ βασιλεῦ, καὶ ταῖς φυγαῖς καὶ τοῖς ὀδυρμοῖς ἐξίσωσον τὴν τῆς καθόδου φαιδρότητα. κομισάσθω τις τὸν παρθενῶνα, κομισάσθω τὸ δωμάτιον, φιλησάτω τὰς πρώτας θύρας,
5τὰς δευτέρας, τὰς ἐπ’ ἐκείναις, ἀπολαυσάτω τῆς νυκτὸς εἰς ὕπνον ἐν τοῖς αὑτοῦ κατακείμενος.
Or
.

19

.

65

πολλῶν μὲν ἀκήκοας ἐγκωμίων τῶν μὲν σθένει ῥητόρων, τῶν δὲ καὶ μανίᾳ ποιητῶν εἰργασμένων, ἐν οἷς πατρῷαί τε ἀρεταὶ καὶ σαὶ καὶ ὅπλα καὶ στρατηγίαι καὶ μάχαι
5καὶ νῖκαι καὶ τὸ παρὸν δὲ σχῆμα τοῦτο, καθ’ ὃ τοῖς ἄλλοις ἐφέστηκας ἑκόντων ὑπὸ σὲ τῶν βαρβάρων ἰόντων. ποίησον δὴ καλλίους τοὺς μετὰ ταῦτα λόγους τῷ καλλίω τοῖς παροῦσι δὴ τούτοις ποιῆσαι τὴν ὑπό‐ θεσιν. ὄντων γὰρ ἐκείνων μεγάλων ἔνι τι πλέον ἐν
10τούτοις ὑπὲρ ὧν ὁ νυνὶ λόγος.
Or
.

19

.

66

Νεῦσον τοίνυν, ὦ θεία κεφαλή, καὶ ποιήσας μοι τὸ γῆρας εὔδαιμον τῷ περὶ ὧν ἀφῖγμαι κατωρθω‐ κέναι χρηστὴν ἀγγελίαν φέροντα τοῖς ἐμαυτοῦ πολίταις
ἀπόπεμψον.
Or
.

20

t

ΠΡΟΣ ΘΕΟΔΟΣΙΟΝ ΤΟΝ ΒΑΣΙΛΕΑ ΕΠΙ ΤΑΙΣ ΔΙΑΛΛΑΓΑΙΣ.
Or
.

20

.

1

Ὃ μὲν πολλάκις προεῖπον, ὡς οὔτ’ ἔσται τῇ πόλει δεινὸν οὐδὲν ἕτερον ἅ τε ἦν ἐν τῇ τιμωρίᾳ πε‐ παύσεται, δέδεικται πᾶσιν ἀνθρώποις, ὅπου γε καὶ πόλιν ὑπῆρξέ μοι προσειπεῖν ἣν οὐκ ἐξῆν πρότερον·
5ἐπεὶ δὲ δίκαιον τοῖς εὖ πεποιηκόσιν ἀποδοῦναι χάριν, δι’ ἐμοῦ τοῦτο ποιεῖ τῶν Ἀντιοχέων ἡ πόλις τῆς μὲν δι’ ἔργων ἀμοιβῆς ἀπολελειμμένη, τῇ δὲ διὰ λόγων,
αὕτη γὰρ ἂν εἴη μόνη, χρωμένη. δοκεῖ δέ μοι καὶ τοῖς θεοῖς ὕμνος ἅπας εὖ ἔχων ἅπαντος ἀναθήματος
10εἶναι τιμιώτερος, ὡς δηλοῖ Πίνδαρος ὁ Θηβαῖος μει‐ ζόνων παρὰ τοῦ Πυθίου τετυχηκὼς ἢ οἱ πλεῖστον χρυσίον ἐκεῖσε κεκομικότες.
Or
.

20

.

2

αἰσχύνομαι μὲν οὖν τοῖς κατὰ τῆς ἐμαυτοῦ ῥηθησομένοις λόγοις, ἐπεὶ δὲ οὐκ ἔνι τοῦτο φυγόντα σῶσαι τὸ προσῆκον τῷ περὶ τῆς χάριτος λόγῳ, φράσω τὰ ἀπὸ τῆς ἀληθείας
5βουλόμενος μὲν ἂν ἔχειν εἰπεῖν τι περὶ αὐτῆς ἄμει‐ νον, τῆς ἀνάγκης δὲ ταύτῃ ἀγούσης ἐρῶ.
Or
.

20

.

3

Ἐγένετο φαύλη περὶ βασιλέα χρηστὸν ἡ ἡμετέρα πόλις μετὰ μὲν τὴν τῆς ἐπιστολῆς ἀνάγνωσιν ἀποσειο‐ μένη τὴν ἀρχὴν ἐν τῷ δοκεῖν ἐπὶ τὸν θεὸν καταφεύ‐ γειν, τῶν γὰρ ἀδικουμένων ἀφαιρεῖν οὐκ ἐνῆν δήπου
5ταυτὶ τὰ ῥήματα. λαβοῦσα δὲ ταύτην τὴν ἀρχὴν ἐν τῷ δικαστηρίῳ πονηρὰ συμμορία πλείους ἔξω τῶν θυρῶν προσλαβοῦσα καὶ μετ’ ἐκείνους ἔτι πλείους καὶ πάλιν ἄλλους συνέχεαν μὲν τἀν τῷ κοινῷ βαλανείῳ νόμῳ διατεταγμένα, κινηθέντες δὲ ὑπ’ αὐτῶν ὧν ἔδρα‐
10σαν ἐπὶ μείζω καὶ παρανομώτερα προσπίπτουσι μὲν οὕτω σφοδρῶς τῇ τοῦ ἄρχοντος κιγκλίδι καὶ ταῖς μετ’
ἐκείνην θύραις, ὥστε δεῖσαι τοὺς ὑπηρέτας, μὴ καὶ ῥήξαντες αὐτὰς ἀποκτείνωσιν αὐτόν, οἷα τοιοῦτοι και‐ ροὶ πεποιήκασι πολλαχοῦ, τοῦτο δὲ οὐ δυνηθέντες
15κατέχεαν μὲν τῶν ἑαυτῶν κεφαλῶν ὕβρεις, οὕτω γὰρ ἄμεινον εἰπεῖν, ἃς οὐδ’ ἐν καπηλείῳ τῶν τις ἀγοραίων ἐφ’ ἕτερον τῶν ἴσων.
Or
.

20

.

4

τούτῳ δὲ ὄντι τοσούτῳ τὰ διὰ τῶν ἔργων ἐπέθηκαν δραμόντες ἐπὶ σέ τε καὶ τὴν γυναῖκα τὴν σὴν καὶ τέκνα 〈καὶ〉 χερσί τε καὶ κάλοις ταῦτα δείξαντες χαμαί. καὶ οὐκ ἀπέχρη ταῦτα,
5ἀλλ’ εἷλκον οἱ μὲν ὅλους, οἱ δὲ διεσπασμένους. καὶ οἱ μὲν τοιαῦτα ἠδίκουν, οἱ δὲ τῷ βασιλεῖ ταῦτα ἀγγε‐ λοῦντες ᾔεσαν πεφρικότες, οἷα σφᾶς δεήσει μηνύειν. ἡ πόλις δὲ ἐθρηνεῖτο παρὰ τῶν τὰ τοιαῦτα τεθεαμέ‐ νων.
Or
.

20

.

5

αἱ δὲ ἐλπίδες, ἡ μὲν ἥξειν λόχον ἐπὶ τῷ τῶν παραπιπτόντων φόνῳ, ἡ δὲ οὐ κτενεῖν μέν, δι’ ἁρπα‐ γῆς δὲ τὰ πάντων ἕξειν, ἑτέρα δὲ ψῆφος ἐπῆγε δημίων δεξιαῖς ἀπολέσθαι μὲν τὸ βουλεῦον, ἀπολέσθαι δὲ
5μοῖραν οὐ μικρὰν τῶν ἐν τῷ δήμῳ.
Or
.

20

.

6

Πῶς οὖν οὗτος; παιδεύει μὲν τιμωρίᾳ τινὶ τὴν ἴασιν ἐχούσῃ δυναμένῃ τὸ πεπαυμένον τῇ λύπῃ πάλιν ἐλεύθερον τῶν λυπούντων ποιῆσαι καὶ μὴ ἁμιλ‐ λάσθων ἵπποι, μηδ’ εἰς θέατρον ἴτω μήτε ὁ
5τέρπων μήτε ὁ τερπόμενος καὶ μικρᾶς ὀνόματι πόλεως ἡ μεγάλη κεκλήσθω καὶ τῆς ἐκ βαλα‐ νείων ἀπεχέσθω τρυφῆς, ὧν οὐδὲν ἄλυπον, ἐπὶ δὲ τὴν ἐνίων κρίσιν πέμπει μὲν οἷς συνῄδει δικαιοσύ‐ νην, ἐλέγχου δὲ ποιήσας κυρίους ὅμως αὑτῷ τὸ λοιπὸν
10ἐφύλαξεν, ὅπως ὁπόσον ἀφήσει, ἅπασιν εἴη κατα‐ φανές.
Or
.

20

.

7

καὶ οἱ μὲν ἀποροῦντες ἀρνήσεως ἔκειντο ἐν τῷ οἰκήματι καὶ παρῆσαν οἱ τούτων οἰκεῖοι διὰ τῶν πρὸ τοῦ θανάτου φιλημάτων τὴν μετ’ ὀδυρμῶν χαριζόμενοι χάριν. ἔπειθ’ ὅπερ ἥλιος ἐργάζεται νικῶν
5ἀκτῖσι νέφη, φῶς ἧκεν ἐπιστολῆς ἀπελαῦνον τὸ σκό‐ τος, καὶ πᾶν μὲν στυγνὸν ἐξεκεχωρήκει, πᾶν δὲ εἰς εὐφροσύνην ἄγον εἰσεληλύθει καὶ προσηγορίαν τε τὴν πρὶν αὖθις εἴχομεν καὶ θεαμάτων εἴδη καὶ λούσασθαι δὴ καὶ τὴν αὑτῆς γῆν ἡ πόλις καὶ τὴν αὑτοῦ τροφὴν
10ὁ πένης.
Or
.

20

.

8

ὁ μὲν γὰρ Ἀσκληπιὸς ἑνί τινι λέγεται λῦσαι θάνατον καὶ Ἡρακλῆς μιᾷ τινι γυναικί, σοὶ δὲ περὶ ὅλην τοῦτο πέπρακται πόλιν· ἣν ὅστις ἀναβεβιω‐ κέναι λέγοι, καλῶς ἂν λέγοι. τοσοῦτον εἴργαστο
5δρασμὸν ὁ φόβος οὐ σοῦ φεύγειν ἀναγκάσαντος, τῆς δὲ προσηκούσης τιμωρίας τοῦ δέους. ὃ παύσας, ὦ βασιλεῦ, μεστὴν αὖθις σωμάτων ἀπέφηνας τὴν πόλιν.
Or
.

20

.

9

Γνοίη δ’ ἄν τις, ἡλίκα δέδωκεν, εἰ λογίσαιτο, πόσος ἂν ἦν αὐτῷ λόγος ἐπιθέντι τὴν ὀφειλομένην δίκην, ἣν εἴ τις ᾐτιάσατο λαβόντα, συκοφάντης ἂν ἦν. ἦν δ’ ἂν ἡ προσήκουσα δίκη πολὺ μὲν αἷμα, πολ‐
5λοὶ δὲ νεκροί, δήμευσις τῶν ὄντων, ἐκβεβλῆσθαι τῆς οἰκείας καὶ μηδ’ ἀποθανόντι μετεῖναι πατρῴων μνη‐ μάτων.
Or
.

20

.

10

εἰ δή τις ἐπελαμβάνετο τούτων, τὸ στόμα ἂν ἐνεφράττετο τοῦτο μὲν ταῖς βλασφημίαις, τοῦτο δὲ ταῖς εἰκόσιν οὕτω πολλαῖς. πρὸς γὰρ δὴ τὸν ἄτο‐ πον ἐκεῖνον ἦν ἂν τῷ βασιλεῖ λέγειν· ἄνθρωπε, τῶν
5ῥημάτων οὐκ ἀκήκοας; τοὺς ἑλκομένους οὐκ εἶδες; εἰ γὰρ περὶ μόνον τὸν νεώτερον τῶν παίδων ταῦτ’ ἦν ἠσελγημένα, φέρειν ἔδει· εἰ δὲ πρόσκειται μὲν ὁ πρεσβύτερος, τούτῳ δὲ ἡ τε‐ κοῦσα, τῇ τεκούσῃ δὲ ἐγ, καὶ τὸ δὴ τούτων
10ἀφορητότερον ἐμο, τὸν ἱππέα τὸν πατέρα τὸν
ἐμὸν αὐτῷ ἵππῳ κατενεγκόντες, ὥσπερ ἐν ἱπ‐ πομαχίᾳ τρώσαντες, ἀμφοτέρους ἐγέλων ὡς οὐκ ὄντος τοῦ χαλεπανοῦντος ὑπὲρ τοιούτων κακῶν οὐδὲ καταλελειμμένου τοῦ ληψομένου
15δίκην, πόσους δέοι καθ’ ἕκαστον τῶν ὑβρι‐ σμένων ἀποθανεῖν;
Or
.

20

.

11

Οὐκοῦν τὸ μὲν θανάτῳ λαβεῖν ὑπὲρ τοιούτων τιμωρίαν ἄμεμπτον, διότιπερ ἔννομον, τὸ δὲ μὴ τοι‐ αύτης δεηθῆναι δίκης ἥμερον καὶ τὸ μὲν ὅλως τινὰ λαβεῖν νουθετοῦντος, τὸ δὲ μηδὲ τηλικαύτην πρᾴου τε
5καὶ πειρωμένου τοῖς θεοῖς εἰς ὅσον οἷόν τε ἀφομοιοῦν ἑαυτόν. τί γὰρ δὴ τὸ ’κείνων;
Or
.

20

.

12

ἄνωθεν μὲν ἅπαντα καθορῶσι καὶ ἀκούουσιν, ἐν δ’ αὖ τοῖς ἐπὶ γῆς καὶ λεγομένοις καὶ πραττομένοις ἀδικήματα πολλά τε ἄλλα καὶ δὴ καὶ ὅταν δι’ αὑτοὺς ἄνθρωποι πράττωσι
5κακῶς, ἀδικεῖσθαί τε λέγουσι παρ’ ἐκείνων καὶ βλέ‐ ποντες εἰς τὸν οὐρανὸν οὐδενὸς ἀπέχονται ῥήματος. εἶδον ἐγώ τινας καὶ λίθους ἐπ’ αὐτὸν ἀφιέντας. οἱ δ’ ἐν τοσαύτῃ δυνάμει τοῦ λαβεῖν δίκην, εἰ βουλη‐ θεῖεν, ὄντες οὐ βούλονται. εἰ δ’ ἅπασιν εἵποντο τοῖς
10τοιούτοις αἱ δίκαι, πάντα ἂν ἦν καθ’ ἡμέραν τῶν ἀπολλυμένων πλέα καὶ οὐδ’ ἂν ἐξήρκουν οἱ ζῶντες
πρὸς τὰς ταφάς. νῦν δὲ καὶ ἐν αὐτῷ τούτῳ τὸ κρείτ‐ τους εἶναι δεικνύουσι τῷ μηδὲ δικαίῳ χρῆσθαι θυμῷ πολλάκις.
Or
.

20

.

13

οὕτως οὖν ἡγεῖτο θεοῖς ἴσος ὄντως ὁ βασιλεὺς φανεῖσθαι καὶ διοτρεφὴς ὡς ἀληθῶς, εἰ μὴ τιμωρίαις ἥδοιτο ταῖς κατὰ τὴν ἀξίαν. καὶ τοῦτ’ εἶναι νομίζει βασιλικώτερον καὶ ᾧ μᾶλλον ἂν ἀρχὴ διασώ‐
5ζοιτο. οὐ γὰρ οὕτως ἀγαπᾶται τὸ κρατοῦν οὔτε ἀπὸ τροπαίων οὔτε ἀπὸ πόλεων ἢ λαμβανομένων ὅπλοις ἢ ποιουμένων σπονδὰς οὔτε ἀπὸ πλήθους στρατιωτῶν οὔτε ἀπὸ νόμων θέσεως οὔτε ἀπὸ σοφίας οὔτε ἀπὸ τῆς ἐν τῷ δικάζειν ἀκριβείας, ὡς ἀπὸ τοῦ συγγνώμην
10ἐν ἁμαρτίαις νέμειν.
Or
.

20

.

14

Ἅ μοι δοκεῖ καλῶς οὗτος ἐπιστάμενος οἷς εἶχεν ἐγκαλεῖν τὰ μέγιστα πρὸ τῶν τῆς ταραχῆς χρόνων, τούτων ἐξὸν κτεῖναι φείσασθαι ἀπὸ τῆς αὐτῆς ἀρετῆς. τοῖς μὲν καὶ πλήξασι καὶ ἑλκύσασι τὸν Σκύθην καὶ
5καταποντίσασι τὸν νεκρόν, ὧν καθ’ ἕκαστον ἠδι‐ κεῖτο βασιλεύς, τῆς μέμψεως ἐπὶ τὸ τῆς πόλεως κοινὸν εἰκότως ἐρχομένης τὸ μὲν τῆς ἡμέρας ἥμισυ τὴν ὀργὴν ἐδέξατο τὴν μέχρι τῶν οὐ δεδομένων ἄρτων, ἔπειτ’ ἦν, ὃ πρότερον, καὶ ἡ λῆψις καὶ ἡ δόσις, καὶ σὺν
10ἐκείνοις ἕκαστος οἴκαδε ἤρχετο, οἱ ἀπεκτονότες τε καὶ τὰ ἄλλα προστεθεικότες.
Or
.

20

.

15

ἕτερον τοίνυν πολὺ θαυ‐ μαστότερον. τοὺς γὰρ ἐπ’ αὐτῇ τῇ βασιλείᾳ πολλάκις συνελθόντας καὶ ἐν τοιαύταις βουλαῖς διατρίψαντας καὶ οἷα περὶ τοιούτων εἰκός, τὰ μὲν εἰρηκότας, τὰ δὲ
5ἀκηκοότας καὶ δὴ καὶ μαντείοις ἠνωχληκότας λαβὼν ὁμολογοῦντας ἀκούσας ψήφῳ πρὸς θάνατον ἀγομένους ἀφῆκεν ἕως ἔξεστι βιωσομένους τιμήσας τὸν ταῦτα εἰς μέσον ἀγαγόντα θεὸν τῷ τὸ ξίφος οὕτως ἐγγὺς ὂν ἐπισχεῖν.
Or
.

20

.

16

Διὰ τοιαύτης τοίνυν φιλανθρωπίας ἥκων καὶ πολλῇ τῇ περὶ αὐτὴν μελέτῃ κεχρημένος καὶ προσηγο‐ ρίαν ἐντεῦθεν κτησάμενος οὐκ ἔμελλες οὔτε ἐκεί‐ νην καταλύσειν οὔτε ταύτην ἐξελέγξειν, ἀλλὰ συμφω‐
5νοῦντα σαυτῷ παρέξεσθαι τὸν χρόνον καὶ τῶν προτέρων οὐ χείρω δείξειν τὰ δεύτερα. ἐπαινῶν δήπου σὺ καὶ Λακεδαιμονίων καὶ Ἀθηναίων τὸ σεσωκέναι πόλεις ἐμέμψω πολλάκις ἑκατέρων τὸ διεφθαρκέναι πόλεις καὶ ᾤου δὴ βελτίους ἀμφοτέρους εἶναι μὴ προσθέντας
10τὰ σκυθρωπότερα. καίτοι πῶς οὐκ ἐγγὺς θεῶν βασι‐ λεὺς τοιαῦτα μὲν θαυμάζων, τοιαῦτα δὲ αἰτιώμενος;
Or
.

20

.

17

Ἔδει καὶ τὸν τειχίσαντα στρατιώταις τε καὶ ὅπλοις τὴν Ῥωμαίων ἀρχὴν καὶ τοῦτ’ ἔχειν ἐν τῇ
ψυχῇ τἀγαθὸν τὸ μὴ ῥᾳδίως ἐπὶ τοὺς τῶν ὑπηκόων χωρεῖν αὐχένας. οὕτω γὰρ οὐκ ἂν οὑμὸς πατὴρ τὸ
5τοῦ πατρὸς ἑαυτοῦ ποτε σῶμα ὑπεδέξατο καὶ τῇ τετμημένῃ κεφαλῇ συγκατέθαψεν οὐκ ὀφειλούσῃ δίκην.
Or
.

20

.

18

σκόπει δέ· πεντακοσίων τις ἦρχεν ἐν Σε‐ λευκείᾳ ταύτῃ στρατιωτῶν οἷς ἔργον ἦν βαθὺ ποιεῖν τοῖς αὑτῶν πόνοις τῷ λιμένι τὸ στόμα. τούτους ἔδει καὶ περὶ ἄρτον ᾧ θρέψονται, τῆς νυκτὸς ταλαιπωρεῖν,
5ὡς μὴ εἶναι καθεύδειν. ταῦθ’ οἱ πεντακόσιοι μὴ δυ‐ νάμενοι φέρειν ὠθοῦσιν εἰς βασιλέως προσηγορίαν τὸν ἐφεστηκότα κτείνειν ἀπειλοῦντες οὐκ ἀνασχόμενον. ὁ δὲ τὸν ἐγγυτέρω διακρουόμενος θάνατον ἤγετο στένων πινόντων ἐκ τῶν ἀγρῶν ἄχρι μέθης τῶν
10περὶ τὸν λιμένα κεκακωμένων.
Or
.

20

.

19

εἰσπεσόντων δὲ δεῦρο περὶ ἡλίου δύσιν τῶν οὐδὲ οὗ γῆς ἦσαν διὰ τὸν οἶνον εἰδότων μοχλοὺς τοῖς δόρασιν ἀντιτάξαντες οἱ τότε τὴν πόλιν ἔχοντες, ἐκοινώνουν δὲ ἄρα καὶ γυναῖκες
5τοῦ ἔργου, περὶ πρῶτον ὕπνον τὸ τέλος ἐπέθηκαν
καὶ ἦν οὐδεὶς ὃς οὐκ ἔκειτο. τούτους τοίνυν τοὺς τῆς μὲν ταραχῆς οὐ κεκοινωνηκότας, τοὺς δ’ ἁμαρ‐ τόντας κατενεγκόντας καὶ τὸ πραχθὲν οὐ βουλο‐ μένους μὲν γεγενῆσθαι, γεγονὸς δὲ σβέσαντας ἀπεστέ‐
10ρησε τῶν ἐν τῇ βουλῇ πρώτων, ὥσπερ αὖ καὶ τὴν Σελεύκειαν. ἠδικήκει δὲ οὐδετέρα οὔθ’ ὅθεν ὡρμήθησαν οὔθ’ οὗ διεφθάρησαν. ἀλλ’ ὅμως ἐδόκει δεῖν τοὺς ἐξ ἑκατέρας πόλεως 〈πρώτουσ〉 ἀπολωλέναι.
Or
.

20

.

20

καὶ πλείστων δὴ τὸν ἐμὸν πάππον λέγεται δακρύων τετυχη‐ κέναι κάλλους τε καὶ μεγέθους τοῦτο πεποιηκότων. εἰ δ’ ἐῴκει σοὶ καὶ κατὰ μικρόν, ὦ βασιλεῦ, τῇ μὲν οὐκ ἂν
5ἐνεκάλεσε καθαρευούσῃ τῆς αἰτίας, τὴν δ’ ἡμετέραν κἂν ἐστεφάνωσεν ἐφ’ οὕτω ταχείᾳ νίκῃ.
Or
.

20

.

21

Ὥσπερ οὖν ἐκεῖνα μένει τε καὶ μνημονεύεται καὶ μνημονευθήσεται καὶ λήθην οὐδεὶς ἂν αὐτοῖς ἐμ‐ ποιήσειε χρόνος, οὕτω καὶ τὰ σὰ δὴ ταῦτα μνήμης ἀθανάτου τε τεύξεται καὶ οὔτε τῆς ἡμετέρας ἀνοίας
5ἀνήκοος οὐδεὶς ἀνθρώπων ἔσται οἷός τε ἡμῖν ἐφ’ οἵοις γεγένησαι, πᾶν τὸ ἐπιγιγνόμενον εἴσεται.
Or
.

20

.

22

Νικᾷς δὲ οὐ τοῦτον μόνον, ἀλλὰ καὶ τὸν τοῦ Διὸς
παῖδα δόξαντα εἶναι τὸν Ἀλέξανδρον εἴς γε ἡμερότητα· ὁ μέν γε Θήβας, ἐπειδήπερ ἐλευθερίας, ἥν ποτ’ εἶχεν, ἐπεθύμησεν ἡ πόλις, ἀνέσπασε πόλιν ψευδέσιν ἀγγελίαις
5ἀπατηθεῖσαν, ὃ κἂν εἷς ἀνὴρ πάθοι σύνεσιν ἔχειν δοκῶν· σὺ δ’ οὐδ’ ὅσον εἰς οἰκίδιον τοῦτο ἔδρασας ἡμέτερον. ὁ δὲ πλὴν μιᾶς οἰκίας τῆς Πινδάρου τὴν ἄλλην καθελὼν πόλιν καὶ τούτῳ τιμήσας τὸν ποιητὴν καλλίων ἂν ἦν ὅλῃ τῇ πόλει τιμήσας τὸν ποιητήν.
10ἐκείνῳ τε γὰρ ἔπρεπε δοῦναι τοσοῦτον καὶ τῷ Πιν‐ δάρῳ λαβεῖν. μιᾶς δὲ οἰκίας ἑστώσης ἐν πόλει κει‐ μένῃ τί τὸ κέρδος ἢ τῇ πόλει παρ’ ἐκείνης ἢ αὐτῇ γε ἐκείνῃ, ἣν οὐδ’ ἂν οἰκεῖν ὁ δεσπότης ἐν τοιούτοις τοῖς περὶ αὐτὴν ἔχοι;
Or
.

20

.

23

Ἀλλὰ μὴν πρός γε τὴν δοκοῦσαν Φιλίππου φιλανθρωπίαν περὶ τοὺς ἁλόντας Ἀθηναίων, ὅτ’ Ἀρ‐ γαῖον κατῆγον, οὐ χαλεπὸν ἀντειπεῖν, ὡς οὐκ εἴη τοῦτο φιλανθρωπία. τοῦ θεραπεύειν γὰρ Ἀθηναίους ἀνάγ‐
5κην ἔχων τὴν ἀσθένειαν αὑτοῦ οὓς ἡδέως ἂν ἐκόλασεν ἄκων ἀφῆκε τὸ μηδὲν παρ’ Ἀθηναίων ὕστερον παθεῖν ὠνούμενος. οὐκοῦν οὐκ ἦν αἰχμαλώτους ἐλε‐ οῦντος τὸ γιγνόμενον, ἀλλὰ τὴν αὑτοῦ χώραν πειρω‐ μένου ῥύεσθαι, πολὺ δέ, οἶμαι, τὸ μέσον φιλανθρω‐
10πίας καὶ φόβου. σὺ δὲ ποίους μὲν Ἀθηναίους, ποί‐ ους δὲ Ἀθηναίων στρατηγούς, ποίας δὲ ναῦς, ποίας δὲ ἱππαγωγοὺς τριήρεις δείσειν ἔμελλες; οὕτως εἰλι‐ κρινὲς ἐνταῦθα τὸ τῆς φιλανθρωπίας, καὶ οὐδεὶς ἂν οὐδαμόθεν αἰτίαν φαυλοτέραν περιάψειε τῷ πράγματι.
Or
.

20

.

24

Λείπεται κἀκεῖνος τῶν σῶν δὴ τοῦτο ὁ τῇ Ῥώμῃ μὲν ὁμώνυμον ἐγείρας πόλιν, τὸ σχῆμα δὲ τὸ ’κείνης ἅπαν εἰς ταύτην εἰσαγαγών, εὐδοκιμῶν δὲ τῷ τὸν Ῥωμαίων δῆμον ἐνεγκεῖν ἀγροικισάμενόν τι. ῥή‐
5ματα μὲν γὰρ εὖ ποιῶν ἤνεγκεν, ἔργον δὲ οὐδὲν προσῆν οὐδὲ κατ’ εἰκόνων ὕβρις. καίτοι πολλαί γε εἱστήκεσαν ἐκείνῳ, αἷς οὐχ ὅπως χεῖρα ἐπήνεγκαν, ἀλλ’ οὐδ’ ὅσον εἰς βλέμμα παροινίας ἔρχεται, φαίνονται λελυπηκότες. οὐκοῦν ἐνταῦθα μὲν καὶ ῥήματα
10καὶ ἔργα, ἐκεῖ δὲ τοὔλαττον μόνον, τὰ ῥήματα. οὕτω τοῦ βραχυτέρου μὲν ἐκείνῳ κοινωνεῖς, κοινωνὸν δὲ
ἐκεῖνον τοῦ μείζονος οὐκ ἔχεις.
Or
.

20

.

25

Ἐξεταζέσθω δὴ καὶ τοῖν ἀδελφοῖν οἷς πόλις ἡ Κίβαλις, ὁ νεώτερος, ὃς ὑβρισμένος ἐν γράμμασιν ἐν τῇ μεγάλῃ πόλει καθῃρημένης ἤδη τῆς τυραννίδος οὐκ ἐμνησικάκησεν. ὁ μὲν οὖν μὴ καλὸν τοῦτο νομίζων
5κακὸς ἂν εἴη. ἀλλὰ πρῶτον μὲν γράμματα ἔνι κἀν‐ ταῦθα, δεινότερον μὲν ἀγράφου ῥήματος, ἧττον δὲ ἔργου πάλιν.
Or
.

20

.

26

καίτοι καὶ εἰκόνες ἑωρῶντο τοῦ ταῦτα ἀκηκοότος. ἀλλ’ ὅμως αὐτὰς παρῄεσαν οὔτε τιμῶντες οὔτε ἀτιμάζοντες. τὸ δὲ μέγιστον, οἱ μὲν τυραννούμενοι τὰ τοιαῦτα ἔγραφον καὶ οὐκ ἦν αὐτῶν
5μᾶλλον ἢ τῆς ἀνάγκης τῆς παρὰ τοῦ δεσπότου ἤτοι φανερῶς κελεύοντος ἢ καὶ παραδηλοῦντος, ὅτι βούλοιτ’ ἂν αὐτῷ τὰ τοιαῦτα δίδοσθαι. οὐ δὴ δίκαιον ἐνόμιζε λαμβάνειν δίκην ὧν τινες ἐβιάσθησαν, ἡνίκα ἐδούλευον. τὰ δ’ εἰς σὲ κρατοῦντά τε αὐτῶν καὶ ἄρχοντα καὶ
10βασιλεύοντα πεπραγμένα ἀφορμὴν μὲν ἐξ ἑαυτῶν εἰς συγγνώμην οὐκ εἶχον, μίαν δὲ καταφυγὴν τὸ σὲ πρὸς φιλανθρωπίαν πανταχοῦ καθέλκεσθαι.
Or
.

20

.

27

Πρὸς τίνα δή σε λοιπὸν ἐξεταστέον ἢ πρὸς
τὸν ἐν τοῖς ὁμόροις τῇ Συρίᾳ δι’ εἰκόνος καὶ αὐτὸν ὑβρισμένον; ἀλλ’ εἴ τις τὴν Ἔδεσσαν καὶ τὰς ἐκείνης ἑορτὰς καὶ τοὺς περὶ τὰς ἑορτὰς ἐνθυμηθείη νόμους
5καὶ ὡς παλαιόν τι τοῦτο διὰ πάντων βασιλέων ἧκον καὶ δι’ ἀρχαιότητα μᾶλλον ἡδονὴν φέρον ἢ λύπην, πολὺ τὸ οὐκ ἴσον τῶν περὶ τὰς εἰκόνας ἀμφοτέρων εὑρήσει καὶ τοσοῦτον, ὅσον ὕβρεως καὶ παιδιᾶς τὸ μέσον.
Or
.

20

.

28

λέγεται δὲ καὶ σοφῶν ἀνδρῶν ἐπιστήμῃ τοῦτο καταδεδεῖχθαι χαριζομένων τισὶ τὰ τοιαῦτα δαί‐ μοσι καὶ ταῖς μετὰ παιδιᾶς λοιδορίαις ἑστιώντων ἐκεί‐ νους, ὅπως ταύτῃ κεκορεσμένοι μηδὲν πλέον παρὰ τῶν
5ἀνθρώπων ζητῶσι, καὶ ἀπιστεῖν γε οὐκ ἄξιον ὁρῶντα καὶ σφᾶς αὐτοὺς κωμῳδοῦντας ἐκείνους καὶ τούς γε ἐν δόξῃ παρ’ αὐτοῖς ὄντας ἀφορμὴν γιγνομένους τοῖς μετὰ δρόμου σκώμμασι. καθ’ ἕκαστον τοίνυν ἔτος τοιαῦτα θέοντες ἔχουσι τὴν ἀπὸ τοῦ καιροῦ καὶ τοῦ
10πλήθους αὐτῶν ἀσφάλειαν, οὐ τὴν ἐπὶ ῥήμασι μόνον, ἀλλ’ ὅλως ἐφ’ ἅπασιν ἃ ποιεῖν ἡδίω δύναται τὴν ἑορ‐ τήν. κἂν ἄρχων οὐκ ὀρθῶς ἀνιαθεὶς ἐπὶ τὴν τιμωρίαν ἴῃ, μικρόψυχός τε εὐθὺς καὶ σκαιὸς ἐνομίσθη καὶ νό‐ μων ἱερῶν ἀλλότριος.
Or
.

20

.

29

ἀλλ’ οὐχ ἡμῖν γε ἦν ἀπο‐ στροφή τις οὐδαμόθεν οὐδ’ αὖ τὸ παραιτησόμενον, ἀλλ’ ἐν τῇ σιγῇ τῶν δεδρακότων ἡ κατηγορία τῶν πεπραγ‐ μένων ἐστίν. ὥστε σὺ μὲν ἐκείνῃ πάντως ἂν συνέγνως
5τῇ πόλει, τῇ δὲ οὐ πάντως ἂν ἐκεῖνος. οὕτω καὶ τὸν ἥμερον εἶναι δόξαντα τῇ γαλήνῃ παρελήλυθας.
Or
.

20

.

30

Οἱ δὲ δὴ τὸν πατέρα τὸν Τίτου μηδέν σου ταύτῃ λείπεσθαι λέγοντες τὸν ἐν μὲν ταῖς εἰκόσιν ὅμοια πεπονθότα, κτείναντα δὲ οὐδένα τῇ παρ’ ἑαυτοῦ ψήφῳ, τά τε περὶ τὸν σῖτον οὐκ ἐθέλουσιν ὁρᾶν τά
5τε περὶ τοὺς ἐκ Παλαιστίνης ἱκέτας, ὧν τὸ μὲν αὐτοῖς ἐποίει λιμόν, τὸ δὲ ἀσεβείας ἀνάγκην. ὃ δὲ δὴ διὰ ταῦθ’ ἡμάρτανον, οὐκ αὐτῶν ἦν μᾶλλον ἢ τῶν ἐπὶ ταῦτα ἀγόντων, ὥστ’ ἐκεῖνοι δίκην ὡς ἀληθῶς ὤφειλον ὧν Ἀλεξανδρέας ᾤοντο.
Or
.

20

.

31

καὶ γὰρ ὅστις χαλεπὸν ἀποδιδράσκει δεσπότην, ἠδίκηται μᾶλλον ἢ τοῦτο πεποίηκεν· ἃ γὰρ οὐκ ἐβούλετο βιασθείς, ταῦτ’ ἄγειν ἐπ’ ἐκεῖνον δύναιτ’ ἄν. ἐν αὐτοῖς οὖν οἷς ἐκό‐
5λαζε, τοῖς ἐλάττοσιν ἡμάρτανε· πῶς οὖν τοῦ μὴ κἀν
μείζοσιν ἐπαινοῖτ’ ἂν εἰκότως; ἐνταῦθα δὲ ποία σιτο‐ δεία; τίς λιμός; τίς ὠμότης ὑπακοῦσαι καιρῷ δεομένῳ χρημάτων καὶ ποιῆσαι μείζω τὴν Ῥωμαίων δύναμιν καὶ τὸ μὴ περὶ τοῖς ὅλοις δεδοικέναι διὰ τούτου κερ‐
10δᾶναι;
Or
.

20

.

32

τὸ δὲ μέγιστον, οἱ μὲν ἀπεσφάγησαν Ἀλεξ‐ ανδρεῖς ὑπὸ τῶν ἐγκαθημένων τῇ πόλει στρατιωτῶν οὕτω δὴ πολλοί τινες, ὥστε καμεῖν τοῖς τύπτουσι τὰ ξίφη. τί οὖν ἔδει ζητεῖν, ὃ πρὶν ἢ πυθέσθαι περὶ
5τῆς στάσεως εἶχε; τούτῳ δὲ οὐδὲν τοιοῦτον παρὰ τῶν τῇδε τόξων ἐγεγόνει. δυοῖν γὰρ δὴ σωμάτων ἥψατο δύο βέλη βοηθοῦντα τῶν γνωρίμων τινὸς οἰκίᾳ θορυ‐ βουμένῃ. οὐκοῦν ὁ μὲν διὰ τῶν στρατιωτῶν ἀπε‐ κτόνει, σὺ δὲ οὐκ ἂν αἰτιαθείης, 〈ὃσ〉 οὐδὲ ἐν φόβῳ
10ζῆν ἐᾷς, τοὺς ἐνίους δὲ οὐδὲ λέγειν ἄξιον. οὕτω δὴ καὶ οὗτος ἥττηται.
Or
.

20

.

33

Τῶν τοίνυν εἰρημένων μοι τὰ πολλὰ καὶ μάν‐ τιν ἐποίει με, οὐχ ὁ Λητοῦς καὶ Διὸς οὐδ’ ἄλλος τις θεῶν, ἀλλ’ ὡς μετὰ τὴν ἀτυχίαν ἐκείνην ἡ πόλις ἦν ἐν φόβῳ τῷ τῆς δίκης καὶ πολὺς ἦν ὁ τῶν ὀλέθρων
5κατάλογος, ἐγὼ δὴ διὰ πάσης ἐρχόμενος θαρρεῖν τε ἐκέλευον καὶ τρέμοντας ἔπαυον καὶ πᾶν ἀκριβῶς ἔλε‐ γον τὸ μέλλον προορῶν, ὥστε τοῖς κακοηθεστέροις
ἐπῄει πρὸς ἀλλήλους λέγειν, ὅτι ἀνὴρ ἐξ ὀρνίθων ἡμῖν ἀφῖκται καὶ ποιεῖ νῦν, ὃ πάλαι παρὰ τοῖς Ἀχαι‐
10οῖς ὁ Κάλχας ὁ Θέστορος.
Or
.

20

.

34

τότε οὖν εἶναι μάντις οὐκ ἀπηρνούμην, θορυβούντων δὲ παρὰ σοῦ τε μάντις ἔλεγον γεγενῆσθαι καὶ βλέπειν ἐμαυτὸν εἰς ἀετὸν ἕνα σὲ καὶ τὸ μὴ φαινόμενον ἐκ τῶν ἤδη
5γεγενημένων ὁρᾶν. ἐπεὶ καὶ τὸν Ἡρακλέα πορευό‐ μενον ἐπ’ ἔργον ἑκόντα ἢ καὶ πεμπόμενον ὅστις ᾔδει καλῶς τὴν Ἡρακλέους φύσιν, λέγων ὅτι καὶ κατορ‐ θώσει, μάντις ἂν ἦν ἐκ τῶν Ἡρακλεῖ κατειργασμένων εἰς τὸ προειπεῖν κινούμενος.
Or
.

20

.

35

μαντεύεται δὲ καὶ Ἀγαμέμνων κακὸν ἔσεσθαι Τρωσὶ τὰς Ἀχιλλέως διαλ‐ λαγὰς εἰδὼς τὰς πρὸ τῆς ὀργῆς τῆς ἐκείνου πεπορθη‐ μένας πόλεις, μαντεύεται δὲ καὶ αὐτὸς Ἀχιλλεὺς περί
5τε τῆς Ἕκτορος ἀριστείας καὶ ὅπως αὐτὸν ζητήσει τὰ πράγματα. καὶ περὶ Ἀριστείδου δὲ τοῦ Λυσιμάχου μετὰ τοὺς φόρους ἀργυρολόγου πλέοντος ἦν ἄν μοι τὸ τῶν μάντεων ποιεῖν, προλέγειν, ὡς μεθ’ ὁμοίας ἐπάνεισι πενίας.
Or
.

20

.

36

καὶ νῦν τοίνυν ἐβόων, ὅτι ταῦτα βασιλεὺς εἴσεται μὲν οὕτως ἀκριβῶς, ὡς μηδὲν εἶναι πλέον τοῖς αὐτόπταις γεγενημέ‐
νοις ἡμῖν, αὐχένα δὲ οὐδένα ὑποθήσει σιδήρ.
5καὶ εἵπετο δὴ τούτοις ἐξέτασίς τε πονηρῶν ἔργων, δεῖ γὰρ τό γε ἀληθὲς ὁμολογεῖν, καὶ δικασταὶ τοῦτ’ ὄντες ὃ δὴ καὶ ἐκέκληντο, καὶ γράμματα λύσιν ἔχοντα τῶν προτέρων. ἐν οἷς ἔνεστιν ὁρᾶν λάμπουσαν τῷ βασιλεῖ τὴν φύσιν, ὅταν ἀπολογῆται μὲν ἐκ τῆς τῶν ἠδικη‐
10κότων κακίας, φάσκῃ δὲ αὑτοῦ τὴν ὀργὴν ἀλλοτρίαν τε εἶναι καὶ διὰ τοῦτο ταχέως μεταπηδᾶν ἐπὶ τὰ πρᾳ‐ ότερα καὶ τούτου πλείω λόγον ἔχειν ἢ τοῦ τιμωρίαν λαμβάνειν.
Or
.

20

.

37

Χρηστὸς δὲ ὢν καὶ φιλόδωρος χαρίζεται καὶ τῷ μεγάλῳ συνεδρίῳ καὶ τῷ μεγάλῳ δήμῳ τὸ καὶ ταῖς ἐκείνων ἱκετείαις πεπρᾶχθαί τι τῶν ἐπιεικεστέρων. ἐπεὶ ἔγωγε πέπεισμαι ταὐτὰ ἂν γενέσθαι τἀναντία
5βουλομένων οὐκ ἐκείνων μόνον, ἀλλὰ καὶ πάντων ἀνθρώπων. νῦν δὲ πλείω μὲν ἀγαθὰ γένοιτο τῇ καὶ νῦν πολλὰ καρπουμένῃ πόλει δακρύων τε εἵνεκα καὶ τῶν ἄλλων ἃ τὴν βοήθειαν εἶχεν, ἴστωσαν μέντοι χάριν ᾐτηκότες ἣν ἔδωκεν ἂν τῇ γῇ καὶ μηδενὸς ἐπαγ‐
10γέλλοντος. οἱ δ’ αὑτοὺς μὲν ἔδειξαν καλῶς καὶ ὥς εἰσιν εὖ πράττειν ἄξιοι, βασιλέα δὲ παρεκάλουν ἐφ’ ἃ καὶ πρὸ ἐκείνων αὐτὸς αὑτόν.
Or
.

20

.

38

Δηλοῖ δ’ οἷός ἐστιν, ἐκεῖνος ἐν τῇ τῶν φιλανθρώπων διατριβῇ. διελὼν γὰρ ἃ δίδωσι, χωρὶς ἕκαστον ἀπαριθμεῖ, τὰς οὐσίας, τὰ θεάματα, τὰ λου‐ τρά, τοὺς ἐξεληλαμένους, οἷς περὶ τὴν ψυχὴν ὁ λόγος,
5τὴν τὰ αὑτῆς ἀπειληφυῖαν ἀρχήν, ἔχων ἐν δυοῖν, εἴπερ ἐβούλετο, ῥήμασι περιλαβεῖν τὴν δόσιν. ὁ δέ, ὥσπερ οἱ τῶν ἀνθέων βραδέως ἀπαλλαττόμενοι, μακρηγορεῖ καὶ μόλις ἐξέρχεται καὶ δέδοικεν ὑπὲρ τῶν πενομένων, ὡς ἴσον ὂν ἀπορεῖν καὶ τεθνάναι.
Or
.

20

.

39

διὰ τοῦτο τῷ ζῆν προσέθηκε τὸ καὶ ἐν οἷς εἶχον ζῆν. εἰσὶ δὲ οἳ δι’ ἀδίκων θανάτων ἐπὶ τάς τινων ἧκον οὐσίας, ἡ δὲ ἐντεῦθεν ὠφέλεια νῦν τε καὶ ἐς ἀεὶ τῶν ἀεὶ τὸ
5κράτος ἐχόντων διδασκομένων μὴ τῶν ὄντων ἐκβάλ‐ λειν τοὺς κεκτημένους μηδὲ κέρδη τὰ τοιαῦτα νομίζειν.
Or
.

20

.

40

Τῶν μὲν οὖν ἴσων ἔτυχεν ἂν καὶ οὐ τοσαύτη πόλις ἐν τοιούτοις ἁμαρτήμασιν εἰδότος, ὅτι καθάπερ
ἐν σώματι κἂν τὸ μικρότατον ἀφέλῃς, τὸ πᾶν ἐζημίω‐ κας, οὕτω κἀν τῇ μορφῇ τῇ διὰ τῶν πόλεων ποθου‐
5μένου τοῦ τέως μὲν ὄντος, εἶτα ἀπολωλότος. νῦν δὲ δυοῖν μὲν ἥδε δευτέρα, τρισὶ δὲ ἴση, τῶν δ’ ἄλλων περίεστι.
Or
.

20

.

41

καὶ γέγονας οἰκιστὴς διὰ τῆς σωτηρίας οὐ λίθους ἐπὶ λίθοις διὰ τεκτόνων τιθεὶς οὐδ’ ἐναρ‐ μόττων ξύλα οὐδ’ ἐπάγων κέραμον οὐδ’ εἰς πόνον καὶ τὸ καθῆσθαι μερίζων τὸν ἐνιαυτὸν οὐδὲ πολλῶν ἐτῶν
5εἰς τὸ πᾶν δεόμενος, ἀλλ’ ἀπὸ γνώμης τε ἡμέρου καὶ γραμμάτων ὀλίγων καὶ τοῦ κρείττων θυμοῦ γενέσθαι.
Or
.

20

.

42

καὶ νῦν ἅπαντ’ ἐκεῖνα τὰ τῶν πρὸ τῆς Ἰοῦς, τὰ τῶν ἐκείνην ζητούντων, τὰ Ἀλεξάνδρου, τὰ Σελεύκου, τὰ τῶν μετ’ ἐκεῖνον ἀρξάντων σὰ γίγνεται, τὸ μῆκος, τὸ πλάτος, τὰ ἱερά, τὰ ἴδια, τὰ δημόσια, στοῶν κάλ‐
5λος, ἀγορῶν φαιδρότης, βουλευτήρια, θέατρα, λου‐ τρά. τὰ μὲν γὰρ ἐκείνων οἴχεται τῇ στάσει, τὴν δ’ οὖσαν σὴν ἡ συγγνώμη πεποίηκεν.
Or
.

20

.

43

ὁ γὰρ εἰκότως ἂν ἀνελὼν φεισάμενος εἰς τὴν τοῦ κτίσαντος χώραν ἐξ ὧν οὐκ ἀνῄρηκεν εἰσάγεται, ἐπεὶ καὶ ὅστις ἄνθρω‐ πον ποταμοῦ ῥύμης ἐξήρπασε, πατὴρ ἂν εἰκότως εἶναι
5τοῦ σεσωσμένου δοκοίη. ὅταν οὖν τις ἐπαινῇ βασιλέας ἐξ ὧν ἔδοσαν τῇ γῇ πόλεων, ἔξεστιν ἑτέρῳ τήνδε παρὰ σοῦ δεδόσθαι λέγειν. καὶ γὰρ τὸν Ἕκτορα τῇ Τροίᾳ τὸν ἐν τῇ μονομαχίᾳ πεσόντα παρ’ Ἀπόλλωνος δεδόσθαι τοῦ γε ἀναστήσαντος· ὥστε σὲ μηδ’ ἂν ὄνομα
10τῇ πόλει μεταθέντα ἐκ τῆς σῆς οἰκίας μηδένα ἂν αἰ‐ τιάσασθαι.
Or
.

20

.

44

Καὶ δὴ τοῦτό γε ἐν πολλοῖς οἷς ἡμαρτήκαμεν ὀρθῶς εἴδομεν τὸ τοιαῦτα περὶ δευτέρας προσηγορίας, οἷάπερ ἀκήκοας, εἰπεῖν. δεῖ τοίνυν σε τοῖς πεπραγ‐ μένοις οἰκιστὴν πεφηνότα σαυτοῦ τε ἔργον τὴν χειμα‐
5σθεῖσαν νομίσαι καὶ τῷ μὴ διαφθεῖραι προσθεῖναι προσθήκας τῆς σῆς τύχης ἀξίας, οἵαις δὴ καὶ τὴν Δάφνην καλλίω κατέστησας βασίλεια παλαιὰ τοῖς νέοις ἀποκρύψας. δεχέσθω δή τι καὶ τὸ ἄστυ παρα‐ πλήσιον, εἴτ’ ἐν τῇ νήσῳ βούλει τῇ πέραν τοῦ ποτα‐
10μοῦ εἴτ’ ἐν τῷ πρὸ ταύτης ᾠκισμένῳ χωρίῳ. παρα‐ καλῶ δέ σε ἐπὶ ταῦτα, ὦ βασιλεῦ, οὐ μόνον ὑπὲρ μεγέθους καὶ κάλλους, ἀλλ’ ὅπως καὶ μαθεῖν ἡμῖν ἐγγένοιτο, εἴτε ἔτι ἐραστὴν ἐκεῖνον ἔχομεν εἴτε ἤδη
πέπαυται.
Or
.

20

.

45

Σὺ δὲ κρείττων μὲν γένοιο τῆς παροινίας, φυλάττοις δὲ τὸ γενόμενον ἀπὸ τῆς τοῦ θεοῦ λαμπά‐ δος, δι’ ἣν ὡς ἥδιστα μὲν ἑώρας τὰς ἐνθένδε πρε‐ σβείας ὁρᾶν ἐν τοῖς παροῦσι τρόπον τινὰ τὴν ἀφεστη‐
5κυῖαν δοκῶν, εὐφραίνου δὲ τῷ τε πυνθάνεσθαι τῷ τε ἀκούειν τι περὶ ἡμῶν. μέγα μὲν δὴ καὶ τὸ λῆξαι τὴν ὀργήν, πολλῷ δ’ ἔτι μεῖζον τὸ μὴ τὸν ἔρωτα λῆξαι. τῷ προτέρῳ τοίνυν τιμήσας τίμησον, ὦ βασιλεῦ, καὶ τῷ δευτέρῳ.
Or
.

20

.

46

θεοῦ δ’ ἂν εἴη καὶ τὸ τρίτον παρα‐ σχεῖν, τὸ τῆσδέ ς’ ἐπιβῆναι καὶ χώρας καὶ πόλεως· πάλιν δ’ αὖ τοῦδε μεῖζον τὸ σὺν τῷ νέῳ βασιλεῖ. τότε ἡμῖν, τότε καὶ πρὸς βίαν δώσεις τὴν ἀπὸ τοῦ παιδὸς
5ἐπωνυμίαν. λέγω δὲ βίαν, ὅση δὴ γένοιτ’ ἂν παρ’ ὑπηκόων σωφρονούντων· ὡς καλὸν τά γε τοιαῦτα βασιλέα καὶ προσαναγκάζειν.
Or
.

20

.

47

ἡμᾶς μὲν οὖν ἐκ τούτων προσερεῖ τις εὐδαίμονας ἔνδον τε σοῦ καθ‐ ημένου καὶ βουλὰς βουλεύοντος σωτηρίους κἀν τῷ πεδίῳ τὰ πολέμια μελετῶντός τε αὐτοῦ καὶ τὴν στρα‐
5τιὰν παιδεύοντος καὶ γιγνομένου τε καὶ ποιοῦντος βελτίους Πέρσαις τε σφᾶς αὐτοὺς ἐπαινεῖν παρέχοντος ἐπὶ τὴν ἐκ τῆς εἰρήνης ἀσφάλειαν δραμοῦσιν. εἰ δ’ οὖν καὶ πολέμου δεήσειεν, ἕξεις καὶ τοὺς ἀόπλους ἡμᾶς
συναγωνιστάς, ἄνδρας τε καὶ γυναῖκας καὶ παῖδας,
10ὅσοι τὴν πόλιν οἰκοῦσι καὶ ὅσοι τὴν γῆν ἐργάζονται καὶ ὅσοι δεσπόταις ὑπηρετοῦσι.
Or
.

20

.

48

τίς οὖν ἡ παρὰ τῶνδε τῶν γυμνῶν συντέλεια; τοὺς θεοὺς ἕκαστοι τούτων καλέσουσιν ἀπ’ εὐνοίας ἀκριβοῦς, τὸν Ἄρη, τὴν Ἀθηνᾶν, τοὺς ἄλλους ὧν ταῖς γνώμαις ἐκβαίνει
5τὰ τῶν πολέμων τέλη, μεμνημένοι τῶν τε λελυμένων κινδύνων τῆς τε ἀνελπίστου ταύτης σωτηρίας, αἰτοῦν‐ τες τοὺς ἐναντίους, εἴ τινες ἄρα φανεῖεν, εἰς δέος τε πίπτειν καὶ τρόμον καὶ φυγῆς μᾶλλον ἢ διώξεως ἐρᾶν. ὅσην δὲ ἐν πολέμου πράγμασιν ἔχουσιν εὐχαὶ ῥοπήν,
10ὁρῶμεν ἐν ταῖς ποιήσεσι.
Or
.

20

.

49

Καὶ μήτοι νομίσῃς παρὰ τῆσδε μόνης τοῦτο ἕξειν τἀγαθόν, ἀλλ’ ὅσον ἐστὶ τὸ βασιλευόμενον, τοσ‐ οῦτον τὸ συνευξόμενον. τὸ γὰρ τῶν ἀδελφῶν δίκαιον ἔστι δήπου κἀν ταῖς πόλεσι καὶ συνάχθονταί τε πλητ‐
5τομέναις καὶ συγχαίρουσιν ἐν τοῖς ἀμείνοσι. καὶ ὥσπερ ὁ μέρει πόλεως λυμηνάμενος καὶ τὸ μηδὲν πε‐ πονθὸς ἠνίακεν, οὕτως ὁ μιᾷ πόλει λελύπηκεν ἁπάσας. οὐκοῦν καὶ ὅτῳ τι χρηστὸν εἰς μίαν γεγένηται, πάσας οὗτος ἀνηρτήσατο. ἀπὸ τοσούτων οὖν στομάτων εὐχὴν
10πόσον τι χρὴ νομίζειν δυνήσεσθαι;
Or
.

20

.

50

Οὕτως οὐ φιλάνθρωπά σοι μόνον, ἀλλὰ καὶ λυσιτελοῦντα πέπρακται. καὶ φύσει γε τὸ πρᾶγμα τοιοῦτόν ἐστιν. ἡ μὲν ἀρετὴ συμφέρον· καίτοι καὶ εἰ μηδὲν κέρδος ἔμελλεν ἐντεῦθεν ἀκολουθήσειν, αὐτό γε
5σὺ δήπουθεν τὸ καλὸν τιμήσειν ἔμελλες, τὸ καλὸν δέ, οἶμαι, τὸ μὴ πικρῶς ἔχειν τοῖς ἁμαρτάνουσιν οὖσιν ἀνθρώποις. εἰς μὲν γὰρ τὸν οὐρανὸν τοῦτο οὐκ εἰσέρχεται, τῶν δὲ ἀπὸ τῆς Ἄτης οὐκ ἔνι καθαρεῦσαι τὴν γῆν. θεῖος δέ τις εἶναι δοκεῖ καὶ πολλῶν ἐπαί‐
10νων ἄξιος, ὃς ἐν ταῖς παρ’ ἐκείνης ἐπηρείαις τοῖς πα‐ ραπεσοῦσιν οὐκ ἐπέθετο.
Or
.

20

.

51

Καὶ νῦν οὗτος πανταχοῦ πολὺς ὁ λόγος, οἷα μὲν τὰ παρ’ ἐμοῦ, οἷα δὲ τὰ παρὰ σοῦ. οἶμαι δὲ καὶ ἐν θεῶν συλλόγοις μνήμην ἀμφοτέρων εἶναι καὶ παρὰ μὲν τῶν ἐγκώμια λέγεσθαι, Μουσῶν τε καὶ Ἑρμοῦ
5καὶ Ἀπόλλωνος, τοὺς δ’ ὑπὲρ δωρεῶν ἃς δεῖ σοὶ παρ’ ἐκείνων ἐλθεῖν, γνώμην ἀποφαίνεσθαι. Καλλιόπη δὲ τὸ μὲν δράσει μετὰ τῶν ἀδελφῶν, ὑπὲρ δὲ τῆς ἑαυτῆς πόλεως ἀποδώσει καὶ δευτέραν ἀμοιβὴν
ἔρωτα τοῖς σοῖς υἱέσι παιδείας ἐνθεῖσα καὶ μουσικῆς.
Or
.

21

t

ΕΙΣ ΚΑΙΣΑΡΙΟΝ ΜΑΓΙΣΤΡΟΝ.
Or
.

21

.

1

Ἐπειδὴ ταῖς ὑποσχέσεσι ταῖς παρὰ σοῦ τὸ ἔργον ἠκολούθησεν, ὦ γενναῖε Καισάριε, καλῶς ἂν ἔχοι καὶ ταῖς ἐμαῖς παρ’ ἐμοῦ προστεθῆναι τὸ ἔργον. ἦν δὲ ἐν μὲν ταῖς σαῖς 〈τὸ〉 πάσῃ προθυμίᾳ τῇ πόλει
5βοηθήσειν ὅσῃπερ ἂν τῶν πολιτῶν ἕκαστος, ἐν δὲ ταῖς ἐμαῖς τὸ λόγον ἔσεσθαι παρ’ ἐμοῦ τοῖς πράγμασι πει‐ ρώμενον καὶ τοὺς ἐσομένους διδάσκειν, οἷος ἡμῖν ἐν οἵῳ καιρῷ γεγένησαι. βουλοίμην δ’ ἂν εἰπεῖν τι τῶν τετελεσμένων ἄξιον καὶ δύναμιν τοσαύτην εἰς τὸν
10λόγον παρὰ τῶν Μουσῶν λαβεῖν, ὅσηνπερ αὐτὸς ἔσχηκας εἰς τὸ περισῶσαι τὴν πόλιν.
Or
.

21

.

2

ὁ μὲν οὖν ὄχλος, ἐν ᾧ πολλοὶ μὲν ἄνδρες, πολλαὶ δὲ γυναῖ‐ κες, πολλὴ δὲ νεότης, πολὺ δὲ γῆρας, ἀφ’ οὗπερ πρό‐ τερον ἐποιοῦντο χωρίου τὰς ἱκετείας, ἀπὸ τούτου νῦν
5καὶ τὰς ἐπὶ τοῖς δεδομένοις εὐφημίας. ἃς ἦν μέν σε κάλλιον παρόντα δέχεσθαι μετὰ τῆς φωνῆς ὁρῶντα καὶ τὴν τῶν σωμάτων κίνησιν, φοιτᾷ δὲ ἴσως οὐ μικρόν τι σοι καὶ διὰ τῶν ἀγγέλων.
Or
.

21

.

3

ἐγὼ δὲ κεκοι‐ νώνηκα μὲν ἐκείνοις τῶν ἡδίστων ἡμῖν βοῶν πρᾶγμα νῦν πρῶτον πεποιηκὼς τῆς δωρεᾶς τοῦτο πειθούσης, ὃ δ’ οὐκ ἔνι μὲν γενέσθαι παρὰ τῶν πολλῶν, γένοιτο
5δ’ ἂν παρ’ ἐμοῦ, τοῦτ’ ᾠήθην δεῖν προσθεῖναι χάριν εἰδὼς τοῖς θεοῖς τοῦ δόξης σοι μέλειν ἀντὶ χρημάτων. ἐκείνως μὲν γὰρ οὐκ ἂν εἶχον ἀμείβεσθαι, νῦν δέ, εἰ καὶ μὴ ὅσον ἄξιον, ἀλλ’ ἀποδοίην ἄν τι.
Or
.

21

.

4

Εἰ μὲν οὖν ἁπάντων τῶν παρὰ πάντα τὸν χρό‐
νον αὐτῷ πεπραγμένων βούλοιτό τις, ὦ παρόντες, μεμνῆσθαι καὶ τῆς τε ἐν παισὶ σωφροσύνης, εἶτ’ ἐπει‐ δήπερ ἐκ παίδων ἐξῆλθεν, ἀνδρίας τε ἐν οἷς ταύτης
5ἔδει καὶ γνώμης καὶ τῶν εἰς παρρησίαν ἁπασῶν ἀφορμῶν καὶ ὡς ἑτέρους ἔχων φοβεῖν αὐτὸς ἄληπτος ἦν ἅπασι καὶ ὡς τῆς βασιλείας ἄλλοτε ἄλλων οὔσης δι’ ἴσων αὐτὸς ἐπαίνων διηκόνει τοῦ ἀεὶ κρα‐ τοῦντος ἐν κέρδει ποιουμένου τὴν Καισαρίου φύσιν
10—εἰ μὲν οὖν ἁπάντων ἁπτοίμεθα νῦν, κατεγνωκέναι τῶν παρόντων δόξομεν, ὡς οὐκ ἀποχρώντων εἰς λόγον· εἰ δὲ ἐπὶ τούτῳ, δόξομεν τιμᾶν τὴν βοήθειαν τῷ μη‐ δὲν ἐπεισάγειν. οἵων τοίνυν ἀπολελαύκαμεν ἐν ζέοντι τῷ κλύδωνι, λέγωμεν.
Or
.

21

.

5

Τοῦ κακοῦ ἀρξαμένου μὲν ἀπὸ φωνῆς ὀλίγης, προβάντος δὲ εἰς πολλοὺς τοῦ κεκινημένου τὸ μήπω πρὸς ὁμοίαν ταραχὴν ἐπισπωμένου καὶ ῥημάτων μὲν ἐκδραμόντων δίκην ἐχόντων θάνατον, ἔργων δὲ προσ‐
5τεθέντων οὕτω δεινῶν, ὡς μικρὸν εἶναι τἀν τοῖς
ῥήμασιν, εἰκόνων χαλκῶν καθελκομένων ὕβρει καὶ τῶν μὲν ὅλων ἑλκομένων διὰ παντὸς ὁμοίως τόπου, τῶν δὲ καὶ κατατετμημένων εἰς μέλη, τοιούτων τοίνυν ἠσεβημένων καὶ τῶν τετολμημένων τῆς πόλεως ἁπά‐
10σης κοινῶν γεγενημένων τῷ τοὺς μὲν δρᾶσαι, τοὺς δὲ μὴ κωλύσαι, τὴν γὰρ δὴ γνώμην ὑπὸ τὴν αὐτὴν ταῖς χερσὶν αἰτίαν ἦγον, δραμόντων τοίνυν τῶν ταῦτα μηνυσόντων βασιλεῖ καὶ τῆς πόλεως φόβῳ κεκενωμένης ὡς τῶν μενόντων πάντων ἀπολουμένων πέμπεται μετὰ
15τοῦ ταῖς δυνάμεσιν ἐφεστηκότος οὗτος ἐπὶ βασάνῳ τε καὶ κρίσει τῶν πεπραγμένων.
Or
.

21

.

6

οἱ μὲν οὖν τὸν ἄνδρα οὐκ εἰδότες οἰχήσεσθαι τούς τε οὐκ ἀποδράντας τούς τε τοῦτο πεποιηκότας, ἁλώσεσθαι γάρ, ἔλεγον, καὶ οἱ μὲν ἧττον, οἱ δὲ μᾶλλον, ἀμφότεροι δὲ σφᾶς αὐτοὺς
5ἐθρήνουν, ἐγὼ δέ, οὐ γὰρ ἠγνόουν αὐτόν, τοὺς μὲν ταὐτά μοι φρονοῦντας καὶ τὸ βέλτιον προσδοκῶντας ἐπῄνουν, τοὺς δὲ θορυβουμένους ἔπαυον ὅστις εἴη διδάσκων.
Or
.

21

.

7

νὺξ μὲν οὖν ἐκείνη πολλὰς μὲν φρον‐
τίδας, ὀλίγον δὲ εἶχε τὸν ὕπνον. οὐδὲ γὰρ εἰ πάντες μάντεις ἐνηγγυῶντο τὸ τέλος λέγοντες εἰς ὅπερ ἧκεν ἥξειν, ἦν οἷόν τε μὴ πλήττειν ἑαυτοὺς καὶ κυκᾶν τούς
5τε δεῦρο μετοικοῦντας ὅσοι τε ἐν τῷ τῆς πόλεως ὀνό‐ ματι, γενομένης δὲ ἡμέρας τῶν μὲν ἄλλων οὐ πολὺς εὐθὺς ὁ λόγος, τὴν βουλὴν δὲ ἡ αἰτία περι‐ ίστατο. καὶ τοὺς ὑπὲρ τούτων λόγους ἐδέχετο μὲν ἡ τοῦ στρατηγοῦ καταγωγή, πικρὸν δὲ οὐδὲν ἀπὸ τοῖν
10δικαζόντοιν, ὃ τὴν νύκτα τῆς ἡμέρας ἐποίει πρᾳοτέραν. ἡμέρα δευτέρα καὶ δικαστήριον καὶ δεσμὰ καὶ τοῖς δεθεῖσιν ὁ δήσας τά γε εἰς λύπην προσόμοιος.
Or
.

21

.

8

δύ‐ σεσθαι δὲ μέλλοντος ἡλίου καὶ τῷ μὲν ἀσχολίας οὔσης ἄνω, κάτω δὲ ὄχλου περὶ τὰς θύρας ἔρχομαι μέν, ὡς δ’ ἂν μὴ ἐνοχλοίην, ἀπεχώρουν. ὁ δὲ αἰσθό‐
5μενος τὸ τοῦ Πινδάρου ποιεῖ καὶ δι’ ἀναβολῆς τῶν ἐπειγόντων συγγίνεταί μοι παρακαθισάμενος ἁπτόμενός τε τοῦ καρποῦ καὶ θαρρεῖν ἐν τῷ τοῦτο ποιεῖν παρ‐ έχων, ὡς οὐδεὶς τῶν ἐν δεσμοῖς στεροῖτο τῆς ψυχῆς, ὃ δὴ καὶ ἡμῖν ἀπέχρη. δεινὸν δὲ οὐδὲν τῶν ἄλλων,
10οὐ τὸ τῆς οἰκείας ἐκπεσεῖν, οὐ τὸ τῶν ὄντων, οὐκ αὐτὸς ὁ δεσμὸς οὐδ’ εἰς γῆρας καὶ τελευτὴν αὐτόματον προϊών.
Or
.

21

.

9

πολλῶν δέ μοι ῥεόντων δακρύων οὐκ ὀλίγα τῆς βελτίονος ἦν ἐλπίδος. ἐπῄνει τε ἅμα ταῦτα καὶ προσετίθει τὰ ἑαυτοῦ, οὐ τὸ γῆρας, ἐμοὶ δοκεῖν, ταύτῃ τιμῶν, πολλοὺς γὰρ ἂν ἐτίμα πρὸ ἐμοῦ, οὐδ’
5αὖ ἀποδιδοὺς ἃς ὤφειλε χάριτας, οὐ γὰρ ὤφειλεν οὐδ’ ἦν ὅ τι προεισενήνεκτο παρ’ ἐμοῦ, ἀλλ’, οἶμαι, βέλ‐ τιστος ὢν καὶ τὰ καλὰ μὲν ἀξιῶν αἰδεῖσθαι, τῶν καλῶν δ’ ἡγούμενος τοὺς λόγους ἀνεπήδα τε φαινο‐ μένου καὶ τοῖς ἄλλοις ἅπασιν ἐκόσμει καὶ δι’ ὧν
10αὐτός τε ἔσομαι ῥᾴων καὶ ποιήσω τοὺς δεδεμένους, παρεῖχε.
Or
.

21

.

10

παρ’ οὓς ἐλθὼν ἐγὼ παρ’ αὐτοῦ καταβὰς ἀπειρηκότας καὶ κειμένους ἀφώνους σκοποῦντας ὅπως
ἂν αὑτοὺς ἀπενέγκαιεν, ἔσχον τε καὶ παρεμυθησάμην λέγων τε τὰ τοῦδε καὶ διδάσκων, ὡς ἔνι καὶ βιῶναι.
5ὥστ’ εἰ φαίην τοὺς τοσούτους ἐξειλκύσθαι τελευτῆς ὑπὸ τοῦδε, τὰ ὄντα ἂν εἴην εἰρηκώς. εὔφραινε δὲ καὶ τῷ λέγειν πρὸς ἡμᾶς ἃ πρὸς τὸν ἠδικημένον ἔμελλεν ὑπὲρ ἡμῶν. τὰ δὲ ἦν, ὅτι τῷ βασιλεῖ κάλλιον μὴ λαβεῖν ἢ λαβεῖν δίκην, εἴ γε τὸ μὲν ἡδονὴν ἔχει
10ταχέως παυομένην, τὸ δὲ δόξαν οὐ δυναμένην λῆξαι.
Or
.

21

.

11

τοῖς μὲν οὖν ἐκ τούτων ὁ δεσμὸς ἐλαφρὸς οὐ δεχο‐ μένων τῶν ὑποσχέσεων ἀλαζονείας ὑποψίαν, οὐδαμοῦ γὰρ ἀνὴρ ὃ μὴ πράξων ᾔδει κατεπηγγελμένος ἐλέγχε‐ ται, ποιῶν δὲ τῇ πόλει ταχεῖαν τῆς συμφορᾶς τὴν
5ἀπαλλαγήν, εἰ μὲν οἷόν τε ἦν δεηθέντα τῶν θεῶν πτερῶσαι τὰ ζεύγη, τοῦτ’ ἂν ἐποίησεν, ἢ εἰ τὸ τῶν Βορέου παίδων αὐτόν ποθεν λαβεῖν, τοῦτ’ ἂν ἐκείνου μᾶλλον, ἢ εἰ παραπλήσιον ἵππον τῷ παιδὶ τῆς Γοργόνος, τοῦτ’ ἂν ἐδέξατο.
Or
.

21

.

12

ἐπεὶ δὲ οὐκ ἦν, παρ’ ὅτου ταῦτα ἐγένετ’ ἄν, πόνου συνέχειαν φύσει πτερῶν ᾠήθη δεῖν ἐξισῶσαι καὶ τὰ παρέχοντα δὴ τὴν ἐν ταῖς ὁδοῖς τρυφὴν πάντα ῥίψας καὶ χαίρειν ἀφεὶς καὶ κου‐
5φότατον ἀπεργασάμενος ὡς οἷόν τε τὸ φέρον ἀναβὰς παντὶ τῷ τάχει τῶν ὀρέων ἐχρῆτο προσόντος τοῦ παρὰ τῆς μάστιγος.
Or
.

21

.

13

καὶ τὸ μὲν προπέμψον τοσοῦτον ἦν, ἦν δὲ ἄρα τοῦδε τὸ πλέον γυναῖκες, αἳ δὴ καὶ τὴν πόλιν εἶχον, τριάκοντα δὴ σταδίους τοῖς αὑτῶν αὗται καλύψασαι σώμασιν ἔξω τὸ πρὸς ἑσπέραν ἔμενον,
5ὁ δέ, ἔστι γὰρ σώφρων καὶ εἰδὼς ἃ διωθεῖσθαι κάλ‐ λιον, καὶ τὰς τιμὰς ἐν τοῖς ὑπ’ αὐτοῦ πραττομένοις ἀξιῶν ἔχειν πέμψας μὲν οὐκ ἀπήλασε τὸν ὄχλον οὐδὲ ἐλύπησε, διὰ δὲ τῆς ἑσπέρας αὐτῆς τοῦτο ποιήσας, ἐπειδὴ καιρὸς ἦν, εἷς γίγνομαι δὴ τῶν ἀναστρεψάντων
10καὶ αὐτός.
Or
.

21

.

14

καὶ ὡς ἐκαθήμην πρὸς ταῖς ἐμαυτοῦ θύραις, βοῆς ἀκούομεν ἱκετείαν ἐχούσης. εἰκάσας οὖν, ὅπερ ἦν, ἐξιέναι τὸν ἄνδρα, πάλιν ἐπὶ τὸν ἵππον ἀναβὰς ἀσθενὴς ὁ γέρων τὰ πρῶτα μὲν εἱπόμην, εἶτα
5παρήλαυνον, ἔπειτα πολὺ τὸ μέσον ἐμαυτοῦ πρὸς ἐκεῖ‐
νον ποιήσας ἀνέμενον, δακρύσας δὲ ἥκοντος, τοῦτο δὴ τὸ πολλάκις μοι πεπραγμένον, πολλὰ διεκωλύθην εἰπεῖν τοῖς παρὰ τοῦδε λόγοις ἔχουσι μάλισθ’ ἅ γ’ ἂν ἐβουλόμην.
Or
.

21

.

15

ἐντεῦθεν ἡμεῖς μὲν ἐκαθεύδομεν, ὁ δ’ ἠπείγετο καὶ τῆς δευτέρας ἑσπέρας ἥπτετο Καππα‐ δοκίας ὁρίων, εἶτα τῶν μετ’ ἐκεῖνα, καὶ τῆς ἕκτης ἡμέ‐ ρας μετὰ μέσην ἔδειξεν αὑτὸν τῷ βασιλεῖ λανθάνοντα
5τοὺς ἁπάντων ὀφθαλμοὺς τῷ τὸ μὲν ἡγούμενον μὴ εἶναι, τὸ δ’ ἑπόμενον ἐν δυοῖν καὶ μάλιστα δὴ τῇ τοῦ σώματος διὰ τῶν πόνων δαπάνῃ.
Or
.

21

.

16

πόνοι γὰρ δὴ πόνοις συνήπτοντο καὶ τὸ διιστὰν εἰς ἀνάπαυλαν ἦν οὐδέν, οὐ σῖτος, οὐκ ὄψον, οὐ ποτόν, οὐχ ὕπνος, οὐκ ἐπιθυμία κλίνης. ὃς οὕτως εἴχετο τοῦ πρόσω,
5ὥστε καὶ ταῖς διαδοχαῖς τῶν ὀρέων ἄχθεσθαι τοῖς τε περὶ ταῦτα τάχεσιν ὡς βραδυτῆσιν ἐπιτιμᾶν· ἐπεὶ οὐδὲ ὑπόδημα ἔλυσεν οὐδ’ ἀναξυρίδα ἀφείλκυσεν οὐδ’ ἐγυμνώθη τῆς ἐνθένδε ἐσθῆτος, πρὶν ἐν τοῖς πρὸς βασιλέα λόγοις τῆς ἡμέρας τὸ λοιπὸν ἀναλώσας ἧκεν
10ἐπὶ λουτρόν. ὡς τά γε διὰ πάσης τῆς ὁδοῦ παραθέων ἠρίθμει, καὶ κάματος οὐδεὶς αὐτὸν ἐπὶ τοῦτο κατεβί‐ βασεν, ὅν γε οὐδὲ αἱ πόλεις. τί ποτ’ οὖν ἦν τὸ τοῦτο ποιοῦν; σφοδρά τις ἐπιθυμία λῦσαι μὲν τῇ βουλῇ τὸν δεσμόν, λῦσαι δὲ τῇ πόλει τὴν ἀτιμίαν.
15ἐῴκει γὰρ οὐχ ἑτέροις ἐπικουροῦντι μᾶλλον ἢ αὑτὸν ῥυομένῳ.
Or
.

21

.

17

Καὶ τὰ μὲν τῆς γνώμης τοιαῦτα, μάταιον δὲ ὁρμὴ πᾶσα μὴ προσλαβοῦσα τὴν Τύχην. τὸ μὲν γὰρ ἂν κινοίη, τὸ δ’ ἀποστερεῖ τοῦ τέλους· μὴ γὰρ δὴ συμπνέοντος τοῦ δαίμονος πόσον ἄν τι εἴη παρ’ αὐτοῦ
5τοῦ βουλεύεσθαι; ὡς δήτοι καὶ κυβερνήτης ἅπας σώ‐ ζειν μὲν ἂν θέλοι τὴν ναῦν, σώζει δὲ οὐχ ἅπας, ἀλλ’ οἷς συμπράττει τὰ πνεύματα. τοῦτο δ’ ἂν εἴη τῆς Τύχης.
Or
.

21

.

18

καὶ νῦν τοίνυν τῷ βουλομένῳ ταχέως διαδραμεῖν παρ’ ἐκείνης καὶ τὸ δεδυνῆσθαι μηδενὸς τῶν ὑποσκελίζειν εἰωθότων παρηνωχληκότος, οἷα πολλὰ ἂν ἐξ ὀχήματος συμπέσοι, ἀλλ’ ὥσπερ ἐξ ἀδάμαντος
5ὄντων μὲν τῶν τροχῶν, ὄντων δὲ τῶν ἐπ’ αὐτοῖς,
οὕτω πάντα κρείττω τοῦ τι παθεῖν ἤρχετο πληττόμενα μὲν τοῖς πεφυκόσι λυμαίνεσθαι, κρατούμενα δὲ ὑπ’ οὐδενός.
Or
.

21

.

19

καίτοι τὸν ἀπερισκέπτως τῇ τοῦ τάχους ἐπιθυμίᾳ χρώμενον πολλὴν ἐφέλκεσθαι καὶ τὴν βλάβην ἀνάγκη. ἀλλ’ ὅμως ἐνίκα τὰ νικώμενα, καθά‐ περ δι’ ἀέρος οὐδὲν ἐφαπτόμενα τῆς γῆς πορευόμενα.
5οὐκοῦν συμμαχία μὲν τῆς Τύχης διὰ τούτων δηλοῦται, τοῦτο δὲ οὐκ ἂν ὑπῆρχε μὴ τῶν ἄλλων συμβουλομέ‐ νων θεῶν. ὁμόνοια μὲν γὰρ ἐν αὐτοῖς καὶ τὸ τὰ αὐτὰ φρονεῖν, στάσις δὲ καὶ τὸ διαφέρεσθαι πόρρω μὲν οὐρανοῦ, πόρρω δὲ τοῦ τὸν οὐρανὸν οἰκοῦντος
10χοροῦ. οὕτως ἔτρεχες δρόμον ὑπὸ θεῶν ἐπαινούμενον καὶ ἣν ἐβούλοντο πόλιν συνδιέσωζες καὶ ἧς ἐκήδοντο, κηδόμενος ἐφαίνου.
Or
.

21

.

20

Ὡς γὰρ δὴ κατέθηκε πρὸ τῶν ποδῶν βασιλεῖ τὰ τὸν ἔλεγχον ἔχοντα γράμματα καὶ κελεύοντος ἀνε‐ γίνωσκε καὶ τοῖς μανεῖσιν οὐδαμόθεν ἦν σωθῆναι, γονάτων τε εὐθὺς ἥπτετο καὶ περὶ δόξης ἐποιεῖτο τοὺς
5λόγους καὶ οἷα ἂν ἐξ ἑκατέρου συμβαίη, τοῦ τε κολά‐ σαι καὶ τοῦ μή. ἔλεγε δ’ ἄρα καὶ κεκολάσθαι τὴν πόλιν διδάσκων, ὡς αὐτοὶ σφᾶς αὐτοὺς ἀπώλλυσαν τῇ φυγῇ πάσχοντες, ἃ ὅπως μὴ πάθοιεν, ἔφευγον
ἀποροῦντες στέγης, ἀποροῦντες τροφῆς, οὐκ ἔχοντες
10ἰατρὸν ἀντιθεῖναι τοῖς ἐκ τῆς ταλαιπωρίας. καὶ ἐδείκνυ δὴ λέγων αὐτοῖς οἷς εὐπόρουν θνήσκοντας τοὺς εὐπόρους καλοῦντας ἐφ’ ἑαυτοὺς τὰ τῶν κακούργων ξίφη 〈καὶ〉 τῶν ἰχθύων τὰς γαστέρας ἀντὶ ταφῆς ἔχον‐ τας. ὁ δ’ ἀπὸ τοιαύτης ἀκοῆς ἐπὶ τὸν θρῆνον ὁρμήσας
15τὰς παρὰ τῶν ἄλλων δεήσεις ἔφθασε τοῖς παρ’ ἑαυτοῦ δάκρυσιν, ἐν οἷς ἦν τῶν λυπηρῶν ἡ λύσις.
Or
.

21

.

21

Πολλὰ μὲν οὖν σὲ τὰ περιφανῆ ποιοῦντα, Καισάριε, μάλιστα δὲ τοῦτ’ αὐτὸ τὸ νῦν. σεσώσμεθα γὰρ τῇ βασιλέως ψήφῳ, ἔρχεται δέ τι σωτηρίας καὶ ἐπὶ τὴν σὴν γνώμην. ἄλλου μὲν γὰρ ἴσως ἦν τοῦ
5μὴ κατὰ σὲ τὸν τρόπον χαρίσασθαι θυμῷ μεγάλῳ λόγοις προσερεθίζουσι καὶ νὴ Δία γε οὐκ ὄντα μέγαν ποιῆσαι τηλικοῦτον πικραῖς τε κατηγορίαις καὶ τὸ πρᾶγμα αἴρουσιν ὀνόμασι φόβῳ τε τῶν ὁμοίων, εἰ μὴ τὸ σπέρμα τις ἀνέλοι· σοῦ δ’ ἦν ἀκούειν πρᾳότητος
10ἐπαίνους καὶ σοφίαν ὁρᾶν ἀφαιροῦσάν τι τοῦ μεγέ‐ θους καὶ λογισμοὺς ἐκ τῆς τῶν ἡμαρτηκότων φειδοῦς τὴν τῶν ἄλλων ἐγγυωμένους σωφροσύνην.
Or
.

21

.

22

φιλῶ
μὲν οὖν καὶ τὸν Ἀθηναίων ῥήτορα τῇ Μιτυλήνῃ βοη‐ θοῦντα, ἀλλ’ οὔτε τοσοῦτον ἦν τὸ κινδυνευόμενον, ποῦ γὰρ ἴσον ἡμεῖς καὶ Μιτυληναῖοι; τό τε πᾶν ἐκεῖ‐
5νος οὐκ ἔστησεν, ἀλλ’ ἴσμεν, ἐφ’ ὁπόσον ἧκεν ἡ δίκη. νῦν δὲ διὰ τοῦ παντὸς ἀφῖκται τὸ φάρμακον.
Or
.

21

.

23

Σκοπῶμεν δὴ κἀν τῷ κεκομικότι τὰς διαλλαγὰς τῇ πόλει ἀνθρώπῳ τὸν ἐπίκουρον αὐτόν. ὃς γὰρ ἐγένετ’ ἂν τῇ πόλει λυσιτελέστερος ἑτέρου, τοῦτον ὅπως οἴσει τὴν φιλτάτην ἡμῖν ἐπιστολήν, ἔπραξεν, ὃς
5ἄνευ τε βαρύτητος ἔμελλε τῇ βουλῇ συνέσεσθαι καὶ τοὺς ἐκείνης λόγους ἀνέξεσθαι πρὸς τῷ καὶ λαμπρὸν τὸ δίκαιον ἐνεῖναι τῷ πράγματι. τίς γὰρ μᾶλλον ἂν εἰκότως ἐκαρπώσατο τὰ γράμματα τοῦ μόνου τῶν [τοὺς] ἵππους ἐλαυνόντων μιμησαμένου τὰ Καισαρίου
10πτερά;
Or
.

21

.

24

Ἔδει μὲν οὖν ὄρος τε ἡμῖν εἶναι καὶ ποταμὸν χρυσίον, ὥσπερ Λυδοῖς, φέροντα, ὥσθ’ ἡμᾶς μὴ μείζω βούλεσθαι τοῦ δύνασθαι, νῦν δ’ οὐκ ἦν ἐφικέσθαι
τοῦ μέτρου τοὺς ἐν τοιαύτῃ μεταβολῇ. σὲ δὲ μακα‐
5ρίζω μὲν τῆς τοῦ βασιλέως εὐνοίας, μακαρίζω δὲ τοῦ πρὸς ἐκεῖνον φίλτρου, μακαρίζω δὲ τῆς φρονήσεως, μακαρίζω δὲ τοῦ [τε] τοιαῦτα μὲν εἰργάσθαι, τοιαῦτα δὲ σεαυτῷ συνειδέναι. καὶ γὰρ ἔτι βελτίονος ἐλπίδος ὑπάρχει τοῖς τοιούτοις εἶναι καὶ ζῶσι καὶ ἀπιοῦσι,
10κἄν τί ποθεν προσβάλλῃ δυσχερές, ὧν πεποίηκεν ἡ μνήμη τὴν λύσιν ἐπαγγέλλεται.
Or
.

21

.

25

καλὸν μὲν οὖν καὶ ἀνδρὶ συνειπόντα κινδύνου σαφοῦς ἐξαρπάσαι καὶ τὸ νηὶ ναῦν ἐπαμύνασαν ἀποκρούσασθαι λῃστάς, σοὶ δὲ οὐκ ἀφ’ ἑνὸς σώματος ἢ δέκα ἢ εἴκοσιν ἢ δὶς τοσ‐
5ούτων ἡ φιλοτιμία, ἀλλ’ ὅσων οὐδ’ ἀριθμῆσαι ῥᾴδιον. ὅτῳ δὲ εἰπεῖν ἔνι καὶ σεσωκέναι πόλιν, ἀλλ’ οὔ τι γε τοσαύτην οὐδ’ οὕτως ἀρχαίαν οὐδ’ οὕτω πολλοῖς ἀν‐ θοῦσαν τοῖς ἀγαθοῖς. μάρτυρες δὲ τοῦ γέμειν αὐτὴν ἀγαθῶν οἱ προστιθέντες τῷ πλήθει καθ’ ἡμέραν ταῖς
10μεταναστάσεσι.
Or
.

21

.

26

καὶ ὅταν δή τινες ἐν συνουσίᾳ σεμνύνωσιν ἑαυτοὺς μνήμῃ καλῶν πράξεων, σοὶ τὸ νικᾶν ὑπάρξει λέγοντι τὴν ἡμετέραν. ἢ σὺ μὲν ἴσως
οὐκ ἐρεῖς ἔργον ὑπερήφανον σιωπῇ κοσμῶν, ἡμᾶς
5δὲ οὐκ ἔστιν ὅ τι παύσει λέγοντας τὸ μέγεθος τῆς εὐεργεσίας, τὸν περὶ αὐτῆς ποιοῦντας λόγον ἀθάνατον παισὶ πατέρων παραδιδόντων ἅ τε ἐπλημμελήσαμεν ἅ τε ἐδείσαμεν ὧν τε ἀπελαύσαμεν.
Or
.

21

.

27

καὶ εἰ μέν τις ὀρθώσειέ τί ποτε τῶν ἡμετέρων ἀνδρὸς ἀρετῆς δεό‐ μενον, τὰ σὰ τοῦτον ἐζηλωκέναι ἐροῦμεν, εἰ δὲ ἀμελείᾳ πρόοιτο κακόν τι, εἰς μίμησιν τῶν 〈σῶν〉 καλῶν τοῦτον
5ἡγησόμεθα. καὶ τῶν πεπραγμένων ἡ διήγησις εἰς μέσον ἥξει νῦν μὲν ταῦτα πολλῶν λεγόντων, νῦν δὲ τοῦ μᾶλλον μεμνημένου τὸν ἧττον ἐπανορθοῦντος.
Or
.

21

.

28

πολ‐ λαὶ μὲν ἡμῖν, ὦ χρηστέ, πανηγύρεις ἅτε καὶ παλαιο‐ τάτοις οὖσι καὶ πρεσβυτέροις τοῦ τὴν Ἰὼ βοῦν ποιή‐ σαντος ἔρωτος. καὶ γὰρ τοὺς ἐκείνην ζητοῦντας οἱ
5τὸ ὄρος οἰκοῦντες πόλιν τινὰ ἐπ’ αὐτοῦ κεκτημένοι φαίνονται ξενίσαντες. ἐν οὖν ταύταις δὴ ταῖς ἑορταῖς ᾀσόμεθα μὲν τὸν ἐν ἑκάστῃ τιμώμενον θεόν, ᾀσόμεθα δὲ καὶ μεθ’ ἑκάστους σέ τε καὶ τὰ παρὰ σοῦ.
Or
.

21

.

29

δοκεῖ δέ μοι καὶ βασιλεὺς φροντίζειν, ὅ τι ἄν σοι
δοὺς δόξειε πᾶν ὅσον ἦν ἄξιον δεδωκέναι. καί μοι δοκεῖς διὰ πολλῶν σχημάτων ἀφιγμένος ἐπὶ τὸ καὶ βασιλεῦσι τετιμημένον προϊὼν ἥξειν, τὸν ὕπατον. καθ’
5ἕκαστον οὖν τῶν σχημάτων ἕξεις δήπου καὶ σοφιστῶν ἐπαίνους μεγάλων ὄντως ἐν οἷς περὶ σοῦ λέγουσι γιγνομένων. αὐτῶν δέ γε τῶν λεγομένων κεφάλαιον ἃ τήνδε μέλλοντα τὴν πόλιν ἐπικλύσειν ἔστησας.
Or
.

21

.

30

Ἡμεῖς μὲν οὖν χαλκῶν ἐμνημονεύομεν εἰκό‐ νων οὐκ ὂν ἐπαγγεῖλαί τι παρὰ τοῦ βασιλέως σεμνό‐ τερον, ἀλλ’ αἱ μέν, οἷός τις ἀνὴρ τὸ σῶμα, δεικνύουσι, ψυχῆς δὲ εἶδος τοῖς ἔργοις μηνύεται. ὅστις οὖν αὑ‐
5τὸν ἐπέδειξεν ἄριστον, ἐν τῷ καλλίονι καὶ τοῖς ὕστερον ἐσομένοις φαίνεται καὶ τὸ μὲν πολλαῖς κινεῖται τύχαις, τὸ δ’ ἐστὶ κρεῖττον ἤ τι τοιοῦτον παθεῖν ἐν βεβαίῳ κείμενον.
Or
.

21

.

31

τά τε οὖν ἄλλα πάντα εἰρήσεται τὸν χρόνον καὶ οἷα πρὸς τὸν τῶν ἀμεινόνων ἄγγελον του‐ τονὶ διελέχθης, ὅτι ὦ σὺ δείξας σεαυτὸν ἐν οὐκ ὀλίγαις ὁδοῖς, φάνηθί μοι νῦν, εἰ μὲν οἷόν τε,
5θάττων, εἰ δὲ μ, μήτι γε βραδύτερος. ὡς ἔγωγε κάμνω τοῖς τῆς Ἀντιοχείας κακοῖς, ἣ γυ‐
ναικὸς νόσῳ πιεζομένης οὐδὲν διαφέρει. ἐν δὴ τῷ σῷ τάχει κἀκείνοις τὰ τῆς τῶν ἀνια‐ ρῶν λύσεως.
Or
.

21

.

32

εἰ δὴ τοῖς ὀφείλουσι χάριν ἔξεστι πρὶν ἐκτῖσαι τὴν χάριν, ἑτέραν αἰτῆσαι, τῶν παρ’ ἡμῖν οἰκοδομουμένων καὶ αὐτὸς ἡμῖν, ὦ θαυμάσιε, γενοῦ καὶ δὴ καὶ τῶν γεωργούντων καὶ ποίησον ἀμφοτέροις
5λαμπροτέραν τὴν πόλιν καὶ μηδέτερον τῶν ἀναλωμά‐ των φύγῃς, ὅπως ἡμῖν μὲν ὡς περὶ πολίτου διαλέγε‐ σθαι πρός τε ἀλλήλους καὶ πρὸς τοὺς ἄλλους ἐξείη, σοὶ δ’ ὁπότε εἴης ἐνθάδε, πολλάκις δὲ τοῦτο γένοιτο, διαιτᾶσθαί τε ἐν οἰκείοις καὶ τῇ παρὰ τῶν ἀγρῶν
10φορᾷ τοὺς ἐπιτηδείους ἑστιᾶν.
Or
.

21

.

33

Ἐμοὶ δὲ ἐγγὺς μὲν ἴσως ἡ τελευτὴ δηλουμένη τῷ τῶν ἐτῶν ἀριθμῷ, τάχα δ’ ἂν τύχοιμι τότε λόγου παρὰ τῶν δυναμένων λέγειν, οἷς ἀφορμὴ καὶ τῶν φί‐ λων ἡ κτῆσις ἣν ἐκτησάμην μάλα δὴ φίλων σαφῶν.
5ἐν τούτῳ δὴ καὶ πλέον τι περὶ σοῦ λέγειν ἕξουσι μέ‐ γιστον τοῦτο τῶν ἐμῶν τιθέμενοι καὶ τήν γε ἀπόδειξιν ἐξ ὧν εἴληφα ποιούμενοι. σὺ δέ, ὦ μεγάλων ἔργων δημιουργέ, πατήρ τε ἡμῖν γένοιο καὶ τοιούτων υἱέων, ὡς ἐξισοῦσθαι τὰς ἐκείνων ἀρετὰς τῇ τοῦ γε‐
10γεννηκότος.
Or
.

22

t

ΕΙΣ ΕΛΛΕΒΙΧΟΝ.
Or
.

22

.

1

Εἰσί τινες, οἳ τοῦθ’ ἓν μέγιστον ἀγαθὸν ἀν‐ θρώπῳ νομίζουσι χρήματα καὶ τὸ πλουτεῖν καὶ διὰ τοῦτο κἂν δι’ ἐπιορκίας τουτὶ λαβεῖν οὐκ ἀποκνοῦσιν, ἀλλ’ εἰ καὶ πείσονταί τι κακὸν ἐντεῦθεν ὕστερον, οὐκ
5ἀποτρέπονται. ἕτεροι δέ γε βούλοιντ’ ἂν ἐπαινεθῆναι μᾶλλον ἢ πάνθ’ ὅσα ἐν ἀνθρώποις ἔνι χρήματα κεκτῆ‐
σθαι καὶ τοῦθ’ ὁμολογοῦντες οὐκ αἰσχύνονται. οἱ δὲ τοῦ μὲν αὐτοῦ τὴν ἴσην ἔχουσιν ἐπιθυμίαν, προσποι‐ οῦνται δὲ μηδὲν ἐπαίνων δεῖσθαι.
Or
.

22

.

2

κακοὺς τοίνυν ἀμφοτέρους ἡγούμενος ὅσοι τε τὸ πλουτεῖν πρὸ ἐπαί‐ νων ποιοῦνται καὶ ὅσοι μεῖζον ἡγούμενοι τοὺς ἐπαί‐ νους οὔ φασιν οὕτως ἔχειν, ἄνδρας ἀρίστους ἡγοῦμαι
5τοὺς μήτ’ ἀγνοοῦντας ὅσον ἐστὶν ἔπαινος χαίρειν τε τῷ πράγματι λέγοντας, ὥστε καὶ ἐπαγγέλλειν παρὰ τῶν δυναμένων λέγειν. ὧν ἕνα τοῦτον εἰδὼς τὸν θαυμαστὸν Ἐλλέβιχον νῦν οὐκ αἰτοῦντι τοῦτο παρέξω πρότερον ᾐτηκότι δεδωκώς. οἶμαι γὰρ αὐτὸν
10καὶ διὰ τὸ πεπεῖσθαί με τὰ παρόντα ἐπαινέσαι σεσι‐ γηκέναι τε καὶ μὴ τὸ πρότερον πρὸς ἐμὲ πεποιηκέναι.
Or
.

22

.

3

ἀηδὲς μὲν οὖν παρελθόντων μεμνῆσθαι κακῶν· ἃ γὰρ μηδὲ συμβῆναι τὴν ἀρχὴν ἔδει, σιγᾶσθαι, φαίη τις ἄν, προσῆκεν. ἀλλ’ ἐπειδήπερ οὐκ ἄν τις ἴδοι τὴν βοήθειαν καλῶς μὴ τῶν δεινῶν ἃ τῆς βοηθείας
5ἔχρῃζε, πρὸ αὐτῆς εἰρημένων, τῆς ἀνάγκης ἡ μνήμη
δήπου γίγνεται.
Or
.

22

.

4

Χρημάτων ἐδέησε βασιλεῖ πρὸς τὴν τῶν ὅλων σωτηρίαν καὶ μάλιστα δὴ τῷ μὲν εἰς ἔτος δέκατον, τῷ παιδὶ δὲ πέμπτον τῆς βασιλείας προϊούσης. νόμος δὲ ἐν τοῖς τοιούτοις χρόνοις χρυσὸν ἰέναι παρὰ τῶν
5κρατούντων εἰς χεῖρας τοῖς στρατιώταις. τῶν τοίνυν περὶ τῶν χρημάτων γραμμάτων ἀνεγνωσμένων ἔδει μὲν ἡδεῖαν τότε ἀνθρώποις γενέσθαι τὴν ἀκοὴν καὶ προθυμίαν περὶ τὴν εἰσφορὰν τοσαύτην, ὥστ’ εὐ‐ θυμίαν ἐνεγκεῖν τῷ βασιλεῖ τὴν ἐνταῦθα ἑτοιμότητα,
10οἱ δὲ πρὸς τοῦθ’ ἧκον ἀτοπίας, ὥστ’ ἐξέπεσόν τε αὑ‐ τῶν καὶ φρονεῖν οὐκέτ’ εἶχον, ἃ μὲν ἔδει δοῦναι καθορῶντες, ἃ δ’ ἀντὶ τούτων ἦν ἔχειν, οὐδὲ λογιζό‐ μενοι.
Or
.

22

.

5

καὶ πρῶτον μὲν ἐγγὺς τοῦ θρόνου καὶ τῶν τοῦ ἄρχοντος ὀμμάτων φωνὴν ἔρρηξαν στασιαστικήν, σχῆμα μὲν ἔχουσαν ἱκετείας, ἔργον δὲ ἀπειθείας. ὥσπερ γὰρ ἐν τοῖς μεγίστοις κακοῖς τοὺς θεοὺς εἰώθαμεν
5καλεῖν δεόμενοι βοηθεῖν, οὕτω τότε τὸν θεὸν οἱ βο‐
ῶντες σφᾶς ἐλεεῖν, ὡς εἰς τὸ πράττειν ἀξίως ἐλέου παρὰ τῶν γραμμάτων ἀφιγμένοι.
Or
.

22

.

6

ὄντος δὲ οὐδὲ τούτου φορητοῦ πολὺ δεινότερον τὸ ἐπὶ τούτῳ. μετὰ γὰρ δὴ τῶν ῥημάτων ἐκείνων ἐπὶ τὴν πρὸ τοῦ δικα‐ στηρίου στοὰν ποιησάμενοι τὴν ἔξοδον καὶ τὴν βοὴν
5ἐπιτείναντες καὶ γυμνωθέντες τῶν χλαμύδων καὶ τὸ οὔπω κεκινημένον ταῖς δεξιαῖς κινοῦντες παρακα‐ λοῦντες εἰς κοινωνίαν ὧν ἐτόλμων, ἐλθόντες ἐπὶ τὸ πλησιάζον βαλανεῖον κάλους ὧν ἐξήρτηντο τὰ τὸ φῶς ἐν νυκτὶ παρέχοντα, μαχαίραις ἐξέκοπτον δει‐
10κνύντες, ὅτι δεῖ τὸν ἐν τῇ πόλει κόσμον ταῖς αὐτῶν βουλήσεσιν ὑποχωρεῖν καὶ ὡς ὁ μὲν νόμος οὐδέν, τὸ δὲ ἐκείνοις δοκοῦν μέγα.
Or
.

22

.

7

τοιούτου τοίνυν ᾀσθέντος προοιμίου μετὰ ῥημάτων ἑτέρων, ἃ κέρδος ἂν ἦν μοι μὴ ἀκηκοέναι, τὸ μὲν τὰ εἰωθότα ταῦτα ποιεῖν καὶ ταράττειν καὶ συγχεῖν τἀν τοῖς ἐργαστηρίοις μικρόν
5τε καὶ ἀνάξιον τῆς αὑτῶν ἀνδρίας ἡγήσαντο, βλέψαν‐ τες δὲ εἰς τὰς πολλὰς τὰς ἐν ταῖς σανίσιν εἰκόνας βλασφημίας πρὸ λίθων ἐπ’ αὐτὰς ἀφέντες ἐπὶ μὲν ταῖς ῥηγνυμέναις ἐγέλων, πρὸς δὲ τὰς ἀντεχούσας ἠγανάκτουν.
Or
.

22

.

8

ἔπειθ’ ἡγούμενοι τὰς ἐν τῷ χαλκῷ τιμιωτέρας καὶ τὴν εἰς ἐκείνας παροινίαν ἀφορητοτέραν δραμόντες ἐπ’ αὐτὰς ἅμα σχοινίοις περιθέντες τοῖς αὐχέσι καταβαλόντες εἷλκον, οἱ μὲν οὐ διατεμόντες,
5οἱ δὲ καὶ τοῦτο ποιήσαντες. καίτοι περὶ μὲν τοῦ πατρὸς ἴσως ἂν εἴποιεν τὸ χρυσίον, Ἀρκαδίῳ δὲ τί ἄν τις ἐγκαλέσειε; τῷ δὲ μετ’ ἐκεῖνον τί; τῇ δὲ τούτων μητρί; τῷ δὲ τοῦ βασιλέως πατρί; περὶ ὧν οὐκ ἔστιν εἰπεῖν, ὡς μετεῖχον τῶν περὶ
10τὴν φοράν.
Or
.

22

.

9

παραδόντες τοίνυν τοῖς παιδαρίοις ἐν τοῖς οὕτως αἰδεσίμοις παίζειν ἐχώρουν αὐτοὶ μετὰ πυρὸς ἐπ’ οἰκίαν ἀνδρὸς ἀδικοῦντος μὲν οὐ‐ δέν, δοκοῦντος δὲ τοῖς οὐ βουλομένοις ἀκούειν τῶν
5γραμμάτων, καὶ τὰ μὲν ἔκαον, τὰ δὲ διενοοῦντο, ὧν ἦν τὰ βασίλεια. καὶ εἰ μὴ τόξα τε καὶ τοξότας ἰδόν‐ τες ἔδεισαν, κρεῖττον ἂν ἦν ἢ κωλυθῆναι τὸ πῦρ ὡς ἐπὶ πλεῖστον ῥέον. περὶ τοίνυν τὸ μέσον τῆς ἡμέρας μετάμελός τε εἰσῄει τοὺς μανέντας καὶ κοινὸς ἦν ὁ
10φόβος τῶν τε ἠδικηκότων τῶν τε οὐχ ἁμαρτόντων, ὡς ἐν τοῖς τοιούτοις κακοῖς κοιναὶ τῶν πόλεων αἱ δίκαι καὶ τὸ τῆς ὀργῆς ἀμφοτέρους ὁμοίως ἐπέρχεται τούς τε ἐν ταῖς αἰτίαις τούς τε πόρρω τῶν ἐγκλη‐ μάτων.
Or
.

22

.

10

ἤδη δὲ τῶν ἀγγέλων ἐξεληλυθότων καὶ τῶν πραγμάτων δηλούντων ἃ δεῖ προσδοκᾶν, καὶ τῶν μὲν δαίμονας αἰτιωμένων, τῶν δὲ ἀλλήλους, πάν‐ των δ’ ἑαυτοὺς θρηνούντων καὶ γυναῖκας καὶ τέκνα
5καὶ στέγας ἓν ἐδόκει μόνον ἔχειν τὴν σωτηρίαν, ἡ φυγὴ καὶ τὸ ζητεῖν ἄλλην γῆν.
Or
.

22

.

11

τοῦ μὲν οὖν λεὼ τὸ πλεῖον μετανίστατο, τὴν βουλὴν δὲ τὸ ἄρχον ἀπει‐ λαῖς ἐπειρᾶτο κατέχειν. νέοι δὲ οἱ περὶ ἡμᾶς τε καὶ τοὺς λόγους οὐδὲν πρὸς οὐδένα εἰπόντες ἐκποδὼν
5εὐθὺς ἦσαν. οἰομένων δὲ ἡμῶν ἥξειν ἐκεῖθεν λόγον ἔχοντα τὴν τιμωρίαν, τὴν δὲ ἄλλην ἄλλος ἔφασκε, δειναὶ δὲ πᾶσαι, καὶ περὶ τάφους τοῖς πολλοῖς ἡ φροντίς, εἰσὶ δὲ οἳ καὶ τοῦτ’ ἀπέγνωσαν ὡς ἐμπρησμοῦ
τά τε ἄψυχα καὶ ἡμᾶς ἀναλώσοντος.
Or
.

22

.

12

Οὕτω δὲ ἡμῶν ἐπτηχότων καθάπερ ἐν προσ‐ δοκίᾳ βροντῆς ἢ σεισμῷ πάντα κινοῦντι ἔρχεται Φήμη, ἡ θεὸς ἧς πόρρω τὸ ψεῦδος, τὸν ἄνδρα τοῦτον ἀγ‐ γέλλουσα δικαστὴν ἡμῖν ἀφίξεσθαι. καὶ τοῦτ’ εὐθὺς
5τὴν τῶν χαλεπῶν ἐλπίδα τῇ παρεχούσῃ τι βέλτιον εἰς ἔλαττόν τε ἦγε καὶ τἀν ταῖς ψυχαῖς ἐποίει κου‐ φότερα καί τις ἐσθίων τε ἐμειδίασε καὶ μετέλαβεν ὕπνου καθαρεύοντος πηδημάτων, καὶ περὶ ἀγρῶν τις ἤρετο τῶν ἑαυτοῦ τολμήσας εἰπεῖν ἑαυτοῦ πρότερον
10τῷ φόβῳ τοῦτο κεκωλυμένος, καὶ ὁ μὲν οἷς ἤκουσε πιστεύων μεθ’ ἡδονῆς ἕτερον ἐδίδασκεν, ὁ δὲ ὑπὸ τοῦ μεγέθους τῶν ἀγαθῶν ἀπιστῶν παρὰ τοὺς εἰδέναι τι δοκοῦντας ἤρχετο. καὶ πολὺς πανταχοῦ τε καὶ παρὰ πᾶσιν Ἐλλέβιχος ἐν οἰκίαις, ἐν ἀγοραῖς, ἐν στοαῖς, ἐν
15στενωποῖς, ἐν βαδίζουσιν, ἐν καθημένοις, ἐν νέοις, ἐν πρεσβυτέροις, ἐν ἀνδράσιν, ἐν γυναιξίν, ἐν ἐλευθέ‐ ροις, ἐν δούλοις, ἐφ’ οὓς καὶ αὐτοὺς ἤρχετό τι τῆς τῶν δεσποτῶν τύχης.
Or
.

22

.

13

ἐμπεπληκὼς δ’ ἑαυτοῦ τὴν πόλιν οὗτος ὁ λόγος ἧκε μὲν ἐπὶ τὰ προάστεια ταχέως, ἧκε δὲ ἐπὶ τὰ πεδία, προὔβη δὲ ἐπὶ τοὺς λόφους ἅπασι ποιῶν ἐλαφρότερα τὰ παρόντα καὶ ὅσοι κινδύ‐
5νων μὲν ἦσαν ἐκτός, τοῖς δὲ τῶν κινδυνευόντων ἐβαρύνοντο κακοῖς. ἑωρᾶτο τοίνυν ἡ γνώμη τοῦ τὸν δικαστὴν ἀπεσταλκότος ἐν τῇ γνώμῃ τοῦ τὴν ψῆφον ἐγκεχειρισμένου, καὶ ἐδόκει μήποτ’ ἂν ἐπὶ τῇ θα‐ νατούσῃ χρήσασθαι τῇ τοῦδε κεφαλῇ, ἣν ᾔδει πρὸς
10οὐ τὰ τοιαῦτα πεφυκυῖαν.
Or
.

22

.

14

ἦν οὖν ἀκούειν πολ‐ λῶν οὐ βοώντων μέν, οὑτωσὶ δὲ λεγόντων σωτηρίας γε εἶναι ταῦτα σημεῖα καὶ τοῦ μὴ διὰ τραχήλων δια‐ δραμεῖσθαι ξίφη τὸ τὸν δεῖνα ἥξειν ἐπὶ τὴν κρίσιν,
5τὸν ἥδιστα μέν, εἴ τι σώζοι τὸν κινδυνεύοντα, τοῦτο ἀκουσόμενον, ἀλγήσοντα δὲ ἐν ταῖς τῶν ἡμαρτηκότων ἀπωλείαις, δείξοντα δέ, ὡς βούλοιτ’ ἂν εἰς ἐπιεικές τι τελευτῆσαι τοῦ καιροῦ τὴν χαλεπότητα.
Or
.

22

.

15

Τί δὴ τούτων αἴτιον τῶν ἐλπίδων; καὶ πόθεν αὐταῖς ἡ γένεσις; τὰ μέχρι τῆς ἡμέρας ἐκείνης αὐτῷ
βεβιωμένα καὶ τούτων γε μάλιστα τἀν τῷ τῆς δυνά‐ μεως χρόνῳ, ὃν ἡμερότητι κοσμήσας, ὃ δὴ καὶ τὸν
5τῶν ὅλων κύριον ἑώρα πεποιηκότα, δικαιοσύνης δόξαν ἐν ἐξουσίᾳ τοῦ κακῶς ποιεῖν ἠνέγκατο δεινὸν εἶναι νομίζων, εἰ ταῖς μὲν παρ’ ἑτέρων βλάβαις χαλε‐ πανοῦμεν, αὐτοὶ δὲ εἰς ἑτέρους τοῦτο ποιεῖν ἀξιώσο‐ μεν.
Or
.

22

.

16

εὖ ποιῶν τοίνυν διατελῶν πολλοὺς μὲν ἄν‐ δρας, οὐκ ὀλίγας δὲ πόλεις καὶ τῶν ἐν τοῖς ὅπλοις τοὺς ἠτυχηκότας ποιῶν ἀμείνους ταῖς τιμωρίαις μᾶλ‐ λον ἢ διαφθείρων ἀνέσχεν ἡμᾶς τότε βαπτιζομένους.
5〈τοὺσ〉 μήπω μεθεστηκότας κατέσχε καὶ τούς, εἴπερ οὐκ αὐτὸς ἠλπίζετο, πάντως ἂν αὑτοὺς πλάνοις δόν‐ τας ἔπεισεν ὑπομεῖναι τὴν παρουσίαν.
Or
.

22

.

17

ὅτι δὲ ταῦθ’ οὕτως εἶχεν, ᾤοντο μὲν οἱ τῆς ἀληθείας ἡμαρ‐ τηκότες δι’ ἐρήμης μὲν τῆς ὁδοῦ τὸν ἄνδρα τῶν πυ‐ λῶν ἅψεσθαι, δι’ ἐρήμου δὲ τοῦ πρώτου τῆς πόλεως
5μέρους ἥξειν ἄχρι τῆς καταγωγῆς, οἱ δ’ ὅσονπερ ἐπὶ
τῶν προτέρων ἀγαθῶν διαδραμόντες, οἱ μεμενηκότες, ἦγον αὐτὸν ὑπ’ εὐφημιῶν ἐπὶ τὴν πόλιν ἀναμίξαντες ἱκετείας. ὁ δὲ οὐκ ἀπήλαυνε μὲν φιλανθρωπίᾳ, διὰ δὲ τῶν παρὰ τῆς δεξιᾶς ἐδείκνυ τὸν κατεγνωκότα
10ποιῶν ὅπερ οἱ παιδοτρίβαι πρὸς τοὺς παρὰ τὸ εἰκὸς ἡττημένους, ὡς δὴ τῆς διδαχῆς προδεδομένης αὐτοῖς.
Or
.

22

.

18

καὶ οὗτος τοίνυν ὡς ἐπὶ προδεδομένων αὐτῷ παρ’ ἡμῶν τῶν παρ’ αὐτοῦ περὶ ἡμῶν ἐπαίνων οὕτω μὲν εἶχε τὴν γνώμην, οὕτω δὲ ἐχρῆτο τῇ χειρί. ἦν γὰρ δὴ πολὺν ἡμῶν ἐμβεβληκὼς ἔρωτα τῷ βασιλεῖ πυκνοῖς
5τε καὶ μακροῖς τοῖς ὑπὲρ ἡμῶν ἐγκωμίοις ληρεῖν μὲν ἅπαντας λέγων τοὺς ἑτέρας πόλεως μεμνημένους, εἶναι γὰρ ἐν οὐδεμιᾷ τοσαύτην ἀγαθῶν σύνοδον, ἀλλὰ τὸ μὲν ἔχειν, τοῦ δὲ ἐπιδεῖσθαι καὶ πολλὰς ἐν μὲν τοῖς ἄλλοις ἔχειν εὐδοκιμεῖν, τὸν δὲ κοινὸν τῆς πόλεως οὐ
10καλῶς αὐταῖς ἔχειν τρόπον, ἀλλὰ τῇ μὲν ἐπιζεῖν θυ‐ μόν, τὴν δὲ ἀναισθήτως διακεῖσθαι, τὴν δ’ ἐστερῆσθαι Χαρίτων, τὴν δὲ ἀργῶς ἔχειν, τὴν δὲ τῇ φωνῇ λυπεῖν, τὴν δὲ οὐκ εἰδέναι φέρειν βασιλέως καθέδραν, τῇδε δὲ μόνῃ τά τε ἀπὸ τῆς Τύχης ὑπάρχειν ὅσα τε
15εἰς ἀρετὴν ἔρχεται. ἐκεῖνον δὲ εἰδέναι τε καὶ οὐκ εἰδέναι τῶν αὑτοῦ τὸ κάλλιστον, ἀγγελλόντων μὲν γὰρ ἀκούειν, οὐδέπω δὲ αὐτὴν ἰδεῖν, εἶναι δὲ οὐκ ἴσον ὦτα καὶ ὄμματα. καὶ παρεκάλει δὴ πρὸς τὴν ὡς ἡμᾶς ὁδὸν προστιθεὶς τῇ πόλει τὴν Δάφνην, ἣν ἔχειν
20τε μουσικὸν θεὸν καὶ πέμπειν ἀφ’ ἑαυτῆς ἐπὶ τὴν πόλιν λόγων ἐπιθυμίαν.
Or
.

22

.

19

διεμέμφετο μὲν οὖν τὴν πολλὰ μὲν ἐπηγγελμένην, τοιαῦτα δὲ ἐπιδεδειγμένην καὶ λόγους καλοὺς ἔργοις χείροσιν ἀνελοῦσαν, ἔχων δέ, εἴπερ ἐβούλετο, δίκην ἣν ἐβούλετο λαβεῖν οὐδ’
5οὕτως ἕτερος γίνεται οὐδὲ ὑπὸ τῶν ποιούντων τὰς αἰτίας ἐξέβαλλε τὸ φίλτρον, ἀλλ’ ἠγάπα τε ὁμοῦ καὶ κατηγόρει. δειπνοῦντα δὲ αὐτὸν ἀκούομεν οὐ δει‐ πνῆσαι μᾶλλον ἢ τῇ διανοίᾳ βλέπειν εἰς τὰ σχήματα τῆς πόλεως παραβάλλοντα τὰ δεύτερα τοῖς ἀμείνοσι.
Or
.

22

.

20

Τίνα δὴ τἀπὶ τούτοις; εἰσεκαλεῖτο μὲν οὗπερ ὁ δικαστὴς κατήγετο, τῶν τε ἀρξάντων οὐκ ὀλί‐ γον τῆς τε βουλῆς ὁπόσον οὐκ ἐπεφεύγει, καὶ ἦν τοῦτο πρᾳοτέρα τις ἐπὶ τὴν δίκην ἀρχὴ τῷ τε χωρίῳ
5τοῖς τε παρακαθημένοις, κελεύοντος δὲ ἕκαστον αὑτὸν ἀποφαίνειν δίκαιον ἦν μέν τις ἑκάστῳ καὶ λόγος, τὸ
πλέον δὲ τῆς σωτηρίας ἐν δάκρυσι τῶν μὲν ὀδυρο‐ μένων νεότητα καὶ τὸ μήπω πατέρας γεγενῆσθαι, τῶν δὲ τὸ πατέρας τε εἶναι καὶ παῖδας γενναίους τρέφειν,
10τῶν δὲ γῆρας γονέων, τῶν δὲ λειτουργίας ἀρχὴν μὲν δεξαμένας, ποθούσας δὲ τελευτήν, ἑτέρου γυναικὸς χηρείαν καὶ τὴν ἐσομένην περὶ τὸ μνῆμα διατριβήν. ὁ δὲ γενναῖος οὑτοσὶ τοῖς τε ἐκείνων ἐξουσίαν ἐδε‐ δώκει δάκρυσι καὶ τοῖς ἑκάστου τῶν παρ’ ἑαυτοῦ
15προσέθηκεν οὐκ ἀγνοῶν, ὅσοις δὴ δικασταῖς ἢ πλη‐ γαῖς ἢ πληγῶν ἀπειλαῖς τὸ τοιοῦτον εἴργεται τὰ παρόντα ὑβρίζεσθαι διὰ τῶν ὀδυρμῶν ἡγουμένοις.
Or
.

22

.

21

καὶ ἡ μὲν κρηπὶς οὕτω καλὴ καὶ φιλάνθρωπος, προϊόντος δὲ τοῦ πράγματος εἰς ἀκμὴν καὶ δέξεσθαι τὸ δικαστήριον τῆς ἐπιούσης τὴν κρίσιν εἰρημένον χαρίζεται μὲν κἀνταῦθα τὸ μήτε ἐν μέσαις νυξὶ μήτε
5ἐν πρώταις ἀλεκτρυόνων ᾠδαῖς ἥκειν ἐπὶ τὸν θρόνον, ὡς αὐτῶν γε ἐν αὑτοῖς τῶν καιρῶν ἐχόντων εἰς ἔκ‐ πληξιν ἀφορμάς, μικρὸν δὲ τὴν ἀκτῖνα φθάσας, ὥστ’ αὐτῷ καὶ λαμπάδας νόμου μᾶλλον ἢ χρείας εἶναι, τὰς
θύρας ἐξελθὼν ἔργῳ φιλανθρώπῳ πᾶν ἀπέκρυψε
10τοιοῦτον παράδειγμα.
Or
.

22

.

22

μήτηρ γὰρ δὴ τῶν ἐν τοῖς κρινομένοις ἑνὸς νέου τε καὶ καλοῦ καὶ πολλαῖς μὲν πρεσβείαις, ἁπάσαις δὲ λαμπρυνομένου λειτουργίαις, τοῖς πράγμασι δὲ ἀντὶ τοῦ πατρὸς ἀρκέσαντος γυμνώ‐
5σασα μὲν τὴν κεφαλήν, λύσασα δὲ τὴν γεγηρακυῖαν τρίχα, προσδραμοῦσα τῷ στήθει καὶ περιθεῖσα τούτῳ μετὰ τῶν χειρῶν τοὺς τοιούτους πλοκάμους ᾔτει μὲν τὸν υἱὸν ἐλεεινὸν βοῶσα, δάκρυα δὲ τὰ μὲν ἐκείνης ἔρρει κατὰ τῶν ποδῶν τοῦ στρατηγοῦ, τὰ δὲ ἐκείνου
10κατὰ τῆς ἐκείνης κεφαλῆς. ἀφείλκυσε δὲ αὐτὴν οὐδείς, ἀλλ’ οὐδὲ αὐτὸς ἀπεώσατο, ἀλλ’ οὕτως ἔδωκεν αὑτὸν τῷ μήκει τῆς ἱκετείας, ὥστ’ ἐδόκει κρείττων εἶναι φύ‐ σεως ἀνθρωπείας, καὶ πανταχόθεν εὐχαὶ σώζεσθαί οἱ τὴν παῖδα τοιούτῳ τε ὄντι πρὸς ἀτυχοῦντας καὶ πᾶν
15τραχύ τε καὶ ἀπηνὲς τῆς γνώμης ἐξεληλακότι.
Or
.

22

.

23

οἱ μὲν δὴ ἐδίκαζον, ἡμεῖς δὲ προσηδρεύομεν. ὁ δὲ ἐδόκει τισὶν οὐχ αὑτοῦ ποιεῖν εἰς ὁμολογίαν ἕκαστον τοῦ τῆς ἀδικίας σπέρματος κατακλείων ἀπειλῶν ἑτέ‐
5ρους βασανίσειν τοὺς ταῦτα κατεροῦντας, εἰ μὴ συγ‐ χωροῖεν ἐκεῖνοι. καὶ ἅμα πολλοὺς τῶν πέλας ἐκίνει
νεύμασι τὸν κρινόμενον εἰς ὁμολογίαν ἐνάγειν, ᾧ δὴ μάλιστα ἠγανάκτουν οἱ πεισόμενοι νομίζοντες εἶναι κάλλιον ἐν ἀρνήσει τι παθεῖν ἢ σφᾶς αὐτοὺς ἐλέγξαν‐
10τας. τοῦτο δὲ ἦν οὐκ αὐχένας εἰς τομὴν ἑτοιμάζοντος τῷ βασιλεῖ, τὴν σωτηρίαν δέ, οἶμαι, λαμπροτέραν ποι‐ οῦντος. οὐ γὰρ ἴσον εἰς ἔλεγχον φωνὴ μάρτυρος καὶ ἡ τοῦ φεύγοντος αὐτοῦ, ἀλλὰ κατὰ μὲν ἐκείνης ἴσως ἄν τις εὑρεθείη καὶ λόγος, τὴν δ’ οὐκ ἄν τις αἰτιάσαιτο.
Or
.

22

.

24

ταῦτα [αὐτὰ] αὐτῷ τὸ τοῖς ἑαυτῶν στόμασιν ὁμο‐ λογεῖν ἀδικεῖν τοὺς αἰτιαθέντας ἐδύνατο, οἳ τὴν μὲν παροῦσαν ἡμέραν ὁριεῖν αὐτοῖς ἡγοῦντο τὸν βίον, ἠγνοεῖτο γάρ, ἐφ’ ὅτῳ ταῦτα, τὸ δὲ ἔμελλε φα‐
5νεῖσθαι. τοῦ γὰρ ὄχλου μόνον οὐχ ὁρᾶν ἡγουμένου τὴν δεινὴν ἐκείνην ἔξοδον ὁ μὲν ἀποκτενῶν οὐδείς, δεσμὸς δὲ καὶ δημεύσεις χρημάτων καὶ οὐδὲν ὀξὺ περὶ ταῦτα, καὶ εἶχε τὴν βουλὴν ἡ πόλις, ἣν οὐκ ἔχειν
ἡγεῖτο. οἳ γὰρ ἤστην, οὗτός τε καὶ ὁ κοινωνός, ἀπο‐
10κτεῖναι κυρίω, ψήφῳ βασιλέως ἐφυλαξάτην τὴν τομὴν 〈τὸ μὲν〉 αὑτῶν ἐν τῇ κρίσει στήσαντες, τὰ δ’ ἐφεξῆς τῇ βασιλείᾳ τηρήσαντες.
Or
.

22

.

25

τοιαῦτα τοίνυν ὑπηρετη‐ κότες τῇ δίκῃ καὶ οὐ ποιήσαντες ἐλάττω τοσούτοις οἴκοις τὴν πόλιν, ταὐτὰ μὲν βουληθέντες, ταὐτὰ δὲ ἐπαινέσαντες πάσης ἔριδος ἀπηλλαγμένην βοήθειαν
5βεβοηθηκότες μέσοι μὲν ἐγενέσθην πλήθους τοῦ πρὸ τοῦ δικαστηρίου τί τῶν ἁπάντων οὐ φθεγγομένου καινὰς ἐπὶ ταῖς εἰωθυίαις δεήσεσιν εὑρίσκοντος. καὶ ὁ μὲν χρόνος τῶν ἱκετειῶν πολὺς καὶ περὶ δύσιν ἥλιος, σιγὴν δὲ οὐδεὶς ἐπέταξεν οὔτε ῥάβδοις οὔτε
10ψιλαῖς ταῖς χερσίν.
Or
.

22

.

26

Ἀλλὰ τοῦ περὶ τὴν δίκην πόνου διάδοχος ἕτε‐ ρος ἦν ὁ περὶ τὴν στάσιν. καὶ περιερρεῖτο πολλοῖς μὲν ἀνδράσι, πλείοσι δὲ γυναιξὶ μόνον οὐ προσπι‐ πτούσαις ὑπὸ τῆς ἐνταῦθα ἀδείας, ὁ δ’ αὐτὸς τά τε
5λεγόμενα μετ’ εὐμενείας προσίετο καὶ ὧν ᾔδει πολλὴν ἐσομένην τὴν ἰσχύν, ὑπέβαλλεν ἱκετευόμενός τε καὶ μετὰ τῶν τοῦτο ποιούντων ἱκετεύων ποιῶν ἅπαν εἶναι τὸ περὶ ταῦτα τοῦ κρατοῦντος.
Or
.

22

.

27

εἶτα μέντοι καὶ τὸν πορευόμενον, ἐδόκει γὰρ δεῖν τὸν μὲν καθῆσθαι, τὸν δὲ βαδίζειν, ἐκόσμει τῷ τὰς γλώσσας ἐπ’ ἐκεῖνον ἀπ’ αὐτοῦ μεταφέρειν καὶ ἐδεῖτο μετὰ τῶν ἡμαρτηκό‐
5των δικαστὴς δικαστοῦ, τὰ μὲν ἐν μέσῳ ποιῶν, τὰ δὲ καὶ καταμόνας.
Or
.

22

.

28

Καὶ τίς πώποτε ἄνδρα τοιοῦτον ἑώρακεν ἢ ἀκήκοε; πῶς δ’ οὐ μακαρίζειν τοὺς τοῦδε τοκέας μᾶλ‐ λον ἐπὶ τούτοις ἄξιον ἢ τῇ τε ἀρχῇ καὶ τῷ τοσούτοις ἐφεστηκέναι σώμασιν, ὃ πολλῶν τε γεγένηται πρότε‐
5ρον καὶ πάλιν ἑτέρων ἔσται. δάκρυα δὲ τοιαῦτα στρα‐ τηγῶν οὐδενὶ σύνοιδεν οὐδεὶς ἀνθρώπων οὐδ’ οὕτω μεθ’ ἡδονῆς εἶδεν ἐν ταῖς τῶν ἀρχομένων ψυχαῖς παν‐ ταχοῦ τε καὶ ἀεὶ περιφερόμενον στρατηγόν. πρὸς γὰρ αὖ τοῖς ἄλλοις ἔργον αὐτῷ πέπρακται καλὸν μεταξὺ
10τῶν τε δεδικασμένων καὶ τῆς ἅπαντα λυούσης ψήφου.
Or
.

22

.

29

ἔγνωστο μὲν γὰρ καὶ ἐδόκει δεῖν δεδέσθαι τὴν βουλήν, οὗ δ’ ἦσαν, στενόν τε λίαν τοῦτο καὶ οὐκ ἐπῆν ὀροφή. τὰ μὲν οὖν ἀπὸ τῆς στενότητος εὐθὺς ἐλύπει καταπατεῖν τε ἀλλήλους ἀναγκάζοντα καὶ
5καιρὸν ἅπαντα χείρω ποιοῦντα τὸν ὕπνου, τὸν τροφῆς, τὸν ἔξω τούτων. εἴτε γὰρ οὐδεὶς εἰσίοι τῶν φίλων, ἀνιαρὸν ταῖς τε εἰσόδοις τὸ χωρίον λυπηρότερον, εἴτε ὄμβρος ἐπιγένοιτο, τὸ σῶσον οὐκ ἦν. καὶ ἦν δή τινων ἀκούειν, ὡς φθήσεται τοῦ βασιλέως τὸν ἔλεον, εἴ τις
10ἄρα ἔσται, τὰ ἀπὸ τοῦ δεσμωτηρίου.
Or
.

22

.

30

ἔδει δὴ παρὰ τοῦ ταῦτα ἐψηφισμένου τὸ καὶ τῷ βουλευτηρίῳ χρῆσθαι, τοῖχος δὲ εἷς ἀμφοῖν, εὑρέσθαι ἢ ἀπολωλέναι. πάλιν τοίνυν τὸ τὰ τοιαῦτα τολμᾶν αἰτεῖν τῆς τοῦδε
5φύσεως μόνης προκαλουμένης, οἶμαι, θαρρεῖν τε καὶ ἐπαγγέλλειν, ἐν οἷς ἦν τι τῶν λυπηρῶν ἀφελεῖν. ὁ δ’ εὐθὺς βουλευσάμενος εὗρεν, ὅπως τοῖς μὲν ἃ βού‐ λοιντο ἔσται, ῥῆμα δὲ αὐτῷ μηδὲν κατὰ τῶν γεγραμ‐ μένων.
Or
.

22

.

31

εἰπὼν οὖν αὐτὸς ἐπὶ τῶν αὐτῶν μένειν, εἰ παρὰ τῶν ταῦτα ὑπηρετούντων ἕτερόν τι γέ‐ νοιτο, ἔφη κἂν εἰδῇ, οὐκ εἴσεθαι. τοῦτ’ αὐτοῖς τοῦ βουλευτηρίου μετέδωκεν, οὗ θέατρον ὑπωρόφιον, στοαὶ
5δὲ τέτταρες αὐλὴν αὑτῶν ἐν μέσῳ ποιοῦσαι εἰς κῆπον βεβιασμένην, ἀμπέλους 〈ἔχοντα〉, συκᾶς, δένδρα ἕτερα, λαχάνων εἴδη, τέρψιν τοῖς δυσκόλοις ἀντίπαλον, δι’ ἣν καὶ ἐγέλασάν που καὶ ἔσκωψαν καὶ προὔπιον καὶ ὕμνον ᾖσαν καὶ οὗ τύχης εἰσίν, ἐπελάθοντο κλινῶν τε
10ἀπολαύοντες αἷς πολὺ πρὸς ἀλλήλας τὸ μέσον, καὶ τραπε‐ ζῶν οἵων 〈οὐ〉 πρὸ τῆς συμφορᾶς, λόγων τε ἐν βίβλοις παντοδαπῶν καὶ τῶν ὑπὲρ τούτων λόγων οὓς αἱ βελ‐ τίους ποιοῦσιν ἔριδες.
Or
.

22

.

32

τοῦ δὴ τὰ δεινὰ μὴ λίαν εἶναι δεινὰ καὶ τοῦ μηδένα προδιαφθαρῆναι τῆς τοῦ βασιλέως δωρεᾶς μὴ ἡλίῳ, μὴ ὄμβρῳ, μὴ λύπῃ, μὴ δάκρυσι καὶ τοῦ δεδέσθαι τε ὁμοῦ καὶ μὴ δεδέσθαι
5καὶ τοῦ τὰ τῶν οὐκ ἐν μεγάλοις ἐγκεκλημένων ἔχειν ἐν τηλικούτοις ἐγκλήμασι, τούτων δὴ τῶν ὀνει‐ ράτων, οὕτω γὰρ ἄμεινον προσειπεῖν, οὗτος αἴτιος, οὗτος δοτήρ, οὗτος χορηγός.
Or
.

22

.

33

οὗτος μὴ πανταχοῦ πάντα ἀκριβῶς ἐξετάζων ἐπέδειξεν ἅπασαν αὑτοῦ τὴν περὶ τὴν κρίσιν σοφίαν οἷς ἔπραξεν ἐπὶ ταῖς διαλλα‐ γαῖς, ἃς οὐ τῶν ἱκετευσάντων περὶ τὸν Βόσπορον
5ἡγήσομαι μᾶλλον ἢ τοῦ χώραν ταῖς ἱκετείαις τούτων
δεδωκότος.
Or
.

22

.

34

Μνήμης δ’ ἄρα καὶ τοὐπεισόδιον ἄξιον ἐν με‐ γάλῳ δή τινι τὴν εὐεργεσίαν ἔχον οὐκ εἰς βουλεύοντα μὲν πεπραγμένον, γένει δὲ τῇ πόλει προσήκοντα, μυρία μὲν ἐν δίκαις ἠγωνισμένον, πολλῶν δὲ λόγων εἰς
5κάλλος συγκειμένων πατέρα, πατρὸς δὲ ἐν ἀρχαῖς ἀμείνω τοῖς ἀρχομένοις φανέντα τοῖς πρώτοις, τοῖς δευτέροις, τοῖς τρίτοις. ἐπὶ τοῦτον βέλος ἀφῆκε συκο‐ φάντης, οἷα δὴ τῆς τοιαύτης τέχνης τὰ βέλη, καὶ ἡ σιγὴ πονηρὸς λόγος ἐκαλεῖτο.
Or
.

22

.

35

ἀλλ’ ἐνταῦθα ἀντέ‐ στησεν ὁ μισῶν ἀδικίαν οὗτος τῷ συκοφάντῃ μὲν αὑτόν, τῷ ψεύδει δὲ τὴν ἀλήθειαν, τῇ κακίᾳ δὲ τὴν ἀρετήν, τῇ πικρίᾳ δὲ τὴν χρηστότητα, καὶ ὅπερ αὖ
5καὶ δίκαιον ἦν, τοῦτ’ εἶχε τὴν νίκην, τὸ δίκαιον. ὁ δὲ τῷ τε διαφυγόντι συνέχαιρε καὶ τῇ πόλει καὶ αὑτῷ, τῷ μὲν τοῦ διαπεφευγέναι, τῇ πόλει δὲ τοῦ μὴ δι’ ὃν ἔνδοξός ἐστι, τοιούτου στερηθῆναι πολίτου, αὑτῷ δὲ τοῦ κακῶν ἄνδρα ἀγαθὸν ἐξαρπάσαι, καθάπερ
10Ἀθηνᾶ τῆς Στυγὸς τὸν Ἡρακλέα.
Or
.

22

.

36

Εἶεν. τουτὶ μὲν τοσοῦτον ἀγαθόν, ποῖος δέ τις ἦν ἡμῖν ἐν τοῖς ὑπὲρ τῆς πόλεως γράμμασιν; ὁποῖός
περ ἡμῶν ἕκαστος, ὧν οὐδεὶς ἥσθη μᾶλλον τῆς τοῦδε ψυχῆς. ὃς μετήνεγκε μὲν αὑτὸν ἀπὸ τῆς θοίνης ἐπὶ
5τὴν ἀνάγνωσιν ἤδη τείνων, ὥς φασιν, ἐπὶ τὰ προκεί‐ μενα τὴν δεξιάν, εὔξατο δὲ ταχέως μὲν ἀπελθεῖν τὴν ἑσπέραν, ταχέως δὲ ἀναφανῆναι τὴν ἡμέραν. ᾔει δὲ ἐπὶ τὸ αὐτὸ δικαστήριον οὐκ ἴσῳ τῷ προσώπῳ, τοσοῦτον ἦν ἐνταῦθα τὸ ἄνθος, ἐγάννυτο δὲ οὐχ ἧτ‐
10τον τῇ σωτηρίᾳ τῆς πόλεως ἢ εἰ τηλικαύτην ἐτύγχανε δι’ ὅπλων ἑλών.
Or
.

22

.

37

ἐξαληλιμμένων δὴ τοῖς γεγραμ‐ μένοις τῶν χαλεπωτέρων στὰς οὗπερ πρότερον, εὐφη‐ μίαις ἐστεφανοῦτο παρὰ πολὺ πλειόνων ἢ πρότερον ἤδη τῶν καταδεδυκότων ἀναδύντων θεόντων εἰς τὰ
5πινάκια. δάκρυα δὲ κἀνταῦθα οὐκέτι θρηνούντων, ἀλλ’ ἡδομένων. οἶδε γὰρ καὶ ἀπαλλαγὴ κακῶν ἄγειν εἰς ὀδυρμὸν ἄνθρωπον, ὥσπερ αὖ καὶ τότε. μεστὴ μὲν δαιτυμόνων ἡ πόλις αὐτῶν ἑαυτοὺς ἐν μέσῳ τῶν κιόνων ἑστιώντων, δάκρυα δὲ ἔρρει κατὰ τῶν ἐκπω‐
10μάτων οὐ φόβου τοῦτο ποιοῦντος, ἀλλὰ τοῦ μηκέτι φοβεῖσθαι. ἦν δὲ τοῖς μὲν πίνουσιν ἐκ τοῦ πίνειν ἡ τέρψις, τοῖς δὲ ὁρῶσιν ἐκ τοῦ ταῦτα ὁρᾶν.
Or
.

22

.

38

ὧν εἷς καὶ οὗτος, ὃς μετὰ τὰς πολλὰς παραινέσεις αἷς ἐπηνώρθου τὴν πόλιν, ἐνόμισεν εὖ ἔχειν ὡς ἐνῆν κοι‐ νωνῆσαι τῆς εὐωχίας καὶ παριὼν τοὺς κατακειμένους
5οὐκ ἐξανισταμένους, οὐ γὰρ εἴα, τοῖς καθ’ ἑκά‐ στους ῥήμασιν ἡδίους τὰς φιάλας ἐποίει τὸ μὲν ὕψος τῆς ἀρχῆς ὑποχωρῆσαι κελεύσας, πρέποντα δὲ τῷ καιρῷ αὐτὸς αὑτὸν καταστήσας, ὥστε καὶ ἰχθύν ποθεν ἐπὶ γέλωτι τῶν παρακειμένων ἁρπάσας, ἐπεὶ γέλωτα
10τοῦτ’ ἐποίησεν, ἀπέδωκε.
Or
.

22

.

39

τοιαύτην ἐπορεύθη πο‐ ρείαν καὶ τοιούτων μετασχὼν ἐλθὼν ἠρίστα πάντων ἀρίστων ἐκεῖνο γλυκύτατον ἄξιον αὑτὸν τῶν πολλῶν εἰκόνων ἐπιδεικνύς, ἃς διὰ παντὸς ἔξεστιν ἰδεῖν τοῦ
5ἄστεος ἑλκούσας ὡς αὑτὰς τοὺς παριόντας καὶ πολιτῶν καὶ ξένων καὶ τριχὶ καὶ ὄμματι καὶ παρειᾷ καὶ χροιᾷ.
Or
.

22

.

40

κἀν ταύταις ἴδοι τις ἂν τὸν τρόπον τῆς πόλεως· ἀντὶ γὰρ ὧν εὖ ἔπαθον τῶν πολλῶν τῶν πρότερον ἔχειν
ἐν ἑκάστῃ φυλῇ καὶ ταύταις τὸν ἄνδρα ἐβούλοντο, ὅπως ἐν μὲν ταῖς παρουσίαις αὐτοῦ τε ἀπολαύοιεν
5καὶ τοῦ δευτέρου, ἀπόντος δὲ μὴ τοιούτου παν‐ τὸς στέροιντο.
Or
.

22

.

41

Ἡμεῖς μὲν οὖν αὐτὸν ἔχειν τε εὐχόμεθα καὶ συνεῖναι καὶ διαλέγεσθαι, καλῶν δὲ ἐξαίφνης ὡς ἑαυ‐ τὸν ὁ βασιλεὺς ὃν ἡμῖν ἐδεδώκει, τῷ τιμᾶν μὲν τὸν ἄνδρα καὶ σὺν αὐτῷ περὶ τῶν μεγίστων ἐθέλειν σκο‐
5πεῖν εὔφρανεν ἡμῖν τὴν πόλιν, ἐρωμένου δὲ ἀποστε‐ ρῶν ἠνία, παρ’ ὃν οἱ μὲν ἦλθον ἰσχυρότατά σφισι ποιήσοντες τὰ δίκαια, οἱ δὲ ἀρκεῖν ἡγούμενοι τὸ τὸν ἄνθρωπον ἰδεῖν, πολλοῖς δὲ καὶ οὐχ ὁρῶσιν ἀπέχρη τὸ ὁπότε βουληθεῖεν, εἶναι ἐλθοῦσιν ἰδεῖν.
Or
.

22

.

42

ἀπο‐ δότω τοίνυν ἡμῖν ὁ βασιλεὺς τὸν διὰ πολλῶν εὐερ‐ γέτην, τὸν τῆς αὐτοῦ γνώμης μιμητήν, τὸν ὥσπερ ἐκεῖνος τοῖς θεοῖς, οὕτως αὐτὸν ἑπόμενον ἐκείνῳ, τὸν
5τῆς παιδὸς παῖδας ὀψόμενον ἐοικότας αὐτῷ τῆς Ἀρτέμιδος ᾗ τῆσδε μέτεστι τῆς πόλεως, ἐν τοῖς τόκοις
προθυμότερον καὶ παρούσης καὶ βοηθούσης μεμνη‐ μένης, οἷον ἐν οἵῳ καιρῷ περὶ τὸ κτῆμα τὸ ἐκείνης
Ἐλλέβιχος ἑαυτὸν ἀπέδειξεν.
Or
.

23

t

ΚΑΤΑ ΤΩΝ ΠΕΦΕΥΓΟΤΩΝ.
Or
.

23

.

1

Τὰ μὲν ἀγγελλόμενα πάντες ἀκούομεν, ἅπαντα εἶναι μεστὰ νεκρῶν, τάς τε ἀρούρας τάς τε ὁδοὺς τά τε ὄρη τούς τε λόφους τά τε σπήλαια καὶ τὰς κορυφὰς τῶν ὀρῶν καὶ τὰ ἄλση καὶ τὰς φάραγγας, τῶν τε νεκρῶν τοὺς
5μὲν ἑστιᾶν ὄρνιθας καὶ θηρία, τοὺς δὲ ὑπὸ τοῦ ποταμοῦ πρὸς θάλατταν φέρεσθαι.
Or
.

23

.

2

πρὸς τοίνυν τὰς ἀγγελίας ποτὲ μὲν πλήττομαι, ποτὲ δὲ τοῖς παθοῦσιν ἐγκαλῶ καί φημι δίκαια πεπονθέναι τοὺς τῆς φυγῆς ταῦτα ἀπολαύσαντας. οὓς φαίη τις ἂν αὐτοὺς ἐπισπάσασθαι
5τὰ τῶν κακούργων ξίφη. ἃ γὰρ οὐκ ἂν ἐπεπόνθεσαν οἴκοι μένοντες, τούτοις περιέπεσον πλανώμενοι θοίνην
μὲν αὑτοὺς προθέντες τοῖς πάλαι λῃστεύουσι, ποιή‐ σαντες δὲ λῃστὰς ἑτέρους τῷ ποιῆσαι πολὺ τὸ πεισό‐ μενον. ἑκόντας οὖν ἀπολωλότας τίς ἂν ἐλεήσειε;
Or
.

23

.

3

Φόβος γὰρ ἦν ἐπὶ τοῖς τετολμημένοις, φήσει τις. πάνυ γε τοῖς τετολμηκόσιν αὐτοῖς, οἷς ἦν αὐτὸ τοῦτο πρὸς φυγὴν ἀνάγκη τὸ τοιαῦτα ἑαυτοῖς συνειδέναι. εἰ δέ τις μήτε τῶν ῥημάτων μήτε τῶν
5ἔργων ἐκοινώνησεν, ἐν οἷς ἀμφοτέροις ὕβρις, τί τοῦ‐ τον ἔδει θορυβεῖσθαι καὶ τρέμειν οὐκ ὄντος τοῦ φο‐ βοῦντος;
Or
.

23

.

4

οἱ τοίνυν καταμείναντες οὐκ ἔσθ’ ὃ πεπόνθασιν, εἰπεῖν. τί οὖν μὴ τῶν μεινάντων ἦσαν οἱ πεφευγότες, ἀλλ’ ὥσπερ θεῶν του κηρύξαντος, ὡς οὐκ ἔνι σωθῆναι μένουσιν, ἀλλ’ ἐν τῇ φυγῇ μόνῃ
5πᾶσιν ἡ σωτηρία, οὕτω κενὰ μὲν ἐργαστήρια, κενὰς δὲ οἰκίας τε καὶ συνοικίας ἀφέντες ᾔεσαν οὐκ εἰδότες τὸ δεξόμενον; κἀνταῦθα οἷς ἦσαν ὄνοι καὶ ἡμίονοι καὶ κάμηλοι, σεμνοί τε καὶ τὰς ὀφρῦς ἐν τῷ μισθοῦν ἀνέσπων, ὡς ἂν συχνοῦ τοῦ μισθουμένου περιρρέοντος.
Or
.

23

.

5

καὶ ἦν ἰδεῖν γυναῖκας ἅμα τέκνοις κομιζομένας δε‐ ησομένας τῶν ἐν τοῖς ἀγροῖς οὓς οὐκ ᾔδεσαν, μετα‐ δοῦναι σφίσι τῆς γῆς. οὐ γὰρ οἰκημάτων γε. πόσα γὰρ δὴ ταῦτά γε; ἢ τίς ἄν τινας ἀγνοουμένας ῥᾳδίως
5ἀνέμιξεν ἑαυτῷ; θάνατος δὲ παιδίοις τοῖς μὲν ἐκ τοῦ χαμαὶ κεῖσθαι, τοῖς δὲ καὶ καταπεσοῦσιν ἀπὸ τῶν κο‐
μιζόντων, ὁ δ’ ἐκ λιμοῦ καὶ πᾶσιν. ἀλλ’ ὅμως ἐπὶ τοσοῦτον πλῆθος ἠπείγοντο τῶν κακῶν.
Or
.

23

.

6

καὶ οἱ πρῶτοι διὰ τούτων ἀπολωλότες τοὺς ἄλλους οὐκ ἐπαί‐ δευον, ἀλλ’ ἑτέρους ἕτεροι κατελάμβανον ἐπ’ ἴσοις, καὶ τὰ παραδείγματα σωφρονεῖν οὐκ ἔπειθεν, ἀλλὰ σκιὰς
5φοβούμενοι συμφορῶν εἰς τὰς μεγίστας ἑαυτοὺς ἐνέ‐ βαλλον. οἱ δὲ ἀνοητότατοι ταῖς γυναιξὶ παρηκολού‐ θουν. ὧν ἀμφότερα καταγνοίη τις ἄν, εἴτ’ αὐτοὶ τὰς γυναῖκας ἐφόβουν εἴτε μάτην φοβουμένας οὐκ ἐθάρ‐ ρυνον.
Or
.

23

.

7

Ζήτησις γὰρ ἦν, φησί, καὶ τοὺς ἡμαρτη‐ κότας ἦσαν οἱ θηρεύοντες. οὐκοῦν τοὺς ἡμαρτη‐ κότας, ἀλλ’ οὐ τὰς ἁμαρτούσας. οὔτε γὰρ ἠδικήκεσαν γυναῖκες οὔτε ἐδόκουν οὐδ’ εἶπέ τις οὐδὲ ἤκουσε καὶ
5γυναῖκας συνεφῆφθαι τῶν ἐπὶ τῆς χαλεπῆς ἡμέρας ἐκείνης ἢ εἰρημένων ἢ πεπραγμένων.
Or
.

23

.

8

τί οὖν ἔδει καὶ γυναικῶν ἐρημοῦσθαι τὴν πόλιν, ὧν οὐκ ὀλίγας ἦν ὁρᾶν ἐγκύμονας; εἰ γὰρ δὴ καὶ τοὺς ἄνδρας ἔδει τι κακὸν λαβεῖν καὶ νοῦν αὐτοῖς εἶχεν ἡ φυγή,
5ταῖς γε δὴ γυναιξὶν οὐδαμόθεν ἦν λόγος. ἀλλ’ ὅμως νῦν μὲν οὐκ ἐλάττους, νῦν δὲ καὶ πλείους τῶν ἀνδρῶν ἐξῄεσαν οὐ δήπου γε μέλλουσαι παραδοθήσεσθαι δικα‐ στηρίῳ καὶ μάστιγας καὶ δεσμὸν ὑπομενεῖν.
Or
.

23

.

9

τοι‐ γαροῦν διὰ τὸν μάταιον τουτονὶ φόβον ὃ εἶχον ἀργύ‐ ριον, μικρὸν δὲ ἄρα τοῦτ’ ἦν, ἀνηλωκυῖαι παιδίοις ἄρτον αἰτοῦσιν οὐχ οἷαί τε οὖσαι δοῦναι δακρύουσαι
5πεινῶντα κατέθαπτον, εἶτα ἐκ τῶν αὐτῶν ἐπαπέθνη‐
σκον. οὐδὲ γὰρ προσαιτούσαις ἦν εὐπορῆσαι τροφῆς. οὐ γὰρ ἦν παρ’ ὅτου πάντων ὄντων ἐν τῷ δεῖσθαι λαβεῖν, πλὴν εἴ τις ἀπεχώρησεν εἰς ἀγροὺς τοὺς ἑαυ‐ τῆς, τοῦτο δὲ οὐ πολύ.
Or
.

23

.

10

Ταῖς μὲν δὴ γυναιξὶν οὐδεμία συγγνώμη, ταὐτὸ δ’ ἂν ἰσχύοι καὶ κατὰ τῶν ἀνδρῶν τῶν ἐν τοῖς ἐγκλή‐ μασιν οὐκ ὄντων. οὓς γὰρ οὐκ ἤλαυνε τὸ συνειδός, τί τούτοις ἔδει φυγῆς καὶ ταῦτα Κέλσου τοῦ παντα‐
5χοῦ δικαίου κἀν τοῖς πράγμασι τούτοις τοιούτου πεφη‐ νότος; ὁρμήσας γὰρ ἐπὶ τὴν τιμωρίαν οὐχ ὅπως ὡς πλείστους ἀποκτείνειε τῶν τῇδε ἀνθρώπων, ἐσκόπησεν, ἀλλ’ ὅπως οἱ δίκην ὄντως ὀφείλοντες οὗτοι μόνοι καὶ δῶσιν.
Or
.

23

.

11

ἔδειξε γὰρ τοῖς τῶν φυλῶν ἐπιμεληταῖς, ὡς ἐν ταῖς συκοφαντίαις αὐτοὶ μᾶλλον ἢ οὓς ὡς ἠδι‐ κηκότας παραδώσουσιν, ἀπολοῦνται. καί τινες τὰς τῶν αὑτῶν πλευρὰς ἐπεῖδον τεμνομένας ἐπὶ τοιαύ‐
5ταις ὑποψίαις οἵ τ’ εἰκότως τὰς αἰτίας λαβόντες μετὰ τῆς ἐσχάτης ἀκριβείας ἁλόντες παρεδόθησαν τῷ δημίῳ. οὐκοῦν καὶ τῇ τοῦ δικαστοῦ δικαιοσύνῃ φόβος ἅπας ἄδικος ἀνῄρητο.
Or
.

23

.

12

Λόγος γὰρ ἐγεγόνει, φήσει τις, ἐπιχυθή‐ σεσθαι στρατιώτας δόρασι καὶ ξίφεσι τὸ ἐνοι‐ κοῦν ἀναλώσοντας. τουτὶ δὲ ἐν ἁμαρτίαις πόλεων
οὐδεὶς οἶδε πώποτε γεγενημένον. καὶ γὰρ ἂν ἦν ἄτο‐
5πον δίκην ἐθέλειν λαμβάνειν ἐπιζήμιον τῷ ληψομένῳ. ζημία δὲ οὐ μικρὰ δήπου βασιλεῖ πόλις ἀπολλυμένη. τοῦ γὰρ ἐκεῖνο θυμῷ ποιοῦντος ἦν δήπου τὸ μηδὲ τῶν ἀψύχων φείδεσθαι. τίς οὖν βασιλεὺς τοιαύτην ἂν ἔλαβε παρὰ πόλεως δίκην, ἣ τὴν ἀρχὴν ἔμελλεν
10αὐτῷ ποιήσειν ἐλάττονα;
Or
.

23

.

13

καίτοι καὶ εἴ τι τοιοῦτον ὑπ’ ἄλλων ἐπέπρακτο, τοῦτόν γε οὐκ ἐχρῆν ἀκολου‐ θήσειν οἴεσθαι τὸν τῷ μὴ κολάζειν μᾶλλον ἢ τῷ κολάζειν ἡδόμενον. μάρτυς δὲ ὁ τῆς βασιλείας χρόνος
5πολλὴν αὐτῷ συνειδὼς πολλαχοῦ τὴν συγγνώμην. ὅς γε καὶ τοὺς τῆς βασιλείας αὐτῆς ἐπιτεθυμηκότας ὠθουμένους τῇ ψήφῳ πρὸς θάνατον ἐρρύσατό τε καὶ ζῆν ἀφῆκεν. οὕτως οὐδ’ ὁστισοῦν τοῦτ’ ἔδεισεν, ὀρθῶς φαίνεται δείσας.
Or
.

23

.

14

οὐ τοίνυν οὐδ’ ὅστις ἐξουσίαν ἔδεισεν εἰς ἁρπαγὴν τῶν ἐν τῇ πόλει χρημάτων, ὃ πεποιήκασιν ἤδη τινὲς βασιλεῖς ἐφέντες στρατιώταις ἁρπάζειν προειπόντες, ἐν ὅσῳ δεῖ τοῦτο μέρει τῆς
5ἡμέρας γενέσθαι, οὐδ’ οὗτοί μοι καλῶς δεῖσαι δοκοῦ‐ σιν. ἐν γὰρ ἀπουσίαις βασιλέων ἥκιστα τὸ τοιοῦτον γίγνεσθαι, παρὼν δὲ εἰ βουληθείη καὶ ταύτῃ δίκην λαβεῖν, οὐ κωλύειν φασὶ τὸν νόμον.
Or
.

23

.

15

καὶ τοῦτο ἦν ἀκούειν παρὰ τῶν ἀκριβῶς τὸ πρᾶγμα ἐπισταμένων
ἀνδρῶν πολλὰ δὴ βασιλεῦσιν ἐστρατηγηκότων. παρ’ ὧν ἡμεῖς μαθόντες ἐβοῶμεν ἐπερχόμενοι τὴν πόλιν·
5τί τετάραχθε; τί πεφόβησθε; τί πλάττετε τὰ δοκοῦντα δείματα; ἀλλ’ ἐδοκοῦμεν φλυαρεῖν. οἱ δὲ ἀπῄεσαν καὶ ταῦτα τοὺς ταῦτα λέγοντας ὁρῶντες οὐκ ἀπιόντας. τοῦτο γὰρ δή, τοῦτο μέγιστον εἰς πί‐ στιν, ἔργα λόγοις ἀκολουθοῦντα καὶ μονὴ βεβαιοῦσα
10ῥήματα.
Or
.

23

.

16

εἰ μὲν γὰρ θαρρεῖν ἑτέροις παρακελευό‐ μενος ἃ τῶν φοβουμένων ἦν ἐποίουν καὶ μετανιστάμην, εἰκότως ἂν ἡγοῦντο πιστοτέραν συμβουλὴν τὴν ἀπὸ τῶν πραγμάτων· εἰ δ’ οὐδὲν τῶν πρὸ τῆς ταραχῆς ἐν
5οὐδενὶ τῶν ἐμῶν ἐκίνουν, ἠδίκουν οἱ μὴ μιμούμενοι, πλὴν εἰ τοῦτο λέγοιεν, ὡς ἐθανάτων καὶ τῆς ἀπὸ τῶν ξιφῶν ἐπεθύμουν τελευτῆς. ἀλλ’ οὐδεὶς οὕτως ἄθλιος οὐδ’ εἰ σφόδρα δυσχεραίνοι τὸ γῆρας.
Or
.

23

.

17

Πονηρᾶς τοίνυν οὔσης τῆς τῶν πολλῶν ἐξόδου μείζων ἐν τοῖς ὑπὲρ τοὺς πολλοὺς ἡ κατηγορία, οἳ πόλεων ἄρξαντες καὶ ἔθνη διῳκηκότες καὶ τιμῶν τετυ‐ χηκότες καὶ δικαίως ἂν ἀμειβόμενοι τήν τε πόλιν ἐν
5ᾗ κατοικοῦσι καὶ τὴν βασιλείαν, δι’ ἣν αὐτοῖς καὶ δόξα καὶ γάμοι καὶ χρήματα, ταῦτα πάντα ἀτιμάσαντες ἀπώλλυσαν τὸ καθ’ αὑτοὺς τῷ βασιλεῖ τὴν πόλιν.
Or
.

23

.

18

εἰ γὰρ δὴ τῆς ὀλιγανθρωπίας τῆς ἐν αὐτῇ κατα‐ φρονήσαντες οἱ κατὰ τὴν χώραν λῃσταὶ διεσπαρμένοι στῖφος ἓν ποιήσαντες ἑαυτοὺς εἰσπεσόντες ἐληίζοντο
τὸ ἄστυ, τὰ μικρὰ τὰ καταλελειμμένα, καὶ τελευτῶν‐
5τες ἐνεπίμπρασαν ἄνθρωποι τῷ κακῶς ποιεῖν χαίροντες καὶ πολὺν ἐν τούτῳ βεβιωκότες χρόνον, ποῦ ποτ’ ἂν ἦν ἡ πόλις, ἧς ἔχων πολλὴν πρόνοιαν ὁ βασιλεὺς ὁρᾶ‐ ται; ἀλλ’ ὅμως οἱ σεμνοὶ καὶ τῇ τῶν ἄλλων πενίᾳ πεπλουτηκότες καὶ δεινόν, εἰ μὴ τὰ τῶν θεῶν ἕξουσιν,
10ἡγούμενοι τὰ μὲν ἐν νυξί, τὰ δὲ πάντων ὁρώντων μεθίστασαν οὕτω δή τι πολὺν ἄργυρον, ὡς συχνῶν τε δεῖν ὀχημάτων ἑκάστῳ καὶ πολλῶν ὀρέων καθ’ ἕκα‐ στον, οὓς ἠνάγκαζε τὰ ἑλκόμενα στένειν.
Or
.

23

.

19

τίνος οὖν τούτους ἀξίους εἶναι φήσαι τις ἄν, οἳ προδόντες τὴν πόλιν καὶ τὸ σφῶν αὐτῶν μόνον ἰδόντες τὸν πλοῦτον ἑτέρωσε καταθέμενοι γυμνοὶ πρὸς τὸν
5ἔξω δρόμον ἦσαν ἕτοιμοι; καίτοι χρῆν αὐτοὺς καὶ τοὺς ἐν πενίᾳ κωλύειν καὶ κατέχειν, τὰ μὲν πειθοῖ, τὰ δὲ καὶ ἀπειλαῖς. οἱ δ’ ἐπῄνουν τε τοὺς ἐκεῖνο ποιοῦντας καὶ ἀνθρώπους ἔλεγον εἶναι σώζεσθαι βου‐ λομένους, ὥσπερ ὧν εὖ ἔπραξαν ἐν τῇ πόλει δίκης
10παρὰ τῆς πόλεως αὐτοῖς ὀφειλομένης. οἳ τοῦθ’ ἓν μόνον εὖ πεποιήκασιν, ὅτι τὸν ἄλλον χρόνον ἀρνού‐ μενοι μὴ πλουτεῖν νῦν αὑτοὺς ἐξήλεγξαν ὡς πλεῖστα κεκτημένοι πόνῳ πολλῷ καὶ πραγματείᾳ μεταθέντες ἄλλοσε τὰ συνειλεγμένα.
Or
.

23

.

20

Περὶ δὲ τῶν νέων τί φήσομεν ἢ τῶν τούτων
γονέων; τί δ’ ἕτερον ἢ ὡς οἱ μὲν ἥρπασαν τὸν καιρὸν εἰς ἀργίαν, γονεῖς δὲ ταῖς τούτων ἐπιστολαῖς ἐξαπα‐ τηθέντες καλεῖν ταῖς παρ’ αὑτῶν ἀνεπείσθησαν τοὺς
5νέους. οἱ δ’ οὐ τοσοῦτο μόνον ἠδίκουν, ἀλλ’ εἰσὶν οἳ γράμμα οὐδὲν οὔτε πέμψαντες οὔτε λαβόντες αὑτοὺς τοῦ δρᾶν ὃ βούλοιντο καταστήσαντες κυρίους δήσαντες τὰς διφθέρας ἀναβάντες ἐφ’ ἵππους οἱ μὲν ἀγροὺς σφῶν αὐτῶν ἐνέπλησαν ἀλλοτρίους, οἱ δὲ πατρῴους,
10οἱ δὲ καὶ τροφοῖς καὶ τροφεῦσιν ἧκον εἰς χεῖρας καὶ μητρὸς ἕτερος καὶ πατρὸς ἄλλος, τρέμοντες δὴ καὶ τοὺς ὀδόντας κροτοῦντες καὶ μεταστρεφόμενοι, καθάπερ διωκόμενοι διώκοντος μὲν οὐδενὸς οὐδὲ σπεύδοντος ἑλεῖν, αὐτοὶ δὲ τῆς περὶ λόγους σπουδῆς διώκοντες
15τὴν ἀπαλλαγήν. καὶ ὁ χρόνος τοῖς ἀθλίοις ἐν ἐδωδῇ καὶ οἴνῳ καὶ ὕβρει καὶ ὕπνῳ πᾶς οὗτος ἀναλοῦτο, προσθείην δ’ ἂν καὶ [ἐν] εὐχαῖς, ἐν αἷς ᾔτουν ἐκτα‐ θῆναι τὴν τῆς ῥᾳθυμίας ἀφορμὴν ἐπὶ μήκιστον χρό‐ νον. ἐφ’ ᾧ δ’ ἄν τις μάλιστα ἀγανακτήσειεν, οὐδὲ γὰρ
20αὐτὸ τοῦτο πρὸς ἡμᾶς εἰπόντες, ὡς ἀπιέναι καιρός, ἀπῆλθον, ἀλλ’ ἔδοξεν, ἐσίγησαν, ἔπραξαν. ὁ δ’ ἐξιὼν ἤδη τὸν διαβουλευόμενον ἐνῆγε τραγῳδίας καὶ Ἰλιάδα κακῶν ἐπισείων ταῖς μελλήσεσι.
Or
.

23

.

21

Καίτοι τίς οὐκ ἂν εἰκότως μισήσειε τούτους
τοὺς μισοῦντας κτῆμα οὕτω καλόν, τοὺς λόγους, οὓς ἔδωκε μὲν Ἑρμῆς, ἠγάπησε δὲ τῶν Ἀθηναίων ἡ πόλις καὶ θρέψασα καὶ αὐξήσασα καὶ κοσμήσασα πανταχῆ
5διέπεμψεν. οὗτοι συγκρύπτουσι μὲν δυσγένειαν, κρύ‐ πτουσι δὲ ἀμορφίαν, πλοῦτον δὲ φυλάττουσι, λύουσι δὲ πενίαν, ἀρκοῦσι δὲ πόλεσιν εἰς σωτηρίαν πάντων ὄντες ὅπλων ἐν πολέμοις χρησιμώτεροι καὶ πάσης πολυχειρίας ἐν μάχαις ἰσχυρότεροι. οἱ τούτους ἔχοντες
10πρὸς τὰ μαντεῖα πολλάκις ἁμιλλῶνται τῷ τὸ μέλλον δύνασθαι προορᾶν· ὃ γὰρ ἐκείνοις τὰ πνεύματα, τοῦτο τούτοις ἡ γνώμη. μόνους δὲ τοὺς παιδείᾳ διενεγκόν‐ τας φαίη τις ἂν καὶ ἀθανάτους εἶναι φύσει μὲν τελευ‐ τῶντας, δόξῃ δὲ ζῶντας.
Or
.

23

.

22

Ἀλλ’ ὅμως οἵδε οἱ νέοι πεφεύγασι μὲν τὴν τοσαῦτα ἀγαθὰ προξενοῦσαν, ἐπὶ δὲ τὴν μυρίων μη‐ τέρα κακῶν, νωθείαν καὶ μαλακίαν, κεχωρήκασιν ἕρ‐ μαιον αὑτῶν τὴν τῆς πόλεως ἀτυχίαν ἡγησάμενοι,
5δεδιότες μὲν οὐδέν, προσποιούμενοι δὲ πολλά. τίς γὰρ ἧκεν ἂν ἐπ’ αὐτοὺς ἄρχων, τίς ὑπηρέτης, τίς γείτων, τίς πολίτης, τίς ξένος πόρρω μὲν ὄντας τῶν βλασφημιῶν, πόρρω δὲ τῶν ἐπ’ ἐκείναις; καὶ γὰρ ὅτε ταῦτα ἐτολμᾶτο καὶ ἦν ἔτι ἐν προοιμίοις ἡ μανία, οἱ
10μὲν ἀπῆλθον οἴκαδε θέοντες, οἱ δ’ ἦσαν οὗπερ ἐγώ, τοῖς τῶν ἑωρακότων λόγοις, οὐ τοῖς αὑτῶν ὀφθαλμοῖς μανθάνοντες τὰ τοῦ τότε χειμῶνος. πῶς οὖν ἐσυκο‐ φαντοῦντο ἄν;
Or
.

23

.

23

τῆς δ’ ἐκείνων κακίας καὶ τόδε τεκμήριον. εἰσὶ μὲν γὰρ οὓς ὁ περὶ τοὺς λόγους ἔρως ἔπεισε μένειν ὀλίγους δή τινας κομιδῆ. τούτων δὲ οὐδεὶς οὔτε ἐφήψατο οὔτε ἐμέλλησεν οὔτε αὐτῶν οὔτε
5παιδαγωγῶν οὔτ’ οἰκετῶν. ἐπὶ τῆς αὐτῆς τοίνυν ἦσαν ἂν ἀδείας οἱ μὴ μείναντες ἧσπερ οἱ μεμενηκότες ταὐ‐ τοῦ δικαίου κἀκείνοις καὶ τούτοις ὑπάρχοντος, τοῦ μηδὲ κατὰ μικρὸν μετεσχηκέναι τῶν ὕβρεων.
Or
.

23

.

24

Ἔτι τοίνυν εἰ μὲν ἐμίσουν ἐμὲ διὰ τὰς ἐπὶ τοὺς πόνους παρακλήσεις, τίς αὐτῶν ἀδικώτερος; καὶ γὰρ ἀθλητὴς ἄδικος, ὅστις οὕτως ἔχει πρὸς τὸν γυ‐ μναστὴν τὸν ὅτι δεῖ πάντα πόνον ἀνέχεσθαι λέγοντα.
5εἰ δ’ ἐφίλουν τε καὶ ζῆν ἐβούλοντό με καὶ τὸ μένειν οὐκ ἀσφαλὲς ἡγοῦντο, τί μὴ προσιόντες ἐδέοντό μου σώζειν αὑτοῖς ἐμαυτόν; πάντως δὲ οὐδὲν καινὸν νέον γέροντος ἰδεῖν που τὸ συμφέρον ἄμεινον. δόξαν δ’ ἂν αὐτοῖς ἤνεγκε καὶ τὸ μέμψασθαι καὶ τὸ καταβοῆσαι
10καὶ τὸ πάντα καὶ εἰπεῖν καὶ ποιῆσαι πειρωμένοις ἐξά‐ γειν, νῦν δὲ διὰ σιωπῆς ἐξεπήδησαν τήμερον συγγε‐ νόμενοι, νυκτὸς δὲ ἀποδράντες, θάνατόν μου κατεψηφισμένοι καὶ οὐ δεδοικότες μὴ αὖθις ἀλλήλους ἴδωμεν.
Or
.

23

.

25

Γνοίη δ’ ἄν τις κἀκεῖθεν τουτουσί· τῆς γὰρ τοῦ βασιλέως ὀργῆς τῇ βουλῇ μὲν ἐγκαλούσης καί
τισι τῶν συνδίκων, τῶν δ’ ὑπὲρ παιδείας ἐνταυθοῖ διατριβόντων οὐδαμοῦ μεμνημένης καὶ τούτων τῶν
5γραμμάτων ἐκκειμένων καὶ τοῦ περὶ αὐτῶν λόγου πανταχοῦ πεφοιτηκότος, ὥστ’ εἶναι καὶ τοῖς πεφευ‐ γόσιν εἰδέναι, οὐδεὶς τὸ τῶν χαιρόντων ἐποίησεν οὐδὲ ἀνέπνευσεν οὐδὲ προσεκύνησε τὴν Τύχην οὐδ’ ἔδρα‐ μεν ἐπὶ τὴν ὧν ἀπεστέρητο μετουσίαν.
Or
.

23

.

26

καὶ τί θαυμαστόν; οὐδὲ γὰρ μετὰ δικαστήρια καὶ κρίσιν καὶ δεσμὸν ἀποκρίνοντα τοὺς ἄλλους καὶ δημηγορίαν τοῦ στρατηγοῦ τε καὶ δικαστοῦ καὶ ὅρκους ἐξαιροῦντας
5τὸν φόβον οὐδ’ οὕτως ἐπὶ τοὺς λόγους ἐπανῆκον οὐδ’ ἡδέως εἶδον τοὺς τῶν βελτιόνων ἀγγέλους, ἀλλ’ οἱ ταχεῖς ἐνθένδε ἀπελθεῖν βραδεῖς εἰς τὰ δεύτερα κατε‐ χόμενοι τῇ τῆς ἀργίας ἡδονῇ μᾶλλον ἢ ζήλῳ τῳ, μεμ‐ φόμενοι τῷ τῶν παρὰ τοῦ βασιλέως ἀπεσταλμένων
10τάχει λόγων οὐκ ἀποροῦντες ἀναισχύντων, ὅτι ἀλλὰ περιῄρηται τὸ τῆς πόλεως ἀξίωμα καὶ μετεί‐ ληφε σχῆμα φρουρίου καὶ οὔθ’ ὁ ἱππόδρομος οὔτε τὸ θέατρον ἔχει τὰ αὑτο.
Or
.

23

.

27

καὶ τί τοῦτο, ὦ Μουσῶν ὑμεῖς ἐχθροί; πολὺ γὰρ δὴ βελτίων ἡ πόλις εἰς λόγους ἐν οἷς δίκην ἔδωκε γεγέ‐ νηται, καὶ τὰ μὲν βλαβερὰ περιῄρηται, τῶν δ’ ὄντων
5ἀγαθῶν οὐδὲν τῇ μεταβολῇ τῆς προσηγορίας βέβλα‐
πται. αὐτός γέ τοι χείρων οὐδὲν ἐντεῦθεν εἰς τοὺς εἰωθότας γέγονα πόνους. οὐδ’ ὅσοι τῶν νέων ἔμειναν, [οὐκ] ᾐτιάσαντο τὴν μονήν, οὓς οὐδὲν τὸ μὴ λοῦσθαι κωλύει καρποῦσθαι τὰ βιβλία.
Or
.

23

.

28

Οἶμαι δέ, καὶ λούσονται κἀν τοῖς ἔμπροσθεν ἅπασιν αὖθις ὄψονται τὴν πόλιν βελτίους ὑμῶν αὐτῷ τούτῳ φανέντες τῷ καὶ τὰ δυσκολώτερα τῇ πόλει συν‐ διενεγκεῖν. ὑμεῖς δὲ αἰσχυνεῖσθε μὲν τοὔδαφος, αἰ‐
5σχυνεῖσθε δὲ τὰς πύλας, αἰσχυνεῖσθε δὲ τὸ τῶν λόγων χωρίον, αἰσχυνεῖσθε δὲ [καὶ] ἡμᾶς, εἰ μὴ καὶ τοῦτο
ὑμῖν ἀπόλωλεν.
Or
.

24

t

ΠΕΡΙ ΤΗΣ ΤΙΜΩΡΙΑΣ ΙΟΥΛΙΑΝΟΥ.
Or
.

24

.

1

Οὐκ ἀρκεῖ τοῦτο τοῖς πράγμασιν, ὦ βασιλεῦ, λύπη καὶ ὀδυρμὸς καὶ ἀγρυπνία μάτην ἀναλισκομένη. εἰ γάρ τι τούτων οἷόν τ’ ἦν ἐπανορθῶσαί τι τῶν συμβεβηκότων, πάλαι ἂν ἅπαντα εἶχε καλῶς ἕνε‐
5κά γε καὶ τῆς σῆς καὶ τῆς τῶν ἄλλων ἡμῶν ἀθυμίας. δεῖ τοίνυν τούτων ἀπαλλαγέντας βουλεύσασθαί τι μέγα καὶ καλὸν καὶ ὅθεν ἂν δράσαιμεν τοὺς πολεμίους ἃ νῦν ἡμᾶς ἐκεῖνοι. οὕτω γὰρ ἀντὶ τοῦ στένειν ἐν ταῖς ἀπὸ τοῦ πράττειν ἡδοναῖς εἴημεν ἄν.
Or
.

24

.

2

ἔδει μὲν οὖν τὰ μαντεῖα ποιεῖν ἔτι νῦν ἃ πρότερον, καὶ τοῖς δεομένοις ἀκοῦσαι, τί ποιοῦντες ἄμεινον ἂν πράξαιεν, λέγειν τε καὶ μηνύειν, οὐδὲν γὰρ ἂν ἔδει σοι νυνὶ
5βουλῆς οὐδὲ συμβούλων ἀνθρώπων παρ’ αὐτῶν τῶν θεῶν τῆς περὶ τῶν συμφερόντων γνώμης ἀφικνου‐ μένης· ἐπεὶ δὲ τὰ μὲν σεσίγηκε καὶ πεποίηκεν ἀτυ‐ χεστέραν τὴν γῆν, εἰς δὲ ἀνθρωπίνους ἧκε λογισμοὺς ἡ τῶν συμφερόντων εὕρεσις, ἀνάσχου μου περὶ τῆς
10παρούσης κακοπραγίας λέγοντος, ὦ βασιλεῦ, καὶ δο‐ κοῦντι μέν τι λέγειν πρόσεχε, ληροῦντα δὲ τῆς μὲν προαιρέσεως ἀποδέχου, τρέπου δὲ ἐπ’ ἄλλο τι τῶν συνοίσειν μελλόντων.
Or
.

24

.

3

Εἰσὶ μὲν οὖν οἳ κατηγοροῦσι τῶν στρατηγῶν, ἕτεροι δὲ τῶν στρατιωτῶν, οἱ μὲν ἐκείνων ὡς οὐ πε‐ παιδευκότων τοὺς ὑπ’ αὐτοῖς, οἱ δὲ τούτων, ὡς φύσει δειλῶν, ἐγὼ δὲ αἰσχύνομαι μὲν τὰς πολλὰς αὐτῶν
5μάχας, αἰσχύνομαι δὲ τὸν θάνατον ὃν τηροῦντες τὴν τάξιν ἐδέξαντο, αἰσχύνομαι δὲ τὴν αἵματι χρωσθεῖσαν Θρᾴκην καὶ Μακεδονίας οὐ μικρὸν καὶ τῆς Ἰλλυριῶν τὴν πολλήν.
Or
.

24

.

4

ἀλλὰ τοῦτο μὲν ἀνεῖλον ὄμβροι καὶ χρόνος, σώζονται δὲ οἱ τῶν ὀστῶν κολωνοί. ἐν δὲ τοῖς ὀστοῖς τούτοις ἐνεῖναί φασι καὶ 〈τὰ〉 ταξιαρχῶν
καὶ λοχαγῶν καὶ τῶν ἐν τοῖς ἄλλοις σχήμασιν. ἐν
5μέσοις δὲ αὐτοῖς ὁ βασιλεὺς μαχόμενος ἔπεσε παρόν‐ των μὲν ἵππων τῶν βασιλείων οἷς ὅσον μέτεστι τά‐ χους οὐκ ἀγνοοῦμεν, παρεχόντων δὲ αὐτῷ τῶν ἱππο‐ κόμων καὶ δεομένων ἀναβάντα φυλάξαι τοῖς πράγμασιν ἑαυτόν, ὁ δ’ εἰπών, ὡς οὐκ ἄξιον ζῆν ἐπὶ τοσούτοις
10κειμένοις, ἀντὶ τάφου τὸ πλῆθος τῶν ἐπ’ αὐτῷ κατε‐ νεχθέντων ἔσχε.
Or
.

24

.

5

Μὴ οὖν μοι λεγέτω τις δειλίαν ἢ μαλακίαν ἢ ἀμελετησίαν μηδὲ τὸ κρείττους γεγενῆσθαι τοὺς βαρ‐ βάρους εἰς ταῦτα ἀναφερέτω, ἀλλ’ αἱ μὲν φύσεις τῶν στρατιωτῶν καὶ τῶν τούτοις ἐπιστατούντων ταῖς τῶν
5ἔμπροσθεν παραπλήσιαι, κατὰ δὲ τὴν τέχνην καὶ τὴν ἐπιμέλειαν οἵδ’ ἐκείνων οὐχ ὕστεροι, δόξης δὲ τοσοῦτος αὐτοῖς ἔρως, ὥστε ὁμοῦ καύματι καὶ δίψει καὶ πυρὶ καὶ σιδήρῳ μαχόμενοι τὴν τελευτὴν ἡδίω τῆς φυγῆς ἐνόμισαν. τῷ ποτ’ οὖν ἡμῶν πεπλεονεκτήκασι; δοκεῖ
10μοι θεῶν τις ἡμῖν ὀργιζόμενος ἐκείνοις συμπολεμεῖν. τὴν δὲ ὀργὴν ὅ μοι μάλιστα δοκεῖ πεποιηκέναι, φράσω.
Or
.

24

.

6

Ἐδέξατο μὲν ὑπὸ τῇ πλευρᾷ τὴν πληγὴν Ἰου‐ λιανὸς ἐκεῖνος πειρώμενος τῆς ἑαυτοῦ φάλαγγος συνά‐ ψαι τὸ διασπασθὲν καὶ τὸν ἵππον ἅμα βοῇ καὶ ἀπειλαῖς ἐπὶ τοῦτο ἐλαύνων, ὁ δὲ προσπεσὼν ἦν καὶ τρώσας
5Ταϊηνός τις ἐντολὴν πληρῶν τῷ σφῶν αὐτῶν ἄρ‐ χοντι. τῷ δὲ ἄρα τοῦτο μισθὸν οἴσειν ἔμελλε παρ’ ἐκείνων οἷς ἦν ἐν σπουδῇ τὸν ἄνδρα ἀποθανεῖν. χρη‐ σάμενος οὖν καιρῷ τῇ τότε συμβάσῃ ταραχῇ καὶ τοῖς ἀνέμοις καὶ τῇ πολλῇ κόνει πλήξας ἀπῆλθεν.
Or
.

24

.

7

ὁ δὲ εὐθὺς μὲν κατέπεσεν, ἔπειτ’ αὖθις ἐπὶ τὸν ἵππον ἀναβὰς ἐπεμελεῖτο τῶν συμφερόντων τῇ φάλαγγι καὶ τὸ αἷμα ῥέον ὁρῶν οὐ προκατέλυσε τὰς φροντίδας,
5ἕως ἐλειποψύχησεν. οὕτω δὲ ἐπὶ τὴν σκηνὴν κομι‐ σθεὶς καὶ μόνος ἐν δακρύουσιν ἅπασι τοῖς περιεστηκόσι τοῦτο οὐ παθὼν οὐκ ἐμέμψατο τὴν στρατείαν, ἀλλὰ ταύτης τε ἑαυτὸν ἐπαινέσας καὶ λυπεῖσθαι φήσας οὐκ εἰ δέοι θνήσκειν, ἀλλ’ ἐπὶ τῇ τοῦ στρατεύματος ὀρ‐
10φανίᾳ, τοὺς θεοὺς ὁρῶν ἤδη παρ’ οὓς ἔμελλεν ἥξειν, ἀφῆκε τὴν ψυχήν.
Or
.

24

.

8

ἐγένετο βασιλεὺς ἕτερος. τοῦ‐ τον εὐθὺς ἐχρῆν ἀμῦναι τῷ τετελευτηκότι καὶ προοί‐ μιον τῆς βασιλείας τὴν τιμωρίαν ποιήσασθαι. τούτῳ 〈δὲ〉 τοῦτο περιττόν τε καὶ μάταιον ἔδοξε. καὶ ὁ μὲν
5νεκρὸς ἐκομίζετο, οἱ δὲ κακὸν τοσοῦτο κατεσκευακότες ἐγέλων. ἐπιμιξιῶν δὲ πολλῶν ὑπὲρ εἰρήνης πρὸς τοὺς Πέρσας γιγνομένων ἦν ἀκούειν, ὡς οὐδεὶς ἐκεί‐ νων ἐπὶ τῷ φόνῳ τετίμητο καὶ ταῦτα τιμῆς ἐλπιζο‐ μένης.
Or
.

24

.

9

Πρὸς ἐκεῖνον τοίνυν ἡγοῦμαι χαλεπῆναι τοὺς θεοὺς καὶ διὰ τοῦτο καταναγκασθῆναι τοιαύτην εἰρήνην ποιήσασθαι, δι’ ἧς μείζονα ὧν εὔξαντο ἄν, ὑπῆρξε τοῖς πολεμίοις, Ἀρμενία πᾶσα, πόλις ἡ ἐπὶ
5τοῖς ὁρίοις, πλεονέκτημα μέγα, φρούρια πολλὰ καὶ καρτερά.
Or
.

24

.

10

ἀλλὰ τούτῳ μὲν ἴσως οὐκ ἐξῆν τὰ τοι‐ αῦτα ζητεῖν, οἶμαι δὲ εἶναι δῆλον ὃ λέγω, τελευτῆς δὲ αὐτῷ ταχείας συμβάσης καὶ τοῖν ἀδελφοῖν ἐπὶ τὰ σκῆπτρα παρελθόντοιν ἡ αὐτὴ περὶ τὴν τιμωρίαν
5ἀργία. καίτοι τοῦ μνήματος οὐ μικρά τις ἡ πρόνοια καὶ ταῦτα δαπάνης γινομένης, ἀλλ’ ὅμως προΐεντο καὶ τοὺς σκεψομένους ἔπεμπον καὶ ἠρώτων ἐπανήκον‐ τας καὶ ὅλως ἐβούλοντο δοκεῖν ἐσπουδακέναι περὶ τὴν ἐνταῦθα λαμπρότητα.
Or
.

24

.

11

τουτὶ μὲν οὖν καλῶς, ἐκεῖνο δὲ οὐ καλῶς. οὐ γὰρ οἷς ἐποίουν ἐχαρίζοντο μᾶλλον ἢ οἷς οὐκ ἐποίουν ἐλύπουν καὶ βελτίους γ’ ἂν ἦσαν ποιοῦντες μὲν ὧν ὠλιγώρουν, ὀλιγωροῦντες δὲ ὧν
5ἐπεμελοῦντο, ἢ ὡς νῦν ἐποίησαν. οὐδεὶς γὰρ ἂν οὕ‐ τως ἡσθείη τῶν ἀδίκως ἀποθανόντων κάλλει μνήματος ὡς τῇ τοῦ κτείναντος δίκῃ. ὄντος τοίνυν πολλοῦ τοῦ λόγου τοῦδε, ὡς ἐξ ἡμῶν ὁ ἀπεκτονὼς εἴη καὶ ὡς δει‐ νόν, εἰ μή τις ἐπέξεισιν, οὐδὲν μᾶλλον οὓς ἐχρῆν ἐκι‐
10νοῦντο οὐδὲ συνῆγον τοὺς τῶν βουλευμάτων κοινωνοὺς ἐπὶ ζητήσει τοῦ αἵματος καὶ ταῦτα τῶν συμφορῶν εἰς ἔννοιαν τοῦ πράγματος ἀγουσῶν.
Or
.

24

.

12

διέβησαν τὸν Ἴστρον Σαυρομάται τὴν ἄρρηκτον στρατιὰν τοῦ πρεσβυτέρου μὴ δείσαντες, κατέσυραν ἀνθοῦν τοῖς ἅπασιν ἔθνος τὸ Ἰλλυριῶν, μετήνεγκαν εἰς τὴν αὑτῶν
5μεγάλην εὐδαιμονίαν, ἔργον χρόνου μακροῦ. καὶ τὴν μὲν τοῦ ταύτης τῆς χώρας ἄρχοντος θαυμάσαι τις ἂν λύπην δι’ ἣν δακρύων, οὐχ ὑπάτου στολῆς ἡγή‐ σατο εἶναι τὸν ἐνιαυτὸν αὑτῷ, τὴν τόλμαν δὲ τῶν ἀσθενεστέρων πόθεν χρὴ νομίσαι γεγενῆσθαι;
Or
.

24

.

13

ἐγὼ μὲν γὰρ ἐντεῦθεν ἡγοῦμαι, ἐπεὶ καὶ τὴν ἐπανάστασιν τοῦ τυράννου τὴν εἰς ἅπασαν φθορὰν ἀγαγοῦσαν τὰς
πόλεις, δι’ ἣν ὁ νεώτερος πολλὰ μὲν ἔδρασε,
5πολλὰ δὲ ἔπαθεν, ἐντεῦθεν ἡγοῦμαι γεγενῆσθαι, καὶ πολύ γε πλέον τὴν δευτέραν. ὁ μέν γε, εἰ μηδὲν ἕτερον, οἰκεῖός τε ὢν ἐτύγχανεν Ἰουλιανῷ καὶ δεδιὼς καὶ κρυπτόμενος καὶ ἀεὶ ληφθήσεσθαι προσδοκῶν καὶ φεύγων ἐλπιζόμενον θάνατον οὕτως ἀνέρριψε τὸν
10κύβον, τὸ δὲ ἄνδρας εὖ πεπονθότας, τιμῶν τετυχη‐ κότας, ἐν φίλοις ἀριθμηθέντας ὁμοῦ τε κοινωνεῖν τραπέζης καὶ τοιαῦτα ἐπιβουλεύειν πῶς οὐχ ὅθεν ἔφην ὥρμηται;
Or
.

24

.

14

ὁ πολὺς δὲ φόνος ὅ τε τῇδε ὅ τε ἐν Ῥώμῃ δαιμόνων ὀργὴν μηνύει, δι’ ἣν οἱ μὲν ἀπέ‐ θνησκον, οἱ δὲ ἔμελλον. ὁ Φόβος γῆν τε ἔσειε καὶ θάλατταν. καὶ οὐκ ἐπιλαμβάνομαι μὲν τοῖν βασι‐
5λέοιν, ὡς οὐ δίκαια ἔδρων τοῖς ἐξελεγχομένοις τὴν ἐκ τῶν νόμων ἐπιτιθέντες δίκην, αὐτὸ δὲ τὸ τῆς ἐσχάτης δίκης ἀξίους πεφηνέναι μυρίους, ὧν οἱ πλείους οἰκιῶν ὀνομαστῶν, βεβαιοῖ μου τὸν λόγον τὸν ὑπὸ δαιμονίου
τινὸς ἐλαύνεσθαι λέγοντα τὴν γῆν.
Or
.

24

.

15

Τὰ δὲ τελευταῖα ταῦτα πῶς οὐ σαφῶς κακο‐ δαιμονώντων; ἀπόλωλεν ἡμῖν ἔθνη πέντε καὶ εἴκοσι τῶν μὲν ἔξω τειχῶν ἡρπασμένων, τῶν δὲ εἴσω πάντα φαγόντων, οἷς οὐδὲ ταφῆναι τῷ λιμῷ τεθνεῶσιν
5ὑπῆρξεν, ἀλλ’ ἀνάγοντες αὐτοὺς οἱ προσήκοντες ἐπὶ τὸ τεῖχος ἀφίεσαν γυμνοὺς φέρεσθαι τοὺς ταλαιπώρους κάτω.
Or
.

24

.

16

τοιαῦτα ἐκώμασαν οἱ Σκύθαι φρίττοντες ἀεὶ πρὸς τὴν ἀκοὴν τῆς Ῥωμαίων περὶ τὸν πόλεμον τέχνης, ἀλλὰ νῦν ὅσα ἐμαχέσαντο, τοσαῦτα νενικήκασι καλῶς μὲν ἡμῶν καὶ ὡς προσῆκεν ἄνδρας ἀγαθούς,
5ἀποθνησκόντων, ἀναλουμένων δ’ οὖν. καὶ νῦν ἐπὶ τοὺς γεωργοὺς ἥκομεν τῶν ἐν τοῖς ὅπλοις βεβιωκότων οἰχομένων. αἱ προσδοκίαι δὲ δειναὶ καὶ χρηστὸν οὐδὲν ἐν ἐλπίσι, πλὴν εἰ πεισθείης μοι, βασιλεῦ, καὶ λύσαις ὅ φημι τὴν αἰτίαν ἔχειν τῶν κακῶν.
Or
.

24

.

17

Φήσουσι τοίνυν με πλάττειν οὐκ ὄντα φόνον τινές· τῶν γὰρ ἐναντίων ἕνα εἶναι τὸν ἀπεκτονότα. ἐγὼ δὲ ὅτι μὲν οὐκ ἂν εἰς μέσην τὴν στρατιὰν
ἐτόλμησεν ἀνὴρ Πέρσης ἐλθεῖν μὴ θανατῶν καὶ ὡς εἰ
5πλείους ἦσαν, πλείους ἂν καὶ διέφθειραν, νῦν δὲ ἀποθνήσκει μόνος οὐδενὸς τῶν ἐγγυτάτω καὶ ὑφ’ ὧν ἐφρουρεῖτο παθόντος οὐδέν, ἀλλ’ οὐδὲ μελλήσαντος, ὁ γὰρ ἆθλος οὗτος ἦν καὶ ἐφ’ ὃν ἀπέσταλτο, τουτὶ μὲν ἐάσω.
Or
.

24

.

18

ἀλλὰ γεγένηνται δήπου πρεσβεῖαι πολλαὶ μετ’ ἐκεῖνον τὸν χρόνον ὡς τὸν Πέρσην, πάλιν γὰρ ἐρῶ ταὐτό, καὶ εἰώθασί γε Πέρσαι φιλοτιμεῖσθαι τῇ μνήμῃ τῶν κατωρθωμένων καὶ διηγοῦνται δὴ πολ‐
5λάκις ἃ Ῥωμαίους ἔπληξαν καὶ εἰ τῶν τινα βασιλευ‐ όντων κατήνεγκαν· ἀλλ’ ὅμως οὔτ’ αὐτὸς ὁ βασιλεὺς ἐκείνων οὔτ’ ἄλλος οὐδεὶς τῶν ἐν ταῖς τάξεσιν ἀλλ’ οὐδὲ ἰδιώτης τοῦτό γε εἰπὼν φαίνεται τὸ τὸν θάνατον ἐκεῖνον ἄνδρα Πέρσην εἰργάσθαι.
Or
.

24

.

19

ἀλλ’ οὐδὲ ἐν εἰκόνι τοῦτο δείκνυσθαί φασι μάλιστ’ ἂν γραφέν, εἰ ἐπέπρακτο, τοσοῦτόν γε ὂν εἰς δόξαν. ἀλλ’ ἐν εἴδει μὲν λέοντος πεποίηται πῦρ ἀποπνέοντος. ἃ δὲ ἔπαθον,
5γράψαντες, ἃ μὴ συνῄδεσαν αὑτοῖς δεδρακόσιν, οὐ προσέθηκαν οὐδὲ ἐκαλλωπίσαντο τοῖς οὐ γεγενημένοις.
Or
.

24

.

20

τὸ δὲ μέγιστον ἁπάντων, Βίκτωρα καὶ Σαλούστιον καὶ τοὺς ἄλλους τοὺς ὑπὲρ τῆς εἰρήνης πρεσβεύ‐
οντας ἤρετο Σαπώρης, εἰ μὴ αἰσχύνοιντο Ῥωμαῖοι μηδεμίαν ὤραν τῆς ὑπὲρ Ἰουλιανοῦ δίκης πεποιημένοι
5μόνου πεσόντος, ὃ μάλιστα δὴ βοᾷ, τί ποτέ ἐστι τὸ πρᾶγμα. ἐγὼ δ, ἔφη, τεθνεῶτός μοί τινος τῶν ἡγεμόνων τοὺς οὐ πεσόντας περὶ αὐτὸν ἔδειρα καὶ τοὺς τοῦ τετελευτηκότος οἰκείους ταῖς ἐκείνων παρεμυθησάμην κεφαλαῖς πέμψας αὐ‐
10τὰς εἰς χεῖρας αὐτοῖς. ταῦτα οὐκ ἂν εἶπεν ὁ Σα‐ πώρης οὐδὲ ἐπετίμησεν, εἰ τὸ ἔργον ἑνὸς ἦν τῶν πολεμίων. πῶς γὰρ ἂν ὃν οὐκ εἶχον ὑφ’ αὑτοῖς, ἐτι‐ μωροῦντο;
Or
.

24

.

21

Εἰ τοίνυν ὑπὸ μὲν αἰχμῆς ἀπέθανε, χειρὶ δὲ Πέρσου τοῦτο οὐ πέπρακται, τί λοιπὸν ἢ ἐν τοῖς ἡμε‐ τέροις εἶναι τὸν φονέα ἢ χαριζομένοις τινὶ τὸ μηκέτ’ ἐκεῖνον εἶναι ἢ καὶ σφίσιν αὐτοῖς, ὅπως ἐν
5ἀτιμίᾳ τὰ τῶν θεῶν εἴη, ὧν τιμωμένων ἀπεπνίγοντο.
Or
.

24

.

22

Ἀλλ’ οὐδεὶς ἐφειστήκει κατήγορος οὐδ’ οἱ καταμαρτυροῦντες. ἀλλ’ ὑμᾶς γ’ ἐχρῆν καὶ οὕτως ἀνιχνεῦσαι τὸ πρᾶγμα πολλάς τε ἡμέρας ἐπ’ αὐτῷ καθημένους καὶ οὐκ ἀνιέντας καὶ τοὺς ἔχοντας μὲν
5ἐλέγχειν, ὀκνοῦντας δὲ ἐπεγείροντας, θαρρύνοντας,
προτρέποντας, ἆθλα τιθέντας, ἐπὶ δωρεὰς καλοῦντας καὶ νὴ Δία γε καὶ ταῖς δι’ ἀπειλῶν ἀνάγκαις μὴ ἐᾶν σιωπᾶν.
Or
.

24

.

23

εἰ ταῦτα παρ’ ὑμῶν ἐγίγνετο, πολλοὺς ἂν εἴχετε τοὺς βοῶντας, τοὺς λέγοντας, τοὺς διδά‐ σκοντας, τίς ὁ ἀρχιτέκτων τοῦ φόνου, τίς ὁ πρῶτος ἀκούσας τοῦτο, τίσιν ὁ κτείνας ἀνεπείσθη λόγοις,
5ἐπὶ πόσῳ μισθῷ, τίνες οἱ συνειδότες, ποῖ τρώσας ἀπεχώρησε, τίνες αὐτῷ συνέπιον καὶ συνεπαιώνισαν.
Or
.

24

.

24

ὑμῶν μὲν γὰρ ἡσυχαζόντων καὶ τοῖς δυναμένοις διώκειν ἀσφαλὲς ἐφαίνετο τὸ μηδὲν λέγειν, κεκινημέ‐ νων δὲ τῶν βασιλέων καὶ τῶν ἀρχόντων δηλούντων, ὡς οὐ στήσονται ζητοῦντες, μέχρις ἂν εἰς φῶς ἔλθῃ
5τὰ κεκρυμμένα, ταχέως εἰς φῶς ἔμελλεν ἥξειν, ἐπεὶ καὶ νῦν ἦσαν οἱ ἐν γωνίαις λέγοντες, ὅπως ἅπαν τὸ δρᾶμα συνετέθη· οἳ πολλῆς ἐνόμιζον εἶναι μανίας οἷς μάλιστα προσῆκεν ἀγανακτεῖν ἥκιστα τοῦτο ποι‐ ούντων ἑτέρους σφᾶς αὐτοὺς εἰς πράγματα ἐμβάλ‐
10λειν οὐκ εἰδότας μέν, εἴ τινι χαριοῦνται, δεδιότας δὲ μὴ καὶ ζημία προσγένηται.
Or
.

24

.

25

ἤδη τις ὁδοι‐ πορῶν αὐτὸς μὲν ἔκειτο κατακοπείς, ὁ δ’ ἀποσφάξας ἀπελθὼν οἷς ἀφείλετο ἐτρύφα καὶ ὁ τοῖς νόμοις αὐτὸν παραδώσων οὐκ ἦν. ὁ δικάζων δὲ οὐκ, ἐπεὶ μηδεὶς
5ἐδίωκεν, ἀνεξέταστον ἀφεὶς τὸ τετολμημένον ἐκάθευδεν, ἀλλὰ πάντα κινῶν καὶ παριεὶς οὐδὲν τὸ τοῦ Λυγκέως ἔδοξε τῷ νῷ πεποιηκέναι καὶ ὁ αὐτόχειρ ᾕρητο πάνυ δὴ πιστεύων ἀνωτέρω πάσης ἰδέας ἐλέγχων ἠδι‐ κηκέναι.
Or
.

24

.

26

πολλὰ τοιαῦτα ἐν ταῖς ἐρημίαις πρα‐ χθέντα οὐκ ἔλαθε, πολλὰ τοιαῦτα ἐν ἄστεσι. καὶ οὐκ ἀπέχρη τοῖς τῶν φυλῶν ἐπιμεληταῖς τῇ γῇ παραδοῦναι τὸν ἀπεσφαγμένον, ἀλλ’ ἧκον παρὰ τὸν ἄρχοντα, ἐμή‐
5νυσαν, ἔφρασαν, ὁ δ’ αὑτοῦ νομίζει τὸ μὴ τὸν δεδρα‐ κότα ἀγνοηθῆναι.
Or
.

24

.

27

Εἶθ’ ὑπὲρ μὲν τῶν τυχόντων σπουδασόμεθα, τῷ δ’ ἀρίστῳ τῶν ἀνδρῶν οὐ τιμωρήσομεν; καὶ τοῖς μὲν ἔθνους ἄρχουσιν ἔστιν εἰς τὸ τὰ τοιαῦτα ἐκκα‐ λύπτειν δύναμις, ἡ δ’ ὑμῶν τῶν βασιλέων ἀσθενεστέρα
5τῆς θήρας; οὐκ ἔστι. δεῖξον ὡς ἥδιστ’ ἂν τοὺς ἀν‐
θρώπους ἕλοις, καὶ οἱ παραδώσοντές σοι τὰ θηρία φανοῦνται, ἢν αὐτοῖς ἀφέλῃς μόνον τὸν φόβον, ὡς οὐδὲν δεινὸν αὐτοῖς ὁ ἐκείνων πλοῦτος ὃν ἀπὸ τῶν ἀρχῶν ἔχουσι. τοῦτο γάρ, τοῦτο οὐκ ἔχον ἐστὶν ὑπερ‐
10βολήν, φόνου τοιούτου δίκην ὀφείλοντες, ὥσπερ τὸν Πέρσην ἀπεκτονότες, ἀρχὰς ἐκαρπώσαντο.
Or
.

24

.

28

Μάλιστα μὲν οὖν, εἰ καὶ μὴ τοσαύτην ὅσην ἐδείκνυον ἄρτι βλάβην εἶχεν ἡ περὶ τὴν δίκην νωθεία, καὶ οὕτω χρῆν ἐπιστραφῆναί τε καὶ φυλακήν τινα ταυτηνὶ τοῖς ἐπὶ τὰ σκῆπτρα καλουμένοις παρασχεῖν.
5ἐν μὲν γὰρ τῷ πράξασθαι τιμωρίαν παύσετε τοὺς τὰ τοιαῦτα ἀδικοῦντας, ποιήσαντες δὲ ἄδειαν ἐφ’ ὑμᾶς αὐτούς, ἀλλ’ οὐκ ἐρῶ γε τὸ βλάσφημον. ὥστε τήμερον τῷ μὲν δοκεῖν Ἰουλιανῷ βοηθήσων ἀφῖγμαι, τῇ δὲ ἀληθείᾳ τοῖς ζῶσιν ὑμῖν. τῷ μὲν γὰρ οὐκ ἔστιν ἀπο‐
10δοῦναι τὴν ψυχὴν διὰ τῆς δίκης, ὑμῖν δὲ διατηρῆσαι. ποιήσατε τοίνυν τοὺς στρατιώτας τῶν ἀρχόντων προ‐ κινδυνεύειν ἢ εἰ μὴ τοῦτο βούλοιντο, μήτοι γε ἀντὶ τῶν πολεμίων αὐτοῖς καθίστασθαι.
Or
.

24

.

29

Ἐγὼ μὲν εἰ καὶ στρατηγὸς ἐπεπόνθει τι τοι‐ οῦτον ἢ καί τις τῶν στρατείᾳ ἐφεστηκότων, ἠξίουν ἄν σε χωρεῖν ἐπὶ τοὺς ἐκείνων σφαγέας δείσαντα τὴν τοῦ πράγματος μελέτην μὴ καὶ πρὸς τὸ μέγιστον
5ἀπὸ τῶν ἐλαττόνων βαδίσῃ· νῦν δ’ ἐπὶ τὸ κεφάλαιον τῶν πραγμάτων ὁ ἱππεὺς ἐκεῖνος καὶ ὁ σίδηρος ἧκεν ἐν ἀκμῇ τῆς μάχης ὑπ’ ἐργαστηρίου πονηροῦ πεμφθεὶς ἀπὸ σκηνῆς μιαρᾶς καὶ βουλευμάτων ὀλεθρίων. γένοιντ’ ἂν καὶ ἄλλοι τινὲς ἴσως πονηροί, βασιλεῦ, μίαν σκη‐
10νὴν ὑπιόντες ἐχθροὶ τοῖς ἄρχουσι. τούτους ἡ μὲν φύσις οὐκ ἄν ποτε ποιήσειε βελτίους, κατάσχοι δ’ ἂν ἴσως ὁ φόβος.
Or
.

24

.

30

Ἀλλ’ ἐκεῖσε ἐπάνειμι, ὅτι ἦν μὲν ἄν, εἰ καὶ μηδεὶς ἐπῆν περὶ τῶν ὅλων κίνδυνος, καὶ δίκαιον καὶ λυσιτελὲς ὑμῖν παῦσαι τὸ θράσος διὰ τῆς ἐπὶ τοῖς πεπραγμένοις ὀργῆς, νῦν δ’ οὐδὲ βουλομένῳ σοι μὴ
5ταῦτα ποιεῖν ἔνι. οἱ γὰρ βαρεῖς οὗτοι καὶ τοῖς τὴν Ῥώμην οἰκοῦσιν αὐτὴν ἐπιστήσαντες φόβους καὶ ταῦτα οὕτω πολλῶν ἡμερῶν ὁδὸν ἀπέχοντες σύμβουλοι καθίστανταί σοι τῆς περὶ τὴν τιμωρίαν ἐπιμελείας, ἧς γενομένης οὐκέθ’ ὑβριοῦσιν οἱ Σκύθαι.
Or
.

24

.

31

Τοσούτου γὰρ ἄξιος τοῖς θεοῖς ὁ τε‐ θνεώς; ἐρεῖ τις. πάνυ γε. καὶ παλαιός γε οὗτος αὐ‐
τῶν νόμος ὑπὲρ τῶν πεπονθότων ἀγανακτεῖν. ἡ δίκη δὲ ὧν τινες ἀδικοῦσι πολλάκις τείνεται καὶ ἐφ’ ἅπασαν
5πόλιν. ἐνόσησαν μὲν Ἀθηναῖοι διὰ τὸν Ἀνδρόγεω θάνατον καὶ τῷ πατρὶ τοῦ τετελευτηκότος τὸν δασμὸν τοὺς δὶς ἑπτὰ ἤνεγκαν ὀλίγων ὄντων οἷς ἐτολμήθη τοὖργον, ἐνόσησε δὲ ἡ Θηβαίων πόλις διὰ τὸν Λαΐου φόνον, οὗτος δὲ ἦν ὁ θάνατος ἔργον τῆς Οἰδίπου
10χειρὸς μόνης. λιμὸς ἐν Δελφοῖς ἦν Αἰσώπου παρ’ αὐτοῖς ἐπὶ σκώμματι πληγέντος. καίτοι πόσους εἰκὸς ἀπεκτονέναι τὸν ἄνθρωπον; ἀλλ’ ὅμως ἡ πόλις ἐλίμωττε, καὶ μία λύσις, εἰ δοῖεν δίκην.
Or
.

24

.

32

τί λέ‐ γεις; οὐκ ἐποίησε χαλεποὺς Ῥωμαίοις τοὺς θεοὺς οὕτω μὲν πεσὼν Ἰουλιανός, οὕτω δὲ ἀμεληθεὶς οὕτω μὲν χαλεπήναντος τοῖς Ἀχαιοῖς τοῦ Ἀπόλλωνος διὰ τὸ μὴ
5ἀποδοῦναι τῷ Χρύσῃ τὴν θυγατέρα τὸν δεῖνα, οὕτω δὲ βοῶν τινων εἵνεκα τοῦ Ἡλίου, ὥστε τοιαῦτα ἀπει‐ λῆσαι τοῖς ἄλλοις θεοῖς, εἰ μὴ λάβοι δίκην; καίτοι πεινώντων τὸ ἔργον ἦν, ἀλλ’ ὅμως ἡ ναῦς αὐτοῖς κε‐ ραυνῷ διεσκέδαστο καὶ ὁ τὰ βέλτιστα παραινῶν μετὰ
10τῶν οὐ πεισθέντων ἐξέπιπτε.
Or
.

24

.

33

τί τοὺς σὺν Ἀγα‐
μέμνονι ἑλόντας τὴν Τροίαν ἀπώλεσεν; ὁ χειμών. τὴν θάλατταν δὲ τίς ἐξέμηνεν; ἡ Ἀθηνᾶ. διὰ τί; ὅτι τῶν περὶ Κασάνδραν Αἴαντι πεπραγμένων οὐκ
5ἔλαβε τὸ στρατόπεδον δίκην, ὥσπερ οὐδὲ νῦν ἡμεῖς τοῦ φόνου. εἶτ’ οἴεταί τις τὴν Πριάμου κόρην τιμιω‐ τέραν τῇ Ἀθηνᾷ γενέσθαι πρότερον ἢ νῦν ἅπασι τοῖς θεοῖς τοῦτον; τῆς δὲ ἐν Λεύκτροις ἥττης τῆς ἀνελπί‐ στου, μεθ’ ἣν ἔμεινε κειμένη τῶν Λακεδαιμονίων ἡ
10πόλις, τίς οὐκ οἶδε τὴν ἀρχὴν καὶ τὴν ὑπόθεσιν;
Or
.

24

.

34

Μέλει, μέλει καὶ τεθνεώτων ἀνθρώπων τοῖς θεοῖς, ὦ βασιλεῦ, ὧν καὶ τοῖς ζῶσιν ἔτι ἀνθρώποις μέλειν βούλοιντ’ ἄν. εἰ δὲ μὴ τοῦτο τοιοῦτον ἦν, οὔτ’ ἂν εἰς Μακάρων νήσους ἤγαγον οὓς ἐθαύμασαν
5οὔτ’ ἂν ὀστᾶ λογίοις ἐτίμησαν, ὥσπερ τά τε Ὀρέστου τά τε Θησέως.
Or
.

24

.

35

καὶ νῦν οἶμαι τοὺς θεοὺς πολ‐ λάκις ἐν ταῖς αὑτῶν ἀγοραῖς πεποιῆσθαι λόγον ἅ τε ἔπαθεν οὗτος ὧν τε ἠτύχησε τεθνεώς, μεμφομένους τε καὶ παρακαλοῦντας ἀλλήλους ἐπὶ τὴν δίκην. εἰ
5γὰρ θρήνου μὲν ἄξιος Ἕκτωρ τῷ Διὶ διὰ τὸ πλῆθος τῶν θυσιῶν, ἐγκαλεῖται δὲ ὁ Ζεὺς ὑπὸ τῆς Ἀθηνᾶς ἐν τοῖς Ὀδυσσέως πλάνοις ὡς ἀμελῶν ἀνθρώπου τε‐
θυκότος, τίνα εἰκὸς εἰρῆσθαι περὶ τούτου τοῦ τὰς ἁπάντων τῶν Ἑλλήνων ἐν τοῖς δύο ἕτεσι παρελθόντος
10θυσίας;
Or
.

24

.

36

οὗτος γάρ ἐστιν ὁ μερίσας αὑτοῦ τὸν βίον εἴς τε τὰς ὑπὲρ τῶν ὅλων βουλὰς εἴς τε τὰς περὶ τοὺς βωμοὺς διατριβάς, οὗτος ὁ ἐν τελεταῖς μυρίαις ὁμι‐ λήσας δαίμοσιν, οὗτος ὁ ὑπὲρ τῶν ὑβρισμένων ἱερῶν
5στενάξας μέν, ἕως τοῦτ’ ἐξῆν μόνον, ὅπλων δὲ ἁψάμενος, ἐπειδὴ καιρὸς παρῆν, οὗτος ὁ τὰ κατεσκαμ‐ μένα μὲν ἀποδοὺς τοῖς χωρίοις, τὰς τιμὰς δὲ καὶ τού‐ τοις καὶ τοῖς ἄλλοις ἅπασιν, οὗτος ὁ τὸ θύειν καὶ σπένδειν ὥσπερ ἐκ φυγῆς καταγαγών, οὗτος ὁ τὰς
10πεπαυμένας ἑορτὰς ἀνανεωσάμενος, οὗτος ὁ τοὺς ἐπὶ τῇ θεραπείᾳ τῶν κρειττόνων κινδύνους ἀνελών, οὗτος ὁ μηδαμοῦ τὴν διάνοιαν ἀποστήσας τῆς παρὰ θεῶν εὐνοίας, οὗτος ὁ πολλῶν ἐξελάσας ἀχλὺν καὶ πάντων δ’ ἄν, εἰ μὴ προαπῆλθε.
Or
.

24

.

37

Τούτου Διὶ μὲν μέλει, βασιλεῖ βασιλέως, ὡς ὁμοτέχνου, Ἀθηνᾷ δὲ τῇ τοῦ Διὸς θυγατρὶ διὰ τὴν
φρόνησιν, Ἑρμῇ δὲ διὰ τοὺς ἐν πᾶσιν εἴδεσι λόγους, Μούσαις δὲ διὰ τὰ ἔπη, τῇ δὲ Ἀρτέμιδι διὰ τὴν σω‐
5φροσύνην, Ἄρει δὲ διὰ τὴν ἐν πολέμοις ἀρετήν· ὃς ἅπαν οὕτω γένος ἐταπείνωσε βαρβάρων ὑπ’ ἄλλῳ τε ἄρχων καὶ τὸ πᾶν κτησάμενος, ὥστε τὴν Περσῶν μὲν ἐπιστρατεύσας ἀνάστατον ἐποίει, τὰ δ’ ἐφεστη‐ κότος καὶ παρόντος ἠρεμοῦντα γένη ταὐτὸν ἐποίει καὶ
10ἀφεστηκότος. καὶ ὁ μὲν ἐγγὺς Βαβυλῶνος κέλησιν ἠγωνοθέτει, βασιλεὺς δὲ Ῥωμαῖος ἐν γῇ Ῥωμαίων οὐκ ἦν, πάντα δὲ ἡσύχαζεν ἀντὶ τῆς παρουσίας ἀρκοῦντος τοῦ δέους, ὃ καὶ διὰ 〈τὸ〉 τοὺς Πέρσας ἐλαύνειν ἐνεποίει.
Or
.

24

.

38

Πᾶς οὖν ὁ μετ’ ἐκεῖνον βασιλεὺς ἴστω χάριν ὀφείλων ἐκείνῳ. τουτὶ γὰρ δὴ καὶ αἱ γυναῖκες εἴποιεν ἄν, ὅτι τοῦ μὴ πάντα ταῦτα εἶναι Περσῶν ἐκεῖνος αἴτιος. καὶ οὔτε τειχίζομεν οὔτε σῖτον εἰσκομιζόμεθα
5οὔτε ποῖ δεῖ πλεύσαντας σωθῆναι, σκοποῦμεν οὔτε φόβῳ συνοικοῦμεν οὔτε μή τι συμβῇ τοιοῦτον οἷον καὶ ἐπὶ τῶν προγόνων, δεδοίκαμεν, οἷς ἐν τῷ θεάτρῳ
συγκαθημένοις ἐφειστήκεσαν οἱ τοξόται τὸ ὄρος κατει‐ ληφότες. ἀλλ’ οὐδὲ τοῖς ἐπὶ τῶν ὅρων στρατιώταις
10ἱδρυμένοις θαρροῦμεν, ὧν ὅσον ἄριστον ἐπὶ τὸν Σκυ‐ θῶν μετενήνεκται πόλεμον.
Or
.

24

.

39

Ταῦθ’ ἡμῖν δῶρα Ἰουλιανοῦ, ταῦτα ἐκείνων τῶν πόνων, ταῦτα ἐκείνης τῆς στρατείας, ὃς ἀνθρώ‐ πους ὀρχουμένους ἐπὶ τῆς ἡμετέρας ἐδίδαξεν ὑπὲρ τῆς αὑτῶν τρέμειν. ἀντὶ τούτων οὖν καὶ πολλῶν ἄλλων,
5ἃ τίς ἂν δύναιτο διελθεῖν; οὐ βοηθήσεις, οὐ ζητήσεις, οὐ κολάσεις τοὺς ἀποκτείναντας ἄνθρωπον ὃς τῆς ὑστεραίας ἐδέξατ’ ἂν πρεσβείαν δῶρα παρὰ Περ‐ σῶν ἄγουσαν, ὡς αὐτῶν ἦν ἀκούειν ἐκείνων;
Or
.

24

.

40

Λάβε πεῖραν, ὦ βασιλεῦ, τῆς γνώμης, ἅψαι τῆς βοηθείας, καὶ κεκτήσῃ τὴν τύχην. τοῦτό σοι δείξει γεωργουμένην τὴν Θρᾴκην, τοῦτο Θερμοπύλας ἀνοιγο‐ μένας, τοῦτο τοὺς ἀλωμένους ἐπανάξει, τοῦτο μετα‐
5ποιήσει τὰ νῦν, τὰς φυγὰς καὶ τὰς διώξεις. ὄψει τοὺς αὐτοὺς στρατιώτας ἐρευνωμένους τὴν ὕλην καὶ τὰ
ἄντρα καὶ τοὺς μὲν σφάττοντας, τοὺς δὲ ζῶντας ἕλκοντας δοῦναι τοῖς βουλομένοις ὠνεῖσθαι. τού‐ των συνεφάψεται Ἰουλιανὸς πάντα καθιστὰς ῥᾴδια
10τοὺς μὲν ὀφθαλμοὺς τῶν στρατιωτῶν διαφεύγων, τοῖς δὲ ἔργοις γνωριζόμενος.
Or
.

24

.

41

Καλὸν δέ σοι κατ’ ἄμφω σπουδάσαι περὶ τὴν τιμωρίαν· ἢ γὰρ ἐπ’ ἐλέγχῳ λήψῃ τὴν δίκην, οὗ τί γένοιτ’ ἂν δικαιότερον; ἢ δυνηθέντων, ὃ μὴ γένοιτο, τῶν δεδρακότων διαδῦναι κατὰ τὴν προαίρεσιν εὐδο‐
5κιμήσεις καὶ παρὰ τοῖς ἀνθρώποις καὶ παρ’ ἐκείνῳ καὶ παρὰ τοῖς θεοῖς, ὥσθ’ ἅπερ ἦν ἄν σοι τετιμωρη‐
μένῳ, ταῦτα ἔσται ἐθελήσαντι.
Or
.

25

t

ΠΕΡΙ ΔΟΥΛΕΙΑΣ.
Or
.

25

.

1

Τὼ δὲ ὀνόματε τούτω πολλὼ πανταχοῦ τῆς γῆς, ὁ δοῦλος καὶ ὁ ἐλεύθερος, ἔν τε οἰκίαις ἔν τε ἀγοραῖς ἔν τε ἀγροῖς ἔν τε πεδίοις ἔν τε ὄρεσιν, ἤδη δὲ καὶ ἐν ναυσὶ καὶ ἐν ἀκατίοις. καὶ δοκεῖ τὸ μὲν
5εὐδαιμονίας εἶναι, ὁ ἐλεύθερος, τὸ δὲ τοῦ ἐναντίου, ὁ δοῦλος. καὶ ὅταν δὲ προπηλακίζηταί τις, μᾶλλόν τι δεινολογεῖται τῷ ἐλεύθερος εἶναι, καὶ ἄν γε εἰς δοῦ‐ λον ὑβρίζῃ, πάλιν, εἰ ἐγκαλεῖ τις, ποιεῖται δεινὸν ἐξεῖ‐ ναι λέγων τύπτειν, ὥσπερ τοὺς λίθους.
Or
.

25

.

2

ἐγὼ δὲ εἰς τὰ τῶν ἀνθρώπων πράγματα πάλαι βλέπων ἃ πάντας ὁμοίως εἰς δουλείαν ὑπάγει τινά, πολλάκις ἐν τῷ πολλῷ χρόνῳ τοὺς ἄλλους καὶ ἐμαυτὸν ὀδυρόμενος
5ἀξιώσαιμ’ ἂν θάτερον τοῖν ὀνομάτοιν ἐκχωρεῖν, ὡς οὐκ ὄντος αὐτῷ πράγματος.
Or
.

25

.

3

Πολὺ δέ γε πρὸ ἐμοῦ τοῦτο κατεῖδεν Εὐριπίδης ὁ ποιητὴς τὴν Ἑκάβην ποιῶν. τῆς γὰρ δὴ Ἑκάβης δεομένης τοῦ Ἀγαμέμνονος συμπρᾶξαί οἱ πρὸς τὴν τοῦ Πολυμήστορος τιμωρίαν ἔδεισε μὲν ὁ Ἀγαμέμνων
5μὴ διαβληθείη πρὸς τὸν στρατὸν ὡς τὰ τῶν ἐχθρῶν πρὸ τοῦ οἰκείου θεραπεύων, ὁρῶσα δὲ ἡ γραῦς τὸν αὐτὸν ἄρχοντά τε τῶν Ἀχαιῶν καὶ δεδοικότα τοὺς Ἀχαιούς, φε,
10ἔφη, οὐκ ἔστι θνητῶν ὅστις ἔστ’ ἐλεύθερος· ἢ χρημάτων γὰρ δοῦλός ἐστιν ἢ τύχης, ἢ πλῆθος αὐτὸν πόλεος ἢ νόμων γραφαὶ εἴργουσι χρῆσθαι μὴ κατὰ γνώμην τρόποις.
15 ποιεῖ μὲν δὴ καὶ ταῦτα δουλείαν, ποιεῖ δὲ καὶ ἕτερα πρὸς τούτοις οὐκ ὀλίγα.
Or
.

25

.

4

Πρότερον δέ γε σκεπτέον, εἰ τὸ μὲν ἀνθρώπειον
δουλεύει γένος, τὸ θεῖον δ’ ἀδέσποτον. Ἡ μὲν οὖν ἐμὴ ψῆφος δεσπόζειν μὲν τὸ θεῖον ἀνθρώπων, δουλεύειν δὲ οὐδενί, ποιητὰς δὲ εἰ παρα‐
5δεξόμεθα εἰς τὴν κρίσιν, ἄλλο τι πείσουσιν ἡμᾶς.
Or
.

25

.

5

ὅταν γὰρ ὁ μὲν Κρόνος ἐκπίπτῃ τοῦ οὐρανοῦ, βα‐ σιλεύῃ δὲ ὁ Ζεύς, πάλιν δὲ αὐτὸν ἐπιβουλεύωσι συνδῆσαι Ἥρη τ’ ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη, καὶ δέηται δὴ συμμαχίας ἐκ θαλάσσης καὶ εἰδῇ τοῦ
5μὴ δεθῆναι χάριν τῇ Θέτιδι, τίς αὕτη τοῦ Διὸς ἐλευ‐ θερία; τίς δὲ ἡ τῶν ἄλλων θεῶν, ὅταν αὐτοὺς ὁ Ζεὺς ἐκφοβῇ ταῖς ἀπειλαῖς καὶ ἀπάγῃ τῶν ἔργων ἃ πράτ‐ τειν ἐθέλουσι;
Or
.

25

.

6

καὶ μὴν τόν γε ἐξ ἔρωτος ζυγὸν μι‐ κροῦ πᾶσιν ἐπιτείνουσι. καὶ ἴστε ἔρωτας Διὸς καὶ Ποσειδῶνος καὶ Ἀπόλλωνος καὶ Ἄρεος καὶ Ἡφαίστου καὶ Πλούτωνος, καὶ ὡς οὐδὲ τὰς θηλείας ἀφεῖσαν ποι‐
5ηταὶ τοῦ ζυγοῦ, μέμνησθε. καίτοι τὸ ἐρᾶν ἄλλο τι ἐστὶν ἢ δουλεύειν;
Or
.

25

.

7

λέγει δὲ καὶ ἡ Πυθία παραμυ‐ θουμένη Κροῖσον τὸν Λυδὸν αἰχμάλωτον ὄντα παρὰ
Κύρῳ τῷ Πέρσῃ· τὴν πεπρωμένην μοίρην ἀδύ‐ νατόν ἐστιν ἀποφυγεῖν καὶ θε. ταυτὶ μὲν δὴ
5χαιρέτω, Μοίρας δὲ ἡγώμεθα θεάς τινας εἶναι τὰ μὲν τῶν ἀνθρώπων ὁριζούσας νήματι, θεῶν δὲ τῶν ἄλλων οὔτε ἰσχυροτέρας οὔτε ἀσθενεστέρας.
Or
.

25

.

8

τῶν δὴ φασκόντων ἐλευθέρων εἶναι τοῦτο πρῶτον ἀφαι‐ ρεῖται τὴν ἐλευθερίαν τὸ μὴ εἶναι κύριον ἅττ’ ἂν ἐθέλῃ δρᾶν, ἀλλ’ ἠναγκάσθαι πράττειν ὅσα οἱ 〈Αἶσα〉 γει‐
5νομένῳ ἐπένησε λίν, ὅτε μιν τέκε μήτηρ. ἰδοὺ γάρ, βούλομαι πλεῖν καὶ ἀπὸ λιμένων ἐργάζεσθαι χρή‐ ματα, ἡ δὲ Μοῖρα ἐπὶ γῆν τέ με ἄγει καὶ βοῦς καὶ ἄλοκα καὶ σπορὰν καὶ δρέπανον καὶ ἅλω, καὶ ἀφελ‐ κυσθεὶς ὧν ἐπεθύμουν, ἐν οἷς οὐκ ἐθέλω ζῶ, ὥσπερ
10ἕτερος γῆν ἐργάζεσθαι θέλων καὶ μικρὰ μετὰ ἀσφα‐ λείας ἔχειν ὑπὸ τῆς Μοίρας εἰς ναῦν ἐμβιβασθεὶς ἀντὶ τῆς ἀρούρας πέλαγος τέμνει μικρῷ μέρει τῶν τοίχων διεστηκὼς θανάτου. ἄλλος ἐρῶν ῥητορικῆς εἰς παιδοτρίβου πεφοίτηκε καὶ ἀπὸ ῥώμης εὐδοκιμεῖ καὶ
15στέφανον ἐξ Ὀλυμπίας φορεῖ, ὁ δὲ ἐρῶν στεφάνου τοῦ ἐκ Πίσης ἐν λόγοις ἐγένετο.
Or
.

25

.

9

καὶ ὅλως πολλαχοῦ
μάχας ἂν εὕροι τις ἐπιθυμιῶν τε καὶ Μοιρῶν καὶ τὴν νίκην πανταχοῦ τῶν Μοιρῶν. οὕτως ὁ μὲν γαμεῖ φεύγων τὸν Γάμον, ὁ δὲ ἄγαμος ἐβίω θύων τῷ Γάμῳ.
5καὶ πενία δὲ καὶ πλοῦτος καὶ παῖδες καὶ ἀπαιδία καὶ βίου μέτρα μείζω τε καὶ ἐλάττω πάντα ἐκεῖθεν.
Or
.

25

.

10

διὰ τί οὖν ἐλεεῖς τὸν οἰκέτην καὶ δοῦλον καλεῖς, ὅτι τῶν σῶν ὀφρύων τἀκείνου ἔργα ἐξήρτηται καὶ ἡνία τις αὐτῷ παρὰ τῆς σῆς γνώμης ἐμβέβληται, πρὸς ἣν τὸ
5μὲν ποιήσει, τοῦ δὲ ἀποσχήσεται; καὶ γὰρ σὲ τὰ τῶν Μοιρῶν περιάγει δόγματα μᾶλλον ἢ τὴν ναῦν ὁ κυβερνήτης, καὶ οὐκ ἂν οἷός τε εἴης ἀντιτείνων γενέ‐ σθαι ἐλεύθερος καὶ κρείττων τῶν αὐταῖς βεβουλευ‐ μένων.
Or
.

25

.

11

Εἰσὶ δὲ οἳ Μοίρας μὲν οὐκ ὀνομάζουσι, Τύχην δὲ παντὸς αἰτιῶνται, κακοῦ τε ὁμοίως καὶ ἀγαθοῦ, καὶ ἐπαινοῦσι δὴ τὸν εἰπόντα· τύχη τὰ θνητῶν πράγματα, ὡς ἂν ἐκείνης λαμπροὺς μὲν τοὺς ταπει‐
5νούς, ταπεινοὺς δὲ τοὺς λαμπροὺς τιθείσης καὶ πάλιν
αὖ πρὸς τὰ πρόσθεν ἑκατέρους ἀποφερούσης καὶ πλοῦ‐ τον τοῦ μὲν ἀφαιρούσης, τῷ δὲ διδούσης.
Or
.

25

.

12

οἴονται δὲ καὶ πόλεμον καὶ εἰρήνην καὶ ὑγείαν καὶ νόσον καὶ ὅσα ἁπλῶς ἀνθρώποις ἢ κέρδη ἢ βλάβη, πάντα ταῦτα τά τε παρελθόντα τά τε ὄντα τά τ’ ἐσόμενα γνώμην
5εἶναι τῆς Τύχης. ἡμῖν δὲ οὔτε δικάσασθαι ἔστι πρὸς αὐτὴν οὔτε ἀπαιτῆσαι δίκην οὔτε πλήθει στρατιᾶς καταπαῦσαι τὴν δυναστείαν, ὥσπερ Λακεδαιμόνιοι τὴν τῶν Πεισιστρατιδῶν.
Or
.

25

.

13

τί μᾶλλον οὖν ὁ δοῦλος σὸς ἢ σὺ τῆς Τύχης, εἰ ὥσπερ ἐκεῖνον σὺ γυμνοῖς τε ἱματίων, ἢν ὁ θυμὸς κρατῇ, καὶ εἰς μύλωνα πέμπεις, οὕτω σὲ γυμνοῖ τῆς οὐσίας ἐκείνη καὶ ἐπὶ θύρας
5πέμπει τῶν δοῦναι δυναμένων; εἰ γὰρ καὶ εὖ πράτ‐ τοις διὰ τέλους, ἐκείνης γε βουλομένης οὐ μεταπέ‐ πτωκας, σαυτῷ δὲ οὐδὲν ἐβεβαίωσας, ὥσπερ οὐδὲ ὁ δοῦλος μένοι ἂν ἐπὶ τῆς εὐπραξίας ἄκοντος τοῦ δεσπό‐ του, ἀλλ’ ὃ τούτοις ἡμεῖς, τοῦτο ἡμῖν ἐκείνη. αὕτη
10μὲν οὖν ἄνωθεν ἡ δουλεία ποθὲν καὶ ἴσως ἐξ οὐρανοῦ. χρὴ γὰρ οἴεσθαι καὶ τῇ Τύχῃ κεῖσθαι ἐν οὐρανῷ θρόνον, εἰ καὶ μὴ ἐν τοῖς δώδεκα θεοῖς ἠρίθμηται.
Or
.

25

.

14

Φέρε δὴ καὶ ἑτέρους δεσπότας καὶ δεσποίνας
ἐξετάσωμεν, οὓς ἡμεῖς μὲν αὑτοῖς ἔνδοθεν ἐπανίστα‐ μεν, οἱ δὲ ἀπολλύουσί τε ἡμᾶς καί, τὸ πάντων ἀτο‐ πώτατον, ὑπὸ τῶν ἀπολλυμένων ἀγαπῶνται.
Or
.

25

.

15

Πρῶτον μὲν ἄμετρος ἐπιθυμία περὶ ἐδωδήν τε καὶ πόσιν. ἢ οὐ δεσπόται ταῦτα, ὅταν ἀφέλ‐ κοντα ἔργων σπουδαίων τε καὶ χρηστῶν καὶ ἀνδρὶ προσηκόντων ἐπὶ τραπέζας ἄγῃ πολυτελεῖς Περσικάς
5τινας ἢ Συβαριτικάς, ἔπειτα πόρρω τῶν νυκτῶν ὥσπερ ἐν πέδαις κατέχῃ βαρύνοντα μὲν γαστέρα, βαρύνοντα δὲ κεφαλήν, ὥσπερ οἱ κακοὶ τῶν ὀνηλατῶν τοὺς ὄνους, τελευτῶντα δὲ κακοσχημόνως οἴκαδε ἀποπέμπῃ σφαλ‐ λομένους τε καὶ ἀκράτορας τῶν ποδῶν; οὗτοι δὴ μετὰ
10νύκτα τε καὶ ὕπνον πάλιν αὖ ἔρχονται τὰ αὐτὰ πει‐ σόμενοι καὶ περῶσι διὰ μέθης τὸν βίον δοῦλοί τινες ὄντες κρατήρων τε καὶ πίθων καὶ ἐκπωμάτων.
Or
.

25

.

16

Ἕτερος τοίνυν δεσπότης θυμὸς οὐ τῷ λογισμῷ καθάπερ ἐπίκουρος ὑπηρετῶν, ᾗ δίκαιόν τε καὶ συμ‐ φέρον, ἀλλ’ ὑφ’ αὑτῷ τὸν λογισμὸν πεποιημένος καὶ τὴν ἀρχὴν τὴν ἐκείνου θρασέως ἁρπάσας. οὗτος τοί‐
5νυν ἐλαύνει κατάκρας τὸν ἐχόμενον καὶ ταράττει μᾶλ‐ λον ἢ τὰ πνεύματα τὴν θάλατταν, ὁποῖα ἐπολέμει τῷ
τοῦ Λαέρτου. ζεῖ τοίνυν πανταχοῦ τε καὶ ἐπὶ παντὶ καὶ πρὸς ἅπαντας, καθάπερ λέβης ἐπειγόμενος πυρὶ πολλῷ, καὶ μικρὸν ἀπέχει κυνὸς ὑλακτοῦντος διακενῆς
10ἐμβοῶν τε καὶ ὑβριστὴς φαινόμενος καὶ πλήττων ῥή‐ μασιν οὐκ ἀνεκτοῖς, ὅθεν αὐτῷ ἀεὶ τὸ πλέον πολέμιον.
Or
.

25

.

17

παραινέσεων δὲ ἀκροώμενος ληγέμεναι δὲ θυμοῦ, χαλεπωτάτου νοσήματος, ὄφρα σε μᾶλλον τίως’ ἀν‐ θρώπων ἠμὲν νέοι ἠδὲ γέροντες, ἐπαινεῖ μὲν τὸν σύμβουλον καὶ φησὶν οὐκ ἄλλως ποιήσειν, ἐμπεσόντος
5δὲ τοῦ δεσπότου πάλιν Ἀγαμέμνων γίνεται καὶ τὰ ἔνδον καὶ τοὺς ὀφθαλμούς. ὄσσε δέ οἱ πυρὶ λαμ‐ πετόωντι ἐΐκτην. ἐν ᾧ δὴ τὴν δουλείαν ὁμολογεῖ καὶ οὐχ οἷός τέ ἐστιν ἄλλο τι δρᾶν ἢ ὅ τι ἂν ὁ θυμὸς παραγγέλλῃ.
Or
.

25

.

18

δοῦλος δὲ ἦν Ἀγαμέμνων, ἡνίκα ταῦτα ἐπεπόνθει, καὶ εἰ σφόδρα ἀπὸ Πέλοπος τοῦ Ταντάλου τοῦ Διὸς καὶ εἰ σκῆπτρον ἦν αὐτῷ παλαιόν τε καὶ ἐξ οὐρανοῦ καὶ τῆς Ἡφαίστου χειρός. δοῦλος
5δὲ ἦν καὶ Ἀχιλλεὺς εἰς ὅμοιον θυμὸν ἐμπεσὼν καὶ ἐν ἐκκλησίᾳ μέσῃ στρατηγὸς κατὰ βασιλέως ἕλκων τὸ ξίφος, καὶ ὁ τὰς πολλὰς πόλεις ἐκείνας καθελών, δώδεκα μὲν σὺν νηυσ, πεζὸς δ’ ἕνδεκα, τάς τε σκηνὰς ἐμπεπληκὼς αἰχμαλώτων σωμάτων αὐτὸς αἰχμάλωτος
10ἤγετο καὶ πάντα ὃν ἐμήνιε χρόνον οὐκ ἦν ἐλεύθερος.
Or
.

25

.

19

Ὁ δὲ δὴ φιλόκυβος, ὦ πρὸς Διός, ἆρα ἐλεύ‐ θερος; καὶ τίς πώποτε οἰκέτην οὕτως ἠνάγκασεν ἀγρυ‐ πνεῖν, ὡς ἐκεῖνο τὸ ἀρρώστημα τοὺς κεκυφότας τε καὶ μαχομένους ἀπεστέρησεν ὕπνου πεῖθον μὲν ἀγορᾶς
5ἀμελεῖν, πεῖθον δὲ λουτρῶν ὑπερορᾶν, ἤδη δέ που καὶ τροφῆς αὐτῆς; ὃ γὰρ δὴ περὶ τεττίγων μεμυθο‐ λόγηται λιμῷ τελευτῆσαί τινας ἀνθρώπους ἔρωτι ᾠδῆς, ἔπειτα γενέσθαι τέττιγας τιμῇ Μουσῶν, τοῦτο μικροῦ καὶ εἰς τοὺς φιλοκύβους ἔρχεται. συνείρουσι νύκτας
10ἡμέραις ἄσιτοι καὶ ἄποτοι καὶ ἡδονῆς ἡδονὴ περίεστι. τοὺς οὖν ἄνευ δεσμῶν δεδεμένους τί ἄλλο γε ἢ δού‐ λους προσρητέον;
Or
.

25

.

20

Φθόνος δὲ οἷς ἐμπέπηγεν, οὐκέθ’ οὗτος δι’ ἡδονῆς ἀπόλλυσι τὸν φθονερόν, ἀλλὰ κοινόν τι κακὸν αὐτοῦ ἐκείνου καὶ ἐφ’ ὃν κεκίνηται, καὶ πολὺ πλέον τοῦ φθονοῦντος. τὸν μὲν γὰρ φθονούμενον νῦν μὲν
5ἔβλαψε, νῦν δὲ οὐδέν, ᾧ δὲ ἐγκάθηται, τούτου ψυχὴν μὲν ἀλγύνει, σῶμα δὲ ἀναλίσκει καὶ ποιεῖ τῶν πεν‐ θούντων σκυθρωπότερον, οὐχ ὅτι αὐτῷ προσέπεσέ τι κακόν, ἀλλ’ ὅτι τῷ πέλας ἧκέ τι ἀγαθόν.
Or
.

25

.

21

τὸν τοί‐ νυν τοῦδε τοῦ νοσήματος ἔμπλεων πῶς οὐκ ἂν ἀδι‐ κοίην, εἰ καλοίην ἐλεύθερον; ὃς πάντα οἰκέτην στιγ‐
ματίαν παρελήλυθεν ἀθυμίᾳ. ὁ μέν γε ἐφέντος τοῦ
5δεσπότου ταῖς ὑπὲρ τοῦ μετώπου θριξὶν ἐπικατα‐ βῆναι συγκαλύψας τοὔνειδος γελῴη ἄν, ὡς δὴ οὐκ ἐστιγμένος, τὸν δὲ οὐδὲν ἂν ποιήσειε μὴ οὐχὶ τήκεσθαι. τίς ἂν οὖν εὖ φρονῶν οὐχ ἧττον ἡγήσαιτο κακὸν ἁλῶναι τοῖς πολεμίοις ἢ φθόνον ἐρριζωμένον ἐν αὑτῷ
10περιφέρειν, ὠμόν τε καὶ πικρὸν καὶ σκοτεινὸν δεσπότην;
Or
.

25

.

22

Ἴωμεν δὴ καὶ ἐπὶ τοὺς φιλοχρημάτους οὓς ἐπιστρέφει δεινῶς ἀργυροκοπεῖά τε καὶ χρυσοχόων ἐρ‐ γαστήρια. οἱ δὲ κἂν ἐντύχωσιν ἵππῳ μεγάλῳ τε καὶ καλῷ καὶ χρυσῷ κεκοσμημένῳ, μᾶλλον ἔβλεψαν εἰς τὸν
5χρυσὸν ἢ τὴν τοῦ θρέμματος ἀρετήν. ἀρκεῖ δὲ αὐ‐ τοῖς τῶν παρόντων οὐδέν, τὸ δὲ ἀπόν, ὅτι μὴ πάρεστιν, ὀδυνᾷ. πολὺ δὲ νομίζουσιν ὧν ἔχουσιν οὐδέν, ἀλλὰ τὸ παρ’ ἑτέροις ὂν ἔλεγχον εἶναι τῆς αὑτῶν ἡγοῦνται πενίας. βούλοιντο δ’ ἂν πάντα μὲν τὸν φαινόμενον
10αὑτοῖς γενέσθαι χρυσόν, πάντα δὲ τὸν ἐν τοῖς κόλποις τῆς γῆς.
Or
.

25

.

23

διαλέγονται δὲ ἀεὶ περὶ χρημάτων, ὥσπερ οἱ διψῶντες περὶ πηγῶν. μακαρίζουσιν οὐ Νέστορα,
οὐκ Ἀργανθώνιον 〈τῶν ἐτῶν〉, οὐ Πηλέα τῶν γάμων, οὐκ Ἄδωνιν τοῦ κάλλους, οὐχ Ἡρακλέα τῆς ἀθανασίας,
5ἀλλὰ Καλλίαν καὶ Γύγην καὶ Κινύραν καὶ Κροῖσον καὶ τοὺς ἐν Ἰνδοῖς μύρμηκας. καὶ εἰ μὲν λάβοιεν, φαιδροί, φίλου δὲ ἀξιοῦντος εὖ παθεῖν ἀπὸ χρη‐ μάτων σκοτοδινιῶσι, καὶ ὁ μέν τις αὐτῶν ἐσίγησεν, ὁ δὲ ὑποσχόμενος ἐψεύσατο, τρέμουσι δὲ ἀμφότεροι.
Or
.

25

.

24

ὁ οὖν ἑνὸς ἕνεκα στατῆρος ἢ καὶ ἔτι σμικροτέρου του φροντίζων τε καὶ ἁρπάζων καὶ ὀμνὺς καὶ ἀπο‐ στερῶν καὶ πάντα μὲν τολμῶν, πάντα δὲ ὑπομένων, μισῶν τε καὶ μισούμενος, φίλους τε προδιδοὺς καὶ
5δυσμενεῖς ὑπερχόμενος καὶ ἔτι τούτων ἐλεεινότερα φέρων ἆρα ἐλεύθερος; ἥκιστά γε, ἀλλ’ ἀνδραπόδων μὲν αὐτὸς ἂν εἴη δεσπότης, χρυσοῦ δὲ δοῦλος.
Or
.

25

.

25

οὐδὲ γὰρ Μίδας ἐκεῖνος ὁ Φρὺξ ἐλεύθερος ἦν οὕτω μεμηνὼς ἐπὶ χρυσῷ, ὥστε ἐτεθήρατο μὲν ὁ Σάτυρος αὐτῷ, οἱ μὲν δὴ οἴνῳ φασίν, οἱ δὲ δικτύοις ἃ ἀνε‐
5πέτασαν μὲν οἱ θηραταὶ τοῦ Μίδου κατὰ τῶν θηρίων, Σάτυρος δὲ νύκτωρ τὰ ὄρη περιφοιτῶν εἴληπτο. οἱ
μὲν δὴ δήσαντες ἦγον τὸ ἄγρευμα τῷ βασιλεῖ, ὁ δέ, προσέκειτο γὰρ τῷ Διονύσῳ διαφερόντως, ἀφῆκε τὸν Σάτυρον τῷ θεῷ καὶ εἶχεν εὐθὺς μισθὸν τὸ ἐξεῖναι
10ὅ τι ἂν ἐθέλῃ, τὸν Διόνυσον αἰτεῖν. ὑπερβὰς δὴ τὰ ὄντως ἀγαθὰ πᾶν ὅτου θίγοι χρυσὸν ᾔτει γενέσθαι, καὶ ἦν ὁ Μίδας χρυσοῦ πατήρ. πολλὰ μὲν δὴ καὶ ἄλλα αὐτῷ τοῦτο ἐπεπόνθει διὰ τῶν χειρῶν, ἐπεὶ δὲ καὶ ἀριστᾶν ἔδει, χρυσὸν ἐποίει σῖτα καὶ ποτά, καὶ
15ἦν αὐτῷ λιμὸς ὁ πλοῦτος. εἰ δὲ οὐκ ἐδούλευε χρυσῷ, κατεχρήσατ’ ἂν εἰς δέον τῷ καιρῷ.
Or
.

25

.

26

Φέρε δὴ τὸν κολοφῶνα ἐπιθῶμεν, τὴν τῶν Ἐρώτων δεσποτείαν, ἧς τὴν ἰσχὺν τό τε τόξον δηλοῖ καὶ τὰ ὅπλα. ἐπειδὰν γὰρ ἢ οἰστὸν ἀφῶσιν ἢ προσ‐ ενέγκωσι πῦρ, εὐθὺς ἑκάτερον ἐπὶ τὴν καρδίαν χωρεῖ
5καὶ τὸ μὲν ἐργάζεται τραῦμα πικρόν, τὸ δὲ φλόγα συχνήν. γίνεται δὴ κατὰ τὴν παροιμίαν ἀνὴρ ἐρῶν Μεσσηνίων δουλότερος φίλους μὲν καὶ γονέας καὶ τὸν παρ’ ἀνθρώπων ψόγον ὕθλον ἡγούμενος, λατρεύων
δὲ τοῖς παιδικοῖς καὶ ὁπότε μᾶλλον δουλεύοι, μᾶλλον
10ἡδόμενος, δαπάναις καὶ πόνοις καὶ προσεδρείαις πλέον ἢ κέρδεσι καὶ εὐθυμίαις χαίρων, τυχὼν μὲν μετ’ εὐ‐ θυμίας θεραπεύων, ἀτυχήσας δὲ πάσῃ τέχνῃ καὶ δου‐ λείᾳ τὰ παιδικὰ θηρεύων.
Or
.

25

.

27

καὶ οὐδὲν οὕτως ἀδύνατον ὁ ἐρώμενος ἐπαγγέλλει, ὃ μὴ πᾶσα ἀνάγκη τῷ τετρωμένῳ καταπράττειν. εἰ δὲ ἀμήχανον, τεθναίη θᾶττον ἂν ἢ προαπείποι. καίτοι δούλοις γε ἡμετέροις
5τὰ ἀδύνατα τῶν ἔργων ἤδη τινὰ παραίτησιν ἤνεγκεν, ἔστι δὲ οἷς 〈καὶ τὰ〉 ἀδύνατα μὲν οὔ, μάλα δὲ ἐργώδη. ἀκούσαις δ’ ἂν καὶ παρ’ αὐτῶν γε τῶν ἐρώντων, ὡς δουλεύουσιν, ἢν ὡς ἀδικοῦσιν αὐτοῖς καθίζῃ τις δι‐ καστήριον. ἐροῦσι γάρ, ὡς ἄγονταί τε καὶ ἕλκονται
10καὶ ὁ βιαζόμενος τῆς σφῶν γνώμης δυνατώτερος. καὶ τοῦτο δὴ παθημάτων ἁπάντων μάλιστα συγγνώμονας ἂν ὅτι πλείστους ἔχοι, τοῦτο μὲν ὡς ἰσχυρότατόν τε καὶ οἴστρῳ τὴν ψυχὴν ἐλαῦνον, τοῦτο δὲ ὡς ἁπάσης ψυχῆς ἢ τῶν γε πλείστων ἁπτόμενον. εὐαρίθμητοι
15γὰρ δὴ τῶν βελῶν τούτων ἄγευστοι.
Or
.

25

.

28

Τίνι δὴ τοσούτῳ κατατείνει δεσπότης οἰκέτην; ᾧ τοῦτό ἐστιν ἡ δουλεία θεραπεῦσαι τὸν κεκτημένον ταῖς ἐν δείπνῳ καὶ λουτροῖς διακονίαις καὶ πλῦναι
ἐσθῆτα καὶ ζεῦξαι ζεῦγος καὶ λειψάνοις ὄψων ἑστια‐
5θῆναι καὶ τοιούτοις δή τισιν ἃ τρυφῆς μὲν οὐ μετα‐ δίδωσι τῆς ἴσης, ἄλλο δέ τι ὀνίνησιν. ὑγιεινότεροι γὰρ ὡς τὰ πολλὰ τῶν δεσποτῶν οἱ δοῦλοι· τοῖς μὲν γὰρ τὸ ἄπονον νοσημάτων αἴτιον, τοὺς δὲ ὁ πόνος τῶνδε ῥύεται.
Or
.

25

.

29

Ἔτι τοίνυν δούλῳ μέν ἐστι δρασμός, καὶ πολ‐ λοὶ μὲν γῆς, πολλοὶ δὲ θαλάττης μυχοὶ καὶ ὄρη καὶ νάπαι, καὶ ὡς αἰπόλον ἦλθε καὶ ὡς βουκόλον καὶ ποι‐ μαίνων ἔλαθε καὶ ἔλυσεν αὑτῷ τὴν δουλείαν, ἀπὸ δὲ
5τῶν δεσποτῶν οὓς ἀπηριθμησάμην, τῶν τὴν ψυχὴν κατειληφότων ποία φυγή; τίς ἀπόδρασις; ὅποι γὰρ ἂν ἀφίκωνται, περιφέρουσι τοὺς δεσπότας.
Or
.

25

.

30

Εἰ δὲ φής, ὅτι καὶ τῶν οἰκετῶν πολλοὶ κακοὶ καὶ δουλεύουσιν ἡμῖν τε καὶ τῇ κακίᾳ, πρῶτον μὲν θαυμάσαιμ’ ἄν, εἰ ἀπὸ ἥττονος τρυφῆς ἴση τῳ ἂν γέ‐ νοιτο κακότης. ἔπειτα οὐ τοῦτο νῦν ἀγωνίζεται ὁ
5λόγος δεῖξαι τοὺς μὲν δούλους ἐλευθέρους, τοὺς δ’ ἐλευθέρους δούλους, οὐδ’ αὖ τοὺς μὲν ἧττον, τοὺς δὲ μᾶλλον δούλους, ἀλλ’ ὅτι πανταχοῦ δουλεία. περὶ δὲ μέτρου δουλείας καὶ ποῦ μὲν μείζων, ποῦ δὲ ἐλάττων, ἀφεῖται τῷ βουλομένῳ ζητεῖν.
Or
.

25

.

31

Καὶ περὶ μὲν δουλείας ψυχῶν ἅλις· καίτοι
πολλά γε εἴδη καὶ μεγάλα δουλείας σεσίγηται τοῦ μὴ τὸ μῆκος ἐνοχλῆσαι τοῖς ἥκουσιν ἐπὶ τὴν ἀκρόασιν. τὰ σώματα δὲ ἡμῖν ὅστις μὲν ἔπλασεν, οὐκ οἶδα, ἔστω
5δέ, εἰ δοκεῖ, Προμηθεύς, οἶδα μέντοι, ὡς τοῦ αὐτοῦ πηλοῦ πάντα. καὶ τεκμαίρομαι τοῖς νοσήμασιν ἐπὶ πάντα ἐρχομένοις σώματα.
Or
.

25

.

32

νῦν μὲν ἰατρὸς ἧκεν ἀναστήσων οἰκέτην, νῦν δὲ δεσπότην, πολλάκις τῆς αὐτῆς ἀμφοτέρους ἡμέρας. τὸ ποτέρου δὴ σῶμα ἐλεύ‐ θερον τὴν τῆς ὑγείας ἐλευθερίαν, ἐνίοτε μὲν τούτῳ,
5ἐνίοτε δ’ ἐκείνῳ ἐνούσης, συνεχῶς δὲ οὐδετέρῳ; ὅταν οὖν διφροφορῆται μὲν ὁ ποδάγρᾳ δεδεμένος δεσπό‐ της, φέρωσι δὲ οἱ ῥώμην ἔχοντες οἰκέται, ἆρ’ οὐ τῶν μὲν σημεῖον τῆς δουλείας τὸ φέρειν, τοῦ δὲ τὸ φέρεσθαι; στένει μέντοι καὶ οἰμώζει πλέον ἢ οἱ
10φέροντες. οὐδεὶς οὕτως ἀργὸς οὐδὲ ἄθλιος, ὃς οὐ δέξαιτ’ ἂν δεσπότῃ μᾶλλον δουλεύειν ἢ τοι‐ ούτῳ νοσήματι.
Or
.

25

.

33

λεγέτωσαν μὲν οὖν ἰατρῶν παῖ‐ δες νοσημάτων ἰδέας τῶν μὲν ἐφ’ ἅπαν χεομένων τὸ σῶμα, τῶν δὲ μέρη πιεζόντων, οἷον κεφαλήν, ὀφθαλμούς, χεῖρας, πόδας, τῶν ἄλλων ἕκαστον, σὺ
5δέ, εἰ μὲν νόμῳ φύσεως ὁ μὲν οἰκέτης δέξεταί τι
τούτων, ὁ δεσπότης δὲ ἀπώσεται καὶ ἀπελᾷ, καθάπερ κύνα λίθῳ, φάσκειν ἑνὶ τούτῳ ἐλευθερίας εἴδει τὸν δεσπότην πλεονεκτεῖν· εἰ δὲ ἐπὶ πάντας ὁμοίως ἕν γέ τι τουτωνὶ τῶν κακῶν φέρεται, καθάπερ ὄμβρος ἐπὶ
10πᾶσαν τὴν ὑποκειμένην γῆν, ὁμόδουλοι τοῖς δούλοις οἱ δεσπόται νοσημάτων γε εἵνεκα.
Or
.

25

.

34

Καὶ μὴν καὶ τὸ ὑπ’ ἄλλων ἄγεσθαι καὶ ἐφε‐ στάναι γνώμῃ γνώμην ἔνι μὲν ἐν οἰκέταις, ἔνι δὲ ἐν δεσπόταις. τοὺς μέν γε ἡμεῖς ἡνιοχοῦμεν, ἡμᾶς δὲ οἱ νόμοι, καὶ τὸ πᾶν ἐξεῖναι τῶν δούλων μὲν ἡμεῖς,
5ἡμῶν δὲ ὁ νόμος ἀφῄρηται. καὶ ἐδούλευσαν Ἀθηναῖοι μὲν τοῖς Σόλωνος, Λακεδαιμόνιοι δὲ τοῖς Λυκούργου καὶ Πέρσαι Περσικοῖς καὶ Σκύθαι Σκυθικοῖς καὶ Θρᾷκες τοῖς αὑτῶν καὶ ὁ Ἰλλυριὸς τοῖς οἰκείοις. καὶ ἡμῶν δὲ ὅστις οὐ μαίνεται, νόμῳ δουλεύειν ὁμο‐
10λογεῖ, ὁ δὲ ἀποσειόμενος τὴν δουλείαν εὐθύς ἐστιν ἐν ζημίᾳ.
Or
.

25

.

35

καλοῦμεν δὲ τῶν μὲν δούλων ἡμᾶς αὐτοὺς δεσπότας, τοὺς δὲ ἡμῶν αὐτῶν δεσπότας ἄρ‐ χοντας ὑποκοριζόμενοι τὴν ἀνάγκην εὐφήμῳ ῥήματι. οἱ δὲ καὶ παίουσιν, εἰ τούτου δέοι, καὶ ἔδησαν, ἢν
5μείζω ἀδικῶμεν, καὶ ἐξέβαλον νῦν μὲν οὐσίας, νῦν δὲ πατρίδος, καὶ ἀπέκτειναν, ἡμῶν δὲ τὸν οἰκέτην οὐδενὶ ἔξεστιν. εἰ δὲ τοὺς μὴ ἀδικοῦντας οὐδὲν τοιοῦτον
δρῶσιν, οὐδὲ ἡμεῖς τοὺς χρηστοὺς τῶν οἰκετῶν κολά‐ ζομεν, ἀλλ’ ὅταν ἢ θρασύνωνται ἢ κλέπτωσιν ἢ βλα‐
10κεύωσιν. οἶμαι δὲ ἐν τῷ μέχρι τῆσδε τῆς ἡμέρας χρόνῳ πολὺ πλείους οἰκετῶν ἐλευθέρους ἐν τῇ ψυχῇ δεδωκέναι τὴν δίκην. εἰ δὲ ἡμῖν τε καὶ μεθ’ ἡμῶν αὖθις δουλεύουσι τοῖς νόμοις, πλείω λέγεις ἐκείνων δουλείαν, οὐχὶ τῶνδε ἐλευθερίαν.
Or
.

25

.

36

Διελόντες δὲ καὶ τῶν ἐθνῶν χωρὶς ἕκαστον ζητῶμεν ἐν αὐτοῖς, ἤν πού τινος ἐλευθερίας ἴχνος κατιδόντες ψεύστην εὕρωμεν τὸν Εὐριπίδην. Αἱ μὲν δὴ χειρουργοὶ τέχναι αἵ τε ἄλλαι καὶ οἱ
5τὸν χαλκὸν ἐλαύνοντες, ἄγρυπνοί τε αὐτοὶ καὶ ἀγρυ‐ πνίας οἷς προσήκουσιν αἴτιοι διψῶντες μὲν ὕπνου, φεύγοντες δὲ οὗ λίαν ἐπιθυμοῦσι. τί οὖν οὐ καθεύ‐ δουσι; τίς αὐτοὺς ἀφυπνίζει δεσπότης; οὐκ ἐλεύθεροί τε καὶ ἐξ ἐλευθέρων; τί δὴ μαθόντες ταλαιπωρότερον
10ζῶσι τῶν παρ’ ἡμῖν οἰκετῶν;
Or
.

25

.

37

ὅτι, φαῖεν ἄν, ἀν‐ θρώπων μὲν ἡμᾶς οὐδεὶς ἐώνηται, λιμοῦ δὲ φόβος ὁ ἡμέτερος δεσπότης. οὗτος κελεύει νύκτα καὶ ἡμέραν κόπτεσθαι ἀπειλῶν ἀργοῖς
5τὸν οἴκτιστον θάνατον. ὑπὸ τούτῳ δὴ τῷ δεσπότῃ πάντας μὲν εὑρήσεις δημιουργούς, πάντας δὲ καπή‐ λους, οἳ τὰ ’κείνων ἔργα παραλαβόντες ἐπὶ πράσει
κάθηνται.
Or
.

25

.

38

Ἀλλ’ ἆρα μὴ ὁ γεωργὸς ἐλεύθερος; καὶ πῶς; οὗ πάσης τῆς πραγματείας ἀέρες τε καὶ ἄνεμοι καὶ ὄμβροι κύριοι καὶ δεῖ δὴ θύοντα τούτους ἱκετεύειν, ὧν ἐστι καὶ ἐκφῦναι τῆς γῆς καὶ ἡβῆσαι καὶ ἐκβαλεῖν
5τὸν σῖτον καὶ ἁδρὸν γενέσθαι τὸν στάχυν. καὶ οὐ τοῦτο τῆς βοηθείας τὸ μέτρον, ἀλλ’ ἤν γε μὴ ἐπὶ τὰς ἅλως ἔλθωσιν ἄνεμοι ἀνδρῶν λικμώντων, ὅτε τε ξανθὴ Δημήτηρ κρίνῃ δι αὐτῶν καρπόν τε καὶ ἄχνας, ἅπας ὁ πρόσθεν πόνος ἀπόλωλε τῷ ταλαιπώρῳ
10γεωργῷ.
Or
.

25

.

39

Εἰ δὲ γεωργὸς δοῦλος ἀνέμων, ἦ πού γε ὁ πλωτήρ, ὃς ὅπῃ ἂν ἐκεῖνοι πέμπωσι, φέρεται, ἐάν τε κατὰ πρύμναν ἱστῶνται, τοῦτο δὴ τὸ σωτήριον τοῖς ἐπὶ τῶν νεῶν, ἐάν τε μάχωνται τοῖς δρόμοις ἀντί‐
5πρωροι ταῖς ὁλκάσιν ἐμπίπτοντες. προσκυνεῖ δὲ ὁ ναυτίλος τρέμων καὶ κῦμα ἐγειρόμενον καὶ κοιλαινο‐ μένην θάλασσαν καὶ συνισταμένην αἰγίδα καὶ πέτραν
προβεβλημένην, περὶ ἣν δεῖ κάμψαντα ὅρμου τυχεῖν.
Or
.

25

.

40

τοὺς δὴ κατ’ ἐμπορίαν πλέοντας τούτων τε ἡγώ‐ μεθα τῶν φόβων δούλους καὶ ἢ πενίας ἢ πλούτου· πενίας μέν, εἰ ὑπὲρ ἀναγκαίας τροφῆς πλέοιεν, πλού‐ του δέ, εἰ ὄντων σφίσιν οὐχὶ μικρῶν ὑπὲρ μεγάλων
5πλέουσιν. ἔνι τις καὶ ἕτερος φόβος ἐκείνων δεσπότης καὶ νὴ Δία γε πάντων ἀνθρώπων, λῃσταὶ μήτε γῆς μήτε θαλάσσης φειδόμενοι· ὧν ἐπιστάντων ἅμα σιδήρῳ πᾶσα ἀνάγκη τὸν ὑπὸ χεῖρα χρημάτων μὲν ἀφίστα‐ σθαι, ψυχὴν δὲ παραιτεῖσθαι σὺν γόοις.
Or
.

25

.

41

Οἱ δὲ τὴν δουλείαν ἐπιφέροντες οὗτοι καὶ αὐ‐ τοὶ διὰ τῶν αὐτῶν δοῦλοι. ἡ γὰρ ἀδικία τῆς δίκης ἀναμιμνήσκουσα θορύβου τε καὶ δείματος τὴν ψυχὴν ἐμπίπλησι καὶ κακὰ ὁρᾷ οὐχ ὁρώμενα καὶ ἕλκεται οὐχ
5ἑλκόμενος καὶ δικαστὰς αὑτῷ καθίζει καὶ κατήγορον ἐφίστησι καὶ ἔστι μὲν αὐτὸς ὁ κολάζων, αὐτὸς δὲ ὁ κολαζόμενος. οὕτως ὅ τε ληιζόμενος ὅ τε ἀδικούμενος ἐν δουλείᾳ.
Or
.

25

.

42

Θεῶν ἱερεῖς δόξαιεν ἄν τισιν ἐλεύθεροι. ἀλλ’ εἰ νόμοι δεσπόται, καὶ τοῦτο ὀρθῶς ἔχει, μείζων ἐν ἱερεῦσιν ἡ δουλεία. πλείους γὰρ οἱ νόμοι, οἱ μὲν ὅσοιπερ καὶ τοῖς ἄλλοις, οἱ δὲ ἐκείνοις διακελευόμενοι
5μόνοις βρώσεώς τε πέρι καὶ ποτοῦ καὶ κουρᾶς καὶ ὑποδέσεως καὶ ἀμπεχόνης καὶ στρωμνῆς καὶ τῶν ἔτι βραχυτέρων ὡς περὶ τῶν μεγίστων καὶ δεῖ δὴ ζῆν ἐντὸς τῆς ἀκριβείας ἐκείνης ἢ οὐκ ἔσται συγγνώμη. ἔν τε κοιναῖς πόλεων συμφοραῖς ὅσαι ἀπὸ σεισμῶν ἢ
10λοιμῶν ἢ πολέμων ἢ αὐχμῶν ἢ πλήθους ὑετῶν, ἐν αἰ‐ τίαις τε ἱερεῖς καὶ ὁ κεκακωμένος δῆμος ἐχθρὸς ὡς δὴ τῆς ὁσίας ὠλιγωρημένης. κυκλουμένων δὴ τὸν ἱερέα τῶν οἰομένων κεκινῆσθαι τὰ περὶ τὸ θεῖον νό‐ μιμα χαλεπώτεραι κυμάτων αἱ τοῦ ὄχλου προσβολαί.
Or
.

25

.

43

Φαίη ἂν ὁ βουλεύων ὑβρίσθαι τοῖς λόγοις, εἰ πόλεώς τε προστατεύων λαμπράς τε ἐνδυόμενος ἐσθῆ‐ τας ἔπειτα ἐν δούλοις τάττοιτο. ἀλλ’ ἐγὼ μὲν αὐτὸν ἐβουλόμην 〈ἂν〉 εἶναι ἐλεύθερον, αὐτὸς δέ με ἕτερα δι‐
5δάσκει πυνθανόμενος μέν, εἰ ἡ νὺξ ἐπὶ δικαστήριον ἄξει τοὺς ἄρχοντας, λουτρῶν δὲ καὶ δείπνων τὸ μὲν ὅλως ἀπολλύς, τοῦ δὲ οὐχ ἱκανῶς μετέχων, καθεύδων τε οὐδὲ ὅσον ἔξεστιν ὑπὸ δέους φέρων τε ἐπὶ τῶν βλε‐ φάρων τὴν τοῦ ὕπνου χρείαν. ἀπειλὰς δὲ ἀφίημι τὰς
10μὲν ἀλγεινοτέρας πληγῶν, τὰς δὲ εἰς τοῦτο προϊούσας καὶ ὁδῶν ποιήσεις καὶ γεφυρῶν ἐπανορθώσεις καὶ
λῃστῶν ἰχνεύσεις καὶ καρπῶν εἰσπράξεις καὶ πολυειδῆ δουλείαν, ἐρῶ γάρ, ὅ τι αὐτοῖς ὄνομα τὰ ἔργα τέθει‐ ται.
Or
.

25

.

44

δῆμον δὲ ὃν ἄγειν λέγονται, σωφρονεῖν μὲν ἐθέλοντα ἄγουσι καὶ βλέψαιεν ἂν εἰς αὐτοὺς χα‐ λεπὸν ἐν ἡσυχίᾳ, ἢν δὲ κυματίας ὁ δῆμος γένηται καὶ θυμὸς εἰσίῃ τὸν ὅμιλον, ποδῶν ἂν δέοι τηνικαῦτα
5τοῖς ἡγεμόσι, μᾶλλον δὲ πτερῶν, εἰ μέλλουσιν ἀποφεύ‐ ξεσθαι τὸ πῦρ. οὐκοῦν ἐν μέρει δεσπόζουσί τε καὶ δουλεύουσι τοὺς αὐτοὺς νῦν μὲν καταπλήττοντες, νῦν δὲ οὐχ ὑπομένοντες. καὶ μὴν ὅταν γε πρὸ τῶν δικα‐ στηρίων διεσπαρμένους ὁ κῆρυξ εἰσιέναι κελεύῃ, δρό‐
10μου δεῖ καθάπερ τοῖς οἰκέταις, βάδην δὲ οὐκ ἂν ἐξείη χωρεῖν, ὥστε οἱ τὼ πόδε νοσοῦντες ὠχριῶσιν ὑστερί‐ ζοντες. οὐκ ἄρα πολλὴ τό γε οὕτω ζῆν ἐλευθερία.
Or
.

25

.

45

Οὐ μὴν οὐδὲ τὸ ἐν ἀσκήσει σώματος ζῆν, ὅθεν οἱ στέφανοι, δουλείας ἂν ἀπηλλαγμένον εἴη. χωρὶς γὰρ δὴ τῆς ἐκ παιδαρίου δουλείας ἣν ἐδούλευσε παιδοτρί‐ βαις, κεῖται μὲν ὑπ’ ἀγωνοθετῶν ὀργαῖς, κεῖται δὲ ὑπὸ
5κριτῶν ψήφοις, κεῖται δὲ ὑπὸ θεωρῶν κραυγῇ, καὶ οἱ
ῥαβδοῦχοι περιεστᾶσιν ἕτοιμοι τὰς δεξιάς.
Or
.

25

.

46

Ἦ πού τις ὑμῶν ἀγανακτεῖ σοφιστῶν οὔπω πεφηνότων δούλων καὶ οἴεταί 〈με〉 σεμνύνοντα ἐμαυτὸν τὸ ἔθνος ἐξαιρήσειν δουλείας. οὐ δῆτα. οὐχ οὕτω τὴν ἐπισημοτάτην ἔμελλον ὑπερβήσεσθαι δουλείαν, πρὸς
5ἣν οὐδὲν ἂν εἶεν ἅπασαι ὧνπερ μνήμην πεποίημαι. σοφιστὴς γὰρ ἀνὴρ Σίσυφος ἀτεχνῶς ὁ Ὁμήρῳ περὶ τὸν λίθον μοχθῶν, διδούς τε λόγους καὶ λαμβάνων, λαμβάνων μὲν ἐκ βίβλων, διδοὺς δὲ ἀπὸ στόματος.
Or
.

25

.

47

δουλεύει δὲ οὐ μόνον τοσούτοις ὁπόσων ἄρχει, ἀλλὰ πολλοῖς μὲν παιδαγωγοῖς, πολλοῖς δὲ γονεῦσι καὶ μητρί γε καὶ τήθῃ καὶ πάππῳ. κἂν μὴ θεῶν παῖδας ἀποφήνῃ τοὺς νέους, κἂν ὦσι λίθινοι, τέχνῃ
5νικήσας τὴν φύσιν, κατηγορίαι πολλαὶ καὶ ποικίλαι πανταχόθεν ῥέουσι, τῷ δὲ ἀνάγκη κύπτειν εἰς γῆν λόγων μὲν οὐκ ἀποροῦντι, τῇ σιγῇ δὲ καταπραΰνοντι τὸν φιλαίτιον.
Or
.

25

.

48

δουλεύει δὲ καὶ πυλῶν φύλαξι καὶ πανδοκέων γένει, τοῖς μέν, ὅπως μὴ κακίζοιτο ὑπὸ σφῶν πρὸς τοὺς εἰσιόντας τῶν ξένων, τοῖς δέ, ὅπως ἐπαινοῖτο πρὸς τοὺς καταλύοντας παρὰ σφίσι. δύνα‐
5ται γὰρ καὶ οὗτος κἀκεῖνος καὶ ὁ τούτων ἔτι ταπεινότερος σοφιστῶν ἐργαστήριον τρῶσαι. θωπεύει δὴ καὶ ὕπεισι τόν τε ἄλλοθεν ἥκοντα τόν τε οἴκοθεν ἀπαίροντα, τὸν μέν, ἵνα μὴ παρὼν ἐγγύθεν πολεμῇ καὶ διορύττῃ τὸν χορόν, τὸν δ’, ἵνα μὴ πονηροτέραν φήμην δι’ ὅσης ἔρχε‐
10ται σπείρῃ γῆς.
Or
.

25

.

49

βαρυτάτη δέ οἱ καὶ ἡ βουλὴ δέσποινα ἐπίκειται γράμμασιν ὀλίγοις αἴρειν τε αὐτὸν καὶ καθαιρεῖν ἔχουσα στρέφειν τε ὅπῃ βούλοιτο τὰς ἐκείνου τύχας ἐκβάλλειν τε, εἰ τοῦτο ἀρέσκοι, καὶ πλῆ‐
5θος ἀντιτέχνων ἐγκαθιστάναι ἄλλα τε μικρὰ δοκοῦντα εἶναι μεγάλην φέροντα τὴν λύπην. ἃ εἰ διαφεύγειν ἐθέλοι, δεῖ δήπουθεν αὐτὸν μὴ ἀμελέτητον εἶναι δου‐ λείας. καὶ περὶ θύρας ἀρχόντων διατρίψει θυρωροὺς κολακεύων καὶ ἀπωσθεὶς οἴσει καὶ εἰσελθὼν εἴσεται
10θαυμαστήν τινα χάριν. εἰ δὲ πρὸς τὸν τῶν θυρῶν κύριον τοιαῦτα δράσει, τίς ἔσται πρὸς τὸν τοῦ παν‐ τὸς κυβερνήτην;
Or
.

25

.

50

ἔτι κρύπτεται, ὦ ἑταῖροι, τὸ κεφάλαιον τῆς δουλείας, ἀλλ’ ἐγὼ εἰς μέσον αὐτὸ προάξω. οὖσα γὰρ δὴ συνεχὴς ἡ δουλεία μυρίαις ἀνάγ‐ καις κατειλημμένη αὔξεται καὶ ἐπιτείνεται πρὸς ἐπι‐
5δείξεις ἰόντος τοῦ σοφιστοῦ. δεῖται μὲν γὰρ ἐπαί‐ νου καὶ τοῦτον ἔρχεται διὰ τῶν λόγων οἰσόμενος.
κρίνει δὲ αὐτῷ τὴν ἡμέραν εἴτε ἀμείνων εἴτε χείρων, ἡ βοή, μείζων μὲν οὖσα ἐκεῖνο, βραχυτέρα δὲ τοῦτο. ἀχρεῖος δὴ τότε οὐδείς, οὐ σκαιός, οὐ χειροτέχνης, οὐ
10στρατιώτης, οὐκ ἀθλητής, οὐ παιδαγωγός, οὐχ οἱ τὰ βιβλία τοῖς νέοις ἐπ’ ὤμων φέροντες, ἀλλὰ πᾶς ὁ συνεισφέρων ὁτιοῦν θορύβου καὶ οὗτος λόγοις ἐπι‐ κουρία.
Or
.

25

.

51

γίγνεται δὴ πάντων τῶν χεῖράς τε ἐχόν‐ των καὶ γλώττας τηνικαῦτα δοῦλος. καὶ πολλὰ μὲν καὶ αὐτὸς τῇ δεξιᾷ, πολλὰ δὲ τῇ κεφαλῇ, πολλὰ δὲ τῷ βλέμματι, πολλὰ δὲ τῷ ἱματίῳ θωπεύσας τε καὶ
5θεραπεύσας ἀπέρχεται 〈μὲν〉 μέγα φρονῶν, ὡς δὴ ἐλεύ‐ θερος, οὐκ οἶδε δέ, ὅτι τῶν ἀκηκοότων ἕκαστος δεσπό‐ της τοῦ τὸν λόγον δείξαντος ἀπελήλυθεν οἷς τε ἐχαρί‐ σατο κροτῶν ἔτι τε ἔχων ψηφίζεσθαι περὶ τῶν εἰρη‐ μένων. οὐκοῦν δουλεύουσι μὲν οἱ νέοι τῷ διδασκάλῳ,
10δουλεύει δὲ ὁ διδάσκαλος οὐδὲ ἔστιν εἰπεῖν ὁπόσοις.
Or
.

25

.

52

Ἴσως τις ὑμῶν οἴεταί μοι τὴν δουλείαν ὑφ’ ᾗ τέθεικα πάντα ἄνθρωπον, ἐξελεγχθήσεσθαι τῇ τῶν ἀρχόντων μερίδι καὶ ἢ ἀφήσειν με τὸ μέρος ἢ τείνειν καὶ ἐπ’ ἐκεῖνο τὴν δουλείαν βιαζόμενον ἔσεσθαι γελοῖον.
5ἀλλὰ δύσβατος μὲν ὁ σκόπελος, πειρατέον δ’ οὖν καὶ
οὐκ ἀποδειλιατέον.
Or
.

25

.

53

Πρῶτον μὲν δὴ τοὺς ἄρχοντας ἡμῖν δίχα τμη‐ τέον· οὐ γὰρ δὴ ἅπαντές γε κρείττονες οὐδὲ ἥττονες λημμάτων, ἀλλ’ οἱ μέν, οἱ δὲ οὔ. οὐκοῦν ἐκείνους μὲν τοὺς τὴν χεῖρα μιάναντας δώροις, ὥσπερ νόθους
5τινάς, ἀποκριτέον πράξεώς τε καὶ προσηγορίας. οὐδὲ γὰρ τοὺς λιπόντας τὰς τάξεις οὐκ ἂν ὀρθῶς ὀνομά‐ ζοιμεν στρατιώτας.
Or
.

25

.

54

τὸν δὲ ὡς ἀληθῶς ἄρχοντα τὸν ἄδωρόν τε καὶ φιλόπονον καὶ πάντη τέλειον ἄλλο τι χρὴ νομίζειν ποιεῖν ἢ ἅπερ οἱ πατέρες περὶ τὴν τῶν τέκνων τροφήν τε καὶ τὴν ἄλλην ἐπιμέλειαν; πα‐
5τέρας δὲ εἰ δούλους τέκνων καλοῖμεν, οὐκ οἶδα τί ἂν ἀδικοῖμεν. ὧν εἵνεκα καὶ χρήματα ἀγείρουσι καὶ οἰ‐ κίας κοσμοῦσι καὶ ὁδοὺς βαδίζουσι καὶ πελάγη περῶσι καὶ τὰ ὅπλα ἐνδύντες ἢ νικῶσιν ἢ ἀποθνήσκουσιν. ὁρῶ δὴ καὶ τὸν ἄρχοντα διὰ τῶν αὑτοῦ πόνων εὐετη‐
10ρίαν τε πορίζοντα καὶ εἰρήνην ἐργαζόμενον καὶ βουλὴν αὔξοντα καὶ ἔριδας λύοντα καὶ οἰκοδομημάτων γῆρας ἀποξύοντα. καὶ οὓς παίει τε καὶ δεῖ, τούτους ἀπεύ‐ ξαιτ’ ἂν μὴ λαβεῖν ἐπ’ αὐτὸν ὀργὴν ἐνθυμούμενος, ὁπόσοι πόλεων ἄρχοντες ὑπὸ 〈τῶν〉 ἀρχομένων διε‐
15σπάσθησαν.
Or
.

25

.

55

καὶ μὴν καὶ ποιμένες λαῶν ἀκούοντες,
ὥσπερ αὖ πατέρες, ἥδονταί τε καὶ οἴονται καθαρῶς τὸ τῶν ἀρχόντων ποιεῖν, ὅταν τοῖς ποιμέσιν ἐοικέναι δοκῶσι. ποιμὴν δὲ ὁ ὄντως ποιμὴν δοῦλος ἀγαθός
5ἐστι προβάτων, ὃς πρῶτον μὲν σκέπτεται τὰ χρηστὰ τῶν ὑδάτων καὶ ἐκεῖθεν ποτίζει, ἔπειτα τὴν λυσιτε‐ λεστάτην πόαν καὶ ἐν ἐκείνῃ βόσκει 〈καὶ〉 καθεύδειν τε καὶ μεσημβριάζειν παρέχων τῷ ποιμνίῳ μετὰ τῶν κυνῶν αὐτὸς περιβλέπει τοὺς λύκους.
Or
.

25

.

56

συχνὴ μὲν ἡ θε‐ ραπεία τῶν ποιμένων περὶ τὰ ὑγιαίνοντα πρόβατα καὶ ἔτι πλείων, ἢν νόσημα ἐμπεσὸν διαφθείρῃ, ταύτης δ’ αὖ μακρῷ πραγματωδεστέραν νομιστέον, ᾗ τὰ τῶν
5ἀνθρώπων ὁ ἄρχων ἀπευθύνει. ἢ οὖν ἀπολυτέον τῷ λόγῳ τὸν ποιμένα τῆς δουλείας ἐκείνης ἢ συγχωρητέον ἐν ταύτῃ καὶ τὸν ἄρχοντα· ἐπεὶ κἂν κυβερνήτῃ τις αὐτὸν ἐοικέναι φῇ, πάλιν αὐτῷ τό γε δουλεύειν βεβαιοῦται. ὁ γὰρ δὴ κινῶν ἐκεῖνος τοὺς οἴακας καὶ
10βασιλεύων ἐν τῇ νηῒ τῆς νυκτὸς ἐπελθούσης μακαρίζει τοὺς καθεύδοντας τῶν ναυτῶν, αὐτὸς δὲ ἥδιστα μὲν ἂν ἐκοινώνησε τοῦ ὕπνου, παρὰ δὲ τῆς ἀρχῆς ἀκήκοεν ἐγρηγορέναι καὶ μόνον ἐκεῖνον ὁ πομπαῖος ἄνεμος οὐκ ἀφίησι τῆς δουλείας.
Or
.

25

.

57

Ἄθρει δὴ κἀκεῖνο περὶ τῶν μακαρίων ἀρχόν‐
των, ὡς οὐχ ἓν εἶδος ἀρχῆς, ἀλλ’ οἱ μὲν ἐπὶ μείζονος ἑστᾶσι, τοῖς δέ ἐστιν ὑποδεεστέρα, οἷς δὴ ξυμβέβηκεν οὐκ ἄρχειν 〈μᾶλλον〉 ἄλλων ἢ τοῦτο πάσχειν. τὸν
5γὰρ αὐτὸν εὕροις ἄν, ὥσπερ ἐπ’ οἰκίας τριωρόφου, τοῦ μὲν ἀνωτέρω, τοῦ δὲ ὑποκάτω, καὶ πολλὰς ἂν κατίδοις χώρας μέτρῳ διεστηκυίας, ἢν ἀπὸ τῆς ἐσχά‐ της ἣ τὴν ἀγορὰν ἐπιτροπεύει, πρὸς τὴν μεγίστην ἀναβαίνῃς ἀρχὴν ἣ μετὰ τῶν ἄλλων ὑπὸ τῇ βασιλείᾳ
10γίνεται, βασιλεία δὲ ὑπὸ νόμοις.
Or
.

25

.

58

Τούτῳ δὲ ἄρα ἔοικε καὶ τὸ ἐν τοῖς στρατο‐ πέδοις. καὶ γὰρ ἐκεῖ τριττύαρχοί τε καὶ ταξίαρχοι φύλαρχοί τε καὶ ἵππαρχοι καὶ πλῆθος ἀρχῶν, ἄλλος μὲν ἄλλου τι πλέον ἔχων, πάντες δὲ συλλήβδην ἔλατ‐
5τον τοῦ στρατηγοῦ. αὐτὸς δέ γε οὗτος ὁ στρατηγὸς οἵ τε μετὰ τοῦτον ἄρχοντες δρῶντες ἅττα ἐθέ‐ λουσι, πάσχειν δύναιντ’ ἂν ἅττα ἂν οὐκ ἐθέλοιεν. ἢν γάρ, οἶμαι, παραστῇ τοῖς ἑπομένοις μὴ ἕπεσθαι, τύ‐
πτοιτ’ ἂν τοῖς ξίφεσιν ὁ στρατηγός, οἷόν τι πάλαι
10γενέσθαι φασὶν ἐν τῇ πρὸς Μαντίνειαν φιλανθρωπίᾳ τοὺς στρατηγοὺς ὑπὸ τῶν στρατιωτῶν ἀκοντισθῆναι.
Or
.

25

.

59

Εἰ δὲ ὁ ἄρχων δοῦλος, ποῦ ποτ’ ἂν εἶεν οἱ περὶ τὸν δρύφακτον ἀσθμαίνοντες; τούτων δὲ ὄντων ἐν δουλείᾳ ποῦ ποτ’ ἂν εἶεν ἰατροί; εἴη ἂν καὶ ὁ ἄφιλος καὶ ὁ πολύφιλος ἐν δουλείᾳ, ὁ μὲν δεδιὼς τοὺς
5ἐχθροὺς διὰ τὴν ἐρημίαν, ὁ δέ, οἷα ἐν πολυφιλίᾳ, πολλὰς ὀφείλων χάριτας ὧν ἐνίας οὐδ’ ἂν ἀποδοῦναι δύναιτο.
Or
.

25

.

60

Ἀποκρινώμεθα δή τοι καὶ Ἀθηναίοις καὶ πάσῃ δημοκρατίᾳ πάνυ δὴ πεπεισμένοις ζῆν ἐν ἄκρῳ που τῆς ἐλευθερίας. λέγω οὖν, ὅτι ὦ δημοκρατούμενοι, θορυβεῖτε μὲν ἐν ταῖς ἐκκλησίαις καὶ κεκρά‐
5γατε καὶ οἴεσθε τὰ δοκοῦντα ὑμῖν αὐτοῖς ποι‐ εῖν, χειροτονεῖτε δὲ ἅττα ἂν ἀρέσκῃ τοῖς παρι‐ οῦσιν, οὓς ὑμεῖς καλεῖτε διὰ κήρυκος δουλεύ‐ σοντες γλώσσῃ καὶ τέχν. οὗτοι γάρ, οἶμαι,
ἀναβάντες ἐπὶ τὸ βῆμα λόγοις κεκαλλιεπημένοις
10ἄγουσιν ὑμᾶς, ὥσπερ βοσκήματα. καὶ ψήφισμα ψηφίσματι λύετε καὶ γνώμῃ γνώμην, κἂν τρί‐ τος ἐπέλθῃ δεινότερος εἰπεῖν, ἐξαλείψας τὰ δύο τὸ τρίτον κυρώσας κατέβη.
Or
.

25

.

61

νικᾷ δὲ οὐ τὸ λυσιτελοῦν, ἀλλ’ ὃ ἂν ἀπὸ μείζονος λεγόμενον τῆς δεινότητος μᾶλλον κρατῆσαι τοῦ δήμου δυ‐ νηθῇ. καὶ πολλάκις δὴ τὰ σώζοντα μὲν βλαβερά, τὰ
5δ’ αὖ βλαβερὰ σωτηρίαν ἔχειν ἔδοξεν. ὅθεν δὴ προ‐ δόται καὶ δωροδόκοι καὶ πατρίδων ἐχθροί. γίγνεται γοῦν αὐτοῖς ἀντὶ μὲν ἀκροπόλεως τὸ βῆμα, ἡ δὲ ἀπάτη καὶ τὸ πείθειν ἀντ’ ἐπιτειχισμάτων.
Or
.

25

.

62

Περι‐ κλῆς δὲ ὁ Ξανθίππου φανερώτατα δὴ μοναρχίαν ἐπεισ‐ ήχει τῇ πνυκὶ τὰ τοῦ Εὐρίπου πάσχοντα τὸν Ἀθη‐ ναίων δῆμον ἐπιδεικνύς, ὃν ἐταπείνου τε ἐπηρμένον
5καὶ ἀπὸ θάρσους εἰς δέος κατέφερε. καὶ Περικλεῖ δο‐ κοῦν ἐρήμη μὲν ἦν τῶν πολιτῶν ἡ χώρα, μεστὴ δὲ τῶν δῃούντων Πελοποννησίων, Πεισιστράτῳ δὲ ἐγκα‐ λεῖν εἶχεν οὐδὲν ἡ γῆ. οὗτοι δὲ οἱ δεινοί τε καὶ ῥᾳδίως ὄχλον ἄγοντες, ἢν ἀντιπέσῃ καιρός, ἐν γρα‐
10φαῖς τε καὶ εἰσαγγελίαις καὶ τιμήματι καὶ τῷ ξύλῳ.
Or
.

25

.

63

Τί δαί; οἱ Λακεδαιμόνιοι οἱ κατὰ τῶν εἱλώτων ἐξουσίαν σφίσιν αὐτοῖς ἀνοίγοντες φόνου καὶ περὶ ὧν Κριτίας φησίν, ὡς μάλιστα δοῦλοί τε ἐν Λακε‐ δαίμονι καὶ ἐλεύθεροι, τί δ’ ἄλλο γε ἢ ὅπερ αὐτὸς
5ὁ Κριτίας φησίν, ὡς ἀπιστίας εἵνεκα τῆς πρὸς τοὺς εἵλωτας τούτους ἐξαιρεῖ μὲν Σπαρτιάτης οἴκοι τῆς ἀσπίδος τὸν πόρπακα, τοῦτο δὲ οὐκ ἔχων ἐπὶ τῆς στρατείας ποιεῖν διὰ τὸ δεῖν
πολλάκις ὀξύτητος τὸ δόρυ ἔχων ἀεὶ περιέρχε‐
10ται, ὡς κρείττων γε ταύτῃ τοῦ εἵλωτος ἐσό‐ μενος, ἢν ἀπὸ μόνης νεωτερίζῃ τῆς ἀσπίδος. μεμηχάνηνται δὴ καὶ κλεῖδας ἃς οἴονται τῆς παρ’ ἐκείνων ἐπιβουλῆς ἰσχυροτέρας εἶναι.
Or
.

25

.

64

ταυτὶ δ’ ἂν εἴη συνοικούντων τε φόβῳ καὶ μηδ’ ἀναπνεῖν ἐωμένων ὑπὸ τῶν ἐν ταῖς ἐλπίσι δεινῶν. οὓς οὖν ἀριστοποιουμένους καὶ καθεύδοντας καὶ ἐπ’ ἄλλο τι βαδίζοντας τὸ δεῖμα τῶν οἰκετῶν ὁπλίζει, πῶς
5ἂν οὗτοί γε, ὦ παῖ Καλλαίσχρου, καθαρᾶς ἀπολαύσειαν τῆς ἐλευθερίας; οἷς ἐπέθεντο μὲν μετὰ τοῦ Ποσειδῶ‐ νος οἱ δοῦλοι, δεῖγμα δὲ ἐξενηνόχεσαν, ὡς ἐν ὁμοίοις καιροῖς ὅμοια δράσουσιν. ὥσπερ οὖν οἱ βασιλεῖς αὐ‐ τοῖς οὐ μάλα ἦσαν ἐλεύθεροι τοῖς ἐφόροις δεδομένου
10δῆσαί τε βασιλέα καὶ κτεῖναι, οὕτω σύμπαντες οἱ Σπαρτιᾶται τὴν ἐλευθερίαν ἀφῄρηντο συζῶντες ἔχθει τῷ παρὰ τῶν οἰκετῶν.
Or
.

25

.

65

Ἵλεως δὲ ἔστω καὶ ὁ Διὸς Ἡρακλῆς τοῖς ἑπο‐ μένοις τῇ παρὰ τῶν ποιητῶν διδασκαλίᾳ δουλεῦσαι λεγούσῃ τὸν Ἡρακλέα τήν τε μεγάλην Εὐρυσθεῖ δουλείαν καὶ ἑτέραν ἐν Λυδίᾳ, καὶ ὁ Ζεὺς ἔστενεν,
5θ’ ἑὸν φίλον υἱὸν ὁρῷτο πονοῦντα ἐν τοῖς ἄθλοις οὓς ὁ Σθενέλου προὔβαλεν, ἐμοὶ δὲ δοκεῖ μηδ’ αὐτὸς διαφεύγειν δουλείαν. τὸ γὰρ καταφυγήν οἱ κατα‐ σκευάσασθαι τὸν πίθον καὶ δεδιέναι τὸν ἐπιταττόμενον αὐτὸν καὶ εἶναι τοῦ δουλεύοντος φαυλότερον δοῦλον
10ἐποίει τὸν ἐν τῇ τάξει τοῦ κελεύοντος. Ἡρακλῆς δὲ ἥκων εἰς Ἅιδου τὸν ἀνεψιὸν τὸν αὑτοῦ δοῦλον ὄντα τῶν κάτω καὶ προσέτι γε δεσμώτην ἔλυσε. καὶ τοὺς Ἀτρείδας γε οἳ χιλίαις ναυσὶ τῇ Τροίᾳ προσέβαλον, πολλὰ ἂν εὕροιμεν ἐν τῇ πολεμίᾳ τῷ στρατῷ δεδου‐
15λευκότας.
Or
.

25

.

66

νοῦν δὲ εἶχε Μένανδρος ὁ Διοπείθους καὶ πλεῖστα τοῖς οἰκέταις ἄρα τοῖς αὑτοῦ δεδουλευκὼς οὗτος ἔσχεν εἰπεῖν τό·
εἷς ἐστι δοῦλος οἰκίας ὁ δεσπότης.
5καὶ γὰρ ὡς ἀληθῶς πολὺς ὁ τῶν φροντίδων ἐσμός, ὡς οἰκέτην θρέψῃ ἐν εὐπραξίᾳ τε καὶ κακοπραγίᾳ. τῷ
μὲν γὰρ ἀρκεῖ πρὸς τὰς ἐκείνου χεῖρας ἰδεῖν, τῷ δὲ ὀρέγειν ἀνάγκη.
Or
.

25

.

67

καιρὸν δὲ αἰτιάσασθαι καὶ Διὸς ὀργὴν καὶ πνευμάτων ἀπουσίαν καὶ ὅσα καρπογονίαν ἴσχει, τούτων οὐδὲν ἀπολογία πρὸς δοῦλον. ἀλλ’ ἐκείνῳ γε ἡ γῆ καὶ μὴ φέρουσα φέρει, ἐσθὴς δὲ καὶ ὑποδή‐
5ματα ἡ μὲν ἐξυφαίνεται, τὰ δὲ ῥάπτεται καθεύδοντι, γαμοῦσι δὲ οὐδὲν προνοήσαντες, ἀλλ’ ἡ μὲν πρόνοια τοῦ δεσπότου, τοῦ δέ ἐστιν ἐρρῶσθαι πρὸς τὴν εὐνήν. ἀσθενοῦντι δὲ οἰκέτῃ μία φροντὶς τὸ ἀρρώστημα, φαρμάκων δὲ καὶ ἰατρῶν καὶ ἐπῳδῶν ἄλλῳ μελήσει.
10καὶ ἀποθνήσκοντί γε φόβος οὐδεὶς ταφῆς πέρι. ταφέα γὰρ αὐτὸν ἔχει τὸν δοκοῦντα μὲν δεσπότην, ὄντα δὲ δοῦλον.
Or
.

25

.

68

Εἰ δὴ δοῦλοι μὲν οἱ δοῦλοι, δοῦλοι δὲ οἱ δεσπόται, ποῦ τις ἂν εὕροι τὴν ἐλευθερίαν; ἐν ἡμῖν, φαῖεν ἂν οἱ τύραννοι. ἢ οὐχ ὁρᾷς, φήσουσιν, ἀκρο‐ πόλεις τε ἐφ’ ὧν ἱδρύμεθα, νόμους τε ἀνῃρη‐
5μένους, ἵν’ ἡμεῖς ἀντ’ ἐκείνων ἄρχωμεν, σίδηρόν τε ἐν αἰχμαῖς τοῦτον περιλάμποντα στῖφος τε τουτὶ δορυφόρων εἰς γῆν κύπτειν καταναγκά‐ ζον τὰς πόλεις;
Or
.

25

.

69

ναὶ μὰ Δία, φημί, καὶ μάλα γε ὁρῶ τοὺς φαιδροὺς δορυφόρους οἳ τυραν‐ νοῦσι τῶν τυραννούντων, καὶ τὸ μὲν ὄνομα αὐτοῖς φύλακες, ἔργῳ δέ εἰσι δεσπόται. ἢν
5μὲν γὰρ οἵδε θέλωσιν, ἁρπάζετέ τε καὶ σκευο‐ φόρους καὶ χρήματα καὶ παρθένους καί ἐστε τύραννοι, βουλευσαμένων δὲ ἄλλο τι παρὰ τῆς φρουρᾶς ὑμῖν ὁ θάνατος. καί με τοῦτο ἄλλα τε οὐκ ὀλίγα διδάσκει καὶ 〈ὁ〉 Λυδὸς δορυφόρος
10κτείνας μὲν τὸν δεσπότην, τὰ δ’ ἐκείνου κτησά‐ μενος, τήν τε γυναῖκα καὶ τὴν ἀρχήν.
Or
.

25

.

70

ὑμῖν δὲ οὐδὲ ὕπνος ἡδύς, ἀλλ’ ἐν τοῖς ὀνείρασιν ἀνατρέχουσί τε οἱ βεβιασμένοι πρὸς τὰ μετέ‐ ωρα καὶ προσβάλλουσι τοῖς βασιλείοις καὶ τρέ‐
5πουσι τοὺς ἐπικούρους, καὶ ἐπειδὰν ἐγγὺς ᾖ τὸ ξίφος, ἀναπηδᾶτε κεκραγότες χρόνου δεόμενοι πρὸς τὸ μαθεῖν, ὅτι οὐχ ὕπαρ εἴη ταῦτα. μὴ οὖν μάλιστα ἀνθρώπων ἀναμίξαντες δεσποτείᾳ δουλείαν καὶ διὰ δουλείας ἐκείνην λαβόν‐
10τες καὶ κεκτημένοι καθαρεύειν οἴεσθε τοῦ χεί‐ ρονος.
Or
.

25

.

71

Ἀλλ’ ὁ δοῦλος ἄλλοτε ἄλλου γίνεται καὶ ἔστι πρᾶσις τοῦ σώματος. καὶ τί ταύτῃ γε ἐκεῖνος
ἀθλιώτερος, εἰ ἀργύριον ὁ μὲν ἔλαβεν, ὁ δὲ ἔδωκεν; οὐ γὰρ δὴ τὸ σῶμά γε αὐτῷ τοῦτο ἐπήρωσεν οὐδ’ αὖ
5τὴν ψυχὴν διέφθειρεν οὐδ’ εἴ τις ἦν ἐν αὐτῇ τέχνη, ταύτην ἐξέβαλε, πολλάκις δὲ αὐτῷ τύχης νευσάσης ἀμείνονος οἶκον ἔλαχε πλούσιον ἐκ πενεστέρου.
Or
.

25

.

72

Ἔρχεται δὲ καὶ ἐφ’ ὅλας τὰς πόλεις τρόπον τινὰ τὸ τοιοῦτον. κεῖνται γὰρ αὗται πολλάκις βασι‐ λεῦσιν ἆθλα καὶ ὁ κτήσασθαι βουλόμενος ὠνεῖται ταύτας ὅπλοις καὶ μάχαις καὶ μᾶλλόν γε μετὰ σωμά‐
5των 〈τε〉 καὶ χρημάτων. καὶ γεγόναμεν οὐκ ὀλίγων ἤδη δεσποτῶν ἐν μικρῷ χρόνῳ. τῶν δέ γε νῦν ὄντων ὡς ἐπὶ πλεῖστον εἴημεν αὐτοὶ καὶ παῖδες. Οὐδεὶς οὖν ἐλεύθερος, εἰ δ’ ὅστις φιλοσοφεῖ, σκε‐
ψόμεθα, ὦ ἄνδρες, ἐν ἑτέρῳ περὶ τοῦδε συλλόγῳ.
Or
.

26

t

ΠΡΟΣ ΙΚΑΡΙΟΝ.
Or
.

26

.

1

Ὡς μὲν ἐπὶ τοῖς περὶ σὲ τετολμημένοις, ὦ φίλτατε, διετέθην καὶ οἷα μὲν εἶπον, οἷα δὲ ἔπραξα πρὸς τοὺς οὐ σωφρονοῦντας, τούς τε ἄλλους ἅπαντας εἰδέναι νομίζω σέ τε οὐδενὸς ἧττον. εἰ οὖν τινα πρὸς
5σὲ ποιοίμην καὶ παραίνεσιν, οὐκ ἂν εἰκότως ὑπολαμ‐ βάνοις ἑτέροις με μᾶλλον χαριζόμενον ἢ τῶν σῶν πρό‐ νοιαν ποιούμενον ἐπὶ τοῦτο ἀφῖχθαι, οὐδ’ ἂν χαλεπῶς φέροις, εἴ τι τῶν νῦν οὐκ ὀρθῶς σοι δοκούντων ἐπανορθοίην. οὐ γὰρ οὓς οὐκ ἂν εἰκότως φιλοίης,
10φαίην ἄν σε προσήκειν φιλεῖν, ἀλλὰ μὴ μισεῖν οὓς
οὐκ ἄξιον.
Or
.

26

.

2

Οἶμαι δὴ δεῖν πρῶτον μὲν ὡς νῦν ἔχεις ἡμῖν πρὸς τὴν πόλιν, διελθεῖν, ἔπειθ’ ὡς ἔχοις ἂν εἰκότως, εἰπεῖν. Οἴει τὴν πόλιν ἅπασαν τήνδε τὴν Ἀντιόχου Πρό‐
5κλου τε ἐρᾶν καὶ πρὸς ἐκεῖνον βλέπειν καὶ τὰ ’κείνου ποθεῖν καὶ τοῖς σοῖς ἄχθεσθαι καὶ δυσχεραίνειν ταυ‐ τηνὶ τὴν μεταβολὴν καὶ πάντα μὲν λόγον, ἅπαν δὲ ἔργον δύο ταῦτα βούλεσθαι, τὰ ’κείνου μὲν αἴρειν, τὰ σὰ δὲ καταβάλλειν.
Or
.

26

.

3

ταῦτα τοίνυν ὅταν περὶ ἁπάσης δοξάζῃς τῆς πόλεως, τοῦ προσήκοντος ἁμαρ‐ τάνεις. ἔχει γὰρ οὐχ οὕτω τἀληθές, ἀλλ’ ἔστι ταῦτα ὀλίγων τῶν ἐκ τῆς ἀρχῆς τῆς ἐκείνου πεπλουτηκότων,
5τῶν τὰς ἀδίκους καὶ μεγάλας εἰληφότων χάριτας. ἔλαβον μὲν γὰρ πολλοὶ καὶ μεστὴ τούτων ἡ γῆ, τοῖς δὲ τὰ ἐλάττω λαβοῦσι φθόνος ἔνεστι πρὸς τοὺς τὰ μείζω καὶ οὐκ ἀμείβονται τηλικούτοις.
Or
.

26

.

4

οἱ δὲ πάντα ποιοῦντες καὶ οἷς ἐστι καὶ πρὸ τῶν θεῶν ὁ Πρόκλος, ὀκτώ τινές εἰσιν· οὕς, εἰ βούλει, ποιήσωμεν εἴκοσι καὶ τούς γε ἢ φόβῳ τούτοις ἑπομένους ἢ χρή‐
5μασιν, εἰ δοκεῖ, τοσούτους εἶναι πάλιν τιθῶμεν. καὶ πόσον ἂν εἴη τοῦτο πρὸς τοσαύτας μυριάδας τὰς μὲν ἀνδρῶν, τὰς δὲ γυναικῶν; ὧν ἐν ἑκατέραις ἀμύθητόν
τι φίλτρον τῆς σῆς κεφαλῆς ἐνίδρυται καὶ μέγα μὲν ἀγαθὸν εἶναι δοκεῖ τὸ μηκέτ’ ἐκεῖνον ἄρχειν, μέγα δὲ
10τὸ σὴν τὴν ἀρχὴν γεγενῆσθαι.
Or
.

26

.

5

ὅταν οὖν τι τῶν ἀγροικοτέρων γένηται, μὴ τῆς πόλεως, ὦ φίλτατε, τοῦτο εἶναι δοκείτω, τῶν δὲ ἐν τῇ πόλει τὰ χείριστα νοσούντων ἐκείνων τῶν ὀλίγων. κἀν ταῖς ἀγρυπνίαις
5μὴ λέγε πρὸς αὑτόν, ὅτι ταῦτα ἡ πόλις, ἀλλ’ ὅτι ταῦτά ἐστι τῶν ἐν τῇ πόλει κακίστων. ὧν ἐστι δήπου καὶ τἀν τοῖς βαλανείοις οἵ τε ἐν ταῖς κολυμβήθραις λίθοι καὶ αἱ πολλῶν θανάτων ἄξιαι λοιδορίαι καὶ νὴ Δία γε εὐφημίαι, ἄδικοι μὲν αὗται πονηρῷ γιγνόμεναι,
10ἄδικοι δὲ ἐκεῖναι κατὰ δικαίου τολμώμεναι τὴν αἰτίαν ἐπὶ τὸν ἄρχοντα ἄγουσαι τοῦ τὴν θερμότητα εἶναι μαλακωτέραν.
Or
.

26

.

6

τουτὶ δὲ ἦν μὲν ἀεὶ ταυτασὶ τὰς ἡμέρας κἀν ταῖς τῶν λίαν εὐπόρων δαπάναις τοῦ λειτουργεῖν αὐτοῦ τὸ τοιοῦτο ποιοῦντος καὶ ἦν ἐν ἔθει καὶ οὐδεὶς ἠγανάκτει καὶ ταῦτα πολλάκις χεῖρον
5ἢ νῦν τοῦ πράγματος ἔχοντος, ὥστε χορούς τε ἔνδον ἑστάναι καὶ ἔνια τῶν ἐπὶ τῆς σκηνῆς ᾄδεσθαι. ἀλλ’ ὅμως ἐν τούτῳ τῶν βαλανείων καθεστηκότων οὐδεὶς ἄρχων ἤκουε κακῶς, ἀλλ’ ἔφερον τὰ κεκρατηκότα. οὐ γὰρ ἦν ὁ τὰ στόματα αὐτῶν ἐφ’ ὕβρει μισθού‐
10μενος. νῦν δὲ εἰδότες μὲν τὴν τοῦ λειτουργοῦντος πενίαν, εἰδότες δὲ ὡς οὐ καινὸν τὸ πεπραγμένον, ἐχα‐ ρίζοντο τοῖς αὑτῶν παιδικοῖς τὴν παροινίαν νωθείᾳ σῇ τὰ μὴ σὰ περιάπτοντες, ἀναισχυντότατα ἀνθρώπων συκοφαντοῦντες, καὶ ᾔεσάν τε πρὸς ταῦτα λαβόντες
15ἀπῄεσάν τε ληψόμενοι.
Or
.

26

.

7

τὴν δὲ ἀσέλγειαν τουτωνὶ τῶν μισθωτῶν καὶ τήν γε τῶν τούτους μισθωσαμένων, οὐ γὰρ ἠγνοεῖτό γε ταῦτα, ἅπαντες μὲν ἐμίσουν οἱ λούμενοι, δίκην δὲ παρ’ ὧν ἐξῆν ἐλάμβανον ἕλκοντες,
5ὠθοῦντες, πλήττοντες, καὶ τοῦτο ἐποίει τῶν τὰ αὐτὰ φρονούντων φυγήν. πῶς οὖν εἰκότως ἂν ἄχθοιο πρὸς πόλιν ἧς τὸ μὲν κακῶς φρονοῦν ὀλίγον, τὸ δὲ εὖ πολύ;
Or
.

26

.

8

οὐ τοίνυν οὐδὲ τὸν θόρυβον τόν τε πρότε‐ ρον τόν τε δεύτερον τῆς πόλεως εἶναι χρὴ νομίσαι. οὐ γὰρ οἷς γυναῖκες καὶ παῖδες καὶ οἰκίαι καὶ τέχναι καὶ ἡ διὰ τούτων τροφή, οὐχ οὗτοι πληροῦσι τὸ θέα‐
5τρον, ἀλλὰ τῶν μὲν στρατιωτῶν οἱ τὰς τάξεις τὰς αὑτῶν λελοιπότες, τῶν δὲ δούλων οἱ δουλεύειν οὐκ ἀξιοῦντες, τὸ δὲ λοιπόν, ὄχλος ἐν τῇ σκηνῇ τοῦ βίου τὰς ἐλπίδας ἔχων. εἰ δέ τι καὶ ἐπιεικὲς ἐν μέσῳ τού‐ των, ὑπὸ τῶν ἐκείνοις δοκούντων ὠθεῖται πρὸς τὰ
10αὐτὰ καὶ ἐπαινεῖν τε τὸν ἄρχοντα ἐθέλον διεκωλύθη καὶ φεύγειν βουλόμενον κατηναγκάσθη μένειν. τὸ δὲ
ἀναγκάζον τοῦτο λέγειν τε ἃ μὴ δεῖ καὶ μὴ λέγειν ἃ δεῖ παρὰ τῶν ὀλίγων ἐκείνων ὧν ἔφην ἐπιτάττεται. οὕτως ἀκριβεῖ λόγῳ κομιδῆ μικρὸν τὸ τὴν ἐναντίαν
15σοι τεταγμένον.
Or
.

26

.

9

Ἕνεκα μὲν οὖν τοῦ μηδὲν τῶν τοιούτων εἶναί σοι βλάβην ἐᾶν ἐχρῆν, νῦν δ’ ὑπὲρ αὐτοῦ τοῦ ταῖς πόλεσι τὴν σωφροσύνην λυσιτελεῖν προσήκει τι καὶ ἐπανορθῶσαι, κἂν δέῃ τινὸς ἐνταῦθα δίκης. οὐ γὰρ
5ἀπολεῖταί σοι τὸ δοκεῖν εἶναι πρᾴῳ διὰ τὴν τι‐ μωρίαν· οὐδὲ γὰρ τῷ Διῒ τὸ δοκεῖν εἶναι μειλιχίῳ διὰ τὰς τιμωρίας. ποιεῖ γὰρ ἀμφότερα. καὶ σὺ τοί‐ νυν τὸ μὲν ἱκανῶς ἐπιδέδειξαι, τὸ δὲ ἐκείνῳ πρόσθες, ὅπως ἀμφοτέρωθεν παιδεύῃς τὸ ὑπήκοον, τῷ μὲν πεί‐
10θων, τῷ δὲ ἀναγκάζων. οὐδὲ γὰρ φιλανθρωπίαν ἔτι τοῦτο καλοῦσιν οἱ κακοήθεις. ἀλλ’ ἐγὼ μὲν οὐκ ἂν εἴποιμι, τοῖς δ’ οὐδὲν ἄρρητον.
Or
.

26

.

10

μαθέτωσαν τοίνυν οἱ κάκιστοι πάντων ἀνθρώπων, ὡς οὐχ ἡδέως μὲν κολάζεις, ταῖς δὲ ἀνάγκαις εἴκεις. παίδευε δὲ αὐ‐ τοὺς μήτε θανάτοις μήτε πληγαῖς, ἀλλ’ ἀρκείτω δε‐
5σμός, κἂν τὸ ἄμεμπτον ὑπὲρ τοῦ πεπλημμεληκότος ἱκετεύῃ, τυγχανέτω τῆς φιλανθρώπου ταύτης χάριτος, ὅπως ὅσον ἑτέρων καὶ ταύτῃ διαφέρεις, μανθάνωσι.
Or
.

26

.

11

τοὺς μὲν οὖν πολλοὺς τούτους ἐκ τῶν θεάτρων
ἔστιν ἑλεῖν σοι, τοὺς δ’ εἰ μὴ τῶν ἀρχόντων ἄρχοιεν ἀγανακτοῦντας διὰ τῶν τὰ παρ’ ἐκείνων ἐν παρα‐ βύστῳ πραττόμενα οὐκ ἀγνοούντων, ἃ εἴ τις εἰς φῶς
5ἄγοι, τῶν δώδεκα θεῶν δέοιντ’ ἂν εἰς σωτηρίαν. οἱ γὰρ δὴ νῦν ἀδικούμενοι μέν, ὅπως δὲ τοῦτο πάσχου‐ σιν οὐκ εἰδότες γνόντες ἥξουσιν ἐπὶ τὴν δίκην, παῖδες καὶ γυναῖκες καὶ ὅσον ἐν γήρᾳ τροφῆς ἀποστερεῖται.
Or
.

26

.

12

ἔστι δὲ αὐτῶν οὐ τοῦτο ἀδίκημα μόνον, ἀλλ’ οὐδ’ ἀριθμῆσαι ῥᾴδιον τὰ καθ’ ἑκάστην ἡμέραν, τὰ μὲν εἴσω τειχῶν, τὰ δὲ ἔξω, ὥστε τοῖς οὐκέτι δυνα‐ μένοις ἀντέχειν ἀναγκαῖον γίγνεται τὸ ὑποκύπτειν, οἱ
5δ’ ὅ τι ἂν ἐθέλωσι τῶν ἐκείνων λαβεῖν, ἔλαβον. ταῦτα τοίνυν ἅπαντα τὰ βεβιασμένα τοῦ βοηθοῦντος εἰ λά‐ βοιτο, δείξει τὴν γνώμην ἀποσεισάμενα τὴν ἀνάγκην, καὶ κατηγόρους ὄψει πολλοὺς καὶ τοὺς νῦν θρασεῖς περιδεεῖς.
Or
.

26

.

13

Οἶσθα μὲν οὖν τῶν ἐν ζώνῃ γεγενημένων τοὺς κακούς, χρῆν μέντοι σε καὶ τοὺς ἀγαθοὺς εἰδέναι καὶ μὴ μόνον ἐκείνους μισεῖν, ἀλλὰ καὶ τούσδε φιλεῖν. οὐκ ἔνι δὲ αὐτοὺς ἀγνοουμένους φιλεῖσθαι. προσήκει
5τοίνυν σε καὶ πυνθάνεσθαι καὶ βούλεσθαι μανθάνειν καὶ βελτίονί τε βλέμματι τούτους ὁρᾶν καὶ λαλεῖν τούτοις ἥδιον καὶ δικαίων τιμῶν ἀξιοῦν καὶ μὴ διὰ
τὴν ἐνίων πονηρίαν πρὸς ὅλον διαβεβλῆσθαι τὸ ἔθνος.
Or
.

26

.

14

Ταὐτὸ δὲ λέγω καὶ περὶ τῶν πολιτευομένων, ὅτι τοὺς μὲν οἶσθα καὶ ἀποστρέφῃ, τοὺς δὲ οὔτε οἶσθα οὔτε τιμᾷς. εἰ δὲ τοῖς μὲν τὰ Πρόκλου θαυμάζουσιν ἔσται τὰ παρ’ ἐκείνου, τοῖς δὲ τὰ σὰ τὸ μηδὲ ἐγνῶ‐
5σθαι παρὰ σοῦ, πρῶτον μὲν ἐπίχαρτοι τοῖς τἀναντία φρονοῦσιν ἔσονται, ἔπειτα ἀμβλύτεροι τὰ σὰ σεμνύ‐ νειν. δεῖ δὲ αὐτοὺς ταῖς τιμαῖς ἐγείρεσθαι καὶ τῆς ὑπὲρ σοῦ νίκης ἐπιθυμεῖν.
Or
.

26

.

15

Τὸ δὲ φεύγειν σε πολλάκις τὰς βαρείας τρα‐ πέζας ἐπαινῶν ἀντὶ τοῦ πολλάκις ἀεί σε βουλοίμην ἂν τοῦτο ποιεῖν. καὶ γὰρ εἰ λυπήσεις οὐχ ὑπα‐ κούων, ἀλλ’ ἕξεις ἐν προϊόντι τῷ χρόνῳ τὸν μεμψά‐
5μενον ἐπαινέτην, ὅταν τὸ μὲν ἄριστον ᾖ παρελθόν, ἄνευ δὲ ὀργῆς ἐξετάζηται τὸ πρᾶγμα. καλόν σου καὶ τὸ μηδένα καλεῖν ἑστιασόμενον. χρόνον τε γὰρ οὐκ ἂν παραναλίσκοις πλείω τε οὐκ ἂν ἢ βούλοιο πίνοις χώρα τε οὐκ ἂν εἴη πονηραῖς αἰτήσεσιν.
Or
.

26

.

16

ἀλλ’ ὅπως μοι φυλάξεις διὰ τέλους τὸν νόμον καὶ μὴ δέ‐ ξαιτό σοι τῆς ἀρχῆς ὁ χρόνος τοιούτους δαιτυμόνας. ἀλλὰ μηδ’ ἀναπετάσειας δείλης πολλοῖς ποσὶ τὰς θύ‐
5ρας ἐχθροῖς τῆς Δίκης· ὡς οὐδὲν οὕτω τῇ θεῷ ταύτῃ πολέμιον. ἐκ γὰρ ὧν οὐκ ἐῶσιν ἰσχύειν τοὺς νόμους,
ἐκ τούτων κερδαίνουσιν. οὕτω δὲ μέγα τοῦτο ἄρχουσι κακόν, ὥστε κἂν μηδὲν ἐντεῦθεν βλάπτηται τὸ δίκαιον, ἀλλὰ δοκεῖ γε. σωφρονοῦντος δ’ ἂν εἴη καὶ τοῦτο
10δεδιέναι. τὰς μὲν εἰσόδους ταύτας μηδέποτε ἴδοιμεν μηδ’ αὖ τὰς ἐπὶ τοὺς δυνατοὺς τῶν ἀσθενεστέρων καταφυγάς, αἳ τοὺς μὲν ἐγύμνωσαν, τοῖς δὲ χρήματα ἤνεγκαν.
Or
.

26

.

17

Καὶ τὰ πρὸς τοὺς τοῖς ὀρχουμένοις ὑπη‐ ρετοῦντας, οἳ τοὺς ἄρχοντας αὐτοῖς ὑπηρετεῖν ἠξίουν, οὕτως ὥσπερ νῦν ἐχέτω, μᾶλλον δέ, ὥσπερ εἶχε πρὸ τοῦ τὴν πολλὴν ὕβριν δεξαμένου θεάτρου. ἐποίει δὲ
5ταῦτα ἡ ἐπὶ τὸ θέατρον ὁδός σου τῆς αὐτῆς ἡμέρας δευτέρα, πρᾶγμα οὐκ εἰωθός σοι. καὶ ἧκες μὲν εὖ ποιῶν ἄσιτος καὶ ἄποτος, ὡς μηδέτερον ἐν τῷ προσ‐ ώπῳ δείξαις τοῖς κεκληκόσι, τοὺς δὲ τὸ τούτων γέμειν συρίττειν ἀνέπειθεν.
Or
.

26

.

18

ταῖς μὲν οὖν τοιαύταις κλή‐ σεσιν ἐρρῶσθαι λέγειν, ἐν δὲ ταῖς παρουσίαις, ἃς οὐκ ἔνεστι διαφυγεῖν, τῶν μὲν δεικνυμένων μηδὲν φαίνου θαυμάζων μηδὲ ἱστὰς πρὸς αὐτὰ τοὺς ὀφθαλμούς, τὸν
5ὅμιλον δὲ μήτε ἐκφόβει μάτην μήτε θεράπευε, ἀλλ’ ἴσον ἀπεχέτω τρυφῆς τε καὶ ἀθυμίας. εἰ δὲ ἀσελγαίνοι τι, ἀπειλαῖς σωφρονιζέσθω. ὃ καὶ πρὸς τὸν Ἀλεξαν‐
δρέων δῆμον ἐκεῖνον τὸν ἕτοιμον εἰς ὀργὴν ἤδη τις ποιήσας ἴσχυσε. τῇδε δὲ παρὰ πολλῶν ἀρχόντων διε‐
10φθάρη κολακευόμενος ὠνουμένων τὰς καταγελάστους ταύτας εὐφημίας.
Or
.

26

.

19

τῶν στρατιωτῶν τινας, παρ’ ὧν ἔστιν ἀκοῦσαί τι περὶ πραγμάτων δεομένων φροντίδος, ὑφορῶ καὶ νόμιζε κακῶς τῇ γνώμῃ καὶ οὐκ ἀδόλως διακονεῖν χάριν τινὰ ταύτην τῷ πεπαυμένῳ
5φέροντας. σοὶ μὲν γὰρ οὐκ ἔχουσιν ἐγκαλεῖν οὐδ’ εἰπεῖν, ἀνθ’ ὅτου μισοῦσιν, ἐκείνῳ δὲ ἴσασιν ὀφείλοντες ἀμοιβὰς ὧν παρὰ τῶν ὑπ’ αὐτοῦ κακῶς πασχόντων ἐκέρδαινον. βούλοντ’ οὖν εἶναι περὶ ταύτας δίκαιοι καὶ τὸν ἄνθρωπον ἀντευποιεῖν ἐκ τῆς περὶ τὰ παρόντα
10βλάβης. δεῖ δή σε πάνυ δοκιμάζειν τῶν λεγομένων ἕκαστον καὶ ὥσπερ ἐν πολέμῳ λίαν ἐγρηγορέναι.
Or
.

26

.

20

Παρρησιάσομαι δὴ καὶ περὶ τῶν ἀπὸ τῶν ἐν μέσῳ τῶν κιόνων σκηνῶν, τί γὰρ ἂν ἄλλο τις εἴποι ταῦτα; συλλεγομένων χρημάτων. τουτὶ γὰρ ἥκιστα χρῆν γεγονέναι τὸ ἔργον, ἐφ’ ᾧ κακῶς μετὰ δακρύων
5ἀκούομεν ὑπὸ τῶν οὐκ ἐπὶ τούτοις αὐτὰς τὴν ἀρ‐ χὴν πεποιηκότων, ἀλλ’ ὅπως ἐντεῦθεν εἴη τι τοῖς † ἀνηλωκόσι. τούτου τοίνυν αὐτοῖς ἀπολλυμένου τί
οἴει μισθώσασθαι σοφιστήν, ὅστις αὐτοῖς τὸν τούτων αἴτιον ἐπαινέσεται;
Or
.

26

.

21

τί δ’ αὐτὰς διασώσει τὰς κα‐ λύβας, ὅταν ὁ μὲν χρόνος, ὃ δὴ πέφυκε ποιεῖν, φθείρῃ, βοηθῇ δὲ μηδείς, ἢ καὶ διασπάσας ἔχῃ ἕκαστος τάς τε σανίδας καὶ τὰ ἄλλα, τὸ δὲ ἐνοικῆσον οὐκ ᾖ;
5πόθεν οὖν ἔσται τοῦτο τὸ ἀργύριον; ἐῶ γάρ, ὡς οὐκ ἔσται τοῖς πένησιν οἴκησις τούτων μὲν ἀνῃρημένων, τοῦ δὲ τῶν οἰκημάτων μισθοῦ μείζονος ἢ κατ’ ἐκείνους ὄντος.
Or
.

26

.

22

Πρόκλου γὰρ εἶναι τοῦτο ἔργον φήσει τις. οὐ μὰ τὸν Δία καὶ τὴν Ἀθηνᾶν, ἀλλὰ τῶν εἰσπραττόντων ἡμῶν. τὸ μὲν γὰρ ἐκείνου γράμματα ἦν καὶ λόγος, τὸ δὲ νῦν καταβάλλουσι τἀργύριον.
5θαυμάζω δέ, εἴ τις οἴεται καλὸν αὐτὸ δείξειν τῷ Πρό‐ κλῳ. τῷ γὰρ ἄν τις σὲ μᾶλλον ἀποτρέψειεν ἢ τῷ ὀνόματι τούτῳ; τί γὰρ γένοιτ’ ἂν αἴσχιον ἢ τὸ τῶν Πρόκλου κακῶν Ἰκάριον κληρονομεῖν καὶ τὸν μὲν ἡγεῖσθαι, τὸν δὲ ἕπεσθαι;
Or
.

26

.

23

τὸ δὲ ἔτι δεινότερον, ὅτι κἀκείνου χείρους γινόμεθα. πῶς; Πρόκλος τῶν λειτουργούντων τοῖς πένησι πόρον τινὰ τοῦτον ἀνεῦ‐ ρεν, οὐ καλὸν μὲν οὐδὲ ἄξιον τῆς πόλεως, οὐ γὰρ
5ἴσον ἡμεῖς τε καὶ Βηρυτός, προσῆν δ’ οὖν τι σχήματος
τῷ πράγματι. νῦν δὲ ἐπὶ τὴν σκηνὴν τοῦτο τέτραπται, ὅπως ἃ κλάων ὁ χειροτέχνης τίθησιν, ἐκ τούτων εἴη τρυφᾶν ὀρχησταῖς τε καὶ μίμοις, ὑφ’ ὧν χείρους μὲν ἐλεύθεροι, χείρους δὲ οἰκέται καὶ νέοι καὶ γέροντες.
Or
.

26

.

24

πάνυ γε ἄξιον τῆς τούτων ἕνεκα ἡδονῆς ἱεροσυ‐ λεῖν καὶ μετὰ τοῦτον τὸν πόρον ζητεῖν ἕτερον καὶ πάλιν ἄλλον, ἵν’ ἃ μὲν λαμβάνουσι, μικρὰ λέγωσιν εἶναι, δεῖν δὲ τὸν ἄρχοντα σκοπεῖν, ὅπως ἕξουσι
5πλείω. δεῖν γὰρ αὐτοὺς κατέχειν δόσεσι καὶ δεδιέναι δρασμόν. εἶτ’ οὐκ εὐχόμεθα τοῦτο γενέσθαι τἀγαθὸν καὶ τὴν νῦν οὐ καθαρὰν καθαρὰν γενέσθαι πόλιν; τούτων γὰρ τῶν ὀλέθρων οὐ μεῖζον κακὸν οὐδὲ ἀν‐ δροφόνος.
Or
.

26

.

25

Τὰς τέρψεις οὖν ἀφαιρῇ τὴν πόλιν; ἐγὼ μὲν ἡδέως ἂν τὰς πονηράς, εἴπερ οἷός τ’ ἦν, νῦν δὲ κἂν πάνυ βούλωμαι, μένουσιν, εἰ καὶ μηδεὶς τοῦτο διδοίη τἀργύριον, μετενεγκόντες μὲν ἐφ’ ἑαυτοὺς πολλῶν οὐ‐
5σίας, οὐκ ὀλίγων δὲ μέλλοντες ἡγούμενοι τοὺς πλουτοῦν‐ τας οὐχ αὑτοῖς μᾶλλον ἢ ’κείνοις ἔχειν ἃ κέκτηνται.
Or
.

26

.

26

Μηδεὶς οὖν δεδιττέσθω τὸν καλὸν κἀγαθὸν Ἰκάριον ὡς κακῶς πράξοντος τοῦ θεάτρου μὴ τούτων προεθέντων τῶν χρημάτων. οὐ γὰρ τὸν παρελθόντα χρόνον οἱ μὲν ἐδραπέτευον, ἡμῖν δὲ πραγμάτων ἐπ’
5αὐτοὺς ἐδέησεν, ἀλλ’ ἔμενον ὀρφανίας τρυγῶν‐
τες οἵ τε ὀρχούμενοι οἵ τε μιμούμενοι αἵ τε μιμούμεναι.
Or
.

26

.

27

Τούτων μὲν οὖν μὴ σφόδρα φαίνου προνοού‐ μενος μηδὲ νομίζων ἀγαθὸν πόλει τηλικοῦτον κακόν, τοῦ δὲ μὴ προστεθῆναι τῷ παρέδρῳ πάρεδρον μελέτω σοι. καὶ γὰρ ᾐσθόμην τινῶν τοῦτο μηχανωμένων οὐ
5πόνων ἐπιθυμούντων, ἀλλ’ ὅπως ἐν δυνάμει τοῦ χρη‐ ματίζεσθαι γένοιντο. ἀλλ’ οἱ μὲν ἐθελόντων, σὺ δὲ τὸ πλείω ταλαιπωρεῖν τοῦ τοιαῦτα κινδυνεύειν αἱρε‐ τώτερον ἡγοῦ. τό τε γὰρ ἀσφαλὲς ἔνι, καὶ κάλλος ἀρ‐ χῆς οὐ μικρὸν ἄρχων εἰς μέσας νύκτας διὰ τῶν γραμ‐
10μάτων ἐρχόμενος κἀν τοῖς ἀπειποῦσι διακόνοις κρείττων ὢν ἢ ἀπειπεῖν. ὅσοι δὲ πολλοῖς μὲν ὀφθαλμοῖς, πολ‐ λαῖς δὲ χερσὶ ταῦτα ἀφέντες εὕροντο δι’ αὐτῶν τὸ περιπατεῖν τε καὶ πρὸς τὸ εἰσρέον λαλεῖν, ἄμεινον δὲ εἰπεῖν φλυαρεῖν, ἐξήλεγξαν ἑαυτοὺς ἐλάττους
15ὄντας τοῦ πράγματος καὶ σαφῶς τὴν τάξιν ἔλιπον μο‐ νονουχὶ βοῶντες, ὡς ὧν οὐκ ἐφικνούμεθα, ταῦτα ἐζητήσαμεν.
Or
.

26

.

28

Βούλομαι δή τι καὶ περὶ τοῦ φόβου διελθεῖν, ὃν ἔχεις περὶ τῶν ἀδίκων λημμάτων. ὅσον γὰρ αὐτὸς τούτων ἀπέχεις, τοσοῦτον ἀξιοῖς καὶ τοὺς σοὺς φίλους, εὖ ποιῶν. οἱ δὲ τοῦτο μὲν ποιοῦσιν, ὑποπτεύονται
5δὲ οὐ ποιεῖν, ἀλλ’ ἢν μνησθῇ τις συμφορᾶς ὡς δικαίας λελύσθαι, ῥῆμα πᾶν ἐν ὑποψίᾳ καὶ μισθὸς ἤδη δέδο‐ ται ἢ ὡμολόγηται. εἶθ’ οἱ μέν, ἵνα μὴ τοῦτο νομι‐
σθῶσι, σιγῶσι, μεθίσταται δὲ τῶν κακῶς ἐχόντων οὐδέν.
Or
.

26

.

29

φήσεις οὐδεπώποτε πρὸς ἐμὲ τοῦτο παθεῖν. οἶδα. ἀλλὰ καὶ πρὸς ἄλλον καὶ ἄλλον ἄξιον εἶναι τοιοῦτον· πρὸς ἅπαντας μὲν γὰρ τοὺς ὁμιλοῦντας οὔ. πολλοῖς γὰρ τὰ δικαστήρια μέταλλα. δεῖ δὲ οὐδὲ
5ἁπάντων κατεγνωκέναι κακίαν. ἔσται δέ σοι πίστις ἀζήμιος, εἰ τοῖς μὲν προσέχοις, τοὺς δὲ φυλάττοιο. δῆλοι δὲ οἱ τρόποι ταῖς δόξαις.
Or
.

26

.

30

Καὶ περὶ τῶν χθὲς πληγῶν ἐκεῖνο λέγω. πλη‐ γῶν μὲν ἦν ὁ καιρός, οὐ μὴν τοσούτων γε, ὡς τοῖς μὲν ἔδοξας τὸ Κόκκου πεποιηκέναι, τοῖς δὲ καὶ παρ‐ ελθεῖν. εἰ δ’ ᾧ κρείττους ἐσμὲν ἐκείνου, τοῦτο προη‐
5σόμεθα, τί τοῖς ἐκεῖνον ὑμνοῦσιν ἀντιθήσομεν; εἶθ’ ὁ μὲν οὐκ ὀρθῶς ἐφ’ οἷς ἐπέστη διῳκηκὼς ἐπαίετο, πο‐ νηρὸς ἴσως στρατιώτης, ὁ δ’ οὐ παντὶ σθένει μαστι‐ γοῦν δοκῶν πληγαῖς εἰς τοῦτ’ ἠναγκάζετο ταὐτὰ ποιῶν καὶ πάσχων, τύπτων ὁμοῦ καὶ τυπτόμενος. πῶς οὖν
10οὐ καὶ τέταρτος ἦν ποιῶν τοῦτο πρὸς τὸν τρίτον ὃ ’κεῖνος πρὸς τὸν δεύτερον; ἦν γὰρ δὴ καὶ τῷ τρίτῳ τὴν αὐτὴν αἰτίαν ἐπενεγκεῖν καὶ τῷ τετάρτῳ γε, καὶ οὐκ ἂν ἦν οὗ στῆναι τοῦτο ἔδει.
Or
.

26

.

31

πάντα τὰ τοι‐
αῦτά σοι φυλακτέον, Ἰκάριε, πόρρω τοῦ τῆς ὑμετέρας οἰκίας ἤθους ὄντα. πολὺ δέ, οἶμαι, βέλτιον ἐν ἐλάτ‐ τονι δοῦναι τὸν ἡμαρτηκότα τὴν δίκην ἢ σὲ
5δόξαι τῶν προσηκόντων ὑμῖν ὅρων ἐξενηνέχθαι. ὁρᾷς, ὡς ἐκεῖνο καλὸν καὶ ὑμέτερον ἀκριβῶς ἀκολουθεῖν ταῖς πληγαῖς τὴν ἄφεσιν, ἀλλὰ μὴ δεσμόν, ὃ τοῖς ἄλ‐ λοις, ὥσπερ ὑπὸ νόμου προστεταγμένον, ἐπράττετο;
Or
.

26

.

32

ἐν δὲ τούτῳ πρῶτον μὲν ἦν κακὸν ὁ τόπος· ποῦ γὰρ ἴσον οἰκία καὶ δεσμωτήριον πολλοὺς ἐν ὀλίγῳ φυλάττον; δεύτερον δὲ τὸ μὴ τῶν οἰκείων εἰς θερα‐ πείαν ἀπολαύειν· τρίτον τὸ τὴν λύσιν ὠνεῖσθαι χρη‐
5μάτων διὰ τῶν ὡς τὸν ἄρχοντα εἰσιόντων ἄνευ τῶν τῷ τῆς θύρας κυρίῳ καθ’ ἑκάστην διδομένων ἡμέραν· τέταρτον οἱ παρὰ τὸ δεδέσθαι γιγνόμενοι θάνατοι. τουτὶ γὰρ δὴ τοῖς τε ἰδιώταις ἦν σαφὲς καὶ παρὰ τῶν ἰατρῶν ἦν ἀκούειν, ὅτι, εἰ μή τις αὐτοὺς ἐπὶ ταῖς
10πληγαῖς ἔδησεν, οὐκ ἂν ἐτεθνήκεσαν. τούτοιν δὴ τοῖν δυοῖν τοῦ μὲν ἀφεκτέον σοι, πικρότερον γάρ, τὸ δὲ τηρητέον, καλὸν γάρ.
Or
.

26

.

33

Δεῖται 〈δέ〉 σου δι’ ἐμοῦ πᾶν ὅσον ἐν ὑπηρέ‐ ταις, τηρῆσαι τὸ μέχρι μέσων νυκτῶν ἡσυχίᾳ. προστιθέναι γάρ σε τῇ ἡμέρᾳ τοῦτό γε τοσοῦτον ὄν. ὑφ’ ὅτου κακῶς διακεῖσθαι λέγουσιν ἄλλος ἄλλο
5τι τοῦ σώματος καὶ μόλις ὀρθοῦσθαι καὶ μόλις ἑστά‐ ναι καὶ ὅλως ἀπειρηκέναι, μηδὲ γὰρ τὰ αὐτὰ σοὶ δύ‐ νασθαι. ταῦτ’ οὖν οἱ μὲν αἰτοῦσιν, ἐγὼ δὲ παρασχεῖν σέ φημι δεῖν καὶ μὴ θαυμάζειν, εἴ τις ἐφ’ οἷς σε ζη‐ λοῖ, ταῦτα οὐκ ἔχει μιμεῖσθαι. οὐδὲ γὰρ τὰ Ἡρα‐
10κλέους, καίτοι τίς οὐκ ἂν ἡδέως; νῦν δ’ οὐδ’ αὐτὸς ὁ Θησεύς.
Or
.

26

.

34

σοὶ μὲν οὖν ἕστηκε τὸ ὄμμα καὶ τὸ νι‐ κᾶν τὸν ὕπνον ἐστὶν ἐν συνηθείᾳ, τοῖς δ’ οὐδὲ σφό‐ δρα βουλομένοις τοῦτ’ ἔνι δυνηθῆναι. τρέπεται γὰρ αὐτοὺς μετὰ πολλὴν μάχην καὶ πόνον, καὶ τὴν Νύκτα
5ἱκετεύουσι κινῆσαι πρὸς ᾠδὴν ἀλεκτρυόνας. ἤδη δέ τις καὶ γνώμην εἶπεν ἀλεκτρυόνα κατακλείσαντας ἔν τινι τῶν ἐγγὺς οἰκημάτων εἰς ἀνάγκην αὐτὸν ᾠδῆς ἀκαίρου καθιστάναι σοὶ μὲν ἀπάτην φερούσης, τοῖς δὲ ἀπελθεῖν διδούσης. ὡς νῦν γε στερήσει τε
10λουτρῶν κάμνουσι καὶ μέσον σφίσιν οὐδὲν δείπνου τε καὶ τοῦ παρὰ σὲ δρόμου. καὶ δεινόν, εἰ διὰ τὴν σὴν περὶ ταῦτα ἀρετὴν ἀπολεῖταί τις. βέλτιον γὰρ σὲ βιασθῆναι πρὸς ὕπνον ἢ ἐκείνους πρὸς ἀγρυπνίαν.
Or
.

26

.

35

ἐκεῖνοι μὲν οὖν οὕτως ἂν μόνως περισωθεῖεν, οἱ δὲ ἐν τιμαῖς τε καὶ κέρδεσιν ὄντες μεγάλοις ἐπὶ τοῦ πρὸ σοῦ τήνδε τὴν ἀρχὴν ἐσχηκότος πονηροί τε δο‐
κούντων, εἴπερ ἦσαν πονηρῷ φίλοι, καὶ μὴ μετὰ τῶν
5τότε ὑβριζομένων διὰ τὸ μὴ δύνασθαι τὰ τότε πρατ‐ τόμενα ἐπαινεῖν ἐν τῷ τιμᾶσθαι πάλιν ἔστων. ἀγχό‐ νης γὰρ δὴ τὸ πρᾶγμα ἄξιον, εἰ ἐν ᾧ καιρῷ χρῆν αὐτοὺς γενέσθαι ταπεινούς, μενοῦσιν ἐπὶ τοῦ κακῶς αὐτοῖς πεπορισμένου φρονήματος.
Or
.

26

.

36

Νῦν μὲν ἐν τούτοις, ὦ Ἰκάριε, δείκνυμέν σοι τὸν φίλον, ἴσως δέ τις ἔσται λόγος καὶ μετὰ τοῦτον
τὸν λόγον δεικνύναι τὸν φίλον καὶ αὐτὸς βουλόμενος·
Or
.

27

t

ΚΑΤΑ ΙΚΑΡΙΟΥ Α.
Or
.

27

.

1

Ἐπαίνων ἠξιωκὼς ἃ τῆς βελτίονος ἦν μοί‐ ρας τῶν Ἰκαρίῳ πεπραγμένων, οἶμαι προσήκειν μηδὲ τὰ χείρω σιγῆσαι. τὸ γὰρ δίκαιον οὕτως ἂν κατ’ ἄμφω σώζοιτο τῶν μὲν εὐλογίας, τῶν δὲ κατηγορίας
5τετυχηκότων, καὶ ἅμα δειχθείην ἂν ἐκ τούτων ἥκιστα κολακεύων, εἴπερ καὶ ἐν οἷς ἡμάρτηκεν εἰρήσεται. ὃ τῶν ἄλλων ὅσοι συγγεγράφασιν οὐκ οἶδα ἔγωγέ τινα πεποιηκότα, ἀλλ’ ὃν ὡς χρηστὸν ἐπῄνεσαν, μένουσιν ἐπαινοῦντες, κἂν τοὐναντίον ποιεῖν παραινῇ τὰ πράγ‐
10ματα, καθάπερ τῶν ἐκείνοις ἔξω τοῦ προσήκοντος
γεγενημένων αὐτοὶ δώσοντες λόγον.
Or
.

27

.

2

Ὡς μὲν οὖν ἢ ἔλαβεν ἢ ἐμέλλησε κατὰ τῶν νό‐ μων Ἰκάριος, οὐδ’ οἱ πάνυ μισοῦντες αὐτὸν εἴποιεν ἄν, οὐδ’ ὡς κάλλει γυναικῶν ἐδούλευσεν οὐδ’ ὡς εἰς ὕπνον μακρὸν τὰς νύκτας ἀνάλωσε, νόσημα δὲ ἕτερον
5αὐτοῦ κατειλήφει τὴν ψυχήν, ὑποψία πρὸς τὰ πολλὰ τῶν καλῶς λεγομένων καὶ τὸ μήτ’ αὐτὸν εὑρί‐ σκειν τὸ δέον τῶν τε συμβουλῶν ἀποκρούεσθαι τὰς ἀρίστας διὰ τὸ νομίζειν τὸν σύμβουλον τῶν αὑτῷ τι συμφερόντων διοικούμενον ἃ λέγοι λέγειν.
Or
.

27

.

3

καὶ ταῦτα αὐτὸς πρὸς αὐτὸν ἔφην πολλάκις ἐπιτιμῶν, ὁ δ’ ἐμειδίασέ τε καὶ οὐκ ἠρνήσατο ὡς ἄν τι χρηστὸν ποιῶν. διὰ τοῦτο ὕδατι πολλῷ γεφύρας τινὸς πλεῖστα
5ἀγούσης εἰς τὴν πόλιν διακοπείσης καὶ τῶν περὶ τὴν τροφὴν ἡμῶν χεῖρον ἐχόντων ἔφασκον μὲν ἐγὼ τῆς Λητοΐου ψυχῆς δεῖσθαι τοῦτο τὸ πάθος πολλὰ δὴ τοι‐ αῦτα κατὰ τάχος ἐπηνωρθωκότος, ὁ δ’ ὕβρισέ μοι σιωπῇ τὴν συμβουλὴν οἰηθεὶς εἶναί μοι τὴν σπουδὴν οὐ τὴν
10πόλιν εὖ παθεῖν, ἀλλὰ τὸν ἄνθρωπον. εἰσῄει Θάλλος ὁ ἰατρὸς ὡς αὐτὸν τοῖς ἀπὸ τῆς τέχνης τὰ ἀπὸ τῆς
γνώμης προστιθείς. ἔκλεισεν αὐτῷ τὰς θύρας ἐλέγξας μὲν ἐπ’ οὐδενί, πείσας δὲ αὑτὸν προδίδοσθαι.
Or
.

27

.

4

περὶ τῶν ἱπποκόμων οἷς περὶ τοὺς ἁμιλλητηρίους ἵππους ὁ πόνος, διελέχθην ἀληθῆ λέγων, ὡς ὠμὰς κλοπὰς τὰς παρ’ ἑτέρων τὰς νῦν κωλύοιεν πρότερον ταῖς
5φιλανθρώποις ταῖς ἑαυτῶν. ὧν γὰρ ὑφέλοιντο, τού‐ τοις ἀπεδίδοσαν μικρόν τι παρ’ ἑκόντων λαβόντες ὅσον αὐτοῖς εἰς ἄριστον ἀρκέσαι, κλέπτης δὲ ἕτερος οὐκ ἦν φόβῳ τῷ παρὰ τούτων. ἀλλὰ νῦν, ἔφην, οἱ μὲν πέπαυνται, καὶ τὸν πεπαυκότα εἶπον καὶ ὅπως καὶ
10δι’ ὅτι, μεστὰ δὲ πάντα κακούργων οὐδὲν ἐπι‐ σταμένων μέτριον ἐπιτιθεμένων ἡλικίᾳ τῇ μάλιστα παρακρουσθῆναι ῥᾴστ. τὰ δὲ παι‐ δία τὸ δέος τὸ τῶν οἰκιῶν ἐπὶ τὸν ποταμὸν ἄγει, ὁ δὲ ἀποπνίξας ἐπὶ τὴν θάλασσαν.
Or
.

27

.

5

τοσοῦτον τοίνυν ἀγαθὸν ἀνανεούμενος τῇ πόλει ψυχρῶν ἤκουον ῥημάτων, ὅτι ἀλλ’ αἰσχρὸν κλέ‐ πτας ποιεῖν. ὁ δὲ τὸ μὲν ῥῆμα ἐφοβεῖτο, τὸ κέρ‐ δος δὲ οὐκ ἐλογίζετο, ἀλλ’ ἐτήρησε βλάβην
5τοσαύτην δεδιὼς συλλαβάς. καὶ πόσῳ βέλτιον ἦν ἀλ‐ γῆσαι μᾶλλον τοῖς θανάτοις τοῖς διὰ τὰς κλοπὰς ἢ δεῖσαι τὰς ἐγγὺς παιδιᾶς κλοπὰς ἐφ’ αἷς τις ἤδη καὶ ἐγέλασεν; εἴ σοι θεῶν τις ἔλεγε πιεζομένῳ χαλεπω‐
τάτῃ νόσῳ, ὅτι ταύτην ἑτέρᾳ αὐτὸς ἐκβαλεῖ κουφοτάτῃ
10τε καὶ δεινὸν οὐδὲν ἐχούσῃ, τῶν ἀτοπωτάτων καὶ τότ’ ἂν ἡγοῦ δέξασθαι τὴν ἐλάττω; οὕτως ἐστὶν Ἰκάριος φρόνιμος καὶ δύναται τὰ μὲν νοῶν αὐτός, τὰ δὲ ἑτέρῳ πειθόμενος εὐδαίμονα ποιεῖν τὸν ἀρχόμενον.
Or
.

27

.

6

Ἕτερον τοίνυν ἀκούσατε. τοῦ λιμοῦ τὴν πόλιν ἡμῖν πτωχῶν ἐμπεπληκότος, ὧν οἱ μὲν ἐκ τῶν ἀγρῶν ἀνέστησαν οὐκ οὔσης αὐτοῖς οὐδὲ πόας ἔν γε χειμῶνι, οἱ δὲ πόλεις τὰς αὑτῶν καταλελοίπεσαν, καὶ βοηθείας
5αὐτοῖς τινος ἐκ τοῦ δικαστηρίου παρὰ τῆς Εὐμολπίου φιλανθρωπίας εὑρημένης παρακαλούμενος ὑπ’ ἐμοῦ πρὸς τὰ αὐτὰ δεινὸν εἶναι λέγοντος, εἰ τῆς ἐλάττονος ἀρχῆς ἡ μείζων ἐν τοιούτῳ καιρῷ φανεῖται χείρων, τοιαῦτα ἀκούων τὴν θαυμαστὴν ἐκείνην ἀπόκρισιν
10ἐποιήσατο ὁ γενναῖος ποιητής· μισεῖσθαι γὰρ ὑπὸ τῶν θεῶν ἅπαντας ἔφη τοὺς τοιούτους.
Or
.

27

.

7

οὐκοῦν φι‐ λεῖσθαι φήσεις ὑπὸ τῶν θεῶν τοὺς πλουτοῦντας ἅπαν‐ τας; ἐν δέ γε τούτοις εἰσὶν οἵ τε καταποντισταὶ καὶ οἱ κατὰ γῆν ἐκείνοις ἐοικότες οἳ ὧν ἂν ἀποσφάξωσι
5τὰ χρήματα ἔχουσι. καὶ ὅλως τοὺς ἀδικωτέρους εὑρή‐ σομεν εὐπορωτέρους. οὐδὲν οὖν ἕτερον λέγεις ἢ ὅτι φιλοῦσι τοὺς πονηροτέρους οἱ θεοὶ καὶ πένης
ἅπας ἢ καὶ κατ’ ἄλλο τι δυστυχῶν ἐχθρὸς ἐκείνοις. σκόπει τοίνυν, ποῦ τὸν πατέρα τίθης, ὅταν τοιαῦτα
10φιλοσοφῇς, καὶ πρὸ τοῦ πατρὸς πολλοὺς ὀνομαστοὺς ἀπ’ ἄλλων τε ἀρετῶν καὶ φιλοσοφίας, εἰ μὴ καὶ Σω‐ κράτη τὸν ἀποθανόντα κωνείῳ μεμισῆσθαι παρὰ τῶν θεῶν λέγοις.
Or
.

27

.

8

καὶ μὴν ὅτι μὲν αἱ πόλεις εἰς τὸν ἀριθμὸν ἐζημίωνται τῶν σωμάτων διὰ τὸν λιμόν τε καὶ λοιμόν, παντί που δῆλον, εἰ δ’ ἀπόλλυνται μίσει θεῶν, ἐπιχαίροις ἂν αὐτοῖς εἰκότως. χαίρειν οὖν ὁμο‐
5λογεῖς ἐν τῇ ζημίᾳ τῶν πόλεων;
Or
.

27

.

9

Οὐκ οἶδα δέ, ὅ τι ποιῶν ἄνθρωπος χρηστὸς ἂν παρὰ σοὶ νομισθείη, εἰ τὰς μὲν διαβολὰς ἡγήσῃ πι‐ στάς, τοὺς δὲ ἐπαίνους ὑποπτεύσεις. πρὸς τί δὴ βλέ‐ πων τοῦτο λέγω; παῖδα τοῦτον Εὐπλόϊος καλεῖ καὶ
5πατέρα οὗτος ἐκεῖνον. ἧκεν Εὐπλοΐου ποτὲ γράμματα βουλόμενα τιμῶν Χαρίδημον πάνυ τυγχάνειν καὶ ἐν οἷς ἔξεστιν, εἶναί τι πλέον αὐτῷ. ταῦτα οὗτος λαβὼν τὰ γράμματα καὶ τῶν πρότερον γενομένων ἀφεῖλεν, ὥστε μᾶλλον ἢ πρόσθεν αὐτὸν ἠγνόει νομίζων ἠδικῆ‐
10σθαι τοῖς γράμμασιν. ᾤετο γὰρ παρὰ τοῦδε ἥκειν ἐκεῖνα καὶ οὐ τοῦ πέμψαντος εἶναι μᾶλλον ἢ τοῦ πέμψαι πείσαντος.
Or
.

27

.

10

ἐγὼ τοίνυν οὐκ ἐπέστελλον μέν, παρὼν δὲ ἔλεγον εἰσκαλεῖν Ἀντίοχον εἰς τὴν αὐ‐ λήν, ἄνδρα ἃ φρονοίη λέγοντα κολακεύσαντα οὐδένα, λέγειν ἐπιστάμενον, ὁ δὲ ἐμοῦ καὶ ταῦτα καὶ πολλὰ
5ἕτερα λέγοντος καὶ οὐδὲν ψευδομένου καθάπερ εὐθὺς ἀποθανούμενος, εἰ παρακύψειε μόνον, πᾶν ἔφη πρό‐ τερον ὑπομενεῖν ἢ τοῦτο. καίτοι εἰ μὲν ὃ πεποίηκας ἐπ’ Ἀντιόχου, καλόν, κοινὸν ἔδει τοῦτ’ εἶναι· εἰ δὲ τοὐναντίον, πῶς οὐκ εἰσελθὼν ἐκάθητο πολὺ βελτίων
10ὢν τὸν τρόπον τῶν ἐν στρατηγίαις γεγενημένων καὶ χείρων ἡμῶν οὐδὲν τῶν ἐν τῷ διδάσκειν τοὺς νέους;
Or
.

27

.

11

ἀλλ’ οἶμαι τὰ μὲν παρ’ ἐμοῦ καὶ τοῦ ἰατροῦ δεινῶς ὕποπτα, τὰ δὲ τῶν διακόνων ἀνύποπτα, κἂν ὁ στρα‐ τιώτης εἴπῃ τι, τὸ ἔργον προστίθης. διὰ τοῦτ’ ἀρτο‐ πόποι καθ’ ἑκάστην ἡμέραν ἐν πληγαῖς. ὁ γὰρ οὐ
5θεραπεύσας πολλοῖς χρήμασι Φερένικον περὶ τὸν σταθ‐ μὸν ἀδικεῖ, καὶ τὸ συμβὰν ἐφ’ ἑνὸς ἄρτου, πολλὰ δ’ ἂν τοῦτο ποιήσειεν, ἐφ’ ἅπαντας τέταται, καὶ νικᾶν δεῖ τοῦ Φερενίκου τὸ ῥῆμα. οἱ δὲ ἐμὲ τὸν πεπεικότα αὐτοὺς κατελθεῖν ἀπὸ τῶν ὀρῶν ἐν αἰτίαις ἔχουσιν.
Or
.

27

.

12

Εἰμὶ δὲ καὶ παρὰ τοῖς πολιτευομένοις ἐν
μέμψεσιν ἑνὸς ἐπὶ τῆς λαμπροτάτης νουμηνίας φιλη‐ θέντος τοῦ νόμου πᾶσι τοῦτο διδόντος. σὺ δὲ ἀγανα‐ κτεῖς μὲν ὡς μισούμενος, ἐξ ὧν δ’ ἂν τοῦτο γίγνοιτο,
5ποιεῖς. τὸ γὰρ ἕνα ἀνθ’ ἁπάντων τοῦτ’ ἐδύνατο. ὁ μὲν γὰρ οὐκ εἶχε χάριν τοῦ εἰωθότος τυχών, οἱ δὲ ἠγανάκτουν 〈τῶν〉 ὀφειλομένων στερόμενοι.
Or
.

27

.

13

καὶ τί δεῖ περὶ τὰ ἐλάττω διατρίβειν ἔχοντα πληγὰς εἰπεῖν πολιτευομένου πόνον ἰατροῖς παρασχούσας, ὥστ’ αὐτοὺς μηδ’ ὅτι βιώσοιτο τὰ πρῶτα δύνασθαι λέγειν; ἀνὴρ
5γάρ τις διὰ τὰ τῶν ἁρμάτων 〈ὢν〉 ἐν πενίᾳ καὶ λελει‐ τουργηκὼς πρότερον καὶ λειτουργῶν ἐπαίετο τὸ μετάφρενον κωλυόντων μὲν παλαιῶν νόμων, κωλύοντος δὲ τοῦ νῦν τεθέντος, δίκην οὐχ ὧν αὐτὸς ἠδίκει δι‐ δούς, ἀλλ’ ὧν τινες λούμενοι Κόκκου τοὔνομα ἐν εὐ‐
10φημίαις εἶχον. πῶς οὖν οὐκ ἄδικον τῆς μὲν ὀργῆς ἐκείνους αἰτίους εἶναι, τῶν δ’ ἀπὸ ταύτης Ἑρμείαν ἀπολαῦσαι; καίτοι τοῦτό γε οὐδὲ Κόκκῳ τῷ πλεῖστα τετολμηκότι τετολμημένον ἴσμεν, ἀλλ’ εἰ καὶ τὰ ἄλλα ἐμαίνετο, τοῦτό γε ἐσωφρόνει καὶ πληγαῖς τὴν βουλὴν
15οὐχ ὕβριζε.
Or
.

27

.

14

Βούλει σοι καὶ τὴν καλὴν φυλακὴν εἴπω, τοὺς
ἐν ταῖς πύλαις στρατιώτας, οἷς τὸ μὲν πρόσχημα κω‐ λύειν πλὴν δυοῖν ἄρτοιν ἐξαγαγεῖν τὸν γεωργόν, τὸ δ’ ἔργον πωλεῖν τὴν ἐξαγωγὴν τοῖς γεωργοῖς; παρ’ ὧν
5μὲν γὰρ οὐκ ἐλάμβανον, οὐδ’ ὅσον ἐξῆν ἐξαγαγεῖν ἐπέτρεπον, τοῖς δὲ διδοῦσιν ἐξῆν ὁπόσον ἐθέλοιεν. ἀμελήσαντες γὰρ ὧν ἔδει πράττειν, ᾧ τὰ αὑτῶν αὐξή‐ σουσιν ἐποίουν. σὺ δ’ εἴτ’ εἰδὼς ταῦτα οὐκ ἠγανά‐ κτεις εἴτ’ ἠγνόεις, ἠδίκεις· τὸ μὲν γὰρ ἀμελείας, τὸ δὲ
10προδοσίας.
Or
.

27

.

15

Τίς δ’ ἂν αὐτῷ λόγος εἴη καὶ περὶ τῶν κακῶν ἃ κοινὰ τῶν τε ἐν τῇ πόλει τῶν τε ἐν τοῖς ἀγροῖς ἐστι; λέγω τὰ περὶ τὸν χοῦν ὃν ἐκφέρειν ἀλλοτρίοις ἔδωκεν ὄνοις δέον οἰκείοις ἀναγκάζειν. ὡς μὲν οὖν
5βαρὺ τὸ πρᾶγμα, δηλοῖ τὰ δάκρυα τῶν ἐπὶ τοῦτο ἑλ‐ κομένων, ὡς δ’ οὐ δίκαιον, αὐτὸς τῷ κωλύσαι μαρτυρεῖ. ἄρτι γὰρ ἥκων ἡμῖν καὶ πολὺ τοῦτο εὑρὼν ἔπαυσεν εὐθὺς τὰ τοιαῦτα φορτία τὰ μέγιστα τούτῳ τὴν ἀγορὰν ὠφελῶν.
Or
.

27

.

16

ὁ δὲ δεινόν τε τὸ πρᾶγμα ἡγούμενος καὶ τῇ πόλει βλαβερὸν καὶ φάσκων ὑπὲρ τῶν τὰ τοιαῦτα κεχαρισμένων αἰσχύνεσθαι καὶ μηδ’ ἄρχοντας καλεῖσθαι δεῖν εἰπὼν αὐτὸς ἦν ὁ ταῦτα χα‐
5ριζόμενος. καὶ εἰ μὲν θέρους, ἴσος ἂν ἦν ἐκείνοις, εἰ
δὲ καὶ χειμῶνος, ἀδικώτερος πηλοῦ τοῦ χοῦ τοῦ μὲν εὐθὺς ὄντος, τοῦ δὲ καὶ φερομένου γιγνομένου τῶν ὄμβρων τοῦτο ποιούντων. ὅταν οὖν ὁ αὐτὸς τὸ αὐτὸ εἴργῃ τε μὴ ποιεῖν καὶ διδῷ ποιεῖν, οὐκ αὐτὸς αὑτοῦ
10κατέγνωκε πονηρὰ κεχαρίσθαι;
Or
.

27

.

17

Βλέψον δέ, εἰ βούλει, καὶ πρὸς ἑτέραν μετα‐ βολήν, καθ’ ἣν ὁ τά τε ἄριστα καὶ τὸ πίνειν φεύγων οὗτος, ἐν ᾧ καὶ τοὺς δυνατωτάτους λυπεῖν ἔδει, παν‐ ταχοῖ καλούμενος ἧκεν οὐκ ἐξετάζων, τίς αὐτόν ἐστιν
5ὁ καλῶν, ἀλλὰ πᾶς ἄξιος ἦν, ὅστις ἔχοι μνησθῆναι τάξεως. ὥσθ’ οἱ τοῦτ’ ἐγκαλοῦντες ἑτέροις οὐκέθ’ ὁμοίως εἶχον.
Or
.

27

.

18

Καλὴ μὲν οὖν οὐδὲ αὕτη γε ἡ χάρις, πολλῷ δὲ ἣν ἐρῶ φαυλοτέρα. ποῦ γὰρ νῦν ὁ φαλακρὸς τέ‐ τακται; ἐν τοῖς ὑπὸ σέ. ποῦ δ’ αὐτὸν ὁ νόμος ἔταττεν; ἐν τοῖς ὑπὸ τὸν Εὐμόλπιον, δίκαια ποιῶν ὁ νόμος
5ἐπανάγων τὸν ἀποδράντα. πῶς οὖν τοῦτο ἐγένετο; τῷ νόμῳ μὲν πειθόμενος ἀποδεδώκεις 〈ἂν〉 αὐτόν, δεομένων δὲ αὐτὸν ἐν ᾧπερ ἦν ἐᾶν ὧν οἶσθα δίδως τὴν χάριν ὁ ὑπὲρ τῶν νόμων ἥκων καὶ οὐκ ἂν ἀνασχόμενος τοι‐
ούτων λόγων. γενόμενος δὲ ἐκεῖνος ταῖς ἐπαγγελίαις
10θρασὺς ἵστησί τέ σε βοήσας καὶ κατηγορεῖ τῶν ἐγνω‐ σμένων καὶ δοκεῖ δίκαια λέγειν καὶ αἱρεῖ σε παρὰ σοὶ κριτῇ καὶ τῶν φόβων ἀπηλλαγμένος οὓς ἐφοβεῖτο, φοβῶν ἑτέρους διὰ τῆς πόλεως ἔρχεται, οἱ δὲ ταῦτα αὐτῷ καταπράξαντες φαιδροὶ φαιδρὸν ὁρῶσιν.
Or
.

27

.

19

Οἶμαι τοίνυν τοὺς αὐτοὺς ἀνθρώπους ἀφ’ ὁμοίων λόγων καὶ τὰ περὶ τἀργύριον τὸ μικρὸν δεδυ‐ νῆσθαι, ὃ ἐθηράθη μὲν ὑπὸ τοῦ βελτίστου Κλεινίου κείμενον περὶ τὸν λιμένα πλοῦν ἀναμένον τὸν
5ἐπὶ Καρχηδόνος, ἐποίει δὲ ἀσθενεστέραν ἡμῖν τὴν πόλιν, ἐποίησε δ’ ἂν ἰσχυροτέραν ἀποδοθέν τε καὶ ἀναβάν. ἀεὶ μὲν οὖν τὴν ἐπιοῦσαν ἡμέραν τοῦτο ἕξειν ἐνομίζομεν, τἀργύριον δὲ ἡ πόλις οὐδὲ νῦν κε‐ κόμισται.
Or
.

27

.

20

τὰ δὲ ἐντεῦθεν κέρδη τοῦ φάσκοντος μὲν Σελευκείᾳ βοηθεῖν, ἃ δ’ οἶδεν ὀνήσοντα Καρχη‐ δονίους ποιοῦντος τί οἴει ταῦτα Ἀντιοχέας ἀγνοεῖν ἢ μὴ χαλεπαίνειν εἰδότας ἢ δεῖσθαι μάντεων εἰς τὸ μα‐
5θεῖν τοὺς ταύτην εἰληφότας τὴν χάριν, ἣ σοὶ μὲν ψόγον ἐνήνοχεν, οὐ γὰρ ἄλλο γε οὐδέν, δεῖ γὰρ τἀ‐ ληθῆ λέγειν, ἐκείνοις δὲ καὶ λῆμμα πρὸς ὃ πάντα κεχηνότες τὸν χρόνον οὐ δεδοίκασι;
Or
.

27

.

21

σὺ δ’ ἄμεινον ἐβουλεύου τὰς πρώτας τῶν ἡμερῶν, ὅτ’ ἀπήλαυνες μὲν τὸν τοῦ παρέδρου πατέρα, ἐβουλεύου δὲ ὅπως αὐτὸν ἐκβάλῃς τὸν πάρεδρον ὡς πλειόνων ἢ προσῆκε γραμ‐
5μάτων εἰσιόντων τε καὶ ἐξιόντων τῶν μὲν παρ’ ἐκεί‐ νου, τῶν δὲ παρὰ τούτου, καὶ ἦν σοι κλέος ἔκ τε ὧν ἐποίεις ἔκ τε ὧν διενοοῦ. ἔπειτα ὀστράκου, φασί, μεταπεσόντος ἀμφότεροι φίλτατοι. καὶ ἀνέῳκτο μὲν ἅπασιν ἡ θύρα γράμμασιν, ἀνέῳκτο δὲ τῷ πατρί. ἐδό‐
10κεις δὲ τοῖς ἀνθρώποις εὑρηκέναι μὲν ὃ χρῆν ποιεῖν, οὐ τολμῆσαι δὲ διὰ δή τινα φόβον.
Or
.

27

.

22

τοιγαροῦν ἐνέπλησας μὲν ἀνθρώπων τὸν στενωπὸν τοῦ πατρὸς τὸν ἔρημον, ὃν δὲ τὸ κηπίον ἔτρεφε λαχάνοις μόνοις, τούτῳ πανταχόθεν τὸ τρυφᾶν. τῶν δώρων δὲ τὰ μὲν
5ἀμοιβὴν ἔχει, τὰ δὲ παράκλησιν. οἱ γείτονες δὲ ὁρῶν‐ τες θαυμάζουσιν. ὁ δὲ πωλεῖ τὰς εἰς Φοινίκην ἐπιστολάς, κἄν τις τῆς σῆς ἀρχῆς δέηται, θεραπεύσας ἐκεῖνον θαρρεῖ περὶ τοῦ τέλους.
Or
.

27

.

23

οὗτος καὶ τὸ καινὸν δὴ τοῦτ’ ἔδειξε. Κάλλιππον δοκοῦντα ἄρχοντι νοῦν τε ἔχειν καὶ νήφειν καὶ δύνασθαί τι τῶν τῆς πόλεως ἐπανορθοῦν τὸν ὑπὸ τῆς ὑπωρείας πίνοντα
5ἕωθεν πολλῶν ὁρώντων, ἔπειτα ὀρχούμενον, ἔπειτα πίνοντα, πάλιν δὲ ὀρχούμενον, τὸν εἰ πόρνας διαλ‐ λάξειε μαχομένας μέγα ποιούμενον, οὗτός ἐστιν ὁ πεί‐ σας, οὗτος ὁ ἐξαπατήσας.
Or
.

27

.

24

σὺ δὲ ἀκούσας, ὡς ἀγαθὸς ἐκεῖνος, εὐθὺς ἐπίστευσας ὑπερβὰς βάσανον δεινὴν ἀνδρὸς ἐπιδεῖξαι φύσιν. τίνα ταύτην; τὴν περὶ τὰ αὑτοῦ πρόνοιαν. καὶ οὐκ ἠρώτησας παρ’ ὧν ἂν
5τἀληθὲς ἔμαθες· ὁ δὲ ἄνθρωπος οὗτος, εἰ καὶ μὴ προσέθηκε τοῖς πατρῴοις χρήμασιν, αὐτά γε ἐκεῖνα διέσωσεν; ἤκουσας ἂν πάντα πεπραμένα, πάντα ἀνηλωμένα, πάντα δι’ αἰδοίων τε καὶ γαστρὸς οἰχόμενα. μὴ γὰρ δὴ τῶν ὡς κατελειτούργησε τὴν
10οὐσίαν λεγόντων ἀνέχου. οὗτος γάρ ἐστιν ὁ καὶ τῇ τοῦ βασιλέως φιλανθρωπίᾳ κακῶς χρησάμενος ἐπὶ τῆς αὐτῆς ἡμέρας κομισάμενός τε καὶ ἀποδόμενος τοὺς ἀγροὺς καὶ μικροῦ τὴν τιμὴν ἅπασαν αὐτοῦ καταφαγών. ἢ καὶ τότε ἐλειτούργει τῇ πόλει; καὶ τὴν Λαΐδα
15ἀντὶ τοῦ Διὸς λογιεῖσθε;
Or
.

27

.

25

τὸν οὖν αὑτὸν γυμνώ‐ σαντα ὧν παρειλήφει καὶ πολλὰ μὲν δεδανεισμένον, μικρὰ δὲ ἀποδεδωκότα, τῶν δ’ ἀγοραίων πολλοῖς αἴτιον θανάτου γενόμενον τὰς τιμὰς ὧν ἤσθιε δώσειν μὲν
5αὐτοῖς ὑπισχνούμενον, δόντα δὲ οὐδέποτε, ὃ δὴ καὶ τελευτῆς ἐπιθυμῆσαι τοὺς ἀνθρώπους κατηνάγκασε, τοῦτον οὖν κύριον ποιεῖς τοσούτων ἐθνῶν καὶ οὐ
δέδοικας μὴ τοῦτο πύθηται βασιλεύς, ὅτι ἐπὶ Καλ‐ λίππῳ τὰ τῶν ὠνίων γεγένηται σοῦ ταῦτα ψηφισα‐
10μένου;
Or
.

27

.

26

σὺ μὲν οὖν ἀνεπείσθης ἀγαθὸν εἶναι τὸν κακόν, ἃ δ’ εἶπον ξένοι τινὲς πρῴην ἥκοντες, δεῖ σε μαθεῖν. λεγομένων γὰρ παρ’ ἐμοῦ περὶ σοῦ λόγων βελτιόνων, ὅπερ εἰώθειν ποιεῖν, ἀλλ’ ἡμεῖς, ἔφασαν,
5ἐσμὲν δὲ ἀστυγείτονες, σὲ μὲν αἰδούμεθα, τοὺς ἐπαίνους δέ σοι τούτους ἐξαλείφει Κάλλιππος. οὐ γὰρ ἂν κακὸς ὢν ἤρεσκεν ἀγαθ, εἴπερ ἦν ἀγαθὸς Ἰκάριος. ὡς δὲ ἐκεῖνος κακός, ἔδειξαν αἵ τε καθ’ ἡμέραν πληγαὶ καὶ τὸ πλῆθος τούτων
10καὶ τὸ μέγεθος καὶ τὸ διὰ πάντων.
Or
.

27

.

27

καίτοι μέ‐ ρος γε παρὰ σοῦ τὸ τῶν ἀρτοπόπων παρειλήφει, ὁ δ’ αὑτῷ τὰ ἄλλα ἐδεδώκει καὶ πάντων ἧπτο καὶ πάντας ἀπώλλυ πλήττων ἄνευ νοῦ καὶ ὧν οὐδεπώποτε εὐθύναι
5γεγόνασι, ταῦτα ἄγων εἰς λόγον καὶ τὰ μὴ δυνατὰ κε‐ λεύων ἐν γράμμασι τοὺς καπήλους ἐλάττονος ἕκαστον ἢ ἦσάν γε ἐωνημένοι πωλεῖν, ὃ μανίαν ἄμεινον ἢ μωρίαν προσειπεῖν. καίτοι εἴ τις αὐτὸν ἔροιτο· τοῦ χάριν τὸν ἄλλον χρόνον οἴκοι κρυπτόμενος νῦν ἀξιοῖς
10ἀστράπτειν, ὁπότ’ εἰ καὶ πρότερον τοῦτ’ ἔδρας, ἦν σοι καιρὸς πεπαῦσθαι; τί ἂν ἀποκρίναιτο ἢ
ὅτι τότε μὲν τὸν πιστεύσοντα οὐκ εἶχε, νῦν δὲ εὗρε.
Or
.

27

.

28

τίνι οὖν οἴει καταρᾶσθαι τοὺς ἀδικουμένους; ἐγὼ μὲν οὐκ ἂν εἴποιμι, δῆλον δέ ἐστιν ἅπασι. καὶ γὰρ οὐδὲ εἷς ἐστιν ὁ Κάλλιππος οὗτος, ἀλλὰ καὶ τῶν οἰ‐ κετῶν ἕκαστος, πολλοὶ δὲ οὗτοι. καὶ οὗτοι τοίνυν
5Κάλλιπποι οἱ τοὺς παριόντας καλοῦντές τε ἐπὶ τὰ πωλούμενα καὶ κελεύοντες ἁρπάζειν, ἐξεῖναι γάρ, ὁ δὲ πωλῶν ἕστηκεν ἐκπεπληγμένος τὼ χεῖρε συμπλέξας σιγῇ θρηνῶν, ὡς μὴ πάθοι τι δεινότερον.
Or
.

27

.

29

καὶ τὰ πλείω τῆς τραγῳδίας ταύτης, τοῦ τήν τε θυγατέρα ἔχοντος αὐτοῦ καὶ συνόντος καὶ συνημμένου πάντα ἐστὶ κακουργήματα ἐνδεικνυμένου τοῖς ἀδικουμένοις,
5ὅτι καὶ αὐτῷ τι δοτέον. οἱ δὲ διδόασιν ἀμφο‐ τέροις. ἢ πόθεν οἴει τὸν ἄπορον Κάλλιππον ἑστιάτορα εἶναι λαμπρὸν πειρώμενον οὐδὲν ὄντα ἀποφῆναι τὸν Ῥωμαῖον ἐκεῖνον ἀπ’ αὐτῶν τῶν φασιανῶν ἀρξάμενον;
Or
.

27

.

30

Πάντα ταῦτα, Ἰκάριε, κλοπαὶ ἢ εἰ βούλει γε, μισθὸς παρὰ μὲν οὔπω πληγέντων τούτου, παρὰ δὲ τῶν τοῦτο παθόντων τοῦ μὴ χαλεπώτερα. σὲ δὲ τού‐ των οὐδὲν εἰς ὀργὴν ἄγει διὰ τοὺς ἐπᾴδοντας, οἳ με‐
5γάλοι μὲν ἦσαν ἐπὶ τῆς ἀρχῆς Κόκκου, μεγάλοι δὲ
νῦν οὐ ταῦτα ἡμῶν ἐλπισάντων, ἀλλὰ μικροὺς μὲν τοὺς τότε μεγάλους, ἐν τιμαῖς δὲ ἔσεσθαι τοὺς τότε ὑβριζομένους. σὺ δὲ ἑκατέροις τὰ πρόσθεν ἐφύλαξας, τοῖς μὲν τὸ δύνασθαι, τοῖς δὲ ἃ τότε εἶχον, καὶ τοὺς
10μὲν λογισμοῖς ἐφίστης λημμάτων παρέχων ἀφορμάς, οἱ δὲ οὐ δυνηθέντες ἐπαινέσαι Κόκκον, κἂν τὰ ἄριστα λέγωσιν, ἐκβαλλόμενον αὑτοῖς ὁρῶσιν ὑπὸ τοῦ σοῦ προσώπου τὸν λόγον.
Or
.

27

.

31

καὶ ταῦτα ἆθλον Εὐ‐ ρυβάτῳ τῷ πολιτευομένῳ τῶν πόνων οὓς περὶ τὰ γράμματα τἀν τοῖς τοίχοις ἤνεγκε τὰ μὲν ἀναιρῶν, τὰ δὲ ἀντεγγράφων οὐ πάνυ βουλομένων τῶν ταῦτα κε‐
5λευομένων οὐδ’ οὐκ ὄντων ἐν τούτοις τινῶν φόβων τῷ καταναγκάζοντι. τὸ δὲ ἔτι μεῖζον, οὓς ὀφείλειν ᾤου σοι δίκην ὧν ἑτέρῳ χαριζόμενοι τοῖς σοῖς ἐπε‐ βούλευον, τούτους ἐποίησας κυρίους εὐθυνῶν πλου‐ τίσαι δυναμένων. πῶς ταῦτα οὐκ ἀποπληξίας, ὅταν
10ὁ μὲν κολασθῆναι δίκαιος εὖ πάσχῃ, κακῶς δὲ ᾧ χάρις ὠφείλετο;
Or
.

27

.

32

ποῦ δὲ ἐκεῖνο καλὸν παρὰ μὲν Ἁρμοδίου τοῦ συνδίκου τῆς πόλεως ὑπὲρ τῆς πόλεως γίγνεσθαι
λόγους, ἀκούειν δὲ αὐτὸν μηδέν, ἀλλὰ δοκεῖν ἐκεῖνον φλυαρεῖν; τὸ δὲ μηδὲ τὸν καλοῦντά σε δῆμον ἐπὶ τὰς
5θεωρίας ἀκούειν ὡς ἥξεις, καὶ ταῦτα ἥξοντα οὐ καλόν. παρὰ τίνος ἔμαθες, ὅτι σιγὴ συμφέρον ἀρχῇ, κἂν φω‐ νὴν ἀπαιτῇ τὰ πράγματα; ἐγὼ μὲν γὰρ τὸ πέρα τοῦ μετρίου φεύγειν οἶμαι δεῖν ἐφ’ ἑκατέρου. σὺ δὲ στήσας τοὺς ὀφθαλμοὺς δόξαν μὲν παρίστης λόγου,
10λέγεις δὲ οὐδ’ ὁτιοῦν. ὁ δ’ εἰρηκώς τι πρὸς σὲ μάτην εἰπὼν ὅπερ εἶπεν, ἀπῆλθεν.
Or
.

27

.

33

Ἀλλὰ τοὺς λόγους ταῖς τιμαῖς ὠφέληκας. αἱ τιμαὶ δὲ τὸ πᾶσι τὰ ὦτα τοῖς βουλομένοις παρα‐ σχεῖν. καὶ τίς αὕτη τιμὴ τὸ τῶν ἴσων τοὺς οὐκ ἴσους τυγχάνειν; ὁ γὰρ τῶν αὐτῶν τούς τε χείρους τούς τε
5βελτίους ἠξιωκὼς ταῖς οὐ δικαίαις τιμαῖς τὰς δικαίας ἔβλαψεν. οὐ γὰρ ἔτ’ ἐστὶ τηλικοῦτον τὸ προσηκόντως δοθέν, ἡλίκον ἂν ἦν, εἰ ἐν τοῖς ἀξίοις ἵστατο.
Or
.

27

.

34

ποι‐ ήσομεν γὰρ τῷδε τῷ λόγῳ κοινὸν μὲν ἐν Πίσῃ τὸν στέφανον τῶν τε νενικηκότων καὶ τῶν ἡττημένων, κοινὰ δὲ ἐπὶ τροπαίοις τὰ γέρα τῶν τε ἠριστευκότων
5τῶν τε οὐδὲν τοὺς πολεμίους λελυπηκότων. ποία τοίνυν ἡδονὴ τοῖς εἰκότως τὰς ἀμοιβὰς λαβοῦσι μετὰ τῶν οὐκ εἰκότως τοῖς αὐτοῖς κεκοσμημένων; πάνυ γε οὗτοι τοῦ ταλαιπωρεῖν ἐπιθυμήσουσιν ἐπὶ τοιούτῳ
καρπῷ. οὐκοῦν χείρων μὲν ἐντεῦθεν ὁ ἀθλητής, χεί‐
10ρων δὲ ὁ στρατιώτης φεύγοντες τὴν οὐδὲν πλέον αὐ‐ τοῖς φέρουσαν ταλαιπωρίαν.
Or
.

27

.

35

Πῶς οὖν αὐτὸς ἡμῖν τῇ περὶ τὰς ἀκροάσεις ταύτας ἀκολασίᾳ τὸ χρῆμα τῶν λόγων ηὔξηκεν; ἐγὼ μὲν γὰρ αὐτοὺς εἰς ταπεινὸν ἡγοῦμαι κατενηνέχθαι παντὸς τοῦ βουλομένου τοῖς αὑτοῦ λήροις ἡμέραν
5εὑρισκομένου, σὺ δὲ φιληκοΐαν τοῦτο καλεῖς καὶ σπου‐ δὴν περὶ λόγους καί μοι φαίνῃ μετὰ τὴν τοῦ Ἀπόλ‐ λωνος κιθάραν ἐλθὼν ἐπὶ τὰς τουτωνὶ τῶν ἐν τοῖς καπηλείοις προσαιτούντων ἀξιῶσαι ἂν καλεῖσθαι φιλό‐ μουσος.
Or
.

27

.

36

εἶτ’ οὐχ ὁρᾷς, ὡς εἰ τοῦτο καλόν σοι, καλὸν καὶ σκυτοτόμου σε καὶ χαλκέως ἐπὶ δεῖπνον καλοῦντος ὑπακούειν καὶ ἐλθόντα κατακείμενον δει‐ πνεῖν καὶ εἶναι τὸν αὐτὸν ἐφ’ ἁπάσης τραπέζης; ἢ τὸ
5μὲν φευξόμεθα διὰ τὴν τῶν καλούντων τύχην, τὴν δὲ τούτων ἀηδίαν ἀγαπήσομεν; οὐκ οἶσθα τὸν ἐφ’ ἑκάστῳ τῶν εἰρηκότων γενόμενον γέλωτα, εἰ οἱ μὲν ὄντες τοιοῦτοι πρὸς ἐπιδείξεις ἧκον, σὺ δ’ ὑπε‐ τίθεις σαυτὸν τοῖς τοιαῦτα φέρουσιν, ὧν ἀπελθών, ὡς
10ἀκούω, καὶ αὐτὸς κατεγέλας; καίτοι πολλῷ βέλτιον ἀπωθεῖν ἐνοχλοῦντας ἢ τοῖς εἰρημένοις ὑβρισμένον εἶτα τῶν λόγων κατηγορεῖν.
Or
.

27

.

37

Ἔτι τοίνυν τῶν μὲν ἤκουσας, τῶν δὲ οὐκ ἠξί‐ ωσας ὄντων οὐδὲν ἐκείνων φαυλοτέρων, ὥστε σοι καὶ
τὸ τῆς ἀνωμαλίας ὄνειδος προσγενέσθαι. πῶς οὖν τοῦτο συνέβη; σὺ μὲν αὖθις ἂν ἐκαθέζου, τὸ δὲ μὴ
5τούτους εἰπεῖν τοῖς εἰποῦσιν ἔδοσαν ὧν ἀκολουθεῖς τοῖς νεύμασιν. ἐφ’ ᾧ δ’ ἂν καὶ συγκαλύψαιτό τις, εἴπερ εὔνους εἴη σοι, πᾶν γὰρ τὸ δειχθὲν εὐθὺς ἦν ἐν αἰτήσει, καὶ ὅσον ἐγελάσθη, καὶ πολλοὶ πόδες ἐπὶ τὸν ἄρτι πεπαυμένον οὐκ ἐῶντες ἀναπνεῖν, εἰσπράτ‐
10τοντες, ἄγχοντες, ὡς οὐδ’ ἀριστᾶν ἀνεξομένου σου πρὶν λαβεῖν. οὕτως οὓς εὗρες ἐν δόξῃ τῆς οὔσης αὐτοῖς ἐν οἷς ἐποίεις ἀπεστέρεις. θαυμαστός γε ἡμῖν ἥκεις τοῖς λόγοις ἐπίκουρος, ὃς καὶ τοὺς σιγᾶν τὸν ἄλλον εἰδότας χρόνον ἐξέμηνας καὶ ζητεῖν ἔχειν ἃ τέως
15οὐκ ἠξίουν, ἐποίησας.
Or
.

27

.

38

Ἔπειτα φὴς πάντ’ εἶναί σοι μικρὰ πρὸς ἐμὲ καὶ τὸν σαυτοῦ πατέρα ἐν ἐμοὶ νομίζειν ὁρᾶν. τοῦ‐ τον δὲ οὗτος τὸν πατέρα διὰ νόσου μέγεθος τμηθέντα φλέβα καὶ τυχεῖν οὐ δυνάμενον ὕπνου πολλῆς χρῄ‐
5ζοντα παραμυθίας δι’ οὐδενὸς ἐπεσκέψατο τῶν φίλων, ἀλλ’ οὐδὲ τῶν διακόνων. οὐδ’ αὖ προπεμπόμενος εἶπέ τι τοιοῦτον πρός τινα τῶν ἐμῶν ἐπιτηδείων, ὃ τοῦ πολλάκις ἐκεῖνα εἰπόντος ἦν. ἀλλ’ ἀπελθὼν εἰς Φοινίκην ἕπεμψας ἐπιστολὴν ψόγον τῆς ἡμετέρας, ἣ
10τὰ μὲν τῶν τοὺς ἁμαρτάνοντας πειρωμένων κατέχειν ἐποίησε, δῆσαι δὲ οὐκ ἐδυνήθη.
Or
.

27

.

39

Καὶ μὴν καὶ ἐν ἐκείνῳ γε σαυτῷ μάχῃ· μισεῖς
μὲν γὰρ τὴν ἡμετέραν ὡς οὐ μισοῦσαν Κόκκον, αὐτὸς δὲ ἐκεῖνον μόνον οὐ προσεκύνησας. οὕτως ἐν τῇ θε‐ ραπείᾳ παρῆλθες τὰ νενομισμένα διδάσκων Βηρυτὸν
5μηδενὸς ὧν ἔπαθε μεμνῆσθαι. καὶ τοῖς μὲν ἄλλοις θαυμαστόν τι τοῦτ’ ἐφάνη, ἐμοὶ δὲ ἐλπὶς ἐβεβαιοῦτο πάλαι σου τὰ ’κείνου καὶ τιμῶντος καὶ φυλάττοντος καὶ πεπηγέναι βουλομένου, ὥστ’ οὐκ οἶδ’ ὅ τι ἂν αὐτῷ πλέον παρὰ τοῦ γεγεννηκότος ὑπῆρχεν, εἰ ὁ τὴν ἀρ‐
10χὴν ἐκδεξάμενος ἐκεῖνος ἦν.
Or
.

27

.

40

τοιγαροῦν ἄφωνοι πάντες οἱ τὰς κατηγορίας ἐν ταῖς χερσὶν ἔχοντες οὕτω δὴ πολλοί τινες ὄντες, ὡς μικρὸν ἂν ἀποφῆναι τοῦ δικαστηρίου τὸ μέτρον. ἀλλ’ ἐνέφραξε τὰ στόματα
5τούτοις ὁ τοῦ προσλήψεσθαί τι κακόν, εἰ μὴ σιγῷεν, φόβος. καὶ τὰ πολλὰ ἐκεῖνα τραύματα διὰ τὸν χρη‐ στὸν Ἰκάριον ἔμεινεν ἀθάνατα.
Or
.

27

.

41

φήσει παρὰ τῶν ἐν τῷ βασιλείῳ δυνατῶν ταῦτα ἀκηκοέναι. τουτὶ δὲ λέγων, δι’ οὓς ἠδίκηκε, λέγει, βέλτιον δὲ ἦν ἔχειν αὐ‐ τὸν λέγειν, ὡς οὐδὲν ἠδίκηκε. μέλειν μὲν οὖν ἐκεί‐
5νοις ἐκείνου φαίην ἄν, ἔδει δὲ τὸν ἀκούοντα λέγειν ἁπλοῦν τινα λόγον, ὅτι τὰ μὴ δίκαια παύσων, ἀλλ’ οὐκ ἰσχυρὰ ποιήσων πέμπομαι. τὸν δ’ ἀκούω διὰ πάσης ἀδικίας ἀφῖχθαι καί μοι κάλλιον ἰδι‐ ωτεύειν ἢ οὕτως ἄρχειν. τί δ’ ἂν καὶ δεινὸν ἔπα‐
10θες ἥκων μὲν ἐπὶ τὴν ἀρχήν, λύων δὲ ὅσα ἐξῆν τῶν Κόκκου; βραχὺν ἂν τῆς ἀρχῆς τὸν χρόνον τοῦτο ἐποίησε. καλῶς. ἀλλ’ ἐπαινούμενόν γε. ἔστι δὲ ἄμεινον μιᾶς ἡμέρας ἀρχὴ τὸ δίκαιον ἔχουσα ἢ τὸ πάντα τὸν βίον ἄνευ τούτου κατειληφέναι τὸν θρόνον.
Or
.

27

.

42

ἀλλ’ ὁ τῇ λύπῃ περὶ τῶν εἰς Γερμανὸν ἀπολογού‐ μενος ἡμῖν Φοίνικα πολιτευόμενον ἑκόντα ἐν τῷ λει‐ τουργεῖν μεμενηκότα μικροῦ νεκρὸν ταῖς πληγαῖς ἔδειξε. τί ἐγκαλῶν; τὸ μὴ μετ’ ἄλλων ἥκειν. εἰ δὲ
5μόνος τοῦτ’ ἐδύνατο ποιεῖν, τῆς δὲ τῶν ἄλλων τὸ πρᾶγμα πενίας μεῖζον ἦν; εἰ δὲ ἔφευγον τὴν οὐκέτι πόλιν Ἔμεσαν; εἰ δὲ ἐκρύπτοντο μένοντες; σὺ δὲ πό‐ λιν μὲν τοιαύτην καὶ τοσαύτην ἀπολωλυῖαν οὐ δα‐ κρύεις οὐδ’ εἰ καὶ μὴ πάντα, μέρος γε ἕν τι τῶν ποτε
10ὄντων ἀγαθῶν ἀποδίδως, τὸν δὲ ἕνα τύπτεις παρὰ τοὺς νόμους καὶ προλέγεις ἅπασι· μὴ λειτουρ‐ γεῖτε, μὴ πολιτεύεσθε, μὴ βουλεύετε, χωρεῖτε ἐπὶ ζώνας ἢ μείζονας ἢ ἐλάττονας.
Or
.

27

.

43

Οἵοις δὲ καὶ τὴν Ἀντιόχου πόλιν ἐτίμησας ῥήμασιν. ὁ μὲν κομίζων τὴν φιλάνθρωπον πρόσρησιν ὁ πευθὴν Οὐράνιος ἦν, ἤκουε δὲ λέγοντος μάλα ἐντε‐
ταμένως, τὰ ῥήματα δὲ ἦν, ὅτι μισοῖ πάντας ἐφεξῆς.
5ὢ τῆς ἀνοίας. βοᾷς ἃ κρύπτειν ἔδει καὶ τῶν κατὰ σοῦ τὰ δυνάμενα λαθεῖν ἐξαγορεύεις καὶ διδάσκεις πόλιν οὕτω μεγάλην μισεῖν σε. τὸ γὰρ αὐτὸ δήπου ποιήσει καὶ ἡ πόλις. καὶ μὴν ἄρχοντος μὲν τὸ τοὺς ἀρχομένους εὖ ποιεῖν, οὓς δὲ μισεῖ τις, οὐκ εὖ ποιεῖν,
10ἀλλὰ κακῶς ἀνάγκη. κακῶς ἄρα ποιεῖς τῶν ἀρχο‐ μένων τινάς, τὸ δὲ καὶ τίνας ὄντας ἀφείσθω τανῦν.
Or
.

27

.

44

Λέγε τοίνυν καὶ πρὸς τοὺς ἀπαντῶντας ταὐτό, ὅτι μισοίης τε ἕκαστον καὶ ἡδέως ἂν ἐπύθου τεθνεῶ‐ τας ἅπαντας. ἔχοις δ’ ἄν, εἰ βούλοιο, καὶ προστι‐ θέναι τοῖς ἀνθρώποις καὶ γῆν καὶ οἰκοδομήματα καὶ
5ὑποζύγια καὶ πηγάς, οὕτω γάρ σοι τὸ μῖσος ἔσται λαμπρότερον, καὶ πρός γε τοὺς οἰκείους, ὅταν οἴκαδε ἐπανέλθῃς, μετὰ τῶν ἄλλων τῶν περὶ τῆς ἀρχῆς
λόγων ἔστω καὶ τοῦτο καὶ εἰ βούλει γε, πρῶτον.
Or
.

28

t

ΚΑΤΑ ΙΚΑΡΙΟΥ Β.
Or
.

28

.

1

Πάλαι μὲν ἴσως καὶ ἐμὲ κατηγορεῖν καὶ σὲ καθήμενον ἀκούειν, ὦ βασιλεῦ, περὶ ὧν Ἰκά‐ ριος οὑτοσὶ τὰς βουλὰς λελύμανται διδάσκων οἷς ποιεῖ πάντας ἀνθρώπους, ὅτι φευκτέον αὐτάς· ἐπεὶ δὲ ἐλ‐
5πίδι τοῦ γενήσεσθαι βελτίω τὸν ἄνθρωπον οὐδὲν εἰπὼν πρότερον μένοντα αὐτὸν ἐν τοῖς αὐτοῖς καθορῶ ἤ, τό γε ἀληθέστερον, χαλεπώτερον γιγνόμενον, οὐδὲ εἰ σφόδρα μὴ βουλοίμην κατηγορεῖν, δυναίμην ἄν. αἰτιῷτο δ’ ἂν εἰκότως ἀνθ’ ἡμῶν ἑαυτόν, ᾧ σωφρονεῖν
10ἐξὸν οὐκ ἐβουλήθη.
Or
.

28

.

2

δέομαι δέ, ὦ βασιλεῦ, μηδεμίαν γενέσθαι βλάβην τοῖς οὖσιν ἡμῖν δικαίοις μήτε τὰ ἔπη τὰ παρὰ τοῦδε ποιηθέντα περὶ τῶν σοὶ πεπραγ‐ μένων μήτε τὰ λεγομένων γενόμενα δάκρυα μήτε τὴν
5μέχρι δύο συλλαβῶν καὶ γράμματος ἑνὸς τῶν ὀνομά‐ των κοινωνίαν, ἀλλὰ χωρὶς μὲν ἐκεῖνα κεῖσθαι, χωρὶς δὲ τὴν περὶ τῶν πραγμάτων ἐξέτασιν, ἄλλως θ’ ὅτε καὶ τὴν ἀμοιβὴν ἐκείνων ἔχει τῶν ἐπῶν. εἰ γὰρ δι‐ καίως δι’ ἐκεῖνα τετίμηται, καὶ ὧν ἀδικεῖ δικαίως ἂν
10δοίη δίκην. ὅταν γὰρ ὁ αὐτὸς ἄνθρωπος τὰ μὲν βελ‐ τίων, τὰ δὲ φαίνηται χείρων, ἀμφοτέρων εἰκότως ἂν παρὰ τῶν ἄλλων τυγχάνοι, δι’ ἐκεῖνα μὲν ἐπαίνων, διὰ δὲ τὰ φαυλότερα τιμωρίας.
Or
.

28

.

3

Περὶ μὲν οὖν τῆς ἄλλης κακίας καὶ ὡς ἡσυχά‐ ζουσαν πόλιν εὐθὺς ἐλθὼν εἰς στάσιν ἐνέβαλεν ἀπο‐ ρίᾳ τροφῆς, ἢ τὴν περὶ τὰς δίκας βραδυτῆτα ἢ τὴν ἐν τοῖς θεάτροις ἀηδίαν ἢ τὴν περὶ τὸ σῶμα τῆς πό‐
5λεως ὀλιγωρίαν ἢ καὶ ὡς μισεῖ μὲν τοὺς συνδίκους, μισεῖ δὲ τοὺς πόλεων ἄρξαντας, ὑποπτεύει δὲ πάντα μὲν λόγον, πᾶσαν δὲ παραίνεσιν καὶ τὰς παρ’ αὐτῶν γε τῶν εἶναι δοκούντων φίλων, ταυτὶ μὲν καὶ πολλὰ πρὸς τούτοις ἕτερα μετὰ ταῦτα ἀκούσῃ ἢ ἡμῶν λεγόν‐
10των ἢ καὶ ἑτέρων κατηγορούντων· νῦν δ’ οἷος ἡμῖν περὶ τοὺς βουλευτὰς γεγένηται, δεῖ σε μαθεῖν.
Or
.

28

.

4

Πρό γε μὴν ὧν πεπόνθασιν, ἃ μὴ πάσχειν αὐτοὺς ἐβουλήθης ἄξιόν ἐστιν εἰπεῖν. σὺ τοίνυν εὖ
καὶ καλῶς εἰδώς, ὁπόσον ἐστὶ βουλὴ πόλει καὶ ὡς οὐχ ἧττον ἢ νηῒ τρόπις, καὶ οἵων παρὰ τῆς μεγίστης βου‐
5λῆς, λέγω τῆς Ῥωμαίων, ἠξίωται καὶ ὡς ταῦτα ἐκινήθη τῷ χρόνῳ καὶ ὡς τούτῳ διεφθάρησαν, νόμον ἔθηκας, ὦ βασιλεῦ, μὴ ἐξεῖναι τύπτεσθαι παρὰ τῶν ἐπὶ τῶν ἀρχῶν τοὺς ἐν ταύτῃ τῇ τάξει καὶ προσηγορίᾳ.
Or
.

28

.

5

καὶ οὐκ ἔστιν εἰπεῖν, ὅτι τοῦτ’ ἔγραψας μέν, οὐκ ἐβεβαίω‐ σας δὲ τοῖς ἔργοις, ἀλλὰ τοῦτο μὲν τὸν τῆς Ἀσίας ἄρχοντα Φλαβιανὸν τοιοῦτόν τι πλημμελήσαντα κά‐
5κιστόν τε ἡγήσω καὶ τῆς ἀρχῆς ἔπαυσας, ὁ δὲ βου‐ λευομένου σου περὶ τῆς τιμωρίας ἐμβὰς εἰς πλοῖον ἀποδρὰς ᾤχετο, τοῦτο δὲ τὸν τῆς Αἰγύπτου τἄλλα σεσυκοφαντημένον καὶ πάσας πλὴν μιᾶς ταύτης δια‐ λύσαντα τὰς αἰτίας ἔδησάς τε ἡμέρας οὐκ ὀλίγας καὶ
10φροντίσαι περὶ τῆς σωτηρίας ἐποίησας μείζω μοῖραν τούτῳ νείμας ἢ τοῖς ἄλλοις ἅπασι. ληρεῖν γάρ σοι τῇ τῶν ἄλλων ἐδόκει μνήμῃ διὰ τὴν κατὰ τοῦτο ἁμαρτίαν.
Or
.

28

.

6

καὶ σὺ μὲν οὕτω πρέποντα βασιλεῖ καὶ γράφων καὶ ποιῶν, [ὁ] Ἰκάριος δὲ πῶς; εἰ τιμὴν ἐτύγχανε καταθεὶς τῶν βουλευτῶν, οὐκ ἂν οὕτως αὐ‐ τοὺς ᾐκίσατο. τῶν γ’ οὖν οἰκετῶν ὁρῶμεν αὐτὸν φει‐
5δόμενον καὶ τῇ γε πρὸς αὐτοὺς ἡμερότητι μάλιστα
φιλοτιμούμενον, ἀλλ’ οὐ πρὸς τὸν ἄθλιον Ἑρμείαν τοιοῦτος ἡμῖν ὁ γεννάδας, ἀλλ’ ἄνθρωπον εὐγενῆ πέ‐ νητα δὶς λειτουργοῦντα τὰ περὶ τὰς καμίνους τὰς με‐ γάλας, ἀδικοῦντα μὲν οὐδέν, δοκοῦντα δὲ αὐτῷ παίων
10ἀπώλεσεν. ᾧ γὰρ ἅτερος τοῖν ὤμοιν ἀπόλωλε, πῶς οὗτος οὐκ ἀπόλωλεν;
Or
.

28

.

7

ἐλθὼν δὲ εἰς Φοινίκην τὸν ἐν μείζονι λειτουργίᾳ, ἧς γὰρ ἔφην μείζων ἡ διὰ τῶν θηρίων, ἀποδύσας ἣν παρ’ αὐτῆς εἶχεν ἐσθῆτα τῆς λειτουργίας εἰς ἰατρῶν χεῖρας ἔπεμψεν. οἶδε καὶ
5Βόστρα τοιαύτας πληγάς, οἶδε καὶ Ἀρέθουσα, οὗ τιμᾶν φάσκων ἄνθρωπον φιλοσοφοῦντα βουλευτὴν ἀπώλεσεν, ἐπειδὴ πένης ὢν ὁ βουλευτὴς οὗτος πλου‐ τοῦντα τὸν φιλόσοφον εἰσφορὰς εἰσέπραττε.
Or
.

28

.

8

Τὰ δ’ ἐν Βεροίᾳ τίς οὐκ ἐδάκρυσε δυοῖν πολι‐ τευομένοιν οἳ τὰ πρῶτα ἦσαν, πολλῶν περὶ τὰ αὑτῶν μετάφρενα χειρῶν ἀνηλωκότων ἀκμήν; οὓς οὐδεὶς ἔσθ’ ὅστις οὐ τῶν πρὸ τοῦδε ἀρξάντων εἰσελθόντας ᾐδέσθη.
5τὰ δὲ δὴ νῦν ταῦτα πηγάς, ὦ βασιλεῦ, δακρύων ἐκί‐ νησε τοῖς τε περὶ τὰς θύρας τοῖς τε ὅπου δὴ τῆς πόλεως ἀνδράσι, γυναιξί, παισίν, ἐλευθέροις, δού‐ λοις, αὐτοῖς τοῖς παίουσι· τοσοῦτον ἦν τὸ κακὸν καὶ ἐπὶ τοσοῦτον τῆς ἡμέρας προβάν, ὥσθ’ οἱ τὸν
10νέον ἀπὸ τοῦ στήθους ἀνέχοντες τῷ μετώπῳ τὰς χεῖρας προσάγοντες ἐσκόπουν, εἰ μὴ τέθνηκεν.
Or
.

28

.

9

ὑπὲρ τοῦ δὴ ταῦτα καὶ τί τὸ ἀδίκημα; ὁ συν‐
ήγορος, φησίν, οὐκ εἶπεν, ἥτις ἦν ἡ γυνὴ ὑπὲρ ἧς ὁ Κυριακὸς εἰσεληλύθει. καίτοι τί τοῦτο πρὸς τὸν Λάμαχον, ὃς εἰρήκει μὲν Ἡσυχίῳ ταῦτα,
5εἰρήκει δὲ Ἡρακλείῳ, οἱ δὲ Ἀραβίῳ μέρος τι παρα‐ δόντες τῆς δίκης κληθέντες ἐξαίφνης αὐτὸν ὑπερβαί‐ νοντες τὸν οὐδὸν ἀφῃρέθησαν ὑπὸ τάχους τὴν περὶ τῆς γυναικὸς μνήμην, ὥστ’ εἴ τινα καὶ τιμωρίαν ἔδει γενέσθαι, παρὰ τούτων, οὐ παρ’ ἐκείνου γενέσθαι χρῆν.
10ὁ δὲ τὸ μὲν οὐκ ἐτόλμησε, τὸ δὲ ἐποίησεν. οὐ γὰρ ἦν τοῦτο δεινόν, ἀλλ’ ἦν ἕτερον τὸ παροξύνον, ὃ προϊόντος εἴσῃ τοῦ λόγου.
Or
.

28

.

10

ὅτι δὲ οὐ δεινὸν τοῦτο, παντί που δῆλον. νόμος γὰρ οὐδεὶς παρεβαί‐ νετο οὐδ’ εἰ ἑκοῦσιν ἐσεσίγητο τὸ γύναιον, οὐδὲν ἡμαρτάνετο, οὐδ’ εἰς τὸν ἀπεσταλμένον ὑπ’ αὐτῆς τὰ
5’κείνης διέβαινεν, ἀλλ’ ἕτερον μὲν ὁ Κυριακός, ἕτερον δὲ ἡ Ἀντιπάτρα· ὥστ’ εἰ καὶ λίαν ἐκείνῃ μετῆν τινος σχήματος, ἰδιώτης ἦν οὗτος, ὃ δὴ καὶ ἐλέγετο, καὶ οὐκ ἰδιώτης μόνον, ἀλλ’ ἤδη καὶ δοῦλος καὶ προσέτι γε λῃστὴς πλεῖστα δὴ ξίφεσι περὶ ταῦτα χρησάμενος. τί
10οὖν αὐτὸν εἰς τὰ τῆς Ἀντιπάτρας εἰσάγεις; ἰδιώτης εἴρητο, τοῦτο γὰρ ἦν. ὁ δὲ καὶ δοῦλος ἦν. τοῦτο οὐκ εἴρητο. ὥστ’ ἐν μὲν τοῖς οὐκ εἰρημένοις ἐκέρ‐ δαινεν, ἐν τοῖς εἰρημένοις δὲ οὐκ ἠδικεῖτο.
Or
.

28

.

11

τίς δὲ καὶ ἡ πολλὴ σπουδὴ περὶ τὴν μνήμην τῆς γυναι‐
κός; οὐ γὰρ πρὸς τὴν ἐκείνης προσηγορίαν, εἰς δὲ τὸ πρᾶγμα βλέπων ἔμελλες δήπου ψηφιεῖσθαι, ὥστ’ οὐδὲν
5ἦν ἐμποδὼν τοῖς δικαίοις τὸ μὴ τὴν Ἀντιπάτραν εἰρῆσθαι, πλὴν εἰ τοῦτο λέγεις, ὡς οὐ τὰ αὐτὰ ἂν ἔγνως λεγομένης καὶ σιωπωμένης. τοιγαροῦν μισθὸν ταῦτα εἶναί φασι νυκτερινῶν χαρίτων. ἐμοὶ μὲν οὐ πιστὸς ὁ λόγος, λέγεται δ’ οὖν.
Or
.

28

.

12

παίων τοίνυν ἐπὶ τούτοις τὸν νέον καὶ οὐδὲ ἐν οἷς ἠρώτα τι τὰς πλη‐ γὰς ἱστάς, ὃ κἀν τοῖς ἐπὶ βασιλέα βουλεύμασιν ἴσμεν φυλαττόμενον, ἐκάλει τὸν Κυριακὸν ὡς αὑτὸν μάλα
5ἠπίως καὶ πρᾴως. καὶ θαυμαστόν, ὅπως αὐτὸν οὐχὶ καὶ παρεκαθίσατο μεταδοὺς τοῦ θρόνου, ἵν’ ᾖ καὶ τούτοις εὐφραίνεσθαι τῇ τε γυναικὶ καὶ τῷ ταύτης ἀδελφῷ.
Or
.

28

.

13

καὶ οὐκ ἀπόχρη ταῦτα, ἀλλ’ ἐπὶ πληγαῖς πεντήκοντα καὶ διακοσίαις ἑτέρας ἐπῆγεν Ἡρακλείου τοῦ ῥήτορος βοῶντος τὴν εὐγένειαν, λέγοντος τὴν παι‐ δείαν, τὴν ἀπειρίαν, τὸ νῦν αὐτὸν ἧφθαι πραγμάτων,
5τὸ τοῦ σώματος ἀσθενὲς τοῦτο μὲν τῇ φύσει, τοῦτο δὲ τῇ νόσῳ, τὴν τοῦ πατρὸς ἀρετὴν καὶ τὸ ἥδιστον εἰς ἀκοὴν ὄνομα, τὸν Ναυσικλέα, ὥστε μηδ’ εἰς ταῦτα ἀναχώρησιν εἶναι. οὐ γὰρ ᾔδειν, οὐ γὰρ ἠπιστάμην, ὅστις ἦν. οὐ γὰρ ἦν ὁ διδάσκων.
Or
.

28

.

14

καίτοι τί ταῦτα εἶπον; εἰ γὰρ καὶ μηδὲν πλὴν τοῦ βουλεύειν ὑπῆρχεν
αὐτῷ, τοιαῦτά γε πάσχειν οὐκ ἔδει. νῦν δὲ μετὰ τοσούτων τοῦτο τηλικοῦτον ὂν οὐκ ὠφελεῖ, ἀλλ’ ἕτεραι
5πληγαὶ τῶν ἑκατὸν οὐκ ὀλίγῳ τινὶ πλείους. καὶ ταῦτα ἑώρα Κυριακὸς ὁ λῃστής, ὁ δοῦλος ὁ παρὰ τούτῳ τι‐ μώμενος καὶ τῆς τοῦ παίοντος δεξιᾶς τὸ ὑπὲρ κεφαλῆς κρεμάμενον ἀγγεῖον ὑάλινον ἐν ᾧ μεθ’ ὕδατος ἔλαιον, συντριψάσης καὶ ῥεόντων ἐκεῖθεν ὧν ἔφην ἐπὶ τὸ
10μετάφρενον οὐκ ἔφριξεν οὐδ’ ἠλέησεν οὐδὲ ἔπαθέ τι τῇ ψυχῇ, ἀλλὰ μεθ’ ὁμοίας τῆς ὁρμῆς προῄει κόπτων.
Or
.

28

.

15

καὶ τὸ ἔτι δεινότερον, οὐδὲ γὰρ εὐθὺς ἀπέδωκε ταῖς τῶν οἰκείων χερσὶ τὸν οὕτω διακείμενον, ἀλλ’ ἐπεισαγαγὼν ἑτέραν τινὰ αἰτίαν ὑστέραν τῆς τιμωρίας οὐκ ἔχοντα ἑστάναι τὸν δυστυχῆ προσαποστερῶν τῆς
5θεραπείας τά τ’ ἄλλα αὐτῷ καὶ τὸν ἀπειρηκότα αὐχένα μείζονι κακῷ τούτῳ προσκατέλυε. καὶ ὁ μὲν ἅπαντα ἔπραττεν ἐπὶ θανάτῳ καὶ τοῦτ’ ἦν ἡ σπουδὴ τὸν νέον ἀποθανεῖν, τῇ δὲ τῶν ἐπὶ τοῦ παίειν φιλανθρωπίᾳ σέσωσται βελτιόνων τε τούτου φανέντων καὶ τοὺς αὑ‐
10τῶν προεμένων δακτύλους ἐπὶ τῇ ’κείνου σωτηρίᾳ.
Or
.

28

.

16

καὶ μὴν ὁ κολάζων πρότερον, εἶτα κρίνων πῶς οὐ τὰ μέγιστα συγχεῖ; ὁ δ’ εἰδὼς οὐ δίκαια δεδρακὼς ἐζήτει περιερχόμενος φάρμακον· οὐ μὴν εὗρεν. ἡ γὰρ
δὴ βαρβαλισσὸς καὶ ὁ σῖτος καὶ πάντα τὰ τοιαῦτα †
5τὸν ἀποδέκτην εἰς τιμωρίαν ἦγε, καίτοι κἀκείνῳ τις λόγος ἦν, ἀλλ’ οὐ τὸν Λάμαχον, ᾧ τὸ ἔργον ἦν δοῦ‐ ναι χρυσίον καὶ ἐδεδώκει.
Or
.

28

.

17

Τί ποτ’ οὖν αὐτὸν ἐποίει τῆς τοῦ Λαμάχου τελευτῆς ἐπιθυμεῖν; λέγεται μὲν καὶ τὸ τῆς Ἀντι‐ πάτρας, ὑπῆρξε δέ μοί τι καὶ ἄλλο μαθεῖν, ὅ μοι πιστότερον εἶναι 〈τοῦ〉 τῆς Ἀντιπάτρας δοκεῖ. τί δαὶ
5τοῦτο ἔστιν; εἱλκύσθη τοῖς σκεύεσι τοῖς ἀργυ‐ ροῖς τοῖς πολλοῖς τοῖς κατὰ τῶν πόλεων. ὧν αὐτὸν ἔγωγε ἠξίουν εἶναι κρείττονα βουλόμενόν γε εἶναι δο‐ κεῖν τῶν ἄλλων βελτίονα, ὁ δ’ ὑπηνέχθη τε καὶ διέ‐ δειξεν, ὡς ταὐτὰ τοῖς πολλοῖς νοσοῖ.
Or
.

28

.

18

δέον γὰρ αὐτὸν ἐν ἀρχῇ καλὸν εἶναι νομίσαι τὴν δόξαν, ὁ δ’ εἴχετο τῇ τέχνῃ τῇ περὶ τὸν ἄργυρον καὶ καλέσας τὸν τούτων δημιουργὸν καὶ μετὰ τούτου τὸν ζωγράφον
5τὸν μὲν ἐκέλευεν ἃ αὐτὸς ὑφηγοῖτο γράφειν, τὸν δὲ ἕπεσθαι τῷ ζωγράφῳ. ὡς δ’ οὗτος μὲν ἀπῆρεν ἐπί τι τῆς ἀρχῆς μέρος, τῷ δ’ ἐξείργαστό τε τὸ προστεταγ‐ μένον καὶ ἐξέκειτο, θαυμάζει τε Λάμαχος αὐτὸ καὶ προσελθὼν ἐβούλετο κτᾶσθαι. τοῦ δὲ ὅτου τε εἴη
10λέγοντος καὶ δεομένου πεπαῦσθαι φιλονεικότερος γίγνε‐ ται τοῦ συμφέροντος αὐτῷ καὶ νικᾷ μισθῷ μείζονι καὶ εἶχε λαβὼν κακῶς μὲν καὶ πείσας καὶ λαβών, τὴν Καδμείαν νίκην νενικηκώς. εἶχε δ’ οὖν καὶ ἔχαιρε πλημμελῶν.
Or
.

28

.

19

ἐπανήκων δὲ οὑτοσὶ καὶ γνοὺς τὴν ἀπάτην ἕτερον εὑρὼν ἀνθ’ ἑτέρου πολλαῖς ἀπειλαῖς ἐξευρὼν τὸν ἐωνημένον τὸ μὲν ἐᾷ παρ’ αὐτῷ μένειν, ὡς δ’ εἰς τὴν γυναῖκα ἐπιβεβουλευμένος, ὅπως ἂν
5ἀποκτείνειεν ἐζήτει. καὶ ἀπέκτεινεν, οὕτω γὰρ ἄξιον λέγειν. καὶ τοιαύτην ὁ μεγαλοφρονῶν Ἰκάριος ἐποιή‐ σατο τοῦ πρὸς τὸν βουλευτὴν πολέμου τὴν ὑπόθεσιν μειρακίου τινὸς ἔργον ὑπομείνας ἀντεραστὴν πρὸς ἐρωμένην πειρωμένου παρελθεῖν.
Or
.

28

.

20

ὃν ἐχρῆν ἅπαντα τὸν ἐν τῇ πόλει καὶ τοῖς καταπτύστοις ἀργυροκοπείοις κοπτόμενον ἄργυρον ὕθλον εἶναι νομίσαι πρὸς τὴν ἀπὸ τοῦ καταπεφρονηκέναι τῶν τοιούτων καὶ δόξαν
5καὶ ἐλπίδα. νῦν δ’ ἡμῖν καὶ αὐτὸς πλεῖστα συγγε‐ γένηται τοῖς τῶν τοιούτων ἐπιστήμοσι καὶ τὰ μὲν εἶπε, τὰ δὲ ἤκουσεν ἐγγὺς ἑστηκότων αἰτῶν, παρακαλῶν, χάριν ὑπισχνούμενος ἕξειν, ὑπισχνουμένων ποιήσειν ἡδόμενος. καίτοι καὶ εἰ δικαίως ταῦτα ἐκτῶ, τήν γ’
10ὑποψίαν ἐχρῆν φυγεῖν. καὶ γὰρ εἰ ψευδὴς αὕτη, τό γε μηδὲ τὴν τοιαύτην εἶναι βέλτιον μηδὲ ἔχειν ἐρωτᾶν μηδένα μήτε τῇδε μήτε ἐν Γαλάταις· πόθεν δὲ ταῦτα; ἀλλ’ ὅτι μεθ’ ὧν ἀπῆρε σκευῶν, ταῦτα ἐπανῆ‐
κεν ἔχων.
Or
.

28

.

21

Εἰ δ’ οὖν καὶ τῆς ἀνοίας ταύτης καὶ προπε‐ τείας ἔδει δίκην τὸν Λάμαχον ὑποσχεῖν καὶ τῶν γε περὶ τὴν Ἀντιπάτραν καὶ τὸν Κυριακόν, ἦν δεσμωτή‐ ριον· ἄλλος δ’ ἂν εἶπε καὶ πληγάς, ἀλλ’ οὐ τοσαύτας.
5μὴ γὰρ αὐτός ποτε τοῦτο συγχωρήσαιμι. χρὴ δὲ οὐδὲ σέ, βασιλεῦ· τοῦτο γάρ, τοῦτο ἔστιν ὃ τὰ βουλευτήρια κεκένωκε μάλιστα. ἴσως μὲν γάρ τι καὶ ἄλλο, τουτὶ δὲ διαφερόντως, αἱ πληγαί, καὶ τὸ τῷ σώματι τοιαῦτα πάσχειν, οἷα μηδὲ τὰ κακουργότατα τῶν ἀνδραπόδων.
10διὰ τοῦτο πάντες ὡς εἰπεῖν πλὴν βουλευτῶν γαμοῦσι καὶ τῶν βουλευόντων αὐτῶν ἐκδιδόντων, ὡς ἂν ἀκρι‐ βέστερον ἑτέρων τὰς ἐν τῷ βουλεύειν ἐπισταμένων ὕβρεις. ἢ γὰρ ἔλαβον πληγὰς ἢ προσδοκῶσιν ἐκ τῶν παραδειγμάτων.
Or
.

28

.

22

καὶ νῦν δυοῖν ἀδελφοῖν ὁ μὴ βουλεύων τῷ βουλεύοντι παρακαθήμενος πεπληγμένον ἐκεῖνον κρείττων αὐτὸς ὢν ἢ τοῦτο παθεῖν παραμυ‐ θεῖται. τί οὖν οἴει οὐ ταχέως κἀκεῖνον ἐπὶ τὰ τοῦδε
5βαδιεῖσθαι οὐδὲ ἐγγράψειν αὑτὸν εἰς τοὺς ταῦτα οὐ πεισομένους; τῶν συλληψομένων δὲ εἰς τοῦτο οὐκ ἀπορήσει. καὶ πολλαχοῦ δὴ τῆς πόλεως, ὦ βασιλεῦ, μετὰ τὰς πληγὰς ἐκείνας τοιαυτὶ παρὰ τῶν βουλευ‐ όντων τῶν ὀλίγων λέγεται· χαιρέτω μὲν οἰκία,
10χαιρόντων δὲ ἀγρο, πωλείσθω μὲν ταῦτα, πω‐ λείσθω δὲ ἐκεῖνα, τῇ δὲ τιμῇ τῇ τούτων ὠνείσθω τις ἐλευθερίαν.
Or
.

28

.

23

Τοιαῦτα ἡμῖν Ἰκάριος ἐπολιτεύσατο καὶ τοι‐ ούτοις ἠμείψατό σου τὴν περὶ αὐτὸν σπουδὴν τῶν πόλεων τὸν θεμέλιον ὑποσπάσας. ἴσμεν γάρ, ὡς ἐπὶ τῶν βουλευτηρίων αἱ πόλεις ἑστήκασι, κἂν ταῦτα
5ὑφέλῃς, οὐδὲν ἔτι τὸ μένον. καὶ διὰ τοῦτο ἐσθῆτα ὁ λειτουργῶν ἥνπερ ὁ Ῥωμαῖος φορεῖ δόντων Ῥωμαίων, ὅπως μηδὲν ὑβριστικὸν περὶ τὸ σῶμα τὸ τοιοῦτο γίγνηται. ἀλλ’ ὁ θαυμάσιος οὗτος καταγελᾷ μὲν τῶν λαβόντων, καταγελᾷ δὲ τῶν δεδωκότων, οὐκ ἐᾷ δὲ τὴν
10ἐσθῆτα δύνασθαι τοσοῦτον ὁπόσον ἔχει παρὰ τοῦ νόμου. συμβουλεύει δὲ οὐ ῥήμασιν, ἀλλ’ ἔργῳ καὶ πληγαῖς φεύγειν μὲν τὰς βουλάς, καταφεύγειν δὲ ἑτέ‐ ρωσε.
Or
.

28

.

24

Μὴ οὖν μοι τὸν Ἑρμείαν μηδὲ τὸν Κρατῖνον μηδὲ Εὐστόχιον μηδὲ Μελήσιππον μηδὲ Λάμαχον μηδὲ τὸν δεῖνα ἢ τὸν δεῖνα, μὴ τούτους οἴου μόνον ἠδικῆ‐ σθαι ταῖς πληγαῖς, ἀλλὰ πολλὰς πόλεις διὰ τῶν βου‐
5λῶν, ὑπὲρ ὧν σὺ μὲν νόμους τίθης, οἱ δ’ οὐκ ἀξιοῦσι προσέχειν. ἀλλ’ ἤν τι καὶ μικρὸν τῶν ἰδίων ἐγκαλέ‐ σωσι, πολὺς ὁ μόλυβδος, ὁποῖον δή τι καὶ τὸ νῦν, ὡς ὅσα γε περὶ τὸ κοινὸν εἶχεν αἰτίαν, οὐδὲν οὐδαμοῦ τοσοῦτον.
Or
.

28

.

25

διὰ τοῦτο ἐτεθνήκει μὲν γυνή τις τῷ λόγῳ καὶ πάλιν εὐθὺς ἔζη, οἱ δὲ τοιαῦτα ἐξαπατῶντες οὐδ’ ἀπὸ βλέμματος ἔδεισαν. ἀλλὰ κἂν κυβιστήσῃ πρὸ τοῦ ζεύγους ὁ Φερένικος, εὐταξία [καὶ] τοῦτο καὶ
5σωφροσύνη καὶ οὐδεὶς ἠδίκηται. ἀλλ’ οὐκ ἐὰν Λαμ‐ πάδιόν τις καὶ Φιλόδημον καί τινας ἑτέρους τῶν ἐν Ἀράδῳ πολιτευομένων λοιδορήσῃ, λοιδορία τοῦτ’ ἔστιν, ἀλλ’ ἔλεγχος.
Or
.

28

.

26

καὶ ἃ κατὰ ἀπόντων ἐβλασφήμησε Μενέστρατος, ἀνεγινώσκετο καὶ ἐπι‐ στεύετο καὶ ἐκαλεῖτο πάλιν ὁ μόλυβδος, οὐ μὴν ἔπληξε. καίτοι εἰ μὲν ἐπ’ ἐλέγχῳ παρῆν, πῶς οὐκ
5ἔπληξεν; εἰ δὲ οὐδεὶς ἐξελήλεγκτο, τί παρῆν; ἢ ἵνα ἐλέγξειεν; καὶ μὴν οὐδὲν ἤλεγξεν. ἢ τοῦτο μὲν ἂν ἐποίησεν, ἡ χάρις δὲ ἐδόθη τῷ παρακαθημένῳ; οὐκοῦν καὶ αὐτὸς ἡμῖν τῶν τὰ τοιαῦτα χαριζομένων γέγονας.
Or
.

28

.

27

Βοήθησον, ὦ βασιλεῦ, ταῖς βουλαῖς, βοήθησον, εἴ τινες ἄρα εἰσί, καὶ νόμους τοὺς ὑπὲρ αὐτῶν γε‐ γραμμένους μὴ μάτην ἔα κεῖσθαι, βεβαίου δὲ αὐτοὺς ταῖς τῶν παραβαινόντων κολάσεσι. κἂν οὕτω ποιῇς,
5ἴσως τις αὑτὸν εἰς βουλὴν καταλέξει. τὸν ἄνδρα δὲ ἐγὼ τοῦτον, εἰ μὴ δύναμαι τοιαῦτα ἀδικοῦντα φιλεῖν,
ἴσως οὐκ ἀδικῶ.
Or
.

29

t

ΥΠΕΡ ΕΑΥΤΟΥ ΔΙΑ ΤΗΝ ΠΡΟΣ ΑΝΤΙΟΧΟΝ ΣΥΝΗΓΟΡΙΑΝ.
Or
.

29

.

1

Οἱ μὲν βέλτιστοι τῶν ἐν τῇ πόλει καὶ φθόνου πλεῖστον ἀπέχοντες κἀν ταῖς εἰς αὐτὴν εὐερ‐ γεσίαις τοῖς τ’ εὖ πεπονθόσι καὶ τοῖς πεποιηκόσι συγχαίροντες ἐπαινοῦσι τὴν γεγενημένην ὑπ’ ἐμοῦ τῷ
5σιτοποιῷ βοήθειαν καὶ τό τε δίκαιον ἔχειν αὐτὴν καὶ τὸ κοινῇ συμφέρον ὁμολογοῦσιν, οἱ δ’ αὑτῶν ἡγού‐ μενοι ζημίαν, εἴ τι δόξαιμι πεποιηκέναι χρηστόν, πο‐ νηρόν τε εἶναι τὸ πεπραγμένον φασὶ καὶ πονηροῦ τρόπου σημεῖον. ἐγὼ δὲ ἕνεκα μὲν τοῦ τῶν τοιού‐
10των ἀνθρώπων καταφρονεῖν οὐδένα ἂν ἐποιη‐ σάμην λόγον, κελευόντων δὲ τῶν φίλων καὶ νῦν τι λέγειν οὐκ ἐνῆν μοι σιωπᾶν.
Or
.

29

.

2

Ἐρῶ δὲ ἃ πάντες ἐπίστασθε καὶ περὶ ὧν οὐκ ἄν τις εἰπεῖν τολμήσειεν ὅτι ψεύδομαι. τοῦ δήμου γὰρ θορύβοις οὐκ ἐννόμοις τὰ θεάματα μὲν τῆς σκη‐ νῆς ἐξελάσαντος, φόβον δὲ παρέχοντος ὑπὲρ μειζόνων
5λέγοντος περὶ τὸν ἄρτον ἀδικεῖσθαι τὴν πόλιν ὁ μὲν ἄρχων ἀντὶ τοῦ ταῦτα ἀπειλαῖς ἐπισχεῖν πάνθ’ ἃ βού‐ λοιντο ποιήσειν εἰπὼν ἀνέστη, τῆς ὑστεραίας δὲ τὸ παρὰ τῶν πολλῶν θράσος εἰς τοῦτο προήγαγε τὰ πράγματα, ὥσθ’ ὁ μὲν ἐνομοθέτει τὰ τοῖς πολλοῖς μὲν
10ἥδιστα, τὸ δυνατὸν δὲ οὐκ ἔχοντα, δρόμος δὲ ἀνδρῶν καὶ γυναικῶν ἐπὶ τοὺς φαινομένους τῶν ἄρτων οὐκ ὀλίγος. οἱ πολλοὶ δὲ προσῄεσαν 〈μὲν〉 τοῖς ἐκπεπρα‐ κόσιν ἐπ’ ὠνῇ διδόντες ἀργύριον, ἀκούοντες δὲ οὐκ εἶναι καὶ ἅμα καθορῶντες ἀπῄεσαν ποιοῦντες καὶ λέ‐
15γοντες ἃ εἰκὸς τοὺς ἀπολεῖσθαι νομίζοντας.
Or
.

29

.

3

ἡμέρα δευτέρα καὶ πληγαὶ περὶ τοὺς ἄρτους καὶ τοῦ πρίασθαι δυνηθέντος τὸ μὴ δυνηθὲν πλέον. τρίτη καὶ τὸ κακὸν χαλεπώτερον, ὥσθ’ ἡμῖν λελουμένοις ἀπιοῦσι
5τοὺς πεινῶντας παρακολουθοῦντας λέγειν, ὡς οὐ χαί‐
ροντες δειπνήσομεν· εἶναι γὰρ πῦρ. ἡ τετάρτη λόγον εἶχεν ἐπὶ τῆς ἀγορᾶς οὐκ ὀλίγον τεθνάναι μὲν γέρον‐ τας, τεθνάναι δὲ παιδία. καὶ γραῦν δὲ ἑώρων παιδίον φέρουσαν αὐτὸ τοῦτο βοῶσαν, ὡς εἰ μή τις ἄρτου
10μεταδοίη, τεθνήξεται, καὶ ἅμα προὔτεινε τὴν τιμήν.
Or
.

29

.

4

ὁ δὲ ἄρτος ἦν περιμάχητος, καὶ ἀλλήλους ἐώθουν καί που καὶ ἔπληττον καὶ ἦν πολλοῦ τότε τὸ ἰσχύειν ἄξιον. ὁ δὲ ἀσθενέστερος ἄρτον μὲν οὐκ ἔφερεν οἴ‐ καδε, τραύματα δὲ καὶ κατερρωγυῖαν ἐσθῆτα. τοῦτο
5τῶν πολιτευομένων ἐκένωσε τὴν πόλιν καὶ ἦσαν ἐν ἀγροῖς τὸ μὴ συγκατακαυθῆναι ταῖς αὑτῶν οἰκίαις ἐν κέρδει ποιούμενοι· ταῦτα γὰρ ἠλπίζετο.
Or
.

29

.

5

Ἐν τούτῳ τῷ κλύδωνι κινεῖ μέ τις θεῶν, οὐ γὰρ ἐμόν γε τὸ ἔργον, εἰπεῖν τι πρὸς τὸν ἄρχοντα περὶ τοῦ κατειληφότος πάθους, καὶ κομισθεὶς οἰκετῶν χερσίν, ὁ γὰρ ἵππος ἔτυχεν ἀπών, τὰ μὲν ἐπιτιμήσας,
5τὰ δὲ παραινέσας, τὰ δὲ φοβήσας, ἔστι δὲ ὅπου καὶ δεηθεὶς μόλις ἀπέστησα τῆς πολλῆς φιλονεικίας ἣν εἶχεν ὑπὲρ τῶν ἀδυνάτων.
Or
.

29

.

6

οὐ μὴν ἐξήρκει γε τοῦτο
πρὸς τὴν ἐπανόρθωσιν, ἀλλ’ ἔδει καὶ τοὺς ἀρτοποιοὺς κατάγειν ἀπό τε τῶν ὀρῶν καὶ τῶν ἄντρων ἐν οἷς αὑτοὺς κατακρύψαντες εἶχον. τοῦτο δὲ οὐκ ἦν εὔ‐
5πορον ἀπιστουμένων μὲν ὑποσχέσεων, ἀπιστουμένων δὲ ὅρκων. ὡς δὲ ἐμαυτὸν ἔδωκα τῷ πράγματι καὶ δι’ ὧν ἐξῆν αὐτοῖς διελέχθην, ἀξιόπιστον ἔχειν ἐγγυητὴν ἡγησάμενοι καὶ ἅμα μεμνῆσθαι παλαιᾶς εἰπόντες χάριτος, ἡνίκα αὐτοὺς ἐξήρπασα πληγῶν
10καὶ βασανιστῶν μακρῶν μὲν πρὸς τὸν ἔμ‐ φρονα Φιλάγριον λόγων οὐ δεηθείς, τοῦ δὲ κινῆ‐ σαι τὴν κεφαλὴν ὡς ἐπὶ σκληροῖς ἀρκέσαντος, ἀντὶ τοίνυν ἐκείνων ἔφασαν οὐδὲν ὅ τι οὐ ποιή‐ σομεν, οὐδ’ εἰ τὰ σώματα τῶν τέκνων προσθεῖ‐
15ναι δέοι τοῖς φρυγάνοις.
Or
.

29

.

7

τοιαῦτα εἰπόντες προσέθεσαν τὸ ἔργον καὶ πρὸς τοσοῦτον ἧκε προθυ‐ μίας ἕκαστος, ὥστ’ ἀποχρῆσαι νύκτα μίαν πρὸς τηλι‐ καύτην μεταβολήν. καὶ οὔπω μὲν ἡμέρα, πάντα δὲ
5ἄρτων ἔμπλεα, ὥσθ’ οἱ μὲν ἐξέκειντο, οἱ δ’ ἄνθρωποι παρῄεσαν τὰς περὶ τὴν ὠνὴν σπουδὰς τοῦ ’κείνων πλήθους ἀνελόντος δόντος θαρρεῖν ἅπασιν, ὡς ὁπόταν τις ἔλθῃ, λαβεῖν ἐξείη.
Or
.

29

.

8

οἵαν δὲ ἡδονὴν ἥδονται ναυαγίαν ἐγγὺς οὖσαν ἄνθρωποι διαφυγόντες τῇ τῶν Τυνδαριδῶν ἐπικουρίᾳ, ἢ οἵαν λυθείσης πολιορκίας οἱ τέως καθειργμένοι, τοιαύτην ἡμεῖς ἐπὶ τὴν προτέ‐
5ραν μορφὴν τῆς ἀγορᾶς ἡκούσης, ὥστε περιβάλλοντες ἀλλήλους ἐφιλοῦμεν τῶν ἀπὸ τοῦ πεινῆν κινδύνων ἐκβεβλημένων.
Or
.

29

.

9

Ἐπαινουμένων δὲ τῶν τε ἄλλων θεῶν καὶ τῆς Τύχης καὶ τῶν ἐκείνοις ὑπηρετηκότων ἀνθρώπων ἐφίστησι τῇ πράσει τῇ τῶν ἄρτων Κάνδιδον τὸν ἡμι‐ μανῆ τοὺς ὑπ’ ἐκείνου παρασκευασθέντας ἐπαγγεῖλαι
5τοῦτο νομίσας εἶναι τὴν πόλιν. οἱ δὲ ἦσαν οἵ τε οἰκέται τοῦ Κανδίδου καί τινες ἄλλοι τῶν τὰ ’κεί‐ νου φαγόντων. ὁ οὖν Κάνδιδος εὑρὼν ἀφορμὴν κλέ‐ πτῃ λυσιτελοῦσαν φύλαξ μὲν ὧν ἐπιστεύθη κακὸς ἦν, ἐχθροὺς δὲ ἐχθροῖς προὔπινεν ἀρτοποιοὺς πωλῶν τοῖς
10ἐχθροῖς τούς τι λελυπηκότας, οἷα τὰ τῶν ἐν τῇ αὐτῇ τέχνῃ.
Or
.

29

.

10

ἄνθρωπον οὖν συλλαβὼν ἐπιεικῆ γέροντα γυναικί τε συνοικοῦντα καὶ παιδία τρέφοντα καὶ πυ‐ ροὺς καθ’ ἡμέραν οὐκ ὀλίγους εἰς ἄρτον ἄγοντα καὶ τῆς πανταχόθεν παρὰ τοῖς ὁμοτέχνοις αἰδοῦς ἠξιω‐
5μένον ἐσυκοφάντει λέγων ἀδικίᾳ χρήσασθαι περὶ τὸν ἄρτον. καὶ λόγοις παροξυντικοῖς εἰς ὀργὴν τὸν ἄρ‐ χοντα ἐμβαλὼν γυμνώσας τὸν ἄθλιον ἐν τοῖς τῶν ἐχθρῶν ὀφθαλμοῖς ξαίνει. καὶ τὸ πρᾶγμα τοσαύτην εἶχεν ὑπερβολήν, ὥστ’ οὐδὲν ὁ Κόκκος εἶναι ἐδόκει.
Or
.

29

.

11

Κανδίδῳ δὲ μικρὸν τοῦτ’ ἐφαίνετο καὶ προσέθηκε τὸ καὶ περιάγεσθαι τὸν ταλαίπωρον διὰ τῆς πόλεως ὅλης τό τε ἀπὸ τῶν πληγῶν ἐπιτείνων κακὸν τῇ τῶν φαρμάκων ἀναβολῇ καὶ δευτέραν ἐπάγων δίκην τὴν
5ἀπὸ τῆς αἰσχύνης. ὡς δ’ ἥλιος μὲν ἦν περὶ δύσιν, ὁ δ’ ὑπὸ τῶν ἀγόντων τοῖς ἑαυτοῦ γείτοσιν ἔμελλεν ὀφθή‐ σεσθαι, προσπεσοῦσα πρὸς τὰ γόνατα αὐτοῖς ἡ γυνὴ δεῖται τοῦτο γοῦν αὐτῷ χαρίσασθαι τὸ καλύψαι τὰ νῶτα. οἱ δὲ οὐ χαρίζονται μέν, ἀποδίδονται δέ. καὶ
10παρῆν ἰατρὸς καὶ φόβος περὶ τῇ ψυχῇ.
Or
.

29

.

12

πολλοῦ δὲ ὄντος τούτου τοῦ λόγου πέμπω τινὰ τὸν εἰσόμενον, εἰ ταῦτά τε οὕτως ἔχοι καὶ εἰ μισθὸς τοῦ τυχεῖν τῆς κλίνης τὸν ἄνθρωπον δέδοται. ὡς δ’ ἧκεν
5ὁ πεμφθεὶς ἀγγέλλων ἀμφότερα, τὸ μὲν ὡς ἀηδέστατά
τε ἐλουσάμην δειπνῆσαί τε οὐκ ἐδυνήθην ἔν τε ὀνεί‐ ρασι 〈διετέλεσα〉 θεώμενος τὰς πληγάς, ταυτὶ μὲν ἐάσω· τὰ δ’ ἅμα ἡμέρᾳ δάκρυα τῆς ἐκείνου γυναικὸς τίς οὐκ ἂν ἠλέησεν ἐρριμμένης τε χαμαὶ καὶ κοπτο‐
10μένης αἰτούσης συμμαχίαν εἰς τὸ πρὸς τὸν ἄρχοντα ταῦτα εἰπεῖν; ἐγὼ δὲ τούτου μὲν αὐτὴν ἀπῆγον ἀδι‐ κῶν ἴσως οὐκ ἐῶν δίκην ὅσην ἄξιον λαβεῖν, ἐπὶ δὲ τὸν σύνδικον μεθίστην τῆς πόλεως· οὐ γὰρ δὴ καὶ ταύτης αὐτὴν ἔδει τῆς παραμυθίας στερεῖσθαι. ἐν τοίνυν τῇ
15περὶ τούτων ἐξετάσει παρεῖναί τε ὁμολογῶ καὶ τῇ γυναικὶ οὐ πολλὰ μέν, ὅμως δὲ ῥήματά τινα συνεισενεγκεῖν.
Or
.

29

.

13

Τοῖς μὲν οὖν βελτίστοις, ὅπερ ἀρχόμενος ἔφην, ἔδοξά τι πεποιηκέναι καλόν, τοῖς δ’ εἴ τις εὐδοκιμή‐ σειεν ἐπί τῳ ῥηγνυμένοις κακόν τε καὶ καινὸν καὶ οὐκ ἐμόν. εἰ δὲ δίκαιον μὲν τὸ πεπραγμένον, καινὸν
5δὲ τοῦτο καὶ οὐκ ἐμόν, οὐδὲν ἕτερον λέγουσιν ἢ ὅτι μετὰ τοῦ τῶν δικαίων ἀμελεῖν εἰς γῆρας ἥκω. καίτοι τίς οὐκ οἶδεν, ὡς ἀεὶ διὰ τῆς πόλεως ἐρχόμενος οὐδένα τῶν κλαιόντων παρέρχομαι, ἀλλ’ ἔστην, ἤλγησα, ἐζή‐ τησα τὸν ἠδικηκότα, ἑλὼν μὲν ἐπέθηκα δίκην, μὴ δυ‐
10νηθεὶς δὲ ἠχθέσθην; πολλοὶ δὲ καὶ μείζονος
ἄξιοι δίκης ὑπὸ τοῖς συνδίκοις ἐμοῦ πέμψαντος ἐγέ‐ νοντο. οὐ γὰρ ἐν τῷ κωλύειν τι παθεῖν πανταχοῦ τὸ δίκαιον, ἀλλὰ τὸ τῆς τιμωρίας ἀρκοῦν τοῖς δικαί‐ οις ἐστί.
Or
.

29

.

14

τῶν μὲν οὖν εἰς ἐμὲ τετολμημένων οἶδα μὴ λαβεῖν δίκην, ἑτέρου δέ τι παθόντος οὐ φέρω. εἰ δὲ καλὸν τὸ μηδένα πώποτε διῶξαι, οὐδὲ ἐνταῦθα κατηγόρουν, ἀλλὰ τὴν τῆς γυναικὸς ἐρημίαν ἠλέουν, ἣν
5ἡ μὲν φιλανδρία κατήγορον ἐποίει, τὸ δ’ ἀπορεῖν συμ‐ μάχων ἔπειθέ με βοηθεῖν. πότε γὰρ ἂν ἐτόλμησεν ἐκείνη ῥῆξαι φωνὴν ἢ φανῆναι τὸ πρῶτον ἐν μέσῳ μὴ τοῖς παρ’ ἡμῶν ἀφαιρεθεῖσα τὸν φόβον; ὑπὸ γὰρ δὴ τῶν τῷ Κανδίδῳ συνεστηκότων οὐκ ἄν ποτε αὐ‐
10τοὺς λαθοῦσα ῥᾳδίως ἀπώλλυτ’ ἄν, ἃ καλῶς εἰδυῖα στένουσα ἂν οἴκοι καθῆτο.
Or
.

29

.

15

τὸ θαρρῆσαι τοίνυν αὐτῇ παρ’ ἡμῶν γεγένηται τῇ ἠδικημένῃ κατὰ τῶν ἠδικηκότων. ἀλλ’ ὅμως ἤδη τίς με συγκαθήμενος τοῖς αὑτοῦ φίλοις ἐκάλεσε κακοπράγμονα. πῶς, ὦ φίλτατε;
5εἰ γὰρ ὁ τοῖς κακόν τι πεποιηκόσι χαλεπαίνων τοῦτο ἂν εἰκότως καλοῖτο, τί τοῖς δεδρακόσι καλεῖσθαι προσ‐ ήκειν φήσομεν;
Or
.

29

.

16

Ὡς τοίνυν οὐδ’ εἰ σφόδρα ἐδέδοκτό μοι μηδε‐ νὸς τοιούτου μηδέποτε μηδένα τρόπον ἐφάψασθαι πράγματος, τούτου γε οὐκ ἐνῆν εἰσάπαξ ἀποστῆναι, ἀλλ’ εἰκὸς ἂν ἐποίουν τι καὶ γραφὴν αὐτὸς ἀπενεγκών,
5ἐκεῖθεν ἂν γνοίη τις. Ὅτε γὰρ ὁ καιρὸς ἐκεῖνος ὁ δεινὸς καὶ τὸ πολὺ δέος ἐπὶ τὰς τῶν ὀρῶν κορυφὰς τοὺς ἀρτοπόπους ἀνήγαγε καὶ σωτήριον ἓν ἐφαίνετό μοι κατελθεῖν τε ἐκείνους καὶ τὸ πῦρ τὸ πρότερον κάειν, πειθὼ δὲ οὐ‐
10δαμόθεν ἦν οὐδὲ διὰ πάντων ὅρκων ἅπαντας τοὺς θεοὺς [τῶν λεγόντων] ἐχόντων, τότε τοῦτ’ ἐδυνήθην ἐγὼ μόνος τῶν ἐμῶν μόνων ῥημάτων δοξάν‐ των ἀνυπόπτων.
Or
.

29

.

17

καὶ οὐκ ἂν μὲν φαίην, ὡς κατειλήμμην συνθήκαις ἦ μὴν εἰ κακὸν ἐπίοι, βοη‐ θήσειν, ὥσπερ ὑπὸ τοῦ μάντεως Ἀχιλλεύς, αὐτὸ δὲ τοῦτο τὸ μηδενὸς αὐτοὺς δεδεῆσθαι τοιούτου
5μᾶλλον αἰδεῖσθαι δεῖν ἡγούμην ἢ τὰς μετ’ ἰσχυρο‐ τάτων πίστεων ὁμολογίας. αὐτὸς μὲν οὖν ὁ τὰς πληγὰς εἰληφὼς οὔτ’ εἶπεν οὔτε ἐρεῖν ἔμελλεν, ὅτι ταῦτα μέντοι δι’ ἐκεῖνον ὃς οἷς ἔπεισεν ἡ‐ σθεὶς τῶν πεπεισμένων ὀλιγωρε. καὶ Κάνδι‐
10δος μὲν ἡμᾶς ἀπόλλυσιν, ὁ δ’ εἰδὼς οὐκ ἐπι‐ στρέφεται.
Or
.

29

.

18

ἐκεῖνος μὲν οὖν ἀπείχετό μου καὶ
στένων, ἐγὼ δὲ ᾐσχυνόμην ἂν προδότης καὶ ὢν καὶ δοκῶν ἀνθρώπων, δι’ ὧν οἰχομένην ἤδη τὴν πόλιν ἀνέσωσα. τίνα γὰρ ἔδει πρὸ ἐμοῦ τοῖς γενομένοις
5πληγῆναι; τίνα ἀλγῆσαι; τίνα ἀγανακτῆσαι; ποῖον πα‐ τέρα; τίνα μητέρα; ποίους ἀδελφούς; ποίαν συγγέ‐ νειαν; τὴν ἐμὴν λύπην ὁ καιρὸς ἀπῄτει, τὴν ἐμὴν φωνήν, τὴν ἐμὴν ἀγανάκτησιν· ὥστ’ εἰ καὶ παρὰ τῆς γυναικὸς ὁ ἀνὴρ ἠμέλητο, τῆς γε παρ’ ἐμοῦ προνοίας
10δίκαιος ἦν τυγχάνειν, ἄλλως θ’ ὅτ’ εἰ μὴ τοῦτο ἐποί‐ ουν, καὶ ἐμαυτὸν ἂν ἠδίκουν ἐν οἷς ἐκεῖνον. πῶς γὰρ ἂν ἦλθον εἰς ἱερόν; πῶς δ’ ἂν ηὐξάμην; τίσι δ’ ὀφθαλμοῖς ἔβλεψα πρὸς τὰ ἀγάλματα τοσοῦτον ἐμαυτῷ συνειδὼς κακόν; πῶς δ’ ἂν οὐκ ἐν ἑνὶ τούτῳ πᾶς ὁ
15παρεληλυθὼς ἐβλάπτετό μοι βίος; κακὸς οὖν ἦν ἐν οἷς ἐφοβούμην μὴ κακὸς ἐλεγχθείην καὶ ἐνειχόμην τούτοις ἃ μάλιστα ἔφευγον. καὶ τίνα τοῦτο ἔχει φύσιν;
Or
.

29

.

19

Ἤρκει μὲν οὖν εἰς τὸ παρακαλέσαι με πρὸς τὸ τῷ τὰ δεινὰ πεπονθότι βοηθεῖν καὶ ὁ τοῦ δικαίου λογισμός, νῦν δ’ ἦν ἕτερόν τι πρὸς τούτῳ μεγάλην ἔχον τὴν ἀνάγκην. τί τοῦτο; φόβος τῶν ἴσων
5κακῶν. εἰ γὰρ μὴ ἐγὼ τότε χαλεπῶς ἔσχον τῷ πε‐ πραγμένῳ καὶ ταῦτα ἐφ’ οἷς οὗτοί με κακῶς λέγουσιν ἐπεποιήκειν καὶ τοῦτο ἔγνωσαν ἅπαντες, Κάνδιδός τε
διὰ πάντων 〈ἂν〉 ᾔει ὥσπερ χειμάρρους τῶν ἀρτοπόπων νῦν μὲν μιμούμενος ἃ ἐδεδράκει, νῦν δὲ καὶ ὑπερ‐
10βαλλόμενος, ἐκείνους τ’ ἂν αὖθις εἶχε τὰ ὄρη τήν τε πόλιν ὁ λιμός.
Or
.

29

.

20

ἴσως δ’ ἂν οὐδὲ διὰ πάντων ἧκεν ὁ Κάνδιδος παίων· ἀπὸ γὰρ τοῦ πρώτου περιοφθέντος αὑτὸν ἂν ἕκαστος ἔσωζε φθάσαντος τοῦ δρασμοῦ τὴν αἰκίαν, καὶ ἦν πάλιν ἂν οἷάπερ καὶ πρότερον ἢ καὶ
5ἔτι δεινότερα τοῦ καλέσοντος ἐκείνους ἐπὶ τὴν αὐτῶν ἐργασίαν οὐκ ὄντος. οὐδὲ γὰρ αὐτὸς ἔτι πιστὸς ἂν ἦν ἀπὸ τῶν αὐτῶν λόγων τῶν προτέρων ἐξεληλεγ‐ μένων.
Or
.

29

.

21

Ἆρ’ ἄξιά μοι τὰ πεπραγμένα μέμψεως, ἀλλ’ οὐ μᾶλλον εὐφημιῶν καὶ βελτιόνων ἢ νῦν ῥημάτων; εἰ γάρ τις ἀκριβῶς ἐξετάσειεν, ὀκνῶ μὲν εἰπεῖν, ἀναγκά‐ ζομαι δέ, δὶς σέσωκα τήνδε τὴν πόλιν ἀποδούς τε
5τοὺς σιτοποιοὺς αὐτῇ καὶ κατασχών, νῦν μὲν πείσας κατελθεῖν, νῦν δὲ κωλύσας φυγεῖν.
Or
.

29

.

22

Ὑπηρέτουν γάρ, φησίν, ἄρχοντος φων. ἡ δὲ ἦν πλημμελοῦντά τι περὶ τοὺς ἄρτους ἐκεῖνον νουθετῆσαι. ἐγὼ δὲ εἶχον μὲν 〈ἄν〉 τι καὶ περὶ τού‐ του λέγειν, καὶ ὡς μείζων ἦν ἡ παρὰ τοῦ Κανδίδου
5κατηγορία τοῦ ἔργου καὶ ὡς ὁ σταθμός, ὥσπερ ἐν
ἐνίοις ἐλάττων τοῦ δέοντος, οὕτως ἐν ἄλλοις πλείων, ἀλλ’ ὅμως ἐπ’ ἐκεῖνο εἶμι ταῦτα ἀφείς, εἰ μὲν ἔχει τις εἰπεῖν πληγῶν ἀριθμὸν εἰρημένον παρὰ τοῦ τὴν ἀρχὴν ἔχοντος καὶ τοσοῦτον ὅσος γέγονε καὶ οὕτως
10ὠμὸν ὡς πολλοὶ τεθέανται. μάλιστα μὲν καὶ οὕτως ἠδίκει Κάνδιδος οὐ γενόμενος τοῦ κεκελευκότος πρᾳ‐ ότερος, ὃ καὶ τοὺς οἰκέτας ὁρῶμεν ποιοῦντας πρὸς ἀλλήλους, ὅταν ἐπὶ πληγαῖς ἄλλος ἄλλῳ παραδοθῇ, καὶ τοῦτο καὶ τοὺς παραδόντας αὐτοὺς ἐπαινοῦντας ὁρῶ‐
15μεν ἤδη τοῦ θυμοῦ λελωφηκότος.
Or
.

29

.

23

ταῦτα οὐκ ἐρῶ πρὸς Κάνδιδον, ἀλλ’ ἔστω τὸ πικρὸν τοῦτο δίκαιον, εἰ διαρρήδην ἤκουσεν, ὅτι δεῖ ταῦτα Ἀντίοχον ἅπαντα παθεῖν ἃ πέπονθεν. ἀλλ’ οὐκ ἂν δύναιτο. οὐκοῦν
5κύριος ἦν σαφῶς τοῦ γε ἐλάττονος καὶ οὐκ ἔμελλε δώσειν νῦν δίκην τοῦ μὴ ὅσην νῦν δίκην λαβεῖν οὐδ’ ἐρήσεσθαι τοὺς ὑπηρέτας ὁ ἄρχων· πόσαι δὲ αἱ πληγα; οὐδ’ ὡς οὐ πολλαί, γνοὺς ἢ λόγῳ ἢ ἔργῳ λυπήσειν τὸν Κάνδιδον. καίτοι τί τὸ κωλύον ἦν, εἰ
10πολλὰς οὕτω γενέσθαι τὰς πληγὰς ἐβούλετο, τὸν ἀριθ‐ μὸν εἰπεῖν καὶ τὸ τοὺς τύπτοντας εἶναι δεῖν τῶν ῥω‐ μαλεωτέρων, οἷον Κάνδιδος αὐτῷ τὸν υἱὸν ἐπέστησε τὸν αὑτοῦ;
Or
.

29

.

24

θαυμάζω δὲ ὅπως οὐδ’ αὐτοῦ τοῦ ῥή‐ ματος ᾐσχύνθη τὴν φιλανθρωπίαν· οὐ γὰρ ἀγριαίνον‐
τος ἦν οὐδὲ ζέοντος, ἀλλ’ οἷον δεδοικότος μή τι σφο‐ δρὸν γένηται, καὶ ᾧ πολλάκις πατέρες ὑπὲρ παίδων
5πρὸς παιδαγωγὸν ἐχρήσαντο. τὸ δὲ αἷμα ἐκεῖνο τὸ πολὺ καὶ τὸ διατμηθὲν δέρμα καὶ αἱ φανεῖσαι σάρκες, ταῦτα ἦν σὰ καὶ τῆς σῆς κακίας.
Or
.

29

.

25

Δηλοῖ δὲ αὐτὸς ὁ ἄρχων οἷς εἰς ἕτερον ἔπρα‐ ξεν ἔξω ταῦτ’ εἶναι τῆς γνώμης τῆς ἑαυτοῦ. τῆς αὐ‐ τῆς γὰρ αἰτίας ἐπ’ ἄλλον ἡκούσης λαβὼν τὸ σῶμα τοῦ κεκακουργηκέναι δοκοῦντος τοὺς ἡμερωτέρους τῶν τὰ
5γράμματα διδασκόντων μιμησάμενος ἀφῆκε δείξας οἷς περὶ ἕτερον ἐποίησεν, ἅπερ ἂν ἐποίησεν, εἰ καὶ τὸν πρότερον ἦν τις εἰσηχὼς αὐτῷ.
Or
.

29

.

26

Ὃ δὲ μεῖζον εἰς ἔλεγχον τῆς Κανδίδου σκή‐ ψεως, εἰς τί γάρ, εἰπέ μοι, βλέπων, εἰς ποῖον λόγον, εἰς ποῖον ῥῆμα, εἰς ποίαν συλλαβήν, εἰς ποῖον νεῦμα τὰ πολλῷ βαρύτερα τῶν πληγῶν ἐκεῖνα προσέθηκας;
5ἐν οἷς ἦν ἰατρῶν τε ἐστερῆσθαι τὸν ἄνθρωπον καὶ θέαμα εἶναι τοῖς ἐν τῇ πόλει πᾶσιν ἐλεεινὸν ὥσπερ τι τῶν βοσκημάτων ἐλαυνόμενον. εἰ δ’ ἐν τῷ τῆς νουθεσίας ὀνόματι πάντα ταῦτα εἶναι φής, καὶ ἀπο‐ τυμπανίσας τὸν ἄνθρωπον εἰς ταὐτό μοι δοκεῖς ἂν
10καταφυγεῖν. ἀλλ’ οὔτε τότε οὐδεὶς ἠνέσχετ’ ἂν οὔτε νῦν. οὐ γὰρ ὁ ἄρχων οὐδ’ ἅπερ ἐκεῖνος ἔφησεν, ἀπώλλυ τὸν Ἀντίοχον, ἀλλὰ τό τε χρήματα ἐπ’ Ἀν‐ τιόχῳ παρὰ τῶν ἐχθρῶν τῶν Ἀντιόχου δεδόσθαι τό τε τὴν Ἀντιόχου γυναῖκα μὴ δυνηθῆναι πρὸ τῶν πλη‐
15γῶν δοῦναι τούτῳ χρυσίον ὁπόσον ἐβούλετο, ἐπεὶ καὶ
μετὰ τὰς πληγὰς οὐ τοσοῦτον μέν, ἐδόθη δ’ οὖν.
Or
.

29

.

27

Ὑπὲρ Ἀντιόχου οὖν, ἐρεῖ τις, ἔδει λυπεῖν Κάνδιδον, ὑπὲρ τοῦ σιτοποιοῦ τῶν γνωριμω‐ τάτων ἕνα; ἐγὼ δὲ τὸ μέσον μὲν τῆς ἀμφοῖν τύχης οὐκ ἠγνόουν οὐδ’ ὡς ὁ μὲν οἰκίαν κέκτηται μεγάλην,
5ὁ δὲ μισθὸν τῶν οἰκημάτων ἐν οἷς οἰκεῖ τίθησιν οὐδ’ ὡς ὁ μὲν γῆν ἔχει πολλήν τε καὶ ἀγαθήν, ὁ δὲ μύλην οὐδ’ ὡς ὁ μὲν τῇ γαστρὶ χαρίζεται, ὁ δὲ οὐ δύναται οὐδ’ ὡς τῷ μὲν ἀργεῖν ἔξεστι, τῷ δ’ ἀνάγκη πονεῖν. οἶδα ταῦτα καὶ πολλὰ πρὸς τούτοις ἕτερα.
Or
.

29

.

28

ἐποιούμην δὲ τότε οὐ πρὸ τοῦ Κανδίδου τὸν Ἀντίοχον, ἀλλὰ πρὸ τοῦ ἀδίκου τὸ δίκαιον· τοῦτο μὲν γὰρ ὑπῆρχεν Ἀντιόχῳ, τοῦ Κανδίδου δὲ ἦν ἐκεῖνο. οὐδεὶς δὲ οὐδὲ τῶν ἀδικωτάτων ἀνθρώπων τολμήσειεν
5ἂν εἰπεῖν, ὡς οὐκ αἰδέσιμον ἡ τοῦ δικαίου τάξις. διὰ τοῦτο κἀκ τῶν ἀπράτων δικαστηρίων ἀπιόντας ὁρῶμεν νενικηκότας οὐκ ἀεὶ τοὺς εὐπόρους, ἀλλά ποτε μὲν τούτους, ποτὲ δὲ τοὺς πενεστέρους τῶν δικαίων ποι‐ ούντων ἑκάτερον.
Or
.

29

.

29

σὺ δὲ οἷος ἂν ἦσθα καὶ πρὸς ἐκείνους λέγων· οὐ καλῶς, ὦ ἄνθρωποι, πεποιή‐ κατε τοῦ μὲν ἡττωμένου παρ’ ὑμῖν τὴν δύνα‐ μιν ἀτιμάσαντες, τοῦ δὲ κεκρατηκότος τὴν
5ἀσθένειαν τιμήσαντες ἐξὸν πεποιηκέναι τοὐ‐ ναντίον; εἰ δ’ οὐκ ἂν πρὸς δικαστὴν τοῦτο ἐποίεις,
διὰ τί πρὸς ἐμέ; πανταχοῦ γὰρ ἔγωγε νομίζω προσή‐ κειν μέγα δύνασθαι τὸ δίκαιον. εἰ δὲ τοῦτ’ ἦν, οὐχ ὅσῳπερ νῦν, ἐλείπετ’ ἂν τῶν θείων πραγμάτων τὰ
10ἀνθρώπεια. νῦν δὲ τοῦτ’ ἔστι τὸ μάλιστα πικρὸν ποιοῦν τὸν ἡμέτερον βίον, ὅτι πολλὰ μὲν τὰ τῶν νό‐ μων γράμματα, τὰ μὲν παλαιά, τὰ δὲ νέα, καταπατεῖ‐ ται δὲ ὑπὸ τῶν ἀδικούντων ἡδέως τῆς πλεονεξίας μᾶλλον ἐφ’ ἑαυτὴν ἑλκούσης ἢ τούτων ἀνειργόντων.
Or
.

29

.

30

ἐγὼ δὲ οὔτ’ ἄλλοτε πώποτε προηκάμην τοῖς ἀδι‐ κοῦσι τοὺς ἀδικουμένους διὰ τὸ τοὺς μὲν εἶναι τῶν λαμπροτέρων, τοὺς δὲ τῶν καταδεεστέρων οὔτε νῦν τοῦτ’ ἔμελλον πείσεσθαι. μὴ γὰρ ὅτι Κάνδιδον, ἀλλ’
5οὐδ’ ἂν τὸν ἐμαυτοῦ πατέρα ταὐτὰ Κανδίδῳ πεποιη‐ κότα πρότερον ἂν ἤγαγον τοῦ τοιαῦτα παθόντος σιτοποιοῦ, ἀλλ’ οὐδ’ ἂν ἄλλου τινὸς τῶν ἐν ἐλάττονι τέχνῃ οὐδ’ ἄν, μὰ τοὺς θεούς, τυροπώλου οὐδέ γε ὀξοπώλου οὐδὲ ἰσχαδοπώλου οὐδέ γε νευρορράφου.
10μὴ οὖν μοι λεγέτω τις ἅρματα ἢ ἀθλητὰς ἢ ἄρ‐ κτους ἢ κυνηγέτας· τούτοις γὰρ ἅπασιν ἀντιτεταγ‐ μένον τὸ δίκαιον μᾶλλον αὑτῷ πείθει προσέχειν ἢ ’κείνοις.
Or
.

29

.

31

πείθει δὲ καὶ τὰ ἀπὸ τῆς ἔχθρας τῆς ἐσομένης φέρειν. ὅτι μὲν γὰρ δυσμενὴς ἐπὶ τού‐ τοις ἐκεῖνος καὶ πάντα ἐπιβουλεύσει τρόπον καὶ συν‐ εργῶν οὐκ ἀπορήσει, καὶ σφόδρα ἐπίσταμαι. οὐ μὴν
5φόβῳ γε τοῦ τοιούτου πολέμου προδότης ἂν εἱλόμην
τῶν δικαίων καὶ γενέσθαι καὶ νομισθῆναι. οὐδὲ γὰρ τοῖς τὰς τάξεις λιποῦσι συγγνώμην ἔχομεν καὶ ταῦτα εἰδότες, ὅτι δέει τοῦτο ἁμαρτάνουσιν. αὐτὸ γὰρ δὴ τοῦτο καὶ τὸ ἔγκλημά ἐστιν, ὅτι φόβῳ διαφθείρουσι
10τὸ προσῆκον. διὰ τοῦτο ἀποθνήσκουσιν αἰσχρῶς οὐ βουληθέντες καλῶς.
Or
.

29

.

32

ἦν οὖν κἀμοὶ καλὸν ταύτην φυλάξαι τὴν τάξιν. καὶ γὰρ εἰ μηδεὶς ἔμελλέ με μήτε γράφεσθαι μήτε κρίνειν, ἀλλ’ οἵ τε θεοὶ ταῦτ’ ἂν ᾐτιῶντο καὶ αὐτὸς ἂν ἐμαυτὸν κατήσθιον εἰδὼς ἅ μοι
5ἐπεπλημμέλητο. καὶ μὴν καὶ ἐλπίδες μοι παρ’ αὐτοῦ τοῦ τὰ δίκαια ποιεῖν ὑπῆρχον. τοὺς γὰρ ἅπερ αὐτὸς ἐπῄνουν ἐπαινοῦντας θεοὺς ἡγούμην καὶ κρείττω με ποιήσειν τῶν πολεμησόντων. λόχον τοίνυν ὁποῖόν τινα βούλεταί τε καὶ δύναται συστησάμενος λάθρα τε
10διορυττέτω καὶ φανερῶς μαχέσθω. τῆς γὰρ δὴ τῶν θεῶν μεθ’ ἡμῶν οὔσης ῥοπῆς γέλως ἔσται καὶ αὐτὸς καὶ οὓς συλλέγει.
Or
.

29

.

33

Διὰ τ, φησί, τὴν ὀφειλομένην ἐπὶ τοῖς ἐλέγχοις διεκώλυσας δίκην; ὅτι πρῶτον μὲν αὐτὸν τὸν ἔλεγχον οὐ μικρὰν δίκην ἡγησάμην. ἔπειθ’ οἱ πεπονθότες αὐτοὶ κακῶς ἐδέοντό μου μηδὲν ζητῆσαι
5πλέον μηδ’ ἐκπολεμῶσαι σύνταγμα στρατιωτῶν τοσοῦ‐ τον ἐργαστηρίῳ. ὥσθ’ οἷς λογισμοῖς εἰς τὸν ἔλεγχον συνέπραττον, τοῖς αὐτοῖς τούτοις εἰς τὸ μὴ γενέσθαι τινὰ τιμωρίαν ἐχρώμην. ἐκεῖνό τε γὰρ ἦν τοὺς ἠδι‐ κημένους ἐλεοῦντος καὶ τοῦτο τοῖς αὐτοῖς χαριζομένου,
10ἄλλως θ’ ὅτε καὶ ἐξῆν αὐτοῖς τὰ αὑτῶν κομίσασθαι. ὁ γὰρ ἀρνούμενος μὴ λαβεῖν παρὰ τοῦ τραπεζίτου καὶ λαβὼν οὐκ εἰλήφει. φέρειν γὰρ αὐτὰ πάλιν ἐπὶ τὴν τράπεζαν ἔδει.
Or
.

29

.

34

οὕτως ἐν οἷς καὶ ἔπραττον καὶ οὐκ ἔπραττον οὐκ ἐμαχόμην ἐμαυτῷ. τοὺς μέντοι μεμφομένους μοι δυναίμην ἂν δεῖξαι μαχομένους ἑαυ‐ τοῖς, οἳ τῷ τε εἰς κρίσιν καταστῆσαί με τὸ πρᾶγμα
5κακῶς λέγουσι καὶ τῷ πάνυ σπουδάσαι περὶ τὸ μὴ δοῦναι τὸν στρατιώτην δίκην. εἰ μὲν γὰρ τἀπὸ τῆς ὀργῆς αἰτιῶνται, τὰ τῆς ἐπιεικείας ἐπαινούντων· εἰ δὲ τὰ τῆς ἐπιεικείας ἐν αἰτίᾳ ποιοῦνται, τί μὴ τὸ συνορ‐ γισθῆναι τῇ γυναικὶ τῷ καλῷ προσνέμουσι;
Or
.

29

.

35

Καὶ μὴν κἀκεῖνό γε τοῖς εἰρημένοις προσθείην ἄν, ὅτι καὶ εἰ σφόδρα τῆς τιμωρίας ἐπεθύμουν, νικᾶν ἔδει τὸ δοκοῦν Αὐγάρῳ τῷ τοῦ στρατιώτου μὲν ἀδελφῷ, φίλῳ δὲ ἡμετέρῳ καὶ συνήθει παῖδά τε
5ἐν ταῖς ἡμετέραις ἔχοντι διατριβαῖς οὐ τῶν πολλῶν, ἀλλ’ ὧν ἄν τις καὶ μακαρίσαι τοὺς γονεῖς τῆς τῶν υἱέων κατὰ τὴν φύσιν τύχης. τούτοιν τοίνυν ὁ μὲν εἶπέ τι περὶ τἀδελφοῦ, ὁ δ’ ἔλεγε μὲν οὐδέν, τῇ σιγῇ δὲ ταὐτὸν ἔπραττεν.
Or
.

29

.

36

Οὕτω πολλὰ καὶ μεγάλα τὸν στρατιώτην διέ‐ σωζε. βουλοίμην δ’ ἂν καὶ ὅλως ταῦθ’ ἅπαντας εἰδέ‐ ναι περὶ ἐμοῦ, ὅτι τοῖς ἀδικοῦσι καὶ καταφρονοῦσι τῶν νόμων μέχρι μὲν τοῦ κατενεγκεῖν πολεμῶ, κειμέ‐
5νους δὲ ἰδὼν σπένδομαι.
Or
.

30

t

ΠΡΟΣ ΘΕΟΔΟΣΙΟΝ ΤΟΝ ΒΑΣΙΛΕΑ ΥΠΕΡ ΤΩΝ ΙΕΡΩΝ.
Or
.

30

.

1

Ἐπὶ πολλῶν πρότερον συμβουλῶν, ὦ βα‐ σιλεῦ, δόξας σοι τοῦ προσήκοντος τετυχηκέναι καὶ τῶν τἀναντία καὶ βουλομένων καὶ λεγόντων τῷ βελτίω παραινεῖν κεκρατηκὼς ἥκω ταὐτὸ καὶ νῦν ποιή‐
5σων ἀπὸ τῆς αὐτῆς ἐλπίδος. σὺ δὲ μάλιστα μὲν καὶ νῦν πεισθείης· εἰ δὲ μή, μήτοι νομίσῃς τοῖς σοῖς ἐχ‐ θρὸν εἶναι πράγμασι τὸν εἰρηκότα λογιζόμενος μὲν
ἄνευ τῶν ἄλλων τὸ μέγεθος τῆς τιμῆς ἧς με τετίμη‐ κας, ἐνθυμούμενος δέ, ὡς οὐκ εἰκὸς μὴ σφόδρα τὸν
10εὖ παθόντα φιλεῖν τὸν εὖ πεποιηκότα. τοῦτ’ αὐτὸ γάρ ἐστι καὶ δι’ ὃ συμβουλεύειν οἶμαι δεῖν περὶ ὧν ἂν ἡγῶμαι χρηστόν τι λέξειν. ἄλλως μὲν γὰρ οὐκ ἂν τῷ βασιλεῖ δυναίμην ἀποδοῦναι χάριτας, λόγοις δ’ ἂν ἴσως μένοις καὶ τοῖς ἀπὸ τῶν λόγων.
Or
.

30

.

2

Δόξω μὲν οὖν οὐκ ὀλίγοις κίνδυνον πολὺν ἔχου‐ σιν ἐπιχειρεῖν ὑπὲρ ἱερῶν σοὶ καὶ τοῦ μὴ δεῖν κακῶς αὐτὰ πάσχειν ᾗπερ νῦν, μέλλων διαλέγεσθαι, δοκοῦσι δέ μοι πλεῖστον ἁμαρτάνειν τῆς σῆς φύσεως οἱ
5τοῦτο τὸ δέος ἔχοντες. ὀργίλου μὲν γὰρ οἶμαι καὶ χαλεποῦ τὸ εἴ τι λέγοιτο τῶν οὐκ ἀρεσκόντων αὐτῷ, χωρεῖν εὐθέως ἐπὶ τὴν τῶν εἰρημένων δίκην, ἠπίου δὲ καὶ φιλανθρώπου καὶ πρᾴου, ταῦτα δὴ τὰ σά, τὸ μὴ δέχεσθαι μόνον τὴν οὐκ ἐπαινουμένην ὑφ’ ἑαυτοῦ
10συμβουλήν. οὗ γὰρ τοῦ πεισθῆναί τε καὶ μὴ κύριος ὁ τῶν λόγων ἀκροώμενος, οὔτε φεύγειν τὴν ἀκρό‐ ασιν ἄξιον οὐκ οὔσης βλάβης ἐντεῦθεν οὐδεμιᾶς οὔτ’ εἰ μὴ κατὰ νοῦν εἴη τὰ λεγόμενα, χαλεπαίνειν τε καὶ τιμωρίαν ζητεῖν, εἴ τις ἃ βέλτιστα ἔχειν
15ὑπελάμβανε, ταῦτα ἐθάρρησεν εἰπεῖν.
Or
.

30

.

3

δέομαι οὖν
εἰς ἐμέ τε τείνειν τὸν λέγοντα τὴν ὄψιν, ὦ βασιλεῦ, καὶ μὴ τοῖς διὰ πολλῶν ἐκκρούειν καὶ σὲ κἀμὲ βου‐ λησομένοις διδόναι τοὺς ὀφθαλμούς. ὡς πολλάκις γε
5νευμάτων δύναμις πλέον τῆς ἀπὸ τῶν ἀληθῶν ἰσχύος ἠνέγκατο. φημὶ δὲ δεῖν κἀκείνους ἐάσαντάς με καθ’ ἡσυχίαν τε καὶ χωρὶς ἐπηρείας διεξελθεῖν τὸν λόγον ὕστερον αὖ πειρᾶσθαι καὶ αὐτοὺς λόγῳ κρατῆσαι τῶν ἡμῖν εἰρημένων.
Or
.

30

.

4

Οἱ πρῶτοι φανέντες ἐπὶ γῆς, ὦ βασιλεῦ, τὰ μετέωρα καταλαβόντες σπηλαίοις τε καὶ καλύβαις αὑτοὺς διασώζοντες θεῶν εὐθὺς ἔννοιαν λαβόντες καὶ γνόντες ὁπόσον ἡ ’κείνων εὔνοια τοῖς ἀνθρώποις, ἱερά
5τε οἷα εἰκὸς τοὺς πρώτους φύντας, καὶ ἀγάλματα σφίσιν αὐτοῖς ἐποίησαν. τῶν πραγμάτων δὲ εἰς πόλεις προελθόντων ἤδη τῆς περὶ ταῦτα τέχνης εἰς τοῦτο ἀποχρώσης πολλαὶ μὲν ἐν ὑπωρείαις, πολλαὶ δὲ ἐν πεδίοις ἐφάνησαν, ἐν ἑκάστῃ δὲ μετὰ τὸ τεῖχος ἀρχὴ
10τοῦ λοιποῦ σώματος ἱερὰ καὶ νεῴ. παρὰ γὰρ δὴ τῶν τοιούτων κυβερνητῶν ἡγοῦντο μεγίστην αὑτοῖς καὶ τὴν ἀσφάλειαν ἔσεσθαι.
Or
.

30

.

5

κἂν ἐπέλθῃς τὴν γῆν ἅπασαν ἣν οἱ Ῥωμαῖοι νέμονται, πανταχοῦ τοῦτο εὑ‐ ρήσεις, ἐπεὶ κἀν τῇ μετὰ τὴν μεγίστην πρώτῃ νεῴ τινες ἔτ’ εἰσιν, εἰ καὶ τῶν τιμῶν ἐστέρηνται, ὀλίγοι
5μὲν ἐκ πάνυ πολλῶν, οὐ μὴν ἐξῆλθέ γε ἅπαν ἐξ αὐ‐ τῆς τοῦτο. καὶ μετὰ τῆς τῶν θεῶν τουτωνὶ συμμαχίας ἐπιόντες Ῥωμαῖοι τοῖς ἐναντίοις μαχόμενοί τε ἐνίκων καὶ νενικηκότες βελτίω τοῖς ἡττημένοις τοῦ πρὸ τῆς ἥττης τὸν ἐπ’ αὐτῇ χρόνον ἐποίουν φόβους τε
10ἀφελόντες καὶ πολιτείας τῆς αὑτῶν μεταδόντες.
Or
.

30

.

6

Παίδων τοίνυν ἡμῶν ὄντων καθαιρεῖ μὲν τὸν περιυβρίσαντα τὴν Ῥώμην ὁ Γαλατῶν ἐπ’ αὐτὸν ἀγα‐ γὼν στρατόπεδον, οἳ θεοῖς ἐπῆλθον πρότερον εὐξά‐ μενοι, κρατήσας δὲ καὶ ἀνδρὸς ἐπ’ ἐκείνῳ ταῖς
5πόλεσιν ἀνθεῖν παρεσχηκότος ἡγησάμενος αὑτῷ λυσι‐ τελεῖν ἕτερόν τινα νομίζειν θεὸν εἰς μὲν τὴν τῆς πό‐ λεως περὶ ἣν ἐσπούδασε ποίησιν τοῖς ἱεροῖς ἐχρήσατο χρήμασι, τῆς κατὰ νόμους δὲ θεραπείας ἐκί‐ νησεν οὐδὲ ἕν, ἀλλ’ ἦν μὲν ἐν τοῖς ἱεροῖς πενία,
10παρῆν δὲ ὁρᾶν ἅπαντα τἄλλα πληρούμενα.
Or
.

30

.

7

κατα‐ βάσης δὲ τῆς ἀρχῆς ἐπὶ τὸν ἐξ ἐκείνου, μᾶλλον δὲ τοῦ σχήματος, ὡς τό γε κρατεῖν ἑτέρων ἦν, οἷς ἡ ἐξ ἀρχῆς παιδαγωγία καὶ τὸ μέχρι παντὸς ἴσον δύνασθαι
5παρέσχεν, οὗτος οὖν ἐν τῷ κελεύεσθαι παρ’ αὐτῶν
βασιλεύων ἄλλα τε οὐ καλὰ πείθεται καὶ μηκέτ’ εἶναι θυσίας. ταύτας ὁ ’κείνου μὲν ἀνεψιός, ἀρετὴν δὲ ἅπασαν κτησάμενος ἐπανάγει καὶ τεθνεῶτος ἐν Πέρ‐ σαις, ὅ τι δεδρακὼς ἢ μέλλων, ἀφίημι νῦν, μένει
10μέν τινα τὸ θύειν ἱερεῖα χρόνον, νεωτέρων δέ τινων συμβάντων ἐκωλύθη παρὰ τοῖν ἀδελφοῖν, ἀλλ’ οὐ τὸ λιβανωτόν. ἀλλὰ τοῦτό γε καὶ ὁ σὸς ἐβεβαίωσε νόμος, ὥστε μὴ μᾶλλον ἀλγεῖν ἡμᾶς οἷς ἀφῃρέθημεν ἢ χάριν εἰδέναι τῶν συγκεχωρημένων.
Or
.

30

.

8

σὺ μὲν οὖν οὔθ’ ἱερὰ κεκλεῖσθαι 〈ἐκέλευσασ〉 οὔτε μηδένα προσιέναι οὔτε πῦρ οὔτε λιβανωτὸν οὔτε τὰς ἀπὸ τῶν ἄλλων θυμιαμάτων τιμὰς ἐξήλασας τῶν νεῶν οὐδὲ τῶν βω‐
5μῶν, οἱ δὲ μελανειμονοῦντες οὗτοι καὶ πλείω μὲν τῶν ἐλεφάντων ἐσθίοντες, πόνον δὲ παρέχοντες τῷ πλήθει τῶν ἐκπωμάτων τοῖς δι’ ᾀσμάτων αὐτοῖς παρα‐ πέμπουσι τὸ ποτόν, συγκρύπτοντες δὲ ταῦτα ὠχρότητι τῇ διὰ τέχνης αὐτοῖς πεπορισμένῃ μένοντος, ὦ βασιλεῦ,
10καὶ κρατοῦντος τοῦ νόμου θέουσιν ἐφ’ ἱερὰ ξύλα φέ‐ ροντες καὶ λίθους καὶ σίδηρον, οἱ δὲ καὶ ἄνευ
τούτων χεῖρας καὶ πόδας. ἔπειτα Μυσῶν λεία καθαι‐ ρουμένων ὀροφῶν, κατασκαπτομένων τοίχων, κατασπω‐ μένων ἀγαλμάτων, ἀνασπωμένον βωμῶν, τοὺς ἱερεῖς δὲ ἢ
15σιγᾶν ἢ τεθνάναι δεῖ· τῶν πρώτων δὲ κειμένων δρόμος ἐπὶ τὰ δεύτερα καὶ τρίτα, καὶ τρόπαια τροπαίοις ἐναντία τῷ νόμῳ συνείρεται.
Or
.

30

.

9

τολμᾶται μὲν οὖν κἀν ταῖς πό‐ λεσι, τὸ πολὺ δὲ ἐν τοῖς ἀγροῖς. καὶ πολλοὶ μὲν οἱ καθ’ ἕκαστον πολέμιοι, ἐπὶ δὲ μυρίοις κακοῖς τὸ διε‐ σπαρμένον τοῦτ’ ἀθροίζεται καὶ λόγον ἀλλήλους ἀπαι‐
5τοῦσι τῶν εἰργασμένων καὶ αἰσχύνη τὸ μὴ μέγιστα ἠδικηκέναι. χωροῦσι τοίνυν διὰ τῶν ἀγρῶν ὥσπερ χείμαρροι κατασύροντες διὰ τῶν ἱερῶν τοὺς ἀγρούς. ὅτου γὰρ ἂν ἱερὸν ἐκκόψωσιν ἀγροῦ, οὗτος τετύφλω‐ ταί τε καὶ κεῖται καὶ τέθνηκε. ψυχὴ γάρ, ὦ βασιλεῦ,
10τοῖς ἀγροῖς τὰ ἱερὰ προοίμια τῆς ἐν τοῖς ἀγροῖς κτί‐ σεως γεγενημένα καὶ διὰ πολλῶν γενεῶν εἰς τοὺς νῦν ὄντας ἀφιγμένα.
Or
.

30

.

10

καὶ τοῖς γεωργοῦσιν ἐν αὐτοῖς αἱ ἐλπίδες ὅσαι περί τε ἀνδρῶν καὶ γυναικῶν καὶ τέκνων καὶ βοῶν καὶ τῆς σπειρομένης γῆς καὶ τῆς πεφυτευμένης. ὁ δὲ τοῦτο πεπονθὼς ἀγρὸς ἀπολώ‐
5λεκε καὶ τῶν γεωργῶν μετὰ τῶν ἐλπίδων τὸ πρόθυ‐ μον· μάτην γὰρ ἡγοῦνται πονήσειν τῶν εἰς δέον τοὺς πόνους ἀγόντων ἐστερημένοι θεῶν. τῆς γῆς δὲ οὐκέθ’
ὁμοίων πόνων ἀπολαυούσης οὐδ’ ἂν ἴσος ὁ τόκος τῷ πρὶν ἀπαντῴη. τούτου δὲ ὄντος τοιούτου πενέστε‐
10ρος μὲν ὁ γεωργός, ἐν βλάβῃ δὲ ὁ φόρος. καὶ γὰρ ἂν σφόδρα ἐθέλῃ τις, τό γε μὴ δύνασθαι κωλύει.
Or
.

30

.

11

Οὕτως ἐπὶ τὰ μέγιστα τῶν πραγμάτων βαδίζει τὰ διὰ τὴν τούτων ἀσέλγειαν κατὰ τῶν ἀγρῶν τολ‐ μώμενα, οἳ φασὶ μὲν τοῖς ἱεροῖς πολεμεῖν, ἔστι δὲ οὗτος ὁ πόλεμος πόρος τῶν μὲν τοῖς ναοῖς ἐγκειμένων,
5τῶν δὲ τὰ ὄντα τοῖς ταλαιπώροις ἁρπαζόντων τά τε κείμενα αὐτοῖς ἀπὸ τῆς γῆς καὶ ἃ τρέφουσιν. ὥστ’ ἀπέρχονται φέροντες οἱ ἐπελθόντες τὰ τῶν ἐκπεπο‐ λιορκημένων. τοῖς δὲ οὐκ ἀρκεῖ ταῦτα, ἀλλὰ καὶ γῆν σφετερίζονται τὴν τοῦ δεῖνος ἱερὰν εἶναι λέγοντες,
10καὶ πολλοὶ τῶν πατρῴων ἐστέρηνται δι’ ὀνόματος οὐκ ἀληθοῦς. οἱ δ’ ἐκ τῶν ἑτέρων τρυφῶσι κακῶν οἱ τῷ πεινῆν, ὥς φασι, τὸν αὑτῶν θεραπεύοντες θεόν. ἢν δ’ οἱ πεπορθημένοι παρὰ τὸν ἐν ἄστει ποιμένα, καλοῦσι γὰρ οὕτως ἄνδρα οὐ πάνυ χρηστόν, ἢν οὖν
15ἐλθόντες ὀδύρωνται λέγοντες ἃ ἠδίκηνται, ὁ ποιμὴν οὗτος τοὺς μὲν ἐπῄνεσε, τοὺς δὲ ἀπήλασεν ὡς ἐν τῷ μὴ μείζω πεπονθέναι κεκερδακότας.
Or
.

30

.

12

καίτοι τῆς μὲν σῆς ἀρχῆς, ὦ βασιλεῦ, καὶ οὗτοι, τοσούτῳ δὲ χρη‐ σιμώτεροι τῶν ἀδικούντων αὐτούς, ὅσῳ τῶν ἀργούν‐
των οἱ ἐργαζόμενοι. οἱ μὲν γὰρ ταῖς μελίτταις, οἱ δὲ
5τοῖς κηφῆσιν ἐοίκασι. κἂν ἀκούσωσιν ἀγρὸν ἔχειν τι τῶν ἁρπασθῆναι δυναμένων, εὐθὺς οὗτος ἐν θυσίαις τέ ἐστι καὶ δεινὰ ποιεῖ καὶ δεῖ στρατείας ἐπ’ αὐτὸν καὶ πάρεισιν οἱ σωφρονισταί, τοῦτο γὰρ ὄνομα τίθενται ταῖς λῃστείαις, εἰ μὴ καὶ μικρὸν εἶπον. οἱ
10μέν γε πειρῶνται λανθάνειν καὶ ἃ τολμῶσιν ἀρνοῦνται, κἂν καλέσῃς λῃστήν, ὕβρισας, οἱ δὲ φιλοτι‐ μοῦνται καὶ σεμνύνονται καὶ τοὺς ἀγνοοῦντας διδά‐ σκουσι καὶ γερῶν ἀξίους εἶναί φασιν αὑτούς.
Or
.

30

.

13

καί‐ τοι τοῦτο τί ἕτερόν ἐστιν ἢ ἐν εἰρήνῃ πολεμεῖσθαι τοὺς γεωργούς; οὐδὲν γὰρ αὐτοῖς ἐλάττους ποιεῖ τὰς συμφορὰς τὸ παρὰ τῶν οἰκείων πάσχειν κακῶς, εἰ μὴ
5καὶ δεινότερον τὸ οὓς εἰκότως ἂν ἐν ταραχαῖς εἶχον συμμάχους, ὑπὸ τούτων ἐν ἡσυχίας καιρῷ πάσχειν οἷα διῆλθον.
Or
.

30

.

14

Καίτοι τί μαθών, ὦ βασιλεῦ, τὰς δυνάμεις συνέχεις καὶ ὅπλα κατασκευάζῃ καὶ στρατηγοῖς κοινο‐ λογῇ καὶ τοὺς μὲν ἐκπέμπεις οἷ συμφέρει, τοῖς δὲ ἐπιστέλλεις ὑπὲρ τῶν ἐπειγόντων, τοῖς δὲ ἀντεπιστέλ‐
5λεις ὑπὲρ ὧν ἐρωτῶσι; τὰ δὲ τείχη ταῦτα τὰ καινὰ καὶ οἱ θερινοὶ πόνοι τί βούλεται ταυτὶ πάντα καὶ ποῖ βλέπει; καὶ τί προξενεῖ ταῖς τε πόλεσι καὶ
τοῖς ἀγροῖς τὸ ζῆν τε ἐν ἀδείᾳ καὶ καθεύδειν ἀκρι‐ βῶς καὶ μὴ θορυβεῖσθαι ταῖς ἀπὸ τῶν πολέμων ἐλπί‐
10σιν, ἀλλ’ εὖ εἰδέναι πάντας, ὅτι κἂν ἐπίῃ τις, λαβών τι κακὸν μᾶλλον ἢ λυπήσας ἄπεισιν; ὅταν οὖν σοῦ τοὺς ἔξωθεν πολεμίους ἀνείργοντος τῶν ὑπό σοι τινες ἐπί τινας τῶν ὑπό σοι φέρωνται τῶν κοινῶν ἀγαθῶν οὐκ ἐῶντες μετέχειν, πῶς οὐ τὴν σὴν πρόνοιαν καὶ
15φροντίδας καὶ πόνους ἀδικοῦσιν, ὦ βασιλεῦ; πῶς δὲ οὐκ ἐν οἷς πράττουσι καὶ τῇ σῇ γνώμῃ πολεμοῦσι;
Or
.

30

.

15

Παραβαίνοντας γάρ φησι τὸν οὐκ ἐῶντα θύειν νόμον καὶ θύοντας ἐτιμωρούμεθα. ψεύ‐ δονται, ταῦτα ὅταν λέγωσιν, ὦ βασιλεῦ. οὐδεὶς γὰρ οὕτω θρασὺς τούτων δὴ τῶν τῆς ἀγορᾶς ἀπείρων, ὡς
5ἀξιοῦν εἶναι κυριώτερος νόμου, νόμον δὲ ὅταν εἴπω, τὸν τεθεικότα λέγω. πιστεύεις οὖν, ὡς οἱ μηδὲ τὴν τοῦ πράκτορος χλαμύδα φέροντες οὗτοι βασι‐ λείας ἂν κατεφρόνουν; ταυτὶ δὲ τὰ παρὰ τούτων ἐλέ‐ γετο μὲν καὶ παρὰ Φλαβιανῷ πολλάκις, ἠλέγχθη δὲ
10οὐδεπώποτε. οὐδὲ γὰρ νῦν.
Or
.

30

.

16

ἰδοὺ γὰρ δὴ προκαλοῦμαι τοὺς κηδεμόνας τοῦδε τοῦ νόμου· τίς εἶδέ τινας τούτων τῶν ἀναστάτων ὑφ’ ὑμῶν γενομένων τεθυκότας ἐπὶ τῶν βωμῶν, ὡς ὁ νόμος οὐκ ἐᾷ; τίς
5νέος, τίς πρεσβύτης, τίς ἀνήρ, τίς γυνή, τίς τῶν τὸν αὐτὸν οἰκούντων ἀγρὸν οὐ συμφερόμενος τοῖς θύσασι τὰ περὶ τοὺς θεούς, τίς τῶν ἐν τοῖς πλησίον; πολλὰ δ’ ἂν καὶ δυσμένεια καὶ φθόνος ἐμποιήσειε γείτοσιν, ἀφ’ ὧν ἔλθοι τις ἂν ἡδέως ἐπ’ ἔλεγχον, ἀλλ’ ὅμως
10οὔτε τούτων οὔτε ἐκείνων οὐδεὶς ἧκεν, ἀλλ’ οὐδὲ ἥξει δεδιὼς ἐπιορκίαν, ἵνα μὴ πληγὰς λέγω. τίς οὖν ἡ πίστις τῆς αἰτίας ἢ τὸ λέγειν τούτους, ὡς ἅπερ οὐκ ἐξῆν ἔθυσαν; ἀλλ’ οὐκ ἀρκέσει τοῦτο τῷ βασιλεῖ.
Or
.

30

.

17

Οὐκ ἔθυσαν οὖν; ἐρήσεταί τις. πάνυ γε, ἀλλ’ ἐπὶ θοίνῃ καὶ ἀρίστῳ καὶ εὐωχίᾳ τῶν βοῶν ἀλλαχοῦ σφαττομένων, βωμοῦ δὲ οὐδενὸς τὸ αἷμα δεχομένου οὐδὲ μέρους οὐδενὸς καομένου οὐδὲ οὐλῶν
5ἡγουμένων οὐδὲ σπονδῆς ἀκολουθούσης. εἰ δέ τινες συνελθόντες εἴς τι φαιδρὸν χωρίον μόσχον ἢ πρόβα‐ τον ἢ ἄμφω θύσαντες τὰ μὲν ἑψήσαντες, τὰ δὲ ὀπτή‐ σαντες κατακλιθέντες ἐπὶ τῆς γῆς ἔφαγον, οὐκ οἶδ’ εἴ τινας οὗτοι παρέβαινον τῶν νόμων.
Or
.

30

.

18

οὐδὲ γὰρ κε‐ κώλυκας ταῦτα, ὦ βασιλεῦ, νόμῳ, ἀλλ’ ἓν εἰπὼν δεῖν μὴ ποιεῖν τἄλλα πάντα ἀφῆκας. ὥστ’ εἰ καὶ μετὰ πάν‐ των θυμιαμάτων συνέπινον, οὐ παρέβαινον νόμον
5οὐδέ γε εἰ πάντες ἐν ταῖς φιλοτησίαις ᾖδόν τε καὶ
ἐκάλουν θεούς, εἰ μὴ καὶ τὴν οἴκοι δίαιταν γιγνομένην ἑκάστῳ συκοφαντήσεις.
Or
.

30

.

19

ἦν ἔθος πολλοὺς ἀγρότας εἰς τοὺς γνωριμωτέρους συνιόντας ἐν ταῖς ἑορ‐ ταῖς θύσαντας εἶτα εὐωχεῖσθαι. τοῦθ’ ἡνίκα ἐξῆν ποιεῖν, ἐποίουν. μετὰ ταῦτα πλὴν τοῦ θύειν ἡ περὶ
5τἄλλα ἔμεινεν ἐξουσία. καλούσης τοίνυν τῆς εἰωθυίας ἡμέρας ὑπήκουον καὶ οἷς ἀκίνδυνον ἐτίμων αὐτήν τε καὶ τὸ ἕδος. ὅτι δὲ καὶ θύειν ἄξιον, οὐδεὶς οὔτ’ εἶπεν οὔτ’ ἤκουσεν οὔτ’ ἔπεισεν οὔτ’ ἐπείσθη. οὐδ’ ἂν εἴποι τις τῶν ἐκείνοις ἐχθρῶν, ὡς ἢ αὐτόπτης θυσίας γέγο‐
10νεν ἢ ὡς ἔχει τὸν μεμηνυκότα. εἰ δ’ ἦν ταῦτα ἢ τὸ ἕτερόν γε, τίς ἂν ἤνεγκε τούτους ἕλκοντας καὶ βοῶντας καὶ κατηγοροῦντας οὐκ ἐν τῷ Φλαβιανοῦ δικαστηρίῳ, ἀλλ’ ἐν τοῖς ὡς ἀληθῶς δικαστηρίοις; οὕτω γὰρ μᾶλ‐ λον ᾤοντο ἂν ἀναιρήσειν τὸ θύειν ἀνελόντες τῶν τε‐
15θυκότων τινάς.
Or
.

30

.

20

ἀλλ’ οὐκ αὐτῶν ταῦτα εἶναι φήσουσι παραδιδόναι τοῖς ἀποκτενοῦσιν ἄνθρωπον, οὐδ’ ἢν τὰ δεινότατα εἰργασμένος ᾖ. ἐγὼ δὲ ὅσους
μὲν ἐν στάσεσιν ἀπεκτόνασιν οὐδὲ τὴν τῆς προσηγο‐
5ρίας αἰσχυνόμενοι κοινωνίαν, παρίημι, μή τις εἰς τὸ ἀπερίσκεπτον τὰ τοιαῦτα ἀνενέγκῃ· ἀλλ’ ἐν οἷς ἐξη‐ λάσατε τοὺς ταῖς αὑτῶν ἐπιμελείαις πενίᾳ βοηθοῦντας ἔν τε γραυσὶ καὶ πρεσβύταις οὔσῃ καὶ παιδίοις ὀρφα‐ νοῖς καὶ τούτων τοῖς πλείοσι τὰ πολλὰ πεπηρωμένοις
10τοῦ σώματος, ταῦτα οὐ φόνος; ταῦτα οὐ θάνατος; ταῦτα οὐκ ἔστιν ἀποκτεῖναι καὶ πικροτάτῳ γε θανάτῳ, διὰ τοῦ λιμοῦ; τοῦ τρέφεσθαι γὰρ αὐτοῖς ἀπολωλότος τοῦτ’ ἐλείπετο δήπου. εἶτ’ ἐκείνους μὲν ἀπολλύντες οὐδὲν αἰτιαθέντας ἀπώλλυτε, τούτους δ’ ἂν παραβεβη‐
15κότας νόμον 〈οὔ〉; οὕτω τὸ 〈τὰ〉 δικαστήρια φυγεῖν τὸν τοῦ μὴ τεθυκέναι τοὺς ἀνθρώπους ἔλεγχον ἔχει. οὕτως οὓς ἔκτειναν οὐ κρίναντες τὸ μηδ’ ἀφορμῆς εἰς τὸ κρί‐ νειν εὐπορεῖν ὡμολογήκασιν.
Or
.

30

.

21

Εἰ δέ μοι γράμματα λέγουσιν ἀπὸ βίβλων αἷς φασιν ἐμμένειν, ἐγὼ τὰ πράγματα ἀντιθήσω τὰ παρὰ φαῦλον ἐκείνοις πεποιημένα. εἰ δὲ μὴ τοῦτο τοιοῦτον ἦν, οὐδ’ ἂν ἐτρύφων. νῦν δ’ ἴσμεν αὐτοὺς καὶ ὅπως
5χρῶνται μὲν ταῖς ἡμέραις, χρῶνται δὲ ταῖς νυξίν.
οὔκουν ἦν εἰκὸς τοὺς οὐκ ὀκνοῦντας ἐκεῖνα τοῦτο φυλάξασθαι; ἀλλ’ ἐξῄρηται τοσαῦτα τοσούτων ἀγρῶν ἱερὰ ὕβρει καὶ παροινίᾳ καὶ κέρδει καὶ τῷ μὴ βούλε‐ σθαι κατέχειν αὑτούς.
Or
.

30

.

22

τεκμήριον δέ, ἦν ἄγαλμα ἐν Βεροίᾳ τῇ πόλει χαλκοῦν, Ἀσκληπιὸς ἐν εἴδει τοῦ Κλεινίου παιδὸς τοῦ καλοῦ καὶ ἡ τέχνη τὴν φύσιν ἐμιμεῖτο, τοσοῦτον δὲ ἦν τὸ τῆς ὥρας, ὥστε καὶ οἷς
5ὑπῆρχεν αὐτὸν καθ’ ἡμέραν ὁρᾶν, εἶναι τῆς θέας ὅμως ἐπιθυμίαν. τούτῳ θύεσθαι θυσίας οὐδεὶς οὕτως ἀναι‐ δής, ὡς εἰπεῖν ἂν τολμῆσαι. τοῦτο τοίνυν, ὦ βασιλεῦ, τὸ τοιοῦτον πολλῷ μέν, ὡς εἰκός, πόνῳ, λαμπρᾷ δὲ ἠκριβωμένον ψυχῇ κατακέκοπται καὶ οἴχεται, καὶ τὰς
10Φειδίου χεῖρας πολλαὶ διενείμαντο. διὰ ποῖον αἷμα; διὰ ποίαν μάχαιραν; διὰ ποίαν ἔξω τῶν νόμων θερα‐ πείαν;
Or
.

30

.

23

ὥσπερ οὖν ἐνταῦθα καίτοι θυσίαν οὐδεμίαν εἰπεῖν ἔχοντες ὅμως πολλὰ μέρη τὸν Ἀλκιβιάδην, μᾶλ‐ λον δὲ τὸν Ἀσκληπιὸν ἔτεμνον ἀποκοσμοῦντες τὴν πόλιν τοῖς περὶ τὸ ἄγαλμα, οὕτω χρὴ νομίζειν αὐτοῖς
5καὶ τὰ περὶ τοὺς ἀγροὺς ἐσχηκέναι. τέθυκε μὲν ἱερεῖον οὐδείς, ἐν οἷς δὲ καμόντες αὑτοὺς ἀνέπαυον ἱεροῖς, ταῦτα ἀνῄρηται μείζω τε ὁμοίως καὶ ἐλάττω. καὶ νε‐ ναυαγηκόσιν οἱ ταῦτα παθόντες ἐοίκασιν ἀνθρώποις
ἐκπεσοῦσι τῶν νεῶν ἐφ’ ὧν ἔπλεον.
Or
.

30

.

24

Πότεροι τοίνυν τῶν δίκην ὀφειλόντων εἰσίν, οἱ τετηρηκότες τοὺς νόμους ἢ οἱ τὴν αὑτῶν βούλησιν ἀντ’ ἐκείνων πεποιημένοι; εἰ γὰρ δεινὸν μέν, ὦ βασι‐ λεῦ, τὸ τοῖς ὑπὸ σοῦ γραφεῖσιν ἀπειθεῖν, φαίνονται
5δὲ πεισθέντες μὲν οἱ μὴ τεθυκότες, ἐναντία δὲ πεποι‐ ηκότες οἱ διαφθείραντες ἃ μένειν τοῖς ἔχουσιν ἐδέ‐ δοκτό σοι, οἱ δίκην εἰληφότες ἐν αὐτῷ τῷ λαβεῖν ὀφείλουσιν· ἣν γὰρ οὐ προσῆκεν ἔλαβον ζῆν μὲν ἐάσαντες οἷς ἐνεκάλουν, ἃ δ’ οὐκ ἦν αἰτιάσασθαι τῶν
10γε ἀψύχων ὄντα κατεσκαφότες.
Or
.

30

.

25

Καὶ μὴν εἰ καὶ σφόδρα τοῦτο ἦν ἀδίκημα, τὸ μὲν ἀξίους δεῖξαι δίκης ἐκείνους τούτων ἦν, τὸ δὲ ἐπιθεῖναι τὴν δίκην τοῦ δικαστοῦ. δικαστοῦ δὲ οὐκ ἦν ἀπορῆσαι τῶν ἐθνῶν ὑπ’ αὐτοῖς ὄντων ἁπάντων.
5οὕτω καὶ τοὺς φονέας οἱ τῶν ἀπεσφαγμένων οἰκεῖοι τιμωροῦνται λόγοις μὲν τοῖς παρ’ ἑαυτῶν, ψήφῳ δὲ τῇ τῶν δικαζόντων. οὐδεὶς δὲ ἁρπάσας ἐπὶ τὸν ἀνδροφό‐ νον ξίφος προστίθησιν αὐτὸ τῷ ’κείνου 〈τραχήλῳ〉 χρη‐ σάμενος ἀντὶ τοῦ δικαστηρίου τῇ χειρί, οὐδὲ γὰρ ἐπὶ
10τυμβωρύχον οὐδὲ προδότην οὐδὲ τῶν τὰ ἄλλα ἀδι‐ κούντων οὐδένα οὔτε πρότερον οὔθ’ ὕστερον, ἀλλ’ ἀντὶ τῶν ξιφῶν εἰσαγγελίαι καὶ γραφαὶ καὶ δίκαι.
Or
.

30

.

26

καὶ
τὸ δι’ ὧν ὁ νόμος βούλεται γενέσθαι τὴν τιμωρίαν ἀρκοῦν οἶμαι τῷ δικάζοντι. ἀλλ’ οὗτοι μόνοι τῶν ἁπάντων περὶ ὧν κατηγόρουν ἐδίκαζον καὶ δικάσαντες
5αὐτοὶ τὰ τῶν δημίων ἐποίουν. τί δὴ ζητοῦντες; εἰργο‐ μένους ἐντεῦθεν τοὺς τὰ τῶν θεῶν τιμῶντας ἐπὶ τἀ‐ κείνων ἐνεχθῆναι. τουτὶ δ’ ἐστὶ πάντων εὐηθέστατον. τίς γὰρ οὐκ οἶδεν, ὡς αὐτοῖς οἷς ἔπαθον μᾶλλον ἢ πρὶν ἐν οἷς ἦσαν ταῦτα τεθαυμάκασιν; ὥσπερ οἱ τῶν
10σωμάτων ἐρῶντες ἐκ τοῦ κωλύεσθαι μὴ τοῦτο ποιεῖν μᾶλλον τοῦτο ποιοῦσι καὶ γίγνονται τῶν αὐτῶν ἐρα‐ σταὶ σφοδρότεροι.
Or
.

30

.

27

εἰ δὲ ταῖς κατασκαφαῖς ἐγί‐ γνοντο τῆς γνώμης αἱ περὶ ταῦτα μεταβολαί, πάλαι ἂν σῇ ψήφῳ τὰ ἱερὰ κατέσκαπτο· πάλαι γὰρ ἂν ἡδέως ταύτην εἶδες τὴν μεταβολήν. ἀλλ’ ᾔδεις οὐ δυνησό‐
5μενος. διὰ τοῦτ’ ἀπέσχου τῶν ἱερῶν τούτων. τού‐ τους δ’, εἰ καί τι τοιοῦτον προσεδόκων, μετὰ σοῦ προσ‐ ῆκεν ἐλθεῖν ἐπ’ αὐτὸ καὶ μεταδοῦναι τῷ κρατοῦντι τῆς φιλοτιμίας. ἦν δέ, οἶμαι, μηδὲν ἁμαρτάνοντας κατορθοῦν ἅπερ ἤθελον κάλλιον ἢ μετὰ τοῦ πλημ‐
10μελεῖν.
Or
.

30

.

28

Εἰ δέ σοι φήσουσί τινας ἑτέρους ὑπὸ τούτων γεγενῆσθαι τῶν ἔργων καὶ μετ’ αὐτῶν εἶναι τῇ περὶ τοῦ θείου δόξῃ, μή σε λανθανέτωσαν δοκοῦντας, οὐ
γεγενημένους λέγοντες. ἀφεστᾶσι μὲν γὰρ οὐδὲν μᾶλ‐
5λον αὑτῶν, φασὶ δέ. τοῦτο δέ ἐστιν οὐκ ἐκεί‐ νους ἕτερα τιμᾶν ἀνθ’ ἑτέρων, ἀλλὰ τούτους πεφενα‐ κίσθαι. ἔρχονται μὲν γὰρ ἐπὶ τὰ φαινόμενα 〈καὶ〉 τὸν τούτων ὄχλον καὶ διὰ τῶν ἄλλων ὧν οὗτοι πορεύον‐ ται, καταστάντες δὲ εἰς σχῆμα τὸ τῶν εὐχομένων ἢ
10οὐδένα καλοῦσιν ἢ τοὺς θεούς, οὐ καλῶς μὲν ἐκ τοῦ τοιούτου χωρίου, καλοῦσι δ’ οὖν. ὥσπερ οὖν ἐν ταῖς τραγῳδίαις ὁ τὸν τύραννον εἰσιὼν οὐκ ἔστι τύραννος, ἀλλ’ ὅπερ ἦν πρὸ τοῦ προσωπείου, οὕτω καὶ ἐκείνων ἕκαστος τηρεῖ μὲν αὑτὸν ἀκίνητον, δοκεῖ δὲ τούτοις
15κεκινῆσθαι.
Or
.

30

.

29

καίτοι τί τὸ πρᾶγμα αὐτοῖς γεγένηται βέλτιον, ὅταν λόγος μὲν ᾖ τὰ ’κείνων, τὸ δὲ ἔργον ἀπῇ; δεῖ γὰρ δὴ τά γε τοιαῦτα πείθειν, οὐ προσαναγκάζειν. εἰ δ’ ὁ μὴ τοῦτο δυνάμενος ἐκείνῳ
5χρήσεται, εἴργασται μὲν οὐδέν, οἴεται δέ [τουτὶ ἀσθενές]. λόγος δὲ μηδ’ ἐν τοῖς τούτων αὐτῶν τοῦτο ἐνεῖναι νόμοις, ἀλλ’ εὐδοκιμεῖν μὲν τὸ πείθειν, κακῶς
δὲ ἀκούειν τὴν ἀνάγκην. τί οὖν μαίνεσθε κατὰ τῶν ἱερῶν, εἰ τὸ πείθειν μὲν οὐκ ἔστι, βιάζεσθαι δὲ 〈δεῖ〉;
10σαφῶς γὰρ οὕτως καὶ τοὺς ὑμετέρους ἂν αὐτῶν παρα‐ βαίνοιτε νόμους.
Or
.

30

.

30

Ἀλλὰ τὸ μηδ’ εἶναί φασιν ἱερὰ χρήσιμον εἶναι τῇ γῇ καὶ τοῖς ἐπ’ αὐτῆς ἀνθρώποις. ἐνταῦθα τοίνυν δεῖ μέν μοι πολλῆς, ὦ βασιλεῦ, τῆς παρρησίας, δέδοικα δὲ μή τινα λυπήσω τῶν ἐμαυτοῦ κρειττόνων. χωρείτω
5δ’ οὖν ὅμως ὁ λόγος ἓν τοῦτο ἀπαιτούμενος, τὴν ἀλή‐ θειαν.
Or
.

30

.

31

Εἰπάτω γάρ μοί τις τῶν τὰς μὲν πυρά‐ γρας καὶ σφύρας καὶ ἄκμονας ἀφέντων, περὶ δὲ οὐρανοῦ καὶ τῶν τὸν οὐρανὸν ἐχόντων ἀξιούντων διαλέγεσθαι, ποτέροις ἀκολουθοῦντες οἱ τὰ μέγιστα
5ἀπὸ μικρῶν καὶ φαύλων τῶν πρώτων ἀφορμῶν Ῥω‐ μαῖοι δυνηθέντες ἐδυνήθησαν, τῷ 〈θεῷ〉 τούτων ἢ οἷς ἱερὰ καὶ βωμοὶ 〈καὶ〉 παρ’ ὧν ὅ τι χρὴ ποιεῖν ἢ μὴ ποιεῖν, ἤκουον διὰ τῶν μάντεων; Ἀγαμέμνονα δὲ τὸ πανταχοῦ τεθυκέναι πλέοντα ἐπ’ Ἴλιον αἰσχρῶς ἐπαν‐
10ήγαγεν ἢ νενικηκότα τῆς Ἀθηνᾶς αὐτῷ τὸ τέλος εὑ‐ ρούσης; Ἡρακλέα δὲ τὸν πρὸ τούτου τὴν αὐτὴν καθε‐ λόντα πόλιν οὐ θυσίαις ἴσμεν τῶν θεῶν προσλαβόντα τὴν ῥοπήν;
Or
.

30

.

32

ἔτι τοίνυν λαμπρὸς μὲν ὁ Μαραθὼν οὐ διὰ τοὺς μυρίους μᾶλλον Ἀθηναίων ἢ διὰ τὸν Ἡρακλέα καὶ Πᾶνα, θεία δὲ ἡ Σαλαμὶς οὐ διὰ τὰς 〈τρια‐ κοσίασ〉 τῶν Ἑλλήνων μᾶλλον ναῦς ἢ τοὺς ἐξ Ἐλευσῖνος
5συμμάχους, οἳ μετ’ ᾠδῆς τῆς αὑτῶν ἐπὶ τὴν ναυμαχίαν ἧκον. μυρίους 〈δ’〉 ἄν τις ἔχοι λέγειν πολέμους τῇ τῶν θεῶν εὐνοίᾳ κυβερνηθέντας καί, νὴ Δία γε, καὶ εἰρή‐ νης καὶ ἡσυχίας χρόνους.
Or
.

30

.

33

Τὸ δὲ μέγιστον, οἱ μάλιστα τοῦτο τὸ μέρος ἀτιμάσαι δοκοῦντες καὶ ἄκοντες τετιμήκασι. τίνες οὗ‐ τοι; οἱ τὴν Ῥώμην τοῦ θύειν οὐ τολμήσαντες ἀφελέ‐ σθαι. καίτοι εἰ μὲν μάταιον ἅπαν τοῦτο τὸ
5περὶ τὰς θυσίας, τί μὴ τὸ μάταιον ἐκωλύθη; εἰ δὲ καὶ βλαβερόν, πῶς οὐ ταύτῃ γε μᾶλλον; εἰ δ’ ἐν ταῖς ἐκεῖ θυσίαις κεῖται τὸ βέβαιον τῆς ἀρχῆς, ἁπανταχοῦ
δεῖ νομίζειν λυσιτελεῖν τὸ θύειν καὶ διδόναι τοὺς μὲν ἐν Ῥώμῃ δαίμονας τὰ μείζω, τοὺς δ’ ἐν τοῖς ἀγροῖς
10ἢ καὶ τοῖς ἄλλοις ἄστεσιν ἐλάττω, δέξαιτο δ’ ἄν τις εὖ φρονῶν καὶ τὰ τηλικαῦτα.
Or
.

30

.

34

καὶ γὰρ ἐν τοῖς στρατεύμασιν οὐκ ἴσον μὲν τὸ παρ’ ἑκάστου, φέρει δέ τι τῇ μάχῃ τὸ παρ’ ἑκάστου. οἷον δή τι κἀν ταῖς εἰ‐ ρεσίαις· οὐκ ἴσοι μὲν ἅπαντες οἱ βραχίονες, συντελεῖ
5δέ τι καὶ ὁ τοῦ πρώτου λειπόμενος. ὁ μέν τις τῷ σκήπτρῳ τῷ τῆς Ῥώμης συναγωνίζεται, ὁ δέ 〈τισ〉 ταύτῃ σώζει πόλιν ὑπήκοον, ὁ δέ τις ἀγρὸν ἀνέχει παρέχων εὖ πράττειν. ἔστω τοίνυν ἱερὰ πανταχοῦ ἢ ὁμολογούν‐ των οὗτοι δυσμενῶς ὑμᾶς πρὸς τὴν Ῥώμην ἔχειν δόν‐
10τας αὐτῇ ποιεῖν ἀφ’ ὧν ζημιώσεται.
Or
.

30

.

35

Οὐ τοίνυν τῇ Ῥώμῃ μόνον ἐφυλάχθη τὸ θύειν, ἀλλὰ καὶ τῇ τοῦ Σαράπιδος τῇ πολλῇ τε καὶ μεγάλῃ καὶ πλῆθος κεκτημένῃ νεῶν, δι’ ὧν κοινὴν ἁπάντων ἀνθρώπων ποιεῖ τὴν τῆς Αἰγύπτου φοράν.
5αὐτὴ δὲ ἔργον τοῦ Νείλου, τὸν Νεῖλον δὲ ἑστιάματά ἐστιν ἀναβαίνειν ἐπὶ τὰς ἀρούρας πείθοντα, ὧν οὐ ποιουμένων ὅτε τε χρὴ καὶ παρ’ ὧν, οὐδ’ ἂν αὐτὸς ἐθελήσειεν. ἅ μοι δοκοῦσιν εἰδότες οἱ καὶ ταῦτα ἂν ἡδέως ἀνελόντες οὐκ ἀνελεῖν, ἀλλ’ ἀφεῖναι τὸν ποτα‐
10μὸν εὐωχεῖσθαι τοῖς παλαιοῖς νομίμοις ἐπὶ μισθῷ τῷ εἰωθότι.
Or
.

30

.

36

τί οὖν; ἐπεὶ μὴ ποταμός ἐστι καθ’ ἕκα‐ στον ἀγρὸν τὰ τοῦ Νείλου τῇ γῇ παρέχων, οὐδ’ εἶναι τἀν τούτοις ἱερὰ δεῖ, ἀλλ’ ὅ τι δόξειε τοῖς γενναίοις τουτοισὶ πάσχειν; οὓς ἡδέως ἐκεῖνο ἂν ἐροίμην, εἰ
5τολμήσουσι παρελθόντες γνώμην εἰπεῖν πεπαῦσθαι μὲν τὰ γιγνόμενα τῷ Νείλῳ, μὴ μετέχειν δὲ αὐ‐ τοῦ τὴν γῆν μηδὲ σπείρεσθαι μηδὲ ἀμᾶσθαι μηδὲ δι‐ δόναι πυροὺς μηδ’ ὅσα δίδωσι μηδ’ ἀνάγεσθαι γῆν ἐπὶ πᾶσαν ἃ νῦν. εἰ δ’ οὐκ ἂν ἐπὶ τούτοις διάραιεν
10τὸ στόμα, οἷς οὐ λέγουσι διελέγχουσιν ἃ λέγουσιν. οἱ γὰρ οὐκ ἂν εἰπόντες δεῖν τῶν τιμῶν ἀποστερεῖσθαι τὸν Νεῖλον ὁμολογοῦσι τοῖς ἀνθρώποις συμφέρειν τὰς
τῶν ἱερῶν τιμάς.
Or
.

30

.

37

Ὅταν τοίνυν καὶ τοῦ σεσυληκότος μνημονεύωσι, τὸ μὲν ὡς οὐκ ἐπὶ τὰς θυσίας προῆλθε, παρείσθω, ἀλλὰ τίς οὕτω μεγάλην τῶν περὶ τὰ ἱερὰ χρή‐ ματα δέδωκε δίκην τὰ μὲν αὐτὸς αὑτὸν μετιών, τὰ δ’
5ἤδη καὶ τεθνεὼς πάσχων ἐπ’ ἀλλήλους τε ἰόντων τῶν ἐκ τοῦ γένους καὶ λελειμμένου μηδενός; καίτοι πολὺ βέλτιον ἦν αὐτῷ τῶν ἀπ’ ἐκείνου τινὰς ἄρχειν ἢ τὴν ἐπώνυμον αὐτῷ τοῖς οἰκοδομήμασιν αὔξεσθαι πόλιν, δι’ ἣν καὶ αὐτὴν πλὴν τῶν ἐκεῖ κακῶς τρυφώντων
10ἅπαντας ἀνθρώπους ἔχει καταρωμένους τῇ σφῶν αὐτῶν ἀπορίᾳ τὴν εὐπορίαν ἐκείνῃ παρέχοντας.
Or
.

30

.

38

Καὶ ὅταν τοίνυν μετ’ ἐκεῖνον τὸν ἐκείνου λέ‐ γωσι καὶ ὡς καθεῖλε νεὼς οὐκ ἐλάττω περὶ τοῦτο πονησάντων τῶν καθαιρούντων ἢ τῶν οἰκοδομησάντων, —οὕτως οὐκ ἦν ῥᾴδιον ἀλλήλων διαζεῦξαι τοὺς λί‐
5θους δεσμοῖς ἰσχυροτάτοις εἰσενηνεγμένους, —ὅταν
οὖν ταῦτα λέγωσιν, ἐγὼ μεῖζόν τι προστίθημι, ὅτι ἐκεῖνός γε καὶ δῶρα ναοὺς τοῖς ἀμφ’ αὑτὸν ἐδίδου καθάπερ ἵππον ἢ ἀνδράποδον ἢ κύνα ἢ φιάλην χρυσῆν, κακὰ δὲ ἀμφοῖν τὰ δῶρα τοῖς τε δοῦσι τοῖς
10τε λαβοῦσιν. ὁ μὲν γὰρ ἐν τῷ τρέμειν καὶ δεδιέναι Πέρσας ἅπαντα τὸν βίον ἐβίω φοβούμενος ἔαρ ἕκαστον ἔξοδον ἔχον, ὥσπερ τὰ παιδία τὰς Μορμόνας, τῶν δὲ οἱ μὲν ἄπαιδες καὶ πρὸ διαθηκῶν ἀπῆλθον οἱ δυσ‐ τυχεῖς, τοῖς δ’ ἦν ἄμεινον μὴ παιδοποιήσασθαι.
Or
.

30

.

39

τοι‐ αύταις μὲν ἀδοξίαις, τοσούτῳ δὲ πολέμῳ τῷ πρὸς ἀλλήλους συζῶσιν οἱ ἀπὸ τούτων ἐν μέσῳ τῶν ἀπὸ τῶν ἱερῶν κιόνων στρεφόμενοι, δι’ οὕς, οἶμαι,
5ταῦτα. τοιαύτας τοῖς τέκνοις εἰς εὐδαιμονίαν ἀφορμὰς οἱ πλουτεῖν εἰδότες ἐκεῖνοι παρέδωκαν. καὶ νῦν οὓς ἄγει μὲν εἰς Κιλικίαν νοσήματα τῆς τοῦ Ἀσκληπιοῦ χρῄζοντα χειρός, αἱ δὲ περὶ τὸν τόπον ὕβρεις ἀπρά‐ κτους ἀποπέμπουσι, πῶς ἔνεστι μὴ κακῶς τὸν
10τούτων αἴτιον λέγοντας ἀναστρέφειν;
Or
.

30

.

40

Βασιλεῖ δὲ τοιαῦτα ἔστω τὰ βεβιωμένα, ὥστε
τοῖς ἐπαίνοις ζῆν καὶ τετελευτηκότα, οἷον γενόμενον ἴσμεν 〈περὶ〉 τὸν τὴν μὲν ἀρχὴν ἐκδεξάμενον τὴν ἐκείνου, τὴν Περσῶν δὲ καθελόντα ἄν, εἰ μὴ προδοσία τὸ πέ‐
5ρας ἐκώλυσε. μέγας δέ ἐστιν ὅμως καὶ τεθνεώς. δόλῳ μὲν γὰρ ἀπέθανεν, ὥσπερ Ἀχιλλεύς, ἐκ δὲ τῶν πρὸ τοῦ θανάτου πεπραγμένων, ὡς ἐκεῖνος, ᾄδεται.
Or
.

30

.

41

καὶ ταῦτα τούτῳ παρὰ τῶν θεῶν οἷς ἀπέδωκεν ἱερὰ καὶ τιμὰς καὶ τεμένη καὶ βωμοὺς καὶ αἷμα. παρ’ ὧν ἀκούσας, ὡς τὸ τῶν Περσῶν αὔχημα ταπεινώσας εἶτα
5ἀποθανεῖται, τῆς ψυχῆς ἐπρίατο τὸ κλέος πολλὰς μὲν πόλεις ἑλών, πολλὴν δὲ γῆν δῃώσας, παιδεύσας δὲ τοὺς διώκοντας φεύγειν, μέλλων δέ, ὡς ἅπαντες ἴσασι, δέξεσθαι πρεσβείαν κομίζουσαν τῶν πολεμίων δου‐ λείαν. τοιγαροῦν ἠσπάζετό τε τὸ τραῦμα καὶ
10βλέπων ἠγάλλετο καὶ μὴ δακρύων αὐτὸς τοῖς τοῦτο δρῶσιν ἐπετίμα, εἰ μὴ νομίζοιεν αὐτῷ παντὸς ἀμείνω γήρως εἶναι τὴν πληγήν. καὶ αἱ πρεσβεῖαι τοίνυν αἱ
πολλαὶ αἱ μετ’ ἐκεῖνον ἐκείνου πᾶσαι καὶ τὸ λόγοις ἀνθ’ ὅπλων χρῆσθαι τοὺς Ἀχαιμενίδας ἐκείνου τοῦ δέ‐
15ους αὐτῶν ἐγκατατεθειμένου ταῖς ψυχαῖς. τοιοῦτος ἡμῖν ὁ τὰ ἱερὰ τοῖς θεοῖς ἀνιστάς, κρείττω μὲν ἔργα λήθης ἐργασάμενος, κρείττων δὲ λήθης γεγενημένος.
Or
.

30

.

42

Ἐγὼ δὲ ἠξίουν τὸν πρὸ τοῦδε τὰ μὲν τῶν ἐναντίων καθαιρεῖν καὶ κατασκάπτειν καὶ κατακάειν, ἐπειδήπερ ἐγνώκει τῶν θεῶν καταφρονεῖν, εἰ καὶ ἱερῶν γε καὶ ὁ τῶν ὄντων τοῖς πολεμίοις φειδόμενος ἀμείνων,
5οἰκείων μέντοι ναῶν πόνῳ καὶ χρόνῳ καὶ πολυχειρίᾳ καὶ πολλοῖς ταλάντοις κατεσκευασμένων καὶ προκιν‐ δυνεύειν ἄξιον. εἰ γὰρ πανταχόθεν μὲν σωστέον τὰς πόλεις, λάμπουσι δὲ τούτοις μᾶλλον ἢ τοῖς ἄλλοις αἱ πόλεις καὶ οὗτοι τῶν ἐν αὐταῖς μετά γε τὰ κάλλη
10τῶν βασιλείων κεφάλαιον, πῶς οὐ καὶ τούτοις μετα‐ δοτέον προνοίας καὶ ὅπως ἐν τῷ σώματι τῶν πόλεων εἶεν σπουδαστέον; πάντως δέ εἰσιν οἰκοδομήματα κἂν εἰ μὴ νεῴ γε. δεῖ δέ, οἶμαι, τῷ φόρῳ τῶν δεξομένων. δεχέσθω τοίνυν ἑστώς, ἀλλὰ μὴ καταφερέσθω. μηδὲ
15τὸ χεῖρα μὲν ἀποκόπτειν ἀνθρώπου δεινὸν ἡγώμεθα,
πόλεων δὲ ὀφθαλμοὺς ἐξορύττειν μέτριον μηδ’ ἐν μὲν τοῖς σεισμοῖς τὸ πίπτον ὀδυρώμεθα, σεισμῶν δὲ οὐκ ὄντων οὐδὲ βλαπτόντων αὐτοὶ τὸ ’κείνων ποιῶμεν.
Or
.

30

.

43

οὐκοῦν τῶν μὲν βασιλέων οἱ νεῲ κτήματα, καθάπερ καὶ τὰ ἄλλα, τὸ δὲ τὰ αὑτῶν καταποντίζειν ὅρα εἰ σωφρονούντων. ἀλλ’ ὁ μὲν βαλάντιον ῥίπτων εἰς τὴν θάλατταν οὐχ ὑγιαίνει οὐδ’ εἴ τις κυβερνήτης
5τέμνοι κάλων οὗ δεῖ τῷ πλοίῳ, καὶ ναύτην δὲ εἰ κε‐ λεύσειε τῇ θαλάττῃ τὴν κώπην ἀφεῖναι, δεινὰ ἂν δοκοῖ ποιεῖν· πόλιν δὲ εἴ τις ἄρχων ποιοῖ μέρει τη‐ λικούτῳ χείρονα, τὰ μέγιστα ὤνησε; τί γὰρ δεῖ δια‐ φθείρειν, οὗ τὴν χρείαν ἔνι μεταποιῆσαι; πῶς δὲ οὐκ
10αἰσχρὸν στρατόπεδον πολεμεῖν λίθοις οἰκείοις καὶ στρατηγὸν ἐφεστηκότα παρακαλεῖν κατὰ τῶν πάλαι πολλῇ σπουδῇ πρὸς ὕψος ἀναβάντων, ὧν τὸ πέρας ἑορτὴν τοῖς τότε βασιλεῦσιν ἔθηκε;
Or
.

30

.

44

Καὶ μηδεὶς οἰέσθω σὴν ταῦτ’ εἶναι κατηγορίαν, ὦ βασιλεῦ. κεῖται μὲν γὰρ πρὸς τοῖς ὁρίοις Περσῶν
νεὼς ᾧ παραπλήσιον οὐδέν, ὡς ἔστιν ἁπάντων τῶν τεθεαμένων ἀκούειν. οὕτω μέγιστος μεγίστοις
5ἐγεγόνει τοῖς λίθοις, τοσοῦτον ἐπέχων τῆς γῆς ὁπόσον καὶ ἡ πόλις. ἤρκει γοῦν ἐν τοῖς ἐκ τῶν πολέμων φόβοις τοῖς οἰκοῦσι τὴν πόλιν μηδὲν εἶναι πλέον τοῖς ἑλοῦσι τὴν πόλιν οὐκ ἔχουσι κἀκεῖνον προσεξελεῖν τῆς ἰσχύος τοῦ περιβόλου πᾶν ἐλεγχούσης μηχάνημα. ἦν
10δὲ δὴ καὶ ἐπὶ τὸ τέγος ἀναβᾶσι πλεῖστον ὅσον τῆς πολεμίας ὁρᾶν, οὐ μικρὸν πολεμουμένοις πλεονέκτημα ἀνθρώποις. ἤκουσα δὲ καὶ ἐριζόντων τινῶν, ἐν ὁπο‐ τέρῳ τὸ θαῦμα μεῖζον ἱερῷ, τῷ μηκέτ’ ὄντι τούτῳ ἢ ὃ μήποτε πάθοι ταὐτόν, ἐν ᾧπερ ὁ Σάραπις.
Or
.

30

.

45

ἀλλὰ τοῦτο μὲν τὸ τοιοῦτο καὶ τοσοῦτον ἱερόν, ἵν’ ὑπερβῶ τὰ τῆς ὀροφῆς ἀπόρρητα καὶ ὅσα ἀγάλματα σιδήρου πεποιημένα κέκρυπτο τῷ σκότῳ διαφεύγοντα τὸν ἥλιον, οἴχεται καὶ ἀπόλωλε, θρῆνος μὲν τοῖς ἰδοῦ‐
5σιν, ἡδονὴ δὲ τοῖς οὐχ ἑωρακόσιν, οὐ γὰρ ἴσον ἐν τοῖς τοιούτοις ὀφθαλμοί τε καὶ ὦτα, μᾶλλον δὲ τοῖς οὐκ ἰδοῦσιν ἄμφω, καὶ λύπη καὶ ἡδονή, τὸ μὲν ἐκ τοῦ πτώματος, τὸ δ’ ὅτιπερ οὐ τεθέανται.
Or
.

30

.

46

ἀλλ’ ὅμως εἴ τις ἀκριβῶς σκοπήσειεν, οὐ σὸν τοῦτο, τοῦ δὲ ἠπα‐ τηκότος ἀνθρώπου μιαροῦ καὶ θεοῖς ἐχθροῦ καὶ δει‐
λοῦ καὶ φιλοχρημάτου καὶ τῇ τικτόμενον αὐτὸν
5δεξαμένῃ γῇ δυσμενεστάτου, ἀλογίας μὲν ἀπολελαυ‐ κότος τύχης, κακῶς δὲ χρωμένου τῇ τύχῃ δουλεύοντος τῇ γυναικί, πάντα ἐκείνῃ χαριζομένου, πάντα ἐκείνην ἡγουμένου. τῇ δ’ ἀνάγκη πάνθ’ ὑπηρετεῖν τοῖς ταῦτα ἐπιτάττουσιν, ὧν τῆς ἀρετῆς ἀπόδειξις τὸ ζῆν ἐν ἱμα‐
10τίοις πενθούντων καὶ μείζων γε ταύτης τὸ ἐν ἐκείνοις ὧν οἱ καὶ τῶν σάκκων ὑφάνται.
Or
.

30

.

47

τοιοῦτον ἐργαστήριον ἠπάτησέ σε, ἐφενάκισεν, ὑπηγάγετο, παρ‐ εκρούσατο, πολλοὺς δὲ καὶ θεοὺς παρὰ τῶν 〈παίδων τῶν〉 θεῶν μαθόντες ἴσμεν ἀπατηθέντας. ὡς γὰρ δὴ
5καὶ θυόντων ἱερεῖα καὶ οὕτως ἐγγύς, ὡς ἐπὶ τὰς ἐκεί‐ νων ῥῖνας τὸν καπνὸν εἰστρέχειν, καὶ ὡς ἀπειλούντων καὶ μείζω μικροῖς ἐπαγόντων καὶ κομπούντων καὶ πεπιστευκότων μηδὲν ἂν αὐτῶν ποτε φανῆναι δυνατώτερον, τοιούτοις πλάσμασι καὶ τέχναις καὶ ῥή‐
10μασι μεμηχανημένοις δεινοῖς ἐμβαλεῖν ὀργὴν τὸν πρᾳ‐
ότατον βασιλέων ἐξήγαγόν πως αὑτοῦ, ἐπεὶ τά γε ὄντως αὐτοῦ φιλανθρωπία, ἔλεος, οἶκτος, ἡμερότης, ἐπιείκεια, τὸ σώζειν μᾶλλον ἢ ἀπολλύναι. ἀλλ’ ὄντων τῶν τὰ δικαιότερα λεγόντων, ὅτι, εἴπερ τι τοι‐
15οῦτον εἴη, δίκην μὲν δεῖ τοῦ τολμήματος λαβεῖν, τούτῳ δὲ αὐτῷ προνοηθῆναι τοῦ μέλλοντος. ὁ τὴν Κα‐ δμείαν νικῆσαι νίκην οἰόμενος δεῖν πανταχόθεν ἐνίκησεν.
Or
.

30

.

48

Ἔδει δὲ αὐτὸν 〈μὴ〉 μετὰ τὰς οἰκείας ἡδονὰς τὰ σαυτοῦ θεραπεύειν μηδ’ 〈ὁρᾶν〉 ὅπως μέγας εἶναι δόξῃ τοῖς τὴν μὲν γεωργίαν ἀποδρᾶσιν, ὁμιλεῖν δὲ ἐν τοῖς ὄρεσι λέγουσι τῷ τῶν ὅλων ποιητῇ, ἀλλ’ ὡς τὰ σὰ [καὶ]
5καλὰ καὶ ἐπαίνων ἄξια παρὰ πᾶσιν ἀνθρώποις δοκοῖ. νῦν δὲ μέχρι μὲν τοῦ λαβεῖν καὶ κενῶσαί σοι τοὺς θησαυροὺς πολλοὶ φίλοι καὶ ἐπιτήδειοι καὶ πρὸ τῶν ψυχῶν αὐτοῖς ἡ σὴ βασιλεία, καιροῦ δὲ ἥκοντος καὶ βουλῆς παρούσης εὔνοιαν ἀπαιτούσης ταυτὶ μὲν ἠμέ‐
10ληται, τὰ δὲ ἴδιά σφισιν ἐσπούδασται.
Or
.

30

.

49

κἂν προσελθών τις αὐτοῖς τί ταῦτα; ἔρηται, τὸ μὲν αὑ‐ τῶν ἔξω τῆς αἰτίας ποιοῦσι, καὶ ὅτι πεποιήκασιν ἀπο‐ κρίνονται ἅ γε τῷ βασιλεῖ ἔδοξε καὶ ἐκεῖνον τὴν ἀπολο‐
5γίαν ὀφείλειν καὶ τοιαῦτα λέγουσιν. οἱ δ’ ὀφείλοντες ἦσαν οὗτοι οἱ οὐδέποτε λόγον ἕξοντες οὐδένα ὑπὲρ τῶν πεπραγμένων· τίς γὰρ ἂν ὑπὲρ τοιούτων κα‐ κῶν γίνοιτο λόγος; οἱ δὲ πρὸς μὲν τοὺς ἄλλους ἀρνοῦνται μὴ σφῶν εἶναι τοῦτο τὸ ἔργον, ἐντυγ‐
10χάνοντες δὲ σοὶ καταμόνας δι’ οὐδενὸς ἄλλου τὸν σὸν οἶκον οὕτως εὖ πεποιηκέναι φασίν. ὧν τὸν σὸν ἀπαλλάξειαν οἶκον οἱ γῇ τε καὶ θαλάττῃ τὴν σὴν ἐπι‐ στήσαντες κεφαλήν· ὡς οὐκ ἔσθ’ ὅ τι μεῖζον ἂν παρ’ αὐτῶν λάβοις. οἱ γὰρ ἐν φίλων ὀνόματι καὶ κηδεμό‐
15νων ἀφ’ ὧν ἂν βλάψαιεν λέγοντες τῷ πιστεύεσθαι πρὸς τὴν βλάβην ἀφορμῇ χρώμενοι ῥᾳδίως ἐζημίωσαν.
Or
.

30

.

50

Ἀλλ’ ἐπὶ τούσδε μέτειμι τῆς ἀδικίας αὐτῶν τὴν ἀπόδειξιν ἐκ τῶν νῦν εἰρημένων ποιησόμενος. Φέρε γάρ, διὰ τί φατε κατασκαφῆναι τὸ μέγα τοῦθ’ ἱερόν; οὐ διὰ τὸ δόξαι τῷ βασιλεῖ; καλῶς. οὐκ‐
5οῦν οἱ καθαιροῦντες οὐκ ἠδίκουν τῷ τὰ δοκοῦντα τῷ βασιλεῖ ποιεῖν. ὅστις οὖν τὰ μὴ δοκοῦντα τῷ βα‐ σιλεῖ πεποίηκεν, ἀδικεῖ; οὐκοῦν ὑμεῖς οὗτοί γέ ἐστε
οἷς οὐδὲν ἔνι τοιοῦτον εἰπεῖν ὑπὲρ ὧν δεδράκατε.
Or
.

30

.

51

εἰπέ μοι, διὰ τί τὸ τῆς Τύχης τοῦτο σῶν ἐστιν ἱερὸν καὶ τὸ τοῦ Διὸς καὶ τὸ τῆς Ἀθηνᾶς καὶ τὸ τοῦ Διονύσου; ἆρ’ ὅτι βούλοισθ’ ἂν αὐτὰ μένειν; οὔ, ἀλλ’ ὅτι μηδεὶς τὴν ἐπ’ αὐτὰ δέδωκεν ὑμῖν ἐξουσίαν. εἰλή‐
5φατε δὲ τὴν κατ’ ἐκείνων ἃ διεφθάρκατε; 〈οὔ.〉 πῶς οὖν οὐκ ὀφείλετε δίκην; ἢ πῶς ἃ δεδράκατε καλεῖτε δίκην τῶν πεπονθότων οὐδὲν ἐν οὐδενὶ πεποιηκότων ὃ δέχοιτ’ ἂν αἰτίαν;
Or
.

30

.

52

Ἦν σοι, βασιλεῦ, κηρύξαι· μηδεὶς τῶν ὑπ’ ἐμοὶ νομιζέτω θεοὺς μηδὲ τιμάτω μηδὲ αἰ‐ τείτω τι παρ’ αὐτῶν μήθ’ ἑαυτῷ μήτε παισὶν ἀγαθὸν πλὴν εἰ σιγῇ τε καὶ λανθάνων, ἅπας δὲ
5ἔστω τοῦ παρ’ ἐμοὶ τιμίου καὶ βαδιζέτω μεθέ‐ ξων τῶν ἐκείνῳ δρωμένων καὶ τάς τε εὐχὰς ᾗπερ ἐκείνῳ ποιείσθω καὶ τὴν αὑτοῦ κεφαλὴν ὑπαγέτω τῇ τοῦ τὸν λεὼν ἁρμοττομένου χειρ. τὸν δ’ ἀπειθοῦντα πᾶσα ἀνάγκη τεθνάναι.
Or
.

30

.

53

ταῦτ’ ἦν μέν σοι κηρύξαι ῥᾴδιον, οὐ μὴν ἠξίωσάς γε οὐδ’ ἐπέθηκας ζυγὸν ἐνταῦθα ταῖς τῶν ἀνθρώπων ψυχαῖς, ἀλλ’ οἴει μὲν τοῦτ’ ἐκείνου βέλτιον εἶναι, οὐ μὴν ἀσέβημά γε ἐκεῖνο οὐδ’ ἐφ’ ᾧ τις ἂν δικαίως [καὶ]
5κολασθείη. ἀλλ’ οὐδὲ τῶν τιμῶν τούς γε τοιούτους ἀπέκλεισας, ἀλλὰ καὶ ἀρχὰς ἔδωκας καὶ συσσί‐ τους ἐποιήσω καὶ τοῦτό γε πολλάκις καὶ προὔπιες καὶ νῦν πρὸς ἄλλοις τισὶ παρέζευξας σεαυτῷ συμφέρειν τῇ βασιλείᾳ νομίσας ἄνδρα ὀμνύντα θεοὺς πρός τε
10τοὺς ἄλλους καὶ σὲ καὶ οὐκ ἀγανακτεῖς οὐδ’ ἀδικεῖσθαι τοῖς τοιούτοις ὑπολαμβάνεις ὅρκοις οὐδ’ εἶναι πάντως κακὸν τὸν ἐν τοῖς θεοῖς ἔχοντα τὰς βελτίους ἐλπίδας.
Or
.

30

.

54

Σοῦ τοίνυν οὐκ ἐλαύνοντος ἡμᾶς, ὥσπερ οὐδ’ ὁ τοὺς Πέρσας ἐκεῖνος μεθ’ ὅπλων ἐληλακὼς τοὺς ἐναντίως ταύτῃ τῶν ὑπηκόων πρὸς ἑαυτὸν ἔχοντας, πῶς ἐλαύνουσιν οὗτοι; κατὰ τί δὲ δίκαιον ποιοῦνται
5τὰς ἐφόδους; πῶς δ’ ἀλλοτρίων ἅπτονται μετ’ ὀργῆς ἀγρῶν; πῶς δὲ τὰ μὲν καταφέρουσι, τὰ δὲ ἀράμενοι φέρουσιν ὕβρει τῇ τοῦ τὰ τοιαῦτα ποιεῖν προστιθέντες ὕβριν τὴν ἐκ τοῦ καλλύνεσθαι τοῖς πεπραγμένοις;
Or
.

30

.

55

Ἡμεῖς, ὦ βασιλεῦ, σοῦ μὲν ταῦτα καὶ ἐπαι‐
νοῦντος καὶ ἐπιτρέποντος οἴσομεν οὐκ ἄνευ μὲν λύπης, δείξομεν δ’ ὡς ἄρχεσθαι μεμαθήκαμεν. εἰ δ’ οὐχὶ καὶ σοῦ διδόντος οἵδε ἥξουσιν ἢ ἐπὶ τὸ διαπε‐
5φευγὸς αὐτοὺς ἢ διὰ τάχους ἀναστάν, ἴσθι τοὺς τῶν
ἀγρῶν δεσπότας καὶ αὑτοῖς καὶ τῷ νόμῳ βοηθήσοντας.
Or
.

31

t

ΠΡΟΣ ΤΟΥΣ ΑΝΤΙΟΧΕΑΣ ΥΠΕΡ ΤΩΝ ΡΗΤΟΡΩΝ.
Or
.

31

.

1

Ὅτι μὲν οὔκ εἰμι τῶν τῇ πόλει πολλάκις ἠνω‐ χληκότων, ὦ ἄνδρες Ἀντιοχεῖς, οὐδὲ γέγονεν ὑμῖν εἰς τήνδε τὴν ἡμέραν οὔτε μικρὸν οὔτε μεῖζον ἐκ τῶν ἐμῶν λόγων περὶ τοὺς διδασκάλους ἀνάλωμα, πάντες
5ἂν ὁμολογήσαιτε· τοῦτο δὲ ἠξίουν ποιεῖν οὐχ ὡς οὐ τευξόμενος, εἰ καὶ μεγάλα ἐπήγγελλον, ἀλλ’ ὅσῳ προ‐ θυμότερον ᾔδειν ψηφιουμένους, τοσούτῳ μᾶλλον ἐμ‐ αυτῷ προσήκειν ἡγούμην εὐλαβεστέρῳ φαίνεσθαι. νῦν
δὲ οὐκέτ’ ἐνὸν σιωπᾶν οὐδ’ εἰ σφόδρα βουλοίμην,
10ἥκω λέξων ἃ ἐμοὶ μὲν οὐκ ἦν δίκαιον μὴ λέγειν, ὑμῖν δὲ πεισθῆναι καλόν. συμβήσεται γὰρ τοῖς διδό‐ ναι δοκοῦσιν οὐδὲν ζημιουμένοις δόξαν ὡς ἐπὶ με‐ γίστῃ φιλοτιμίᾳ λαβεῖν.
Or
.

31

.

2

Εἰ μὲν οὖν ἦν μοι τοσοῦτος ὄγκος χρημάτων, ὡς αὑτῷ τε ἀρκεῖν καὶ τὰ τούτων διοικεῖν, πρὸς ἐμαυ‐ τὸν ἂν διελέχθην ἃ νῦν εἰς ὑμᾶς κομίζω, καὶ λύσας τοῖς ἑταίροις τὴν ἀπορίαν ἀμφοτέρων ἂν ἕνεκα ἡδό‐
5μην, τοῦ τε κάλλιστον ἔργον εἰργάσθαι καὶ τοῦ μὴ φέρειν εἰς μέσον ἀνθρώπων ἔνδειαν ἧς τὴν αἰτίαν, κἂν σφόδρα φυλάττωμαι, χαλεπὸν τῇ πόλει διαφυγεῖν.
Or
.

31

.

3

ἐπεὶ δὲ τῶν ὄντων μοι τὸ μέτρον ἴσον ἀφίστησί με τοῦ τε δεῖσθαι λαμβάνειν τοῦ τε δοῦναι δύνασθαι, λοιπόν ἐστιν, ὦ ἄνδρες πολῖται, παρ’ ὑμῶν γενέσθαι τὴν ἴασιν. οὕτω γὰρ ἂν καὶ τῶν κατηγορούντων, εἴ
5τινες ἄρα εἰσί, τὰς ἐπιτιμήσεις ἀνέλοιτε. δι’ ὧν γὰρ βοηθήσετε νῦν, ὅτι καὶ πάλαι τοῦτ’ ἂν ἐποιήσατε μα‐ θόντες, ἐπιδείξετε, καὶ τάχα ἄν τις ἀπὸ τῶν ἀγνοη‐ σάντων ἐπὶ τοὺς οὐ διδάξαντας μετενέγκαι τὴν μέμψιν.
Or
.

31

.

4

Ἴσως μὲν οὖν κινήσω δάκρυα τούτοις ὑπὲρ ὧν
ἐσπούδακα, ἀνάγκη γὰρ αὐτούς, ἡνίκα ἂν ἐν οἷς εἰσι λέγω καὶ διεξίω τὰ τῆς ἐνδείας λυπηρά, τῶν ἄλλων εἰς αὐτοὺς ὁρώντων ἀθυμεῖν, ἀλλὰ τούτοις τε ὑπο‐
5μεῖναι βέλτιον τοὺς περὶ τῆς πενίας λόγους, ὅπως τῶν ἐξ αὐτῆς ἀπαλλαγεῖεν κακῶν, ὑμᾶς τε δεῖ, κἂν ἀηδὲς ᾖ τι τῶν λεγομένων, φέρειν ἐπὶ τῷ τὸν λοιπὸν χρόνον ἐν εὐφημίᾳ διάγειν.
Or
.

31

.

5

εἰ μὲν γὰρ ἢ ’κείνοις ὀνειδίσαι βουλόμενος ἢ ὑμῶν κατηγορῆσαι τὴν ὑπόθεσιν εἱλόμην, πονηρὸς ἂν ἦν· ἐπεὶ δέ, ὅπως οἱ μὲν παύσαιντο σπανίζοντες χρημάτων, ὑμεῖς δὲ
5ἀμελοῦντες ὧν ἥκιστα χρῆν, ἀμφοτέρων εὐεργέτης εἰ‐ κότως ἂν δοκοίην οἷς τε συμβουλεύω καὶ ὑπὲρ ὧν παρελήλυθα. οὕτω δ’ ἂν μάλιστα προσέχοιτε τοῖς λε‐ γομένοις τὸν νοῦν, εἰ μή, ὥσπερ ταῖς τύχαις, οὕτω καὶ ταῖς γνώμαις ἀξιώσετε διῃρῆσθαι.
Or
.

31

.

6

Τί δαί ἐστιν ὅ φημι; μήθ’ ὅτῳ παῖδες οὐκ ἐγέ‐ νοντο τὴν ἀρχὴν μήθ’ ὅτῳ πολλοὶ καὶ ἀγαθοὶ γεγο‐ νότες τεθνᾶσι μήθ’ ὅστις θυγατέρων μόνων πατὴρ μήθ’ ὅτῳ παῖδες οὔπω χρῄζοντες ῥητόρων μήθ’ ὅτῳ
5τοῦ δεῖσθαι πεπαυμένοι, μηδεὶς ὑμῶν ἐκ τῶν εἰρη‐ μένων αἰτιῶν ἀπολελύσθαι νομιζέτω τῆς περὶ τῶν προκειμένων φροντίδος, ὡς οὐ μετασχήσων τῆς βλάβης,
εἰ μὴ νικήσει τὸ βέλτιον. νυνὶ γὰρ ὑπὲρ πόλεως ἥκετε βουλευσόμενοι, ἧς ὁμοίως κεκοινωνήκατε πάντες,
10εἰ καὶ ταῖς κατὰ τοὺς παῖδας διεστήκατε τύχαις.
Or
.

31

.

7

Ἓν δὴ προσήκει τοῦτο σκοπεῖν, πότερον Ἀντι‐ οχείᾳ τῇ καλῇ καὶ μεγάλῃ λυσιτελέστερον τηρεῖν ἐν τοῖς παροῦσι κακοῖς τοὺς διδασκάλους τῶν λόγων ἢ μεταστῆσαι τὸ πρᾶγμα. πάντων μὲν γὰρ ὑμῖν ἃ ποιεῖ
5πόλιν εὐδαίμονα καὶ λαμπρὰν ἐπιμελητέον, μάλιστα δὲ τοῦ τὴν ἡμετέραν εἰς τὴν παροῦσαν τάξιν προαγα‐ γόντος. τοῦτο δέ ἐστιν, εἰ μὴ ληρῶ, ῥητορεία καὶ τὸ τὰς τῶν ἀρχόντων ἀλόγους ὁρμὰς ὑπὸ τῆς τοῦ λόγου δυνάμεως κρατεῖσθαι. ὥσπερ οὖν οἷς ἐστιν ἀπὸ
10τῶν ὅπλων καὶ τοῦ νικᾶν ἐν μάχαις ἡ δύναμις, εἰ τὴν τῶν ὅπλων ἐργασίαν καταλυομένην περιορῷεν, ἀδικοῖντ’ ἂν εἰς τὸ κτῆμα καὶ σφᾶς αὐτοὺς ἀπολλύοιεν, οὕτως οἱ τῷ λέγειν εἰδέναι πλεῖστον ἐπιδεδωκότες, ἂν μὴ τὸ χρῆμα συνέχωσι τῶν λόγων, ἐνέχοιντ’ ἂν αἰτίᾳ.
Or
.

31

.

8

Περὶ μὲν οὖν τῶν ἄλλων ἃ διάκειται τῶν ἐν τοῖς διδασκαλείοις κακῶς, ἐν ὑστέρῳ [ζητεῖν οἰήσομαι δεῖν], τοῖς δὲ καλουμένοις ῥήτορσιν, εἰσὶ δὲ οὗτοί μοι τέτταρες ἡγούμενοι τοῖς νέοις ἐπὶ τὴν γνῶσιν τῶν
5ἀρχαίων, ἤδη τινὰ ζητεῖν ἄξιον ἐπικουρίαν. ὧν ὅτι
καὶ λόγον καὶ πρόνοιαν ἑκτέον, ἐν βραχέσι δηλώσω.
Or
.

31

.

9

Τούτους γὰρ εἴ τις ἔροιτο· εἰπέ μοι, ὑμεῖς δὲ Ἀντιοχεῖς καὶ γονεῖς ἐντεῦθεν; ἢ 〈διὰ〉 δυ‐ ναστείαν ἐχθρῶν ἢ προσδοκωμένας δίκας ἐν‐ ταῦθα ὑπ’ ἀνάγκης καὶ φόβου κεκόμισθε; οὐδὲν
5τούτων ἂν εἴποιεν. ἀλλὰ τί δὴ τὸ πεῖσαν πρὸ τῶν πατρίδων ἑλέσθαι τὴν ἀλλοτρίαν; ὅτι τὰς ἐν τοῖς ἄλλοις ἐπιτηδεύμασι ταραχάς, εἴποιεν ἄν, φυλαττόμενοι καὶ τῆς ἐν τῷ παιδεύειν ἡσυχίας ἐπιθυμοῦντες οἴκοι μὲν ἕκαστος διατρίβοντες
10ἐν μικροῖς ἐνομίζομεν βιώσεσθαι πράγμασι καὶ οὐ πολὺ διοίσειν τῶν ἐν ἀργίᾳ καθημένων, εἰς δέ γε ταυτηνὶ λαμπραῖς ἐκαλούμεθα καὶ μεγάλαις ἐλπίσι πολλῶν ἐγγυωμένων παρα‐ δειγμάτων, ὅσους δεξάμενοι πένητας πλὴν τῶν
15ἐπὶ τῆς ψυχῆς οὐδ’ ὁτιοῦν ἔχοντας ταχέως ἀπε‐ φήνατε τοὺς μὲν γῆς πολλῆς τε καὶ ἀγαθῆς
δεσπότας, τοὺς δὲ ἀργύρου καὶ χρυσοῦ καὶ τῶν ἄλλων ἃ μέρη πλούτου νενόμισται. ταῦτα, φήσουσι, προσδοκῶντες ἠπειγόμεθα δεῦρο, ὡς
20εἰς καλὸν μὲν χωρίον καταθησόμενοι τοὺς λό‐ γους, τῆς δὲ τοῖς ἔμπροσθεν ὑπαρξάσης εὐδαι‐ μονίας μεταληψόμενοι καὶ αὐτο.
Or
.

31

.

10

ἆρ’ οὖν καλόν, ὦ ἄνδρες Ἀντιοχεῖς, ἐλεγχθῆναι τῇ πείρᾳ τὴν δόξαν καὶ βελτίους ὑμᾶς ὑποληφθῆναι παρὰ τούτοις ἢ φανῆναι καὶ σὺν χαρᾷ μὲν αὐτοὺς τὸ ἐξ ἀρχῆς ἐλ‐
5θεῖν, ἀθυμοῦντας δὲ οὐ διαλιπεῖν καὶ πρὸς μὲν τοὺς οἰκείους οὓς ἀπελίμπανον, τοῦτον σχεῖν εὐπρεπῆ λόγον, ὡς ἔρχοιντο ζητοῦντες πόρον ἀφ’ οὗ κἀκείνοις ἂν αὐτοῖς ἐπαρκοῖεν, νῦν δὲ τοσοῦτον ἀπέχειν τοῦ πέμπειν ἐκείνοις, ὥσθ’ ἥδιστ’ ἂν ἐκεῖθεν, εἴ τις ἐδίδου, λαβεῖν;
Or
.

31

.

11

μὴ γάρ μοι πρὸς τοὔνομα, εἰ διδάσκαλοι, μηδ’ ὅτι ῥήτορες μηδ’ ὅτι καθίζουσιν ἐπὶ θρόνων μηδ’ ἀπὸ τοῦ λοιποῦ σχήματος ἐξαπατᾶσθε, ἀλλὰ παρὰ τοῦ πάντα τὰ τούτων ἀκριβῶς εἰδότος ἀκούσατε τὴν ἀλήθειαν.
5τούτων γὰρ τοῖς μὲν οὐκ ἔστιν οἰκίδιον, ἀλλ’ οἰκοῦσιν ἐν ἀλλοτρίοις, ὥσπερ οἱ νευρορράφοι, ὅστις δὲ ἐπρί‐ ατο, τὸ δάνεισμα οὔπω διέλυσεν, ὥστ’ ἐν μεί‐ ζονι τῶν οὐκ ἐωνημένων ὁ κεκτημένος ἀθυμίᾳ. οἰκέ‐ ται δὲ τῷ μὲν τρεῖς, τῷ δὲ δύο, τῷ δὲ οὐδὲ τοσοῦτοι,
10παροινοῦντες καὶ ὑβρίζοντες εἰς τοὺς δεσπότας διὰ τὸ μὴ μετὰ πολλῶν δουλεύειν, ὡς οἱ μὲν οὐκ ἐδου‐
λώσαντο πολλάκις, οἱ δὲ ἀναξίως αὑτῶν. εἶθ’ ὁ μέν, ὅτι πατὴρ ἑνός ἐστι τέκνου, μακαρίζεται, τῷ δὲ ἡ πολυπαιδία δυστύχημα κέκριται, τὸν δὲ φυλάττεσθαι
15δεῖ μὴ πρὸς τὸ αὐτὸ πεσεῖν, ὁ δὲ νοῦν ἔχειν δοκεῖ δεδοικὼς γάμον.
Or
.

31

.

12

καὶ πρότερον μὲν οἱ τὰ αὐτὰ τούτοις διδάσκοντες πρὸς τὰ ἀργυροκοπεῖα προσῄεσαν ἐκδώσοντες σκεύη καὶ τὰ πολλὰ διελέγοντο τοῖς ἐκεῖνα δημιουργοῦσιν ἢ μεμφόμενοι τὸ ποιηθὲν ἢ παραδει‐
5κνύντες τι κάλλιον ἢ τάχος ἐπαινοῦντες ἢ μέλλοντας ἐπισπέρχοντες, τούτοις δὲ οἱ πολλοὶ τῶν λόγων, καί μοι μηδεὶς ἀπιστείτω, πρὸς ἀρτοπόπους οὐ σῖτον αὐ‐ τοῖς ὀφείλοντας οὐδὲ ἀργύριον ἀπαιτουμένους, ἀλλ’ οἷς αὐτοὶ σῖτον ὀφείλοντες ἀεὶ μὲν ἀποδώσειν λέγου‐
10σιν, ἀεὶ δὲ προσλαβεῖν δέονται καὶ δυοῖν τοῖν ἐναν‐ τίοιν πολιορκοῦνται τοὺς αὐτοὺς ἠναγκασμένοι καὶ φεύγειν καὶ διώκειν. ὡς μὲν γὰρ ὀφείλοντες φεύ‐ γουσιν, ὡς δὲ χρῄζοντες διώκουσι καὶ διότι μὲν οὐκ ἀπέδοσαν αἰσχύνονται, τῆς γαστρὸς δὲ ἐπειγούσης ἀν‐
15τιβλέπουσιν. ἔπειθ’ ὅταν τὸ μὲν χρέος ἐπὶ μέγα
προβῇ, τὸ δὲ τὴν ἀπόδοσιν ποιῆσον μηδαμόθεν φαί‐ νηται, γυναικὸς ἑλικτῆρας ἢ ἀμφιδέας ἐκ τοῦ σώματος περιελόντες καταρώμενοι τῇ τέχνῃ τῶν λόγων θέντες εἰς τὼ χεῖρε τοῖς ἀρτοπόποις ἀπῆλθον σκοποῦντες οὐχ
20ὅ τι ταῖς γυναιξὶν ἀντικαταστήσουσιν, ἀλλ’ ἐφ’ ὃ δεῖ μετὰ τοῦτο τῶν ἔνδον ἐλθεῖν.
Or
.

31

.

13

τοιγαροῦν λήγον‐ τες τῆς συνουσίας οὐχ, ὥσπερ εἰκός, ἐκ πόνων ἐπὶ ῥᾳστώνην εὐθὺς ἀποπηδῶσιν, ἀλλ’ ἐλινύουσι καὶ προσ‐ διατρίβουσιν, ὡς ἂν ἀκριβεστέραν οἴκοι τῶν κακῶν
5αἴσθησιν ἕξοντες. εἶτα συγκαθήμενοι πρὸς ἀλλήλους τὰ αὑτῶν ὀδύρονται, ὁ δὲ ὡς δεινοτάτων τῶν αὑτοῦ μνησθεὶς ἀκούει χαλεπωτέρων.
Or
.

31

.

14

Μέσος δὲ τῶν τοιούτων ἐγὼ καταδυόμενος δι‐ χόθεν, τοῦτο μὲν ὡς πολίτης ὑμέτερος, τοῦτο δὲ ὡς κορυφαῖος τοῦ χοροῦ, καὶ δικαίως ἂν ἀμφοτέρων ἕνεκα χεῖρα ὀρέξας τὸν μὲν οὖν ἄλλον χρόνον ἐν τῷ τοῖς
5γιγνομένοις ἀλγεῖν ἱστάμην, ἔπειτα 〈δὲ〉 τοῦτο μὲν ἀσθε‐ νοῦς καὶ φαύλης ἔδοξεν εἶναί μοι διανοίας, δεῖν δὲ τούτοις ἅπαξ κακοῦ ἐπικουρίαν ἐξευρεῖν τῇ βουλῇ μὲν ἄλυπον, τοῖς δὲ ῥήτορσιν ἀποχρῶσαν.
Or
.

31

.

15

πολλαὶ μὲν οὖν ἠγορεύοντο γνῶμαι, καλλίστην δὲ ἁπασῶν καὶ δυνατὰ ζητοῦσαν ἡγησάμην ἣν νῦν ἀποφανοῦμαι δεηθεὶς ὑμῶν ἄνευ θορύβου τῶν λογισμῶν ἀκοῦσαι.
5νυνὶ γὰρ ὑμᾶς οὐκ ἀργύριον ἀξιώσαιμ’ ἂν εἰσενεγκεῖν οὐδὲ πυροὺς οὐδὲ οἶνον ἐκ τῶν ὑμετέρων αὐτῶν κτη‐ μάτων, οὐ γὰρ ἀγνοῶ τὰς γιγνομένας ὑμῖν καθ’ ἑκά‐ στην ἡμέραν ὑπὲρ τοῦ κοινοῦ δαπάνας. ἀλλὰ τί δὴ ποιοῦντες σώσετε τοὺς ἀνθρώπους τῇ πόλει;
Or
.

31

.

16

Γεωργεῖτε τοὺς ἀγροὺς τῆς πόλεως σχεδὸν 〈ἅπαντασ〉 οἱ βουλεύοντες ὑμεῖς, ὃ τῇ μὲν παρασκευ‐ άζει φοιτᾶν ἐντελῆ τὴν πρόσοδον, ἄνευ δὲ κέρδους οὐδὲ τοὺς πονοῦντας ἀφίησι. τούτων δὴ τῶν ἀγρῶν
5τοὺς μὲν εἶναι συμβαίνει μεγάλους, τοὺς δὲ κομιδῆ μικρούς, καὶ τοὺς μὲν εἰς τοὺς βουλεύοντας μεμερί‐ σθαι κατὰ τὸν ὀρθῶς καὶ δικαίως ἔχοντα νόμον, τοὺς
δ’ εἰς ἑτέρους τινὰς ἔξω τοῦ λειτουργεῖν ἑστῶτας, οἷς ἑκόντες συγκεχωρήκατε κύριοι τοὺς ἔχοντας ὄντες ἀφε‐
10λέσθαι.
Or
.

31

.

17

τοὺς μὲν οὖν μείζους ὑμετέρους εἶναι δεῖ τῶν ἀναλισκόντων καὶ χορηγούντων καὶ πολλαῖς δαπάναις, ταῖς μὲν ἐγκυκλίοις, ταῖς δὲ καιναῖς ὑπα‐ κουόντων. ἐκ δὲ τῶν ἐλαττόνων δότε τοῖς ῥήτορσιν
5ἀναπνεῦσαι καὶ ποιήσατε τὰς ψυχὰς αὐτοῖς ὑψηλὰς τῶν οὐ λειτουργούντων ἀξιωτέρους τούσδε νομίσαντες, οὓς εἴ τις φαίη λειτουργεῖν, ἴσως οὐκ ἂν ἁμάρτοι, ἢ μέρους τῶν ὄντων ὑμῖν, εἰ τοῦθ’ ἥδιον, ἀπο‐ στάντες, πάντως δὲ μετάδοτε τῶν ἀγρῶν. παρ’ ὧν εἰ
10καὶ λεπτὴν ἕξουσι τὴν ἐπικουρίαν, ἀλλὰ τοῦ γε μη‐ δενὸς τὸ μικρὸν ἄμεινον.
Or
.

31

.

18

ἂν ταύτης, ὦ ἄνδρες πολῖται, τύχωσι τῆς βοηθείας, οἱ μὲν εἰς τροφήν, οἱ νέοι δὲ εἰς λόγους ἔσονται κεκερδακότες. ὥσπερ γὰρ ἥτις ὄμβρων ἀπολαύει χώρα γενναίους καὶ πολλοὺς
5ἀποδίδωσι τοὺς καρπούς, οἱ δὲ αὐχμοὶ ταῖς γοναῖς ἐναντιοῦσθαι πεφύκασιν, οὕτω τοῖς παιδεύουσιν ἡ μὲν ὑπὲρ τῶν ἀναγκαίων φροντὶς ἀποστρέφει τὴν γλῶτ‐ ταν, ἡ δὲ τῶν ἐπιτηδείων ἀφθονία προκαλεῖται πηγάς. οὐκοῦν ὧν δώσετε μείζω λήψεσθε καὶ διὰ σίτου βρα‐
10χέος ἀνθεῖν παρασκευάσετε τὸν λειμῶνα τῶν λόγων;
Or
.

31

.

19

Τί δα; φήσει τις, οὐχὶ τὰς συντάξεις οὗ‐ τοι καθ’ ἕκαστον ἐνιαυτὸν φέρουσι; πρῶτον μέν, οὐ καθ’ ἕκαστον, ἀλλὰ νῦν μὲν ἔλαβον, νῦν δὲ οὐδεὶς ἔδωκε, νῦν δὲ μέρος, νῦν δὲ βραδέως. καὶ σιωπῶ
5τὰς πραγματείας αἷς ὑπὲρ τούτου χρώμεθα πρὸς τοὺς ἄρχοντας, πρὸς τοὺς ὑπηρέτας, πρὸς 〈τοὺσ〉 ἀποδέκτας, πρὸς τὸν ἀεὶ σοβοῦντα, ὧν ἀνάγκη προκυλινδεῖσθαι ῥήμασι καὶ σχήμασιν ἀλλοτρίοις ἐλευθέρων κολακεύ‐ οντα τοὺς αὑτοῦ χείρονας. ἃ τοῖς σεμνοτέροις, οἷον
10εἶναι προσήκει τὸν διδάσκαλον, παντός, οἶμαι, λιμοῦ βαρύτερα.
Or
.

31

.

20

ἀλλ’ ἐῶ τοῦτο. ἀλλὰ τό γε μέτρον τῶν συντάξεων ἃς ἀποχρῆν ἔνιοι φήσουσιν, ἐγὼ μὲν αἰσχυνοίμην ἂν εἰπεῖν, οὕτως εἰσὶ μεγάλαι καὶ τοῦ τῆς πόλεως ὀνόματος ἄξιαι, σὺ δὲ εἰπὲ παρελ‐
5θὼν ἐκεῖνό μοι πρότερον ἀποκρινάμενος· ἦν Ζηνοβίῳ σύνταξις ἢ οὔ; καὶ μάλα. τί δαί; ἀγρὸν οὐκ ἐκαρ‐ ποῦτο τῆς πόλεως κάλλιστόν τε καὶ πολυοινότατον ἐν δεξιᾷ χωροῦντι πρὸς Δάφνην παρ’ αὐτὸν τὸν ποταμόν; καὶ οὐδεὶς ἀνεβόησεν· ὦ Ἡράκλεις, ἄνθρωπος οὗ‐
10τος δυοῖν εἴδεσι λημμάτων ἐκκαρποῦται τὴν πόλιν, ἀλλ’ ὡς πάντ’ ἐλάττω τοῦ δέοντος δώσοντες,
εἰ καὶ πολλάκις τοσαῦτα δοῖεν, οὕτως ἐφρόνουν.
Or
.

31

.

21

Δεξιώτερος γὰρ τούτων ἐκεῖνος. ἃ βού‐ λομαι λέγεις. ἀλλ’ οὐ διὰ τοῦτο τούτους ἀμελεῖσθαι δίκαιον, εἴ τι πλέον ἦν παρ’ ἐκείνῳ κατὰ τοὺς λόγους, οὐδέ γε τοὺς ζῶντας τῆς τοῦ τετελευτηκότος ἀρετῆς
5ὑπέχειν δίκην. εἰ μὲν γὰρ οὐ λυσιτελεῖν τούσδε τοῖς νέοις ὑπείληφέ τις, ἀπιέναι κελευέτω καὶ ζητείτω βελ‐ τίους· εἰ δ’ ἀγαθοὺς εἶναι παιδεύειν ὁμολογεῖ, μὴ χρήσθω μὲν ὡς ἐπισταμένοις, ὡς δὲ ἀχρήστους ἀτιμα‐ ζέτω. εἰ δὲ μή, δόξουσιν οἱ τοῦτο πεπονθότες τῶν
10ἀγρῶν περὶ ὧν λέγω πλείω ποιεῖσθαι λόγον ἢ τῶν υἱέων. εἰ γὰρ τῶν μὲν ὡς φαύλοις οὐ μεταδώσουσιν ἡγούμενοι τὸ πρᾶγμα δεινόν, τοὺς δὲ τούτοις παιδεύειν παραδώσουσιν ὡς οὐκ ἐν μεγάλῳ κινδυνεύσοντες, πῶς οὐχ ὡμολογήκασι δευτέρους ἄγειν τοὺς παῖδας τῶν
15χρημάτων νῦν δοκιμάζειν ἀξιοῦντες τοὺς ῥήτορας ἐν τῇ περὶ τοῦ δοῦναι βουλῇ παρέντες βασανίζειν ἐν τῇ σκέψει τῇ περὶ τῶν υἱέων;
Or
.

31

.

22

Ὅλως δὲ ἐν τῷ περὶ τῆς τροφῆς λόγῳ τοῦτο δεῖ σκοπεῖν, πότερον σύμμετρον τὸ δοθὲν ἢ τῆς χρείας ἔλαττον, κἂν μὲν ἀποχρῶν φαίνηται, μὴ προσέχειν τῷ πείθοντι περὶ τοῦ πλείονος, ἂν δὲ συχνῷ τῳ
5λειπόμενον, δέχεσθαι τὴν περὶ τῆς προσθήκης παραί‐ νεσιν, ἐπεὶ κἀκεῖνος ὑπὲρ τοῦ τρέφεσθαι πρεπόντως ἐλευ‐
θέρῳ τὸ χωρίον προσελάμβανεν. οὐ 〈γάρ〉, μὰ Δία, τῆς παιδεύσεως ἆθλον τοῦτο ἦν. 〈ἢ〉 μικρῶς ἐτιμᾶτε τὴν σοφίαν ἀξίαν γε οὖσαν, ὡς ἐγώ φημι, στεφάνου
10καὶ ἀναρρήσεως καὶ χαλκῆς εἰκόνος καὶ χρημάτων ὁπόσα ἐν γῇ.
Or
.

31

.

23

ἀλλ’ εἰ πάντως δεῖ τούτοις ἐλάττω τὰ παρ’ ὑμῶν εἶναι καὶ τῶν παρανόμων ἕν τι τοῖς αὐτοῖς ἐκείνῳ τρέφεσθαι, καὶ οὕτως ἐν ἐλάττοσιν ἔσον‐ ται. τήν γέ τοι σύνταξιν ἑνὸς ἀνδρὸς ἐκείνου τέττα‐
5ρες ὄντες νενέμηνται, ὥστε κἂν τοὺς ἀγροὺς ὑπάρξῃ λαβεῖν, τῶν γε περὶ τὴν σύνταξιν ἐν ταὐτῷ μενόντων οὔπω τὰ τούτων εἰς ἴσον τοῖς ἐκείνου καθίσταται.
Or
.

31

.

24

Ὡς μὲν οὖν οὐδὲν καινὸν εἰσηγοῦμαι μεμνη‐ μένος ἀγρῶν, ὁ πρὸ τούτων εἰληφὼς καὶ γεωργήσας μάρτυς ἐστίν, οἶμαι δ’ εἰ καὶ μήπω πρότερον δεδομέ‐ νην ἐξεύρισκον τοῖς παιδεύουσι βοήθειαν, οὐκ ἂν
5παρὰ τοῦτο δικαίως μὴ πείσας ἀπελθεῖν. οὐ γὰρ τὴν καινότητα τῶν εἰσηγήσεων, ἀλλὰ τὴν αἰσχύνην φυλάτ‐ τεσθαι προσήκει τοὺς βουλευομένους ὀρθῶς. ἄτοπον γὰρ τῶν μὲν κρατούντων τὰ δοκοῦντα χείρω λύεσθαι καὶ τὴν φύσιν τοῦ πράγματος ἰσχυροτέραν εἶναι τοῦ
10χρόνου, κατὰ δὲ τῶν οὔπω νενικηκότων ἰσχύειν τὸ μὴ τῶν εἰωθότων εἶναι τὰ λεγόμενα.
Or
.

31

.

25

Καίτοι τινὲς ἐπὶ τῶν ἐργαστηρίων καθήμενοι περὶ τῆς τῶν διδασκάλων εὐπορίας διαλέγονται τῶν
τε νέων κατάλογον ποιούμενοι καὶ σταθμὸν ἐπὶ δα‐ κτύλων ἕλκοντες ἀργυρίου μέγαν. καὶ νῦν οἶ‐
5μαί μοι τοῦτον ἀπαντήσεσθαι τὸν λόγον· ποῦ δὲ τὰ παρὰ τῶν μαθητῶν; ἔστι δὴ πρὸς τοῦτο χαλεπὸν ἀντειπεῖν οὐ τῷ δικαίας ἀποκρίσεως ἀπορεῖν, ἔχω γάρ, ἀλλὰ τῷ τὴν ἀληθεστάτην ἥκιστα φανεῖσθαι πιστήν. οἱ γὰρ ἐκ τοῦ παιδεύειν πεπλουτηκότες ἐν τοῖς ἔμ‐
10προσθεν χρόνοις δόξαν πεποιήκασιν ὡς τῆς τέχνης μάλιστα παρεχούσης ἐνεργάσασθαι χρήματα. τὸ μὲν οὖν δίκαιον ἦν ἀεὶ τὸ πρᾶγμα οὕτως ἔχειν, ἔχει δὲ οὐχ οὕτως. ἀλλὰ μετέπεσε, καὶ ὅθεν, ἴστε μὲν ὅσοι τοῖς ἡμετέροις παρηκολουθήκατε, τῶν δὲ ἀγνοούντων ἕνεκα
15φράσω.
Or
.

31

.

26

Τῶν τεχνῶν ὁπόσαι μὲν τιμῶνται παρὰ τῶν βασιλευόντων, καὶ τοὺς μεμαθηκότας εἰς δύναμιν ἄγουσιν ὁμοῦ καὶ τοῖς διδάσκουσιν εὐδαιμονίαν αὗται φέρουσι καὶ ὁ μισθὸς ὡς ὑπὲρ μεγάλων μέγας· ὅταν
5δὲ ὑπὸ τοῦ δυναστεύοντος ἐπιτήδευμα καταφρονηθῇ, κἂν χρηστὸν ᾖ τῇ φύσει, τὴν δόξαν ἀπολώλεκε, τῆς δόξης δὲ περιαιρεθείσης καὶ ὁ μισθὸς συνανῄρηται, μᾶλλον δὲ κἂν μὴ σύμπας ἀπόληται, μικρὸς ἀντὶ με‐ γάλου γίγνεται.
Or
.

31

.

27

πότερ’ οὖν ὑμῖν δοκεῖ μέγα δύ‐ νασθαι ῥητορικὴ καὶ πλεῖστον ἐν βασιλείοις ἰσχύειν
καὶ τὰς ἀρχὰς ἁπάσας οἱ λέγειν ἐπιστάμενοι λαμβά‐ νειν κἀν ταῖς περὶ τῶν ὅλων βουλαῖς εἰς ἀπόρρητα
5καλεῖσθαι καὶ μετέχειν τάξεως ἢ τοὐναντίον ἀπερρί‐ φθαι καὶ ἀπεληλάσθαι καὶ περιυβρίσθαι καὶ τὸ τῶν Μεγαρέων πεπονθέναι ῥητορική τε καὶ ῥήτορες ἔξω καὶ λόγου καὶ ἀριθμοῦ κείμενοι; ἀλλ’ οὐδεὶς οὕ‐ τως οὔτε ἄπειρος τῶν καιρῶν οὔτε φιλονεικίᾳ χαίρων,
10ὅστις ἂν εἰπεῖν τολμήσαι τὸ μὴ εἰς ἔσχατον ἀτιμίας ἐκπεσεῖν τὴν τέχνην.
Or
.

31

.

28

ὅπου γὰρ οἱ πολλοὺς περὶ τὴν κτῆσιν τῶν λόγων ὑπομείναντες πόνους οἱ μὲν ὅλως ἐπὶ τὸ γράφειν εἰς τάχος τοὺς αὑτῶν υἱεῖς ἔτρε‐ ψαν ἀμελήσαντες τοῦ τῆς διανοίας κάλλους, οἱ δ’ ἀμ‐
5φοῖν ὁμοίως ἐφρόντισαν, τοῦ μὲν ὡς ὄντος καλοῦ, τοῦ δὲ ὡς εὐδοκιμοῦντος, τίς ἔτ’ ἂν ἀπόδειξιν μείζω ζη‐ τοίη τῆς κατὰ τῶν λόγων ὕβρεως; ἔστιν οὖν, εἰπέ μοι, τὸ μὲν πρᾶγμα τῶν ἀνωφελῶν νομίζεσθαι, τοὺς δὲ τοῦ πράγματος διδασκάλους πολλοὺς ἔχειν τοὺς θαυ‐
10μασομένους; καὶ τίς εἶδεν ἱερῶν κατασκαπτομένων
ἱερέας ἐντίμους; τίς ναυπηγὸν ἐν μεσογείᾳ πλουτοῦντα;
Or
.

31

.

29

Μιᾷ μὲν αἰτίᾳ ταύτῃ τὸν μισθόν, ὦ ἄνδρες πολῖται, συνέβη τοῖς ἀνθρώποις τούτοις ἀπολωλέναι, ἑτέρα δὲ αὐτὸν οὐκ ἀφῆκεν ὥσπερ πρότερον χωρεῖν πολλῷ βιαιοτέρα. τῶν γὰρ οἴκων τῶν ἀπὸ παλαιοῦ
5λαμπρῶν ὧν ἦν καὶ τὸ παιδεύεσθαι καὶ τὸ διδόναι, πτωχεύειν ὁ καιρὸς οὐκ ὀλίγους ἀναγκάσας λαβεῖν μὲν τῶν λόγων οὐκ ἐκώλυσεν, εἰς δὲ μισθοῦ δόσιν ἀδυνάτους ἐποίησε. πάντως δὲ οὐδεὶς ἀγνοεῖ τοὺς μὲν ἐξ ἐνδόξων γενομένους τὰ αὑτῶν πεπρακότας,
10τοὺς δὲ ἐξ ἀνωνύμων τὰ ’κείνων ἐωνημένους.
Or
.

31

.

30

τῆς οὖν περὶ ἕκαστον οἶκον ἀτυχίας κεκοινώνηκεν ὁ διδά‐ σκαλος. ὥσπερ γάρ, εἴπερ ἐπλούτουν, ἀπέλαυεν ἄν, οὕτως ἀπορούντων ἀνάγκη προῖκα συνεῖναι. εἰ
5μὲν οὖν τὴν χρηστότητα τῶν παιδευτῶν ἐν τῷ πλή‐ θει τῶν παιδευομένων ἀξιοῖ τις ὁρᾶν, μεγάλην ὡς ἀληθῶς εὑρήσει· σημεῖον δὲ ποιούμενος τὸν τούτων ἀριθμὸν τῆς ἐκείνων περιουσίας οὐκ ὀρθῶς κρίνει.
Or
.

31

.

31

καὶ τί δεῖ περὶ τούτων εἰκάζειν ἐξὸν ἐπ’ αὐτὴν ἐλθόντα τὴν ἐξέτασιν καθαρόν, ὡς ἔχει, τὸ πρᾶγμα μαθεῖν; εἰσελθὼν γὰρ ὁ νομίζων τὰ παρὰ τῶν νέων μεγάλα καθίσας αὑτὸν παρὰ τὸν θρόνον καλῶν ἕκα‐
5στον πυνθανέσθω, τίς ὁ παρ’ αὐτοῦ μισθός. οἶμαι γὰρ πλὴν ὀλίγων κομιδῆ τοὺς ἄλλους, εἰ γνοῖεν ἐφ’
ᾧ καλοῦνται, φεύγοντας ὅποιπερ ἂν ἐξῇ καταδύεσθαι μήτε ψεύσασθαι τολμῶντας τῷ τε μὴ τελεῖν αἰσχυνο‐ μένους. εἰσὶ δέ τινες οἳ τοσοῦτον τελοῦσιν, ὥστε τῶν
10οὐδ’ ὁτιοῦν διδόντων μᾶλλον βούλοιντ’ ἂν λανθάνειν.
Or
.

31

.

32

ἀλλὰ γὰρ οὐκ ἄξιον διὰ πάσης ἀκριβείας ἐλθεῖν. τῶν γὰρ ἐνόντων εἰπεῖν ἄμεινον ἀφελεῖν ἢ λυπῆσαι τοὺς ἡδέως μὲν ἂν δόντας, τύχῃ δὲ κεκωλυμένους. τοσοῦτον δ’ ἂν ἰσχυρισαίμην, ὡς ὀλίγων τῶν ἐκεῖθεν
5ὄντων παρὰ τῆς πόλεως ἀξιῶ τι φανῆναι καὶ μὴ πι‐ στοτέρους τοὺς πόρρωθεν μαντευομένους ἐμοῦ τοῦ συζῶντος περὶ τοῦ ποῖα τὰ τῶν ῥητόρων ἐστὶ νομι‐ σθῆναι.
Or
.

31

.

33

καὶ μὴν κἀκεῖνό γ’ ἂν ἡδέως ἐροίμην· ἔστιν ὅστις πώποτ’ ἤλπισε τοὺς εἰς τάχος τού‐ τους διδάσκοντας γράφειν ὄψεσθαι χρυσὸν ἀπὸ τῆς αὑτῶν τέχνης ἢ βέλτιον πράξειν τῶν
5σκυτοτόμων καὶ τεκτόνων; οὐδείς. ἀλλ’ ὅμως εὐ‐ ποροῦσι καὶ τρυφῶσι καὶ μεθύουσι καὶ γεγόνασι σεμνοί. τί οὖν θαυμαστόν, εἰ ὥσπερ τὰ ’κείνων ἦρται παρὰ τὴν ἀξίαν, οὕτω τὰ τούτων ἐταπεινώθη;
Or
.

31

.

34

Καὶ διὰ τ, φήσει τις, ὑπὲρ μὲν τούτων ἀλγεῖς καὶ λέγεις, τοῖς δ’ ἄλλοις παιδευταῖς οὐ
συναγορεύεις; ὅτι τὰ τούτων ἀκριβέστερον ἐπίστα‐ μαι τῶν συνόντων, τῶν συντεταγμένων, τῶν συμπο‐
5νούντων, τῶν συνᾳδόντων, τῶν τὸν αὐτὸν πληρούν‐ των χορόν, τὰ δὲ τῶν ἄλλων ἴσως μὲν οὐδ’ αὐτὰ καλῶς διάκειται, οὐ μὴν ἐδεήθησάν γε προσελθόντες γενέσθαι περὶ αὑτῶν ἐν ὑμῖν λόγον. μεμνῆσθαι δὲ πενίας ἐν πλείοσιν αὐτῶν τῶν οὕτω πραττόντων οὐ
10βουλομένων ἴσως ἂν εἶχεν αἰτίαν.
Or
.

31

.

35

εἶτα μέντοι καὶ τὸ μὴ παραδείγμασιν ὑπὲρ ἐκείνων ἐνεῖναι χρῆ‐ σθαι παρεῖχεν ὄκνον τῷ λέγοντι. τοῖς μέν γε ῥήτορ‐ σιν ἡ Ζηνοβίου συναγωνίζεται γῆ, πρὸ δὲ τῶν ἄλλων
5ἑτέρους ἐκ γεωργίας τοιαύτης ὠφελημένους οὐκ ἦν ἰδεῖν. ἐφοβήθην οὖν μὴ τοῖς ἀντιλέγειν μοι προῃρη‐ μένοις ἡ κατ’ ἐκείνων λαβὴ καὶ τὸ ὑπὲρ τούτων κατα‐ βλάψῃ δίκαιον. ἂν οὖν εὕρω μεγαλοψύχους ὑμᾶς ἐπὶ τοῦ πρώτου λόγου, θαρρήσω καὶ περὶ τοῦ δευτέρου,
10καὶ τῶν ὅλως δεομένων θεραπείας περὶ τοὺς λόγους, πολλὰ γὰρ νοσεῖ, τεύξεται φροντίδος καὶ συμβουλῆς ἕκαστον. ἡ γὰρ τῶν ἀκουόντων προθυμία πολλὰς ποι‐ ήσει τὰς εἰσηγήσεις.
Or
.

31

.

36

Καὶ τ, φησιν, ἔδει λόγου καὶ συλλόγου καὶ τοῦ τρίβειν ἡμέραν ἐξὸν οὑτωσὶ προσελ‐ θόντα τῶν πολιτευομένων ἑκάστῳ καὶ δια‐ λεχθέντα βραχέσι ῥήμασι ποιῆσαι ταὐτ; τοι‐
5αῦτα ἐρεῖ τις ἄνθρωπος ὃς ἐφ’ ἅπαντας μὲν ἀφίησι σκώμματα καὶ τέρπειν οἴεται τοὺς συνόντας, ἔστι δὲ πλέον ἀηδής, ἢ χαρίεις εἶναι νομίζει.
Or
.

31

.

37

πρῶτον μὲν οὖν μὴ λανθανέτω ταῖς Μούσαις ἐχθρὸς ὢν ἐκεῖνος οὐχ οὕτω συμβουλεύειν ἀξιῶν. ὁ γὰρ ἀλγῶν ὥσ‐ περ τραύμασι τοῖς συγκειμένοις λόγοις καὶ τὰς τῶν
5ἀκροάσεων ἡμέρας ἀπόλλυσθαι τῇ πόλει νομίζων πόρρω δήπου Μουσικῶν ὀργίων. ἔπειτ’ οὐκ οἶδεν, ὡς οὗτος τῶν παραινέσεων ὁ τρόπος διπλῇ νυνὶ κοσμεῖ τὴν πόλιν, ὅταν ὅ τε λέγειν δυνάμενος πολίτης ὑμέτερος ᾖ τοῖς τε εἰργασμένοις λόγοις ὑμεῖς ἥδεσθαι δοκῆτε.
Or
.

31

.

38

χωρὶς δὲ τούτων καὶ τὰ σφόδρα δίκαια τῶν πραγ‐ μάτων οὐκ ἂν ὁμοίως ἰσχύσαι ῥᾳθύμως τε ῥηθέντα καὶ μετὰ σπουδῆς δηλωθέντα, ἀλλ’ ὁ μὲν ὡς ἔτυχε μνησθεὶς οὐδὲν εἰς τὸ πεῖσαι τοῦ σιγήσαντος διήνεγκεν,
5ὁ δὲ ἐσκεμμένως καὶ τῆς ὑποθέσεως ἀξίως εἰπὼν ἅπαντα εἰσήνεγκεν.
Or
.

31

.

39

ἔτι τοίνυν αὐτὸ τὸ πλῆθος τῶν ἀθροισθησομένων καὶ τὸ παντοδαπὸν ὅμιλον ἐπὶ τὴν ἀκρόασιν ἥξειν ἤλπιζον ὑμᾶς συμπαρακαλέσειν οὐχ ἧττον αὐτοῦ τοῦ λέγοντος. ὡς αἱ μὲν ἀμάρτυροι φι‐
5λοτιμίαι λυποῦσι τοὺς δώσοντας, καὶ ἃ προεῖτ’ ἄν τις πολλῶν συνειδότων, οὐκ ἔχων τοὺς εἰσομένους κρεῖτ‐ τον ἡγήσατο μὴ δοῦναι· ἃ δ’ ἂν ἐν πολλῷ τις θεάτρῳ παρὰ τῶν συμβούλων ἀκούῃ, λογιζόμενος ὡς ἀπειθή‐ σας μὲν μυρίους ἕξει τοὺς κατηγόρους, εἴξας δὲ καὶ
10πεισθεὶς τοσούτους τοὺς ἐπαινέτας, τὸ μὲν φοβού‐ μενος, τοῦ δὲ ἐπιθυμῶν ψηφίζεται δι’ ὧν εἶναι δόξει βελτίων.
Or
.

31

.

40

πόσους οἴεσθε νῦν τοὺς μὲν ἐκ Φοινί‐ κης, τοὺς δὲ ἐκ Παλαιστίνης, Αἰγυπτίους, Κυπρίους, Ἀραβίους, Κίλικας, Καππαδόκας, ὅθεν ἂν εἴπῃς, ἀκούειν καὶ τηρεῖν, τί μὲν ἐγὼ λέγω, πῶς δὲ
5ὑμεῖς ἕξετε; δότε δὴ τούτοις τὴν ἀμείνω περὶ ὑμῶν οἴκαδε φήμην φέρειν, ὅτι ἡ πόλις ἡ Ἀντιόχου τῆς λαχούσης αὐτὴν Μούσης ἄξια καὶ φρονεῖ καὶ ψηφίζεται καὶ πᾶν ὑπὲρ λόγων ἀνάλωμα κοῦφον ἡγεῖται καὶ οὔτε ψιλῆς οὔτε πεφυτευμένης χώρας οὔτ’ ἄλλου τῶν
10πάντων οὐδενὸς φείδεται, δι’ ὅτου φυλάξειν οἴεται παρ’ αὑτῇ τὸ χρῆμα τῆς παιδείας.
Or
.

31

.

41

ἀλλ’ ὁ λαμπρὸς ἱπποτρόφος, Ἥλιε, καὶ ὁ τοὺς ἀθλητὰς ἐξ ἅπαντος ἀγείρων μυχοῦ καὶ ὁ θηρίων πλῆθος ὠνούμενος καὶ τοὺς πρὸς ταῦτα μαχουμένους ἰχνεύων, ὧν ἕκαστον
5διασείειν πέφυκε τῶν λειτουργούντων τὰς οὐσίας, νῦν φιλάργυρος, νῦν γλίσχρος, νῦν φιλοχρήματος, ἐν ᾧ τὸ μὲν κινδυνευόμενον λόγοι, τὸ δὲ σῶσαι τούτους δυνάμενον πλέθρα γῆς; μηδαμῶς. ἀλλὰ κἀκεῖνα ὥσπερ νῦν πραττέσθω καὶ ταῦτα ἐκείνοις προσέστω.
Or
.

31

.

42

μὴ γὰρ ἴδοιμι παιδευτὰς ἐνθένδε πρὸς ἑτέραν ἀνιστα‐ μένους πόλιν οὐ σεισμὸν φεύγοντας οὐδ’ ἄλλο τι τῶν δαιμονίων κακῶν, ἀλλ’ ἀπορίαν τροφῆς καὶ τὸ τὴν
5πρόνοιαν ἣν εἴχετε περὶ τοὺς λόγους ἐκλελύσθαι. οὔ‐ τοι φορητὸν οὐδὲ συγγνώμην ἔχον Καισαρέων Ἀντι‐ οχέας ἧττον εἶναι φιλολόγους δόξαι. ἐκεῖνοι σοφιστὴν ὑμέτερον ἐπαγγελιῶν μεγέθει τὴν ἐλάττω πόλιν τῆς μείζονος ἔπεισαν ἀνθελέσθαι, καὶ νῦν ἔχει τὰς ὑπο‐
10σχέσεις.
Or
.

31

.

43

ἡμεῖς δὲ οὐδὲ μιμησόμεθα ταῦτα ὧν δι‐ δασκάλους εἶναι προσῆκε; μή, πρὸς τοῦ Μουσηγέτου τοῦ πάντα ἐφορῶντος ἐγγύθεν, ὃν χρὴ νομίζειν οὐ διώκοντα νύμφην ἁμαρτόντα τοῦ σώματος ἀγαπῆσαι
5τὸν χῶρον, παίδων γὰρ ταῦτα μυθολογήματα, ἀλλ’ εἰκὸς τοὺς ἀρχαίους οἰκήτορας μουσικὴν ἀσπαζομένους τῶν ἄλλων ὑπὸ τοῦ θεοῦ προκεκρίσθαι.
Or
.

31

.

44

ζηλῶμεν δὴ τοὺς προγόνους, ὦ ἄνδρες, καὶ μιμώμεθα καὶ κατέ‐ χωμεν τὸν Ἀπόλλω τῇ περὶ λόγους σπουδῇ καὶ τού‐ τους ὑπὲρ ὧν παρελήλυθα θεράποντας ἐκείνου καὶ
5φίλους οὐκ ἀτιμοτέρους τῶν κύκνων ἡγώμεθα, οἳ
χώραν μὲν ἔχουσιν ἣν ἴστε καὶ προσηγορίᾳ τῇ νῦν κρατούσῃ στέργουσιν, ἦσαν δ’ ἄν, εἴπερ ἐβούλοντο, τοῦ παντὸς ἡγεμόνες, ὡς ἥ γε δύναμις πάρεστιν.
Or
.

31

.

45

Ἄνευ δὲ τῆς τέχνης τί τῶν ἄλλων οὐκ ἂν δι‐ καίαν αὐτοῖς παρασκευάσειεν εὔνοιαν; οὐχ ὁ μὲν πλέον ἢ τριάκοντα ἔτη συνεχῶς ταλαιπωρούμενος ἀψοφητὶ τὰ λοιπὰ διεβίω μήτε ἐγκαλῶν μήτε ἐγκαλούμενος; ὁ
5δὲ τοῖς γνωριμωτάτοις συνοικήσας οὐδὲν οὔτε μικρὸν οὔτε μεῖζον ἐξελάλησε τῶν ἔνδον οὔτε ἠδίκησε πρε‐ σβυτέραν φιλίαν θεραπεύων δευτέραν. ὁ δὲ δὴ τρίτος ἀνδρεῖος μέν, οὐδαμοῦ δὲ ἄδικος, τηρῶν τὴν τάξιν ἀκριβῶς καὶ τῶν πεπιστευκότων προκινδυνεύων. περὶ
10δὲ δὴ τοῦ νεωτάτου τί μεῖζον εἴποι τις ἂν ἢ ὅτι πρὶν ἐκ παίδων ἐξελθεῖν, παίδων ἄρχων οὐδὲ συκοφάντῃ παρέσχεν αἰτίαν;
Or
.

31

.

46

Οὕτως οὖν καὶ δεινῶν εἰπεῖν καὶ χρηστῶν τὸν τρόπον οὐκ ἐπιμελήσεσθε οὐδ’ ἃ λαβεῖν αὐτῷ μοι βουλομένῳ τῶν πάντων οὐδεὶς ἂν ἀντεῖπε, ταῦτα τού‐ τοις ἐμοῦ βουλομένου δώσετε; φέρε γάρ, εἰ
5διεξελθὼν ἐγὼ πάντα ὧν ὄντων μοι παρ’ ἑτέροις δεῦρ’ ἧκον καὶ ταῦτα ὁρῶν οὐκ ἀκίνδυνον τὴν ὁδόν, ἀντὶ τοίνυν τούτων, ἔφην, δότε μοι τῶν τῆς πόλεως κτημάτων, ᾗ νόμιμόν ἐστιν, οὕτω τις ἀγνώμων καὶ θρασὺς καὶ βδελυρός, ὅστις ἀναστὰς καὶ δείξας
10αὑτὸν ἐκώλυεν ἄν; οὐκ οἴομαι. ἐμὲ τοίνυν οἴεσθε τήμερον τὸν ληψόμενον εἶναι κἂν δῶτε τούτοις, ἐμοὶ λέγετε δεδωκέναι. αὐτὸς πρὸς ἅπαντας ὁμολογήσω τετιμῆσθαι. τοῦτο τὸ ψήφισμα σεμνοτέρους ὑμᾶς ποιήσει καὶ παρὰ πᾶσιν ὀνομαστούς, κἂν λυπῆταί τις
15τοῖς νῦν λόγοις, ἡσθήσεται τοῖς ἔργοις ὕστερον.
Or
.

31

.

47

Εὔβουλε, σὲ πρῶτον ὁ καιρὸς καλεῖ. Ἀργυ‐ ρίου καὶ παῖ καὶ πάτερ, μίμησαι τὸν πρεσβύτερον. τόν γε μὴν ἐμὸν ἀνεψιὸν αὑτοῦ χρὴ νομίζειν εἶναι τὴν γνώμην. κινείτω μὲν Ἱλάριον ἡ φιλοσοφία τοῦ
5γένους, κινείτω δὲ Λητόϊον ἡ τῆς προσηγορίας αἰτία. σὺ δὲ ἐν μουσείοις ἔτι τρεφόμενος κἂν ἄκλητος ἀμύ‐ νοις, Ἀρσένιε. καὶ τῷ θήσοντι δὲ τὰ Ὀλύμπια δεῖ μέλειν, ὅπως εἰς τότε τοὺς ἐροῦντας εὕρῃ. καὶ τί δεῖ καθ’ ἕκαστον ὀνομάζειν; ὁπόσοι γὰρ πληροῦτε
10τὴν βουλήν, πάντες ἔχετε τοῦ βοηθεῖν λόγοις ἀνάγκην αὐτὸ τὸ κεκτῆσθαι λόγους.
Or
.

31

.

48

Ὡς οὖν εἰδότος ἐμοῦ καὶ τοὺς ἃ δεῖ ψηφιζο‐ μένους ἐπαινεῖν καὶ περὶ τῶν ἐναντιουμένων ἃ προσ‐ ήκει γράφειν, ἐξ ὧν τήν τε πόλιν ὀνήσετε καὶ τοῖς
λογίοις χαριεῖσθε θεοῖς, ἕλεσθε.
Or
.

32

t

ΠΡΟΣ ΝΙΚΟΚΛΕΑ ΠΕΡΙ ΘΡΑΣΥΔΑΙΟΥ.
Or
.

32

.

1

Καλῶς ἐποίησας, ὦ Νικόκλεις, ἀπιστήσας ταῖς κατ’ ἐμοῦ παρ’ ἐνίων αἰτίαις. ἦν γὰρ οὐδ’ ὁτιοῦν ἐν αὐταῖς ἀληθείας, ᾧ καὶ τεθαρρηκὼς δι’ ὅρκου πί‐ στιν ἐποιούμην. καὶ τοῖς πράγμασι δὲ αὐτοῖς καὶ τῇ
5περὶ αὐτῶν διηγήσει πειράσομαί σοι τοῦτο ποιῆσαι καταφανές, ἵν’ αὐτός τε σαυτὸν ἐπαινῇς οὐκ ἐξηπατη‐ μένος εἴ τέ τις τοῦτο πέπονθε, ῥᾷον αὐτὸν μεταπεί‐ θειν δύναιο.
Or
.

32

.

2

Ἧκον ἑσπέρας εἰς τὸ βαλανεῖον ὃ τῇ πόλει δέ‐
δωκε Τραϊανὸς βασιλεύς, καὶ ἐπειδή μοι τὰ πρὸς τὴν θεὸν εἶχεν ἱκανῶς, ἐκαθήμην καὶ πλησίον μου Μενέ‐ δημος, ἔπειτα τρεῖς ἕτεροι τῶν πολιτευομένων ἐλ‐
5θόντες καθῆντο καὶ αὐτοὶ καὶ διηγοῦντο διήγησιν μακρὰν πραγμάτων ἐν συμποσίῳ γεγενημένων τοῦ στρατηγοῦ μὲν ὄντος ἑστιάτορος, δαιτυμόνων δὲ αὐτῶν. τὸ δὲ δὴ κεφάλαιον, παρῄνει πέμπειν ὁ στρατηγὸς ὡς τὸν βασιλέα πρεσβείαν καὶ τῇ πατρίδι βοηθεῖν· ὡς
10οὔπω κινδύνων καθαρῶς ἀπηλλαγμένῃ, προσγεγενῆσθαι γὰρ τοῖς ἐν τῇ στάσει κακοῖς τὸ τὴν ἐλπισθεῖσαν πά‐ λαι πρεσβείαν μὴ τετελέσθαι.
Or
.

32

.

3

πεπεῖσθαι δὲ εἰπόν‐ τες τῇ συμβουλῇ μετὰ τοῦ δακρύειν, λέγειν δὲ καὶ τὸν σύμβουλον μετὰ δακρύων ὡς ὄντος τοῦ φοβοῦντος μεγάλου, ταῦτ’ οὖν ὑπειπόντες προσέθεσαν, ὡς αὐτοὶ
5μὲν εἶεν πρέσβεις ὁμολογίᾳ τῇ σφῶν αὐτῶν, δέοιντο δὲ τετάρτου, δεδόχθαι γὰρ δὴ πέμπειν τοσούτους, καί, ἔτυχε γὰρ πλησίον καθήμενος Εὐσέβιος ὁ σοφιστής, ᾔτουν παρ’ ἐμοῦ τὸν ἄνθρωπον, ἐγὼ δὲ τοῦτον αὐτῶν ἐπ’ ἐκεῖνον μετέφερον τὸν λόγον, ὡς βέλτιον 〈ὂν〉 οὐκ
10ἐμὲ κελεύειν, ἀλλὰ πείθειν ἐκεῖνον. ἤκουσε ταῦτα. ὑπήκουσεν, οὐ γὰρ ἦν καλὸν ἀπειθεῖν.
Or
.

32

.

4

προσλα‐ βόντες δὴ τὸν τέταρτον δέονταί μου τῆς ἐπι‐ ούσης παρεῖναί τε αὐτοῖς ὡς τὸν στρατηγὸν εἰσιοῦσι
καὶ συμπράττειν ὅ τι δυναίμην ἐγγύθεν. πείθομαι
5ῥᾳδίως ὑπ’ εὐηθείας. εἰ δὲ νοῦς ἐνῆν μοι, διωσάμην ἂν τὸν λόγον ἀναμιμνήσκων αὐτούς, οἵων ἀνθ’ οἵων ἔτυχον καὶ ὡς τιμῶν ἠτιμαζόμην καὶ ὡς διώκων αὐ‐ τοὺς ἠνώχλουν καὶ ὡς οὐκέτι τοῦτο δρῶντος ἥσθησαν. ἀλλ’ οὐδὲν ἐκείνων τῶν πολλῶν ἐξετάσας ἥξειν τε
10ἔφην καὶ ἦλθον.
Or
.

32

.

5

εἰσελθόντων δὲ ἡμῶν καί τινων ῥημάτων γιγνομένων εἰς πρόφασίν τε ἑκάστου κατα‐ φεύγοντος ἐμὲ τοῦ πράγματος καταστήσας κύριον ὁ στρατηγὸς ἐπ’ ἀποδεδειγμένοις τοῖς πορευσομένοις εἰσ‐
5ελθεῖν αὖθις ἔδωκεν. ἐξήλθομεν. ἐν ματαίοις λόγοις οὐκ ὀλίγον τῆς ἡμέρας διετρίβη μένειν αὑτῷ προσ‐ ήκειν ἑκάστου λέγοντος, ἕτερον δὲ βαδίζειν. κἀν τού‐ τοις ἐμοὶ μὲν οὐδεὶς προσεῖχεν οὐδ’ ἠρώτα οὐδὲν οὐδὲ ἀπῄτει ψῆφον, ἐφ’ ἑτέρους δὲ τὴν κρίσιν ἦγον, ὥστ’
10ἐμὲ μηδὲν διαφέρειν τῶν ἔξωθεν περιεστηκότων.
Or
.

32

.

6

ἀπ‐ ειπὼν οὖν καθήμενος καὶ καταγελώμενος πολλάκις ὁρμήσας ἐπὶ τοὺς νέους καὶ τὰ ’μαυτοῦ κωλυθεὶς ὑπό του τῶν φίλων ὡς ἀδικήσων τὸν στρατηγόν, εἰ οὕτως
5ἀπέλθοιμι, χωρῶ τε παρ’ αὐτὸν καὶ εἰπὼν οὐδὲν δε‐ δυνῆσθαι τῆς ἐκείνου ῥώμης ἔφην δεῖσθαι τὸ πρᾶγμα. καὶ οὐκ ἐψευδόμην· ὑποδείξας γὰρ ὀργῆς τι πάντας εἶχε δεχομένους τὴν ὁδόν, ἐρομένων δέ, ὅστις τοῖς ἐκείνων ἀντ’ ἐκείνων ἀρκέσει, τῷ μὲν τὸν κηδε‐
10στὴν εἶπε, τῷ δὲ τὸν ἀδελφόν, Θρασυδαίῳ δὲ αὑτόν. καὶ ὃς προσεκύνησεν, οὐχ ὡς ἄν τις ἐξομνύμενος, ἀλλ’ ὡς ἄν τις ἔχων τοιοῦτον ὑπὲρ τοιούτων ἐγγυητήν. εἰπόντος δέ τινος Μενέδημον καὶ ὡς τὰ μέγιστα ἂν ὀνήσαι καὶ φρονήσει καὶ γλώττῃ καὶ δάκρυσιν, οὗ τού‐
15των καιρός, ὁ στρατηγὸς οὐκ ἐδέξατο, πρὸς τί μὲν βλέπων, οὐκ οἶδα, καὶ γὰρ οὐδ’ ἐφθέγξατο, οὐ μήν, ὅπερ ἔφην, ἐδέξατο.
Or
.

32

.

7

τούτων τοίνυν ἐγνωσμένων καὶ πεπηγότων ἀπιόντων ἡμῶν ἐμὸν ἔργον Θρασύδαιος ἔφησεν εἶναι τὸ μεῖναι Μενέδημον, καὶ παίζειν αὐτὸν ἡγούμενος πόσου τοίνυν ἀπεδόμην τὴν μονήν;
5ἠρόμην. ὁ δὲ τοῦτο μὲν ἔφη μικρὸν ὕστερον δείξειν, ἔχειν δὲ τὸ πρᾶγμα οὐκ ἄλλως, ἀλλ’ ἐμὸν εἶναι τὸ ἔργον. καὶ οὐκ ἀπέχρη ταῦτα, ἀλλὰ δείλης προσπεσών μου ταῖς θύραις καὶ περὶ αὐτὰς εὑρὼν παῖδα τὸν ἐμὸν καθήμενον, οὗ τἀμὰ γνώμῃ βασιλέως γέγονε κε‐
10λεύσαντος ὑποχωρῆσαι τὸν περὶ ταῦτα νόμον, τοῦτον οὖν ὁ Θρασύδαιος εὑρὼν εἵλκυσεν εἰς λειτουργίαν βοῶν καὶ μόνον οὐ παίων λέγων αὐτὸν κεκτῆ‐ σθαι γῆν ἀνδρὸς βεβουλευκότος.
Or
.

32

.

8

καὶ τοῦτο μὲν οὐκ ἐψεύδετο, θαυμάσαι δὲ ἄξιον, ὅπως ἐν τοῖς ἄλλοις τοῦτ’ οὐχ ἑώρα τὸ δίκαιον τοσούτων κτημάτων ἐπ’ ἄλλους μετερρυηκότων καὶ μάλιστα δὴ τὸν ἑαυτοῦ
5κηδεστὴν Θεμίσωνα. ἐγὼ δὲ τὸ μὲν τὸν Κίμωνα λει‐ τουργῆσαι πολλάκις καὶ ἐβουλήθην καὶ εὐξάμην, και‐ ρὸν δὲ ἀναμένειν ᾤμην δεῖν. οὗτος δὲ ἦν ἀναβιῶναι τὴν βουλὴν καὶ γενέσθαι τὴν προτέραν ἐκείνην. ἐκεῖνο μὲν γὰρ ἦν λειτουργεῖν, τὸ δὲ νῦν ἀπολωλέναι. οὕτω
10κακῶς τὸ πρᾶγμα ἔχει ἄλλαις τε οὐκ ὀλίγαις αἰτίαις καὶ τῷ τῶν λειπομένων τοὺς ἰσχυροτέρους πορθεῖν τὰ τῶν ἀσθενεστέρων.
Or
.

32

.

9

Θρασύδαιος δὲ τοιαῦτα παροινήσας οὐκ ἐνταῦθα ἔστη, ἀλλ’ εἰς τοσοῦτον ἧκεν ἀσελγείας, ὥστ’ ἄρας τὴν φωνὴν λόγους μὲν ἔλεγέ μοι συγκεῖσθαι κατὰ πάντων ἀνθρώπων οὐδὲ τὸ κατὰ
5πάντων μανίαν ἡγούμενος· τίς γὰρ ἂν εἷς ἄνθρωπος περὶ πάντων 〈ἔλεγε〉 καὶ ταῦτα τοῦ χρόνου τὸ πλέον τοῖς βουλομένοις μανθάνειν νέμων; ὁ δὲ καὶ αὑτὸν ἔλεγεν εἶναι τούτων ἕνα καθ’ ὧν σύγκεινταί μοι λόγοι.
Or
.

32

.

10

καίτοι τῶν φίλων τῶν ἐμῶν ἅπαντα τὸν χρόνον ἠξίου νομίζεσθαι καὶ εἴ τῴ γε ἧττον ἑτέρου δοκοίη, δεινὰ πάσχειν ἔφασκε καὶ ἀδικεῖσθαι. καὶ τί δεῖ τὰ πολλὰ λέγειν; τοῖς γὰρ εἰσιοῦσιν ὡς αὐτὸν
5ὁπότε ἀσθενοίη, ἦν ὁρᾶν εἰκόνα ἐμὴν ὑπὲρ τῆς κλίνης αὐτοῦ καὶ ἐφιλοτιμεῖτο τῇ τιμῇ καὶ οὐ τοῦτ’ ἔφασκεν εἶναι θαυμαστόν, εἰ αὐτὸς ἔχοι, ἀλλὰ τὸ μὴ καὶ πάντα τὸν ἐμῶν περὶ αὑτὸν ἀπολελαυκότα πόνων. ἔστιν οὖν ὅπως ἐκεῖνα πεπεισμένος ταῦτα ἂν ἔδρα;
10οὐκοῦν ἐξελέγχεται συκοφαντῶν οἰόμενος παροξυνεῖν
ἐπ’ ἐμὲ τῶν ἀκουόντων ἕκαστον καὶ κοινόν τινά μοι τοῦτον περιστήσειν πόλεμον;
Or
.

32

.

11

εἶθ’ ἵνα μή τις αὐ‐ τὸν ἔρηται· καὶ σοὶ πόθεν ταῦτα ὑπῆρξε μαθεῖν; ἐμέ φησιν ἐμαυτοῦ πρὸς αὐτὸν κατειπεῖν. ἐκ ποίας ἀνάγκης; τίνος βασάνου βιαζομένης; ποίων πληγῶν;
5ποίου σιδήρου; τίνος πυρός; ἤ, εἰ μὴ τοῦτο, ποίας μέθης; τί δαί μοι καὶ τὸ κέρδος εἰδέναι ταῦτα τοῦτον μέλλοντά γε θρασύτερον οἷς ἤκουσεν ἔσεσθαι; ᾔδειν δὲ αὐτοῦ τὴν φύσιν τὴν εἰς ὀργὴν μὲν ἑτοίμην, κινη‐ θεῖσαν δὲ οὐκέτ’ οὖσαν καθεκτὴν οὐδὲ δυναμένην
10αἰδεσθῆναι τῶν πάντων οὐδέν. ἐμαυτὸν οὖν τηνάλλως κατεκρήμνιζον; οὕτω δέ ἐστι σοφός, ὥστ’ οὐχ ὁρᾷ καθ’ ἑκάτερον αὑτὸν αἱρῶν, εἴτε ἤκουσεν εἴτε καὶ οὐκ ἤκουσεν. ἢ γὰρ ἐσυκοφάντει τὰ οὐκ ὄντα ἀπο‐ φαινόμενος ἢ τὴν ἐν τῇ φιλίᾳ πίστιν ἠδίκει, εἴπερ
15ὡς οὐκ ἐξερῶν ἀκούσας ἐξεῖπεν ἀκηκοώς.
Or
.

32

.

12

Μενέδημον γάρ, φησιν, ἐξήρπασας τῆς πρεσβείας, ἐμὲ δὲ οὒ καίτοι τῆς αὐτῆς οὔσης ἀμφοτέροις καταφυγῆς τῆς περὶ τὰ ἄρθρα νό‐ σου. καὶ τίς ἡ παρ’ ἐμοῦ τῷ Μενεδήμῳ βοήθεια;
5οὔτε γὰρ ἐν τῇ βουλῇ τοιοῦτον εἶπον οὐδέν, ὅτι ὦ ἄνδρες, οὐκ ἔστι Μενεδήμῳ κινεῖσθαι. πῶς ἂν οὖν πρεσβεύσειε; τῷ τε στρατηγῷ σιγῶν παρεκαθή‐ μην διέχων τοσοῦτον, ὡς μηδὲ δύνασθαι συκο‐ φαντηθῆναι τὸν ὦμον, οὔτε ἔξω τούτων οὐδὲν ἐπράχθη
10τι παρ’ ἐμοῦ πρὸς τοῦτο φέρον. καὶ δὴ καὶ τὸν Ἥλιον
ὄμνυμι καὶ πάντας θεοὺς μήτ’ ἀκηκοέναι τι παρὰ Μενεδήμου περὶ τῆς ἐνταῦθα βοηθείας μήτε συμβε‐ βλῆσθαι μηδὲν μήτ’ εἰδέναι μοι χάριν ὑπὲρ τοιούτου μηδενὸς Μενέδημον.
Or
.

32

.

13

Ἐμὲ γάρ, φησιν, ἠρώτας, εἰ δύναιτο ἄν οὐκοῦν μόνον, ἄλλον δὲ οὐδένα, οὐδ’ ἂν εἴποι παρ‐ ελθὼν οὐδεὶς ἕτερος ἠρωτῆσθαί τι τοιοῦτον; καίτοι καὶ εἰ πάντες τῶν αὐτῶν ἦσαν ἀκούσαντες ῥημάτων,
5οὐδ’ οὕτω τοῦτ’ ἂν ἔπραττε Μενεδήμῳ τὴν μονήν. ἦν γὰρ τοῖς ἠρωτημένοις, εἴπερ ἤθελον, ἀποκρίνασθαι καὶ πάνυ τὸν ἄνθρωπον δύνασθαι. νῦν δ’ οἱ μὲν οὐκ ἤκουσαν, σὺ δὲ πρὸς τῷ τοίχῳ μόνος καὶ μικρᾷ γε τῇ φωνῇ. τίς οὖν ἐντεῦθεν ἀπαλλαγὴ τῷ Με‐
10νεδήμῳ;
Or
.

32

.

14

εἰ δ’ οὖν καὶ περὶ σοῦ τοιαῦτα ἠρώτων ἕτερον, ὄντος καὶ ἐν σοὶ ταὐτοῦ νοσήματος οὐδὲν 〈ἂν〉 ἄλογον ἔπραττον. οὐ γὰρ ἐν ἐξετάσει τό γε σὸν ἦν, ἀλλ’ ἀνωμολόγητο, καί σε πρεσβευτὴν ἐπεποιήκει τὸ συμπό‐
5σιον καὶ τοὺς ἐπαινοῦντας εἶχες τῶν μὲν τὸν φιλόπολιν, τῶν δὲ τὸν ἄοκνον καλούντων, ἑτέρων τὸν πρὸς τὴν αὑτοῦ δίκαιον, ἄλλων τὸν φιλόπονον, καὶ οἷα δὲ ἐρεῖς καὶ ὅσα καὶ ὡς θέλξεις τὸν βασιλέα.
Or
.

32

.

15

καὶ σὺ ταῦτα ἀκούων ἐρῶν ἐφαίνου τῆς ὁδοῦ δῆλον ὅτι θαρρεῖν ὑπὲρ τοῦ σώματος ἔχων καὶ πιστεύων αὑτῷ τὴν δια‐ κονίαν οἴσειν, ὥστε σου τὰ περὶ τῆς νόσου μετὰ ταῦτα
5ῥήματα σχήματος εἶναι δοκεῖν, οὐκ ἀληθείας καὶ θρυ‐ πτομένου μᾶλλον ἢ βουλομένου μένειν, ἐπεὶ τοῦ χάριν οὐ προσελθών μοι καὶ λαβόμενος τῆς δεξιᾶς ἔλεγες
πρὸς οὖς, ὅτι ὦ φίλτατε, τῶν μὲν ἐπὶ τῆς ἑστιά‐ σεως εἰρημένων μοι καὶ ὡμολογημένων πολλὴν
10ἄνοιαν κατέγνωκα· ἃ γὰρ οὐκ ἂν οἷός τε ἦν ὑπομεῖναι, ταῦτα ἐπηγγελλόμην μείζω τῆς δυ‐ νάμεως φθεγγόμενος. δέομαι δή σου πάντα τρόπον εἰς τὸ λυθῆναί μοι τὰ τῆς προπετείας ἀμῦναι. τοιαῦτα ἔδει λέγειν, τοιαῦτα αἰτεῖν, ἐπὶ τοι‐
15αῦτα βοηθὸν καλεῖν.
Or
.

32

.

16

καίτοι χαλεπὴ μὲν ἡ συμμαχία καὶ τὴν τῶν ἄλλων ἔχθραν ἡμῖν ἐπιφέρουσα. ἢ σὺ μὲν διὰ Μενέδημον ἐπ’ αἰτίᾳ ψευδεῖ τοιαῦτα ἔδρας, οἱ δ’ οὐκ ἂν διὰ σὲ σαφοῦς ἀπολαύοντα ῥοπῆς;
5ὁ δὲ ταύτην ἀφεὶς τὴν οὐ δικαίαν μὲν οὐδ’ αὐτήν, ἐπιεικεστέραν δὲ ὁδὸν οὐδὲν ὑπ’ ἐμοῦ παθὼν οὔτε μεῖζον οὔτε ἔλαττον ἐπῆλθεν, ἐπεστράτευσεν, ἐνέβαλεν, οὐδὲν ἀσελγείας ἀπέλιπε τὰ μὲν εἰπών, τὰ δ’ οὔπω βούλεσθαι φήσας ὄντα πολλῷ τῶν εἰρημένων δεινό‐
10τερα.
Or
.

32

.

17

εἶτ’ ὦ ταραχῆς ἔμπλεως, περὶ τὸν αὐτὸν ἄνθρωπον ἄμφω, πόλεμός τε καὶ φίλτρον, καὶ μῖσος καὶ κηδεμονία; ἐν οἷς μὲν γὰρ ἔλεγες, τὸ τοῦ δυσμε‐ νοῦς ἐποίεις, ἐν οἷς δὲ οὐκ ἔλεγες, τὸ τοῦ φειδομένου.
5καίτοι χρῆν ἢ πάντα σιγᾶν ἢ μηδὲν καὶ ἢ τὸν αἰδού‐ μενον ὅλως ἢ τὸν οὐκ αἰδούμενον δεικνύειν. νῦν δ’ οἷς εἴρηκας τὸ μηδὲν εἶναί σοι πλέον εἰπεῖν ὡμολό‐ γησας.
Or
.

32

.

18

τί δ’ ἂν καὶ μεῖζον εἶχες εἰπεῖν τῶν ἀνα‐ ριθμήτων λόγων; τί καινὸν οὕτως ἀδίκημα; τίς ἐπὶ τὴν γῆν καὶ τὴν θάλατταν τὴν ἑαυτοῦ γλῶτταν ἀφῆκε; τίς σοφιστής; τίς ῥήτωρ; τίς ποιητής; ὁ δὴ μό‐
5νος τοσαῦτα κακῶς εἰπὼν καὶ μηδενὸς ἀπεσχημένος καὶ τοιαύτας ἡδονὰς ἡσθεὶς ἐκ τίνος ἂν ἑτέρου νομι‐ σθείη κακίων; οὕτως οὐδὲν ἐν οἷς οὐκ ἐρεῖν ἔφη παρῄει, ἀλλ’ ᾤετο μὲν ταράξειν λέγων ἔχειν, εἶχε δὲ οὐδέν.
Or
.

32

.

19

Τῶν τοίνυν ἀκουόντων περὶ τῶν γεγενημένων ἀπιστούντων, εἰ πρὸς τοσοῦτον ἥκοι θράσους, πάλιν ἐποιεῖτο τὴν αὐτὴν ἐπίδειξιν καὶ πάλιν αὐτὸς ἦν ταὐτὰ μὲν κατηγορῶν, ταὐτὰ δὲ ἀπειλῶν, ταὐτὰ δὲ φθεγγό‐
5μενος ἐν ξένοις, ἐν πολίταις, ἐν τοῖς ἐμοῖς φιλτάτοις. εἶθ’ ὡς ἀπεῖπεν ὑβρίζων, παριόντα προσεῖπε κυνὸς ἁπάσης παρελθὼν ἀναίδειαν. ἐγὼ δὲ ὢν ὅσπερ εἰμί, πάντως δὲ οὐκ ἀγνοεῖς, ὦ Νικόκλεις, τὸν τρόπον οὐδ’ ὡς μεμελέτηκα τὰ τοιαῦτα φέρειν, τί οὖν ἔμελλον
10δράσειν ἢ ὅπερ πεποίηκα; ἀντιπροσεῖπον.
Or
.

32

.

20

ὡς οὖν ἐξαληλιμμένων ἁπάντων ἐκείνων τοῖς ὀλίγοις τούτοις ῥήμασι τοῖς προσρήσεως ἕλκων ἐρυθριῶντα τὸν αὑτοῦ κηδεστὴν εἰσελθὼν οὗ σύνειμι τοῖς νέοις ἐκά‐
5θητο οὐ κύπτων εἰς γῆν, οὐ κνώμενος τὴν κεφαλήν, ἃ τῶν αὑτῶν κατεγνωκότων ἐστί. καίτοι ἔγωγε ἡγού‐
μην ἠδικηκέναι μὲν ὁμολογήσειν αὐτόν, ἐγκώμια δὲ συγγνώμης ἐρεῖν γονάτων τε τούτων ἐχόμενον ἀξιώ‐ σειν τυχεῖν ὧνπερ ἄν, εἰ ἐμεμήνει. ὁ δ’ ὥσπερ ἐπὶ
10τιμωρίαν εἰσελθὼν καὶ δικαίως ἂν ἱκετευθεὶς παρ’ ἐμοῦ θυμόν τε ἐδείκνυ καὶ μικρόν τι μικρᾷ τῇ φωνῇ φθεγξάμενος ᾤχετο.
Or
.

32

.

21

εἶτα πρὸς τοὺς ἐντυγχάνον‐ τας Μενέδημον δὲ ἐμοῦ προτετιμῆσθαι καὶ τοιαῦτα ἐσχετλίαζε λέγων, ὡς ἐπαινοίη Μενέδημος τοὺς αὑτοῦ διδασκάλους. καλῶς γε ἐκεῖνος καὶ τὰ
5δίκαια ποιῶν, ἐπεὶ καὶ γονέας τοὺς αὑτοῦ θεραπεύων χρηστὸς ἂν ἦν καὶ περὶ τὴν φύσιν εὐσεβής. οὐ δὴ μισήσειν ἔμελλον ἐγὼ δι’ ἀρετὴν ἄνθρωπον, ἣν ἔδει καὶ σὲ μιμεῖσθαι.
Or
.

32

.

22

νῦν δ’ ὁ μὲν καὶ τεθνε‐ ῶτας ἐκείνους θεραπεύει καὶ ὅ τι αὐτοῖς οἴεται καλὸν εἰρῆσθαι, τοῦτο εἰς μέσον ἀεὶ καὶ φέρει καὶ ᾄδει, σὺ δὲ τὸν σαυτοῦ ζῶντα κακοῖς ἥδιστα μὲν ἂν καὶ πα‐
5τάξας, ἐγκαλῶν δὲ τῷ ταῦτα οὐκ ἐῶντι νόμῳ. ἐγὼ δὲ πάντα μὲν δίκαιον παντὸς ἀδίκου μᾶλλον ἐπαινέσαιμ’ ἄν, οὐ μὴν τοὺς ἑτέροις γε ὡμιληκότας τῶν ἐμοὶ κατ’ αὐτό γε τοῦτο μᾶλλον ἀγαπῶν φανείην ἄν, οὐδὲ γὰρ ἄλλος οὐδεὶς σωφρονῶν, οὐδὲ τὸν μὲν ἤθελον οἴκοι
10μένειν, σὲ δὲ ἰέναι κατ’ αὐτὸ τοῦτο τὸ τὸν μὲν εἶναι τοῦ δεῖνος μαθητήν, σὲ δὲ ἐμόν. ἀλλ’ ὅπως ἔσχε ταῦτα διηγησάμην.
Or
.

32

.

23

Εἰ δὲ Μενέδημος πρότερον μὲν οὐκ ἦν φίλος,
νῦν δέ, τί θαυμαστόν; πολὺ γὰρ δὴ τοῦτο ἐν τοῖς τῶν ἀνθρώπων πράγμασιν, ἤν τε Ἕλληνα εἴπῃς ἤν τε βάρβαρον, ὁ αὐτὸς ἑκάτερον, νῦν μὲν τοῦτο, νῦν δ’
5ἐκεῖνο, τῆς αὐτῆς πολλάκις ἡμέρας καὶ τοῦτο κἀκεῖνο. ἴσμεν δὲ τὰς παρὰ τῶν Ἑλλήνων ὡς τὸν Πέρ‐ σην πρεσβείας καὶ τὰς Ἀθηναίων πρὸς Φίλιππον συν‐ θήκας ἐν αἷς ἦν καὶ συμμαχία. καὶ πρό γε τούτων ὁρῶμεν παρ’ Ὁμήρῳ τόν τε τῶν Τρώων ἄριστον καὶ
10τὸν τῶν Ἑλλήνων, ὄφρ’ Ἀχιλεὺς μήνιε, συμπεσόντε μὲν ἐπὶ φόνῳ, διαλυθέντε δὲ μετὰ δώρων ἃ τὴν φι‐ λίαν ἐμήνυε.
Or
.

32

.

24

καὶ τί δεῖ τὰ παλαιὰ λέγειν; νυνὶ γὰρ εὐχαὶ μὲν ὑπὲρ Ῥωμαίων ἐν Πέρσαις, εὐχαὶ δὲ ἐν τῇ γῇ τῇ Ῥωμαίων ὑπὲρ τῆς ἐκείνων ἀρχῆς. καί‐ τοι τίς οὐκ οἶδε τάς τε ἐκείνων εἰς τὴν ἡμετέραν ἐμ‐
5βολὰς τὰς πολλάς, ὧν καθ’ ἑκάστην ἡρπάζοντο πόλεις, τήν τε ἀντὶ τούτων στρατείαν ἣ τὰ ’κείνων οὕτως ἤλεγξεν, ὥστ’ εἰ μὴ δαίμων τις φθονερὸς ἀντέπεσε, μέρος ἂν ἦσαν τῆς Ῥωμαίων ἀρχῆς.
Or
.

32

.

25

καὶ Μενέδη‐ μος τοίνυν φιλίας ἐπιθυμήσας οὐκ ἦν ἀπελαύνεσθαι δίκαιος οὐδ’ εἴ τι πρότερον ἡμαρτηκὼς ἦν. πολλοὺς γὰρ εἶχεν ἐξαριθμεῖν σπονδῶν τετυχηκότας. οὐ γὰρ
5οἶδ’ ὅστις ἐμοῦ πλείοσιν ἀφῆκεν αἰτίας. μὴ δὴ τὸν πρὸ τῆς φιλίας λεγέτω μοι τις χρόνον, ἀλλ’ εἴ τι
δυσμενείᾳ πρέπον ἐν αὐτῇ γεγένηται. τοῦτο δὲ δει‐ κνύειν οὐκ ἔχων μὴ φθόνει τῷ κτησαμένῳ φίλον μηδὲ τὸν ταῖς ἐμαῖς συνουσίαις ἡδόμενον ὡς ἂν ἀμείνω
10γιγνόμενον ἔλαττον ἔχειν ἀξίου τῶν τοῦτο ποιουμένων ζημίαν μηδὲ τὸν διώκοντά με τῶν φευγόντων μηδὲ τὸν τιμῶντα τῶν ὑβριζόντων μηδ’ οἴου τὸ πε‐ φοιτηκέναι σε παρ’ ἐμὲ κατ’ ἐμοῦ τοῦ μηδὲν ἀδικοῦν‐ τος μᾶλλον ἢ κατὰ σοῦ τοῦ τὰ τοιαῦτα πεποιηκότος
15εἶναι.
Or
.

32

.

26

Ἆρ’ οὖν εἰς λόγους εὐθὺς ἐλθὼν ἡμῖν οὗτος ὁ Θρασύδαιος ἐγένετο μετριώτερος; πολλῷ μὲν οὖν χαλεπώτερος, ὅσῳ τότε μὲν ὕβριζεν, ἐν δὲ τούτοις ἐπεβούλευε, μᾶλλον δὲ ἄμφω μὲν πρότερον, ὕστερον
5δὲ μειζόνως τὸ δεύτερον. εὐπορῶν γὰρ οὐκ ὀλίγων τῶν παρὰ τῷ στρατηγῷ δυναμένων ὑπὲρ ὧν ἐβούλετο διαλεχθῆναι ἀφεὶς ἅπαντας ἐκείνους ἐμὲ τὸν ταῦτα αὐτῷ πράττοντα ἐβούλετο γενέσθαι οὐχ ὡς ἥττονος ἐν ἐκείνῳ τῆς βοηθείας ἐσομένης, ἀλλ’ ἦν ἡ σπουδὴ
10τὴν ὀργὴν τῶν τοῦτο δυσχερανούντων καὶ τοὺς ἀπ’ αὐτῆς λόγους ἐπ’ ἐμέ τε ἐλθεῖν καὶ τὴν ἐμὴν κεφαλήν.
Or
.

32

.

27

Καὶ ὅτι τοῦτ’ ἔστιν ἀληθές, γνοίη τις ἂν ἐκεῖ‐ θεν. αἰτήσας γὰρ δὴ τὸ ἔργον πρίν τι γενέσθαι πρὸς τοὺς παρ’ αὐτὸν εἰσιόντας ὡς ἐπὶ πένθει πιστεύ‐ ειν τε ἔλεγεν ἀπολυθήσεσθαι τῆς ὁδοῦ καὶ δι’ ἐμοῦ
5τοῦτο ἔσεσθαι. καίτοι σιγᾶσθαι ταῦτα ἐλυσιτέλει.
ἀλλ’ οὐκ ἂν ἔπασχον σιγωμένων ἃ ῥηθέντων ἔπαθον. ἔπαθον δὲ τί; ἐχθρὸν μὲν οἷς τοῦτο οὐκ ἤρεσκεν ἔφασκον εἶναί με τῷ βασιλεῖ, φίλον δὲ τῷ τυράννῳ, καὶ τῶν ἀπὸ τῆς πρεσβείας τούτῳ με φθονοῦντα τὴν
10ἐσομένην ἐντεῦθεν ἐκείνῳ βλάβην κωλύειν, δραμόντων δὲ ὡς αὐτὸν τῶν ταῦτα ἀκουσάντων καὶ οὐκ ἐώντων περὶ τοιούτων αὐτῷ πρὸς ἐμὲ λόγον οὐδέ‐ να, εἶναί γε εὐλογώτερον διὰ τοῦ τὴν μὲν γυναῖκα θρηνοῦντος, περὶ δὲ τῇ θυγατρὶ δεδιότος εὑρίσκεσθαι
15τὴν λύσιν, λῆρον ἔφη πάντα εἶναι πλὴν ἑνὸς τούτου, τῶν παρ’ ἐμοῦ πρὸς τὸν στρατηγὸν περὶ τοῦ πράγ‐ ματος λόγων.
Or
.

32

.

28

οὐ γὰρ ἔχων πεισθῆναι τὸ μὴ δι’ ἐμοῦ τὸν Μενέδημον ἀφεῖσθαι τὸν παρὰ τῶν ὀργιου‐ μένων πόλεμον ἐπὶ τῷ συμπράττειν αὐτῷ με δίκην ἕξειν ἱκανὴν ἐνόμιζεν. οὐδὲ γὰρ ἐνταυθοῖ στήσεσθαι
5τὸν περὶ τούτων λόγον, ἀλλ’ ἥξειν φερόμενον οὗ βα‐ σιλεὺς ἵδρυται, τὸν δ’ ἥξειν ἐπὶ τιμωρίαν εὐθέως. ἔστι γάρ, ὦ Νικόκλεις, πόρρω τοῦ τὸν τρόπον εἰδέναι τοῦ βασιλέως καὶ ταῦτα μετὰ τοσοῦτον πλῆθος ἀπο‐ δείξεων. εἴχετ’ οὖν ἐμοῦ κακοήθως οὐχ ὡς οὐχ εὑρή‐
10σων ἕτερον τὸν διαλεξόμενον, ἀλλ’ ὅπως ἀδικεῖν δό‐ ξαιμι τὸν τῶν ὅλων κύριον, καὶ ἅμα τοῦ κοινω‐ νοὺς ἔχειν τῆς ἀδοξίας ἣν ἐκ τῶν κατ’ ἐμοῦ ῥηθέντων ἠνέγκατο.
Or
.

32

.

29

Ταῦτα, ὦ Νικόκλεις, διῆλθον ἐμαυτόν τε ἐπι‐ δεικνὺς οὐ κακὸν εἰς Θρασύδαιον γενόμενον καὶ σὲ
δικαίως οὐδὲν ἔχειν ἀληθὲς ἡγησάμενον τὰς αἰτίας.
Or
.

33

t

ΠΡΟΣ ΘΕΟΔΟΣΙΟΝ ΤΟΝ ΒΑΣΙΛΕΑ ΚΑΤΑ ΤΙΣΑΜΕΝΟΥ.
Or
.

33

.

1

Ἔδει μὲν οὕτως ἅπαντας ἀγαθοὺς εἶναι τοὺς ἐπὶ τὰς τῶν ἐθνῶν ἀρχὰς ἐκπεμπομένους, ὦ βα‐ σιλεῦ, ὥστ’ ἐμοὶ νῦν ἐξεῖναι λέγειν τι περὶ Τισαμενοῦ βέλτιον, καὶ γὰρ οὐδὲ κακῶς λέγειν ἥδιόν ἐστί μοι
5μᾶλλον ἢ τοὐναντίον· ἐπεὶ δέ εἰσί τινες οἳ τοῦ χεί‐ ρονος παρέχουσιν ἀφορμάς, ὧν εἷς οὗτος Τισαμενός, ἀναγκαῖον ἡγησάμην ποιῆσαί σοι φανερόν, ὅτι παρα‐ δέδονται πολλαὶ πόλεις ἀνθρώπῳ πλεῖστον ἀπέχοντι
τοῦ δύνασθαι δι’ ἀρχῆς εὖ ποιεῖν πόλεις. ἐρῶ δὲ
10πρὸς σὲ περὶ τούτων, οὐχ ὅπως λάβοις τῶν πεπραγ‐ μένων δίκην, ἀλλ’ ὅπως μὴ πλείω κακὰ δράσειεν ἐπὶ τῆς ἀρχῆς μένων.
Or
.

33

.

2

ὁ μὲν οὖν, ἵν’ οὗτος ἄρξειεν ἡμῶν, πολλὰ μὲν εἰπών, πολλὰ δὲ ποιήσας χαλεπός τε ἐπὶ τοῖς λεγομένοις ἔσται καὶ ζητήσει τὸν λελυπη‐ κότα ποιῆσαι κακῶς οὔσης αὐτῷ δυνάμεως ὁπόσης
5ἐθέλει· ἐμοὶ δὲ ἴσως μὲν ὑπάρξει σωτηρία τε καὶ τὸ διαφυγεῖν παρὰ τῆς σῆς εὐνοίας τε καὶ βοηθείας, ὦ βασιλεῦ. εἰ δ’ οὖν ἡττηθείη τὸ δίκαιον τῆς ἑνός τινος ἰσχύος, ἀρκέσει γε εἰς παραμυθίαν ἐμοὶ τὸ μὴ φόβῳ σεσιγῆσθαι τὰ ῥηθέντα ἂν πρὸς σὲ δικαίως.
Or
.

33

.

3

Οὑτοσὶ τοίνυν Τισαμενὸς γένει μέν ἐστι λαμ‐ πρός, καὶ ὅ γε τῆς μητρὸς αὐτῷ πατὴρ ἐν πολλαῖς γεγένηται διατριβαῖς, αὐτὸς δὲ ἀνάγκῃ μέν, ὅσον ἅψα‐ σθαι, μετέσχε λόγων, ἀποκλίνας δὲ ταχέως εἰς ὀρχη‐
5στὰς καὶ μακαρίσας αὐτούς τε καὶ ὅσοι περὶ αὐτούς, ἥδιστα μὲν ἂν ἡγεμὼν ἐγένετο τοῦ χοροῦ, τούτου δὲ πολλοῖς εἰργόμενος αἰτιάμασι δι’ ᾀσμάτων ἃ ποιῶν παρεῖχεν αὐτοῖς, ἦν ἐπὶ τῆς σκηνῆς χάριν τε διδοὺς αὐτοῖς καὶ παρ’ αὐτῶν λαμβάνων. τοῖς μὲν γὰρ
10ᾀσμάτων ἔδει, τῷ δὲ τοῦ ταῦτα εἰς ὄρχησιν ἄγεσθαι.
Or
.

33

.

4

ἔπειτα ἦν ἐξαίφνης ἡγεμὼν ἔθνους, ἐν ᾧ τῶν ὑπτίων εἶναι δοξάντων οὐδενὸς διενεγκὼν ἀπῆλθεν
οὐδὲν ἔχων διηγήσασθαι περὶ αὑτοῦ καλόν. καὶ πά‐ λιν οὐ πολλοῖς ἔτεσιν ὕστερον παρεδρεύει στρατηγῷ
5οὐ διὰ τὴν περὶ τὸ πρᾶγμα ἐμπειρίαν, οὐδὲ γὰρ ἐν συνδίκων τάξει πώποτε ἐγεγόνει, ἀλλ’ οὐδὲν οἴεται δεῖν τοιαύτης ἐμπειρίας ἐνταῦθα, καθῆσθαι γὰρ οὐκ ἐπ’ ἐξετάσει δικῶν, ἀλλ’ ἐπὶ πληγαῖς τὸν στρατηγόν, ὥστ’ ἔρ‐ γον εἶναι τῷ τοιούτῳ παρέδρω κοινωνίαν τρυφῆς
10καὶ μάλιστα δὴ ποτοῦ.
Or
.

33

.

5

καὶ σπέρμα γε πρὸς ἀρχὴν τοῦτο πολλάκις, ὃ δὴ καὶ νῦν γεγένηται τῆς τοῦ ῥή‐ ματος εὐφημίας τοῦτο πεποιηκυίας. προσήκειν γὰρ δὴ τῷ παρηδρευκότι τὸ καὶ ἐπιστῆναι πόλεσιν. ἐν‐
5ταῦθα ἦν ἀκούειν λεγόντων τῶν τὸν ἄνθρωπον εἰδό‐ των, ὡς ἀπολεῖται τὰ πράγματα τῇ Τισαμενοῦ μωρίᾳ καὶ ἀτεχνίᾳ. καὶ ταχέως ἠκολούθησεν ἡ πίστις, ἥκων αὐτὸς καὶ δεικνύμενος. ὁ μὲν γὰρ θρόνος καὶ οἱ κή‐ ρυκες καὶ οἱ ῥαβδοῦχοι καὶ ὁ τῶν ὑπηρετῶν ἀριθμὸς
10τῆς ἀρχῆς, τὰς ἡμέρας δὲ ἦν ἰδεῖν ἀναλουμένας μάτην οὔθ’ ὁρῶντος τούτου τὸ δέον οὔτ’ ἄλλοις ὁρῶσιν ἑπο‐ μένου.
Or
.

33

.

6

καὶ ὁ δὴ κελεύσας αὐτὸν περὶ τὸν Εὐφρά‐ την ἐπ’ ὠνῇ σίτου διατρίβειν μισοῦντος μὲν ἐδόκει, φιλοῦντος δὲ ἔργον ἐποίει παρ’ ἀνθρώποις ἧττον δεξιοῖς ἀναγκάζων αὐτοῦ τὴν ἄνοιαν διάγειν, οὗ τῆς
5ἀνοίας ἔμελλεν ἕξειν ἥττονα τὸν ἔλεγχον. καίτοι μέγα
φρονεῖν ἀξιοῖ τὸ καῦμα τὸ παρ’ ἐκείνοις τραγῳδῶν. ἐγὼ δὲ τῶν μὲν ἐπὶ τούτοις αὐτὸν ἐπαίνων οὐκ ἀποστερῶ, πάνυ γὰρ δὴ γενναίως ἐνεγκεῖν τήν τε φλόγα λέγεται καί τινας ἑτέρας ταλαιπωρίας, οἶδα δ’ ὅτι καὶ πάντες
10οἱ περὶ αὐτὸν καὶ οἱ τούτων οἰκέται καὶ ὀνηλάται τὸν αὐτὸν ἤνεγκαν ἥλιον, ὥστ’ εἰ τούτῳ σεμνύνεσθαι δώ‐ σομεν, κἀκείνοις καὶ πολλῷ γε πλέον ἐκείνοις, ὅσῳ τῆς θεραπείας ἧς οὗτος ἀπήλαυεν, οὐκ ἦν ἐκεί‐ νοις. ὅ γε μὴν ἔπραττε, τί ποτ’ ἦν τοῦτο; ὃ καὶ τῶν
15ὑπηρετῶν ὁστισοῦν ῥᾳδίως ἄν, ὥσπερ αὖ καὶ τὸν ἔμ‐ προσθεν χρόνον, ἐν ᾧ τῇδε τοῖς ἄρχουσι καθημένοις τὰ τοιαῦτα ὀξέως ἐπράττετο.
Or
.

33

.

7

ὁ δ’ ὠδύρετο μὲν ὡς ἐν ἀγρίοις καθήμενος χωρίοις καὶ τέρψεων τῶν αὐτῷ κεχαρισμένων ἀμοίροις καὶ παρὰ τῶν ἐν τοῖς βασιλείοις δυναμένων ᾔτει τούτων τὴν ἀπαλλαγήν, τιμᾶσθαι δὲ
5ὡς ἐπ’ ἔργοις ἑκουσίοις ἀξιοῖ. καίτοι εἴ τι καὶ χρη‐ στὸν ἐν τούτοις ἐστί, Δεινίου τοῦτο ἔστι τοῦ κατα‐ κεκλεικότος αὐτὸν ἐν ἐκείνοις τοῖς τόποις. ἐφ’ οὓς ἧκον μὲν οἱ ῥήτορες, ὡς μᾶλλον αὑτοῖς αὐτόθι χρη‐
σόμενοι σχολὴν ἄγοντος τοῦ τὴν ἀρχὴν ἔχοντος,
10ὁρῶντες δὲ αὐτὸν τῷ σίτῳ μόνον προσκείμενον τἄλλα ἐῶντα χαίρειν, οὕτω μεγαλήτωρ ἦν κατὰ τοὺς ποιητὰς εἰπεῖν, ἀναβάντες ἐπὶ τοὺς ἵππους δεῦρ’ ἥκον‐ τες συνῆσαν ἀλλήλοις οὐ πείσαντες, εἶτ’ ἀπελθόντες, ἀλλὰ σιγῇ τοῦτο δράσαντες εὖ εἰδότες, ὡς ἐδίδοσαν
15χάριν. τοσοῦτ’ ἀπεῖχον τοῦ τι δεινὸν ἐντεῦθεν γενή‐ σεσθαι νομίζειν.
Or
.

33

.

8

ὁ δ’ ἦν αὐτὸς δεῦρ’ ἀφιγμένος· φυγὴ μὲν ἀπὸ τῶν δικῶν, ἐν εὐχῇ δὲ αἱ κλήσεις ἃς καλεῖ μὲν ἱππόδρομος, καλεῖ δὲ θέατρα, ἃς ὁ μὲν ἐπιστάμενος δικάζειν ζημίαν τε ἡγεῖται καὶ δυσχεραί‐
5νει, οἱ δὲ τούτῳ προσόμοιοι δέχονται μεθ’ ἡδονῆς μᾶλλον ἢ τῶν παίδων οἱ τὰ γράμματα μανθάνοντες. τηρεῖ δὲ οὐδὲ ἐν τούτοις ὁ Τισαμενὸς τὸ προσῆκον, ἀλλ’ ἐν τῷ μάλιστα βούλεσθαι ταῦτα εἰδέναι δοκεῖν ἀηδίαν ὅτι πλείστην ἐπεισάγει τοῖς γιγνομένοις νῦν
10μὲν τῶν δοθέντων ἂν δικαίως ἀποστερῶν, νῦν δὲ πλήθει πληγῶν τῶν κατὰ γυμνοῦ τοῦ σώματος. οἱ δ’ ἐπαινούμενοι τῶν ἀρχόντων παρόντες ἀποῦσιν ἐῴκεσαν τὴν μὲν βασιλείαν τῇ παρουσίᾳ τιμῶντες, αὑτοὺς δὲ τῷ μὴ τὰ τοιαῦτα ἐξετάζειν ἀκριβῶς.
Or
.

33

.

9

Ἀλλ’ ἐκεῖσε ἐπάνειμι, ὅτι μεγίστη ταῖς δίκαις ἄνθρωπος οὑτοσὶ βλάβη. ἢ γὰρ ἐπ’ ἄλλα ἄττα κατα‐ φεύγει ταύτας ἀφεὶς ἢ δικάσαι καταναγκασθεὶς ἐν τῷ φλυαρεῖν ἀνάλωσε τὸν χρόνον αὐτοῦ μὲν οὐ τολμῶν
5ἅψασθαι τοῦ πράγματος, κύκλῳ δὲ περιερχόμενος καὶ οὔτε οὗ τὸ δίκαιόν ἐστιν ἰδεῖν ἔχων οὔτε σιωπᾶν αἱ‐ ρούμενος, ἀλλὰ ῥέων ἀχρήστῳ ῥεύματι οἵῳ τά τε ὦτα ἀνιᾶσαι καὶ κόψαι τοῖς συνδίκοις τοὺς πόδας. ἀντὶ δὲ τοῦ τέλος ζητεῖν καὶ γνώσει στῆσαι τὴν δίκην
10ἀποπέμπει πάλιν εἰσόδου δεησομένους ταὐτὸ καὶ αὐ‐ τῆς πεισομένης οὐ τευξομένης τέλους.
Or
.

33

.

10

τίνας οὖν οἴει γίγνεσθαι τοὺς δικαζομένους ἐν τοιούτοις κακοῖς; τίνα ψυχὴν ἔχειν; τί μὲν πρὸς αὑτοὺς λέγειν, τί δὲ πρός τε τὴν γῆν καὶ τὸν ἥλιον; οἱ δ’ ἐπειδὰν παύ‐
5σωνται θρηνοῦντες, οἱ μὲν ἐπὶ πολλοῖς ἀπῆλθον οἷς δεδαπάνηνται ψυχὴν ἄρχοντος ἀναμενοῦντες, οἱ δ’ ἀντὶ πλειόνων ἐλάττω λαβόντες ἠγάπησαν. τοῖς δ’ ἐκ τοῦ συνδικεῖν τὸν βίον ποιουμένοις τὸ τηνάλλως καθῆσθαι περίεστιν, οἱ κήρυκες δέ τινας ἐπ’ οὐδενὶ καλοῦντες
10καλοῦσιν ὅμως ὑπὲρ τοῦ δοκεῖν εἶναί τι τὸ πραττό‐ μενον, ἐπεὶ τό γε ἀληθὲς ὕπνος πολύς. τὰς δὲ μέχρι
τῆς ἑσπέρας καθέδρας οὐκ ἔργων ἐπιθυμία ποιεῖ, συμ‐ βουλαὶ δὲ ἰατρικῆς καὶ τὰ τῇ γαστρὶ συμφέροντα, ὥστ’ εἶναι γέλωτα τοῖς ὁρῶσι τὰς πρὸ τοῦ ζεύγους λαμπάδας.
Or
.

33

.

11

Ἔτι τοίνυν, ὦ βασιλεῦ, παραλαβὼν τὸν δῆμον ἑαυτὸν ἐγνωκότα εἰς τὸ μὴ γιγνώσκειν ἑαυτὸν προή‐ γαγε διδάξας αὐτόν, ὡς μέγα τι τῷ ἄρχοντι τὸ λε‐ χθῆναί τι παρ’ ἐκείνων εἰς αὐτὸν εὔφημον. δῆμος δὲ
5πεισθείς, ὡς ἄρχει τοῦ ἄρχοντος καὶ ὑφ’ ᾧ τέτακται τῷ νόμῳ, τοῦτον ἐξ ὕβρεως ὑφ’ αὑτῷ πεποίηται, πολλὰ κινῶν τῶν καθεστηκότων ἄρχεται.
Or
.

33

.

12

Ὡς δὲ τοῦτο τοιοῦτόν ἐστι, μάθοις ἄν, ὦ βα‐ σιλεῦ, ῥᾳδίως. ἐν τῷ θεάτρῳ ποτὲ συμβὰν οἶμαί τι τὸν δῆμον ἄφωνον ἐκάθισε. τοῦθ’ οὗτος ἡγήσατο συμφορὰν ἄλλοις τε πολλοῖς τοῦτο δηλῶν καὶ τῇ χρόᾳ.
5ἔδει δὲ αὐτόν, ὡς ἔοικεν, ὁμολογῆσαι καὶ τῇ φωνῇ τὸ πάθος, καί, προὔπεμπον γὰρ αὐτόν τινες οὐ πλείους ἀνθρώπων εἴκοσιν, ἐφ’ ὅσοις ἄν τις ᾐσχύνθη, λεγόν‐ των οὖν τινα τῶν εἰωθότων, ἃ τῶν ἀρχόντων οἱ βελ‐ τίους ἔπαυον, καταβαίνων ὁ θαυμάσιος ἀπὸ τοῦ ζεύ‐
10γους Τισαμενός, τίς ὑμῖν, ἔφη, τὰς γλώττας ἀπέδωκεν; ὡς οὐκ ἦσάν γε ὑμῖν ἐν τῷ θεάτρ. τοιούτοις αὑτὸν ῥήμασιν ἐποίησε ταπεινὸν μηνύσας,
ὡς τὸ μὲν ζημίαν, τὸ δὲ ἡγοῖτο κέρδος.
Or
.

33

.

13

Ἀλλὰ τὰ πρὸς τὴν βουλὴν αὐτῷ καλά τε καὶ τὸν ἄρχοντα δεικνύοντα; ἀλλ’ ἔπραττε μὲν οὐδὲ πρότερον εὖ, προσκατεπόντισε δὲ αὐτὴν ὁ κακὸς ἄνθρωπος οὗτος ἃ παρῶπτο τοῖς ὑπάρχοις δι’ ἀσθέ‐
5νειαν τῆς βουλῆς, αὐτὸς ἀναζητῶν, διερευνώμενος, οὐκ ἐῶν κεῖσθαι, μέχρι δραχμῆς καὶ ὀβολοῦ καὶ τῶν οὕτω μικρῶν ἀκριβολογούμενος, ἄλλοις μὲν ἐγκαλῶν, ἑτέρους δὲ εἰσπράττων. ἑτέρους δὲ ὅταν εἴπω, τοὺς βουλεύ‐ οντας λέγω τοὺς ἐκ πολλῶν ὀλίγους τεθνεώτων
10μὲν τῶν ὀφειλόντων, προσαιτούντων δὲ τῶν ἐκείνων υἱέων οὐ διὰ κακίαν τῶν πατέρων, ἀλλὰ διὰ τοὺς τὰ τοιαῦτα ἀξιοῦντας ἐσθίειν, τοὺς δεινοὺς ὑπηρέτας, οἳ καὶ λαμβάνουσι καὶ σιγῶνται τῷ παρ’ ἑαυτῶν φόβῳ.
Or
.

33

.

14

ὁ τοίνυν καὶ στατῆρα καὶ στατῆρος ἥμισυ καὶ τρίτον εἰς μέσον ἕλκων οὗτος ἦν, ἃ τῷ πλήθει τῶν ἐτῶν ἐκάθευδε, καὶ ταῦτα ἔπραττεν, ὅπως εἰς τὴν ποίησιν αὐτῷ τῶν οἰκημάτων εἴη χρήματα, ὧν οὐδεὶς
5οὐδὲν οὐδεπώποτε εἶδεν ἀχρηστότερον. ὁ δὲ λίθοις μὲν ἠξίου μείζω τὴν πόλιν ποιεῖν, τὰ δ’ εἰς τὴν βου‐ λὴν ἐλάττω πάντων μὲν γελώντων, πάντων δὲ ἐλεγ‐ χόντων τῆς περὶ τοῦτο σπουδῆς τὴν ἀχρηστίαν τῷ μηδὲ διὰ τῶν θηρίων τὸν λειτουργήσοντα εἶναι.
Or
.

33

.

15

ὁ δ’ ἐπειδή τις μῖμος τὰ μὲν θάλαμον, τὸν δ’ ἐπωνό‐ μασε νυμφίον καὶ τὰ μὲν ἔφη πέρας ἔχειν, τὸν δ’ οὐ φαίνεσθαι, ἀνάπτεται μὲν τουτὶ τὸ κάθαρμα, τὸ
5δὲ τῶν ἀνοήτων παθὼν πάντως ἔφη δεῖν φανῆναι τὸν καινὸν τοῦτον νυμφίον, τῶν κωλυόντων δὲ οὐδὲν ὁρᾶν ἠξίου, ἀλλὰ τῇ τῶν ἐν τῷ βουλεύειν ἀδυναμίᾳ μεμιγμένας ὕβρεσιν ἀπειλὰς ἀντεξῆγεν οὖσαν μὲν αὐ‐ τοῖς δύναμιν οὐκ ἔχων ἐπιδεῖξαι, τὴν λειτουργίαν δὲ
10τοὺς ἀθλίους ὑπομεῖναι κελεύων, σὸν ἐν τῷ τοῦτο τολμᾶν, ὦ βασιλεῦ, περιυβρίζων νόμον. σὺ γὰρ ἡμῖν τοῦτον προπέρυσιν ἔθηκας τὴν μὲν ἀνάγκην τῆς τοι‐ αύτης δαπάνης ἀναιρῶν, γνώμης δὲ τὸ πρᾶγμα ποιῶν. λέγει γοῦν ὁ νόμος· βούλει καὶ τοῦτο ποι‐
15εῖν; οὐδεὶς ὁ κωλύσων. ἀλλ’ οὐκ ἐθέλεις; οὐ‐ δεὶς ὁ καταναγκάσων. ἀλλ’ οὗτος ἀναγινωσκο‐ μένου τοῦ νόμου προσῆγε τὰς ἀνάγκας, ὥσπερ ἐν τῷ γραμματείῳ τυραννίδα παρὰ σοῦ λαβών, ἀλλ’ οὐκ ἀρ‐ χὴν ἔννομον.
Or
.

33

.

16

καίτοι καὶ εἰ Μίδαι πάντες ἦσαν τὰ εἰς χρήματα καὶ πολὺς ὁ χρυσὸς παρ’ ἑκάστῳ, θηρία δὲ οὐκ ἐβούλοντο τρέφειν οὐδὲ τοὺς ταῦτα ὑπομε‐
νοῦντας ἀνθρώπους, κατ’ ἐξουσίαν ἔφευγον ἂν τὸ
5ἀνάλωμα. νῦν δὲ πάντες θεραπεύουσι δανειστὰς καὶ λυπηροὶ λήγοντες αὐτοῖς εἰσιν οἱ μῆνες. εἰσὶ δὲ οἷς οὐδ’ ἂν πρόοιντό τινες ὡς οὐ κομιούμενοι.
Or
.

33

.

17

τῶν δὴ τοιούτων λεγόντων τὴν ἀπορίαν, ὀμνύντων, ἃ ὀφεί‐ λοιεν ἀριθμούντων, δεομένων, ἱκετευόντων μὴ σφᾶς ἐμβάλλειν εἰς αἰσχύνην τὴν ἐκ τοῦ τῆς ἀπορίας ἐλέγ‐
5χου μηδέ γε εἰς κινδύνους τοὺς ἀπὸ τῶν θεω‐ μένων οὐδὲν Τισαμενὸς ἐγίνετο βελτίων, ἀλλὰ τῶν αὐτῶν εἴχετο ῥημάτων οὐκ ἐῶν μεμνῆσθαι τοῦ νόμου. καίτοι τούτου τίνα οὐκ ἂν δικαίως δοίη δίκην; ἢ εἰ μὲν εἰκόνος σῆς ἀντειλημμένους ἀπέσπα, δεινὸν ἂν
10ἦν, καταπεφευγότας δὲ ἐπὶ τὸν σὸν νόμον ἀφέλκων οὐκ ἴσον τι ποιεῖν εἰκότως ἂν δοκοίη; ἀντὶ γὰρ τοῦ χαλκοῦ τὰ γράμματα ἦν αὐτοῖς.
Or
.

33

.

18

ὁ δὲ μάτην ἐδεί‐ κνυ τὸν νόμον κείμενον, εἶθ’ ὥσπερ παραβαίνοντας νόμον, ἀλλ’ οὐ νόμῳ χρωμένους πᾶσι κακοῖς περιέ‐ βαλλεν ὑβρίζων, παροινῶν, ἀσελγαίνων, φοβῶν, ταράτ‐
5των, ἔχθρᾳ τὴν βουλὴν δεχόμενος, ἀνευρίσκων ὅθεν
ἀπολοῦνται, τούς τι τοιοῦτο μηνύοντας αὐτῷ νομίζων εὐεργέτας. ἐν δὲ ταῖς ἀπροσδοκήτοις βλάβαις μεῖζον τὸ διὰ τοῦ τάχους ἐπῆν κακόν. μάλιστα μὲν γὰρ πρὶν ἐξελθεῖν ἠξίου καταβάλλειν, ἡ φιλανθρωπία
10δὲ μίαν εἶχεν ἡμέραν, μεθ’ ἣν οὐδεμία συγγνώμη.
Or
.

33

.

19

Καὶ τοῦτο τὸ δίκαιον ἔν τε τοῖς ἄλλοις κἀν τῷ φόρῳ. μὴν μὲν γὰρ οὑτοσὶ τῷ ἔτει τέταρτος, τὸ τρίτον τοῦ ἐνιαυτοῦ μέρος, ἠδικῆσθαι δὲ τὸν βασιλέα φησὶν οὐ τοῦ παντὸς εἰσενηνεγμένου. πῶς, ὦ κατα‐
5γέλαστε; καὶ γὰρ ἐν ἀγροῖς κείμενον ἔκειτ’ ἂν ὁμοίως τῷ βασιλεῖ καὶ οὐκ ἂν ἦν ἔλαττον. οὐδὲ γὰρ ἐνταῦθα κείμενον πλέον, τῷ φέροντι δὲ οὐκ ἴσον ἢ τήμερον ἅπαν ἢ μεμερισμένον εἰς μῆνας εἰσενεγκεῖν. οὐ δὴ κέρδος ἐκείνῳ, ζημίαν δὲ ἡμῖν προξενῶν τὸ ταχὺ
10τοῦτο ζητεῖ.
Or
.

33

.

20

καὶ διὰ τοῦτο στρατιῶται στρατιώτας μαστιγοῦσι γυμνούς, οὗ πολλοὶ τοῦτο μέλλουσιν ὁρᾶν, οἱ αὐτοῦ στρατιῶται τοὺς θατέρου, οἱ δὲ ἐπὶ τοὺς βουλευτὰς χωροῦσι καὶ δρῶσιν ὃ πεπόνθασιν,
5ἀρχόμενοι μὲν ἀπὸ τῶν οἰκετῶν, προϊόντες δὲ ἐπὶ τὰ νῶτα τῶν δεσποτῶν, καὶ ῥάβδοι ῥάβδων διάδοχοι, πρόγονοι δὲ καὶ χορηγίαι καὶ δόξα καὶ τὰ ἄλλα δὴ τὰ τῶν πολιτευομένων μικρά τε καὶ ἀσθενῆ καὶ οὐδε‐ νὸς ἄξια. ταύτην δὴ τὴν ἀτιμίαν τί ποιεῖ; τὸ μὴ
10πλουτεῖν ἡμῖν τοὺς πολιτευομένους μηδ’ ἔχειν τὰ τη‐
λικαῦτα λειτουργεῖν. εἰ δὲ μὴ μόνοι ταῦτα πεπόν‐ θασιν, ἀλλὰ διὰ τούτους γε καὶ εἴ τις ἄλλος, ὅπως τὸ τούτων συσκιάζηται καὶ μὴ λίαν ἔκδηλον ᾖ.
Or
.

33

.

21

Ἆρ’ οὖν ἐν ταῖς ἐπὶ τῶν δικαστηρίων ὕβρεσι τὴν παροινίαν ἔστησεν; ἐξεῦρε μὲν οὖν ἃ μηδεὶς ἂν ἕτερος ἐνεθυμήθη, τὸν ἐν Βεροίᾳ ταύτῃ δεῦρο καλέσας μετά τε τῶν ὑπ’ αὐτοῦ τρεφομένων θηρίων καὶ τῶν
5ἐπ’ αὐτὰ μεμισθωμένων ἀνδρῶν. καὶ ἧκεν ἄγων ἄρ‐ κτους τε καὶ παρδάλεις καὶ τοὺς τούτων ποτὲ μὲν ἡττημένους, ποτὲ δὲ κεκρατηκότας καὶ ἦν μέγας τῇ βραχυτέρᾳ τὴν μείζω νικῶν πόλιν· καὶ γὰρ εἰ τί‐ μιον ἐν τῇ Βεροίᾳ τὸ χρῆμα τῶν λόγων, ἀλλ’ οὐκ ἴσον
10ἥδε κἀκείνη. ἐβούλετ’ οὖν ἐκείνην ἐνταῦθα κατὰ τῆσδε κωμάζειν καὶ τὴν βουλὴν τῆς βουλῆς εἶναι βελτίω δοκεῖν καὶ τῇ μὲν εἶναι μέγα φρονεῖν, τὴν δὲ τετα‐ πεινῶσθαι καὶ γεγονέναι μικρὰν καὶ ἐξεληλέγχθαι καὶ μηδὲ ἐλεύθερον ἔχειν βλέπειν.
Or
.

33

.

22

ὅστις οὖν τὴν μὲν πρώτην καθαιρεῖ, τὴν δὲ οὐδὲ δευτέραν ἐπαίρει καὶ παρέχει προπηλακίζειν τὴν ἑαυτῆς βελτίω, τὸν σὸν οὐδὲν οὗτος οἶκον ἀδικεῖ; τὰ μέγιστα μὲν οὖν, εἴ τις
5ἀκριβῶς λογίζοιτο. ἐπέμφθη γὰρ οὐ συνταράξων, ὦ βασιλεῦ, τὸν περὶ τὰς πόλεις κόσμον οὐδὲ ταῖς μὲν τὸ ὄν σφισιν ἀξίωμα λυμανούμενος, τὰς δὲ ἐλάττους ἐπάξων ταῖς μείζοσιν, ἀλλὰ τὰ μὲν ὡς εἶχε διατηρήσων, ἑκάστης δὲ ᾗ προσῆκεν ἐπιμελησόμενος καὶ ποιήσων
10εὐδαιμονεστέραν προνοίᾳ.
Or
.

33

.

23

ὁ δ’ ἐν τῷ δεῦρο τὸν ἐκ Βεροίας ἐφ’ οἷσπερ ἤγαγεν ἄγειν ἐβόα πρὸς ἅπαν‐ τας, ὅτι τήνδε τὴν πόλιν ὑπ’ ἐκείνῃ κεῖσθαι δεῖ καὶ τοῦ τῆς μητροπόλεως ὀνόματος ἀποστατέον αὐτῇ καὶ
5τῇ βουλῇ τὴν βουλὴν ὑπεικτέον καὶ ἄνδρα ἀνδρὶ καὶ γνωστέον τοὺς ἀμείνονας. γνοίης δ’ ἄν, ὅτι ταῦθ’ ὕβρις ἦν, ἔκ τε ἡδονῆς καὶ λύπης, ὧν ἡ μὲν ἦν τῶν πρὸς ἡμᾶς εὐνοϊκῶς ἐχόντων, ἡ δὲ ἡδονὴ τῶν οὐχ οὕτως. ὑβρίζεσθαι δὲ οὐκ ἂν βούλοιο τὰς πόλεις.
10ἀλλ’ οὗτος ὑβρίζειν βούλοιτ’ ἄν. πῶς ἂν οὖν ὁ τοι‐ οῦτος εἰκότως ἄρχοι;
Or
.

33

.

24

Ἀλλὰ σὺ μὲν ὁ τῶν ὅλων κύριος καὶ παρ’ ὅτου καὶ παθεῖν τι τοιοῦτον οὐ λίαν ἀφόρητον, τιμᾷς ἡμῖν τὴν πόλιν ἐν τοῖς εἰς τοὺς πρέσβεις καὶ πραττο‐ μένοις καὶ λεγομένοις, καὶ γίγνεται καθ’ ἑκάστην πρε‐
5σβείαν ἡ πόλις ἡμῖν λαμπροτέρα, Τισαμενὸς δὲ κάθη‐ ται σκοπῶν καὶ ζητῶν, ἐξ ὅτου γένοιτ’ ἂν ἀδοξοτέρα. εἶτα πονηροὺς μὲν ποιμένας ἀπελαύνουσι τῶν ποιμνίων
οἱ τούτων κύριοι καὶ παύσαντες ἐκείνους ἑτέροις παρ‐ έδωκαν τοῖς λυσιτελεστέροις, σὺ δ’ ἐκείνους ἐπὶ πό‐
10λεως τοιαύτης οὐ μιμήσῃ; ᾗ τοιαῦτα μὲν τἀρχαῖα, τοι‐ αῦτα δὲ τὰ μετ’ ἐκεῖνα, τοιαῦτα δὲ τὰ νῦν, ᾗ πλὴν δυοῖν πόλεῳν ἔνι τι πρὸς ἁπάσας εἰπεῖν περὶ αὑτῆς.
Or
.

33

.

25

νόμιζε δὲ καὶ τὰς ἄλλας ἀπὸ τῶν αὐτῶν διασώσειν, αἷς χείρω τὰ πράγματα διὰ τὴν τοῦδε κακίαν· ἐπεὶ καὶ αὐτὴν ταύτην ᾗ κεχαρίσθαι φησίν, ἐν αὐτοῖς τούτοις κατέβλαψε μετενεγκὼν εἰς τὴν ἡμετέραν δα‐
5πάνην ἐκείνοις ὀφειλομένην, ὥστ’ ἢ πένητα αὐτῇ ποι‐ ήσει τὸν πολιτευόμενον τῇ κατ’ ἄμφω δαπάνῃ ἢ τῇ παρ’ ἡμῖν ἐκείνην ὧν εἶχεν ἂν ἀποστερήσει.
Or
.

33

.

26

Ἠδικῆσθαι γάρ φησιν οὐ κληθεὶς ἐπὶ τὴν τοιαύτην θέαν ὑπὸ τοῦ τὴν θέαν παρέχοντος. εἰ δὲ οὐ κληθεὶς ἠδίκηται, παρ’ αὐτοῦ ζητείτω τὴν δίκην τοῦ δόντος τῷ λειτουργοῦντι τὴν τούτου ἐξουσίαν,
5ὅτ’ αὐτοῦ μνησθέντος κλήσεως, ἡνίκα ἐπ’ Εὐφράτην οὗτος ᾔει, πρᾶττε, ἀπεκρίνατο, τὸ σόν, ἐμοὶ δὲ ἐφ’ ᾧπερ ἐτάχθην μελήσει, τοὺς πυροὺς λέγων. εἰ μὲν οὖν ἐψεύδου ταῦτα λέγων, οὐ λαμβάνειν δίκην, ἀλλὰ
διδόναι δίκαιος εἶ, διὰ τί γὰρ δὴ καὶ ἐξηπάτας; εἰ
10δ’ ἀληθεύοντος ἦν ἐκεῖνα, τὸ μὴ καὶ δεύτερον κληθῆναι παρὰ σοῦ γεγένηται. εἰ δὲ δὴ καὶ τὸ δίκαιον ἦν ἐν ταῖς αἰτίαις, ἐπὶ τὸν ἡμαρτηκότα χωρεῖν ἔδει τὴν ὀργήν, οὐ, μὰ Δία, τὴν βουλὴν ὅλην. οὐδὲ γὰρ ἐλειτουργοῦμεν, εἴποιεν ἄν, ἅπαντες οὐδ’ ἣν ἔδει
15ποιεῖσθαι κλῆσιν ἐξελίπομεν.
Or
.

33

.

27

πιστὸν δὲ αὐτὸν ἀρνούμενον ταύτην ἐποίει τὴν κοινωνίαν καὶ τὸ παρὰ τῆς μείζονος ἀρχῆς προειρῆσθαι τῷδε μένειν τε αὐτοῦ καὶ μὴ κινεῖσθαι, πρὶν ἂν αὐτὸς ἀπ’ Αἰγύπτου τε καὶ
5τῶν Νείλου ῥευμάτων ἐπανέλθῃ. καὶ τοῦτο οὕτως ἐστὶν ἰσχυρόν, ὥστε καὶ λυθὲν σοῖς, ὦ βασιλεῦ, γράμμασι δόντος τοῖς Τισαμενῷ βοηθοῦσι τὴν χάριν ὅμως ἐτετήρητο. ὁ δὲ τοῦ μὴ καλέσαντος ὀρθῶς οὐ κεκληκότος μισεῖ μὲν ἐκεῖνον, μισεῖ δὲ τοὺς ἄλλους,
10λῆξαι δὲ οὐδὲ ἐν μακρῷ δεδύνηται τῷ χρόνῳ.
Or
.

33

.

28

Ἀλλὰ τούτους μέν, εἰ καὶ μὴ δικαίως, ὅμως ἐγκαλῶν τι ζημιοῖ, τοὺς δὲ δικαζομένους, ἐρῶ γὰρ ὅ με διέφυγε πρότερον, τί λαβὼν αὐτὸν ἠδικηκότας ἀπόλ‐ λυσι καὶ ταῦτα διὰ γάμων; τὰς γὰρ αὑτοῦ θυγατέρας
5ἐκδιδοὺς πολὺ πρὸ τῆς τῶν γάμων ἡμέρας εἰσκαλέσας τῶν ῥητόρων τὸν χορὸν σιγᾶτε, ἔφη, τῆς σιγῆς ἀρξάμενοι τήμερον, μέχρις ἂν αἱ κόραι
τῶν νυμφίων γένωνται, τὸ πρᾶγμα ἑορτὴν ὀνο‐ μάσας. τὸ δὲ ἦν ἀποφράς, βλάβη μὲν τοῖς οὐ λέγουσι,
10βλάβη δὲ τοῖς τῆς ἐκείνων δεομένοις φωνῆς.
Or
.

33

.

29

καί‐ τοι θυγατέρας ἄρχων οὐ πρῶτος τῇδε ἐξέδωκεν, ἀλλ’ ἐπὶ πολλοῖς ἑτέροις, οἱ δέ τινες καὶ αὐτοὶ γυναῖκας ἠγάγοντο. ἀλλ’ ὅμως οὐδετέρους οἱ γάμοι τῶν δικῶν
5ἀπήγαγον, ἀλλὰ τὰ μὲν εἰς τοὺς γάμους φέροντα διὰ τῶν φίλων αὐτοῖς ἐπράττετο, τὸν ἄρχοντα δὲ ἦν ὁρᾶν ἐν τοῖς ἑαυτοῦ. ὁδὶ δὲ παρειστήκει μὲν τοῖς ὃ τὴν νύμφην δέξεται ῥάπτουσιν, ἐν δὲ τοῖς πρὸς τοὺς μα‐ γείρους λόγοις διέτριβεν. οἷς δ’ ἦσαν αἱ δίκαι, πολλοὶ
10δὲ ἐν αὐτοῖς πένητες, ἐχθροί τε ἦσαν τοῖς γάμοις καὶ κατηρῶντο τοῖς ἐστεφανωμένοις.
Or
.

33

.

30

Εἶτ’ ἀπὸ ταυτησὶ τῆς ἀργίας τῆς πολλῆς πολὺς ἦν ἐν πληγαῖς. τοῦτο γὰρ ἡ τοῦδε ἀρχὴ συκοφάντην ἡδέως ἰδεῖν, ἀπ’ αἰτίας ἐπὶ τὴν δίκην δραμεῖν, τοῖς διὰ πληγῶν κακοῖς προσθεῖναι δεσμόν.
5ὁ δεσμὸς οὗτος ἑτέραν, ὦ βασιλεῦ, δίκην ἔχει τὴν ἐν χρήμασι· δεῖ γὰρ ὑπερβαίνοντα τὸν οὐδὸν τὸν κύριον τῆς θύρας θεραπεῦσαι χρυσίῳ, χρυσίου δὲ οὐκ ὄντος τὸν μὲν δεῖ καθῆσθαι γυμνόν, εἶναι δὲ τὴν ἐσθῆτα τοῦ φύλακος, μητέρα δὲ γραῦν, εἴπερ εἴη τῷ δεδε‐
10μένῳ, πλανωμένην ἀγείρειν ὅσον ἂν προσαιτοῦσα δύ‐ νηται.
Or
.

33

.

31

οἱ μὲν οὖν ἄλλοι μετὰ τὰς πληγὰς τοῖς οἰκείοις ἀφεῖσαν τὸν τοῦτο πεπονθότα καὶ ἰατροῖς δὴ καὶ ἰατρῶν φαρμάκοις, ὁ δὲ πέμπει τοὺς ἀθλίους ἀπο‐
λουμένους τοῖς ἐν τῷ δεσμωτηρίῳ κακοῖς. καὶ εἰ μὲν
5ἢ αὑτὸν ἀναμιμνήσκων ἔλυεν ἢ τοῖς ὑπηρέταις ἦν ἀναμιμνήσκειν ἐξουσία, μετριώτερον ἂν ἦλθε, νῦν δ’ ἀνάγκη πρὸς πολλῶν γόνατα προσπεσεῖν οὐ πάντων τὰ τοιαῦτα αἰδουμένων, τῶν δ’ αὖ ἐπιεικεστέρων οἱ μὲν ἀσχολίαν, οἱ δ’ ἄλλο τι φήσαντες δώσειν μὲν εἶ‐
10πον τὴν χάριν, εὐθὺς δὲ οὐ δύνασθαι. τῷ δὲ μακρό‐ τερον τὸ κακόν.
Or
.

33

.

32

Εἶτ’ ἂν μὴ φιλάνθρωπος ἀκούσῃ, δεινὰ πεπον‐ θέναι φησὶ καὶ τῇ φύσει τῇ αὑτοῦ προσήκοντος ὀνό‐ ματος στέρεσθαι οὐκ αἰσχυνόμενος πληγὰς ἑτέρας τὰς κατὰ τῶν οὐ δυναμένων εἰσπρᾶξαι τοὺς οὐ δυναμένους
5ἐκτίσαι. καίτοι τί μιαρώτερον τοῦ μὴ δύνασθαι μὲν λέγειν, ὡς οὐχ οὕτω τοῦτ’ ἐχρῆν, τῆς δὲ τῶν εἰσπρατ‐ τομένων ἀπορίας ἀπαιτεῖν δίκας τοὺς τεταγμένους εἰσπράττειν; ὅμοιον γὰρ τοῦτό γε τῷ παρὰ τῶν ἰα‐ τρῶν ἀπαιτεῖν ζῶντας τοὺς τεθνηκότας. οὔτε γὰρ
10ἐκεῖνο τῶν ἐχόντων ἐστὶ φύσιν τοῦτό τε τῶν ἀδυνά‐ των. κἂν δείρῃ τις τὸν ὀφείλοντα, τὸ δέρμα μὲν ἀφέλοιτ’ ἄν, χρήματα δὲ τὸν οὐκ ἔχοντα ἔχειν οὐκ ἔσθ’ ὅπως ἂν ποιήσειεν. ὁ δὲ τοὺς μὲν πράκτορας,
εἰ μὴ δύναιντ’ ἂν εἰσπρᾶξαι, δίκαιον εἶναί φησιν
15οἴκοθεν θεῖναι, οὕτως ἐστὶν ἡμῖν Αἰακός, ὁ δ’ οὐδὲ τοῦτο δυνάμενος τύπτεται.
Or
.

33

.

33

Τοῦτον οὖν ἐάσεις ἄρχειν, δι’ ὃν πολλοὶ μὲν ὀδυρμοί, πολλοὶ δὲ θρῆνοι, πολλὰ δὲ δάκρυα, πολλὰ δὲ κατὰ τῶν θεῶν ῥήματα; να, τὰ γὰρ 〈τῶν〉 ἐν τοῖς ἐργαστηρίοις καὶ πρὸς ταύταις ταῖς τέ‐
5χναις ἄμεινον ἔσχεν. ἀλλ’ ἄρτι βαρεῖαν αὐτοὺς ὑπομείναντας φορὰν ὁ τῶν πενήτων οὑτοσὶ κηδεμὼν γράφειν ἠνάγκαζε τὰ περὶ τὰς θύρας οὐσῶν ἐν αὐτοῖς γραφῶν ἃς ἀφ’ ὁμοίας ἀδικίας τῶν πρίν τινες ἀρχόν‐ των ἔδειξαν τὴν μὲν πενίαν ἐπιτείναντες τοῖς ἀθλίοις,
10ποιοῦντες δὲ οὐ καλλίω τὴν πόλιν, τῶν γὰρ ἐν τοῖς γραφεῦσι [τῶν] φαυλοτάτων ἔργα ταῦτα. ὡς δ’ ὄντων τούτων ἐκ τῶν ἔμπροσθεν χρόνων ἐπιβάλλειν ἐκέλευεν ἕτερα τοῖς οὐ διεφθαρμένοις.
Or
.

33

.

34

τί δὴ τὸ τούτων αἴτιον; τοῖς γραφεῦσιν εἴς τινας στοὰς χρη‐ σάμενος δοῦναι τῆς γραφῆς τὸν μισθόν, ᾗ δίκαιον ἦν, οὐκ ἐθέλων διέλυσεν αὐτὸν ἐκ τῶν οὐκ ἀναγκαίων
5γραφῶν. καὶ οἱ μὲν ἔγραφον, οἱ δὲ ἐδάκρυον ἐκ τοῦ
πεινῆν μέλλοντες τὰ δίκαια πρὸς ἐκείνους ποιήσειν. ὁρᾷς, ὦ βασιλεῦ, τοῦ ἄρχοντος τὸν πόνον; ἐπέταξεν ἐν ὀλίγαις συλλαβαῖς. οὐκ ἦν ἀντειπεῖν τοῖς ἐπιτατ‐ τομένοις. ἀφῄρουν τῆς ἑαυτῶν τροφῆς.
Or
.

33

.

35

ὁ δ’ ἀφορ‐ μὴν ὀδυρμῶν παρασχὼν τῇ πόλει πῶς ἂν εἴη καλλίω τήνδε πεποιηκὼς τὴν πόλιν; ἐγὼ μὲν γὰρ τὸ τοὺς ἀπόρους εὐπορωτέρους ποιεῖν ὥραν ἡγοῦμαι
5πόλεως, ὁδὶ δ’ αὖ τῶν ἐναντίων αἴτιος ἡμῖν οἷς τε εἶπον τούτοις τοῖς περιττοῖς καὶ οἷς ἐρῶ. τοὺς γὰρ αὐτοὺς δὴ τούτους τοὺς ἐν τοῖς ἐργαστηρίοις κελεύει τριπλάσιον ἐν τῇ νυκτὶ παρέχειν τὸ πῦρ. πόθεν οὖν ἔλαιον τοσοῦτον πρίωμαι τὸ διὰ τὸ πολὺ
10πῦρ τοῦτο πλείονος ἢ πρόσθεν πωλούμενον; πόσον μοι τὸ παρὰ τῶν χειρῶν ἀργύριον; πόσα δι’ αὐτοῦ μοι γένηται; τί πρὸς τοῦτ’ ἐρεῖ Τισα‐ μενός;
Or
.

33

.

36

ἐν τοίνυν τῷ καιρῷ τῆς ἀναπαύλης, τοι‐ οῦτον γὰρ ἀρχομένη νύξ, ἐκταράττει τοὺς ταλαιπώρους ταῖς κατὰ τῶν θυρῶν πληγαῖς ἃς πλήττουσιν οἱ τῶν φυλῶν ἐπιμεληταὶ τῷ περὶ ταύτας φόβῳ μὴ διαφθα‐
5ρεῖεν ποιοῦντες τὴν ἀνάγκην τοῦ πυρός. οὗ γι‐ γνομένου οἶδα βοήσασαν γυναῖκα χήραν ἄνωθεν, ὅτι
πῶς ἂν ἅψαι δυναίμην; πόθεν ἂν ἔλαιόν μοι γένοιτο τὸν πολὺν ἤδη χρόνον ἐλαίου μὴ γε‐ γευμέν;
Or
.

33

.

37

ἀλλὰ τούτῳ τοῦτ’ εἶναι νεανικὸν δοκεῖ τὸ κελεῦσαι καὶ τὸ πεπραγμένον ἰδεῖν, εἰ δὲ δίκαιον ἢ μή, εἰ συμφέρον ἢ τοὐναντίον, οὐδεὶς λόγος. κἂν εἰσελθών τις ὡς αὐτὸν τῶν εἶναι δοκούντων φίλων εἴπῃ
5τἀληθῆ περὶ τοῦ πράγματος καὶ παραινέσῃ πεπαῦσθαι, ληρεῖν ἔδοξε. καίτοι τίς ἡ περὶ τοῦτο σπουδὴ 〈τὸ〉 πῦρ εἶναι τοσοῦτον ἐν καθευδούσῃ τῇ πόλει; οὐ γὰρ ἂν τοῖς καθεύδουσιν εἴη ἄν τι παρ’ αὐτοῦ τοῖς τε φύλαξιν ἀπόχρη τὸ ἀρχαῖον· κακούργους γε οὐκ ἔστιν εἰπεῖν
10ἥττους μὲν γεγονέναι νῦν, εἶναι δὲ πρὸ τοῦ πλείους. ἀλλ’ ἔστιν ἅπαν τοῦτο μέθης καὶ ἀσελγείας καὶ τοῦ μηδὲν φροντίζειν τῶν ἐν πενίᾳ ζώντων.
Or
.

33

.

38

Εἶτά με ἐρήσεταί τις, εἰ δεδωροδόκηκεν ὁ ἄν‐ θρωπος. εἰ δὲ τοῦτο μὲν οὔ, διέθηκε δὲ οὕτω τοὺς ἀρχομένους, ὡς ἤκουσάς μου διδάσκοντος, ἀγαθός ἐστι κακὸς ὤν, ἐπεὶ μὴ χρημάτων 〈εἵνεκά〉 ἐστι κακός; ἐγὼ
5δὲ αὐτὸν μὲν οὔ φημι λαβεῖν, λαβεῖν δὲ ἑτέρους διὰ τοῦτον τῶν μὲν ἀδικεῖν προαιρουμένων ἐπί τε τοὺς κηδεστὰς καταφευγόντων καὶ τὸν τούτου ἀδελφὸν καὶ
τὴν τούτων μητέρα καὶ τὸν οὐδεπώποτε ταύτην λυπήσαντα τὸν βέλτιστον ἰατρόν, ὧν ἕκαστος
10ὅτου μνησθείη, τοῦτ’ εὐθὺς ἔδει πεπρᾶχθαι, ἦν δὲ οὐχ οἷόν τε ὁμοῦ καὶ τοὺς νόμους κρατεῖν καὶ τού‐ τους κερδαίνειν. οἱ δὲ ἐκέρδαινον καθ’ ἑκάστην ἡμέ‐ ραν. οὐκ ἄρα τοῖς νόμοις ὑπῆρχε κρατεῖν. ὁ δὲ τὸ δύνασθαι τοὺς νόμους ἀφαιρούμενος σώζειν ἂν αὐτοὺς
15οὗτος δοκοῖ; τί γάρ; εἰ τὸ χρυσίον εἰς μὲν τὰς τοῦδε χεῖρας οὐκ ἔρχοιτο, εἰς δὲ τὰς ἑτέρων τούτου πέμ‐ ποντος, ἧττον τὸ δίκαιον ἐκ δωροδοκίας ἀπόλωλεν;
Or
.

33

.

39

διὰ τοῦτο ὅταν τις μέγα ἐργάσηται κακὸν καὶ φόβοι παρὰ τῶν νόμων ὦσι, γελᾷ· δρόμον γὰρ αὑτῷ μὲν ἔσεσθαι παρὰ τὸν κηδεστὴν μετὰ χρημάτων, ἐκείνῳ δὲ παρὰ τὸν πατέρα τῆς γυναικός, ἐκ δὲ τῶν καλῶν
5τούτων εἰσόδων καὶ λόγων οἰχήσεσθαι τὸ δίκαιον κα‐ ταπατηθέν. οὗτος μὲν οὖν οὐκ ἔσχε πόρον τοιοῦτον, ἑτέροις δὲ παρέσχε, καὶ τὰ αὑτοῦ μὲν ἐντεῦθεν οὐκ ηὔξησεν, οἶκον δὲ ἀνθρώπου πονηροῦ.
Or
.

33

.

40

πολλοὶ δὴ τῶν πανδοκέων τοῖς λῃσταῖς συμπράττουσι μὲν εἰς τὴν ἀπὸ τῶν φόνων πρόσοδον, λαμβάνουσι δὲ οὐδέν, ἀλλ’ ἀρκοῦν αὐτοῖς κέρδος τὸ τοῖς κακούργοις κεχα‐
5ρίσθαι. καὶ κάθηται Τισαμενὸς ψήφους περὶ τοιούτων φέρων. οἶδα δέ τινας τούτων μὲν οὐδέτερον πεποιη‐
κότας οὔτ’ αὐτοὺς λαβόντας οὔθ’ ἑτέρους πεποιηκότας λαβεῖν, τῇ δὲ ἄλλῃ κακίᾳ λυμηναμένους τὰς πόλεις καὶ μισουμένους ὅμως ἐκ τῶν ἄλλων συμφορῶν καὶ
10οὐ δόξαντας εἶναι χρηστοὺς διὰ τὸ πεπρακέναι μηδέν.
Or
.

33

.

41

ὥστ’ εἰ καὶ πᾶν τοῦτο ἦν ὑπὲρ αὐτοῦ τὸ μέρος, ἔκ γε τῶν ἄλλων κατεκλύζετ’ ἄν, ὃς τοῖς δε‐ σμώταις διετέλεσε προστιθείς, ἐξάγων δὲ οὐδένα οὔτ’ ἀπολογησόμενον οὔτ’ ἀποθανούμενον, ὡς πολλῷ τοῖς
5δεσμώταις κουφότερον ἀφεῖναι τὴν ψυχὴν ἢ τὰ σφῶν αὐτῶν ὁρᾶν ὀστᾶ διὰ τοῦ δέρματος. ὁ δ’ ἐμπλήσας τὸ οἴκημα σωμάτων ἀπὸ πάσης αἰτίας αὐτῷ κτείνει τῷ πλήθει τοὺς δεθέντας.
Or
.

33

.

42

ὧν οὐ ταύτην οἱ πλείους ὤφειλον δίκην, ἀλλ’ οὐδ’ οἱ θάνατον ὀφείλοντες τὴν δίκην τὸν οὕτω. τέμνει γὰρ ὁ νόμος τὴν κεφαλήν, οὐκ ἀποπνίγει τῇ στενοχωρίᾳ. καὶ τὴν ἐνταῦθα ὀξύ‐
5τητα κέρδος εἶναι συμβαίνει τῷ τεμνομένῳ, ὁ δ’ ἐν μὲν τῷ δῆσαι ταχύς, ἐν δὲ τῷ κρῖναι βραδύς, μᾶλλον δὲ φεύγει τὰς κρίσεις μᾶλλον ἢ τὰ παιδία τὰς Μορμόνας καὶ τὸν ἄρχοντα τοῦτ’ εἶναι νομίζει τὸ διὰ λήρων ἐπ’ ἄριστον προελθεῖν.
Or
.

33

.

43

Ἀπάλλαξον δὴ τὰς σαυτοῦ πόλεις τοιούτων κακῶν καὶ πέμψον ἄνδρα νοῦν τε ἔχοντα καὶ πόνων
ἐπιθυμητὴν καὶ πλείω πράξοντα ἢ λαλήσοντα καὶ πείσοντα μᾶλλον ἢ ἀναγκάσοντα καὶ βοηθήσοντα πέ‐
5νησιν, οὐκ ἐπιτρίψοντα, καὶ διαγνωσόμενον, τί μὲν δυνατόν, τί δὲ οὔ, καὶ καιρὸν μὲν πληγῶν, καιρὸν δὲ
εἰσόμενον ἀπειλῆς, ὅλως οὐδὲν ἐοικότα τῷ λοιμῷ τούτῳ.
Or
.

34

t

ΠΡΟΣ ΤΑΣ ΤΟΥ ΠΑΙΔΑΓΩΓΟΥ ΒΛΑΣΦΗΜΙΑΣ.
Or
.

34

.

1

Οὐ τοὺς ὑβρικότας με μᾶλλον ἄξιον νομί‐ σαι κακοὺς ἢ τοὺς ῥᾳδίως ὑμᾶς τὴν ὕβριν ταύτην, ὦ παῖδες, ἐνηνοχότας. οἱ μὲν γὰρ τὴν τοῦ δεδρακέναι, τὴν δὲ τοῦ μὴ τοῖς πραχθεῖσιν ἀλγῆσαι μέμψιν ὑμεῖς
5ἔχοιτ’ ἄν. καὶ γίγνεσθε τῶν ἐπαινούντων αὐτοὺς ἐν τῷ μὴ λαβεῖν τιμωρίαν. εἴτε γὰρ οὐκ εἰδέναι ταῦτα φήσετε, τοῦτ’ αὐτὸ δεινόν, εἰ τὰ τοιαῦτα οὐκ ἴστε, εἴτ’ εἰδόσιν οὐ δεινὰ δοκεῖ, πῶς ἂν διαφύγοιτε τὸ δοκεῖν εἶναι φαῦλοι;
Or
.

34

.

2

εἰ μὲν οὖν κατερρᾳθυμηκότος ἐμοῦ
τοιαῦτα ὁ θρασὺς οὑτοσὶ παιδαγωγὸς εἰρηκὼς ἐτύγχα‐ νεν, αἰσχυνθεὶς ἂν τῷ τὰ ὄντα ἀκηκοέναι καὶ παρ’ ἐμαυτοῦ τοῖς εἰρημένοις δεδόσθαι τὴν ἀφορμὴν νομί‐
5σας ἐσίγων ἂν οὐκ ἔχων κατηγορεῖν τοῦ κατηγοροῦν‐ τος δίκαια· νῦν δ’ οὐκ οἶδα ἕτερόν τινα ἀνθρώ‐ πων οὕτως ἀναιδῶς σεσυκοφαντημένον. καὶ τοῦτο ἕτοιμος δεικνύειν οὐκ ἀγνοούμενος μὲν ὑπὸ τῶν τὴν ἐμὴν εἰδότων πρὸς τὸ πονεῖν ἡδονήν, δεδιὼς δὲ μή
10τις τῶν οὐκ ἐξεπισταμένων, ὅστις ἐγὼ πρὸς τοὺς ἐπὶ τῷ παιδεύεσθαι συνόντας ἡμῖν, ἐξαπατηθῇ. ὅθεν τοί‐ νυν τὰ περὶ τὴν ἐμὴν ὕβριν γενέσθαι συνέβη, καλῶς ἂν ἔχοι μοι διελθεῖν.
Or
.

34

.

3

Ἐποιήσατό τις τῶν νέων ἐπίδειξιν ἀγῶνα ἐπὶ προάγωνι γεγονὼς μὲν ἔτη πεντεκαίδεκα, πλεῖστα δὲ νέων ἐν ὀρφανίᾳ πεπονηκώς, ἡδονῶν δὲ οὐ καλῶν, εἴπερ τις, κεκρατηκώς, ἔχων δέ, εἰ βούλοιτο, προγόνων
5ἀρετὰς λέγειν ἔν τε τάξει στρατιώτου φανείσας ἔν τε ἡγεμονίαις. μέγιστος δὲ τῷ νέῳ κόσμος ἡ σωφροσύνη καὶ τὰς τῶν πονηρῶν γλώττας διαφυγοῦσα. τούτῳ δ’ ἄν τις ἕτερος προσέθηκε τὴν περὶ τὰς ἀμοιβὰς προθυμίαν καὶ
δικαιοσύνην καὶ ὡς πᾶν ὃ τελέσειε μικρὸν αὐτῷ κέκριται.
Or
.

34

.

4

τά τε οὖν ἄλλα τιμᾶν αὐτὸν παρῄνει τῷ μηδὲν προστεθῆναι τοῖς δεδειγμένοις λόγοις καὶ νόμος ἦν ἀρχαῖος τοῦτο οὕτως ἔχειν ἐθέλων, ᾧ τῶν πάν‐ των οὐδείς, οὐ νέων, οὐ παιδαγωγῶν ἐτόλμησε μέμ‐
5ψασθαι. ἐκεῖνος μὲν οὖν εὐδοκιμῶν ἀπῆλθεν· ἔδει δὴ γενέσθαι τὰ παρ’ ἡμῶν. τοῦτο δὲ ἦν τὸ μηδὲν ἕτερον τοῖς ὑπὸ τοῦ νέου ῥηθεῖσιν ἐπεισενεγκεῖν. ἐκαθήμην οὖν ἀνδράσι διαλεγόμενος φίλοις καί πως ἐξηνέχθημεν κατὰ μικρὸν εἰς τὸν ὑπ’ ἐμοῦ κρατηθέντα
10ποτὲ τοῦ Φιλαγρίου θυμόν, ἡνίκα τοὺς σιτοποιοὺς ἐν τοῖς ἁπάντων ὀφθαλμοῖς ᾐκίζετο.
Or
.

34

.

5

τῶν τοίνυν ἐπι‐ τηδείων μοι κεχωρηκότων ἐπὶ λουτρὸν παιδαγωγόν τινα κακόν, νέου τοιούτου παιδαγωγόν, δραμὼν ὁ παῖς ἔφασκε περὶ τὴν θύραν κεῖσθαι 〈καὶ〉 βοᾶν ὡς
5τρισὶ μησὶ τοῦ παιδὸς ἐζημιωμένου. ταυτὶ δὲ ἔλεγε κινῆσαι τὸν νόμον βουλόμενος καὶ τὸν ἐπιδεδειγμένον ἀποστερηθῆναι πάλαι νενικηκότος δικαίου, φθονῶν, ἐμοὶ δοκεῖν, τῷ τὸν λόγον εἰρηκότι τῆς δόξης. καίτοι πολὺ βέλτιον ἦν τὰ ’κείνου μιμούμενον τῶν αὐτῶν
10ἐκείνῳ τυχεῖν ἢ τοῦτο μὴ δυνάμενον τῷ κτησαμένῳ ζητεῖν ἐπηρεάζειν.
Or
.

34

.

6

Ἀλλὰ γὰρ ὡς ἐσυκοφάντει, δεῖ με ποιῆσαι φα‐
νερόν. τρεῖς φησι μῆνας ἀνηλῶσθαι μάτην. πῶς, ὦ κυνὸς ὄμματ’ ἔχων; αἱ μὲν γὰρ τῶν κακῶν ἐκεί‐ νων ἡμέραι τέτταρες ἐγένοντο καὶ τριάκοντα, λελυ‐
5μένων δὲ τῶν δεινῶν τῇ βασιλέως ἐπιστολῇ πᾶσά τε ἦν ἄδεια καὶ φοιτᾶν ἐξῆν. καὶ ἦσθα δὴ καὶ αὐτὸς τῶν τῷ καιρῷ χρωμένων, μᾶλλον δὲ εἰ μὲν οὐκ ἐχρῶ, ἀλλὰ τὸν λελυμένον δεδιὼς φόβον ἔκεισο ἐν ἀγρῷ τρυφῶν, σὸν τοῦτο, οὐκ ἐμὸν ἀδίκημα. καὶ γὰρ τῶν
10οὐ πλεόντων ἐν ἐξουσίᾳ τοῦ πλεῖν, ἀλλ’ οὐ τῆς δεχο‐ μένης θαλάττης, εἴ τις αὑτὸν ἀποστερήσειε πλοῦ. εἰ δ’ ἧκές τε ἐπὶ τοῖς ἡμετέροις γράμμασι καὶ τὰ τῶν μανθανόντων ἐποίεις, ποῦ τριῶν μηνῶν ἀπόλωλέ σοι τὸ κέρδος;
Or
.

34

.

7

καὶ μὴν οὐδ’ αὐτόν γε τὸν τῆς φυγῆς χρόνον δι’ ἐμὲ καὶ τὴν ἐμὴν ἀπολώλεκας ῥᾳθυμίαν, ἀλλ’ ἔστιν αὕτη ἡ ζημία τῆς ὑμετέρας κακίας. ἢ δεῖξον παρελθών, ὅτι ταράξαι δυναμένους ἐγὼ διῆλθον λό‐
5γους φάλαγγας ἐπισείοντας καὶ χρημάτων ἁρπαγὴν καὶ φόνον καὶ σίδηρον καὶ ὅτι νοῦν ἐχόντων ἐστὶν ἀνθρώπων σφᾶς αὐτοὺς διασώζειν φυγῇ. εἰ δὲ ἐμὸς μὲν οὐδὲ εἷς τοιοῦτος λόγος, ὑμεῖς δὲ ὑμῖν αὐτοῖς ταῦτα συμβεβουλεύκατε, πῶς οὐχ ὑμῖν αὐτοῖς ἐγκα‐
10λοῖτ’ ἂν δικαίως; ἢ κἂν εἰ κακούργων ἐπιθεμένων ὑμῖν ἢ ἔτι πορευομένοις ἢ καὶ τὸν ἀγρὸν ἤδη κατει‐
ληφόσιν, οἷα πολλὰ πέπρακται τῶν ἄνευ λογισμοῦ πε‐ φευγότων τοῖς αὑτῶν κακοῖς τὰ τῶν λῃστῶν ἀμείνω πεποιηκότων, εἰ οὖν ὑπὸ τῶν πολλοὺς ἀπεκτονότων
15ἔκεισθον πληγέντε, καὶ τὰς ἀμφοῖν ψυχὰς ἐμὲ ἔδει τὸν εἰσπραττόμενον εἶναι καὶ τὸν πατέρα τοῦ παιδὸς ἥκειν ἐπὶ τήνδε τὴν εἴσπραξιν.
Or
.

34

.

8

ὥσπερ οὖν ἐκεῖνος εἰ τοῦτ’ ἐποίει, μαίνεσθαι τοῖς σωφρονοῦσιν ἔδοξεν ἄν, οὕτως ὑμεῖς πρὸς ἐμὲ περὶ μηνῶν λέγοντες. καὶ γὰρ οὐδ’ ἐκεῖνό γ’ ἂν εἴποι τις, ὡς ἀπελθεῖν
5μὲν οὐ παρῄνεσα, ἀπελθόντας δὲ ἐπῄνεσα. ἀλλὰ ποίᾳ μὲν οὐκ ἐχρησάμην ὀργῇ; ποίας δὲ οὐκ ἀφῆκα φωνάς; τίνας δὲ οὐκ ἐφθεγξάμην λόγους θανατώντων εἶναι λέγων καὶ παραπαιόντων τὴν μετανάστασιν καὶ τὰ μὲν οὐ δεινὰ δεδοικότων, τὰ δὲ δεινὰ θαρρούντων;
10ἃ καὶ τούτους, ὥσπερ ἑτέρους πολλούς, εἰκὸς ἦν ἀκη‐ κοέναι, ἀλλ’ ὅμως αὑτοὺς ἡγοῦντο βεβουλεῦσθαι βέλ‐ τιον.
Or
.

34

.

9

καὶ τοῦ γε μήποτ’ ἂν εἰπεῖν με χρῆναι φεύγειν μάρτυρες οἷς αὐτοὶ πεποιήκασι γεγένηνται. μέλλοντες γὰρ ἐπ’ ἀγρὸν ἥξειν καὶ τοῦτο ἐγνωκότες πολλῇ τέχνῃ λαθόντες ᾤχοντο ἀπιόντες δράσαντες
5πρὶν εἰπεῖν ὃ δράσουσι, φοβούμενοι μὴ λόγων ἀκού‐ σωσι κατεχόντων ἐχόντων ἐν ἑαυτοῖς εἰς τὸ πεῖσαι δύναμιν.
Or
.

34

.

10

Τοῦ μὴ συνεῖναι τοίνυν αὑτοῖς αἴτιοι κατα‐ στάντες τὸν ὅτι τῶν παρ’ ἡμῶν αὑτοὺς ἀπεστέρησαν ἀχθόμενον τολμῶσιν αἰτιᾶσθαι τῶν αὑτοῖς δεδογμένων, ὥσπερ ἂν εἴ τις ἑκὼν ἐλθὼν εἰς χωρίον ἄνυδρον εἶτ’
5ἐπὶ κρήνην ἐλθὼν ἧς αὑτὸν ἡμέρας τινὰς ἐξέβαλεν, ἐγκαλοῖ τοῖς κρουνοῖς λέγων ὅσας οὐκ ἔπιεν ἡμέρας. οἱ δ’ ἂν εἴποιεν πρὸς αὐτόν· ἀλλὰ δι’ ἡμῶν γε τὸ ὕδωρ ἐφέρετο καὶ βουλόμενον πιεῖν οὐκ ἂν ἀπηλαύνομεν.
Or
.

34

.

11

πρὸς Διός, εἰ δ’ ἀφείς τις τὴν τῆς ἀκτῖνος μετέχουσαν γῆν ἥκων εἰς τὸ Κιμμερίων σκότος μῆνάς τινας ἐκεῖ διατρίψας ἐλθὼν ἐπὶ τὰ πρόσθεν ὧν ἑκὼν ἠτύχησεν, ᾐτιᾶτο τὸν δεῖνα πόρρω
5τῆς αἰτίας ἄνθρωπον, οὐκ ἂν ἦν συκοφάντης; σὺ σαυτῷ τοῦ φωτὸς ἐφθόνησας· σαυτῷ τοίνυν λάγχανε
τὴν δίκην.
Or
.

34

.

12

Ὡς τοίνυν ἐπιθυμίᾳ μὲν ἀργίας ἧκον ἐκεῖσε, προσποιοῦνται δὲ τῶν ἡδέως ἐργαζομένων εἶναι, δῆ‐ λον μὲν κἀκ τοῦ τῶν εἰς μνήμην παλαιῶν λόγων φε‐ ρόντων ἠμεληκέναι, δῆλον δὲ κἀκ τοῦ πίονά τε καὶ
5μετὰ πλειόνων σαρκῶν ἐπανήκειν τὸν νέον. πίστις δὲ τοῦδε μείζων τὸ μετὰ πάνυ πολλοὺς πεποιῆσθαι τὴν ἐπάνοδον. ὁ δὲ τὸ μὲν ὀξέως, τὸ δὲ βραδέως πεποιηκὼς οὐ καὶ σιωπῶν ὁμολογεῖ τῷ μὲν ἥδεσθαι, τὸ δὲ δυσχεραίνειν;
Or
.

34

.

13

ὑμῖν δὲ εἴ τις ἦν λόγων λό‐ γος, ἐβλέπετ’ ἂν εἰς ἐμὲ τὸν μεμενηκότα. καὶ ταῦτα καὶ παρ’ ὑμῶν ἐγίγνετ’ ἂν νομιζόντων μᾶλλον ὑμῶν ἐμὲ τὸ δέον ἑωρακέναι καὶ εἰ διὰ μηδὲν ἕτερον, κατά
5γε τὸ πλῆθος τῶν ἐτῶν, ἴσμεν δέ, ὁπόσον τούτῳ δί‐ δωσιν ὁ τῶν ποιητῶν κορυφαῖος. νῦν δ’ ἐμοῦ μὲν καταγνόντες ἐπιθυμεῖν θανάτου, εὐβούλους δὲ ὑμᾶς αὐτοὺς ἡγησάμενοι ταῖς ἐν ἀγρῷ τέρψεσι τὰ Μουσῶν ἐβλάψατε. ἐπειδὴ τοίνυν ποθ’ ὑμῖν ἐπανελθεῖν
10ἔδοξε, τί δύναισθ’ ἂν ἡμῶν ἐνταῦθα κατηγορεῖν, ὡς ὑμεῖς μὲν ἐπεθυμεῖτε τῶν παρ’ ἡμῶν, ἡμεῖς δὲ οὐ μετεδίδομεν;
Or
.

34

.

14

ἀλλὰ τοῦτό γε καὶ πρὸ τῆς τῶν πραγ‐
μάτων ἐπὶ τὰ κρείττω μεταβολῆς εἰσφέροντες οὐκ ἐλή‐ ξαμεν, ἀλλ’ ἀπὸ τοσούτων ὁμιλητῶν εἰς δώδεκα, ἔπειτα εἰς ἑπτὰ καταβάντες οὐκ ἐγενόμεθα χείρονες, ἀλλ’
5ἐχωροῦμεν εἰς τὸ διδασκαλεῖον διὰ τοὺς οὕτως ὀλίγους οὐδὲ τοῦτο βραδύτερον ἢ πρότερον ποιοῦντες, ἀλλ’ οἷοίπερ ἦμεν ἐν πλείοσι, τοιοῦτοι κἀν τοσούτοις οὐδὲν τοῦ περὶ ταῦτα μεταθέντες νόμου. καὶ ἐγένετο δὴ καὶ προσηγορία τις τοῖς μεμενηκόσιν ἀπ’ αὐτοῦ τοῦ
10μεμενηκέναι χαρίεσσα. τούτων ἐξῆν εἶναι καὶ ὑμῖν, εἴπερ ἠθέλετε. νῦν δὲ τοσαύτας μεθυσθέντες ἡμέρας ἥκετε σφοδροὶ λόγων ἐπιθυμηταὶ καὶ προσδοκᾶτε τοῦ πολλοῦ χρόνου τὰς ὑμετέρας κατ’ ἐμοῦ περιέσε‐ σθαι βλασφημίας.
Or
.

34

.

15

Να, φησίν, ἐν γὰρ ἁμίλλαις ταῖς πρὸς Ὅμηρον καὶ Δημοσθένη συχνὰς διετρίψαμεν ἡμέρας. τούτου δὲ τὴν αἰτίαν ἐν τοῖς πράγμασιν εὕροι τις ἄν, οὐκ ἐμοί. τὰ μὲν γὰρ ὑμῖν εἰς τέλος
5ἀφῖκται καὶ σιωπῶ τὸ τάχος, τὰ τελεώτερα δὲ γράφειν εὐθὺς οὐκ ἐνῆν, ἀλλ’ ἔδει πρότερον ἐλθεῖν διὰ βιβλίου τινὸς καὶ ἐλθεῖν γε οὐχ ἕνα, ἀλλὰ σὺν ἑτέροις ἐννέα νέοις ἢ πλείοσιν ἢ οὐ πολύ γε ἐλάττοσιν. οἱ δὲ οὐκ ἐφαίνοντο.
Or
.

34

.

16

καινὸν δὲ γενέσθαι νόμον δι’ ἕνα τινὰ μαινόμενον τῶν ἀτοπωτάτων ἦν καὶ διέβαλλεν
ἂν τὸν παρελθόντα χρόνον. διὰ τοῦθ’ ἕτερος ἀντ’ ἐμοῦ διδοὺς ἅπερ ἀνέγνω τοῦτ’ ἐποίει τοῖς ἐμοὶ δο‐
5κοῦσι πειθόμενος. καὶ οὕτως ἦν ἐνταῦθα ἐκεῖνος ἀγαθός, ὥσθ’ ὑμᾶς μέμψασθαι μὲν μηδαμοῦ, θαυμά‐ σαι δὲ πολλάκις καὶ ταῦτα κακῶς λέγειν εἰδότας. ἐκεῖνα μὲν οὖν παρ’ ἐκείνου, τὰ δὲ ἐν ταῖς ἁμίλλαις αὐτὸς ἐπηνώρθουν τε καὶ καθίστην καὶ δύ’ ἦν ὑμῖν
10ἀνθ’ ἑνός. οὔκουν ἦν ταῦτα μηδὲν ποιεῖν, ἀλλ’ εἶναι διπλοῦν τὸ κέρδος.
Or
.

34

.

17

Εἰ δέ μοι τὴν τῶν ἄρθρων λέγεις νόσον, τῆς Τύχης, οὐκ ἐμοῦ κατηγορεῖς· οὐ γὰρ δὴ ἐκεῖνό γε ἐρεῖς, ὡς εὐχόμην νοσεῖν καὶ εἶναι ἐν βοαῖς νύκτα καὶ ἡμέραν ὑπὸ τῶν ἀλγημάτων καὶ μᾶλλον ἰατροῖς ἢ
5βιβλίοις συνεῖναι. οὐδ’ ἦν μοι τὸ διδάσκειν τῶν παρ’ ἐκείνων βαρύτερον τῶν λυπηρῶν τε καὶ ἀναγκαίων, ἃ τῆς ὀδύνης ἣν ἐπειρᾶτο παύειν ἦν ὀδυνηρότερα. ἐμοὶ μὲν οὖν πολλὰ διηρεύνηται τοῖς ἄρθροις βοηθοῦντι, τὰ δ’ ἠλέγχετο πλὴν ἐλπίδος ἔχοντα οὐδέν.
Or
.

34

.

18

ἀφεὶς οὖν συνάχθεσθαί μοι ῥᾳθυμίαν ἐγκαλεῖς; καὶ ὁ μὲν δαί‐ μων ἀνεύθυνος, ἐμὰ δὲ τὰ οὐκ ἐμά; ὥσπερ ἂν εἴ τις καὶ τὸν τεθνεῶτα μέμφοιτο, ὅτι τῷ μηκέτι ζῆν
5καὶ τοῦ δύνασθαί τι ποιεῖν πέπαυται. ἀλλ’ εἶπεν ἄν τις ὑπὲρ τοῦ νεκροῦ τὰς Μοίρας καὶ τὰ ’κείνων
καὶ ὡς ἔδει μὲν κατὰ ταῦτα τεθνάναι, παρὰ δὲ τῶν οἰχομένων ἔργον οὐδὲν ἂν εἴη. σὺ δ’ εἰ μὲν αἰχμά‐ λωτος ὢν ἐδέθην ὑπὸ λῃστῶν ἑλόντων, οὐκ ἂν ᾐτιῶ
10με μὴ τὰ τοῦ διδασκάλου ποιοῦντα πρὸς τοὺς νέους, δεσμῷ δὲ ἐχόμενον πολὺ πικροτέρῳ, προσθείην δ’ ἂν καὶ ἰσχυροτέρῳ, τῶν νέων ἠξίους ἐπιμελεῖσθαι, καὶ τὸν αὐτὸν κινεῖσθαι μὲν μὴ ἔχειν, χορεύειν δὲ δύνα‐ σθαι; καὶ πῶς ἔνι ταῦτα γενέσθαι;
Or
.

34

.

19

ἀλλὰ στρα‐ τιώτης μὲν ἐπιθυμῶν συμπλοκῆς καὶ μάχης νόσῳ πε‐ δηθεὶς ἐξαίφνης λυπούμενον ὁρᾷ τὸν στρατηγόν, ἀλλ’ οὐκ αἰτιώμενον, οὐδ’ ἔστιν οὐδεὶς οὕτως ἀνθρώπων
5ἄτοπος, ὃς ἂν ἀστρατείας διώξαι τὸν τοιοῦτον· ἐγὼ δὲ ἀπὸ τῆς αὐτῆς ἀνάγκης ἐκλιπών τι τῶν εἰωθότων ἔχω τὸν γραφόμενον; καὶ τίς νοσήσας κακὸς ἔδοξεν, ὅτι νενόσηκεν; οὐδείς, πλὴν εἰ τὸ νόσημα αὐτὸς ἐφύ‐ τευσεν αὑτῷ. πολλαχόθεν δ’ ἂν τοῦτ’ ἀνθρώπῳ συμ‐
10βαίη. κἀν τοῖς γυμνικοῖς ἀγῶσι πολλάκις ἑωράκαμεν ἠσθενηκότας ἀθλητὰς οὐδ’ ἀποδῦναι δυνηθέντας, οἷς παρὰ πάντων τῶν θεατῶν ἔλεος, οὐ μέμψις, ἀλλ’ οὐδ’
ἐπανελθοῦσιν οἴκαδε παρὰ τῶν οἰκείων, ἀλλ’ ἠτυχη‐ κέναι μὲν αὐτοὺς φαίη τις ἄν, ἀδικῆσαι δὲ οὐδὲ
15μικρόν.
Or
.

34

.

20

οὐ μὴν οὐδ’ ἐλάνθανον τὴν τῶνδε πόλιν βεβλημένος τῇ τοιαύτῃ νόσῳ, δι’ ἣν ἀνάγκη μοι κεῖ‐ σθαι καθ’ ἕκαστον ἔτος ἡμέρας τινὰς ἄφωνον· ἐγγύς τε γὰρ τῆς ἡμετέρας ἐκείνη καὶ πολὺ τὸ παρ’ ἑκατέρας
5εἰς τὴν ἑτέραν ἐρχόμενον. διὰ τί οὖν μὴ παρ’ ἑτέ‐ ρους ἤλθετε σοφιστὰς οὐ νοσοῦντας; εἰ δ’ ὡς οἴσοντες καὶ τοῦτο ἥκετε, τί μὴ φέρετε, ἐπειδήπερ ἥκετε, πολ‐ λῶν μὲν πρὸ ὑμῶν τοῦτο ἐνηνοχότων, πολλῶν δὲ νῦν, μᾶλλον δὲ πλὴν ὑμῶν ἁπάντων; ἢ σὺ μόνος συνου‐
10σιῶν ἐραστής, ἐν δὲ τοῖς ἄλλοις τοσούτοις οὖσιν ἑτέ‐ ρων ἐπιθυμία;
Or
.

34

.

21

ἀλλ’ οὐκ ἐρεῖς μὲν τοῦτο τῇ γλώττῃ, τοῖς δ’ ἔργοις ὁμολογεῖς. θαυμάζω δέ, τί ἂν ἐποίεις ἐφ’ ὅσας οὐκ ὀλιγάκις ἡμέρας ἐκταθέντος μοι τοῦ κακοῦ, ὁπότ’ ἐν ἀπαλλαγῇ ταχείᾳ· ἀντὶ γὰρ ἡμε‐
5ρῶν ὀκτωκαίδεκα τὸ τρίτον μέρος τῆς κλίνης δεδέημαι βοηθείᾳ τῶν θεῶν. τί ἂν οὖν ἐποίεις ἐν τῷ προτέρῳ μέτρῳ τοιαῦτα ποιῶν ἐν οὕτω βραχυτέρῳ;
Or
.

34

.

22

Αἰτιᾶται δὲ καὶ τὸ φυλάττεσθαι τὰς τιμὰς παρ’ ἡμῶν τοῖς ἀπιοῦσι, τοῖς μὲν οὖσιν ἡμῖν φίλοις, τοῖς δὲ ἐνδόξοις, τοῖς δὲ καὶ ἀμφότερα, τοῖς δὲ οὐδέ‐ τερα μέν, ἔχουσι δὲ ἄλλως τι δίκαιον διὰ συγγενῶν.
5καὶ οὐκ αἰσχύνεται πόλεμον αἰρόμενος πρὸς τοὺς οὐκέτι λυπεῖν 〈οὐδένα〉 δυναμένους, ἀλλ’ ἑτέρας λή‐ ξεως γεγενημένους. ἐγὼ δὲ πολλοῦ μὲν ἂν ἐτι‐ μησάμην αὐτὸς τοῦτον τεθεικέναι τὸν νόμον, ἑτέρων δὲ φθασάντων καλὸν ἡ φυλακὴ καὶ τὸ τοῖς τετιμη‐
10κόσιν ἀκολουθεῖν καὶ μὴ χείρους εἶναι τῶν ἡγεμόνων, οὓς οἶδα ταῖς τοιαύταις τιμαῖς εἰς τελευτὰς χρωμένους καὶ οὐ κάμνοντας οὐδ’ εἰ νεκροὶ νεκροὺς κατελάμβανον.
Or
.

34

.

23

καὶ οὐδεὶς οὕτως ἄφρων οὐδὲ ἄθλιος ὃς ἂν ἐπιτι‐ μήσαι τῇ τιμῇ, ἀλλ’ οἱ μὲν τῶν διδασκάλων καὶ συνεξ‐ έφερον ἀνέχοντες ταῖς χερσὶ τοὺς ὑπὸ τῆς συμφορᾶς καθελκομένους, οἷς δ’ οὐκ ἦν καὶ τοῦτο δρᾶν, τῷ γε
5τοὺς λόγους συνεργάζεσθαι τοῖς νέοις ἐτίμων τὰς ἐκ‐ φορὰς τοῦτο μέγιστον ἡγούμενοι τὸ τοὺς μαθητὰς ἃ δεῖ ποιεῖν πρὸς τοὺς οἰχομένους διδάσκειν.
Or
.

34

.

24

ἀλλ’ οὗτος ἐπιλαμβάνεται μὲν τοσούτου χρόνου, κατηγορεῖ δὲ τοῦ μὴ παραβαίνοντος νόμον οὕτως ἀρχαῖον, κε‐ λεύει δὲ μηδὲν ἀτιμότερον ἄγειν νεκροῦ. καίτοι τίνος
5ἀξιώσαις ἂν τὸν σαυτοῦ πατέρα τυχεῖν, εἰ σοῦ φοι‐ τῶντος ἔτι τεθναίη; εἰ μὲν γὰρ τῶν τιμὴν ἐχόντων, τί τούτων τοὺς ἄλλους ἀποστερεῖς; εἰ δὲ τῶν
ἑτέρων, τί παθὼν τὴν προσήκουσαν εἴης ἂν δεδωκὼς δίκην;
Or
.

34

.

25

οὐ τοίνυν, ὦ παῖδες, οὐδ’ ἐκεῖνο τολμήσειεν ἂν εἰπεῖν, ὡς οὐ πολλοὺς δεινοὺς λέγειν τουτὶ τὸ χωρίον ἔδειξεν. ὧν οἱ μὲν ἐν δίκαις ἐξέλαμψαν, οἱ δὲ ἐν τῷ δικάζειν, οἱ δὲ ἐν τῷ ταῖς πατρίσι βοηθεῖν.
5ὧν ἕκαστος μετὰ τιμῆς τοῦ νόμου τοῦδε ταύτην ἔλαβε τὴν δύναμιν. εἰ δ’ ἔστι κἀν τῷ φυλάττειν τὸν νόμον εὐδοκιμεῖν κἀν μηδενὶ βλάπτεσθαι περὶ τοὺς λόγους καὶ συνιέναι ταῦτα ἀμφότερα δύναται, τίς δικαία πρό‐ φασις τῇ κατὰ τῶν ἀποθνησκόντων ὕβρει;
Or
.

34

.

26

Ἐφ’ ᾧ δ’ ἄν τις μάλιστα ἀποπνιγείη, ὅτι καὶ τὰς ἡμέρας αἳ τὰς τῶν σοφιστῶν ἐπιδείξεις ἔχουσι, μετὰ τῶν τηνάλλως ἀναλισκομένων ἀριθμοῦσι. πῶς, ὦ μιαρὸν θηρίον, πῶς λόγοι λόγοις βλάβη; καὶ
5πῶς ὁ λέγων ἃ χρὴ μιμεῖσθαι, περὶ λόγους ζημιοῖ; ἐγὼ γὰρ τὴν μὲν τῶν διδασκάλων σιωπὴν κατὰ τῶν μανθανόντων εἶναί φημι, τὸ ῥεῦμα δὲ τῶν παρ’ ἐκεί‐ νων λόγων ἐπὶ τὸ ταὐτὰ δύνασθαι ποιεῖν προάγειν. ἑωράκαμεν δέ που καὶ παιδοτρίβας, ὡς ἐν ταῖς πα‐
10λαίστραις καὶ διὰ τῶν ἑαυτῶν σωμάτων παιδεύουσι παλαίειν, καὶ πρὸς τούτοις τοξότας ἐπὶ διδαχῇ τῶν μαθητῶν ἀφιέντας βέλη καὶ τόν γε Ἀπόλλω πολλοὺς τοξότας οὕτως ἀπειργασμένον 〈ἴσμεν〉.
Or
.

34

.

27

οὐκοῦν καὶ ὅστις ἐθέλει ποιῆσαι ῥήτορας, παρεχέτω τοῖς τοῦτο δυνησομένοις ἑαυτὸν παράδειγμα καὶ τὸν μὲν οὐ βου‐ λόμενον λέγειν ὁ νέος ἀποδιδρασκέτω, τὸν δὲ καὶ ποι‐
5οῦντα καὶ δεικνύοντα λόγους διωκέτω καὶ πειράσθω πρὸς ἴσον τόκον ἑαυτὸν καθιστάναι. καὶ δὴ κἂν τῶν ἔτι φοιτώντων ἐγγένηταί τισιν ἐπιδείξεως ἔρως, τυγ‐ χανέτωσαν θεάτρου. καὶ δοκείτω τοῦτο μὴ μόνον ἐκείνοις δόξαν φέρειν, ἀλλὰ καὶ πᾶσιν οἷς ταὐτὸ
10ποτόν.
Or
.

34

.

28

μηδὲ ἐκείνου λήξαντος χωρείτω τις ἐπὶ τὸν διδάσκαλον ὡς ἐπὶ μηδενὶ πεπραγμένῳ· πέπρακται γάρ τι τῶν συμφερόντων τῶν μὲν ὅσοι βελτίους, εἰς κρί‐ σιν ἐπιδόντων, τῶν δὲ ὅσοι μὴ χείρους, εἰς πόνον, τῶν
5δὲ ἔν τῳ λειπομένων ἴσων γενέσθαι βουλομένων. οἱ δὲ λυθέντος τοῦ συλλόγου περιιστάμενοί τε τοὺς δι‐ δασκάλους καὶ καθίζοντες ἄκοντας ἐπὶ τοὺς θρόνους καὶ μηδὲ ἀναπνεῖν ἐῶντες ὑβρισταί τέ εἰσι καὶ μικρὸν ποιοῦσι τὸν εἰρηκότα βοῶντες [οἷς ποιοῦσι τὸν], ὡς
10ἠνώχληκεν.
Or
.

34

.

29

Ἐγὼ μὲν οὖν οὔτε καθεῖλον οὔτε καθαι‐ ρήσω τἀμαυτοῦ οὐδὲ δείσω κακοδαίμονος συκοφαντίαν παιδαγωγοῦ, τούσδε δὲ τοὺς δειλούς, εἰ καὶ μήπω, ἀλλ’ ἴδοιμί ποτε γενομένους ἀνδρείους καὶ γιγνώσκον‐
5τας αὑτούς. καὶ ὑμᾶς δέ, ὦ παῖδες, ἴδοιμι μισοῦντας τοὺς ὀφείλοντας ἡμῖν δίκην. ὃ εἰ καὶ νῦν ἐν ταῖς ὑμετέραις ἦν ψυχαῖς, ἐξέρριπτ’ ἂν καὶ οὗτος ἐπὶ ταῖς βλασφημίαις. ἐφ’ ᾧ προσκυνεῖ μὲν ὁ τοῦ νέου πατὴρ τὴν Τύχην, ὡς ἐπὶ τείχει τε καὶ φρουρᾷ τοῦ τῆς Δα‐
10νάης ἰσχυροτέρᾳ θαλάμου, ὁ δ’ ἐστὶν ἥμερος πρὸς τοὺς ἡδέως αὐτῷ συνδιατρίβοντας κἂν καλέσῃ τις τὸν νέον ἐπ’ ἄριστον, ἔπεμψε, κἂν ἐπὶ δεῖπνον, ἐφῆκε καὶ αὐτῷ τῷ μὴ συνδειπνεῖν εὐφραίνων τὸν ἑστιάτορα.
Or
.

34

.

30

καὶ τοιαῦτα ποιῶν καὶ τοιαῦτα ἐπιτρέπων καὶ τοιαῦτα χαριζόμενος ὅμως ἀξιοῖ φοβερὸς εἶναι τοῖς διδασκάλοις καὶ βλέπων ἄγριον ἐφέστηκεν οὐδὲν ἱκανὸν νομίζων, πᾶν ἔλαττον τοῦ προσήκοντος, ἐξ ὧν
5ἀηδῶς ἄν τινα διαθείη σκοπῶν, εἰσιὼν μὲν λυπῶν, ἐξιὼν δὲ χαίρειν παρέχων, φαυλίζων μὲν ᾧ χρῆται διδασκάλῳ, θαυμάζων δὲ ἕτερον, τῇ τοῦ τὸν νέον με‐ ταστήσειν ἀπειλῇ δουλείαν ἐπιφέρων τῷ τοῦτο φοβου‐ μένῳ.
Or
.

34

.

31

οὐ μὴν ὅ γε πατὴρ τοῦ νέου καὶ ὁμώνυ‐ μος τοιοῦτον ἠνάγκασε λόγον γενέσθαι, οὔτε γὰρ αὐτὸς ἦν κακὸς οὔτ’ ἦν αὐτῷ τοιοῦτος παιδαγωγός, ἀλλ’ ἐπι‐ εικής, μέτριος, σώφρων, ὃν μὲν ἦγε φυλάττων καὶ ὧν
5ἐχρῆν ἀπείργων, τὴν τάξιν δὲ οὐ ταράττων οὐδ’ ἃ μὴ δέδωκεν ὁ νόμος, αὑτῷ διδούς, ἀλλ’ εἰδώς, τί μέν
ἐστιν ὁ διδάσκαλος, τί δὲ ὁ παιδαγωγός.
Or
.

35

t

ΠΡΟΣ ΤΟΥΣ ΟΥ ΛΕΓΟΝΤΑΣ.
Or
.

35

.

1

Καὶ ἐμὲ καὶ τὴν πόλιν καὶ ὑμᾶς καὶ τοὺς ὑμετέρους πατέρας ζῶντάς τε καὶ τετελευτηκότας δα‐ κρύσειεν ἄν τις εἰκότως ὁρῶν τὴν ὑμετέραν ἐν τοῖς δικαστηρίοις ἀφωνίαν. ἧς πάλαι μὲν ὑμῖν ἐξῆν ἀπηλ‐
5λάχθαι μὴ τὰς ἐμὰς ἀτιμάσασι παραινέσεις, γένοιτο δ’ ἂν καὶ νῦν, εἴ μοι προσέχειν ἐθελήσετε, τῆς αἰσχύ‐ νης ἴασις.
Or
.

35

.

2

εὔχομαι τοίνυν τοῖς τὴν πόλιν ἔχουσι τὴν ἡμετέραν θεοῖς δοῦναί μοι περὶ ὧν ἥκω συμβου‐ λεύσων, εἰπεῖν τε μετρίως καὶ πειθομένους ὑμᾶς λα‐ βεῖν. κοινὸν γὰρ δὴ τοῦ τε λέγοντος καὶ τῶν ἀκου‐
5όντων τὸ κέρδος τὸν μὲν εἰρηκέναι δόξαι τὰ βέλτιστα, τοὺς δ’ ἀντὶ τῶν ἡδέων ἑλέσθαι τὰ συμφέροντα. εἰ δ’ αὖ ἐπὶ τῶν νῦν φιλονεικήσετε μένειν, ἥττω μέν, κερδανῶ δὲ ὅμως αὐτό γε τὸ περὶ τῶν τοιούτων συμβεβουλευκέναι.
Or
.

35

.

3

Μικρὸν δέ τις ὑμῶν ἀποκρινάσθω μοι· τίς ὑμῖν προσηγορία κοιν; φαίητ’ ἄν· οἱ πολι‐ τευόμενοι. τί τοίνυν ἔργον ταυτησὶ τῆς προσηγο‐ ρίας; γνώμῃ λειτουργῆσαι καὶ λόγοις εἰσηγήσασθαι τὸ
5δέον, κωλύσαι τὰ βλαβερά, τοῖς μὲν συνειπεῖν, τοῖς δὲ ἀπαντῆσαι, ἀκολουθῆσαι μὲν εὖ φρονοῦσιν ἄρχουσι, μαχέσασθαι δὲ τὸ λυσιτελοῦν οὐχ ὁρῶσιν, ἀντιστῆσαι ταῖς ἀπὸ τοῦ θρόνου φωναῖς τὰς ἀπὸ τοῦ βουλεύειν, τὸ φοβεῖν μᾶλλον ἢ δεδιέναι ἐκ ῥητορείας ἔχειν.
Or
.

35

.

4

ταῦτ’ ἔστιν ὁ πολιτευόμενος, οὐ ξύλα καὶ κάμινοι καὶ ἵπποι καὶ ἀθληταὶ καὶ ἄρκτοι καὶ κυνηγέται. καλὰ μὲν γὰρ καὶ ταῦτα τὰ ἀναλώματα καὶ φέροντα τιμὴν μὲν τῇ πόλει, δόξαν δὲ τῷ δαπανωμένῳ, ἀλλ’ οὔπω
5τοῦτ’ ἔστι πολιτεύεσθαι, ἀλλ’ εἴδη μὲν οἶμαι λειτουρ‐ γιῶν, ἕτερον δὲ ὁ πολιτευόμενος, οἷον ἔλεγον ἀρτίως. κἂν δεκάκις τούτων τις ἕκαστον πρὸς τὴν ἑαυτοῦ
ποιῇ, φιλοτιμία μὲν καὶ μεγαλοψυχία καὶ λαμπρότης ταῦτ’ ἂν εἴη, πόρρω δέ γε τοῦ τῆς πολιτείας χρήμα‐
10τος. δῆλον δὲ ἐκεῖθεν.
Or
.

35

.

5

πολλοὶ πατέρες καί, νὴ Δία γε, καὶ μητέρες τῶν ἀνδρῶν αὐταῖς οἰχομέ‐ νων ἤγαγον ἐπὶ τὰς τοιαύτας δαπάνας τὰ μὲν ἄρτι γάλακτος ἀπηλλαγμένα παιδία, τὰ δὲ οὔπω. τούτοις
5οὖν ἐκείνης μεταδώσει τις τῆς προσηγορίας; οὐδείς, πλὴν εἰ παραπαίοι γε. πῶς γὰρ ἂν ὅ γε μηδ’ ὅτι λειτουργεῖ δυνάμενος εἰδέναι τὸ τοῦ πολιτευομένου πράξειε; πῶς δ’ οὐ πράττων τῷ τῆς πράξεως ἂν ὀνό‐ ματι καλοῖτο; καὶ ὑμεῖς τοίνυν, ὥσπερ ἐκεῖνο τὸ παι‐
10δίον, λελειτουργήκατε μέν, πολιτεύεσθε δ’ οὔ.
Or
.

35

.

6

Καὶ τοῦτο πάλαι μὲν ἤκουον τῶν ἐμοί τε ἐπι‐ χαιρόντων καὶ ὑμῶν καταγελώντων καὶ οὐκ ἠπίστουν, ᾔδειν γὰρ ὑμῶν ἐν πολλοῖς χώροις τὰς γλώττας, νῦν δὲ δὴ καὶ σαφέστερον ἔγνων τὴν ἐμαυτοῦ συμφοράν.
5εἰσῆλθον μὲν γὰρ τὸν ἄρχοντα προσερῶν, ὡς οὐκ ἔδει, παρῆν δὲ ἡ βουλὴ πᾶσα. προὔκειτο δέ τι τῶν σπου‐ δαίων ἀπαιτοῦν λόγον καὶ ῥήτορας. τῶν δ’ ἄλλων ὃ δοκοῖ σφίσι λυσιτελεῖν λεγόντων ὑμεῖς ἐπολιτεύεσθε τῇ σιωπῇ τοσοῦτον συνεισφέροντες, ὁπόσον νεύματι τὸ
10λεγόμενον ἐπαινέσαι, μᾶλλον δὲ οἱ μὲν ἑωρῶντό τε ὑμῶν καὶ τοῦτ’ ἐποίουν, οἱ δ’ οὐδὲ τοῦτο, ἀλλὰ κρύ‐ ψαντες αὑτοὺς ὑπὸ τοῖς νώτοις ἐκείνων οὐδὲν οἰκετῶν
διέφερον εἰς δεσπότας βλεπόντων. ἐξιόντων δὲ ὑμῶν τοῖς μὲν ἐξ ὧν εἰρήκεσαν ὑπῆρχε μέγα φρονεῖν,
15ὑμῖν δ’ ἐκ τοῦ σεσιγηκέναι τεταπεινῶσθαι καὶ τοῖς γε ἀκολούθοις ἑκατέρων τοῖς μὲν ἐκείνων χαρά, τοῖς δ’ ὑμετέροις κατήφεια.
Or
.

35

.

7

τίνες δὴ καὶ δειπνοῦσιν ἦσαν ὑμῖν πρὸς τὰς μητέρας οἱ λόγοι; ψευδόμενοι μὲν γὰρ καὶ ἐκ λόγων ἥκειν αὐταῖς λέγοντες κατ’ αὐτὸ τοῦτο ἠδικεῖτε, σεσιωπηκέναι δὲ ὁμολογοῦντες τί
5ἄλλο ἢ στένειν ἐποιεῖτε δυστυχεῖς αὐτὰς ἀποφαίνοντες μητέρας καταρωμένας σφίσιν αὐταῖς ὕβριν καὶ λώβην καὶ ὀνείδη τεκούσαις. ταχύ γ’ ἂν ὑμᾶς αἰσχυνθείη χειροτέχνης, ταχύ γ’ ἂν ὑπουργήσειε κελεύουσι, ταχύ γ’ ἂν ἐλπίσειε δυσχερὲς αὑτῷ τι λυθήσεσθαι δι’ ὑμῶν,
10ὅταν ὑμεῖς ἄλλων δέησθε τῶν ὑπὲρ ὑμῶν ἐρούντων.
Or
.

35

.

8

πρὸς θεῶν, πότερον ἄμεινον, ἄγειν ἢ ἄγεσθαι, καὶ ἰσχύειν ἢ μὴ δύνασθαι, καὶ βοηθεῖν ἢ χρῄζειν τοῦ βοηθήσοντος, καὶ καλεῖσθαι μακάριον ἢ μακαρίζειν ἕτερον, καὶ ὠφελεῖν τὴν ἐνεγκοῦσαν ἢ μὴ οἷόν τε
5εἶναι; οὐκοῦν ἐν τοῖς εἰρημένοις τούτοις τὰ δεύτερα μὲν ὑμέτερα, τὰ πρότερα δὲ ἄλλων; οἳ φοβεῖν δύναν‐ ται τοὺς τῶν ἀρχόντων ὑπηρέτας, οὓς ὑμεῖς δεδοίκατε. καὶ ἔστιν αὐτοῖς ῥᾴδιον λυπῆσαι βλέμματι, λυπῆσαι ῥήματι, λυπῆσαι χειρί, λαβέσθαι μετ’ ὀργῆς, στῆσαι
10καὶ μὴ βουλόμενον, ἀποδῦσαι καί πού τι καὶ πλέον.
πόθεν οὖν τοὺς μὲν ὑπέρχονται καὶ θεραπεύουσιν, ὑμᾶς δὲ ἐλαύνουσιν; ὅτι τῶν μὲν αἰδοῦνται τὴν δόξαν ἣν ἀπὸ τοῦ λέγειν ἔχουσιν, ἐν ἀδόξοις δὲ ὑμᾶς ἐκ τοῦ σιωπᾶν εὑρίσκουσιν οὐκ ἀγνοοῦντες μὲν ὑμῶν ἃ
15καὶ λειτουργεῖτε καὶ λελειτουργήκατε, τῷ νόμῳ δὲ καὶ ταῖς ἀνάγκαις ταῦτα λογιζόμενοι, τὰς ψυχὰς δὲ ὑμῶν οὐκ ἔχοντες θαυμάσαι.
Or
.

35

.

9

Εἰ μὲν οὖν ἦτε πολῖται πόλεως ἀπ’ ἄλλου του τῶν νομιζομένων ἀγαθῶν εἰς ὄνομα ἡκούσης, ἀλλ’ οὐ τῆς δεινότητος τῶν πολιτευομένων, ἦν μὲν ἂν καὶ οὕτω καλὸν ἀμείνους γενέσθαι πατέρων καὶ
5ἔχειν γε καὶ αὐτοὺς εἰπεῖν τὸ τοῦ Σθενέλου, τάχα δ’ ἄν τις ἦν ὑμῖν οὐ κτησαμένοις τοῦτο ἀπολογία· νῦν δὲ τοῦτ’ ἂν εὕροι τις, ὅτι μάλιστα ἡ πόλις ἡμῖν ἐξέ‐ λαμψε τῇ περὶ τὸ λέγειν τῆς βουλῆς ἐπιστήμῃ, δι’ ἣν καὶ τοῖς παιδεύουσιν οὐ μικρὸς ἐν ταῖς ἐπιδείξεσιν ὁ
10χρόνος. δεινὸν οὖν μὴ καὶ τούτου φαίνεσθαι κληρο‐ νόμους, ἀλλ’ ἐν τῷ ὑμετέρῳ βίῳ διαφθαρῆναι τῇ πό‐ λει τὴν δόξαν. ἢ τὸ μὲν τεῖχος αὐτῆς εἰ περιῃρεῖτε, δίκην ἂν ὠφείλετε, τῶν δ’ ἀπὸ τοῦ λέγειν γιγνομένων ἀποστεροῦντες τιμῶν ἄξιόν τι ποιεῖτε;
Or
.

35

.

10

ἐγὼ χαίρω μὲν θαυμαζομένου Φασγανίου καὶ οὐχ ἧττόν γε ἢ αὐ‐ τὸς ἐγκωμιαζόμενος, ἐβουλόμην δ’ ἂν μετ’ ἐκείνου καὶ ὑμᾶς, ἐπεὶ καὶ τῇ πόλει κέρδος ἂν ἦν οὐ τὸ νῦν λε‐
5γόμενον λέγεσθαι τὸ οὐδεὶς ἐκείνῳ προσόμοιος, ἀλλ’ ὅτι πολλοὶ παραπλήσιοι. καὶ τὸν Ἀργύριον δὲ καὶ τὸν Εὔβουλον ὡς ῥήτορας ἀγαθοὺς ὑμνου‐ μένους ἴσμεν, ἐγὼ δὲ καὶ ἄλλους προσθείην ἂν ἐκεί‐ νων μὲν ὑστέρους, ὑμῶν δὲ βελτίους.
Or
.

35

.

11

ὅταν οὖν ἀκούητε λεγόντων, ὡς οἱ μὲν ἦσαν πύργοι τῆς πόλεως, ὑμεῖς δὲ προδόται, καὶ οἱ μὲν αὐτὴν ἐποίουν εὐδαί‐ μονα, ὑμεῖς δὲ ἀθλίαν, καὶ ὡς ἦν ποτε ἡ βουλὴ μέγα,
5νῦν δ’ ὀλίγον μὲν αὐτῆς οὐ τέθνηκε, τὸ πλέον δὲ οἴχεται, πῶς ἅπτεσθε σιτίων; πῶς δὲ ἀξιοῦτε ζῆν; πῶς δὲ οὐκ εὔχεσθε τὴν γῆν ὑμῖν χανεῖν; τοῦτο γάρ, τοῦτό ἐστιν ἐφ’ ᾧ τις ἂν μάλιστα ἀλγήσειεν, ὅτι δυστυχοῦντες οὐκ αἰσθάνεσθε, ἀλλὰ σὺν ἡδονῇ ζῆτε
10καὶ γελᾶτε πρός τε ἀλλήλους καὶ τοὺς ἄλλους καὶ ἐν‐ τυγχάνετε τοῖς ἀνθρώποις ἀναπεπταμένοις ὄμμασιν ὡς ἐν οὐδενὶ καθεστηκότες κακῷ.
Or
.

35

.

12

Καίτοι τί δεινότερον τῆς ἀφωνίας ταύτης; περὶ ἧς τίς ἂν ὑμῖν εἴη δικαία πρόφασις; τοῖς μὲν γὰρ αὖ
γονεῦσιν οὐκ ἂν ἔχοιτε ἐγκαλέσαι, ὡς οὐ παρέδοσάν τε ὑμᾶς παρ’ ὧν ἦν τι μαθεῖν καὶ ἀνηλώκασι τὰ εἰω‐
5θότα βιβλία τε ὠνούμενοι καὶ μισθὸν τελοῦντες, οὐ τοίνυν οὐδ’ ἡμῖν [ἢ] ὡς οὐκ ἐπισταμένοις. μαρτυ‐ ροῦσι δὲ τούτῳ τῷ λόγῳ πολλαὶ πόλεις ἐν πολλοῖς ἔθνεσιν, ἐν αἷς οἱ παρ’ ἐμὲ πεφοιτηκότες ἔχουσιν ἐκ τοῦ λέγειν τὸ κρατεῖν. καὶ εἰ μὴ μακροῦ τε πρὸς
10τοῦτο ἔδει λόγου καὶ ἅμα ἦν ἐπαχθές, κατέλεξα ἄν.
Or
.

35

.

13

τούτων τοίνυν ἐν μὲν τοῖς διδασκαλείοις οὐδὲν ἐγένεσθε χείρους, αἵ τε γὰρ φύσεις ὑμῖν οἷαι δέξασθαι 〈τὰ〉 τῆς τέχνης πόνου τε οὐκ ὀλίγον τι προσῆν, ὁ δ’ ἐπὶ τούτῳ χρόνος οὐχ ὅμοιος, ἀλλ’ ἐκείνοις μὲν ἐφυ‐
5λάχθη τὸ κτηθέν, ὑμῖν δὲ διερρύη. τὸ δὲ αἴτιον, οἱ μὲν ἅπτονται συγγραμμάτων, ὑμεῖς δὲ ἑρπετῶν μᾶλλον ἂν ἢ τούτων, καὶ οἱ μὲν οὐκ ἐποιήσαντο πρὸ αὐτῶν τὰς τῶν ἵππων ἁμίλλας, ὑμῖν δὲ τοῦ βίου κέρ‐ δος αὗται, καὶ πάντων ἀμελήσαντες τῶν ἄλλων ὅπως
10ὁ δεῖνα τοῦ δεῖνος ἡνίοχος περιέσται σκοπεῖτε. καὶ ὁ τοῦτο ἐπαγγελλόμενος γόης τῶν θεῶν αὐτῶν τιμιώ‐ τερος καὶ τῶν γε θεατῶν οἱ τὸν ἱππόδρομον γεωρ‐
γοῦντες, οἷς ἐντεῦθεν ἀργύριον, εἰπεῖν τέ τι τοῖς κέλησιν ἄνωθεν καὶ δι’ ἐκείνων τοῖς ἐπὶ τῶν ἁρμά‐
15των. τούτους τοίνυν ὑμεῖς μακαρίζετε, ζηλοῦτε, μιμεῖ‐ σθε· τούτοις ἐοικέναι βούλεσθε μᾶλλον ἢ τοῖς πατράσι. καὶ νὴ Δία γ’ ἐοίκατε. εἰσὶ δὲ οἳ πολλοὺς αὐτῶν ἐν τοῖς αὐτῶν ἐκείνων νενικήκατε καὶ φιλοτιμεῖσθέ γε τῇ νίκῃ ταύτῃ μᾶλλον ἢ οἱ τοὺς στεφάνους ἐξ Ὀλυμπίας
20ἀναιρούμενοι.
Or
.

35

.

14

τὸ δ’ οὐχ ἥκιστα πρὸς τοῦθ’ ὑμᾶς ἠχὸς ἐκεῖνό ἐστιν, ὅτι πολλοὶ μὲν τῶν νέων εἰς ταύ‐ την τὴν λειτουργίαν κατέστησαν, πεπρακότες δὲ ἵππους οὓς ἦσαν ἐωνημένοι, τοῦ λειτουργεῖν μὲν ἀπηλλάγη‐
5σαν, ἐν δὲ ταῖς σπουδαῖς ταῖς τε ὑπὲρ τούτων καὶ τῶν ἡνιόχων οἷς ἡνίκα ἐλειτούργουν ἔχαιρον, ἔμειναν. καίτοι πέρας ἐχούσης τῆς δαπάνης τί μὴ καὶ τὸ τού‐ τοις προσέχειν πέπαυται, ἀλλ’ ἀθάνατον προέρχεται τὸ κακόν; καὶ τὰς βελτίους καὶ χείρους ἡμέρας τούτῳ
10κρίνετε, ταῖς νίκαις καὶ ταῖς ἥτταις ἐκείνων, ὑμετέρας δὲ νίκας μὲν οὐκ ἂν ἔχοιτε εἰπεῖν οὐδαμοῦ, ταῖς δ’ ἥτταις οὐκ ἄχθεσθε· τοσαύτη τις ἡ τοῦ νικᾶσθαι γέγονεν ὑμῖν συνήθεια.
Or
.

35

.

15

Ἆρ’ οὖν ὠλιγώρησα νοσούντων καὶ οὐκ ἐμι‐ μησάμην τοὺς ἰατροὺς οὐδὲ τὰ τῶν ἀλγούντων ἐποί‐
ησα, ἀλλ’ ὅσον καταράσασθαι, τοσοῦτον φθεγξά‐ μενος ἀπῆλθον; καὶ τίνα παρέλιπον ἡμέραν ἐν ᾗ μὴ
5τὰ τοῦ νουθετοῦντος διῆλθον; ὦ φίλτατοι, νήψατε, παύσασθε μεθύοντες, ἐπανέλθετε πρὸς νοῦν. μανία ταῦτα ἔστιν. ἐν ὑμῶν αὐτῶν γένεσθε. φείσασθε μὲν ὑμῶν αὐτῶν, φείσασθε δὲ ἐμο. γένεσθε κατὰ τὰς γλώττας τῶν οἰκετῶν βελ‐
10τίους· ὡς νῦν γε τύχῃ μόνον ἐστὲ βελτίους. εἰ δ’ ἐπισταίη τις ὑμῖν τε κἀκείνοις γυμνοῖς λαλοῦσιν ἄλλο εἰδὼς τῶν περὶ ὑμᾶς οὐδέν, οὐκ ἄν μοι νομίσαι δοκεῖ δίκαιον εἶναι τοὺς ἑτέρους τῶν ἑτέρων κρατεῖν.
Or
.

35

.

16

οὐκ ἀεὶ παρ’ ἐμοῦ ταῦτά τε καὶ τὰ τοιαῦτα; οὐχ ὁρώμενος πόρρω‐ θεν ταῦτ’ ἐρεῖν προσεδοκώμην; οὐχ ἡ προσδοκία τού‐ των δρασμὸν ὑμῶν πολλάκις ἐποίησεν; οὐκ ἐδεήθην
5ὑμῶν παύσασθαι μισοῦντας τὸν Δημοσθένην; οὐκ ἐν τοῖς ἁμαρτανομένοις ὑμῖν τῶν ῥημάτων βαρὺς ἦν ἐπανορθῶν; οὐ μετὰ ῥᾳστώνης ἐπηγγειλάμην τὴν περὶ πολλὰ τῶν πλημμελουμένων ἴασιν; ὑμῖν δὲ καὶ τοῦτο ἐπίπονον ἐδόκει. ἀλλ’ εἰ καὶ μὴ πρότερον, νῦν γε, ὦ
10βέλτιστοι, βεβαιώσατε τοὔνομα τοῖς ἔργοις καὶ γένεσθε ὃ δὴ κέκλησθε, πολιτευόμενοι.
Or
.

35

.

17

Πῶς οὖν τοῦτο ἔσται; ἂν δυνηθῆτε λέγειν. πῶς οὖν τοῦτο δυνήσεσθε; ἂν μὴ φεύγητε τὰ βιβλία
μηδ’ ἡδίω νομίζητε τούτων ἃ νῦν 〈δὴ〉 διῆλθον. οἷς προσθείη τις ἂν κύβους τε καὶ τὴν περὶ θεοὺς ἐν‐
5ταῦθα ἀσέβειαν. ἴστε γὰρ ὡς οὐδενὸς ὅ γε ἡττώ‐ μενος ἀπέχεται ῥήματος καὶ ἔστιν ἡδύς τε καὶ ἀστεῖος ἀσεβῶν. ἐᾶτε μὲν χαίρειν ὀρχηστάς, ἐᾶτε δὲ ἡνιόχους. χωρεῖτε δὲ παρὰ τοὺς παλαιοὺς ῥήτορας καὶ τὰς γλώττας ἐκκαθαίρετε καὶ τάχα τις ὑμᾶς ὄψεται λέγον‐
10τας, οὐ σιωπῶντας.
Or
.

35

.

18

εἰ δ’ οὐκ ἔστιν ὑμῖν ὅλως ἀποστῆναι τῶν παιδικῶν ἐκείνων, συμφορὰ μὲν ἀγα‐ πᾶν τὰ ζημιοῦντα, ὑμεῖς δὲ ἴσον ἑκατέρῳ νέμετε, τῷ τε χείρονι τῷ τε βελτίονι. καίτοι ποῦ τοῦτο δίκαιον;
5ἀλλ’ ὅμως δίδωμι. δεδείπνηκας. μὴ διάτριβε τῇ μνήμῃ περὶ τοὺς ἡνιόχους ἐρίζων πρὸς τὸν οἰκέτην, ἢν μηδεὶς ἄλλος παρῇ, ἀλλ’ αἰτησάμενος βιβλίον θήξας τὴν γλῶτταν κάθευδε κἀν ταῖς μακροτέραις τῶν νυ‐ κτῶν ᾆδε μετὰ τῶν ἀλεκτρυόνων εἰς ἀγοράν τε ἐλθών,
10ἢν τὰ πράγματα παρέχῃ, μὴ νόμιζε αἰσχύνην ὀφλήσειν, ἢν ὀφθῇς ἐκ βιβλίου τι λαμβάνων.
Or
.

35

.

19

ταῦτά σοι καλὸν ποιήσει τὸ στόμα, ταῦτα ῥέον δείξει, ταῦτα ταχεῖάν τε ἀπεργάσεταί σοι τὴν γλῶτταν καὶ ἅμα αἰ‐ τίας κρείττονα, ἀπὸ ταύτης οἰκοδομήσεις λαμπρότερον
5καὶ γεωργήσεις κάλλιον καὶ πλειόνων ἐπίπλων ἔσῃ δεσπότης καὶ τοὺς ἐμοῦ τε καὶ σοῦ κατηγοροῦντας ἐπιστομιεῖς, ὡς οὐ μεταβάλλων γέ τι τῶν νῦν ἐν ἀδυ‐
ναμίᾳ βιώσῃ.
Or
.

35

.

20

Τάχ’ ἂν οὖν τίς με ἔροιτο· τί δ’; ἅπαντές εἰσιν οἱ τῇδε τοιοῦτοι; λέγει δὲ οὐδεὶς τῶν σοὶ πεπλησιακότων οὐδέ γε πολιτεύεται; ἐγὼ δὲ τοῦτο μὲν οὐκ ἂν φαίην οὐδ’ ἂν μαχεσαίμην τοῖς
5οὕτω φανεροῖς, ἐκεῖνο δέ, ὅτι ὀλίγοι μὲν οὗτοι, πολλοὶ δὲ ἐκεῖνοι. οἱ μὲν δύο ἢ τρεῖς, οἱ δὲ δεκάκις τοσοῦ‐ τοι. ἔδει δέ, εἴπερ ἄρα καὶ τοῦτο ἔδει, τρεῖς μὲν εἶναι τοὺς οὐ λέγοντας, πολλάκις δὲ τοσούτους τοὺς λέγοντας. οὐδὲ γὰρ ἀγρὸν ἐπαινέσαιμ’ ἄν, οὗ τὸ πλέον
10ἀργόν, οὐδὲ παιδοτρίβης εὐδόκιμος, ὅτῳ τρεῖς μὲν ἐπίστανται παλαίειν, τὸ δ’ ἄλλο πᾶν ἄλλως ἀριθμός. λόχον δὲ καθίσαι τις ἂν ἀνδρῶν εἴκοσιν ἢ καὶ πλειό‐ νων, ἐν ᾧ πλὴν τριῶν δειλοὶ πάντες πάσχοντες οἷά φησι τοὺς κακοὺς ἐν ταῖς ἐνέδραις Ὅμηρος;
Or
.

35

.

21

οὐκ ἀρκεῖ τοίνυν οὔτ’ ἐμοὶ οὔτε τῇ πόλει τὸ τρεῖς λέγειν, ἀλλὰ πάντας ὅσοι μετέσχον τῶν ἱερῶν. αὐτοὺς δὲ τούτους, πρὸς Διός, τοὺς τρεῖς καὶ αὑτοῖς
5καὶ τῇ πόλει χρησιμωτέρους ὑμῶν ὁμολογεῖτε εἶναι ἢ οὔ; εἰ μὲν γὰρ οὔ φατε, μαίνεσθε, εἰ δὲ συγχωρεῖτε, τί οὐκ ἐγκαλύπτεσθε; εἰ δ’ οὐ δύνασθε ταὐτὸν ἐκεί‐ νοις ποιεῖν, ὑμᾶς αὐτοὺς ἀπεστερήκατε. ἢ οὐ τοῖς
αὐτοῖς ἅπαντες ἐπαιδεύεσθε νόμοις, ἐν ταὐτῷ γυμνα‐
10σίῳ, τὴν αὐτὴν ὁδὸν ἰόντες, τῆς αὐτῆς φωνῆς ἀκού‐ οντες, τῶν αὐτῶν ἰχνῶν ἐχόμενοι; πόθεν οὖν οὐκ ἴσοι πάντες οὐδὲ παραπλήσιοι, εἶπον καὶ διελέχθην. παρ’ ὑμῶν οὖν ἔχοντες τῶν κατ’ ἐμοῦ λόγων ἀφορμὰς οἱ τοῦ κακῶς με λέγειν ἐπιθυμοῦντες κρύπτουσι τοὺς
15τρεῖς ἐκείνους τῷ πλήθει τῶν χειρόνων.
Or
.

35

.

22

Τὸ δὲ πάντων ἀλγεινότατον, ὅτι ὁ δεῖνα μὲν οὗ οὐκ ἂν εἴποιμι τοὔνομα, ῥήτωρ ἀξιοῖ νομίζεσθαι πάντα μᾶλλον μεμαθηκὼς ἢ λέγειν, οὐδὲ γὰρ ἐφοίτησε παρὰ τοιούτους διδασκάλους, ἀλλ’ ὅμως οὐκ ἂν ἐξελ‐
5θεῖν ἀνάσχοιτο πρὶν εἰπεῖν τι πρὸς τὸν δικαστὴν ἢ πλέον ἢ ἔλαττον, ὑμεῖς δὲ οἱ τὰς δέλτους ἐν παισὶ πολλάκις ἑκάστου μηνὸς τῶν ῥητορικῇ προσηκόντων γραμμάτων ἐμπεπληκότες ἀπέρχεσθε τοσοῦτον τῶν ἐν ταῖς γραφαῖς διενεγκόντες ὅσον βαδίζετε καὶ βλέπετε
10καὶ ἀναπνεῖτε, τὰ δὲ τῆς ἀφωνίας ἴσα.
Or
.

35

.

23

Τοῖς γὰρ πρεσβυτέροις, νὴ Δία, παρα‐ χωρητέον. πάνυ γε τοῦ πρώτους εἰπεῖν. ὑμεῖς δ’ αὐτοῖς παρέχετε τὸ μόνους. οὐ γὰρ ἐπ’ ἐκείνοις ἀξι‐ οῦτε λέγειν, ἀλλ’ οὐδὲ λέγειν ὅλως. ἔστι δὲ ἐκεῖνο
5μὲν τιμώντων ἐκείνους, τοῦτο δὲ αὑτοὺς καταισχυ‐ νόντων. οἱ δ’ οὐδ’ αὐτοὶ τούτῳ γ’ ἂν ἠξίωσαν τιμᾶ‐ σθαι. καίτοι καὶ πρὸ ἐκείνων ἔστιν οὗ λέγειν οἰόμενοι δεῖν εἴχετ’ ἂν εἰς παράδειγμα ἱκανὸν καταφεύγειν, τὸν
Δημοσθένην, ὃς αὐτὸς ὁμολογεῖ πρότερος ἐκεί‐
10νων μεθ’ οὓς εἰώθει λέγειν, ἀνεστηκέναι.
Or
.

35

.

24

ἔτι τοίνυν οἱ νῦν πρεσβύτεροι ἦν ὅτε ἦσαν ἑτέρων νεώ‐ τεροι καὶ πλείονί γε ἐκείνων ἢ ὅσον ὑμεῖς τούτων νεώτεροι. ἔρεσθε οὖν αὐτούς, εἰ τὸ ὑμῶν ἐποίουν
5καὶ οὔτε ἔλεγον οὔτε ἀντέλεγον οὔτε προεπήδων. καὶ τάχα εὑρήσετε πάντα ταῦτα πεποιηκότας καὶ τούτοις βλαβέντας μὲν οὐδέν, κερδάναντας δὲ τὰ μέγιστα, ὃ καὶ τοὺς εἰωθότας κρατεῖν τεθορύβηκεν. οἶδα δὲ οὐδὲ τοῖς τρισὶ τούτοις οἳ τὰ τῶν πάλαι νεωτέρων μιμοῦν‐
10ται νῦν πρὸς αὐτοὺς γεγηρακότας, αἰσχύνην τοῦτ’ ἐνεγκὸν καὶ ψόγον, ἀλλὰ δόξαν τε καὶ ἐπαίνους καὶ τὸ τῆς ἐκείνων δυνάμεως εἶναι μὴ πόρρω.
Or
.

35

.

25

Παύσασθ’ οὖν εἰς αἰδῶ τε καὶ ἐπιείκειαν τοῦτο ἀναφέροντες ὃ τῷ μὴ δύνασθαι λέγειν γίγνεται, ἐπεὶ πολλάκις γε ἀνδρός τινος ἀπόντος ἀνάγκης ὑμᾶς κατα‐ λαβούσης λέγειν ἠξιώσατε καλεῖν ἐκεῖνον ὡς οὐκ
5ἔχοντες ὅ τι ἂν καὶ λέγοιτε. τί οὖν; ἂν ἐκεῖνος τε‐ λευτήσῃ τὸν βίον, τί δράσετε; πρεσβείας ὡς τὸν Πλού‐ τωνα δεήσεσθε πέμψαι δεῦρο τὸν ἄνδρα δεησομένης, ὅπως γένοιντο περὶ τῶν πραγμάτων λόγοι. οὐ γὰρ δὴ τῷ ’κείνου γε θανάτῳ γενήσεσθε ῥήτορες. οὐκοῦν
10ζῶντος ἄμεινον ἅψασθαι τοῦ λέγειν κτησομένους δύ‐ ναμιν ἢ τεθνεῶτος ἐπιχειρεῖν, εἶτ’ ἀποροῦντας ἀσχη‐ μονεῖν. εἰ δὴ τὸ μὲν δύνασθαι λέγειν ἀναγκαῖον,
τοῦτο δὲ δεῖται βιβλίων, βιβλίοις ὁμιλητέον ὑμῖν.
Or
.

35

.

26

Ἀλλ’ ἡδὺ τὸ μὴ πονεῖν, ὃ δέ γε φῂς αὐ‐ τός, ἀπαιτεῖ πόνον. καὶ τί δεινὸν ἀποστάντας ἡδο‐ νῆς βλαβερᾶς χρήσασθαι πόνοις συμφέρουσιν; εἰ δὲ τὸ τέλος τοῦ τέλους βέλτιον, βελτίων τῆς ἡδονῆς ὁ
5πόνος. ἡδὺ μὲν τοῖς γεωργοῖς ἀργεῖν, ἀλλ’ ἀνάγκη πεινῆν. διὰ τοῦτο ἀροῦσι καὶ σπείρουσι πο‐ νοῦντες, ὅπως μὴ τοῦτο πάθοιεν. ἔνι πόνος ἐν τῷ πλεῖν καί, νὴ Δία γε, καὶ κίνδυνοι. ἀλλὰ τὸ προσ‐ θεῖναι τοῖς οὖσιν ἥδιον ἢ τὸ μηδὲ ἐπιβῆναι τοῦ
10σκάφους. εἰ ταῦτα πύκτης ἐλογίζετο, πότ’ ἂν ἠνέγκατο στέφανον; ἡδὺ ζῆν ἔξω λόγων. ἡ δ’ ἐν δικαστηρίοις σιωπὴ λύπην οὐκ ἔχει; ἀηδὲς συγγράμμασι δοῦναι τὰ ὄμματα. ὁ δὲ ἐντεῦθεν τόκος οὐχ ἥδιστον;
Or
.

35

.

27

οὕτω τὰ μὲν ἡδέα ἡμῖν εἰς ἀηδίαν τελευτᾷ, τὰ δὲ ἀηδῆ δοκοῦντα εἰς ἡδονήν, ἡδονὴν ἣ μόνη πρέπουσά ἐστιν ἀνδρί γε ὡς ἀληθῶς, ἣν ἔξεστι καλὴν προσειπεῖν. τί
5γὰρ εἴποι τις ἂν κάλλιον ἢ εἰ καθ’ ἅπασαν τὴν πόλιν λόγος εἴη περὶ λόγους ῥηθέντας καλῶς; οὕτω μὲν ἂν καὶ ἀλλήλοις ἐγώ τε καὶ ὑμεῖς ἡδέως συνείημεν, ἐγὼ μὲν εἰληφὼς χάριν, ὑμεῖς δὲ δεδωκότες, ὡς νῦν γε δυσχεραίνομεν ἀλλήλους, ὑμεῖς μὲν ἐμὲ τὸν ὑφ’ ὑμῶν
10ἀδικούμενον, ἐγὼ δὲ ὑμᾶς τοὺς ἀδικοῦντας ἐμέ.
Or
.

35

.

28

Γένεσθε δὴ μεγάλοι καὶ ἰσχυροὶ καὶ λαμπροὶ καὶ τοὺς ἐν ταῖς ἄλλαις πόλεσιν ἡλικιώτας ὑμῶν αἰδέσθητε τούς τε νῦν λαγὼς ὑμᾶς ὀνομάζοντας ἄλλο τι κάλλιον καλεῖν ἀναγκάσατε. καὶ τάχα γ’ ἄν τις
5καιροῦ πρεσβείας ἥκοντος ἐφ’ ὑμᾶς ἔλθοι τοὺς μὲν πρεσβυτέρους ἀφιεὶς ὡς ἄν τινος δεομένους ἀναπαύ‐ σεως, ὑμῶν δέ τινας ἰέναι γράφων ὡς εἰσοίσοντας ἀπὸ τῆς γνώμης ὁπόσα ἂν ἐκεῖνοι. τοῦτο μᾶλλον ἀγορῶν ἁπασῶν καὶ στοῶν κοσμήσειεν ἂν τὴν πόλιν.
10τοῦθ’ ὑμᾶς μᾶλλον ἢ πάντες μὲν ἀθληταὶ τέρψει, οἶμαι, πάντες δὲ κυνηγέται, πάντες δὲ ἡνίοχοι. τοῦτ’ ἐμοὶ τὰς πολλὰς τὰς νῦν ἀθυμίας ἐκβαλεῖ τῆς ψυχῆς. τοῦτο μόνον ἄν μοι γένοιτο πρὸς τὰ παρόντα φάρ‐
μακον.
Or
.

36

t

ΠΕΡΙ ΤΩΝ ΦΑΡΜΑΚΩΝ.
Or
.

36

.

1

Ἡ μὲν μεγίστη μοι λύπη τὰ κατὰ τῆς ἐμῆς ψυχῆς τε καὶ σώματος ἀνθρώποις γόησι μεμηχανημένα τε καὶ τετελεσμένα, οὐ μικρὸν δὲ εἰς ἀθυμίαν οὐδὲ τὸ τῆς ἐπιβουλῆς ἐγνωσμένης καὶ πάσης ὡς εἰπεῖν τῆς
5πόλεως δεδεγμένης τὸν περὶ τοῦ κακουργήματος λόγον συντυγχάνειν μὲν ἡμῖν τινας οὐκ ὀλίγους εἶναι δο‐ κοῦντας φίλους, τούτων δὲ τοὺς μὲν μηδὲ ἀξιοῦν τι περὶ τοῦ πράγματος ἢ λέγειν ἢ ἀκούειν, τοὺς δ’ οὕτως ἀηδῶς, ὥστε ἐγγὺς ἐκείνων εἶναι.
Or
.

36

.

2

καίτοι δίκαιόν γε ἦν αὐτούς, εἴ γε λέγειν βουλομένους ἐπεῖχον, τοῦτό γε ἀπειθεῖν μοι καὶ κεχρῆσθαι πᾶσιν οἷς περὶ τοιοῦτον ἄξιον. ἀλλ’ οὗτοι μὲν αὑτοῖς ἀκο‐
5λουθοῦσιν, ὦ νέοι, τοιοῦτοι δεικνύμενοι, ὑμᾶς δ’ ἄν τις εἰκότως ἐπαινέσειε καὶ τῆς ὀργῆς ἣν ἐπὶ τοῖς πε‐ πραγμένοις ἐσχήκατε, καὶ τοῦ χαλεπαίνειν, ὅτι μὴ τὸν δεδρακότα ἴστε. δοκεῖτε γάρ μοι μηδ’ ἂν δικαστήριον ἀναμεῖναι καὶ κρίσιν, ἀλλ’ ἀντὶ γραφῆς ταῖς χερσὶν
10ἅπαντες χρήσασθαι.
Or
.

36

.

3

οὐκ ἔχων δὲ ἀποσείσασθαι τὰ δεσμὰ καὶ κατὰ τοῦτο στένων καὶ τὸ τεθνάναι πρὸ τοῦ ζῆν ποιούμενος δέδοικα ἐκεῖνο μὴ τῶν ὕστερόν τινες ἐσομένων ἀνθρώπων, τῶν μὲν γὰρ νῦν οὐδένα
5τἀμὰ ἀγνοεῖν ὑπολαμβάνω, γόητας καὶ φάρμακα καὶ χαμαιλέοντας ἀκούοντες τιμωρουμένων ἀνθ’ ὧν ἔπαθον ὑπ’ ἐμοῦ νομίσωσι ταῦτα ἀνθρώπων εἶναι παραβαι‐ νόντων μὲν νόμους, εἰκὸς δέ τι παθόντων ὑπὲρ αὑτῶν ἀγανακτούντων. δεῖ δή με διαλεχθῆναι περὶ ἐμαυτοῦ
10καὶ ὅστις ἐγὼ πρὸς ἕκαστον τῶν ἐθνῶν τῶν ἐν τῇ πόλει. οὕτω γὰρ ἂν φανείην οὐ δίκην δεδω‐ κώς, ἀλλ’ ἠδικημένος.
Or
.

36

.

4

Ἐν τίσι δή με προσήκει ζητῆσαι τὸν τοῦτο ἐρ‐ γασάμενον; ἐν τοῖς πολλοῖς καὶ τῷ δήμῳ καὶ οἷς ἦν ἐν ταῖς χερσὶν ὁ βίος; ἀλλ’ οὕτω γε προσενήνεγμαι
τούτοις, ὥστε τοῖς μὲν ἀμείνων πατρός, τοῖς δὲ παί‐
5δων, τοῖς δὲ ἀδελφῶν γεγένημαι ἡμερότητί τε τῇ καθ’ ἑκάστην ἡμέραν καὶ βοηθείαις πολλαῖς αἳ μεγάλους αὐτοῖς κινδύνους λελύκασιν. ὅσον τε ἦν ἐν ταῖς βα‐ ρείαις ταύταις εἰσπράξεσι βοῇ τε καὶ ἀγανακτήσει γενέσθαι, παρ’ ἐμοῦ γεγένηται πληγαί τε ἰσχυροτέρων
10εἰς ἀσθενεστέρους κεκώλυνται μισθωσαμένων τε ἀγνω‐ μοσύναι κατὰ τῶν αὑτοὺς μεμισθωκότων, ὥστ’ εἴ τῳ τούτων τι τοιοῦτον τετόλμηται κατὰ τῆς ἐμῆς κεφαλῆς, ἠδίκημαι.
Or
.

36

.

5

ἠδίκημαι δὲ καὶ εἰ τῶν τις ἐν τῷ βου‐ λεύειν ὄντων ἐπὶ τοῦτο ἧκε. τίς γὰρ τῶν ἁπάντων οὐκ οἶδεν, οἷά μοι παρὰ πάντα τὸν χρόνον ὑπὲρ τῆσδε τῆς βουλῆς τὰ μὲν εἴρηται, τὰ δὲ πέπρακται πρὸς
5τοὺς τὸ ἔθνος ἄγοντας, πρὸς τοὺς πλείοσιν ἔθνεσιν ἐφεστηκότας, πρὸς ὑπάρχων δυνάμεις, πρὸς αὐτοὺς τοὺς ἁπάντων κυρίους; τὸν συνεχῆ δὲ τοῦτον πόλεμον τίς ἀγνοεῖ πρὸς τοὺς ἐν ἀρχαῖς γεγενημένους ὑπὲρ τῆς βουλῆς πολεμούμενον; οἳ τά τε ἀγαθὰ τὰ αὐτῆς
10σφῶν αὐτῶν ἡγοῦνται κακά, τὰ κακὰ δὲ ἀγαθὰ καὶ γενόμενοι στρατόπεδον βάλλουσιν, ἅπτονται, κακῶς νῦν μὲν λέγουσι, νῦν δὲ ποιοῦσι. καίτοι τὰ πολλὰ τῶν ταύτης ἔχοντες, τὸ δὲ ὅπως, νῦν οὐ καιρὸς λέγειν, ὅτι μὴ πάντα, ἀγανακτοῦσιν.
Or
.

36

.

6

οὗτοι τί τῶν
πάντων οὐκ ἐκίνησαν τῶν μὲν ἀποστῆσαί με βουλό‐ μενοι, ποιῆσαι δὲ τῆς ἑαυτῶν μερίδος ἔξαρχον καὶ ἡγεμόνα καὶ πάντα τὰ τοιαῦτα ἔσεσθαι λέγοντες. καὶ
5ὃ δὴ πολλάκις εἰρήκασιν, οὐ σιωπήσομαι. προσετίθε‐ σαν γάρ, ὅτι δὴ καὶ προσκυνήσουσιν. οὐ μὴν ἐμέ γε ταῦτα λιπεῖν τὴν τάξιν ἀνέπεισεν, ἀλλ’ αἰδούμενος τοὺς ἐμαυτοῦ προγόνους μένειν δεῖν ἐπὶ τῶν αὐτῶν ᾠήθην τηρῶν μὲν τοῖς ἄρξασι τὰ παρὰ τοῦ νόμου καὶ
10τῶν δικαίων τιμῶν οὐκ ἀποστερῶν, εἶναι δὲ δίκαιος περὶ τὴν βουλὴν ἀξιῶν, ὥστε τί μοι τοιοῦτον ἐγκα‐ λεῖν οὐδ’ οὗτοι δύναιντ’ ἄν.
Or
.

36

.

7

οἶμαι δὲ οὐδ’ ἂν τῶν συνδίκων οὐδένα μοι μέμψασθαί τι τοιοῦτον, δι’ ὃ δικαίως ἂν ἐπὶ ταύτην ἦλθε τὴν δίκην. πρός τε γὰρ τοὺς ἄρχοντας ἀεὶ τὰ βελτίω περὶ αὐτῶν εἰρηκὼς φα‐
5νήσομαι καὶ ὅστις λέγοι κακῶς, ἐμαχεσάμην. γλώττῃ δὲ [οὐδενὸς] οὐδενὶ πώποτε ἐνεκάλεσα μὴ τηρεῖν τὸν νόμον τοῖς τε συνδίκων δεομένοις οὐδεπώποτε παρ‐ ῄνεσα τοὺς μὲν φυγεῖν, τοὺς δὲ αὑτῶν προβαλέσθαι, τοὺς μὲν οὐδὲν εἶναι λέγων, τοὺς δὲ πάντα δύνασθαι.
10ἐν δὲ ταῖς προσρήσεσιν εἴ μέ τις φθάσειεν, ἀδικεῖν ἡγούμην ἔν τε ταῖς ἀσθενείαις τὰ μὲν αὐτὸς ὡς αὐτοὺς ᾔειν, τὰ δ’ ἔπεμπον τοὺς εἰσομένους, οὗ τύχης αὐτοῖς εἴη τὰ σώματα.
Or
.

36

.

8

Εἶεν. ἀλλ’ ὑμῶν τινι τοῦτο ἠσεβήθη τῶν νέων;
εἰσὶ μέν τινες, οἷς ἀσελγῶς οὐκ ὀλίγα πέπρακται πρὸς ἐμὲ τὰ δεύτερα τῇ φύσει πρότερα ποιεῖν ἀξιοῦσιν. οὐ μὴν ἐζήτησά γε τούτου δίκην οὐδ’ ἔλαβον λαβὼν ἂν
5ῥᾳδίως, εἴπερ ἐβουλόμην, ἀλλ’ ἀφεὶς αὐτοὺς μαίνεσθαι τῆς μανίας ἠνειχόμην οὔτε αἰτιώμενος οὐκ εἰσιόντας οὔθ’ ὁπότε δόξειεν εἰσελθεῖν ἀπωθῶν, ὃ εἴτε εὐήθειαν εἴτε ἀναισθησίαν εἴτε φιλανθρωπίαν βούλεταί τις κα‐ λεῖν, οὐ διοίσομαι. οὐ τοίνυν οὔτε νοσοῦντας περιεῖ‐
10δον οὔτε εἰς ταραχὴν ἐμπεσόντας ὑπὸ τῶν ἡδέως τοῖς τηλικούτοις ἐπηρεαζόντων, οἷς ἡ τοῦ στρατιώτου προσ‐ ηγορία μέγα πρὸς ὕβριν ἐφόδιον. ἐν τοίνυν τούτοις ἐφρόντισα, προὐθυμήθην, ἤμυνα, ἐπήρκεσα, χειρὸς βαρείας ἐξειλόμην.
Or
.

36

.

9

τά γε μὴν περὶ μισθοῦ τίς τῶν ἁπάντων οὐκ ἐθαύμασε πλὴν τῶν διδασκάλων οἷς οὑμὸς νόμος ἐγένετο ζημία ταὐτὰ καὶ παρ’ ἐκείνοις τῶν νέων ἀξιούντων ἔχειν; τὰ δέ ἐστι τί; βουληθείς
5τις ἔδωκεν, οὐκ ἐθελήσας οὐκ ἔδωκε. καὶ πολλοστὸν δὴ μέρος οἱ βουλόμενοι, τὸ δ’ οὐκ ἐθέλον πολύ. ποιεῖ δὲ τὴν ἀτέλειαν τῷ πένητι μὲν ἡ πενία, τῷ πλου‐ τοῦντι δὲ ὁ πλοῦτος. ὅτῳ γὰρ ἔνι πολλά, φοιτῶν ἡγεῖται χαρίζεσθαι. οὐδ’ ἂν εἷς ἐφίκοιτο τῆς ἐμῆς
10εἰς ὑμᾶς κηδεμονίας καὶ δικαιοσύνης. ὥστ’ εἰ τοῦτο τὸ νῦν παρ’ ὑμῶν τισιν εὑρίσκεται, σαφέστατα ἀν‐ θρώπων ἠδίκημαι χρηστοῖς οὐ χρηστὰ κεκομισμένος.
Or
.

36

.

10

Ἔτι τοίνυν προσήκει με φανῆναι καὶ περὶ τοὺς διδασκάλους βέλτιστον γεγενημένον. οὐκοῦν ὁ μὲν Ἀσκαλωνίτης ἐκεῖνος ἥρπαζεν ἀεί τινα τούτων καὶ τοὺς μὲν εἰς φόβον καθίστη πληγῶν, τοὺς δὲ καὶ
5ἔπαιε. καὶ φανέντος εὐθὺς ἅπαντας ἔδει τῶν θρόνων ἀναπηδήσαντας δρόμῳ τε συρρεῖν ὡς αὐτὸν καὶ παρα‐ πέμπειν, καὶ τὴν ἐπὶ τοὺς θρόνους αὖθις ὁδὸν ἀπὸ τῶν ἐκείνου νευμάτων ἐλάμβανον, ἀντιβλέπειν δὲ οὐκ ἐξῆν, ἀλλὰ κύπτειν τε ἔδει καὶ τὴν ὑπεροχὴν εἰδέναι.
10ὥστ’ οὐδεὶς ἂν τηνικαῦτα ἑτέρῳ παρεκάθητο, ἀλλ’ ἔδει πάντα τοῦτον εἶναι τὸν χρόνον ἐκείνου τε καὶ τῶν παρ’ ἐκείνου. καὶ παραλείπω καινόν τινα φόρον νέων καὶ ὡς ὁ παῖς ᾧ πρὸς τοὺς ὁμιλητὰς ἐχρῆτο, τοῦτον εἰσέπραττε τὸν φόρον καὶ ὡς ἐν ταῖς ἐκδείαις ταύταις
15ἔτρεμον οἱ διδάσκαλοι.
Or
.

36

.

11

ὁ τοίνυν ἐκείνου τε‐ θνεῶτος ἐκδεξάμενος τὴν ἡγεμονίαν ἦν μὲν ἐκ Πα‐ λαιστίνης καὶ αὐτός, παρὸν δὲ τῶν αὐτῶν ἀπολαύειν οὐκ ἔσχε τῆς φύσεως, οἶμαι, τῶν ἴσων οὐκ ἐφικνου‐
5μένης. ὁ δὲ καὶ μέχρι τῶν ὀνομάτων ἠγνόει τοὺς
πλείονας καὶ τῶν ἄλλων ἀπαρτήσας αὑτὸν ἐν γωνίαις ἄλλοτε ἄλλαις συνῆν.
Or
.

36

.

12

ἐγὼ δὲ οὐδέτερον, ἀλλ’ ἔφυγον μὲν τὸ ζητεῖν, ὥσπερ ὁ πρότερος, κρατεῖν, ἦν δὲ οὐδὲν ἐοικὼς τῷ δευτέρῳ κατὰ τὴν φύσιν, ἀλλ’ ἀναμίγνυμαι μὲν ἅπασιν ἐν οὐδενὶ πλεονεκτεῖν οὐδενὸς ἀξιῶν, ἀλλ’
5ἀπ’ ἴσου τοῦ σχήματος συνδιατρίβων. γελᾶν δὲ ἔξεστι καὶ σκώπτειν καὶ παίζειν. καὶ τἀμὰ νῦν μὲν ἡγεῖται τῶν παρ’ ἐκείνων, νῦν δ’ ἕπεται. νέους δὲ παρ’ αὑτοῖς ἀκούων γύναια τρέφειν οὐκ ἐποίησα τὸ τῶν ἠδικημένων, ἀλλ’ ἴσον ἀπέσχον τοῦ τε ἀγανακτῆσαι
10καὶ τοῦ προσαιτῆσαι. τὴν δὲ τῶν πατρῴων πρᾶ‐ σιν οὐ θεραπεύσας ἑτέρᾳ κτήσει, πλουσίους δὲ ἐκ πενήτων τινὰς ἐκείνων ὁρῶν τοῖς μὲν συνήσθην τῆς τύχης, ἐμαυτῷ δὲ οὐ συνηχθέσθην.
Or
.

36

.

13

ἀλλ’ οὐδὲ θρα‐ συνομένων τινῶν καὶ τῇ τῶν ἀρχόντων φιλίᾳ πρὸς ὑπεροψίαν χρωμένων θυμοῦ τε ἐνεπλήσθην καὶ τιμω‐ ρίαν ἐζήτησα, ἀλλ’ ὡς μὲν οὐ δίκαια ταῦτα, ἠπιστάμην,
5φέρειν δὲ ὅμως ἠξίουν. ἄλλων δὲ ἄλλοις προστι‐ θεμένων παρ’ ἡμέραν νόμον κείμενον παραβαινόντων ᾔδειν μὲν τὴν ἀπὸ τοῦ πλήθους λύπην, ὡς δ’ ἂν ἄλυ‐ πος εἴην, ἡσύχαζον πρός τε καινότητα ἑτέραν ὥσπερ τις σιδηροῦς ἐκαρτέρησα. καὶ πλείοσι μὲν ἔχω λόγοις
10κἀνταῦθα δεικνύειν ἐμαυτόν, ἀρκεῖν δὲ ἡγοῦμαι καὶ
ταῦτα. οὕτω καὶ εἴ τις τούτων οἶδεν, ὅπως δεῦρο εἰσῆλθεν ἐκεῖνα τὰ φάρμακα, τήν γε τοῦ δίκην λαμ‐ βάνοντος οὐκ ἂν ἔχοι τάξιν.
Or
.

36

.

14

Ἐγὼ μὲν δὴ τοιοῦτος εἰς ἅπαντας, ᾤμην δὲ τούτων πεφηνότων κινήσεσθαι τὴν πόλιν κατὰ τὰ Ὁμήρου κύματα παρακαλούντων ἀλλήλους ἐπὶ ζήτησιν τοῦ πράγματος. καὶ γὰρ εἰ μὴ ῥᾴδιον εὑρεῖν, ἀλλὰ
5τό γε τῶν βουλομένων ἔδει γενέσθαι. νῦν δὲ τοσοῦ‐ τον ἀπέσχον τῆς τοιαύτης ὀργῆς καὶ τοῦ τὰ προσή‐ κοντα ἀποδοῦναι τοσούτῳ κακῷ, ὥστε μικρὸν τῶν καθευδόντων διήνεγκαν. οὐκοῦν οὐδὲ εἷς ἐξ ἁπάντων οὔτ’ ἐβόησεν οὔτε τὸν μηρὸν ἔπληξεν οὔτε τὴν χεῖρα
10ἦρεν εἰς οὐρανόν. καίτοι καλῶς γ’ ἂν εἶχεν αὐτοῖς καὶ ἁμαρτεῖν ἐνταῦθά τι καὶ τὰς χεῖρας ἐπὶ τοὺς πα‐ ραπίπτοντας ἀφεῖναι, κἂν εἰ πλεῖστον ἀπεῖχον τῆς αἰτίας.
Or
.

36

.

15

νῦν δ’ ἡνιόχου μὲν καὶ ἵππου δοξάντων τοῦτον ἐμπεποδίσθαι τὸν τρόπον πάντα κινεῖται κα‐ θάπερ ἀπολωλυίας τῆς πόλεως, νωθείᾳ δὲ αὐτὸς τῇ περὶ ταῦτα τετίμημαι. καὶ ταχέως ὁ λόγος ὁ περὶ ὧν
5ἔπαθον πέπαυται τῶν μὲν οὐδὲν δεινὸν ἡγουμένων, εἴ τίς με κατήνεγκε, τῶν δὲ καὶ λίαν τοῦτ’ ἀγαθὸν
μὴ εἶναί μοι τὴν ψυχὴν οἵαπερ ἦν, μηδὲ ἐρᾶν λόγων μηδὲ ἐπιδείξεων μηδ’ ὧνπερ τὸν ἔμπροσθεν χρόνον, ἀλλὰ θανάτου καὶ ἐκφορᾶς καὶ τάφου καὶ δυσχεραί‐
10νειν μέν, εἴ τις βαλανείου μνησθείη, δυσχεραίνειν δέ, εἴ τις ἐπὶ σιτία καλοίη. τοιοῦτοί μοι παρὰ τῶν νῦν
τὴν πόλιν οἰκούντων οἱ μισθοί.
Or
.

37

t

ΠΡΟΣ ΠΟΛΥΚΛΕΑ.
Or
.

37

.

1

Ὅτι μὲν εἶναί τι δεῖ τὸ τὴν συνήθειαν ἀνε‐ λὸν ἡμῶν καὶ τὸ εἰσιέναι σε παρ’ ἐμὲ καθ’ ἑκάστην ἡμέραν μετὰ μεσημβρίαν, παντί που δῆλον· ὑπὲρ δὲ τοῦ μὴ ζητεῖν τοὺς ἀνθρώπους, ὅθεν τοῦτο γέγονε,
5καὶ πράγματα ἔχειν εἰκάζοντας βούλομαι ποιῆσαι τὴν αἰτίαν φανεράν, ἀφ’ ἧς ἐγὼ μὲν οὐκ οἶμαι φα‐ νεῖσθαι κακός, ἄλλος δέ τις ἴσως οὐκ ἀγαθός.
Or
.

37

.

2

Λόγων ἡμῖν γιγνομένων περὶ τῆς Ἰουλιανοῦ
τοῦ σοφωτάτου βασιλείας καὶ θαυμαστὴν ἐκείνην εἶναί μου λέγοντος καὶ οἵαν εἰκὸς ἀνδρὸς εἶναι τοιούτου, δῆλος μὲν ἦσθα ταῦτα οὐχ ἡδέως ἀκούων, ἐν σχήματι
5δὲ ἐπαινοῦντος ἔψεγες μέγαν μὲν αὐτὸν ἐν ταῖς δω‐ ρεαῖς εἶναι λέγων, τούτου δὲ ἀπόδειξιν ποιούμενος τὰ τοῖς εὐνούχοις παρ’ αὐτοῦ δεδομένα. ταῦτα δὲ εἶναι κώμας. καὶ πολὺς περὶ αὐτῶν εἵπετο λόγος καὶ ὡς αὐταὶ τῶν οὐσῶν ἐν τῇ γῇ κεφάλαιον. ἐβούλου γὰρ
10ἐκ τοῦ μεγέθους τῶν δωρεῶν διαβάλλεσθαι τοῦ δεδω‐ κότος τὸν τρόπον καί τινας ὑπονοίας κινεῖσθαι. ἤνεγκα ταῦτα μόλις μέν, ἤνεγκα δ’ οὖν εἰδὼς μέν, ὡς οὐκ ἀληθῆ οὐδὲ ταῦτα μέγιστα ὧν δέδωκεν, εἰς μάχην δὲ ἐπὶ τούτοις ἐμπίπτειν οὐ βουλόμενος.
Or
.

37

.

3

τούτοις προσέθηκας τῆς μητρὸς τῆς ἐκείνου τὸν κόσμον, ὃν ἰατρῷ τινι δοθῆναι μισθὸν τοῦ θανάτου τῆς οὔσης αὐτῷ γυναικός. ταυτὶ γὰρ ὀμνύντα λέγειν Ἐλπίδιον.
5καὶ προσῆν ἔπαινος Ἐλπιδίου, οὐχ ἵν’ Ἐλπίδιος ἐπαι‐ νεθῇ, ἀλλ’ ἵν’ ὁ ὅρκος πιστευθῇ. ἐνταῦθα ἀνεβόησα καὶ τὴν ψυχὴν πληγεὶς τῷ λόγῳ ἀλλ’ οὐχ ὡς οὐκ ἐπορνεύετο νέος ὤν, ὤμνυ ἂν Ἐλπίδιος, ἔφην. καὶ ταὐτὰ εἶπον ἃ Ῥωμαίων ἡ βουλὴ καὶ ὁ δῆμος, ὡς
10ἀπηγγέλλετο δεῦρο παρὰ τῶν ἐκεῖ χρόνον διατριψάν‐ των πολύν, καὶ ὡς ἀντὶ παλλακῆς γένοιτο τὰ μὲν ἄλλα
ἀνδρὶ σπουδαίῳ, τουτὶ δὲ ἀτυχοῦντι. ἦσαν δὲ οἱ φάσκοντες αὐτὸν καὶ μέχρι τῆς τελευτῆς ἐνέχεσθαι τῇ νόσῳ. καὶ οὕτω δὴ κατεχώσθης ὑπὸ τῆς ἀληθείας,
15ὥστε καὶ αὐτὸς ὡμολόγεις παρά του τῶν παρηδρευ‐ κότων αὐτῷ τοιαῦτα ἀκηκοέναι. τὸν οὖν τοιοῦτον ἄτιμόν τε εἶναι ἔφην γυναῖκα ἑκόντα γενόμενον καὶ τὸ δύνασθαι κακῶς λέγειν ἕτερον ἀφῃρῆσθαι τῷ βίῳ. ταῦτ’ εἶπον.
Or
.

37

.

4

σὺ δέ με ἐβούλου σιγῇ δέχεσθαι τοὺς κατὰ τῆς ἱερᾶς κεφαλῆς ἐκείνης λόγους καὶ προδιδόναι καλὸν κἀγαθὸν βασιλέα καὶ φίλον. ἦν γὰρ δή μοι φίλος καὶ οὐκ ἂν ἀρνηθείην. ἀλλ’ οὐ ταῦτα τοῖς φί‐
5λοις ὀφείλεται παρὰ τῶν φίλων, ἀλλὰ βοήθεια, προ‐ θυμία, λόγος, ἔργα, ἡμῖν δὲ ἔργου μὲν οὐ παρῆν και‐ ρός, λόγου δέ. ἔλεγον τοίνυν καὶ ἀντέλεγον ἀγαθὸν κακοῦ κακῶς ἠγορευκότος.
Or
.

37

.

5

ἠγανάκτουν δὲ οὐ τῷ φίλος εἶναι μόνον, ἀλλὰ καὶ τῇ συκοφαντίᾳ. τίς γὰρ Ἑλλήνων ἢ βαρβάρων πιστεύσειεν ἄν, οὐχ ὅτι τὴν γυ‐ ναῖκα αὐτὸς τὴν αὑτοῦ, ἀλλ’ ὅλως τινὰ ἀνθρώπων
5ἀδίκως ἀπέκτεινεν; ἀπέκτεινε λέγω; τίνα μὲν οὖν πα‐ τρίδος ἐστέρησεν; ἢ τίνα γε χρημάτων ἄνθρωπος ἐν θυσίαις τε καὶ εὐχαῖς καὶ ὁμιλίαις δαιμόνων νύκτας τε καὶ ἡμέρας διάγων καὶ διὰ τῶν μάντεων
αὐτοῖς συνὼν τάς τε τοῦ νικᾶν ἐν τοῖς πολέμοις ἐλ‐
10πίδας ἐν τῇ ’κείνων ῥοπῇ μᾶλλον ἔχων ἢ ταῖς χερσὶ τῶν στρατιωτῶν; ἑτέρῳ γάρ τι τοιοῦτον εἰργασμένῳ τὴν αὐτὴν ἂν ὑπῆλθεν ὀροφὴν ἢ λόγου μετέδωκεν ἢ λέγοντος ἤκουσεν; οὐκ οἶσθ’ ὅτι καὶ τοὺς ἐπ’ αὐτῷ ποτε συνελθόντας, ὅπως τὸν μὲν ἀνέλοιεν, αὐτοὶ δὲ
15ἄρχοιεν, μετ’ ἐλέγχους ἀφῆκεν;
Or
.

37

.

6

οὗτος οὖν τὴν γυ‐ ναῖκα ἂν 〈ἀπέκτεινε〉 φαρμάκῳ μηδὲν ἔχων ἐγκαλεῖν ἢ καὶ ἐγκαλεῖν γε; καὶ τοιαύτας ἂν ἀφῆκε πρὸς τὸν ἰατρὸν φωνάς; κέρασον φάρμακον, ἔμβαλε, δὸς
5ἢ ὅτῳ γε βούλει τρόπῳ δεῖξόν μοι τῆς γυναι‐ κὸς τὸν νεκρόν, ὑπόμεινον ἔργον ἐναντίον τῇ τέχν, μισθὸς δέ σοι τὰ κοσμοῦντά μοί ποτε τὴν μητέρα. τοιαῦτα ἂν προήκατο ῥήματα; διῆρεν ἂν ἐπὶ τοιούτοις τὸ στόμα; ἡ γλῶττα δὲ οὐκ ἂν
10ὤκλασε; τοῦτο δὲ διαπραξάμενος οὐκ ἂν αὑτὸν ἐξε‐ τύφλωσεν, ὅπως μὴ πρὸς ὃν ταῦτα εἶπεν ὄψεται;
Or
.

37

.

7

ἐμοὶ μὲν ὁ ταῦτα ψευσάμενος οὐδ’ ἂν τῶν ἐκ τῆς Φοινίσσης τῷ Διὶ γεγονότων ἀποσχέσθαι δοκεῖ τὸ μὴ τὰ δεινότατα ὑπ’ αὐτῶν φάναι παθεῖν τοὺς οἰκειοτά‐
τους. δοκεῖ γάρ μοι μὴ κακῶς ἂν ἀκοῦσαι μαθητὴς
5οὗτος ἐκείνων τε καὶ τοῦ Αἰακοῦ. τῷ γε τοῦ Αἰακοῦ περὶ τοὺς αὐχμοὺς ἔχοι τις ἂν ἀντιθεῖναι τὰ τοῦδε περὶ τοὺς σεισμούς. ὁ μέν γε εὐξάμενος ἔπεισεν ὗσαι τὸν Δία, ὁ δὲ παῦσαι τὸν Ποσειδῶνα σεισμούς, ἐν οἷς ἦσαν μέγιστοι τῇ μεγίστῃ πόλει φόβοι.
Or
.

37

.

8

ὥσπερ οὖν τὸν περὶ ἐκείνων τολμῶντά τι τοιοῦτον εἰπεῖν μαίνεσθαι δεῖ νομίζειν, οὕτω καὶ τὸν περὶ τοῦδε, ἄλλως θ’ ὅτ’ οὐδὲ τοῖς ἀπὸ τοῦ γάμου μόνον δικαίοις
5ἐκωλύετ’ ἂν ἡ πρᾶξις, ἀλλὰ καὶ τοῖς ἀπὸ τοῦ γένους. ἡ γὰρ αὐτὴ καὶ γυνὴ καὶ ἀνεψιά, Κωνσταντίου γὰρ ἦν ἀδελφή. ὁ δὲ οὐδετέρους δείσας θεούς, οὔθ’ οἷς γάμων οὔθ’ οἷς γενῶν μέλει, τοιαῦτα πρὸς ἰατρὸν διελέγετο, εἰ μὲν μεθ’ ἡμέραν, οὐκ αἰδούμενος τὸν
10Ἥλιον, εἰ δὲ νυκτός, τὴν Νύκτα;
Or
.

37

.

9

καὶ Ἐλπίδιος μὲν ὢν Ἐλπίδιος οὐδὲν οὐδενὶ τοιοῦτον ἐπέταξεν, ἀλλὰ καὶ ὧν ἐν ταῖς ἀρχαῖς ἃς ἦρξε κατέγνω θάνατον, δικαίως ἁπάντων κατεγνωκέναι φησίν, ὁ δ’ ἐν τοῖς
5βωμοῖς συνεχῶς 〈ὤν〉, ὁ τῶν ἑδῶν ἐξηρτημένος, ὁ
καὶ τῇ γαστρὶ θεραπεύων τοὺς θεοὺς οὗτος ὃ καὶ ἐννοῆσαι δυσσεβές, ἔδρα καὶ ἣν ἔσπειρε 〈ταύτην ἀπέ‐ κτεινε〉; καὶ φαρμάκου μὲν ἔργον ὁ θάνατος, ἔλεγχος δὲ κειμένης οὐδείς; καίτοι οὐχ εἷς ἐν βασιλείοις ἰατρός, ἀλλ’
10ὅτι πλεῖστοι. ὥσθ’ εἷς μὲν τὸν μισθὸν λαβὼν ἔκρυπτεν ἂν τὸ ἄγος, οἱ δ’ ἄλλοι πάντες ἂν ἐβόων.
Or
.

37

.

10

Κωνστάντιος δὲ οὔτ’ ἂν ἠγνόησεν οὔτ’ ἂν ἡσύ‐ χασεν, ἀλλ’ ὡς ἐπ’ ἀδελφῇ τε καὶ βασιλίδι πάντα ἂν ἔσεισε καὶ ταῦτα ἀφορμῆς δεόμενος εἰς τὸ τὸν ἄνθρω‐ πον ἀφελέσθαι τὸ σκῆπτρον. μετέμελε γὰρ αὐτῷ μετα‐
5δόντι τῆς ἀρχῆς, οὐχ ὡς εὑρόντι κακόν, ἀλλ’ ὡς ἑαυ‐ τοῦ βελτίονα. καὶ ἦσαν οἱ πάντα ἐξετάσοντές τε καὶ μηνύσοντες, οἳ καὶ συκοφαντοῦντες εὔφραινον.
Or
.

37

.

11

ὧν πρῶτος Ἐλπίδιος, ὃν οὔτ’ ἂν ἔλαθεν ὕπαρχόν γε ὄντα πρᾶγμα τοσοῦτον οὔτ’ ἂν ἐσίγησεν αἰσθόμενος μέλλων γε εὐεργέτης ἔσεσθαι βασιλέως. εἰ μὲν οὖν ἔφρασε,
5δεῖξον· εἰ δ’ οὐκ εἶπεν, οὐδ’ ἐπέπρακτο, ἀλλ’ ὁ τὸ
στρατόπεδον ἐφ’ αὑτὸν πολλοῖς καὶ μεγάλοις ἀδική‐ μασι κεκινηκὼς καὶ τοῖς Ἰουλιανοῦ διασωθεὶς δάκρυ‐ σιν ὧν ὤφειλε χάριν, τούτων ἀπαιτεῖ δίκας ψευδό‐ μενος.
Or
.

37

.

12

Τὸ ψεῦδος δὲ τοῦτο σὺ διηγούμενος ἡμῖν τὴν παρὰ σαυτοῦ ψῆφον προσετίθεις καὶ φωνῇ καὶ βλέμματι καὶ τοῖς ἀπὸ τῆς κεφαλῆς ἀνθρώπῳ κιναίδῳ κατὰ ἀνδρὸς σώφρονος συναγορεύων οὐκ ἀναμνησθεὶς
5τῆς Φοινίκης οὐδὲ τῆς Φοινίκων ἀρχῆς, ἣ πρώτη πρώτῳ σοι μετὰ τὴν μοναρχίαν ἐδόθη. σὲ μὲν γὰρ οὐκ ἠπίστατο, ὑπὸ φίλου δὲ ἐξηπατᾶτο. παροινοῦντος δὲ σοῦ καὶ σωφρονεῖν οὐ δυναμένου τὰ πονηρὰ καλὰ νομίζειν οὐκ εἶχεν, ἀλλ’ ἤχθετο. σὺ δ’ ἀντὶ σαυτοῦ
10τὸν ἄριστον ἐκεῖνον ἐμίσεις δέον τῷ μὲν εἰδέναι τῆς ἀρχῆς χάριν, ἐγκαλεῖν δὲ τοῖς σοῖς ὀφθαλμοῖς ἢ ὅτῳ ταῦτα δὴ τὰ τῶν ἐρώτων γίγνεται.
Or
.

37

.

13

Ἀλλ’ ἐκεῖσε ἐπάνειμι, ὅτι κοινὸν Ἐλπιδίου τε καὶ σοῦ τὸν κατ’ ἐκείνου λόγον ἐποίεις ἐπαινῶν μὲν τὸν εἰπόντα φανερῶς, ἐπαινῶν δὲ οἷς ἔφην ἄρτι τὰ εἰρημένα. καίτοι καὶ τὸ μὴ κακῶς λέγειν κἀκεῖνον
5καὶ ταῦτα δεινὸν ἂν ἦν, σὺ δ’ ὡς ᾤου με πεί‐ σειν, οὕτως ἐχρῶ τοῖς λόγοις, οὐκ ἐνεγκόντος δέ μου δικαίως καὶ ἐμαυτῷ μὲν ἥκιστα, μάλιστα δὲ Ἐλπιδίῳ
πρέποντα φθεγξαμένου τότε μὲν οὐδεμίαν δείξας ὀρ‐ γὴν ἀπῆλθες, σκοπῶν δὲ ὅπως ἂν ἀμύναιό με, τῷ
10καταλῦσαι τὰς παρ’ ἡμᾶς εἰσόδους τοῦτο ἐποίησας.
Or
.

37

.

14

διὰ τί; οὐ γὰρ ταὐτὸν Ἐλπίδιός τε καὶ Πολυκλῆς. οὐδ’ εἰ τὴν ὥραν ἔφην ἐκεῖνον ἀποδεδόσθαι, καὶ σέ, οὐδὲ τὸ τοῦ δεῖνος ἐν Ῥώμῃ κελεύοντος ἰέναι συγκοι‐ μησόμενον τοῦτο ἦν Πολυκλέους, οὐδ’ εἰ δεδέσθαι
5χρῆν ἐκ τούτων ἐκείνῳ τὴν γλῶτταν, παρὰ σοῦ σιγὴν ἀπῃτοῦμεν. ἀλλὰ γὰρ ὁρᾶν μοι τὴν αἰτίαν τῆς ὀργῆς δοκῶ. κοινὰ κατ’ ἀμφοτέρων, ὡς ἔοικεν, ἦν ἐκεῖνα τὰ λεγόμενα· ἴσα μὲν ὑμῖν τὰ λήμματα, ἴσαι δὲ νύκτες· ἴσα μὲν ἐκερδάνατε, ἴσα δὲ κεχά‐
10ρισθε. ᾤου τοίνυν οὐ περὶ ἐκείνου μᾶλλον ἢ σαυτοῦ ταῦτα ἀκούειν. καὶ τοῦ μὲν ἐγὼ κατηγόρουν, σὺ δὲ σαυτοῦ.
Or
.

37

.

15

ταὐτὸ δ’ ἄν μοι δοκοῦσι παθεῖν, εἰ καὶ πλείους ταὐτὰ παθόντες ἐκείνῳ τῶν λεγομένων παρ‐ όντες ἤκουον· τρωθῆναι γὰρ ἂν ὑφ’ ἑαυτῶν καὶ ὧν ἑαυτοῖς συνῄδεσαν. ἴσμεν δὲ ταὐτὸ κἀν ταῖς ἐπι‐
5δείξεσι τῶν λόγων γιγνόμενον. ὁ μὲν γὰρ τὸν λόγον
ἐργαζόμενος δεηθεὶς τοιούτων τινῶν ἐμνήσθη, ὁ δέ τις εἰδὼς αὑτὸν ἐρυθριάσας κατέδυ τὴν μὲν γνώμην οὐκ ἔχων τοῦ μνησθέντος αἰτιάσασθαι, τῷ ῥηθέντι δὲ πεπληγμένος. ἀλλ’ οὐ πολεμεῖ τῷ σοφιστῇ καταβὰς
10οὐδ’ ὑβρίσθαι φησὶν οὐδ’ ὀφείλειν αὐτὸν τῶν εἰρη‐ μένων δίκην οὐδ’ εἰ τῶν λαλούντων ἦν αὐτῷ καὶ προσιόντων, ταῦτα οὐκέτι ἐποίει.
Or
.

37

.

16

σὺ δὲ ἀνέστης καὶ ἀπεπήδησας, ὥσπερ αὐτὸς ὢν Ἐλπίδιος. εἰ δ’ ἀχθε‐ σθῆναι φῂς οὐκ ἐν δίκῃ κακῶς ἀκηκοότος τοῦ φίλου, χρῆν ἐλέγχειν καὶ ταύτῃ τῷ φίλῳ βοηθεῖν. ἀλλ’ οὐκ
5ἐνῆν. πῶς γὰρ τῷ καὶ αὐτῷ φάσκοντι τοιοῦτόν τινα περὶ αὐτοῦ δεδέχθαι λόγον;
Or
.

37

.

17

Διὰ δὴ τῆς δεινῆς ταυτησὶ τιμωρίας ἴσθι διδάξας ἡμᾶς, ὃς ἐν νεότητι γένοιο. τί δὴ καὶ βεβλάμμεθα ταύτῃ τῇ δίκῃ, μάθοιμ’ ἂν ἡδέως. οὔτε γὰρ χείρω μοι τὰ περὶ τὴν τέχνην οὐκέτ’ εἰσιὼν ἐποίεις οὔθ’ ἡνίκα εἰσῄεις, βελ‐
5τίω, ὃς εἰς φλυαρίαν μὲν οὐκ ὀλίγον κατανήλισκες τοῦ χρόνου, ὃν δὲ λέγοντα κατελάμβανες νέον, ἀθυμεῖν ἠνάγκαζες τῇ περὶ τὴν ἀκοὴν ὠμότητι.
Or
.

37

.

18

φίλος δὲ ἦσθα μὲν οὐδέποτε, δοκεῖν δὲ ἠξίους. ἀεὶ δὲ οὗ λήσειν ἤλπισας, ἔβαλλες. ὃς καὶ τὰ περὶ τῶν ἀστέρων καὶ τῆς δι’ αὐτῶν ἐπικουρίας ῥήματα διαστρέψας ἐχθροὺς
5ἡμῖν ἐποίεις, ὧν τὴν εἱμαρμένην ᾐτιώμεθα, ταῦτ’ ἐπ’ ἐκείνους μεταφέρων, ἐμὲ μὲν ἀδικῶν, κολακεύων δὲ
ἐκείνους, ἐν ταῖς ἐκείνων κακοτεχνίαις τὰς ὑπὲρ τῶν μεγίστων ἐλπίδας πεποιημένος, ἀρχῶν καὶ γάμων· καὶ γὰρ γάμων ἔτι σε φροντίζειν ἀκούω μέλλοντα τοσαύ‐
10την στεφανώσειν πολιάν.
Or
.

37

.

19

δύνασθαι δὴ ταῦτα ποιεῖν νομίζεις τούτους τοὺς καταράτους διὰ καμίνων τε καὶ τέφρας τῆς ἐκεῖ καὶ πυρός. καὶ πολλὰ μὲν ἐξηπάτησαι, τοῦ δ’ ἕξειν τι δι’ αὐτῶν νομίζειν οὐκ
5ἔληξας. ἀλλ’ ἀντὶ τοῦ τι σχεῖν τὸ σχήσειν προσδοκᾶν ἀρκεῖ καὶ περιέρχῃ πυνθανόμενος οὐ μόνον εἴ τις ἄκρος ἐν τούτοις ὡς ἀληθῶς, ἀλλὰ καὶ εἴ τις μέσως μετέχει τοῦ πράγματος καὶ εἴ τις φαύλως, καὶ πείθῃ κἀν τούτοις εἶναί γε πολλάκις μείζω τῶν παρὰ τοῖς
10τελείοις καὶ βαδίζεις παρ’ αὐτοὺς κἀκείνους ἀξιοῖς παρὰ σὲ καὶ τοὺς ἡλικιώτας ἀφεὶς ταῖς μετὰ τούτων χαίρεις διατριβαῖς ταῖς μὲν ἐν ἐρημίᾳ, ταῖς δὲ καὶ ἐν πλήθεσιν, ἀφαιρῶν τὴν τῶν προτέρων ὑποψίαν τοῖς δευτέροις.
Or
.

37

.

20

καὶ οὕτω σφόδρα τούτων εἵνεκα τοὺς τοιούτους διώκεις, ὥστ’ οὐδεὶς τῶν ὁρώντων οὐχὶ μάντις ἐστὶν ἀληθὴς ὑπὲρ τούτων ὑμῖν εἶναι λέ‐ γων τοὺς λόγους. τούτοις ἀντὶ χρημάτων παρέχεις
5τὰ κατ’ ἐμοῦ ῥήματα καὶ φῂς ἐκφέρειν τἀπόρρητα καὶ τὰ ’κείνων πρὸ τῶν ἐμῶν ποιεῖσθαι. εἰ δὲ μᾶλλον εἶναί σοι δόξαιμι γόης ἐγώ, ἐγὼ μὲν ἠδίκημαι, οἱ δὲ
ἠδικήκασι καὶ μετ’ ἐμοῦ σοι τετάχθαι κάλλιον.
Or
.

37

.

21

Εἶπον μὲν οὖν δεήσεσθαι τῶν ἀστέρων καὶ πειράσεσθαι πολλαῖς ἱκετείαις ποιῆσαι τὸν Ἄρη πρᾳό‐ τερον, θῶμεν δὲ εἰρῆσθαι τὰς τούτων ἐπιχειρήσειν ἀπώσασθαι βολάς. κατ’ ἄμφω τοίνυν ἐχρῆν ἐμοί σε
5συνάχθεσθαι, εἴτ’ ἐπ’ ἐμοί τι συνέκειτο εἴτε κενὸς ἦν ὁ φόβος καὶ δείματα μάταια. δυστυχῶ γὰρ δὴ τοῦτό γε. σὲ δὲ οὔτε ὑπώπτευον οὔτ’ ἔφην κατ’ ἐμοῦ τι καμεῖν. τί οὖν τὸ τῆς μεταβολῆς αἴτιον; τί τὸ τῆς φυγῆς;
Or
.

37

.

22

ἦ σοι δοκοῦμεν ἀδικεῖν οὐκ ἐγκώμια γρά‐ φοντες τῶν ἐπ’ ὀλέθρῳ πολλῶν ἐν μὲν ἡμέρᾳ καθευ‐ δόντων, νυκτὸς δὲ ἀξιούντων ἐπιτάττειν δαίμοσι; καί‐ τοι φῂς οὐδενὸς ἐν τοῖς τοιούτοις κακοῖς ὕστερος
5εἶναι, μᾶλλον δὲ τῶν μὲν οὐκ ἐλάττω, τῶν δὲ ἐπίστα‐ σθαι πλείω. ἀλλ’ ὅμως καὶ τοῖς χείροσι κατὰ τὰς τοιαύτας βλάβας ὡς ἥδιστα σύνει τό τι περὶ τοιούτων ἀκούειν ἢ λέγειν ἥδιον ἑορτῆς ἄγων. καίτοι χρῆν τοῖς πάλαι κινδύνοις πεπαιδεῦσθαι. σὺ δ’, ὡς ἔοικε,
10κακίων τῷ διαφυγεῖν γεγένησαι.
Or
.

38

t

ΚΑΤΑ ΣΙΛΒΑΝΟΥ.
Or
.

38

.

1

Οὐδὲν θαυμαστὸν Σιλβανὸν τὸν Γαυδεντίου κακῶς με λέγειν· καὶ γὰρ τὸν ἑαυτοῦ πατέρα Γαυδέν‐ τιον. ἐκεῖνον δέ γε πρὸς τῷ λέγειν καὶ ἐποίησεν. ἐμοὶ δὲ παρῄνουν μέν τινες καὶ αὐτὸς δὲ ἐμαυτῷ πολλάκις
5σιωπῆσαι, νομίζων δὲ σωφρονεστέρους τοὺς ἄλλους ποιήσειν τῷ περὶ τούτου λόγῳ κρεῖττον ἡγησάμην εἰ‐ πεῖν ἢ σιωπῆσαι. καὶ ἅμα πολλοὺς οἶμαι τῶν νῦν αὐτῷ διαλεγομένων πείσειν φεύγειν ταυτηνὶ τὴν ὁμι‐
λίαν ὡς ἔχουσάν τι μύσους.
Or
.

38

.

2

Ἐγὼ γὰρ ὡς ἧκον δεῦρο καὶ ποιεῖν ἠρξάμην τοῦτ’ ἐφ’ ὅτου καὶ νῦν εἰμι, προσελθών μοι Γαυδέν‐ τιος, ἀνὴρ ἐπιεικής τε καὶ σώφρων κἀν τῷ παιδεύειν πολὺν διεξελθὼν χρόνον, δείξας τουτονὶ Σιλβανὸν καὶ
5παῖδα αὑτοῦ προσειπὼν ἐδεῖτό μου καὶ τοῦτον ἐν τοῖς φοιτῶσιν ἔχειν μισθοῦ μεμνημένος. ἐγὼ δὲ πρὸς μὲν τὸν μισθὸν ἠγανάκτησα, τουτονὶ δὲ ἡσθεὶς ἔλαβον, ὅστις μὲν ἔσται περὶ τὸν διδάσκαλον, οὐκ εἰδώς, τι‐ μῶν δὲ οἷς ἡδόμην τὸν πατέρα. καὶ ἦν μοι πλείων
10περὶ τοῦτον ἤ τινα ἄλλον ὁ πόνος σκληρᾶς τε οὕτως ὄντα φύσεως καὶ οὐχ οἵας ὀξέως δέχεσθαι τὰ λεγόμενα, ἀλλ’ ὅμως ᾤμην δεῖν αὐτὸν καὶ οὕτως ἐπα‐ ναγκάζειν.
Or
.

38

.

3

δόξας τοίνυν δύνασθαι λέγειν δίκας ἐλθὼν ὑπὲρ τὸν Εὐφράτην ἀργύριον κτησάμενος ἧκεν ἐνταῦθα ἐπ’ ἴσοις. καὶ βοηθειῶν μὲν ὧν εἰκὸς ἦν ἐν τοιούτῳ πράγματι παρ’ ἐμοῦ τυχεῖν, ἔτυχε, κακὸν δὲ
5ἄρα εὖ ποιῶν οὐκ ἠπιστάμην, πρὶν δὴ ἡ περὶ τὸν πόδα συμβᾶσά μοι τύχη τὸ πᾶν εἰς φῶς ἤγαγεν, ὅτε
δὴ τῶν ἄλλων ἁπάντων ὀδυρομένων καὶ τοῦ λόγου τοῦ περὶ τῆς συμφορᾶς ἐν ἁπάσῃ πόλει πεποιηκότος δάκρυα μόνος οὗτος κατασχεῖν αὑτὸν οὐκ ἐδυνήθη
10οὐδὲ συγκρύψαι τὴν χαρὰν λύπῃ πεπλασμένῃ, ἀλλὰ καὶ δὶς καὶ τρὶς ἐρόμενος ἀπιστῶν, εἰ τοσοῦτον ἀγα‐ θὸν αὑτῷ γεγένηται, ἐπειδὴ τοῦθ’ οὕτως ἔχειν ἔγνω καὶ οὐ ψεύδεσθαι τὸν λόγον, ἀναπηδήσας τε καὶ ἄρας ὑψηλὸν ἀπὸ τῆς γῆς ἑαυτὸν καὶ κροτήσας καὶ τἄλλα
15δὴ τὰ τῶν ἡδομένων ποιήσας ἐπέθηκε λαμπρᾷ τῇ φωνῇ τοῦ Διὸς εἶναι τοῦτο τὰ δίκαια ποιοῦντος.
Or
.

38

.

4

καὶ ταῦτα ἐγὼ κατακείμενός τε καὶ ἐν ὀλίγαις ὢν σωτηρίας ἐλπίσιν ἤκουον καὶ πρὸς ἐμαυτὸν ἐλογιζόμην, εἴ τι πώποτε πέπονθεν ὑπ’ ἐμοῦ κακῶς, ὥστε καὶ ἐπιχαίρειν. εἶτ’ εὐεργεσίας μὲν εὕρισκον, ἄδικον
5δὲ οὐδὲν οὐδὲ λυπηρόν. ἀχθομένου τοίνυν μου τού‐ τοις λέγει τῶν τις παρακαθημένων ὀψέ 〈με〉 μεμα‐ θηκέναι τὸν ἄνθρωπον τόνδε ἀρξάμενον πάλαι καὶ πρὸ τοῦ πτώματος εἶναι κακὸν εἰς ἐμέ.
Or
.

38

.

5

Τί ποτ’ οὖν αὐτῷ βούλεται τὸ τὸν θεὸν ἐπαι‐ νεῖν ἐν τῷ τοῦ ποδὸς πάθει; τὰ μετὰ τὸ δεῖπνον παρὰ τοῦ τὰ Ὀλύμπια τιθέντος διδόμενα τοῖς δαιτυ‐ μόσι φέρειν οἴκαδε βαρεῖάν τε καὶ οὐ φορητὴν ἐποίει
5τὴν λειτουργίαν καὶ ἦν κίνδυνος μὴ μένειν τὴν ἑορ‐ τήν. τοῦτ’ ἐγὼ παῦσαι βουλόμενος παρῄνεσα μὲν πολλοῖς, ἔπεισα δὲ ἕνα τῷ συμβούλῳ τὴν συμβουλὴν κρίναντα· μὴ γὰρ ἂν ὑπ’ ἐμοῦ τι ῥηθῆναί ποτε τῶν οὐ καλῶν. καὶ τυγχάνοι γε τοῦ Διὸς ἀντὶ τούτων
10εὐμενοῦς αὐτός τε καὶ ἡ τήθη. τῶν μὲν οὖν ἄλλων οἱ μὲν ἐπῄνουν, οἱ δὲ οὐκ ᾐτιῶντο, εἰ δέ τις καὶ ἤχθετο, ἀλλὰ σιγῇ τοῦτό γε· μόνος δὲ οὗτος ἐκεκράγει καὶ τῷ μὴ τεθνάναι με δῆλος ἦν λυπούμενος, τῆς γὰρ αὐτῆς ἦν δήπου ψυχῆς τούτῳ τε ἥδεσθαι κἀκεῖνο
15βούλεσθαι, καὶ ἦν ἀδικώτερος τῶν οὐ συγγενομένων ἡμῖν ὁ πεφοιτηκὼς καὶ τῶν τι δεδωκότων ὁ μηδ’ ὁτιοῦν.
Or
.

38

.

6

Τῷ δὲ καὶ παῖς ἦν ἐν τοῖς παιδευομένοις ἀμι‐ σθὶ καὶ οὗτος, ὥσπερ ὁ πατήρ, τὴν ἐμὴν ταλαιπωρίαν καρπούμενος. βουλόμενος δή με καὶ διὰ τοῦ παιδὸς ἀδικεῖν ἀποσπάσας τῶν ἐμῶν θυρῶν φέρων θα‐
5τέρᾳ φωνῇ δίδωσιν οὐκ ἐκείνης ἐπιθυμῶν, ἀλλὰ ταύ‐ την ὑβρίζων, μᾶλλον δὲ ἐμὲ τοῖς δευτέροις. καὶ παρ‐ αγγέλλει τῷ παιδὶ τῷ ταῖς πολλαῖς σαρξὶν ἀγαλλομένῳ τοῖς θεοῖς ἴσον ἄγειν τὸν Λίβυν τὸν καταγέλαστον φείδεσθαί τε ἐν τοῖς ἐκείνῳ λυσιτελοῦσι μηδενός, μὴ
10ῥήματος, μὴ ἔργου, μὴ χειρός, μὴ ποδός, μὴ πολέμου, μὴ μάχης, μὴ τραυμάτων μηδ’ εἰ μέλλοι τοῖς ἐμοῖς συμπλέκεσθαι.
Or
.

38

.

7

καὶ διετέλει δὴ θορυβῶν, ἀπειλῶν, [ποιῶν], παροινῶν. καὶ ὁπότε τις αὐτὸν αἰτιάσαιτο τὸν πάππον λέγων, οὐ γὰρ δὴ τὸν πατέρα γε, ἐπὶ τὸ τῷ διδασκάλῳ βοηθεῖν κατέφυγε. καὶ σχῆμα τοῦτο
5τοῖς ἀδικήμασιν ἦν τούτου διδάξαντος ἐκεῖνον τὴν καλὴν ταύτην ἀπολογίαν κέρδος αὐτοῦ ποιουμένου τὰς περὶ τοὺς νέους ταραχάς.
Or
.

38

.

8

Καὶ τοῦτο τοσοῦτον ὂν ἧττόν ἐστι τοῦ ῥηθη‐ σομένου. δοὺς γὰρ αὑτὸν τοῖς τῶν καλῶν ἐρασταῖς ὑπηρέτην καὶ τοῖς μὲν ἔξω, τοῖς δ’ εἴσω συνὼν καὶ πολλοῖς διαύλοις τὰ παρ’ ἑκατέρων εἰς τοὺς ἑτέ‐
5ρους φέρων μερίτης γινόμενος τῶν ἐρωτικῶν δώρων πολλοὺς οἴκους ἀθλίους ἐποίησε νύκτας τε καὶ ἡμέρας τῆς αὑτοῦ κακίας ἀναπλήσας, ὁπότε μὴ δύναιτο ἕτερον ἀγαγεῖν, παρέχων αὑτόν, πόρνος ὁ αὐτὸς καὶ προαγω‐ γός.
Or
.

38

.

9

καὶ μηδεὶς εἴπῃ· καὶ τί ταῦτα πρὸς τὸν πατέρα; εἰ μὲν γὰρ ἠγνόει τὰς ἐργασίας ταύτας, ἦν μὲν ἂν οὐδ’ οὕτω συγγνώμη. μηδεὶς γὰρ πατὴρ ἀγνο‐ είτω τὸν αὑτοῦ μηδὲ τῶν ἐλαττόνων φροντίζων, οἷον
5οἰκετῶν καὶ χρημάτων καὶ ἵππων καὶ ὄνων, τῶν οὕτω μεγάλων ὀλιγωρείτω. τί γὰρ πατρὶ παιδὸς τιμιώτερον; ὅμως δ’ οὖν δοκείτω τι λέγειν λέγων ἄγνοιαν. νῦν δ’ οὐδὲ τοῦτ’ ἔστιν αὐτῷ πολλάκις ἀκηκοότι καὶ παρὰ
πολλῶν ἀνθρώπων· Σιλβαν, κακοῦ παιδὸς ὢν
10πατὴρ πρᾴως φέρεις τοῖς βουλομένοις μὲν ἐκ‐ δόντος τὴν ἑαυτοῦ νεότητα, λήξαντος δὲ οὐδὲ νῦν, ἑτέρων δὲ παῖδας εἰς ταὐτὰ καταποντί‐ σαντος, ἐκ δὲ ἀμφοτέρων τούτων ἀργύριον εἰς τὴν σὴν οἰκίαν εἰσηχότος; οὐκ ἐκβαλεῖς; οὐ
15μετὰ πληγῶν; οὐ μετὰ τραυμάτων ἢ κα, νὴ Δία γε, δικαστηρίου;
Or
.

38

.

10

οὗτος δὲ ταῦτα ἀκούων ἐπι‐ σχήσειν μὲν ἔφασκεν αὐτόν, εἴα δὲ εἶναι τὸν αὐτὸν καὶ ζῆν ἐν ἴσοις καὶ λαμβάνειν ὅμοια καὶ βλάπτειν ἃ πρότερον, τὸ πλέον εἰδὼς τῆς ἀδοξίας ἐπ’ ἐμὲ βαδιού‐
5μενον διὰ τὸ δοκεῖν ἐμὴν εἶναι τὴν ἀρχήν, εἰ καὶ τἀ‐ ληθὲς ἑτέρως ἔχοι. τοῦ δὲ τὰ τοῦ παιδὸς εἰδέναι τε τὸν πατέρα καὶ ἐπαινεῖν εἰδότα μέγιστον ἐκεῖνο τεκ‐ μήριον.
Or
.

38

.

11

προσῆλθε πρῴην τινὶ τῶν καλῶν καὶ ἐπειρᾶτο πείθειν, ὁ δὲ ἀπεπήδησεν. οὗτος δὲ ἐπελθὼν εἷλκέ τε λαβόμενος καὶ ἐπάταξε. τῶν δὴ τῷ νέῳ συγγενῶν πυθομένων τὴν τόλμαν καὶ ὄντων ἰσχυρῶν
5τε καὶ οὐκ ὀλίγων περιστάντων τε καὶ ταῖς χερσὶν ἐπ’ αὐτὸν χρησαμένων μαθὼν ὁ χρηστὸς πατὴρ οὔτε τούτων κατεβόησεν ὡς ἀδικούντων οὔτε ἐκεῖνον ἐκόλασεν ὡς ἐπὶ πονηροῖς ἔργοις. καίτοι χρῆν ἢ τού‐ των κατηγορεῖν ὡς ἐπὶ πληγαῖς οὐ δικαίαις ἢ προστι‐
10θέναι τῇ παρὰ τούτων δίκῃ τὴν παρὰ τοῦ πατρός.
Or
.

38

.

12

νῦν δὲ τοῖς μὲν οὐδὲν ἐμέμψατο, τὸν δὲ παρε‐ μυθήσατο τὸν ἐν αὐταῖς ταῖς πληγαῖς κατ’ ἐμοῦ πολ‐
λὰς βλασφημίας ἀφέντα τοῦ μηδὲν τῶν πραττομένων εἰδότος. ἀντὶ γὰρ τοῦ μισεῖν αὐτὸν ὄντα τοιοῦτον,
5ἢ οἷόν τ’ οὐ χαλεπῆναί τινας ὑπὲρ τοιούτων; ἐπ’ ἐμὲ τὴν ὀργὴν ἦγεν. ἦν δ’ αἴτιος οὔτ’ ἐγὼ τῶν πληγῶν οὔθ’ οἱ πλήττοντες, ἀλλ’ ὁ γενέσθαι τὰς πληγὰς ἀναγ‐ κάσας. ἦν δ’ οὗτος ὁ τὴν εἰς τὰ τοιαῦτα δεδωκὼς ἐξουσίαν πατήρ. ἔδωκε δέ, ὅπως πράττοιμι χεῖρον τῇ
10διὰ τῶν τοῦ ’κείνου παιδὸς τολμημάτων αἰσχύνῃ.
Or
.

38

.

13

Οὕτω με δι’ ἀμφοῖν, αὑτοῦ τε καὶ τοῦ παιδός, ἠδίκει πεπαιδευμένος ἐν τῷ γεγεννηκότι λῆρον καὶ φλυαρίαν ἡγεῖσθαι τὴν τοῦ δικαίου τάξιν. ἔστι γὰρ ἡμῖν ὁ γενναῖος Σιλβανὸς πατραλοίας, ὡς μέν φασί
5τινες, καὶ τῇ δεξιᾷ κατὰ τοῦ μεταφρένου χρησάμενος, ὡς δ’ ἅπαντες ὁμολογοῦσι, λύπαις πολλαῖς πιέ‐ σας, ἄκυρον μὲν τῶν ἔνδον καταστήσας, εἰς γῆν δὲ βλέπειν ἀπειλαῖς ἀναγκάσας οὐκ ἐῶν ἀναπνεῦσαι κα‐ θαρῶς οὐδὲ τοῦ πάντως τι λήψεσθαι κακὸν ἔξω
10γενέσθαι φόβου.
Or
.

38

.

14

ὁ μὲν ἀπηλλάττετο τῶν συνου‐ σιῶν καμὼν πρεσβύτης ἐπὶ τὴν ἀπὸ τῆς τροφῆς ἐπι‐ κουρίαν, ὁ δ’ αὖ κλείσας τὰς θύρας τὴν κλεῖν ἔχων αὐτὸς ἐν ἄλλοις διέτριβεν, ὁ δ’ ἐκάθητο περὶ τὴν κλί‐
5μακα δακρύειν μὲν οὐ τολμῶν ὡς οὐκ ὂν ἀσφαλές, εἰ Σιλβανὸς πύθοιτο, στένων δὲ ἀδακρυτί, τοῖς θεοῖς εὐχόμενος ἐλθεῖν ποτε τὸν ἐπιτρέψοντα ἄρτου καὶ οἴνου θιγεῖν. τῷ δὲ πικρὰ καὶ ταῦτα ἦν οὔτ’ ἐρωτω‐ μένῳ τι παρὰ τοῦ παιδὸς εἴ τέ τι πύθοιτο, μάτην τοῦτο
10ποιοῦντι. οὐ γὰρ ἦν ὅ τι ἂν ἤκουεν. ἠπείγετό τε ἡ τράπεζα τῇ μετὰ σιγῆς ὀργῇ καὶ βλέμματι χαλεπῷ καὶ νεύμασι πρὸς τοὺς διακόνους ἀγρίοις. δῆλός τε ἦν ἅπασιν οἷς ἔπραττε τῆς τοῦ γέροντος τελευτῆς ἐπι‐ θυμῶν.
Or
.

38

.

15

καὶ τοῦτο ἐδείχθη σαφέστερον ἔν τε τῷ τρόπῳ τῆς τελευτῆς καὶ ἐπειδὴ ᾤχετο. προσπεσόντος γὰρ αὐτῷ κώματός τινος ἐξαίφνης ποιοῦντι πρὸς τοὺς μαθητὰς ἀπὸ τοῦ θρόνου τὰ εἰωθότα, ὥστ’ ἀγνοῆσαι
5μὲν αὐτὸν ἐκεῖνον καὶ ὅπου ποτὲ εἴη, κομισθῆναι δὲ οἴκαδε δι’ ἀγνοίας ἁπάντων καὶ μειζόνων καὶ ἐλαττό‐ νων καὶ εἶναι θέαμα δεινὸν καὶ ἐλεεινὸν πληττομένων τὰς ψυχὰς τῶν ὅστις ὁ φερόμενος εἴη πυνθανομένων, καὶ γὰρ ἐκίνει τὴν δεξιὰν ὁ χρηστὸς ἐκεῖνος καὶ πάντα
10ἀγαθός, ὡς τότε ἔτυχεν αὐτῇ συνεργῷ πρὸς τὴν διδασκαλίαν χρώμενος, καὶ ᾔδει μὲν οὐδὲ τοῦτο, ἐκίνει δὲ ὅμως, καὶ ᾤετο δή τι πρὸς τοὺς ἑταίρους λέγειν λέγων οὐδέν, ἐφ’ ᾧ δὴ πλεῖστα ἔρρει δάκρυα καὶ τῶν ὁρώντων καὶ τῶν ἀκουόντων καὶ οἱ μὲν οὐδὲ ἐδείπνη‐
15σαν, οἱ δὲ οὐκ ἄνευ θρήνου, τότε τοίνυν ὁ παῖς ὁ κληρονόμος ὁ πολλοὺς μὲν εἰς ἑαυτὸν ἐκείνου πόνους
ἀνηλωκώς, πολλοὺς δὲ πολλῶν ἄλλων δι’ ἐκεῖνον, ὁ τῆς τοῦ πατρὸς πρᾳότητος εἰς τὴν αὐτοῦ γε ἐκείνου παροινίαν ἀπολελαυκὼς εἰπόντος ὧν ἔπασχεν οὐδὲν
20πρὸς οὐδένα ἀνθρώπων, οὗτος οὖν παρὼν καὶ ὁρῶν ἐγγύθεν ἀκριβῶς τὴν συμφορὰν οὐκ ἐστέναξεν, οὐκ ᾤμωξεν, οὐδὲν ὧν ἐν τοιούτοις δρᾶσαι προσῆκεν ἐποί‐ ησεν ἄνθρωπος ἐν μέσῳ τοσούτων δακρύων, οὐδεὶς γὰρ ἦν ὃς οὐ τοῦτο ἔπασχε τήν τε ἀρετὴν ἐννοῶν τοῦ
25κειμένου καὶ τὸ τὸν τοιοῦτον οὕτως ἀπιέναι, καὶ μά‐ λιστα δὴ τὸν θρῆνον ἐγειρούσης τῆς χειρός.
Or
.

38

.

16

ὁ δὲ οὐδὲ ἐμιμήσατο, τοσοῦτον ἀπέσχε τοῦ πρὸς ὀδυρ‐ μὸν ἑτέρους παρακαλέσαι, ἀλλά μοι δοκεῖν, καὶ τοὺς ἀθυμοῦντας ἐμίσει καὶ τοὺς οὐ καταβαίνοντας ἐνο‐
5χλεῖν ἐνόμιζε καὶ τῆς ψυχῆς, ὡς εἰκός γε, κατεγίνωσκε βραδυτῆτα. εἶθ’ ὁ μὲν ἐτέθαπτο, ὁ δὲ ἐνεφορεῖτο τῆς τελευτῆς καὶ ἦν φαιδρὸς ἀηδοῦς ὄψεως ἀπηλλαγμένος τῆς τοῦ πατρὸς καὶ διδασκάλου.
Or
.

38

.

17

Ἔδει μὲν οὖν τοὺς ἐκείνῳ τε καὶ ἐμοὶ φίλους μάλιστα μὲν καὶ δίκας ζητεῖν τῶν ἠσεβημένων εἰς ἀμφοτέρους ἡμᾶς, εἰ δὲ μή, μήτοι γε εὖ ποιεῖν. οἱ δὲ καλοῦσιν ἀπόντα, δέχονται προσιόντα, κλητόν τε καὶ
5ἄκλητον ἑστιῶσιν, ἡδέως ὁρῶσιν, ἡδέως ὁμιλοῦσιν. ὁ μὲν καὶ χρήμασιν εὖ ποιεῖ τὸν θεοῖς ἐχθρόν, ὁ δὲ τοὺς ἐχθροὺς ἐκείνου καὶ ἑαυτοῦ νομίζει. τὸν
γὰρ διδάσκαλον, φασίν, ἐν τούτοις τιμῶμεν.
Or
.

38

.

18

τιμᾶν μὲν οὖν ἀξιοῦντας τὸν διδάσκαλον ἐπαινῶ καί φημι τοὺς οὐ τοιούτους ὄντας εἰς τοὺς πεπαιδευ‐ κότας ἀδικεῖν, ἔδει μέντοι τιμᾶν ἐκεῖνον ἐν τῷ μὴ τοῦτον· τουτὶ γὰρ ἦν ἀκολουθούντων τοῖς πράγμασιν.
5εἰ μὲν γὰρ καὶ τὰ παιδὸς καὶ τὰ μαθητοῦ πρὸς ἐκεῖ‐ νον οὗτος ἐπεπληρώκει, τῶν νῦν τούτων παρ’ ὑμῶν ἐτύγχανεν ἂν εἰκότως· εἰ δ’ ἠγνόησε μὲν τὴν φύσιν, τὰ δὲ ἐκείνης συνέχεε δίκαια, λυπῶν δὲ καὶ ἐλαύνων τὸν φύσαντα διετέλεσε καὶ συνεξέτεινεν οὕτω μακρῷ
10βίῳ τὸν ἄσπονδον τοῦτον πόλεμον πρὸς τῇ φύσει τὸν διδάσκαλον ἀδικῶν, ὁ μὲν Σιλβανῷ πολεμῶν Γαυδεντίῳ φίλος, ὁ δὲ τοῦτον εὖ ποιῶν ἐχθρὸς ἐκείνῳ. οὐδὲ γὰρ υἱὸν εὖ ποιεῖ τοῦτον εὖ ποιῶν τὸν διὰ παντὸς τοῦ χρόνου τὸν πατέρα κακῶς πεποιηκότα τούς τε
15μισθοὺς τοὺς ἀπὸ τοῦ διδάσκειν ἐκείνῳ γιγνομένους ἀφαιρούμενον καὶ τῇ τοῦ πρεσβύτου πείνῃ καὶ δίψῃ μείζω ποιοῦντα τὴν οὐσίαν.
Or
.

38

.

19

ὅστις οὖν οἶδε λό‐ γων εἵνεκα Γαυδεντίῳ χάριν, καὶ μισείτω Σιλβανὸν καὶ φαινομένου φευγέτω καὶ νομιζέτω ταὐτὸν εἶναι μύσος ἀνδροφόνῳ τε ὁμωρόφιον εἶναι καὶ τούτῳ χρῆ‐
5σθαι. πρὸς γὰρ τῇ καταπεφρονημένῃ φύσει καὶ τοῖς ταύτης οὐ πεφυλαγμένοις νόμοις εἰκότως ἂν δόξαι καὶ τὴν ἀφορμὴν ὁ τοιοῦτος θάνατος ἐκ τῆς διὰ τὸν παῖδα
λύπης λαβεῖν.
Or
.

38

.

20

Οὗτοι μὲν οὖν σωφρονήσουσί ποτε καὶ τί ποι‐ οῦντες Γαυδεντίῳ χαριοῦνται, γνώσονται, δίκαια δ’ ἂν ἐγκαλέσαιμι καὶ τῇ βουλῇ τὸν ἀλάστορα τοῦτον ἀτε‐ λείας ἠξιωκυίᾳ. ὃν εἰς μὲν ἐκείνης κατάλογον ἐνέγρα‐
5ψεν ἡ μεγίστη τῶν ἀρχῶν, τρυφᾶν δὲ ἀφεῖσαν οἱ λαβόντες. καὶ βουλευτὰς μὲν ἀπαιτούντων τῶν πραγμάτων οὐκ εἶναί φασιν, ἀλλ’ ὀδύρονται τοὺς ἐκ πολλῶν ὀλίγους, ὥσπερ οἱ κατενεχθέντες εἰς μικρὸν ἀργύριον ἐκ μεγάλων χρημάτων τῶν οἴκων, τούτῳ δὲ
10δεδώκασιν ἄχρηστον αὐτῇ κεκτῆσθαι τὴν οὐσίαν οὔθ’ αὑτοῖς βοηθοῦντες οὔτε τῆς ἐνεγκούσης κηδόμενοι τήν τε τοῦ δικάσαντος ψῆφον μάταιον εἶναι ποιοῦντες.
Or
.

38

.

21

Ἀλλ’ οὐ περὶ 〈τοῦτον〉 μόνον τοιαύτη, φασίν, ἐστ. τοῦτο δέ ἐστιν οὐχὶ μηδὲν ἀδικεῖν, ἀλλὰ διὰ πολλῶν ἀδικεῖν. τῆς γὰρ οὕτω πεπραγυίας βουλῆς ἦν δήπου τὸ τὰ τοιαῦτα ἁρπάζειν, ἀλλὰ μὴ προΐεσθαι.
5ἅπαντας μὲν οὖν ἐχρῆν ὑπὸ τὰς λειτουργίας ἄγειν καὶ μηδενὶ διὰ μηδένα τὴν ἄδικον ταύτην παρέχειν ἐλευθερίαν.
Or
.

38

.

22

ἔστι δὲ πολλῷ τοῦτο ἐκείνων δεινό‐ τερον καὶ τοσούτῳ γε, ὅσῳπερ οὐκ ἴσα τὰ βεβιωμένα Σιλβανῷ τε καὶ ἐκείνων ἑκάστῳ. τί γὰρ ἄν τις εἴποι περί γε ἐκείνων τοιοῦτον; οὐδέν. ἀλλ’ ἔχουσι μίαν
5ταύτην αἰτίαν τὴν τοῦ μὴ βούλεσθαι λειτουρ‐ γεῖν, πατέρας δὲ οὐ κατεδουλώσαντο οὐδὲ φόβοις καὶ λιμῷ παρέδωκαν οὐδ’ ἀποθανόντων ἐγέλασαν οὐδὲ τοὺς διδασκάλους ἐχθροὺς ἐνόμισαν οὐδ’ ὅσα ἐνῆν κατέβλαψαν.
Or
.

38

.

23

Ἐχέσθω τοίνυν ἡ βουλὴ τοῦ κακίστου καὶ ἐπειδὴ τὰς ἄλλας διαπέφευγε δίκας, ταῖς γε περὶ τοῦτο δαπάναις ταπεινωθήτω καὶ τὸ τῶν ὀφθαλμῶν ἀποθέ‐
μενος θράσος γενέσθω πως μετριώτερος.
Or
.

39

t

ΑΝΤΙΟΧΩΙ ΠΑΡΑΜΥΘΗΤΙΚΟΣ.
Or
.

39

.

1

Ἡγοῦμαι προσήκειν οὐ τοῖς πενθοῦσι μόνον ἢ παῖδας ἢ γυναῖκας ἢ γονέας ἤ τινας ἄλλους λόγους ποιεῖν ἔχοντας παραμυθίαν, ἀλλὰ καὶ οἷς ἀπ’ ἄλλων τινῶν αἱ λῦπαι. εἰ γὰρ δὴ τοῖς λυπουμένοις βοηθη‐
5τέον, καὶ τούτοις κἀκείνοις ἄξιον, ὥσπερ αὖ καὶ τοὺς ἰατροὺς ὁρῶμεν ἅπασι τραύμασιν ἀπὸ φαρμάκων ἀμύ‐ νοντας. ἐγὼ δὲ οἶδα καὶ μείζους λύπας ἐξ ἑτέρων ἐγγενομένας τισὶν ἢ θανάτων, ὥστ’ ἔκ γε τῶν δικαίων
ἢ μᾶλλον ἐκείνων παραμυθητέον τούτους ἢ οὐχ ἧττόν
10γε, εἰ μὴ καὶ μᾶλλον.
Or
.

39

.

2

ἐγὼ τοίνυν σὲ κατιδών, Ἀντίοχε, λύπῃ μεγάλῃ κατειλημμένον καὶ πολλῷ πόνῳ κατέχοντα σαυτὸν τὸ μὴ δακρύειν διὰ τὸ Μιξίδημον τῷ δεῖνι μὲν διδασκάλῳ συμμαχεῖν, τοῖς σοῖς δὲ ἐναν‐
5τιοῦσθαι, ταυτηνί σοι προσοίσω τὴν παραμυθίαν, ἤν πως ἄρα πεισθῇς, ὅτι σοὶ μὲν τὸ πολεμεῖσθαι κέρδος, ἐκείνῳ δὲ ἡ συμμαχία ζημία.
Or
.

39

.

3

Τίς οὖν τῶν ἁπάντων οὐκ οἶδεν, ὅτι τὸ μὲν ἀγαθοὺς φίλους ἔχειν ἀγαθὸν τοῖς ἔχουσι, τὸ δὲ πονηροὺς κακόν; ἱκανὸν γὰρ εἰς ἀπόδειξιν τοῦτο τοῦ κακὸν εἶναι τὸν ἔχοντα. αὐτίκα οἱ τοῖς ὀρχησταῖς
5ὑπᾴδοντες οὗτοι μετὰ γυναικῶν δή τινων οὐδὲν αὐ‐ τῶν ἐκείνων τῶν γυναικῶν διαφέροντες ἥδιστα μὲν ἂν σοὶ φίλοι καὶ εἶεν καὶ δοκοῖεν καὶ συνεῖεν καὶ συσσιτοῖεν καὶ παραπέμποιεν ὅποι ποτὲ ἴοις, ἀλλὰ σύ γε τοῦτο καὶ φύγοις ἂν καὶ φοβηθείης καὶ οὐδ’ ἂν
10μετὰ μυρίων δέξαιο ταλάντων.
Or
.

39

.

4

καὶ νῦν τοίνυν μὴ τοῦτο σκόπει μόνον, ὅτι τὰ τοῦ δεῖνος Μιξίδημος ᾕρηται μηδ’ ὅτι πολλὰς οἰκίας ἐπιὼν παρὰ γυναιξὶ χήραις εὐλογεῖ τὸν ἄνθρωπον, ἀλλὰ καὶ τίς ὢν ὁ
5Μιξίδημος ταῦτα ποιεῖ. οὕτω γὰρ ἂν εὔξαιο τοῖς θεοῖς καὶ προστιθέναι τοῖς νῦν αὐτὸν καὶ πλείους καὶ μείζους περὶ ἐκείνου ποιεῖσθαι τοὺς ἐπαίνους. ὁρῶ
δὲ οὐδὲ αὐτὸν ἐκεῖνον πάνυ τι χαίροντα τοῖς παρὰ τούτου πάλαι δὴ τὰ τοῦδε εἰδότα.
Or
.

39

.

5

εἰ δ’ οὖν καὶ μέγα τι τοῦτο ποιοῖτο, μὴ σύ γε τούτῳ ταράττου μηδ’ οἴου παρὰ τοῦτο χεῖρον ἕξειν σοι τὰ πράγματα. Μιξί‐ δημος γὰρ οὑτοσὶ τοῦ μὲν εἶναι κακὸς ἐκ παιδὸς ἤρ‐
5ξατο, χρηστὸς δὲ οὐδαμοῦ γενόμενος οὐδὲ ὀλίγας ἡμέ‐ ρας μετὰ τῆς ἐσχάτης κακίας εἰς γῆρας ἧκεν. ἔσχε μὲν ἀπὸ τοῦ σώματος πρόσοδον ἐν Αἰγύπτῳ καλῶν αὐτὸς ἐφ’ ἑαυτὸν τοὺς δοῦναι δυναμένους, ἔσχε δὲ ἐν Παλαιστίνῃ, καὶ πρὸς τοῦτο οὐκ ἦν τὸ γένειον κώλυμα.
10〈τοῦ εἰπεῖν〉 δὲ δίκας ἁψάμενος τοῦ τὰ αὐτὰ κερ‐ δαίνειν οὐκ ἔληξεν, ἀλλ’ ἦν αὐτῷ διχόθεν μισθοφορεῖν, τὰ μὲν ἄνωθεν, τὰ δὲ κάτωθεν τῶν στρατιωτῶν τοὺς μὲν δεχομένῳ, τοὺς δὲ καὶ βιαζομένῳ. καὶ λέγων μὲν οὐδενὸς ἦν βελτίων, τὸ δύνασθαι δὲ ἑτέρου μᾶλλον
15ἦν ἐξ ὧν ἔφην αὐτῷ.
Or
.

39

.

6

ἀρχὰς τοίνυν ὅπως μὲν ἔλα‐ βεν, ἀφίημι· λαβὼν δὲ οὐδ’ ὑπ’ αὐτοῦ τοῦ σχήματος ἐδυνήθη σωφρονεῖν, ἀλλ’ ὁ μὲν κῆρυξ καὶ στρατεία καὶ ζώνη καὶ ξίφος καὶ τὸ δικάζειν ὑπῆρχεν, ὁ δὲ
5οὐδὲ ἐν τούτοις ἀνὴρ ἐδυνήθη γενέσθαι, ἀλλ’ ἦν ἐκεῖ‐ νος ὁ φοιτῶν καὶ συνδικῶν, συγχέων τὰ τῆς Ἀφρο‐ δίτης νόμιμα, τεχθεὶς μὲν ἀνήρ, τούτῳ δὲ προσθεὶς θάτερον, καὶ πολλοὺς μὲν καταισχύνας, πλείοσι δὲ
ὑποσχὼν ἑαυτόν.
Or
.

39

.

7

Ἀλγεῖς οὖν, εἴ σοι τοιοῦτός ἐστι πολέμιος; ἀλ‐ γεῖν μὲν οὖν ἐχρῆν, εἴ σοι φίλος ἦν ἄνθρωπος ὃς ἄνευ τῶν εἰρημένων ἐν τῷ ψεύδεσθαι καὶ ἐπιορκεῖν καὶ τοὺς αὐτοὺς θεοὺς τιμᾶν τε καὶ ὑβρίζειν ἅπαντα
5διεξῆλθε τὸν χρόνον τοὺς αὐτοὺς τήμερον μὲν εἶναι μεγάλους λέγων, αὔριον δὲ οὐδέν, ἐπὶ ψυχρὰς προφά‐ σεις καταφεύγων, ὡς δὴ οὐχ ἑκὼν ἀσεβῶν. ὁ δὲ πᾶν ἂν ἐπὶ κολακείᾳ δράσειεν. ἐπειδὴ γὰρ ζητεῖ μὲν δύ‐ νασθαι, τοῦτο δὲ ἐκ τῶν δικαίων οὐκ ἔχει, τῷ πάντα
10τρόπον κολακεύειν πειρᾶταί τις εἶναι.
Or
.

39

.

8

τὰ χρήματα δὲ ταῦτα καὶ τὰ κτήματα μή σε ἐκπληττέτω μηδὲ ἐξαπατάτω μηδὲ μισθὸν ἀρετῆς ταῦτα εἶναι νόμιζε. εἰσὶ γὰρ δὴ μισθὸς δρόμων καὶ πόνων καὶ λόγων καὶ
5πράξεων αἰσχρῶν, ἃς φεύγων ἄνθρωπος ἐπιεικὴς δέ‐ ξαιτ’ ἂν πολλάκις μᾶλλον ἀποθανεῖν ἤ τι τοιοῦτον ὑπομεῖναι. μεμίσθωκε δὲ αὑτὸν γυναιξὶ πολλῶν δε‐ σποίναις ἀνδραπόδων, ὧν ἕκαστον ἐκβάλλει τῆς αὐτοῦ τάξεως αὐτὸς ἀνθ’ ἑκάστου γιγνόμενος. ἀρκεῖ δὲ οὐ‐
10δὲν τῶν διδομένων, ἀλλ’ ἔτι προσαιτεῖ, δεῖται λαβεῖν χειρῶν ἁπτόμενος καὶ ποδῶν, ὀμνὺς ὀφείλειν οὐκ ὀφεί‐ λων, δανειστῶν ὠμότητα τὴν οὐκ οὖσαν τραγῳδῶν.
Or
.

39

.

9

καί ποτε γυνή τις τῶν εὐγενῶν ἥπτετο μὲν ἀρίστου μόλις τοῦτο ποιοῦσα καὶ τοῦτο ἐν θεραπαίναις μόναις,
ὁ δ’ ὅσῳπερ εἶχε τάχει διὰ τῶν κλιμάκων ἀναβὰς πρὸς τὰ γόνατα προσπεσὼν πρακτόρων χεῖρας ἔφασκε
5διαφυγὼν μίαν ἔχειν ἐλπίδα τὰ παρ’ ἐκείνης. ἡ δ’ αἰσχυνομένη μὲν ἐφ’ οἷς ἦν, οὐκ ἐνεγκοῦσα δὲ τὴν ἀναισχυντίαν ἔδωκε μέν, δοῦσα δὲ τοῦτ’ εἶναι πέρας ἠξίου τῶν λημμάτων. ὁ δ’ ὑπέσχετο μὲν οὐκ ἐνοχλή‐ σειν, παρῆν δὲ αὖθις ἅμα ἡμέρᾳ, καὶ πάλιν ἡ κεφαλὴ
10καὶ πάλιν αἱ χεῖρες καὶ πάλιν τὰ γόνατα. καὶ ἦν οὐκ ἀπορία συμμάχων. αἱ γὰρ δὴ θεράπαιναι συνέπρατ‐ τον ἐχόμεναι δι’ ὧν αὖ καὶ εἴχοντο. καὶ οὐκ ἐνταῦθα μὲν τοιοῦτος, παρὰ δὲ ἑτέραις γυναιξὶ βελτίων, ἀλλ’ εἰς ὅσας οἰκίας παρέδυ, πολλαὶ δὲ αὗται, πανταχοῦ
15μὲν πολλαὶ διακονίαι, πανταχοῦ δὲ αἰτήσεις, πανταχοῦ δὲ λήψεις, οὐδαμοῦ δὲ κόρος.
Or
.

39

.

10

ὁ δὲ καὶ ἀγροίκοις ὁ κακοδαίμων δουλεύει πρᾶγμα ἐφ’ ἑαυτὸν μεταθείς, ὃ πρότερον τοὺς τῆς ἀρχῆς ὑπηρέτας ἀνεῖχεν, ὅθεν δὴ καὶ ἀπολώλασιν. οἱ δ’ ὑπὸ τοῖς ὄρεσι γῆν
5ἀγαθὴν γεωργοῦντες Μιξιδήμῳ μᾶλλον ἢ σφίσιν αὐτοῖς γεωργοῦσιν. ᾧ δέος οὐδὲν ἐκ τῶν ὡρῶν, ἀλλὰ δεῖ τά γε εἰς τὸν φόρον ὑγιαίνειν ὁμοίως αὐτῷ. ἐντεῦθεν αὐτῷ πολὺς μὲν ὁ σῖτος, πολλαὶ δὲ αἱ κριθαί, πολλὰ δὲ πάντα. καὶ γὰρ δὴ καὶ αἱ γυναῖκες τῶν γεωργῶν
10τούτῳ τὰ τῶν γυναικῶν ποιοῦσιν, ὃ ποιεῖ Μιξιδήμῳ τὰς τραπέζας τὰς μεγάλας.
Or
.

39

.

11

ὁ δ’ οὐκ αἰσχύνεται τὴν πενίαν τῶν δι’ αὐτὸν εἰς ταῦτα ἡκόντων, ἀλλ’ ἐκ
τῶν ἀγρῶν ἐπιστολαὶ φοιτῶσι τὸ καὶ τὸ κελεύουσαι, τῷ δ’ οὐκ ἔνι μὴ ποιεῖν, ἀλλ’ ἀναπηδῶντα δεῖ τῶν
5δεδωκότων εἶναι. μικρὸν δὲ αὐτῷ τὸ πολύ. καὶ πρὸς τούτῳ γε εἰς ἑτέρας κώμας μεγάλας αὑτὸν εἰσάγει διὰ πλέθρου πολλάκις ἑνός, οὗ καὶ περὶ τὴν τιμὴν ἀδική‐ σας ἐν τῷ βραχεῖ τὸ πᾶν ἔχειν ἀξιοῖ πραγμάτων ἀπεί‐ ροις ἀνθρώποις ἐπισείων, εἰ μὴ πάντα πείθοιντο, τὰς
10παρ’ ἑαυτοῦ βλάβας.
Or
.

39

.

12

Ἐξεῦρε τοίνυν ὁ ἀνὴρ καὶ γεωργίαν ἑτέραν ἀδικωτέραν, δικαστὰς καὶ δικαστήρια καὶ δίκας. διδοὺς γὰρ αὑτὸν τῶν δικαζομένων τοῖς οὐδὲν ὑγιὲς λέγουσι νῦν μὲν ἐν κατηγορίαις, νῦν δὲ ἐν ἀπολογίαις, εἰσπη‐
5δῶν εἰς τὰς κρίσεις οὐχ ὅπερ ἐστὶ δίκαιον, ἀλλ’ ὅπερ αὐτῷ κερδαλέον, τοῦτ’ ἰσχυρὸν πειρᾶται ποιεῖν καὶ ἢ δεηθεὶς ἤνυσεν ἢ καὶ κατηνάγκασεν ἀπειλῶν ἐρεῖν κακῶς· πάντως δὲ εἶναι κύριος δόξης χείρονός τε καὶ βελτίονος. καὶ τούτοις οἱ μὲν καταπλαγέντες ἡττή‐
10θησαν, οἱ δ’ ἀντισχόντες εἰς λοιδορίας ἧκον.
Or
.

39

.

13

ταῦτα τοῦτον ἄγει πρὸς τὰ δικαστήρια, ταῦτα εἰσάγει, ταῦτα ἐξάγει. καὶ δεινὸν οὐδέν, ἢν ἑκάστης ἡμέρας δεκάκις ἑκατέρων γένηται. ὁ δ’ οἶδε καὶ νύκτωρ ἐνοχλεῖν
5καὶ πολλάκις ἧκεν ἄρχοντος καθεύδοντος, ὅπως ἀκού‐ σας τι παρὰ τοῦδε πρότερον εἶτ’ ἐπὶ τὸν θρόνον ἴοι. ἀπὸ δὲ ἑκάστου τούτων ἀργύριον, χρυσίον, ἐσθής, ἀνδράποδον, ἵππος, ὁπόσα γαστρὶ χαρίζεται.
Or
.

39

.

14

οὐκ ἤκουσας, Ἀντίοχε, κεκραγότων τινῶν ἀρχόντων, ὡς, εἰ
μή τις ἐκκόψειε τουτονὶ τὸν ὄλεθρον, οὐκ ἔστιν ἀρχῇ πᾶν τὸ δέον σῶσαι; ὃς πρὸς τοῖς ἄλλοις κακοῖς τοῖς
5δικασταῖς ἐπάγει τοὺς στρατηγοὺς δώροις μὲν ἐκείνους ὑφ’ ἑαυτῷ ποιούμενος, δυνάμεις δὲ μείζους ἐλάττοσιν ἐπάγων. τοῦτο αἱ ἔλαφοι, τοῦτο οἱ λαγωοί, τοῦθ’ ὁ πολὺς οἶνος, τοῦτο τὰ τῶν ὀρνίθων γένη. διὰ τοῦτο τῶν συναριστώντων τε αὐτοῖς εἶναι βούλεται καθ’
10ἡμέραν καὶ ὅπως γε εἴη ποιεῖ. εἶτα τὰς κατὰ τῶν οὐ πάντα αὐτῷ πειθομένων δικαστῶν ἀναμίγνυσι διαβο‐ λὰς πίνων ὁμοῦ καὶ συκοφαντῶν. διὰ τοιούτων ὁδῶν χρηματίζεται. αὗται τὸν κατάπτυστον αἱ τέχναι τῆς παλαιᾶς πενίας ἐξείλκυσαν.
Or
.

39

.

15

τῆς αὐτῆς δέ, οἶμαι, τέχνης ἢ καὶ ἔτ’ αἰσχίονος ὁ τοῦ δεῖνος κλῆρος. ὧν γὰρ ἐν σκότῳ μετ’ ἀλλήλων ἔπραξαν πάντα ἀλλήλοις καὶ διδόντες καὶ λαμβάνοντες, τούτων καρπὸς ὁ κλῆ‐
5ρος. καὶ ἐκληρονόμει μητρὸς οὔσης, ἀδελφῆς οὔσης, παίδων ἐκείνης. ὧν ὅτε τὴν ἀδελφὴν ἐγάμει, τεῖχος μὲν ὑπισχνεῖτο τοῦ κηδεστοῦ τοῖς υἱέσιν ἔσεσθαι, γέγονε δὲ πάντων μηχανημάτων δεινότερος κατασείων καὶ καταφέρων καί, τὸ δὴ δεινότατον, δι’ ἀλλήλων
10τοῦτον μὲν πρὸς ἐκεῖνον λέγων κακῶς, ἐκεῖνον δὲ πρὸς τοῦτον καὶ νῦν μὲν τοῦτον ἐπ’ ἐκεῖνον ἀκονῶν, νῦν δὲ ἐκεῖνον ἐπὶ τοῦτον, φιλῶν μὲν οὐδέτερον, θα‐
τέρῳ δὲ αὑτὸν ἀεὶ προστιθείς, ἰσχυροτέραν τὴν αὑτοῦ ποιῶν πανουργίαν τῶν τῆς φύσεως ἀναγκαίων. καὶ
15νῦν ὅσοι λυποῦνται τῷ τῶν ἀδελφῶν πολέμῳ, Μιξι‐ δήμῳ καταρῶνται τῷ πολεμοποιοῦντι λέγοντες μηδέποτ’ ἂν ἄνδρε καλώ τε κἀγαθὼ καὶ πεπαιδευμένω πρὸς τοσοῦτον προβῆναι φιλονεικίας, εἴ τις ἦν θεῶν προεκ‐ κόψας ἐκεῖνον.
Or
.

39

.

16

Τί οὖν ἐβούλου φίλον ἔχειν τὸν τοιοῦτον, Ἀντίοχε, καὶ συλλήπτορα; καὶ τί μεῖζον ἄν τις εἶπε περὶ σοῦ κακὸν ἢ ὅτι Ἀντίοχος ἐκεῖνος ἐν Μιξι‐ δήμου τῷ τρόπῳ τὰς ὑπὲρ τῶν αὑτοῦ πραγμά‐
5των ἐλπίδας ἔχει; οὐκοῦν εἰκότως ἂν τοῖς θεοῖς ἔχοις χάριν μισῶν τε καὶ μισούμενος καὶ κέρδος ἡγοῖο τὰς βλάβας ταύτας δὴ τὰς περὶ τοὺς μαθητάς; ὑπὸ γὰρ δὴ τῶν κακῶν κακῶς ἀκούειν ἄμεινον ἢ τοὐ‐ ναντίον.
Or
.

39

.

17

Ὡς δὲ κακὸς ὁ Μιξίδημος, μάθοις ἂν κἀκεῖθεν, εἰ μὴ ἄρα προεπίστασαι. ἦν τις ἐκ Κύπρου τῇδε νέος λευκὸς καὶ καλός, οἰκίας εὐδαίμονος, παρὰ τούτῳ τισὶν οἰκήμασι χρώμενος διὰ δεήσεων τῶν τούτου πρὸς τὸν
5ἐκείνου πάππον καὶ ἅμα ὑποσχέσεων λέγοντος ἀντὶ τῆς πατρῴας οἰκίας αὐτῷ τὴν αὑτοῦ γενήσεσθαι καὶ ζητήσειν οὐδὲν ὃ μὴ σχήσειν εὐθέως. ταῦτα δὲ ἐποίει τήν τε νῆσον τρυγᾶν βουλόμενος καί τι καὶ ἕτερον. ὃ τὸν νέον ἐντεῦθεν ἀνέστησεν οὐκ ἀνασχό‐
10μενον τῆς τοῦδε πείρας τῆς μὲν ἐν τῷ βαλανείῳ τῷ
μικρῷ, τῆς δὲ πολλαχοῦ τῆς οἰκίας. ἔχων γὰρ αὐτὸν ἐγγὺς συνεχὴς ἦν. ἐκεῖνον μὲν οὖν ἐξέβαλεν οἷς ἔφην, καὶ νῦν Βηρυτὸς ἔχει τὸν νέον, οὐ σωφρονοῦσα μὲν πόλις, ἐδόκει δὲ ὁ νέος ὅμως ἐν μετριωτέροις
15ἔσεσθαι· μὴ γὰρ ἔσεσθαί τινα αὐτόθι Μιξίδημον ἕτερον.
Or
.

39

.

18

Ταῦτα λογιζόμενος, Ἀντίοχε, προσκύνει τὴν Τύχην ἀντὶ τῆς τοῦδε δυσμενείας. οὐδὲ γὰρ ταῦτα ἔστι μόνα, ἀλλ’ ἔνι μοι διελθεῖν ἕτερα νεανικώτερα τῶν εἰρημένων. τὸν γὰρ αὖ περὶ τοῦ Φρύνωνος λό‐
5γον οὐκ ἐᾷ Μιξίδημος ἀπιστεῖσθαι λαβὼν ἐπὶ τῷ παιδὶ νῦν, ὥσπερ ἐκεῖνος πάλαι, καὶ τὴν ἐπὶ τῷ πε‐ πραγμένῳ πεπλασμένην ὀργὴν σπονδαῖς τοιαύταις καταπαύσας, ὡς ἀμφοτέρους χαίρειν ἔχειν, τὸν μὲν τῷ τὸν κίνδυνον διαφυγεῖν, τὸν δὲ τῷ μισθῷ.
Or
.

39

.

19

καὶ περὶ ταύτης τῆς πράσεως τοῦ λόγου μεστὴ μὲν ἡ γῆ, μεστὴ δὲ ἡ θάλαττα, καί τινες ἥκοντες ἐξ Ὠκε‐ ανοῦ καὶ τῶν ἐκεῖ Γαλατῶν εἰδότες ταῦτα ἧκον. ἔναγ‐
5χος δέ μοι τῶν ἐν Ἰταλίᾳ τις γενομένων καὶ διατρι‐ ψάντων ἐν τῇ βασιλευούσῃ πόλει Ῥωμαίων οὐδένα ἀγνοεῖν ἀπήγγελλεν, ἀλλ’ ἀπὸ τῆς μεγάλης βουλῆς ἀρξαμένους μέχρι τῶν ἐν τῷ ποταμῷ τῷ Θύμβριδι ζώντων ἐξεπίστασθαι τὸν δόντα, τὸν λαβόντα, τὸ δοθὲν
10καὶ ὑπὲρ ὅτου.
Or
.

39

.

20

καὶ ταῦτα οἶδεν οὗτος αὐτὸς καὶ τοῦτό ἐστιν ἐν οὐκ ὀλίγοις αὐτῷ χαλινός. εἰ δὲ μὴ τούτοις κατείχετο, πῶς τις ἂν ἤνεγκε τὴν τόλμαν, τὸ θράσος, τὴν ἀσέλγειαν, τὴν ὑπερηφανίαν; νῦν δὲ κι‐
5νεῖται μὲν πολλάκις τῇ φύσει πρὸς παροινίαν, ἀνείρ‐ γεται δὲ ὧν ἀκούσεται τῷ φόβῳ, καὶ σιγᾷ πολλάκις ὑπὲρ τῆς ἑτέρων σιγῆς.
Or
.

39

.

21

ὁ δὲ καὶ τρισὶ γυναιξὶν ὁ γενναῖος συνοικεῖ, ᾗ τε ἔλαβε κατὰ τοὺς νόμους αἷς τε τοῖν υἱέοιν εἰσήγαγε. καὶ τὴν περὶ τὸ πρᾶγμα ῥᾳστώνην ὁ κηδεστὴς ποιεῖ, πολλὴ γὰρ ἐξουσία καὶ
5συνεῖναι καὶ λαλεῖν καὶ ἅπτεσθαι, κἀν τῷ συγκαθῆ‐ σθαι παρὰ τῶν ποδῶν οὐκ ὀλίγα. ὁ μὲν οὖν νεώτερος ἥδιστ’ ἂν ἀπελθών ποι πρόφασιν οὐκ ἔχων μέ‐ νει, τῷ πρεσβυτέρῳ δὲ ἡ μεγάλη πόλις ἔδωκεν ἀφορ‐ μὴν εἰς φυγήν. τῇ μητρὶ δὲ αὐτοῖν πολλὰ ἀποφράττει
10τὸ στόμα.
Or
.

39

.

22

Ἄξιον δή σοι στένειν οὐκ ἔχοντι τὴν παρὰ τοῦ τοιοῦδε ῥοπήν, ὃς τοιαῦτα ὄντα ἃ διῆλθον ἀπέκρυψε τῷ ῥηθησομένῳ καινῷ τε ὄντι καὶ οὐκ ἔχοντι παρά‐ δειγμα. τὰ μὲν γὰρ ἄλλα ἴσως μετ’ ἄλλους ἠδίκηκε
5καὶ ἠκολούθησεν, οὐκ ἦρξεν, ὥσπερ ἐν ἐκείνῳ τῷ Φρύνωνι, τούτου δὲ αὐτὸς ἡγεμών, εἴπερ ἄρα ἕξει τὸν ἑψόμενον, ὡς ἔγωγε οὐκ οἶμαι. ὃ γὰρ αὖ Φίλιππος ἦν τῷ παιδὶ τοῦ Φρύνωνος, τοῦτο οὗτος τῷ αὑτοῦ
καὶ ταῦτα τοῦ τῆς γυναικὸς ἀδελφοῦ βοῶντος, τῆς
10γυναικὸς παρούσης καὶ ἀκουούσης οὔτε ἀντέβλεψεν οὔτε ἀντεῖπεν, ἄφωνος δὲ εἰς γῆν βλέπων ἱδρῶτι τὴν ὁμολογίαν τῆς μίξεως ἐποιήσατο. δεινὸν τὸ τοῦ Θυέ‐ στου, τὸ δὲ νῦν τοῦτο δεινότερον, ὅσῳ γε δεινότερον ἐν υἱεῖ γενέσθαι τοιοῦτον ἢ θυγατρί.
Or
.

39

.

23

Ἐγὼ μὲν τοίνυν ἔδεισα πολλάκις περὶ τῇδε τῇ πόλει μὴ πᾶσα δῷ δίκην τῆς Μιξιδήμου κακίας, καὶ τοῦ γε μὴ ἤδη δεδωκέναι χάριν ἔσχον τοῖς θεοῖς. ἐν ᾗ γὰρ τοιαῦτα τετόλμηται, χαλεπὸν μὴ πεσεῖν,
5ἄλλως θ’ ὅτε λανθάνει μὲν οὐδένα τῶν οἰκούντων αὐτὴν τὸ ἔργον, ἐκβάλλει δὲ οὐδεὶς οὐδ’ ἀγανακτεῖ ζῶντος ἐν ᾗ τοιαῦτα ᾔσθη.
Or
.

39

.

24

Σὲ δὲ προσήκει τὴν μὲν παρ’ ἐκείνων μὴ ζη‐ τεῖν βοήθειαν ὄντων γε τοιούτων, σαυτῷ δὲ ἀμύνειν. ἔστι δέ σοι δύναμις. ἔστι γὰρ δὴ καὶ γλῶττα καὶ δόσις παρὰ Μουσῶν οἵα ἂν παρὰ Μουσῶν γένοιτο.
5† ὁ δ’ οὖν ἐπιγραμμάτων μείζων ἢ Ἀντίοχε. ἢν οὖν ταῦτα τείνῃς τὰ τόξα, σαυτόν τε παραμυθήσῃ καὶ διδάξεις ἐκεῖνον, ὅτι ἄρα οἶσθα τὸν
Ἀρχίλοχον.
Or
.

40

t

ΠΡΟΣ ΕΥΜΟΛΠΙΟΝ.
Or
.

40

.

1

Εἶναι μέν σοι φίλος καὶ πολὺν ἤδη χρό‐ νον, Εὐμόλπιε, φημὶ καὶ οὐκ ἂν ἀρνηθείην, λέγω δὲ καὶ τὸ νῦν ἐσόμενον ἀνδρὸς εἶναι φιλοῦντος ὡς ἀλη‐ θῶς, τὸ τοῖς οὐκ ὀρθῶς πεπραγμένοις ἐπιτιμᾶν. ἔπαι‐
5νος μὲν γὰρ οὐκ ἔχων τὸ δίκαιον προσδιέφθειρεν, ὁ δ’ ἃ χρῆν αἰτιώμενος ἐνουθέτησέ τε καὶ τῶν ὁμοίων ἁμαρτημάτων ἀπήγαγεν. οὔκουν τοῦτο μισοῦντος, ἀλλ’ ἐκεῖνα, ὅ τε ἐπὶ τοῖς ἡμαρτημένοις ἔπαινος καὶ ἡ σιωπὴ παραλείπουσα τὴν τῶν ἡμαρτημένων ἐξέτασιν.
10ὥστ’ εἴ σε πώποτ’ εὐεργέτηκα, τουτὶ δὲ εἴρηταί σοι
πολλάκις, ταὐτὸ δοκοίην ἂν εἰκότως καὶ νῦν ποιεῖν.
Or
.

40

.

2

Ἔσονται μὲν οὖν οἱ πολλοὺς ἀφήσοντες κατὰ τοῦ λόγου λόγους καὶ πείθειν ἐπιχειρήσοντες, ὡς ἠδίκησαί τε παρ’ ἡμῶν καὶ δίκην ἂν εἰκότως ὀφειλο‐ μένην σοι λάβοις. ἀλλὰ σύ γε μὴ καὶ τοῦθ’ ἁμάρτης
5μηδ’ ἐξαπατηθῇς, ἀλλ’ ἐχθροὺς ἀμφοτέρων ἡγοῦ συγ‐ κροῦσαί τε βουλομένους ἡμᾶς καὶ καταστῆσαι δυσ‐ μενεῖς ἀντὶ φίλων. σὺ δ’ οὔτ’ ἄλλοτε πώποτε παρ’ ἡμῶν ἠδικήθης εὐνοίᾳ τε καὶ τοῦτο γίνεσθαι νόμιζε.
Or
.

40

.

3

οὐδὲ γὰρ Διομήδης οὐδ’ εἴ τις ἕτερος ἐπετίμα ταῖς περὶ τοῦ δρασμοῦ γνώμαις Ἀγαμέμνονος, ἐχθρὸς ἦν τῷ τοιαῦτα ἐν τοῖς Ἀχαιοῖς εἰπόντι οὐδὲ Ὀδυσσεὺς Ἀχιλλεῖ διὰ τοῦ πατρὸς τοῦ Πηλέως, ὡς οὐ καλῶς ἐν
5τῇ φιλονεικίᾳ μένοντι. ἀλλὰ μὴν γνησιωτάτην γε ἀκούομεν φιλίαν τῷ τε Ἀχιλλεῖ τούτῳ καὶ Πατρόκλῳ γενέσθαι. καί μοι δοκεῖ μὴ χείρων ἂν ὁ Πάτροκλος εἰς Ἀχιλλέα προκατενεχθέντα φανῆναι, ἀλλὰ ταὐτὰ ἂν ὑπέρ τε τῆς τιμωρίας καὶ τῆς ἑαυτοῦ ψυχῆς βουλεύ‐
10σασθαι.
Or
.

40

.

4

πλάττει τοίνυν οὗτος ὁ Πάτροκλος γονέας ἀντὶ τῶν ὄντων τῷ φίλῳ πέτρας καὶ θάλατταν, οὐχ ἵνα φαυλοτέραν αὐτῷ περιάψῃ δόξαν καὶ μηκέθ’ ὅσου‐
περ πρότερον ἄξιος ἐν τοῖς Ἕλλησιν ᾖ, ἀλλ’ ἵνα αἰ‐
5σχυνόμενος τὸ τῶν πετρῶν καὶ τὸ τῆς θαλάσσης γένηταί πως μετριώτερος καὶ βοηθήσῃ τοῖς ἀτυχοῦσι. καὶ δῆτα καὶ ἐποίησεν αὐτὸν ἀμείνω. εἰ γὰρ καὶ μὴ αὐτὸς ἀνέστη μηδὲ τὰ ὅπλα περιέθετο μηδὲ ἐμαχέσατο, ἀλλὰ καὶ καθήμενος ἐβοήθει τῷ καθαψαμένῳ παραδοὺς
10τὴν δύναμιν καὶ διὰ τῆς σκευῆς τοὺς ἐναντίους παρα‐ κρουσάμενος, ὡς δὴ στρατηγῶν αὐτός.
Or
.

40

.

5

Τίνι δὴ τῶν σῶν μέμφομαι; ἐλυμήνω μοι τὸν θρόνον καὶ ταῖς ἀπὸ τοῦ καιροῦ βλάβαις προσέθηκας καὶ τὴν Ἑλλάδα φωνὴν καὶ ἄλλως προπηλακιζομένην εἰς μείζω κατήνεγκας ἀτιμίαν καὶ ὅπως ἐν ὀλίγοις
5πονοίην ἐποίησας μόνον οὐ κηρύξας λαμπρᾷ τῇ φωνῇ, ὅτι ὦ πάντων ἀνοητότατοι πατέρες, φεύγετε μὲν ταυτασὶ τὰς πέτρας, περὶ ἃς ἀπόλλυτε τὴν σποράν, πέμπετε δὲ τοὺς ἐξ ὑμῶν αὐτῶν εἰς τὴν πίειραν Ῥώμην, οὗ καρπῶν ἔνι τυχεῖν φε‐
10ρόντων εὐδαιμονίαν.
Or
.

40

.

6

Πῶς δὴ τοῦτο γέγονεν; Ἀλέξανδρος ὁ τῇ τοῦ Πλάτωνος ἀρχῇ πεπολεμηκώς, ἴστε δὲ πάντες ὃ λέγω, πλοῖον μισθωσάμενος καταπτύσας τῶν ἡμετέρων δια‐ τριβῶν δοὺς χρυσίον πολὺ τοῖς υἱέσι, καὶ γὰρ ἔχει
5πόρον ὀκνήσας οὐδένα, μεγάλαις οὖν αὑτὸν ἐπάρας ταῖς ἐλπίσι καὶ χρήματα καὶ χρόνον ὅτι πλεῖ‐ στον ἀναλώσας τὰ πρῶτα μὲν περὶ τῆς ἀμαθίας αὐ‐ τῶν ἀκούων ἠπίστει, μετὰ ταῦτα δὲ ἠναγκάσθη πιστεῦ‐ σαι τῶν μὲν αὐτοῦ μεινάντων αὑτοὺς εἰδότων, τοῦ δ’
10ἐπανήκοντος ἐξελεγχθέντος οὕτως, ὥστε τοὺς μὲν δυσμενῶς πρὸς τὸν Ἀλέξανδρον ἔχοντας χαίρειν μᾶλλον τῶν θησαυροῖς ἐντετυχηκότων, τοὺς δὲ φίλους μετ’ αὐτοῦ θρηνεῖν οὕτω λαμπρῶν ἐλπίδων αὐτῷ διεφθαρ‐ μένων. οὕτως οὐδὲν εἰδὼς ὧν εἰδέναι χρῆν ὁ ῥήτωρ
15περιήρχετο, μικρὸν εἰπεῖν, οὐδὲν ὢν ἀνδραπόδου βελ‐ τίων, οὐδὲ γὰρ εἰδώλου γε ἐκεῖνος, οὔτε λέγων οὐδὲν οὔτε λέγοντι προσέχων, τοσοῦτον ἀπέχων 〈τοῦ〉 χρή‐ σασθαι τῷ στόματι, ὥστε καὶ τὸ νεῦσαι κάματον ἔχειν αὐτῷ.
Or
.

40

.

7

τοιούτου τοίνυν ἥκοντος ἡμῖν ἀπὸ Ῥώμης ἑρμαίου καὶ τῶν οὐ πεπλευκότων ἐπὶ τἀκείνης αὑ‐ τοὺς ἐπαινούντων καὶ τῶν Ἀττικῶν λόγων ὠφελουμέ‐ νων ὑπὸ τοῦ τῶν μὲν ἐκπεσεῖν ἐκεῖνον ὧν εἶχε, τὰ
5δὲ μὴ λαβεῖν ἐφ’ ἅπερ ἦλθε, τὸν δὴ τοιοῦτον ὃν ἄφωνον ὄντα ἐν οἷς ἦν ἔδει πάντα εἶναι τὸν χρόνον, ἀπέφηνας πάρεδρον διὰ τὸν πάντα σοι
κακῶς πειθόμενον ἀδελφόν. καὶ τὸ μὲν ζεῦγος οὐ προσδοκηθέντα τόνδε ἔφερε μετ’ ἐκείνου, τουτὶ δὲ πάλιν
10τοὺς περὶ ἡμᾶς νέους ἐφ’ ἕτερα μεθίστη καὶ ὧν κατεγνώ‐ κεσαν, ταῦτα ἐθαύμαζον. καὶ πάλιν λιμένες καὶ πάλιν νῆες καὶ Ἀδρίας καὶ Θύμβρις.
Or
.

40

.

8

ὥσπερ οὖν ἔλαττον ποιμένι ποίμνιον ποιῶν καὶ βουκόλιον βουκόλῳ καὶ ἵππους ἱπποφορβῷ τούτων ἂν ἕκαστον ἠδίκεις, οὕτω καὶ τοὺς τὴν Ἑλλάδα φωνὴν ἐν ταῖς χερσὶν ἔχοντας.
5οὐδὲ γὰρ ἐκεῖνό γ’ ἂν εἴποις, ὡς τὰ πράγματα τῆς ἀρχῆς τῆς ἐκείνου σοφίας ἐδεῖτο καὶ οὐ παρεδρεύσαντος πάντα ἂν ᾤχετο. ἠκούομεν γὰρ εἶναι τὸ ἔργον αὐτῷ φαγεῖν, πιεῖν, κοιμηθῆναι, τέρψαι τοὺς ὀφθαλμοὺς τοῖς τε πολ‐ λοῖς κρουνοῖς τοῖς τε τὴν δεξαμενὴν ἐπιοῦσι πνεύμασι.
Or
.

40

.

9

Βούλει με, τί ταῦτα πεποίηκεν, εἰπεῖν; βούλει με τὰ περὶ τὸν ἵππον διελθεῖν καὶ τὸν λαμπρὸν χαλι‐ νὸν καὶ ὅσα ἐν σκότῳ μὲν ἐδόθη, λαθεῖν δὲ οὐκ ἐδυ‐ νήθη; φίλον γὰρ εὖ ποιεῖν καλὸν εἶναι φήσεις,
5εἶναι δέ σοι τὸν Ἀλέξανδρον φίλον. τί δ’; οὐχὶ καὶ ἡμεῖς φίλοι; πῶς οὖν ἐκ τῆς εἰς ἡμᾶς βλάβης ἐκεῖνον ἠξίους εὖ ποιεῖν; οὐκ ἂν τολμήσαις εἰπεῖν, ὡς ἡ φιλία τῆς φιλίας προτιμοτέρα καὶ Ἀλέξανδρος ἐμοῦ. εἰ δ’ οὖν καὶ λίαν ἐκεῖνος ἐμοῦ, ἀλλ’ οὔτοι γε τῶν Ἑλλη‐
10νίων θεῶν οὐδὲ τῆς διὰ τοῦ θαλλοῦ κτησαμένης θεοῦ τὴν Ἐρεχθέως μητέρα. κατὰ γὰρ τούτων ἁπάντων ἐκεῖνα ἐχαρίζου καὶ ταῦτα εἰς τάξιν παρελθὼν διὰ τούτων τῶν λόγων, οὐκ ἐκείνων.
Or
.

40

.

10

ἡδέως δ’ ἄν σε καὶ λόγον ἀπαιτήσαιμι τῆς πρὸς Ἀλέξανδρον φιλίας. ποία γὰρ εὐγένεια; τίς τροφή; ποία παιδεία; τίς φιλ‐ ανθρωπία; τίς δεομένοις βοήθεια; τίς ὑπὲρ τῶν κα‐
5λῶν πόνος; ἀλλ’ εἰς νόμους σοι χρήσιμος ἄνθρωπος; ἀλλ’ εἰς συμβουλὴν ἀγαθός; ἀλλ’ οἷος ἐνεγκεῖν οἷς ὁμιλοίη δόξαν; οὐ τὴν γῆν ἣν εἰργάζετο φυγὼν ὑπέ‐ θηκεν αὑτὸν ἀνθρώπῳ καπηλεύοντι, τύχης δὲ ἀλογίᾳ χρήματα κτησάμενος πλείους ἀπώλεσε τόκοις τῶν ἐν
10λῃστείᾳ ζώντων, ἀσελγείας δὲ ὑπερβολῇ καὶ τῇ παρ’ αὐτῆς λύπῃ διαφθείρας ἄνθρωπον ἀρετῇ συμβεβιωκότα τελευτῶν ἐπαφῆκε τάφοις τὴν ἀπληστίαν τὴν ἑαυτοῦ τῆς ὑστάτης τιμῆς τοὺς τεθνεῶτας ἀποστερῶν;
Or
.

40

.

11

τίς οὖν σε λογισμὸς χρήσασθαι τοιούτῳ θηρίῳ πείσας συνεκέρασεν, ὥσθ’ ὑμᾶς ὥσπερ συμπεφυκότας ὁρᾶσθαι πανταχοῦ διὰ παντὸς τοῦ χρόνου καθ’ ἕκαστον ἑκάστης
5ἡμέρας μέρος; γείτων γὰρ ἦν, νὴ Δία. πόσοι δὲ ἕτεροι πενέστεροι μὲν Ἀλεξάνδρου, βελτίους δὲ τὸν τρόπον; οὓς ἅπαντας σὺ παριδὼν καὶ ὑπερβὰς ἐκείνῳ σαυτὸν συνέζευξας, ὥστ’ εἶναι θαυμαστόν, ὁπότ’ οὐ σὺν ἐκείνῳ φανείης.
Or
.

40

.

12

εἰσὶ πολλοῖς καὶ τῶν ἄλλων
καθ’ ἑκάστην πόλιν μοχθηροὶ γείτονες, οὓς οὐκ ἀναγκάζει φίλους ποιεῖσθαι τὸ πλησίον οἰκεῖν, ἀλλ’ ὁ μὲν στενωπὸς εἷς ἀμφοῖν καὶ εἰ βούλει γε, ὁ τοῖχος,
5ἀλλ’ οὐ φίλοι γε παρὰ τοῦτο, πολέμιοι μὲν οὖν καὶ πολλαὶ μάχαι καὶ καθ’ ἑκάστην ὡς εἰπεῖν τὴν ἡμέραν τραύματα, καὶ τὸ γειτνιᾶν οὐ φιλίας οἶδε μᾶλλον ἢ δυσμενείας ποιεῖν. καὶ τούτου μυρίοι μὲν μάρτυρες, ἀρκεῖς δὲ σύ, ὃς οὕτως ἔχων γείτονα Μάγνον ἐν οὕτω
10μακρῷ πολέμῳ πρὸς αὐτὸν βεβίωκας τῶν εἰρήνης με‐ μνημένων ληρεῖν σοι δοκούντων.
Or
.

40

.

13

μάλιστα μὲν οὖν ἐχρῆν φυγεῖν ὅλως τὸν ἀσεβῆ καὶ γείτονα ὄντα, νῦν δ’ οὕτως αὐτὸν ἐθαύμασας, ὥσθ’ ὑπὲρ τῆς πρὸς ἐκεῖνον χάριτος τὰ πρὸς ἡμᾶς δίκαια συνέχεας. καὶ
5οὕτως ἀδικῶν ᾔδεις, ὥστ’ οὐ μετέδωκας ἡμῖν τοῦ γε‐ νησομένου οὐδ’ εἶπες προσελθών, ὅτι βούλοιο μὲν τὸν Ἀλεξάνδρου παρεδρεῦσαι τῷ σῷ μὲν ἀδελφῷ, φίλῳ δὲ ἐμῷ, δεινὸν δὲ ἡγούμενος ἐν ἀγνοίᾳ σου τοῦτο γενέσθαι λέγω τε καὶ προλέγω καὶ βου‐
10λοίμην ἄν σε μὴ διακωλύσαι. οὕτως ἂν ἐτίμας τὸ τῆς φιλίας ὄνομα, οὕτως ἂν ὃ προσῆκον 〈ἦν〉 ἅπαν ἐπέπρακτο πείθοντός τε καὶ οὐ πείθοντος. νῦν δὲ ἡ κλοπὴ τοῦ πράγματος καὶ τὸ πάσῃ μηχανῇ πειραθῆναι λαθεῖν τεκμήριον ἐναργὲς τοῦ μηδ’ αὐτῷ σοὶ δοκεῖν
15εἶναί τι δίκαιον ἐν οἷς ἔπραττες.
Or
.

40

.

14

Εἰ δὲ μὴ οὗτος δι’ ἐμο, ἕτερος οὐκ ἂν ἔνδον ἦν δι’ ἑτέρου; καὶ τοιαῦτ’ ἴσως ἐρεῖς. τουτὶ δὲ εἰ μὲν ἀσθενές ἐστι, μηδὲ λεγέσθω· εἰ δ’ ἰσχυρόν, τί μὴ πρότερον ἐλέγετο πρὶν ἢ γενέσθαι,
5μελλόντων γε ἡμῶν οὐκ ἀναισχυντήσειν, εἴ τι δίκαιον ἐν τοῖς λεγομένοις ἦν; ἀλλ’, οἶμαι, καὶ τούτου κατε‐ γνώκεις τοῦ λόγου ῥᾴστης γε τῆς ἀποκρίσεως οὔσης· ἄνθρωπε, δράσει τις τοῦτο ἕτερος; δράτω. καὶ δώσει πάρεδρόν τινα τῶν Ῥώμην ἑωρακότων;
10δότω.
Or
.

40

.

15

σὺ δ’ ἡμῖν μὴ τὴν φιλίαν ἀδίκει μηδ’ ὀφείλειν ἀντ’ ἄλλου βούλου δίκην. οὐδὲ γὰρ εἰ κυβερ‐ νήτης ὢν φθάσας τὴν τῆς ἐναντίας νεὼς ἐμβολὴν τὴν σαυτοῦ κατέδυσας, τοῦτ’ ἂν ἦν σοι πρὸς τὸν τριήραρχον
5λέγειν, ὅτι τὸ πάντως ὑπ’ ἄλλου γενησόμενον πεποίηκα. οὐδὲ γὰρ ὃν πάντως ἀποκτενεῖ νόσος, πρὶν ἥκειν τὸ πέρας, ἀποσφάττομεν ὡς ἕξοντες ἀπο‐ λογίαν ὃ πάντως ἂν ἐποίησεν ἡ νόσος.
Or
.

40

.

16

τί δ’; εἰ δυοῖν στρατηγοῖν ἅτερος μὲν εὔνους εἴη τοῖς ἐκπέμ‐ ψασιν, ὁ δ’ ἕτερος ἐπ’ αὐτοῖς λαβὼν προδιδόναι μέλλοι καὶ τοῦτο ὁ βελτίων αἴσθοιτο, τί τοῦτον ἀξιώσεις τὸν
5ἀμείνω ποιεῖν; ἃ κἀκεῖνος ἐβεβούλευτο καὶ προδιδόναι; καὶ τί ἂν ὕστερον ἔσωζε κρινόμενον; ἦ τὸ τὴν ἐσομέ‐ νην ὑπ’ ἐκείνου προδοσίαν αὐτὸν ἁρπάσαι;
Or
.

40

.

17

Καὶ τὰ μὲν ὑπὲρ Ἀλεξάνδρου τοιοῦτον ὄντα
σε φίλον ἐμοὶ δείκνυσιν. ἄκουε δὴ καὶ δευτέ‐ ρων ἐν οἷς ὑφ’ ὑμῶν ὕβρισμαι σοῦ μὲν κελεύοντος, τοῦ δὲ ἀδελφοῦ πειθομένου. λόγον ἐγκώμιον ἐκείνου
5σύ τε κἀκεῖνος ᾐτεῖτε δεήσεσιν ἰσχυροτέραις τῶν ὑπὲρ ἄρτου γιγνομένων. ἐμοὶ δὲ ἐξῆν μὲν εἰπεῖν, ὅτι ζήτει τὰ τοιαῦτα, Δομέτιε, παρ’ ἐκείνων οἷς δὴ τοὺς παῖδας παρέδωκας. παρέδωκας δὲ κρείττους, οἶμαι, καὶ τεχνικωτέρους ἡγούμενος. οὐ γὰρ
10ἂν χείρους εἴποις. πάντων οὖν ἀτοπώτατον ἐν μὲν τῇ βουλῇ τῇ περὶ τῶν υἱέων Αἴγυπτον καὶ Φοινίκην θαυμάζειν, ἐν δὲ ἐπαίνων ἐπι‐ θυμίᾳ παρ’ ἄλλον καταφεύγειν.
Or
.

40

.

18

ταῦτ’ ἦν μὲν εἰπεῖν, οὐ μὴν εἴρηται, ἀλλὰ τὸ μὲν πρῶτον σιωπήσας ἀπῆλθον, σοῦ δ’ εἰς τὴν οἰκίαν μοι βαδίζοντος καὶ τί τῶν πάντων οὐ ποιοῦντος καὶ ταῦτα πολλάκις καὶ
5τοὺς μάλιστά μοι συνήθεις προσλαμβάνοντος συμμά‐ χους κἀκείνων οὐκ οἴσειν λεγόντων, εἰ φύγοιμι τὴν χάριν, ὑπὸ τοσούτων τοίνυν ἑλκόμενος ποιήσω μέν, ἔφην, τὸν λόγον τῆς Τύχης συναγωνιζομένης καὶ ἐρῶ γε τῆς αὐτῆς καὶ τοῦτο παρεχούσης,
10ἀλλ’ ὅπως, ἔφην, Εὐμόλπιε, μὴ μετ’ ἐμέ τις ἐπὶ τοῖς ἴσοις ἕξει τὸν σὸν ἀδελφὸν μήτε ῥήτωρ μήτε ποιητής. ταῦτα ἀκούσας ἀπώμοσας πρότερον εἰπὼν ῥητορεύσειν τοὺς λίθους ἢ τοῦτο ἔσεσθαι. καὶ τοιαῦτα συνθέμενοι διελύθημεν.
Or
.

40

.

19

καὶ μηδεὶς εἴπῃ· τί δα; τοῦτο δεινὸν εἶναι τὸν μετὰ σὲ περὶ τῶν αὐτῶν ἐροῦντα; οὐ γὰρ περὶ τούτου νῦν ὁ
λόγος, ἀλλ’ εἰ τὰς συνθήκας εἶναι κυρίας ἔδει. ὡς δὲ
5ἐκινήθησαν, ἐπιδεῖξαι ῥᾴδιον. ἡμέραις γὰρ οὐ πολλαῖς ὕστερον ἐλθὼν ἑσπέρας ὡς ἐμὲ βούλεσθαί τινα ποιητὴν ἔλεγες ἐν θεάτρῳ τὸν σὸν ἀδελφὸν λα‐ βεῖν προσθέντα τούτῳ τὸ μετ’ ἐμέ, τὸν δ’ ἐπαινέσαι τὴν προσθήκην. ἐν τούτῳ δὲ ἄρα ἦν τὸ μὴ τὰς συν‐
10θήκας μένειν, ἐν αἷς ἦν τὸ μετ’ ἐμὲ μηδένα, πρότερον δὲ οὐκ ἐκώλυον. τούτων εἰρημένων αὐτὸς μὲν ἐπὶ προφάσεις πεπλασμένας καταφεύγων ἐσίγων, ἔπραττον δὲ τὸ τὸν ποιητὴν εἰπεῖν, καὶ εἶπε.
Or
.

40

.

20

τί οὖν ἐν‐ ταῦθα ἀδικεῖς; τὸ τὰς συνθήκας ἀνελεῖν. ἀνῄρεις δὲ οὐ μεμφόμενος τὸν ἀδελφὸν οὐδὲ κατέχων οὐδὲ κω‐ λύων. εἰ μὲν γὰρ ἠγνόει τὰς ὁμολογίας, ὁ μὴ διδάξας
5αἴτιος, σὲ δ’ εἶναι τὸν διδάσκοντα ἔδει· εἰ δ’ ἠπί‐ στατο, δείσας τὰς σὰς βοὰς τὰς ὑπὲρ τῶν συν‐ θηκῶν εἶναι δίκαιος ἦν ἐν οἷς αὐτὸν εἶναι χρῆν, ὅτι πάντας ἐφ’ ἡμᾶς αὐτοὺς ἀνθρώπους, ἀδελφ, κινήσομεν ὡς οὐκ εἰδότες αἰδεῖσθαι συνθήκας.
10τούτων οὐδὲν Εὐμόλπιος ὁ καλὸς εἶπε πρὸς τὸν ἀδελ‐ φόν, πρὸς ἡμᾶς μέντοι τὰ πρὸς τὸν ποιητὴν εἰρημένα τἀδελφῷ καὶ ἔλεγεν οὐ συγκαλυψάμενος, ἀλλ’ ἀνα‐ πεπταμένοις τοῖς ὄμμασι καὶ οὐκ ἐνόμισεν αὐτὸς τὰς συνθήκας ἕλκειν τῶν ἱματίων λαβομένας οὐδ’ οἷον
15ἐμφράττειν τὸ στόμα.
Or
.

40

.

21

εἶεν. ἔξοδος ἐπὶ τούτοις τοῦ τῶν ἐπῶν ἀκηκοότος καὶ διατριβὴ καθ’ ἑκάστην
πόλιν καὶ προσδοκία καθ’ ἑκάστην ἡμέραν τέλος ἕξειν αὐτῷ τὴν ἀρχήν. οὐ μὴν οὕτω τὸ πρᾶγμα ἐξέβη, ἀλλ’
5ἐπανῄει πάλιν μετὰ τῶν σκευῶν ἁπάντων μεθ’ ὧνπερ ἀπεληλύθει. κἀνταῦθα δεήσεις ὑπὲρ τῶν γεγραμμέ‐ νων, ὅπως εἰς μέσον ἔλθοι καὶ φανείη τῇ πόλει, πολ‐ λαὶ μὲν παρὰ σοῦ, πολλαὶ δὲ παρ’ ἐκείνου, σὺ δ’ ἡμῶν καὶ μετὰ δακρύων ἐδέου μὴ καταχέαι με πολλὴν τοῦ
10γένους ὑμῶν ἀτιμίαν. ἀτιμίαν γὰρ ἔσεσθαι σαφῆ τὸ μὴ τυχόντα τῶν παρ’ ἐμοῦ τὸν σὸν ἀδελφὸν εἰς τὴν Αἴγυπτον ἐλθεῖν ἀφορμήν τε λόγων δυσχερεστέ‐ ρων τοῖς φθονοῦσι τούτῳ παρέξειν.
Or
.

40

.

22

ἐμὲ δὲ ἑλεῖν οὐ δυνηθεὶς ἔδραμες ἐπὶ τὰς τοῦ φιλοσόφου θύρας ὡς οὔσης ἀνάγκης μοι ποιεῖν ὅ τι ἂν ἐκεῖνος κελεύῃ. κελεύσαντος δὲ ὑπακούσας εἶπον, εἶτ’ αὖθις εἶπον καὶ
5τρίτον καὶ τέταρτον. οἱ δ’ ἀκούοντες ὁρῶντες ἐν τοῖς λεγομένοις τά τ’ ἄλλα ἀκριβέστερον καὶ τὰ τῆς ἀρχῆς ἐφ’ ἧς ἐτύγχανεν ὤν, τοιαῦτα μὲν ἐπήδησαν, ὥστε μικροῦ δεῖν ἐκυβίστησαν, τηλικαῦτα δὲ ἐβόησαν, ὥστε μηδὲν ἐν αὐτοῖς μεῖναι φωνῆς. καὶ τῶν μὲν ἐν τῷ
10βουλευτηρίῳ τάχ’ ἄν τις εἴποι παράδειγμα, τῶν δ’ ἐκεῖθεν ἐπὶ τὴν καταγωγὴν οὐδεὶς ἂν οὐδέν. μέσον γὰρ δὴ λαβόντες ἦγον οὐ μόνον οἱ φοιτῶντες ἔτι κἀν
τῷ μανθάνειν ὄντες πατέρες τε τούτων οἷς ἔργον ὑπὲρ τῶν κοινῶν ταλαιπωρεῖν, ἀλλ’ εἶδεν ἄν τις ἐν‐
15ταῦθα καὶ τοὺς ἀπὸ τῶν ἀρχῶν 〈καὶ〉 τῶν θρόνων εἰς ὄνομα καὶ δόξαν ἀφιγμένους.
Or
.

40

.

23

ἦσαν οὖν ἀντὶ στεφάνων τῷ παραπεμπομένῳ χεῖρές τε αἱ τούτων καὶ φωναὶ τὰ τῶν ἐκ τοῦ δήμου δρῶσαι κεκινημέναι τοῖς εἰρημένοις περὶ αὐτοῦ, κοινός τε λόγος τότε πρῶτον
5ἑωρακέναι τὸν Ἥλιον τιμὴν τοσαύτην πρέπειν τε αὐτῷ τὰ ῥηθέντα περὶ Ἀγαμέμνονος ἐπὶ τῷ πλήθει τῆς στρα‐ τιᾶς. καὶ μετὰ τοιούτων εὐφημιῶν ὑπερβάντες τὸν οὐδὸν κἀπὶ τῆς αὐλῆς ἀναβακχεύσαντες μόλις ἀπῆλθον ἀνάγκῃ τῇ παρὰ τοῦ θαυμαζομένου τὸν θόρυβον παύ‐
10σαντες. ἦν δὲ οὐδεὶς ὃς οὐκ ἐμὲ τῶν πεπραγμένων ᾐτιᾶτο.
Or
.

40

.

24

ὁ δ’ ὁμοῦ μὲν ἠξίου κτήσασθαι τοὺς δεδειγμένους λόγους, ὁμοῦ δὲ ἐπῆγεν ἔπη τοῖς εἰρη‐ μένοις λόγοις κρύπτων, ἕως ἐξῆν, τὴν ὕβριν, ὃ δὴ καὶ σὸν ἦν, καὶ γὰρ αὐτὸς ἔκρυπτες, αἱ συνθῆκαι δὲ οὐ‐
5δαμοῦ. ἀλλ’ οὕτω λίαν τῆς ἐπηρείας ταυτησὶ ἐφρόντι‐ σεν, ὥστ’ εἰς διδασκαλεῖον ἀνέβη σαθρὸν τοῦ κατ‐ ενεχθήσεσθαι παρέχον φόβον, διὸ καὶ τοῖς μετὰ τοὺς πρώτους ἰοῦσιν ἐκέκλειτο δέει τῆς ἐλπιζομένης ναυ‐ αγίας. πρὸ δέ γε τῆς ἀναβάσεως εἰσελθὼν ὡς ἐμὲ τὸ
10θέατρον δοῦναί με τοῖς ἔπεσιν ἠξίου. καὶ παρεκάθου
σὺ καὶ ἤκουες ταῦτα λέγοντος καὶ ταὐτὰ διὰ τῆς σιω‐ πῆς ἔλεγες δέον εἰ μηδὲν ἕτερον, τούτοις γε ἐπιτιμῆσαι τοῖς ῥήμασιν.
Or
.

40

.

25

Ἐνέκειτο γάρ, νὴ Δία, καὶ ἠνώχλει καὶ λιπαροῦντα οὐκ ἐνῆν ἀπώσασθαι. εἰ δὲ ὁ μὲν πατὴρ ὑμῖν ἔζη, τοῦτον δὲ οὗτος λιπαρῶν ἠξίου παίεσθαι παρ’ ὑμῶν προκυλινδούμενος ὑμῶν
5καὶ μηδενὸς ἀπεχόμενος, ἀλλ’ εἰσπηδῶν μὲν ἑστιω‐ μένων, εἰσπηδῶν δὲ ἀναπαυομένων, ἐπαίετ’ ἂν τὸν πατέρα διὰ τὸν ἐνοχλοῦντα; τί δ’, εἰ καὶ τὴν μητέρα; τί δ’, εἰ ἄλλους; ἀλλ’ οὐκ ἄν. οὐκοῦν οὐδ’ ἐμὲ παίεσθαι χρῆν.
Or
.

40

.

26

ὑμῖν δὲ οὐκ ἤρκει τό τινα εἶναι τὸν ἐπ’ ἐμοὶ λέξοντα, ἀλλὰ καὶ τῷ τόπῳ τὴν παροινίαν ηὔξετε. καὶ ἐλέγετε μὲν ἠναγκάσθαι, λέγει δὲ ὑφ’ οὗ κατη‐ ναγκάσθαι φατέ, τοῦτ’ αὐτὸς ὑφ’ ὑμῶν πεπονθέναι
5καὶ λέγων ὄμνυσι πάντας μὲν θεούς, οὐχ ἥκιστα δὲ τοὺς ἐν Αἰγύπτῳ τιμίους ἦ μὴν ὑφ’ ὑμῶν εἰς τοῦτο ἐμβεβλῆσθαι καὶ βούλεσθαι μὲν οὐδαμῶς, διαφυγεῖν δὲ οὐκ ἔχειν· εἰσπράττεσθαι γὰρ πικρότερον τῶν τὰς εἰσφορὰς ὀφειλόντων. οὕτως ἀδικεῖτε μὲν οἷς ἐβιά‐
10σασθε, ἀδικεῖτε δὲ οἷς ψεύδεσθε. καὶ σκοτεινῇ λευκὴν ἡμέραν ἐβλάψατε ἀντὶ τῶν προτέρων χορῶν τῶν ἐκ τοιούτων ἀνδρῶν ἕνα παιδαγωγὸν ὁρῶντες ἐν χειρίδι σαπρᾷ τὴν χεῖρα κινοῦντα, ὑμεῖς δὲ ἀδελφὴν ἡμέραν ἕξειν ἐκείνῃ προσδοκήσαντες ἀνέβητε.
Or
.

40

.

27

ἀλλ’ ἐκεῖσε ἐπάνειμι, ὅτι τὸν ὀμνύντα δεῖ πιστότερον τῶν ἀνωμό‐ των εἶναι, ἄλλως θ’ ὅτε καὶ ὧν ἐκεῖνος ἀφίστατο, τοῦ τε βουλευτηρίου καὶ τῶν ἐν αὐτῷ λέγω, ταῦθ’ ὅπως
5ἕξει, πάντα ἐπράττετε. καὶ ταῦθ’ οὕτως ἠνίασε τὴν πόλιν ὥστ’ οὐχ ὅσον ἦν εἰκός, παρ’ αὐτῆς ὑμῖν ἐγίγνετο τῶν περὶ τὴν ἔξοδον ἐξισουμένων τοῖς περὶ τὴν εἴσο‐ δον, ἀλλ’ ἦν εἴδωλον τιμῆς μᾶλλον ἢ τιμῆς ἔργον.
Or
.

40

.

28

Ὁρᾷς, Εὐμόλπιε, πόσα σοι τῶν πρὸς ἡμᾶς ὠλιγώρηται καὶ διὰ πόσων ἡμῶν ἠμέληκας, ἄμεινον γὰρ ἢ προδέδωκας εἰπεῖν. φρόντιζε τοίνυν τοῦ μετὰ ταῦτα χρόνου καὶ βούλου τοὺς φίλους ἐπαινέτας μᾶλλον
5ἢ μεμφομένους ἔχειν.
Or
.

41

t

ΠΡΟΣ ΤΙΜΟΚΡΑΤΗΝ.
Or
.

41

.

1

Ἀφῖξαι μὲν ἡμῖν ἀπὸ τοῦ θεάτρου, Τιμό‐ κρατες, τὸ πρόσωπον δὲ οὐκ ἀπὸ θεάτρου σοι μᾶλλον καὶ τῶν ὅσα ἐστὶ θεάτρων, ἢ δυσχερῶν τέ τινων καὶ οἷα γένοιτ’ ἂν τῆς ἐσχάτης ἀθυμίας αἴτια. πρὸς τοσοῦ‐
5τον, ὦ βέλτιστε, κατηφείας ἥκεις οὐχ εὑρών, ἀκήκοα γάρ, τὰ εἰωθότα θορυβοῦντας τοὺς ἐπὶ τούτῳ κατα‐ στήσαντας αὑτούς. ἐκείνων μὲν οὖν οὐχὶ θαυμάζω τοῦτο πεποιηκότων, σοῦ δέ, εἰ ταῦτα ἀθυμίας ἄξια σαυτῷ νενόμικας. πρότερον δὲ εἰπεῖν πρὸς σὲ
10βούλομαι τῆς ἀφωνίας ἐκείνων τὴν αἰτίαν.
Or
.

41

.

2

Ἀνέστραπται, ὦ Τιμόκρατες, τὸ πρᾶγμα καὶ τῶν ἀρχομένων τινὲς τῶν ἀρχόντων ἀξιοῦσιν ἄρχειν. καὶ τοῦτο βουληθέντες ἐδυνήθησαν ἐπιθυμητὰς μὲν τῶν παρ’ αὑτῶν εὐφημιῶν τοὺς ἄρχοντας καταστήσαντες,
5αὐτοὶ δὲ τοῦτο τοτὲ μὲν διδόντες, τοτὲ δ’ οὔ. καὶ μὴ δόντες ἠνίασαν καὶ δεδωκότες εὔφραναν. καὶ προ‐ ήγαγον δὴ τὰς βοὰς εἰς μισθὸν ἀντὶ τῶν βοῶν ἐπαγ‐ γέλλοντες ὅ τι ἂν αὐτοῖς δοκῇ, τῷ δὲ ἐφιεμένῳ τῶν βοῶν οὐκ ἔνι μὴ πάντα παρέχειν. οὕτω πολλοῦ πω‐
10λοῦσιν οἱ κατάπτυστοι τὰς βοάς.
Or
.

41

.

3

πρὸς οὖν τοὺς ἄρτι παριόντας ἐπὶ τὰς ἀρχὰς ἐκεῖνο ποιοῦσι. παρ‐ αγγέλλουσιν ἀλλήλοις ἀναβάντες αὐτούς τε σιωπᾶν καὶ τὸ λοιπὸν τῶν θεατῶν ταῖς ἀπειλαῖς ταῖς διὰ τῶν
5νευμάτων κατέχειν. εἶθ’ ἡ μὲν ἡμέρα χωρεῖ, ὧν δέ ἐστιν ἡ σκηνή, τὰ αὑτῶν δείξαντες ἀπῆλθον γρύξαντος [οὐδὲν] οὐδενός, τῷ δ’ ἄρχοντι δεινόν τέ τι τοῦτο φαίνεται καὶ μέγα δυστυχίας μέρος. καὶ καθήμενος νῦν μὲν ἐρυθριᾷ, νῦν δὲ ὠχριᾷ καὶ τὰ μὲν πολλὰ
10σιγᾷ, λαλῶν δέ τι πρὸς τοὺς πλησίον οὐκ οἶδεν ὅ τι λαλεῖ. εἶτα λέγει τι διὰ τοῦ κήρυκος πρὸς αὐτοὺς ᾧ πιστεύει κινήσειν τὸ ἡσυχάζον, οἱ δ’ εἰσὶν ἀκούσαντες οἷοι καὶ πρὶν ἀκοῦσαι. τί οὖν ἐπὶ τούτοις ὁ ἄρχων; τοὺς ἡγεμόνας αὐτῶν ἀναζητήσας ἐδεήθη μὴ ταῦτα
15σφᾶς ποιεῖν. οἱ δέ τινες καὶ προσέθεσαν ἀργύριον. τῶν δὲ τὰ μὲν ὑποσχομένων, τὰ δὲ αἰτησάντων ὁμο‐ λογία γίνεται τοὺς μὲν βοήσεσθαι, τὸν δὲ ἅπαντα χαρι‐ εῖσθαι.
Or
.

41

.

4

κατὰ τοῦτον τὸν νόμον καὶ νῦν σεσιγήκασι καὶ τῷ γε εἰωθότι μηχανήματι καὶ κατὰ σοῦ κέχρηνται καὶ τό γε δεινότατον, ὅτι καὶ ᾑρήκασι. δῆλον γάρ, ὅτι εἰ τῷ μὴ φθέγξασθαι ταπεινῶσαί σε
5δεδύνηνται καὶ κατεδουλώσαντο, τῇ γε βοῇ πάλιν ἀνα‐ στήσαντες ἕξουσιν ἑπόμενον καὶ πρὸς μηδὲν ἀντι‐ τείνοντα.
Or
.

41

.

5

Ἐγὼ δὲ ἠχθόμην μὲν διὰ ταῦτα τὸν παρελθόντα χρόνον, ἠχθέσθην δὲ καὶ νῦν καὶ μειζόνως γε νῦν ἀμείνονός μοι διεφθαρμένης ἐλπίδος. ᾤμην γάρ, εἰ καὶ μηδεὶς ἕτερος, σέ γε οὐδὲν τὰ τούτων νομιεῖν,
5ἀλλ’ ἴσον ἡγήσεσθαι τήν τε βοὴν τήν τε σιωπήν. νῦν δὲ καὶ σὺ πέπτωκας ἡμῖν καὶ πλείστου σοι τὰ μηδενὸς ἄξια. τίνος γὰρ ἄξιον αἱ παρὰ τούτων εὐφημίαι τῶν ἐκ παίδων μέχρι τῆς τήμερον ἡμέρας ἐν ἀργίᾳ τε καὶ κακίᾳ πολλῇ βεβιωκότων; οὐκ οἶσθα αὐτούς, ὦ Τιμό‐
10κρατες, καὶ ταῦτα οὕτω πολὺν παρ’ ἡμῖν διατρίψας χρόνον;
Or
.

41

.

6

οὗτοι ξένοι πάντες εἰσὶ κακῶς δεῦρο ἥκον‐ τες ὑπ’ αὐτῶν ὧν ἠδίκουν ἐκπεσόντες τῶν ἑαυτῶν πατρίδων, οἱ μὲν πατέρας συγκόψαντες, οἱ δὲ κατὰ μητέρων ταῖς χερσὶ χρησάμενοι, φεύγοντες τὰς χειροτε‐
5χνίας ἐφ’ ἃς αὐτοὺς ἦγον οἱ γονεῖς. παῖδες μὲν οὖν ὄντες εἶχον ἐξ αὐτῆς τῆς νεότητος τὴν τροφήν, εἰς ἄνδρας δὲ ἥκοντες ἐπιλιπούσης αὐτοὺς ἐκείνης τῆς ἀφορμῆς εἰς τὴν ἀπὸ τοῦ τῇδε θεάτρου βλέψαντες ἀναστάντες ἔδραμον ζῆν μὲν ἐν ἀργίᾳ βουλόμενοι,
10ζῆν δὲ ἐντεῦθεν μόνον δυνάμενοι.
Or
.

41

.

7

τοῖς μὲν γὰρ μίμοις οἱ μέν τινες σφᾶς αὐτοὺς ἔδοσαν, τῶν ὀρχηστῶν δὲ τὸ πλέον γεγένηται. καὶ οὗτός σφισιν ὁ βίος ἐκείνοις ὑπηρετεῖν, ἐκείνοις ὑπακούειν, ἐκείνους
5θωπεύειν, ἐκείνους θεραπεύειν, ἐκείνους κοσμεῖν, ἐκεί‐ νων ἐξηρτῆσθαι, μηδὲν ἕτερον μήτε πράττειν μήτε εἰδέναι. οἱ δὲ αὐτοὺς διατρέφουσιν ἀργυρίῳ νῦν μὲν πλείονι, νῦν δὲ ἐλάττονι· ἐλάττονι μέν, ὁπότε ἡσυχά‐ ζοιεν, πλείονι δέ, ὁπότε ὀρχοῖντο. πᾶν δὲ αἰσχρὸν
10αὐτοῖς ὁμοίως ἔν τε ἡμέραις ἔν τε νυξὶ πράττεται, κἀν ταῖς ὑπερβολαῖς τῶν αἰσχρῶν τούτων αὐτοῖς ἡ φιλοτιμία, ὡς δὴ τότε μάλιστα τὴν αὑτῶν τάξιν βεβαι‐ ούντων, ὅταν ἃ μηδὲ ἀκοῦσαι τοῖς σωφρονοῦσιν ἀνε‐ κτόν, ταῦτα αὐτοῖς ῥᾳδίως πράττηται.
Or
.

41

.

8

ἀναβαίνουσι τοίνυν εἰς τὸ θέατρον οὐχ ὡς τοῖς δεικνυμένοις σύμ‐ μετρον ἀποδώσοντες τὴν βοήν, ἀλλ’ ὡς ἅπαν ὅσον ἔχουσι βοῆς εἰσοίσοντες, ὥστ’ οὐκ ἄν τις αὐτῶν γε
5τῶν γιγνομένων ἀπών, ἀκούων δὲ τῶν βοῶν ἔχοι δια‐ κρῖναι τάς τε ἀμείνους τάς τε χείρους τῶν ὀρχήσεων ἡμέρας.
Or
.

41

.

9

οὗτοι τοίνυν εἰσὶ μὲν οὐ πλείους ἢ τετρα‐ κόσιοι, οἱ μὲν τούτῳ συμπράττοντες, οἱ δὲ ἐκείνῳ, κακοὺς δὲ σφᾶς αὐτοὺς πρώτους πεποιηκότες καὶ τὰς τῶν ἐλευθέρων οἰκίας διορύττουσι θηρῶντες ὁπόσους
5δύναιντο τῶν νέων καὶ ταὐτὰ θαυμάζειν αὑτοῖς ἀνα‐ πείθοντες καὶ ζώντων μὲν αὐτοῖς τῶν γονέων κλέπτας αὐτοὺς τῶν πατρῴων, ὅσον ἔξεστι, ποιοῦντες, ἀπο‐ θανόντων δὲ καθάπαξ προδότας. καὶ πολλῶν οἰκίας ἴδοι τις ἂν περὶ ταῦτα ἀνηλωμένας. οὗτοι καὶ τὰ τῶν
10λόγων βεβλάφασι τῶν νέων τοὺς μὲν ῥᾳθυμοτέρους πεποιηκότες, τοὺς δὲ ὅλως ἀποστήσαντες. καὶ τί δεῖ με ζητεῖν πρᾶγμα ἀδύνατον ποιεῖν, ἅπαντα τὰ τούτων λέγειν κακά; πλὴν τοσοῦτόν γε ἐρῶ, ὅτι παντα‐ χοῦ τῆς γῆς ἡμῖν ἡ πόλις διαβέβληται διὰ τὴν τούτων
15ἀσέλγειαν καὶ βδελυρίαν.
Or
.

41

.

10

Τὰς οὖν παρὰ τούτων εὐφημίας ἀγαθόν τι κρίνεις, ὦ Τιμόκρατες, κατὰ τοὺς πολλοὺς τῶν ἀρχόν‐ των; κακὸν μὲν οὖν μέγιστον εἰκότως ἂν ἡγοῖο τὰς παρὰ τῶν κακῶν ταύτας εὐφημίας. ἴσην γὰρ ἔγωγε
5νομίζω μαρτυρίαν ἀρετῆς εἶναι τό τε κακῶς ἀκούειν παρὰ τῶν φαύλων τό τε εὖ παρὰ τῶν σπουδαίων. τίς δ’ ἂν καὶ ἀμείνους ὑμᾶς παρὰ τοῦτο νομίζοι; ποῖος ἄρχων ἐθνῶν; ποῖος ὕπαρχος; τίς λοχαγός; τίς στρα‐ τηγός; ποῖος βασιλεύς; ποία βουλή; τίνες γεωργοί;
10τίνες στρατιῶται; ὧν γὰρ τοῦ τρόπου κατεγνώκασι, πῶς ἂν τὰ ῥήματα τούτων, εἰ καὶ εὐφημότερά πως εἴη, χρηστὸν ἂν ἔχειν τι νομίζοιεν;
Or
.

41

.

11

Νὴ Δία, τὸ γὰρ φιλεῖσθαι παρὰ πόλεως καλόν, τουτὶ δ’ ἂν εἴη τοῦ φιλεῖσθαι σημεῖον. πόλιν γὰρ ἡγῇ τουτουσὶ τοὺς ἀπόλιδας, πόλιν τοὺς ἀοίκους, πόλιν τοὺς ἀγάμους, οἷς καλὴ μὲν εἰς βίον
5οὐδεμία πρόφασις, τὸ κακοὺς δὲ εἶναι καὶ τὸ κακὰ δρᾶν; ὁ βουλευταῖς ἀρέσκων καὶ παισὶ τοῖς τούτων, ὁ τοῖς ἐπὶ τῶν ἀρχῶν ἐξητασμένοις, ὁ τοῖς παιδεύ‐ ουσιν, ὁ τοῖς παιδευομένοις, ὁ τοῖς πονοῦσι περὶ τὴν γῆν, ὁ τοῖς παρέχουσιν αὑτοὺς τοῖς δικαζομένοις συμ‐
10μάχους, ὁ τοῖς ἀπὸ τῶν χειρῶν ποιουμένοις τὸν βίον, ὁ τοῖς ἐπ’ ἐμπορίᾳ πλέουσιν, ὁ τούτους ἕλκων οἷς ποιεῖ καὶ φιλεῖν αὑτὸν ἀναπείθων οὗτος ὑπὸ πόλεως ὡς ἀληθῶς φιλεῖται. ὁ δ’ ὑπὸ τουτωνὶ τῶν καταπτύ‐ στων φιλούμενος, δῶμεν γάρ, οὐχ ὑπὸ πόλεως
15φιλεῖται, πόθεν; ἀλλ’ ὑπὸ νοσήματος πόλεως, οὗ κέρ‐ δος ἂν ἦν ἀπηλλάχθαι τὴν πόλιν.
Or
.

41

.

12

τί δ’ ἂν εἶεν οἱ πρὸ τῶν ζευγῶν ὑμῖν οὗτοι τὰ ᾄσματα λέγοντες πρὸς τὰς τοσαύτας μυριάδας αἳ τήν τε πόλιν ἔχουσι καὶ τὰ τούτων δυσχεραίνουσιν; εἰ δ’ οἱ μὲν ὑπὲρ ὑμῶν
5εὔχοιντο, καταρῷντο δὲ ὑμῖν οἱ ἀμείνους τε καὶ πλείους, πῶς οὐ κακοδαίμονες οἷς ταῦτά ἐστιν ἀμφότερα;
Or
.

41

.

13

ἔτι τοίνυν πολλῶν μὲν ἀρχόντων παρ’ ἡμῖν γενο‐
μένων κακῶν, ὀλίγων δέ τινων ἀγαθῶν περὶ μὲν τῶν οὗτοι φαίνονται σεσιγηκότες, περὶ δὲ τῶν τὰ εὔφημα ταῦτα εἰρηκότες καὶ οὔτε ἐκείνους ἀφείλοντο τὴν
5ἀμείνω δόξαν οὔτε τούτους ἀπαλλάξαντες τῆς χείρονος περιέθηκαν τὴν βελτίω. τί τοίνυν τῶν εὐφημιῶν τὸ κέρδος; ἤδη δέ τινας καὶ χρηστοὺς μετὰ τῶν πονη‐ ροτέρων ἐπῄνεσαν, ὥσθ’ ὕβριν εἶναι τοῖς βελτίοσι τὸ πρᾶγμα, εἰ τῶν ἴσων ἔτυχον τοῖς οὐκ ἴσοις.
Or
.

41

.

14

Σκόπει δὲ κἀκεῖνο, Τιμόκρατες. ἧκον ἐκ Ῥώμης οὐ πάλαι ποτὲ τῆς ἡμετέρας ἄρξοντες ἄνδρε δύο καλώ τε κἀγαθώ, δικαίω, πρᾴω, φρονίμω, περὶ παιδείαν διατετριφότε. οὗτοι τὴν ἀπὸ τῶν ἄλλων αὐτοῖς γενο‐
5μένην δόξαν ἔβλαψαν τῷ τὰς τούτων βοὰς μέγα νομί‐ σαι καὶ καλόν. καὶ νῦν ὁπότε τις περὶ αὐτῶν γίγνοιτο λόγος, οἱ δυσχερῶς ἔχοντες πρὸς ἐκείνους ταῦτ’ ἐπεισ‐ άγοντες δοκοῦσί τι λέγειν, εἰ δ’ ἐκείνους τις ἐπεπείκει μὴ μέγα νομίσαι τὰς βοάς, ἦσαν ἂν διὰ πάντων
10ἄμεμπτοι.
Or
.

41

.

15

οὕτω δ’ αὖ κακῶς φρονεῖτε περὶ τοῦδε τοῦ πράγματος καὶ δείκνυτε τὴν λύπην τὴν ἐπὶ τῇ σιωπῇ, ὥστ’ οὐδὲ διὰ τοῦ κήρυκος ὀκνεῖτε τὴν βοὴν αἰτεῖν. τὸ γὰρ οὐ λίαν ὑμᾶς γνωρίζω πρὸς αὐτοὺς
5λέγειν καὶ τὸ τί μεμφόμενοι κάθησθε; καὶ τὸ τοῦ χάριν σεσιγήκατε; καὶ τὸ ὑμᾶς αὐτούς μοι δεί‐ ξατε, ταῦτα καὶ τὰ τοιαῦτα προσαιτούντων ἂν εἴη σαφῶς τὰ παρὰ τούτων. οἱ δ’ ἐπὶ τούτοις ἀναπηδῶν‐
τες καταβεβληκότες ὥσπερ ἐν πάλῃ τὸν ἄρχοντα παροι‐
10νοῦσιν οἷς κελεύουσιν ἀνιστάντες τε αὐτὸν ἀπὸ τοῦ θρόνου καὶ προσκυνεῖν ἀναγκάζοντες τὴν πόλιν, αὑτοὺς καλοῦντες πόλιν. ὑμῶν δὲ οἱ μὲν θάτερον ποιοῦσι, τὸ πρότερον, οἱ δὲ καὶ ἀμφότερα. καὶ τοῦτο ὅπως ποτὲ δεῦρο εἰσῆλθεν, οὐκ οἶδα, ἐπεὶ ἔν γε τοῖς προ‐
15τέροις χρόνοις οὐδὲν τοιοῦτον οὔτε ἐλέγετο οὔτε ἐπράτ‐ τετο. οὐδ’ ἑωρῶμεν ἡμεῖς τότε τοιαύτας μὲν στάσεις ἀρχόντων, τοιαύτας δὲ χεῖρας οὐδ’ ἀπιόντα τῶν θεατῶν ἕκαστον πεπεισμένον, ὡς ὑφ’ ἑαυτῷ τὸν ἄρχοντα λάβοι.
Or
.

41

.

16

Ἐνταῦθα πολλὰ παρὰ τοὺς νόμους ἔργα τὸ θέατρον ἀπεργάζεται καί τινες ἁρπασθέντες ἐκεῖθεν ἐδέθησαν ἀπ’ ὀλίγων ῥημάτων ὑπ’ ὀλίγων ῥηθέντων. ὁ γὰρ δὴ τῆς βοῆς ἔρως πάντα ὑπηρετεῖν ἀναγκάζει
5τά τε ἄλλα καὶ τρέχειν εἰς τὴν Δάφνην καὶ ποιεῖν τὴν μυρία κακὰ τῇ πόλει φέρουσαν ἑορτήν, ἐπεὶ καὶ νέοι μετὰ σωφροσύνης ἀναβάντες ἐκεῖσε ταύτην ἀποβαλόντες κατέβησαν. εἰς ἅ μοι δοκεῖ βασιλεύς τις ἀγαθὸς ἀποβλέψας σβέσαι τὸ πρᾶγμα, τὸ δὲ αὖθις
10ἀνέφυ, καὶ γίνεται τῶν μὲν ἐπιταττόντων, ὑμῶν δὲ ὑπουργούντων εὔδαιμον τοῦτο ἡγουμένων. καὶ μετὰ ἀναιδείας πέντε ἢ καὶ πλείους ἡμέρας ὁρᾶται διάγον τὸ ἀναβάν, ἧς τὸ μὲν εἰς αὐτούς, τὸ δέ τι καὶ εἰς ὑμᾶς ἔρχεται. καίτοι εἴ τις ὑμᾶς καταβαίνοντας ἀπὸ
15τῆς πολυειδοῦς μέθης ἐκείνης, περὶ τί χρόνος ὑμῖν ἀνήλωται τοσοῦτος; ἔροιτο, τίνι βελτίω τὰ τῆς πόλεως πεποιηκότες ἀναστρέφετε; τί, πρὸς θεῶν, ἐρεῖτε; ἦ ὅτι καὶ τῷ λίαν ἀσχημονεῖν εἶναι τόπον ἐχρῆν;
Or
.

41

.

17

οὐκ ἂν τοιαῦτα ἑορτάζειν ἠναγκάζεσθε, Τιμόκρατες, εἰ μὴ τὴν τοῦ πρὸς μηδὲν ἔχειν ἀντιλέ‐ γειν ἀνάγκην ὑμῖν αὐτοῖς ἐπεθήκατε. νῦν δὲ καθάπερ οἱ τιθασοὶ λέοντες ἐκπεσόντες τῆς ἐλευθερίας πρὸς
5τὰς ἀπειλὰς τῶν ἐφεστηκότων πτήσσουσιν, οὕτως ὑμεῖς ἐκπεσόντες τῆς ὑμετέρας τάξεως ἄγεσθε δεδιότες τὴν σιγὴν τῶν τετρακοσίων. οἱ δ’ ἰσχυρότεροι μὲν γεγόνασι τῶν ἐν τῷ καταλόγῳ, παρ’ ὧν ἔννομοι φωναί, ἰσχυρό‐ τεροι δὲ τῆς βουλῆς αὐτῆς, πλείοσι δὲ τιμῶνται παρ’
10ὑμῶν ἢ οἱ τὰς οὐσίας καταλειτουργήσαντες, κἂν μεθ’ ὑμῶν ᾖ τοῦτο τὸ μέρος, οὐδὲν ὑμῖν τὰ ἄλλα. εἶτα † οὐχ οἷς ἐχρῆν γνωρίζεσθαι πεπαυμένης τῆς ἀ αἰσθάνεσθε ἀμελούμενοι μὲν ὑπὸ τῶν χρηστῶν ἐν καιρῷ τιμῶν δεομένῳ, κατεγνωκότες δὲ τῆς εἰς
15τοὺς οὐδενὸς ἀξίους θεραπείας.
Or
.

41

.

18

Οἶσθα Φιλάγριον ἐκεῖνον τὸν ἄρξαντα, ὃς τὸν χειμῶνα τὸν πολὺν ἐκεῖ‐ νον καὶ ἤνεγκε καὶ διέφυγεν; οὗτος ἐλθών ποτε εἰς τὸ θέατρον ἐν πολλῇ σιγῇ τὰ δεικνύμενα ἰδὼν αὑτῷ
5τε συνησθεὶς ἀπῆλθε καὶ παρὰ τῶν εὖ φρονούντων ἐπαινούμενος. ἀκούων γὰρ εἶναι τοῦτο παλαιὸν ἐμιμή‐ σατο, ἡνίκα ἦρχε μὲν ὁ ἄρχων, ἤρχετο δὲ ὁ ἀρχόμενος, ἡνίκα τὰ καλὰ μὲν ἤνθει, τὰ πονηρὰ δὲ ἠλαύνετο. τοιγαροῦν ἐστιν αὐτῷ κλέος ἄριστον ἄρχειν εἶναι τοῦτο.
10καὶ ὅτε πρῶτον προσῆγε, τούτων τινὲς ἀπήντων ἅμα ᾠδῇ περὶ αὐτοῦ τι λεγούσῃ. ἧς τὴν ἀρχὴν εἰπόντες ἐπεστομίσθησαν οὐδὲν εἰπόντος αὐτοῦ δεῖσθαι τοι‐ ούτου φληνάφου.
Or
.

41

.

19

Ταῦτα σὲ ἀξιῶ ζηλοῦν, τούτοις ἕπεσθαι καὶ μάλιστα μέν, εἰ οἷόν τε, καθῆραι τὴν πόλιν τοῦ μύσους, εἰ δὲ μή, γυμνῶσαί γε τῆς παρούσης δυνάμεως. τοῦτο δ’ ἂν ποιήσαις, εἰ δείξαις, ὡς αἰσχύνῃ ταῖς παρὰ τού‐
5των εὐφημίαις.
Or
.

42

t

ΥΠΕΡ ΘΑΛΑΣΣΙΟΥ.
Or
.

42

.

1

Ὑβρισθέντι φίλῳ καὶ κωλυθέντι τυχεῖν ὧν εἰκότως ἂν ἐτετυχήκει πρὸ πολλῶν τῶν μετεχόντων, ἥκω βοηθήσων, ὦ βασιλεῦ, τό τε τῆς φιλίας δίκαιον αἰδούμενος καὶ ἅμα μὴ σύ μου τῆς σιωπῆς καταγνῷς
5φοβούμενος. ἐλογίζου γὰρ ἄν, τίς ἂν εἴην πρὸς τοὺς ἄλλους ἐγὼ τὸν τρόπον ὁ περὶ τὸν τοιοῦτον ὀλιγωρίᾳ κεχρημένος.
Or
.

42

.

2

ὡς μὲν οὖν οὐκ ἴσον εἷς ἀνὴρ ἐν τῷ συνεῖναι νέοις εἰς γῆρας ἥκων καὶ συνέδριον ἀγανακτοῦν εἰ μὴ δόξει βέλτιον εἶναι τοῦ παραδείγ‐ ματος, αὐτός τε ἐπίσταμαι καὶ τῶν ἄλλων οὐδεὶς ἀγνοεῖ·
5ἀλλ’ εἰ μὲν ἄλλος βασιλεὺς ἔμελλε τῶν τε λόγων ἀκού‐
σεσθαι καὶ τὸ δίκαιον ἐξετάσειν, ἔδεισα ἂν μὴ τοῦ τῆς βουλῆς ὀνόματος ὁ τὰ δικαιότερα λέγων ἀπολειφθῶ καὶ τὸ πλέον γένηται τοῦ πλείονος· ἐπεὶ δὲ ὁ τὴν τῶν θεῶν εὔνοιαν κτησάμενος τῇ περὶ τὴν ἀλήθειαν τιμῇ
10καὶ τῷ τὰ μὲν ἄλλα ἀφαιρεῖν ἐν ταῖς δίκαις, εἰς ἓν δὲ τοῦτο μόνον ὁρᾶν, διαγνώσεται τήμερον, πολλὰς ἐλπίδας ἔχω τὸν αὐτὸν καὶ νῦν ἔσεσθαι τὸν δικαστὴν κἂν λάβῃ τὸ συνέδριον ἠδικηκός, οὐκ ὀκνήσειν αὐτὸ τοῦτο εἰπεῖν, ὡς ἠδίκηκε.
Or
.

42

.

3

Μικρὸν δὲ ἄνωθεν, ἵν’ εἰδῇς, ὡς εὐλόγως τε ἐγὼ φίλον τὸν Θαλάσσιον ἐποιησάμην τούτοις τε οὐδεμίαν ἐπιεικῆ πρόφασιν ἔχει τὸ πεπραγμένον. Ἐμὲ λόγων ἔσχεν ἐξ ἀρχῆς ἔρως, ὦ βασιλεῦ,
5διατρίψας δὲ ἐν τῷ φοιτᾶν οὐκ ὀλίγον χρόνον ἀγόμενος ὑπ’ ἀνδρῶν εὐδοκίμων ἐπὶ τὸ τῶν ὄντων μοι μετα‐ διδόναι πείθομαι καὶ τῶν ἄλλων ἁπάντων ἀμελήσας, ὡς καὶ τῶν πατρῴων ἐκπεσεῖν, δόξας τε ποιεῖν λόγους οὐ φαύλους εἰχόμην δεινῶς τοῦ πράγματος ἔχων φύ‐
10λακα τῶν δεικνυμένων ἡμῖν Μάξιμον. τελευτήσαντος δὲ ἐκείνου καὶ τῶν λόγων ζητούντων τὸν ἀντ’ ἐκείνου δίδωσιν ἡ Τύχη τὸν ἠδικημένον ὑπὸ τοῦ συνεδρίου
τουτονὶ Θαλάσσιον πολὺ βελτίω τοῖς ὅλοις ἐκείνου τοῦ προτέρου φροντίδι τε τῇ περὶ τὴν φυλακὴν φίλτρῳ τε
15τῷ περὶ τοὺς λόγους εὐνοίᾳ τε τῇ πρὸς ἐμὲ καὶ προσ‐ έτι γε σωφροσύνῃ καὶ γαστρὸς καὶ αἰδοίων.
Or
.

42

.

4

μισθὸς δὲ αὐτῷ τούτων τὸ ζῆν ἐν τούτοις καὶ πᾶσαν ἡμῖν ἐπίστασθαι τὴν πόλιν, ὡς ἐπὶ τούτων διατρίβοι· τοῦ δέ γε διὰ χρημάτων οὔτε δεῖται οὔτ’ ἐπιθυμεῖ
5γῆς τινος ἀποχρώσης αὐτῷ. πολλοὺς δέ γε πλούτου μέγεθος οὐδὲν ἵστησι, τῷ δὲ καὶ ἀνάλωμα γίνεται πολὺ περὶ τούσδε τοὺς λόγους πολλάκις ταὐτὰ κτωμένῳ. τὰ δὲ τοῦτο ποιοῦντα πολλά.
Or
.

42

.

5

ἀλλ’, ὅπερ ἔφην, δῶρον ὤν μοι τῆς Τύχης Θαλάσσιος καὶ τὸν ἀπὸ τῆς Μαξίμου τελευτῆς λύσας φόβον τοὺς φθονοῦντας τοῖς τῶν πέλας ἀγαθοῖς ἐφ’ ἑαυτὸν ἐκίνει διὰ τὸ πειρᾶσθαι
5δυσκολιῶν ἀπαλλάττειν μοι τὸν βίον. καὶ παρα‐ καλοῦντες ἀλλήλους ἐφλυάρουν καὶ πρὸς τοὺς εὐχερε‐ στέρους τῶν ἀρχόντων ἔλεγον κακῶς δῆλοί τε ἦσαν, εἰ δυνηθεῖεν, καὶ ποιήσοντες, ἑκάτερον ἀδίκως.
Or
.

42

.

6

ἐνταῦθα δὴ παραινεῖ τις τῶν δοκούντων νοῦν ἔχειν ἕνα αὐτὸν γενέσθαι τοῦ συνεδρίου καὶ ταύτῃ τοὺς συκο‐ φάντας ἀσθενεστέρους καταστῆσαι. γραφὴν μὲν γὰρ
5δικαίαν οὐκ ἐφοβούμεθα, τὸ δ’ ὑπάρχειν τισὶ ῥᾳδίως ἐπηρεάζειν οἷς ἐκεῖνο οὐκ ἔνι. χρῆται δὴ τῷ περὶ ταῦτα νόμῳ Θαλάσσιος, καθ’ ὃν γράμματα τῆς σῆς δεξιᾶς λαβὼν ταῦτ’ εἰς τὴν βουλὴν εἰσέπεμψε τῶν παρ’
ἐκείνης τευξόμενα. ἀναπηδήσας οὖν εὐθὺς Ὀπτάτος,
10ὦ Γῆ καὶ Ἥλιε, μετὰ τοῦ τὴν χεῖρα πρὸς τὸν οὐρανὸν αἴρειν ἐβόα, Θαλάσσιος τῆς ἡμετέρας βουλῆς;
Or
.

42

.

7

Καὶ τί δεινόν, ὦ Ὀπτάτε; ἐλευθέρα μὲν αὐτῷ μήτηρ, ἐλεύθερος δὲ ὁ πατήρ, τροφὴ δὲ ἐν πλούτῳ μὲν οὔ, ἐν τάξει δέ. νῦν δὲ δὴ καὶ οὐσία τῶν θεῶν βουλομένων, ἣν οὔτε ἐν κύβοις οὔτε ἐν πότοις οὔτε
5ἐν λαγνείᾳ πεποίηκεν ἐλάττω, ἀλλ’ εὖ ποιῶν τοὺς δεο‐ μένους τῶν φίλων καὶ τοὺς πονοῦντας αὐτῷ περὶ τὰ παρὰ τῆς γῆς ἀνέχων διατετέλεκεν εἶναί τε νομίζων θεοὺς καὶ τἀν τῇ γῇ καθορᾶν, ὡς εἰκὸς τὸν ταῦτα πεπεισμένον, διάγει. γάμῳ τε ἐρρῶσθαι φράσας καὶ
10πᾶσιν ἀφροδισίοις παῖδα μὲν ἔχειν ἐν ἐμοὶ νο‐ μίζει τῷ γέροντι, τῶν δ’ ἐν ταῖς ἄλλαις μίξεσιν ἡδο‐ νῶν ἥδιον τὸ μὴ τούτοις ἥδεσθαι.
Or
.

42

.

8

ἵπποι δὲ καὶ ἅρματα καὶ σκηνὴ καὶ ἡνίοχοι καὶ πάντα ταῦτα ἀπέρ‐ ριπται, καὶ λοιδορεῖ μὲν οὐδένα τῶν τούτοις χαιρόν‐ των, αὑτῷ δὲ ἕτερα προσήκειν ἡγεῖται. μαχόμενον δὲ
5οὐδεὶς αὐτὸν πώποτε εἶδεν ὑπὲρ ἀργυρίου καὶ χρυσίου οὐδ’ ἄγχοντα τραπεζίτας οὐδὲ θηρῶντα φεύγοντας οὐδὲ τοὺς ὑπ’ ἐκείνοις παῖδας οὐδὲ ἀδικοῦντας παίοντα.
Or
.

42

.

9

αἰδοῦς δὲ ὅτι πλείστης ἠξίωται μὲν ὑπὸ τῶν παι‐ δευομένων νέων, ἠξίωται δὲ ὑπὸ τῶν ἐν τοῖς δικαστη‐ ρίοις τῷ ῥητορεύειν χρωμένων. ἔστι δὲ αἰδέσιμος μὲν
τῇ ἡμετέρᾳ βουλῇ, τοιοῦτος δὲ 〈καὶ〉 τοῖς δι’ ἃς ἦρξαν
5ἀρχὰς ἀξιοῦσι τιμᾶσθαι. καὶ οὐδεὶς οὕτω τῶν πατέρων τὸν ἄνδρα ἠγνόηκεν, ὡς μὴ τοὺς παῖδας τοὺς αὑτοῦ Θαλασσίου μᾶλλον ἢ τοῦ γεγεννηκότος εὔξασθαι γενέ‐ σθαι μαθητάς. ἀλλὰ μὴν ὅτι μὲν φιλόσοφος κέκληται, γνοίης ἂν ῥᾳδίως, 〈ὦ〉 βασιλεῦ, διὰ ποίων δὲ πραγ‐
10μάτων κτήσαιτ’ ἄν τις τὴν προσηγορίαν, οὐκ ἀγνοεῖς.
Or
.

42

.

10

Τοῦτον οὖν οὐκ εἰσιόντα ἑκόντα χρῆν ἀπε‐ λαύνειν, ἀλλὰ καὶ μὴ βουλόμενον εἰσάγειν οἴεσθαί τε διδόναι τι μᾶλλον αὐτὸν ἢ λαμβάνειν καὶ κοσμεῖν μᾶλλον ἢ κοσμεῖσθαι καὶ μείζους ποιεῖν ἢ γίγνεσθαι.
5ἐνθυμοῦ γάρ, οἷον ἂν ἦν, ὦ βασιλεῦ, τὸ συνέδριον, οὐκ εἰς χρημάτων λέγω λόγον, ἀλλ’ εἰς τρόπων, εἰ τούτῳ πάντες ἐῴκεσαν. ἴσμεν δὲ καὶ τὴν Σπάρτην θαυμαζομένην ὑπὸ τῶν ἐν πλούτῳ πόλεων αὐτὴν δη‐ μοσίᾳ πενομένην πειθομένην τῷ θεῷ. εἶναι μὲν οὖν
10τοὺς ἐν τῇ βουλῇ Θαλασσίου πάντας εὐπορωτέρους ὁμολογῶ, εἶναι δέ τινα τοῦδε δικαιότερον οὔ φημι.
Or
.

42

.

11

Τὸν δὴ τοιοῦτον Ὀπτάτος ἀπεώθει, τίς ὢν αὐτός; τίνος ἀμείνων; τίνος οὐ χείρων; τί καλὸν ἔχων εἰπεῖν ὑπὲρ αὑτοῦ; ὃς ἡνίκα μὲν ἐμάνθανε γράμματα, μίσει τῷ τούτων ἀποδρὰς εἴς τινα καταφυγὼν αἱμασιὰν
5ἔκειτο καὶ οὐκ ἐζητεῖτο τοῖς θεοῖς τῶν γονέων εἰδότων χάριν τοῖς αὐτὸν ἐκβαλοῦσιν. ἡ τροφὸς δὲ ἐθρήνει
μέν, ἐθρήνει δὲ τὸ μὴ θρηνεῖσθαι παρὰ τοῖν τοκέοιν τὸν υἱόν. οἳ καὶ τὸν γεωργὸν τὸν περιτυχόντα τε καὶ ἀνελόμενον καὶ κομίσαντα κεναῖς ταῖς χερσὶν ἀπέπεμψαν
10ἔργον ἐχθρὸν ἑαυτοῖς πεποιηκέναι νομίζοντες συμφορὰν ἐξελθοῦσαν αὖθις εἰσαγαγόντα.
Or
.

42

.

12

ὁ δ’ ὁρῶν ἀδελφὸν πρεσβύτερον ἀγαπώμενον διὰ τὴν περὶ πάντα τὰ προσ‐ ήκοντα προθυμίαν καὶ θεραπευομένους εὐχαῖς ὑπὲρ αὐτοῦ τοὺς θεοὺς παῖς ἔτ’ ὢν ἐτόλμησε μάγοις δια‐
5λεχθῆναι καὶ τἀδελφοῦ τὸν θάνατον αἰτῆσαι παρ’ αὐτοῦ τοῦ θανάτου τὸν μισθὸν αὐτοῖς ἥξειν λέγων καὶ τὸ μὴ δύνασθαι δοῦναι τῷ φάσκειν δώσειν ἐπαν‐ ορθῶν. ἁλοὺς δὲ τοιαῦτα ἐπιβουλεύων τὸν ἐπιβου‐ λευθέντα βοηθὸν λαβὼν τῇ φύσει ταύτην ἐκείνου δι‐
10δόντος τὴν χάριν ἀφείθη. καὶ μικρὸν ὕστερον, οἷα τὰ τῆς τύχης, ἀπῆλθον ὅ τε σώσας τὸν ἀποκτεῖναι βουλη‐ θέντα καὶ οἱ γονεῖς.
Or
.

42

.

13

θάψας δὲ οὗτος ἀδακρυτὶ τοὺς γονεῖς καὶ γενόμενος τῆς οὐσίας κύριος καὶ παι‐ δείαν φυγὼν καὶ πονηροτάτοις συζῶν κἀντεῦθεν κτη‐ σάμενος τὸ μηδὲν αἰσχύνεσθαι προσπίπτων ἀνθρώποις
5πρεσβυτέροις καὶ μεμαθηκόσιν ἐρυθριᾶν καὶ νομίζουσιν αἰσχρὸν τὰς πρὸς τοῦτον μάχας τὸν οὐδέν, οὐκ ἔργον ἐξ ἀγορᾶς, οὐ ῥῆμα ἀπαίδευτον, οὐ τὴν ἐν τοῖς ἄλ‐ λοις ἀσχημοσύνην ὀκνοῦντα, βορβοροτάραξιν ἀτεχνῶς, ταῦτα τοίνυν ἐφόδια λαβὼν εἰς ἀναίδειαν τοὺς πολλοὺς
10καταστρεψάμενος δι’ ὕβρεων γίγνεται φοβερός. καὶ δέον αὐτὸν ἐξωσθῆναι πάλαι τοῖς αὑτοῦ βελτίοσι κλείει τὰς θύρας γαυριῶν τῷ δύνασθαι δέον τῷ οὕτω καταδύεσθαι.
Or
.

42

.

14

Πολλοῦ γὰρ ἄξιος ἐγένετο, νὴ Δία, τοῖς Αἰγυπτίοις. καὶ τοὺς τῆς ἀρχῆς μῆνας ἐκείνης προσκυνοῦσι. κατορύττουσι μὲν οὖν τῷ λόγῳ καὶ ἀνορύττουσι κἀν ταῖς ἀποφράσι τῆς ἀρχῆς
5τὸν χρόνον ἔχουσι· τοσούτων κακῶν πέλαγος ἐπισχεῖν τὴν Αἴγυπτον τῶν μὲν ἀδίκων ἰσχυόντων, τῶν δ’ ἀδι‐ κουμένων προδιδομένων, τῆς δ’ ἀγορᾶς ἀπηνθηκυίας, τοῦ δήμου δὲ ἠμελημένου, λόγων δὲ πεφευγότων.
Or
.

42

.

15

πῶς δ’ οὐκ ἔμελλον μετὰ Πτολεμαῖον τοιαῦτα ἠδικημένον; ὃν ἀποσπάσας ἐξ αὐτῶν τῶν ἀγαλμάτων ὑφ’ ὧν τοῖς ὀφθαλμοῖς ἔζη δι’ εὐχῶν καὶ σπονδῶν καὶ θυσιῶν καὶ βιβλίων πορευόμενος ἦν τε ἤδη γηραιὸς
5ταῦτα αὐτῷ τὰ καλὰ τοῦ χρόνου συνειδότος, ἀλλ’ ὅμως τοῦτον ἥρπασεν ἐξ ἱερῶν, ἐπὶ δικαστήριον μετέθηκεν, ἀνεκρέμασε, χερσὶ βαρείαις ἔδραμε διὰ πλευρῶν τὴν τῶν οὐδαμοῦ πεπραγμένων ζητῶν ὁμολογίαν, μόνον
οὐ πίνων τοῦ αἵματος οὐδὲ τὰς πολιὰς αἰδούμενος.
10καίτοι συνδειπνῶν ἴσως τισίν, οὐ γὰρ δὴ φοιτῶν, οὐδὲ γὰρ ἐφοίτησεν, ἤκουσεν, ὡς Ἀχιλλεὺς δέξαιτο τὸν Πρίαμον πατέρα ὄντα τοῦ τὸν φίλτατον ἀπο‐ κτείναντος αὐτῷ. ὁ δὲ ἀπ’ αὐτοῦ τοῦ γήρως ὕβριζεν ἀγανακτῶν, ὅτι μὴ συκοφάντης ὁ φιλόσοφος ἦν.
Or
.

42

.

16

τούτων δὲ πεπραγμένων, ὦ βασιλεῦ, πάντες μὲν συνήχθοντο τοῖς ἀνῃρημένοις νόμοις, οἷς δ’ ἐν λόγοις ὁ βίος, καθ’ οὓς ἄν τις τῆς θείας ἅψαιτο φιλο‐ σοφίας, δρασμὸς ὑπὲρ τοὺς ὅρους τοὺς Αἰγυπτίους,
5ὡς οὐκ ὂν τὴν ὀργὴν τὴν τοῦδε διαφυγεῖν, εἴ τις ἐντὸς ἐκείνων ἁλοίη. καὶ οἱ τὰς δαιμονίους τε καὶ μακαρίους ποιούσας μαθήσεις παραδιδόντες, ᾧ μάλιστα νικᾷ τὰς ἄλλας ἡ Ἀλεξάνδρου πόλις, ᾤχοντο συγκαλυ‐ πτόμενοι ταῦτα τοῦ παραδείγματος πείθοντος, καὶ οἱ
10νέοι τοὺς ἡγεμόνας ἐπόθουν.
Or
.

42

.

17

Καίτοι καὶ εἰ τοῖς ἄλλοις αὐτὴν βελτίω πε‐ ποιηκὼς ἐν τούτῳ μόνον λελύμαντο, δίκην σοί τε καὶ ἐκείνῃ μεγίστην ὤφειλεν ἄν, νῦν δὲ διὰ πάντων ἐξέ‐ τεινε τὴν βλάβην. τοιγαροῦν ἐξεδέξατο τὴν ἀρχὴν
5φρουρά τε καὶ τὸ μηδέ, ὡς ἐβούλετο, ποιεῖσθαι τὴν ὁδόν, ἀλλ’ ἐν τοῖς τὸ σῶμα παρειληφόσι τοῦτο κεῖσθαι καὶ πρὸς τὴν ἐκείνων βούλησιν καὶ βαδίζειν καὶ μένειν καὶ ἐσθίειν καὶ μὴ καὶ καθεύδειν καὶ μή. ταυτὶ γὰρ
ἑώρων καὶ αὐτὸς καὶ ὅ τι εἶχον ἐβοήθουν διὰ τῶν
10πρὸς τοὺς ἄγοντας λόγων, οὐ χρηστὸν ἡγούμενος, ἀλλ’ οὐκ οἶδ’ ὅπως εἰς οἶκτον ταχὺ καταφέρομαι.
Or
.

42

.

18

ἐλθὼν τοίνυν εἰς τὴν μεγάλην πόλιν καὶ πανταχόθεν ἄξιος εἶναι δοκῶν τεθνάναι οἷς τε αὐτὸς ἐδεδράκει καὶ οἷς ἄλλων κατεψεύσατο, συμμάχων ὅμως εὐπόρησε τῶν
5Κλεάρχῳ μὲν ἐχθρῶς ἐχόντων, εἰδότων δὲ ὅτι τοῦτον ἐκεῖνος βούλοιτ’ ἂν ἀπολέσθαι. ἐσώζετ’ οὖν τῇ τινων δυνάμει ὁ τεθνάναι μὲν δίκαιος ὤν, ζῶν δέ, ὅπως ἀνιῷτο Κλέαρχος.
Or
.

42

.

19

διαφυγὼν τοίνυν ἐγγὺς ὂν τὸ ξίφος ἁπάντων αὐτὸν οἰομένων εἴσω τε θυρῶν βιώσε‐ σθαι καὶ σχήσειν ἡσυχίαν καὶ λήξειν τῆς κατὰ τῶν κρειττόνων παροινίας αὐτῷ τῷ παρ’ ἐλπίδα σεσῶσθαι
5μιαρώτερος ἦν. καὶ τῶν ἐν τῇ βουλῇ τοὺς ἀρίστους ὑλακτῶν ἠγάλλετο νομίζων ἐντεῦθεν γοῦν ἔσεσθαι περιφανὴς δικαίας οὐκ οὔσης ἀφορμῆς, οἷόν τι τὸ τοῦ Θερσίτου περὶ Τροίαν ἦν.
Or
.

42

.

20

Τί οὖν ἐστιν ὅ φημι; ὅτι τούτου τὴν βουλὴν ἐλευθεροῦν ἐχρῆν, ἀλλ’ οὐ δούλην ποιεῖν. οὐ γὰρ οἶδ’ ὅπως ἄν τις ἄλλως προσείποι τὸ νυνὶ γιγνόμενον. ὅταν γὰρ τὸ τούτῳ δοκοῦν παρ’ ἐκείνῃ νόμος ᾖ, πῶς
5οὐ τοιοῦτόν ἐστι; νῦν δ’ ὢν κάκιστος καὶ κορυφαῖος εἶναί τε βούλεται καὶ φησὶ καὶ τοὺς συγχωροῦντας
ἔχει καὶ σοβεῖ καὶ ἀπειλεῖ καὶ διαμέμφεται καὶ τὸν ἐκπηδῆσαι φάσκοντα ὀφθαλμὸν ἀντὶ Γοργόνος τοῖς εὐλαβεστέροις ἐπισείει.
Or
.

42

.

21

Καὶ μαχαιρῶν δή τινων ἐμέμνητο κἀκ τούτων ὄνομα περιῆπτε καὶ τὴν ἐκβολὴν ἐντεῦθεν ἐποιεῖτο. ὁ δὲ μαχαίρας μὲν οὐδεπώποτε εἰργάσατο, οὐδ’ ἔμαθε τὴν τέχνην, οὐδ’ εἶχεν, ἀλλ’ οὐδὲ ὁ πατὴρ
5οὐδέτερον. οἰκέται δὲ ἦσαν αὐτῷ ταῦτα ἐπιστάμενοι, καθάπερ Δημοσθένει τῷ Δημοσθένους πατρί. καὶ οὐδὲν ἐκώλυσε τὸν υἱὸν Δημοσθένους τὸν Δημοσθένη τὸ εἶναι τοιούτους αὐτοῖς οἰκέτας οὔτε προστῆναι τῶν Ἑλληνικῶν πράξεων οὔτε ῥύσασθαι πόλεις οὔτε ἀντι‐
10τάξασθαι πρὸς τὴν Φιλίππου καὶ ῥώμην καὶ τύχην οὔτ’ αἴτιον γενέσθαι τῇ πόλει στεφάνων καὶ κηρυγ‐ μάτων ἀπολαῦσαι. εἶχον δὲ οὐ δεσπότας τῶν ἐν ταῖς τέχναις Ἀθηναίων τινὰς μόνον λέγειν, ἀλλὰ καὶ αὖ τοὺς ἀπὸ τεχνῶν ἥκοντας ἰσχύσαντας.
Or
.

42

.

22

Ἀλλ’ ἀφῶμεν, εἰ δοκεῖ, τὸν Ἀθηναίων δῆμον καὶ τὴν πνύκα καὶ τὸ βῆμα καὶ τὸν Σόλωνα, τὰ νῦν δὲ ἐξεταζέσθω. τολμήσαι τις ἂν οὖν εἰπεῖν, ὡς ἅπαν τὸ συνέδριον εὐγενεῖς ἐκ τετραγονίας καὶ ἔτ’ ἀνωτέρω
5προγόνων ἀρξάντων καὶ πεπρεσβευκότων καὶ λελειτουρ‐ γηκότων καὶ διὰ πάντων ἀφιγμένων ἃ φέρειν λαμπρότητα δύναται; πεισάτω τὴν βουλὴν Ὀπτάτος ταύτην δέξασθαι τὴν ἐξέτασιν. ἀλλ’ οὐ πείσει. ἥ τε γὰρ κρηπὶς τῷ συνε‐ δρίῳ καὶ τοιαύτη παντὸς τοῦ παρέχοντος αὑτὸν
10εἰς αὐτὴν χαριζομένου τῷ πλάττοντι τὴν βουλὴν διέλιπε τε οὐδεπώποτε τὸ προστιθέμενον ἔχον τι καὶ τοιοῦτον. καὶ οὐ μέμφομαι· πολλάκις γὰρ τοῦτ’ ἐκείνου βέλτιον.
Or
.

42

.

23

Εἰ δέ με δεῖ καὶ ὀνομαστὶ μεμνῆσθαί τινων, περὶ μὲν τῶν νῦν ἄλλος ἂν ἴσως ἄμεινον εἴποι, τοῦ παρόντος γὰρ οἶμαι καὶ τὸ ταῦτα εἰδέναι, τῶν προ‐ τέρων δὲ μεστὴ γῆ καὶ θάλαττα καὶ λέξω βεβοημένα
5καὶ ἃ μαθεῖν οὐδεὶς δέοιτ’ ἂν διὰ τὸ ἐπίστασθαι. Τυχαμένης ὁ τῶν ἔργων ἐπιστάτης ὁ Κρὴς χαλκοτύπου παῖς ἦν. καίτοι τίς οὐκ οἶδεν, ὅσος ἦν Τυχαμένης ἐν τῷ συνεδρίῳ; Ἀβλάβιος ἀπὸ τῆς αὐτῆς νήσου τὰ πρῶτα ὑπηρετῶν τοῖς ὑπηρέταις τοῦ τῆς Κρήτης ἄρ‐
10χοντος, οὗτος ἀνήχθη μὲν ἐκεῖθεν καὶ πλέων ὑπὲρ ὀβολῶν ηὔχετο τοῖς ἐν τῇ θαλάττῃ θεοῖς, ἐλθὼν δὲ ἐκράτει τοῦ κρατοῦντος καὶ ὁπότ’ εἰς τὸ βουλευτήριον εἰσίοι, θεὸς ἐν ἀνθρώποις ἦν.
Or
.

42

.

24

τί δαὶ Φίλιππος;
τί δαὶ Δατιανός; οὐ τοῦ μὲν ὁ πατὴρ ἐχόρδευεν, ὁ δὲ Δατιανοῦ λουμένοις ἀνθρώποις ἐσθῆτας ἐφύ‐ λαττε; Ταῦρος δὲ ἐκ τίνων; Ἐλπίδιος δέ; ὁ δὲ Δομε‐
5τιανὸς ὁ κάλοις μὲν ἀποθανὼν ἀδίκοις καὶ ἕλξεσιν, ὢν δὲ καὶ αὐτὸς πατρὸς ἀπὸ τῶν χειρῶν ζῶντος; ἦν καὶ Δουλκίτιος ἐν τῇ βουλῇ τις χρυσοῦ μὲν ἐρῶν οὐχ ἧττον ἢ Μίδας, δυστυχεῖς δὲ καλῶν τοὺς φιλαργύρους. οὗτος ἐν πλυνοῖς τὸν αὑτοῦ πατέρα καταλιπών, ἦν δὲ
10τῶν ἐν Φρυγίᾳ κναφέων ἄριστος, τοῦ συνεδρίου μετα‐ σχὼν ἦρξε μὲν Φοινίκης, ἦρξε δὲ Ἰωνίας καὶ οὐδεὶς ἀναστάς, ὦ Ἡράκλεις, εἶπε, κναφεῖον ἡμῖν ἐπεισ‐ έρχεται. πῶς οὖν οὐ κρεῖττον ἀνῃρῆσθαι τὴν βουλήν;
Or
.

42

.

25

Καὶ τούτοις ἅπασιν οὓς κατέλεξα τὸ συνέδριον ἀνέῳξεν οὐδὲν ἕτερον ἢ τούτων δὴ τῶν σημείων ἡ τέχνη. τῷ δὲ τοῦτό τε ὑπάρχει καὶ τὸ διὰ τῆς πρὸς ἡμᾶς ὁμιλίας καὶ παιδείας τρόπον τινὰ γεγεῦσθαι.
5τῶν γοῦν ἐπιδεικνυμένων πολλοὶ πολλοὺς ᾔσθοντο βουλομένους τὸν ἄνδρα ἐν ἐπαινέταις λαβεῖν, ὡς ἂν
ἐπιστάμενον μορφὰς λόγων ἀμείνους τε καὶ χείρους ὁρᾶν. οὓς μέτεισιν ὁ κηδεμὼν τῆς βουλῆς οὐδὲ γρῦ. κατάστηθι δὴ εἰς ἔριν δεομένην λόγων πρὸς τὸν ἀν‐
10άξιον τοῦ συνεδρίου τοῦτον. οὕτω γὰρ εἴσῃ, τίς ὢν τίνα προὐπηλάκιζες, ἐπεὶ καὶ ὅσα νικᾷς ἐν τῇ βουλῇ, κραυγῇ καὶ θορύβοις νικᾷς καὶ τοῖς ἀπὸ τῶν κύβων μαθήμασιν.
Or
.

42

.

26

αὐτὸς τοίνυν οὗτος τίνων ἐστίν; ἆρά γε τῶν τὴν Ῥώμην κτισάντων ἢ τῶν τοὺς νόμους θέντων ἢ τῶν ὑπηκόους κτησαμένων ἢ τῶν τὸ κτηθὲν φυλαξάντων; οὐ μὰ Δία, ἀλλ’ ἦν τις
5Ὀπτάτος γραμμάτων διδάσκαλος, ὃς καὶ Λικιννίῳ τὸν παῖδα ταῦτα ἐδίδασκεν ἀπὸ δυοῖν ἄρτοιν καὶ τῆς ἄλλης τροφῆς ἣ τούτοις συνέζευκται. καί ποτε πορείας γενο‐ μένης εἰς Παφλαγονίαν αὐτῷ καταλύει μὲν παρά τινι καπήλῳ θυγατέρα τρέφοντι καλήν, ἣ καὶ ἐκίρνη,
10παθὼν δέ τι πρὸς τὴν ὥραν ἠξίου γαμεῖν καὶ πείσας εἶχεν. αὐτοῦ μὲν οὖν τοῦ Λικιννίου κρατοῦντος οὐδὲν ἦν αὐτῷ πλέον διὰ τῆς γυναικός, τῶν ἐκείνου δὲ ἡκόν‐ των εἰς ἕτερον μέγας τε εὐθὺς καὶ λαμπρὸς καὶ εὐ‐ δαίμων καὶ ὕπατος ὁ τὴν γυναῖκα ἔχων. καὶ ἔδει δὴ
15δι’ αὐτὸν ἐν τῷ θεάτρῳ πτερὰ λαβόντας ἀνθρώ‐ πους μετὰ τῶν ὀρνίθων πέτεσθαι.
Or
.

42

.

27

τῇ γυναικὶ δὲ
ἄρα ἤστην ἀδελφὼ δύο χρηστὼ μέν, τὸ γὰρ ἀληθὲς εἰρήσθω, πατρὸς δὲ οὗπερ ἔφην. οὗτοι τῆς αὑτῶν ἐξαναστάντες τρέχουσι μεθέξοντες τῆς τοῦ κηδεστοῦ
5τύχης. καὶ μετέσχον οὐδενὸς αὐτοῖς τὸν πατέρα προ‐ φέροντος οὐδὲ τὸ καπηλεῖον. ἦσαν γὰρ ἐπιεικεῖς τε καὶ μέτριοι καὶ εἰδότες εὐτυχεῖν. ὧν ἐκ θατέρου γε‐ γονὼς οὗτος οὐκ ἠξίωσεν οὗπέρ ἐστιν, εἶναι, ἀλλ’ ἀντὶ μετρίου κύων. ἦν δέ γε, οἶμαι, πολὺ βέλτιον τοῖς
10αὑτοῦ παρέχειν πολλοῖς λέγειν, ὅτι ὄντως οὗτος ἐκείνου.
Or
.

42

.

28

Ἵνα δὲ καὶ ὅθεν ταῦτα ἐπράχθη, μάθῃς καὶ μηδὲ τῷ δοκεῖν τῇ βουλῇ βοηθεῖν σεμνύνηται, μικρά τινα καὶ περὶ τούτου δίειμι. Σαβινιανός τίς ἐστι μαστροπὸς νέων καλῶν ὑπὸ
5τοῦ χρόνου πρὸς τοῦτο μετενεχθείς, ἕως δὲ ἀγέ‐ νειος ἦν, μαστροπῶν αὐτὸς ἐδεῖτο. οὗτος πολλοῖς ἐν πολλαῖς πόλεσι ταῦτα ὑπηρετηκὼς οὐδενὶ τοσαῦτα ἔκα‐ μεν ὁπόσα Ὀπτάτῳ τούτῳ ἀθλίους μὲν ποιῶν πατέρας, ἀθλίους δὲ παῖδας, ἀθλίας δὲ μητέρας.
Or
.

42

.

29

τοῦτο τοίνυν τὸ ἔργον αὐτὸν καὶ διὰ τῆς ἡμετέρας ἤγαγε καὶ τολμήσας εἰσελθεῖν εἰς τὴν τῶν παιδευομένων ἀγέλην πεῖραν προσάγων τισὶ καὶ χωρίζων τῶν ἄλλων
5καὶ πρὸς κίονί τινι λαλῶν καί τι καὶ θρασύτερον ποιῶν ὀφθεὶς ἀπηλαύνετο σωφρονεῖν δεῖν ἀκούσας ἢ εἰ μὴ δύναιτο, παρ’ ἄλλους ἐλθόντα θηρᾶν. ἠπόρησε μὲν
οὖν οὐδὲ παρ’ ἡμῖν τῶν συνοργιουμένων, ἐλθὼν δὲ ὡς τοῦτον καὶ μέγα μὲν οὐδὲν πεπονθώς, αἴρων δὲ
10τὸ πραχθὲν τῷ λόγῳ δυσμενῆ ποιεῖ τὸν χρῄζοντα αὐ‐ τοῦ τῆς τέχνης τούτῳ μάλιστα τῷ Θαλασσίῳ, δι’ ὅτου καὶ τὴν ὑπὲρ τῶν νέων ἐπιτίμησιν ἐποιησάμην. καὶ διετέλει δὴ ζητῶν, ὅτῳ [δὴ] τὸν ἄνθρωπον ἀμυνεῖται τρόπῳ καὶ λαβὼν καιρὸν ἠμύνατο τῶν τε καλῶν ἐκεί‐
15νων χαρίτων ἀποδιδοὺς ἀμοιβὰς καὶ ἅμα αὐτὸν θερμότερον πρὸς τὰ δεύτερα ποιῶν εἰδότα, ὡς οὐ περὶ ἀχάριστον ἔσται προθυμότερος.
Or
.

42

.

30

Καὶ ὅτι ταῦτα οὕτως ἔχει, μάρτυρας οἷς οὐκ ἂν ἀπιστήσαις, παρέξομαι τοὺς μὲν τῶν πρὸ τῆς ὕβρεως, τοὺς δὲ τῶν ἐπ’ ἐκείνῃ ῥημάτων, τοὺς μὲν εἰδότας τὸ γενησόμενον, τοὺς δὲ τὴν ἐπὶ τοῖς πεπραγμένοις ἡδονήν.
5ποῖος γὰρ Ἕκτωρ ἀποκτείνας Πάτροκλον ἢ ποῖος Ἀχιλ‐ λεὺς Ἕκτορα τηλικοῦτον ἐφρόνησεν, ἡλίκον ὁ μαστροπὸς οὗτος, ὃν τὸ τῆς χαρᾶς ὑπερβάλλον λέγειν ἃ σιωπᾶν ἐχρῆν ἐξῆγε. γελῶν γοῦν καὶ πηδῶν καὶ τοὺς μάλιστα αὐτῷ συνήθεις περιβάλλων καὶ φιλῶν, ἐμὸν τοῦτο,
10ἐβόα· τὸ γὰρ δι’ ἐμὲ πραχθὲν ἐμὸν εἰκότως ἂν καὶ δοκοῖ καὶ λέγοιτο.
Or
.

42

.

31

τίνος οὖν ἡ βουλὴ τούτῳ χάριν ἂν ἔχοι τῶν ἐφ’ ἡμᾶς Ὀπτάτῳ πρόφασιν ἑτέραν ἐχόντων; οὐδὲ γὰρ ὁ Πάτροκλος τοῦ θρή‐
νου ταῖς αἰχμαλώτοις, αἳ τῶν αὑτῶν εἵνεκα κακῶν
5τοῦτ’ ἐποίουν. εἰ γὰρ δή τις ἦν ὡς ἀληθῶς Ὀπτάτῳ τοῦ συνεδρίου λόγος, Σαβινιανὸν ἐξαλείφων ἐφαίνετ’ ἄν. μεῖζον γὰρ δὴ τῇ βουλῇ πρὸς αἰσχύνην εἷς τοιοῦτος ἢ πάντες οἱ τῇ φωνῇ τῇ Σύρων καλοῦντες τοὺς δεομένους αὑτοῖς ἰαθῆναί τι τῶν ξυλίνων ἀγγείων.
Or
.

42

.

32

Κύων, φησίν, εἰμὶ τῆς βουλῆς. πῶς οὖν οὐ δάκνεις οὓς ἄξιον; οὗτοι δ’ ἂν εἶεν οἱ κακοί. κακίας δὲ εἴδη μυρία. ἐν οἷς οὐδεὶς ἂν θείη δεσποτείαν ἀνδραπόδων εἰδότων ἐργάζεσθαι ξίφη, δι’ ὧν ἔστι καὶ
5σώζειν τὴν αὑτῶν καὶ προστιθέναι τοῖς οὖσι.
Or
.

42

.

33

Καὶ πρὸς μὲν Ὀπτάτον ταῦτα· Πρόκλον δὲ ἐβουλόμην μὲν καὶ νῦν ἐπαινεῖν, ὑβρίσαντα δὲ καὶ αὐτὸν καὶ ἐμὲ μειζόνως καὶ σφοδρότερον, οὐδ’ εἰ σφόδρα βουλοίμην, δυναίμην ἂν μὴ φάσκειν ἠδικη‐
5κέναι. ὃς ἐν δικαστοῦ τάξει καθήμενος καὶ δέον μὴ κραυγῇ τινων καὶ ταραχῇ καὶ συστάσει κρίνειν τὰς δίκας, ἀλλ’ ἀπὸ τῆς ἀληθείας, ἀπέκλινέ τε εὐθὺς ἐπὶ ταῦτα καὶ μέρος ὁ δικαστὴς ἐγένετο τῶν ἐπηρεαζόντων οὐκ ἐθελήσας ἀκούειν τῶν νόμων οἳ τὸν οἴσοντα τὴν
10ψῆφον ἴσον ἀμφοτέροις καθίζουσιν.
Or
.

42

.

34

εἶπεν Ὀπτά‐ τος μὴ χρῆναι Θαλάσσιον ἐγγράφεσθαι καὶ προσέθηκε λοιδορίας. ἀνάμεινον τὸν τῶν ὑπὲρ ἐκείνου λεξόντων
λόγον, μᾶλλον δὲ αὐτὸς οὗτος γενοῦ τὸ ταῖς αἰτίαις
5φέρον τὴν ἰσχὺν ἀπαιτῶν, τὰς ἀποδείξεις. ἀλλ’ οὐδέ‐ τερον βούλει· σιώπησον. νῦν δ’ εἰς μοῖραν μαρτύρων ἦγεν αὑτὸν καί, τὸ δεινότερον, ἀπέκρυψε τοῖς παρ’ αὑ‐ τοῦ τὸν Ὀπτάτον. ὁ μὲν γὰρ πλὴν μαχαιρῶν εἶπεν οὐδέν, ὁ δ’ ἔνοχόν τε εἶναι θανάτῳ καὶ αὑτῷ
10πολλὴν ἐπὶ τῆς τρίτης ἀρχῆς γενέσθαι σπουδὴν καὶ ἑλεῖν καὶ ἀποκτεῖναι δρασμῷ τε σωθέντα ἀλγῆσαι.
Or
.

42

.

35

καὶ τίς ταῦτα τόπος ἢ χρόνος οἶδεν, ὦ Πρόκλε; ποῖον ἔθνος; τίς πόλις; τίς οἶκος; τίς ἀνήρ; τίς παῖς; τίς γέρων; τίς γυνή; τίς δοῦλος; τίς ἐλεύθερος; καὶ μὴν ἔδει μὲν ἡγήσασθαι τῆς τιμωρίας γραφήν, ἡ δ’
5οὐκ ἂν ἦν μὴ ὄντος τοῦ γραφομένου. ποῦ τοίνυν ἡ γραφή; τίς δ’ ὁ ταύτην ἀπενεγκών; ποῖος μὲν φόβος ἐποίησε τὸν δρασμόν; τίς δὲ κατήγορος τὸν φόβον; ποῖον δὲ πάθος τὴν αἰτίαν; τίς τίνα διὰ τοῦτον ἐπέν‐ θησε; τίνι τί τῶν πραγμάτων χεῖρον ἔσχε; τίς τί διὰ
10τοῦτον προσδοκήσας χαλεπὸν εἰς δικαστήριον ἤγαγεν;
Or
.

42

.

36

ἔχεις ἐν τῇ σιγῇ τὴν ὁμολογίαν, ὦ βασιλεῦ, τοῦ κόμπον εἶναι τὰ ῥήματα τοῦδε μόλις δέ μευ ἔκφυγεν ὁρμήν, οἴεται γὰρ αὑτῷ πρέπειν τὰ Ἀχιλλέως. ποίαν; τὴν πότε, τὴν ποῦ γεγενημένην; οὐ συνῆν μοι
5πάντα τὸν χρόνον ἄνθρωπος, νύκτα καὶ ἡμέραν; οὐ λέγοντι παρῆν; οὐ μέλλοντι; οὐ πεπαυμένῳ; οὐχ ὅτῳ τῶν ἡμετέρων λόγων ἔρως καὶ λαβὼν ἔχειν ἐβούλετο, παρὰ τοῦτον ἤρχετο, τούτῳ διελέγετο καὶ κτησάμενος ᾔδει χάριν καὶ μὴ τυχὼν ἤχθετο; καὶ τὸ μέγιστον,
10εἵπετο μέν μοι παρὰ σὲ πορευομένῳ πολλάκις, παρελ‐ θόντος δὲ εἴσω πρὸς ταῖς κιγκλίσιν ἐκάθητο καὶ ἦν ἡμῶν τοῦτο μόνον ἐν μέσῳ. σὺ δ’ ἔχων τοὺς πάντα μηνύοντας τοσούτους ὥστε ἀλλήλους καταπατεῖν, καὶ ποῦ καθῆστο Θαλάσσιος, εἰδὼς οὔτε ἠγανάκτησας οὔτε
15ἐλάβου, ἀλλ’ οὐδὲ ἠπείλησας ποιήσειν ἃ μὴ πε‐ ποίηταί σοι.
Or
.

42

.

37

μετὰ ταῦτα τοίνυν σὺ μὲν ἐνταῦθα ἦσθα καὶ ἠσθένεις, ὁ δὲ ἐν Σαμοσάτοις καὶ τοῖς ἀγροῖς ὧν ἡ τῶν τρόπων ἀρετὴ δεσπότην αὐτὸν ἐποίησε. καλῶς δὲ αὐτῷ τῶν ἐκεῖ τεθέντων ἧκε δεῦρο πάλιν
5νοσοῦντος ἔτι, καὶ οὔτε ἐκεῖνος ἔδειξέ τινα ὑποψίαν οὔτ’ αὐτὸς ὑπώπτευσας. κἀνταῦθα ἐτίμας με τιμαῖς ὧν οὐκ ἦσαν μείζονες, τὸν τῷ πονηρῷ γόητι συζῶντα, καὶ οὐδείς σοι κατ’ αὐτοῦ πρὸς οὐδένα λόγος οὔτε μείζων οὔτε ἐλάττων. πῶς οὖν φῂς αὐτὸν διαπεφευ‐
10γέναι σε, τὸν ἐν τῇ αὐτῇ πόλει, τὸν περὶ τὰς σὰς θύρας, τὸν οὐ πόρρω τοῦ ζεύγους. καὶ μὴν οὔτ’ ἂν
ἡμεῖς ἠγνοήσαμεν ἃ διανοῇ, τῶν παρὰ σοὶ πιστευο‐ μένων καὶ ἡμῖν ὄντων φίλων, οὗτός τε μαθὼν αὑτὸν ἂν ἔξω θορύβων ἐποίει. εἰ δ’ οὐδαμοῦ
15φαίνεται μεταστὰς οὐδ’ ἀφανίσας αὑτόν, οἷς ἔπραττες ὕβριζες.
Or
.

42

.

38

Ἔδεισα, φησί, τὴν βουλὴν μὴ δόξαιμι τῶν τἀναντία αὐτῇ πραττόντων εἶναι καὶ τῶν αὐτῇ πρεπόντων ὀλιγωρεῖν. ἐγὼ δ’ ὡς μὲν οὐδεὶς τούτῳ λόγος οὐδὲ σφόδρα τῆς βουλῆς ὀργιζομένης
5ἀγανακτοῦντι τῷ μὴ μετὰ τῶν θεῶν οἰκεῖν, ἐάσω· ἐκεῖνο δὲ ἡδέως ἂν εἰδείην, ὦ βασιλεῦ, τίς ἂν ἦν αἰτία κατ’ αὐτοῦ τῇ βουλῇ σεσιωπηκότος; ἢ κατὰ ποίαν ἀνάγκην εἶπεν ἃ νῦν εἴρηκε; τίς δ’ οὐκ ἂν αὐτὸν ὑπέ‐ λαβεν ἀγνοεῖν τὸν ἄνθρωπον; τί δ’ αὐτὸν ἐκώλυεν
10αὐτὸ τοῦτ’ εἰπεῖν, ὡς ἀγνοεῖ; τίς δ’ ἂν ἐξήλεγχεν εἰπόντα;
Or
.

42

.

39

πόσῳ δ’ ἂν ἦν ἐκεῖνο κάλλιον ἐπιστομίσαι τὸν Ὀπτάτον ἀνελόντα τὰς βλασφημίας τῇ πρὸς ἡμᾶς Θαλασσίου φιλίᾳ; εἰ δ’ οὖν καὶ σφόδρα ἐβούλετο Πρό‐ κλος ταὐτὰ φρονῶν Ὀπτάτῳ περὶ τούτου φανῆναι,
5ταὐτὰ φθέγξασθαι χρῆν ἐκείνῳ κἀν ταῖς μαχαίραις στῆναι. ὕβριζε μὲν γὰρ ἂν καὶ οὕτω ψευδόμενος, οὐ μὴν ὡς νῦν γε. ὑβρίζων δὲ ἐκεῖνον οὐδ’ ἡμῶν ἀπεί‐ χετο τῶν περὶ πλείστου τὸν Θαλάσσιον ποιουμένων.
Or
.

42

.

40

Οἷον ἄνθρωπον εἰς ἀρχὰς ἄγεις, ὦ βασι‐ λεῦ, λόγων μὲν ἄμοιρον ἀμφοτέρων, νόμους δὲ ἀντὶ λόγων εἰπεῖν οὐκ ἔχοντα, οὐδὲ γὰρ τοῦτ’ ἔνι αὐτῷ, δι’ ἡδονῶν δὲ καὶ τρυφῆς καὶ μέθης εἰς ἀνδρὸς ἡλι‐
5κίαν ἥκοντα οὐ δυνηθέντα πεισθῆναι νομίζειν τὸ σολοικίζειν κακόν.
Or
.

42

.

41

καὶ οὐκ ἂν ἦν πάνυ δεινόν, εἰ τὴν φωνὴν ἀδικῶν ἐν τοῖς ἄλλοις ἐτίμα τὸ δίκαιον, ἀλλὰ τίς μὲν λοιμὸς ὅσους οὗτος Φοινίκων ἀπήνεγκε; τίνος δὲ οὐ λοιμοῦ δεινότερος τῇ Παλαιστίνῃ κατέστη;
5ἡ δὲ πλειόνων ἐθνῶν ἀρχὴ ποίων οὐκ ἐγένετο βαρυ‐ τέρα πολέμων; ὢ πόσον αἷμα τὴν γῆν ἔχρωσεν; ὢ πόσα ξίφη δι’ αὐχένων ἔδραμεν; ὢ πόσοι τάφοι τοῖς ἀρχαίοις προσετέθησαν; ὢ πληγῶν θανάτους τε ἐργαζομένων καὶ οὐδὲ [νῦν] παυομένων. ὢ πληγῶν ἃς ἐπεῖδεν
10Ἥλιος διὰ παντὸς τοῦ τῆς ἡμέρας μέτρου. ὢ φυγῶν. ὢ δεσμῶν. ὢ παθημάτων τῶν μὲν παρόντων, τῶν δὲ ἐλπιζομένων, τῶν μὲν πιεζόντων, τῶν δὲ δειματούν‐ των. ὢ λόγων ἀτιμίας. ὢ τιμωμένης ἀμαθίας. ὢ χαρίτων ἀδίκων. ὢ πόλεων εἰς οὐδὲν δέον μετα‐
15πεποιημένων. ὢ βλάβης μὲν τῆς ἐν τοῖς καθαιρου‐ μένοις, βλάβης δὲ τῆς ἐν τοῖς ποιουμένοις.
Or
.

42

.

42

οὐδ’ ἂν εἷς δύναιτο, φησὶν ὁ Δημοσθένης, ἐφικέσθαι τῶν ἐν ταῖς ἀρχαῖς τούτου κακῶν. διὸ πεπαυ‐
μένου μὲν ἑορτάζοντας ἦν ἰδεῖν τοὺς ἀπηλλαγμένους,
5εἰσιόντος δὲ θρηνοῦντας τοὺς δεξομένους. καὶ τό γε τοῖς φάσκουσιν οὐκ εἶναι θεοὺς συναγωνιζόμενον τοῦτο ἔστιν. εἰ γὰρ ἦσαν, λέγουσι, κἂν ἐκήδοντο τῆς γῆς, κηδομένων δὲ τῆς γῆς οὐκ ἂν οὗτος ἦρχεν. ὃς ὅταν παρὰ σοῦ τοῦτο οὐκ ἔχῃ, δίδωσιν
10αὐτὸς αὑτῷ πλέον ἔχειν ἀξιῶν τῶν ἐν ταῖς ἀρχαῖς ὄντων. καὶ ταῦτα οἶδε καλῶς ἡ Φοινίκη καὶ μαρτυρή‐ σειεν ἄν, εἰ θεὸν ἐγγυητὴν ὑπὲρ τοῦ μέλλοντος λάβοι χρόνου.
Or
.

42

.

43

Ἀρχέτω μὲν οὖν, εἰ βούλει, τῆς δὲ ὕβρεως δότω δίκην, ἣν ὕβρισε μὲν Θαλάσσιον, ὕβρισε δὲ ἐμὲ τὴν διὰ τῆς εἰκόνος τιμὴν ἐλέγχων δεικνὺς ἄλλο τι βουλομένην, ἀλλ’ οὐχ ὅπερ ἔφασκεν. ἐν γὰρ τοῖς δευ‐
5τέροις ὁρᾶται τὰ πρότερα. τιμῆς μὲν γὰρ τὰ περὶ τὴν εἰκόνα πεποιηκυίας κατεῖχεν ἂν Ὀπτάτον, τῇ δὲ εἰκόνι ταύτης οὐκ οὔσης τῆς αἰτίας ἠκολούθησεν εἰκότως τοῖς Ὀπτάτου τὰ πολὺ τῶν Ὀπτάτου μείζονα.
Or
.

42

.

44

ἄνευ δὲ τῶν ἐν τῷ συνεδρίῳ τῶν ψευδῶν οὐδ’ αὐτὸ καθ’ αὑτὸ κρινόμενον, ἡ εἰκών, τιμὴν ἄν τινα φέροι. ἔστησε μὲν γὰρ ταύτην, ἔστησε δὲ πρὸ ταύτης ἑτέρας ἑτέρων, ὧν οὐκ ἂν ἴσως ἕτερός τις. εἰ δὲ καὶ
5ἐμὲ πεποιημένος ἀρχήν, εἶθ’ ἥκων ἐπ’ ἐκείνας, οὐ σφό‐ δρα ἂν ἐτίμα, τίς ἡ τιμὴ μετ’ ἐκείνας ἐπὶ τήνδε ἀφῖ‐ χθαι; ἀλλ’ ἔστω τιμὴ σανίς τε καὶ χρώματα· οὐκοῦν
μείζων λόγος πανταχῆ φερόμενος; ἀπειληφὼς τοίνυν τὴν χάριν δότω τὴν δίκην. ἀρκέσει δὲ ἡμῖν, ἢν ὑβρι‐
10στὴν εἶναι ψηφίσῃ τὸν ἄνθρωπον.
Or
.

42

.

45

Ἔχω τινὰ καὶ τρίτον αἰτιάσασθαι, βασι‐ λεῦ, τὸν Γαίσωνος τὸν μετὰ τὴν Ἀρκαδίαν καὶ τὴν ἐν Ἀρκαδίᾳ πενίαν πλούσιον καὶ πρὸς τοσοῦτον ἥκοντα χρημάτων, ὥστ’ αὐτῷ καὶ χρυσᾶς οἰκίας ἐξεῖναι ποιεῖν
5ἁμιλλωμένας πρὸς τὰς ἐκ λίθου, περὶ ἃς καὶ αὐτὰς οὕτω δεδαπάνηται λαμπρῶς, ὥστε μανίαν εἶναι τὸ πρᾶγμα δοκεῖν. οὗτος τοίνυν τιμαῖς ἁπάσαις παρ’ ἐμοῦ τιμηθεὶς 〈μάτην〉, καὶ γὰρ ἐν οἷς εἶχεν, εἴπερ ἤθελεν, ἡμᾶς ποιῆσαι καλῶς, οὐκ ἐποίησε, τῶν ἠδικηκότων
10καὶ αὐτὸς γεγένηται δίκας ὀφείλειν τῷ συνεδρίῳ λέγων τοὺς μαρτυρήσαντας ἄν. καὶ ἐκέλευεν αὐτοὺς εἰς μέσον ἄγειν καὶ τιμωρεῖσθαι.
Or
.

42

.

46

τούτων δὲ ὁ μὲν ὑπ’ ἀνάγκης τινὸς ἤδη διεπεπλεύκει καὶ ἦν ἐν Χαλκη‐ δόνι, ὁ δ’ ἦν ἐν τῷ λιμένι ταὐτὸ ποιήσων οὔσης ἀνάγ‐ κης καὶ τούτῳ τινός. ὁ δὲ δὴ τρίτος ἔνδον ὢν
5ἐν τοῖς βουλεύουσι χαλεπῶν μὲν ἐπειρᾶτο προσώπων, εἶπε δὲ ἁπλᾶ καὶ δίκαια, ὅτι τὸν τῷ δεῖνι συζῶντα, ἐμὲ δὴ λέγων, μαρτυρῶν εἶναι βέλτιστον οὐκ ἀδικοίη. νόμιζε δὴ κοινόν, ὦ βασιλεῦ, καὶ τῶν ἀπόντων τοῦ‐ τον εἶναι τὸν λόγον. λέγουσι τοίνυν οἱ τρεῖς· ὦ
10παῖ Γαίσωνος, ὅτι μαρτυροῦμεν ἡμεῖς καλὸν κἀγαθὸν εἶναι Θαλάσσιον ὁρῶντες ἐν παιδὸς
ὄντα χώρᾳ παρ’ ἀνδρὶ φεύγοντι τοὺς κακούς.
Or
.

42

.

47

τί τούτους ἀξίους δίκης ποιήσει τοὺς μάρτυρας; εἰ μὲν οὖν καὶ ἐγὼ κακός, οὐκ ἔστι λόγος τοῖς μάρ‐ τυσιν· εἰ δ’ οὐ τοιοῦτος, πολὺς ἐκείνοις ἐστίν. εἶπον δ’ ἂν καὶ ταύτης ἀξιοπιστοτέρας ἀποδείξεις ἐκεῖνοι καὶ
5διελόμενοι τοὺς ἐπαίνους μακρὰ ἂν ἕκαστος διῆλθε, τοσαύτην ἀφθονίαν ὁ Θαλασσίου βίος πεποίηκεν εὐφη‐ μιῶν. καὶ ἔγωγε ἠξίουν τὸν Γαίσωνος μὴ τὸν ἐχόμε‐ νον ἀφεῖναι μάρτυρα, ἀλλὰ τοὺς πεπλευκότας ἐπανά‐ γειν μηδὲ ἐκείνην ἡμῖν διδόναι τὴν χάριν, ἀλλὰ ταύτην
10καὶ τόν γε Θαλάσσιον καλεῖν καὶ παρόντα δοκιμάζειν καὶ φαινόμενον μὲν ἀγαθὸν ἐγγράφειν, ἐλεγχόμενον δὲ φαῦλον ὡς ἐπ’ ἀδικήματι τῷ τῆς βουλῆς ἐπιθυμῆσαι κολάζειν. νῦν δὲ λοιδορίας ἀνεξετάστους κεκινηκότες ἃ βουλομένοις ἦν τοῖς ἡμῖν φθονοῦσι πεποιήκασι
15τῶν μὲν εἰρημένων, τῶν δὲ οὐ πεφηνότων.
Or
.

42

.

48

Εἶτα σοὶ μὲν ἡ σπουδή, βασιλεῦ, πολυάνθρω‐ πον ἀπεργάσασθαι τὴν βουλήν, οἱ δὲ οὐκ αἰσθάνονται τοῦτο ἐμποδίζοντες. οἱ γὰρ ἡδέως ἂν εἰσελθόντες φόβῳ τῶν ἴσων ἀποτρέπονται· μὴ κεκτῆσθαι μὲν γὰρ
5ἐχθρὸν ἀνθρώπῳ τῶν ἀδυνάτων, παρὰ δὲ τῶν δυσμε‐ νῶν ἥξειν τι τοιοῦτον ἐλπίζοντες οὐχ ὑποθήσουσι τοῖς πολεμίοις αὑτοὺς ἐν ὅτῳπερ εἰσί, μένοντες. Θαλάσσιος δὲ πρὶν ἢ τῆς βουλῆς τυχεῖν, ἐλειτούργει τῇ γνώμῃ καὶ πρὸς τὴν δαπάνην ἠπείγετο τοὐναντίον τοῖς ἄλλοις
10ποιῶν. ὃ γὰρ ἐκείνους ὁρῶμεν πάσῃ τέχνῃ φεύγοντας, πολλῇ σπουδῇ τοῦτον ἦν διώκοντα ἰδεῖν. οὕτως ἔρως αὐτὸν ἐπὶ τὸ συνέδριον ἦγε, καὶ οὐχ ἃ δαπανᾷ, κερ‐ δαίνειν ἠξίου.
Or
.

42

.

49

ἀλλ’ Ὀπτάτος, ὦ Ζεῦ βουλαῖε, τοι‐ ούτοις ἐδέξατο τὸν ἐραστήν. ὅς, εἰ τὸν μιαρώτατον ἔχρησεν ὁ θεὸς ἐν κοινῷ τινι θῦσαι κακῷ, πάντως ἂν ἦν ὁ σφαττόμενος, ἐπεὶ καὶ τὴν ἐσχάτην εἴπερ ἔδει
5τιμᾶσθαι κακίαν, ἐστεφανοῦτ’ ἂν οὗτος. ὃς τοῦ μὴ φιλεῖν σοι τὴν πόλιν μέγα σημεῖον ἐκφέρει τὸ μῖσος τὸ κατὰ τῆς γυναικός. μισεῖ δὲ αὐτὴν μισούμενος, μισεῖται δὲ προπηλακίζων τὸν Ὑμέναιον ἀκολασίᾳ καὶ τῇ μὲν προικὶ πλουτῶν, τῷ πλουτεῖν δὲ κατ’ ἐκείνης
10παρ’ ἧς τὸ πλουτεῖν αὐτῷ, χρώμενος.
Or
.

42

.

50

αἱ δύο θρήνων ἀφορμαὶ κόραι καὶ κόροι, δι’ οὓς οὐκ ἐγένετο πλειόνων παίδων πατήρ. ὁρῶν δὲ αὐτὴν χαμαί τε κειμένην καὶ ἐν λύπῃ μείζονι τῆς ἐπὶ παισὶν
5οἰχομένοις πῶς αὐτὴν ἔπαυσέ τε καὶ ἀνέστησεν; οὐ παραμυθητικούς, μὰ Δί’, ἐπᾴσας λόγους οὐδ’ εἰπὼν σωφρονήσειν οὐδ’ εἰ μὴ λήξειεν ἐκείνη δακρύων, ἀπο‐ κτενεῖν ἑαυτόν, ἀλλ’ ἀκονήσας ξίφος ἐχώρησεν ἐπ’ αὐ‐ τήν, τὴν δὲ ὁ φόβος ὤρθωσε. τὸν οὖν τοιαύτην αὑτῷ
10ποιοῦντα τὴν οἰκίαν οἴει τῇ βουλῇ τινος αἴτιον ἀγαθοῦ γενήσεσθαι; ἐγὼ μὲν γὰρ καὶ σκυτοτόμον, ὡς Ὅμηρος
παραινεῖ, συνοικοῦντα τῇ γυναικὶ μᾶλλον ἀρετῆς μετέ‐ χειν φαίην ἂν καὶ εἶναι δίκαιον τῆς βουλῆς μετέχειν ἢ τοιοῦτον ὄλεθρον.
Or
.

42

.

51

Πῶς οὖν, ἐρεῖ τις, τριῶν ὄντων τῶν φθεγξαμένων ὅλην καταμέμφῃ τὴν βουλήν; ὅτι οἱ μὲν ἐφθέγξαντο, οἱ δὲ ἐσιώπησαν, καὶ οἱ μὲν εἶπον κακῶς, οἱ δ’ οὐκ ἀντεῖπον, καὶ οἱ μὲν ἐβλασφήμησαν,
5οἱ δ’ οὐκ ἠγανάκτησαν, καὶ οἱ μὲν ἐπέθεντο, οἱ δ’ ἡσύχασαν, καὶ οἱ μὲν ἐξέωσαν, οἱ δ’ οὐκ ἀντελάβοντο, καὶ οἱ μὲν τὰ τῶν πολεμούντων ἔδρασαν, οἱ δὲ τὰ τῶν βοηθούντων οὐκ ἐποίησαν. γίγνετ’ οὖν τὸ τῶν τριῶν κοινὸν ἁπάντων τῇ σιωπῇ.
Or
.

42

.

52

καὶ γὰρ ἐν τοῖς ἐμπρησμοῖς ὁ παρὸν σβεννύειν οὐκ ἐθέλων ἔκαυσε καὶ ὁ παρὸν κυνὸς ἐξαρπάσαι παιδίον οὐκ ἐξαρπάσας ἔδωκε, καὶ πόλις πόλει πολεμουμένῃ δυναμένη πέμψαι τὸ
5σῶσον οὐ πέμψασα συγκατεδουλώσατο. ἰατρὸς δὲ ἐπι‐ τρέψας νοσήματι κρατῆσαι τοῦ νοσοῦντος δύναιτ’ ἄν, πρὸς Διός, διαφυγεῖν αἰτίαν; ὅλως ὅσοις εἰσὶ δυνάμεις εἰς τὸ κωλύσαι τι δυσχερὲς ἠρεμοῦσαι καὶ περιορῶσαι τὸ βλάψον, οὐκ ἀνείργουσαι, μετὰ τῶν εἰργασμένων
10εἰσίν. ἔγωγέ τοι τοὺς καθημένους Ἀργείους, ἡνίκα ὁ
Πέρσης ᾕρει τε τὰς Ἀθήνας καὶ κατέσκαπτεν, οὐκ ἔξω τῶν κατεσκαφότων τίθημι. διὰ τί γὰρ οὐκ ἐμιμοῦντο τοὺς Λακεδαιμονίους;
Or
.

42

.

53

Εἰκότως ἄρα, ὦ βασιλεῦ, παρὰ πάντων ὑβρι‐ σθῆναι νομίζομεν, κἄν τις ὀρθῶς ἐξετάζῃ, τιμὴν εὑρή‐ σει καὶ τὴν κατηγορίαν. ἐν γὰρ αὐτῷ τῷ λυπεῖσθαι δείκνυμεν, ὁπόσον τι τὸ συνέδριον νομίζομεν. κατα‐
5φρονούντων δὲ ἦν, οἶμαι, τὸν Ἱπποκλείδην εἰπόντας μηδὲν εἰπεῖν ὧν νῦν ἀκήκοας.
Or
.

42

.

54

Παραμύθησαι τοίνυν τὸν ὑβρισμένον, ὦ βασι‐ λεῦ, πρᾶγμα ὂν ἐν μελέτῃ σοι καὶ συνηθείᾳ, δι’ ἣν οὐκ ὀλίγοις μεταβέβληκας ὀδυρμοὺς εἰς ἑορτάς, καὶ πρὸς τὸ συνέδριον εἰπεῖν, ὡς ἀμείνους ἂν ἦσαν μὴ
5τοῦτον τῷ πράγματι τούτῳ κεχρημένοι τὸν τρόπον, ἀλλ’ ὀρθότερον καὶ δικαιότερον καὶ σωφρονέστερον καὶ ᾧ ἔμελλον οὐ περιβαλεῖν ἀτιμίᾳ τὸν τῆς βουλῆς ἐραστήν. ἐκεῖνοι μὲν οὖν ἴσως τὰ αὑτῶν ἰάσονται, σὺ δ’, ὦ βασιλεῦ, χρῶ θαρρῶν εἰς ἀρχὰς τῇ τοῦδε φύσει, ἐάν
10τε τὴν ἔθνους ἐάν τε τὴν πλειόνων ἐθέλῃς παραδοῦναι. εὑρήσεις γὰρ αὐτὸν ἔν τε τοῖς ἐλάττοσιν ἔν τε τοῖς μείζοσι τοιοῦτον, ὡς τὸν παρελθόντα χρόνον ἐζημιῶσθαί
σοι τὰ πράγματα νομίζειν.
Or
.

43

t

ΠΕΡΙ ΤΩΝ ΣΥΝΘΗΚΩΝ.
Or
.

43

.

1

Ὁ μὲν ἀμείνων καιρός, ὦ φίλοι, τοῦ νῦν ῥηθησομένου λόγου παρελήλυθεν. ἔδει μὲν γάρ, ἡνίκα τῇδε τὸ πρῶτον ἡπτόμην τοῦ διδάσκειν, πεποιῆσθαι πρὸς ὑμᾶς γεγραμμένῳ λόγῳ ταύτην τὴν συμβουλήν,
5ὀλίγοις δὲ χρησάμενος ῥήμασιν οὐ πείσας ἀπέστην τοῦ καὶ μᾶλλον φροντίσαι καὶ συνθεὶς τὴν παραίνεσιν ἐνεγκεῖν. μεμφόμενος δὴ τὸ μὴ πάλαι τοῦτο πεποι‐ ηκέναι ποιήσων ἥκω τὸ μὴ γεγενημένον. βουλοίμην δ’ ἂν ὑμᾶς τῷ πεισθῆναι τιμῆσαί μοι τὸν λόγον, ἄλλως
10θ’ ὅτε κοινὸν ἐμοῦ τε καὶ τῶν τὸν λόγον ἐπαινεσο‐ μένων τὸ κέρδος. ἐμοὶ μὲν γὰρ αἴτιοι δόξης, ὑμῖν δὲ αὐτοῖς τοῦ μεγάλων ἀπηλλάχθαι κακῶν ἔσεσθε.
Or
.

43

.

2

εἰ μὲν οὖν μὴ τὴν ἴσην ἔχων πρὸς ἕκαστον ὑμῶν εὔνοιαν εἰς τήνδε διετέλεσα τὴν ἡμέραν, ἀλλὰ τοῖς μὲν συμπράττων, τοῖς δ’ ἐναντιούμενος, εἰκότως ἂν καὶ νῦν ὑπωπτευόμην οὐ τὸ κοινῇ συμφέρον ζητεῖν,
5τῇ δὲ πρὸς ἐνίους χάριτι πρὸς τοῦτο ἥκειν· ἐπεὶ δὲ πολλῶν πατέρων κύριόν με ποιουμένων ἐν ταῖς ὑπὲρ διδασκάλων ἐκλογαῖς οὐδαμοῦ προκρίνας ἕτερον ἑτέρου φανήσομαι, δικαίως ἂν πιστευοίμην τήμερον ἀπὸ τοῦ πάντων ὁμοίως κήδεσθαι πρὸς τὴν τῶν οὐ δοκούντων
10μοι καλῶς ἔχειν ἐπανόρθωσιν ὡρμηκέναι. ὃ γὰρ ἐμὲ μὲν οὐδὲν τῷ μὴ εἶναί μοι τὸν ἀντικαθήμενον, τὰ δὲ τῶν ἄλλων ὑμῶν βέβλαφέ τε πολὺν ἤδη χρόνον καὶ εἰ μή τις ἐπισχήσει, βλάπτον οὐ στήσεται, τοῦτ’ ἄξιον ἐνταῦθα δέξασθαι τὴν τελευτήν.
Or
.

43

.

3

Μάλιστα μὲν οὖν, εἰ καὶ χρηστῆς ἀπήλαυε τῆς τύχης τὰ τῶν ἡμετέρων λόγων καὶ πλεῖν ἐξ οὐρίων ὑπῆρχεν, ὥσπερ τοῖς πρὸ ἡμῶν ταῖς τῶν νέων ἐφεστη‐ κόσιν ἀγέλαις, οὓς τὸ πολλοὺς εἶναι τοὺς ἐπιθυμοῦντας
5μανθάνειν εὐδαίμονας ἐποίει, καὶ τότε μὲν ἂν εἰκὸς ἦν σκοπεῖν, ὅπως μηδὲν μηδαμόθεν ἔσται τὸ ζημιῶσον· νῦν δέ, ὡς ὁρᾶτε, βαπτιζομένου τοῦ πράγματος καὶ πάντων ἐπ’ αὐτὸ κεκινημένων τῶν πνευμάτων οὐδ’ εἰ
σφόδρα βούλοισθε, κακῶς ἔξεστι φρονεῖν καὶ προστι‐
10θέναι τοῖς ἀναγκαίοις ἑκούσιον ζημίαν.
Or
.

43

.

4

ἴστε γάρ, ὡς ὁ παρὼν οὑτοσὶ καιρὸς ἃ μὲν ἦν τῶν ἡμετέρων λόγων, τοῖς ἑτέροις ἔδωκε, τὰ δὲ ἐκείνων ἐπὶ τουτουσὶ μετήνεγκε μᾶλλον μὲν ἀγαπᾶσθαι ποιήσας τοὺς ἧττον
5θαυμαζομένους, ἧττον δ’ αὖ τοὺς μᾶλλον, μᾶλλον δὲ τοὺς μὲν χορηγοὺς ἁπάντων ἀγαθῶν νομίζεσθαι ποι‐ ήσας, τοὺς δ’ οὐδὲν ἄλλο πλὴν ὕθλον καὶ πόνων καὶ πενίας ἀφορμήν.
Or
.

43

.

5

ἐντεῦθεν ἀγωγαὶ συχναὶ νέων καὶ πλοῖα πλοῦν ἕνα τὸν ἐπὶ Ῥώμης φερόμενα κρότος τε τῶν κομιζομένων παιδαρίων ἐπὶ ταῖς μελλούσαις ἐλπίσιν. αἱ δέ εἰσιν ἀρχή, δυναστεία, γάμος, ἐν βασι‐
5λείοις διατριβαί, τὸ διαλέγεσθαι βασιλεῖ. καὶ κομιδῆ μὲν ὀλίγοις ὁ πλοῦς ἐκεῖνος ἐλυσιτέλησεν, ὡς τοῖς γε πλείοσι πρὸς τῷ μηδὲν ἐνεγκεῖν παρείλετό τι καὶ τοῦ φρονεῖν. ὅμως δ’ ἕλκονταί τε καὶ προσδοκῶσι, καὶ τὸ οὔπω κτηθὲν ἔχεται καὶ τῷ μὲν ἐλάττονι τὸ πρᾶγμα
10κρίνεται, τῷ πλείονι δὲ οὐ δοκιμάζεται. τοιαῦτα τῷ δαίμονι δέδοκται περὶ ἑκατέρων τῶν λόγων. διὰ ταῦτα λύπην ἐκ τῶν διδασκαλείων οἴκαδε κομίζομεν πλὴν τοῦ καταβοῆσαι τοῦ καιροῦ ποιεῖν οὐδὲν ἔχοντες.
Or
.

43

.

6

Ἀλλὰ τοῦτο μὲν ἀτύχημα καὶ τῆς αἰτίας ἐκτὸς
ἡμεῖς, ἀφ’ ἧς τὰ εἰρημένα· περὶ δὲ τῶν ἀποστάσεων αἷς γέγονε τὸ διδάσκειν πονηρότερον, τίνα ἀνθ’ ὑμῶν αὐτῶν αἰτιάσεσθε; ἢ μικρὰν ἀθυμίαν ταύτας ἔχειν
5φήσετε; οὐ δεδηγμένος ἀπέρχεταί τις τὴν καρ‐ δίαν, εἰ ὁ χθὲς μαθητὴς σήμερον ἑτέρου γεγένηται; οὐκ ἀηδὲς ἄριστον; οὐκ ἀπορία δείλης; οὐ πικρὸν τὸ δεῖπνον; οὐ τὸ πλέον τῆς νυκτὸς ἐν ἀγρυπνίᾳ; οὐ τῆς ὑστεραίας μισεῖται μὲν ὁ θρόνος, ἐχθρὸν δὲ τὸ
10τῶν λόγων χωρίον, ὕποπτον δὲ τὸ μένον ἔτι, θρασὺς δὲ ὁ ἀποστὰς ἀπαντῶν ἐξεπίτηδες σὺν ὕβρει τῷ τέως διδασκάλῳ, πάντων ἐπιλελησμένος, ἐκβαλὼν μὲν τῶν ὀμμάτων τὴν ὀφειλομένην αἰδῶ, μεστὸν δὲ αὑτὸν πεποιηκὼς τῆς εἰς ἐκεῖνον ἀσελγείας, ἀπὸ παντὸς ἔργου
15τε καὶ σχήματος ἀνιᾶσαι προθυμούμενος, κεκραγώς, εἰ μισθοῦ τις μνησθείη, τὸ καὶ τὸν χρόνον αὑτῷ τηνάλλως ἀνηλῶσθαι καὶ μηδὲν εἰδέναι καὶ μηδὲν ἀκηκοέναι καὶ βραδέως ἀφεστάναι καὶ χρῆναι πάλαι τοῦτο πεποιηκέναι καὶ μισθὸν ἀμαθίας οὐ νενομίσθαι.
Or
.

43

.

7

τὰς αὐτὰς δὲ καὶ πρὸς πατέρας φωνὰς ὁ πατὴρ ἀφίησι, ψευδόμενοι μὲν ἀμφότεροι, ὅ τε παῖς ὅ τε πατήρ, λέγειν δὲ ὅμως τολμῶντες, ὅπως μὴ κακοὶ περὶ τὸν μισθὸν εἶναι
5δοκοῖεν. ὁ δὲ ἀποπνίγεται τὸ πλῆθος τῶν πόνων
οὓς ἐπόνησεν ἐννοῶν καὶ ὡς εἰς ἀχαρίστου ψυχὴν οἰκοδομῶν οὐκ ᾔδει. μισθοῦ τοίνυν μεμνημένος μὲν εἰς τοιαῦτα ἐμπίπτει, φόβῳ δὲ τούτων σιωπῶν ἀλγεῖ τῷ μηδὲ λέγειν ἔχειν, ἐκ δὲ τούτων καθέζοιτ’ ἂν αὑτὸν
10ἐσθίων. ἐπὶ βιβλίον δὲ καὶ τὴν ἐκεῖθεν τροφὴν ἢ οὐχ ἧκεν ἢ μάτην οὐκ ἔχων τεῖναι τὸν νοῦν ἀκριβῶς εἰς τὸ κέρδος. γίγνεται οὖν ἐντεῦθεν φαυλότερος. οὕτω πρὸς τῇ τοῦ μισθοῦ στερήσει καὶ τὸ χείρω γίγνεσθαι τὴν διάνοιαν ἔστι.
Or
.

43

.

8

Παλαιὸν μὲν οὖν τι τοῦτο τὸ τῶν ἀποστάσεων, ἀλλ’ ὅσον γε νῦν, οὐδεπώποτε συμβάν. δύο ἢ τρεῖς ἐπὶ τῆς ἐμῆς οἶδα νεότητος τοῦτο πεποιηκότας οὐ καλὴν δόξαν ἐκ τῆς ἀποστάσεως λαβόντας, ὅθεν αὐτοῖς καὶ
5σπάνις ἐπιτηδείων τε καὶ φίλων. ὁ γὰρ περὶ τὸν αὑτοῦ διδάσκαλον ἄπιστον αὑτὸν ἐπιδείξας προὔλεγεν ἅπασιν, ὡς οὐκ οἶδε φιλεῖν. τὸ πάλαι μὲν οὖν μικρόν τι, τὸ δὲ νῦν τοῦτο πολύ· μικροῦ γὰρ ἰσάριθμοι ταῖς ἡμέραις αἱ ἀποστάσεις. καὶ τοὺς αὐτοὺς εὕροις ἂν διὰ
10πάντων ἥκοντας, ἕως ἦλθον ἐπ’ ἐκεῖνον ἀφ’ ὅτου πρῶτον ἀπέστησαν. καὶ δευτέρα περίοδος καὶ τρίτη. καὶ περὶ ἕκαστον τῶν διδασκάλων πολλάκις ἀμφότερα, ὁ μὲν ὡς ἕτερον ἀπῆλθε νέος, ὁ δ’ ἦλθεν ἄλλον ἀφείς.
οἱ δὲ μείναντες διὰ τέλους οὐκ ἄνευ τοῦ τὴν ἴσην
15παρασχεῖν προσδοκίαν ἔμειναν, ὡς ἄρα τὸ αὐτὸ δρά‐ σουσιν, ὥστε κἀκ τῶν βελτιόνων γενέσθαι τινὰ λύπην.
Or
.

43

.

9

Πῶς οὖν ἂν ἕκαστος ἔχοι βεβαίως οὓς ἔχει; εἰ τὰς ἀποστάσεις συνθήκαις ἀνέλοιμεν καὶ μὴ ἐξείη τρέχειν παρὰ μὲν τούτων ὡς ἐκείνους, παρὰ δὲ ἐκεί‐ νων ὡς τούτους, οἷόν τι τοῖς παίζουσι παισὶ γίγνεται
5περὶ τὰς γωνίας. γνώτω νέος ἅπας, ὡς ἡ διὰ τῶν ἀποστάσεων αὕτη πέπαυται τρυφή. γνώτω πατήρ, γνώτω μήτηρ, γνώτω παιδαγωγός. οἳ νῦν μέν εἰσιν ἅπαντες τῶν ἐπὶ θρόνων καθημένων δεσπόται, γενο‐ μένων δὲ ὧν εἶπον γνωριοῦσι σφᾶς τε αὐτοὺς κἀκεί‐
10νους καὶ ἀντὶ τοῦ βλέπειν εἰς αὐτοὺς ἀξιοῦν τοὺς ἡγεμόνας ἀκολουθήσουσιν οἷς ἡ τοῦ δικαίου τάξις βούλεται. ἔσονται δὲ ἐνεργοὶ μὲν ἱμάντες, ἐνεργοὶ δὲ ῥάβδοι. ὡς νῦν γε παρὰ μὲν τοῖς οὐδ’ εἰσί, παρὰ δὲ τοῖς ἀφοσιοῦνται σαφῶς εἰδότων τῶν χρω‐
15μένων, ὡς, εἰ γένοιτό τι τοσοῦτον ὁπόσον ἄξιον, ἄλλου τὸν νέον ἐποίησε. δυναμένων δὲ τοῦτο τῶν πληγῶν ταὐτὸ ποιεῖ καὶ παιδαγωγὸς οὐ θεραπευό‐ μενος. ἡ θεραπεία δὲ βάθρου τυχεῖν, ἀργύριον λα‐ βεῖν, ἑστιαθῆναι, πολλὰ ἕτερα. ἂν ταῦτα ὑπομείνῃς,
20ἔχεις τὸν νέον· ἂν δ’ οὐκ ἀνάσχῃ, τὴν ἀπόστασιν ἤκουσας.
Or
.

43

.

10

οὐκοῦν οὐ μόνον ὑμῖν ὑπάρξει κομί‐ σασθαι διὰ τῶν συνθηκῶν τὴν ἐλευθερίαν, ἀλλὰ καὶ τοῖς νέοις ἀμείνοσι γενέσθαι βλακεύειν διὰ τὰς ἀνάγ‐
κας οὐκ ἔχουσι. δεῖ γὰρ δὴ μένοντας ἢ βούλεσθαι
5πονεῖν ἢ προσαναγκάζεσθαι. πληγὰς δὲ οὐ κωλύσει φόβος ἀποστάσεων. νῦν δ’ οἱ μὲν ῥᾳθυμοῦσιν, οἱ δ’ οὐκ ἐπιτιμῶσι, καὶ οἱ μὲν καθεύδουσιν, οἱ δ’ οὐκ ἐπεγείρουσι, καὶ οἱ μὲν πλημμελοῦσιν, οἱ δὲ σιωπῶσιν εἰδότες μέν, ὡς οὐ δίκαια ποιοῦσιν, οὐκ ἀκινδύνους
10δὲ αὑτοῖς τὰς νουθεσίας εὑρίσκοντες.
Or
.

43

.

11

Ἀλλὰ δεινὸν εἶναι φήσουσιν οἱ πατέρες, εἰ μὴ τὰ δοκοῦντα σφίσι περὶ τῶν παίδων ἔσται μηδὲ ἐπιτρέψει τις ὅτῳ βούλονται παραδοῦναι. καὶ γὰρ οἱ διδάσκαλοι δεινὸν εἶναι φήσουσιν, εἰ μηδεὶς αὐτοὺς
5ἐάσει διακρίνειν οἷς τε δεῖ συνεῖναι τῶν νέων καὶ οἷς μή. ἔστι σοι παῖς. τοῦτον βούλει τῆς τοῦ λέγειν δυνάμεως μετασχεῖν. κάθηνται πολλοὶ διδάσκαλοι χρόνῳ μακρῷ βεβασανισμένοι πεῖραν σφῶν αὐτῶν ἐν οἷς ἤδη τινὰς πεπαιδεύκασι δεδωκότες. τούτων ὃν ἂν
10οἱ λογισμοὶ πείθωσιν ἑλόμενος ἔα παραδοὺς μένειν.
Or
.

43

.

12

τὸ δὲ νῦν μὲν ὡς τοῦτον, νῦν δὲ ὡς ἄλλον ἄγειν οὐ τοῦτόν ἐστι θαυμάζοντος, ἀλλ’ ἐκεῖνον ἀτιμάζοντος. τοῦτ’ οὖν ὁ δεύτερος οὗτος αἰσθανόμενος ἐρεῖ πρὸς σὲ μικρὰ καὶ μέτρια, ὅτι οὐκ ἂν αὑτόν σοι πρὸς τὰ
5τοιαῦτα παράσχοι οὐδ’ ἂν ὑβρίσαι μετὰ σοῦ τὸν ὁμό‐ τεχνον. εἰ δ’ ἕλκοις αὐτὸν εἰς τὸ δικαστήριον καὶ
κατηγοροῖς, οὐκ ἀπορήσει λόγων, ἀλλ’ ἕξει καὶ πολλοὺς καὶ δικαίους δεικνύντας, ὡς οὐ καλὸν τὰ τοιαῦτα κωμάζειν, ἀλλ’ ἐξ ἀρχῆς βουλευσάμενον μένειν ἐν τοῖς
10δόξασιν.
Or
.

43

.

13

ὅτι γὰρ οὐχ ὡς ἐπὶ βελτίω τὸν δεύτερον ἄγουσι, παντί τῳ δῆλον. τούς τε γὰρ τὰ τοιαῦτα εἰδότας ἦν ἐξ ἀρχῆς ἐρωτᾶν, σφαλέντα δὲ καὶ ἐξηπατημένον εὐθὺς ἔδει ποιεῖν τὸ δεύτερον. νῦν δὲ
5ἐνιαυτῶν παριόντων καὶ τῶν ὡρῶν τὸν περὶ τοῦ μισθοῦ λόγον εἰς μέσον ἀγουσῶν τότε τὴν ἀχλὺν ἀφαιρεθέντες διορῶσι τό τε βέλτιον καὶ τὸ χεῖρον. καί φασιν ἀπενεχθῆναι τὴν ἀρχὴν τοῦ δέοντος οὐκ ἄλλο τι νομίζοντες εὑρηκέναι κάλλιον, ἀλλ’ ὅπως μετ’
10εὐπρεπείας ἀγνωμονοῖεν καὶ δοκῶσιν ἐρᾶν τοῦ κρείτ‐ τονος. σημεῖον δέ, πολλοὶ πάλιν ἐπὶ τοὺς αὐτοὺς ἐπανῆκον ὡς ἀμείνους ὧν ἀπέστησαν ὡς χειρόνων. καίτοι πῶς ἔνι τὸν αὐτὸν βελτίω τε καὶ φαυλότερον εἶναι; οὐκ ἔστιν. ἀλλ’ ἔτος, οἶμαι, πάλιν παρὰ τῷ
15δευτέρῳ διελθὸν καὶ αἱ ὧραι πάλιν καὶ μισθοῦ καιρὸς τὴν δόξαν ἐκίνησαν.
Or
.

43

.

14

Ἀλλ, νὴ Δία, τῷ θαρρεῖν ἔχειν ἀπὸ τῶν συνθηκῶν δόξομεν νωθροτέρας ποιήσε‐ σθαι τοῦ λοιποῦ τὰς συνουσίας ὡς οὐκ ὂν ἑτέρωσε μεθορμίσασθαι. ἀλλ’ οὐκ εἰδότων ἡμᾶς
5ἥ γε τοιαύτη δόξα. καὶ πρός γε εἰς διδαχὴν τῆς ἡμετέρας φιλοπονίας ἱκανὸν τὸ καὶ τὰς ἡμέρας ἐν αἷς ἔξεστιν ἀργεῖν, ἐργάζεσθαι. λέγω δὲ ταύτας ἐν αἷς οἱ τὰς ἀρχὰς ἔχοντες νῦν μὲν εἰς θέατρον, νῦν δ’ εἰς ἱππόδρομον ἀγείρουσι τὸν ὄχλον τιμῶντες αὐτὰς ὥς
10τι τοῖς βασιλεῦσιν ἐνεγκούσας ἀγαθόν. οἱ μὲν οὖν κήρυκες βοῶσι χωρούντων τε ἐκείνων ἐφ’ ἅπερ ἔφην καὶ πάλιν ἀναστρεφόντων, ἡμεῖς δὲ ἀκούοντές τε καὶ τὸ πρᾶγμα εἰδότες πονοῦμεν ἃ μὴ πονεῖν βου‐ λομένοις ὑπῆρχεν. οὐ γὰρ ἂν ἀπόστασιν ἐν κοινῇ
15τοῦτ’ ἐποίει σιωπῇ.
Or
.

43

.

15

ἔτι τοίνυν τὸ προσθήκης ἐπιθυμεῖν παράκλησιν ἂν ἔχοι πρὸς τὸ πονεῖν ἑκά‐ στου βουλομένου χρηστόν τι περὶ αὑτοῦ λέγεσθαι διὰ τὴν ἀπὸ τῶν παραδειγμάτων γενησομένην ὠφέλειαν.
5οἱ γὰρ ἐπαινούμενοι μαθηταὶ καὶ τοῖς οὔπω πεφοι‐ τηκόσιν ὁδός.
Or
.

43

.

16

πρὸς δὲ τούτοις ἐξετάζεσθαι μὲν ἄξιον ὑπὸ τῶν πατέρων τοὺς υἱεῖς τῶν μὲν παρ‐ όντων, τῶν δὲ ἀπόντων, ἢ κρίνειν αὐτῶν δυναμένων ἢ τοῖς κρίνειν ἐπισταμένοις χρωμένων, ὁρωμένης δέ
5τινος ἐν τοῖς νέοις τῶν ἐφεστώτων ῥᾳθυμίας ἐξέστω μέμφεσθαι, κατηγορεῖν, ἐγκαλεῖν, αἰτιᾶσθαι, καὶ καθι‐ ζέτω μέν, εἰ βούλοιτο, δικαστὰς ὁπόσους ἂν ἐθέλῃ, τῶν ἔξωθέν τινας τοῖς διδάσκουσιν ἀναμιγνύς, γρα‐ φέσθω δὲ τὸν ἠμεληκότα παραστησάμενος τὸν νέον.
10κἂν μὲν ἀρκῇ ποιῆσαι προθυμότερον τὸν ἐξεληλεγμένον,
πρᾷός τις καὶ μέτριος νομισθεὶς ἀπερχέσθω, νικῶντος δὲ μεθιστάναι τὸν νέον ψήφῳ τῶν δικαζόντων τοῦτο ποιήσας μένειν ἐάτω τὰ συγκείμενα. καὶ προσγεγράφθω δέ, ὦ φίλοι, τό· εἰ δέ τις ἁλοίη περί τινα τῶν
15νέων ἀργότερος γεγονώς, τοῦτον μηδὲν ἀδι‐ κεῖσθαι νομίζειν, ἢν τῷ νέῳ τις βοηθεῖν οἴηται δεῖν.
Or
.

43

.

17

Τοῖς μὲν οὖν γονεῦσιν ἀποχρήσειν ταῦτα ὑπολαμβάνω, ἴσως δέ τις ὑμῶν ἐν ἐλπίσιν ὢν ἕξειν τινὰς δι’ ἀποστάσεων νέους δυσχεραίνει τὴν περὶ τῶν συνθηκῶν παραίνεσιν. δεῖ δὲ τοῦτον μὴ μόνον ὃ
5λήψεται σκοπεῖν, ἀλλ’ ὡς καὶ αὐτὸς ἴσως ἄν τινας τὸν αὐτὸν ἀφαιρεθείη τρόπον. πέφυκε δὲ ἄνθρωπος οὐχ οὕτως εὐφραίνεσθαι κερδαίνων, ὡς ἀλγεῖν ζημιού‐ μενος. πότερον οὖν κρεῖττον μήτ’ ἐκείνην ἥδεσθαι τὴν ἡδονὴν μήτε ταύτην λυπεῖσθαι τὴν λύπην ἢ ζῆν
10ἐν ἀμφοτέροις, ἐλπίδι τε τοιαύτῃ καὶ φόβῳ, καὶ χειμα‐ ζόμενον τὴν ψυχὴν νύκτα τε καὶ ἡμέραν διάγειν τοῦ μὲν ἐρῶντα, πρὸς δὲ ἐκεῖνο τρέμοντα;
Or
.

43

.

18

καὶ μὴν νῦν μὲν ἀρῶν ἡμῖν γέμει τὰ διδασκαλεῖα τῶν ὑπὸ τῶν μαθητῶν ἀδικουμένων Ἐριννῦς ἐπ’ ἐκείνους καλούντων λεγόντων οἷα ἀνθ’ οἵων εἰσὶ κεκομισμένοι, τότε δὲ οὐδὲν
5τοιοῦτον οὐδὲ εἷς θεῶν ἀκούσεται τῆς ἀφορμῆς τῶν δυσχερεστέρων περιῃρημένης. εἴτ’ οὖν τῆς ἐλ‐
πίδος ἐκκρούεται, ταύτῃ τὴν ἀηδίαν ἀντιτιθεὶς σωφρο‐ νείτω, εἴθ’ ὧν ἔπαθεν ἀμύνεσθαι βούλεται, πρῶτον μὲν ἃ καὶ αὐτὸς δέδρακε λογιζέσθω, ἔπειτ’ εἰ καὶ
10προσδεῖν ἔτι τινὸς εἰς τὴν δίκην οἴεται, νομίσας Ἑλληνικὸν εἶναι τὸ τὰ τοιαῦτα ἀφιέναι φερέτω καὶ μὴ τῶν παροξυνόντων τὸν διαλλάττοντα μηδὲ τῶν προσαγωγέων τὸν σοφιστὴν μηδὲ τῶν νεωτέρων τὸν πρεσβύτερον 〈χείρονα〉 νομιζέτω.
Or
.

43

.

19

Πολὺν ἤδη χρόνον πεπείρασθε πολέμου καὶ στάσεως. λάβετε δὴ πεῖραν καὶ ὁμονοίας καὶ φιλίας. ἴσως γὰρ ἂν παύσαισθε τῶν νῦν 〈θρήνων〉 μετα‐ πεσόντων ὑμῖν τῶν πραγμάτων. οἱ δέ εἰσι· γεωργεῖν
5με χρῆν, εἶπέ τις, ἕτερος δέ γε πλεῖν, ἄλλος ἄλλην ἐργάζεσθαι τέχνην, ἄλλος ἄρχουσιν ὑπηρετεῖν. καὶ τραγῳδεῖ δὴ τὴν παροῦσαν πενίαν ἕκαστος καὶ ὡς ἐξ ἐκείνων ἑκάστου μείζων ἂν ἦν πρόσοδος. ταῦτ’ ἐπειδὰν εἰς τὸ βουλευτήριον ἔλθητε παρ’ ἐμὲ μετὰ τὰς συνου‐
10σίας, θρηνεῖτε. καὶ παρόντας μὲν ἀλλήλους κακῶς οὐ λέγετε, ἠριστηκότες δὲ ἤδη τὸ λοιπὸν τῆς ἡμέρας περὶ τοῦτο ἀναλίσκετε, οἱ μὲν ἐν μέσοις τοῖς συνδίκοις, οἱ δὲ ἐν μέσοις τοῖς στρατιώταις καθήμενοι, τοὺς δ’
ἴδοις ἂν εἰς οἰκίαν ἰόντας ἐπὶ τοῖς ἴσοις τὸ τῶν
15μισούντων ποιοῦντας. τῷ μίσει δὲ ἀφορμὴ τάχα μέν τι καὶ ἄλλο, μεγίστη δὲ αἱ ἀποστάσεις.
Or
.

43

.

20

Εἰ μὲν οὖν ἦν μοι τὰ πάντα ἰάσασθαι, τοῦτ’ ἂν ἐποίουν· τῶν πολλῶν δὲ οὔπω φαινομένης ἐπαν‐ ορθώσεως, ὃ δυναίμην ἂν παῦσαι, τοῦτο ἵστημι. καὶ σκοπεῖτε, πρὸς Διός, τίνες ἀντὶ τίνων ἔσεσθε τοῦ
5μάλιστα ἐρεθίζοντος ἐκκεκομμένου. ἥδιον μὲν ἀλλή‐ λους ὄψεσθε, καλλίω δ’ ἂν εἴποιτε περὶ ἀλλήλων. οἷς δὲ νῦν ὑποπεπτώκατε, φθέγξεσθέ τι πρὸς τούτους ἐλεύθερον. παύσεσθε μὲν τοὺς ἐν τοῖς ἄλλοις βίοις εὐδαιμονίζοντες, ὑπάρξει δὲ ὑμῖν ἐξελαύνειν τοὺς
10φάσκοντας μὲν λόγων ἐπιθυμεῖν, ἕλκοντας δ’ ἐπὶ ῥᾳθυμίαν τοὺς παῖδας. ᾧ γὰρ ἂν τοὺς ἐφ’ οἷς τολ‐ μῶσιν ἀγανακτοῦντας τρώσαιεν, οὐκέτ’ ἂν ἔχοιεν.
Or
.

43

.

21

Ἀρχὴν τοίνυν ἐπιεικεστέρων πραγμάτων ταυ‐ τηνὶ ποιησάμενοι τὴν ἡμέραν ἴωμεν ἐπὶ τὰς συνθήκας κἂν μὲν εὑρίσκωμεν οἵας ἔφην, ἐμμείνωμεν, ἂν
δ’ οὐ τοιαύτας, ἡ παρὰ τῶν ἔργων κρατείτω παραίνεσις.
Or
.

44

t

ΕΙΣ ΕΥΣΤΑΘΙΟΝ ΤΟΝ ΚΑΡΑ.
Or
.

44

.

1

Ὑπεσχόμην ἐπαινέσεσθαι τὸν χθὲς τὰ λεγό‐ μενά μοι τιμήσαντα τῷ ῥήματι. καὶ πρὶν ὃς ἦν εἰδέναι, τὴν ὑπόσχεσιν ἐποιησάμην ὡς, εἰ καὶ νεώτερος εἴη, τοῦτο ποιήσων. ἔπειτα ἀνὴρ ἀνεφαίνετο καὶ οὗτος
5ἐν τῇ Ἀθηναίων ἐσθῆτι. καὶ ἦν ἐν κέρδει τὸ τοιοῦδε εἶναι τὸ ῥῆμα. τῷ Διὶ τοίνυν ἑπόμενος οὐ ψεύσομαι ἃ ὑπεσχόμην.
Or
.

44

.

2

Ἀλλὰ πρῶτον μὲν ὑμᾶς διδάξω τὸν ἐκ
Καρίας Ἀθήναζε τοῦδε πλοῦν ὃν ἔπλευσεν ἐπὶ κτήσει σοφίας ὄντων μὲν τῶν μέγα εἶναι λεγόντων τοὺς νόμους, ὄντων δὲ τῶν ὑμνούντων τὸν ἐν ὅπλοις βίον.
5τῷ δὲ τὸ κάλλος ἄρα τῶν λόγων μᾶλλον ἐδόκει στίλ‐ βειν ὀμφαλοῦ τε ἀσπίδος χρυσίου τε τοῦ παρὰ τῶν νόμων. ἥκων δὲ ἐφ’ ὅπερ ἧκεν ἔδρα. λόγοι μὲν ἐν ἡμέραις, λόγοι δὲ ἐν νυξί. μάχας δὲ εἴα χαίρειν καὶ μαχομένους ἠλέει καὶ τούτων γε αὐτῶν μᾶλλον ὅσοι
10νίκαις ἐφιλοτιμοῦντο Μουσῶν τε ἀλλοτρίαις καὶ Ἀπόλ‐ λωνος Μουσηγέτου.
Or
.

44

.

3

τῷ δὲ οὐδεμία συμβολὴ τὰς χεῖρας ἐπὶ ῥόπαλον ἢ ξίφος ἀπὸ τῶν βίβλων μετή‐ νεγκεν. αἱ δὲ ἦσαν πολλαὶ πολλῶν, ἐπεὶ οὐδὲ τῶν ἡμετέρων, ὡς αὐτὸς ἔφησεν, ἠμέλει. καί ποτε ὁ μὲν
5πρὸς τοῦ διδασκαλείου ταῖς θύραις ἀνεγίνωσκε καθή‐ μενος, τὸν δὲ διδάσκαλον, καὶ γὰρ ἦν ὁ ἀγγείλας, θυμοῦ τε τοῦτο καὶ ὀργῆς ἐνέπλησε, καὶ τὸ πρᾶγμα οὐκ ἀκίνδυνον, ἡδὺς δὲ ὅμως ὁ κίνδυνος, εἰ ποιοῦντα ἀμείνω τὴν ψυχὴν δεήσει τι καὶ παθεῖν.
Or
.

44

.

4

ἐπεὶ δὲ ἤδη ῥήτωρ τε ἦν καὶ οἷος πόνους καὶ ποιεῖν καὶ διδόναι, ἐλευθερίας ἐπιθυμίᾳ φεύγει μὲν τούσδε τοὺς πόνους, θεάτροις δὲ διαγέγονε χρώμενος. καὶ
5αὐτῷ μυρία μὲν ἐν Φοινίκων ἐπεδείχθη πόλεσι, πολλὰ
δὲ ἐν Παλαιστίνης ἄστεσιν. οὗ δὴ καὶ πολίτης ἡμέ‐ τερος ἐφεστὼς δυνάμεσιν ἠγάπησέ τε αὐτὸν καὶ κατεῖ‐ δεν ἀκριβῶς καὶ ὅπως καρπώσεται τοὺς λόγους, ἐποίησε πρέποντα τῷ γένει δρῶν. Μουσῶν γὰρ Περσεὺς ὁμο‐
10πάτριος ἀδελφός, ἐξ οὗπερ οὗτοι.
Or
.

44

.

5

Τὸν Κᾶρα δὲ δεῖ πιστεύειν καὶ ὑμᾶς ἐπ’ ἄκρον ἔρχεσθαι τῆς τέχνης, εἰ καὶ μήπω τυγχάνετε λέγοντος ἀκηκοότες. ἐκ γὰρ δὴ τῆς ἀκροάσεως ἑωράκατε τὸν ῥήτορα. οὕτω πᾶν τὸ λεγόμενον τοῦ προσήκοντος
5ἠξίου. εἰκὸς τοίνυν αὐτὸν καὶ ὁπόταν ἐργάζηται λόγον, τοῦ προσήκοντος τυγχάνειν φεύγοντά τε ἃ χρὴ καὶ διώκοντα ἃ προσήκει. λόγων δὲ δύναμιν ἐσχηκὼς ἐπιεικείᾳ κεκόσμηκε τὴν ψυχὴν ὀργῆς τε ὅτι πλεῖστον ἀπέχων ὀργὰς ἂν ἑτέρων ἐνέγκαι εὖ μάλα φωνή τε
10αὐτῷ πρᾳοτέρα τό τε πρόσωπον ἐν μειδιάματος μέτρῳ συνουσίαι τε αἱ πρῶται φιλίας ἀπεργαζόμεναι. ὅτῳ γὰρ ἐγγύς τε ἔλθοι καὶ κατασταίη πλησίον καὶ μικρὰ
διαλεχθείη, τοῦτον εὐθὺς ἔλαβέ τε καὶ ἔχει.
Or
.

45

t

ΠΡΟΣ ΤΟΝ ΒΑΣΙΛΕΑ ΠΕΡΙ ΤΩΝ ΔΕΣΜΩΤΩΝ.
Or
.

45

.

1

Εἰ μὲν ἅπαν ὃ προσῆκον ἦν περὶ τοὺς δεσμώτας, παρὰ τῶν τὰς ἀρχὰς ἐχόντων ἐφυλάττετο, ὦ βασιλεῦ, τοῖς μὲν ἂν συνέχαιρον, σοὶ δὲ οὐκ ἂν ἠνώχλουν· ἐπεὶ δὲ οἱ μὲν κακοὶ περὶ τουτὶ γεγένηνται
5τὸ μέρος, λέγει δὲ οὐδὲν πρὸς σὲ περὶ τούτων οὐδεὶς τῶν εἴτε ἀγνοοῦσιν ἀδικούντων εἴτε εἰδότες σιωπῶσιν, ὅ τι τε ἂν περὶ ταῦτα γίγνηται δυσσεβές, οὐκ ἔστι μὴ συνδιαβάλλεσθαι τὴν βασιλείαν, ὁ τὴν σὴν πρᾳ‐
ότητα θαυμάζων ἐγὼ καὶ ἅμα χάριν τὴν μεγίστην
10εἰληφὼς δίκαιος ἂν εἴην τῇ σῇ ψήφῳ θεραπεῦσαι τὸ ἁμαρτανόμενον.
Or
.

45

.

2

Οἶσθα μὲν οὖν, ὦ βασιλεῦ, τοῦτό γε δίκαιον ὂν τὸ τοὺς μὲν ἀξίους θανάτου θνήσκειν, τοὺς δὲ μὴ ζῆν τε καὶ περιεῖναι, καίτοι γε δι’ ὑπερβολὴν φιλαν‐ θρωπίας ἤδη τινὶ καὶ τούτων ζῆν ἔδωκας, ἀλλ’ ἔστω
5κύρια τὰ παρὰ τῶν παλαιῶν νόμων. ταῦτα δέ ἐστιν ἀποθνήσκειν μὲν ᾧ τι τοιοῦτο τετόλμηται, ζῆν δὲ ὃς οὐδὲν τηλικοῦτον ἠδίκηκε. τὸ δὲ τετολμηκέναι καὶ τὸ ἠδικηκέναι τί ποτέ ἐστι; τὸ ἐξεληλέγχθαι. ὡς τό γε πρὸ ἐλέγχων ἀποθανεῖν οὐδὲν ἕτερόν ἐστιν ἢ ἠδι‐
10κῆσθαι. καὶ γὰρ εἴ τῳ πέπρακται μὲν ἄξιον θανάτου, τουτὶ δὲ συγκέκρυπται, τοῦτον ὁ κτείνας ἀδικεῖ τὴν τιμωρίαν πρὸ τῆς πίστεως λαβών.
Or
.

45

.

3

ἴσθι τοίνυν σοι φονέας ὄντας τοὺς ἐπὶ τὰ ἔθνη πεμπομένους ἄρχοντας, ὦ βασιλεῦ. τίνα τρόπον; πολλαὶ μὲν ὀργαὶ πολλὰς ποιοῦσι μέμψεις, κἂν θυμωθῇ τις, εὐθὺς παρὰ τὸν
5ἄρχοντα τρέχει καί φησιν ὑβρίσθαι καὶ πεπονθέναι κακῶς, ὁ δὲ ἑαυτὸν μὲν οὔ, τὴν γυναῖκα δέ, ὁ δὲ τούτων μὲν οὐδέτερον, τοὺς παῖδας δέ, καὶ ῥήματα πλάττουσι καὶ πληγὰς καὶ καταρρήξαντές τι τῆς ἐσθῆ‐ τος ἐκείνῳ καὶ τοῦτο προσέθεσαν. ὁ δὲ ἀρνούμενός
10τε καὶ σεσυκοφαντῆσθαι λέγων καὶ μεμνημένος γραφῆς καὶ νόμων πέμπεται δεθησόμενος καὶ ταῦτα ἐν ἐγγυη‐ τῶν ἀφθονίᾳ.
Or
.

45

.

4

πάσχουσι δὲ τοῦτ’ ἐπιεικῶς οἱ ἀσθενέστεροι παρὰ τῶν δυνατωτέρων, καὶ οἷς οὐκ ἔνι χρήματα, παρὰ τῶν εὐπορούντων, καὶ οἱ πολλοὶ παρὰ τῶν ὀλίγων οἳ τὰς αἰτίας τὰς παρὰ σφῶν πλέον ἔχειν
5ἀξιοῦσιν ἀποδείξεων. ταῦτα παρὰ τῶν ἐν τῷ μεγίστῳ συνεδρίῳ, ταῦτα παρὰ τῶν ἄλλων βουλῶν, ταῦτα παρὰ τῶν τὰς εὐφημίας ὑμῶν ἐγκεχειρισμένων κατὰ τῶν ἐν ταῖς χειροτεχνίαις, ταῦτα παρὰ τῶν [ἐν] ταῖς ἀρχαῖς ὑπηρετούντων κατὰ τῶν οὐ πάντα αὐτοῖς
10χαριζομένων.
Or
.

45

.

5

δεσποτῶν δὲ ὠμότης πλείστῳ χρῆται 〈τούτῳ〉 καθ’ ἑκάστην ἡμέραν, ἐπεὶ ῥᾴδιον δῆσαι τὸν ἠναγκασμένον ὑπὸ τοῦ νόμου κἂν ἀδικῆται σιγᾶν. ἐνταῦθά που θετέον καὶ τοὺς περὶ τὴν γῆν πονοῦντας
5τοῖς κεκτημένοις τὴν γῆν, ἐπεὶ καὶ τούτοις τινὲς ἴσα καὶ οἰκέταις κέχρηνται, κἂν μὴ τὰς πλεονεξίας ἐπαι‐ νῶσιν ἐκείνων τὰς καθ’ ἑαυτῶν, ὀλίγαι συλλαβαί, καὶ στρατιώτης ἅμα ἁλύσεσιν ἐπὶ τὸν ἀγρὸν, καὶ δεδεμένους τὸ οἴκημα δέχεται.
Or
.

45

.

6

βούλει με μνησθῆναι καὶ τῶν αἰτίαν λαμβανόντων φονεύειν τοὺς ὁδοιπόρους; οὐκοῦν οὗτοι μὲν δύ’ ἢ τρεῖς, δῶμεν δὲ καὶ τρὶς το‐
σούτους εἶναι καὶ δέκα καὶ πλείους· παρ’ οἷς δὲ ἢ
5ἔπιον ἢ ἔφαγον ἢ ἐκοιμήθησαν, ἕλκονται τριπλάσιοι πολλάκις τῶν ἐν ταῖς αἰτίαις ὄντων οὐδὲν εἰδότες τῶν ἐγκεκλημένων ἢ τὸ μηδὲν εἰργάσθαι δεινὸν ἐκείνοις ἢ τῶν πεπραγμένων οὐ μετεσχηκότες.
Or
.

45

.

7

Οὗτοι πάντες ὧν ἐμνήσθην, ὦ βασιλεῦ, καί τινες ἔξω τούτων καθ’ ἑτέρους ἥκοντες ἐκεῖσε τρόπους ζῶσι τὸν ἐν δεσμοῖς βίον. οἱ δ’ αὐτοὺς παραδεδω‐ κότες ἐν εὐωχίαις εἰσί, μᾶλλον δὲ ἐν ἅπασιν ἡδονῶν
5εἴδεσιν, εἰς τὴν Δάφνην ἀναβαίνοντες, εἰς ἀγροὺς ἐλαύνοντες, ἐπ’ ἄλλας ἰόντες πόλεις ὑπὸ νυμφίων καλούμενοι γῆν ὠνησόμενοι, θάλατταν ὀψόμενοι. τῶν δὲ δι’ αὐτοὺς δεθέντων τῶν μὲν ἐπελάθοντο, τῶν δὲ οὐ φροντίζουσιν. οἱ δικασταὶ δὲ οἱ βέλτιστοι
10οἱ τὸν δεσμὸν αὐτοῖς ὃν ἐβούλοντο δεδωκότες καὶ περὶ πλείονος τὴν πρὸς ἐκείνους χάριν τῆς τοῦ δικαίου μοίρας πεποιημένοι οὔτε ἀγανακτοῦσιν οὔτε καλοῦσιν οὔτε ἐπιτιμῶσιν οὔτε τί ταῦτα; ἐρωτῶσιν οὐδ’ ὡς περὶ ἀσεβοῦς τοῦ πράγματος διαλέγονται οὐδ’ ὡς οὐκ
15ἂν ἐπὶ πλέον δύναιντο τὰ τοιαῦτα ἀνέχεσθαι, λέγουσιν.
Or
.

45

.

8

εἶτα μεστὸν [μὲν] σωμάτων τὸ δεσμωτήριον ἐξιόντος μὲν οὐδενὸς ἢ κομιδῆ γε ὀλίγων, εἰσιόντων δὲ πολλῶν. καὶ γίγνεται διπλοῦν τὸ κακὸν αὐτῷ τε τῷ δεδέσθαι
καὶ τῷ οὕτως. οὐδὲ γὰρ [οὔθ’] ὕπνου λαχεῖν ἔστιν
5ἀκριβῶς, οὐδὲ γὰρ κεῖσθαι κατακλιθέντας, ἀλλ’ ὅσον ἑστῶσιν 〈ἔστιν〉 αὐτοῦ μεταλαβεῖν, τοσοῦτον ἔχουσι.
Or
.

45

.

9

Πόθεν τοίνυν τούτοις ἡ τροφή; τὴν μὲν γὰρ ἐν τοῖς λέβησι φακῆν καὶ τὰ ὀλίγα λάχανα καὶ εἴ τι τούτοις πρόσεστιν, ἐλάττω ταῦτα πολὺ τοῦ δέοντος εἶναί φασιν. ἀνάγκη δὴ γυναῖκας καὶ ἀδελφὰς καὶ
5θυγατέρας, αἷς ἦν ἡ τροφὴ παρὰ τῶν οὔπω καθειργ‐ μένων, αὐτὰς εἶναι τὰς ἐκείνους τρεφούσας. πόθεν, ὦ βασιλεῦ; τῷ δεσμῷ μὲν γὰρ ἐκείνων οὐκ ἔστιν αὐτὰς εὐπορωτέρας γεγονέναι. λείπεται δὴ τὰς μὲν ἀμόρφους ἢ γήρᾳ κατεχομένας προσαιτεῖν, ἐν αἷς δέ τι καὶ ὥρας,
10πάντα ἀνέχεσθαι. ταῦτ’ οὖν τοῖς δεδεμένοις τοῦ δε‐ σμοῦ πικρότερα· δεῖ γὰρ αὐτοὺς δήπου καὶ ἐρωτᾶν καὶ διδάσκεσθαι, πόθεν αὐτοῖς ταῦτα ἔρχεται.
Or
.

45

.

10

Καὶ οὐ ταῦτά γε μόνον, ἀλλὰ καὶ ὅσα δεῖ παρ’ ἑκάστου γενέσθαι τῷ τῆς θύρας κυρίῳ τῷ λύχνον μὲν ἕνα πᾶσι παρεχομένῳ, τοῦ μικροῦ δὲ ἐλαίου τούτου μέγαν ἀπαιτοῦντι μισθόν. ὁ δὲ οὐ θεὶς δι’
5ἀπορίαν εὐθύς ἐστιν ἐν πληγαῖς, κἂν λέγῃ τυπτόμενος· ἐμο, ὦ ἄρχων τοῦ τε δεσμωτηρίου τούτου καὶ τῶν ἐν αὐτῷ κειμένων, πλὴν τοῦδε τοῦ σώμα‐
τος ἔστιν οὐδέν, οὐ γονεῖς, οὐ τέκνα, οὐ φίλοι· πόθεν ἂν οὖν ἀμειψαίμην τὸν λύχνον, εἰ μήτ
10ἀπὸ τῆς γῆς ἀργύριον ἔχοιμ’ ἂν ἀνασπάσαι μήτ’ ἔστιν ὁ εἰσοίσων; ταῦτα εἰπὼν ἀκούει· διὰ τί οὐ καλεῖς διὰ τῶνδε τῶν ἐξιόντων γυναῖκα δεῦρο τῶν ἐπὶ φιλανθρωπίᾳ φιλοτιμουμένων, εἶτ’ αὐτῆς πρὸς τὰ γόνατα προσπεσὼν πείθεις
15προσαιτοῦσαν ἀγείρειν τί σοι; τουτὶ δὲ ὁ μέν τις ἐδυνήθη, ὁ δ’ οὔ. παρ’ ὅτου δὲ οὐκ ἔνι λαβεῖν, ἀρκεῖ μαστιγῶσαι.
Or
.

45

.

11

Δακρύεις, ὦ βασιλεῦ. πολλὰ ἀγαθά σοι γένοιτο διὰ τὴν ἄγαν χρηστότητα, καὶ ἔγωγε, νὴ τὸν Δία καὶ πάντας τοὺς θεούς, τοῦτ’ ὄψεσθαι προσεδόκων. ἀλλ’ ὄντων δεινῶν τῶν εἰρημένων ἔνι τι μεῖζον, εἰ μεῖζον
5ὧν ἔφην τὸ τεθνάναι. θνήσκουσι γάρ, ὦ βασιλεῦ, θνήσκουσι τοῖς τε ἄλλοις κακοῖς καὶ μεγίστῳ δή, στενοχωρίᾳ, μυρίοι. καὶ ὁ μὲν φύλαξ ἐμήνυσεν, ὁ δ’ ἄρχων οὐδὲν τῇ ψυχῇ παθὼν θάπτειν ἐπέτρεψε. τῷ δ’ ᾐτιαμένῳ τὴν ἀρχὴν οὐδεὶς φόβος, ἀλλ’ οὐδὲ εἰ
10τέθνηκεν, οἶδεν. ἀποθνήσκουσι δὲ ἐν τούτοις δοῦλοί τε ἐν ἴσῳ καὶ ἐλεύθεροι, οἱ μὲν οὐδὲν ἠδικηκότες, οἱ δ’ οὐκ ἄξια θανάτου. οἱ θεοὶ δὲ ταῦτα ἴσασιν οἵ τε ἄλλοι καὶ ὁ πάντα ἐφορῶν Ἥλιος. οἷς οὐκ ἂν φαίης τὰ τοιαῦτα ἀρέσκειν. ἀντὶ δὲ τῶν ἀπιόντων ἔστι τὸ
15πρὸς τὸν δεσμὸν ἀγόμενον ἢ οὐκ ἔλαττον ἢ καὶ πλέον.
Or
.

45

.

12

Οὐκοῦν δεινόν, εἰ μέν τις ἐν ἀγορᾷ μαχόμενος ἢ ἄρχων χειρῶν ἢ καὶ ἀμυνόμενος κτείναι τινά, πάντας ἀγανακτεῖν καὶ βοᾶν καὶ ταὐτὰ ποιεῖν τοῖς τοῦ τεθνεῶτος οἰκείοις καὶ τοὺς οὐ προσήκοντας, ὑπὸ δὲ
5τῶν ἀρχόντων διὰ τῶν δεσμωτηρίων τοσούτων ἀπολλυ‐ μένων πρᾴως ἔχειν σε δοκεῖν; οὐδὲ γὰρ ἐκεῖνό γ’ εἰπών τις εὖ λέγειν ἂν δόξειεν, ὡς οὐδὲν τούτων εἰδείης. ἀπαιτῇ γὰρ ὑπὸ τῆς βασιλείας, ὦ βασιλεῦ, τὸ πάντα ἐπίστασθαι. καὶ τοὺς φονέας τούτους πάλαι χρῆν τού‐
10των τῶν θανάτων ὑπεσχηκέναι δίκην, ἀλλ’ εἰ καὶ μὴ πρότερον, νῦν γέ τις ἐπιστροφὴ γενέσθω.
Or
.

45

.

13

Καὶ τί δεινόν, φησί τις, εἴ τις ἀνδρο‐ φόνος ὢν καὶ ἀπὸ ταύτης ἐμπεσὼν εἰς τὸ οἴ‐ κημα τῆς αἰτίας εἶτα οὕτω τέθνηκεν; ἐγὼ δὲ τὸν τοῦτο λέγοντα ἐροίμην ἂν ἡδέως, εἰ ὅσοι τοῦτον
5τεθνᾶσι τὸν τρόπον, τῶν ἀνθρώπους ἀπεκτονότων εἰσίν. εἰ δὲ καὶ ψευδεῖς αἰτίαι καὶ ῥῆμά τι καὶ μικρὸν ἤδη τινὰς ἀργύριον ἔδησε, προὔβη δὲ ὁ δεσμὸς εἰς θάνατον, τί δεῖ λέγειν τοὺς τὰ μέγιστα ἠδικηκότας κατὰ τῶν ἢ οὐδὲν ἢ μικρά; εἰ γὰρ δὴ καὶ σφόδρα
10τοῖς ἐκεῖνα δεδρακόσι προσήκων ἦν ὁ θάνατος, ἀλλὰ τούτοις γε οὐκ ἐχρῆν οὕτω μακρὸν ποιεῖν τὸν δεσμόν, ὥστε αὐτοῖς τὸ κακὸν εἰς θάνατον τελευτᾶν.
Or
.

45

.

14

εἴποι
δ’ ἄν τις καὶ ὑπὲρ αὐτῶν ἐκείνων λόγον, οἶμαι, δίκαιον, ὅτι εἰ μὲν ἀνεξέταστοι τεθνᾶσιν, ἠδίκηνται κρίσεως οὐ τετυχηκότες, εἰ δὲ ἐξεληλεγμένοι, πάλιν ἠδίκηνται τοῦ
5περὶ τὸν θάνατον ἀπεστερημένοι τάχους. τί γάρ με κατατήκεις, εἴποι ἄν, οὐ τοῦτο τοῦ νόμου λέγον‐ τος; τί δὲ κατ’ ὀλίγον ἀναλίσκεις, ὥστε ἀπὸ μόνων τῶν ὀστῶν καὶ τοῦ δέρματος ἀπελ‐ θεῖν τὴν ψυχήν, οὐ τοιαύτης ἐκ τῶν γραμμά‐
10των ἐπικειμένης τῆς δίκης;
Or
.

45

.

15

τί δ’ ἂν ἀποκρι‐ ναίμεθα ταῖς τῶν ἐπὶ μαρτυρίᾳ δεθέντων γυναιξὶ πρὸ τῆς κρίσεως αὐταῖς τῶν ἀνδρῶν οἰχομένων, οὓς ἐχρῆν ἡμερῶν 〈ὀλίγων〉 οἴκοι πάλιν εἶναι φράσαντας ὅ τι
5εἶχον; ἔτι τοίνυν τῶν οὕτως ἀπιόντων δεσμωτῶν τοῖς ἔτι ζῶσι συμβαίνει καὶ λυπεῖσθαι καὶ χαίρειν, λυπεῖ‐ σθαι μὲν τεθνεῶτος συνήθους, χαίρειν δὲ κληρονο‐ μοῦσι τοῦ τόπου. ἔπειτ’ οὐ πολὺ ὕστερον ἧκεν ἕτερος ὁ τὸν ἐκείνου καθέξων.
Or
.

45

.

16

Καὶ πῶς ταῦτα σὺ περιεώρας, ἐρήσῃ, δέον ἐπιτιμᾶν τε τοῖς ἄρχουσι καὶ ταῦτα ἃ νυνὶ λέγεις λέγειν καὶ μηδὲ βουλομένοις ῥᾳθυ‐ μεῖν ἐπιτρέπειν; καὶ τίς οὐκ οἶδεν, ὅσα καὶ ὁσάκις
5εἴρηταί μοι πρὸς αὐτοὺς περὶ τῶν ἐν τῷ δεσμῷ φθει‐ ρομένων, ὡς ἀσεβοῖέν τε ταύτῃ καὶ τοῖς τῆς πολιτείας οὐκ ἐμμένοιεν ὅροις οὐδὲ μᾶλλον ἂν ἑτέρους δικαίως
κολάζοιεν ἢ διδοῖεν αὐτοὶ δίκας ἐπὶ τοῖς ἐκ τῶν δεσμωτηρίων ἐκφερομένοις νεκροῖς; οἱ δ’ ἔλεγον μὲν
10ἔσεσθαι βελτίους, ἦσαν δὲ αὐτοὶ τοσοῦτον τοῖς δεσμώ‐ ταις εἰς ἀναπνοὴν διδόντες, ὅσον ἦγον αὐτοὺς εἰς τὸ πρὸ τοῦ δικαστηρίου χωρίον. ὡς τὴν αὐτήν γε ἤγοντο πάλιν ἐλπίσαντες μέν τι κάλλιον, ἐσχηκότες δὲ οὐδέν.
Or
.

45

.

17

Νὴ Δία, τὸ γὰρ τῶν πραγμάτων πλῆθος κρεῖττον τῆς αὐτῶν βουλήσεως, καὶ αὐτοὶ μὲν ἡδέως ἂν ἐπὶ τοῦθ’ ἧκον, τὰ κωλύοντα δὲ ἦν ἰσχυρότερα. τίνα ταῦτα; εἰπάτωσαν. αἱ εἰσφοραὶ
5καὶ τὸ πολλὰ πολλοὺς ὀφείλειν καὶ εἶναι ταῦτα ἐκείνων ἀναγκαιότερα· δεῖσθαι γὰρ τὸν καιρὸν χρημάτων. ἐγὼ δ’ εἰ μὲν ἑώρων περὶ ταῦτα τὸν ἅπαντα ἀναλισκόμενον χρόνον, ἴσως μὲν οὐδ’ ἂν τότε λόγων ἠπόρησα τῶν τῇ σῇ βασιλείᾳ πρεπόντων, ἦν δ’ ἄν τι καὶ τούτοις
10εἰπεῖν, εἰ καὶ μὴ πάνυ καλόν· νῦν δὲ τίς οὕτως ἀγνοεῖ τὰ τῶν ἀρχόντων, ὡς οὐκ εἰδέναι, πόσον τι τῆς ἡμέρας εἰσπράξεσι νέμοντες ὁπόσον ἄγουσιν ἐπὶ τὰς δίκας.
Or
.

45

.

18

δίκαι δὲ ὑπὲρ μικρῶν πολλαί, ὑπὲρ δὲ μεγάλων ὀλίγαι. πολλάκις γοῦν ἤκουσα παρακαθήμενος τρι‐ άκοντα στατῆρας καὶ εἴκοσι καὶ πλέθρον καὶ δένδρα τινὰ καὶ ἀνδράποδον καὶ κάμηλον καὶ ὄνον καὶ χλα‐
5μύδα καὶ χιτωνίσκον καὶ πολὺ τούτων ἐλάττω καὶ πολλοὺς μεθ’ ἑκατέρων ῥήτορας καὶ μακροὺς παρ’ ἀμφοτέρων λόγους. καθίζει δὲ αὐτοὺς καὶ ἑσπέρα
δικαστὰς οὐκ ὀλιγάκις, καὶ τὸ δεῖπνον αὐτοὺς ἡ κρίσις ἀφελομένη τὸν ἀγῶνα οὐδὲν μᾶλλον ἔπαυσε. πῶς οὖν,
10ὦ βέλτιστοι, τούτοις μὲν ἔνι χώρα μετὰ τῶν εἰσπρά‐ ξεων, τοῖς δεσμώταις δὲ δι’ ἐκείνας κέκλειται τὰ δικα‐ στήρια; ἢ καὶ τούτων, ὥσπερ τῶν εἰσπράξεων, ταῦτα ὕστερα, τῶν χρημάτων αἱ ψυχαί;
Or
.

45

.

19

καὶ μὴν τοῖς μὲν ἐν ταῖς ἀναβολαῖς οὐκ ἀπώλλυτ’ ἂν τὰ παρὰ τοῦ πράγματος δίκαια. ἃ γὰρ τήμερον ἐνῆν εἰπεῖν, ταῦτα ἂν ὑπῆρχε καὶ δύο μησὶ καὶ πλείοσιν ὕστερον· περὶ
5δ’ αὖ τοὺς θανάτους τοῦτ’ οὐκ ἔστιν, οὐδ’ ἂν κατάσχοι τις τὴν ψυχὴν εἰπὼν πρὸς αὐτήν· μένε, ἀλλ’ ἀπει‐ πόντος τοῦ σώματος ἀνάγκη φεύγειν ἐκείνην. οἱ δὲ μεταξὺ περὶ ἀργυρίου δικάζοντες ἢ ἐπὶ τῇ γνώσει γε αὐτῇ τοὺς τοιούτους ἀκούοντες θανάτους οὐκ εἶναι
10κατὰ τῆς ἀρχῆς τοῦτο νομίζουσι. καταφρονοῦσι γάρ, οἶμαι, τῶν μὲν ὡς οὐκέτ’ ὄντων, τῶν δὲ ἐκείνοις συγ‐ γενῶν ὡς ἀσθενῶν.
Or
.

45

.

20

Εἰ δὲ καὶ χρήματα δεῖ συγχωρῆσαι τῶν ψυχῶν εἶναι τιμιώτερα, ἀλλ’ οὐ δήπου γε ὀρχηστὰς καὶ μίμους καὶ ἵππους καὶ τοὺς τούτοις ἐφεστηκότας. τί οὖν οὗτοι ποιοῦσιν οἱ σωτῆρες ἀξιοῦντες ὀνομάζεσθαι;
5τρέχουσιν ὀψόμενοι μὲν ταῦτα, ὀψόμενοι δὲ ἐκεῖνα, νῦν μὲν καλούμενοι, νῦν δὲ καὶ οὐ καλούμενοι καὶ
τῶν κλήσεων δὲ ἐνίας αὐτοὶ σφᾶς αὐτοὺς καλοῦσι. πῶς γὰρ οὐχ αὑτούς, ὅταν αὐτοὶ διαπράττωνται φοιτᾶν ἐπὶ θύρας τοὺς καλέσοντας;
Or
.

45

.

21

τὴν ἀνάγκην δὲ ἂν λέγωσι καὶ τὸν φόβον τὸν ἀπὸ τῆς ζημίας, ἐξαπατῶσιν. ἥ τε γὰρ δείλη καθαρὰ τοῦδε τοῦ φόβου ἥ τε ἀνάγκη τῆς θέας ἡμερῶν τινῶν ἐστιν, ἀλλ’ οὐχ ἁπάσης.
5οἱ δὲ ἐπὶ πάσης ἔρχονται καθ’ ἑκατέραν τῆς ἡμέρας μερίδα καὶ τὰ τῶν εἰσπράξεων οὐ χείρω ταύτῃ καθί‐ σταται. καίτοι πόσῳ βέλτιον καὶ ἀνθρωπινώτερον τοῖς ἠτυχηκόσι τῶν ἀνθρώπων βοηθεῖν εἰς ὅσον ἔξεστιν ἢ ἐν περιττοῖς θεάμασιν ἀναμένειν τὰς νύκτας, καὶ
10δειπνοῦντα ποιεῖσθαι λόγους ὑπὲρ τῶν καλῶς ἀφειμένων ἢ ὅσα τοῖς ἡνιόχοις ἐπ’ ἀλλήλους εὕρηται.
Or
.

45

.

22

πόθεν δὴ τούτων τὰ μὲν ἠμέληται, τὰ δὲ ἐν σπουδῇ μεγάλῃ; δόξα τις πονηρὰ τοὺς ἄρχοντας κατέ‐ σχεν, ὅτι τὰ μὲν ἄλλα πάντα φαῦλα καὶ οὐδέν, μόνον δὲ ἀγαθὸν αἱ παρὰ τῶν πολλῶν εἰς αὐτοὺς μετ’ εὐφη‐
5μιῶν βοαὶ καὶ τὸ εἰδέναι χάριν ἐκείνους αὐτοῖς ἀντὶ τῶν ἡδονῶν ἃς πορίζουσι τῷ πλήθει. ἀφέντες οὖν τὸ διὰ τοῦ τὰ προσήκοντα ποιεῖν παρὰ τοῖς εὖ φρο‐ νοῦσιν εὐδοκιμεῖν, ἀφ’ ὧν ἡγοῦνται τοὺς ἀργοὺς του‐ τουσὶ καὶ κηφῆνας ἐπισπᾶσθαι, ταῦτα χαρίζονται, οἱ
10μὲν ἐκδεχόμενοι τὰ τῶν ἔμπροσθεν, οἱ δὲ καὶ προστι‐
θέντες, κἂν τύχωσι τῆς κλαγγῆς τῶν γεράνων, εὐδαι‐ μονίζουσιν ἑαυτούς. εἶθ’ οἱ μὲν μεγάλοι, ταπει‐ νοὶ δὲ οἱ βουλεύοντες καὶ τῇ παρ’ ἐκείνων βοηθείᾳ πολλάκις τὰς παρὰ τῶν ἀρχόντων ὀργὰς διαφεύγοντες.
15τοῦτο ἄλλα τε πολλὰ καὶ τοὺς δεσμώτας ἀπόλλυσιν.
Or
.

45

.

23

Οἱ δὲ περικλύζεσθαί φασιν ὑπὸ 〈τοῦ〉 πλή‐ θους τῶν πραγμάτων. ἃ δίδωσιν ὑμῖν τοσαύτας ἡμέ‐ ρας ἑκάστου μηνὸς τηνάλλως ἀναλίσκειν, ἃ δίδωσιν ἐν Δάφνῃ καθημένοις τέρπειν τε καὶ τέρπεσθαι κακῶς.
5ἢ καὶ τότε φήσετε τοὺς ὀφείλοντας εἰσπράττειν; ἀλλ’ αὐτῷ τούτῳ πρώτῳ τιμᾶτε τὴν εἰς ἅπαντα ἐκείνην ἐξουσίαν τὴν ἐν τῇ Δάφνῃ, τοῦτο γάρ ἐστιν ἡ ἑορτὴ τὸ μηδενὸς ἀπέχεσθαι τῶν αἰσχρῶν. καὶ τοῦτο τοίνυν αὐτῇ χαρίζονται, βασιλεῦ, τὸ μὴ πάνυ τότε μεμνῆσθαί
10τινα τῶν τοῖς σοῖς θησαυροῖς ὀφειλομένων χρημάτων.
Or
.

45

.

24

πάντων δὲ ἀλογώτατον εἰσπράξεων εἰς ἀπολογίαν μεμνῆσθαι τὸν ἄρχοντα τὸν οὐκ αὐτὸν περιιόντα καὶ τῶν ὀφειλόντων λα〈μβανό〉μενον. ἴσμεν γὰρ δι’ ὧν σοι τὰ τοιαῦτα πράττεται, τοῦ δὲ ἄρχοντός ἐστιν εἰ‐
5πεῖν τε ὃ δεῖ ποιῆσαι καὶ τὸν ποιήσαντα ἐπαινέσαι καὶ τὸν μὴ ποιήσαντα πλῆξαι. σὺ δὲ πρὸς μὲν τοὺς λαμπροὺς ἑστιάτορας τὴν ἀσχολίαν ταύτην οὐ λέγεις
οὐδ’ ὡς οὐκ ἂν δύναιο πίνειν κατακείμενος τοσαῦτα μέρη τῆς ἡμέρας, καὶ ἴσως οὐκ ἀδικεῖς ὑπακούων τοι‐
10αῦτα τοῖς φίλοις· ἂν δέ τι τῶν μειζόνων τὴν σὴν ἀπαιτῇ γνώμην, οὐκ ἄγεις σχολήν, ἀλλὰ βαπτίζῃ καί σε ὁ τῶν πραγμάτων τῶν ἄλλων ὄχλος ὑφ’ αὑτῷ πεποί‐ ηται, ὥσπερ τῶν πραγμάτων ἐκείνων ἃ λέγεις τοῖς μὲν ἐκπώμασιν εἰκόντων, σωτηρίας δέ τισι φθονούντων.
Or
.

45

.

25

Βούλομαι δέ τί σοι διηγήσασθαι τῆς τούτων περὶ τὰ τοιαῦτα ἀργίας. ἀποθνήσκει μέν τις ἐν ἀγρῷ ξίφει νυκτός, τοῖς ἀπεκτονόσι δὲ ὑπῆρξε δια‐ φυγεῖν τῶν οἰκετῶν πρὸς τὴν ἐπίθεσιν ὑπὸ τὴν κλίνην
5ὑποδύντων νομιζόντων ἀρκεῖν, εἰ διασωθεῖεν. ἐτε‐ θνήκει μὲν οὖν ἄπαις, οὓς δὲ ἐπεποιήκει τῶν ἑαυτοῦ δεσπότας διαθήκῃ, τούτους ἔδει κατὰ τὸν νόμον μηδὲν παραλιπεῖν ἐξ ὧν ἦν ἐλπὶς ἔσεσθαί τινα δίκην. ἄν‐ θρωποι τοίνυν ἐξάγονται τῆς κώμης σαφὲς μὲν οὐδὲν
10ἔχειν λεγούσης, ὑποπτεύειν δὲ τούτων εἶναι τὸ ἔργον.
Or
.

45

.

26

οἱ μὲν οὖν κληρονόμοι προσιόντες πολλάκις ἐδέοντο τὸν ἐνόντα ποιήσασθαι περὶ τῆς σφαγῆς ἐξετασμόν, οἱ δὲ ληρεῖν αὐτοὺς ἔφασκον οὐ παραχωροῦντας τοῦ δικαστηρίου τοῖς ὑπὲρ τῶν χρημάτων ἄγουσι. μηνῶν
5δὲ ἑπτὰ διελθόντων καὶ οἷς ἦν ἀνάγκη τοῦ κειμένου φροντίζειν ἐγκειμένων τῷ τὴν ἀρχὴν ἔχοντι ποιεῖται μὲν τὴν πρὸ τοῦ Διονυσίου στοὰν ἀνὴρ δικα‐
στήριον. μελλούσης δὲ εἰσιέναι τῆς δίκης ἀκούει μὲν ᾀδόντων τὰ αὑτῶν ᾄσματα τῶν ἐν τοῖς σπηλαίοις οἰ‐
10κούντων δεῦρο τότε ἡκόντων, ὃ ποιεῖν τοῦ θέρους εἰώθασιν, ἀναπηδήσας δὲ ἐκ τοῦ θρόνου τὴν ταχίστην ἀπῆλθεν, ὡς οὐκ ὂν δίκαιον ἐκείνων φανέντων τῶν δικαίων τι ποιεῖν· ἀπελθὼν δὲ οὐκέτι προσεῖχε τὸν νοῦν τοῖς ἐπεξιοῦσιν, ἀλλὰ τοῖς μὲν ἀποστερηθῆναι
15τῆς οὐσίας αἴτιος ἐγένετο προαχθεῖσιν, ὡς ἐν μήκει χρόνου, μικροῦ του προσάψασθαι τῶν ἐκ τῆς γῆς, πέντε δὲ ἐκείνων ἀποθανεῖν ὑποπτευθεῖσιν, οὐκ ἐλεγχθεῖσιν, ὧν ἂν εἷς ἐσώθη τις καὶ μάτην νομισθείς, τάχα δ’ ἂν καὶ ἅπαντες. πολλὰ τοιαῦτα νόμιζε καθ’
20ἕκαστον ἔτος ἁμαρτάνεσθαι, βασιλεῦ.
Or
.

45

.

27

Εἰσὶ δέ τινες οἳ πάσῃ μὲν τέχνῃ κτῶνται τὸ παρελθεῖν εἰς ἀρχήν, παρελθόντες δὲ οὐ τῆς αὑτῶν εἶναι φύσεώς φασιν οὔτε βασανίζειν ἄνθρωπον τὴν διὰ τῶν πλευρῶν βάσανον οὔτε ἐπὶ ξίφος παραδιδόναι
5τῷ δημίῳ. πρὸς οὓς εἴποιμ’ ἄν, ὅτι χρῆν αὐτοὺς ἑαυτοὺς ἐγνωκότας ἰδιωτεύειν, ἀλλ’ οὐκ ἐθέλειν ἄρχειν ἀδυνατοῦντας ἄρχειν. ἄρχοντος μὲν γάρ ἐστι τὸ καὶ
ταῦτα δύνασθαι, οἱ δὲ τὸ μὴ ἄρχειν δύνασθαι σαφῶς ὡμολογήκασιν. εἰ γὰρ δὴ τὰ μὲν πράγματα τούτων
10ἀμφοτέρων δεῖται, καὶ βασάνων καὶ θανάτων, ὁ δὲ καὶ ταῦτα κἀκεῖνα φεύξεται, πῶς ἂν ἄρχων εἴη μὴ τὸ τῆς ἀρχῆς ἅπαν ποιῶν; βασάνῳ γὰρ τἀληθὲς ἐν πολ‐ λοῖς εὑρίσκοιτ’ ἂν μόνῃ τῷ τε τῶν ἐξελεγχομένων θανάτῳ τάχ’ ἄν τις τῶν πονηρῶν γένοιτο μετριώτερος.
Or
.

45

.

28

τουτὶ δὲ ἄρχοντος ἔργον τὸν μὲν οὐκ ὄντα ζῆν ἄξιον πέμπειν ἀποθανούμενον, τοὺς δ’ ἄλλους τῷ φόβῳ τῶν ἴσων κατέχειν. παντὶ γὰρ τῷ τοῖς νόμοις ἐναντία ποιοῦντι πολεμεῖν τὸν ἐπὶ τῆς ἀρχῆς προσήκει
5τὸν βοηθεῖν τεταγμένον τοῖς νόμοις. σὺ δὲ βραδὺς μὲν ὢν τοὺς πόδας οὐκ ἂν ἧκες περὶ τάχους ἀγωνιού‐ μενος εἰδώς, 〈ὡσ〉 οὐ τῶν σῶν ποδῶν τὸ ἔργον, ἄρχεις δὲ οὔτ’ εἰς φῶς ἄγειν ἀδικήματα δυνάμενος οὔθ’ ὑπη‐ ρετοῦσαν τοῖς τοῦ νόμου προστάγμασι τὴν φωνὴν παρ‐
10έχειν; εἶτα δεινὸν νομίζων, εἰ σοῦ φθεγξαμένου τις ἀποθάνοι δικαίως, οὐχ ἡγῇ δεινόν, εἰ σοῦ σιγῶντος πολλοί τινες ἀποθάνοιεν οὐ δικαίως;
Or
.

45

.

29

Ἀλλὰ δῶμεν, ὦ βασιλεῦ, τοῖς οὐκ ἀρχικοῖς μὲν τούτοις, δεδιόσι δὲ τὰ τοιαῦτα τῶν εἰκότων τι
πεπονθέναι. ὅταν δὲ ἄνθρωποι ῥύακας μὲν αἵματος ἐν τοῖς δικαστηρίοις διὰ τῶν μαστίγων ποιῶσι, τύπτωσι
5δὲ καὶ τὴν ψυχὴν ἀφέντας κωφὴν αἰκιζόμενοι γῆν καὶ τοὺς μὲν εἰς ποταμούς, τοὺς δὲ εἰς βρόχους ὠθῶσι διὰ τὸν φόβον, ὅταν οὖν οὗτοι πέμπωσιν ἐπὶ τὰ δεσμωτήρια φάλαγγας, ἐρρῶσθαι δὲ φράσαντες τοῖς περὶ ἐκεῖνα νόμοις ἐπ’ ἄλλοις διατρίβωσιν ὡς δὴ φιλάν‐
10θρωποι δόξοντες εἶναι, τίς οὐκ ἂν ἀποπνιγείη;
Or
.

45

.

30

ἐγὼ δὲ ἠξίουν αὐτοὺς εἰδέναι τε τὸ τοῦ Φοίνικος ἐκείνου καὶ μιμεῖσθαι, μᾶλλον δὲ ἐπίστανται μέν, μιμεῖσθαι δὲ οὐκ ἐθέλουσι. τί οὖν ἦν τὸ ’κείνου; τῶν ἐν Παλαι‐
5στίνῃ δεδεμένων τοὺς μὲν ἐτιμωρήσατο, τοὺς δὲ ἔλυσε τῷ δικαίῳ καθ’ ἑκάτερον ἀκολουθῶν. ἔπειτα κάπηλοί τε ἦσαν ἐν ἑκάστῳ 〈δεσμωτηρίῳ〉 καὶ πίθοι καὶ ἐκ‐ πώματα καὶ σὺν ᾠδαῖς ἡ πόσις. οὕτω δὲ τῶν ἐπιρρεόντων πραγμάτων ἑκάστῳ ταχεῖαν εὕρισκε τὴν
10τελευτήν, ὥστε μηδὲν ἔτ’ αὐτῷ δεῆσαι δεσμωτηρίων.
Or
.

45

.

31

παρελθὼν τοίνυν εἷς τις ἐρεῖ τῶν νῦν δὴ τού‐ των ταὐτὸ καὶ αὑτῷ πεπρᾶχθαι καὶ αὐλοὺς εἰσελθεῖν ἐκεῖσε. αὐλοὶ μὲν οὖν εἰσῆλθον, οὕτω δὲ καταγέλα‐ στον ἐποιήσατο τὴν μίμησιν, ὥστε ἐν πολὺ χαλεπω‐
5τέροις τοὺς δεσμώτας γενέσθαι. οὐ γὰρ ἀπαλλαγὴν
αὐτοῖς παρέσχε τοῦ πράγματος, ἀλλ’ ἤμειψε τὸν τόπον τοῦ δεδέσθαι μένοντος. ἐπὶ γὰρ τὸ τῆς δευτέρας ἀρχῆς οἴκημα πέμπει τὰ σώματα πολλοῖς πολλὰ προστιθείς, ὥστε ἀλλήλους καταπατοῦντες ἀπώλλυντο. τοιαῦτα
10τῶν καλῶν τούτων αὐλῶν ἀπέλαυσαν οἱ ταλαίπωροι. εἶτ’ ἐν οὐ πολλαῖς ἡμέραις αὖθις εἶχε πλείους ἢ πρό‐ σθεν τὸ οἴκημα. καὶ ταῦτα οὐκ ἠγνοεῖτο μέν, ἐκείνῳ δὲ ἐδόκει.
Or
.

45

.

32

Φανήτω δὴ κἀνταῦθα τὸ τῆς σῆς φιλανθρω‐ πίας, ὦ βασιλεῦ. καὶ ὡς μὲν ἔθηκας νόμον βοηθοῦντα τοῖς δεθεῖσι περὶ τὸν χρόνον, τοῦτο δέ ἐστιν εἰς τὴν σωτηρίαν αὐτῶν, οἶδα. οἶδα μέντοι κἀκεῖνο, ὅτι ἅπερ
5ἂν οὐ κειμένου τοῦ νόμου, ταῦτα καὶ γεγραμμένου πέπρακται. οὐ γὰρ ὄντων τῶν βεβαιοῦν αὐτοὺς ἐθε‐ λόντων δικαστῶν γράμματά εἰσι μόνον, τοῖς ἀδικουμένοις δὲ οὐ παρέπονται ποιοῦντες αὐτοὺς τοῖς παρ’ ἑαυτῶν ἔργοις τῶν ἠδικηκότων κρείττονας.
Or
.

45

.

33

ἀλλ’ ὅταν σὺ μέν, ὦ γενναῖε, νομοθετῇς ἃ προσ‐ ήκει, βραχὺς δὲ τούτων ᾖ λόγος τοῖς ἐπὶ τοῦ δικάζειν καὶ τὴν αὑτῶν γνώμην ἀντὶ τῶν σοὶ δοκούντων ποιῶσι κυρίαν, οὔτε οὐκ εἰδέναι ταῦτα ὑμᾶς καλὸν οὔτε εἰδό‐
5τας φέρειν ῥᾳδίως, ἀλλ’ ἐν τῇ τῶν ἐπανισταμένων ὑμῖν μερίδι τοὺς τοιούτους θετέον καὶ μισητέον, ὥσπερ
ἐκείνους. καὶ γὰρ οὗτοι τὰ ὑμέτερα ὑμᾶς, καθ’ ὅσον οἷοί τε εἰσίν, ἀφαιροῦνται τά γε τῶν πονούντων ὑπὲρ τῶν ἐθνῶν καὶ ζώντων ἀτιμάζοντες καὶ οἷς ποιοῦσι
10λύοντες. εἰ δὲ εἷς ὁ πρῶτος τοῦτο τολμήσας ἐδεδώκει τῷ νομοθέτῃ δίκην, ἴσχυον ἂν οἱ νόμοι.
Or
.

45

.

34

καὶ μὴν κἀκεῖνό γε ἠξίουν κάλλη προστιθέναι ταῖς πόλεσι φάσκοντας ἔχειν τινὰ δεῖξαι καὶ δεσμωτηρίων πρό‐ νοιαν. οὗ μεγάλα ἂν ἦν ἀπὸ μικρῶν ὀνῆσαι χρημά‐
5των. ἐπειδὴ γὰρ τοῦ δεῖν ὡς πλείστους ἀνθρώπους ἐπιθυμοῦσιν, ἐχρῆν αὐτοὺς δήπου μηδὲ τῶν δεξομένων αὐτοὺς ἠμεληκέναι τόπων· ὡς οὐχ οὕτω δεῖ τοῖς ἀδέ‐ τοις τῆς ἀπὸ τῶν τοίχων φαιδρότητος, ὡς τοῖς δεδε‐
μένοις τοῦ μετ’ εὐρυχωρίας διαφέρειν τὰ κακά.
Or
.

46

t

ΚΑΤΑ ΦΛΩΡΕΝΤΙΟΥ.
Or
.

46

.

1

Οὐδὲν καινόν, ὦ βασιλεῦ, πέπρακταί μοι μὴ προσιόντι τούτῳ τῷ τηλικαύτην ἀρχὴν ἐν νεότητι λαβόντι μετὰ πολλὰς ὡς αὐτὸν ὁδούς μοι γεγενημένας. διὰ συχνῶν γὰρ ἐγὼ τοιούτων ἀφῖγμαι μεταβολῶν οὐ
5διὰ τὴν ἐμαυτοῦ κακίαν, ἀλλὰ διὰ τὴν τῶν οὐ δυνη‐ θέντων ἐφ’ ὧν ἔδειξαν μεῖναι. καὶ οὐκ αἰσχύνομαι μεμφόμενος ὃν πρότερον ἐπῄνουν, ἕτερον γεγενημένον ὁρῶν. τοὐναντίον γὰρ αἰσχρὸν ἂν ἦν, εἰ μεταβεβλη‐ μένων ἐκείνων μὴ τοῖς πράγμασιν ἠκολούθουν, ἀλλ’
10ἦν ὁ αὐτὸς πρὸς τὸν οὐκέτι τὸν αὐτόν.
Or
.

46

.

2

ὃ δὴ καὶ
νῦν συμβέβηκεν. ἕως μὲν γὰρ ἑώρων Φλωρέν‐ τιον τουτονὶ πρὸς τοὺς ἀρχομένους ἥμερον, βέλτιστόν τε ἡγούμην καὶ ἐπαίνων ἄξιον· ἐπεὶ δὲ εἶδον χαλεπόν
5τε καὶ ἀνήμερον καὶ τῶν ἐπὶ τούτοις μέγα φρονούν‐ των οὐδὲν διαφέροντα, καλῶς ἔχειν ἡγησάμην τὸν εἰ φανεῖται φιλάνθρωπος ἐρυθριῶντα φεύγειν.
Or
.

46

.

3

Ἄκουσον δέ, ὦ βασιλεῦ, πῶς ἅπαν τοῦτο ἔσχεν. Ἧκον ἐκ Κιλικίας φθάσαντες τοῦτον οἱ σύνδικοι. προσελθὼν οὖν αὐτοῖς ἠρόμην, εἰ μέμνηται τῶν περὶ Ὀδυσσέως εἰρημένων Ὁμήρῳ καὶ ὅστις ἦν πρὸς τοὺς
5Ἰθακησίους. καὶ λίαν ἔφασαν καὶ οὔτε δεῖν ἡδέως οὔτε πλήττειν. ἥσθην ἐγὼ ταῦτα ἀκούσας καὶ εἶναι τοιοῦτον αὐτὸν διὰ τέλους εὐξάμην, ἀδύνατα ζητῶν, ὡς μετὰ ταῦτα ἔγνων. εὐθὺς μὲν γὰρ ἕνα τῶν πολι‐ τευομένων τῆς ἡμετέρας οἰκίας λύοντα τὰς ἐπενεχθείσας
10αἰτίας δεσμώτην ἐποίησεν ἐγγυητῶν οὐκ ἀποροῦντα, οἳ ὅταν ὦσι, δεσμὸς οὐκ ἔστιν ἐπὶ μικραῖς αἰτίαις, οἷαι ἦσαν αἱ τότε. δεομένου δέ μου λῦσαι μόλις μέν, ἔφη δὲ λύσειν. εἰπὼν δὲ εἴα δεδέσθαι, ὥσθ’ ἑτέρας ἐκείνῳ δεῆσαι βοηθείας.
Or
.

46

.

4

ἔπειτα ῥήτορα τῶν ἐν δόξῃ τοῦ συνδικεῖν ἀφελκύσας ἔπεμψε περὶ μέτρα γῆς οἰμωξόμενον, ὅτι ποτὲ ῥητορεύων ὑπὲρ τῶν αὐτῷ
μισθὸν δεδωκότων οὐδὲν παρέλιπεν ὧν ἐνόμιζε συμ‐
5φέρειν εἰρῆσθαι. οὕτως ἠξίου χρῆσθαι τοῖς παρὰ τῆς ἀρχῆς. ὃν γὰρ οὐκ ἂν ἄλλως ἐποίει κακῶς, οὐ γὰρ εἶχεν, ἐπὶ τοῦτον ἐχρῆτο τῷ θρόνῳ.
Or
.

46

.

5

ἄνδρα τοίνυν δεξιὸν ἐπὶ πλεῖστον ἥκοντα νοῦ καὶ βιβλίων [τε] γέμοντα καὶ πλεῖστα διῳκηκότα καὶ ὡς οὐκ ἂν ἕτερος καὶ τὴν ἀγορὰν διὰ πάντων ἀμείνω πεποιηκότα ἐμπειρίᾳ
5τε τῇ περὶ ταῦτα καὶ δικαιοσύνῃ, τὸν δὴ τοιοῦτον ὑβριζόμενον ἐν τῷ θεάτρῳ παρὰ τῶν αὑτοὺς πεπρα‐ κότων τοῖς ἐχθροῖς τοῖς ἐκείνου προὔδωκεν ἀσελγέσι καὶ τρόποις καὶ ῥήμασι καὶ νόμοις ἐναντίοις. καίτοι χρῆν ἑπόμενον ἀρχόντων εὐδοκίμων παραδείγμασι
10συλλαβεῖν τινας τῶν ὑβριστῶν, ἀγανακτῆσαι, δίκην λαβεῖν τοῦ θράσους παρ’ ἀνθρώπων ὑπὸ τῆς τῶν ὀρχηστῶν πορνείας τρεφομένων, μὴ τῶν ἔργων πιστο‐ τέρας νομίσαι τὰς βλασφημίας. καίτοι καὶ εἴ τι δί‐ καιον ἦν ἐν τοῖς κατ’ αὐτοῦ λεγομένοις, οὐ τὸ θέατρον
15ἦν χωρίον τουτοισὶ τοῖς δικαίοις, ἀλλ’ ἴσμεν οὗ τὰ τοιαῦτα ἐξετάζεται. τούτου δὴ λαχόντα δίκην ἐπὶ τὸν ἔλεγχον βαδίζειν ἔδει καὶ δεικνύντων μὲν ἀδίκημα κακὸν νομίζειν τὸν ἐξεληλεγμένον, καταψευσαμένων δὲ πάλιν ἀπαιτεῖν δίκην τὴν τῆς συκοφαντίας.
Or
.

46

.

6

ὁ δ’ ἀπὸ ψιλῶν τῶν αἰτιῶν τοὺς μὲν Αἰακοὺς ἐνόμισε,
τὸν δὲ Εὐρύβατον καὶ μήτε καλέσας μήτ’ ἐρωτήσας μήτε κρίνας ἐξήλασε τῆς τάξεως ἐφ’ ἧς ἦν τῶν ἐν τῇ
5βουλῇ τὸν ἄριστον, ὃν πολλοὺς πρότερον ὑπερβὰς ἐπεποίητο φίλον εἰδὼς καὶ τὸν πατέρα τὸν αὑτοῦ χρώμενον τῷ πολιτευομένῳ. ὧν οὐδὲν ὁ Φλωρέντιος αἰδεσθεὶς ἐκολάκευσε τοὺς τοῦ δήμου μοχθηρούς, οἷς ὅσα βουλομένοις ἦν ἐψηφίζετο.
Or
.

46

.

7

Παρῄνει μὲν οὖν μοι καὶ ταῦτα πόρρωθεν αὐ‐ τὸν ὁρᾶν καὶ ζημίαν ποιεῖσθαι τὴν ὁμιλίαν τὴν πρὸς τὸν ἀρετῆς ἠμεληκότα, ὁ δὲ καί τινα τούτοις προσέθη‐ κεν ἕτερα τὴν αὐτὴν ἔχοντα συμβουλήν. τοὺς γὰρ
5ἀθλίους τούτους τοὺς ἐν ὠνῇ καὶ πράσει τῇ τῶν ὠνίων ζῶντας συλλέξας διὰ τῶν ῥαβδούχων, τουτὶ δὲ ἦν λῆμμα ἑκάστῳ τῶν ῥαβδούχων ποιῆσαι τὸν εἰλημμένον, εἰ γὰρ μὴ τοῦθ’ ὑπέμενον, ἤγχοντο ἄν, τὴν νύκτα τοίνυν ἀνηλωκὼς ἐν τῷ σκοπεῖν, ὅ τι χρὴ παθεῖν
10τοὺς ἐχομένους, πληγῶν ἐποίησε τὴν ἡμέραν, πληγῶν ὅσαι γένοιντ’ ἂν καθ’ ἕκαστον ὑπὸ νέων πεντεκαίδεκα, τοῦ τὸν πρότερον ἀποκαμεῖν εἰσάγοντος τὸν διά‐ δοχον. ἡγεῖτο γάρ, ὅπερ αὖ καὶ ὁ πατήρ, σιδήρου τὰ νῶτα τοῖς τυπτομένοις εἶναι.
Or
.

46

.

8

καὶ πρῶτος ἐκεῖνος ἐτόλμησε πληγαῖς ἐργάσασθαι θάνατον, οὗ μαθητὴν ἔσχε Τατιανόν, ἐκεῖνος δὲ τὸν υἱόν. καὶ ᾤμην γε τοῦ‐ τον ἐγὼ τοῖς ἐκείνων αἰσχυνόμενον μηδετέροις ἕψεσθαι
5μηδ’ ἀντ’ ἀνθρώπου θηρίον ἔσεσθαι, ὁ δ’ ἄρα ἐνόμιζεν οὐδ’ ἄρχων γεγενῆσθαι μὴ τοιαῦτα ποιήσας. ἐφ’ ἃ καλούμενοι παρὰ τῶν ἑκάστοις οἰκείων παῖδες ἰατρῶν ὁρῶντες τοὺς ὀρωρυγμένους ὑπὸ τῶν μαστίγων ἐν τοῖς σώμασι βόθρους ἀνεπήδων ὡς οὐδὲν ἔχοντες ἀπο‐
10χρῶν. καὶ τότ’ ὄντως ἄρχειν ὁ θαυμάσιος ἐνόμισεν, ὅτε ταῦτ’ ἐπύθετο. αἰσχρὸν γάρ, ὡς ἔοικεν, ἡγεῖτο τὸ μετὰ σοῦ φιλάνθρωπος καὶ εἶναι καὶ καλεῖσθαι.
Or
.

46

.

9

τοῦτον οὖν οὐ προσεροῦμεν ἀνδροφόνον, δι’ ὃν οἴχονταί τινες, ὅτι μὴ ξίφει τοῦτ’ ἔδρασεν; ἀλλ’ αὐτὸ δὴ τοῦτο καὶ τὸ δεινότερόν ἐστι. τίς γὰρ οὐκ ἂν ἕλοιτο τῶν ἐπὶ θάνατον ἀγομένων οὕτω μᾶλλον ἢ
5’κείνως ἀποθανεῖν; πᾶς ἄν, πλὴν εἴ τις τὴν ἐν ταῖς πληγαῖς διατριβὴν μιᾶς τομῆς ὀξείας κουφότερον ἡγεῖται. ἐγὼ δὲ καὶ τῶν ἐν ταῖς ὁδοῖς ἀποκτιννύντων τοὺς ξίφει τῶν διὰ μακρῶν ἀλγημάτων ἡγοῦμαι μετρι‐ ωτέρους. ὁ δ’ οὓς δίδωσιν ὁ νόμος ἀποκτείνας οὐκ
10οἰόμενος εἶναι φονεύς, διότι μὴ σιδήρῳ, διπλῇ τὸν νόμον ἀδικῶν ἴστω, καὶ τοῦ ζῆν ἀποστερήσας καὶ λυπη‐ ροτέρῳ τρόπῳ. Περσῶν δὲ Ῥωμαῖοι πολλοῖς τε ἄλλοις βελτίονες καὶ τῷ τελευτῆς τρόπον εὑρεῖν ταχὺν οὐκ ἐπὶ πολὺν ἐκτεινόμενον χρόνον. σὺ δὲ πληγαῖς ἀνα‐
15λώσας ὃν οὐκ ἀπέκτεινας ξίφει, καθαρὸς εἶναι λέγεις;
καὶ τίς ἀνέξεται;
Or
.

46

.

10

Ἠδίκουν γάρ, φησίν, οἱ κάπηλοι περὶ τὰ μέτρα τοὺς πίνοντας. ἀδικούμενοί γε, ὦ βασιλεῦ, παρὰ τῶν πινόντων καὶ αὐτοὶ οὐ πάντων μέν, οὐκ ὀλίγων δέ. εἰ μὲν οὖν ἠδίκουν οὐκ ἀδικούμενοι,
5δίκης ἄξιοι· εἰ δ’ ὑπὸ τοῦ πάσχειν κακῶς ἐποίουν, τίς οὐκ ἂν συγγνοίη; οὐ γὰρ βουλομένων τοῦτο ἦν, ἀλλ’ ἠναγκασμένων. οἷς δέ ἐστι καταφυγὴ καὶ τὸ παραιτη‐ σόμενον, οὐ φονευτέον.
Or
.

46

.

11

τί οὖν ἀδικοῦνται, βούλει μαθεῖν, ὦ βασιλεῦ; πολλαὶ μὲν αἱ ἀρχαί, ἔνι δὲ καθ’ ἑκάστην φάλαγξ, καὶ τούτων αὖ καθ’ ἑκάστην κήρυκες, ἡμεροδρόμοι, βασανισταί, ἔνι δὲ καὶ ἄλλα ἄττα
5ἔργα ποιοῦντα προσηγορίας. οὗτοι δὴ πλῆθος ὄντες εἰσπίπτοντες εἰς τὰ καπηλεῖα πολλάκις ἑκάστης ἡμέρας πίνουσιν ὅσον ἂν μέθην ποιήσειεν, οὐκ οἶνον μόνον, ἀλλὰ καὶ ἃ τούτῳ ἐν μίξει. ἀριθμεῖ δὲ οὐδεὶς τὰ ἐκπώματα, οὐκ ἀνήρ, οὐ γυνή, οὐχ υἱός, οὐ θυγάτηρ,
10ἀλλ’ ἢ δεῖ σιγᾶν ἢ ἀπολωλέναι. τοῖς γὰρ αὑτῶν χρῆ‐ σθαι λέγουσι καὶ εἶναι δεσπόται τῶν τε πίθων ὁμοίως καὶ ὧν εἰσιν οἱ πίθοι.
Or
.

46

.

12

οἱ μὲν οὖν ἐπιεικέστεροι τὸ ἔκπωμα καταθέντες καὶ προειπόντες οἶνον ἀμείνω περισκοπεῖν ἀπῆλθον, οἱ δ’ αὐτοῖς ἐκπώμασιν. ὀβολὸς δὲ οὐδὲ παρ’ ἑτέρων, ἀλλ’ ὁ μὲν κάπηλος ὠνεῖται, οἱ
5δ’ ἐμπίμπλανται δόντες οὐδέν. εἶθ’ οἱ μὲν ἀπῆλθον, οἱ δ’ ἦλθον. δεῖ δὲ προκεκρίσθαι τῶν διδόντων τὸν τῶν προῖκα πινόντων φόβον. βαλαντίου δὲ οὐ λυο‐ μένου πολὺ τὸ πινόμενον. πίνει δὲ οὐκ αὐτός τις μόνος, ἀλλὰ καὶ ὃν εἰσάγει νῦν μὲν συγγενῆ, νῦν δὲ
10συνήθη.
Or
.

46

.

13

τούτους ἀρίθμει, βασιλεῦ, τοὺς ὑπὸ τῷ τὸ ἔθνος ἄγοντι, τοὺς ὑπὸ τῷ πλείονα, τοὺς ὑπὸ τῷ στρατηγῷ καὶ μηδὲ δύ’ ἄρχοντε πίνοντε παραλίπῃς, οἷς ἀγροὶ τὰ ἐργαστήρια μικροῦ πάντα. ἀφ’ ὧν γὰρ
5ἕκαστοι πωλοῦσι λαμβάνουσι τῷ λογιστῇ προσγινομένου τοῦ συνδίκου. τὸν δὲ ἐγκαθήμενον λόχον τί οἴει; ἆρα ἀγαπᾶν τῇ παρὰ σοῦ τροφῇ; καὶ τίς οὐκ οἶδε τὴν ἁρπαγὴν ἣν ὁ πωλῶν ἐπισχεῖν μὲν οὐκ ἐπιχειρεῖ, μὴ παροξύνῃ, δεῖται δὲ ἐλάττω γενέσθαι; οὗτοι δὲ οἱ
10στρατιῶται πάνθ’ ἁπλῶς ἐπέρχονται πανταχόθεν ἕλκον‐ τες καὶ εἰ μὴ κρέας ἤ τι τῶν τοιούτων ἔνι, φέροντες ἀργύριον.
Or
.

46

.

14

ἀγείρουσι δὲ οὐχ οἱ μάχιμοι μόνον, ἀλλὰ καὶ οἷς ὁ βίος ἐν ἐκείνοις γελωτοποιεῖν. ἀρκεῖ δὲ εἰς τὸ ποιεῖν τὰ τῶν ταλαιπώρων ἐλάττω καὶ λέων τιθασὸς καὶ ἄρκτος καὶ πάρδαλις καὶ κύων μεγέθει
5διαφέρων, ἤδη δὲ καὶ πίθηκος. καὶ ὁ μὲν αὐλήσας εἰσέπραξεν, ὁ δὲ μετὰ σύριγγος ἐρχόμενος, ὁ δὲ Πᾶνα
ποιήσας αὑτόν, ὁ δὲ Σειληνόν, Βάκχην δὲ ἕτερος. ἂν δὲ καὶ μηδὲν ᾖ τούτων, τὸ κέρας ἀπέχρησεν, ᾧ τὸ χεῖλος ἀργύρῳ κεκόσμηται.
Or
.

46

.

15

τὸ δὲ ἐν μείζονι τῇ τῆς δόσεως ἀνάγκῃ ὁ πευθὴν καὶ τὰ τούτου καὶ ὦτα καὶ ὄμματα. καὶ τῷ λίαν ἀναμαρτήτῳ πάντα ἡμάρτηται τούτου βουλομένου. κἂν ᾖ μέτριος, ὑβριστής ἐστι.
5λῦσαι δὲ τὰς αἰτίας κἂν ᾖ ῥᾴδιον, εἰπεῖν οὐκ ἔστιν. οἱ δ’ ἐν Συβαριτικῇ μὲν τραπέζῃ δέχεσθαι τοὺς ἐπι‐ τηδείους ἐθέλοντες, ἀναλίσκειν δὲ οὐ βουλόμενοι τοῖς τῶν ἄλλων κακοῖς ἑστιάτορές εἰσιν. εἶθ’ οἱ μὲν ἀρι‐ στῶσιν, οἱ δὲ ἐπανέρχονται οἴκαδε ταῖς γυναιξὶ τὰς
10μαχαίρας φέροντες καὶ τὸν περὶ τοῦ φόβου τοῦ πάντα βιαζομένου λόγον.
Or
.

46

.

16

καὶ ἔδει μὲν ἐν τῷ πευθῆνι τοῦτο ἑστάναι, νῦν δὲ πᾶς ἀφ’ ὁτουοῦν σχήματος τῶν βασιλείων μετέχων καὶ οὗτος ἀξιοῖ τῶν αὐτῶν ἀπο‐ λαύειν, τοσούτῳ μετριώτεροι τῶν πευθήνων ὄντες, ὅσῳ
5φασὶ δώσειν, εἰ καὶ ψευδεῖς αἱ ὑποσχέσεις. καὶ ὑπὲρ τούτων οἶδα πολλὰ τραύματα καὶ δάκρυα γεγενημένα τοῦ στενωποῦ ταῦτά με διδάσκοντος τοῦ ἐν τῷ βου‐ λευτηρίῳ. πολλοὶ γοῦν λόγοι τοῖς ὀδυρμοῖς τῶν παιομένων διεκόπησαν. τί οὖν θαυμαστόν, εἰ παρὰ
10τῶν κλοπῶν τῶν τοιούτων ἔπραξάν τι περὶ τὰ σταθμὰ
τοιοῦτον οἷον οὐκ ἄν, εἰ μὴ ταῦτα ἔπασχον;
Or
.

46

.

17

Ἀλλ’ ἐνταῦθα μὲν χλαμύδες καὶ ἀναξυρίδες καὶ ὄνομα πολεμίων, εἰ καὶ μὴ κινδύνων ἔρως, τῶν δὲ κηφήνων τούτων τίς ἂν ἐνέγκαι τὰς γαστέρας τῶν ἐν ἀργίᾳ τὴν ἑτέρων ταλαιπωρίαν ἐσθιόντων; τίνας
5δὴ λέγω τούτους; οἷς ἔργον ἓν τοῦτο τὰς τῶν κρα‐ τούντων λέγειν ἐν τοῖς θεάτροις εὐφημίας. ἐν γὰρ δὴ τοῖς θεάτροις ἔχουσι τὴν ἰσχὺν δεσποτείαν τῶν ἀγοραίων ἔχοντες διὰ τὴν ἐν ταῖς φωναῖς ἐξουσίαν. καὶ τὸ ἔθνος τοῦτο σκηπτοὺς ἀφιᾶσι καθ’ ὧν ἂν ἐθέ‐
10λοιεν καὶ ἐβόησαν καὶ ἔπεισαν, οἱ δέ εἰσιν ἐν κακοῖς. καὶ τὸ κακῶς ῥηθὲν πέπαυται. δεῖ δὴ προσ‐ κυνεῖν τούτους ἢ ἀπολωλέναι.
Or
.

46

.

18

τὸ δὲ προσκυνεῖν τί ἐστιν; αἰτεῖν, λαμβάνειν· πάλιν αἰτεῖν, πάλιν λαμ‐ βάνειν ἢ πέμποντας τοὺς τοῦτο ποιήσοντας ἢ αὐτοὺς προσιόντας. κἂν ἀπορίαν αἰτιάσηταί τις, ὅτι μὴ δανεί‐
5ζεται, λυπεῖ· τοῖς δὲ ἀνιαθεῖσι τούτοις ἐν τοῖς θεάτροις ἡ τιμωρία. ἐκεῖνα δὲ πολλοῖς ἀνοίγεται. καὶ στρα‐ τιῶται διαθέουσι σβεννύοντες πῦρ, ξύλα διαρριπτοῦν‐ τες, οὐδὲν ἐῶντες μένειν, πάντα ἀνατρέποντες. τίς ἂν ἐνέγκαι τετρακοσίους λύκους; πῶς ἔνι, βασιλεῦ, καὶ
10τούτοις ὑπηρετεῖν καὶ τῶν ἄλλων μηδὲν παρακινεῖν; ὁ γὰρ ἀξιῶν ἄμφω γίγνεσθαι παραπλήσιον ποιεῖ τῷ
τινα στερῆσαί τε τοῖν ποδοῖν καὶ κελεύειν βαδίζειν.
Or
.

46

.

19

Ἀλλὰ ταῦτα μὲν κἂν ἀρνήσαιτό τις, ἐκεῖνο δὲ οὐκ ἔστι τῶν πραγμάτων βοώντων. ἀπεδείχθη καταγωγὴ τοῖς ἰοῦσιν ἐφ’ ἵππων ὁδὸν ἢ πολλὴν ἢ οὐ πολλήν. τῇ δ’, οἶμαι, καταγωγῇ ταύτῃ δεῖ κλινῶν
5ἐστρωμένων, τραπεζῶν, τῶν ἐπὶ τούτων ἐκπωμάτων, ὀψοποιῶν, τῶν ὑπολυσόντων, τῶν ἀπονιψόντων, τῶν πόρνας ἀξόντων, τῶν ἰατρούς, εἰ δεήσειε. πάντα δὴ ταῦτα καὶ ἔτι πλείω τίνες οἱ παρέχοντες; οὗτοι οἱ μαστιγούμενοι. κἂν συντρίψῃ τούτων ἢ καί τις ὑφέ‐
10ληταί τι, τοὺς αὐτοὺς εἶναι δεῖ χορηγούς. καὶ πολλοὶ τῶν διακόνων ὀργῇ τῶν αὐτοῦ καταλυσάντων ἀδίκῳ περιπεσόντες ἀπέθανον, καὶ δεῖ χρήμασι πείσαντα τοὺς τούτων γονεῖς σεσῶσθαι. αὕτη ἡ καταγωγή, βασιλεῦ, κατὰ τῶν καπήλων ἐκτίσθη καὶ ὅ τι ἂν ἐνέγκῃ
15τὸ καπηλεῖον, τούτου τὸ πλέον ἐκεῖσε πεπόρευται. πρὸς γὰρ αὖ τοῖς ἄλλοις σεσυλῆσθαι φάσκοντες οὐδὲν τοιοῦτο πεπονθότες διὰ τῶν μισθωτῶν ἐπὶ τοὺς καπή‐ λους ἰόντες σείουσι.
Or
.

46

.

20

Καιρὸς δὴ τῶν γιγνομένων ἐν ταῖς τῶν στρα‐ τηγῶν διαδοχαῖς ἐνταῦθα μνησθῆναι, βασιλεῦ. τίς οὖν ἡ ζημία; κεναὶ τράπεζαι, 〈κενοὶ〉 πίθοι. τὰ μὲν πωλεῖ μὲν ὁ πεπαυμένος ὁμοίᾳ καὶ αὐτὸς ἁρπαγῇ κτησάμενος,
5κτᾶται δ’ ὁ τὴν ἀρχὴν ἐκδεξάμενος, εἰς τὴν ἡμέραν
βλέπων ἐν ᾗ καὶ αὐτὸς ταῦτα ἀποδώσεται.
Or
.

46

.

21

Τούτοις οὐκ ἂν προσθείην τὴν εἰς τοὺς πτω‐ χοὺς ἐπικουρίαν μηνὸς ἑκάστου γιγνομένην πολλάκις· καὶ γὰρ εἰ δαπάνης ἐστὶ καὶ τοῦτο, ἀλλ’ ἑκουσίου τε καὶ φερούσης τοῖς προϊεμένοις ἡδονήν. οὐ γὰρ κατα‐
5ρῶνται τοῖς λαμβάνουσιν, ἀλλ’ εὐφραίνονται δι‐ δόντες βλεπούσαις ὡς εἰπεῖν ταῖς ἑαυτῶν δεξιαῖς εἰς οὐ βλεπούσας τὰς ἐκείνων καὶ κατὰ τοῦτο πλανωμένας. ταυτὶ μὲν οὖν οὐ λογίζομαι, οὐδὲ γὰρ ἐκεῖνοί ποτε· νέους δὲ ἀντὶ γερόντων κίονας τίς οὐκ οἶδε μετὰ
10βλάβης τῆς τούτων ἀντικαθισταμένους ἢ βαρυτέραις ἕλξεσιν; ἄμφω γὰρ ἐκείνων, καὶ ἢ μεταφέρειν αὑτοὺς ἀπὸ τῶν τεχνῶν ἐκεῖσε δεῖ ἢ τούτων ἐχομένους μισθῷ πράττειν ἐκεῖνο. καὶ τούτου πολὺ χαλεπώτερον οἱ ὀχετοὶ τὸ πλάτος αὑτῶν κομιζόμενοι δι’ ἐκείνων.
15ὧν οὐκ ὀλίγοι ζῶντες καταβαίνοντες ἀνιμῶνται νεκροί, καὶ προσήκει τὸν οὐκ ἀπολούμενον ἐν ἑτέρου κινδυ‐ νεύειν σώματι, μισθοῦ πάλιν σώματι.
Or
.

46

.

22

Λεγέσθω τοίνυν καὶ τὸ τἄλλα πάντα νενικηκός. τοῦτο δέ ἐστιν ὁ ἀφόρητος φόρος, ἄργυρος καὶ χρυσός, φρίττειν προσιούσας ποιῶν τὰς δεινὰς πεντετηρίδας. ὄνομα μὲν γὰρ εὐπρεπὲς ἀπὸ τῶν ἐμπόρων τῷ πόρῳ
5τούτῳ, τῇ θαλάττῃ δὲ ἐκείνων εἰς διάδυσιν χρωμένων οἷς μόλις ἄρτον προσφέρουσιν αἱ χεῖρες, ἀπόλ‐ λυνται. διαφεύγει δὲ οὐδὲ ὁ νευρορράφος. οὓς ἐγὼ πολλάκις εἶδον τὴν σμίλην εἰς οὐρανὸν αἴροντας ὀμνύν‐ τας ἐν αὐτῇ τὰ πάντα εἶναί σφισιν. οὐ μὴν τοῦτό
10γε αὐτοὺς ἀπαλλάττει τῶν ἐγκειμένων καὶ ὑλακτούν‐ των καὶ μόνον οὐ δακνόντων.
Or
.

46

.

23

Οὗτος ὁ καιρός, ὦ βασιλεῦ, πλείω τὴν δουλείαν καθίστησιν ἐκβάλλων ἐλευθερίας τοὺς ὑπὸ τῶν γονέων πωλουμένους, οὐχ ἵνα αὐτοῖς δέξηται τὴν τιμὴν τὸ κιβώτιον, ἀλλ’ ἵνα αὐτὴν ἴδωσιν εἰς τὴν τοῦ κατεπεί‐
5γοντος δεξιὰν ἐρχομένην. καὶ μηδεὶς ὑπολαμβανέτω με λέγειν, ὡς οὐκ ἐχρῆν γε λαμβάνειν, τοῦ πολέμου δεομένου χρημάτων, ἀφ’ ὧν ἔνι καὶ κρατεῖν πολεμίων καὶ σώζειν τοὺς ὑπηκόους, ἀλλ’ ὅτι τοῖς ταῦτα φέρουσιν ἀνάγκη σκοπεῖν, ὅθεν ἂν καὶ φέροιεν. καὶ τὸν εἰσπράτ‐
10τοντα προσήκει καὶ παρορᾶν τι δύνασθαι ποιοῦντα τοὺς πιεζομένους φέρειν· ὡς ὁ στρέφων καὶ βασανίζων τὰ μέτρα κατὰ τοῦ φόρου τοῦτο ποιεῖ. δεῖ δέ, ὦ βασιλεῦ, μὴ λίαν τῶν λίαν πεινώντων ἐπι‐ μελεῖσθαι πλείω τῶν νεύρων τοῦ πολέμου ποιούμε‐
15νον πρόνοιαν.
Or
.

46

.

24

ἐνταῦθα μὲν οὖν οὔσης τοιαύτης ἀμοιβῆς οὐδὲν μεταστατέον, τὰς δ’ ἄλλας βλάβας οὐ
περιοπτέον. ὧν τὴν ῥηθησομένην ἀδικωτάτην εὑρήσεις. ποῦ γὰρ δίκαιον τοὺς ἄρχοντας ἥμισυ θέντας τῆς τιμῆς
5ἑστιᾶσθαι καὶ τὸν πλουτοῦντα τὰ τοῦ πενομένου λαμ‐ βάνειν καὶ ὃν ἐτάχθη ποιεῖν εὐδαιμονέστερον, τοῦτον ποιεῖν ἀθλιώτερον καὶ τὰ παρὰ σοῦ τρέπειν εἰς τὴν οὐσίαν, ἐσθίειν δὲ τὰς τῶν ἀγοραίων σάρκας καὶ καθεύδειν μετὰ τοιοῦτον δεῖπνον καὶ φίλους καλεῖν
10ἐπὶ τὰ ἀλλότρια;
Or
.

46

.

25

εἶτα τοσαύτῃ λῃστείᾳ καὶ κακοῖς ὑπηρεσίαν ὄνομα μετέθεντο ὡς ταύτῃ τοῖς βλαπτο‐ μένοις ἀφαιρήσοντές τι τῆς βλάβης, ὥσπερ ἂν εἴ τις τὴν μοιχείαν φιλίαν προσαγορεύοι. καὶ περὶ τού‐
5των τῶν λημμάτων πυνθανόμενοι τῶν μαγείρων οὐ καταδύονται. ἃ κερδαίνειν εἰ βουλόμενον ἰδιώτην γραψάμενός τις ἐπέδειξεν, οἵας ἂν ὁ δικάζων ἀφῆκε φωνὰς τυραννίδα τὸ πρᾶγμα καλῶν. ἀλλ’ ὅμως ὧν τιμωρίαν ἐλάμβανον ἄν, ταῦτα τολμῶντες ἀδικεῖν σω‐
10φρονίζειν ἑτέρους φασί.
Or
.

46

.

26

Τί οὖν ἐκ πάντων μοι τῶν εἰρημένων, ὦ βασιλεῦ, δείκνυται; ὅτι χρῆν τουτονὶ τὸν γενναῖον, τὸν πολλάκις δὴ τεθεαμένον τὸν Θύμβριν καὶ τῶν ἐν Ῥώμῃ πιόντα πηγῶν μὴ πρότερον ἅψασθαι τῶν
5μέτρων, πρὶν ἢ ῥύσασθαι τῆς καταδρομῆς τοὺς καπή‐ λους. οὓς ἔδει καλέσαντα μανθάνειν ὀδυρομένων τὰς εἰσβολὰς οὐκ ἐπὶ τὰς ἀμπέλους, τὸ τῶν Λακεδαιμονίων, ἀλλ’ ἐπ’ αὐτὸν τὸν οἶνον καὶ τοὺς πίθους. νῦν δ’, ὃ μὲν ἦν δίκαιον, τὸ παῦσαι τὰς βλάβας, ἔπειτα
10εὐθύνειν τοὺς καπήλους, εἴασεν, ἀφεὶς δὲ τὸ πρότερον ἧκεν ἐπὶ τὸ δεύτερον.
Or
.

46

.

27

πρᾶγμα ῥᾴδιον εἰπεῖν· τύπτε καὶ ποιείτω ταὐτὸν ἕτερος καὶ τρίτος καὶ τέταρτος καὶ πέμπτος, καὶ ποιῆσαι τὸ κακὸν βραχιόνων πεντεκαίδεκα. χρῆν δὲ ἐκθεῖναι γράμματα
5καὶ προειπεῖν ταῦτα μὴ ποιεῖν αὐτοὺς ἃ νῦν ποιοῦσιν, ἔπειθ’ ἡμέραις τισὶν ὕστερον πάλιν καλέσαι τοὺς πε‐ πορθημένους καὶ μαθεῖν, ὅστις αὐτοῖς ὁ μετὰ τὰ γράμ‐ ματα χρόνος καὶ εἴ τι τῶν τολμωμένων ἐπηνώρθωται, καὶ οὕτως ἀπαιτεῖν ἀκριβεῖς τοὺς κανόνας καὶ νομίζειν
10πονηρούς, εἰ μηκέτι πάσχοντες κακῶς ποιοῖεν.
Or
.

46

.

28

σὺ δὲ ἀφεὶς ἀδικεῖν ἀσφαλῶς τοῖς καταφρονοῦσι τῶν νόμων τοὺς τὰ δίκαια τιμᾶν οὐκ ἐωμένους ὑπά‐ γεις τῇ δίκῃ καὶ τῇ φύσει προστίθης τὰ τῆς ἀνάγκης, καὶ τῆς αὐτῆς ἡμέρας αἵ τε πληγαὶ τά τε τῶν πινόν‐
5των ἀδικήματα. ἐν οἷς ἦσαν οἱ μεμαστιγωκότες ἐφ’ ὁμοίας εἰσελθόντες κύλικας. καὶ τῶν μὲν αἱ γυναῖκες ἐθρήνουν, οἱ δ’ ἐγχεῖν πάλιν ἐκέλευον. οὕτως αἱ πλη‐ γαί σοι λόγον οὐκ εἶχον· οὐδὲ γὰρ βεβοηθηκὼς οὐδὲ
πεποιηκὼς ἀμείνους εἰκότως ἠγανάκτεις.
Or
.

46

.

29

Ἀλλ’ αἱ μάστιγές σοι προοίμιον. κατηγορῶν γάρ, φησίν, ἀπελογεῖτο καὶ τὸ τὰς βοὰς πεποιηκὸς ἀπαιτούμενος εἶπε τῶν βοησάντων τὸν τρόπον· εἶναι γὰρ ἐν αὐτοῖς στασιαστὰς
5οἳ καὶ τοὺς σωφρονεῖν ἐπισταμένους ἐπι‐ σπῶνται. καὶ τί δεινὸν εἰπεῖν περὶ τῶν ταύτας ἐπεισαγόντων τὰς ταραχάς; σὺ μὲν ἠρώτας· πόθεν ἡ στάσις; οἱ δ’ ἀπὸ τῶν στάσει χαιρόντων ἀπε‐ κρίναντο. καὶ γὰρ εἴ τινα, ὅπως ἑάλω τὸ Ἴλιον,
10ἠρώτας, ἤκουες ἂν τὰς τῶν ἐπιστρατευσάντων ἀρετάς, καὶ πῶς εὐδοκίμησεν ἡ Σπάρτη, τοὺς νόμους καὶ τὸν Λυκοῦργον ἤκουες ἄν, καὶ τὸ Ξέρξην ἀγαπᾶν, εἰ σωθείη, τοὺς Ἀθηναίους ἂν καὶ τὸ τούτων ναυτικόν. περὶ Λέσβου δὲ εἴ τις ἔλεγεν ἃ καὶ ἡ παροιμία,
15τύπτεσθαι χρή; περὶ Σίφνου δέ, ῥάβδων ἂν ἔδει; καὶ νῦν τοὺς κινηθέντας οὐκ εὔκοσμον καὶ διαφθεί‐ ραντας τοῦ θεάτρου τὴν χάριν οὐκ ἦν εὐλογεῖν ὡς ἐν κόσμῳ τεθεαμένους. οὐκ ἦν οὖν οὗτος ὁ μὴ πρέ‐ πον ὄνομα τιθέμενος, ἀλλ’ ἀπ’ αὐτῶν τοῦτ’ ἐγίγνετο
20τῶν πραγμάτων.
Or
.

46

.

30

Ἐγὼ δ’ ἐβουλόμην μέν, ὦ βασιλεῦ, τὴν βελτίω δόξαν ἀπὸ πάντων εἶναι τῇ πόλει, τουτὶ δὲ οὐδεμιᾷ τέχνῃ δύναιτ’ ἂν διαφυγεῖν τὸ μὴ δοκεῖν εἰς στάσεις ἐμπίπτειν. οὐδ’ ἂν ἐξαλείψαι τις Δομετιανὸν οὐδὲ
5Θεόφιλον οὐδ’ οὗ πάντα ἐλάττω τὰ περὶ ἡμᾶς. ᾧ σὺ μὲν λαμπρότερος γέγονας, ἡμεῖς δὲ εἰς δόξαν βεβλάμ‐ μεθα, καὶ τοῦ μὴ κατεσκάφθαι τὴν πόλιν ὀφείλομεν χάριτας. ὁ δὲ τοὺς πολλοὺς ταῖς πολλαῖς πληγαῖς αἰκισάμενος ὁ Παίων βασιλεὺς ἐν τίνι δόξῃ τὸν ὄχλον
10εἶχεν; οὐ τῇ παρὰ τῆς ἀταξίας;
Or
.

46

.

31

οἱ δὲ συμφορὰν ἡγούμενοι τῇ πόλει τοὺς ὀρχουμένους, δι’ οὓς πολλοὶ μὲν ἀργοί, πολλοὶ δὲ ἄσωτοι, πολλοὶ δὲ πατραλοῖαι, πολλοὶ δὲ 〈αὑτοὺσ〉 εὐδαιμονίζοντες, εἰ κοιμηθεῖεν
5αὐτοῖς περὶ τὰς θύρας καὶ τὰ δούλων ἐπιταχθεῖεν, ἆρ’ οὖν οἱ τῆς πόλεως ἕλκος καλοῦντες τὰς περὶ αὐτοὺς σπουδὰς ἀφ’ ὧν αἱ μιαραὶ φωναί, τὰ ἐπι‐
εικέστερα περὶ αὐτῶν ὑπειλήφασιν ἢ τὰ δυσχερέστερα; ἐγὼ μὲν οἶμαι ταῦτα. πῶς οὖν τοῦτο ἀπώλλυ τὸν
10κάπηλον; ἢ νόμος τίς ἔστι μόνον κάπηλον τὰ κακὰ κακίζειν κωλύων;
Or
.

46

.

32

Θαυμάζω δέ, εἰ στάσιν αὐτὸς Φλωρέντιος ὀνο‐ μάζων τὴν τότε κίνησιν ἡμαρτηκέναι τῷ ῥήματι νομίζει τὸν εἰπόντα στασιάσαι τοὺς οὐδὲν ὀκνήσαντας ἐν τῷ θεάτρῳ τότε. ἐπαινοῦντι μὲν οὖν αὐτοὺς λόγος οὐ‐
5δεὶς ἂν ἦν, ἀλλ’ ἑαλώκει ἄν, κατηγοροῦντι δὲ ἦσαν ἐλπίδες. ἠξίους οὖν αὑτοῦ γενέσθαι τὸν ἄνθρωπον προδότην, ἵνα μήτις ἀκούσῃ κακῶς τἀληθῆ τῶν τὴν πόλιν λελωβημένων;
Or
.

46

.

33

Καὶ τί καινὸν φεύγοντα κατηγορεῖν καὶ κρινό‐ μενον ἐγκαλεῖν; ἤδη γάρ τις καὶ κυβερνήτης τραύματι ναύτην ἀφυπνίσας εἰς κρίσιν καταστὰς μίαν ἔσχεν ἀπολογίαν τὴν κατηγορίαν καὶ τό· οὐ γὰρ ἤλαυνεν
5οὐδ’ ἦν ἔργον τῆς κώπης οὐδέν, ἀλλ’ ἡ μὲν χεὶρ τηνάλλως ἦν ἐπὶ τῆς λαβῆς, αὐτὴ δὲ ἠκολούθει τῇ νη, ὁ δὲ ἔρρεγχεν ἀσυντελής. ταῦτα ἂν ἦν ἀπολογία τῷ κυβερνήτῃ.
Or
.

46

.

34

καὶ στρατηγὸς δὲ ἤδη δειλὸν στρατιώτην τὸν αὑτοῦ χείρους τῶν ἄλλων τινὰς καὶ ὁμοίους αὑτῷ ποιοῦντα λαβὼν ἀπέκτεινε. καὶ
οὗτος τοίνυν κρινόμενος πολὺς ἂν ἦν ῥέων κατὰ τοῦ
5τεθνεῶτος τὴν χρόαν λέγων, τὸν φόβον, τὸν τρόμον, τὸ μηδὲν ποιεῖν, τὸ τοὺς ἄλλους κωλύειν, τὸ τοὺς πολεμίους εὐφραίνειν, τὸ εἶναι ἐμπόδισμα, τὸ τὸν θάνατον αὐτοῦ γενέσθαι τοῖς ἄλλοις παράκλησιν. τίς ἂν ἐμέμψατο τὸν στρατηγὸν οὕτως ἀπολογούμενον; τίς
10οὐκ ἂν ἐπῄνεσε τὸν φόνον; τίς οὐκ ἂν ἰσχὺν ἔφησεν ἐν τοῖς εἰρημένοις εἶναι; καίτοι τί ταῦτα ἕτερον ἢ κατηγορία;
Or
.

46

.

35

Ὀρέστης ὁ τὴν μητέρα ἀπεκτονὼς πῶς ἂν ἀπελογήσατο κάλλιον ἢ κατηγορῶν Κλυταιμνή‐ στρας ὡς συγχέασα τὰ δίκαια τῶν γάμων προθείη μὲν ἀνδρὸς τοιούτου μειράκιον ἀσελγές, προσθείη δὲ μοι‐
5χείᾳ φόνον, ὥσπερ δίκην ὀφείλοντος ὧν ἔπαθεν Ἀγα‐ μέμνονος; καίτοι τίς ἂν εἴποι μεῖζον περὶ τῆς ἀπο‐ λογίας ἐκείνης ἢ ὅτι καὶ θεοῖς εὖ ἔχειν ἔδοξε δικασταῖς;
Or
.

46

.

36

σὺ δὲ ἐβούλου βελτίω ταύτης ζητεῖν ἀπολογίαν τὸν κάπηλον; ποίαν; πόθεν φανουμένην; ὁ μὲν οὖν διὰ τῆς μόνης οὔσης ἀπολογίας ἤρχετο, σὺ δὲ ἀντὶ τοῦ μισεῖν τοὺς εἶναι κακοὺς ἑλομένους τὸν οὐκ ἔχοντα
5περὶ αὐτῶν εἰπεῖν τι καλὸν ᾤου δεῖν οὐκ εἶναι. σώζεται μὲν γὰρ τῇ τῶν θεῶν εὐνοίᾳ, τὸ δὲ πλῆθος τῶν χειρῶν οὐ τοῦτο ἐβούλετο.
Or
.

46

.

37

Δεινὸν γάρ μοι, φησίν, ἐδόκει πόλιν
ὅλην ἀκούειν ὑπὸ καπήλου κακῶς. ἀλλ’ εἴπερ ἀληθῆ ταῦτ’ ἦν, μᾶλλον ἔδει δεινὸν δοκεῖν τὸ πόλιν ὅλην πλημμελεῖν ἢ τὸ μέμφεσθαί τινα πόλει.
5μείζων γὰρ ἡ βλάβη τῷ ποιεῖν ἃ μὴ δεῖ, ἢ τὸν τοῦτο λέγοντα εἶναι. ἔτι τοίνυν οὐδ’ ἁπάσης ἔλεγεν εἶναι τὴν αἰτίαν, ὅς γε οὐ περὶ πάντων, τῶν δ’ ὄντων ἐν τῷ θεάτρῳ. πολὺ γὰρ πλέον ἦν τοῦ παρόντος τὸ ἀπόν, καὶ πολλοστὸν μέρος τοῦ τὸ θέατρον οὐχ ὁρῶντος τὸ
10χωροῦν ἐπ’ αὐτό, ὥστε ἐλθών τις ἄλλοθεν πρῶτον ὁρῶν τὴν πόλιν καὶ τὸ συγκαθήμενον κατὰ θέαν τῶν ἐπὶ τῆς σκηνῆς οὐκ εἰκότως εἶπεν ἂν εἰς πολυάνθρω‐ πον ἥκειν ἄστυ. οὕτως εἰ καὶ κατὰ πάντων εἴρητο τῶν ἐν τῷ θεάτρῳ τὸ ῥῆμα, οὐ κατὰ πάσης εἴρητο
15τῆς πόλεως.
Or
.

46

.

38

φασὶ δὲ καὶ σαφῶς αὐτὸν ἀφεῖναι τῆς αἰτίας τὸ πλέον ἐν τῷ τινὰς εἰπεῖν. εἰπεῖν γὰρ τινῶν εἶναι ταῦτα ζώντων ἐν ἀταξίᾳ. καὶ μὴν ὅ γε συλληφθεὶς νυκτὸς ἦν ὑπὸ τοῖς ἁλοῦσι καὶ
5ἐδάκρυεν. οὕτω τά γε οὐκ εἰρημένα περὶ τῶν φαύλων εἴρητο. οὐδὲ γὰρ ἑωρᾶτο παρὰ τοῦ δικάζοντος οὐδὲ ἀνηρωτᾶτο, ὥστ’ ἦν ἂν ἐν οἷς ἐγένετο καὶ σιωπῶν ἀπὸ τῶν περὶ τὰ μέτρα. τὴν γὰρ ὀργὴν ἀφ’ ἧς εἴληπτο, πληγαὶ δείξειν ἔμελλον.
Or
.

46

.

39

ὡς δὲ οὕτως ἂν ἔσχεν, ἐκεῖνο σημεῖον μέγιστον. οἱ γὰρ δὴ μηδὲν μήτε ἐρωτη‐
θέντες μήτ’ ἀποκρινάμενοι μισθὸν ἔδοσαν ἰατροῖς ὑπὲρ αὑτῶν καὶ θρήνων τῶν ἴσων ἔτυχον καὶ πρὸς γυναῖκας
5καὶ παῖδας εἶπον ἄπιθι λέγειν, τελευτὴ προσδοκω‐ μένη. ἀλλ’, οἶμαι, τὴν κακὴν μοῖραν τῶν ἐν τῇ πόλει κολακεύων καὶ τὰς παρὰ τῶν κακίστων εὐφημίας ἀπό‐ δειξιν ἀρχῆς ἀρίστης ἡγούμενος, ἵνα τὰ τοιαῦτα βοῷεν, ἄχθεσθαί φησιν ὑπὲρ αὐτῶν καὶ κτείνειν τὸν οὐκ οἰ‐
10όμενον αὐτοὺς ἰσοθέους τινὰς εἶναι.
Or
.

46

.

40

Καὶ φιλῶ δ, φησί, τὴν πόλιν. πάνυ γε, ὡς ἔδειξεν ἀπὸ τῆς περὶ τὴν βουλὴν ἀτιμίας μέσον μὲν αὑτοῦ τε καὶ τῆς ἐκείνων προσρήσεως στάδιον ποιησάμενος, οὐχ ὑπομείνας δὲ ταὐτὸ ποιῆσαι
5πολλοῖς ὑπάρχοις γενναίοις, οἳ τὴν βουλὴν ὁπότε ἐν τούτῳ θεάσαιντο, μάλα ὀξέως ἐπὶ τὰς χεῖρας τῶν χαμαὶ στησόντων σφᾶς ἐπήδων, καὶ κατεῖχεν αὐτοὺς ἄνω τῶν πάντων οὐδέν, οὐκ ὄμβρος, οὐ χιών, οὐ πηλός, οὐ βροντῶν κτύπος, οὐκ ἀστραπῶν σέλας, οὐ τὸ μέγι‐
10στον, σκιαὶ ποδῶν ἀντὶ ποδῶν κατερρυηκότων ποδάγρᾳ.
Or
.

46

.

41

οὐκ ἔστι φιλοῦντος ἡμᾶς, οὐκ ἔστι τὰ περὶ τοὺς ἁμιλλητηρίους ἵππους παρὰ τὸν νόμον πεπραγμένα τὸν ἀφιέντα πόνον εἰς ἀπόλαυσιν τῆς πόας, οὗ διὰ μὲν τὴν ὥραν τοῖς ἵπποις ἔρως, διὰ δὲ σὲ στέρη‐
5σις, ἀφ’ ἧς ὄλεθρος. ὅθεν τῷ λειτουργοῦντι πενία, τῆς δὲ περὶ τὸ μέρος ζημίας τὸ κοινὸν αἰσθάνεται.
Or
.

46

.

42

φιλοῦντος ἦν τὸ ἀρχόμενον μὴ τοῖς δικαζομένοις ποιῆσαι τὸ δικαστήριον ὑφάλων χαλεπώτερον. τίς γὰρ ἂν ἐνέγκαι τοσούτων ὑπηρετῶν στόματα νικῶντα τὰ τῶν λύκων; πάντων μὲν λαβεῖν ἀξιούντων, μετρίου δὲ
5οὐδενὸς ἀρκοῦντος, ἀεὶ δὲ τοῦ πλείονος ζητουμένου μένει μὲν οὐδεὶς ὅρος τῶν πάλαι σταθέντων, ἐπέκλυσε δὲ τοὺς ψήφου δεομένους ἡ δι’ ὧν τε πορεύονται περὶ τὰ κέρδη μανία ὅ τε κορυφαῖος τῶν λῃστῶν τὸν ἕνα τέτταρας εἰργασμένος. ὥσθ’ οἱ μὲν πλήρεις στα‐
10τήρων ἀπιόντες τῇ χειρὶ τοῦτον ὑμνοῦσιν, ὁ δὲ τῆς χλαμύδος εἰς τοῦτο χρῄζων διψῶν ὅμως ἀπέρχεται. καὶ δοκεῖς δὴ μετέχειν τῆς συλλογῆς· μὴ γὰρ ἂν ἀνα‐ σχέσθαι τοσοῦτον κακὸν μὴ κοινωνίας οὔσης.
Or
.

46

.

43

Τοιοῦτος ἡμῖν ὁ τῶν καπήλων παιδευτὴς ὁ τὰ μικρὰ μὲν ὁρῶν, τὰ μείζω δὲ οὐ βουλόμενος. καὶ εἰ μὲν ἠγνόει τὴν περὶ ταῦτα ἀσέβειαν, καὶ οὕτω μὲν ἂν ἡμάρτανεν οὐκ εἰδὼς ἃ προσῆκεν, ἦν δ’ ἂν ἴσως
5τι καὶ συγγνώμης· νῦν δ’ εἰσὶν οἳ πρὸς αὐτὸν εἶπόν τε καὶ διηγήσαντο καὶ παρῄνεσαν αὑτοῦ φροντίσαι καὶ βοηθῆσαι τῷ δικαστηρίῳ λέγοντες, ὡς ὠμότεροι τῶν ἐν ταῖς ἐρημίαις κακούργων εἰσὶν οἱ λαμβανόμενοι τῶν ὑπὲρ δικῶν δεῦρο ἀφικνουμένων μελλόντων τε
10ἀγωνιεῖσθαι καὶ μετὰ τὴν γνῶσιν. ὁ δὲ ταῦτα ἀκούων πλάττει μῦθον ὃς οὕτως ἐστὶν ἀπίθανος, ὥστ’ οὐδὲ παῖδα ἂν λάβοι. καί φησιν οὐχ αὑτοῦ ταῦτα εἶναι, τῶν δὲ κεκελευκότων.
Or
.

46

.

44

ἐγὼ δὲ οὔτε κατ’ Ἀριστείδου τοῦ Λυσιμάχου τοῦτον ἂν ἐδεξάμην τὸν λόγον οὗτός τε τὴν οὐκ οὖσαν ἀνάγκην αἰτιᾶται. οὐδὲ γὰρ ἀκοὴν τοιαύτην ἐκεῖνος ἤνεγκεν ἄν. ἦ που γε εἶπεν ἄν·
5ἀλλ’ ἃ διανοεῖται δρᾶν τὸν φιλοῦντα δει‐ κνύουσιν αἱ στοα; ἀλλ’ οὐδὲ αἱ πρότεραι τῶν φιλούντων ἦσαν τὴν πόλιν, ἀλλ’ ἑαυτοὺς πηγῆς στοᾶς ἑκάστης χρυσοῦ καθισταμένης, τῆς δ’ αὐτῆς καὶ δα‐ κρύων. τὰ γὰρ δὴ πρῶτα τῶν στοῶν οἰκιῶν κατα‐
10σκαφαὶ πολλὰς γενεὰς δεξαμένων, ὥστ’ αὐτοῖς ἀντὶ οἰκήσεως γενέσθαι τὰ τῶν λίθων χρήματα. ἄγει δὴ καὶ τοῦτον ὁ αὐτὸς λογισμὸς ἐπὶ ταῦτα. καὶ λόγος εὐρυτέραν αὐτὸν τὴν ὁδὸν διὰ στοᾶς ποιήσειν, εἶθ’ ἵν’ εὐρυτέρα παλαιστῇ γένηται, τάφος ἅπας ἀποκεκά‐
15λυπται καὶ θήκη πᾶσα καθύβρισται καὶ τῶν τὴν πόλιν οἰκησάντων τὰ ὀστᾶ διέρριπται, αἰδὼς δὲ οὐδε‐ μία νεκροῖς ἀνδρῶν ἀγαθῶν.
Or
.

46

.

45

Ἀλλὰ ἀντίκρουσον, ὦ βασιλεῦ, καὶ τοὺς κει‐ μένους ἐλέησον καὶ τήρησον ἑκάστῳ τὰ τελευταῖα. οὐδὲ γὰρ ἀδεὲς ἴσως τοσαύτας ψυχὰς ἐκπολεμῶσαι τῇ πόλει καὶ ποιῆσαι δυσμενεῖς τοῖς μὲν ὡς ἠδικηκόσι,
5τοῖς δὲ ὡς ἠμεληκόσιν.
Or
.

47

t

ΠΕΡΙ ΤΩΝ ΠΡΟΣΤΑΣΙΩΝ.
Or
.

47

.

1

Εἰ μή σε ἑωράκειν ἐν πολλῷ μὲν χρόνῳ, μυρίοις δὲ πράγμασιν, ὦ βασιλεῦ, χαίροντά τε τοῖς τῶν ἀρχομένων ἀγαθοῖς καὶ βουλόμενον μηδένα παρὰ μηδενὸς ἀδικεῖσθαι, τάχα ἂν ἐμαυτῷ παρῄνεσα τὴν
5ἡσυχίαν ἄγειν καὶ τὸν οὐχ ἡδέως ἀκουσόμενον οὐκ ἂν ἐλύπουν οὐδ’ ἠνώχλουν· ἐλπίδας δέ μοι τοῦ σοῦ παρέχοντος τρόπου καὶ χαριεῖσθαί μέ σοι τοῖς ῥηθησο‐ μένοις καὶ πείσειν καὶ δόξαν εὐνοίας οἴσεσθαι χαίρων τε καὶ προθύμως ἐπὶ τὴν συμβουλὴν ἥκω τὴν
10σὴν μᾶλλον ἢ ἐμὴν δόξουσαν εἶναι τοῦ τὴν ἰσχὺν τοῖς εἰρημένοις δεδωκότος τῷ προσθεῖναι τὸ ἔργον, οὗ χωρὶς μάταιος ἂν ἦν ὁ λόγος.
Or
.

47

.

2

τοὺς μὲν οὖν χαλεπανοῦντας, οὗτοι δέ εἰσιν οἱ τοῖς τῶν ἄλλων κα‐ κοῖς τὰ αὑτῶν μείζω ποιοῦντες, οἶδα, βασιλεῦ, πολλούς τε ὄντας καὶ δύναμιν ἔχοντας, ἐγὼ δὲ ὀργιεῖσθαι μὲν
5αὐτοὺς καὶ ζητήσειν παρ’ ἐμοῦ τιμωρίαν οἶμαι, λήψε‐ σθαι δὲ οὐδέποτε τῆς σῆς κεφαλῆς σωζομένης παρὰ τῶν τὸν σὸν βίον τεθαυμακότων θεῶν. οὔτε γὰρ ἐθελήσειν σε προδοῦναι τὸν σύμβουλον οὔτε βοηθεῖν πειρώμενον οὐκ ἀρκέσειν. τί οὖν δεῖ σιωπᾶν τηνάλλως
10φοβούμενον ἐν ἀσφαλείᾳ τοσαύτῃ;
Or
.

47

.

3

Εὖ πράττειν μὲν οὖν βουλοίμην ἂν καὶ τοὺς τῶν ὅλων ἄρχοντας δυνάμεων καὶ τοὺς ὑπὸ τούτοις μερῶν καὶ ζῆν ἐν εὐθυμίᾳ καὶ τούτους κἀκείνους, οὐ μὴν οὔτε κακὰ κερδαίνειν οὔτ’ ἄλλοις τοῦ
5πάντα τολμᾶν αἰτίους εἶναι. οἷα πολλὰ δρᾶται νῦν. ἄκουε δή, βασιλεῦ, καὶ διδάσκου.
Or
.

47

.

4

Εἰσὶ κῶμαι μεγάλαι πολλῶν ἑκάστη δεσποτῶν. αὗται καταφεύγουσιν ἐπὶ τοὺς ἱδρυμένους στρατιώτας, οὐχ ἵνα μὴ πάθωσι κακῶς, ἀλλ’ ἵνα ἔχωσι ποιεῖν. καὶ ὁ μισθὸς ἀφ’ ὧν δίδωσιν ἡ γῆ, πυροὶ καὶ κριθαὶ
5καὶ τὰ ἀπὸ τῶν δένδρων ἢ χρυσὸς ἢ χρυσίου τιμή. προβεβλημένοι τοίνυν τὰς τούτων χεῖρας οἱ δεδωκότες ἐώνηνται τὴν εἰς ἅπαντα ἐξουσίαν. καὶ νῦν μὲν κακὰ καὶ πράγματα παρέχουσι τοῖς ὁμόροις γῆν ἀποτεμνό‐
μενοι, δένδρα τέμνοντες, ἁρπάζοντες, θύοντες, κατα‐
10κόπτοντες, ἐσθίοντες. εἶθ’ ὧν μὲν ἦν ταῦτα, κλάουσιν ὁρῶντες, οἱ δ’ εὐωχούμενοι γελῶσι καὶ τοσοῦτ’ ἀπέ‐ χουσι τοῦ δεδιέναι μή τις ταῦτα πύθηται, ὥστ’ ἀπειλαὶ προστίθενται τοῖς πεπραγμένοις καὶ τὸ μηδὲ τῶν ἄλλων ἀφέξεσθαι.
Or
.

47

.

5

δεινά σοι ταῦτα φαίνεται, βασιλεῦ, ἀλλ’ οὐ τὰ μέγιστα ἀκήκοας, εἴπερ αἰγῶν τε καὶ προβάτων μεῖζον αἱ θυγατέρες, ὧν οὐδὲ αὐτῶν ἀπέ‐ χονται. τί οὖν ἔτι δεῖ λέγειν πληγὰς καὶ ὕβρεις καὶ
5ὡς γυναῖκες γυναῖκας ἕλκουσι λαβόμεναι τῶν τριχῶν, καὶ ὡς φρέατα ἄχρηστα καθιστᾶσι τοῖς ἔχουσι τοῖς ὑφ’ αὑτῶν ἐμβαλλομένοις καὶ ὡς ποταμῶν ἀποστεροῦσι καὶ διὰ τούτων 〈καὶ〉 κήπων, τρέφοντες στρατιώτας οἱ μὲν πλείους, οἱ δὲ ἐλάττους ἐν μέσαις ταῖς κώμαις
10καθημένους τὰ πολλὰ καὶ κοιμωμένους ἐπ’ οἴνῳ πολλῷ καὶ κρέασιν, ὅπως, εἴ τις τῶν ἀδικουμένων ἀλγήσας ἀμύνοιτο, πληγὴ δ’ εἰσέλθοι καὶ ἐπὶ στρατιώτην, εἶτα τοῦτ’ ὄλεθρος εἴη τῷ πατάξαντι μηδαμόθεν ὄντος αὐτῷ μηδενὸς λόγου; δεῖν γὰρ αὑτὸν ὑποσχεῖν ἐν
15ἁπάσῃ μέθῃ στρατιώτῃ πάντα ἀνεχόμενον καὶ μηδὲν ἐνταῦθα εἶναι τοὺς νόμους.
Or
.

47

.

6

τοῦτο καὶ λῃστὰς γεωργοὺς ἐποίησε, τοῦτ’ αὐτῶν εἰς τὰς χεῖρας ἐνέθηκε
σίδηρον οὐ τὸν τῇ γῇ φίλον, ἀλλ’ ὃς ἀποκτίννυσι. τοῦ δύνασθαι γὰρ αὐτοῖς αὐξομένου διὰ τῶν ἐγκαθη‐
5μένων στρατιωτῶν καὶ τὸ τολμᾶν ἐπίδοσιν λαμβάνει τῶν φυλάκων τῆς χώρας κατὰ τὴν παροιμίαν τοὺς τοιούτους ὁρώντων καὶ οὐχ ὁρώντων, ἴσασι γὰρ ἐπὶ πολλῷ βοηθήσοντες τοῖς κειμένοις διὰ τὸν προστάτην. καὶ γὰρ δὴ καὶ τοσούτοις κακοῖς τοὔνομα τοῦτο ἔθεντο,
10πρέπει δέ, οἶμαι, τοῖς δικαίαις ἐπικουρίαις ἐξαιρου‐ μένοις εἰς ἄδειαν ἀδικουμένην ἀσθένειαν.
Or
.

47

.

7

Ἡ προστασία δὲ αὕτη πᾶν τοὐναντίον ποιεῖ. ῥώμην δίδωσιν εἰς τὸ κακοῦν ἑτέρους. ὧν εἰσι καὶ οἱ τὸν φόρον εἰσπράττοντες. οὓς ἐβουλόμην ἐν‐ ταῦθά μοι καὶ παρεῖναι καὶ βοᾶν οἷα πεπόνθασι.
5πάντως δ’ ἂν τοῦτο μετὰ δακρύων ἐγίγνετο παρ’ ἀνδρῶν πενήτων ἐξ εὐδαιμόνων γεγενημένων. πῶς γενομένων δέῃ μαθεῖν, ὦ βασιλεῦ; ἔρχονται ἐπὶ τὰς κώμας ταύτας τὰς διὰ τῶν στρατηγῶν τετειχισμένας οἱ κομιούμενοι τὸν φόρον ἔργον τοῦτο ἔχοντες καὶ
10λειτουργίαν. εἶτ’ ἀπαιτοῦσι τὴν μὲν πρώτην πρᾴως καὶ βραχυτέρᾳ τῇ φωνῇ, καταφρονούμενοι δὲ καὶ κατα‐ γελώμενοι μετὰ ἀγανακτήσεως ἤδη καὶ μεῖζον φθεγγό‐ μενοι καὶ οἷον εἰκὸς τοὺς τῶν δικαίων ἀτυχοῦντας. εἶτ’ ἠπείλησαν τοὺς ἄρχοντας, μάτην ἐλάττους
15ὄντας τῶν τὰς κώμας καρπουμένων. εἶθ’ ἥψαντο καὶ
ἐπεσπάσαντο. οἱ δ’ ἔδειξαν, ὡς εἰσὶν αὐτοῖς λίθοι.
Or
.

47

.

8

λαμβάνοντες οὖν οἱ πράκτορες ἀντὶ καρπῶν τραύ‐ ματα ἀναστρέφουσιν εἰς ἄστυ τῷ περὶ τοῖς ἱματίοις αἵματι δηλοῦντες ἃ πεπόνθασι. καὶ τὸν μὲν θυμού‐ μενον οὐκ ἔχουσιν, ἡ γὰρ τοῦ τὸν μισθὸν εἰληφότος
5δύναμις οὐκ ἐᾷ, ἀκούουσι δὲ οἱ δυστυχεῖς, ὅτι χρὴ καταβάλλειν ἢ μαστιγουμένους ἀπειπεῖν. οἱ δὲ οὔσης μὲν ἀνάγκης τοῦτο ποιεῖν, τὰ δὲ παρὰ τῶν ἀγρῶν ἀπεγνωκότες καὶ δεδιότες ἕτερα τραύματα, χρυσίου δ’ οὐκ ὄντος οὐδ’ ἀργυρίου πωλοῦσι μὲν θεραπαίνας
10θρηνοῦντες, πωλοῦσι δὲ ἀκολούθους, τροφέων υἱούς, ἀντιλαμβανομένους τῶν τοῦ πωλοῦντος γονάτων.
Or
.

47

.

9

ἔρχονται δὲ καὶ εἰς ἀγρούς, οὐχ ὡς πρότερον μετὰ τῶν τέκνων, ἀλλ’ ἀποδωσόμενοι μετὰ τῶν ὠνησο‐ μένων. καὶ τράπεζα αὐτοῖς κοινὴ παρατίθεται, τὴν τιμὴν δὲ τῆς γῆς φόρον ὁ πεπρακὼς γιγνομένην ὁρᾷ.
5ἐξιὼν δὲ τῶν πατρῴων, ἔστι δ’ οὗ καὶ παππῴων, βλέ‐ πων εἰς τοὺς ἐκείνων τάφους καὶ τιμῶν τοῖς διὰ τῶν χειρῶν φιλήμασι συγγνώμην ἔχειν ἀξιῶν ἀπέρχεται. εἶτα φροντὶς ὑπὲρ τροφῆς αὐτῷ τε καὶ γυναικὶ καὶ παισίν, εἶτα οὐδαμόθεν φαινομένης ἡ τοῦ προσαιτεῖν
10ἀνάγκη.
Or
.

47

.

10

οὕτω βουλευτὴς βουλῆς ἐξαλείφεται οὐ σπόγγου γράμματα ἀφαιροῦντος, ἀλλ’ οὐκέτ’ οὔσης οὐσίας. ταῦτ’ ἐλάττους ποιεῖ τὰς βουλὰς ἀντὶ μειζό‐
νων, ταῦτ’ ὀλίγους τοὺς καθ’ ἑκάστην ἀντὶ πλειόνων.
5ταυτὶ δὲ ζημία πόλεως ὅλης. καὶ γὰρ ἂν τοῖς ἄλλοις εὖ πράττῃ, τούτῳ δὲ χωλεύῃ τῷ μέρει, μικρὰ τὰ ἄλλα καὶ μικρὰ ποιεῖ τῆς βασιλείας τὰ πράγματα. διὰ γὰρ τῶν ἀρχομένων ἐκείνη καὶ αὔξεται καὶ τοὐν‐ αντίον. οὐκοῦν βλάπτονται μὲν αἱ βουλαὶ ταῖς καλαῖς
10προστασίαις, βλάπτονται δὲ ταῖς βλάβαις τῶν βουλῶν αἱ πόλεις, πάλιν δὲ αὖ ταῖς τούτων οἱ μάχιμοι. ὧν οὐκ ἀμελητέον σοι, βασιλεῦ, δι’ ὧν ἔνι καὶ κρατεῖν καὶ μὴ κρατεῖσθαι καὶ φοβεῖν καὶ μὴ φοβεῖσθαι. ἄνελε δὴ τὰς τοιαύτας προστασίας ἃς εἶναι παρ’ ἡμῖν
15βούλοιντ’ ἂν οἱ πολέμιοι.
Or
.

47

.

11

Τὸ δὲ ζητεῖν προστάτην οὐ μόνον ἐκείνων ἐστὶ τῶν ἀγρῶν οἳ πολλῶν εἰσι τῶν ἐχόντων ἑκάστου μέρος οὐ πολὺ κεκτημένου, ἀλλὰ καὶ οἷς εἷς ὁ δεσπό‐ της. καὶ οὗτοι τὸν μισθωτὸν προστίθενται τῇ τοῦ
5δεσπότου ζημίᾳ τὸν μισθὸν πορίζοντες καὶ διδόντες ἐξ ὧν ἀποστεροῦσι. καίτοι καὶ τῶν ἐπιφανῶν εἰσιν αἱ κῶμαι καὶ τῶν οἵων τε ὄντων χεῖρα ὀρέξαι λυπου‐ μένοις. ἀλλ’, οἶμαι, τὸ κακῶς ποιεῖν διώκοντες, οὐ τὸ παθεῖν φεύγοντες δυνάμεις τινῶν ὠνοῦνται, αἷς χρώ‐
10μενοι πολλοῦ χρόνου προϊόντος καὶ πρὸς τοὺς αὑτῶν κυρίους 〈ἐπισπέρχοντασ〉 τοῦτο τῆς γῆς βουλο‐ μένης ἄγριον ἔστησαν ὀφθαλμὸν ὡς ἀνάγκης μὲν ὄντες ἔξω, γνώμῃ δὲ ἐργαζόμενοι καὶ οὐχ ἁψόμενοι τῆς γῆς, εἰ μὴ πείθοιεν αὐτούς.
Or
.

47

.

12

οἱ δὲ πρῶτοι ταῦτα τε‐ τολμηκότες ἔσχον ταχέως πολλοὺς τοὺς ἀκολουθήσαντας κακοῦ παραδείγματος γενομένους μιμητάς. εἶθ’ οἱ μὲν γράφονται καὶ κατηγοροῦσι, τοῖς δ’ εἰσὶ βοηθοῦντες καὶ
5λόγῳ 〈καὶ ἔργῳ〉. καὶ πλέον τῶν νόμων ἤνεγκεν ὁ βοηθῶν, ὥστ’ εἶναι τὸ ὁρώμενον θέαμα ἐλεεινόν. τί τοῦτο; βοαὶ τῶν περὶ τὴν γῆν ἐχόντων, γλῶτται θρα‐ σεῖαι, πλῆθος συνδίκων, ἀγῶνες, δίκαι, νῖκαι. καὶ ὁ μὲν εἰς γῆν κύπτων ἀπῆλθεν, οἱ δὲ ἕπονται τωθά‐
10ζοντες. οἷον δή τι καὶ τὸ περὶ ἡμᾶς, βασιλεῦ, γεγένηται.
Or
.

47

.

13

Ἰουδαῖοι τῶν πάνυ γῆν ἡμῖν πολὺν ἐργαζόμενοι χρόνον, γενεὰς τέτταρας, ἐπεθύμησαν μὴ ὅπερ ἦσαν εἶναι καὶ τὸν παλαιὸν ἀποσεισάμενοι ζυγὸν ἠξίουν ὁρισταὶ τοῦ πῶς ἡμῖν αὐτοῖς χρηστέον εἶναι. ταῦτ’
5οὐκ ἐνεγκόντες χρώμεθα δικαστηρίῳ. καὶ μαθὼν ὁ καθήμενος, τίνες ὄντες εἰς τίνα παροινοῦσιν ἐν τίνι τὰς ἐλπίδας ἔχοντες, τοὺς μὲν ἔδησε διπλῷ δεσμῷ, τῷ τε οἰκήματι καὶ σιδήρῳ, τοὺς δὲ τὰ ὄντα φράσοντας
ἐκέλευσεν ἄγεσθαι. καὶ ταῦτα εἰπὼν καὶ χαλεπήνας
10πρὸς ἐμὲ μνησθέντα λύσεως ᾤχετο ἀπιὼν ἑτέρωσε, οἱ δ’ ἐπὶ τὸ τῶν πολλῶν πάλαισμα, τὸν οἶκον τοῦ στρα‐ τηγοῦ, καὶ τὴν ἐναντίαν τοῖς δικαίοις ἀσπίδα. καὶ κριθαὶ καὶ σῖτος καὶ νῆτται καὶ χιλὸς ἵπποις.
Or
.

47

.

14

καὶ ὁ μὲν προσέταξεν ἐᾶν τοὺς λιπόντας τὴν τάξιν, ὁ δὲ ὑπήκουσέ τε καὶ ὑπέσχετο. καὶ ὁ δικάζων ὃ μὲν οὐκ ἦν, ἦν, ὃ δ’ ἦν, οὐκ ἦν, ἀντὶ δικαστοῦ συνήγορος. τοιγαροῦν εἷλκεν ὑπὸ τὴν ψῆφον ἡμᾶς καθ’ ἑκάστην
5ἡμέραν πέμπων ἄλλον ἐπ’ ἄλλῳ, τὸ ἤδη βουλόμενος, τὸ μήπω μεμφόμενος, σπεύδων ἐπὶ τὴν ἐχθρὰν τοῖς θεοῖς χάριν. καὶ οὕτως ἦν δῆλος τὸ δίκαιον προησό‐ μενος τῇ χάριτι, ὥσθ’ οἱ νυκτὸς ἐξιόντες παρ’ αὐτοῦ τῶν ἡμῖν ἐπιτηδείων οἷς συντυγχάνοιεν ἔλεγον κεκρί‐
10σθαι μοι τὴν δίκην καὶ τὸ κράτος ἔσεσθαι τῶν ἀντι‐ δίκων.
Or
.

47

.

15

καὶ ὡς τοῦθ’ οὕτως εἶχεν, ἐδείχθη τῆς ἐπιούσης. οἱ μὲν γὰρ μεθ’ ἡμῶν ὄντες ῥήτορες ἤκουον, ὅτι δεῖ σιωπᾶν ἐν ἀφθονίᾳ τῶν ἰσχυρῶν, τῶν δὲ σὺν ἐκείνοις οὐδὲν ἦν ἀσθενὲς ἐν σκιαῖς τοῖς ἅπασι.
5τῆς ψήφου δὲ τεθείσης οἵαν τὸ κράνος καὶ ὁ θώραξ ἤθελεν, αὑτὸν ἐδίωκεν ὁ ἐψηφισμένος, οὐ γὰρ εἴα τὸ συνειδὸς ἠρεμεῖν, καὶ πρὸς τοὺς εἰσιόντας οὐδὲν αἰτιω‐
μένους ὤμνυ πάντας ὅρκους ἦ μὴν ὀρθὴν πεποιῆσθαι τὴν κρίσιν. ἧττον γὰρ ἡγεῖτο κακὸν τὴν εἰς τοὺς
10θεοὺς ἀσέβειαν ἢ τὸ φθέγξασθαί τι τούτων ἃ σιγᾶ‐ σθαι βούλοιτ’ ἂν ὁ στρατηγός.
Or
.

47

.

16

ὃν ἠξίουν ἔγωγε μᾶλλον δεδιέναι τὸ λυμαίνεσθαι τοῖς δικαίοις ἢ τὸ πυθέσθαι τινάς, ὡς αὐτὸς ταῦτα κελεύσειεν. ἃ εἰ μέν ἐστι δίκαια, τί ἂν αἰσχύνοιτο; εἰ δὲ ἄδικα, τί τῶν
5τοιούτων ἐπιθυμεῖ; εἰ δ’ οὐδὲ ἐμοὶ τὸ δίκαιον ἐσώθη τῷ πλεῖστα δὴ περὶ λόγους κάμνοντι καὶ γράμμασι δὴ παρὰ σοῦ κεκοσμημένῳ καὶ τὴν τῶν πεφοιτηκότων ἕξοντι λύπην, τί χρὴ περὶ τῶν ἄλλων οἷς οὐδὲν τού‐ των ἔστιν, ὑπολαμβάνειν;
Or
.

47

.

17

Ταυτὶ μὲν οὖν εἰς ἀπόδειξιν εἴρηταί μοι τοῦ ταῖς ἀποστροφαῖς ταυταισὶ ταῖς τῶν γεωργῶν πολλοὺς οἴκους διασείεσθαι. καθ’ ἑκάστην γὰρ δὴ πόλιν τοιοῦτοι μὲν γεωργοί, τοιαῦται δὲ θύραι, τοι‐
5οῦτοι δὲ μισθοί, τοιαῦται δὲ συνθῆκαι, τοιαῦτα δὲ κέρδη, τοιαῦται δὲ ζημίαι, τοιαῦται δὲ εὐφροσύναι, τοιαῦται δὲ κατήφειαι. καὶ γὰρ ἐκ τῶν ἄλλων ἀγρῶν οἷς ὁδὸς οὐκ ἔνι τὰ τοιαῦτα ὑβρίζειν, γυναῖκας κατα‐ λιπόντες οὐκ ὀλίγοι καὶ τέκνα φέρονται πρὸς τοὺς
10ἰσχύοντας ἐκείνους, τοὺς τοιούτους πύργους, ἀπολαύ‐ σοντες τῆς παρανόμου δυνάμεως. κἂν ὁ κατηγορῶν
γένηται τῶν τοῦ στρατηγοῦ τις, αὐτῷ μέλειν εἰπὼν τοῦ κατηγορουμένου καταπαλαίσας τὸν αἰτιασάμενον ἀπῆλθε.
Or
.

47

.

18

τίνος δὴ 〈παῦσαι〉 ταυτασὶ τὰς διαδύσεις; τίνος τηρῆσαι τοῖς ἐκδεξαμένοις τοὺς ἀγρούς; σόν, βασιλεῦ, τὸ ἔργον. παρὰ σοῦ προσήκει τὸ δῶρον ἐλθεῖν. σὸν καὶ παθεῖν τι καὶ ἰάσασθαι καὶ μὴ τὸν
5ζῆλον ἕρποντα περιιδεῖν. μᾶλλον δὲ πολὺν μὲν ἤδη τοῦτο περιῶπται χρόνον, δεῖ δὲ αὐτό που καὶ στῆναι.
Or
.

47

.

19

Ἐρήσεται τοίνυν μέ τις ὑπὲρ τῶν γεωργῶν, εἰ μὴ ἐξέσται βοηθείας ἑαυτοῖς πορίζειν. τὰς μὲν οὐκ ἀδίκους φαίην ἄν, τὰς δὲ κακὰς οὐδαμῶς. πρώτην μὲν τὴν παρὰ τῶν θεῶν, ἣ γένοιτ’ ἂν εὐχαῖς τε καὶ
5θεραπείαις· ἔπειτα τὴν δι’ ὑδάτων βλαπτόντων μὲν ἀπωθουμένων, μελλόντων δὲ ὠφελεῖν ἐπαγομένων. ἔστι καὶ τοὺς κυρίους τῶν κτημάτων πρὸς αὑτοὺς ποιῆσαι φιλανθρωποτέρους, ὡς τὰ μὲν ὀφείλουσιν ἀφεῖναι, τὰ δὲ καὶ δοῦναι, ἤντ’ αὖ δίκης που πρὸς
10ἀλλήλους δέωνται, τοῦτον εἰσιέναι, πλὴν εἴ τι δέοιτο μείζονος.
Or
.

47

.

20

πάσαις δὲ ἐπικουρίαις οὐ χρη‐ στέον, κἂν ὦσιν οὐ κατὰ νόμον κἂν ποιῶσί με τῶν ἐμῶν ἄκυρον. εἰσὶν ἡμῖν, ὦ βασιλεῦ, πόλεις ἐπὶ τῶν ὁρίων τῶν πρὸς τοὺς βαρβάρους. ἢν οὖν ἔριδι καὶ
5φιλονεικίᾳ τινὶ πόλις ἐλαττουμένη πόλεως καλέσῃ συμ‐
μάχους τοὺς γείτονας βαρβάρους, ἀνεκτὸν 〈ἢ〉 καλόν τι ποιήσει καὶ ἐπαίνων, ἀλλ’ οὐ τιμωρίας ἄξιον; ἐμοὶ μὲν κἂν κατασκαφῆναι δοκεῖ καὶ τοῖς πολίταις γενέ‐ σθαι τάφος, ἵνα μὴ τοιαῦτα νικῴη. εἰ γὰρ καὶ κρα‐
10τεῖν ἔδει προσθήκῃ τινί, ταύτην ἔνδοθεν ἔδει καὶ παρὰ τῶν οἰκείων εἶναι.
Or
.

47

.

21

οὐδὲ γὰρ οἰκέτην ἄξιον δίκης ἐφ’ οἷς ἔπαθεν ἀξιοῦντα τυχεῖν εἰς τὸν δεῖνα καὶ τὸν δεῖνα βλέπειν καὶ παραστάντα ἱκετεύειν τὸν οὐ κύριον ἀφέντα τὸν δεσπότην. οὐδὲ γὰρ ἅπας ἔτ’
5ἂν εἴη τοῦ δεσπότου, ἀλλ’ οὐκ ἂν μικρὸν μέρος τοῦ βεβοηθηκότος ποιοῖ μερίζων μὲν τὴν εὔνοιαν, μερίζων δὲ τὰ τοῦ σώματος. καὶ γὰρ καὶ τοῦτον ἐχρῆν λαμ‐ βάνειν μὲν δίκην, λαμβάνειν δὲ διὰ τοῦ δεσπότου· τὸ δὲ δι’ ἄλλου κἂν ἀποστερήσαι τοῦ δούλου πολλάκις
10τὸν δεσπότην καταπεφρονημένον ἐκ τῆς παρ’ ἄλλου βοηθείας.
Or
.

47

.

22

Τί οὖν, φησίν, εἰ τῆς χρείας ἐλάττων ὁ τὸν ἀγρὸν ἔχων εἴη καὶ δέοι δυνατωτέρας κεφαλῆς; ὁ μὲν λεγέτω πρὸς ἐκεῖνον, ἐκεῖνος δὲ πρὸς τοῦτον, καὶ σὺ μὲν ἐκείνου, τούτου δὲ ἐκεῖνος
5δείσθω. καὶ σύ τ’ ἂν ὠφελοῖο ταύτῃ βλάπτοιτό τ’ ἂν οὐδ’ ἐκεῖνος πεπηγυίας τῆς περὶ ταῦτα τάξεως. οὐ γὰρ δὴ τοῖς μὲν περὶ τὴν γῆν τούτοις καὶ πόρρω τῶν πόλεων καὶ βουσὶ συζῶσιν ἐπείθοντ’ ἂν καὶ συνέ‐ πραττον, τοῖς δὲ ἐκείνων κυρίοις οὐκ ἂν προσεῖχον
10οὐδ’ ἂν τὸ μὲν παρ’ ἐκείνων λαβεῖν ἡγοῦντο καλόν, τὸ δὲ παρὰ τούτων οὐ καλὸν καὶ ταῦτα ἴσον ὄν. ἔστι δ’ οὐχ ὅμοιον τοὺς δεσπότας ὑπὲρ τῶν ἐργαζο‐ μένων δοῦναι τοῖς δυναμένοις ἢ τοὺς ἐργάτας ἐπὶ τοῖς δεσπόταις. τὸ μὲν γὰρ βεβαιοῖ τὰ ὄντα τοῖς ἔχουσι,
15τὸ δ’ οὐκ ἐᾷ θαρρεῖν ὡς ἐπὶ σαθροῖς.
Or
.

47

.

23

ἔτι τοίνυν ἔστι παρ’ οὐκ ὀλίγοις τούτων καὶ τὸ δύνασθαι παρ’ ὅτου καὶ τὸ βοηθεῖν ἄλλοις ἔστι. πῶς οὖν οὐχ ἱκα‐ νὸν αὐτοῖς, μᾶλλον δὲ καὶ τούτοις καὶ τοῖς τούτων
5πράγμασιν [ἱκανὸν] οἱ στρατηγοὶ κτώμενοι δι’ αὑ‐ τῶν τὴν πλεονεξίαν; εἰ γὰρ δὴ διὰ τῶν δεσποτῶν, οὐχὶ καὶ κατ’ αὐτῶν τὰ αὐτῶν ἕξειν ᾤοντο. βουλο‐ μένοις δ’ ἦν κατὰ πρώτων, ἔπειτα καθ’ ἑτέρων μυρίων, ὅπως ἐξείη δρᾶν ἃ πρότερον διῆλθον. διὰ τοῦτο τοὺς
10τὴν καλὴν μέν, ἄοπλον δὲ κεκτημένους δύναμιν οὐδὲ ζῆν νομίζουσιν.
Or
.

47

.

24

Οὐδὲν δεινόν, φησί, προσλαβεῖν κηδε‐ μόνας. καὶ μὴν οὐ τοῦτ’ 〈ὂν〉 ἐν τῷ λόγῳ τῷ περὶ τῶν οἰκετῶν ἐδείκνυτο. ταὐτὸ δέ μοι καὶ περὶ τῶν γεωργῶν εἰρήσθω. καὶ γὰρ εἰ λίαν ὧν εἰσιν ἀφῄρηνται
5παρὰ τοῦ θεοῦ τὸ δύνασθαι, βέλτιον ζῆν ἐν τῇ ’κείνων
ἀσθενείᾳ καὶ ἀνέχεσθαι τῆς τύχης ἢ τοιαύτην ὠνεῖσθαι δύναμιν καὶ τοὺς κεκτημένους ἐλέγχειν, ἐπεὶ καὶ γυνὴ δυοῖν ἀνδροῖν οὖσα δυνατωτέρα ἂν εἴη, ἀλλ’ οὐκ ἂν συνησθείης ἐχούσῃ τὸν μὲν γάμῳ, τὸν δὲ μοι‐
10χείᾳ. καίτοι καὶ πλουσιώτερον ἔστιν εἶναι τὸν μοιχὸν πολλαχοῦ, παρ’ οὗ πλείω τῇ γυναικὶ γένοιτ’ ἂν ἢ τοῦ λαβόντος αὐτὴν μεθ’ Ὑμεναίου. ἆρ’ οὖν οἴσομεν λε‐ γούσης, ὡς οὐκ ἴσον εἷς καὶ δύο οὐδὲ μέγας καὶ βρα‐ χὺς οὐδὲ ὡραῖος καὶ ἄμορφος; οὕτω μὲν ὃ μάλιστα
15συνέχει τὸν βίον, ὁ περὶ τοὺς γάμους νόμος, οἰχήσεται.
Or
.

47

.

25

Ἐρεῖ τοίνυν τις τοιοῦτον τῶν τὰς ἀρχὰς κολα‐ κευόντων λόγον, ὡς ἐλάττω πρόσεισι τοῖς στρατηγοῖς, εἰ τοῦτ’ ἐπισχήσει τις τὸ ῥεῦμα. καὶ τί δεινόν, εἰ τὰ νῦν προσιόντα κακῶς παύσεται; οὐ γὰρ τοῦτ’ ἔστιν
5ἄξιον σκοπεῖν, εἰ ἐλάττω λήψονται, ἀλλ’ εἰ δικαιότερον ἐκεῖνο τοῦ νῦν καὶ εἰ πονηρᾶς δόξης ἀπαλλάττει τοὺς ἐπὶ τοῦ στρατηγεῖν. τὸ γὰρ αὐτὸ καὶ τοῖς ἀδικοῦσι κέρδος καὶ τοῖς ἀδικουμένοις, τοῖς μὲν μηκέτ’ ἀδικεῖ‐ σθαι, τοῖς δὲ μηκέτ’ ἀδικεῖν.
Or
.

47

.

26

Ἀθυμήσουσιν οἱ στρατηγοὶ κωλυόμενοι
ταῦτα θερίζειν. καὶ γὰρ οἱ κλέπται καὶ οἱ τοιχω‐ ρύχοι καὶ οἱ βαλαντιοτόμοι καὶ οἱ τῶν τάφων ἁπτό‐ μενοι καὶ οἱ τῶν ἱερῶν χρημάτων πάντες οὗτοι διὰ τὰς
5ἐφ’ ἑκάστῳ τιμωρίας ἄχθονται. ἀλλ’ οἱ μὲν ἄχθονται, οἱ νόμοι δὲ βοῶσιν ἃ ληφθέντες πείσονται. καὶ τὸ μὲν τολμᾶν οὐκ ἀναιροῦσιν ὅλως, αὐτοῦ δὲ τοῦ τολ‐ μᾶν οὐ μικρόν. καὶ οὐδεὶς οὕτως ἀπονενοημένος ὅστις ἂν εἰπεῖν ὑπομείναι, ὅτι, ὦ βασιλε, τοὺς
10κωλυτὰς τῶν ἀδίκων τούτων ἀνέλωμεν νόμους, ἵνα μὴ λυπῶμεν τοὺς ἀπὸ τούτων οὐκ ἐωμένους πλουτεῖν μηδ’ εὐποριῶν δοκῶμέν τισι φθονεῖν.
Or
.

47

.

27

μὴ τοίνυν μηδὲ τοῖς στρατηγοῖς ὁδὸς ἀνεῴχθω κερδῶν κακῶν μηδὲ τὸ μὲν τούτων ὁράτω τις, τῆς δὲ τῶν ὀλίγα κεκτημένων μερίδος ἀμελείτω, οὐδὲ γὰρ τοῦτο σώζει Ῥωμαίοις τὴν ἰσχὺν καὶ τοῖς πολεμίοις
5τὸν φόβον, ἐὰν καθ’ ἡμέραν τε καὶ νύκτα καινῶν δέῃ κιβωτῶν τοῖς στρατηγοῖς διὰ τὸν ἐπιρρέοντα πλοῦ‐ τον, οὐ γὰρ πλούτῳ γένοιτ’ ἂν στρατηγικώτερος, ἀλλ’ ἀρετῇ καὶ τέχνῃ καὶ δόξης ἔρωτι καὶ τῷ μᾶλλον ψόγον δεδιέναι θανάτου.
Or
.

47

.

28

οὐδ’ οὗτος ἂν εἰκότως ταύτην ἄρχοι τὴν ἀρχήν, ὅτῳ πλῆθος ἔνι ταλάντων ἐξαριθμεῖν, ἀλλ’ ὅτῳ λαφύρων καὶ αἰχμαλώτων καὶ τροπαίων, οἵους τοῖς πατράσιν ὑπῆρχεν τοῖς ἡμετέροις ὁρᾶν. ὧν ὁ
5πλεῖστον μὲν χρόνον, πλείστων δὲ ἡγησάμενος στρα‐
τιωτῶν ἕνα μὲν μόλις ἀγρὸν ἐπρίατο, ἔτι δὲ τῶν οὐκ ἐπαινουμένων, οἰκέτας δὲ εἶχεν ἕνδεκα, ἡμιόνους δώ‐ δεκα, τρεῖς δὲ ἵππους, κύνας δὲ Λακαίνας τέτταρας, ἀλλ’ ὅμως δέος μὲν αὐτοῦ ταῖς τῶν βαρβάρων ἐνῴκει
10ψυχαῖς. τηθίδα δ’ ἐμὴν ἔγημεν ἐπὶ μεγίστῃ προικί, ἔδνα δὲ ἦν τὸ κλέος. ὁ δὲ γήμας οὐδὲ δει‐ πνῶν ἐμεθύσκετο, οὐδὲ γὰρ ἐν τῷ στρατηγεῖν οὔτε καλῶν οὔτε καλούμενος, ἀλλ’ ἦρχε καὶ τῆς γαστρὸς οὐχ ἧττον ἢ τῶν στρατιωτῶν. τοὺς δὲ νῦν καὶ αὐτὸ
15τοῦτο διαφθείρει τὸ ζῆν ἐν τοσούτοις ποιοῦν αὐτοὺς φιλοψύχους ἀντὶ φιλοτίμων καὶ πεῖθον φεύγειν ἀπὸ τῶν καλῶν κινδύνων ἐπὶ τὰ παρέχοντα τρυφᾶν.
Or
.

47

.

29

διὰ τοῦτο πάντας ὑμᾶς οὐ πλούτου πορίζειν ἔδει τοῖς στρατηγοῖς ἀφορμάς, ἀλλ’ ἔργων μεγάλων ἐπιθυμητὰς ἀποφαίνειν. νῦν δὲ ἓν βλέπουσι, χρήματα, καὶ πᾶσα
5πρόφασις τοῦτο δυναμένη ταχέως ἁρπάζεται, καὶ τηλι‐ καῦτά σφισιν ἔνδον ὄρη χρυσοῦ καὶ ἀργύρου προσ‐ τιθεμένων ἄλλων ἄλλοις ἀναβέβηκεν, ὥστ’ ἀπιστεῖν ἀκούοντας τῶν ἐπὶ τούτῳ τεταγμένων, εἰ ἔστιν αὐτοῖς ὅσον ἔστιν. ἐν δὲ τοῖς ὑμετέροις θησαυροῖς, οὓς ἔδει
10γέμειν μᾶλλον τῆς ἀρχῆς ὄντας ἢ 〈τοὺσ〉 τῶν ἐπ’ αὐτοῖς ὄντων, μικροῦ τοὔδαφος ἅπαν ὁρᾶται, τὸ κρυπτό‐ μενον δὲ ὀλίγον. ὑμεῖς δὲ ἀμφότερα εἰδότες οὐδὲν ἐκείνων ἐπὶ τοὺς πολέμους ἕλκετε, ἀλλὰ κειμένων ἀπέχεσθε καὶ ταῦτα ὄντος λογισμοῦ τοῦ παραινοῦντος
15ἅπτεσθαι.
Or
.

47

.

30

ἡδέως δ’ ἂν ἠρόμην αὐτοὺς ἐναντίον τοῦδε τοῦ θρόνου, τί καὶ βούλεται τὸ πλῆθος αὐτοῖς τούτων τῶν χρημάτων καὶ τίς ὁ νοῦς τῶν σωρῶν. οὔτε γὰρ θυγατέρας λέγοντες λέγοιεν ἄν τι οὔθ’ υἱοὺς
5οὔτε γάμους ἢ ’κείνων ἢ τούτων οὔτε καιρὸν εἰς ὑπά‐ τους ἄγοντα οὐδ’ ἄλλην ἄμεμπτον δαπάνην οὐδεμίαν. ἀναγκάζετ’ οὖν ἐπ’ ἐκείνην ἰέναι καὶ τὸν οὐ βουλό‐ μενον, ἣν οὐδὲ ὄναρ ἐννοεῖν ἀσφαλές. οὕτως εἴ τις ὑμᾶς ἐν ἐλάττοσι ποιήσειεν, εὐεργέτης ἂν εἴη μᾶλλον
10ἢ εἰ πάντα δοίη.
Or
.

47

.

31

εἰ δ’ οὐκ ἂν δύναιντο μὴ λαμ‐ βάνειν, ἀλλ’ ἀνάγκη νοσεῖν, πολλοὶ κρουνοὶ τούτοις ῥέουσιν ἀπὸ πολλῶν τῶν πηγῶν ὁρμώμενοι καὶ πολλάκις ἕκαστον Μίδαν ποιοῦντες καὶ Κινύραν καὶ
5τὰ τούτων. τοσοῦτον μέν ἐστι τὸ παρὰ τῶν περὶ αὐ‐ τοὺς τῶν διδόντων, ὅπως αὐτοῖς ἐξείη λαμβάνειν, τοσοῦτον δὲ τὸ παρὰ τῆς τροφῆς τῶν λόχων. οἷς ἔνι ζῶντα ποιεῖν τὸν οἰχόμενον ἐσθίειν τε αὐτοῖς ἐν τῷ τοῦ τεθνεῶτος ὀνόματι.
Or
.

47

.

32

ὄντων δὲ τούτων μεγά‐ λων εἰσὶ Πακτωλοὶ μείζονες, χρυσὸς ὁ δικαίως μὲν
ἂν μείνας ἐν ταῖς χερσὶ τῶν στρατιωτῶν, μεθιστάμενος δὲ ἐπὶ τὰς τῶν στρατηγῶν, ᾧ πένης τε καὶ ἀθυμό‐
5τερος ὁ μάχιμος γίγνεται μέρη τε ὑποδημάτων φορῶν καὶ χλαμύδος εἴδωλον. πολλάκις δὲ καὶ ἀπὸ τῆς γα‐ στρὸς ἡ φορά, ὥστ’ ἄγουσιν ἐπὶ τὰς μάχας πεινῶντα σώματα.
Or
.

47

.

33

ἐξεύρηται δὲ καὶ ἄλλα σοφίσματα χρυσίτιδος γῆς οὐ χείρω. βραδυτὴς τῆς βουλῆς περὶ τιμὴν οὐκ ἀρχαίαν μέν, εἰσελθοῦσαν δὲ ὅμως, εἶτα τοῦτ’ ὀργὴν ἐποίησεν, εἶθ’ αἱ καταλλαγαὶ χρήματα.
5χρήματα δὲ κἀκεῖθεν· στρατιώτης ἀγοραῖον ἐρεθίζει σκώπτων καὶ κνίζων ῥήμασι καὶ λαμβανόμενος καὶ ἕλκων καὶ ἐπισπώμενος. εἶθ’ ὁ μὲν ἅπτεταί πως καὶ αὐτός, τῶν πεπραγμένων δὲ οὐκ ἴσων εἶναι δοκούντων, μὴ γὰρ εἶναι φωνὴν ἢ χεῖρα τοῖς τοιούτοις ἐπὶ τὸν
10στρατιώτην, ἁρπάζεθ’ ὁ κατηναγκασμένος ἀλγῆσαι καὶ ἔστιν ἐν τοῖς σημείοις καὶ τὸ μὴ τυπτόμενος ἀποθα‐ νεῖν ὠνεῖται. πολλὰ τοιαῦτα καθ’ ἑκάστην ἡμέραν καὶ σπείρεται καὶ θερίζεται μικρὰ πρὸς τὸ ῥηθησό‐ μενον. τὸ δέ ἐστιν αἱ τιμαὶ τῶν ἀρχῶν, ἄργυρος,
15ἄχθος καμήλων. καὶ παραλείπω τἀκ τῆς ὑμετέρας οἰκίας εἰς τὰς ἐκείνων καθ’ ἕκαστον ἐνιαυτὸν ἰόντα.
Or
.

47

.

34

τί οὖν δεῖ μετὰ τοσοῦτον ὄμβρον λημμάτων ἀθλίους ποιεῖν ἀνθρώπους οἷς οὐδὲν ἔνι πλὴν τῶν
ἀγρῶν; τί δ’ ἀσεβεῖ πόρῳ τὰ αὑτῶν ἐπὶ μεῖζον ἄγουσι συμπράττειν; μᾶλλον δὲ πολλοὶ μὲν ἄδικοι,
5οὐδὲ γὰρ οἱ παρὰ τῶν δυνάμεων δίκαιοι, πολλῷ δὲ οὗτος ἀδικώτατος. πατήρ μοι κατέλιπεν ἀγρὸν ἢ μήτηρ ἢ οἱ τούτους τεκόντες ἢ ἐπριάμην αὐτός, ἐν ᾧ γεωργοὺς εἶχον σωφρονοῦντας προσκυνοῦντας τὴν Τύχην ἐν ταῖς παρ’ ἐμοῦ φιλανθρωπίαις. εἶτα σὺ
10τούτους λαβὼν ἐκμαίνεις καὶ κινεῖς ἀνελπίστους πολέ‐ μους καὶ ποιεῖς ἀνθρώπους εὐγενεῖς ἀπόρους.
Or
.

47

.

35

Ἀλλ’ οὗτοι μὲν ἑκόντες οὐκ ἄν ποτε χαλινώ‐ σαιεν τὴν ἑαυτῶν ἀπληστίαν, τῆς σῆς δὲ δεῖται τὸ πρᾶγμα, βασιλεῦ, καὶ φρονήσεως καὶ τύχης· σὺ γὰρ μόνος ἂν ἰατρὸς κατασταίης ἕλκους οὐ φορητοῦ. καὶ
5μήτοι νομίσῃς ἀκούσεσθαι παρ’ ἐμοῦ περὶ νόμου τοὺς μὲν ἐπισχήσοντος, τοῖς δὲ βοηθήσοντος. ἔστι γὰρ καὶ γέγραπται καὶ κεῖται νομοθέτην ἔχων τὸν σβέσαντα μὲν τυραννίδα, στήσαντα δὲ Σκυθικὴν φλόγα, καὶ μέγιστόν ἐστί μοι κατὰ τῶν πραττομένων, ὅτι μου συνα‐
10γορεύει τῷ λόγῳ διὰ τοῦ νόμου βασιλεὺς θεοείκελος, εἶπεν ἂν Ὅμηρος, τῇ ψυχῇ μᾶλλον ἢ τῷ σώματι.
Or
.

47

.

36

Τί οὖν νῦν ἐσπούδακα νόμου πάλαι περὶ τού‐ των κειμένου; οὐ τὸ τεθῆναι νόμον, γελοῖον γάρ, ἀλλὰ τὸ μὴ γεγράφθαι μάτην. μάτην γὰρ δὴ γέγραπται,
μάτην, ὦ βασιλεῦ, ὄντων μὲν τῶν προσιόντων, ὄντων
5δὲ τῶν δεχομένων καὶ τῶν μὴ ζητούντων τοὺς συνα‐ γωνιουμένους καὶ τῶν τοῦτο ποιούντων. ἃ γὰρ ἂν ἐδρᾶτο μηδενὸς νόμου κωλύοντος, ταῦτα κωλύοντος γίγνεται καὶ τό τε ἔργον πολὺ τό τε ὄνομα πανταχοῦ.
Or
.

47

.

37

δέομαι δή σου κυρῶσαι τῇ τῶν οὐ πεισθέντων τιμωρίᾳ τὸν νόμον. ἢ τί τὸ κέρδος τῶν γραμμάτων, ὅταν μηδὲν διαφέρῃ τῶν γεγραμμένων ἀνθρώπων παρ’ ὧν γένοιτ’ ἂν οὐδέν; τουτὶ δὲ ζημία μὲν τοῖς βασι‐
5λευομένοις, οὐ καλὸν δὲ τῷ θέντι τὸν νόμον τοῦ δόξαντος ὄντος ἀκύρου. ἀλλ’ ὁ μὲν τὸν τοῦ δεῖνος ὑπερβὰς νόμον δώσει δίκην, ὁ δὲ σὸν ἀθῷος ἄπεισιν; καὶ τοῖς μὲν ἄλλοις ἐμμενεῖ τοῖς σοῖς, τούτου δὲ κρείττων ἔσται τῆς αὐτῆς καὶ γνώμης ὄντος καὶ
10πορφύρας;
Or
.

47

.

38

δὸς δὴ νεῦρα τῷ νόμῳ καὶ ποίη‐ σον αὐτὸν ὡς ἀληθῶς νόμον ἀντὶ ψιλῆς προσηγορίας. εἰ δὲ οὐκ ἐθελήσεις, ἐξάλειψον. τοῦ γὰρ κείμενον ὑπερορᾶσθαι βέλτιον τὸ μηδὲ κεῖσθαι. ἀλλὰ μήποτε
5τοῦτ’ ἐπίδοιμι γιγνόμενον, ἀλλ’ ἐκεῖνός τε ἀθάνατος μετὰ τοῦ σοῦ σπέρματος μένοι καὶ τῇ τῶν ἠδικηκότων
δίκῃ τὰ λοιπὰ βελτίω γένοιτο.
Or
.

48

t

ΠΡΟΣ ΤΗΝ ΒΟΥΛΗΝ.
Or
.

48

.

1

Ὅσοις μὲν πρὸς ὅσους ἐχρησάμην ὑπὲρ ὑμῶν παρὰ πάντα τὸν χρόνον, ὦ βουλή, λόγοις οὐ πρὸς τοὺς ὑπὸ τοῖς βασιλεῦσιν ἔχοντας τὰς ἀρχὰς μόνον, ἀλλὰ καὶ πρὸς αὐτῶν ἐκείνων τὸν ἄριστον, οὔθ’ ὑμᾶς
5οὔτ’ ἄλλων ἀνθρώπων οὐδὲ ἕνα ἀγνοεῖν ἡγοῦμαι. καὶ γὰρ εἰ δύναμιν ἔχοντάς τινας οἷς ἐπαρρησιαζόμην ἐλύ‐ πουν, δεινότερον ὅμως ἐδόκει μοι τοῦ παθεῖν τι κακὸν εἰπόντα ἃ προσῆκεν ἡ μετὰ τῆς σιωπῆς ἀσφάλεια·
ἐπεὶ δ’ ὑμῖν ὑπὲρ ὑμῶν αὐτῶν διαλεχθῆναι καιρός,
10οὐδὲ τοῦτο παρήσω τῶν ἀτόπων εἶναι νομίζων ἑτέρους μὲν ἀξιοῦν εὖ ποιεῖν ἡμῖν τὴν βουλήν, αὐτὴν δὲ μὴ πείθειν τῶν αὑτῆς προνοηθῆναι.
Or
.

48

.

2

Ἐλπίζω μὲν οὖν ὑμᾶς ἔσεσθαί μοι χαλεπούς, εἰ καὶ τὸ συμφέρον ἔχουσαν κομίζων ἥκω γνώμην. πεφύκασι γὰρ ἄνθρωποι τῶν σὺν μέμψεσιν ὠφελίμων προκρίνειν τὰς μετὰ βλάβης χάριτας. ἀλλ’ οὔτε πρὸς
5ἄλλους ἐγὼ τοιοῦτος οὔτε νῦν πρὸς ὑμᾶς, ὡς τοῦ μὲν μισουμένου καὶ δίκας ἐθέλοντος λαβεῖν ἐκεῖνο ἂν ἦν, τοῦ δὲ τιμῶν τετυχηκότος καὶ δικαίως ἂν ἀμοιβὰς ἀποδόντος τοῦτο. καὶ δοῖεν μὲν οἱ τὴν πόλιν ἡμῖν ἔχοντες θεοὶ τῆς τε παραινέσεως ὄνησίν τινα γενέσθαι
10καὶ πεισθῆναι τοὺς ἀκούοντας τῶν ὠλιγωρημένων ποι‐ ήσασθαι πρόνοιαν. εἰ δ’ οὖν καὶ μάταιόν μοι τὴν συμβουλὴν ἀποδείξετε, κέρδος ἔμοιγε ἱκανὸν τὸ συμ‐ βεβουλευκέναι.
Or
.

48

.

3

Ἦν, ὅτ’ ἦν ἡμῖν ἡ βουλὴ πολλή τις, ἄνδρες ἑξακόσιοι. οὗτοι μὲν ἐλειτούργουν τοῖς οὖσιν, ἕτεροι δὲ τοσοῦτοι τὸ κελευόμενον ἐποίουν τοῖς σώμασι. τοῦτο τὸ καλὸν μέχρι τῆς τοῦ δεῖνος βασιλείας σῶον
5ὑπῆρχε τῇ πόλει, μετὰ ταῦτα δὲ οὐκέτι πολλῶν πολλα‐ χόθεν ὀλέθρων τῇ βουλῇ λυμηναμένων. ὥστε ἕκαστον ἔτος ἀεί τι τοῦ πληρώματος ἀφαιρούμενον διήρχετο. καὶ τὰ τούτων ἦν ὁρᾶν ἑτέρους γεωργοῦντας τό τε καταλειπόμενον ἀσθενέστερον ἐγίγνετο διχόθεν, τῷ
10μήτ’ ἀριθμῷ τοσοῦτον ὅσονπερ πρότερον εἶναι καὶ τῷ τὰς οὐσίας αὐτοῖς εἰς ἔλαττον ἰέναι.
Or
.

48

.

4

καὶ τί με χρὴ τὰ παρ’ ὑμῶν ἐν τοῖς δικαστηρίοις εἰρημένα πολλάκις αὐτὸν διεξιέναι; πολλῶν γὰρ στομάτων οὗτος ὁ θρῆνος ἠξίωται. τὰς μὲν οὖν συμφορὰς οὐ κακῶς τετραγῳδή‐
5κατε, περὶ δὲ τὴν τουτωνὶ τῶν κακῶν ἐπανόρθωσιν οὐκ ἀκριβεῖ σπουδῇ τε καὶ προθυμίᾳ κεχρημένους ὑμᾶς εὑρίσκω. μετὰ γὰρ δὴ τὸ εἰπεῖν· οἰχόμεθα, ἀπολώλαμεν, ἦμεν ἑξακόσιοι , νὴ Δία γε, δὶς τοσοῦτοι, νῦν δ’ οὐδὲ ἑξήκοντα μικρὰς συλλαβὰς
10προσθέντος ἑνός τινος περὶ τοῦ δεῖν γενέσθαι τινὰς τῆς βουλῆς παρὰ τῆς ἀρχῆς ἀπήλθετε καὶ δεδώκατε πολλοῖς περὶ ὑμῶν λέγειν εἰκότως, ὡς ἀφοσιοῦνται καὶ φασὶ μὲν δεῖσθαι προσθήκης, ὅπως δὲ μὴ τοῦτο ἔσται ποιοῦσι μένειν τε αὑτοῖς βουλό‐
15μενοι τὴν τῶν ὀδυρμῶν ὑπόθεσιν, ἵν’ εἴη καὶ ἀδικοῦσι συγγνώμη, καὶ ἅμα δεδιότες μὴ κοι‐ νωνοὺς λάβωσι τῶν λημμάτων ἢ καί τινες αὐ‐ τῶν ἱκανώτεροι φανέντες μείζω κατακτήσωνται δυναστείαν.
Or
.

48

.

5

ἐγὼ δὲ τοῦτον μὲν οὐ προσίεμαι
τὸν λόγον, ἐκεῖνο δὲ οἶδα, ὅτι εἰ καὶ μὴ κακία, ῥᾳθυ‐ μία γε νωθρὰς ἐποίει τὰς βοηθείας. πολλάκις, ἐρεῖτε, περὶ τούτων εἰρήκαμεν, τὸν πεισόμενον δὲ οὐκ
5εἴχομεν. οὐ γάρ, ὡς ἐχρῆν, περὶ τοιούτου διείλεχθε πράγματος οὐδὲ ἅπαντι τῷ τόνῳ οὐδὲ ἁπάσῃ τῇ ῥώμῃ οὐδὲ ἄραντες τὴν φωνὴν οὐδὲ εἰς γόνυ πεσόντες οὐδὲ ἀφέντες δάκρυα οὐδ’ οἷς ἠμείψασθε δηλώσαντες ὅτι οὐκ ἀνέξεσθε, ἀλλὰ τὰς ἑτέρων ὁδοὺς ἥξετε. οἷα πολλὰ
10πεποιηκέναι πολλάκις Γαλάτας τούτους ἀκούομεν, οἳ ἐπειδὴ λέγοντες οὐκ εἶχον πείθειν Κωνστάντιον, πρη‐ νεῖς καταπεσόντες [οὐκ εἶχον πείθειν] ἔκλαον καὶ ἅμα τῶν τε ποδῶν εἵλκοντο καὶ ἐδέοντο, ἕως αὐτοῖς ὑπῆρξεν ὑπὲρ οὗ ταῦτα ἐποίουν.
Or
.

48

.

6

ὑμεῖς δὲ οὐδ’ ὅτε ἔναγχος ἐπέμπετε τὴν πρεσβείαν, τοῦτο ἐπηγγεί‐ λατε, ἀλλ’ ὑπὲρ μὲν ἵππων καὶ χρυσίου καὶ γῆς καὶ σίτου καὶ τοιούτων τινῶν ἐκόμιζεν ὁ πρεσβεύων γράμ‐
5ματα καὶ ἦν τοῦ φορτίου ταῦτα οὐ μικρὸν μέρος, περὶ δὲ τοῦ κεκενῶσθαι μικροῦ τὸ βουλευτήριον καὶ τῶν
δικαίων βουλεύειν οὐδὲ γρῦ. καίτοι τίν’ εἶχε πόνον τοῖς πολλοῖς τοῦτο προσθεῖναι; τῷ δ’ ἂν ἀδικεῖν ἐδό‐ ξατε χεῖρας ὀρέγοντες τῇ βουλῇ;
Or
.

48

.

7

ἀλλ’, οἶμαι, βραχὺ φροντίζετε τούτων ὧν μάλιστα προσῆκε. διὰ τοῦτο πᾶσα πρόφασις ἀρκεῖ τοῖς βουλομένοις πρὸς ἀπαλλαγὴν λειτουργιῶν. οὗτος ὁπλίτης, καὶ σιωπᾶται. ἐκεῖνος
5φέρει τὰς βασιλέως ἐντολάς, ἅπτεται δὲ οὐδείς. ἕτερος ἄρχοντι παρήδρευκεν. ἀφεῖται. διατρίβει τις ἐν τῷ πωλεῖν τὴν αὑτοῦ τοῖς δικαζομένοις φωνήν. τὴν πατρῴαν τάξιν οὗτος ὑπερεπήδησε. προσκρούειν γὰρ ἀνάγκη τοῖς τούτων κηδομένοις.
Or
.

48

.

8

καὶ τί δεινὸν ποιοῦντα τὰ δίκαια πρὸς τὴν ἑαυτοῦ πόλιν ἐχθρόν τινα ἐπισπάσασθαι; πῶς δὲ τὴν μὲν ἐκείνων ὀργὴν φοβῇ, ταύτην δὲ τὴν ἀδικίαν οὐ δέδοικας; ἢ κἂν εἰ
5τὴν μητέρα τυπτομένην ἑώρας, εἱστήκεις ἂν οὐδένα ἀμύνων τρόπον, ὅπως εἴης τῷ παίοντι κεχαρισμένος; ταχέως μέντ’ ἂν ἔγνως μείζονι σαυτὸν ὑποθεὶς κιν‐ δύνῳ, τῷ παρὰ τῶν θεῶν, τὸν ἐλάττω φυγών, τὸν παρὰ τῶν ἀνθρώπων.
Or
.

48

.

9

ὃν ἐδείξατε πολλάκις οὐ φοβηθέντες καὶ ταῦτα ἐν πολλῷ τούτου βραχυτέροις. ἵνα γὰρ ἵππος ὑμῖν ἀνθ’ ἵππου καὶ ἡνίοχος ἀνθ’
ἡνιόχου γένηται καὶ πλέον ἀργύριον δοθῇ τοῖς γῆρας
5θεραπεύουσι τυχὸν καὶ μείνῃ παρὰ τοῖς εἰρηνοφύλαξιν ὁ τῶν κορυνηφόρων μισθός, τί μὲν οὐ λέγεται; τί δὲ οὐκ ἀκούεται; δεινὸν δὲ οὐδέν, κἂν ἐξωσθῆναι δέῃ, κἂν εἰς τὸ οἴκημα ἐλθόντα καθῆσθαι. καὶ πλη‐ γὰς δὲ οἶδά που γεγενημένας. εἶτ’ ἐν μὲν τοῖς ἐλάτ‐
10τοσι κοῦφος οὗτος ὁ φόβος, ὑπὲρ δὲ τῶν μειζόνων ἀφόρητος; καὶ τίνα ἂν ἔχοι λόγον;
Or
.

48

.

10

Χωρὶς δὲ τούτων, ὅταν ταῦτα λέγητε, κακίαν ἀρχόντων λέγετε. τετυχήκαμεν δέ, ὡς ἅπαντες ἴσασι, καὶ βελτίστων χαιρόντων τῇ τῶν πολιτευομένων ὑπὲρ τῆς βουλῆς προθυμίᾳ. οἳ οὐκ ἔμελλον δήπου χαλεπῶς
5ὑμῖν ἕξειν τῇ κρηπῖδι τῶν πραγμάτων βοηθεῖν προ‐ αιρουμένοις. ἀλλ’ ὑμεῖς οὐκ ἐν ὁμοίοις ἄρχουσιν ὑμῖν αὐτοῖς ὅμοιοι, ῥᾴθυμοι. καὶ προσγελᾶτε δὴ τοῖς τῆς ἀδείας ταύτης ἀπολαύουσιν αὐτὸς ἕκαστος βουλόμενος ταύτης ἀπολελαυκέναι δοκεῖν.
Or
.

48

.

11

πρῴην τις ἐνεχθεὶς χορηγὸς ἐγγυητὴν καταστήσας ἀπέδρα. πῶς οὖν ὑμεῖς; τὸν μὲν ἐγγυητὴν ἀδικοῦντα οὐδέν, ἐξηπάτητο γάρ, καθείρξαντες εἴχετε, καὶ ὁ θυμὸς πολὺς καὶ αἱ ἀπειλαὶ
5δειναὶ καὶ διασπώμεθα τὸν ἄνθρωπον ἦσαν οἱ λέγοντες, μικρὸν δὲ ὕστερον τὸν ἐξεγγυηθέντα ἠκούο‐ μεν ἀρχὴν πριάμενον τῆς πατρῴας οἰκίας ἀγρὸν αὐτῇ
προστεθεικότα συλλέγειν τὴν τιμὴν τοῖς ἐπὶ τῆς ἀρχῆς κακοῖς.
Or
.

48

.

12

τί οὖν οἱ πάντα σείοντες ὑμεῖς καὶ θανά‐ του τὸν ἐγγυητὴν ἄξιον εἶναι κρίνοντες; εἰρήνην ἤγετε πρὸς τὸν ἠδικηκότα καὶ διαπηδήσαντα τοσοῦτον ἀπὸ τῆς βουλῆς ἐπὶ τὸν θρόνον; καὶ οὔτε βασιλεὺς
5τούτων ἤκουσεν οὐδὲν οὔτε ὕπαρχος οὔτε ἄλλος ἀρ‐ χόντων οὐδὲ εἷς, ἀλλ’ ὡς ἂν ὧν μάλιστ’ ἂν εὔξασθε συμβεβηκότων οὕτω διετέθητε. ἤδη δέ τις αὐτὸν καὶ νοῦν ἔχειν ἔφησε.
Or
.

48

.

13

καὶ πρότερόν γε τούτου δρα‐ σμὸς ἕτερος διὰ θαλάττης, πρᾶγμα καινότατον. ἐκ Σελευκείας ἀνήγετό τις ἐπιστησόμενος Ἴωσιν, οὐκ ἀπο‐ ρῶν, οἶμαι, ζεύγους, ἀλλ’ ἐδεδίει τὴν γῆν. καὶ οὗτος
5τοίνυν δεινὰ ποιεῖν τότε δόξας καὶ τὴν βουλὴν ἀδι‐ κεῖν ἐπανῆκε φίλος οὐδὲν τῶν παρ’ ὑμῶν φοβηθείς, οὐδὲ γὰρ ἦν οὐδέν. ἀλλ’ ἐπὶ μὲν τῶν ἐργαστηρίων ὁ δρασμὸς ἤκουε κακῶς, δι’ ὧν δ’ ἄν τις ἐγένετο καὶ δίκη, παρεωρῶντο. ὁ δὲ μάλα σεμνὸς εἰς τὸ συνέδριον
10εἰσῄει.
Or
.

48

.

14

Τοιαῦτα τὰ παρ’ ὑμῶν εἰς τὴν βουλὴν μιμου‐ μένων τὰ τῶν ἀστυγειτόνων. καὶ γὰρ Ἀπαμέων οἱ βουλεύοντες πολλὰ τοιαῦτά εἰσι κεχαρισμένοι, βέλτιον γὰρ οὕτως εἰπεῖν ἢ πεπρακότες. οἳ τὸν μὲν Δία φασὶν
5αἰδεῖσθαι καὶ προσέτι γε καὶ δεδιέναι πάντα ἐγγύθεν ὁρῶντα, τὴν δὲ τοῦ θεοῦ πόλιν οὐκ αἰσχύνονται ποι‐ οῦντες ἐλάττονα. ἔχω δέ τι τοιοῦτον καὶ περὶ τῶν
ἐν Κύπρῳ βουλευόντων εἰπεῖν. καὶ γὰρ οὗτοι πανοῦρ‐ γον ἄνθρωπον καὶ δολερὸν καὶ ἀλώπεκα δι’ ἀτελείας
10ἀδίκου Μίδαν ἀπέφηναν αὐτοῖς τοῖς παρὰ τῶν αὐτὸν ἀτελῆ πεποιηκότων τόκοις εἰς περιουσίαν ἐπι‐ δόντα. ἐγὼ δὲ ἠξίουν ὑμᾶς ὄντας Ἀντιοχεῖς ἡγεμόνας εἶναι τοῦ προσήκοντος τοῖς περιοίκοις μᾶλλον ἢ κείνοις ἀκολουθεῖν καὶ ταῦτα ἐν τηλικούτοις.
Or
.

48

.

15

Καὶ μὴν κἀκεῖνό γε ἀκούω πολλάκις ἐνταυθοῖ λεγόμενον, ὡς εἴη νόμος βασιλέως ἐνδοξοτάτου πάντας ὧν οἱ πάπποι βουλευταί, δεῖν ἐν τῇ βουλῇ τετάχθαι, κἂν ὦσι θυγατριδοῖ. καὶ ὄμνυτέ γε τοῦτον εἶναι τὸν
5νόμον καὶ παρ’ ὅτῳ κέοιτο προστίθετε, καὶ οὐκ ἀπιστῶ. διὰ τί οὖν μὴ ἧκεν εἰς μέσον; διὰ τί μὴ δέδεικται; διὰ τί μὴ ἀνέγνωσται; διὰ τί μὴ τὸ βουλευτήριον σωμάτων ἐνέπλησεν; εἰ γὰρ ἔστι μὲν ὁ νόμος, εἰσὶ δὲ ὑμῖν γλῶτται, ἔστι δὲ ὦτα τοῖς ἄρχουσι, τί τὸ κωλύον
10τὴν βουλὴν τὰ αὑτῆς κομίσασθαι; ὅτι, φαίην ἄν, ἡ πενία τῆς βουλῆς τοὺς μὲν ὑμῶν οὐ λυπεῖ, τοὺς δὲ τέρπει, τοῖς δὲ καὶ λυσιτελεῖ.
Or
.

48

.

16

διὰ τοῦτο νέοι πολλοὶ τήνδε ἀφέντες παρ’ ἄλλοις λειτουργοῦσιν, εἶτα
ἀναστρέφουσι τὴν ἀσφάλειαν τὴν περὶ ταῦτα παρὰ τῆς μικρᾶς ἐκείνης δαπάνης ἔχοντες, μόνον οὐκ ἐπὶ τῶν
5κεφαλῶν τὸ συνέδριον φέροντες, δεσπόται τῶν ὑμετέ‐ ρων υἱέων οὐδενὶ μὲν δικαίῳ, πῶς γὰρ τῶν τὰ δίκαια πεποιηκότων οἱ ἠδικηκότες καὶ τῶν μεγάλα ἀνηλωκότων οἱ μικρά; δεσπόται δ’ οὖν διὰ τὰ κακῶς δοκοῦντα καὶ νενικηκότα κἀν τοῖς δικαστηρίοις ἑστη‐
10κότας αὐτοὶ καθήμενοι τοὺς ὑμετέρους ὁρῶσι. τού‐ των τοίνυν οὐδὲν ἂν ἦν, εἴ τις ὑμῶν ἤθελε χρῆσθαι τῷ νόμῳ, νῦν δ’ ὁ μὲν νόμος κεῖται, οἱ δὲ τρυφῶσιν.
Or
.

48

.

17

Ὑμεῖς δὲ ἔσεσθαί τινά φατε χρόνον ἀποδιδόντα ταῖς βουλαῖς τὰ ὀφειλόμενα. καὶ τί τοῦτ’ ἀναμένειν ἔδει παρὸν ἔχειν; καίτοι τινὲς ἀπολογοῦνται τῆς Ἰου‐ λιανοῦ μεμνημένοι βασιλείας ἐν ᾗ τινας εἰς βουλὴν
5ἐνέγραφον. καὶ οὐκ ἠλεγχόμεθα, φασίν, ἐπὶ τῆς ἐξουσίας ἀργο. ἐγὼ δὲ ὅτι μὲν καὶ τότε ἐκράτουν αἱ ἄδικοι χάριτες καὶ διεκλάπησαν οὐκ ὀλίγοι τῶν δικαίως ἂν ἐγγραφέντων, ἐάσω. ἀλλ’ ἐκεῖνό γε τίς οὐκ οἶδεν, ὡς οὐδ’ εἰ σφόδρα τινὲς ἐβούλοντο
10μηδένα ἐγγράφειν, ἐξῆν ἄν. εἰ γὰρ ὁ μὲν ὡς μεγάλα εὐεργετῶν τοῦτο ἐδίδου, δέχεσθαι δὲ οὐδεὶς ἠξίου, πονηρόν τ’ ἂν ἦν καὶ δίκης ἄξιον, καὶ σαφὴς ἡ προ‐ δοσία καὶ κεκολάσθαι χρῆν.
Or
.

48

.

18

μὴ οὖν ἃ τοῦ τῆς τιμωρίας ἦν φόβου, ταῦτ’ εἰς τὴν γνώμην ἀνάφερε. τίς γὰρ ἂν ἤνεγκε τὸν ἐκείνου θυμὸν ἔχοντα τὸ δίκαιον, εἰ ὃ τῆς ἀρετῆς τῆς Ἰουλιανοῦ κεφάλαιον ἦν ὀρθωθῆ‐
5ναι τὰς βουλάς, τοῦτό τις ἐνεπόδιζε καὶ κωλυτὴν αὑ‐ τὸν ἐποίει τοῦ μεγίστου πράγματος καὶ ἐφ’ ὅτῳ μάλιστα αὐτῷ φιλοτιμεῖσθαι παρῆν; μὴ οὖν μοι τὴν ἀνάγκην ἀντὶ τῆς προαιρέσεως λέγε, ἀλλ’ εἰ μὴ νῦν, ἡνίκα ἀδεὲς τὸ ῥᾳθυμεῖν, τοῦτο ποιεῖται.
Or
.

48

.

19

Καὶ τί τὸ κέρδος, φήσει τις, ἂν ὁ μὲν βασιλεὺς ἐπινεύσ, τὸ δὲ ἀντικροῦον γέ‐ νηται καὶ τούτῳ τὸ δόγμα λυθείη; οἶδα, ὅθεν ὁ λόγος οὗτος. τὸν Ἀπρώνιον ἐννοεῖτε τὸν ἀπὸ τῆς
5Χαλκηδόνος μέχρι τῶν πρὸς Κιλικίαν ὅρων ἄρχοντα καὶ ὡς ἠλέησε τὰς βουλὰς καὶ ὡς ἐμήνυσε βασιλεῖ τὴν περὶ αὐτὰς τύχην καὶ ὡς ᾔτησεν ἴασιν καὶ ὡς εἰπὼν ἔπεισε καὶ ὡς ἐγένετό τι τὸ μεταπεῖθον.
Or
.

48

.

20

ἀλλὰ πρῶτον μὲν ἀμφοτέροις κόσμος οὐ μικρός, ταῖς τε βουλαῖς τῷ τε Ἀπρωνίῳ, τὸ τὰς μὲν μὴ σιωπῆσαι, τὸν δὲ συναλγῆσαι. ἔπειτα χρὴ νομίζειν τινὰς τῶν φυγὴν
5βουλευόντων μεμενηκέναι γνόντας, ὡς οὐ παντάπασιν
ἠμέληνται παρὰ τῷ κρατοῦντι τῶν πόλεων αἱ βουλαί. εἰ δὲ καὶ μὴ τοῦτο, ἀλλὰ πεφύλακταί γε τῇ σπουδῇ τῇ περὶ ταῦτα ταῖς βουλαῖς τὰ πρὸς αὐτὰς δίκαια, γράμμαθ’ ἃ ἧκεν εἰς τὸ βασίλειον ἀπὸ τῶν ἐκείνων
10λόγων ζητοῦντα ἐπικουρίαν.
Or
.

48

.

21

εἰσὶ δὲ οἳ λέγουσιν αὐτὸν ἐφ’ ὃ μὲν εὐθὺς ἧκεν ἐᾶσαι, βουλεύεσθαι δὲ τοῖς Βαλεντινιανῷ δόξασιν ἀμῦναι ταῖς βουλαῖς. ὃ οὐκ ἂν ἔτ’ ἦν ἐν μετεώρῳ τῶν ἁπανταχοῦ βουλῶν
5τὰ τινῶν μιμησαμένων. εἰ γὰρ ἄλλα ἐπ’ ἄλλοις ἀφι‐ κνεῖτο γράμματα ταὐτὰ δεόμενα καὶ πόλεως ἑκάστης ἑώρα τὴν ῥίζαν κεκακωμένην καὶ γῆ τε καὶ θάλασσα ταὐτὰ ὠδύρετο, πᾶν τὸ μαχόμενον ἡττᾶτο ἂν τοῦ πλή‐ θους τῶν ἱκετευόντων. νῦν δὲ τοῖς οὐ δεηθεῖσι τὰ
10τῶν δεηθέντων βέβλαπται. ὥστ’ εἰκὸς ἂν καὶ ἡμῖν ἐγκαλοῖεν οἱ περὶ τὸν Πόντον ὡς παρ’ ἡμᾶς ὧν ἔχρῃζον ἀτυχήσαντες, καὶ μᾶλλόν γε ἡμῖν ἢ ἄλλοις, ὅσῳπερ ἐν μείζονι τάξει τὸ τῆς Ἀντιοχείας ὄνομα.
Or
.

48

.

22

Πρὸς τοίνυν τούτοις κἀκεῖνο ἄν τις ὑμῖν ἐπι‐ τιμήσειεν, ὅτι πλέοντας καθ’ ἕκαστον ἔαρ ὁρῶντες τῶν ἔτι βουλευόντων ἢ βεβουλευκότων γε παῖδας τοὺς μὲν
εἰς Βηρυτόν, τοὺς δὲ εἰς Ῥώμην οὔτε ἄχθεσθε οὔτε
5ἀγανακτεῖτε οὐδ’ ὡς τοὺς ἄρχοντας εἰσιόντες φθέγ‐ γεσθε τὰ εἰκότα. καίτοι τίς οὕτω βραδὺς τὴν γνώμην ἢ λίαν παῖς ἢ Κρόνος, ὡς μὴ δύνασθαι μαθεῖν, ὅ τι βούλεται τούτοις τὸ πλεῖν; οὔτε γὰρ ὑπὲρ δικαιοσύνης καὶ τοῦ μὴ λαθεῖν τι δράσαντες παρὰ τοὺς νόμους
10εἰς Φοινίκην πλέουσιν οὔτε εἰς τὴν ἑτέραν, ἵν’ ἀφ’ ἑκατέρας φωνῆς ἔχοιεν τὴν βουλὴν ὠφελεῖν, ἀλλ’ ἵνα ἀφορμὴν εἰς τὸ τὴν βουλὴν ἐκδῦναι τοὺς νόμους μὲν ἔχοιεν οὗτοι, τὴν γλῶτταν δὲ ἐκεῖνοι. καὶ οὐκ ἐψεύσθησάν γε ἐλπίδος. ἀλλ’ ἴσμεν οὗ δικαίως ἂν
15ὄντες οὗ καθεστᾶσι νῦν.
Or
.

48

.

23

ἔδει τοίνυν ὑμᾶς εἰδό‐ τας, ὡς ἐπὶ τῇ βουλῇ ταῦτα, βοηθεῖν. καὶ τίς ἂν ἦν λόγος εὐπρεπὴς τοῖς ἐναντιουμένοις πρὸς τοὺς ἔχοντας εἰπεῖν· τί μοι νομοθετεῖς, ἄνθρωπε,
5περὶ παιδείας; πολλαὶ γὰρ ὁδοὶ ταύτης, καὶ πορεύσομαί γε τούτων ἣν ἂν ἐθέλω; σοὶ δ’ ἐξῆν ἀντειπεῖν, ὅτι ὁ ταύτας ἐρχόμενος τὰς ὁδοὺς μονονουχὶ βοᾷ δρασμὸν αὐτὰς ἀπὸ τῆς βουλῆς εἶναι. τῷ γὰρ ἐν ταυταισὶ ταῖς πόλεσι πολιτευομένῳ μάταιον ἐκείνοιν ἑκά‐
10τερον ἢ εἰ μὴ τοῦτο, σμικρόν. ἔδειξαν δὲ οἱ σφόδρα εὐ‐
δοκιμήσαντες ἀπ’ οὐδετέρου τούτοιν εἰς ὄνομα ἐλθόντες. ἀλλ’ ἀπὸ τίνων; ἐκείνων ἃ νῦν ὕβρισταί τε καὶ προπεπηλάκισται οὐ χείρω γενόμενα τὴν φύσιν, πῶς γὰρ ἄν; ἀλλὰ διὰ τοὺς σεμνοὺς τουτουσὶ τοὺς οὐκ
15ἀξιοῦντας εἰδέναι τὰς ἑαυτῶν. ὅστις οὖν ἐπὶ τοὺς νόμους ἐπείγεται, ταὐτὰ δ’ ἂν εἴποιμι καὶ περὶ τῶν ἑτέρων, κέκραγεν οὗτος οὐκ αὐτῶν ἐκείνων ἐρᾶν, τῶν δὲ ἐξ αὐτῶν φυομένων.
Or
.

48

.

24

Οὐκοῦν καὶ σὲ δεῖ σκοπεῖν, ὅπως ἢ ἐμφράξεις τὰς ὁδοὺς ἢ πάλιν ἕξεις αὐτοὺς ἐν τῷ βουλευτηρίῳ. πολλὰ δ’ ἂν ἐξεύροιεν φροντίδες. τὸ δ’ οὖν προχει‐ ρότατον, ὁ πατὴρ εἰσελθὼν εἰς τὸ δικαστήριον ἢ ὁ
5ἐπίτροπος ἢ ὁ ἔφηβος αὐτὸς ὁμολογησάτω, κἂν ἐπ’ ἄκρον ἐκείνοιν ἀφίκηται, μήτοι τῶν γε ὀφειλομένων ἀποστερήσεσθαι τὴν πόλιν. τί τοιοῦτον δεδράκατε, μᾶλλον δὲ ἐμελλήσατε;
Or
.

48

.

25

τῶν ἐν Φοινίκῃ τινὰ βου‐ λὴν ᾄδουσιν ἀπὸ Ῥώμης ἐξ αὐτῶν τῶν τοῦ σοφιστοῦ χειρῶν ἀφελκύσασαν νεανίσκους ἐν λειτουργοῦσιν ἔχειν, ὥστε ἐκείνοις μεταμέλειν τοῦ τε πλοῦ καὶ τῶν
5περὶ τὸν Θύμβριν ἀνηλωμένων. τοῦτο πολλαῖς ἂν ὑπῆρξε πόλεσιν ἐφ’ ὅσας ἡ τοῦ ταῦτα συμπράξαντος
ἄρχοντος ἐγίγνετο πρόνοια. ἀλλ’ οὐκ ἐβουλή‐ θησαν, ὥσπερ οὖν οὐδὲ ὑμεῖς. αἰδεῖσθε γὰρ τοὺς λόγους. τὴν πόλιν δὲ οὔ; τὴν βουλὴν δὲ οὔ; τὴν γῆν
10δὲ ἣ τικτομένους ἐδέξατο, τὸ βουλευτήριον δὲ τουτὶ τὸ δι’ ὑμᾶς ἄθλιον οὐκ αἰδεῖσθε, ἐν ᾧ ποτε τὰς λει‐ τουργίας ἥρπαζον οἱ ἑξακόσιοι;
Or
.

48

.

26

Νόμοι γὰρ ὑπὲρ τῶν συνηγόρων κεῖνται, κἂν ἐπ’ αὐτοὺς ἔλθῃ τις, γέλως πολύς. ὑμεῖς δὲ κειμένους μὲν μὴ παραβαίνετε, διδάσκετε δὲ τοὺς λῦσαι κυρίους, ὡς ἀμείνους αὐτοῖς ἐστι νόμους ἀντὶ
5τούτων θετέον, οἳ βουλήσονται μᾶλλον αὐξηθῆναι πόλεις ἢ τοὺς ἐνίων οἴκους. πολλοὶ δὲ ἤδη νόμοι περὶ τοῦδε τοῦ ἔθνους καὶ ἐτέθησαν καὶ λέλυνται, καὶ δεινὸν οὐδὲν τῶν ὑπὲρ τῶν πόλεων τεθέντων ἀναιρε‐ θέντων τοὺς κατ’ ἐκείνων ταὐτὸ παθεῖν.
Or
.

48

.

27

δ’ ἀνὴρ αἴρεται ἡμῶν καὶ τῷ μήπω † δεῦρ’ ἥκειν ἐζημιῶσθαί φησιν. ἐθελήσει τοίνυν κοσμῆσαι τὴν ἡμετέραν νόμον τιθεὶς σωτῆρα μὲν τῶν βουλῶν, τὸ σπέρμα δὲ παρ’ ἡμῶν εἰλη‐
5φότα. πεμπέσθω τοίνυν πρεσβεία. πάντως δὲ ἐν τοῖς ὀλίγοις ὑμῖν εἰσί τινες τῇ διακονίᾳ πρέποντες. ἀλλ’ οὔτε αἱρήσεσθε πρέσβεις οὔτε ἀποστελεῖτε. περιέσται γὰρ
τῶν βουλομένων, ἂν ἄρα τινὲς βουληθῶσι, τὸ νοσοῦν.
Or
.

48

.

28

Ἥκω δὲ ἐπ’ αὐτὸν ἤδη τὸν κολοφῶνα τῶν κακῶν. οἱ γὰρ διὰ τὴν γενομένην αὐτοῖς ἐπὶ τὰ βελτίω μεταβολὴν τοὔδαφός τε τῆς πόλεως προσκυνεῖν ὄντες δίκαιοι καὶ πανταχόθεν μείζω τὰ ταύτης ποιεῖν καὶ
5τὰ μὲν ὄντα μικρὰ διατηρεῖν, πειρᾶσθαι δὲ τὰ ἀπόντα προσκτᾶσθαι καὶ μηδὲ τοῦ Ἐρεχθέως ἐν ὁμοίοις λεί‐ πεσθαι καιροῖς αὐτοὶ σύμβουλοι βουλευταῖς γεγένηνται πέμπειν εἰς Ῥώμην τοὺς ἑαυτῶν. οἱ δὲ εἰς τὸν λιμένα κατέβησαν εἰδότων, παραινούντων, παρακαλούν‐
10των, ἐπαινούντων, ἴσως τι καὶ προστιθέντων ἀργύριον τῷ παρὰ τῶν γονέων.
Or
.

48

.

29

εἶτ’ ἐρωτῶσι τοὺς ἐπανα‐ πλέοντας τῶν ἐμπόρων, εἰ τῶν λαμπόντων εἰσίν, εἰ τῶν εὐδοκιμούντων, εἰ φίλοι γεγόνασί σφισιν οἱ τὴν Ῥώμην ἄγοντες, εἰ δι’ ἐκείνων αὐτοῖς ἀρχαὶ πλησίον. κἂν
5ἀκούσωσί τι τοιοῦτον οἷον βούλοιντ’ ἄν, εὐθυμία 〈καὶ〉 κρότος καὶ γεγόνασιν ἡδίους. κἂν ᾖ δῆλον αὐτοῖς, ὡς οὓς ἔχουσιν ἐν τῇ βουλῇ παῖδας, ὑπ’ ἐκείνοις ἔσονται καὶ θεραπεύσουσιν υἱεῖς πατέρων τοῖς αὑτῶν πα‐ τράσι δεδουλευκότων, θύουσι τοῖς θεοῖς καὶ συγχαί‐
10ρουσιν αὑτοῖς τε καὶ τοῖς ἀπεσταλκόσι καὶ τοῖς ἀπε‐ σταλμένοις καὶ λέγουσι δὴ σαφῶς, ὡς ἐπανήξουσι τῇ βουλῇ φοβεροί.
Or
.

48

.

30

οἷς δὲ καὶ θυγατέρες εἰσί, συνοι‐
κίζουσι μὲν αὐτὰς στρατιώταις, μέμφεται δὲ ὑμῶν οὐδεὶς τοὺς γάμους, τοῖς βουλεύουσι δὲ τίκτουσι παῖδας αἱ δοῦλαι. εἶτα ἐξελήλυθεν οὐσία τῆς βουλῆς δι’ ὑμε‐
5ναίων καὶ Ῥώμης. ὁ δὲ τοιαῦτα εἰργασμένος πατὴρ διά τε τοὺς κηδεστὰς διά τε τὰς ἐλπίδας τίμιος. ὃν ἐχρῆν ἅπασι φορτίοις πιέζεσθαι καὶ μηδ’ ἀναπνεῖν ἐπι‐ τρέπειν αὐτῷ τῶν ἠδικημένων μηδένα δίκης τε εἵνεκα καὶ ὅπως εἴη τοῖς οὔπω τῇ βουλῇ λυμαινομένοις
10παράδειγμα.
Or
.

48

.

31

Ἤδη τοίνυν τις ὑμῶν καὶ τοιοῦτόν τι πρὸς ταῦτα εἶπεν, ὡς ἀνεπίφθονον, εἴ τις ὀρέγοιτο βελτίονος σχήματος. τοῦτο δέ ἐστι τὴν πολιτείαν καθ’ ἣν ζῶμεν κινούντων. εἰ γὰρ ἐν ᾧ μέν τις ὑπὸ τοῦ νόμου
5τέτακται, τοῦτο καταλείψει, ζητήσει δέ τι μεῖζον, ζητῶν δὲ οὐκ ἀδικήσει, ὁ μὲν στρατιώτης ἕξει τοῦ τα‐ ξιάρχου τὴν τάξιν, τὴν τοῦ στρατηγοῦ δὲ ὁ ταξίαρχος. ἔσται δὲ ὁ μὲν ναύτης ἀντὶ τοῦ κυβερνήτου, ὁ δὲ χορευτὴς ἀντὶ τοῦ διδασκάλου, ὁ δ’ οἰνοχόος τὴν
10κύλικα ῥίψας κατακλινεὶς πίεται μετὰ τοῦ δεσπότου.
Or
.

48

.

32

διὰ τί δὲ καὶ τοὺς τὴν τάξιν λελοιπότας ἀπο‐ τυμπανίζουσιν οἱ στρατηγοί; ῥᾴδιον γὰρ κἀκείνοις εἰπεῖν, ὡς τὸ μὴ μάχεσθαι τοῦ κινδυνεύειν ἄμεινον. ἴσμεν τοὺς ἐπανισταμένους τοῖς βασιλεῦσι πολεμου‐
5μένους καὶ δοκοῦντας θάνατον ὀφείλειν τὴν δίκην. τοῦ χάριν; εἴποι ἂν ὁ πηδήσας ἐπὶ τὴν ἀρχήν· τὸ γὰρ κρατεῖν τοῦ κρατεῖσθαι καὶ τὸ προστάττειν τοῦ τὸ κελευόμενον ποιεῖν αἱρετώτερον εἶναι.
Or
.

48

.

33

τηροῦντα μὲν οὖν τὴν τάξιν ἥτις ἂν ᾖ λαμπρὸν ἐπ’ αὐτῆς εἶναι καὶ καλὸν καὶ εὔδαιμον, τὸ δ’ ἀφορμὴν ποιεῖσθαι λαμπρότητος τὴν εἰς τοὺς νόμους ἀδικίαν ποῦ καλόν;
5τὸ γὰρ δι’ ἀδικίας κτηθὲν πῶς ἂν εἴη δίκαιον; ἀνάγκη γὰρ ἐοικέναι τῇ ῥίζῃ τὸν καρπόν. ὁ δ’ ἐν μὲν τῷ μὴ βουλεύειν ἀδικῶν, ἐκ δὲ τοῦ τοῦτο φεύγειν ἐπ’ ἀρχὴν ἥκων ἴστω τὸ καλὸν τοῦτο κακὸν 〈ἔχων〉 τῷ κακῶς ἐσχηκέναι.
Or
.

48

.

34

φέρε, εἴ τις ἀρρωστούσῃ μητρὶ πένητι μίαν ἐχούσῃ καταφυγὴν τὸν υἱὸν παρακαθῆσθαι μὲν οὐκ ἀξιοίη, χωρήσας δὲ ἐπὶ δένδρα καὶ κήπους καὶ ἄνθη τρυφῶν ἐνταῦθα διάγοι κᾆτα ὡς κακὸς περὶ τὴν
5τεκοῦσαν κρίνοιτο, τοῦτον, εἰπέ μοι, σώσει τὸ τῆς προσεδρείας ἐκείνης ταύτην ἡδίω τὴν διατριβὴν εἶναι; ὦ κάκιστε ἀνδρῶν, ἓν τοῦτο ἑώρας, τὴν τέρψιν, ἃ δὲ ἠδίκεις οὐκ εἶδες οὐδ’ ὡς ἄμεινον ἦν τοῦ κυλινδεῖσθαι ἐν ἄνθεσι τὸ ἀσθενούσης ἐπιμελεῖσθαι μητρός;
Or
.

48

.

35

Οὐ δὴ τοῦτο δεῖ σκοπεῖν, εἰ τὸ μὴ βουλεύειν τοῦ βουλεύειν ἀπονώτερον, ἀλλ’ εἰ τὸ βουλεύειν
τοῦ μὴ βουλεύειν εὐσεβέστερον. εἰ δ’ οὗτοι δόξουσί τι λέγειν, τί μὴ τοὺς λῃστὰς θαυμάζομεν, οἳ ταῖς σφαγαῖς
5τὰς ὁδοὺς κεκλείκασιν, ἀφέντες ὃ νῦν ποιοῦμεν, τὸ σκοπεῖν, ὅθεν ἂν ἀσφάλεια τοῖς ὁδοιπόροις εἴη; καὶ γὰρ τούτοις δοτέον τὰ αὑτῶν οὕτω μείζω ποιεῖν, ἐπειδὴ ταῦτα αὐτοὺς τὰ ξιφίδια βοῶν τε ἀπαλλάττει καὶ ἀρό‐ τρου καὶ σπορᾶς καὶ τῶν ἄλλων τῶν περὶ τὴν γῆν
10πόνων καὶ ταχέως φέρει τὸ πλουτεῖν.
Or
.

48

.

36

ἀλλ’ ἴσμεν δὴ τήν τε κώμην ἐκείνην καὶ τὸ ἐν αὐτῇ γένος ὡς ἐξεκόπη μέχρι τῶν ἐν γάλακτι παιδίων προελθόντος τοῦ πυρός, προνοηθέντος, οἶμαι, τοῦ τότε βασιλέως,
5ὅπως μὴ πάλιν ἀναφύσεται τὸ δεινὸν ἐκεῖνο γένος. διὰ τοῦτο φέρουσαι ταῖς ἀγκάλαις αἱ μητέρες τὰ τέκνα ταῖς τῶν δημίων χερσὶν ἐωθοῦντο μετ’ ὀργῆς εἰς τὴν φλόγα. εἰ δὲ τὸ αὑτῶν ἐποίουν οὗτοι καὶ ἐγεώργουν, οὔτ’ ἂν ἐπλούτουν κακῶς οὔτ’ ἂν ἀπέθνησκον. οὕτω δὴ
10καὶ περὶ τοῦ παρόντος. γιγνέσθω τις εὐδαίμων δίκαιος ὤν, ἀδικῶν δὲ καὶ κατὰ τοῦτο ἰσχύων ἴστω δίκην ὀφείλων τῆς ἰσχύος. ἣν εἰ κατ’ αὐτὸ τὸ δύνασθαι μὴ διδοίη, μειζόνως κακοδαίμων ἢ εἰ ὑπεσχήκει τὴν δίκην.
Or
.

48

.

37

Ἄξιον δὲ μηδὲ ἐκεῖνο παρελθεῖν πολλὴν ἔχον
αἰτίαν. Οὐ βοηθεῖτε τοῖς βοηθείας δεομένοις, οἷς πάρεστι 〈τὸ〉 δύνασθαι. ἀλλ’ οἱ μὲν πωλοῦσι τὰ σφῶν αὐτῶν
5ἀπορίᾳ συμμάχων, ὑμεῖς δὲ πρᾴως φέρετε τὰς τοι‐ αύτας τῶν πράσεων ὡς δὴ οὐδὲν τοῦ κακοῦ μετέ‐ χοντες. καὶ οὐ τοῦτ’ ἔστι τὸ χείριστον, ἀλλ’ ὅτι τῶν μὲν αὐτοὶ καταβάλλετε τὴν τιμήν, τὰ δὲ τοῖς ἐν δυνάμει προξενεῖτε καὶ κολακεύετε τὰς ἐκείνων τρα‐
10πέζας τοῖς τῶν βουλευόντων κτήμασι. κἂν ἀγρόν τις αὐτῶν τοῦ βουλεύοντος θαυμάσῃ καὶ διὰ τοῦ θαυ‐ μάζειν εἰς τὸ ἐρᾶν προέλθῃ, ταχὺ τὸ ἔργον προσετέθη, καὶ ὁ μὲν ἠνάγκασται πωλεῖν, τῷ δὲ ἕτοιμον ἀγοράζειν.
Or
.

48

.

38

οἱ δὲ τοῦτο καταπράξαντες ἠριστευκέναι τε νομί‐ ζουσι καὶ μέγα τεῖχος αὑτοῖς περιτεθεικέναι τὴν τῶν ἐωνημένων χάριν. εἶτ’ αὐτοῖς ἐπὶ τὰς θύρας ὁσημέραι φοιτῶσι καὶ παρακολουθοῦσιν ἐπὶ τὰς τῶν ἵππων φάτ‐
5νας κἂν ἃ τῶν οἰκετῶν ἐστι ποιεῖν ἐπιταχθῶσι, γεγή‐ θασιν. οἱ μισθοὶ δὲ τούτων φαγεῖν, πιεῖν, μεθυσθῆ‐ ναι, βιασθῆναι τοὺς καταδεεῖς. κἂν ἡ Τύχη τινὰ αὐ‐ τῶν ἐξάγῃ τῆς πόλεως, πεσόντες εἰς γόνυ καὶ δεηθέν‐ τες μένειν ἀπεστέρησαν τῶν παρὰ τῆς Τύχης τὴν πόλιν.
10εἶτ’ εὐθὺς παρακαλοῦσιν οἰκοδομεῖν. εἶθ’ ἡ κύων ἐμι‐ μήσατο τὴν δέσποιναν οἰκοδομουμένη καὶ αὐτή. τουτὶ δὲ ἐσμὸς κακῶν ἁπάσαις τέχναις. αἱ δὲ παρὰ τῶν κήπων τῷ ἄστει παραμυθίαι διολώλασι, καὶ πανταχοῦ λίθοι καὶ ξύλα καὶ τέκτονες.
Or
.

48

.

39

Εἶτα θαυμάζετε τῶν ἀρχόντων, εἰ ταῦτα εἰδότες ὑβρίζουσι; τί δαὶ αὐτοὺς ἐχρῆν ποιεῖν; αἰδεῖσθαι καὶ τιμᾶν τοὺς σφᾶς αὐτοὺς τεταπεινωκότας; ὁρᾶθ’ ὡς ὑφ’ ὑμῶν αἱ τιμαὶ τῇ βουλῇ διεφθάρησαν. πῶς
5γὰρ ἂν ὁ δικάζων δύναιτο τὸν τοῦ δεῖνος αἰδεῖσθαι κόλακα τὸν προπεπωκότα αὐτῷ τὰ τῶν ὁμοσκήνων δένδρα, τὸν καταπολεμοῦντα τὴν βουλὴν ἧς καὶ αὐτὸς εἶναι τέτακται;
Or
.

48

.

40

οὐδὲ ταῦρον ἴδοι τις ἂν ἡδέως πηροῦντα τὰς βοῦς τοῖς κέρασιν οὐδὲ κριὸν ἀναρρη‐ γνύντα τῇ κεφαλῇ τοὺς ἄρνας οὐδὲ ἀλεκτρυόνα τῇ τῶν νεοττῶν ἐπιτιθέμενον ἀσθενείᾳ· οὐ τοίνυν οὐδ’ ἐν
5βουλῇ τοὺς πρώτους ἀπολλύντας τοὺς δευτέρους καὶ τρίτους. ὃ κακὸν μέν ἐστι τοῖς προδιδομένοις, κακὸν δὲ τοῖς προδιδοῦσιν. ἐν γὰρ αὐτοῖς τοῖς δοκοῦσι κέρδεσιν ἡ βλάβη. ἢ πόθεν οἴεσθε τὸν δῆμον οὕτως ἐπῆρθαι καὶ ἀσελγαίνειν καὶ παροινεῖν; ἐῶ τὰ ἄλλα.
10ἀλλὰ ἔναγχος οἵας ἀφῆκαν ἐν τῷ θεάτρῳ φωνάς, ἐπεὶ μὴ χρυσίον εὐθέως εἶχε τῆς τραγῳδίας ἀηδὴς ὑπο‐ κριτής. ἤλπιζον γὰρ ὑμᾶς σιγῇ καὶ ταῦτα οἴσειν οὐ κακῶς ἐλπίζοντες. οὔκουν ἐγρύξατε.
Or
.

48

.

41

Γένεσθε τοίνυν ἀμείνους μὲν ὑμῶν αὐτῶν, ὅμοιοι δὲ τοῖς πατράσιν, οἷς τοὺς ἐπὶ τῶν ἀρχῶν καὶ καταπλήττειν ὑπῆρχε. γένεσθε τοῖς πενεστέροις τῶν ἐν τῇ βουλῇ λιμένες καὶ μιᾷ γνώμῃ τὰ συμφέροντα
5καὶ ζητεῖτε καὶ πράττετε. καὶ τὸ ἑνός τινος ἀγαθὸν κοινὸν κεκρίσθω καὶ τὸ δυσχερὲς ὡσαύτως. ὡς νῦν γε ἐπιχαίρομεν ἀλλήλοις, καὶ οἱ μὲν πιέζουσιν, οἱ δὲ καταρῶνται. μηδὲν ὑμῖν ἔστω φοβερώτερον τοῦ τὴν πατρίδα κακοῦν μηδ’ αὐτὸς ὁ θάνατος.
Or
.

48

.

42

Ἀλλ’ ἀγέσθω τις ἐπὶ τὸ βουλεύειν, κἂν μέλλῃ τό τινος λυπήσειν βαλλάντιον. οὐχ ὁρᾶτε τὸν Λητόϊον ὡς καλὰ περὶ αὑτοῦ διηγεῖται πολλάκις, τὸν Μακρέντιον, τὸν Μάτερνον, τὸν Ἰουλιανόν, πολλοὺς
5ἄλλους, τὰς ὑπὲρ τούτων πρὸς τοὺς στρατηγοὺς μάχας, ἃς οὐκ ἀζημίους μέν, καλὰς δὲ καὶ οὕτως ἐνόμιζεν; τί τοιοῦτον ἔστιν ὑμῖν εἰς φιλοτιμίαν ἐπαῖρον; περὶ τοῦ τῶν ὑμετέρων ἐν συνουσίαις διατρίψετε; τίνος
μνημονεύοντες ἀμείνους εἶναι δόξετε; νίκας μὲν Ὀλυμ‐
10πικὰς οὐκ ἐρεῖτε οὐδὲ αἰχμαλώτους καὶ λάφυρα· εἰ δὲ μήτε ἐκεῖνα μήτε ταῦτα, τῷ ποτε χρήσεσθε;
Or
.

48

.

43

Μὴ ὑμεῖς γε, μὴ μέχρι παντὸς ἐπὶ τῶν ἡμαρ‐ τημένων μένετε, ἀλλὰ ἅλις μὲν δρυός, ἀποθέμενοι δὲ τὴν πολλὴν ταύτην μαλακίαν δείξατε πάλιν τὴν βουλὴν
ἀνθοῦσαν.
Or
.

49

t

ΠΡΟΣ ΤΟΝ ΒΑΣΙΛΕΑ ΥΠΕΡ ΤΩΝ ΒΟΥΛΩΝ.
Or
.

49

.

1

Τὸ μὲν σόν, ὦ βασιλεῦ, μέρος καὶ τοῦ μετὰ σὲ τοῖς ἄλλοις ἄρχουσιν ἐφεστηκότος, ἐπανήκουσιν εἰς τὰ πρόσθεν αἱ βουλαὶ καὶ τὸν αὑτῶν ἀριθμὸν ἔχουσι, παρὰ δὲ τῶν ἐν αὐτῷ τῷ βουλεύειν κεκώλυται τοῦτο
5πρὸς ἔργον ἐλθεῖν, ὥστε σὲ μὲν δικαίως ἂν ἅπαντες ἐπαινοῖμεν καὶ τὸν ὕπαρχον, ἐκείνους δὲ καὶ μισοῖμεν καὶ κακοὺς ἡγοίμεθα καὶ διδόντας δίκην ἡδέως ἂν ἴδοιμεν. εἰ γὰρ δὴ τοῦτο γένοιτο, τάχ’ ἂν ἡ τιμωρία
παύσειε τὰ νῦν ἐναντιούμενα τῇ παρὰ σοῦ ταῖς βου‐
10λαῖς βοηθείᾳ. τούτων οὖν εἵνεκα καὶ τοῦ μαθεῖν ἅπαντας, ὡς τοῖς σοὶ δοκοῦσιν εὐθὺς ἀκολουθεῖν ἄξιον, ὀργῇ τῇ προσηκούσῃ φαίνου χρώμενος κατὰ τῶν οὐκ ἀξιούντων ἄρχεσθαι. ὡς δ’ ἂν γένοιτό σοι σαφὲς τὸ ’κείνων κακούργημα, μικρὸν ἄνωθεν ἀρξάμενος διηγή‐
15σομαι.
Or
.

49

.

2

Ἤνθουν αἱ βουλαὶ πάλαι ταῖς πόλεσιν ἁπάσαις, καὶ ἦν ἥ τε γῆ τῶν βουλευόντων καὶ τῶν γε οἰκιῶν αἱ βελτίους καὶ χρήματα ἦν ἑκάστῳ καὶ παρ’ ἀλλήλων ἐγάμουν καὶ ἦν εὔδαιμον τὸ βουλῆς μετασχεῖν. οὕτω
5τοίνυν ἐχούσας αὐτὰς παραλαβών τις βασιλεὺς χείρους ἐποίησεν ἄλλοις τε οὐκ ὀλίγοις καὶ τῇ γε ὑφ’ αὑτοῦ πεποιημένῃ πόλει. τεθνεῶτος τοίνυν αὐτοῦ τὸν πόλεμον ἤδη πεφυτευκότος τὸν Περσικὸν τὰ περὶ τὸν πόλεμον τοῦτον πράγματα ταῖς βουλαῖς ἐλυμήνατο
10καθ’ ἕκαστον αὐτὰς ἔτος ἐπὶ τὸ χεῖρον ἄγοντα τῶν ἐπὶ τὸν Τίγρητα πεμπομένων βουλευτῶν ταῖς ἐκεῖ βλάβαις τὰ πατρῷα πωλούντων. οἱ δ’ οὐκ οἶδ’ ὁπόθεν ἥκοντες ἐωνοῦντο ῥᾳδίως γεωργοῦντες τὰ βασίλεια.
Or
.

49

.

3

τοῦτ’ εὔξατο λῦσαι τὸ κακὸν Ἰουλιανὸς ὁ βασιλεύς, τοῦτ’ ἔλυσε δυνηθείς, οἷς ἦν κτήματα καθ’ ἑκάστην πόλιν ἐγγράφων πλὴν κομιδῆ τινων ὀλίγων. τῆς οὖν
ἐκείνου τελευτῆς ἐπὶ ταὐτὰ πάλιν τὰς βουλὰς ἀπενεγ‐
5κούσης, μᾶλλον δὲ εἰς πολὺ φαυλότερα καὶ πολλῆς ἀπὸ τῶν βουλευτηρίων ἐφ’ ἑτέρους βίους γιγνομένης τῆς φυγῆς καὶ τῶν πόλεων τεταπεινωμένων τῷ τῶν βουλῶν σχήματι τῶν ἄλλων ἀκολουθούντων ἤλγησας μὲν ἀξίως τοῦ πράγματος, ὦ βασιλεῦ, καὶ τὸν Κυνή‐
10γιον ἔτ’ ἐπὶ τῶν δεήσεων τεταγμένον ᾠήθης ἐκ‐ πέμψαι δεῖν τοῦτο μόνον ἔργον ἕξοντά τε καὶ ἰασό‐ μενον, πρὶν δὲ ἢ τοῦτο πραχθῆναι, γενόμενον ὕπαρχον ἐκέλευες μέχρι τοῦ Νείλου χωρεῖν ἔχοντα καὶ τοῦτο ἐν προνοίᾳ μηδένα ἀφιέναι παρὰ τὸ ἐν ἀρχῇ γεγενῆ‐
15σθαι. ὁ δὲ χείρων τῆς προσδοκίας φανεὶς καὶ μεγάλα μὲν ἀπειλήσας, δείξας δὲ ἃ κἂν αἰσχυνθείη τις εἰπεῖν, ἁπτόμενος μὲν ἐν τῇ πορείᾳ τοῦ πράγματος, ἐν δὲ ματαίοις θορύβοις ἱστάμενος, οὕτω μὲν εἶδε τὸν Νεῖλον, οὕτω δὲ πάλιν τὸν Βόσπορον, φρονῶν μὲν ὡς δή τι
20πεποιηκώς, πεποιηκὼς δὲ οὐδέν.
Or
.

49

.

4

Κἀκείνῳ μὲν ἄν τις ἐγκαλέσειε ῥᾳθυμίαν, περὶ δὲ τῶν βουλευτῶν τί τις ἂν φήσειε τῶν ὀλίγων οὐ βουληθέντων γενέσθαι πλειόνων; τί γὰρ ἦν δὴ τῶν τοῦτο βουλομένων; ἱκετεῦσαι, δακρύσαι, δεηθῆναι,
5πεσεῖν εἰς γόνυ, βοῆσαι τὰ τῶν ἀδικουμένων, αὐτοῦ
μένειν εἰπεῖν, εἰ μή τις ἕλκων ἐκβάλοι. τούτων οὐδὲν παρὰ τῶν ὀλίγων, ἀλλ’ ἐκλήθη τις, καὶ ῥήτωρ ἐγγὺς καὶ ῥήματα οὐ πολλά, καὶ ἡ ἄφεσις εἵπετο καὶ οἵδε ἄφωνοι.
Or
.

49

.

5

ἔτι τοίνυν πολλοὺς μὲν πρὸ τοῦδε τοῦ καιροῦ παρεῖσαν συναγωνιζομένους, πολλοὺς δὲ μετὰ τοῦτον πόσων, ὦ βασιλεῦ, παρ’ ὑμῶν ἀφικνου‐ μένων γραμμάτων ἁπάσας ἀναιρούντων τοῖς ἀδίκως
5φεύγουσι τὰς καταφυγάς. τὰ μέν γέ φησιν· ἦρξας καὶ διὰ τοῦτ’ οὐκ ἀξιοῖς λειτουργεῖν; οὐκοῦν αὐτὸς μὲν κάθευδε, διὰ δὲ τοῦ παιδὸς τὰ προσήκοντα ποίει. ἀλλ’ οὐκ εἶ πατὴρ ἢ θυγατέρων μόνων; ἄνδρα τινὰ πείσας ὑπελ‐
10θεῖν τοὔνομα καὶ τὸ ἔργον πάλιν αὐτὸς κάθευδε τοσοῦτον μόνον τῇ πόλει παρέχων, ἀναλίσκων. ταῦτ’ ἔστιν ἐν πολλαῖς ἐπιστολαῖς καὶ τούτων γε ἐν ἑτέραις ἕτερα καλλίω μείζω τὴν ἀπόδειξιν ἔχοντα τῆς σπουδῆς ᾗ περὶ τὰς βουλὰς κέχρησαι.
Or
.

49

.

6

ταυτὶ δὲ λέγει τί; εἰ καὶ διὰ πολλῶν ἀρχῶν ἀφῖξαι καὶ κήρυκες ἡγοῦντό σου καὶ ῥαβδοῦχοι καὶ μαστι‐ γοφόροι καὶ ἡμεροδρόμοι καὶ στρατιῶταί τινες
5καί σοι τροφὴ γέγονεν ἐκ τοῦ βασιλέως οἴκου, ἥξεις ὅμως οἷ σε καθίστησιν ὁ πατὴρ καὶ ἡ μήτηρ καὶ οἱ τούτων γονεῖς. κἂν εἴπῃς τὰς ἀρχάς, οὐδὲν ὠφελοῦσαν βοήθειαν κέκληκας.
Or
.

49

.

7

καὶ τὰ μὲν παρ’ ὑμῶν τοιαῦτα, τὰ δὲ τούτων ἀντὶ τοῦ πέμπειν μὲν τοὺς στεφανώσοντας τὴν οὕτω τῶν
βουλῶν ἐπιμελουμένην κεφαλήν, ἔχεσθαι δὲ εὐθὺς τῶν ἀποδεδομένων, μὴ συγχωρεῖν δὲ τοῖς ἄρχουσι μέλλειν
5μηδ’ ἀναβολαῖς χαρίζεσθαι τοῖς ὑπὸ τῶν γραμμάτων τεθηραμένοις, ἀλλ’ ἀναγκάζειν ἐμμένειν τοῖς ὑφ’ ὑμῶν δικαίως κεκριμένοις καὶ φόβους ἐφιστάναι τῇ περὶ ταῦτα νωθείᾳ, ἀντὶ δὴ τοῦ ταῦτα ποιεῖν καὶ ἔτι πλείω τοὺς μὲν εἴων ζῆν ἐν οἷσπερ ἔζων, πρὸς δὲ
10τοὺς οὐδὲν οὔτε μεῖζον οὔτε ἔλαττον ἐφθέγξαντο μεγάλας εἰς τὸ παρρησιάζεσθαι τὰς ἀφορμὰς ἔχοντες. ἀλλ’ ὧν οὐ γιγνομένων παρ’ ὑμῶν ἐσχετλίαζον ἄν, ταῦτ’ ἔχειν ἐξὸν οὐκ ἐβουλήθησαν, ἀλλ’ οὐ διδόντων μὲν δεινὰ πάσχειν ἔλεγον, διδόντων δὲ οὐκ ἐχρή‐
15σαντο, ἀλλ’ ὧν χρῄζειν ἔλεγον, ταῦτ’ εἰς χεῖρας ἰόντα ἀπεώθουν.
Or
.

49

.

8

Καὶ παράδοξον μὲν τὸ ῥηθέν, ἔχει δὲ οὐκ ἄλλως ὁ λόγος, ἀλλ’ ὅμοιον ποιοῦσιν, ὥσπερ ἂν εἴ τις πένης αἰτήσας παρὰ τοῦ Διὸς θησαυρόν, ἔπειτα γῆν ὀρύττων εὑρὼν φεύγοι τὸ δῶρον. τί δὴ τὸ τούτων αἴτιον; ἐν
5τοῖς ὀλίγοις τούτοις εἰσίν, ὦ βασιλεῦ, μεγάλαι τινὲς δυνάμεις, αἳ τοὺς ἀσθενεστέρους ἄγουσι καὶ φέρουσι τούτοις τἀκείνων προστιθεῖσαι, τά τε ἐκ τοῦ πολι‐ τεύεσθαι κέρδη τὰ τούτων αὔξει. κἀν τοῖς ἀμελου‐ μένοις ἃ δικαίως ἂν ἐτύγχανε προνοίας, ἐκ τοῦ μὴ
10πολλοὺς εἶναι τοὺς βουλεύοντας τοῖς οὖσιν ἡ παραί‐
τησις. καὶ πολὺς καθ’ ἑκάστην ἡμέραν ὁ θρῆνος· ὁρᾷς τοὺς ἑστηκότας ἡμᾶς τοὺς εὐαριθμήτους τοὺς ἀντὶ τῶν χιλίων καὶ διακοσίων δώδεκα; τοῦτ’ ἔστιν ἡ βουλ. ταῦτα μόνα τὰ πρὸς τοσ‐
15αῦτα πράγματα ἀγόμενα σώματα. δι’ ἡμῶν τἀν τῇ πόλει, δι’ ἡμῶν τἀν τοῖς ἀγροῖς, δι’ ἡμῶν τὰ μείζω, δι’ ἡμῶν τὰ ἐλάττω, δι’ ἡμῶν τὰ κουφότερα, δι’ ἡμῶν τὰ βαρύτερα. διὰ τοῦτο τῶν αὐτῶν ὀνομάτων ἀκούεις.
Or
.

49

.

9

ταύτην τὴν ὀλόφυρσιν τὰ δικαστήρια δέχεται συγ‐ γνώμην μὲν φέροντα τοῖς ὀλιγωρουμένοις, συγγνώμην δὲ φέροντα τοῖς κακουργουμένοις. βουλόμενοι δὴ ταύ‐ της τε ἀπολαύειν τῆς ἀποστροφῆς καὶ ἐν μόνοις σφίσιν
5ἵστασθαι τὰ λήμματα δεδίασι μή τι τῶν ἀρχαίων αἱ βουλαὶ κομίσωνται, καὶ τὸ τὰς βουλὰς ἀναστῆναι παρ’ ὑμῶν ζητοῦντες, ὅπως ἀεὶ κείσονται πράττουσι, μᾶλλον δὲ τὸ μὲν προσποιοῦνται ζητεῖν, τὸ δ’ ὄντως ἐθέλουσι.
Or
.

49

.

10

δεῖ τοῖς λουσομένοις πυρός. ἔξεστιν ἐλθεῖν ἐπὶ τὸν δεῖνα καὶ τὸν δεῖνα, οἱ δὲ οὐκ ἐθέλουσι. δεῖ τοῦ θρέψοντος ἵππους ἡδονὴν παρέξοντας δρόμοις. εἰσὶν ὧν ἄν τις λαβόμενος ἀναθείη τὴν λειτουργίαν, οἱ δ’
5αὐτοὺς γυμνῇ τῇ κεφαλῇ προσεῖπον. εἶτα τοῦ παρόν‐ τος καιροῦ κατηγοροῦσιν ὡς τὰς βουλὰς καταδύσαντος αὐτοὶ καταδύσαντες καὶ καταποντίσαντες καὶ κεκωλυ‐
κότες αὐτὰς ἀναβιῶναι. σὺ μὲν γὰρ τοῦτο ἐβουλήθης, οὗτοι δὲ τοὐναντίον.
Or
.

49

.

11

τὸν οὖν πονηρὸν ταῖς βουλαῖς καιρὸν πεποιήκασιν, ὥστ’ εἴ τινα δεῖ δοκεῖν ἐχθρὸν εἶναι τῶν βουλῶν, τοὺς τοσοῦτον αὐτῶν φυ‐ λάττοντας ὅσον αὐτοῖς τηρήσει τὸ κερδαίνειν, νομι‐
5στέον. οἳ προδεδώκασι μὲν τὰς αὑτῶν ἐν τῷ τὰς βουλάς, προδεδώκασι δὲ τὰς ὑφ’ ὑμῶν εὑρημένας ταῖς βουλαῖς ὠφελείας. οἱ δὲ πατρίδας κακοῦντες πῶς οὐκ ἂν καὶ γονέας; οἱ δὲ ἐκείνους τίνος φείσαιντ’ ἄν; τίς γὰρ ἂν εἴη τοῖς γε τοιούτοις φίλος; οἱ δ’ ὑπὲρ χρη‐
10μάτων τοιοῦτοι ποίων μὲν ἀπόσχοιντ’ ἂν ἀναθημάτων; ποίων δ’ ἂν τάφων; τίνι δ’ ἂν συνήθει συνοδοιποροῦν‐ τες ἔχοντί γε χρυσίον οὐκ ἂν εἴπερ ἐξείη, κτείναντες ἀφέλοιντο;
Or
.

49

.

12

Καὶ τοῦτο, ὦ βασιλεῦ, κοινὸν τὸ κακόν, ἐάν τε Πάλτον εἴπῃς ἐάν τε Ἀλεξάνδρειαν τὴν δεικνῦσαν τὸν Ἀλεξάνδρου νεκρὸν ἐάν τε Βαλανέας ἐάν τε τὴν ἡμε‐ τέραν. μέτρῳ μὲν γὰρ διαφέρουσιν, ἡ δ’ αὐτὴ παν‐
5ταχοῦ νόσος.
Or
.

49

.

13

Καίτοι φήσουσι λέγεσθαι τοῖς ἄρχουσι κατά‐ λογον τῶν ἀποδράντων καὶ τῶν ἀτελεῖς αὑτοὺς πολλοῖς τρόποις πεποιηκότων. ἔστι δὲ τὸ μὲν οὐκ ἐκείνων, ἀλλὰ τῶν τε ἀρχόντων καὶ τῶν ἐπὶ τοῖς τοιούτοις
5γράμμασι, τῶν μὲν ἀπειλαῖς οὐδένα κρύπτειν ἐώντων, τῶν δὲ φόβῳ πάντα εἰς μέσον ἀγόντων. οἱ
γενναῖοι δὲ οἵδε τοῦ πράγματος εἰς κρίσιν ἥκοντος νῦν μὲν σιωπῇ, νῦν δὲ τῷ μηδὲν ἰσχυρὸν εἰπεῖν ἐθε‐ λῆσαι τοῖς ἀδικοῦσι τὴν βουλὴν συνέπραξαν μαλακῶς
10συνηγωνισμένοι, ὡς μηδὲν ὀνειράτων τὸ πρᾶγμα δια‐ φέρειν. σπείραντες δὲ τοιαύτας χάριτας ἐν τοῖς δικα‐ στηρίοις ἀπελθόντες ἀμῶσι τῆς προδοσίας τοὺς μισθοὺς δεχόμενοι λέγοντες πρὸς τοὺς διαφυγόντας, ὡς ἄριστα προὔδοσαν. οἱ δ’ εἰσὶν ἐν τοῖς πρὸ τοῦ τῇ μὲν αὑτοῦ
15γαστρὶ χαριζόμενος ἕκαστος, βεβαιοτέραν δὲ ἔχων τὴν ἀτέλειαν τῇ κρίσει.
Or
.

49

.

14

γνοίης δ’ ἄν, ὡς ἀληθῆ λέγω, διὰ τῶν τριῶν τῶν ἐκ μὲν ἑκατὸν τῇ βουλῇ δεδο‐ μένων, ἐφ’ ᾧ τίς τῶν εὖ φρονούντων οὐκ ἠγανάκτησε, τρεῖς ἐκ τοσούτων; τὸ βουλεύειν δὲ καὶ τούτων διὰ
5τούτους ἀποσεισαμένων, τῶν τούτοις βοηθούντων ἐν πλούτῳ παῖδας οὐ κεκτημένων καὶ διὰ τοῦτο χάριτας τοιαύτας δυναμένων λαμβάνειν. εἶτα τίς αὐτῶν † ἄρξων καὶ ἦν εὖ ποιῶν χαλεπὸς τοῖς ἀφεικόσιν ἐν οἷς ἀφεῖντο τῶν ἀφέντων τὴν ἀδικίαν ἰδών.
Or
.

49

.

15

τὴν γὰρ τῶν ἀμυνούντων αὐτοῖς δύναμιν ἄξιον, φησίν, ὑφορᾶσθαι. ἀλλ’ εἰ τοῦτ’ ἔστιν ἀληθές, οὐκ ἔστιν αὐτοῖς ἐκεῖνο λέγειν, ὡς ὑπ’ αὐτῶν τὰ τῶν κλεπτόντων
5ἑαυτοὺς ὀνόματα τοῖς ἄρχουσι φανερὰ καθίσταται. εἰ γὰρ οὐκ ἀδεές, οἱ κηδόμενοι τούτων οὐδ’ ἂν τοῖς ὀνό‐
μασιν ἐλύπουν οὓς ἐφοβοῦντο. οὐ γὰρ μᾶλλον ἐν τοῖς δευτέροις ἐχαρίζοντο τοῖς συμμάχοις ἢ διὰ τοῦ σπέρματος ἐλύπουν. οὕτως ὅταν αὑτῶν τὸ τῶν ὀνο‐
10μάτων ποιῶσιν, ἐξαπατῶσιν. ἀλλὰ μήν, ὅταν ὡς ἔδεισαν λέγωσι τὴν τῶν ταῦτα οὐ βουλομένων ἰσχύν, ὁμολο‐ γοῦσιν εἶναι περὶ τὴν αὑτῶν κακοί. οὐ γὰρ τὸ μὴ ἠδικηκέναι ταύτῃ δεικνύουσι, τὴν δ’ αἰτίαν ἀφ’ ἧς ἠδικήκασι λέγουσιν.
Or
.

49

.

16

ἔνι δὲ καὶ τοῖς δειλοῖς ὧν οἱ μὲν λείπουσι τὰς τάξεις, οἱ δ’ οὐδὲ μετέχουσιν αὐ‐ τῶν, τοιαῦτα κρινομένοις λέγειν· δειλὸν γάρ με ἡ μήτηρ ἔτεκε καὶ τὰ ὅπλα λαβεῖν οὐκ ἐδυνήθην.
5ὁ δὲ τοῦτο μὲν πεποιηκέναι φήσει καὶ συμπαρατάξα‐ σθαι, τὸ δ’ ἔργον καὶ τὰ ἀπὸ τῆς μάχης οὐκ ἐνεγκεῖν. ἀπορήσει δ’ οὐδ’ ὅστις ἱερῶν χρημάτων οὐδ’ ὅστις ἅπτεται τάφων, αἰτίας ἀφ’ ἧς ἐπὶ ταῦτα ἧκεν, ἀλλ’ ὀδυροῦνται τὴν πενίαν, ὥσπερ αὖ καὶ ὁ προδότης.
10ἀλλ’ οὐδεὶς τοῖς τοιούτοις σώζεται, τὴν δίκην δὲ ὑπέ‐ χων εἴσεται μόνην οὖσαν σωτηρίαν ἐν τῷ τῆς αἰτίας ἐλέγχῳ.
Or
.

49

.

17

Καὶ νῦν μή μοί τις λεγέτω τὸν φόβον, ἀλλ’ εἰ μὴ προεῖται τὴν βουλὴν μηδὲ κακὸν ἑαυτὸν ἐπέδειξε. καὶ γὰρ εἴ τινα λυπήσειν ἔμελλε καί τινος πειράσεσθαι δυσχεροῦς, τό γε πρὸς τὴν ἐνεγκοῦσαν δίκαιον πρό‐
5τερον ἔδει πεποιῆσθαι καὶ τῆς ψυχῆς αὐτῆς. καὶ πολλοὶ πολλάκις εἰδότες τὸν συμβησόμενόν σφισιν εἰ μάχοιντο θάνατον ὅμως μάχονται καὶ μυρίοις θνή‐
σκοντες τραύμασι μετὰ τοῦ χαίρειν ἀπέρχονται. σὺ δὲ ποίαν αἰχμὴν ἢ ποῖον βέλος ἢ 〈τίνα〉 σφενδόνην ἢ
10τίνα δείσας ἀσπίδα τὴν τοῦ δικαίου τάξιν ἔλιπες; οὐ μέμψεως ἦν ὁ φόβος καὶ ῥημάτων ὀλίγων; δῶμεν δ’ ὅτι καὶ θανάτου, τί οὖν; οὐ κέρδος ὁ τοιοῦτος θάνατος; ἢ σύ γε οὐκ οἶσθα τοὺς λαμπροὺς ἐκείνους θανάτους τοὺς ὑπὲρ τῶν πατρίδων;
Or
.

49

.

18

Καὶ ταῦτα εἶπον ὡς κίνδυνον ἐνεγκούσης ἂν τῆς τοῦ δικαίου φυλακῆς. τὸ δὲ οὐχ οὕτως ἂν ἔσχεν. οὐδὲ γὰρ οὑμὸς πάππος τὸν Ἀργύριον τῆς βουλῆς εἶναι ποιῶν νέον τε ὄντα καὶ ξένον καὶ μικρὰ κεκτημένον
5ἔπαθέ τι κακόν, πρᾶγμα ποιῶν λυπηρὸν μὲν τῷ τότε ἄρχοντι, λυπηρὸν δὲ τῷ τότε σοφιστῇ τὴν πόλιν ἀπὸ νευμάτων ἄγοντι, ἀλλ’ ὅμως οὔτε αἰτούντων χάριν εἶξεν οὔτε ἀπειλούντων ἔπτηξεν, ἀλλ’ ὁ μὲν ἐλειτούρ‐ γει, τῷ δ’ οὐδὲν δεινὸν οὐδαμόθεν ἦν.
Or
.

49

.

19

εἶεν. ἀλλ’ ἐκεῖνο μὲν ἀρχαῖον, ἀλλ’ οὑτοσὶ Λητόϊος, ἡνίκα ἐβούλευε, φαίη δ’ ἄν τις αὐτὸν καὶ νῦν διὰ τοῦ παιδός, οὐ τρεῖς ἀποδράντας αὖθις βουλευτὰς ἀπέφηνε, λόχων
5ἡγησαμένους ἀνθρώπους καὶ στρατιώταις ἐπιτάξαντας καὶ μετ’ ἐκείνων τὸ πολὺ τῆς γῆς ἐπελθόντας καιροῖς καλοῦσιν ὑπακούοντας; καίτοι ταῦτα ποιῶν ᾔδει κινή‐ σων ἐφ’ ἑαυτὸν στρατηγὸν δοῦλον ὀργῆς καὶ μεστὸν φορᾶς. ἀλλ’ ὅμως ἐκεῖνος ἔχων τοὺς ἄλλους πολι‐
10τευομένους κακῶς καὶ γράμματα τὰ ’κείνων τῷ μὴ καὶ τὰ τοῦδε προσλαβεῖν εἶχεν οὐδέν. καίτοι διὰ πότου καὶ τραπέζης αὐτὸν ἐκλύσειν ἤλπιζε. καὶ ἅμα προπίνων αὐτῷ φιλοτησίαν καὶ τὸ βιβλίον ᾔτει τὴν προσθήκην, ὁ δ’ ἔπιε μέν, δοῦναι δὲ ἃ μὴ καλὸν οὐκ
15ἠνέσχετο καὶ διετέλεσε μισούμενος μέν, παθὼν δὲ οὐδέν.
Or
.

49

.

20

οὐ τοίνυν οὐδὲ νῦν φόβῳ ταῦτα συγκεχώρηται οὐδὲ τῷ νομίζειν, εἰ μὴ βλάψαιεν τὰς βουλάς, ἀπολεῖ‐ σθαι, ἀλλ’ ᾔδεσαν αὑτοῖς ἰδίᾳ συνοῖσον τὸ τὰς βουλὰς ἔχειν ὡς ἔχουσιν.
Or
.

49

.

21

Ἔστι τοίνυν αὐτοῖς καὶ τοιοῦτός τις λόγος, ὡς, εἰ καὶ σφόδρα αὐτοὺς βουλεύειν ἀναγκάσουσιν, ἔστι τὸ λῦσον καὶ πάλιν αὐτοῖς δῶσον τὸ μὴ βου‐ λεύειν, ὥστ’ αὐτοῖς γέλωτα τὴν περὶ τοῦτο εἶναι πραγ‐
5ματείαν. ἔστι δὲ πᾶν τοῦτο ψεῦδος. τὸν γὰρ ἐκ τῶν δικαίων ἃ περὶ τοῦτο ἔστιν εἰλημμένον καὶ κρίσει καὶ ψήφῳ τῆς βουλῆς γεγενημένον καί, τὸ ἔτι μεῖζον, τοῖς ὑμετέροις νόμοις τί τὸ λῦσον ἂν εἴη; ἐγὼ μὲν οἶμαι οὐδέν.
Or
.

49

.

22

εἰ δὲ δεῖ συγχωρῆσαι πάντα ἂν γενέσθαι χρημάτων, τό γε δικαίους εἶναι περὶ τὴν βουλὴν τούτοις γε ἐσώζετ’ ἄν, εἰ δι’ αὐτοὺς ἐγγραφέντες ἑτέρωθεν ἐξηλείφοντο. θήρασον αὐτός, κράτησον,
5εἰσένεγκε τῇ βουλῇ τὰ ὀφειλόμενα, γενοῦ χρήστης
δίκαιος. ἂν δ’ ἀδικῇ τις ἄλλος, τό γε σὸν οὐκ ἐν αἰτίᾳ. οὐδὲ γὰρ ἤν τις ἀρρωστῶν δῆλος ᾖ πάντως τεθνήξων, ἀμελεῖται μὲν ὑπὸ τῶν ἰατρῶν, ἀμελεῖται δὲ ὑπὸ τῶν οἰκείων, ἀλλὰ καὶ πόνοι καὶ φροντίδες
10καὶ ἀγρυπνίαι καὶ φάρμακα, καὶ ὡς μὲν οὐδεμία τού‐ των ὄνησις, ἔγνωσται, πᾶν δὲ ὅσον ἄξιον πρὸ τοῦ θανάτου πέπρακται.
Or
.

49

.

23

ὁρῶμεν δέ τοι καὶ τὰς ἀσθε‐ νεστέρας τῶν πόλεων τειχιζούσας ἑαυτὰς καὶ ταῦτα ἐπισταμένας, ὅτι τῶν μᾶλλον ἰσχυόντων ἐστὶ τὸ πρῶτα τὰ τείχη κατενεγκεῖν. ἆρα διὰ τοῦτο ζῶσιν ἀτείχιστοι;
5τί δ’ οἱ τῶν ἀφυεστέρων πατέρες οὐχὶ καὶ τούτους ἐν οἷς οὔκ εἰσιν ἐλπίδες, πέμπουσιν εἰς διδασκάλων δώσοντας μὲν χρήματα, ληψομένους δὲ οὐδέν; τί δὴ τὸ πεῖθον; τὸ μὴ βούλεσθαι δοκεῖν ἠμεληκέναι τῶν τῆς φύσεως νόμων μηδὲ παρέχειν λαβὴν τοῖς ἡδέως
10ἐπιτιμῶσιν, ὅτι ἄρα τὸ σφῶν αὐτῶν οὐκ ἐποίησαν 〈οὐχ〉 ὧν ἦσαν κύριοι παρεσχημένοι.
Or
.

49

.

24

καὶ μὴν τούς γε τῶν οἰκετῶν κλέπτειν μεμαθηκότας μαστιγοῦμεν καὶ ταῦτα εἰδότες, ὡς καὶ ἐν αὐτῷ τῷ τὰς πληγὰς ἰᾶσθαι χρῶνται τῷ τρόπῳ κἀν τοῖς αὐτοῖς αἱ χεῖρες. ὁ δεσπότης
5δὲ εἰ καὶ μὴ τὸν οἰκέτην μετέβαλεν, ἀλλ’ αὑτόν γε κατέ‐ στησεν ἄμεμπτον ταῖς ἐφ’ ἑκάστῳ πληγαῖς. τί δ’ οἱ τοὺς ὄνους ὑπὲρ τάχους παίοντες οὐχὶ καὶ τῆς βραδυτῆτος μενούσης παίουσιν ὅμως τὸ δοκεῖν ἐλλείπειν
τὰ παρ’ αὑτῶν φυλαττόμενοι;
Or
.

49

.

25

Γίγνου δὴ καὶ αὐτὸς ἡμῖν ὑπὲρ τῆς βουλῆς ἀνήρ, εἰ καὶ τηνάλλως πονήσεις καὶ οἱ τὰ τοιαῦτα μένειν οὐκ ἐάσοντες γενήσοιντο. ἴσως δὲ οὐδὲ την‐ άλλως ἀκριβεῖ λόγῳ τοῦτο ἔστιν, ὅταν ἐν αὐτῷ τι τῷ
5πεπονηκέναι κέρδος ᾖ. οἷον δή τι καὶ τοὺς κλύδωνι διαφθειρομένους ἔστιν ἰδεῖν ποιοῦντας. ἴσασι μέν, ὡς ὁ χειμὼν περιέσται τιθεὶς ὑπὸ τῇ θαλάττῃ τὸ πλοῖον καὶ οὐδεμία τέχνη τοῦτ’ ἐξαρπάσαι δυνήσεται, τὸ δ’ ὅ τι δύναιντο βοηθεῖν οὐ προκαταλύουσιν. ἀλλ’
10οὐδὲ τὰς μελίττας μέντοι παύει τῆς ἐργασίας τὸ τοῖς πεπονημένοις τοὺς κηφῆνας ἐπιτίθεσθαι, ἀλλ’ οἱ μὲν ἐσθίουσιν, αἱ δὲ ὑφαίνουσιν.
Or
.

49

.

26

Ἔτι τοίνυν οὐκ ἐκείνων ἢ τούτων αἱ λύσεις. ἢν γὰρ δὴ μὴ τούσδε λάβωσι συνεργούς, αἱ ’κείνων συμμαχίαι σκιὰν ἤνεγκαν συμμαχίας. τὸ οὖν τι τὸν Φίλιππον δύνασθαι παρὰ Λασθένους ἔστι, παρ’ Εὐθυ‐
5κράτους ἔστι, παρὰ τῶν ἄλλων ὅσοι δούλας τὰς αὑτῶν ἐκείνου κατέστησαν δώροις, οὐχ ὅπλοις πολεμοῦντος. δῶρα δὴ καὶ τούτους ἀδικεῖν ἀναπείθει, καὶ μέχρις
ἂν αὐτοῖς ἀζήμιον τοῦτο ᾖ, τρυγῶντες οὐ παύσονται.
Or
.

49

.

27

Μάστιγι τοίνυν αὐτοὺς ἀμείνους ἀπόφηνον, ὅπερ αὖ καὶ τὸν Δία πεποιηκέναι φησὶν Ὅμηρος, καὶ ἐπειδὴ μὴ ἑκόντες, ἄκοντες τὰς βουλὰς εὖ ποι‐ ούντων. ἃς σὺ μὲν ἀνορθοῖς, οἱ δὲ ἐναντιοῦνται περὶ
5μὲν τοῦ πῶς ἂν ἵππος ἵππου καὶ ἡνίοχος ἡνιόχου καὶ ὀρχηστὴς ὀρχηστοῦ κρατήσειε [καὶ] σκοποῦντες καὶ βουλευόμενοι καὶ παντὸς ἁπτόμενοι καὶ λόγου καὶ ἔργου, τὰ δὲ τῶν βουλῶν ἐῶντες κατερρυηκέναι δεδιότες μὴ παύσῃς αὐτὰς ἀτυχούσας, ἐπαινοῦντες πλοῦς βλα‐
10βεροὺς ταῖς ἀθλίαις νεότητα βεβουλευκότων γενῶν ἄγοντας, τοὺς μὲν εἰς Φοινίκην, τοὺς δὲ εἰς Ἰταλίαν, οὐχ ὡς ἐπὶ καλλίω τῶν παρ’ ἡμῖν πεμπόντων ἐκεῖσε τῶν γονέων, ἀλλ’ οὐκ ἀγνοοῦσι μὲν τὴν τούτων εὐ‐ γένειαν, ἀπαλλαγὴν δὲ βουλῆς ἐν ἐκείνοις ὁρώντων.
Or
.

49

.

28

ἐφ’ οἷς οὐδεὶς τούτων τὸ ὦ Γῆ καὶ Ἥλιε λέγει οὐδ’ εἴργει καταβαίνοντας εἰς λιμένα οὐδ’ ἃ τὰς βουλὰς ἐλεούντων ἦν λέγει, ἀλλὰ καὶ συγχαίρουσι καὶ συνεύ‐ χονται καὶ προπέμπουσι. καὶ τοσαῦται μὲν πρεσβεῖαι,
5φροντὶς δὲ ἐλαττόνων, τῶν τηλικούτων δὲ οὐδεμία.
Or
.

49

.

29

Καίτοι γε οὐκ ἦν τῆς σῆς ἀνάξιον, ὦ βασιλεῦ, φύσεως θεῖναι νόμον μὴ τοιαῦτα τοὺς τοιούτους μαν‐ θάνειν, ἀφ’ ὧν αὑτοὺς ἔξω τῶν βουλῶν ποιήσουσιν,
ἀλλ’ ἀφ’ ὧν τὴν τῶν προγόνων ὁδὸν ἥξουσιν, οἷς ἦν
5ἀρκοῦν εἰς φιλοτιμίαν ἀπὸ τῆς Ἑλλάδος φωνῆς ταῖς πατρίσι βοηθεῖν. καὶ οὐδὲν δεινὸν ἔπασχε Φασγάνιος ἐκεῖνος δι’ ἑρμηνέων τοῖς ἄρχουσι συγγιγνόμενος οὐδ’ ἰλιγγιῶν ἑωρᾶτο, οὐδ’ οἱ τῶν Ῥωμαίων ἄκροι τῷ μὴ τὴν Ἰταλῶν γλῶτταν εὑρίσκειν παρ’ ἐκείνῳ χεῖρον τῇ
10πόλει τὰ πράγματα ἔχειν ἔφασκον, ἀλλ’ οὕτως ἀνεῖχε τὴν βουλὴν καὶ τὴν πόλιν καὶ προϊὼν ἐνδοξότερος ἐγίγνετο καθ’ ἑκάστην ἡμέραν, ὥστ’ οὐδεὶς τῶν ἀρχόντων οὐχὶ Φασγάνιος μᾶλλον ἢ ὅσπερ ἦν ἤθελεν εἶναι. καὶ γάρ τοι μᾶλλον ἐκεῖνοι τοῦτον ἐπανελθόντες
15ἢ ὅδε ἐκείνους μένων ἐθαύμαζε.
Or
.

49

.

30

Δότωσαν τοίνυν οἵδε δίκην, ὦ βασιλεῦ, τῆς πολλῆς εἰρωνείας καὶ μαθέτωσαν μὴ τὰ αὑτῶν ἀδίκως, τὰ δὲ κοινὰ τῶν πόλεων δικαίως αὔξειν. νῦν μὲν γὰρ ἀσφαλῶς πονηρευόμενοι πολεμοῦσι τοῖς συμφέ‐
5ρουσι τῶν πατρίδων, δόντες δὲ δίκην παύσονται τοῦ τὰ τοιαῦτα πωλεῖν.
Or
.

49

.

31

πρῴην τις ἤγγειλέ μοι τὸν αὐτὸν ἄνθρωπον ἐν μικρᾷ τινι πόλει τά τ’ ἔνδον καὶ τὰ τῶν τειχῶν ἔξω διοικεῖν καὶ πολλὰς ἔχειν τὰς τάξεις καὶ προσηγορίας εἰσπράττοντα, τοῖς ἑαυτοῦ
5χρήμασι λοῦσθαι τοῖς ἐκεῖ παρέχοντα, τὸν δ’ αὐτὸν ἀμφορέα λαβόντα βαλανέα γενέσθαι, καὶ τῷ ἄρχοντι
θαῦμα τοῦτο ἐνεγκεῖν ὁρῶντι τὸν πολιτευόμενον καὶ ταῦτα ἐργαζόμενον. τούτῳ τοίνυν ἐξῆν ἂν ἔχειν κοι‐ νωνοὺς οὐκ ὀλίγους καὶ πρὸς τούτῳ ταυτὶ τἀν τῷ
10βαλανείῳ διαφυγεῖν, εἰ μὴ κέρδος ἦν αὐτῷ τὸ μεμο‐ νῶσθαι. νῦν δ’ ὁ μὲν ἄρχων ἐγέλασε, τὸ κακὸν δὲ ἔμεινεν, ἡ πόλις δὲ εἰς κώμης σχῆμα κατέβη. διόπερ ἐπαινεῖν ἔχω τὸν νῦν τοῦτον ὕπαρχον τρεῖς τινας ἀπὸ δικαζόντων 〈τῶν〉 θρόνων εἰς βουλὴν μετενεγκόντα,
15μᾶλλον δὲ οὐ τὸ πᾶν ἐπαινῶ. τῇ γὰρ ἀρχῇ τὸ τέλος οὐχ ὡμολόγησεν. οὐδὲ γὰρ τρεῖς ἂν ἑωράκει μόνους τῷ δικαίῳ συναγωνιζόμενος, ἀλλ’ οὐδὲ ἔστιν εἰπεῖν ὅσους.
Or
.

49

.

32

Σὺ τοίνυν ἀνθ’ ἁπάντων γενοῦ ταῖς βουλαῖς, ὦ βασιλεῦ, ταῖς οὐκ ἐλάττονος σπουδῆς ἀξίαις ἢ ὅσης αἱ δυνάμεις. αἱ μέν γε ταῖς πόλεσι τὴν σωτηρίαν φέρουσιν, αἱ δ’ εἶναί τι ποιοῦσι τὸ σωτηρίας ἄξιον.
5τῶν βουλῶν δὲ ὡς ἐδείκνυον διακειμένων οὐδ’ ὑπὲρ ὅτου καλὸν κινδυνεύειν ἔνι. τοσοῦτον ἐντεῦθεν αἶσχος κατακέχυται τῶν πόλεων τῆς ἐκεῖθεν ἀμορφίας ἐπὶ πᾶν ἀφικνουμένης. ποίησον δὴ πάλιν λαμπρὰ μὲν τὰ θέατρα τῷ πλήθει παρὰ τῶν διδόντων, λαμπρὰς
10δὲ τῷ αὐτῷ τούτῳ τὰς ἐπιδείξεις τῶν λόγων, ὡς νῦν γε οἱ μὲν οὐδ’ εἰπόντες πορεύονται στένοντες, οἱ δ’
ὅτι εἶπον ἑαυτοῖς ἐπιτιμῶντες, καὶ μήν, ὃ μέγιστόν ἐστιν ἁπάντων, τὸ τῆς ῥητορικῆς σθένος, ᾗ καὶ τὸ πραχθῆναι προσῆκον εὑρίσκεται καὶ τὸ πραχθὲν ἐγκω‐
15μιάζεται. ταύτῃ τοίνυν μετὰ τῶν βουλῶν ἀπολωλέναι καὶ διεφθάρθαι συμβέβηκεν, ὥσπερ, ἡνίκα ἦσαν μεγά‐ λαι, καὶ ταύτῃ τετιμῆσθαί τε καὶ πολλοὺς ἔχειν τοὺς ἐραστάς.
Or
.

49

.

33

Βουλοίμην δ’ ἄν σοι τὴν βασιλείαν μὴ μόνον στρατείαις κεκοσμῆσθαι καὶ μάχαις καὶ τροπαίοις καὶ νίκαις, ἀλλὰ καὶ τῇ παιδεύσει καὶ τοῖς λόγοις, ὧν ἡ Ἑλλὰς μήτηρ, ἤ, εἰ βούλει γε, ὧν πατέρες οἱ παῖδες
5τῆς Ἑλλάδος. ὡς οὖν ἐν τῷ ταῖς βουλαῖς βοηθεῖν βοηθήσων καὶ τοῖς νῦν ἀπερριμμένοις βιβλίοις, τῇ κατὰ τούτων οἷς βραχὺ τῶν δικαίων μέλει κολάσει δεῖξον ἄμφω τὴν ἰσχὺν ἀπειληφότα, τά τε βουλευτήρια
τά τε διδασκαλεῖα.
Or
.

50

t

ΥΠΕΡ ΤΩΝ ΓΕΩΡΓΩΝ ΠΕΡΙ ΤΩΝ ΑΓΓΑΡΕΙΩΝ.
Or
.

50

.

1

Εἰ καὶ περὶ μικρῶν δόξω τισίν, ὦ βασιλεῦ, ποιεῖσθαι τοὺς λόγους, ἀλλὰ σοί γε οὐ περὶ μικρῶν οἶμαι δόξειν λέγειν διὰ τὸ πᾶν ὅτιπερ ἂν ᾖ δίκαιον μέγα κεκρίσθαι παρὰ σοί. συμβαίνει δὲ ταῦτα ὑπὲρ
5ὧν ἀκούσῃ σήμερον, 〈ὃ〉 εἰκότως σε καὶ μόνον ἔπειθεν ἄν πως. οὗ μείζω μοι τὴν ἐλπίδα ποιεῖ τὸ ταὐτὸ καὶ λυσιτελεῖν. ὅτι δὲ ἀληθῆ λέγω, παρ’ αὐτῶν ὑπάρξει σοι
τῶν πραττομένων, ὦ φιλανθρωπότατε βασιλεῦ, μαθεῖν.
Or
.

50

.

2

Πολλὰ ποιεῖ χοῦν ἐν ταῖς πόλεσιν, ὦ θεία κεφαλή, πίπτουσαι οἰκίαι σαθραί, αἱ δὲ τεκτόνων τέχνῃ λυόμεναι, θεμέλιοι νέαις τιθέμενοι, περὶ οἰκοδο‐ μήματα δημόσια τὰ αὐτὰ ταῦτα γιγνόμενα. τοῦτον
5δὴ τὸν ἀπὸ τούτων χοῦν δεῖ μὲν ἔξω φέρεσθαι τειχῶν, ὅπως ἐφ’ ὅτουπερ ἔκειτο τοῦτο δέξαιτό τι ἴδιον ἢ δημόσιον.
Or
.

50

.

3

καὶ τὸ μὲν δίκαιον ἦν ἀφ’ ἧς οἰκοδο‐ μεῖται τὰ δημόσια δαπάνης, ἀπὸ ταύτης καὶ τοῦτο πράττεσθαι τὸ μέρος. εἰ γὰρ τὰ ξύλα καὶ τοὺς λίθους καὶ κεραμίδας καὶ ἐργάτας καὶ τέκτονας καὶ πάντα
5ἁπλῶς δι’ ὧν ἄν τις ἢ κατασκευάσαιτό τι τῶν οὐκ ὄντων ἢ ἐπισκευάσειε τῶν καμόντων, εἰ τού‐ των καὶ τῶν τοιούτων δίκαιον μὴ φεύγειν τὴν δαπάνην τὴν πόλιν, ταὐτὸ κρατείτω δίκαιον καὶ περὶ τὸν χοῦν. εἰ δὲ καλῶς τὰ νῦν γιγνόμενα γίγνεται περὶ τὸν χοῦν,
10τί μὴ διὰ πάντων τοῦτο ἔρχεται τῶν ποιούντων δη‐ μόσιον οἰκοδόμημα; εἰ μὲν γὰρ ὠμὸν τοῦτο, κἀκεῖνο· εἰ δ’ οὐ δεινόν, οὐδ’ ἐκεῖνο.
Or
.

50

.

4

ἀλλὰ δεινόν τε, ὦ βασιλεῦ, καὶ ἄδικον καὶ κακὸν καὶ λόγου παντὸς ἐπι‐ εικοῦς ἐστερημένον. τί λέγεις; ἔθηκα τιμὴν ὀρέων ἢ ὄνων ἢ καμήλων, ἐμισθωσάμην τοὺς ἐπιμελησομένους
5τούτων ἑκάστου, καὶ γέγονεν ἐντεῦθεν ἐμοί τε καὶ γυναικὶ καὶ παισὶν ἡ τροφή. σὺ δ’ ἅπτῃ καὶ ἕλκεις
καὶ τὸ ἐμὸν σὸν ποιεῖς, καὶ δεῖ τὸ μὲν ἐργάζεσθαι σοί, βλέποντα δὲ ἐμὲ σιωπᾶν. ὅρα, ὦ βασιλεῦ, μὴ οὐ σφόδρα βασιλείας τοῦτο ᾖ ἐπὶ τὸ κτηθὲν ἐμοὶ τὸν
10ἄρχοντα βαδίζειν. εἰ μὲν γὰρ ψῆφος ἀφαιρεῖταί με τὴν οὐσίαν καὶ τοῦτ’ ἔστιν ἀδικημάτων δίκη, πάντα ἔστω τἀμὰ τῆς πόλεως· εἰ δ’ οὐδὲν τούτων ἔγνωσται, πῶς ἃ παρὰ τῶν νόμων ἔχω, ταῦτά με οὐκ ἐᾷς ἔχειν;
Or
.

50

.

5

Ἔστι τῇ πόλει χωρία παρὰ παλαιῶν ἀνδρῶν ἐν διαθήκαις δεδομένα τῇ πόλει. ταῦτα γεωργεῖται τῇ πόλει καὶ τούτων ἐστὶν ἡ πρόσοδος τῆς κεκτημένης. ἐν τούτοις τοῖς χωρίοις ἔστι ταῦτα ἃ νῦν ἔφην, ὀρεῖς,
5ὄνοι, κάμηλοι. τί ταῦτα ὑπερβαίνοντες οἱ τὴν ἀρχὴν ἔχοντες ἐπὶ τοὺς ἄλλους χωροῦσι καὶ ποιοῦντες ἀτελὲς πᾶν ἐκείνοις ὧν ἐστιν ὁ πόνος, τούτων ποιοῦσι τὸ ἔργον οἷς ἄδικον ἐνοχλεῖν; εἰ γὰρ ἐκείνοις ἔξω τοῦτο τῶν τεταγμένων, καὶ ἡμῖν.
Or
.

50

.

6

οὔκουν ἔχοι τις ἂν δεῖξαι νόμον οὔτε σὸν οὔτε ἄλλου βασιλέως οὐδενός, καθ’ ὃν καὶ τοῦτ’ ἔστιν ἐν λειτουργίαις. οὐδέ γε ἐν τοῖς καθ’ ἕκαστον ἔτος γράμμασιν ἐν οἷς ἃ δεῖ φέρειν
5ἔστιν, οὐδαμοῦ προσγέγραπται· τοῖς δὲ ἄρχουσι καὶ τοῦτο περὶ ὅτουπερ ὁ νῦν λόγος ἐξέστω ποιεῖν καὶ τοὺς ὄνους τοὺς οὐ τῆς πόλεως ποιεῖν τῆς πόλεως. καίτοι καὶ εἰ νόμῳ τοῦτο διώριστο, κατὰ μὲν τὴν ἐντεῦθεν ἀνάγκην ἐγίγνετ’ ἄν, οὐ μὴν
10ἄνευ γε τοῦ χαλεπῶς φέρειν, ἦν δ’ ἂν ἴσως τι καὶ
παραμυθίας ἐξ αὐτοῦ τοῦ κεῖσθαι νόμον. νῦν δὲ νόμος μὲν οὐδαμοῦ, τοῦτο δὲ πολὺ τὸ ἔργον.
Or
.

50

.

7

τοῦτο δὲ ὅταν εἴπω, τὸ ἀδίκημα λέγω. ἡδέως δ’ ἂν αὐτοὺς ἐροίμην, διὰ τί μὴ καὶ οἰκέτας καὶ θεραπαίνας καὶ στρώματα καὶ σκεύη καὶ ἁμάξας ἄγουσιν ἐκ τῶν οἰκιῶν
5ἐπὶ τὴν τῆς πόλεως χρείαν. εἰ γὰρ ὅτι οὐκ ἔξεστι φήσουσιν, οὐδὲ ταῦτα ἔξεστι. πῶς οὖν τὸ μὴ ἐξεῖναι τιμῶντες οἷς τούτων ἀπέχονται, τὸ αὐτὸ τοῦτο δι’ ὧν ποιοῦσιν ὑβρίζουσι; καὶ μὴν ὑπὲρ πολλῶν αὐτοὺς οἶδα διὰ γραμμάτων ὑμᾶς ἐρομένους, εἰ ποιητέον, ὡς οὐκ
10ὂν θέμις ποιεῖν ὃ μὴ τῆς τοιαύτης ἐξουσίας ἔτυχε. πῶς οὖν οὐ καὶ περὶ τούτων ἤροντο καὶ τὰ παρ’ ὑμῶν ἀναμείναντες οὕτως ἢ ἔδρων ἢ οὔ; νῦν δ’ αὐτῷ τῷ φυγεῖν τὸ ἐρωτῆσαι τὸ μὴ τῶν δικαίων εἶναι τοὖργον δεδηλώκασιν.
Or
.

50

.

8

Ἔτι τοίνυν, εἰ μὲν τῶν ὑφ’ ὑμῶν τοῦτο ἦν ἐγνωσμένων, κοινὸν ἂν ἦν τοῦτο τῶν ὑφ’ ὑμῖν πόλεων, ὥσπερ αὖ καὶ τὰ ἄλλα. νῦν δ’ ἀπιστία τοὺς ἄλλοθεν ὡς ἡμᾶς ἐρχομένους ἔχει πρᾶγμα τοιοῦτο καὶ ἀκού‐
5οντας καὶ ὁρῶντας. ἔρχονται γὰρ ἐκ πόλεων ἐν αἷς τοῦτο οὐκ ἔστι, καὶ οὐχ ἡγοῦνται τὰς αὑτῶν ὃ χρῆν ἔχειν οὐκ ἔχειν, ἀλλ’ εἶναι παρ’ ἡμῖν ὃ μὴ εἶναι βέλτιον.
Or
.

50

.

9

Ἴδοις δ’ ἄν, ὦ βασιλεῦ, καὶ αὐτοὺς τοὺς ἄρ‐
χοντας οἷς οὐ ποιοῦσιν ὧν δρῶσι κατηγοροῦντας. οὗτοι γὰρ τῶν μὲν ἐν δυνάμει γεγενημένων καὶ στρατο‐ πέδων ἡγησαμένων αἰδοῦνται τούς τε ὄνους καὶ τἄλλα,
5καὶ παρέρχονται τὸν χοῦν οἱ ταῦτα ἐλαύνοντες ἀν‐ εσπασμέναις ταῖς ὀφρύσι καὶ ὀρθοῖς τοῖς αὐχέσι, κἄν τις λάβηταί τινος παριόντος, παρανενόμηκε. τῶν ἄλλων δὲ οἱ μὲν μετὰ πόνου τὰ σφῶν αὐτῶν ῥύονται, οἳ δ’ ἂν ἀντιβλέψαι τολμήσωσι, τυπτόμενοι μανθάνουσιν,
10ὅτι κρεῖττον ἦν σιωπῇ πάσχειν κακῶς. τοῦ τοίνυν μὴ δικαίως τούσδε πιέζεσθαι τὸ μὴ καὶ πάντας τὰ τοιαῦτα πονεῖν σημεῖον. εἰ γὰρ οὐδεὶς ὑπ’ ἐκείνων οὐ πονούντων παραβαίνεται νόμος, οὐδ’ οἵδε νόμῳ πρὸς τοῦτ’ ἄγονται.
Or
.

50

.

10

Ἐρεῖ τοίνυν τις, ὡς εἰ καὶ μὴ γεγραμμένον τοῦτ’ ἔστιν, ἀλλ’ εἰς ἔθος ἥκει. ἔθη δὲ εἰ μὲν ἀκίνητα πάντα ἔμεινεν, εἰκός τι καὶ οἵδε πεπόνθασι δεδουλευκότες τοῖς ἔθεσιν· εἰ δὲ λέλυται πολλὰ διὰ
5παντὸς τοῦ χρόνου τοῖς κρείττοσιν εἰξάντων τῶν χειρό‐ νων, μὴ τὸ περὶ τῆς τοῦ πράγματος φύσεως διαλέγε‐ σθαι φεύγοντες ἐπὶ τὸ πεπρᾶχθαι πολλάκις καταφευ‐ γόντων. ἄχθεσθαι γὰρ ἄξιον, ὅτι γέγονε πολλάκις, ἀλλ’ οὐκ ἐπὶ τῶν αὐτῶν διὰ τοῦτο μένειν.
Or
.

50

.

11

ἦσάν
τινες οἳ πονηρὰν ἑορτὴν εἰσήγαγον εἰς τὴν Δάφνην. ἦν δὲ τὸ πάντα τρόπον ἀσχημονεῖν ἑορτὴν ποιεῖν. τοῦτό τις κατιδὼν βασιλεὺς ἐπιεικὴς καὶ σώφρων αἰ‐
5σχυνθεὶς μὲν τοῖς πραττομένοις, ἀλγήσας δ’ ὑπὲρ τοῦ χωρίου παύει τὴν ἐπὶ τοιούτοις σύνοδον καὶ παύσας εὐδοκιμεῖ. καὶ οὐδεὶς πρὸς αὐτὸν τὰ τῆς ἑορτῆς ἔλεγεν ἔτη οὐδ’ ὡς τὰ κεκρατηκότα δεῖ κρατεῖν διὰ τέλους. ἀλλ’ ἐξεβέβλητο τοῦτο τῆς Δάφνης τὸ νόσημα χρόνον
10πολύν, ἕως αὐτὸ πάλιν ἄνδρες ἀξίως τοιούτων ἑορτῶν βεβιωκότες εἰσήγαγον.
Or
.

50

.

12

αἱ κατὰ τῶν βουλευόντων πληγαὶ διὰ κακίαν ἀρχόντων εἰς ἔθος ἧκον. τοῦτ’ αὐτὸς ἀνῄρηκας νόμῳ, κἀν τοῖς ἐπαίνοις τοῖς περὶ σοῦ τῶν μεγάλων καὶ τοῦτο ἔστιν. ἐπὶ τὰς διὰ
5τῶν θηρίων λειτουργίας ἀνάγκαις ἤγετό τις πρότερον. σὺ γνώμης τοῦτο ἐποίησας οὔτε κωλύων βουλομένους οὔτε ἕλκων ἄκοντας. καὶ οὔτε ἐνόμιζες ἀδικεῖν ἔθει μαχόμενος οὔτε ἠδίκεις. μηδὲ ἔστωσαν ἀνε‐ ψιῶν γάμοι γέγραφας ἐν ἐξουσίᾳ πολλῇ τοῦ πράγ‐
10ματος ὄντος. καὶ τῶν φαινομένων σοι δικαίων οὐκ ἦν ὁ τοῦ ἔργου χρόνος δυνατώτερος. πρὸς ταῦτα ἔδει βλέψαι τοὺς τῆσδε τῆς πόλεως ἄρχοντας καὶ μὴ μᾶλλον αἰδεσθῆναι τὸν τῶν ἀδικημάτων χρόνον ἢ τὸ δίκαιον
εἶναι ταῦτα πεπαῦσθαι.
Or
.

50

.

13

Καίτοι πόσους ἐποιησάμην, ὦ βασιλεῦ, περὶ τούτου λόγους πρὸς ἕκαστον. οὓς μέμφεσθαι μὲν ὡς οὐκ ὄντας δικαίους οὐκ εἶχον, ἄγειν δὲ εἰς ἔργον οὐκ ἐβούλοντο, οὐχ ἵν’ ὁ σὸς οἶκός τι κερδάνειε, κέρ‐
5δος μὲν γὰρ οὐδ’ εἴ τι χρυσίον ἐντεῦθεν ἐγίνετό σοι, ὅτου γὰρ οὐχ ἡγεῖται τὸ καλόν, τοῦτο ἅπαν ζημία, οὐ μὴν οὐδ’ αὐτὸ τοῦτο ἐντεῦθεν ἐγίγνετο, ἀλλ’ ὁ μὲν πόνος ἑτέρων, ὁ δὲ μισθὸς ὧν εἰπεῖν οὐ βούλομαι.
Or
.

50

.

14

ἀλλ’ ὅπερ ἔφην, πολλά‐ κις μὲν ἐμεμφόμην τὸ τὰ τοιαῦτα περιορᾶν, ἤνυον δὲ οὐδέν. καὶ ἦν λοιπὸν σοί τε, ὦ βασιλεῦ, διαλέγε‐ σθαι καὶ διὰ τῆς σῆς ψήφου βοηθεῖν τοῖς ἀδικου‐
5μένοις, πρὸς ὃν ἢ οὐδεὶς τολμήσει μεμνῆσθαι τοῦ ἔθους ἢ μάτην. ἐλαύνων γὰρ δὴ σὺ τοὺς πολεμίους καὶ νόμοις καινοῖς εὖ ποιεῖς τοὺς ἀρχομένους. ὧν ἕκαστος λύει τὸν πάλαι κείμενον εἰκότως ἀμείνων δή‐ που δεικνύμενος.
Or
.

50

.

15

εἰ δὲ γεγραμμένους λύεις λογι‐ σμοῦ πείθοντος, πῶς τοῦτο ἐν ἀγράφοις ὀκνήσεις τῆς αὐτῆς ἐνούσης αἰτίας; ὁρῶμεν δήπου καὶ τοὺς ἰατροὺς τοῦτο ἔργον ἔχοντας ἐκβάλλοντας τὰ τοῖς σώμασιν
5ἐνοικοῦντα κακὰ καὶ μᾶλλόν γε εὐδοκιμοῦντας τοὺς τοῦτο δυνηθέντας κατὰ τῶν πολὺν ἐν τοῖς σώμασι δυναστευσάντων χρόνον. καὶ νῦν ὅσῳπερ ἄν τις ἐτῶν μνημονεύσῃ πλειόνων, τοσούτῳ μείζων ἀπὸ τῆς θερα‐
πείας ἡ δόξα.
Or
.

50

.

16

Μάλιστα μὲν οὖν καὶ τὰ κοινὰ τῶν οἰκοδομη‐ μάτων σὺν τῷ δικαίῳ τὴν ἀρχὴν λαμβανέτω, τὸν κέραμον. εἰ δ’ οὖν δεῖ τι καὶ ἀδικεῖσθαι περὶ ταῦτα τοὺς ὄνους, περὶ ταῦτά γε ἀδικείσθωσαν μόνα. νῦν
5δέ, τίς ἄν, ὦ Γῆ καὶ Ἥλιε καὶ θεοὶ πάντες καὶ δαί‐ μονες, ἐνέγκαι τὴν παρανομίαν; τοῖς ἰδιώταις, ὦ βασι‐ λεῦ, ταῦτα καὶ δέδοται καὶ δίδοται. καὶ οἱ μὲν προσ‐ ιόντες αἰτοῦσι πύλην ὀνομάζοντες, ὁ μὲν τήν, ὁ δὲ τήν, ὁ δὲ τὴν τρίτην, τῷ ῥήματι τούτῳ τὰ δι’ αὐτῶν
10ἐλαυνόμενα λαβεῖν ἀξιοῦντες, οἱ δ’ ὥσπερ ἁπάντων τούτων δεσπόται ταχέως ἐχαρίσαντο τὰ ὀλίγα γράμ‐ ματα. ἐν δὲ τοῖς ὀλίγοις τούτοις πολλοὶ μὲν ὄνοι, πολλοὶ δὲ ὀρεῖς, πολλαὶ δὲ κάμηλοι. ὧν ἐπιλαμβά‐ νονταί τε καὶ πρὸς τὸν χοῦν ἄγουσι παίοντες τοὺς
15ἐλαύνοντας οἰκέται τῶν λαμβανόντων τὴν χάριν πρὸς τοῖς ὑπηρέταις τῆς ἀρχῆς.
Or
.

50

.

17

εἰ δ’ οὐδὲ στρατηγοῖς οἰκοδομουμένοις ταῦτα δοτέον, πῶς οἷς φροντίδες ὑπὲρ ὧν αὐτοὶ κέκτηνται μόνων, ἄλλου δὲ οὐ‐ δενός; ὦ κάκιστε ἀνδρῶν, ἐπριάμην μὲν ἐγὼ καὶ τρέφω
5καὶ ἰατρὸν ἐπὶ τὰ χωλεύοντα καλῶ καὶ μισθὸν τούτου
τελῶ, βαδιεῖται δὲ καὶ χρήσεται τοῖς ποσὶν οὐχ ὑπὲρ ἐμοῦ μᾶλλον ἢ σοῦ; τί τούτου παρανομώτερον; τί δεινότερον; τί δ’ ἄλλο τὸ τῶν τυράννων ἢ τοῦτο ἔστιν, ἀφελέσθαι τοῦτον, ἐκείνῳ δοῦναι, τὸν μὲν
10ἀδικῆσαι, τῷ δὲ δι’ αὐτοῦ τούτου χαρίσασθαι καὶ τὴν ἑτέρου βλάβην ἄλλου ποιῆσαι κέρδος. καὶ νῦν εἰ βουληθείην τὰ τῶν τοῦτο λαβόντων ὀνόματα πάντα διελθεῖν, πολύ τε τοῦτο ἔσται καὶ ἀποκναίσει.
Or
.

50

.

18

Κωλύσεις οὖν, ἐροῦσι, τὸν ἄρχοντα δι‐ δόναι χάριν; πάνυ γε, τὴν ἄδικον. ὡς δὲ οὐκ ἔνι τὸ δίκαιον ἐν ταύτῃ, παντί που δῆλον καὶ αὐτοῖς τοῖς τε διδοῦσι τοῖς τε λαμβάνουσιν. ἢ πόθεν ἐφο‐
5βοῦντο καὶ οὗτοι κἀκεῖνοι πρὸς τὰς ἀπειλὰς ἃς ἐποι‐ ούμην, ὅτι ταῦτα οὐκ ἀγνοήσεις, ἀλλ’ ἔσται τις ὁ μη‐ νύσων;
Or
.

50

.

19

ἀλλ’ ὅμως ἐρεῖ τις, ὅτι δεῖ τι τοῖς ἄρ‐ χουσιν ἐξεῖναι. ἐγὼ δὲ ἐρῶ ταὐτὸ πάλιν, ὅτι τὸ δίκαιόν σφισι μόνον ποιεῖ τὴν ἐξουσίαν, ἃ δέ ἐστιν ἔξω τούτου, κεκώλυται. καὶ τοῦτο τοίνυν, οὐ γὰρ ἐν
5τοῖς δικαίοις ἐστί, κεκωλυμένον ἐστίν. οἱ δὲ ὥσπερ ἀντὶ τῶν νόμων αὐτοὶ γεγενημένοι καὶ τὰς ἀκροπόλεις σὺν δορυφόροις κατειληφότες καὶ τῆς Ῥωμαίων πολι‐ τείας κεκινημένης οὕτω μέμνηνται τῆς ἐξουσίας καὶ ταῦτα εἰδότες, ὡς οὐδὲ σοὶ πάντα ἔξεστιν, ὦ βα‐
10σιλεῦ. αὐτὸ γὰρ τοῦτ’ ἔστι βασιλεία τὸ μὴ πάντα
τοῖς ἐπ’ αὐτῆς ἐξεῖναι. εἰ δὲ τοῦτο εἰς ἐξουσίαν ἀνοί‐ σομεν, οὐδ’ εἰ μάχοιντο τοῖς νόμοις αἱ γνώσεις, αἰτια‐ σόμεθα οὐδὲ ἐγκαλέσομεν οὐδ’ εἰ τοὺς ὑστέρους τῷ σχήματι πρὸ τῶν προτέρων ἄγοιεν. τὸ γὰρ δὴ ἄρχειν
15ἀκουσόμεθα πανταχοῦ.
Or
.

50

.

20

Φίλοις οὖσιν ἔδει τι παρὰ τοῦ φιλοῦν‐ τος εἶναι. καλῶς. ἔστιν ἄργυρός σοι καὶ ἐσθὴς καὶ χρυσίον καὶ ἀνδράποδα καὶ βοσκήματα καὶ γῆ. τού‐ των εἴ τι βούλει, δὸς καὶ εἰ βούλει γε, πάντα. τὸ
5γὰρ δὴ κωλύον οὐκ ἔσται. τῶν ἐμῶν δὲ ἕτερον μὴ ποίει δεσπότην. ἀλλ’ ὅταν τις ἐλθὼν ἢ παρακαθή‐ μενος ἢ καὶ παρεστὼς μνημονεύῃ τῆς τοιαύτης χάριτος καὶ χοῦ καὶ ὄνων, λέγειν πρὸς αὐτόν, ὅτι, ὦ ἄριστε, ἐγώ σε πάνυ μὲν φιλῶ καὶ βουλοίμην ἄν σοι
10πολλήν τε καὶ καλὴν γενέσθαι τὴν οἰκίαν, ἃ δὲ οὐ καλὸν δοῦναι, μὴ δοῦναι καλόν.
Or
.

50

.

21

οὔπω μέν τις τῶν τοῦτο πεπονθότων ἐπὶ τὰς τῶν κρατούντων εἰκόνας κατέφυγε, δεῖσαι δὲ ἄξιον μὴ γένηται. τί οὖν χρή σε ποιεῖν; σοὶ μὲν ἔστι χρυσίον, ὄνους δὲ ὁρῶμεν
5πωλουμένους καὶ πρίασθαι ῥᾴδιον. οὕτω σοι βέλτιον οἰκοδομεῖσθαι. τὸ δὲ σὺν ἀραῖς, τοῦτο δὴ τὸ νῦν, παραινῶ σοι φυγεῖν. οὕτως ἂν ἦσαν ἄρχοντες ὡς ἀληθῶς, τοὺς μὲν οὐκ ἐπιτρίβοντες, τοὺς δὲ νουθετοῦντες καὶ τοὺς μὲν τοῦ κακῶς πάσχειν,
10τοὺς δὲ τοῦ ποιεῖν ῥυόμενοι. κέρδος δὲ δήπου καὶ
τοῦτο τὸ κωλυθῆναι ποιῆσαι κακῶς.
Or
.

50

.

22

Ὡς δ’ οὐκ ἐν ἐξουσίᾳ τοῖς ἄρχουσι τὰ τοι‐ αῦτα διδόναι, δῆλον ἐξ ὧν ἤδη τις ὃς παρὰ βασιλέως τοῦτο εὕρηται γεγένηται. τί γὰρ ἐνοχλεῖν ἔδει τῷ βασιλεῖ δοθέντος ἂν δικαίως καὶ παρὰ τοῦ δικάζειν
5τεταγμένου; ἀλλ’, οἶμαι, ληψόμενος μὲν καὶ παρ’ ἐκεί‐ νων ᾔδει τὴν χάριν, οὐ μὴν μετά γε τῆς τοῦ δικαίου μερίδος. τοῦτο δὴ δεδιὼς καὶ θαρρεῖν οὐκ ἔχων, ὡς οὐκ ἔσονταί ποτε τῶν τοιούτων εὐθύναι, βασιλέως ἧκε κομίζων ἐπιστολήν. ἣν ἐπαινεῖν μὲν οὐκ ἔχω,
10φημὶ δὲ πίστιν εἶναι τοῦ μὴ τοῖς ἄρχουσι τούτοις τὰ τοιαῦτα ἐξεῖναι.
Or
.

50

.

23

Καὶ τί δεινόν, φησίν, ἐξιόντα τὸν ὄνον φορτίον ἕτερον οὐκ ἔχοντα τοῦτο φέροντα ἐξιέναι; τοῦτ’ αὐτό, φαίην ἄν, τὸ ἐξὸν μὴ φέρειν φορτίον ἀναγκάζεσθαι φέρειν. ὥσπερ γὰρ ἀνθρώπῳ
5τοῦ μὴ φέρειν τὸ φέρειν βαρύτερον, οὕτως, οἶμαι, καὶ ὄνῳ. καὶ διὰ τοῦτ’ αὐτοῖς τῆς ἐξ ἀγρῶν εἰς ἄστυ πορείας ἡ ἐξ ἄστεος ἐκεῖσε κουφοτέρα, ὅτι ἐν ἐκείνῃ μὲν φορτία, ἐν ταύτῃ δὲ τοῦτ’ οὐκ ἔστιν, ἀλλ’ ἐλευ‐ θερία βάρους. ὁ δὲ γεωργὸς ἐφιζάνων τε οὐχ οὕτω
10λυπηρὸς καὶ φειδοῖ πολλάκις ἀκολουθεῖ.
Or
.

50

.

24

ἀλλ’ οἱ κυρίους αὑτοὺς οὗτοι ποιοῦντες ὧν ἐκ τῶν νόμων οὔκ εἰσιν, ἀποστεροῦσι τοὺς ταλαιπώρους τούτους ὄνους ταυτησὶ τῆς παραμυθίας τὰ νῶτα αὐτῶν ὑπο‐
5τιθέντες τοῖς ὑψηλοῖς τούτοις χώμασιν. ἐφ’ ἃ δεῖ
χωρεῖν τοὺς γεωργούς, ὠθοῦντας ἐνίους τὸν ὄνον. καὶ πολλάκις ἧς δεῖται μὲν ἐπὶ τὸν ἀγρὸν πύλης, αὕτη πλησίον, δεῖ δὲ ἐκ μέσης τῆς πόλεως ἢ τέρματός γε ἑτέρου λαβόντα τοῦ χοῦ τὴν αὐτὴν ἐλθόντα πάλιν
10ὁδὸν οὕτως ἅψασθαι τῆς πύλης.
Or
.

50

.

25

καὶ τὸ ἔτι δει‐ νότερον, τῶν ἀδικουμένων αὐτῶν ἀγὼν ὑπὲρ τοῦ φορ‐ τίου σπεύδοντος ἑκάστου πρὸ ἄλλου τυχεῖν τοῦ φορ‐ τίου. καὶ τοῦτο, ὦ Ζεῦ καὶ θεοί, πωλεῖται τὸ κακόν.
5καὶ ὁ μὲν οὗ τυρὸν ἔμελλεν ἕξειν ἀργυρίου, τοῦτο δοὺς ἀπῆλθεν, ὁ δ’ οὐ δυνηθεὶς ἕστηκε κλάων, ἐλεεῖ δὲ οὐδείς. καίτοι τί τούτων ἐλεεινότερον οἷς ἐκ τῆς ἀπορίας ἡ βραδυτής; ὧν οἱ μὲν τοῦ χοῦ μετέλαβον 〈δείλησ〉, οἱ δ’ ἡλίου μέλλοντος δύσεσθαι, οἱ δὲ
10δεδυκότος, οὓς εἶναι χρῆν οἴκοι πρὶν ἥκειν μεσημβρίαν.
Or
.

50

.

26

νυκτὸς τοίνυν ἐν ὁδῷ καταλαβούσης τοὺς ταῦτα πεπονθότας τί τούτοις ἢ πόθεν ᾖ συμφορᾶς ἴαμα μήτ’ εἰς πανδοκεῖον αὐτοὺς εἰσάγοντος μηδενὸς βαλλαντίου, πῶς γὰρ τοῦ γε οὐκ ὄντος; τήν τε ἐν νυκτὶ πορείαν
5σφαλερὰν τῶν κακούργων ποιούντων τροφῆς τε οὐδα‐ μόθεν φαινομένης οὔτ’ αὐτοῖς οὔτε τοῖς ὄνοις. καὶ νόσους τοίνυν καὶ θανάτους εἰκὸς ἐκ τοῦ τοιούτου γεγενῆσθαι πολλάκις, εἰ δὲ καὶ μὴ ταῦτα, λύπην γε καὶ δάκρυα τούτων τε αὐτῶν καὶ τῶν τούτοις οἰκείων ἐν
10τῷ μὴ ἔχειν ἀλλήλους ὀδυρομένων.
Or
.

50

.

27

καίτοι ταῦτα δεινὰ μέν, εἰ καὶ παρὰ τῶν πολεμίων γίγνοιτο, δει‐ νότερα δέ, ὅταν ὑπὸ τῶν ἐπὶ σωτηρίᾳ τε καὶ βοηθείᾳ παρ’ ὑμῶν πεμπομένων. καὶ πληγαὶ δέ, ὦ βασιλεῦ,
5γίγνονται παρὰ τῶν τούτοις ἐφεστηκότων στρατιωτῶν. καὶ ἡ μὲν πρόφασις· οὐκ ὀξέως ἅπαντα ποιεῖς, ἀλλ’ ὕπτιος εἶ καὶ βραδύς, τὸ δ’ ἀληθές· οὐκ ἔστιν ἀργύριόν σοι οὐδὲ ἔνι μοί τι παρὰ σοῦ λαβεῖν. δίδου τοίνυν ἀτυχίας δίκην.
Or
.

50

.

28

καὶ οἷς μὲν ἔστιν, ὦ βασιλεῦ, σακκία σῖτον ἢ κριθὰς ἤ τι τοιοῦτον ἀγρόθεν ἐνηνοχόσιν, ἧττον τὸ κακόν· νῦν δὲ καὶ τοῖς χιλὸν κεκομικόσιν ἴση τοῦ ταῦτα ὑπηρε‐
5τεῖν ἀνάγκη, σακκίων δὲ οὐκ ὄντων τὸ τοῦ γεωργοῦν‐ τος ἱμάτιον ἀντ’ ἐκείνου γίγνεται χεῖρον αὐτῷ τούτῳ καθιστάμενον, τό τε σαπρὸν τό τε οὐ σαπρόν. καίτοι πῶς ἂν ταύτην ἐνέγκαι γεωργὸς τὴν ζημίαν, ᾧ μὴ ἔστιν ἕτερον αἰτῆσαι παρὰ τῆς γυναικός, ᾧ τὰ παιδία
10γυμνά;
Or
.

50

.

29

ἐκ μὲν οὖν τοῦ τοῦτον τὸν τρόπον ἐκ‐ φορεῖσθαί τι τοῦ χοῦ γηράσκει μὲν τῷ ἀνθρώπῳ θᾶττον ἢ δεῖ θοιμάτιον, μένει δὲ ὅμως αὐτῷ. αἱ δὲ τῶν πυλωρῶν ἁρπαγαί, μικρὸν εἰπεῖν χαλινοὺς
5ὄνων καὶ ἱμάντας ἑτέρους καὶ σχοινία καὶ ἄρτους κεκρυμμένους ἰχνευομένους, ἀλλ’ εἰ μὴ καὶ τὸν χιτῶνα αὐτὸν προσαφέλοιτο, φιλανθρωπότερος ἀξιοῖ νομίζε‐ σθαι. περὶ μὲν γὰρ τὸν εἰσιόντα ταῦτα ποιοῦσιν, ὡς,
εἰ φέρων ὀφθείη χοῦν, ἀποδώσοντες, ἀναστρέφοντος
10δὲ οἱ μὲν ἑαυτοὺς ἠφάνισαν, ὁ δ’ οἰμώξας καὶ πλήξας τῇ χειρὶ τὸ μέτωπον ἀπῆλθε. καὶ ἔστι τοῖς ἀθλίοις ἐν εἰρήνῃ πόλεμος χρῄζουσι μὲν τῆς πόλεως, ἀκούουσι δὲ παρὰ τῶν ἔργων, ὅτι χρὴ φεύγειν τὴν πόλιν.
Or
.

50

.

30

Τοῦτο δὲ τὸ χαλεπόν, ὦ βασιλεῦ, γίγνεται χαλεπώτερον προσθήκην ὑπὸ τοῦ καιροῦ λαβὸν ἐπὶ τὸν χειμῶνα παρὰ τῶν ἀρχόντων ἐκταθέν. ὃς ἵστη πρότερον ἐπελθὼν τοῦτο τὸ ἀδίκημα. ἀλλὰ νῦν ψῦχος
5μὲν καὶ πηλὸς καὶ ὄμβρος, πολὺ τούτων ἕκαστον, ἀνα‐ πνοὴ δὲ οὐδαμόθεν. οὐδὲ ἔστι σπονδῶν τυχεῖν, ἀλλὰ λέγεται μὲν ὑπὸ τῶν ὁρώντων τοὺς πόνους, ὅτι ταῦτα οὐ κατὰ τὴν πολιτείαν, ἐκφέρεται δὲ ὅμως ὁ χοῦς, μᾶλλον δὲ ὁ πηλός, ἔστι δ’ οὗ καὶ βόρβορος. ὑφ’ ὧν
10ἀμφοτέρων ἄχρηστα τοῖς σιτηγοῦσι τὰ σακκία, κἂν ἐμβαλὼν εἰς οὕτω διακείμενα σῖτον ἄγῃς, διέφθειρας. τῆς δ’ ἐντεῦθεν βλάβης ἐπὶ τὸν ἄρτον ἐρχομένης εἰς τὴν τοῦ σίτου τιμὴν ὁ κομίσας ἐζημίωται.
Or
.

50

.

31

ταυτὶ δὲ τὰ πάθη καὶ τῇ πόλει τὴν περὶ τὴν τροφὴν συμ‐ φορὰν ἐπέτεινε, καὶ τέταρτον προσετέθη κακόν. καὶ νῦν ἀριθμοῦμεν τὰ τῶν μυῶν ἔθνη, τοὺς ὄφεις, τὰς
5ἀκρίδας, τὸν χοῦν. παιδεύονται γὰρ οἷς ζημιοῦνται φεύγειν, ὥσπερ τι βάραθρον, τήνδε τὴν πόλιν καὶ ζητεῖν οὗ ταῦτα οὐ πείσονται. ὥστε οἷς οὐ πᾶσα ἀνάγκη δεῦρ’ ἰέναι, βαδίζουσιν ἄλλοσε παραινοῦν‐
τες οἷς συντυγχάνοιεν ἀναστρέφειν.
Or
.

50

.

32

Καὶ τῆς περὶ ταῦτα ἐνδείας αἰτιάσαιτο μὲν ἄν τις καὶ ἄλλο τι, μέμψαιτο δ’ ἂν εἰκότως καὶ τὰς τῶν ἀρχόντων χάριτας. παρ’ ὧν εἰ μὴ λάβοις δίκην, δόξεις οὐ σφόδρα κήδεσθαι τῶν πόλεων, εἰ ἃς ὅπλοις
5σώζεις, ἐκδίδως ἀρχόντων κακίᾳ. οἷς οὐκ ἂν μὲν ἦν λόγος οὐδ’ εἰ τοῖς πενεστέροις ταῦτα ἐχαρίζοντο, ἥττων δ’ ἂν ἦν ἡ κατηγορία τῆς τῶν τὴν χάριν λαμβανόντων ἐνδείας ἀφαιρούσης τι τοῦ μύσους; νῦν δὲ ἐκείνους μὲν οὐδ’ ἴσασιν, ἀλλ’ ἐκ τῶν ὄντων αὐτοῖς τῶν ὀλίγων
10ἐπανορθοῦσι τὰς οἰκίας, οἷς δὲ πάντα πολλὰ καὶ γέλως τὰ τοῦ Γύγου, τούτοις οὕτω συνοικοδομοῦσιν, οἷς μυρίαι μὲν κάμηλοι, πολλοὶ δὲ ὀρεῖς καὶ ζεύγη, πλῆθος δὲ ἵππων ταῖς τῶν ἱπποκόμων χερσὶ κοσμουμένων, οἳ δικαιότερον ἂν τοῖς δεσπόταις τὰ τοιαῦτα ὑπούργουν
15ἢ οἱ μικρὸν τῶν τεθνεώτων διαφέροντες ὄνοι.
Or
.

50

.

33

νῦν δ’ ἐκεῖνα μὲν ἐν τρυφῇ τε καὶ φάτναις καὶ ὕβρει καὶ θεραπείᾳ, οἷς δ’ ἀπὸ τῶν ὄνων ὁ βίος, τούτοις ὃ μόνον ἔστιν αὐτοῖς ἀπόλλυται. ἡμεῖς δὲ τοῖς αὐτοῖς
5ὀφθαλμοῖς ὁρῶντες τήν τε ἐν τούτοις ταλαιπωρίαν τήν τε ἐν ἐκείνοις ἀσέλγειαν σχετλιάζομεν καὶ λέγοντες ἃ τοὺς ἀλγοῦντας εἰκός, ληροῦμεν. ὁ γὰρ προσέξων οὐκ ἔστιν οὐδὲ ὁ πεισόμενος. ἀλλὰ παρὰ σοῦ,
φιλανθρωπότατε βασιλεῦ, ταῦτα ἡμῖν γενέσθω καὶ
10φαίνου κηδόμενος μὴ τῶν πόλεων μόνον, ἀλλὰ καὶ τῶν ἀγρῶν, μᾶλλον δὲ τῶν ἀγρῶν ἢ τῶν πόλεων πλέον. ἐκεῖνοι γὰρ τούτων ὁ θεμέλιος.
Or
.

50

.

34

καὶ φαίη τις ἂν ἐπὶ τῶν ἀγρῶν ἑστηκέναι τὰς πόλεις κἀκείνους εἶναι κρηπῖδα ταύταις, παρ’ ὧν πυροί, κριθαί, βότρυες, οἶνος, ἔλαιον, τροφὴ μὲν ἀνθρώποις, τροφὴ δὲ τοῖς ἄλλοις
5ζώοις. εἰ δὲ μὴ βόες ἦσαν μηδ’ ἄροτρον μηδὲ σπέρ‐ ματα μηδὲ φυτὰ μηδὲ ἀγέλαι βοσκημάτων, οὐδ’ ἂν ἐγένοντο τὴν ἀρχὴν πόλεις. καὶ γενόμεναι δὲ τῆς ἐκείνων ἐξήρτηνται τύχης, καὶ τὸ εὖ τε καὶ χεῖρον πράττειν αὐταῖς ἐκεῖθεν ἔστι.
Or
.

50

.

35

καὶ τὴν παροῦσαν ταύτην ἀκαιρίαν τὴν κοινὴν ὁ κείνων τόκος ἀδικηθεὶς ἔτεκε. καὶ νῦν ἐν εὐχαῖς αἱ πόλεις ἅπασαι μείζονές τε καὶ ἐλάττονες εὐμενῶν τὴν γῆν ἀπολαῦσαι τῶν
5Ὡρῶν. ἣν δεομένην τῶν ἐργασομένων ἴσμεν, οὓς ἅπαντας τοῦ Κελεοῦ μαθητὰς χρὴ νομίζειν εἶναι. ὅστις οὖν τοῖς ἐκείνων πολεμεῖ πράγμασιν, ἐν οἷς εἶναι συμβαίνει καὶ τοὺς ὄνους, οὗτος τῇ γῇ πολεμεῖ, ὅστις δὲ τῇ γῇ, οὗτος καὶ ταῖς πόλεσι καί, νὴ Δία
10γε, καὶ τοῖς πλέουσιν αὐτοῖς, ἐπεὶ κἀκείνοις δεῖ τῶν παρὰ ταύτης. καὶ γὰρ εἰ τὸ πλείω τὰ ὄντα ποιεῖν ἀπὸ τῆς θαλάττης αὐτοῖς, ἀλλ’ αὐτό γε τὸ δύνασθαι
ζῆν ἀπὸ τῆς γῆς.
Or
.

50

.

36

Καὶ σοὶ δὲ ὁ φόρος ἐκεῖθεν, ὦ βασιλεῦ. δια‐ λέγῃ μὲν γὰρ περὶ αὐτοῦ ταῖς πόλεσιν ἐν τοῖς γράμ‐ μασι, ταῖς δὲ ἐκεῖθεν τὸ δοῦναι. ὅστις τε οὖν βοηθεῖ τοῖς γεωργοῖς, οὗτος τὰ σὰ συνέχει, καὶ ὅστις ἐπη‐
5ρεάζει, περὶ τὰ σὰ κακὸς γίνεται. ταύτην τε οὖν τὴν ἐπήρειαν ἐπισχετέον σοι, βασιλεῦ, νόμῳ καὶ τι‐ μωρίᾳ καὶ γράμμασι, καὶ τῇ περὶ ὧν νῦν ἀκούεις σπουδῇ παρακλητέον ἅπαντας εἰς τοὺς ὑπὲρ τῶν γεωρ‐ γῶν λόγους.
Or
.

50

.

37

οἶμαι δέ σοι προσήκειν μὴ νομίζειν ἱκανόν, εἰ μηδὲν ἔτι τοιοῦτον ἔσται, ἀλλὰ καὶ δίκην ἐθελῆσαι λαβεῖν. δίκη δὲ πρέπουσα τοὺς μὲν ἀρχι‐ τέκτονας ὅσα τε χώματα καὶ ὅσων ἂν μετετέθη χρημά‐
5των εἰπεῖν, ταυτὶ δὲ τὰ χρήματα γενέσθαι σοι μέρος τῆς ὑπὲρ τῶν ὅλων δαπάνης, τοὺς δὲ τιθέντας ἀμφοτέ‐
ρους εἶναι, τούς τε δόντας τὴν χάριν τούς τε λαβόντας.
Or
.

51

t

ΠΡΟΣ ΤΟΝ ΒΑΣΙΛΕΑ ΚΑΤΑ ΤΩΝ ΠΡΟΣΕΔΡΕΥΟΝΤΩΝ ΤΟΙΣ ΑΡΧΟΥΣΙΝ.
Or
.

51

.

1

Πολλῶν, ὦ βασιλεῦ, γεγενημένων μοι πρὸς σὲ λόγων ὑπὲρ μεγάλων τε καὶ σπουδαίων πραγμάτων πανταχοῦ σε καὶ προσέχοντα λαβὼν καὶ πρὸς τὰς παρ‐ αινέσεις ἡδέως ἐσχηκότα καὶ νῦν εἰσῆλθον ὑπὲρ ἀξίων
5φροντίδος καὶ οὐδὲν ἐλαττόνων ἢ ’κεῖνα ποιησό‐ μενος τοὺς λόγους. αἰτῶ δὴ παρὰ τῶν θεῶν ἱκανῶς τε δυνηθῆναι διδάξαι καὶ πεπεικότα σε καὶ δόξαντα
εὖ φρονεῖν ἐνθένδε ἀπελθεῖν.
Or
.

51

.

2

Οἶμαι δὴ πάντας ἂν ὁμολογῆσαι δύο ταῦτα τῶν τὴν ἀρχὴν ὑμῖν συνεχόντων εἶναι τὰ μέγιστα, τήν τε τῶν ὅπλων ἰσχὺν καὶ τὴν τῶν νόμων. ὧν ἡ μὲν τῶν πολεμίων περιεῖναι ποιεῖ, παρὰ δὲ τῶν ἔστι τῶν δι‐
5καίων τυγχάνειν. αὐτοῖς δέ γε τοῖς νόμοις δεῖ δικα‐ στῶν τῶν ἃ λέγουσιν ἐκεῖνοι ποιησόντων. οὐ γὰρ δὴ χεῖρες οὐδὲ πόδες εἰσὶ τοῖς νόμοις, οὐδ’ εἴ τις αὐτοὺς καλέσειεν, οὔτ’ ἀκούσονται βοῶντος οὔτ’ ἀφίξονται βο‐ ηθοῦντες. βοηθοῦσι δέ γε διὰ τῶν δικαζόντων. τῶν
10δ’ ἀνθρώπων τοὺς μὲν ποιεῖ δικαίους ὁ φόβος, τοὺς δὲ τὸ δοῦναι δίκην βελτίονας.
Or
.

51

.

3

κρατουμένων μὲν οὖν τῶν πολεμίων καὶ τῶν νόμων κρατούντων εὐδαί‐ μοσιν ἔστιν εἶναι· εἰ δὲ ἐπτηχότων ἐκείνων ἐν τοῖς νενικηκόσι τοὺς πολεμίους ἡττῷτο τῶν ἀδίκων τὰ δί‐
5καια, πόλεμός τις οὗτος ἐν τοῖς ὁμοφύλοις ἕτερος, ὡς μικρὸν εἶναι κέρδος τὰ ἀπὸ τῶν ὅπλων. εἰ μὲν οὖν οἷόν τ’ ἦν εἶναι πανταχοῦ τὰ ὑμέτερα σώματα, τῶν ἀρχόντων οὐδὲν ἂν τούτων ἔδει τῶν ἐπὶ τὰ ἔθνη παρ’ ὑμῶν πεμπομένων ἅπασιν ὑμῶν τοῖς δικαζομένοις ἀπο‐
10χρώντων, ὥσπερ αὐτῆς τῆς τοῦ ἡλίου λαμπάδος. ἐπεὶ
δὲ τοῦτο οὐχ οἷόν τε, δι’ ἑτέρων αὐτοῖς ἐφεστήκατε καὶ διὰ τῆς ἐκείνων γνώμης ὑμεῖς τὰς ψήφους τίθεσθε. τούτους τοίνυν, εἰ καὶ λίαν εἶεν βέλτιστοι καὶ βού‐ λοιντ’ ἂν ἀμύνειν τοῖς δικαίοις, ἔστι τὸ κωλύον καὶ
15τὴν ἀκρίβειαν ἀφαιρούμενον. τί τοῦτο;
Or
.

51

.

4

Πολλοὶ τὰς τῶν ἀρχόντων καταγωγὰς ἀξι‐ οῦσιν αὑτοῖς ἀνεῷχθαι καὶ τὰς αὑτῶν οἰκίας ἀφέντες ἐν ἐκείναις διατρίβουσιν εὐθὺς ἠριστηκότες ἐκεῖσε χω‐ ροῦντες ἀποσειόμενοι τὸν ὕπνον ὃν τὸ ἠριστηκέναι
5ποιεῖ. καὶ οἱ μὲν ἔτ’ ἀριστώντων ἥκοντες κάθηνται κάτω λαλοῦντες οὕτως, ὥστε ἐκείνους αἰσθάνεσθαι. τοῦτο δέ ἐστιν ἢ προεξαναστῆναι τοῦ τέλους ἢ σὺν ἀηδίᾳ μέχρι τοῦ τέλους ἐλθεῖν. καὶ πρόσεστιν ὕπνου στέρησις. οἷς δ’ ὑπῆρξε καὶ ὕπνου τι δέξασθαι, βοαῖς
10ταῖς τῶν ἡκόντων ἀφυπνίζονται μᾶλλον ἢ ταῖς παρὰ τῶν παιδαγωγῶν οἱ παῖδες. οὕτως ἀνέστραπται τὸ πρᾶγμα καὶ τὸ ἄρχειν τῶν ἀρχομένων ἐστίν.
Or
.

51

.

5

ἑσπέ‐ ρα καὶ λύχνος, καὶ οὐδὲν μᾶλλον ἀπέρχονται. ἀλλὰ καὶ λουτρὸν τὸ τῶν ἀρχόντων αὐτοῖς, ὥστ’ ἐκεί‐ νοις μηδὲ πρᾶξαί τι τῶν ἀναγκαίων ἐνεῖναι. ἔπειτα
5ἕωθεν ἧκον πρόφασιν μὲν ἐπὶ προσρήσει, τῇ δ’ ἀλη‐
θείᾳ τὰ συμφέροντα σφίσι τῶν δικαίων δυνατώτερα ποιήσοντες. ὑπὲρ γὰρ ὧν τῇ προτεραίᾳ δείλης ἦσαν διειλεγμένοι, ταῦθ’ ἧκον ἀπαιτήσοντες.
Or
.

51

.

6

Τὰς τοίνυν εἰσόδους ταύτας ἁπάσας, ὦ βασιλεῦ, νόμιζε κατὰ τῶν νόμων εἶναι καὶ διὰ ταύτας πολλοὺς μὲν δικαίως διώκοντας ἡττῆσθαι, πολλοὺς δὲ ἀδίκως κεκρατηκέναι. ἐν δὲ τούτοις βοσκήματα, ἀνδράποδα,
5γῆ, δανείσματα, δεσμοί, δεσμῶν λύσεις. καὶ γὰρ εἴ τίς ἐστιν ἄρχων οἷος αἰδεῖσθαι τὸ δίκαιον, πολλὰ ἂν ποιήσειεν ἄνθρωπος πολὺν χρόνον προσκαθήμενος καὶ μακρὰς ἐπῳδὰς ἐπᾴδων καὶ χειρῶν καὶ γονάτων ἁπτό‐ μενος καὶ ἐπαίνους ὑπισχνούμενος καὶ κακῶς ἐρεῖν
10ἀπειλῶν. εἶθ’ ὁ μὲν ἐν μέσῳ κάθηται κατὰ τὸν νόμον, οἱ δὲ ἔνθεν καὶ ἔνθεν οὐκ ἐῶσιν εἶναι δικαστήν. πῶς γὰρ ἂν εἴη δικαστὴς νυττόμενος ἔνθεν καὶ ἔνθεν, ὅπως ἡ χάρις ἔχοι πλέον τοῦ νόμου;
Or
.

51

.

7

Γίγνεται δέ τι καὶ τοιοῦτον ἐν τοιούτοις, ὦ βασιλεῦ. λέγουσι μέν τινες οὐδὲν τοιοῦτον πρὸς τὸν δικαστήν, φασὶ δὲ εἰρηκέναι, καὶ ὁ μισθὸς ὡμο‐ λόγηται. εἶτ’ ἐλθὼν φήσας εἰρηκέναι τι παρακάθηται
5τῷ δικαστῇ τὴν ψῆφον ἀναμένων, κατὰ δὲ τὸ δίκαιον ἐκείνης ἐνεχθείσης μισθὸν ἀπαιτεῖ ψήφου δικαίας πε‐ πονηκὼς οὐδὲν οὐδέ γε φθεγξάμενος.
Or
.

51

.

8

Καὶ τοῦτο δεινὸν μέν, ἀλλ’ οὐχ οἷον ἐκεῖνο τὸ καὶ παρὰ τὸ δίκαιον νικᾶν ἀξιοῦν οἷς συναγωνίζονται.
ἢν γὰρ μὴ δῷς, φησί, τὴν χάριν, οὐκ οἴσεις τὰ βέλη τὰ ἀπὸ τοῦ στόματος. πάντως δὲ ἐπιτή‐
5δειον ἡ ἀγορὰ χωρίον τοῖς τὰ τοιαῦτα τοξεύουσιν. εἶτ’ ἀπὸ τῶν τοιούτων ἀπειλῶν χάριτες πονηραὶ καὶ ψῆφοι τράπεζαί τε λαμπραὶ τοῖς παρὰ τῶν κεκρατη‐ κότων πεμπομένοις· οὐ γὰρ αὐτῶν γε τῶν τρυφώντων ἀναλισκόντων. καὶ ἔστιν αὐτοῖς τὸ μετὰ τὰς πρώτας
10θύρας ἀεὶ μεστὸν ἰχθύων, κεραμίων, ὀρνίθων, τῶν ἄλλων ὅσα δαῖτα δύναται ποιεῖν. κομίζεται δὲ πολλὰ πολλαχόθεν, τὰ μὲν ἐκ τῆς αὐτῆς πόλεως, τὰ δὲ ἐξ ἄλλων ὧν αἱ μὲν ἐν ἠπείροις, αἱ δὲ ἐν νήσοις. καὶ αἱ κάμηλοι πρὸς τὰς ὁλκάδας ἁμιλλῶνται.
Or
.

51

.

9

καὶ ἔδει μὲν ἐν πυροῖς καὶ κριθαῖς καὶ ἐσθῆτι καὶ οἴνῳ τὰ τοιαῦτα ἑστάναι, νῦν δὲ πολὺς μὲν ἄργυρος, πολὺς δὲ χρυσός. ὧν εἵνεκα τὰ τῶν ἀρχόντων βαλανεῖα
5προκέκριται τῶν κοινῶν τούτων καὶ μεγάλων. πολλὰ γὰρ ἂν αἰτηθείη καὶ παρὰ γυμνῶν καὶ παρ’ ἀποψωμένων καὶ ἐν ἑκατέρᾳ γε δεξαμενῇ θερμοῦ τε ὕδατος καὶ ψυχροῦ. οἱ δὲ δεόμενοι τῶν οὕτω λου‐ μένων τάς τε ἐξόδους αὐτῶν ἀναμένουσι καὶ παρα‐
10κολουθοῦσιν ἀκοῦσαί τι τῶν αὑτοῖς συμφερόντων εὐ‐ χόμενοι. οἱ δὲ τῷ προσώπῳ δηλώσαντες, ὡς οὐκ ὀλίγου πόνου τὸ πεπραγμένον, ἔδοσαν ἐλπίσαι, καὶ τὰ ὀνεί‐ ρατα ἀμφοτέροις ἡδέα, τοῖς μὲν τὸ κράτος, τοῖς δὲ ὁ μισθός.
Or
.

51

.

10

Ἀγανακτήσαι δ’ ἄν τις, ὦ βασιλεῦ, καὶ πρὸς ἐκεῖνο τὸ ἕωθεν ἀνισταμένους ὑπερβάντας τὰς ἄλλας φροντίδας οὔτε ὀλίγας καὶ προσηκούσας βαδίζειν εὐθὺς εἰς τὸ δικαστήριον. κουρεῖα δὲ οὐκ ἔστιν, ἰατρεῖα δέ,
5μυροπώλια δὲ δέξασθαι δυνάμενα καὶ λόγους καὶ συν‐ ουσίας; τί οὖν ταῦτα παρορῶντες ἐκεῖσε φέρεσθε καὶ τῆς ἐνταῦθα ἀπραγμοσύνης τὴν ἀηδίαν προτιμᾶτε τὴν ἐν τοῖς δικαστηρίοις; ἀλλ’ οὗτοι μὲν οὐκ ἐροῦσιν, ἐγὼ δέ, ὦ βασιλεῦ· ὅτι τῆς τοῦ κήρυκος δέονται φωνῆς,
10ἣν εἰσιόντων ἀφίησιν ἐκεῖνος πρὸ τῶν θυρῶν. οἱ γὰρ ἀκούσαντες ἅπαντες ἐπὶ τὴν ἐκείνων καταφεύ‐ γουσιν ἰσχύν. λυσιτελεῖ δὲ αὐτοῖς εἶναι τοὺς δεο‐ μένους αὐτῶν.
Or
.

51

.

11

Βλαβεραὶ μὲν οὖν ταῖς πόλεσιν αἱ τούτων εἴσ‐ οδοι, βλαβεραὶ δὲ καὶ αἱ τῶν οὐκ ἀφικνουμένων ἐπι‐ στολαί. καί, νὴ Δία γε, καὶ μειζόνως. ᾧ γὰρ οὐκ ἀφικνοῦνται, τοῦτο δέ ἐστι μέγεθος σχήματος,
5τούτῳ τὸ μηδενὸς ἀτυχεῖν ἔχουσι. πλέον γὰρ ἐνίοτε δύναται γραμματεῖον δίθυρον πολλῶν καὶ μακρῶν λόγων ἐγγύθεν λεγομένων. οὗτοι δὲ καὶ ἔρχονταί ποτε καὶ οὐδέποτε, τὸ πρότερον μὲν παρὰ τοὺς ἐν λαμπροτέρᾳ τάξει, τὸ δεύτερον δὲ παρὰ τοὺς ἐν ἐλάτ‐
10τονι.
Or
.

51

.

12

Τούτων τοίνυν τῶν τηλικούτων ἄμφω κεκω‐ λύσθαι φημὶ δεῖν, τά τε γράμματα καὶ τὰς ὁδούς. δι’ ἅπερ οὐδὲν ἐᾶται τῶν ἐγνωσμένων μένειν. δρόμος γὰρ εὐθὺς παρὰ τούτους, εἰ μὲν ἐξείη, καὶ αὐτῶν καθ’
5ὧν ἡ ψῆφος, εἰ δὲ μή, τῶν οἰκείων, καὶ τὰ μὲν λέλυ‐ ται, τοῖς δὲ ἔστι λαβεῖν. ὁ δ’ ἄρχων ὑπὸ τῶν οὐκ ἀρχόντων ἄρχεται. ὅταν γὰρ ὧν ἐψήφισται δυνατώ‐ τερον ᾖ τι, πῶς οὐ τοῦτο συμβαίνει; γίγνονται τοίνυν οἱ ταῦτα κεκελευκότες τῶν ἀφειμένων δεσπόται, καὶ
10ταῖς ἐκείνων ἐπιθυμίαις ἀντειπεῖν οὐκ ἔνι τούτοις.
Or
.

51

.

13

Ἔστι τι καὶ ἕτερον ἔθνος, ὦ βασιλεῦ, τοῖς ἄρχουσιν ἐνοχλοῦν. ποῖον τοῦτο; οἱ τοῖς νέοις ἐφε‐ στηκότες ἐπὶ βιβλίοις καὶ λόγοις. οἳ τὸ τῆς ἡμέρας ἥμισυ τὸ μετὰ μεσημβρίαν παρ’ ἐκείνοις διατρίβουσιν
5ὑπὲρ δικῶν τε καὶ μυρίων ἑτέρων δεήσεις ποιούμενοι. γνοίης δ’ ἂν αὐτοὺς πόρρωθεν τοῖς προσώποις πείσαν‐ τάς τε καὶ οὐ πείσαντας· ἐκ μὲν γὰρ ἐκείνου φαιδροί, τούτῳ δέ γε κατηφεῖς. δοκοῦσι μὲν γὰρ ἑτέρων κήδε‐ σθαι, κήδονται δὲ σφῶν αὐτῶν.
Or
.

51

.

14

διὰ τοῦτο τῶν οὐκ εἰσιόντων ὁ εἰσιὼν εὐπορώτερος. οὐδὲ γὰρ πολλο‐ στὸν μέρος τἀκ τοῦ διδασκαλείου τῶν ἐκ τῶν δικαστη‐ ρίων. κἂν ἐθελήσῃς τῶν διδασκάλων τοὺς ἐν πλούτῳ
5γεγενημένους ἐξετάσαι, τοῦτον εὑρήσεις τὸν πόρον, πλὴν εἴ τῳ κλήρους συγγενῶν ἡ Τύχη δέδωκεν, ἐπεὶ αὐτό γε τὸ παρὰ τῶν μαθητῶν πλοῦτον οὐκ οἶδε ποιεῖν, ἀλλ’ ἴσμεν καλῶς ὁπόσον.
Or
.

51

.

15

ταῖς δίκαις μὲν οὖν καὶ οἵδε λυμαίνονται, πρόσεστι δέ τι καὶ ἕτερον, τὸ τῶν διδασκαλείων αὐτῶν ἅπτεσθαι τὴν βλάβην. ποιεῖ γὰρ τὸν χείρω πολλάκις πράττειν ἄμεινον τοῦ
5βελτίονος. κρίνεται μὲν γὰρ ἡ εὐπραγία τῷ τῶν ὁμι‐ λητῶν ἀριθμῷ, κτᾶται δὲ πλείους ὁ φίλην τὴν ἀρχὴν κεκτημένος παραδιδόντων τῶν πατέρων οὐ διὰ τοὺς λόγους, ἀλλὰ διὰ ταύτην τὴν δύναμιν.
Or
.

51

.

16

κἂν προσ‐ ελθὼν αὐτοῖς εἴπῃς· ἄνθρωπε, προδίδως τὸν υἱόν. οὐχ ὁρᾷς τουτονὶ τὸν διδάσκαλον πλείω νέμοντα σπουδὴν τοῖς ἐν τοῖς δικαστηρίοις
5πράγμασιν, ἀφ’ ὅτου δὲ αὐτὸς προσαγορεύεται, πάρεργον τοῦτο πεποιημένον; οὐχ ὁρᾷς, ὡς αὐτῷ πλείων ἐκεῖθεν ἡ πρόσοδος; ὥστε μὴ δεῖν θαυμάζειν, εἰ τὸ πλέον μᾶλλον θεραπεύεται, ταῦτα ἀκούσας ἀποκρίναιτ’ ἂν ὁ πατὴρ τούτων μὲν
10μηδὲν ἀγνοεῖν, κερδαίνειν δὲ αὐτὸς τὰ μέγιστα
διὰ τῆς τοῦ παιδὸς ζημίας πραττομένων αὐτῷ ῥᾳδίως ἁπάντων ἃ μόνης ἐστὶ δοῦναι τῆς ἀρχῆς.
Or
.

51

.

17

τοῦτο τούτοις μεῖζον ἀπεργάζεται τὸ ποίμνιον, οὐχ οἱ λόγοι. ἐπεὶ λόγους γε καὶ τοὺς ὄντας ἐκβάλοιεν ἂν αἱ περὶ ταῦτα ἀσχολίαι. οὐ γὰρ ἔστιν ὁμοῦ καὶ τούτων κἀκεί‐
5νων ἐπιμέλειαν ἔχειν. ἀλλ’ ὅστις αὑτὸν διδάσκαλος τοῖς ἄρχουσι δέδωκεν, οὗτος αὑτὸν τῶν πόνων ὧν δεῖ τοῖς λόγοις ἀπέστησε. κακιόνων δέ σοι τῶν παιδεύειν ἀξιούντων γιγνομένων, ὦ βασιλεῦ, πῶς ἔνι βελτίους γενέσθαι τοὺς παιδευομένους; ὅταν γὰρ φαῦλον τὸ
10διδόμενον ᾖ, πῶς ἔνι καλὸν τὸ ληφθὲν εἶναι; δεῖ δή σοι μέλειν, ὦ βασιλεῦ, τοῦ πολλῶν δεξιῶν βασιλεύειν, τοῦτο δ’ ἂν ποιοῖς, εἰ τοὺς διδασκάλους τὰ αὑτῶν ποιεῖν ἀναγκάζοις. ἀναγκάσαις δ’ ἄν, εἰ τῶν ἀρχόν‐ των σφίσιν ἀποκλείσαις νόμῳ τὰς θύρας.
Or
.

51

.

18

Τί δ’ οὐκ ἔνι, φήσαις ἄν, τοῖς ἄρχουσιν, εἰ βούλοιντο, καὶ ἄνευ νόμου τοῦτο ποιεῖν; ἔνι. καὶ εἰσί γέ τινες ὀλίγοι κομιδῆ τοῦτο πεποιηκότες, οἷς πολλὰ ἀγαθὰ γένοιτο παρὰ τῆς Δίκης ἣ τῷ Διῒ παρα‐
5κάθηται. καὶ ἤκουσαν μὲν οἱ τοῦτο πεποιηκότες κακῶς ὑπὸ τῶν ἐστερημένων τῆς πρὸς ἐκείνους ὁμιλίας,
ὁμιλίαν δὲ ὅταν εἴπω, πρόσοδον λέγω, τὴν μέντοι ψυχὴν οὐκ ἐπλήγησαν οὐδὲ ἔλυσαν τὸ δόγμα διὰ τοὺς τοιούτους τῶν λόγων.
Or
.

51

.

19

οὐ μέντοι παρ’ ἅπασί γε τὴν τοιαύτην ἀνδρίαν εὕροι τις ἄν. ἀλλ’ ἔνι τις κἀν‐ ταῦθα δειλός, ὥσπερ ἐν στρατοπέδῳ, καὶ φοβερὸς ἐκείνῳ μὲν ὁ σίδηρος, τούτῳ δὲ ἡ βλασφημία, καὶ
5τὸ μηδὲν ἑαυτῷ συνειδέναι κακὸν οὐκ ἀρκεῖ. ἵν’ οὖν ἀντ’ ἐκείνων ὁ νόμος ἔχῃ τὴν ἀξίαν καὶ μήτε εἰσίωσιν οὗτοι μήτε ἐκεῖνοι κακῶς ἀκούωσι, κεκωλύσθω τὸ πρᾶγμα βασιλείοις γράμμασιν.
Or
.

51

.

20

Ἔξεστι γάρ, νὴ Δία, καὶ παροῦσι καὶ δεομένοις μὴ διδόναι χάριτας. ἔξεστι μέν, ἀλλ’ οὐ ῥᾴδιον. μεγάλας γὰρ ἀνάγκας ἔχουσιν αἱ δεήσεις καὶ τὸ ἅψασθαι καὶ χειρὸς καὶ γενείου καὶ τὸ γενέσθαι
5κατηφῆ. καὶ δάκρυον δ’ ἂν ἀφείη τις. ὁ δὲ καὶ αὐ‐ τοῦ μενεῖν ἀπειλήσει. μὴ γὰρ εἶναι ἀπελθεῖν ἀτυχή‐ σαντι. πρὸ θυρῶν γὰρ ἑστάναι τὸν αὐτοῦ δεδεημένον, οὗ τὰς ἐλπίδας αἰσχύνεσθαι. τούτων ἡττᾶται πολλάκις ὁ δικαστής. διὰ ταῦτα δίδωσιν ἃ μὴ βούλεται.
Or
.

51

.

21

μὴ τοίνυν εἰσίτω μηδεὶς μηδὲ συνέστω μηδὲ διαλεγέσθω μηδὲ ἱκετευέτω μηδ’ ἀξιούτω λαβεῖν. οὕτω γὰρ οὐδὲ
ὁ δώσων ἔσται. οὐ γὰρ δὴ διὰ θυρίδων εἰσπέμψει
5γράμματα προσδήσας βέλεσιν. εἰ δ’ οὖν τις καὶ ἀπώ‐ σεται τὴν αἴτησιν, πόσων μὲν αὐτῷ δεήσει λόγων, πόσης δὲ μηχανῆς, πόσου δὲ χρόνου. ταυτὶ δὲ οὐ μικρὰ ζημία τοῖς πράγμασιν ἑλκομένης τοῦ δικα‐ στοῦ τῆς γνώμης ἐπὶ ταῦτα ἐκεῖθεν.
Or
.

51

.

22

Ἀλλ’ εἰσὶν οἷς εἰσελθοῦσι προσειπεῖν ἀπόχρη. ἐγὼ δὲ οὐκ οἶδα μὲν τοῦτον τὸν ἄνθρωπον, ἔστω δὲ εἷς ἤ, εἰ βούλει γε, δύο, φαινέσθω καὶ τρίτος· πότερον οὖν κάλλιον μετὰ τῶν τοιούτων εἴργεσθαι καὶ
5τούτους ἢ τούτων εἵνεκα καὶ τοῖς τὰ δικαστήρια καρ‐ πουμένοις ἃ κεκλεῖσθαι χρῆν ἀνεῷχθαι, ἄλλως θ’ ὅτε τοῖς μὲν οὐκ εἰσιοῦσιν οὐδὲν βλάβος, οἱ δ’ ἂν εἰσιόντες βλάπτοιεν; εὑρήσεις δὲ ἐπὶ τῷ νόμῳ τούτῳ τοὺς μὲν οὐκ ἀχθομένους τοὺς ὀλίγους οὐδενὸς αὐτοῖς
10ἀπολλυμένου, τοὺς δ’ ἀποπνιγομένους τοὺς πολλοὺς πολλῶν αὐτοῖς ἀπολλυμένων. τί οὖν δεῖ τὴν πρὸς ἐνίους τιμὴν τοσούτοις ἀφορμὴν δοῦναι κατὰ τῆς τῶν δικαίων μερίδος;
Or
.

51

.

23

Μάθοι γὰρ ἄν τι τῶν δεόντων παρὰ τῶν εἰσιόντων. μάθοι δ’ ἄν τι καὶ πονηρὸν παρὰ τῶν εἰσιόντων. ὅτι δὲ οἱ κακοὶ πλείους, ἀνδρὸς ἐπὶ σοφίᾳ δόξαν ἐσχηκότος ὁ λόγος. οὐκοῦν πλείους αἱ πονηραὶ
5γλῶτται τῶν χρηστῶν ἔσονται. οὐκοῦν πονηρότερος ἢ χρηστότερος ὁ ἄρχων ἡμῖν ἔσται. ἑωράκαμεν δὲ τοὺς κεκλεικότας τὰς θύρας εὐδοκιμηκότας αὑτοῖς συμβε‐ βουλευκότας καὶ οὐδὲν τῶν χρησίμων αὐτοὺς ἐκφυγὸν παρὰ τὸ μὴ παιδαγωγεῖσθαι ταῖς τούτων γνώμαις.
Or
.

51

.

24

οἶμαι δὲ καὶ τὸ τὰς ἀρχὰς αὐτοὺς πεῖθον λαμβά‐ νειν τοῦτ’ εἶναι τὸ δοκεῖν σοι νοῦν ἔχειν αὐτούς. πέμπεις γὰρ ὡς τὰ πρὸς εὐδαιμονίαν πόλεων πεπαι‐ δευμένους, ἀλλ’ οὐχ ὡς παιδευθησομένους. εἰ δ’ ἑτέ‐
5ρων δεήσονται τῶν ἃ χρὴ ποιεῖν διδαξόντων, σέ τις ἂν αἰτιάσαιτο, βασιλεῦ, τὸν δέον ἀντὶ τούτων ἐκείνοις διδόναι τὰς ἀρχὰς τούτοις διδόντα.
Or
.

51

.

25

Πολλὰ γὰρ ἄν, φησίν, ἁμαρτηθείη θυμῷ καὶ δεῖ παρεῖναι τοὺς καθέξοντας. πολλοὶ δέ γε λαβόντες θυμουμένους ἔτι μᾶλλον ἐξέμηναν ἄρχοντος ἀρετῇ προστιθέντες τὸν θυμὸν καὶ δεῖν μὲν εἶναι
5φοβερὸν τὸν ἄρχοντα τοῖς ἀρχομένοις λέγοντες, δεδιέναι δὲ μάλιστα τὸν ἀστράπτοντα θυμῷ. θυμὸν δὲ τὸν μὲν ἄλλοθεν ἐγγενόμενον ἐξερρίπισαν, τοῦ δ’ αὐτοὶ κατέστησαν ἀρχιτέκτονες ταύτῃ τοὺς ἅπαντά σφισιν εἴκοντας ἀναρπάζοντες. ὥστε τὸ πᾶσιν ἐξεῖναι παρ’
10αὐτοὺς εἰσιέναι καὶ περὶ ὧν ἂν δοκῇ λέγειν οὐ μᾶλλον ὀργὰς δύναται καταπαύειν ἢ τὰς μὲν μείζους ποιεῖν, τὰς δὲ καὶ ἐντιθέναι. σὸν δή, βασιλεῦ, τοῖν δυοῖν τούτοιν ῥύσασθαι τοὺς ἄρχοντας. τὸν δ’ ἄνευ τούτων θυμὸν αὑτοῖς τε ἐπᾴδοντες σβέσουσι καὶ τῷ παρὰ τῶν
15παρέδρων χαλινῷ.
Or
.

51

.

26

Καὶ χάριτας τοίνυν φήσουσιν εἶναί τινας οὐδὲν ἐχούσας ἐναντίον τοῖς νόμοις. εἰ δὲ ὁμολογοῦσι τοῖς νόμοις, ἄλλο τι ταῦτα κλη‐ τέον, οὐ χάριτας. εἰ γὰρ ἃ γένοιτ’ ἄν μοι παρὰ τῶν
5νόμων, ταῦτα λαμβάνω, πῶς ἔτι τοῦτο χάρις; ἢ πόθεν τουτωὶ τῷ πράγματι τοὔνομα; καὶ μὴν ὁ μὲν χάριν λαβὼν ἀμοιβὴν ὀφείλει τῷ δόντι, δικαστῇ δὲ ὑπηρε‐ τηκότι νόμοις οὐκ ἂν ὀφείλοιτο χάρις. ἃ γὰρ ἦν αὐτῷ κατ’ ἀνάγκην πράττειν, ἔπραξε.
Or
.

51

.

27

φημὶ τοίνυν κατ’ οὐδέτερον τῷ δικάζοντι δεῖν ὑπὲρ τοιούτων τινὰ δια‐ λέγεσθαι οὔτε ἐπιτρεπόντων παρέχειν τοῖς αἰτοῦσι τῶν νόμων οὔτε μή. ἢ γὰρ ἃ δεῖ καὶ σιωπώντων ἔσται
5διὰ τοὺς νόμους ἢ χάριτας εἰ λέγοιεν οὐ συμβαινούσας τοῖς νόμοις, ταύτας λαβόντες ἔλαβον οὐ καλάς.
Or
.

51

.

28

Εἰ δέ μοι λέγει τις δεσμωτήρια καὶ καταδίκας καὶ λύσιν ἑκατέρου διὰ τοὺς εἰσιόντας, ἴστω ὡς ἃ
λυθῆναι μὲν προσῆκεν, ἐλύετ’ ἂν καὶ οὐκ εἰσιόντων, ὥσπερ ἐπ’ ἐκείνων ἐφ’ ὧν οὐκ ἦν εἴσοδος, ἃ δὲ ἐχρῆν
5ἢ ὅλως μένειν ἢ πλείω χρόνον, διὰ τοὺς εἰσιόντας ἢ ὅλως ἢ θᾶττον κινηθέντα κακῶς κεκινημένα. ἔκβαλε δὴ τὰς χάριτας ταυτασὶ τῶν δικαστηρίων, ὦ βασιλεῦ. καὶ μὴ πρὸς ἄνδρα, πρὸς δὲ τοὺς νόμους ὁ δικάζων βλέπων ἔν τε τοῖς μείζοσι καὶ ἐλάττοσιν οὕτω τὰ μὲν
10πραττέτω, τὰ δὲ μή.
Or
.

51

.

29

Σὺ δὲ οὐκ ε, φησί, τῶν εἰσεληλυθότων; φημί, καὶ τῶν γε οὐκ εἰσεληλυθότων. ἐπεθύμουν μὲν γὰρ τούτου, ἠναγκαζόμην δὲ ἐκεῖνο, φεύγων μὲν εἰς ὅσον ἐξῆν, νικώμενος δὲ πλήθει τε καὶ πυκνότητι τῶν
5κλήσεων. οἱ δὲ ἀφικνούμενοι καὶ καλοῦντες νῦν μὲν ἰατροὺς ἑώρων περὶ τὸ σῶμα τοὐμόν, ὡς δὴ κάμνον, οὐ κάμνον, νῦν δὲ ἐπώλουν μοι τὸ δοκεῖν μὴ δεδυ‐ νῆσθαι μήτε ἔξω συντυχεῖν μήτε ἔνδον εὑρεῖν, ἀεὶ δὲ φεύγειν οὐκ ἦν. τοῦ δὲ δυσχεραίνειν με τὰς τοιαύτας
10εἰσόδους τεκμήριον τὸ καλεῖν εὐεργέτας ἐμαυτοῦ τοὺς οὐ καλοῦντάς με παρ’ αὑτούς. καὶ τοῖς μὲν ἄλλοις ἐδόκουν ἐκεῖνοι τῷ μὴ καλεῖν πλημμελεῖν, ἐμοὶ δὲ τὰ
προσήκοντά τε ποιεῖν καὶ συμπράττειν εἰς τὸ χρῆμα τῶν λόγων.
Or
.

51

.

30

καὶ τῶν χρόνων μοι τούτους ἡδίστους γεγενῆσθαι νομίζω τοὺς ὅλως ἀκριβῶς περὶ τοὺς λόγους ἀνηλωμένους. καὶ ταῦτα λέγων οὐκ ἂν ἀπιστοίμην εἰκότως. οὔτε γὰρ Ἀριστείδῃ τῷ Λυσιμάχου γέγονεν
5ἀπὸ τῶν φόρων οὐδ’ ὀβολὸς οὔτ’ 〈ἐμοὶ〉 ἀπὸ τῶν παρὰ τὸν βασιλέα τὸν γενναῖον ἐκεῖνον καὶ λαμπρὸν καὶ τοῖς βεβιωμένοις καὶ τῇ τελευτῇ. καλὸν μὲν οὖν καὶ τὸ μὴ λαβεῖν, πολὺ δὲ κάλλιον τὸ μηδ’ ἀπολαβεῖν καὶ ταῦτα ἐκείνου προκαλουμένου τῆς τῷ πάππῳ
10συμβάσης τῶν ὄντων δημεύσεως οὐ πάσης λελυμένης. ἀλλ’ ὅμως καὶ τοῦτο ἔφυγον, ὅπως, ἔφην, μηδενὶ τρόπῳ μηδὲν τοιοῦτον κερδάναιμι.
Or
.

51

.

31

τοῦ χάριν δὴ ταῦτα διῆλθον; ἵνα πᾶσιν ᾖ πιστόν, ὡς ἡδό‐ μην τῷ μὴ καλεῖσθαι μᾶλλον ἢ ταῖς τοιαύταις συνου‐ σίαις. εἰ γὰρ μήτε χρήματα ἐποίουν διὰ τὸν οὐκ ἀξι‐
5οῦντα τὰ τοιαῦτα κερδαίνειν πράγματά τε καὶ πόνους ἀνθ’ ἡσυχίας παρεῖχον παρῃροῦντό τε τῆς περὶ τοὺς λόγους ἐπιμελείας, ὅπως ἡδοίμην ταῖς τούτων αἰτίαις;
Or
.

51

.

32

Εὖ γάρ, φησί, πολλοὺς ἀπὸ τούτων ἐποίεις. πάλιν ἐνταῦθα μεμνήσομαι τῶν νόμων. ὧν
ὑπὸ τῶν ἀρχόντων βεβαιουμένων, τοῦτο δ’ ἂν ἔχοιεν ὑπὸ τῶν ἀγαθῶν, οὐδὲν ἐμοῦ καὶ τοῦ δεῖνος δεήσει
5τοῖς ἀρχομένοις. εἰσῄειν, ὁμολογῶ. τοῦτο δ’ οὐκ ἂν ἦν, εἴ τις ἦν ὁ κωλύων νόμος. τεθήτω τοίνυν ὁ νόμος, ὅπως μηδὲ τοῖς πάνυ βουλομένοις εἰσελθεῖν ᾖ, καὶ δι’ οὗ γαλήνην αἱ ψυχαὶ τῶν ἀρχόντων ἕξουσιν, ἐπεὶ καὶ τοὺς ἰατροὺς ἀξιώσαιμ’ ἂν ὑπὲρ τῶν σωμάτων
10αὐτοῖς διαλέγεσθαι μόνον.
Or
.

51

.

33

Ἔτι κἀκεῖνο προσήκει καὶ ῥηθῆναι, βασιλεῦ, καὶ τοῦ νόμου γενέσθαι μέρος, ὃ παροφθὲν δώσει πράττεσθαι τῷ κεκωλύσθαι δοκοῦντι. βούλει μαθεῖν τοῦτο ἔτι; μηδεὶς ἄρχων μήθ’ ἑστιάτω μηδένα μήτ’
5αὐτὸς ὡς ἄλλον ἑστιασόμενος ἐρχέσθω. πολὺ δὲ τοῦτο νυνί. καὶ τὴν μὲν ἄλλην αἰσχύνην ἐῶ τῶν νηφόντων ὁρώντων μὲν τὴν ἐν ἐκείνοις μέθην, μὴ γελᾶν δὲ οὐ δυναμένων. τοιαῦται μὲν αὐτοῖς αἱ παρειαί, τοιοῦτοι δὲ ὀφθαλμοί, τοιαῦται δὲ γλῶτται. τῶν δὲ ἐπὶ
10ζεύγους οἱ ἐπὶ τῶν ἵππων καταγελαστότεροι.
Or
.

51

.

34

ἀλλ’ ἐῶ ταῦτα νῦν, δεδιέναι δὲ αὐτῶν ἄξιον τὰ συμπόσια διὰ τοὺς ἐν συμποσίοις λόγους, ἐν οἷς ἔστι καὶ χάρι‐ τας ἐπαγγεῖλαι τοιαύτας ὁποίας ἄρτι διεξῄειν. τῷ δὲ
5ἑστιάτορι μέν, ἄρχοντι δὲ καὶ κατὰ τοῦτο δοῦναι δυνα‐
μένῳ, προπίνοντι δὲ τοῖς δαιτυμόσιν ἀνωμαλίας εἶναι δοκεῖ καὶ οὐ κατὰ τὴν κύλικα τὸ μὴ τῷ οἴνῳ προσ‐ θεῖναι καὶ τὴν χάριν. φύονται δὴ συμφοραὶ πολλοῖς ἀπὸ τῶν συμποσίων. εἶτα οἱ μηδὲν ἀδικοῦντες μήτε
10ἰδίᾳ μήτε κοινῇ οὐ θαυμάζουσιν, ὅθεν αὐτοῖς ἐν ταρα‐ χαῖς τε καὶ κακοῖς τὰ πράγματα.
Or
.

51

.

35

Ἴσχε δή, βασιλεῦ, τοὺς τοιούτους πότους. ἐπι‐ σχήσεις γὰρ πολλῶν καὶ δεινῶν ἀρχάς, ὧν καὶ μήπω προσκειμένων μηδὲ ἁπτομένων ἀπὸ τῆς ἐλπίδος τραύ‐ ματα. οὗτος ὁ νόμος τεθεὶς παρέξει καὶ τοῖς ἄλλοις
5ἰσχύειν οὐκέτ’ ἐπεισιόντων αὐτοῖς ἀφ’ ὧν ἀσθενεῖς
γεγόνασιν.
Or
.

52

t

ΠΡΟΣ ΤΟΝ ΒΑΣΙΛΕΑ ΕΙΣΦΟΡΑ ΝΟΜΟΥ ΚΑΤΑ ΤΩΝ ΕΙΣΙΟΝΤΩΝ ΕΙΣ ΤΑΣ ΤΩΝ ΑΡΧΟΝΤΩΝ ΚΑΤΑΓΩΓΑΣ.
Or
.

52

.

1

Τῷ τοῦ δικαίου μέρει βοηθήσων ἥκω, βασι‐ λεῦ, πολλῷ τε χρόνῳ καὶ μυρίοις πράγμασιν εἶναί σοι πολλὴν τούτου πρόνοιαν πεπεισμένος. καὶ δέδοικα νῦν οὐ τὸ δόξειν σοι περὶ μὴ σπουδαίων ἐνοχλεῖν, ἀλλὰ
5τὸ βραδέως σοι ταυτηνὶ κεκομικέναι τὴν γνώμην. ἢν γὰρ αὖ φανῇ σοι συμφέρουσα, μέμψιν οἶδ’ ὅτι ποιήσῃ τὸ μὴ πάλαι ταῦτα κεκομικέναι. ἐμὲ δὲ τὸν μὲν ἄλλον χρόνον φόβος τις ἐκώλυε, νῦν δὲ οὗτος οὐκ ἀνῄρηται
μέν, ἀλλὰ μένει, μένων δὲ ὅμως νενίκηται δεινὸν ἤδη
10μου νομίσαντος, εἰ μὴ καὶ τῆς ἀσφαλείας τῆς ἐμαυτοῦ πρότερα ποιησαίμην τὰ σὰ πράγματα. εἰ γάρ τι τούτων ἰασαίμην, ἀρκέσει μοι τοῦτο καὶ πάσχοντι κακῶς εἰς παραμυθίαν.
Or
.

52

.

2

Τί οὖν ἐστιν ὃ θεραπείας δεῖται; δύο πόλεμοι τῶν ἀνθρώπων πιέζουσι τὸν βίον. ὧν ὁ μὲν ἐν ὅπλοις τέ ἐστι καὶ σιδήρῳ καὶ πρὸς τοὺς ἔξωθεν, ὁ δὲ ἐν κακουργίαις ταῖς εἰς ἀλλήλους καὶ ἔνδοθεν οὔτε τὸ
5τὴν αὐτὴν πόλιν οἰκεῖν αἰσχυνομένων οὔτε τὸ πολίτας ἀλλήλους καλεῖν. ἐνομίσθη τοίνυν τοῖς μὲν κρίνεσθαι στρατοπέδοις καὶ χερσί, τοῖς δὲ δικαστηρίοις καὶ νόμοις. φυλάξαιτο δ’ ἄν τις ῥᾷον ἐκείνους τοὺς πολεμίους ἢ τούτους οἷς μᾶλλον ὑπάρχει λανθάνειν.
Or
.

52

.

3

πολλὴ τοίνυν ἡ περὶ ταῦτα πρόνοια καὶ πλῆθος νόμων πα‐ λαιῶν τε καὶ νέων ὑπὸ τῶν ἀεὶ κρατούντων τιθεμέ‐ νων. καὶ τοῖς ἀδικουμένοις αὕτη καταφυγὴ γραφή,
5κατηγορίαι, ἔλεγχος, τιμωρίαι. τὸ μὲν γὰρ ἄμεινον ἦν μηδὲ ἀδικηθῆναι, τὸ δὲ δεύτερον δίκην λαβεῖν, ᾧ μόλις παύσαιτο ἄν τις ἀλγῶν. ταύτην τοίνυν τὴν ἐπικουρίαν, ὦ βασιλεῦ, τὴν οὕτω καλὴν καὶ προσή‐ κουσαν καὶ θεοῖς φίλην οὐκ ἐῶσι σώζεσθαι τοῖς
10δεομένοις τινές. οὓς πεπαῦσθαι προσήκει νόμῳ τε
σῷ καὶ ὀργῇ.
Or
.

52

.

4

Τίνες οὖν εἰσιν οὗτοι; οἱ παρακαθήμενοι μὲν ἐν ταῖς δίκαις τοῖς δικάζουσι διελόμενοι τὰ ὦτα, σφῶν δὲ αὐτῶν μᾶλλον ἢ τῶν συνδίκων αὐτοὺς ἀναγκάζοντες ἀκροᾶσθαι, καὶ νῦν μὲν οὗτος ὡς αὑτόν, νῦν δὲ ἐκεῖ‐
5νος ἕλκων, ὃ δίκαιον μέν ἐστιν ἰδεῖν οὐκ ἐῶντες, ἀντι‐ πολιτευόμενοι δὲ τοῖς νόμοις, ἀπειλοῦντες δέ, εἰ μὴ πείσουσιν, ἐπικείσεσθαι τῷ μὴ κεχαρισμένῳ, καὶ οἱ μὲν θρασύτεροι ταῦτα τὸν αὐτὸν κατειληφότες θρό‐ νον, ὑβρίζοντες μὲν ἐφ’ οὗ κάθηνται, ὑβρίζοντες δὲ
10τοῦ δικαστηρίου τὴν μορφήν, ὑβρίζοντες δὲ τὴν δίκην, ὑβρίζοντες δὲ τὸν ταύτης ἐπώνυμον, οἱ δὲ δείλης ἐμπι‐ πλάντες τὴν καταγωγήν, μετριώτεροι μὲν τούτων ἐν ᾧ τῶν δικαστηρίων ἀπέχονται, δίκαιοι δ’ οὐδ’ αὐτοὶ τὰς εἰσόδους τὰς τοιαύτας ἐπὶ τοῖς μὴ δικαίοις ποι‐
15ούμενοι καὶ τῷ πεῖσαι τὸν δικαστὴν ἃ μὴ τὰ πράγ‐ ματα δύναται.
Or
.

52

.

5

ἐκεῖνοι μὲν οὖν τὸ τούτων ποι‐ οῦσιν, οὗτοι δὲ τὸ ’κείνων οὐ τολμῶσιν. ἀλλ’ οὗτοι μὲν δεηθέντες ἀπῆλθον παραδόντες τῇ μνήμῃ τὴν χάριν, οἱ δ’ ἕπονται παρόντες ὑπὲρ ὧν δεδέηνται καὶ
5νεύουσιν οἱ τὰς βοηθείας ἐπηγγελμένοι τοῖς ἀγωνιζο‐ μένοις θαρρεῖν. ποῖον οὖν τοῦτο δικαστήριον ἀφ’ οὗ τὸ δικάζειν ἐξελαύνεται; καὶ μήτοι νόμιζε δύο
μόνους εἶναι τοὺς τοῦτο δρῶντας οἷς ἡ κοινωνία τοῦ θρόνου, ἀλλὰ βάθρον μὲν καθ’ ἑκατέραν χεῖρα, βάθρον
10δὲ βάθρῳ συνάπτεται καθ’ ἑκάτερον μέρος. ἐπὶ δὴ τούτων τῶν τοσούτων οἱ τοῖς νόμοις ἐχθροὶ τὰ τῶν νόμων ἔξω ζητοῦντες ἀναπηδῶντες, κεκραγότες, οὐ λανθάνοντες ὑπὲρ ὧν εἰσιν ἀφιγμένοι.
Or
.

52

.

6

αὐτοί τε οὖν οὗτοι καὶ παρ’ ὧν ἐλάττων ἡ τόλμα συρρέουσιν εἰς τὰς καταγωγὰς αὐτοὶ μὲν κρατήσαντες τοῦ μετ’ ἄριστον ὕπνου, ἐκείνοις δὲ τοῦτον διακόψαντες τὸν
5ὕπνον. καὶ βοῇ μὲν τοῦτο οὐ ποιοῦσιν οὐδὲ ὀνόματι καλοῦντες, πῶς γάρ; διαλεγόμενοι δὲ καὶ λαλοῦντες οὕτως ὡς μὴ εἶναι μηκέτι μηδ’ εἰ σφόδρα βούλοιντο, καθεύδειν. ἀνεγειρόμενοι τοίνυν τεθυμωμένοι κρύ‐ πτουσι τὸν θυμὸν ὑπὸ μειδιάματι. καὶ τὸ λοιπὸν τῆς
10ἡμέρας ἐν τῷ περὶ χαρίτων ἀναλίσκεται λόγῳ, τὰ δ’ ὀφειλόμενα γράμμασι γράμματα τῆς τῶν ἀρχόντων χειρὸς οὐδαμοῦ, οἷς δὲ δεῖ τούτων τῶν γραμμάτων, προσκαθήμενοι πεινῶσι.
Or
.

52

.

7

βούλομαι δέ σοί τι διελθεῖν ἐν καταγωγῇ ποτε γεγονός. ἀπεῖπε μὲν δι‐ δοὺς ἄρχων χάριτας, ὧν τὰς ὑστάτας ἐν βαλανείῳ, εἷς δέ τις ἀτυχῶν μέν, τυχεῖν δὲ ἐπιθυμῶν ἀποδύντος
5ἀποδὺς τὸ βιβλίον εἰσενεγκὼν καὶ μέλαν καὶ κάλαμον διὰ γέλωτος οὐκ ἄπρακτος ἀπῆλθεν, ἀλλ’ ἐκφέρων ἅμα
ἱδρῶτι γράμματα.
Or
.

52

.

8

Αὗται αἱ εἴσοδοι, βασιλεῦ, καθεῖλον μὲν τοῦ δικαίου τὴν ἰσχύν, τῷ δὲ ἀδικεῖν δύναμιν περιέθηκαν καὶ τοὺς μὲν ἀπήλλαξαν τιμωρίας, τοὺς δὲ ἀπεστέρησαν. αὗται πολλοὺς μὲν ἀνδροφόνους ἐξήρπασαν θανάτου,
5πολλοὺς δὲ μοιχούς, πολλοὺς δὲ τάφων ἁψαμένους, πολλοὺς δὲ περὶ χρήματα κακούς, τοὺς μὲν παρακατα‐ θήκας οὐκ ἀποδόντας, τοὺς δὲ δανείσματα, τοὺς δὲ ἡρπακότας, τοὺς δὲ πὺξ πατάξαντας, τοὺς δὲ λακτί‐ σαντας, τοὺς δὲ λοιδορίαις ὑβρίσαντας μὲν ἑαυτούς,
10ὑβρίσαντας δὲ πατέρας οἰχομένους, τοὺς καθ’ ἕκαστον τῶν ἀδικημάτων εἶδος εἰκότως ἂν τοῖς ἐκ τῶν νόμων ζημιωθέντας ῥύονται, συμπράττουσι, σκοποῦσιν ὅπως ἂν καταγελάσωσι τῆς δίκης.
Or
.

52

.

9

κἄν τις τῶν σῶν ὑφέ‐ ληταί τι καὶ κατεδηδοκὼς ἐπὶ κρίσιν ἄγηται, τῶν κω‐ λυσόντων γενέσθαι τιμωρίαν οὐκ ἀπορήσει, ἀλλ’ ἅμα τέ τις ἠνέχθη κατά τινος αἰτία, καὶ δρόμος τοῦ δεί‐
5σαντος ἐπὶ τὸν ἀμυνοῦντα κἀκείνου πάλιν ἐπὶ τὸν δικάσοντα, καὶ ὁ μὲν συκοφαντεῖ, κἂν μὴ συκο‐ φαντῇ, ὁ δέ, κἂν ᾖ πονηρός, χρηστός ἐστι. πολλοὺς δὲ ἀξίους κεκολάσθαι σώζοντες οὐκ ἐλάττους ζῆν ἀξίους ζῶντας κατὰ τοὺς νόμους ἀπώλεσαν πένητάς τε ἐκ
10πλουσίων ποιοῦντες διατελοῦσι καὶ ταπεινοὺς ἐκ λαμ‐ πρῶν καὶ ταῖς οἰκίαις ἀποδιδόντες τοὺς μὲν καταδίκῃ
πεπληγμένους, τοὺς δὲ μολύβδῳ, τοὺς δὲ ἀμφοῖν.
Or
.

52

.

10

Τὸ οὖν ὀλέθρους τε ἔχον οὐχὶ δικαίους καὶ σωτηρίας οὐ καλὰς καὶ προσήκει σοι παῦσαι, βασιλεῦ, καὶ ῥᾴδιον. τὸ γὰρ εἰπεῖν ῥᾴδιον. ἐλευθέ‐ ρωσον τοίνυν τὰς ψυχὰς τῶν δικαζομένων δέους τοῦ
5παρὰ τῶν λυμαινομένων τὸ δίκαιον. ᾧ καὶ τοῦ καθεύ‐ δειν στέρονται παρατηροῦντες τὰς τῶν βελτιόνων τού‐ των εἰσόδους, δι’ οὓς οὐδ’ ὁ πάνυ πιστεύων τοῖς πράγμασιν ἔχει θαρρεῖν. ἔρχετ’ οὖν αὐτῷ νὺξ δυοῖν φέρουσα θάτερον, ἢ ἀγρυπνίαν ἢ μετ’ ὀνειράτων
10χαλεπῶν ὕπνον ἐχόντων τοὺς καθ’ ἑαυτοῦ πρὸς τὸν ἄρχοντα λόγους, πηδᾶν ποιούντων τὰ τῶν τεταραγ‐ μένων. τοιαύτης δὲ ἀπολαύσας ἐκείνης λύπῃ δέχεται τὴν ἡμέραν τραῦμα πεποιηκότος ἐν τῇ ψυχῇ τοῦ φόβου. δεῖ δέ, ὦ βασιλεῦ, καὶ φοβεῖσθαι καὶ μὴ
15φοβεῖσθαι τοὺς ἀρχομένους, τὸ μὲν ἐκ τοῦ κακὰ εἰργάσθαι, τὸ δὲ ἐκ τοῦ μηδέν, ἀλλ’ οὐ διὰ τὸν δεῖνα ἢ τὸν δεῖνα.
Or
.

52

.

11

Τοῦτο καὶ τὰς βουλάς σοι βελτίους, ὦ βασιλεῦ, ποιήσει. νῦν μὲν γὰρ ταύτας τὰς ἀσπίδας προβεβλη‐ μένοι τὸ ζῆν ἡδέως μᾶλλον ἢ καλῶς προτετιμήκασιν· εἰ δ’ οὐκ ἔχοιεν γλώττας τὰς εἰσπεμπομένας, ἐν τοῖς
5πραττομένοις ἕξουσι τὰς ἐλπίδας. τουτὶ δὲ καὶ αὐτῶν, οἶμαι, κέρδος τῶν εἰς κάλλος βιούντων ὄντας ἀγαθοὺς ἐπαινεῖσθαι καὶ μὴ κολακεύειν τοὺς ψευσομένους, ἀλλ’ ἔργοις εὐδοκιμεῖν οὐκ αἰτοῦντας εὐφημίας, ἀλλ’ ἔχοντας ἀπὸ τῶν καθ’ ἡμέραν.
Or
.

52

.

12

τὸ αὐτὸ χείρους καὶ τῶν λόχων ποιεῖ τοὺς ὑπερέχοντας ἤ, εἰ βούλει, στρατιάν. οὗτοι γὰρ τὰ τῶν γειτόνων αὑτῶν τιμῆς ὀλίγης ποιοῦσι τὰς κακοπραγίας οὐ φερόντων τὰς
5πυκνάς. δεινὸν δ’ οὐδὲν εἰς δίκην τοῦτο ἐλθεῖν ὄντων τῶν τὸν ὀργιούμενον ἡμερωσόντων. ὢν δὲ μέτριος στρατιώτης κόσμος τ’ ἂν εἴη τῷ δικαστῇ καὶ ἡσυχα‐ ζούσῃ τῇ καρδίᾳ ζῴη μηδαμόθεν αὐτῷ τοῦ συνειδότος ἀπειλοῦντος.
Or
.

52

.

13

Ἀλλὰ μὴν μέγιστον μὲν ἀγαθὸν νέῳ παιδεία, φοιτᾶν δὲ ὡς τὸν βελτίω βέλτιον ἢ τὸν οὐ τοσαῦτα εἰδότα. καὶ τοῦτο τοίνυν ἀσαφὲς καθίσταται ταῖς τοι‐ αύταις εἰσόδοις τὸν μὲν ἀμαθέστερον ποιούσαις τῷ
5λόγῳ σοφώτερον, τὸν δὲ σοφώτερον ὕστερον. ὅταν δὲ ὁ ταῦτα ἰδὼν ἕπηται καὶ λέγῃ τὰ τῆς ἀπάτης, τὸ τῆς ἀρχῆς ὄνομα μεγάλην τὴν ψῆφον ἐποίησε καὶ πλέον ἐδυνήθη τῆς ἀληθείας, καὶ τὰ περὶ τοὺς λόγους ἔσχε κακῶς.
Or
.

52

.

14

Οὗτοι τοίνυν οἱ τοὺς ἀδίκους ᾑρημένοι κατὰ τῶν 〈τοῖσ〉 νόμοις πειθομένων οὐ τηνάλλως πονοῦσιν, ἀλλ’ ὥσπερ τοῖς γεωργοῖς πονεῖται τὰ περὶ τὴν γῆν,
καὶ ζεύγη καὶ ἅμαξαι καὶ βόες καὶ ἄροτρον, καὶ ἄρουρα
5τέμνεται καὶ σπορὰ εἰσπέμπεται καὶ τὰ ἄλλα γίγνεται θερίσαι καὶ τρυγῆσαι βουλομένοις, οὕτω καὶ τού‐ τοις θερίσαι καὶ τρυγῆσαι βουλομένοις. καὶ πολὺ τοῦτο αὐτοῖς ἔρχεται. τῶν δὲ ἀφικνουμένων τὰ μὲν αὐτοῖς πλουσίας ποιεῖ τὰς τραπέζας γῆς παρεχούσης
10καὶ θαλάττης, τὰ δὲ πλοῦτός ἐστι, χρυσός, ἄργυρος, ἐσθῆτες. καὶ τὰ μὲν ἔχουσι, τὰ δὲ δέχονται, τὰ δὲ μέλλουσιν. ἱκανὸν δὲ οὐδὲν οὐδὲ ἐπαινεῖται, ἀλλὰ τὸ μὲν κεῖται μικρὸν δοκοῦν, ζητεῖται δὲ ἕτερον καὶ οὐκ ἔνι μὴ δοῦναι τῇ τοῦ μέλλοντος προμηθείᾳ, ὅπως ᾖ
15τις ὁ παρεσόμενος, ἢν δέῃ.
Or
.

52

.

15

πόθεν οἴει, βασιλεῦ, τοὺς ἀφέντας μὲν τὴν αὑτῶν καὶ πατρῴαν πενίαν, ἐλθόντας δὲ ὡς ἡμᾶς ἐν σαπροῖς ὑποδήμασι, τοὺς δὲ οὐδὲ τοιούτοις, πυροπωλεῖν, οἰκοδομεῖν, τραπεζίταις
5συνεῖναι, δανείζειν, πανταχοῦ μεμνῆσθαι τόκων, παισὶ κλήρους παραδιδόναι μεγάλους; ἅπασι τούτοις πηγὴ μία τὰ δικαστήρια καὶ τὸ τοὺς μὲν ἡττῆσθαι, τοὺς δὲ νενικηκέναι καὶ κακῶς ἀμφοτέρους. ἰσχὺν δὲ ἐκ λόγων κεκτημένοι κέκτηνται διὰ τῆς αὐτῆς καὶ τὴν ἐν
10τῇ πόλει. καὶ πᾶσα χήρα τὴν οὐσίαν τὴν ἑαυτῆς οὐχ ἑαυτῇ μᾶλλον ἢ τούτοις ἔχει.
Or
.

52

.

16

ὁρῶντες δὲ τὴν πολλὴν οἱ χειροτέχναι δύναμιν ὑποπεπτώκασι μὲν τού‐ τοις, ὑποπεπτώκασι δὲ καὶ τοῖς τούτων οἰκέταις. καὶ γὰρ τούτοις ἐξουσία μαστιγοῦν, δεῖν, ὠθεῖν, κατα‐
5βάλλειν, χιτῶνι λυμαίνεσθαι. καὶ τὰ πωλούμενα τῶν τιμῶν ὁριστὰς ἔχει τοὺς τοιούτους, καὶ δούλους καὶ δεσπότας. οἱ δὲ τοτὲ μὲν ἔδοσαν βραχύ τι, τοτὲ δὲ οὐδέν. εἶτα τοῖς μὲν ἡ φροντὶς ὑπὲρ ἄρτου, τοῖς δὲ πάντα πολλά. καὶ τέκτονας οὐ κεκτημένοι, τῶν ἐκεί‐
10νων εἰ δεηθεῖεν χειρῶν, κέκτηνται.
Or
.

52

.

17

τί οὖν χρὴ τοὺς τοιούτους καὶ νομίζειν καὶ καλεῖν ἢ τυράν‐ νους, οὐ τριάκοντα κατὰ τοὺς πάλαι ποτὲ τῶν Ἀθη‐ ναίων, ἀλλ’ ὅσους οὐδ’ ἂν ἐξαριθμήσειέ τις; μὴ γάρ,
5εἰ μὴ κατέχουσιν ἀκροπόλεις μηδ’ εἰ μὴ δορυφοροῦνται μηδ’ εἰ τὴν ἐσθῆτα τὴν τῶν ἀρχομένων φοροῦσιν, ἀλλ’ εἰ μὴ μείζονές εἰσι τῶν νόμων ἐν οἷς τέ τισι συμπνέουσιν ἐν οἷς τε ἐναντιοῦνται, εἰ μὴ ταῦτα πάντα τῶν εἰδότων καὶ ὁρώντων. καίτοι τί πλέον αἱ τυραν‐
10νίδες; πολεμεῖς δὲ καὶ μισεῖς οὐ τοὔνομα τοῦ πράγ‐ ματος, βασιλεῦ, αὐτὸ δὲ τοὖργον καὶ τὰ ἀπ’ αὐτοῦ κακά.
Or
.

52

.

18

ποιεῖ δὲ τούτους τυράννους οὐχ ὁπλίτης καὶ ἱππεὺς καὶ ἀκοντιστὴς καὶ τοξότης, ἀλλὰ τὸ τοὺς ἄρχοντας ἄγειν καὶ τὸ τοὺς ὑπὸ τῆς σῆς ἀπε‐ σταλμένους ἐπὶ τοῦτο κεφαλῆς τοῖς τούτων βουλήμασιν
5ὑπηρετεῖν. οἳ καὶ κώμην πολλάκις ἀνέστησαν ἀδικου‐ μένην ὑπὸ μείζονος διὰ τὸ μείζω τὸν μισθὸν εἶναι τὸν παρὰ τῆς μείζονος. ἴθι δὴ καὶ ταύτας ἡμῖν ἔκ‐ κοπτε τὰς τυραννίδας. δεῖ δὲ οὐδέν σε πολλὴν μὲν γῆν ἐπελθεῖν, ὑπερενεχθῆναι δὲ ὀρῶν καὶ τῶν μὲν
10ὅπλοις, τῶν δὲ κρατῆσαι γνώμῃ, ἀλλ’ ἐὰν δόξῃ κεκλεῖ‐ σθαι τῶν ἀρχόντων τὰς θύρας, οἵδε καταλέλυνται.
Or
.

52

.

19

Καὶ μὴν πολύς γε χρόνος, φήσαι τις ἄν, οἶδε ταυτασὶ τὰς εἰσόδους. καὶ γὰρ τὰ διὰ τού‐ των ὁ αὐτὸς ἀδικήματα χρόνος οἶδε. δεῖ τοίνυν οὐ μᾶλλον εἰσιέναι συγχωρεῖν διὰ τὸν χρόνον ἢ κωλύσειν
5διὰ τοὺς ἠδικημένους. ὁ δ’ ὡς ἰσχυροῦ τινος εἰλημ‐ μένος τοῦ χρόνου τοσοῦτον ἀποκρινάσθω, εἰ καὶ λοι‐ μὸν μακρὸν ἡμῖν ὑπισχνουμένου τινὸς θεῶν ἢ καὶ ἀνθρώπων λύσειν οὐκ ἂν προσεῖτο τὴν δωρεὰν διὰ τὸ μῆκος τῆς νόσου. τοὐναντίον μὲν οὖν τὸ μῆκος
10ἂν παρῄνει σπεύδειν καὶ μὴ μέλλειν, ἀλλ’ ἁρπάζειν τἀγαθόν.
Or
.

52

.

20

εἰ μὲν οὖν ψεύδομαι τοῖς περὶ τῶν εἰσόδων καὶ οὐδὲν ἐν αὐταῖς βλαβερόν, μενέτω‐
σαν· εἰ δὲ πλείω τῶν εἰρημένων τὰ διαπεφευγότα, μᾶλλον ἄξιον ἀλγεῖν οὐ πάλαι πεπαυμένων ἢ τηρεῖν
5αὐτὰς διὰ τὸν μέχρι νῦν καιρὸν ὄντα πολύν. ἐν ᾧ τινας ἴσμεν κεκλεικότας θύρας καὶ πολὺ νομισθέντας βελτίους τῶν οὐ τοῦτο πεποιηκότων. εἰ δὴ πάλαι κέκριται τὸ κλείειν τοῦ μὴ κλείειν κάλλιον, τί μὴ τὸν μετὰ τὸν λόγον χρόνον ἀμείνω τοῦ προτέρου ποι‐
10οῦμεν;
Or
.

52

.

21

τί δέ; ἐπὶ τῶν προτέρων ἀρχόντων τοῦτο οὐκ ἦν ἑνός γέ τινος γέροντος [καὶ] συνδειπνοῦντος καὶ τούτου γε τοῦ γέροντος ἀρετῆς τε ἐπιμελουμένου τῆς ἄλλης κἀν τῷ δείπνῳ ῥήτοράς τε ἀρχαίους καὶ
5ποιητὰς ἐπεισάγοντος καὶ οὐδὲ ἀκίνδυνον ἦν ἔξω τού‐ των ἐνεχθῆναι. ᾔει δέ ποτε καὶ ὁ τῶν φιλοσόφων ἐξ Ἀπαμείας χορός, ὧν ὁ κορυφαῖος θεοῖς ἐῴκει, καὶ μικρὰ συγγενόμενος ἀνέστρεφεν. ἔδει δὲ καὶ τοὺς νῦν εὐτυχεῖν τι τοιοῦτο, καὶ παρῄνουν ἂν καὶ πρεσβείαις
10τὸ κέρδος ἄγειν.
Or
.

52

.

22

Ἀλλ’ εἶναι μὲν τοὺς αἰτοῦντας ἃ μὴ δεῖ συγχωροῦσιν, οὐ μὴν παρ’ ὧν αἰτοῦσιν ἕξειν εὐθέως. ἀλλ’ εἰ μὲν ἄνδρες ἄριστοι τὰς ἀρχὰς ἐλάμβανον πᾶν ἂν ὑπὲρ δόξης ὑπομείναντες, τάχ’ ἄν τι λέγειν ἐδόκει
5τις· εἰ δ’ ἴσμεν, τίνες ὄντες καὶ τίνων καὶ πόθεν
ἥκοντες καὶ πῶς λαβόντες ἄρχουσι, τί θαυμαστὸν δι‐ δόναι σφᾶς αὐτοὺς τοῖς ἐπαγγέλλουσιν; εἰσὶ δὲ οἳ κἂν μὴ τὴν πρώτην πείσωσι, λιπαροῦντες ταῦτα ἔπραξαν κεφαλήν τε καὶ ὄμματα φιλοῦντες χειρῶν τε ἁπτόμενοι
10καὶ γόνατα τιμῶντες, πάντα ἀφιέντες ῥήματα καὶ δὴ καὶ τὸ τοῦ Σατύρου τὸ δέομαι, δός μοι. λόγου δὲ φύσις πλεῖστα ἂν δυνηθείη, καὶ ὀργὴν ἐμποιῆσαι καὶ στῆσαι καὶ λύπην ἀμφότερα καὶ πόλεμον ἀντ’ εἰρήνης ἑλέσθαι πεῖσαι καὶ ζέοντας ἐπ’ ἀλλήλους καταθέσθαι
15τὰ ὅπλα. καί τις οὐκ ἂν ἁμάρτοι γόητα αὐτὸν προσ‐ ειπὼν τὸν καὶ πένθος οὐ φορητὸν ἐπὶ θοίνην ἄγοντα.
Or
.

52

.

23

καὶ οὗτοι τοίνυν οὐκ ἀποροῦσι λόγων εἶξαι πει‐ θόντων. ἐν οἷς οἱ τὰς ἀμοιβὰς ὑπισχνούμενοι καὶ ὅ γε κολοφὼν ὁ τῆς Γοργόνος φοβερώτερος ὁ ποταμοὺς ἀπειλῶν ἐπαφήσειν ψόγων. ἠκόνηται δὲ
5γλῶττά τισι καὶ μαχαίρας καλοῦσιν αὐτάς. καὶ τἄλλα εἰσὶν οὐκ εὐκαταφρόνητοι τῷ πᾶσιν ἐπιχειρεῖν καὶ μηδὲν ὀκνεῖν καὶ τὴν αἰδῶ νομίζειν νωθείαν. εἴτ’ οὖν φιλότιμος εἴη, νενίκηται διὰ τὴν φιλοτιμίαν, εἴτε κερ‐ δάναι κακῶς, δείσας ἔχεται.
Or
.

52

.

24

ᾧ μὲν οὖν ὁμιλεῖ τις, τοῦτον ἂν ἕλοι· οὗ δ’ ἀφέστηκε, πῶς ἂν τούτῳ
προσβάλοι; κακὰ μὲν οὖν ὁ κακῶς [ἂν] ἄρχων δράσει, κἂν μηδεὶς εἰσίῃ, πλείω δὲ εἰσιόντων, τὰ μὲν ἐκείνοις,
5τὰ δὲ αὑτῷ διδοὺς οὐκ ὄντα τοῖς δι’ ἐκείνων ἴσα. οὕτως οὐκ ἔνι μὴ ταῖς εἰσόδοις ἀκολουθῆσαι βλάβην.
Or
.

52

.

25

Καὶ μὴν ὠφέλειάν φησιν ἐνεῖναι δεικνυμένων παρὰ τῶν εἰσιόντων ἃ μὴ σφόδρα ἂν ἐκεῖνος ἴδοι. καὶ τί τοῦτο ἔστι; πῶς μὲν ἂν λάθοι; πῶς δ’ οὐκ ἂν καταφανὲς γένοιτο τῶν μὲν πόρρωθεν ἀνωμολογημένων
5τῶν περὶ τὸν φόρον, τῶν περὶ τὰς δίκας, τῶν περὶ τὰς θεωρίας, τῶν δ’ ἀπροσδοκήτων πευθῆσί τε δι‐ οικουμένων καὶ πολλαχόθεν τὴν διδαχὴν ἐχόντων.
Or
.

52

.

26

εἰ δὲ δὴ καὶ συνεχῆ κοινωνὸν ἁπάντων ἔχειν ἄξιον, ἔστιν ὁ παρεδρεύων ἀναγκαίαν ἔχων τοῖς πράγ‐ μασιν εὔνοιαν· οἶδε γὰρ ἐν ταῖς διαμαρτίαις πρῶτος ὑφέξων λόγον. δύο τοίνυν γνώμαις τῆς ἀρχῆς
5κυβερνωμένης τί ἂν ἑτέρων δέοι; καὶ γὰρ εὐφροσύνην αὐξῆσαι καὶ ἀθυμίαν κοιμίσαι δύναιτ’ ἂν ὁ μονονοὺ συμπεφυκώς.
Or
.

52

.

27

ἔτι τοίνυν, εἰ μὲν ἐπ’ ἀγαθῷ τῳ τὰς συνουσίας οἵδε ταύτας ἔμελλον συνέσεσθαι καὶ τοῦθ’ οἱ μάντεις προὔλεγον, εἴων ἄν· εἰ δὲ ἐμπορία τὸ πρᾶγμά ἐστι καὶ κακῶς χρήσονται ταῖς τῶν ἀρχόν‐
5των ὁμιλίαις, ἐγὼ μὲν ὃ χρὴ γενέσθαι λέγω, σὸν δ’, ὦ βασιλεῦ, τὸ γενέσθαι.
Or
.

52

.

28

τιθῶμεν δ’, εἰ δοκεῖ,
μὴ πάντας ἔσεσθαι τοιούτους, ἀλλά τινας καὶ συμφέ‐ ροντας. οὐκοῦν εἰ οἱ κακίους πλείους, πλείονι ἄρα συνέσται τῷ κακῷ. εἰ οὖν ἀληθὴς ὁ τοῦ Θεόγνιδος
5λόγος καὶ ὁ μὲν ἐσθλὸς ἐσθλῶν διδάσκαλος, ὁ δὲ κακὸς κἂν εὕρῃ τινὰ μετέχοντα νο, καὶ τοῦ‐ τον ἐξέβαλεν, οὐσῶν εἰσόδων τὸ φαυλότητα τοῖς ἄρχουσιν ἐμποιοῦν δυνατώτερον, ὅσον καὶ πλέον. βέλτιον ἄρα μηδετέροις ὁμιλεῖν ἢ τοῦτ’ ἀμφοτέρων
10εἶναι. οἱ μὲν γὰρ ἐπανορθοῦντες μόλις ἂν εἶεν δύο, παρὰ δὲ τῶν κολακευόντων ὄντων γε ἀμυθήτων οὐδὲν ὅ τι μὴ πολλῶν ἐπαίνων τεύξεται καὶ ὅτι γε μόνου τοῦ Διὸς ἂν ἦν οὕτω θεραπεῦσαι πόλεις αὐτῷ ταύτην δεδωκότος τὴν ἀρχήν.
Or
.

52

.

29

Τοῖς διδασκάλοις δ, φησιν, οὐκ ἀνοί‐ γεις τὰς θύρας; οὔ. διὰ τ; ὅτι καὶ τούτους οἶδα ταῦτα ποιήσοντας, συμμαχήσοντας, πολεμήσοντας, κα‐ κῶς ἑκάτερον. ὁρῶ γὰρ δὴ καὶ τούτους τὴν περὶ τὰ
5χρήματα νοσοῦντας νόσον καὶ μόνους εὐδαίμονας τοὺς ἐν πλούτῳ ζῶντας ἡγουμένους καὶ τὸν Κροῖσον Σόλω‐ νος εὐδαιμονέστερον. ἤδη δέ τινος αὐτῶν ἀκήκοα καὶ τὸν Μίδαν ζηλοῦντος τῆς τελευτῆς. λιμῷ μὲν γὰρ ὡμολόγει τὸν Φρύγα τελευτῆσαι, ἀλλ’ ἔργον εἶναι χρυ‐
10σοῦ τὸν λιμόν. καὶ Σατύρου μὲν οὐχ ὑπῆρξε γενέ‐ σθαι κυρίοις, ᾗ ταῦτα ἂν ᾔτησαν, εὐχαὶ δὲ ἕωθεν αὐτοῖς πρὸς τὸν ἥλιον καὶ νυκτὸς ἀρχομένης πρὸς ἐκείνην χρήματά σφισιν ὅσα τοῖς ἐπὶ τῶν δυνάμεων γενέσθαι, γυνὴ δὲ καὶ παῖδες καὶ τὸ ἐρρῶσθαι καὶ
15εὐδαιμονεῖν οὐδαμοῦ. τεκμαίρεσθαι δὲ ἡμᾶς οὐκ ἐῶσιν, ἀλλ’ εὖ εἰδέναι οἱ μεγάλους ἐργασάμενοι πλούτους φανεροὺς ἀπὸ τοῦ τὴν τῶν οὐ διδασκόντων ὁδὸν ἐλθεῖν, οἳ τοῖς μὲν ἐξισώθησαν, τοὺς δὲ καὶ παρεληλύθασιν.
Or
.

52

.

30

οὕτως οὖν εἰσελθόντας ἐπίσχες, ὦ βασιλεῦ. καὶ μὴ πειθέτωσαν λέγοντες, ὡς μισθοὶ ταῦτα νέων καὶ πόνοι καὶ διατριβαὶ περὶ λόγους. εἰ γὰρ τοῦτο τοι‐ οῦτον ἦν, πάντες ἂν ἦσαν ἕνεκά γε νέων καὶ
5διατριβῶν τηλικοῦτοι, πάντων γὰρ οἶμαι ταῦτα, ἀλλ’ ὅμως οἱ μὲν πένητες, οἱ οὐκ εἰσελθόντες, καὶ μέγα κέρδος ἐν ἄλλου φαγεῖν, οἱ δ’ ἐν καταλόγῳ τῶν πολυ‐ χρύσων. πρὸς οὓς ὁ νόμος εἰπάτω μὴ πλείω ζητεῖν, ἀλλὰ στέργειν, εἰ μή τις ἀφαιρήσεται.
Or
.

52

.

31

εἰ δὲ γενο‐ μένην εἴσοδον ἐπισχετέον, πῶς οὐκ οὔσαις ἐπιτρεπτέον; πῶς δὲ μεμφόμενοι τῶν παιδευόντων τοὺς περὶ τὰ τῶν ἀρχόντων γόνατα τοὺς οὔπω τοῦτο πεποιηκότας δρά‐
5σοντας εἰσάξομεν μέλλοντας ἀντὶ μετάλλων τε καρπώ‐ σεσθαι τὰς ἀρχὰς καὶ διδασκάλοις οὐχ ὁμοίους ἔσεσθαι;
ἐπεὶ καὶ τὸν ἀντικαθήμενον τοῖς τοῦ ἡμετέρου ῥεύμασι τοῦτο οὐκ εἴασεν εἰς ὅσον ἐξῆν αὐξηθῆναι τὸ μεγάλην ἡγεῖσθαι πλεονεξίαν καὶ εἶναι καὶ ἔσεσθαι
10τὴν ἀρχήν. ἡ δ’ οὐ μόνον βλάβη λόγοις, ἀλλὰ καὶ κίνδυνος ἦν ἐν μεταβολῇ τῶν ὅλων, καὶ τὰ κτήματα ἐκινεῖτο καὶ μακρὰν ἔδει βαδίζειν ὁδὸν καὶ γελωτο‐ ποιοῦντα μένειν ἐφ’ ὧν εἶχεν εἰς τὴν τοῦ κρατοῦντος βλέποντα φύσιν.
Or
.

52

.

32

Ἀλλ’ εἰ καὶ πάντας εἴρξεις, φησί, τί λέξει πρὸς ἰατροὺς ὁ νόμος, ὅταν τῶν ἰατρῶν τὸ σῶμα δέηται; οὐ γὰρ δὴ μὴ νοσεῖν ἐπι‐ τάξεις τοῖς ἐπὶ τῶν ἀρχῶν. ἐρεῖ τοίνυν ὁ νόμος·
5ἔρχου μὲν ὁ σώζειν τέχνην ἔχων καὶ λέγε τι καθεζόμενος καὶ λέγοντος ἄκουε, ἔστω δὲ πᾶν τὸ λεγόμενον εἰς τὸ πάθος τεῖνον σπουδὴν ἔχον τὸ μὲν καταπαλαῖσαι καὶ τρέψαι, τὸν κεκληκότα δὲ καθαρὸν ποιῆσαι τοῦ κακο,
10δίκης δὲ μὴ ἔστω μνήμη μηδὲ νίκης μηδὲ ἥττης μηδὲ γνώσεως μηδ’ ὑπὲρ ἀνδρὸς πονηροῦ λόγος μηδὲ κατ’ οὐδὲν ἀδικοῦντος μηδ’ ὁ μὲν ἤπιον, ὁ δὲ χαλεπὸν ποιῶν.
Or
.

52

.

33

οἶδ’ ἐκεῖνο. πολλὰ μὲν εἴρητο, πολλὰ δ’ ἐπέπρακτο τῷ κρατοῦντι μὲν νοση‐ μάτων, κρατοῦντι δὲ ἀρχόντων, οὐ δικαίως δὲ τῇ δυνά‐
μει ταύτῃ χρωμένῳ. ὅτι δὲ οὐ δικαίως, μάρτυς ὁ
5πλοῦτος πένητας ἀποφαίνων τῶν 〈τινασ〉 ἐν βασιλείοις τὰ μέγιστα πιστευομένων. ἣν γὰρ ἡ βουλὴ γῆν, ταύ‐ την ἐγεώργησε τιμὰς μὲν τὰς προσηκούσας τιθεὶς καί που καὶ μείζονας, οὕτω δὲ ῥᾳδίως, ὥσπερ ἐπὶ θησαυ‐ ροὺς ὑπὸ ὀνειράτων ἠγμένος. τὰ δ’ ἦν οὐκ ὀνείρων
10ἔργον, ἀλλ’ ἀρχόντων χάριτες ἅπαντα πειθομένων. ἃ πωλῶν ἐκεῖνος ἠγόραζεν ἀεί τι ἔχων ἐν τοῖς πωλουμένοις τῶν πωλούντων τοὺς τάφους. καὶ τῷ μὲν ηὔξετο τὰ ὄντα, ἡ δὲ αἰσχύνη τοῖς δικασταῖς.
Or
.

52

.

34

ἔστω τοίνυν ὁ ἰατρὸς ἰώμενος ἄρχοντα ἀσθενοῦντα, τουτὶ δὲ πράττοιτο μὲν ἂν καὶ διὰ σιγῆς, πράττοιτο δ’ ἂν καὶ διὰ ῥημάτων ὀλίγων ἃ οὐκ ἂν μὴ ῥηθῆναι δύναιτο.
5μακρὰ δὲ διεξιόντος καὶ χωροῦντος ἐπὶ τὰ μὴ συμ‐ βαίνοντα τοῖς νόμοις τῷ προσώπῳ δῆλον ὅ τι χρῄζων τῆς ἰατρικῆς ποιείτω τοῖς παροῦσιν, ὡς, ἢν μόνον ἰατρὸς ὢν εἰσίῃ, τὸν νοσοῦντα ὄψεται. ἐφεστάναι δὲ ἄξιον καὶ τὸν κοσμοῦντα τὴν καταγωγὴν καὶ τῶν
10ἔνδον ἐπιμελητὴν τῷδε τῷ πράγματι καὶ προσαναγ‐ κάζειν τὸν τοιοῦτον ἰατρὸν εἴσω τῶν ὅρων μένειν.
Or
.

52

.

35

Ὡς δ’ οὐ καλὸν καταγωγὴν ἄρχοντος δέχεσθαι τοιαύτας συνουσίας, μάθοις ἄν, βασιλεῦ, καὶ τῷδε· βραχέα δὲ λέξω καὶ δι’ ὧν ἡδίων ἔσῃ.
Ἦρχέ ποτε ἀνὴρ καὶ Σύρων καί τινων ἑτέρων
5ἐθνῶν, Σύρου μὲν παῖς, αὐτὸς δὲ Ῥωμαῖος, φόβῳ τὴν ἀρχὴν εὐθύνων, οὐχ αἵματι. τούτῳ τῆς ἀρχῆς με‐ σοῦντι ῥεῦμα κινηθὲν ἀπὸ τῆς κεφαλῆς διὰ τῆς φάρυγ‐ γος δραμὸν τά τ’ ἄλλα ἐκάκωσε καὶ τῆς φωνῆς ἀφεῖλε. κεκλημένος δὲ ἐπὶ τὸ λυποῦν ἰατρὸς ἀνὴρ τῶν ἄγαν
10ἐπαινουμένων ἐπειδὴ ἤρετό τι περὶ τοῦ κατέχοντος, ἀπεκρίνατο μὲν οὐδὲν διὰ φωνῆς, ἦν δὲ ἄρα ἐν αὐτῷ τοσοῦτον, διάρας δὲ τὸ στόμα τὸ τῆς τέχνης δεόμενον ἔδειξεν, ὅπως ἀνήκοος αὐτοῦ καθάπαξ ὁ ἰατρὸς ἀπίοι μηδὲν τῆς αὐτοῦ γλώττης ἐκφέρων.
Or
.

52

.

36

Τοσοῦτος ἦν τοῖς τότ’ ἄρχουσι φόβος ἐν ταῖς εἰρημέναις εἰσόδοις. ἀλλὰ νῦν οὐ τὰ πάθη τοὺς ἰα‐ τροὺς τοῖς ἄρχουσιν εἰσάγει, ἀλλ’ οἱ μὲν ἔρρωνται, οἱ δὲ παρακάθηνται, καὶ ὁ λόγος οὐ περὶ τοῦ σώματος
5οὐδ’ ὅπως ἂν ὑγιαίνοντες διάγοιεν, ἀλλὰ τῆς αὐτῆς καὶ τὰ τούτων ἰδέας. ἰατρῶν μὲν οὖν οὐκ ἀποστερῶ τοὺς ἄρχοντας, μήποτε οὕτω γενοίμην ἄτοπος, ἐφε‐ στάναι δὲ τοῖς στόμασιν αὐτῶν ἀξιῶ τὸν ἃ δεῖ μόνα λέγειν ποιήσοντα.
Or
.

52

.

37

Φθονήσομεν οὖν τῷ πόνῳ τῶν ἀρχόν‐ των παραμυθίας τῆς οὔσης ἐν ταῖς εἰσόδοις; ποίας παραμυθίας; μείζων μὲν οὖν ἐντεῦθεν ὁ πόνος αὐτοῖς κατασκευάζεται τοῦ τῶν γραμμάτων χρόνου καὶ
5τῶν ἀναγκαίων ἑτέροις διδομένου καὶ μικροῦ τινος τοῖς ἐπείγουσιν ἀντὶ πλείονος γινομένου, ὥστε πολλάκις μὲν ὥρα δειπνεῖν, οἱ δέ εἰσιν ἐν γράμμασι.
Or
.

52

.

38

θαυ‐ μάζω δὲ εἰ καὶ μετὰ τὴν θοίνην διπλῆν τε καὶ τοι‐ αύτην ῥᾳστώνης εἶναί τῳ δοκοῦσιν ἐπιδεεῖς καὶ μηδὲ δύνασθαι ζῆν, εἰ μὴ τοῦτο ἔχοιεν, ὡς οὐκ 〈ἔχοντες ἐκ〉
5σίτων ἀναπαύλας. ἦσαν δέ γε κἀκείνοις καὶ τοῖς νῦν καὶ πᾶσιν ἄρχουσιν ἀνάπαυλαι τὸ ταθὲν ἀνιεῖσαι, τοῦτο μὲν ἵππων ὑφ’ ἅρμασιν ἅμιλλαι, τοῦτο δὲ ἐν θεάτροις χάριτες, τοῦτο δὲ πρὸς θηρίων ὀδόντας ἀν‐ δρῶν ἀγῶνες ᾠδαί τε νέων εὐφώνων ἐκπώμασιν ἀνα‐
10μεμιγμέναι. κεκώλυται δὲ οὐκ αὐλός, οὐ σύριγξ, οὐ βάρβιτος. ἔνι δέ τις καὶ περὶ κύβους διατριβὴ θυμὸν φέρουσα μεθ’ ἡδονῆς. εἰ δὲ δὴ προσδεῖ τινος καὶ βελτίονος εὐθυμίας, ἔστι μοῦσα ποιητῶν, ἔστι δρόμος ῥητόρων. ἔστιν ἀκοῦσαί τι παρ’ ἀμφοῖν περὶ τῶν
15αὑτοῦ καλῶν ἢ τἀληθῆ λεγόντων ἢ καὶ οὐ τοιαῦτα, πόνου δὲ ὅμως τοῦ παρὰ τῶν πραγμάτων ἀφιέντα. οὕτως οὐδ’ ὑπὸ ταύτης τῆς αἰτίας εἶεν ἂν εὐλόγως
εἴσοδοι.
Or
.

52

.

39

Ὃ τοίνυν μέγιστον ἔχειν οἴονται κατὰ τῆς γνώμης, καὶ αὐτός, φησί, τῶν εἰσιόντων ἦσθα. καὶ πάνυ γε. ἀλλ’ ἄκων καὶ τότε καὶ νῦν, ἀλλ’ οὐ βουλόμενος, ἀλλ’ ὦ Ἡράκλεις λέγων, ἀλλὰ ζημίαν
5τὸ πρᾶγμα ἡγούμενος, ἀλλ’ ἀηδῶς ὁρῶν τὸν ἵνα καλέ‐ σειεν ἀπεσταλμένον, ἀλλὰ νῦν μὲν διὰ σκήψεως οὐχ ὑπακούσας, νῦν δ’ ὠνούμενος τὰ τοῦ μὴ εὑρῆσθαι ῥήματα. καὶ τούτων εἰσὶ μάρτυρες οἱ λαβόντες. τίς οὖν οὕτως ἄφρων, ὡς τῆς ἐπιθυμίας τοὐναντίον ὠνεῖ‐
10σθαι καὶ βούλεσθαι μὲν εἰσιέναι, ὅπως δὲ μὴ εἰσίοι ποιεῖν ἀργυρίου;
Or
.

52

.

40

καὶ μὴν οὐδεὶς ἄν με δείξειεν ἄκλητον τὴν πρώτην ὡς ἄρχοντα δείλης πεπορευμένον, ἀλλ’ ἔλαβε τὴν ἀρχήν, ἧκεν. ὁ μέν τις μετεπέμψατο, ὁ δ’ οὐκ ἐβουλήθη. τί οὖν ἐγώ; παρὰ μὲν τὸν
5ἧκον, παρὰ δὲ τὸν οὐκ ἦλθον. τοῦ γὰρ ἐνοχλεῖν ἄπειρος ὢν αἰσχρὸν ἡγούμην ἐλθὼν κόπτειν ἄρχοντος θύραν. οὔκουν τοιαύτην ὁδὸν αὐτόματόν μέ τις ἐλ‐ θόντα ἐξελέγξειεν ἂν οὐδ’ ὡς Κυνήγιον τὸν ἐπειδή με τὸ πρῶτον εἶδε, καταβάντα παραδείγματος οὐκ ὄντος.
10ἔχοιμι δ’ ἂν οὐκ ὀλίγους καταλέξαι τοὺς οὔτ’ ἀναγ‐ κάσαντας οὔτ’ ἀναγκασθέντας.
Or
.

52

.

41

Ἐξῆν γάρ, φησί, καλουμένῳ καθῆσθαι,
σὺ δ’ ἀναστὰς εἵπου. πῶς δ’ οὐκ ἔμελλον ἄρχοντός γε καλοῦντος καὶ μέγα τὸ πρᾶγμα ποιουμένου; οὐ γὰρ ὥσπερ μὴ βαδίζειν ἐξῆν, οὕτω καὶ μηδὲν ἀηδὲς παθεῖν.
5οὐ γὰρ μόνον μέγας ὁ θυμὸς τῶν βασιλευόντων, ἀλλὰ καὶ τὰς μετ’ ἐκείνην ἀρχὰς οὐ ῥᾴδιον ἐνεγκεῖν ὀργιζο‐ μένας, καὶ πολλοὶ τοιαύταις ὀργαῖς ἀπολώλασιν. αἰτίαν δὲ ψευδῆ περιάψαι διὰ συκοφάντου ῥᾷστον καὶ μάρτυρας πεῖσαι τὰ ψευδῆ μαρτυρεῖν καὶ κύριον ἑαυ‐
10τὸν ψήφου ποιῆσαι καὶ δεσμῷ παραδοῦναι καὶ τῷ τἀκεῖ διὰ χειρὸς ἔχοντι κελεῦσαί τι.
Or
.

52

.

42

καὶ τούτου τοῦ φόβου διδάσκαλον εἶχον ὃν μόλις διέφυγον, ἕτερος δέ τις ἐμὸς συγγενὴς ἱερεὺς φιλοσοφίας οὐκ ἐδυνήθη. οἷς οὖν ἔπαθον παιδευθεὶς εἰκότως ἐφυλαττόμην ἁπά‐
5σης δυσμένειαν ἀρχῆς. καὶ γὰρ εἰ αὐτὸς αὐτοῖς ἄλη‐ πτος ἦν, εἶχον ἂν οὓς βάλωσι, τοὺς μὲν εἴσω τειχῶν ὄντας, τοὺς δ’ ἐν ἀγροῖς διεσπαρμένους καὶ αὐτοῦ μὲν ἀπείχοντ’ ἂν ἐμοῦ, δι’ ἐκείνων δ’ ἂν ἐλύπουν. ἔστι δὲ ἀλγεινὸν τοῖς ἑαυτοῦ μὴ δύνασθαι βοηθεῖν, ἀλλ’
10ὁρᾶν μὲν σπαραττομένους, εἰσφέρειν δὲ πλὴν λύπης ἔχειν οὐδέν.
Or
.

52

.

43

πρός τε οὖν ἐμαυτὸν ταῦτα ἐλογι‐ ζόμην καὶ ἤκουον τῶν φοβουμένων δεομένων μὴ σφᾶς
ἐμβαλεῖν εἰς κρημνὸν ἄφυκτον· δῆλον γὰρ εἶναι τὸν δεύτερον πλοῦν καὶ ὡς ἀντεχόντων τῶν ἐμῶν τὰ
5’κείνων πεπλήξεται. τούτους οὖν διασώζων καὶ τού‐ των κηδόμενος καὶ λέγειν ἡγούμενος δίκαια καὶ μετὰ θεῶν ἀνάγκης ἡττώμενος ᾔειν οἷ χωρῶν ἠθύμουν.
Or
.

52

.

44

πρὸς δὲ τούτοις καὶ πατέρας ἑώρων ἡμῖν τοὺς αὑτῶν παραδόντας λέγοντας δεῖσθαι μὲν τῶν τοιούτων εἰσόδων, εἰ καὶ σφόδρα τὸ δίκαιον ἔχοιεν, εἶναι δὲ βαρείας τὰς ἄλλας συμμαχίας ἐμμίσθους οὔσας. οὓς
5εἴ τις ἀπεωθεῖτο λέγων ὡς ἔχοι πρὸς τὸ πρᾶγμα, καὶ ταῦτά τινων διδασκάλων οὐ λεγόντων τοῖς αὐτῶν δεησομένοις· ἐκ τοίνυν τούτων οὐκ εὖ ἔμελλε τἀμὰ ἕξειν. ἐντεῦθεν ἔπραττον ἃ μὴ ποιεῖν ἤθελον. οὐκ ἂν δὲ ἐβουλήθην διά τε τὴν ἀπ’ αὐτοῦ δυσκολίαν καὶ
10τὸ πόρρω μοι τὴν ψυχὴν τῶν τοιούτων ἑστάναι χρη‐ ματισμῶν. οὐδεμία γοῦν ἔχθρα ταύτην ἀφῆκε κατ’ ἐμοῦ τὴν φωνήν, ἀλλ’ ἐν πολλοῖς οἷς ἐψεύσαντο τοῦτο οὐκ ἐτόλμησαν. τῷ τοίνυν ἀδωροτάτῳ τί ταύτης ἔδει τῆς ἀφορμῆς;
Or
.

52

.

45

Μέγα δὲ μαρτύριον τῶν εἰρημένων τὸ νυνὶ πραττόμενον. οὐ γὰρ ἄν, εἰ ταῖς εἰσόδοις ἡδόμην, ἔκλειον νόμῳ τὰς δεχομένας θύρας. ὥσπερ γὰρ τοῦ
τούτους τῶν εἰσόδων ἐρᾶν μέγας ἔλεγχος ὁ λυπῶν
5οὗτος νόμος, οὕτως ἐμοὶ σημεῖον τοῦ τοῖς ἀνοίγουσι μέμφεσθαι τὸ τοιαῦτα παρὰ τοῦ σκήπτρου ζητεῖν.
Or
.

52

.

46

Συναγορεύει δέ μοι καὶ τετελευτηκὼς ὁ τοῖς παρὰ σοῦ στεφανούμενος ἐπαίνοις Κυνήγιος. ἀχθεσθεὶς ὑπὲρ τῆς τοῦ δικαίου τάξεως διατετμημένης καὶ κατα‐ τετρωμένης καὶ δυνηθείς, οὐκ οἶδ’ ὅθεν, ταῦτα μαθεῖν
5ἔκλεισε γράμμασι τὰς τῶν ἀρχόντων θύρας, καλῶς μὲν ποιήσας ὃ πεποίηκε, κατὰ δὲ τὸν Διομήδην οὐκ ἐλθὼν ἐπὶ τὸ πέρας. τὸ δὲ ἦν ἐπ’ ἐκείνοις τοῖς γράμμασιν ἕτερα σὰ γενέσθαι καὶ εἶναι ταῦτα νόμον. οὐ γὰρ ἂν ταῦτα ἔπαθεν ὅπερ ἐκεῖνα. [οὐκ ἂν ἐλύθη.] νῦν δ’
10ἅμα τε ἐκεῖνος ᾤχετο καὶ ταῦτα ἦν οὐδέν.
Or
.

52

.

47

Νομίσας οὖν ἀμφοτέρων εἶναι τοῦτον τὸν λόγον, ὦ βασιλεῦ, καὶ τοῖς τε πράγμασι βοηθῶν καὶ τιμῶν φίλον τίθει νόμον τῶν ἤδη σοι τεθέντων οὐδὲν ἀτιμότερον. καὶ τῶν δικαζομένων μόνοις πάρεχε νικᾶν
5οἷς τὸ νικᾶν παρὰ τῆς ἀληθείας. περιλαμβανέτω δὲ ὁ νόμος καὶ τραπέζας καὶ πότους, καὶ μήθ’ ὁ ἄρχων ἑστιάτω καλῶν μήτ’ αὐτὸς τρεχέτω καλούμενος. καὶ γὰρ τούτων ἑκάτερον τῷ δικαίῳ ζημία. ὁ γὰρ φιλο‐ τησίαν δεχόμενος ὁμοῦ τῷ τὴν χεῖρα ὑποσχεῖν ᾔτησε
10χάριν, ἡ δ’ ἀρχὴ τὴν φιάλην αἰσχυνομένη οἶδε μέν, ὡς οὐ δίκαια ποιήσει, νεύει δὲ ὅμως. τὰ αὐτὰ πρὸς ἕτερον, τὰ αὐτὰ πρὸς τρίτον, τὰ αὐτὰ πρὸς ἕκαστον. καὶ διὰ πάντων ἡ κύλιξ ἔρχεται μεθ’ ἑαυτῆς ἄγουσα κέρδος. καὶ πίνων ἂν μεταξύ τι τοιοῦτον εἴποι καὶ παρ’
15ἐσθίοντος ἔνι τοῦτο γενέσθαι. καὶ τῆς παρὰ τῶν σιτίων ἡδονῆς ἡ τῶν διαβολῶν οὐκ ἐλάττων, καὶ ποιεῖ πᾶσι ῥήμασιν ὁ Διόνυσος πύλας, καὶ ὁ τῆς εὐωχίας καιρὸς πολλοῖς ἐπήνεγκε συμφορὰς ἀναπτομένου ῥήμασι τοῦ τὸν θρόνον ἔχοντος. μὴ τοίνυν μήτε καλείτω μήθ’
20ἑστιάτω μηδὲ τοῖς μισθωτοῖς τούτοις εἰς τὸ καὶ λέγειν καὶ πράττειν ἃ βούλονται γιγνέσθω χορηγός.
Or
.

52

.

48

τὸ δὲ ἕτερον καὶ λογιζόμενος ἐγκαλύπτομαι. φέρε‐ ται ἄρχων ἐπ’ ὀχήματος ὑπὸ ζώνης καὶ τοσαύτης παρα‐ πεμπόμενος διὰ τῶν ἀρχομένων οὐχ ὡς μεταστήσων τι τῶν οὐ καλῶς ἐχόντων, ἀλλ’ ὡς ἀριστήσων καὶ
5μεστὸς οἴνου καὶ κρεῶν ἐσόμενος. καὶ πάντες οἱ θεώ‐ μενοι τοῦτ’ ἴσασι [ὅτι ἀριστήσων], τό τε τῆς αἰδοῦς τῆς οὔσης ἐν αὐτοῖς οὐκέθ’ ὅσον πρότερον, ἐπανερχο‐ μένων δὲ οὐδ’ ὅλως, ἀλλ’ εἰσὶ καταγέλαστοι διαφέρον‐ τες ἀσκῶν τοσοῦτον ὅσον ἐκεῖνοι μὲν οὔτε φθέγγονται
10οὔτε ἀσχημονοῦσι. τούτοις δὲ οὔτ’ ἠρεμεῖν ἡ γλῶττα δύναται καὶ γέλως ἡ ταύτης πλάνη. καὶ μάχη μὲν
ἔτι φερομένου πρὸς ὕπνον, ἐλθόντος δὲ ἧττα, καὶ πρὸ τῆς νυκτὸς ἡ νύξ. τίνας οἴει γίγνεσθαι, βασιλεῦ, τοὺς ὑπηκόους τοιαῦτα θεωμένους; πῶς ἂν σωφρονοῖεν ὑπὸ
15μεθυόντων ἀρχόμενοι; τίνας μὲν τῶν τοιούτων εἰκὸς εἶναι τοὺς λόγους ἑστιωμένων; τί δ’ αὐτοῖς ἄρρητον μεμένηκε;
Or
.

52

.

49

καίτοι τὰ τῶν προτέρων οὐ τοιαῦτα, ἀλλ’ ἓν ἄριστον ἔξω μόνον τὸ παρὰ τῷ βασιλεῖ, τὰ δ’ ἄλλα τὴν ὀροφὴν ἔδει τῆς καταγωγῆς ὁρᾶν. οὐδεὶς δ’ ἂν οὐδενὶ πλήθει χρυσοῦ τῶν ἀρχόντων τινὰ πρὸς
5τράπεζαν εἵλκυσεν οὐδ’ ὢν αὐτὸς ἐν ἀρχῇ μείζονι. ἀλλὰ νῦν καὶ τοῖς ἰδιώταις τοῦτο ὑπάρχει καὶ ὁ κλη‐ θεὶς 〈καὶ〉 τετίμηται καὶ τετίμηκεν. ἔστι δὲ ἰδιώτης ὁ μηκέτ’ ἄρχων, εἰ καὶ λίαν ἐν πολλαῖς ἀρχαῖς γεγένηται. ὁ δὴ τὸν ἄρχοντα ἐπὶ τοῦτο λαβὼν πρῶ‐
10τον ἠμαύρωσεν αὐτῷ τὸ τῆς ἀρχῆς ἀξίωμα, ἔπειτα ἔσχεν ὑποχείριον καὶ πᾶν ἐπαγγέλλειν ἔξεστιν. ἔστω τοίνυν ὁ λόγος αὐτῷ πρὸς τὸν αὑτοῦ μάγειρον καὶ τὸν ἐκείνου ζωμόν, εἴτε ἡδίων εἴτε ἀηδέστερος εἴη. κἂν εἴη γυνὴ καὶ παῖδες, ἔχει συσσίτους, εἰ δὲ μήπω
15παῖδας, ἐκείνην. εἰ δ’ ἡ ἀρχὴ τὸν γάμον ἔφθη, τὸν καὶ ἐροῦντά τι καὶ ἀκουσόμενον ἔχει τὸν πάρεδρον.
Or
.

52

.

50

Οἶμαι δὲ τοὺς οὕτως ἄρξαντας οὐ νομίσαι τὴν ἀρχὴν συμφορὰν διὰ τὸ πολλοῖς ὁμιλεῖν. μὴ τοίνυν
μηδ’ οὗτοι νομιζόντων μηδ’ οἱ φάσκοντες μὲν τὰ σὰ φιλεῖν, ἥκιστα δὲ τὰ σὰ ποιοῦντες ἐπαγόντων τὴν
5ἑαυτῶν δύναμιν τῷ λόγῳ, ἀλλὰ μακάριοι διὰ σοῦ γε‐ γενημένοι τοσοῦτόν σοι δότωσαν ὅσον ἐφεῖναί σοι θεῖναι νόμον πᾶσι λυσιτελοῦντα τοῖς νόμοις. πύρ‐ γωσον τοίνυν τὰς ἀρχὰς καὶ τά τε ἐπιτάγματα τῶν οὐκ ἀρχόντων σβέσον τάς τε ἀπειλὰς τοῦ κακῶς
10ἐρεῖν τὸν οὐ πειθόμενον ἄνελε. καὶ παρὰ τῆς Δίκης, μεγάλης θεοῦ, πάλιν ἀνθούσης οἴου σοι λαμπρὰς ἀμοι‐
βὰς ἀφίξεσθαι.
Or
.

53

t

ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΕΟΡΤΑΙΣ ΚΛΗΣΕΩΝ.
Or
.

53

.

1

Ὑπ’ ἄλλων τε πολλῶν χείρω τὴν πόλιν ἡμῖν γεγενῆσθαι νομίζω πράγμασι καινοῖς τισι τῶν ἀρχαίων ἐκβεβλημένων, καὶ δὴ καὶ τοῖς ἐν ταῖς τρα‐ πέζαις αἳ τιμὴν ἔχουσι τῷ Διὶ γινομένοις. ἃ πολὺν
5μὲν ἤδη μέμφομαι χρόνον πρὸς τοὺς ἀεί μοι τῶν φίλων ὁμιλοῦντας, νῦν δὲ οὐκ ἤνεγκα τὸ μὴ καὶ λόγον αὐτὰ ποιῆσαι. καίτοι θαυμάζω μέν, εἰ πείσω λέγων, ἔστι δὲ κέρδος τῷ περὶ ὧν δίκαιόν ἐστιν εἰ‐ πεῖν λέγοντι τὸ περὶ τοιούτων διειλέχθαι, κἂν μὴ τὸ
10πεπεισόμενον ᾖ· οὐ γὰρ τοῦ μὴ καλῶς εἰρῆσθαι τὸ
μὴ τοὺς ἀκούοντας προσθεῖναι τὸ ἔργον ἔλεγχος.
Or
.

53

.

2

Ἐφ’ ᾧ μὲν οὖν μέγα φρονοῦμεν, ἔστι τὰ Ὀλύμ‐ πια τετυχηκότα σπουδῆς ὅσης οὐδὲν ἕτερον οὔτ’ ἐν ἄλλοις οὔθ’ ἡμῖν, ὥστε καὶ αὐτοὺς Ἠλείους εἰδέναι τε βούλεσθαι τὰ τῇδε καὶ πυνθάνεσθαι περὶ αὐτῶν.
5τούτου δ’ ἄν τις ἡμῖν συνησθεὶς καὶ συναχθεσθείη τοῦ πολλὰ τῶν νομίμων κεκινῆσθαι. ἐγὼ δὲ ἀλγῶ μὲν ἐφ’ ἅπασιν, ὁμοῦ δὲ περὶ πάντων εἰπεῖν καὶ κατηγορῆσαι τῶν τε τούτοις ἡδομένων τῶν τε οὐ χαλε‐ παινόντων οὐ ῥᾴδιον ὁρῶν, εἰ τὰ περὶ τοὺς δαιτυ‐
10μόνας δείξαιμι νῦν πλημμελούμενα, στέργοιμ’ ἄν.
Or
.

53

.

3

Τίνες οὖν ἦσαν οὗτοι; καὶ τίνας ὁ τῶν ἄθλων προεστηκὼς ἐκάλει; οἵ τε πρεσβύται καὶ οἷς ἦν ἐπὶ τῆς ἀκμῆς εἶναι καὶ ὅστις ἐκ παίδων ἐξῆλθε καί που τις καὶ μέλλων πατήρ τε ὢν ἤδη καὶ δεικνὺς ἐν δικα‐
5στηρίοις αὑτόν. φοιτῶν δέ τις παῖς ἐπὶ μαθήσει λόγων καὶ ἢ ἄρτι δεικνὺς ἴουλον ἢ οὐδὲ τοῦτο πόρρω τε ἦν τῆς θοίνης καὶ δι’ ἀκοῆς τὰ περὶ αὐτῆς ἠπί‐ στατο κἂν εἰ συγγενὴς ἦν τῷ ταῦτα λειτουργοῦντι.
Or
.

53

.

4

καὶ ταῦτα, εἴπερ οἷόν τ’ ἦν, ἐμαρτύρησε μὲν ἂν οὑμὸς ἐπίπαππος, ἐμαρτύρησε δ’ ἂν ὁ πάππος καὶ
πολλοὶ μὲν πρὸ αὐτῶν ἐν τῷ στεφάνῳ τούτῳ, πολλοὶ δὲ μετ’ αὐτοὺς γενόμενοι, ὧν ἐν γράμμασιν ἴδοι τις
5ἂν 〈τὰ〉 ὀνόματα κἀν τῇ μνήμῃ οὐκ ὀλίγων. δικαίως δ’ ἂν πιστευοίμην αὐτὸς ὢν τῶν οὐ κεκλημένων. καίτοι τέτταρα μὲν καὶ δέκα ἐγεγόνειν ἔτη Πανολβίου ποι‐ οῦντος τὰ Ὀλύμπια, ὁ δὲ ἄνθρωπος οὗτος μητρὸς ἐμῆς ἀδελφός, ὀκτωκαίδεκα δὲ Ἀργυρίου, φίλος δὲ οὗτος
10τοὐμοῦ πατρὸς καὶ δραμὼν ἐπὶ τὸ κρύψαι τὴν ὀρφα‐ νίαν ἡμῖν. ἀλλ’ ὅμως ἐκεῖνα μὲν ἡδέως ἂν ἐπόνει καὶ ἐβοήθει, τοῦτο δὲ οὐκ ἐδίδου, χάριν οὐκ οὖσαν ἐν ἔθει. τέτταρα τοίνυν ἕτερα δύο μὲν ἐμὲ καὶ εἴκο‐ σιν ἐποίει, Φασγανίου δὲ τὸν στέφανον, θεῖος δὲ καὶ
15οὗτος ἐμός, ὥσπερ ὁ Πανόλβιος. οὗτός με ἐπὶ δεῖ‐ πνον καλεῖ καὶ ᾠχόμην ἤδη τε ὢν ἐν δόξῃ τινὶ καὶ τῷ μᾶλλον σωφρονεῖν.
Or
.

53

.

5

οὐ μὴν ἔνι γε εἰπεῖν, ὡς ἀμε‐ λούμενος τοῦτο ἔπασχον καὶ διὰ τὸ μὴ εἶναί μοι πατέρα. οὐδὲ γάρ, ἡνίκα ἐκαλούμην, οὔτε αὐτὸς † οὔτε πρεσβύτερος ἀδελφός. οὐδεὶς οὐδενός, οὐδ’ ἦν τι
5τὸ ποιοῦν πρὶν ἢ προσήκειν τὴν ἐπὶ ταῦτα κλῆσιν,
οὐ γένος, οὐ πλοῦτος, οὐχ ὑπερβολὴ φιλίας, οὐκ ἄλλο οὐδέν.
Or
.

53

.

6

ἀλλὰ νῦν ὅσοι καλοῦνται πατέρες παῖδας ἔχοντες, τούτων καὶ παῖδες καὶ πολλαχοῦ πάντες, κἂν δεκαετὴς ᾖ τις κἂν ἐλαττόνων, τεθνεῶτος δὲ αὐτῷ τοῦ πατρὸς ὁ θεῖος ἄγειν ἀκούει τὸν ἀδελφιδοῦν. καὶ
5παιδαγωγὸς μὲν καὶ τροφεὺς καὶ οἰκέτης ἔξω θυρῶν, ὁ δὲ ἐν ἀνδράσι πίνουσι καλινδεῖται πίνειν παιδευ‐ όμενος ἢ πειθόμενος ἢ καὶ πρὸς ἀνάγκην ἐντιθέντος τοῦ ἀνδρὸς τῷ παιδὶ τὴν κύλικα. προϊὸν δὲ τὸ πρᾶγμα μεστὸν οἴνου ποιῆσαν ἑκάτερον οὐκ ἄδηλον ἐφ’ ὃ
10προάγει.
Or
.

53

.

7

καὶ μὴν εἰ μὲν σιγῇ κατακέοιτο, πόσην δεῖ νομίζειν εἶναι τὴν ἀηδίαν· εἰ δ’ εἶναι βούλοιτο καὶ αὐτὸς τῶν λεγόντων, δεῖ δήπου τούτῳ ἀναισχυν‐ τίας. ᾧ γὰρ σιγὴ πρέπει καὶ τὸ ὁπότε τῳ συντύ‐
5χοι τῶν πρεσβυτέρων ἐρυθριᾶν, ποῖόν τινα τοῦτον εἰκὸς ἔσεσθαι μὴ συνεσθίοντα μόνον καὶ συμπίνοντα, ἀλλ’ οὐδὲ κατὰ τὰ βλεπόμενα πείθεσθαι βουλόμενον;
Or
.

53

.

8

τὸ δὲ ἐφιέμενον τῶν παρατιθεμένων φαίνε‐ σθαι τὸν τηλικοῦτον οὐκ αἰσχρόν; τὸ δὲ κατὰ σπου‐
δὴν ἀναιρεῖσθαί τε σῖτον καὶ παραδιδόναι τῷ στόματι; τὸ δὲ ἐξουσίαν εἶναι τοῖς ἀνδράσι τείνειν ὅποι βού‐
5λοιντο τῶν χειρῶν ἑκατέραν; τὸ δὲ ὄπισθεν αὐτὴν τῷ νώτῳ παρατείνειν; τουτὶ δὲ οἶδε πολλάκις εἰς ὅπερ ἡ μίξις τελευτᾶν. εἰ δὲ καὶ μὴ τοῦτο, ἀλλ’ αἰτῆσαί γε ῥᾴδιον οὕτως ἐγγύθεν καὶ ὑποσχέσθαι μεγάλα καὶ πεῖσαι καὶ καταλαβεῖν ὅρκοις καὶ κρηπῖδα βαλόμενον
10αὐτοῦ μετὰ ταῦτα ἐποικοδομεῖν. ἑτέρωθι μὲν οὐκ εὔπορον ἄνδρα παιδὶ περὶ τούτων διαλέγεσθαι, ἀλλ’ ὑποψία τε καὶ τὸ ἀκούειν κακῶς καὶ λόγος οὐκ ἐν τῇ συνουσίᾳ, τοῖς δὲ ἀπὸ τῶν αὐτῶν ἐσθίουσι τραπεζῶν ἄδεια πάντων ῥημάτων καὶ ὁ κωλύων ἄτοπος. διὰ τί
15γὰρ οὐκ ἐρεῖ τις πρὸς τὸν συμπότην; οἶδα δὲ ἔγωγέ τινα πατέρα ὑμνούμενον τῇ περὶ ταῦτα τοῖν παίδοιν εἰς ἅπαν εὐχερείᾳ.
Or
.

53

.

9

Εἰ δέ τις λογίσαιτο τοὺς χρόνους, καὶ κατὰ τοῦτ’ ἂν εὕροι φαυλοτέρους ἐνταυθοῖ πατέρας παίδων γεγενημένους. τὸ γὰρ αἰδεῖσθαι μέγιστον ὂν τοῖς τη‐ λικούτοις ἀγαθὸν ὑπὸ τῶν τοιούτων ἀρίστων τε καὶ
5δείπνων ἐξηλάθη. ποιεῖ δὲ καὶ τοῖς ἀγωνοθέταις τοῦτο τῆς λειτουργίας τὸ μέρος χαλεπώτερον καὶ πλείονος μὲν κινδύνου, μειζόνων δὲ τῶν φόβων ὁμοῦ μὲν ἀξι‐
ούντων ἁπάντων ἑστιᾶσθαι, τὸ δὲ μὴ ὧδε καλούντων ἀτιμίαν σκευῶν τε καὶ τῶν διακονουμένων ἐλεγχομένων
10τῷ πλείονι, τοῦ πλείονος δὲ τούτου παρὰ τοὺς παῖδας γιγνομένου, τοῦ δὲ μὴ κατὰ κόσμον βλάπτοντος τὴν δαπάνην.
Or
.

53

.

10

οὕτω συμφορὰ τῷ λειτουργοῦντι τῶν παίδων αἱ προσθῆκαι· πρότερον μὲν γὰρ ὁ καλούμενος ἤκουεν, ὅτι αὐτὸς καλοῖτο, νῦν δέ, ὡς αὐτοῖς παισίν. ὁ δὲ ἄγων ἔρχεται τὸν χορόν. χορὸν δὲ εἶπον εἰσελ‐
5θόντος μέν τινος πατρὸς ᾧ παῖδες ἦσαν ἑπτά, ὧν ἑπτέτης ὁ νεώτατος, ὥστε μόνοις αὐτοῖς μιᾶς δεῆσαι τραπέζης. οἶμαι δέ, εἰ καὶ τῷ θήλει μετῆν ταυ‐ τησὶ τῆς ἑορτῆς, καὶ θυγατέρας αὐτὰς ἐκεῖνος ἂν ἦγε καὶ τῶν ἄλλων οἷς ἦσαν. ἤδη δέ τις αὐτὸς ἀσθενῶν
10τοῦ παιδὸς ἔπλησε τὴν γαστέρα, Φρύνων τις οὗτος ἕτερος, εἰδὼς μὲν πολλὴν νῦν ἐνοῦσαν τὴν περὶ τοὺς ἄρρενας νόσον, ἐγκαθίζων δὲ τοῖς νεανίσκοις ἰὸν οὔπω πεισθῆναι δυναμένοις, ὅτι 〈τι〉 τῶν ἀκολάστων ἰδεῶν αἱρετώτερον.
Or
.

53

.

11

Ἀδικεῖν μὲν οὖν ἔμοιγε δοκοῦσι καὶ οἱ καλοῦν‐ τες οὐδὲ αὑτοῖς ὁμολογοῦντες, ὅταν ἐν τοῖς γράμμασι μεθιστάντες ἑτέρωσε τοὺς αἰσχρῶς βεβιω‐
κότας ποιῶσιν ὅπως ἄλλοι τἀκείνων πείσονται καὶ
5ταῦτα τῶν γνωριμωτέρων οἱ παῖδες. ἐγκαλοῖτο μὲν οὖν 〈ἂν〉 εἰκότως καὶ ὁ ἑστιάτωρ αὐτός, μείζω δὲ ὁρῶ τὴν αἰτίαν οὖσαν κατὰ τῶν ὑπακουόντων καὶ μὴ ὑπα‐ κοῦσαι κυρίων. οὐ γὰρ δὴ τούς γε ἀξιοῦντας ἐν τοῖς πατράσιν ἱστάναι τὴν κλῆσιν ἔδεον ἂν καὶ ἦγχον οἱ
10καλοῦντες [τὸ καὶ σὺν τοῖς παισὶ καλεῖσθαι], ἀλλ’ ἐξῆν αὐτοῖς 〈πρὸσ〉 τὸ καὶ σὺν τοῖς παισὶ 〈καλεῖσθαι〉 ἀποκρίνασθαι, ὅτι τιμήσομεν τὰ Ὀλύμπια τῷ τοὺς ὑπὸ παιδαγωγοῖς διάγοντας μὴ γεύειν κακῆς ἐλευθερίας μηδὲ μιγνύναι ἐν εὐωχίαις
15τὰ διεστηκότα τῷ τῆς ἡλικίας δικαί.
Or
.

53

.

12

Ἀλλ’ εἰς 〈ἔθοσ〉 τοῦτο, φησίν, ἥκει καὶ πολλαὶ τοιαῦτα Ὀλυμπιάδες εἱστίασαν. πλείους δέ γε τοιαῦτα οὐχ εἱστίασαν. πότερ’ οὖν τὸν ἐλάττω χρόνον ἢ τὸν πλείω κρατεῖν ἄξιον; καὶ πότερα καλου‐
5μένων τῶν νέων ἦν ἡ πόλις ἐν βελτίονι δόξῃ ἢ μὴ
καλουμένων; ὀψὲ μὲν οὖν παραινῶ, τοῦτο δὲ οὐ ποιεῖ τὸ πρᾶγμα κάλλιον, ἀλλ’ ἐμοῦ μὲν ἄν τις εἴη τοῦτο κατηγορία, τὸ δ’ οὐχ ἧττον πονηρόν, εἰ καὶ τῶν εἰ‐ ωθότων γέγονεν. ὡς πολλὰ μὲν εἰς ἔθος ἥκει κακῶς,
10πολλὰ δὲ πέπαυται μένειν ἔτι καὶ κρατεῖν ἄξια. δυστυχὲς μὲν οὖν τὸ μὴ τοῖς πρώτοις εἰσηχόσιν ἠναν‐ τιῶσθαι, ὃ δὲ οὐ χρηστῆς ἐστι τύχης τηρεῖν ἀνοίας τῆς ἐσχάτης.
Or
.

53

.

13

δοκεῖ δέ μοι καὶ τοῦδε γεγενῆσθαι πατήρ, ὅσπερ αὖ καὶ ἄλλων οὐκ ὀλίγων γέγονεν, ὧν ἕκαστον τῇ πόλει λελύμανται. καὶ τοῦτο εἰσῆλθεν ἀποδημοῦντος ἐμοῦ, τοὺς δὲ παρόντας καὶ ὁρῶντας ἐν
5σπουδῇ τὸ χρῆμα τῆς ἑορτῆς πεποιημένους ἦν δήπου προσῆκον ἀντειπεῖν, κωλύσαι, μάχεσθαι, μὴ τὴν ἡσυ‐ χίαν ἄγειν ἐν καιρῷ βοῆς δεομένῳ καὶ ἀγανακτήσεως. ὥσπερ γὰρ εἴ τις τῶν ὄντων ἀφαιρεῖν ἠξίου, δεινὸν ἔδει νομίζειν, οὕτω προσθήκας χαλεπῶς φέρειν. ἐν
10ἑκατέρῳ γὰρ οἶμαι τὸ μὴ τὸν νόμον ἰσχύειν. καὶ ῥᾷον δ’ ἂν περιῆσαν οἱ πρὸς τὴν ἀρχὴν μαχόμενοι καὶ τὸ πρᾶγμα ἀποκλείοντες ἢ οἱ πρὸς ἐρριζωμένον ἤδη τοῦτο ποιοῦντες. τὸ γοῦν πρὸς ἐμὲ νυνὶ λέγειν τὸ πεπρᾶχθαι πολλάκις οὐκ ἦν τότε.
Or
.

53

.

14

κρατοίμην δ’ ἂν οὐδὲ ἐγὼ δικαίως ὑπὸ τοῦδε τοῦ λόγου, ἐπεὶ
καὶ ἄλλα μυρία χείρονα νενίκηκεν, ὧν οὐ μεταβάλλει τὴν φύσιν τὸ νενικηκέναι, ἀλλ’ εἴπερ ἦν μοχθηρά, καὶ
5ἔστιν. οὐδὲ γὰρ στρατῷ πολλάκις φυγῇ σεσωσμένῳ πρὸς τὸ δεῖν μηδὲ λῆξαι φυγῆς ἰσχυρότερον τὸ πεφευγέναι οὐδὲ δημαγωγῷ διὰ κλοπῆς ηὐπορηκότι πρὸς τὸ δεῖν ἀεὶ κλέπτειν τὸ κεκλοφέναι πολλάκις.
Or
.

53

.

15

ᾐσχυνόμην μὲν οὖν ἐξ ὅτουπερ ἐπανήκων εὗρον πολλὰ μεθεστηκότα, ὧν ἕν τι καὶ τὸ τῶν νέων τοῦτο, ἡγούμενος δὲ τῷ γήρᾳ μᾶλλον ἢ λογισμοῖς τὸ πείθειν ἕξειν ἀνέμεινα τόνδε τὸν χρόνον ὡς ταύτῃ τι δυνησό‐
5μενος. ἐλπίζω δὲ τῶν θεῶν ἐθελόντων καὶ περὶ ἑτέ‐ ρων ἑτέρας ποιήσεσθαι συμβουλάς. ἐν γὰρ δὴ πολλοῖς τραύμασι πολλῶν ἂν δέοι φαρμάκων.
Or
.

53

.

16

ὁ δ’ εἰ τὸ προστεθὲν ἀναιρεθήσεται λυπούμενος καὶ πολλαχοῦ σεμνολογούμενος ἐκεῖνος ἐνθυμηθήτω, ὡς ἦν μέν ποτε δώρων τὰ τοιαῦτα δεῖπνα καθαρά, ἔπειτα εἰσέπεσε δῶρα
5καὶ ὁ δαιτυμὼν ἀπῄει τι φέρων οἴκαδε. καὶ τοῦτο διὰ πολλῶν ἧκεν Ὀλυμπιάδων οὕτω πεπηγέναι δοκοῦν, ὡς μηδ’ ἂν τῶν θεῶν τινα κινῆσαί ποτε τὸ πρᾶγμα,
ἀλλ’ ὅμως καὶ λέλυται καὶ πέπαυται καὶ ὑπο‐ κεχώρηκεν. ἐξ οὗ θαρρεῖν ὑπῆρχε τῇ πόλει μήποτε
10ἐπιλείψειν τὸν λειτουργήσοντα τῷ Διΐ. τὸ γὰρ μάλιστα πιέζον τοῦτ’ ἦν οὐκ ὂν ἐν τοῖς ἄνω χρόνοις, ὅτε τῇ τάξει καὶ σωφροσύνῃ μᾶλλον ἢ τοῖς ἀκολάστοις ἀνα‐ λώμασιν ὁ θεὸς ἐτιμᾶτο καὶ τῷ συμπίνειν τοῖς ἀκμά‐ ζουσι τοὺς παῖδας, ὥσπερ ἐκεῖνο τὸ τὸν λειτουργοῦντα †
15κατὰ δυοῖν εὖ ποιοῦν ἐξαληλιμμένον.
Or
.

53

.

17

Τιμὴ γὰρ τοῖς πατράσιν ἡδεῖα καὶ τοὺς παῖδας τοῦτον ἑστιᾶσθαι τὸν τρόπον. ἀλλ’ ὅτι μὲν οὐ τῷ νόμῳ τοῦτο συμβαῖνον, ἀποδέδεικται, ἄμει‐ νον δὲ τοῦ δικαίου διὰ τὴν πρὸς ἐκείνους χάριν πῶς
5οὐ κακόν; οὐδὲ γὰρ τοὺς ἠριστευκότας πολλαῖς τιμῶμεν τιμαῖς, ἀλλ’ ὧν οὐκ ἄν τις ἐπιλάβοιτο. εἰ δέ τις, ἵν’ ἄνθρωπον τιμήσειεν, ἀτιμάζοι τὸν Δία, πῶς οὐ τὰ μέγιστα ἂν ἐξαμαρτάνοι;
Or
.

53

.

18

καὶ μὴν κἀκεῖνο νῦν ἐνδείκνυμεν βλάβην μὲν εἶναι τοῦτο τοῖς υἱέσι, βλάβην δὲ τοῖς πατράσιν, εἰ δὴ τὰ τῶν υἱέων καὶ τὰ τῶν πατέρων. ἡ τῶν υἱέων μὲν αἰσχύνη κακόν, ἐξ ὅτου
5δὲ αὐτοὶ γεγόνασιν, ἀγαθόν; ὃ δὲ ζημίαν ἔχει, πῶς ἂν ἐν δίκῃ καλοῖτο τιμὴ φέρον τοῖς τιμωμένοις ἀτιμίαν; καὶ γάρτοι τινὸς ἤκουσα καλοῦ μέν τινος ἐρῶντος, οὐκ ἔχοντος δὲ καὶ τὸ διαλέγεσθαι διὰ τὸ μὴ εἶναι σχῆμα τῇ συνουσίᾳ. ἔλεγεν οὖν πρός
10τε τοὺς φίλους καὶ πρὸς ἑαυτόν· ἀλλ’ ἥξει γε Ὀλύμπια γυμνοῦντα μὲν ἀθλητάς, γυμνοῦντα δὲ καὶ νέον δαιτυμόνων οὐκ ὀλίγων. ἐξέσται δὲ αὐτὸν ἀπαγαγόντα βραχύ τι τῆς τραπέζης βλέπειν εἰς τὰ σκέλη τοῦ τείνοντος αὑτὸν ἢ
15εἰς τὰ προκείμενα. ἀκούομεν δὲ οἷόν τι καὶ Δημο‐ σθένης διηγεῖτο ἐν θιάσοις καὶ πεπωκόσιν ἀνθρώποις στρέφεσθαι νέον καὶ ὅτι μεγίστῳ τούτῳ κατὰ τῶν Αἰσχίνῃ βεβιωμένων κέχρηται μαρτυρίῳ.
Or
.

53

.

19

τιμὴν μὲν οὖν οὐδεμίαν εἶναι τῷ τηλικαύτην ἔχοντι βλάβην † φαίην ἄν, πῶς γὰρ ορον θεῶ ῥᾳδίως δίδωσι δεξιάν, κατέχει; πῶς ἔνι τούτῳ τὸν εἰληφότα τετιμῆσθαι;
5ἡδονὴν δὲ γίγνεσθαι πατράσιν ἐντεῦθεν οὐκ ἂν ἀρνη‐ θείην. ἔχει δὲ ἡμῖν οὐ καλὸν λόγον τοῦ κοινῇ τῇ πόλει συμφέροντος περὶ πλείονος ποιεῖσθαι τὴν ἐνίων ἡδονήν. εἰ γὰρ εἰς ἓν τοῦτο βλέπομεν καὶ ἓν τοῦτο
σκοποῦμεν, τὴν ἐνίων ἡδονήν, εἰ δὲ βελτίων ἢ χείρων,
10οὐ προσεξετάσομεν, τί κωλύσει καὶ τὰς γυναῖκας αὐ‐ τοῖς εἰς κοινωνίαν ἄγειν τῶν δείπνων καὶ θερα‐ παίνας τάς τε ἄλλας καὶ τὰς ἀπὸ τῶν μυλώνων; μικρὸν γὰρ εἰπεῖν ἀκολούθους, οἳ λέγοιεν, ὅτι οὕτω μάλιστ’ ἂν ἥδοιντο καὶ χάριν εἰδεῖεν καὶ τοῖς Ὀλυμ‐
15πίοις χαρεῖεν, εἰ καὶ τοῖσδε μετείη τῆς εὐωχίας. ἡδονὰς δὲ τὰς μὲν βελτίους ἐπαινῶ, μὴ κακῶς δὲ τὰς φαυλο‐ τέρας λέγειν οὐκ ἂν οἷός τ’ εἴην;
Or
.

53

.

20

μὴ τοίνυν μηδὲ ὑμεῖς πάντα δίδοτε μηδὲ πάντα χαρίζεσθε μηδὲ φρον‐ τίζετε, τί ποιοῦντες ἡδονὰς τούτοις παρέξετε. καὶ μὴν εἰ μὲν οὐ μέγα τοῦθ’ οἱ πατέρες ἡγοῦνται, τοῦ χάριν
5ἂν διδοῖμεν; εἰ δὲ πολλοῦ τινος ἄξιον, οὐ σφόδρα νοῦν ἐχόντων ποιοῦσι. τοὺς δὲ τοιούτους οὐκ ἐν πολλῇ σπουδῇ θετέον. ἀλλ’ ἀθυμήσουσιν οὐ καλου‐ μένων σφίσι τῶν υἱέων οὐκ ὄντων ἐντεῦθεν ὀνειδῶν. ἔστι δὲ αὐτοῖς ἀθυμῆσαι λυσιτελέστερον ἀπούσης αἰ‐
10σχύνης ἢ μετὰ ταύτης ἐν γέλωτι καὶ τῷ χαίρειν διάγειν.
Or
.

53

.

21

ἀθυμοῦσι καὶ οἱ διδόντες δίκην, ἀλλὰ παιδεύονται τῇ δίκῃ. ὁ δὲ ἐπαινῶν τὸν ἀνδροφόνον μεθ’ ἡδονῆς ἐφ’ ἑτέρας ἔπεμψε σφαγάς. οὐκοῦν ὁ μὲν εὐδαίμων ὁ λυπηθείς, ἐπηνώρθωται γάρ, ὁ δὲ ἄθλιος ὁ ἡσθείς,
5οὐκ ἰάθη γάρ. τί δ’ ἂν καὶ δεινὸν ἐκ τῆς ἐκείνων ἀθυμίας γένοιτο; κακῶς ἐροῦσι τὸν ἀγωνοθέτην; ἀλλὰ ἀγαθὸν κακοί· καὶ οὐχ ἥξουσιν ἐπὶ δεῖπνον; καὶ τίς ἐκ τούτου τῷ συμποσίῳ βλάβη, πόρρω που καθῆσθαι τοὺς ἀναισθησίας γέμοντας;
Or
.

53

.

22

ἀλλὰ καὶ τοῖς νέοις λύπη τὸ πρᾶγμα; συμφέρουσά γε καὶ πολλῶν ἐκπω‐ μάτων ἀμείνων. ἀλλὰ λυπούμενος τήμερον ὕστερόν με ἐπαινέσεται, ὅταν ἐν τοῖς ὑπὲρ ἀρετῆς [ἐν τοῖς]
5αὑτοῦ λόγοις καὶ τοῦτο ἔχῃ λέγειν, ὅτι παῖς ὢν ὑπ’ οὐδενὸς ὀφθείη τῶν ἔξω οὔτε πίνων οὔτε ἐσθίων οὔτ’ ἄλλοτε οὔτε ἐν Ὀλυμπίοις. τοῦτ’ αὐτῷ φυλάξει τὴν παρρησίαν ὅλην. διὰ τοῦτο ἀνύποπτα ὑπὲρ τῶν δικαίων πρὸς τὰς ἀρχὰς διαλέξεται οὐδὲν
10τῇ ψυχῇ πάσχων, οἷον εἰκὸς τὸν ὁρῶντά τινας τῶν τότε συγκατακειμένων.
Or
.

53

.

23

εἰ δὲ λυποῦντες ὀνήσετε τοὺς παῖδας, καινὸν οὐδέν, ἐπεὶ καὶ διὰ τῶν παιδα‐ γωγῶν τοῦτο ὑμῖν πράττεται καί, νὴ Δία γε, παρὰ τῶν διδασκάλων. ἀπειλαὶ γὰρ δὴ καὶ πληγαὶ καὶ
5πολλὰ τὰ πικρά, ὅπου γε δὴ καὶ τὰ παρὰ τῶν τοκέων. ἀλλὰ τούτων γε τὸ κρατεῖν ἔχει καὶ δύνασθαι φύεται. καὶ τούτοις τοίνυν τοῖς οὕτω δειπνεῖν κεκωλυμένοις καὶ λυπουμένοις τοιαῦτα ὕστερον ἥξει διδόντα ῥώμην, ὥστε αὐτοῖς ἐν ἐπαίνοις ταύτας εἶναι τὰς λύπας.
Or
.

53

.

24

τὸ δὲ μέγιστον ἀγαθὸν ἀσθενοῦντι τοῦ νοσήματος ἀπαλλαγή. τίς τοίνυν παρ’ ὅτου καὶ τοῦτο γένοιτο; ἰατρός. πῶς τοίνυν τὸν ταύτην ἔχοντα τὴν δύναμιν ὁρῶσιν εἰσιόντα οἱ νέοι; πῶς δὲ ἁπτόμενον; πῶς δὲ
5ἀσιτίας μεμνημένον; εἰ δὲ δὴ καὶ τομῆς ἢ πυρὸς δε‐ ήσειεν, Ἡράκλεις, τίς λυπηρότερος; τίς μᾶλλον ἐχθρός; ἀλλ’ οὐχ ὅταν λοῦσθαί τε ἐξῇ καὶ πᾶν ἔχειν σιτίον τε καὶ ποτὸν ἀνεῳγμένον, ἀλλ’ ἔστι καὶ πρὸ τῶν γονέων ὁ ἰατρὸς ἐκείνῳ.
Or
.

53

.

25

καὶ νῦν ἡγήσεται μὲν ἀθυμία, ἕψεται δὲ ἡδονή. ὧν δὲ ἀφήσουσι πρὸ τῶν καρπῶν ῥημάτων ἐπί τε τὸν σύμβουλον καὶ τοὺς δεξα‐ μένους τὴν παραίνεσιν, ἢν ἄρα δέξωνται, βραχὺς ἡμῖν
5ἔστω λόγος. οὔπω γὰρ δόξαν οἱ τηλικοίδε ποιῆσαι δύναιντο ἄν. οὓς οὐ τῶνδε τῶν τραπεζῶν μόνον, ἀλλ’ ὅλως ἁπασῶν τῶν τοιούτων, ποιοῦσι γὰρ δὴ καὶ ἕτεροι τοιαύτας, φημὶ δεῖν ἀφεστάναι.
Or
.

53

.

26

καί‐ τοι τὰ μὲν Ὀλύμπια θέρους ἐστὶν ἑορτὴ καὶ ποιεῖ τινα τοῖς δακτύλοις ὄκνον τὸ μὴ πολλοὺς ὀφθαλμοὺς εἶναι λαθεῖν, γάμους δὲ χειμὼν οὐχ ἧττον τῆς ὡραίας
5δείκνυσιν, ὅτε δὴ τὸ ψῦχος τοὺς δαιτυμόνας ὑπὸ χλαί‐ ναις ὑποβεβλημέναις ποιεῖ. κἀντεῦθεν γίγνονται δύο γάμοι, ὁ μὲν φανερὸς καὶ κατὰ νόμον, ὁ δὲ διὰ κλοπῆς καὶ οὐ κατὰ νόμον. καλείτω τοίνυν μηδὲ νυμφίου πατὴρ μηδὲ νύμφης ἐπὶ δεῖπνον τοὺς νέους, ὡς οὐκ
10ἐπὶ δεῖπνον μᾶλλον ἢ ἐφ’ ἅπερ ἔφην καλέσων.
Or
.

53

.

27

Καὶ οἰήσεται μέν τις περὶ δείπνων εἶναι τὸν
λόγον, ἔστι δὲ ὑπὲρ τῆς πόλεως, εἴ τις ὀρθῶς ἐξε‐ τάζειν ἐθέλοι. σωτηρία μὲν γὰρ αὐτοῖς ἐκ τῆς τῶν τὰ κοινὰ διοικούντων ἀρετῆς, ὄλεθρος δέ, εἴ τις αὐ‐
5τοῖς ἀπὸ τῆς πρώτης ἡλικίας παρακολουθοίη ψόγος. ὅταν γὰρ ᾖ τι τὸ κωλύον ὑπὲρ τῶν πραγμάτων δια‐ γωνίζεσθαι καὶ κυροῖ τὰ τοῖς ἄρχουσι δοκοῦντα, κἂν ὦσι δωροδόκοι, πῶς οὐ μεγίστη ταῦτα τῇ πόλει βλάβη; δεῖ δὴ μεγίστην πεποιῆσθαι τῶν παίδων τὴν πρόνοιαν,
10ὅπως ἀπὸ γενναίας τῆς βαλβίδος ἐπὶ τὰς ἄλλας ἰόντες ἡλικίας ἐλευθέρᾳ πολιτεύσωνται τῇ γλώττῃ.
Or
.

53

.

28

Μισήσουσιν οἱ μὴ φαγόντες τὸν ἀγωνο‐ θέτην. ἀλλ’ οἱ θεοὶ τὸν ἄνδρα φιλήσουσι καλλίω πεποιηκότα τὴν ἑορτὴν καὶ καθαρωτέραν. ἐροῦσι κακῶς τοῦτον, ἀλλὰ κακῶς φρονοῦντες, ὕστερον δέ
5γε ὧν ἂν νῦν εἴπωσι καταγνόντες ὑμνήσουσιν ἕτερα.
Or
.

53

.

29

Οὐδὲν ἂν τούτων ἔδει τῶν λόγων, εἰ οἱ πατέρες εἶναι πατέρες ἤθελον. ὄντες μὲν γὰρ οὐκ ἂν οἱ μὲν ἦγον, οἱ δὲ ἔπεμπον, τῶν δειπνούντων δὲ οὐκ ὄντων
οὐκ ἂν τὸ ποιῆσαν τὴν παραίνεσιν ἦν. νῦν δέ εἰσιν
5οἳ τοῖς παισὶ πορευσομένοις λέγουσιν· ἄγε, ὅπως ὡς πλεῖστα φάγῃς, ἄγε, ὅπως προσθήσεις ταῖς σαρ‐ ξὶν εἰς κόρον, ἄγε, ὅπως μηδὲν λελείψῃ τῶν ἐπὶ μεγέθει γαστρὸς φιλοτιμουμένων. εἶτ’ ἀπὸ τού‐ των τῶν παρακλητικῶν ἐγκύμονες ἐπανέρχονται σπερ‐
10μάτων ἃ ποιεῖν πέφυκε νοσημάτων ἰδέας ἢ τεχνῶν † αὐτὴ καὶ ὅσα ταύτης μετείληφεν, ὅπως ἂν ὡς ψυχρό‐ τατα καταβαίνοι. πολλὰ δὲ ταῦτα, καὶ οὐκ αἰσχύνονται πρὸς τοὺς ἰατρούς, ὅθεν ταῦτα, λέγοντες καὶ διηγού‐ μενοι.
Or
.

53

.

30

Ἐγὼ μὲν οὖν τῶν οὐ διδαξάντων εἰμὶ τοιαῦτα δειπνεῖν τὸν ἐμόν, ἀφ’ οὗ καί τί μοι γέγονεν ἀγαθόν, οἶδα δέ τινα καὶ ἕτερον ταὐτά μοι πεποιηκότα, ᾧ καὶ ἕτερον αὐτῷ τι γέγονεν ἀγαθόν, τοὺς δὲ τἀναν‐
5τία πεποιηκότας εἰ μή τις ἐπισχήσει, βουλοίμην ἂν
ἀνάγκῃ φρονῆσαι βέλτιον, ἐπεὶ μὴ σφᾶς αὐτοὺς ἔπεισαν.
Or
.

54

t

ΠΡΟΣ ΕΥΣΤΑΘΙΟΝ ΠΕΡΙ ΤΩΝ ΤΙΜΩΝ. ........
Or
.

54

.

1

Ἐπειδὴ περὶ τούτων οὐ κακῶς, ὥς γε ἐμαυτὸν πείθω, διελέχθην, φέρε κἀν τοῖς ἄλλοις οἷός τις εἰς ἐμὲ γεγένηται διέλθω καὶ πείσω τοὺς βελ‐ τίστους τούτους συνδίκους ὄντας γέ μοι φίλους,
5ὡς παρεώραμαι μᾶλλον ἢ τοῦτο πεποίηκα.
Or
.

54

.

2

Μικρὸν δὲ ἀναλήψομαι. τὰ μὲν τοῦ παντὸς οὐ λέγω χρόνου, τὰ δ’ ἐν τῷ περὶ τῆς βασιλείου προσ‐ όδου δεξαμένῳ φροντίδας. ἐν τοίνυν τούτῳ τὰς μὲν νύκτας ἐκείνοις οὗτος προσέκειτο, τὴν δ’ ἡμέραν εἰς
5ταὐτόν τε καὶ τὴν ἐμὴν συνουσίαν ἔτεμνεν. ἔστι δ’ ὅτε καὶ πλέον ἔνεμε τούτῳ λόγους τε ποιῶν καὶ συν‐ τιθεὶς καὶ κριτὴν ἐμὲ ποιούμενος καὶ ἐπαινούμενος. καὶ γὰρ ἐπῄνουν, ὅπως ἡδίων ἀπέρχοιτο μᾶλλον ἢ λυπούμενος. ᾤμην γὰρ αὐτὸν ἐκ τοῦ τοιοῦδε πρός τι
10προβήσεσθαι κάλλιον.
Or
.

54

.

3

ὁ δ’ ἀντὶ τούτων φιλῶν μοι τὰ γόνατα καὶ τὸν υἱὸν εὐχόμενος ἐπιδεῖν ἐν ἐμοῖς ὁμιληταῖς καὶ λέγων, ὡς, εἰ τῆσδε λάβοιτο τῆς ἀρχῆς ἣν ἔχει, καὶ γὰρ ὑπῆσαν ἐλπίδες ἐκ τῶν παρ’ αὐτοῦ
5δεδομένων τοῖς εἰδόσι λαμβάνειν, λέγων οὖν ὑπερ‐ βολὰς τιμῶν αἷς εἰς ἐμὲ χρήσεται καὶ μικρὰ πάντα ἀποφανεῖν τὰ πρόσθεν καὶ τοὺς πρότερον ἄρξαν‐ τας τοῦ τιμᾶν σοφιστὴν ἀνεπιστήμονας, τί γενόμενος ἐπὶ τῆς ἀρχῆς ἐποίησεν;
Or
.

54

.

4

ἐν μὲν Φοινίκῃ πρὸς Ὀλύμπιον καθ’ ἑκάστην ἡμέραν πολὺ τοῦτο ἦν· ἆρά ποτε τὸν ἄνδρα ἐκεῖνον ὄψομαι; ἆρ’ ἐρῶ τι πρὸς αὐτόν; ἆρ’ ἀκούσομαι φθεγγομένου; μικρὰ μὲν
5οἴκοι διατρίψει, τὰ πολλὰ δὲ ἐμοὶ συνέσται τοῦτο ἐμοῦ πείθοντος ἢ καὶ βιαζομένου. καὶ ἦν οὐδὲν ἐν τῷ στόματι τοσοῦτον ὁπόσον ἐγώ. καὶ ταῦτα ἐπανήκων ἤγγελλεν Ὀλύμπιος. ὃ καὶ πολλοὺς ἐποίησεν ὡς ἐμὲ βαδίζειν, ὅπως, εἴ τι τῆς ἀρχῆς ὕστε‐
10ρον δέοιντο, δι’ ἐμὲ τούτου τυγχάνοιεν ἔχοντες τῶν εἰς ἐμὲ γεγενημένων αὐτοῖς ἀναμιμνήσκειν.
Or
.

54

.

5

καὶ προσδοκίας οὔσης ἐμὲ κεκλήσεσθαι παρ’ αὐτοῦ διὰ τῶν ἡμεροδρόμων ἀλλήλοις ἀπαντώντων, 〈τῶν μὲν ἡκόντων, τῶν〉 δὲ ἀναστρεφόντων καὶ ῥήματα ἑκατέ‐
5ρωθεν εἰς ἑκατέρους φερόντων αἱ μὲν ἐλπίδες αὗται, κέκλημαι δὲ δι’ οὐδενὸς εἰς τήνδε τὴν ἡμέραν ἡμερο‐ δρόμου οὔτε ἀρχομένης ἡμέρας οὔτε μεσούσης, οὐ δείλης ὀψίας, οὐ περὶ λύχνων ἁφάς.
Or
.

54

.

6

οὐδ’ ἀναλώ‐ σαμεν μέρος τι τῆς νυκτὸς εἰς λόγους, οὐ σπου‐ δαίους, οὐ παιδιὰν ἔχοντας. ἀλλὰ ταῦτα μὲν πρὸς τὸν δεῖνα καὶ τὸν δεῖνα καθ’ ἑκάστην ἡμέραν. κἂν
5πολλάκις ἐπεισέλθωσι τὰ αὑτοῦ δρῶντος, τὰ μὲν εὐ‐ θὺς ἔρριπται καὶ κεῖται χαμαί, οἱ δὲ ἐμπιμπλᾶσιν αὐτῷ τὰ ὦτα λόγων ἀδίκων κατὰ μὲν τῶν παροξύνον‐ τες, ἐπιεικῶν ἀνθρώπων, εὔνουν δὲ ποιοῦντες τοῖς ὀφείλουσι δίκας.
Or
.

54

.

7

Τὸ δὲ μέγιστον, ἐν ᾧ μάλιστ’ ἄν τις κατίδοι
τὴν ὕβριν, ἔστι μοι παῖς αἰσχυνόμενος καὶ τοῦτ’ ἐκ τοῦ συνδικεῖν οὐκ ἀπολωλεκώς, ἀλλ’ οὐ κακὸς μὲν εἰπεῖν, ἧττον δὲ ἔχων τῶν τοῦτο οὐκ εἰδότων. τοῦτον
5οὗτος καὶ ᾔδει καὶ ἐπῄνει καὶ λαμπρὸν ὑπισχνεῖτο ποιήσειν, εἰ τοῦτον παραλάβοι τὸν θρόνον. ἡγούμεθ’ οὖν αὐτόν, ἐπειδὴ παρέλαβεν, ἐμπεδώσειν τε τὰς ὑπο‐ σχέσεις καὶ καλέσειν εὐθέως καὶ δώσειν ἐξουσίαν εἰσ‐ όδων καὶ τὸν κορυφαῖον τῆς στρατιᾶς κελεύσειν τοῦ‐
10τον δέχεσθαι καὶ πρὸς ἅπαντας ἐρεῖν τοὺς ῥήτορας, ὅτι βούλοιτ’ ἂν ἕκαστον ὅ τι δύναιτο συμπράτ‐ τειν καὶ τοῦτο σφίσιν ἐν ἁμίλλῃ γενέσθαι.
Or
.

54

.

8

ὁ δ’ οὐδὲν τοιοῦτον, οὔτε μεῖζον οὔτε ἔλαττον. καίτοι χρῆν ἐπιστέλλοντά τε αὐτὸν πρὸς ἐμὲ θεῖναί που τῆς ἐπιστολῆς τὸν ἄνθρωπον ἤ, εἰ μὴ τοῦτο, μετ’ ἐκείνην
5κελεῦσαι προσειπεῖν οὐ φανέντα τε ἐν τοῖς ἀπηντηκόσι ζητῆσαι πάλιν τε ἐν ταῖς δίκαις οὐ φανέντα ζητῆσαι. ἢ πολλῆς ἦν πραγματείας ποῦ δὲ ὁ δεῖνα; εἰπεῖν; ἀλλ’ οὐδὲ πρὸς αὐτὸν ἐμὲ μετὰ ταῦτα ῥῆμα τοιοῦτον οὐδέν.
Or
.

54

.

9

ἐγὼ δὲ ἠξίουν καὶ πάντων ἀκουόντων εἴσω τε κεκλῆσθαι τὸν ἐξ ἐμοῦ καὶ εἰσελθόντα γε δευτέρᾳ κλήσει τῇ δι’ αὐτοῦ πλησίον αὐτῷ γενέσθαι καὶ συνα‐ ριστῆσαί τε καὶ συνδειπνῆσαι. οὐ γὰρ δὴ τοῦ πάντας
5ἑστιᾶν τοὺς συνδίκους ταῦτ’ ἂν εἶχεν ἀνάγκην οὐ τῆς ἐκείνου τέχνης, τῆς δὲ πρὸς ἐμὲ τοῦ τιμήσειν εἰπόντος οἷς οὐκ ἄλλος ἐπαγγελίας τοῦτο πεποιηκυίας, ὥστε μὴ εἶναι μηδενὶ θαυμάζειν, εἰ παρὰ μηδενὸς ἄλλου γε ταῦτα ἀξιώσας ἔχειν νῦν ἠξίουν.
Or
.

54

.

10

Καίτοι, φησί, πέμψας ἠρόμην, ὅτῳ κωλύ‐ οιτο μὴ ποιεῖν τὸ τοῦ συνδίκου. οὐκ αὐτός γε ἔπεμψας. πόθεν; οὐδ’ εἶχες ἐν τῇ ψυχῇ τοὔνομα οὐδὲ σὸν ἦν τὸ μὴ σόν. πῶς γὰρ σὸν ὃ μηδ’ ἐνεθυμήθης;
5δῆλον δὲ ἐκεῖθεν· ἤδη διὰ πολλῶν ἥκων ἡμερῶν καὶ δικῶν καὶ πραγμάτων οὐκ ἤρου ταῦτα τὸν οὐ φαινό‐ μενον ἀφεὶς ἠρωτηκέναι, ἀλλά τις ἀνὴρ τὸν διδάσκαλον αἰσχυνόμενος οἷς ἡμάρτανες εἶπεν ὡς δεῖ πέμπειν καὶ ταῦτα πυνθάνεσθαι, καὶ ὡς οὐκ ἄπεισι
10παρὰ σοῦ μὴ τοῦτο ποιήσαντος. ἔπεμπες οὖν οὐχ ἡδέως, τοῦτο δὲ τὸ τῶν ἠναγκασμένων.
Or
.

54

.

11

ὡς δὴ ταῦθ’ οὕτω, σὺ κατὰ σαυτοῦ μάρτυς. ὡς γὰρ οὐχ ὑπήκουσεν ἔχων μέν τινα καὶ παρὰ τοῦ σώματος πρό‐ φασιν, τὸ πλέον δὲ ἀθυμίας ποιούσης, οὐκ ἂν εἰπεῖν
5ἔχοις δευτέραν ἐρώτησιν ὑπὲρ τῶν αὐτῶν δι’ ἀνθρώ‐ που δευτέρου.
Or
.

54

.

12

Καίτοι, φησί, καὶ διὰ γραμμάτων ἐκά‐ λουν προσείων, ὥσπερ τινὰ θαλλόν, τὸ διὰ τῶν δικῶν χρυσίον καὶ ἅμα ἐρωτῶν, εἰ πλέον ἄλλοθεν παραπεσὸν ὑπεροφθῆναι τὸν
5ἐντεῦθεν μισθὸν αἴτιον γεγένηται. τὸν αὐτὸν τοίνυν ἔχω λόγον κἀνταῦθα μετὰ τῆς ἴσης ἰσχύος τὸν ἔλεγχον φέροντα. οὐδὲ γὰρ ταυτὶ γράμματα τοῦ πέμ‐ ψαντος ἦν, ἀλλὰ τοῦ πέμψαι πείσαντος.
Or
.

54

.

13

τίς δ’ οὗτος ἦν; Ἡράκλειος ἦν ὁ ῥήτωρ γήμας μὲν ἐκ τοῦ ’κείνου γένους, ὁρῶν δὲ ἡμᾶς ἀμελουμένους, τὴν δ’ ἀμέλειαν ἐν ἀδοξίᾳ τὸν ἀμελοῦντα καθιστᾶσαν. δια‐
5λεχθεὶς τοίνυν τινὶ τῶν ἔνδον καὶ τὸ πλῆθος εἰπὼν τῶν τὸ πρᾶγμα αἰτιωμένων καὶ ὡς οὐκ εἴη λόγος αὐτῷ πρὸς τοὺς ἐγκαλοῦντας, ἐξέβαλεν ἐξ αὐτοῦ τὰ μικρὰ ταῦτα ῥήματα.
Or
.

54

.

14

καὶ τἀπὶ τούτοις πάλιν πιστοῦταί μοι τὸ ῥηθέν, ὡς ἄρα ἦν ὁ γράψας Ἡρά‐ κλειος. οὐχ ὑπακούσαντος γὰρ τοῦ Κίμωνος δυνη‐ θέντος μαθεῖν ὅπως τοῦτο ἐπράχθη, οὔτε λύπην οὔτε
5ὀργὴν ἔδειξεν οὔτε ὡς οὐκ ἀνέξεται πεπλασμένης νόσου. χρῆν δὲ καλεῖν τε ἰατροὺς καὶ πέμπειν
ὡς τὸν ἄνδρα καὶ ζητεῖν, εἴθ’ ἑκὼν εἴτ’ ἄκων ἀπέστη τῶν δικῶν. καλὸν δὲ ἦν, οἶμαι, καὶ καταβοῆσαι καὶ ἀπειλῆσαι καὶ πληγῶν ἐγγύς. ἀπειλήσας γὰρ ἑκάστῳ
10ὁ φίλος ἐδείκνυτ’ ἂν καὶ ὁ δείσας ἐξ αὐτῶν τούτων κἂν ἔχαιρε τὴν εὔνοιαν τοῦ δικάζοντος θεώμενος ἐν οἷς ἐθορυβήθη. ἀλλ’, οἶμαι, καλῶν εὔχετο μάταιον γενέσθαι τὴν κλῆσιν καὶ τοὺς ἀπεσταλμένους ἀπρά‐ κτους ἐπανελθεῖν, ὅπως τῷ μὲν καλεῖν χρηστὸς εἶναι
15δοκοῖ, κερδαίνοι δὲ καὶ διὰ τῶν δευτέρων οὐχ ὁρῶν ὃν οὐδὲ ἐβούλετο.
Or
.

54

.

15

ἔτι τοίνυν ἐν εἰσφορῶν μνήμῃ τοῦ διακόνου φήσαντος ὀφείλειν τι Κίμωνα ψευσα‐ μένου, ἔκειτο γάρ, εἰπόντος δ’ οὖν τοὔνομα καὶ γενο‐ μένης τοιαύτης ἀνάγκης εἰς τὸ ποῦ δὲ οὗτος; εἰ‐
5πεῖν, πῶς δ’ οὐκ ἀμύνει δικαζομένοις; οὐδενὸς αὐτὸν ἀξιώσας ῥήματος ἐφ’ ἕτερον ᾤχετο. οὕτω σφόδρα ἐσκόπει, τί ἄν μοι ποιῶν χαρίσαιτο.
Or
.

54

.

16

Καὶ τί δεῖ θαυμάζειν, εἰ ἐν εἰσφορῶν λόγῳ ταῦτα πεπόνθαμεν; χθὲς γὰρ ἔχειν μοι χάριν ὑπὲρ τοῦ παιδὸς λέγων ὡς ἐν οὐ πολλαῖς ἡμέραις πολὺ
προσλαβόντος ..... οὐδ’ ἐν τῷ αὑτοῦ παιδὶ τὸν ἐμὸν
5ἰδεῖν οὐδ’ ἐν τοῖς ἐκείνῳ παρ’ ἐμοῦ γενομένοις τὸ μηδὲν τούτῳ παρ’ ἑαυτοῦ, δίκαιον εἶναι νομίζων τὰ αὑτοῦ ἐν τοῖς ἐμοῖς γίνεσθαι κρείττω, τὰ δὲ τοῖς αὑτοῦ χείρω.
Or
.

54

.

17

πρὸς τοσοῦτον ἡμῖν ἥκει δικαι‐ οσύνης ὁ δικαστής. ὃς οὐδὲ ἐκεῖνο δύναιτ’ ἂν εἰπεῖν· ἔχεις, ἄνθρωπε, μισθὸν τῶν ὑπὲρ τῶν λόγων πόνων εἰς μὲν τὴν χεῖρά σοι θέντος τοῦ
5παιδὸς στατῆρας, πρὸς δὲ τοῖς ποσὶν ἄργυρον τοῦ παιδαγωγο. καίτοι μυρίους διδασκάλους παρὰ πολλῶν ἀρχόντων ὑπὲρ υἱέων μισθὸν ἴσμεν λαβόντας μεθ’ ἡδονῆς τῆς τῶν διδόντων εὐξαμένων, ὡς εἰκός, ἐν ἱεροῖς πολλάκις ἐλθεῖν ἐκεῖνον τὸν χρόνον ὃς αὐ‐
10τοῖς τοῦτο ποιήσει τὸ ἀνάλωμα. ὁ δὲ ἀντὶ τοῦ καὶ φεύγοντα τὸ λαβεῖν ἀναγκάσαι λαβεῖν ...... ἀξιῶν καὶ τοῦτο τῆς ἀρχῆς ἀπολαύειν.
Or
.

54

.

18

Ἀλλ’ εἰ καὶ μὴ χρυσὸν μηδ’ ἄργυρον, τῶν ἐν τῇ γῇ τῇ Τυρίων τρυγωμένων ἔπεμψέ τι καὶ τούτῳ με ἐδουλώσατο; ἀλλ’ οὐδὲ κοτύλην οὔτ’ οἴνου οὔτ’ ἐλαίου. οὐκ ἂν οὖν εἰς τὸ μηκέτι ὀφείλειν μοι
5τῷ δεδωκέναι μισθὸν καταφεύγοι.
Or
.

54

.

19

Ἀλλ’ ἔστι τὸ ὅλον μῖσος παλαιὸν τὸν μὲν ἄλλον
χρόνον κρυπτόμενον, ἐν δὲ τῷ τῆς ἀρχῆς ἐκφανέν. ἢ πόθεν οὐκ ἐπετίμησεν οὐκ ἰόντι παρ’ αὐτὸν δι’ ὅσωνπερ παρὰ τοὺς ἄλλους ἡμερῶν οὐδ’ εἶπεν· ἀδι‐
5κεῖς οὐ θαμίζων ἡμῖν, ἀλλὰ ποιῶν ὅσα πρὸς τοὺς οὐδὲν ἐοικότας μοι τά γε πρὸς σ; εἶπε μὲν τοιοῦτον οὐδέν, ἡδέως δ’ ἄν, εἴπερ ἐξῆν, ὅτι σοι βέλτιον, ὦ γέρον, οἴκοι μένειν ἢ τοιαῦτα κινεῖσθαι.
Or
.

54

.

20

ἔδειξε δὲ οἷς ἄφωνος τὸ λυπήσειν εἶπε. τήν τε γὰρ δόσιν τῶν στατήρων ἐπῆγε τῷ ποιητῇ τῷ τὸν ἡμέτερον χορὸν διὰ τῶν ἐπῶν ὑβρικότι φέρων αὖ μετὰ τὸν τύραννον τὰ αὐτὰ καὶ ἐπὶ τούτοις
5ἅ γε ᾔδει μάλιστα κακῶς ἀκούοντα τῶν ἐπῶν, ἐν τού‐ τοις αὐτὸν ἔφασκεν αὑτὸν νενικηκέναι βλέπων εἰς ἐμὲ μόνον ἐν τοσούτοις τοῖς παρακαθημένοις, προκαλού‐ μενος εἰς ἔριν ὡς εὐθὺς καταπαλαίσων.
Or
.

54

.

21

εἶθ’ ὁ πάνυ βούλεσθαι φήσας ὑπὲρ πολλῶν πραγμάτων εἰ‐ πεῖν τέ τι πρὸς ἐμὲ καὶ ἀκοῦσαι παρόντος οὐδενός, ἐπειδήπερ ἀνέστην ὡς οἰχησόμενος, μόνον οὐκ ἐώθει
5καὶ σχήματι καὶ βλέμματι καὶ τοῖς ἐν τῷ τοιούτῳ ῥήμασι τὴν ἐν τῷ θοἰμάτιόν με πρὸς τὸ δέον ἄγειν μέλλησιν τὴν μικρὰν μεγάλην ἡγούμενος.
ἐμὲ μὲν οὖν ἡδέως εἶδεν ἀπιόντα, τοὺς δ’ ἐφ’ ἅπερ αὐτῷ βούλεται συλλαμβάνοντας καθημένους ὁ φάσκων
10ἐν Φοινίκῃ πάνυ βούλεσθαι τὴν ἡμετέραν ἰδεῖν, οὐχ ἵνα τῶν ἄλλων ἀπολαύσειεν, ἀλλ’ ἵν’ ἐμοῦ.
Or
.

54

.

22

Τῆς αὐτῆς δὲ κἀκεῖνο ψυχῆς. εἶπέ τις Ἰου‐ λιανόν, τῶν δὲ τὴν βαρεῖαν ὑποστάντων λειτουργίαν ἀνὴρ τὴν διὰ τῶν ἁρμάτων καὶ τὸν ἀγρὸν αὐτῷ τὸν μόνον ὄντα ἀπέδοτο καὶ κατέστησεν ἐν θρήνῳ τὸν
5πατέρα συνεχεῖ πάνυ πρεσβύτην ἥκοντα δι’ ἐτῶν ἑκατόν, τοῦτον δὴ τὸν Ἰουλιανὸν ἐπειδή τις εἶπεν ὡς Λουκιανὸν κομίζειν τὰ δόξαντα τῷ δικάζοντι, δεσμω‐ τηρίῳ παρέδωκεν οὐκ εἰσκαλέσας, οὐκ ἐξετάσας τὴν αἰτίαν, οὐκ ἔλεγχον ἀναμείνας, οὐκ εἰς ἀπολογίαν
10ἐξουσίαν δούς, ἀλλ’ ἀρκεῖν νομίσας εἰπεῖν τινα τῶν ἐκείνῳ δυσμενῶν, ὡς ἀδικεῖ. εἶτα δήσας εἴα δεδέσθαι καὶ οὔτε τῆς ἡμέρας πολύ τι μέρος ἀναλωθὲν οὔτε προσιοῦσα ἡ νὺξ οὔτε λαβοῦσα τέλος οὔθ’ ἡμέρα προσ‐ τεθεῖσα δευτέρα τὸ κακὸν ἔστησε καὶ ταῦτα ἀνθρώ‐
15που συνήθους αὐτῷ καὶ ἀνυπόπτου πολλὰ ἐπὶ πολλοῖς γράφοντος λῆξαι συμβουλεύοντος ὧν οὐδὲ ἄρξασθαι χρῆν.
Or
.

54

.

23

τῷ μὲν οὖν δοκεῖν ἓν σῶμα ἠδικεῖτο, τῇ δ’ ἀληθείᾳ μετὰ τοῦ σώματος οἱ νόμοι. οἳ ταῖς μὲν
αἰτίαις ἕπεσθαι τὴν κρίσιν ἀξιοῦσι, τῷ δὲ ἐλέγχῳ τὴν δίκην, ὅταν τὰ παρὰ τοῦ διώκοντος κρατῇ τῶν παρὰ
5τοῦ φεύγοντος. νῦν δὲ οὐκ ἐκράτει. πῶς γὰρ τῶν οὐδὲ εἰρημένων; πῶς δ’ ἂν ὅ γε ἀπὼν ἔλεγεν; εἶτα παρὼν κελευόμενος σιγᾶν ἠδίκητ’ ἄν, ἀπὼν δὲ ἐξελήλεγκτο;
Or
.

54

.

24

καὶ τὸ μέτρον δὲ αὐτὸ τῆς τιμωρίας σκεψώμεθα. δεσμὸς ἦν ἡ τιμωρία καὶ ἔδει κείμενον ἐν μέσῳ τῶν τὰ δεινότατα εἰργασμένων ταῖς τε ἐξ αὐτῶν ὀσμαῖς ἀπόλλυσθαι καὶ τοῖς τῶν ἁλύσεων κτύ‐
5ποις καὶ δακρύειν τε αὐτὸν καὶ παρὰ τῶν οἰκείων ἀκούειν ὑπὲρ τῶν τῆς γυναικὸς οἰμωγῶν. βοὴ γὰρ οὐκ ἂν ἤρκεσεν οὐδὲ ἀπειλὴ καὶ τὸ μὴ εἰσίτω τῆς βουλῆς εἰσιούσης. οἶδα δὲ ἔγωγε καὶ τὴν εἰς ἀργύριον ζημίαν ἧττον εἰς λύπην δεσμοῦ κεκριμένην
10παρὰ τοῖς εὖ φρονοῦσιν.
Or
.

54

.

25

ἀλλὰ πάντως ἔδει δεθῆναι. καλῶς, ἀλλὰ μίαν ὥραν ἢ δύο ἤ, εἰ βούλει γε, δὶς τοσοῦτον, ὅπερ ἐπὶ τῶν ἔμπροσθεν χρόνων, εἴ που συμβαίη παθεῖν τινα τῶν πολιτευομένων, καὶ
5μακρόν γε τὸ τοσοῦτον ἐδόκει, τὰ πολλὰ δὲ πρὸ τῶν δεσμῶν αἱ λύσεις τῶν κωλυόντων φθανόντων τὰς εἰς τὴν εἱρκτὴν εἰσόδους.
Or
.

54

.

26

Καὶ τουτὶ μὲν ἐπ’ ἀδικήμασιν, ἐνταῦθα δὲ τί ἂν εὕροι τις; οὐδέν. εἰ γὰρ δὴ τὰ μάλιστα τῶν ἐν τῷ
δικαστηρίῳ ῥηθέντων ἢ πραχθέντων μηνυτὴς οὗτος ἐγίγνετο πρὸς Λουκιανόν, οὐκ ἀπόρρητα ἐξέφερεν οὐδ’
5ὅσα σεσιγῆσθαι χρῆν, ἀλλ’ ἃ τῶν ὑπογραφέων ᾀδόντων ἐπὶ τῆς στοᾶς ἅπασιν ὑπῆρχεν εἰδέναι.
Or
.

54

.

27

καὶ ταῦτα ἐποίει καὶ παρέβαινε τοὺς νόμους οὐχ ὡς πονη‐ ρὸν μισῶν ἐκεῖνον οὐδ’ ὡς σκαιὸν εἰς τὰ δικαστήρια οὐδ’ ὡς εἰς αὐτὸν κακόν, ἀλλ’ ὡς εἰς ἐμὲ χρηστὸν καὶ
5νικῶντα τὴν τῶν οἰκετῶν θεραπείαν.
Or
.

54

.

28

δι’ ἥν, εἰ καὶ μὴ λίαν ἦν ἄμεμπτος, παρά γε τούτου τυγ‐ χάνειν ἦν δίκαιος ἐπιεικείας. ᾔδει γὰρ αὐτὸν συνόντα τε ἐμοὶ καὶ προνοίας ἀξιούμενον. καὶ ἦν καὶ τῶν εὖ
5τι πεποιηκότων αὐτόν, ὥστε μηδ’ εἰς ἄγνοιαν τῆς οὔσης αὐτῷ πρός με συνηθείας ἀναχωρεῖν. αὐτὸς γὰρ ἦν ὁ πρὶν ὑβρίζειν ἐμὲ τῆς βοηθείας ἣν ἐβοήθησεν αὐτῷ τὴν πρὸς ἐμὲ χάριν αἰτιώμενος, οὐ πρὸς ἕτερον, ἀλλὰ πρὸς αὐτὸν ἐμὲ ταῦτα λέγων.
Or
.

54

.

29

Καὶ μὴν καὶ Καλλίμαχον ἐν μὲν ταύτῃ ζῶντα τῇ βουλῇ, παρενοχλούμενον δὲ ὑπὸ τῆς σεμνοτέρας, δεόμενον δὲ μὴ τοῦτο πάσχειν, οὐδὲ γὰρ τὸν νόμον κελεύειν, κύριος ὢν δι’ ἐπιστολῆς παῦσαι
5τὴν ἀδικίαν οὐκ ἐβουλήθη διὰ τὸ λίαν ἐμὲ βούλεσθαι. ἔστι γὰρ ὁ Καλλίμαχος οὗτος τῶν ἡμῖν τε πεπλησια‐
κότων καὶ πρὸς τῷ δύνασθαι λέγειν κατὰ τὸν τρόπον εὐδοκιμῶν. φεύγων οὖν οἷς εὐφραίνειν εἶχέ με, δι’ ὧν ᾔδει λυπήσων ἔπραξε.
Or
.

54

.

30

Καὶ τί ἂν δέοι περὶ ταῦτα διατρίβειν; ἀλλὰ προσέπεσε μὲν ἡ περὶ τὰ ἄρθρα μοι νόσος καὶ φλέβα ἐτμήθην καὶ ὕπνος οὐδαμοῦ, κακὸν οὐκ ἔλαττον τῆς νόσου. καὶ τοῦτο αὐτὸς οὐκ ἠγνόει. πῶς γὰρ ὄντος
5τε αὐτῷ παρ’ ἐμοὶ κατὰ τοὺς λόγους υἱέος καὶ πολλῆς ἀνάγκης οὔσης ἐκείνῳ φράζειν πρὸς τοῦτον ἅττα πρα‐ χθείη καθ’ ἑκάστην ἡμέραν; οὐκοῦν ὁ μὲν εἶπεν ἂν τὴν τοῦ μηδὲν λαβεῖν αἰτίαν, ὁ δὲ ἤκουσε.
Or
.

54

.

31

τίς οὖν ἀκούσας γεγένηται; ἆρ’ ἐβόησε τὴν τῶν ἀλγούντων βοὴν καὶ τῶν ἡμεροδρόμων τὸν εἰσόμενον ἐν οἷς εἴην ἔπεμψεν; ἀλλ’ οὔτε τῶν ἄλλων οἰκετῶν
5οὗτος οὐδένα οὔθ’ οἳ φέρουσι τῷ παιδὶ τὰ βιβλία. τοσοῦτον ἀπέσχε τὸν παιδαγωγόν. ἀλλ’ ἡ μὲν νόσος ἔδωκεν ἐπὶ τοὺς λόγους ἐπανελθεῖν ὀγδόης διηκούσης ἡμέρας, ὁ δὲ ἦν οὐδὲν βελτίων, ἀλλ’ οὐδ’ αὐτοῦ τοῦ πάλιν ἐν συνουσίαις ἡμᾶς εἶναι τὸν ὡς συνήδοιτο
10ἐροῦντα ἔπεμψε.
Or
.

54

.

32

Θεωρείσθω δὴ κἀκ τῶν δευτέρων. τίνα δὴ ταῦτά ἐστι τὰ δεύτερα; κατείληπτο μὲν ἡ δεξιά μοι χεὶρ ὑπὸ τῆς αὐτῆς νόσου μᾶλλον ἢ πρότερον, ὥστε τοῦ πειρᾶσθαί μοι βοηθεῖν ἀποστάντας τοὺς ἰατροὺς
5βλέποντας εἰς ἀλλήλους ἀθυμεῖν, ὁ δ’ ᾔδει μὲν οὗ κακῶν ἦν, ὥσπερ πρότερον, ἔπεμψε δὲ οὐδένα. τῶν δὲ αὐτῷ χρωμένων αἰτιωμένων τε καὶ λεγόντων αὐτὸν ἀδικεῖν τοιοῦτον ἐν τοιούτοις φαινόμενον ὠθού‐ μενος καὶ νυττόμενος ἔπραξεν ἃ οὐκ ἐβούλετο. πέμπει
10τὸν υἱὸν πάντα ἐροῦντα μᾶλλον ἢ ἃ τοῖς παροῦσι συνέβαινεν. ἔπειτα οὔθ’ ὁ παῖς ἧκεν οὔθ’ ὧν ἐστι τὸ τρέχειν.
Or
.

54

.

33

καίτοι πρός γε τῶν ἄλλων πολλοὺς πολλοὶ πόδες ἤνεγκον καθ’ ἑκάστην ἡμέραν καλούν‐ των τε ὁμοῦ καὶ τὸ μὴ ἥκειν αἰτιωμένων, καὶ ταῦτ’ οὐκ ἐποίει μικροτέραν τὴν ἀρχήν, εἰ δ’ ὡς ἐμέ τις
5ἀπεστάλη, καταβέβλητ’ ἂν εὐθὺς καὶ καταπεπάτητο καὶ οὐκ ἂν ἦν οὗπερ ἦν.
Or
.

54

.

34

Καίτοι φησίν· αὐτὸς ἐλθεῖν ὡς σὲ βουλη‐ θεὶς ἐκωλύθην ὑπὸ σο. ὁ δ’ οὐκ ἠβουλήθη μέν, ἔφη δέ. καὶ τοῦ γε μὴ βεβουλῆσθαι μαρτύρια τὰ παραλελειμμένα πολλῷ γε ὄντα ἐλάττονα. ὁ γὰρ οὐδ’
5ἐκείνων ἄξιόν με νομίσας πῶς ἂν τηλικούτων; πολλά‐ κις τοίνυν εἰς ἱππόδρομον ἰὼν ἐπὶ τὰς τῶν ἁρμάτων ἁμίλλας παριὼν τὰς ἐμὰς θύρας καὶ ἅμα βλέπων τὴν ὑπὲρ τῶν κιόνων ὀροφὴν εἰδώς με κεί‐ μενον καὶ στένοντα καὶ σιτίων καὶ τῶν ἐμοὶ φιλτάτων
10ἀποκεκλεισμένον, λόγων, οὐκ ἠξίωσεν ἐρωτήματος πρέ‐
ποντος ἀνδρὶ φίλῳ περὶ φίλου οὐδ’ ἀκοῦσαί τι κάλλιον εὔξατο. καίτοι διὰ πέντε βημάτων ἦν ἂν εἰς ἐμοῦ. ἀλλ’ οὐκ ἐβούλετο τοῦτο εἰδέναι τὴν πόλιν οὐδὲ ἔπεμ‐ ψεν οὔτε τι οὔτε τινὰ τῶν τιμιωτέρων οὔθ’ οἷς ἐν
15χερσὶν αἱ μάστιγες.
Or
.

54

.

35

τρεῖς τοίνυν ἡμέρας διαλιπὼν πέμπει γραμματεῖον τῶν ἐλεφαντίνων ἀξιῶν τοῦ βαδίζειν ὡς ἐμὲ δοθῆναί οἱ τὴν ἐξουσίαν, εἰδὼς μέν, ὡς οὐκ ἐπιτρέψω, τὴν δὲ τοῦ βεβουλῆσθαι τοῦτο
5δόξαν ἔχειν ἐθέλων. ἐγὼ δὲ οὔτ’ ἠγνόουν ἃ φρονοῖ καὶ μένων ἐν τοῖς ἐμαυτοῦ κανόσιν οὐκ ἐπέτρεπον.
Or
.

54

.

36

ἐκεῖνο μέντοι γε οὐκ ἠγνόουν, ὡς οὐδὲ καλοῦντος ἧκεν ἄν. εἰ γὰρ ἐβούλετο, τί τοιαῦτα γράφειν ἔδει; τί δ’ ὧν ἦν κύριος, ταῦτα παρ’ ἐμοῦ ζητεῖν ἀκούειν, εἰ τοῦτο αὐτῷ ποιητέον; ἢ δέος ἦν μὴ τῶν τοῦ θυρω‐
5ροῦ χειρῶν ἡττηθῶσιν αἱ τῶν ἐκείνου στρατιωτῶν; ᾔδει Μουσήλιος ἣν ἔχω πρὸς τὰ τοιαῦτα γνώμην καὶ ὡς βαρύ μοι τὸ τοῖς τοιούτοις τιμᾶσθαι. ἀλλ’ ὅμως οὐδὲν προειπὼν ἧκεν ἔργοις ἀντὶ ῥημάτων χρησάμενος. ἐβούλετο γὰρ ἐλθεῖν, οὐκ ἔφασκε βούλεσθαι.
Or
.

54

.

37

ἀλλ’, οἶμαι, παιδιὰ πᾶν τοῦτο ἦν καὶ γέλωτος ἀφορμὴ τοῖς
σὺν αὐτῷ τῆς νυκτὸς ἀναλίσκουσι τὸ πλέον ἐν ἀστείοις τε καὶ χάρισιν ἀδίκοις, ἐν αἷς δεῖ τινα καὶ παθεῖν
5κακῶς. μάθοι δ’ ἄν τις, ὅτι τοῦθ’ οὕτως ἔχει, κἀκεῖ‐ θεν. ἀπῄει μὲν γὰρ ἔκ τινος ἐπιδείξεως ἐπῶν ἀκηκοώς, μαθὼν δὲ ὕστερον, ὡς παρέλθοι με τῆς ἀκτῖνος ἐπὶ τὸ ψῦχος ἀπολαύοντα αὐτοῦ που πλησίον, ἠδικῆσθαι παρὰ τῶν οὐκ εὐθὺς τοῦτο διδαξάντων ἔλεγε· κατα‐
10βῆναι γὰρ ἄν, οὗ καθήμενος ἐτύγχανον, καὶ τῆς ἐν‐ τεῦθεν τιμῆς οὐκ ἀμελῆσαι. ὁ δὲ τότε ταῦτ’ εἰπὼν ῥήτορος ὕστερον ἀκηκοὼς ἀπιὼν οὐκ ἐζήτησεν ὃν τότε οὐκ ἰδὼν ἠδίκητο.
Or
.

54

.

38

Ἀλλ’ ὅμως φιλῶν οὐ φιλεῖσθαί φησι. πάνυ φιλοῦντος τὰ περὶ τὸν ἄθλιον Δομνῖνον τὸν συγκο‐ πέντα, τὸν δεθέντα, τὸν ἀποστερηθέντα τῶν ἀπὸ τῶν νόμων, ἐν οἷς καὶ ὁ συνήγορος. τῷ δ’ οὐδ’ ὁ
5τῶν ἐτῶν ἀριθμὸς ἐδίδου δικάσασθαι, ἀλλ’ ὅμως καὶ κατέγνωστο καὶ κατείχετο καὶ εἰσεπράττετο καὶ μάτην ἐκάλει τοὺς νόμους. τῶν τοίνυν τὸν νέον ἐλεούντων δεομένων αὐτοῦ σβέσαι τὴν ὀργὴν ὑπισχνεῖται μέν, ἦν δ’ ὁ αὐτός. τῶν δ’ ἠπατημένων ὑποσχέσεις μὲν
10ἕτεραι, ἵστων δὲ οὐδ’ οὕτω τὴν ὀργήν. τὸ δὲ αἴτιον, οἶδεν ὡς βουλοίμην ἂν σεσῶσθαι τὸν ὀρφανὸν φίλων
τε ὄντα παῖδα καὶ οὐ ῥᾴθυμον χορευτήν.
Or
.

54

.

39

Ῥωμύλῳ τοίνυν, ἡλικιώτης δὲ οὗτος ἐμὸς καὶ πένης ἐξ εὐπόρου καὶ πάλαι ποτ’ οἰκίας εὐδαί‐ μονος, ἐγὼ μὲν οὖν ἐβοήθουν τὰ εἰωθότα μὴ λεί‐ πεσθαι τοῦτον ἀξιῶν ἐνταῦθα τῶν προτέρων ἀρχόν‐
5των, ὁ δὲ πεισθεὶς καὶ δοὺς τὴν καλὴν ταύτην χάριν εἶτα μετετάξατο καὶ γίγνεται μετὰ τῶν πολεμούντων Ῥωμύλῳ τήν τε ὑπὲρ ὧν ἐνεκάλει κρίσιν ἀπαιτοῦντα τοὺς ὑπηρέτας ὠθεῖν ἐκέλευε καὶ δεικνύναι χαμαὶ κείμενον, οἱ δ’ ἦσαν φιλανθρωπότεροι καὶ τὸ μὲν
10ἐποίησαν, ὦσαν, τὸ δὲ οὐ προσέθεσαν.
Or
.

54

.

40

ἀλλ’ ὅμως ἀξιοῖ δοκεῖν ταῖς εἰς ἐμὲ τιμαῖς νενικηκέναι τὰ παρὰ τῶν ἔμπροσθεν γεγενημένα. ἀλλ’ οὐκ ἐᾷ Ῥωμύλος πάλιν σῖτον πέμπειν ἐπὶ νεῶν ἀναγκαζόμενος, ὃν οὐκ
5ἐνῆν ἐκ τῆς ἐπικειμένης πενίας. καίτοι σαφῶς ἤκου‐ σεν, ὡς ἡ περὶ τοῦτο ἀνάγκη τὸν μὲν σῖτον οὐδὲν μᾶλλον πέμψει, ἄξει δ’ ἐμὲ μετ’ ἀτιμίας μεγίστης εἰς Ἰταλίαν συκοφαντούμενον, ὡς ἄρα κινοίην μαντικὴν ἐπὶ τὸν βασιλέως οἶκον εἰδέναι βουλόμενος ἃ δίκαιον
10ἦν ἀγνοεῖν. καὶ προσετίθει, ὡς, εἰ καὶ σωθείην, τό γε τῆς ὁδοῦ δεινότερον ἐμοὶ θανάτου.
Or
.

54

.

41

ἠξίουν τοίνυν αὐτὸν ἀκολουθῆσαι παραδείγμασιν, ὅσοι τὸν Ῥωμύλον ἀφεῖσαν διὰ τὴν ἄγαν πενίαν. ὁ δὲ μόλις εἴξας καὶ στήσας βίᾳ τὴν εἴσπραξιν καὶ παύσας τὰς
5ἀνάγκας αὖθις περιέθηκεν εὐθὺς τῆς ὑστεραίας ὥσπερ συμβούλῳ τῇ νυκτὶ χρησάμενος. καὶ ἦν τὰ δεύτερα τῶν προτέρων πολλῷ χαλεπώτερα. τὰ μὲν γὰρ ἦν ἀπειλὰς ἀκούειν ὑπηρετῶν, τὰ δ’ ἐν τῷ δικαστηρίῳ τε ἑστάναι καὶ ταῖς βοαῖς τοῦ δικαστοῦ βάλλεσθαι καὶ
10τὸ μετάφρενον ἔχειν ὑπὸ χερσὶ τῶν βασανιστῶν.
Or
.

54

.

42

Ἕτερον δέ γε πρὸ τοῦδε, ἐν ᾧ πάλιν οἱ βασα‐ νισταί. μῖμός τις εἶναι φοβερὸς βουλόμενος τοῖς τὰ λάχανα πωλοῦσιν, ὅπως αἰτῶν ἀργύριον λαμβάνοι, ῥῆμά τι κακόηθες ἐπ’ αὐτοὺς ἀφῆκεν. ὁ δὲ διδασκάλῳ
5περὶ τούτων ὥσπερ ἑνὶ τῶν καλῶν κἀγαθῶν τῷ κατα‐ πτύστῳ μίμῳ χρησάμενος θήραν νυκτὸς τῶν ταῦτα πωλούντων ἐποιήσατο τὸ σείειν τοῖς στρατιώταις ἐκδούς. τοῦ δὲ ἐπιστατοῦντος αὐτοῖς, ἀνδρὸς πολι‐ τευομένου, καλοῦντός με ἐπὶ συμμαχίαν ἧκον. πῶς
10δὲ οὐκ ἔμελλον οὔτε ἀδικημάτων ὄντων εἴτε τι καὶ μικρὸν ἡμάρτανον, τοῦ καιροῦ τὴν αἰτίαν ἔχοντος;
Or
.

54

.

43

ἤλπιζον μὲν οὖν οἱ περὶ τὰς θύρας φανέντα με μόνον παύσειν εὐθέως τὸ φοβοῦν, ὁ δ’ ἔνδον ὄντος ἤδη εἰσάγει μὲν τὸν πολιτευόμενον ὑπὸ φωνῶν αἳ τὴν καρδίαν σείουσι. καὶ πάλιν αἱ δεξιαὶ τοῖς βασανι‐
5σταῖς ὑπὲρ αὐχένος. καινὸν μέν τι τοῦτο καὶ πρῶτον ὑπὸ σοῦ γενόμενον, εἴ τις ἕτερος βοηθήσων ἀφῖκτο, ἀλλ’ ὁ τὴν ὀργὴν πεποιηκὼς ἦν ὁ τιμώμενος ἐγώ. οὗ παρακαθημένου στήθη τε καὶ ὤμους καὶ νῶτα καὶ γαστέρας ἀνθρώπων ταλαιπώρων ἐδείκνυες, ἕνα
10δὲ σφῶν ὑποθεὶς μάστιξιν ἔξαινες, ὃ ἐμοὶ κἀν ὀνεί‐ ρασιν ἀφόρητον, ὥστ’ ἰλιγγιῶν τῇ καρδίᾳ πηδώσῃ τὴν δεξιὰν προσῆγον.
Or
.

54

.

44

τοιαῦτα τοῖς ἐμοῖς ὀφθαλμοῖς τε καὶ ὠσὶν ἐχαρίζετο καὶ ὡς ἐξεφερόμην, ῥήματα ἠφίει κατ’ ἐμοῦ πολλὴν ἔχοντα βλασφημίαν ἁμιλλω‐ μένην πρὸς τὴν πρὶν εἰσελθεῖν με γεγενημένην. ὑπὲρ
5ὧν ἀμφοτέρων ὕστερον ἐπυθόμην τῶν συνήθων τινὸς καὶ μηνύσαντος καὶ παραινέσαντος μήτε θαμίζειν ὡς αὐτὸν μήτ’ ἀξιοῦν τινος τυγχάνειν.
Or
.

54

.

45

Τὰ τοίνυν Ἰουλιανόν, οὗ διατετέλεκα κηδό‐ μενος, καθελόντα πῶς οὐχὶ καὶ τἀμὰ καθῄρει τῷ μηδὲν ὠφελεῖν δύνασθαι; τὸ μὲν γὰρ βούλεσθαι πᾶσιν ἦν δήπου δῆλον. τὸν οὖν ἄνθρωπον τοῦτον τὸν τὴν
5μικρὰν οὐσίαν ἣν εἶχεν ἀνηλωκότα περὶ τοὺς τῶν ἁρμάτων δρόμους, καταστάντα πραγμάτων ἐπι‐ μελητὴν ὑπ’ ἀρχῆς οὐκ ἀφανοῦς, ὧν τὰ μὲν ἐν τῇ πόλει, τὰ δὲ ἐπιόντα τοὺς ἀγροὺς ἔδει θεραπεύειν, τοῦτον τοίνυν αὐτὸς ἀπήλασεν οὔτε κατηγόρων γρα‐
10ψαμένων οὔτε πραγμάτων ἀντὶ τῆς ἐκείνων φωνῆς γεγενημένων, ἀλλ’ ὅτι πάλαι κακῶς ὑπὸ τοῦδε πάσχων ἐκεῖνος οὐκ ἐσιώπησε. καὶ οὐκ ἐνεθυμήθη πρὸς αὑ‐ τόν, ὅτι τοιαῦτα οὐκ οἴσω ῥᾳδίως οὐδ’ ὅτι πολλάκις εἴποιμι πρὸς αὐτόν, ὅτι βουλοίμην ἂν εὖ πράττειν
15τὸν ἄνθρωπον.
Or
.

54

.

46

Ἆρ’ οὖν καὶ τούτοις τετίμημαι; ἢ καὶ τοῖς περὶ τὸν παῖδα τὸν Βύζου; ὃν ὕβρισε μέν τις ὑπ’ ὀργῆς, νήψας δ’ αὑτὸν κατεμέμφετο καὶ τῷ δεδομένῳ παρὰ τῶν νόμων χρώμενος ἐπ’ ἀμυθήτοις γε τοῖς
5κεκριμένοις ἐδεῖτο τῆς αἰτίας ἀφίστασθαι καὶ μηδένα εἶναι τὸν ἀναγκάζοντα διώκειν. ὁ δέ, ἀλλὰ δίς, ἔφασκε, διώκειν, κἂν εἰ μὴ βούλοιο, βουλόμενος λαβεῖν ὑπὸ χεῖρα τὸν νέον. ἐνταῦθα τί μὲν οὐκ εἶπον; τί δὲ τῶν εἰς δεήσεις φερόντων παρέλιπον, οὐκ
10ἀδικοῦντα ῥυόμενος, ἀλλ’ ὅπως μὴ πάθοι τι κακὸν ἀδίκως; ὁ δ’ ἔμενε πολεμῶν τε τῷ νόμῳ καὶ τὴν ἐπι‐ θυμίαν τὴν αὑτοῦ πρὸ τῆς ἐκείνου φιλανθρωπίας ποιούμενος.
Or
.

54

.

47

Καλή γε ἡ τιμὴ καὶ πρὸς ταύτῃ γε ἐκείνη. ἠξίουν μὲν αὐτὸν ἐλευθερῶσαι τῆς σιτηγίας τοῦ θεοῖς ἐοικότος τε καὶ ὁμιλοῦντος τοῦ φιλοσόφου τὴν
ναῦν καὶ δοῦναί οἱ δι’ ἐμοῦ τὴν χάριν οὐδὲν αὐτοῦ
5μου δεδεημένου, μὰ τοὺς θεούς, ἐπαγγεῖλαι τὴν χάριν. τουτὶ δὲ αὐτῷ πρὸς πολλοὺς ἐπέπρακτο δι’ ἀφθονίαν πλοίων τοὺς οὐ πάντα ἡμῶν βελτίους. ἀλλ’ ἡ ναῦς αὕτη τὴν σωτηρίαν ἔφερε καὶ βασιλεῖ καὶ στρατιώταις καὶ πόλεσι ταῖς ὑπὲρ τὰς ἄλλας. καὶ κίνδυνος ἦν
10αὐτῷ μηκέτ’ ἔχειν τὴν κεφαλήν. οὐ γὰρ ἐχρῆν ἐμὲ αἰτεῖν τὴν ἄφεσιν, ἀλλ’ ἕτερον εἶναι τῶν ἐν δου‐ λείᾳ διὰ τῆς κολακείας αὐτὸν ἐχόντων.
Or
.

54

.

48

Καὶ γὰρ Δομνίνῳ γε τῷ σοφιστῇ τὴν παρὰ τῶν πολιτῶν αὐτοῦ Χαλκιδέων ἐψηφισμένην τιμὴν τοῦτ’ ἂν ἐποίησε κυρίαν. νῦν δ’ ὃ δίκαιον ἂν ἦν καὶ καλὸν καὶ εὔλογον τῆς παρ’ ἄλλου σπουδῆς τυγ‐
5χάνον, τοῦτο καὶ ἄδικον καὶ αἰσχρὸν καὶ λόγον οὐκ ἔχον μέλλον γέ τινα ἡδονὴν οἴσειν ἐμοί.
Or
.

54

.

49

Ὅτι δ’ οὐ κακῶς εἰκάζω, γνοίη τις ἂν ἐντεῦθεν. τὸ δεσμωτήριόν ποτε διορύξαντές τινες τῷ τοῖς σώμασι περικειμένῳ σιδήρῳ τῆς νυκτός σφισι συναγωνιζομένης ἐτράποντο πρὸς λῃστείαν. καὶ οἱ μὲν ἐπετίθεντο τοῖς
5ὁδοιπόροις, ὁ δὲ ἄρχων ἐφ’ οἷς ἦν ἡ θύρα τὴν αἰτίαν ἦγεν. οἱ δ’ ἀπέφαινον αὑτοὺς ἀναιτίους, ὡς μὴ εἶναι τιμωρίᾳ χώραν. ἕτερος ἄρχων καὶ κρίσις ἑτέρα καὶ τὸ μὴ μετὰ τῶν φυλάκων τετολμῆσθαι τὸ ἔργον ἀν‐ ωμολόγητο.
Or
.

54

.

50

τρίτος οὗτος ἧκεν ἐπὶ τὰ κεκριμένα
κατ’ οὐδεμίαν τοῦτό γε ἐξουσίαν ποιῶν, ὥσπερ οὐδ’ ὁ δεύτερος. οἱ δ’ εἶναί μέ τι παρ’ αὐτῷ νομί‐ ζοντες ὧν ἐπὶ τὰ σώματα ἐβάδιζεν ἐλθόντες ἱκέτευον
5ἐμέ, τοῦτον δὲ εὐθὺς ἐγώ. ὁ δὲ τραγῳδεῖ τε τὴν διορυχὴν καὶ τὰ πραχθέντα τοῖς ἀνδράσι καὶ ὡς ἀσελ‐ γαίνοιεν γράμμασιν ἐκεῖνοι καὶ ὡς πραχθείη τοῖς κατα‐ ράτοις ὑπὸ τῶν φυλάκων ὁ δρασμός. τῆς οὖν ἐμῆς ἀδυναμίας ἐξελεγχομένης καταφεύγουσιν ἐφ’ ἕτερον.
10ᾧ πολλῶν οὐκ ἐδέησε ῥημάτων καὶ ὅ τε φόβος ἐλέλυτο οἵ τε λῃσταὶ τῶν φυλάκων εἰδότων οὐδὲν σφᾶς αὐ‐ τοὺς ἀπηλλάχεσαν.
Or
.

54

.

51

Ἀλλ’ ὅμως μέγαν με πεποιηκέναι φησί. ποῦ ποτε; ὅτε Μόνιμον τὸν πολιτευόμενον, τὸν ἐμὸν ὁμιλητήν, τὸν ὁμιλητοῦ πατέρα ταῖς διὰ τοῦ μολύβδου πληγαῖς ἀπώλλυ; τούτοις οὖν με μέγαν καὶ ζηλωτὸν
5ἐποίεις ἐπ’ ἐμῇ λύπῃ πληγαῖς χρώμενος. ὧν οὐ δεῖν
καθαρὰ τηρεῖν τὰ σώματα τῶν πολιτευομένων. ἐφ’ αἷς ἐγὼ συγκεκαλυμμένος ἀπῄειν αὐτὸς ἡγούμενος εἰλη‐ φέναι τὰς πληγάς, εἰ καὶ Μόνιμος ἦν ὁ κομισθεὶς ὑπὸ τῶν ἰατρῶν ἐπὶ τὸ βαλανεῖον. οὐ δεῖ δὴ συμμάχου
10τοῖς τὰ τοιαῦτα ἰωμένοις.
Or
.

54

.

52

Νὴ Δί’, ἀλλ’ ἐν τοῖς πρὸς Εὐσέβιον τὸν σοφιστήν, τὸν οὐχ ἧττον ἄξιον ἢ ’γὼ καλεῖσθαι σοφιστήν, ὑπὲρ τῶν εἰς Μόνιμον ἀπολελόγηται. ἀλλ’ εἰ καὶ μὴ κακῶς εἶχεν αὐτῷ τὰ πρὸς ἐκεῖνον, τού‐
5τοις ἂν ἐδείκνυ τὴν ὕβριν κινῶν μὲν ὑπάρχου γνώ‐ μην, τὰ δ’ εἰληφότα τέλος εἰς ἀρχὴν αὖθις ἀνάγων, παρακαλῶν δὲ πρὸς μάχην ὑπὲρ τῶν ἥκιστα δεομένων ἀγῶνος. καίτοι γραμμάτων ἔδει τῶν σεμνο‐ τέρων ποιήσασθαι τὴν ἀνάγνωσιν, εἶτ’ ἐμὲ περὶ τῆς
10ἐν Εὐσεβίῳ δυνάμεως ἐρέσθαι, εἶτ’ ἐκείνους, εἰ μὴ συνίσασιν αὑτοῖς γεγραφόσι περὶ αὐτοῦ τέτταρα ψη‐ φίσματα.
Or
.

54

.

53

τί οὖν αὐτοὺς ἔδει διδάσκειν, ἀφ’ ὧν ἐκκρούσειν ἔμελλον τὸ περὶ τούτων πέρας; τί δὲ ποιεῖν καταγέλαστον ἐμέ τε καὶ ἐκεῖνον; ἢ τοῦτ’ αὐτὸ καὶ τὸ κατασκευαζόμενον ἦν γενέσθαι καταγελάστους ἡμᾶς;
5τοῦτ’ οὖν τιμὴν ποιήσεταί τις; τί δέ, ἐκεῖνο τιμὴν
τὸ μετὰ χλευασίας ἐκβάλλειν με τοῦ δικαστηρίου;
Or
.

54

.

54

ἐβούλετο μὲν γὰρ ἀπελθεῖν με ὡς ἂν οὐχ ἡδέως ὁρῶν, φυγὼν δὲ τὸ διαρρήδην εἰπεῖν, ὡς ἀπ‐ ελθὼν χαριοῦμαι, τὴν ὁδὸν προστησάμενος καὶ τὸ αὐτίκα ἅψασθαι τοῦ πράγματος ἐμὲ μὲν ἤπειξε καλέσαι
5χεῖρας αἵ με διεξοίσουσι, καὶ ἦν ἔξω τῶν πυλῶν τιμᾶν αὐτὸν ἀξιῶν οἷς ἐν τῷ τοιούτῳ νόμος. ὁ δὲ ἠρίστα μένων καὶ πιὼν ἐκάθευδεν. ἐγὼ δ’ ἔκαμνον, ὁ δ’ Ἥλιος οὐ πόρρω τῶν Ὠκεανοῦ ῥευμάτων. ἀπειπὼν οὖν ἐπ’ ἀπειποῦσι τοῖς οἰκέταις ἔστενον, πρίν γε δή
10τις ἐλεήσας τὸ γιγνόμενον εἶπε τό τε ἄριστον καὶ τὸν ὕπνον. οὕτω δὴ ἀπηλλαττόμην οὐ σφόδρα ὑγιαίνων.
Or
.

54

.

55

Ἀλλ’ ἐν τοῖς περὶ Δίφιλον τὸν Δαναοῦ τοῦ γραμματιστοῦ τοῦ νέους πολλοὺς πεπαιδευκότος, πράτ‐ των δὲ οὗτος ταὐτὸ τῷ πατρὶ νικᾷ τὸν πατέρα τῷ καὶ ποιητὴς ἀγαθὸς εἶναι, τούτοις οὖν τετίμημαι; ἀλλ’
5ὡς μὲν αὐτὸν ἀνέστησε τῆς Παλαιστίνης οὐδὲν δεό‐ μενον ὑποσχόμενος θέατρά τε καὶ τὸν ἀπ’ αὐτῶν χρυ‐ σὸν καὶ ὡς εἰς Κιλικίαν ἀγαγὼν μετ’ οὐδεμιᾶς τῆς παρ’ ἑαυτοῦ βοηθείας σιγήσαντα ἐπανήγαγεν ἀριθμή‐ σαντα τὰς πόλεις καὶ τῇ καθ’ ἡμέραν δαπάνῃ κάμνοντα,
10ταυτὶ μὲν ἐάσω.
Or
.

54

.

56

ἀλλ’ εἰσελθών ποτε ὡς αὐτὸν ἑσπέρας καὶ περὶ τῆς ἀθυμίας τοῦ ποιητοῦ διελθὼν
καὶ ὡς ἡγοῖτο ἀδικεῖσθαι μηδέτερον ἀκούων, μήτ’ εἰ μένειν μήτ’ εἰ ἀπιέναι χρή, πρὸς τοίνυν ταῦτα ἀπο‐
5λογίας ἀπορῶν, ἠδίκει γὰρ σαφῶς, ἀλλ’ ἐγ, φησί, μέρος αὐτὸν ποιήσω τῆς ἑορτῆς καὶ λήψε‐ ται τὸν Μουσηγέτην ἀκροατὴν ἐν Δάφν.
Or
.

54

.

57

λυπηρὸν μὲν οὖν καὶ τοῦτο τῷ Διφίλῳ ἀντὶ τοῦ ἄστεος τὸ προάστειον ἔχειν, ὅμως δὲ ἐπείθετό μοι φέρειν καὶ προσεδόκα κλήσεις δι’ ἐπιστολῆς εἰς Δάφ‐ νην μετὰ τὴν Σελεύκειαν. ὁ δὲ καταγελάσας μὲν
5Διφίλου, καταγελάσας δὲ ἐμοῦ παρεῖχεν αὑτὸν ἑτέροις ἔπεσιν ἃ πρόσθεν ἐπεφεύγει. Δίφιλος δὲ ἦν οὐδαμοῦ οὐδ’ ἐγώ. δεινὸν γὰρ ἐνόμιζεν, εἰ πρὸς τὴν Παλαι‐ στίνην ὑπάρξει Διφίλῳ λέγειν εἶναί μοί τινα δύναμιν οἵαν φίλον ὠφελεῖν. ἐκεῖνος μὲν οὖν ἀπῆλθεν εἰπὼν
10οὐκ ἀμελήσειν τῆς δίκης ἣν οἶδεν ὀφειλομένην αὑτῷ, ἐμοὶ δ’ ἀρκεῖ τὸ δεῖξαι πᾶσιν ἀνθρώποις, ὡς κἀν τούτοις ἠτιμαζόμην.
Or
.

54

.

58

τὰ δ’ ἐπὶ τούτοις οὐ παρ’ ἐμοῦ δεῖ τινα μαθεῖν, ἀγνοεῖ γὰρ οὐδείς. πῶς γὰρ τά γε ἐν μέσῳ δεδειγμένα καὶ βεβοημένα; ὧν ὑβριστικώτερα τὰ οἴκοι πλείονος ἐκεῖ τῆς ἐξουσίας
5οὔσης. ἃ σιωπᾶν ἐμοὶ κάλλιον.
Or
.

54

.

59

Ἀλλ’ ὅμως φιλεῖν με καὶ φησὶ καὶ ὄμνυσι καὶ μηδενὸς ταύτῃ λείπεσθαι καὶ μηδὲ τῶν ἄγαν δοκούν‐
των φιλεῖν. εἰ δὲ τοιοῦτός ἐστι φιλῶν, ποῖόν τι χρὴ νομίζειν αὐτοῦ τὸ μῖσος εἶναι; ἐγὼ δὲ οἶδα τοὺς φίλους
5αὔξοντας 〈τὰ τῶν φίλων, ἀλλ’〉 οὐ καθαιροῦντας καὶ μεγάλα ποιεῖν πειρωμένους ἐκ μικρῶν, ἀλλ’ οὐκ ἐκ μεγάλων μικρά, τῷ δὲ οὐδὲν παρεῖται τῶν εἰς τοῦτο φερόντων. καὶ οὐκ ἠδυνήθη μὲν διὰ τοὺς θεοὺς ὁπό‐ σον ἐβούλετο, δῆλος δὲ ἐγένετο πλέον βουλόμενος ἢ
10ὅσον ἐδυνήθη.
Or
.

54

.

60

ἀλλ’ ὅμως φησὶν ὑπὲρ ἅπαν‐ τάς με φιλεῖν καὶ τῇ γνώμῃ παριέναι τὴν φύσιν καὶ προσόμνυσι, πρᾶγμα ποιῶν ἀρχαῖον, ἐπιορκῶν, ὡς δὴ πλεῖστον τῆς γῆς τῶν θεῶν ἀπεχόντων καὶ οὐδὲν ἐν
5αὐτῇ τῶν πραττομένων ἢ λεγομένων εἰδότων. ὅτι δὲ οὕτω ταῦτ’ ἔχει, μάθοι τις ἂν ἐκεῖθεν.
Or
.

54

.

61

τοῦ γὰρ νόμου καθ’ ὃν οὐκ ἔξεστι τοῖς ἄλλοις εἰς τὰς τῶν ἀρχόντων καταγωγὰς βαδίζειν ἥκοντός τε καὶ κρατοῦν‐ τος καὶ τὰς εἰσόδους κωλύοντος τὰ μὲν τῶν ἄλλων
5ἐκεῖσε γραμματεῖα καθ’ ἑκάστην φέρεται τὴν ἡμέραν γιγνομένων ἀντὶ τῆς γλώττης τῶν γραμμάτων, ἐμὸν δὲ οὐδέποτε. τὸ δ’ αἴτιον, πρὸς τοὺς μὲν εἶπεν, ὅτι δεῖ πέμπειν καὶ περιεῖναι τοῦ νόμου, πρὸς ἐμὲ δὲ οὔ. καίτοι καὶ μὴ πειθόμενον τοῖς πρώτοις ῥήμασι δευ‐
10τέροις ἔδει καὶ τρίτοις ἐπαναγκάζειν καὶ τὴν σπουδὴν ἐκτεῖναι μέχρι τοῦ τέλους ἔχουσάν τι καὶ ἀπειλῆς ἣ γένοιτ’ ἂν ἐκ φιλίας. νῦν δέ μοι δοκεῖ τῶν μὲν ἄλλων εἵνεκα καταμέμφεσθαι τὸν νόμον, τῷ δὲ
πρὸς ἐμὲ μέρει θαυμάζειν.
Or
.

54

.

62

Ὡς δὲ λέγει μὲν φιλεῖν, πράττει δὲ τοὐναντίον, Ῥωμύλος πάλιν ἑλκόμενος δείκνυσιν. ὃν ἑλκόμενον ᾔδει πάλιν ἐγκείμενον ἐμοί. καίτοι τοῦ γε φιλοῦντος ἦν οὐ κακὸν εὗδον ἀνεγείρειν, ἀλλ’ εἰ καί τις ἄλλος
5ἐπεγείροι, κοιμίζειν. νῦν δὲ κἀκείνῳ περιέστησε τοὺς δάκνοντας, ὅπως ἐκεῖνος ἐμέ. καὶ τοῦτο δρᾶται πολλά‐ κις καθ’ ἑκάστην ἡμέραν οὐκ ἐωμένης τῆς πρὸς τοὺς νέους ὁμιλίας κόσμῳ χωρεῖν.
Or
.

54

.

63

Ἀλλ’ ἐκεῖνο φιλοῦντος, εἰπέ μοι, τὸ φυγεῖν δικάσαι τὴν δίκην ἐν ᾗ διὰ τὴν τῶν δικαίων ἰσχὺν ᾔδει μοι θησόμενος; καίτοι καὶ παρεκάλει πρότερον εἰσελθεῖν καὶ τὸ μέλλειν ἐμέμφετο καὶ μεθ’
5ἡμῶν ἔλεγεν εἶναι τοὺς νόμους.
Or
.

54

.

64

ἀλλ’ ἐκεῖνο μὲν ἦν ἑαυτῷ τι πράττοντος, τουτὶ δὲ ἐπ’ ἐκείνῳ τετε‐ λεσμένῳ τοῦ πρὸς ἐμὲ μίσους. ἐκεῖνο μὲν οὖν ζητῶν ἐξηπάτα, ἔχων δὲ οὐκ εἴα, ἀλλ’ [ἔχων] ἐπεβούλευε καὶ
5τῆς πάντως ἑπομένης μοι νίκης ἀποστερῶν, ὡς χαρί‐ σαιτο τοῖς κόλαξιν, εἰς τοῦθ’ ὑπήγαγε τὴν δίκην,
ὥστ’ αὐτὴν σεσιγῆσθαι τῷ μηνί.
Or
.

54

.

65

Ἤκουσεν ὅτι προσήκει λῦσαι κακῶς τινα δε‐ θέντα μέλλοντα τὴν βουλὴν ὠφελήσειν. οὐκ ἔλυσε. διὰ τί; ὅτι ὁ τοῦ δεσμώτου μνησθεὶς ἦν ἐγώ. τῶν αὐτῶν δὲ παρ’ ἄλλου λεγομένων λόγων ἐλύετο ἂν οὐκ
5ὄντος ἀχρήστου τοῦ λέγοντος τοῖς Εὐσταθίου πράγ‐ μασιν, ὥσπερ ἐγώ.
Or
.

54

.

66

Ἦν δέ, ὡς ᾤετο, χάρις καὶ ἐν οἷς ἠπείλει Θαλασσίῳ βουλεύσειν αὐτόν. καὶ ἡ πρόφασις μάλ’ ἐπι‐ εικής, τὸ κύριον ὄντα ἐκεῖνον τῶν δεδειγμένων ἡμῖν λόγων αἰτοῦντι μὴ διδόναι τηροῦντα τὴν δίψαν.
5ὁ δὲ ἐδίψησε μὲν τούτων οὐδεπώποτε, δοκεῖν δὲ ἐβού‐ λετο, κερδαίνειν ἴσως τι νομίζων εἰς δόξαν, οἷόν τι καὶ περὶ τὸν υἱόν. ὃν ποτὲ μὲν ἄξειν, ποτὲ δὲ μετα‐ πέμψεσθαι, ποτὲ δὲ πέμψειν λέγων ὡς ἐπὶ βελτίω ῥεύματα εἶχεν ἐν Τύρῳ τε καὶ τοῖς χείροσιν, ὡς αὐ‐
10τὸς ἔφασκε, λόγοις, πρὶν δὴ ἡ ἀρχὴ δεῦρο μετὰ τῶν ἀδελφῶν τὸν νεανίσκον ἐκάλεσε.
Or
.

54

.

67

καὶ μὴν εἰ μὲν ἐκέκτητο, τῶν ἡμετέρων λόγων οὐκ ἐδίψη κατὰ τὸν αὑτοῦ λόγον, εἰ δ’ οὐκ ἦν κεκτημένος, οὐκ ἐπε‐
θύμει. πῶς γὰρ οὐκ ἂν εἶχε βουλόμενος; τί οὖν ἔδει
5παίζειν καὶ προσποιούμενον ἐρᾶν ὧν κατεφρόνει γεν‐ ναῖον ὑβρίζειν ἄνθρωπον ἀπειλῇ, θεοὺς φοβούμενον, φίλους αἰσχυνόμενον, δίκαιον, σώφρονα, κρατοῦντα μὲν γλώττης, κρατοῦντα δὲ ἡδονῶν, τοὺς μὲν κόλακας ἐλεοῦντα τοσοῦτον ἀπέχοντα κολακείας, τοὺς δ’ ἐν τῷ
10λοιδορεῖν ζῶντας ἀμυνόμενον σιωπῇ;
Or
.

54

.

68

ᾔτεις διφθέ‐ ραν, οὐχ ὡς ἐκγραψάμενος ἔχῃς τὰ ’κεῖθεν, ἀλλ’ ὅπως αὐτὴν ἐκείνην. τουτὶ δὲ οὐκ ἐραστοῦ μηδὲ στατῆρι τὰ παιδικὰ τιμᾶν. τί οὖν ἠδίκει μὴ διδοὺς
5τῷ μὴ ἀποδώσοντι; κτήσασθαι δὲ οὕτω βούλεσθαι καὶ τὰ οὐ πολλοῦ λόγου παντὸς ἂν εἴη.
Or
.

54

.

69

Σὺ δὲ ὅστις εἰς ἐμέ, δεδήλωται μὲν οἷς ἔφην, εἰ καὶ πολλὰ παραλέλειπται, σαφὲς δὲ ἔσται καὶ τῷδε. τοῖς γὰρ ἐν τῷ διαφθεῖραι τὰ πρὸς τὸν διδάσκαλον δίκαια κακοῖς ἐξελεγχθεῖσι συζῇς, σύνει, συνδιατρίβεις,
5ὁμιλεῖς, συνδειπνεῖς, συμπίνεις, συναριστᾷς, κἂν αὐτοῦ βουληθῶσι καθεύδειν, ἐξουσία πολλὴ καὶ τὸ κωλύον οὐδέν. οἱ δὲ ἐν ἑκάστῳ τούτων λόγοι κατὰ τῶν ἐμῶν τρόπων, ἔχοντες μὲν ὑγιὲς οὐδέν, πολλὴν δὲ ἡδονὴν ἀμφοτέροις, τοῖς τε ψευδομένοις τῷ τε ἀκούοντι.
Or
.

54

.

70

καὶ ὅ τι ἂν ἐκείνοις δόξῃ, τοῦτο δεῖ κρατεῖν, κἂν τἀναντία βούλωμαι. παῖδες μὲν γὰρ αὐτοῖς οὐκ εἰσί, χρυσὸς δὲ πολύς, καρπὸς πατρῴας πονηρίας, πρεσβυ‐ τέρων δὲ νεωτέρους 〈πρότερον〉 οἶδεν ἀποφέρειν ἡ
5Μοῖρα. ὠνεῖτ’ οὖν τῇδε τῇ θεραπείᾳ διαθήκην ἑαυτῷ συμφέρουσαν. θηρατῇ δὲ τοιούτῳ καὶ πάντα ἐλάττω νομίζοντι χρημάτων εἰκότως τοὐμὸν ἐν οὐδενί.
Or
.

54

.

71

τί οὖν μὴ ταῦτα ὁμολογεῖ καὶ οὕτως ἀπολογεῖται, ἀλλ’ ἀξιοῖ πείθειν ὑβρίζων περιφανῶς, ὡς τιμῶν οὐ πέ‐ παυται; ὅς γε καὶ διὰ τοῦ πολλὰ ἀγαθὰ αὐτῷ συνει‐
5δότος θυρωροῦ χθὲς ταὐτὸν ἐποίησε μιμουμένου τὸν διδάσκαλον. ὡς γὰρ ἔλαβεν ὁ τοιχωρύχος γράμματά μου μεμφόμενα δεσμὸν μητρὸς καὶ κόρης ἄδικον, ἀπήλασε τὸν δόντα τὰ γράμματα φήσας οὐκ ἐμὰ ταῦτα, τοῦ δεδωκότος δὲ εἶναι.
Or
.

54

.

72

τοιούτους τοὺς ἐμοὺς θεράποντας ἐποίησε τῷ λόγῳ διαβάλλων μου τὸν βίον ἐν τοῖς ἐκείνων τολμήμασιν εἴτ’ οὐκ εἰδότος μου ταῦτα εἴτε εἰδότος. καίτοι τά γε τοιαῦτα πλάττειν οὐ κακὸν
5μέλλοντά γε λύειν τι κακόν. ὅμως δέ γε οὗπερ ἐλέγετο καὶ ἦν, ἐμοῦ τοῦ τοῖς ἀδικουμένοις συναχθομένου καὶ τοῖς ἐκείνων οὐχ ἧττον ἢ ’κεῖνοι πληττομένου.
Or
.

54

.

73

Ὁ δὲ πολλάκις μὲν αὔριον ἕξων τὴν ἄφεσιν Εὐσέβιος ὁ γέρων, ἔργου δὲ οὔπω τυχών, τί σοι φαίνεται μηνύσειν; οὐ τὸ βλάβην αὐτῷ γενέσθαι τοὺς ἐμοὺς ὑπὲρ αὐτοῦ λόγους ἑτέρων ἀφειμένων ἐπ’
5ἄλλους καταφυγόντων, ὧν οἱ οἰκέται ταλάρους καὶ σπυρίδας φέροντες ἐκεῖσε βαδίζουσιν, 〈ἃ〉 ἰχθῦς ἔχει τῷ δικαιοτάτῳ καὶ τὰ ἀπὸ τῶν δένδρων;
Or
.

54

.

74

Ἕτερον τοίνυν οὐδὲν ἔλαττον. ἥκων γὰρ εἰς τὸ βουλευτήριον ὡς μείζω ποιήσων τὴν βουλὴν κατὰ τὸν νόμον τὸν νῦν οὐκ ἐκάλεσέ με ἐγγύθεν εἰδὼς ἐγγύς με καθήμενον ἐν ἀλλοτρίῳ χωρίῳ καὶ
5ταῦτα πολλοῦ χρόνου τὴν κοινωνίαν ταύτην ἑωρα‐ κότος τῶν ἀρχόντων, εἰ καθευδήσειε, τὴν βουλὴν ἐπε‐ γειρόντων. τούτῳ οὖν ἔδει χρῆσθαι τῷ πράγματι καὶ μὴ πεφυλαγμένον ἐπανάγειν, ἦσαν δὲ αὐτῷ λόγοι πολλοὶ καὶ καλοὶ βουλομένῳ τι τῶν δικαίων
10ποιεῖν. νῦν δ’ ὁμοίως ᾤετό μοι προσήκειν ἀπεῖναι τῷ μυρίους ἔχοντι καταλέξαι προγόνους πεπολιτευ‐ μένους τοῖς οὐκ οἶδ’ ὁπόθεν ἥκουσι. καί μοι δοκεῖ κἂν καλέσαι τινὰς ἐκείνων ἡδέως ἐμὲ παρείς, εἰ μὴ τὴν ὑπερβολὴν τῆς ὕβρεως ἔδεισε.
Or
.

54

.

75

Τὴν αὐτὴν τοίνυν αὖθις αἰτούμενος χάριν ἣν
πολλάκις ὑποσχόμενος ἔδωκεν οὐδεπώποτε, ἀλλὰ σοφῶς, 〈ὡσ〉 ᾤετο, διεκρούσατο λόγους ἀνταιτήσας ἐμούς, ἐπαίνους δήπουθεν ἑαυτοῦ, εἰδὼς μέν, ὡς οὐκ
5ἐροίην πολλῶν ἕνεκα, σχῆμα δὲ πορίζων τῷ μὴ δεδω‐ κέναι τὴν πολλάκις ἀτιμασθεῖσαν χάριν, καὶ ἐποίει δὴ τῶν λόγων τούτων αὑτὸν ἐραστὴν τῷ λόγῳ, ἐπεὶ τῇ γε ἀληθείᾳ λόγος οὐδεὶς αὐτῷ τῶν ἡμετέρων λόγων. εἰ δ’ ἦν, περὶ αὐτοὺς ἂν οἱ δέκα μῆνες ἀνάλωντο,
10ἀλλ’ οὐκ εἰς οὓς νῦν ἀνθρώπους οὓς ἅπαντες ἴσασιν. ὧν ἔν τε τοῖς γόνασιν ἔν τε ταῖς χερσὶν αὐτῶν συνε‐ χῶς ὁ καταγέλαστος τόκος, τὰ δεδειγμένα, καὶ πρὸ τῶν Πλάτωνος ἀγαπώμενος.
Or
.

54

.

76

τὸ δὲ δὴ νῦν τοῦτο, ὁ πολὺς ἔρως καὶ τὸ τῷ μὴ τυγχάνειν ἀνιᾶσθαι λέγειν οὐκ ἔρως ἐστίν, ἀλλ’ ἀνὴρ πολλοῦ μὲν τοῖς δικαζομένοις ἄξιος δι’ ἰσχὺν τῆς τέχνης, γήμας δὲ ἐκ
5τῆς τούτων οἰκίας καὶ νομίζων προσήκειν αὐτοὺς εὖ ποιεῖν ὁρῶν αὐτὸν ἄλλοσέ ποι φερόμενον, ὧν δ’ οὐκ ἄξιον ἠμεληκότα, ὦσεν ἥκιστα βουλόμενον εἰς ταῦτα τὰ ῥήματα ὅτι δεῖ με λόγου τυχεῖν καὶ ὅτι δεινὰ ἂν πάθοιμι μὴ τυχών.
Or
.

54

.

77

ἃ μὲν οὖν ἤθελεν, ἦν ἐκεῖνα, ἃ δὲ ἠνάγκασται, ταῦτα. ἃ οὐκ αὐτοῦ δίκαιον νομισθῆναι μᾶλλον ἢ τοῦ βιασαμένου, πλὴν εἰ τοῦτο
δύναιτο πείθειν, ὡς ἅπαντα τοῦτον ἐκάθευδε τὸν χρό‐
5νον. ἀλλ’ οὐκ ἐκάθευδεν, ἀλλ’ ἦν ἐν οἷς ἦν, ἐν μέσῳ ψῆφον θέμενος πάντας ἐξεληλέγχθαι λόγους.
Or
.

54

.

78

Καὶ τὸν Ῥωμύλον φήσει τοῦτ’ ἂν σῶσαι μόνον. διὰ τί; καὶ γὰρ ἂν μὴ τοῦτό σοι γένη‐ ται, ἕτερα δήπου γεγένηται. ὧν ἕν ἐστιν ἃ παρ’ ἡμῶν ὁ παῖς σοι κτησάμενος ἔχει μεγάλα καὶ αὐτῷ σοι δο‐
5κοῦντα καὶ τῆς εὐνῆς ἀναστήσαντά σε πολλάκις. οὐκ ἐχρῆν οὖν τούτοις δοθῆναι τὴν χάριν, εἰ καὶ μηδὲν ἦν προσλαβεῖν; ἢ καὶ πρὸς ἀριστέα δωρεᾶς μεμνημέ‐ νον ταῦτα ἂν ἔλεγες, ὡς ἐπὶ δευτέρᾳ ἂν ἀριστείᾳ λάβοι, τὸ πραχθὲν δὲ οὔπω τιμῆς ἄξιον;
Or
.

54

.

79

εἰπόντος δώ‐ σεις. τί οὖν; οὐκ εἶπον ἤδη; ἢ οὐδὲν τὰ τότε ῥηθέντα καὶ τὰ διὰ τὰ ῥηθέντα πραχθέντα πᾶσαν ἁπάντων θεάτρων ἀποκρύψαντα τὴν βακχείαν; σὺ δὲ τότε μὲν
5οἷς οὐκ ἄλλος ὡμολόγεις τετιμῆσθαι, νῦν δ’ ὡς ἀντ’ οὐδενὸς δώσων, εἰ δοίης, λαβεῖν ἀξιοῖς πρότερον, εἰ μέλλοις δώσειν. καίτοι χάριν μὲν ἐκείνων ἔχων ἐπὶ τὴν ἀμοιβὴν ἴθι, μικρὰ δὲ αὐτὰ νομίζων καὶ οὐ‐ δέν, θαυμαστὸν οὐδέν, εἰ μηδὲ ταῦτ’ οἰήσῃ τι εἶναι,
10ὥστ’ οὐχὶ θαυμάσαιμ’ ἄν, εἰ καὶ λαβὼν οὐ δώσεις.
Or
.

54

.

80

ὅρκων δὲ τῶν σῶν αὐτὸς ἀφῄρησαι τὴν πίστιν τῷ πλήθει τῶν ὅρκων τῶν ὠλιγωρημένων, ὥστε καὶ
ὅστις ὠνεῖται παρὰ σοῦ τὸ δίκαιον ὀμνύντος, οὐκ ἔχει θαρρεῖν, ἀλλ’ ἔστιν ἐν φόβῳ μὴ τοῖς ὀμωμοσμένοις τὸ
5πέρας οὐκ ἀκολουθήσῃ. ἔστιν οὖν κἀνταῦθα δέος μὴ τὸ μὲν καὶ αὐτὸς δοῦναι φύγῃς, λαβὼν δὲ καὶ ἔχων καταγελάσῃς.
Or
.

54

.

81

Εἰ δὲ δεῖ τι καὶ ἕτερον εἰπεῖν, ἀνθ’ ὅτου προσῆκέ μοί τι παρ’ αὐτοῦ γεγενῆσθαι, τῶν ὑπ’ αὐτοῦ γραφομένων, τὰ δὲ ἦν φλυαρία, πολλῶν μὲν ἤκουσα πρὸ ταυτησὶ τῆς ἀρχῆς, πολλῶν δὲ ἐν αὐτῇ
5τῶν αἰκισομένων, ἀπὸ γὰρ δὴ τούτων ἤρχετο. οἷς ἐτιτρωσκόμην μὲν τὰ ὦτα, φέρειν δὲ ἦν ἀνάγκη καί, τὸ δεινότατον, καὶ ἐπαινεῖν. ὥστ’ οὐδὲν ἔδει παρ’ ἡμῶν ἕτερον αἰτεῖν πεποιημένων μοί τινων χάριτος ἀξίων.
Or
.

54

.

82

τῷ δὲ εἰς ἡμᾶς ἀγαθὸν οὐδὲν οὔτε πρό‐ τερον οὔθ’ ὕστερον, ἐπεὶ καὶ τὴν δίκην αὐτήν, ἀφ’ ἧς ἦν ἂν ἡμῖν κριθείσης διαφυγεῖν ζημίαν ἄδικον, οὔτε εἰσήγαγεν οὔτε ἔκρινεν ὁρῶν τῶν ἀντιδίκων τό τε
5πλῆθος τό τε σχῆμα. δίκαιον μὲν γὰρ εἶχον οὐδέν, πολλοὶ δὲ ἦσαν. τὸ δ’ εἶναι πολλοὺς νενοση‐ κυίᾳ μέν γ’ ἀρχῇ φοβερόν, ἐρρωμένῃ δὲ οὔ. καὶ ἅμα οὐδεὶς ἦν ἐμοῦ λόγος αὐτῷ πεπεισμένῳ λόγους ποιεῖν
καλούς.
Or
.

54

.

83

Τοιοῦτος εἰς ἡμᾶς ὁ γεννάδας οὗτος. ὅς, ὅτι μὴ τῆς ἀρχῆς αὐτῷ λυθείσης πεσόντες ἐκλαύσαμεν, ἀγανακτεῖ. ἔδει δέ, ὡς ἔοικεν, ἐπ’ αὐτὴν ἐρχομένου
τοῦτο πεπρᾶχθαι.
Or
.

55

t

ΠΡΟΣ ΑΝΑΞΕΝΤΙΟΝ.
Or
.

55

.

1

Ὁρῶν σε πρὸς τὰς παρὰ τοῦ πατρός, ὦ φίλτατε, τεταραγμένον ἐπιστολὰς καὶ ἅμα τῶν ἐνταυθοῖ τινας αἰσθανόμενος ταὐτὰ ποιοῦντας τοῖς γράμμασιν οἶμαι δεῖν ποιεῖν ἀφ’ ὧν ἔσῃ βέλτιον βεβουλευμένος.
5ἴσως μὲν γὰρ ἔσται τι καὶ τῷ συμβούλῳ, πολὺ μέντοι τῷ πεισθέντι μεῖζον ἢ τῷ πεπεικότι τὸ κέρδος.
Or
.

55

.

2

Τὰ μὲν οὖν ἀγγελλόμενα περὶ τὸν σὸν εἶναι νυνὶ πατέρα διὰ τὴν σὴν ὡς ἡμᾶς ὁδόν, τὰ μὲν ἔργοις, τὰ δὲ λόγοις, τῷ πάσχοντι λύπην οὐ μικρὰν ἔχοντα ἑκάτερα καὶ ἡμᾶς ἂν εἰκότως λυποίη.
5μὴ γάρ με ὑπολάβῃς ἐθίζειν σε τοῦ γεννήσαντος ὀλι‐
γωρεῖν. ἅ τε γὰρ οἱ νόμοι λέγουσιν οἶδα καὶ πρὸς τοῖς ὑπ’ ἀνθρώπων κειμένοις τούτοις τὸν τῆς φύσεως οὐκ ἀγνοῶ καὶ ὅτι μετὰ τοὺς θεοὺς τοῦτο τίμιον καὶ ὅτι τούτῳ τὰ μέγιστα τῶν χρεῶν ὀφείλομεν καὶ οὐκ
10ἐλάττω γε ἢ πατρίσι καὶ ὅτι χείρων τῶν θηρίων ὁ περὶ ταῦτα ἁμαρτάνων. πᾶν γὰρ ἀδίκημα τοῦδε με‐ τριώτερον, καὶ πολεμίων ἐπιόντων δεῖ γονεῦσιν ἀμύ‐ νοντα δέχεσθαι μεθ’ ἡδονῆς πληγήν, ἀφ’ ἧς ἔστιν ἀπελθόντα θαυμάζεσθαι καί, τό γε ἐπὶ τὴν δόξαν ἧκον,
15ζῆν τε ἀεὶ καὶ εἶναι. πατρὸς δὲ προδότῃ καὶ κακῷ περὶ τὰς τοιαύτας ἀμοιβὰς μήθ’ ὁμωρόφιός ποτε γενοί‐ μην μήτε ὁμοτράπεζος μήθ’ ἑκὼν μήτ’ ἄκων.
Or
.

55

.

3

καὶ ταῦτα οὐκ ἄλλῳ παραινεῖν ἄμεινον ἢ ἐμαυτῷ. δυοῖν τε γὰρ ἐπιδειξέοιν, τῆς μὲν περὶ τὸν πατέρα, τῆς δὲ περὶ τὴν μητέρα, τὴν μὲν ὑπὸ τοῦ ταχέως ἐκεῖνον
5ἀποθανεῖν ἀφῃρέθην, τὴν δὲ οὐ φαύλην οἶμαι πεποι‐ ῆσθαι, ὥστε μοι καὶ μιμητὰς γενέσθαι τινὰς τῆς οὔσης μοι δόξης ἐπὶ τοῦτο ἀγούσης.
Or
.

55

.

4

Καὶ νῦν εἰ ἐπανήκων παύσεις μὲν τοῦ κακῶς ποιεῖν τοὺς ἐπιβουλεύοντας, ἀνελὼν δὲ τὰ δυσ‐ χερῆ λεῖον αὖθις καὶ ἀπράγμονα τῷ πατρὶ καταστή‐
σεις τὸν βίον, σπεῦδε, μὴ μέλλε, πορεύου, καὶ τοῦτό
5γε οὐκ ἂν οἶμαι τὸν Ἑρμῆν οὐκ ἐπαινέσαι· εἰ δὲ τὸν μὲν νῦν ἐχθρὸν οὐδὲν ἂν μεταβάλοι οὐδ’ εἴσεται χά‐ ριν ὧν αὐτὸς ἠνάγκασεν, οὐδὲν ἑκὼν ἔπραξας, ἃ 〈δὲ〉 μὴ βουλόμενος ἧξας, ἰσχυρότερα ποιήσεται, τί τὸ κέρδος τοῖς νῦν οὖσι δυσκόλοις προσθεῖναι τὴν περὶ τοὺς
10λόγους ζημίαν; ὅτι μὲν γὰρ ὡς ἐπὶ τὸ βέλτιον ἧκες, αὐτὸς ἥκων ὡμολόγησας. οὐ γὰρ ὅπως ἴδοις τὴν πόλιν, ἀφῖξαι, ἀλλ’ ἦν αἴτιον οἱ λόγοι. εἶναι δὲ ὁμοῦ παρ’ ἄλλοις καὶ τῶν τῇδε μετέχειν οὐχ οἷόν τε.
Or
.

55

.

5

Ἀλλὰ μὴν οὐδεὶς ἐγγυητής, ὡς ὁ δυσμενὴς ἐκεῖνος καὶ πικρὸς καὶ χαλεπὸς ἐκβαλεῖ μὲν ἐκ τῆς ψυχῆς τὴν ἀπέχθειαν, σπείσεται δὲ πρὸς τὸν λελυπη‐ κότα, ἀντὶ δὲ τοῦ κακὰ παρέχειν τῶν εἴ τις ἐπ’ αὐτὸν
5ἴοι συμμαχησόντων ἔσται. ἀλλὰ ἀνιάσει μὲν ἐκεῖνον οἷσπερ νῦν ἢ καὶ ἔτι πλείοσι, προσθήσει δὲ σὲ τῷ πατρὶ νομίζων αὑτῷ δίκην ὀφείλεσθαι παρ’ ἀμφοῖν, σοῦ μὲν τὴν τοῦ τῶν ἐμῶν ἐπιθυμῆσαι, τοῦ πατρὸς δὲ τὴν τοῦ συγκεχωρηκέναι.
Or
.

55

.

6

καίτοι μὴ νόμιζε τὸν μὲν ἔμπειρον πραγμάτων ἐλαύνεσθαι καὶ πάσχειν κακῶς, πατέρα τὸν σόν, σὲ δ’ ἂν τὴν ἐκείνου δύναμιν
διαφυγεῖν, ἣν ἐκ τοῦ μόνος κατειληφέναι τὴν πόλιν
5ἔχει. ἐὰν οὖν ἐξ αἰτίας ψευδοῦς ἐπιστήσας σοι συκο‐ φάντην ἢ ὅλως ἀναρπάσῃ ἢ δήσῃ, πολλοὺς δὲ ἴσμεν πολλοῖς τοιαῦτα ἄρχοντας κεχαρισμένους, πότερον τῷ πατρὶ λελυκὼς ἔσῃ συμφορὰς ἢ τῶν οὐσῶν ἐκείνῳ κεκοινωνηκώς; οἶδα δὲ ἔγωγέ τισι τὸν δεσμὸν ἐξ ἐπι‐
10βουλῆς ἐνεγκόντα θάνατον, ὃ σύ γε μηδ’ ὄναρ πάθοις.
Or
.

55

.

7

Ἐρεῖς, νὴ Δία, χρηστὸς ἔσεσθαι περὶ αὐ‐ τὸν καὶ δίκαιος καὶ ποιήσειν οὐδὲν ἔτι τοιοῦτον. καὶ τίς ὅρκος οὕτως εἶναι δόξει φοβερός, ὃς τῆς ἀπιστίας ἐκείνου περιέσται; ἡγήσεται γὰρ ἀναβολὴν εἶναι τῆς
5γνώμης τὸν ὅρκον, καιροῦ δὲ διδόντος πάλιν σε τὸν αὐτὸν ἔσεσθαι καὶ τῶν αὐτῶν ἀντιλήψεσθαι διατριβῶν καὶ λόγων. οὐκοῦν μισήσει μὲν ταῦτα λογιζόμενος, μισοῦντα δὲ ἕξει σὲ τὸν ὑπ’ αὐτοῦ μισούμενον.
Or
.

55

.

8

οὕτω δὲ πρὸς ἀλλήλους ἔχοντας ἓν ποιμαίνειν ποί‐ μνιον καὶ χαίρειν μὲν τοῖς ἀλλήλων κακοῖς, προσ‐ ποιεῖσθαι δὲ τοῖς ἀγαθοῖς, εἰ καὶ μὴ ’κείνῳ δεινόν, σοί γ’ ἂν εἴη βελτίστῳ γε ὄντι καὶ δικαίῳ καὶ ὡς
5ἀληθῶς ἐλευθέρῳ. ζῆν γὰρ ἀνάγκη σὺν ἀηδίᾳ γε καὶ τῷ μοχθηρὸν ἑαυτὸν ὑπολαμβάνειν καὶ τῷ κατεγνω‐ κέναι μὲν ὧν ποιεῖς, φυγεῖν δὲ αὐτὰ μὴ δύνα‐ σθαι.
Or
.

55

.

9

ὁριεῖ δὲ ὑμῖν οὐ τὰ χωρία τῶν λόγων τὰς ὁμιλίας οὐδὲ λουτρά τε καὶ ἐργαστήρια καὶ αἱ τῶν ἀρχόντων ὁδοὶ χωρούντων τε ἄλλοσε καὶ ἐπανερχο‐ μένων. ἀλλὰ καλεῖ μὲν κἀπὶ τράπεζαν ἐκεῖνος, πολλοὶ
5δὲ οἱ τοῦτο ποιοῦντες καιροὶ καὶ ἄνευ γε τῶν καιρῶν πολλάκις ὁ τρόπος. πολλοῖς γε ἥδιον ἑστιᾶν ἤ τισιν ἑστιᾶσθαι. τί οὖν τότε ποιήσεις; τὸ μὲν γὰρ οὐχ ὑπακούειν χαλεπὸν ἂν εἴη ποιοῦντος, τὸ δ’ ὑπ‐ ακούειν ἀναισθήτου τε καὶ οὐ βουλομένου τὰ πεπραγ‐
10μένα εἰδέναι καὶ ὃν καὶ γράψαιτ’ ἄν τις τὸν πατέρα τε λέγων καὶ οἷα ἠδικημένος οἷα ποιοῦντα τὸν παῖδα ὁρᾷ τὸν ἑαυτοῦ.
Or
.

55

.

10

καὶ μὴν εἰ μὲν ἐκείνου προ‐ απέλθοις, ἀλγῶν ἂν ἀποθνήσκοις οὐ τυχὼν ὧν ἐπι‐ θυμεῖς· εἰ δὲ ἐκδέξαιο τεθνεῶτος αὐτοῦ τὴν ἀρχήν,
ζητῶν ἃ λαβεῖν ἐκωλύθης αὑτὸν ἂν κατεσθίοις.
Or
.

55

.

11

Ὁ πατὴρ γὰρ ἀδικεῖται παρὰ τοῦ κρι‐ θέντος ὑπὸ σοῦ μὴ σπουδαίου διδάσκειν. πόσοι δὲ ἄλλοι πατέρες ἀπὸ τῆς αὐτῆς αἰτίας, ἐξωρ‐ γισμένων τῶν διδασκόντων ὑβρίσθαι λεγόντων, χω‐
5ρούντων δὲ ἐπὶ τὰς τιμωρίας τῶν παρόντων οὐκ ἐχόν‐ των τοὺς ἀπηρκότας λαβεῖν; οὐχ αἱ μητέρες τεθνεώτων τῶν πατέρων εἱλκύσθησαν εἰς ἀγορὰν ἀήθεις οὖσαι τοῦ πράγματος καὶ κλύδωνί τε καὶ χερσὶ στρατιωτῶν παρεδόθησαν; οἷς δὲ οὐδέτερον, οὔτε πατέρες οὔτε
10μητέρες, ἐπί τε τοὺς οἰκέτας καὶ τοὺς ἀγροὺς ἧκον τοὺς αὐτῶν καὶ οἷς τούτων ἔμελεν ἄγχοντες καὶ ἀπο‐ πνίγοντες ἀναγκάζοντες τῶν ἄλλοσε δεσποτῶν πεπορευ‐ μένων καταβοᾶν.
Or
.

55

.

12

Εἶδον δὲ ἔγωγέ τινας δρασμῷ μὲν ἐπὶ τοῖς λόγοις χρησαμένους ἐν ἀγνοίᾳ γονέων τοῦτο πε‐ ποιηκότας, οὐ μὴν ὀνήσαντάς γε τοὺς γονέας τῷ μαθεῖν οὐδὲ ἀπηλλαχότας παρὰ τοῦτο τῶν παρὰ τῶν σοφιστῶν
5αὐτοῖς κακῶν, ἀλλ’ οἱ μὲν ἐμάνθανον, οἱ δὲ ἐπολε‐ μοῦντο. καὶ οὐδένα τούτων οὐδὲν πρὶν ἢ προσήκειν ἐπανήγαγεν. οὔτε γὰρ οἱ πατέρες τοιαύτας κλήσεις
ἐκάλουν οὔθ’ αὑτόν τις τῶν νέων τοιαῦτα ἠδίκησεν, ἀλλ’ οἱ μὲν ἐν τοῖς αὑτῶν καμάτοις παρεῖχον τοῖς ἐξ
10ἑαυτῶν κτᾶσθαι λόγους, οἱ δὲ οὐκ ἐποίουν κακῶς ῥιπτοῦντες ἃ διώκοντες ἧκον.
Or
.

55

.

13

ἐνοχλεῖται νῦν ὁ σὸς πατήρ; καινὸν οὐδέν. ἕξῃ μένων αὐτὸς τῶν λόγων; καὶ τοῦτο τῶν εἰωθότων. ἢ δεῖξόν μοι παῖδας ἐκ μέσου τοῦ μανθάνειν ἀνασπωμένους, ἔπειτα
5ἐλθόντας οἴκαδε παρεστηκότας τοῖς φύσασιν ἀτιμίᾳ μόνῃ τὴν βοήθειαν πορίζοντας. τί γὰρ ἂν καὶ προσ‐ ετίθεσαν; ἀλλ’ οὔτε Ῥώμη ταῦτα ἐπεῖδεν οὔτε τῶν αὐτοχθόνων ἡ πόλις οὔθ’ ἡ τέρπειν πεφυκυῖα Βηρυτὸς οὔθ’ ᾗ τὰς ἀρχὰς Ἀλέξανδρος ὁ Φιλίππου δέδωκεν ἤ,
10εἰ βούλει γε, ὁ τοῦ Διός.
Or
.

55

.

14

Ὃ τοίνυν οὐδ’ ἐνθάδε ἴσμεν γεγονὸς ἀπὸ τοι‐ αύτης προφάσεως, ἐπ’ ὀρφανίᾳ γέ τινες τοῦτ’ ἐποίησαν, μᾶλλον δὲ οἱ ταῖς ὀρφανίαις εἰς ῥᾳθυμίαν χρησάμενοι. οἷς γὰρ αὖ ἔρως παιδείας, τὰ μὲν ἀφεῖσαν ἐπι‐
5τρόποις καὶ νόμοις, αὐτοὶ δὲ ἔπινον, οἷα δὴ τῶν Μου‐ σῶν αἱ πηγαί. σοὶ δ’ ὁ πατήρ, εἰ καὶ ἀνθρώπῳ δυσ‐
χερεῖ συμπέπλεκται, ἀλλὰ ζῇ γε καὶ φωνὴν ἔχει καὶ φθέγγεται καὶ οὐκ ἀκούει τι μᾶλλον τῶν ἀηδεστέρων ἢ λέγει. ἴσως δ’ ἄν τι καὶ παιόμενος ποιοῖ παρα‐
10πλήσιον πύκταις ἐκείνοις οἳ τῷ δύνασθαι πληττόμενοι φέρειν τοὺς πλήττοντας ἀπειπεῖν ἠνάγκασαν. καὶ μὴν εἰ μὲν πλουτεῖτε, κατὰ τοῦτ’ ἂν ἀντέχοιτε· εἰ δ’ ὀλίγα τὰ ὄντα ὑμῖν, οὐδὲν ἂν ὑμῖν ἐν ταῖς προσβολαῖς ἀπολλύοιτο μέγα.
Or
.

55

.

15

Τῇ μητρὶ τἠμῇ συμμάχων μὲν ἔδει ποτέ, ἐβοήθει δὲ οὐδείς. ἀπεδήμουν δὲ αὐτός, ἐν οἷς δὲ ἦν, ἤκουον. ἀλλ’ ὅμως οὔτε ἀνεκαλούμην οὔτε ἄκλητος ἀνιστάμην. οὐδετέρῳ γὰρ τοῦτ’ ἐφαίνετο πρέπειν.
5ἀλλὰ τὰ μὲν τῆς οὐσίας ὑπέρρει καὶ τῶν πωλούντων ἦν ἀγρούς, πολλὴν γῆν ἀπὸ πολλῶν ἐργαζομένην. ὅμως δὲ ἦν οὗπερ ἦν, νομίζων οὐ τὸ τὴν ἐν τῇ μάχῃ τάξιν λιπεῖν εἶναι μόνον κακόν, ἀλλὰ καὶ τὸ τὴν τοῦ μανθάνειν, εἴτε τις ὑπὸ τοῦ πατρὸς εἴη ταχθεὶς εἴτε
10αὐτὸς ὑφ’ ἑαυτοῦ. πρὸς μὲν οὖν τὰς ἀγγελίας ἔκυπτον εἰς γῆν ἀπὸ λύπης καὶ τῆς λύπης μὲν οὐ περιῄειν ζητῶν φάρμακον, ἀλλ’ εἶχον ἐγγὺς ἐπ’ αὐτῶν τῶν χειρῶν αὐτὰ τὰ βιβλία, καὶ τῶν ἐξιόντων ἀγρῶν ἃ παρὰ τούτων ἦν ἀντιλαβεῖν ἐφαίνετό μοι καλλίω
15καὶ τιμιώτερα.
Or
.

55

.

16

Ἀλλ’ οὐδὲ Δημοσθένης ὁ Παιανιεὺς ἐν τῇ τῶν ἐπιτρόπων ἀδικίᾳ καὶ ταῖς κλοπαῖς καὶ ταῖς ἁρπαγαῖς τῇ μητρὶ παρεστηκὼς ἐθρήνει, ἀλλὰ καίτοι νοσήμασι τῶν περὶ τοὺς λόγους ἱδρώτων εἰργόμενος ὅμως ἦν
5ἐν τοῖς πόνοις, ἀφ’ ὧν ἔμελλεν εἰς ἄνδρας ἥκων δείξειν Ἀφόβῳ καὶ τοῖς ἄλλοις, ὡς οὐκ ἀκίνδυνα ἐτρύφων.
Or
.

55

.

17

Πόσα μὲν ἤκουεν Ὀρέστης ἐν Φωκεῦσι τρεφό‐ μενος περὶ τῶν ἐν Μυκήναις Αἰγίσθῳ τολμωμένων, ὃς οὕτω γήμας κακῶς οὐδὲ τὰς θυγατέρας εἴα τοῦ μετὰ Τροίαν ἐν δείπνῳ πεσόντος ἀναπνεῖν, ἀλλ’ ὅμως
5ἀνέμενε τῆς καθόδου τὸν καιρόν. εἰ δὲ προηπείχθη, τὸν μὲν βουλόμενον δίκην λαβεῖν ἐδείκνυεν ἄν, τού‐ του δὲ οὐδὲν ἂν εἶχε πλέον.
Or
.

55

.

18

Ἀναμιμνήσκου δὲ καὶ τοῦ μετὰ λύτρων ἐπὶ τὸν νεκρὸν τὸν Ἕκτορος ἥκοντος. ὁ τοίνυν Πρίαμος ἄγων εἰς ἔλεον Ἀχιλλέα διὰ τῆς μνήμης τοῦ Πηλέως
καὶ τῶν λόγων ταύτην ἀρχὴν ποιησάμενος κἀκεῖνον
5ἔφη βαρυτάτων πειρᾶσθαι τῶν περιχώρων. καὶ οὐκ ἀντεῖπεν Ἀχιλλεὺς ἀκούων τούτῳ τῷ μέρει τῶν λόγων, ὡς ἄν τις εἰδώς, ὅτι ταῦθ’ οὕτως ἔχει. ἀλλ’ οὐ διὰ τοῦτο τὸν πόλεμον καὶ τὰ τοῦ πολέμου πράγματα ἀφεὶς καθελκύσας τὰς ναῦς ἧκεν εἰς Φθίαν κουφό‐
10τερον τῷ Πηλεῖ ποιήσων τὸν βίον, ἀλλὰ τοὺς μὲν ἐμίσει, τῶν δὲ οὐκ ἀφίστατο.
Or
.

55

.

19

οἶμαι δ’ ἐν οἷς Πηλεύς, καὶ πολλοὺς ἑτέρους εἶναι συγγενεῖς τῶν τῇ Τροίᾳ προσεδρευσάντων. μάρτυς δὲ ἱκανὸς τῶν τοιούτων κακῶν ὁ Θουκυδίδης λέγων· ἥ τε γὰρ ἀνα‐
5χώρησις τῶν Ἑλλήνων ἐξ Ἰλίου χρονία γενο‐ μένη πολλὰ ἐνεόχμωσεν, ὥστε μὴ εἶναι τοῖς ἐπαν‐ ήκουσιν ἡσυχίαν εὑρεῖν. ἀλλ’ οὔτε τῶν ἄλλων οὐδεὶς τῶν οἴκοι φροντίζειν μᾶλλον ἠξίωσεν οὔθ’ ᾧ τοσαύτη πρόφασις ἀποπλεῖν ὑπῆν τὰ περὶ τὸ γέρας καὶ τὴν
10ὕβριν. ὁ δὲ οὐδὲ τῶν ὀμωμοκότων εἷς ἦν. ἔτι τοίνυν οἱ μὲν ἔμενον ἐν τῷ πολεμεῖν, ὅπως εἷς τὴν αὑτοῦ γυναῖκα κομίσαιτο. μόνος γὰρ ὁ Μενέλαος ἠδίκητο καὶ σῶμα ἓν ἥρπαστο, ἡ Ἑλένη. σὺ δὲ οὐκ ἄλλῳ πονήσεις, ἀλλὰ σὸν τοῦτο ἔστιν. ὥσπερ ἐκεῖνος ἐκεί‐
15νην, οὕτως αὐτὸς τοῦθ’ ἕξεις.
Or
.

55

.

20

Ἐδείκνυον μὲν οὖν ἄνω που τῶν ἀμηχάνων ὂν τῷ σοφιστῇ πρὸς ὑμᾶς ἐπὶ τοῖς πεπραγμένοις γενέ‐ σθαι ποτ’ ἂν φιλίαν, δῶμεν δὲ πολλὴν καὶ μεγάλην καὶ οἵαν ταῖς ὑμνουμέναις παραβάλλεσθαι γενήσεσθαι.
5ὑμεῖς δὲ μὴ τοῦτο λογίζεσθε μόνον, ἀλλὰ καὶ τὴν ἐντεῦθεν ἐσομένην ζημίαν. ἢ θησαυροῦ μὲν κω‐ λυόμενοι τυχεῖν οὐ πρᾴως οἰστὸν ἡγεῖσθε, λόγων δὲ κωλυόμενοι τυχεῖν πρᾴως ἀξιώσετε φέρειν;
Or
.

55

.

21

καίτοι τί τοσοῦτον ὁ Μίδας ὁπόσον ὁ Δημοσθένης; τί τοσ‐ οῦτον ὁ Κινύρας ὁπόσον Ἰσοκράτης; τί τοσοῦτον ὁ Λυδὸς ὁπόσον ὁ Λυσίας; τίς ἐγγὺς τῶν Ἀθηνῶν θή‐
5σεται τὰς Αἰγυπτίας Θήβας; τίς ἴσον κρινεῖ τὸν ἑκα‐ τέρας πλοῦτον, χρήματα καὶ σοφίαν; οὗτος γὰρ δὴ τῶν Ἀθηνῶν ὁ πλοῦτός ἐστι. φέρ’ εἰ σοῦ τις δεῦρο βαδίζοντος λαβόμενος ἤρετο· σὺ δὲ δὴ τί μαθὼν ταύτην ποιῇ τὴν ὁδὸν καὶ διὰ τί τῶν παρόντων
10ἀμελῶν τὰ ἀπόντα ζητεῖς; οὐκ εἰς μέτρον ἂν
ἑκατέρων καταστὰς πλέον ἂν ἐπειρῶ τι δεικνύειν ἐν τοῖς δευτέροις;
Or
.

55

.

22

ἔγωγε ᾑρούμην ἂν πρᾶγμα δὴ πωλῆσαι πᾶν τῆς τοιαύτης οὐσίας ἣ λαμπροτέρους ποιεῖ τοὺς ἔχοντας οὐ μόνον τῶν ἐν λειτουργίαις δει‐ ξάντων αὑτούς, ἀλλὰ καὶ τῶν ἐν μάχαις καὶ πολέμοις
5καὶ στρατηγίαις. τίς γὰρ ἀριστεύς, τίς ἡγεμὼν στρα‐ τεύματος οὐκ ἐλάττων ῥήτορος περὶ πολέμου καὶ εἰ‐ ρήνης λέγοντος ἐν ἐκκλησίαις ἄγοντος ἐφ’ ἑκάτερον, ὁπότε βέλτιον;
Or
.

55

.

23

Τἄλλα τοίνυν ἀφεὶς ἐξετάσω τὸν ῥητορι‐ κῆς διδάσκαλον. καὶ τὴν μὲν πρόσοδον ἐῶ τὴν ὑπὸ τῶν ἐν ταῖς ὥραις περὶ γῆν νοσημάτων ἐμποδιζομένην, ἀλλὰ τὸ ἄρχειν εὐγενοῦς νεότητος πόσον τι; τὸ δὲ περὶ
5τοὺς λόγους ἐπιδιδοῦσαν ὁρᾶν; τὸ δὲ χωροῦσαν ἐπὶ βίων ὁδούς; τιμὰς δὲ τὰς παρὰ τούτων, τὰς παρὰ τῶν πατέρων, τὰς παρὰ τῶν πολιτῶν, τὰς παρὰ τῶν ξένων; οὗτοι καὶ τοῖς ἄρχουσιν αἰδέσιμοι τοῖς τε ἐλάττοσι τοῖς τε μείζοσι, κἂν αὐτοὺς τοὺς ἐν βασιλείᾳ λέγῃς.
Or
.

55

.

24

λέγω δὲ αἰδεσίμους τοὺς κεκλημένους τε καὶ ὄντας, οὗ κατ’ ἔρωτα καὶ αὐτὸς ἡμῖν ἀφῖξαι. ὡς ὅστις ὄνος ἐστὶ λεοντῇ κεκαλυμμένος, ἀθλιώτερος ἐν ἐλέγχῳ καὶ γέλωτι ζῶν ἢ εἰ σιγᾶν ἐγνώκει καὶ ποιεῖσθαι τὸν βίον
5ἀπὸ τοῦ λίθους τοῖς οἰκοδομοῦσι φέρειν ἤ τινος ἑτέρας τοιαύτης ταλαιπωρίας. τοὺς μέν γε κἂν ἐλεήσαι τις, τοῖς δὲ οὐκ ἂν συγγνοίη, οὐδὲ γὰρ τῷ Φαέθοντι, ᾧ βέλτιον ἦν μὴ πεπεικέναι τὸν πατέρα μηδὲ χάριν εἰ‐ ληφέναι τοιαύτην ἧς τὸ πέρας ἐκπεσόντα κεῖσθαι τὸν
10ἡνίοχον.
Or
.

55

.

25

Ἀλλ’ ἐκεῖσε ἐπάνειμι, ὅτι οὐδὲν φαιδρότερον ἐν θεάτρῳ σοφιστοῦ τὰ πρέποντα κινουμένου τε καὶ σχηματιζομένου, ὅτε δὴ καὶ τοῖς κρατοῦσιν αὐτοῖς ἐκεῖνον ἐπέρχεται μᾶλλον ἢ σφᾶς αὐτοὺς εὐδαιμονίζειν,
5ὡς αὐτοῖς μὲν ἐν τοῖς ἑτέρων σώμασι τῆς ἰσχύος, τῷ σοφιστῇ δὲ ἐν τῇ ψυχῇ κειμένης.
Or
.

55

.

26

διὰ τοῦτο πα‐ τρὸς ἂν ἀκούσαις λέγοντος, ὡς ὑπὲρ τοῦ τῷ παιδὶ τοῦτο ἐγγενέσθαι τὸ κτῆμα πάντα ἂν ἡδέως τὰ ὄντα εἰσενέγκαι, κἂν εἴ τί ποθεν ἕτερον γένοιτο. τό τε γὰρ
5ἀντὶ τούτων ἐσόμενον εἶναι πολὺ κάλλιον δύνα‐ σθαί τε ἀντὶ τῶν προειμένων ἀντεισενεγκεῖν ἴσα, ἔστι δὲ οὗ καὶ πλείω. καὶ τεθναίη δ’ ἂν ὑπὲρ τοῦ τοι‐ οῦδε πατὴρ ἥδιον τῷ τῆς φύσεως δικαίῳ προστιθε‐ μένων τῶν ἀπὸ τῶν λόγων.
Or
.

55

.

27

σκόπει τοίνυν πηλί‐ κου πηλίκον καταθήσεις τὸν μισθόν, χάριτος ἀνονήτου δόξαν ἀθάνατον. εἰ δὲ καὶ τῆς οἰκείας τοῦτ’ ἔφερε τῷ πατρί σου χρόνον τινὰ στέρησιν, οὐκ ἂν εὖ φρο‐
5νεῖν ἐδόκει παρ’ ἑτέροις μετοικῶν τοῦτον τὸν χρόνον ἢ σοὶ φθονῶν τοσαύτης δυνάμεως; πόνον ἔχει τὸ πρᾶγμα αὐτ. τί δ’ οὐ τῶν καλῶν τοιοῦτον; τοῦτο καὶ ἀθλητὴν στεφανοῖ καὶ στρατιώτην, τοῦτο καὶ κυβερνήτῃ παρέχει διασῶσαι τὸ σκάφος, τοῦτο καὶ
10ἰατρῷ τὸν νόσῳ δαπανώμενον, τοῦτο καὶ γεωργῷ τὰ διὰ τῆς γῆς. λόγος δὲ καὶ τοὺς θεοὺς ταύτην τῶν ἀγαθῶν ζητεῖν παρὰ τῶν ἀνθρώπων τιμήν, ἀντ’ ἀργυ‐ ρίου καὶ χρυσίου τοὺς πόνους.
Or
.

55

.

28

Παῖδας ἤδη μοί τις ἑαυτοῦ παραδοὺς ξένος οὐκ ἀνέστρεφεν, ἀλλ’ εἰσιὼν ἐκαθέζετο καὶ παιδαγωγὸς οὐδαμοῦ τῶν παίδων ἐφαίνετο. ἐρομένου δή μου ποῦ δ’ οὗτος καὶ τίς; οὐ γὰρ δὴ δώσεις, ἔφην, ταύ‐
5την τοῖς υἱέσι τὴν ἐλευθερίαν, αὑτὸν ἔφησεν εἶναι τῶν αὑτοῦ τὸν παιδαγωγόν. καὶ οὕτως ἐποίησε καὶ τοῦτο οὐκ ἐν ὀλίγοις ἔτεσιν. οὗ πραττο‐ μένου τῶν οἴκοι δήπουθεν ἠμέλει καὶ τοῖς μοχθηρο‐
τέροις τῶν οἰκετῶν ὑπῆρχεν ἄδεια κακουργεῖν. καὶ
10ὁπότε τις πρὸς αὐτὸν ταῦτα λέγοι, πρὸς εἰδότα μὲν μᾶλλον ἔφασκε λέγεσθαι, πάνυ δὲ φαῦλον πρὸς τοῦτο τὸ κέρδος ἡγούμενον τὴν περὶ ἐκεῖνα βλάβην.
Or
.

55

.

29

ἥγη‐ σαι δὴ καὶ αὐτὸς παρεῖναί τέ σοι τὸν πατέρα καὶ παρέχειν αὑτὸν εἰς θεραπείαν τὴν σήν, εὐχὴ δέ, οἶμαι, πατρὶ νοῦν ἔχοντι παιδὶ παιδευομένῳ καὶ τὰ τῶν οἰ‐
5κετῶν εἰσφέρειν, ἃ δ’ ἀπὼν ἐβλάπτετ’ ἄν, [καὶ] οὐκ ἂν ἦν ἐλάττω δήπου τῶν νυνὶ γιγνομένων. οἶμαι δὲ καὶ θεῶν τινας αὐτῷ παρέσεσθαι καὶ βοηθήσειν καὶ οὐχ ἥκιστά γε τοὺς λογίους ἀμειβομένους ὑμῶν τὴν σπουδὴν τὴν περὶ τὰ παρ’ ἐκείνων δοθέντα.
Or
.

55

.

30

οἶμαι δὲ καὶ ἀνθρώπων τινὰς φανεῖσθαι τοὺς οὐκ αἰτιασο‐ μένους τὰ πραττόμενα μόνον, ἀλλὰ καὶ διακωλύσοντας λέγοντας, ὡς οὐ ταύτῃ ἐκεῖνον προσήκει τοῦ θρόνου
5ποιεῖσθαι φυλακὴν μᾶλλον ἢ τῷ δεικνύειν, ὡς ἀμεί‐ νοσιν ἑτέραις οὐκ ἐντεύξονται πηγαῖς. δεῖν γὰρ νι‐ κῶντα λόγοις κατέχειν τοὺς μαθητάς, ἀλλ’ οὐ φόβῳ τῶν τοὺς πατέρας αὐτοῖς περιστησομένων δεινῶν, εἰ μὴ μένοιεν αὐτοί. λυθείη δ’ ἂν καὶ τὰ νῦν ἐπικεί‐
10μενα ταῦτα παύσαντος διαδοχῇ τὸν νῦν ταῦτα χαριζό‐ μενον ἀνδρὸς δικαιοτέρου. τάχα δ’ ἂν εἴη μοι
πρὸς αὐτὸν καὶ φιλία.
Or
.

55

.

31

Μὴ τοίνυν ἀπείπῃς μήτε σὺ μήτ’ ἐκεῖνος μήτ’ ἀμείνονος θελήσῃς εἶναι φαυλότερος μηδὲ ὧν κατη‐ γορήσεις ὕστερον, ταῦθ’ ὡς καλὰ ποίει νῦν μηδ’ ἀπελ‐ θόντα πόθει τὸν χρόνον ἀντὶ τοῦ παρόντι χρήσασθαι
5μηδὲ τίς ἂν ἦσθα τοῦτ’ οὐχ ἁμαρτών, λέγε πρὸς τοὺς συνόντας ἀντὶ τοῦ συνήδεσθαι σαυτῷ τῆς παρού‐ σης ἰσχύος.
Or
.

55

.

32

Ὀδυσσεὺς μὲν οὖν αἰσχρόν φησιν εἶναι δηρόν τε μένειν κενεόν τε νέεσθαι, σοὶ δὲ οὐ καλὸν πρὶν ὅσον ἄξιον διατρίψαι παρ’ ἡμῖν, Γαζαίοις φανῆναι. οὐδὲ γὰρ ἡδέως ὄψονται τὸν οὕ‐
5τως ἐπανήκοντα οὐδ’ ὡς ἔχοντα τὸ πᾶν ἀσπάσονται οὐδ’ ἐννοήσουσι συλλόγους καὶ τὴν ἐν αὐτοῖς δοκι‐ μασίαν, ἀλλ’ ἀπ’ αὐτοῦ τοῦ τῆς ἀποδημίας χρόνου τὴν σὴν ἐπάνοδον κακιοῦσιν οὔτ’ ἀπαιτοῦντες λόγον αὐτῷ τε τῷ μηδένα λόγον ἀπαιτεῖν κατεγνωκότες τοῦ
10πράγματος.
Or
.

55

.

33

ἀλλ’ ἢν μένῃς ὁπόσον ἄξιον καὶ τῆς τέχνης ἀεί τι λαμβάνῃς, ὥστ’ αὐτὴν ὅλην ἔχειν τε καὶ
διδόναι δύνασθαι, προεκπέμψεις μὲν ἐλπίδας χρηστὰς περὶ ἑαυτοῦ, λυπήσεις δὲ μέλλων, εὐφρανεῖς δὲ φανείς.
5ἔπαινοι δὲ σοὶ καὶ τῷ πατρί, τῷ μὲν οὐ καταναγκά‐ σαντι πρὶν ἢ συμφέρειν παρεῖναι, σοὶ δ’ ὁμοῦ τήν τε ἐπ’ ἐκείνῳ λύπην τούς τε ὑπὲρ τῶν λόγων ἐνηνοχότι πόνους. ἀντίθες τοῖς νῦν ἀνιαροῖς καὶ τοῖς τοῦ πα‐ τρὸς δάκρυσιν, οὐ γὰρ ἀπιστῶ, τήν τε ἐξάξουσάν σε
10παρ’ ἡμῶν μετ’ εὐφημιῶν ἡμέραν τήν τε εἰς τὴν τῆς Ἰοῦς πόλιν εἰσάξουσαν ἡμέραν, ἣν ἐκ καλῆς γυναικὸς βοῦν ἐποίησε κατ’ ἀνάγκην ὁ Ζεύς.
Or
.

55

.

34

καὶ πολλαὶ πίστεις τῷ λόγῳ, ὃς ἐμοὶ μὲν εἴρηται διὰ βραχέων, μᾶλλον δὲ οὐχ ὅλος, σοὶ δ’ ἅπας εἰρήσεται τὴν πόλιν ἐγκωμιάζοντι. δῆλον γάρ, ἐντεῦθεν ἄρξῃ τῶν
5ἄθλων ὑμνῶν πόλιν ἀρχαίαν καὶ τῆς Ῥωμαίων προ‐ βεβλημένην ἀρχῆς καὶ λόγων εἶναι βουλομένην ἐργα‐ στήριον. ὁ πατὴρ δέ σοι καθεδεῖται μερίτης τῶν ἐπαί‐
νων τοῦ θεάτρου κἀκεῖνον στεφανοῦντος. τότε τὰ νῦν πικρὰ καὶ χαλεπὰ φίλα τε καὶ ἥδιστα κρινεῖ,
10τότε τῷ πάντα γενναίως ἐνεγκεῖν αὑτὸν ἐπαινέσεται.
Or
.

55

.

35

οἶμαι δὲ καὶ περὶ τὸν Ὀδυσσέα τουτὶ γενέσθαι ἤδη τε ὄντα ἐν Ἰθάκῃ καὶ τὴν ἀρχὴν μετὰ τοῦ παιδὸς καὶ τῆς γυναικὸς αὖθις εἰς ἑαυτὸν ἔχοντα. ἔχαιρε πεπονθὼς ἃ ἐπεπόνθει διὰ θαλάττης
5ἐρχόμενος, καὶ παρεῖχεν ἑορτὴν αὐτῷ τῶν φοβερῶν ἐκείνων ἕκαστον καὶ αὐτός γε ὁ Κύκλωψ καὶ τὸ σπή‐ λαιον αὐτοῦ καὶ ἡ θύρα καὶ ὁ λίθος.
Or
.

55

.

36

τίς ἔσῃ ψηφίσματι καὶ γνώμῃ κοινῇ πρὸς θρόνον ἀγόμενος; τίς πλατεῖ διδασκαλείῳ τὸ μεταχωροῦν δεχόμενος; τίς εἰς ἀγῶνα προκαλούμενος; τίς ἀγωνιζόμενος; τίς κρα‐
5τῶν; τίς κηρυττόμενος; ὁ δ’ ἢ πτήξας καὶ πεσὼν ἀπὸ τοῦ φρονήματος πεσεῖται καὶ θεραπεύσει τὸν κρείτ‐ τονα τοῦ μὴ καὶ τῆς προσηγορίας ἐκπεσεῖν χάριν εἰδὼς τοῖς θεοῖς ἢ φιλονεικῶν ἀγαθὸν ἡγήσεται σύμ‐ βουλον τὸν Ἡσίοδον οὐκ ἐῶντα τοῖς κρείττοσιν ἀντι‐
10φερίζειν.
Or
.

55

.

37

Ταῦτα καὶ τὰ τοιαῦτα μάλιστα μὲν ὁ σὸς πατὴρ ἐπίδοι καὶ τὴν ψυχὴν ἐν πολλοῖς ἀγαθοῖς ἀφεὶς μετασταίη, εἰ δ’ οὖν καὶ φθαίη, τῶν ταῦτ’ ἀγγε‐ λούντων οὐκ ἀπορήσει. οἱ γὰρ ἀεὶ καταβαίνοντες
5ἐκεῖσε τὸ τῶν ζώντων πρὸς τοὺς ζῶντας ποιοῦσι πρὸς τοὺς τεθνεῶτας.
Or
.

55

.

38

Ὅταν οὖν, ὦ Ἀναξέντιε, τῶν τἀναντία τοῖς εἰρη‐ μένοις ὑπ’ ἐμοῦ παραινούντων ἀκούῃς, ἐχθρούς τε αὐτοὺς ἡγοῦ καὶ σοῦ καὶ τοῦ σοῦ πατρὸς καὶ μεμνημένος ὧν διῆλθον διέλεγχε τῆς συμβουλῆς τὴν
5βλάβην.
Or
.

56

t

ΚΑΤΑ ΛΟΥΚΙΑΝΟΥ.
Or
.

56

.

1

Εἰμὶ μὲν τῶν ἀπηντηκότων Λουκιανῷ οὐ διὰ τὸ μηδὲν ἔχειν ἐγκαλεῖν, ἀλλ’ ὅτι πάντα διαγέγονα τὸν χρόνον πρᾴως μᾶλλον τὰ τοιαῦτα φέρειν ἀξιῶν ἢ τιμωρίας ἐπιθυμῶν· ἐπεὶ δὲ ᾐσθόμην τινῶν αἰτιωμέ‐
5νων τὸ μὴ καὶ πάντας εἶναι τοὺς ἀπηντηκότας τῷδε, τὸ οὕτως ὀλίγους οἶμαι δεῖν ἐπιδεῖξαι τοῦτο δικαίως γεγενημένον καὶ μὴ τοῖς ἡδέως τινὰς ἐξαπα‐ τῶσι δεδόσθαι τινὰ κατὰ τῆς πόλεως ἀφορμήν.
Or
.

56

.

2

Οἱ μὲν οὖν ἐπὶ ταῖς εὐφημίαις οὗτοι τεταγμένοι καὶ τοῦτ’ ἔχοντες τέχνην ἀπήντησάν τε καὶ τὸν εἰω‐ θότα κατειλήφεσαν τόπον μείζους ἢ χρῆν ὑπ’ αὐτοῦ γεγενημένοι καὶ τιμαῖς ταῖς κατὰ τῆς βουλῆς τετιμη‐
5μένοι, ὥστε ὑφ’ ὧν εἶχον ἐπὶ τὴν ἀντίδοσιν παρεκέ‐ κληντο· τοὺς δὲ ἀπὸ τῶν ἀρχῶν οὐδὲν ἦν τὸ πεῖθον ταῦτα ποιεῖν. ὅσοι γὰρ ὕβρεων τρόποι, παρέλιπεν οὐδένα τέτταρας μὲν ἡμέρας μόνας τοῦ μηνὸς [οὐ] ποιήσας προσρήσεως, δείλης δὲ ἀπειπὼν εἰς ἅπαξ μὴ
10βαδίζειν ὡς αὐτόν, ἐπιτάγματα δὲ μηδαμῆ προσήκοντα τοῖς τῆς μεγάλης βουλῆς ἀναγκάζων δέχεσθαι.
Or
.

56

.

3

αὐτὴν τοίνυν τὴν ἔχουσαν τὰς εἰσόδους ἡμέραν οὐκ ἔχειν καὶ μικρὸν ὑστερήσαντας ἐκέλευσεν, ἀλλ’ ὁ τοῦ πλείονος ἀποσχισθεὶς ἀπεκέκλειτο. δεομένοις δὲ τοι‐ ούτοις καὶ τοσούτοις ὑπὲρ ἀνθρώπων ἀθλίων μέχρι
5μὲν ῥήματος διδοὺς τὴν χάριν, ἔργῳ δὲ πᾶν τοὐναν‐ τίον ποιῶν, πότερ’ ὕβριζεν ἢ οὔ; καὶ πάνυ γε φαίην ἂν προσόντος τοῦ καὶ καταγελᾶσθαι παρ’ αὐτοῦ τοὺς οὐκ ἀπιστήσαντας.
Or
.

56

.

4

ἔτι τοίνυν τοὺς ταὐτοῦ μετέχον‐ τας αὐτῷ θρόνου κατὰ τὸν νόμον βουλόμενος ἀφελέ‐ σθαι τὴν τιμήν, εἶτ’ ἐκβάλλειν οὐκ ἔχων προσκεφα‐ λαίοις αὑτὸν ὕψωσεν, ὡς τοῖς μὲν ἐπὶ τῆς σανίδος,
5αὐτῷ δὲ ἐπ’ ἐκείνων εἶναι καθῆσθαι καὶ τὸν ὦμον ἔχειν ἀνωτέρω τῆς ἐκείνων κεφαλῆς. τὸ δ’ ἱδρύειν μὲν πρὸ τῶν θυρῶν τοὺς αὐτὸν ὀψομένους,
ποιεῖν δὲ ταύτην τὴν καθέδραν ὑπὸ πλήθουσαν ἀγορὰν ἐξεπίτηδες πῶς οὐ τρυφῶντος ἦν ἐν τῇ διὰ τούτων
10ὕβρει;
Or
.

56

.

5

Ἀντὶ οὖν ἀτιμίας καὶ ὕβρεως τρέχειν ἔδει τοὺς ταῦτα πεπονθότας ἄλλον πρὸ ἄλλου πειρώμενον ἰδεῖν τε καὶ περιβαλεῖν καὶ φιλῆσαι; ἀλλ’ οὐ ταῦτα μισούν‐ των τε καὶ μισουμένων ἐστίν, ἀλλ’ ἐν οἷς τἀναντία.
5νοῦν γὰρ ἐχόντων ἀνθρώπων τὸ ἀμύνασθαι καὶ τοὺς θεοὺς ὁρώντων ἀμυνομένους καὶ τὴν φύσιν αὐτὴν εἰσηγουμένην.
Or
.

56

.

6

Οὐ τοίνυν ἐπ’ ἐκείνας ἂν ἔλθοιμι τὰς αἰτίας, ὅτι ὁ μὲν οὐκ ἤκουσεν, ὁ δὲ βραδέως, ὁ δ’ ἠρρώστη‐ σεν, ὁ δ’ ἦν ἐν ἀνάγκῃ μείζονι. τούτων οὐδὲν αἰτιώ‐ μενος τοὺς μὲν ἀπαντήσαντας σιδηροῦς καλῶ, τοὺς δ’
5οὐκ ἀπηντηκότας εἰκός τί φημι παθεῖν. τί γὰρ ἂν αὐτοὺς καὶ ἐξῆγε; τὸ δούλους ἀντ’ ἐλευθέρων γεγε‐ νῆσθαι; τὸ δεσμῶν ἄνευ περὶ τὰς θύρας δε‐ δέσθαι; τὸ τοὺς μὲν ἐν φόβῳ βεβιωκέναι πληγῶν, τοὺς δὲ καὶ εἰληφέναι; τὸ γυμνοὺς ἐν τοῖς χιτωνίσκοις ὑπὸ
10ταῖς πικραῖς τῶν βασανιστῶν φωναῖς εἰσῆχθαι μυ‐ ριάκις; τὸ πρανεῖς χαμαὶ κειμένους ἐν οἴκτου μέρει
τὴν σωτηρίαν αἰτεῖν; τὸ πρὸ τοῦ ζεύγους πλανᾶσθαι κατὰ τὴν πόλιν ἀπειρηκόσι ποσίν;
Or
.

56

.

7

ἀλλὰ τὸν ἐπὶ τῶν σκληροτάτων ὕπνον; ἀλλὰ τοὐν μέσῳ δεῖπνον τὸ καθ’ ἑκάστην ἑσπέραν; ἀλλὰ τῆς καταδίκης τὸν ὄμβρον; ἀλλὰ τὸ τοὺς δεσπότας δακρύεσθαι παρὰ τῶν ἀκολού‐
5θων ὁρώντων ἐν ἐκείνοις ὧν οὐδὲν ἐν ἑαυτοῖς; τῷ ποτ’ οὖν ἐξήγοντ’ ἄν; ἢ τῷ τὴν μὲν λύπην τῆς βουλῆς εἶναι χαρὰν ἐκείνῳ, τὴν δὲ χαρὰν ἀνίαν, καὶ τὴν μὲν αὐτοῖς ἐντιθέναι, τὴν λύπην, τὴν δὲ ἢ κω‐ λύειν ἢ ἐνοῦσαν ἐκβάλλειν;
Or
.

56

.

8

ἀλλ’ ὅτι Ταντάλους ἅπαντας ἐποίησε τοὺς ὑπὸ τῷ λίθῳ; λίθος γὰρ ὁ φό‐ βος εἰρήσθω μοι. εἰ γὰρ ἅμα ῥοπάλοις ἀπαντήσαντες παίοντες κατήνεγκαν, οὐκ 〈ἂν〉 ἦν ψόγος καὶ τῷ θυμῷ
5καὶ ταῖς πληγαῖς, οἶμαι μέν, εἰ καὶ Πενθέα τὸν κατάρα‐ τον ποιησάμενοι τοῦτον τὰ μέλη διέρριψαν;
Or
.

56

.

9

ἐπεὶ καὶ αὐτὸ τό τινας γενέσθαι τοὺς ἀπαντῶντας τέχνης ἔργον ἦν. οἱ γὰρ δὴ κήρυκες κινοῦντες εἰς
ἔξοδον τὴν πόλιν τοὔνομα τῆς ἀρχῆς λέγοντες καὶ παρακρουόμενοι καὶ τὸν οὐκέτ’ ὄντα φόβον ἐπάγοντες
5ὡς ἔχοντος, εἰ βούλοιτο, ἔτι καὶ τρῶσαι, τοῦτο δὴ τοῦ συνδίκου ῥάψαντος, ἀνθρώπου πᾶν ἂν ὑπὲρ αὐτοῦ μηχανησαμένου πρᾶγμα οὕτως ἐξέβη.
Or
.

56

.

10

τῆς ἐσθῆτος δὲ ἕτερα μηνυούσης καὶ τῶν πρὸ τοῦ ζεύγους οὐκ ἂν φαίην, ὡς κατηρώμεθα τοῖς κήρυξιν, ἀλλ’ ὡς ᾔδειμεν χάριν μᾶλλον ὄψιν ἡδίστην θεώμενοι, Λουκιανὸν
5ἀσθενῆ καὶ ζητοῦντα τὴν ἀρχήν, οὐκ ἔχοντα, ἃ χρῆν οὐκ αὐτὸν ἐνθυμούμενον, κλέψαι τῇ νυκτὶ τὴν εἴσοδον, ἐπεὶ μὴ πρίασθαί γε ἐξῆν ποθεν τὸν Γύγου δα‐ κτύλιον ἢ μισθωσάμενον γοητείαν ὑπὸ τοῖς ἐκείνης μαγγανεύμασι δραμεῖν.
Or
.

56

.

11

τὸ μὲν προσῆκον τοῦτ’ ἦν, ὁ δ’ ὥσπερ Ὀλύμπια νενικηκὼς οὐ μόνον γυμνῇ τῇ κεφαλῇ καὶ πανταχῆ βλέπων ἤλαυνεν, ἀλλ’ ἦν ὑβρι‐
στὴς καὶ ἰδιώτης. καὶ τοῦτο μὲν ἄνδρα Λαρισαῖον ἐκ
5λόγων τε ἐν δίκαις δυνηθέντα καὶ πόλεις ἐν ἀρχῇ σε‐ σωκότα τιμῶντα ἠτίμασε μετὰ τοῦ περὶ ταῦτα νόμου, τοῦτο δὲ φόβους αὖθις ἐπέσεισε τῇ βουλῇ τήν τε ἑαυτοῦ 〈πολιὰν〉 λέγων τήν τε ἐκείνων νεότητα, ὡς διὰ ταύτην αὐτὸς μὲν ἐκείνων ἄρξων, ἐκείνους δὲ ὑπ’ αὐτῷ κει‐
10σομένους. καὶ τίς σοι ταῦτα Βάκις, τίς Ἀμφίλυτος, ὅτι καὶ γηράσεις καὶ ἄρξεις καὶ ὧν, ᾖδε;
Or
.

56

.

12

διὰ τί δέ, εἰ καὶ ταῦθ’ οὕτως ἕξει, τὴν διάνοιαν οὐ κατέ‐ χεις, ἀλλ’ ἤδη βοᾷς, ὡς τὴν ἔννομον ἀρχὴν τυραννίδα ποιήσεις τῇ προτέρᾳ τήνδε προστιθείς; ἔν τε γὰρ ἐκείνῃ
5τοὺς πρὸ αὐτῆς οὐ πτήξαντας ἐποίεις κακῶς καὶ νῦν ποιήσειν λέγεις. ταυτὶ δὲ οὐ ποιμένος, ὅπερ ἐστὶν ὁ ἄρχων, ἀλλὰ λύκου.
Or
.

56

.

13

Τί δ’ ἂν καὶ ἐγκαλοίης τῇ βουλῇ λαβὼν τὴν ἀρχήν; —δῶμεν γάρ—ὅτι δεινότερα πάσχουσα τῶν ἀργυ‐ ρωνήτων καὶ τῶν μὲν ὑπὲρ φυγῆς διαλεγομένων πρὸς αὐτὴν καὶ ὀρῶν καὶ ἄντρων καὶ κορυφῶν, τῶν δ’
5ὑπὲρ βασιλείων εἰκόνων ἅσπερ ἔχουσιν αὑτοῖς
χειμαζομένοις λιμένας, ἑτέρων δὲ τόπους λεγόντων ἰσχύοντας καὶ τραπέζας τοῖς κράτος ἔχουσιν αἰδεσί‐ μους, ἃς ὑπελθοῦσιν ἄδειαν εἶναι, μὴ γὰρ εἶναι τὸν ἁψόμενον, τοιαῦτα ἀκούοντες ἃ καὶ πρὶν ἀκούειν ὑπ‐
10ῆρχεν αὐτοῖς ὁρᾶν, οὔτε αὑτοὺς ἔπεισαν οὔθ’ ὑφ’ ἑτέρων ἐπείσθησαν οὐδέτερα, οὔτε φεύγειν οὔτε λα‐ βόντες τοὺς εἰς τὰ θέατρα φερομένους τῶν βασιλέων τύπους ἐκεῖσε καταφυγόντες ἀπολυθῆναι τῶν δεινῶν, ἀλλὰ μᾶλλον ᾑροῦντο πάσχειν ἃ διῆλθον ἢ τυχεῖν
15τοιαύτης ἀπαλλαγῆς;
Or
.

56

.

14

οὐ τοίνυν οὐδὲ διὰ τῆς πρεσβείας οὐδὲν ἀγνοούμενον τὸν ὕπαρχον ἐδίδαξαν, ἀλλ’ ἧκόν τε παρ’ εἰδότα καὶ ἃ μεθ’ ἡμῶν ἐπεπόν‐ θεσαν ἀντὶ τοῦ δεῖσθαι λέγειν ἤκουον. εἰκότως.
5πολὺ γὰρ θάττω τὰ τῆς φήμης πτερὰ τῶν ἐκείνους φερόντων τροχῶν. ἐχρήσαντο δὲ οὐδὲν οὐδὲ τῷ διὰ τῶν ἀνωνύμων γραμμάτων ἐπὶ σὲ πολέμῳ τῶν μυρία δὴ στησάντων τρόπαια καὶ φρόνημα ἄρχουσι καθελόν‐ των. μὴ θρηνεῖν δὲ ἐλαυνομένους οὐκ ἦν. εἰ δέ σοι
10τούτου δίκην ὤφειλον, καὶ τοῖς τυράννοις οἱ τυραν‐ νούμενοι. ἀλλ’ οὔτε ἐκείνοις ἐκεῖνοι οὔθ’ οἵδε σοί, ἀλλ’ οἱ τῆς κραυγῆς αἴτιοι τοῖς ταύτης ἄξια παθοῦσιν.
Or
.

56

.

15

Ἀλλά, νὴ Δία, τὰ μετὰ τὴν πύλην τῶν πρὸ αὐτῆς ἐπιεικέστερα; ἀλλ’ οὐκ ἂν μὲν φαίην, ὡς οὐκ εὐπόρησε τῶν ἐπαινούντων, ἦσαν δὲ οὗτοι τίνες; οἷς ἄρουρα μὲν τὰ τῶν ὀρχηστῶν κάτω, μᾶλλον δὲ
5ἄμφω, τά τε κάτω τά τε ἄνω. λέγεται δὲ πᾶν τὸ ἐπελ‐ θόν, κἂν πάντες κωλύωσί με.
Or
.

56

.

16

τούτοις πρὶν ἥκειν δεῦρο διαδοὺς χρυσίον καὶ πρότερον ἑτέραις κατειλημ‐ μένοις χάρισι ταῖς διὰ τῶν ὀρχηστῶν ἐπὶ ῥήματα τοι‐ αῦτα ἐξήγαγεν, ἃ θαυμάσαιμ’ ἂν εἰ μὴ κοινὴν τῆς
5πόλεως ποιήσει τὴν ζημίαν. ἀρξάμενοι γὰρ ἀπὸ τῶν θεῶν καὶ τούτους μαστιγώσαντες ἐν τοῖς λόγοις ἠσέ‐ βησαν μὲν εἰς τὸν αὐξόμενον τοῖς Ῥωμαίων πράγμασι τὸν καλὸν Ἀρκάδιον, οὐκ ἀπέσχοντο δὲ τῆς τῶν ἐπάρ‐ χων συνωρίδος, τοῦ μὲν πατρός τε καὶ διδασκά‐
10λου, τοῦ δὲ παιδός τε καὶ μαθητοῦ, λύκους ἐπαφιέντες
τοῖς Λυκίοις. ἔτι τοίνυν ἔπαυσαν μὲν τὰς τέχνας, ἀπεῖπον δὲ τῷ λαβόντι τὴν ἀρχὴν μὴ προσιέναι τῇ πόλει.
Or
.

56

.

17

καὶ ταύτης τῆς μανίας τιμὴν ὁ μὲν ἔδωκεν, οἱ δὲ ἔλαβον. καὶ τούτων ἑτοιμασθέντων αὐτῷ καλ‐ λωπισάμενος ἱματίοις ὁ θεοῖς ἐχθρὸς προελθών, ὡς δὴ λουσόμενος, εἰς μέσους αὐτοὺς ἐμπεσὼν ἑσπέρας
5τῷ λουτρῷ χαίρειν εἰπὼν ἀναστρέψας οἴκαδε ἐβάδιζε παραπεμπόμενος ὑπὸ τοσαύτης ἀσελγείας. καὶ οἱ μὲν ἠσέλγαινον, ὁ δὲ ἐβρενθύετο ὥσπερ ἐν τοῖς ἐκείνων ἢ αὐτοῦ βελτίονος ἀντὶ χείρονος ἢ χειρόνων ἐκείνων ἀντὶ κρειττόνων ἐσομένων. καὶ ὅπως διὰ πάσης
10γε ὑπερβολῆς ἔλθοι τὰ τῆς ὕβρεως καὶ παραλειφθείη μηδὲν μηδὲ σιωπηθείη, σκότῳ ποιεῖ πλείω τὴν παρρη‐ σίαν ἀφελὼν τὴν λαμπάδα. οἱ δ’ οὔτε πυρὸς οὔτε σελήνης ἐλεγχούσης ἐκώμαζον.
Or
.

56

.

18

ἥλωσαν μέντοι καὶ οὕτω τινὲς φωνῇ τε καὶ γέλωτι καὶ τῷ καλεῖν ἀλλή‐ λους. καὶ τῶν θεῶν γε βουλομένων δώσουσιν αὐτίκα δίκην. ἣν αἰσχρῶς διαφυγὼν Λουκιανὸς ὁδοὺς ἀναι‐
5σχύντους, ὡς ἔστιν ἀκούειν, ἔρχεται τὴν πόλιν ἡμῖν εἰς αἰτίας ἑτέρας ἐμβεβληκώς. ἐν γὰρ δὴ τοῖς τοιούτοις κακοῖς, κἂν τὸ πλέον σωφρονῇ, μετὰ τοῦ μανέντος ἐγκέκληται συκοφαντούμενον μέν, ἔξω δ’ οὐκ
ἔνι καταστῆναι μέμψεως.
Or
.

56

.

19

Τούτων τοῖς ἐπαίνοις γαυριᾷ Λουκιανός. οἷς ἄν τις εἰκότως χρήσαιτο τεκμηρίοις τοῦ πρὸς ἔσχατον ἥκειν αὐτὸν κακίας. ὥστ’ εἰ καὶ τοῦτο μόνον ἤγγειλέ τις βασιλεῖ, ὅτι συμφορὰ μὲν τοῖσδ’ ἐστὶ τὸ τῆς ἀρχῆς
5τὸν δεῖνα πεπαῦσθαι, πλείστου δ’ ἂν τιμήσαιντο πάλιν αὐτὸν ἐπὶ τῆς αὐτῆς ἰδεῖν, καὶ κατὰ τοῦτ’ ἂν αὐτὸν ὀφείλειν ἐνόμισε δίκην.
Or
.

56

.

20

Ἀλλ’ ὅμως τινὲς ἠξίουν καὶ τοὺς οὐ τοιούτους τὰ τούτων ἁμαρτάνειν καὶ θρηνεῖν ὡς πηγῆς ἀγαθῶν ἀπολωλυίας τῇ πόλει. κακῶν μὲν οὖν ἀφορμῆς. ταῦτα δέ ἐστιν ἀτιμίαι, πληγαί, νόμων 〈καὶ〉 δίκης ἀσθένεια, φό‐
5βος συνδίκοις, περιοφθεὶς γυμνὸς ὁ πολιτευόμε‐ νος, ἔφεσις κεκωλυμένη δέει, φρόνημα τῶν οὐδενὸς ἀξίων, ταπεινότης 〈τῶν〉 πολλοῦ, μέγας ὁ μῖμος, οὐδὲν ὁ διδάσκαλος, πολλαὶ ψευδολογίαι, τούτων ἐν ταῖς πλείοσιν ἐπιορκίαι.
Or
.

56

.

21

Ταῦτα καὶ ἃ μηδὲ ἐξειπεῖν ῥᾴδιον πεπαῦσθαι μὲν ἀγαθὸν μέγα, εὐεργέτης μὲν ὁ στρατηγὸς ὁ τὸν
ὕπαρχον κεκινηκώς, εὐεργέτης δὲ Τατιανὸς οἷς ἤκουσε πληγείς, εὐεργέται δὲ ἄμφω πάλιν τοῖς ὡς βα‐
5σιλέα περὶ τούτων γράμμασι ταὐτὰ μὲν βουλομένοις, ταὐτὰ δὲ φθεγγομένοις, ἀλλ’ ἀδικοῦμεν ἡσθέντες χρη‐ μάτων μὲν κακῶς δοθέντων καλῶς ἀναστρεφόντων, ἐθῶν δὲ τῶν τε ῥωμαλεωτέρων τῶν τε ὡραιοτέρων ὅθεν ἐκινήθησαν ἐπανιόντων, εἰκόνων δὲ τῶν ἴσων ἀξιου‐
10μένων, παρέδρου τε συνειλημμένου στρατιωτῶν τε, τῶν μὲν ταῦτα ἐπαινεσάντων, τῶν δὲ εἰσηγη‐ σαμένων; εἰ γὰρ ἀποκτεῖναί τε αὐτὸν ἔδοξε βασιλεῖ καὶ προσαποστερῆσαι ταφῆς, οὐ καὶ τόθ’ ἡμᾶς χαίρειν ἐχρῆν καὶ ᾠδαῖς ἀμείβεσθαι τὸ ἔργον; τί δ’ ἂν ἥδιον
15γένοιτο τοῦ παμπόνηρον ἄνθρωπον καὶ ἔχιν σφάτ‐ τεσθαι, καίεσθαι, κατακόπτεσθαι;
Or
.

56

.

22

Ταυτὶ μὲν οὖν ὅ τε Ἥλιος ἥ τε Θέμις ἐπίδοι θεοί τε ὧν ἐπὶ τοῖς ἡμετέροις ὄρεσιν ἱερὰ παρὰ τῶν ἐκ τῆς Ἑλλάδος δεῦρο μετῳκηκότων ἱδρυμένα· τοῖς δ’ Ἀντιοχέων ὑγιαίνουσι καὶ τὰ πεπραγμένα αἰτιωμένοις
5μὴ τοσοῦτον ἀρκείτω μηδ’ ὀμνύτωσαν οἱ βουλεύοντες
μόνον ἀλγεῖν τοῖς τετολμημένοις, ἀλλ’ ἔργῳ τοῦτο δεικνύτωσαν. τοῦτο δέ ἐστιν ἑλεῖν δι’ ὅσων ἔνεστι τοὺς γλώττας ἀκολάστους ἔχοντας 〈καὶ〉 παρα‐ δοῦναι τοῖς νόμοις, τῶν ξένων διακρῖναι τοὺς μετριω‐
10τέρους ἀπὸ τῶν κατορωρύχθαι δικαίων καὶ τῶν μὲν συνήδεσθαι τῇ πόλει μενόντων, τῶν δ’ αὐτὴν ἐλευ‐ θεροῦν ἐκβάλλοντας, ἐξωθοῦντας, ἐκκηρύττοντας.
Or
.

56

.

23

ἡ δὲ κρίσις· οἷς μέν ἐστιν οἶκος καὶ γυνὴ καὶ τέκνα καὶ τέχνη, τούτοις μὲν μεταδιδόναι τῆς πόλεως ἄξιον ὡς ἐν τούτοις αὐτῶν τῆς εὐταξίας δηλουμένης, οἷς δ’ ἀντὶ
5τούτων ἁπάντων τὰ παρὰ τῶν ὀρχουμένων, ζητεῖν κελεύειν ἑτέραν αὑτοῖς πόλιν ἐπ’ ὤμων τοὺς ὀρχηστὰς φέροντας.
Or
.

56

.

24

ἔστι δὲ οὐκ αἰσχρὸν ἡμῖν αἰτῆσαι ταύ‐ την παρὰ βασιλέως τὴν χάριν ἀφ’ ἧς εἶναι δόξομεν αὐτῷ βελτίους ἐν τῷ ψηφίσματι τοὺς τρόπους ὁρῶντι τῆς πόλεως. μὴ γὰρ οἰέσθω μηδεὶς ξίφει ταῦτά ποτε
5στήσεσθαι καὶ θανάτοις, οὐδὲ γὰρ τὰ νῦν ἐπέπρακτο ἂν ἕνεκά γε θανάτων, εἴπερ ἦν τι τοσοῦτον ἐν τοῖς θανάτοις.
Or
.

56

.

25

νῦν δ’ ὁμοῦ περί τε τῶν οὕτως ἀπελθόντων ἐν τῷ θεάτρῳ πρὸς ἀλλήλους λέγουσι καὶ τὰ πρότερα κρύπτεται τοῖς δευτέροις τῶν ὀρχηστῶν αὐτοὺς τὸ φρονεῖν ἀφαιρουμένων πλέον τι τῶν προ‐
5τέρων δυνηθέντων ἐχόντων πολλοὺς ἑτοίμους ὑπὲρ
αὐτῶν τελευτᾶν.
Or
.

56

.

26

Τὴν μὲν οὖν τήμερον ὀργὴν ὑμῶν ἐπαινῶ καὶ τὸ φάσκειν οὐκ οἴσειν, εἰ μὴ λάβοιτε δίκην· ἣν δ’ ὑπὲρ τοῦ μέλλοντος ἔχω γνώμην, ἐγὼ πιστεύω οὐ λειφθή‐ σεσθαι τῶν μάντεων. οὗτοι γὰρ οἱ χαλεποὶ καὶ ὦ Γῆ
5τε καὶ Ἥλιε βοῶντες λουσάμενοί τε καὶ δειπνήσαντες καὶ πολὺν τοῖς ἐκπώμασιν ἐπισπασάμενοι τὸν ὕπνον καὶ μόλις ἐγερθέντες οὔτε πρὸς ἑαυτὸν ἕκαστος οὔτε πρὸς ἄλλον ἐρεῖ τι περὶ τούτων, ἀλλὰ καὶ τῶν τε πε‐ πραγμένων τῶν πολλῶν οὐδὲν εἴρηται οὔτ’ εἶπέ τις
10οὐδένα κακῶς οὐδὲ ἤκουσεν, ἡκούσης δὲ ἤδη τῆς φλο‐ γὸς ἢ τῆς νεφέλης ἢ τῶν κυμάτων πολὺ τὸ τοῦ Δη‐ μοσθένους ἐν στόμασι· νὴ τὸν Δία, ἔδει γὰρ τὸ καὶ τὸ ποιῆσαι καὶ τὸ μὴ ποιῆσαι.
Or
.

56

.

27

τὸ δ’ αἴτιον, μισοῦσιν ἀλλήλους καὶ τοῖς ἀλλήλων φθονοῦσιν ἀγαθοῖς, κἂν εἴπῃ τις γνώμην τῷ κοινῷ λυσιτελοῦσαν, στέρεσθαι τοῦ κέρδους ἕλοιτ’ ἄν τις ἢ κερδᾶναι διὰ
5τῆς ἑτέρου φρονήσεως.
Or
.

56

.

28

ὃ δὴ καὶ καθεῖλε τὴν βου‐
λήν. καὶ μικρὰν ἐκ μεγάλης ἐποίησε τὸ μὴ ταὐτὰ φρονεῖν, τὸ μὴ συμπνεῖν, τὸ μὴ τῶν αὐτῶν ὀρέγεσθαι, τὸ μὴ συνεστάναι, τὸ διῃρῆσθαι, τὸ διακεκόφθαι, τὸ
5πολλὰς εἶναι τὴν μίαν, τὸ τὰ τοῦ λέγοντος ἐν τοῖς δικαστηρίοις ὑπὸ τῶν οὐ λεγόντων διὰ τῶν προσώπων ψέγεσθαι μετὰ σιγῆς, τὸ τὸν ὑβριστὴν ἄρχοντα τῶν ἐπαινούντων εὐπορεῖν.
Or
.

56

.

29

τὰ δὲ τῶν ἔμπροσθεν οὐ τοιαῦτα, ἀλλ’ ὁμοθυμαδὸν ἐπὶ τὰς πράξεις ᾔεσαν καὶ ὅ τι φαίνοιτο συμφέρειν, ταῖς ἁπάντων ψήφοις κύριον ἦν ὅ τε παροινῶν ἄρχων εἰς ὁντινοῦν εἰς ὅλην
5ἐδόκει τοῦτο ποιεῖν, καὶ τὸ κοινὸν σχῆμα πλέον εἶχε τῶν πρὸς ἀλλήλους ἐγκλημάτων εἰπόντες τέ τι δράσειν ἔδρων μὴ ποιήσειν τε οὐκ ἐποίουν.
Or
.

56

.

30

τί δὲ νῦν; χθὲς ἐγώ τε κἀκείνων τέτταρες μικρόν τι μετὰ μεσημ‐ βρίαν συγκαθήμενοι τὴν ἐν ὑπαίθρῳ κατειληφότες ὁδὸν λόγοις ἐχρώμεθα κατὰ τῶν ἠσελγημένων καὶ ὅτι
5δεινὰ ποιήσομεν, εἰ ταῦτα περιοψόμεθα. καὶ ἐδόκει δὴ δεῖν καλεῖν τε τὴν βουλὴν εἰς τὸ βουλευτήριον καὶ
ψηφίσματα γράφειν ἀφ’ ὧν ὅτι πορρωτάτω τῆς αἰτίας ἔσται.
Or
.

56

.

31

ταῦτα εἴρηται, ταῦτα οὐ πέπρακται. τῆς γὰρ ἐπιούσης ἐγὼ μὲν ἐχώρουν ὡς τὴν βουλὴν ἐν τῷ βουλεύειν οὖσαν εὑρήσων, τῶν δὲ δύο μὲν ἀπηντήκε‐ σαν καὶ ἦσαν οὐ κακοὶ περὶ τὰς συνθήκας, δύο δὲ
5ἀφανεῖς ἤστην παραινέσαντες, οἶμαι, καὶ τοῖς ἄλλοις σφᾶς αὐτοὺς ἀφανίζειν. σημεῖον δέ· ἐκφανέντες γὰρ ἑσπέρας οὔτ’ αὐτοὶ πρόφασιν ἔλεγον ἐκείνους τε ᾐτιῶντο. εἶτα ἔτι θαυμάζουσιν, εἰ μηδὲν ποιοῦντες ὧν τοῖς κρατήσουσι προσήκει κρατοῦνται ῥᾳδίως καὶ τὸ
10νικᾶν ἐστι τῶν πολλῶν.
Or
.

56

.

32

Ἡ μὲν οὖν βουλὴ παρὸν αὑτῇ βοηθεῖν οὐκ ἠβουλήθη, ὁ δ’ ἡμμένος ἡμῖν τῆς ἀρχῆς ἥκων ποιήσε‐ ται μὲν τῶν ἐνταυθοῖ πραγμάτων προοίμιον τὴν τῶν ὑβρικότων δίκην, οἱ δὲ γονάτων ἅψονται τῶν νῦν
5ὑπερορωμένων. οἷς οὐ δίκαιον μὲν ἀμύνειν, οἱ δὲ
καὶ οὕτως ἀμυνοῦσιν.
Or
.

57

t

ΚΑΤΑ ΣΕΥΗΡΟΥ.
Or
.

57

.

1

Πάρεισι μὲν οἱ δικάσοντες ἡμῖν καὶ ὑπή‐ κουσαν εὖ ποιοῦντες ἀνίσχοντι τῷ θεῷ, δεῖ δὲ οὐδὲν ὅρκου πρὸς ἡμᾶς ἦ μὴν φυλάξειν ὑμᾶς τὸ δίκαιον. ἐν γὰρ δὴ τῷ τὰ δίκαια αἰδεῖσθαι καὶ φυλάττειν ἅπαντα
5βεβιώκατε τὸν χρόνον καὶ γίγνοιτ’ ἂν ὑμῖν ἀνθ’ ὅρ‐ κων ὁ τρόπος, ὥστε με καὶ πάνυ προσδοκᾶν δόξειν ὑμῖν μηδὲν ἀδικεῖν, εἰ καὶ μὴ τὸ τῆς Τύχης παρ’ ἐμοί τε καὶ τοῖς ἀντιδίκοις ἴσον.
Or
.

57

.

2

Ἠξίουν μὲν οὖν ἔγωγε τὸν χρηστὸν Ἀντίοχον,
εἰ καὶ μὴ κατηγορεῖν ἐξῆν αὐτῷ τῶν πεπραγμένων διὰ τὸ ζῆν ὑπὸ Σευήρῳ καὶ δύνασθαι ῥᾳδίως κακῶς παθεῖν, ἔν γε τῷ σιγᾶν μένειν καὶ ταύτῃ γε, εἰ καὶ μη‐
5δενὶ τῶν ἄλλων, νέμειν τι τοῖς δικαίοις· ἐπεὶ δὲ καὶ λέγει [καὶ] πολλὰ καὶ μέμφεται καὶ βούλοιτ’ ἄν με μετα‐ πεισθῆναι καὶ εἶναι ἐν ᾧπερ ἦν, εὔχομαι μὲν αὐτὸν ὑπ’ ἐμοῦ μεταπεισθῆναι μηδενὶ τῶν νυνὶ τούτων βλαβεί‐ σης τῆς οὔσης ἡμῖν φιλίας· εἰ δ’ οὖν καὶ ἄχθοιτο τῷ
10μὴ λαβών με παρὰ τὸν Σευῆρον ἄγειν, ἀξιώσω μοι συγγνώμην ἔχειν, εἰ τὴν σπουδὴν αὐτοῦ τὴν ὑπὲρ ἄλλων ἐν τοῖς ὑπὲρ ἐμαυτοῦ μιμήσομαι.
Or
.

57

.

3

Μικρὸν δὲ ἄνωθεν ἀνάσχεσθέ μου λέγοντος, ὦ ἄνδρες δικασταί. γνώσεσθε γάρ, ὡς οὐδ’ ἐν οἷς ποιῶ νῦν ἀδικῶ. Τοῦτόν μοι παρέδωκεν ὁ πατὴρ ἐπαινέσας μου τὴν
5περὶ μισθοὺς μεγαλοψυχίαν καὶ πιστεύων ἐν ἴσῳ τὸν οὐ δώσοντα τοῖς διδοῦσιν ἔσεσθαι. δευτέρῳ δὲ ἔτει θορυβήσας τι περὶ τὰς θύρας καὶ εἰσδραμὼν καὶ λαβόμενος τοῦ παιδὸς εἷλκεν ἐπ’ ἀγῶνας καὶ δικαστή‐ ριον καὶ δίκας.
Or
.

57

.

4

ὁρῶν δὲ ταῦτα ἐγώ, τοῦτον, ἔφην, τὸν τηλικοῦτον; τὸν ἐν προοιμίῳ τῆς τέχνης; πῶς μὲν οἴσοντα τοῦ δικάζοντος τὸ πρόσωπον;
πῶς δὲ τῶν συνηγόρων τὰς τόλμας; πῶς δ’ αὐτοῦ
5τοῦ δικαστηρίου τὸ σχῆμα; ταῦτα ἀκούων οὐδὲν ἔφη με λέγειν οὐδὲ πείσεσθαι. κρατῆσαι δὲ οὐ δυνη‐ θεὶς ἐγὼ τοῦ πατρὸς ᾔτουν παρὰ τῶν θεῶν μὴ γε‐ νέσθαι τι κακὸν ἀπὸ τῆς δυσβουλίας ἣ τὸν νέον ἀπῆγε.
Or
.

57

.

5

καὶ μὴν οὔπω τρίτος, καὶ λόγος πολὺς εἶναι πολ‐ λὴν τῷ Σευήρῳ δύναμιν ἐν συνηγορίαις, εἶτα πλεί‐ στην, εἶτα πάντας ἡττῆσθαι τοὺς νικᾶν εἰωθότας. καὶ ἦσαν οἱ λέγοντες χρυσίον ὑπὲρ τούτου γόητι γεγενῆ‐
5σθαι καὶ εἶναι τὸ πραττόμενον ὑπὸ τῆς ἐκείνου σο‐ φίας, οὐ τῆς τοῦ ῥήτορος, καὶ μαρτυρεῖν τὸ μηδὲν εἶναι καλὸν ἐν τοῖς λόγοις.
Or
.

57

.

6

ἐγὼ τοίνυν τὰς μὲν νίκας ἡδέως, ταῦτα δὲ οὐχ ἡδέως ἤκουον κἀν τοῖς δευτέροις καὶ τρίτοις τῶν αὐτῶν μὲν συμβαινόντων, ἐνίκα γάρ, τῶν αὐτῶν δὲ θρυλουμένων πάλιν
5ἐγὼ τοῖς μὲν ἡδόμην, τοῖς δὲ ἠχθόμην πράττων τὸ τοῦ φιλοῦντος ἐν ἀμφοτέροις.
Or
.

57

.

7

μετὰ ταῦτα τοίνυν πολ‐ λοῦ γε ἐλθόντος τοῦ τῶν ἀγαθῶν ῥεύματος καὶ παρα‐ δοξοτέρου καὶ μείζω χώραν τῷ λόγῳ παρέχοντος τῷ περὶ τοῦ γόητος τῶν μὲν τὸν γόητα λεγόντων κατε‐
5γέλων ῥητορείας καὶ καλοκἀγαθίας ἀξιῶν ἅπαντα ταῦτα εἶναι, Σευῆρον δὲ οὐκ ἐλάνθανον ταῖς ἐκείνου τιμαῖς καὶ χαίρων καὶ φιλοτιμούμενος.
Or
.

57

.

8

καὶ χωρῶν τε ἐπ’ Αἰγύπτου καὶ πάλιν ἐκεῖθεν ὡς βασιλέα δι’ ὧν ᾤετο
δόξειν εἶναι περὶ ἐμὲ δίκαιος ἅπαντα ἔπραττε καὶ τοὐμοῦ γήρως ἐραστὴν αὑτὸν ἐκάλει. γενόμενος δὲ
5ἐν ταῖς νυνὶ ζώναις ταυταισὶ ταῖς δύο γράμμασί τε με ἐκόσμει τό τε μάλιστα αὑτὸν δεῦρ’ ἄξον ἐμὲ ἔφασκεν εἶναι. καὶ πολλὰ μὲν τοιαῦτα ἀπὸ Θρᾴκης ἐφοίτα, ἦλθε δέ τινα καὶ ἀπὸ Ταρσῶν πόλεως ἧς διὰ μέσης ἔρχεται Κύδνος ὁ ποταμός.
Or
.

57

.

9

ἔλεγε δὲ ταῦτα πάντα, ὡς ἀδικεῖσθαί τε τῷ μὴ τεθεᾶσθαί με νομίζοι σπεύδοι τε ὅπως ἴδοι. καὶ ἐπειδὴ τὸ πρῶτον συνεμίξα‐ μεν, καταβὰς ἔχων ἑστῶτα πλησίον τὸν ἐφεστηκότα
5ταῖς ἑῴαις πόλεσι πλείοσί με φιλήμασιν ἢ τῶν ἄλλων ἕκαστον ἠσπάσατο, καὶ τοῦτο διατριβὴν οὐκ ὀλίγην ἐνεποίησεν.
Or
.

57

.

10

οἷς τοίνυν ταραχήν τε καὶ φόβον παρ‐ έσχεν ἥκων τε καὶ μέλλων, εἰδότες μὲν οἵδε τὰ δεύ‐ τερα, ἰδόντες δὲ τὰ τρίτα μίαν ἄδειαν καὶ μίαν ἀπο‐ στροφὴν καὶ μίαν καταφυγὴν ἕξειν ἐλπίσαντες τὴν
5αἰδῶ Σευήρου τὴν πρὸς ἐμὲ κοινῇ πάντες ἐφέροντο πρὸς ἐμέ τε καὶ ταυτὶ τὰ γόνατα, οἱ μέν τι καὶ ὑπουρ‐ γηκότες ἡμῖν, τοῖς δ’ ἦν αὐτὸ δίκαιον τοῦτο τὸ βε‐ βοηθηκέναι με πολλοῖς οὐδὲν εὖ προπαθόντα. δείλης οὖν αὐθημερὸν ἐπιτρέψαντος ἀπελθὼν αὐτὰ ταῦτα
10ἀπήγγελλον, τήν τε ἐλπίδα τῶν ἀνθρώπων καὶ τὸν ὡς ἐμὲ δρόμον καὶ ὡς εἴη κύριος εὐεργέτην με πολι‐ τῶν ἐμαυτοῦ καταστῆσαι καὶ ποιῆσαι τιμιώτερον.
Or
.

57

.

11

Ὁ μὲν οὖν Ὅμηρός φησι· καὶ ἐλίσσετο πάν‐ τας 〈Ἀχαιούσ, Ἀτρείδα δὲ μάλιστα, ἐγὼ δ’ ὑπὲρ ἁπάντων δεόμενος ὑπὲρ Μάλχου μάλιστα τοῦτο ἐποίουν διὰ τὸ μείζους εἶναι τοὺς κινδύνους ἐκ μειζόνων τῶν
5διαβολῶν.
Or
.

57

.

12

Σευῆρος δὲ χρηστός τε ἦν ἐν τοῖς ῥή‐ μασι καὶ τιμήσειν ἔλεγε τῇ πρᾳότητι τὸν Μειλίχιον Δία, ὥστε τὸν παρακαθήμενον Ἀλέξανδρον ἐπαινεῖν τὴν εἰς ταῦτα ἑτοιμότητα. τίνα δὴ τἀπὶ τούτοις; ἐκέ‐
5λευσε θαρρεῖν τοὺς δεδεμένους καὶ πάντα τὰ ἀληθῆ πρὸς αὑτὸν περὶ πάντων λέγειν, Μάλχον δὲ μετὰ τοὺς ἄλλους λόγους καὶ ὡς φανεῖται τὸ χρυσίον. ταῦτα τῆς μὲν ἐπιούσης ὁ ἄρχων ἐφύλαξεν, ἐν δὲ τῇ μετ’ ἐκείνην ἐκίνησε.
Or
.

57

.

13

καὶ τοὺς μὲν ἄλλους ὅπως μετα‐ χειριεῖται, θεὸς οἶδε· τὰ δὲ δὴ Μάλχου, τρὶς ἀποθα‐ νεῖν αὐτῷ βέλτιον ἦν καὶ γενέσθαι τῷ Πολυφήμῳ δεῖπνον ἢ παθεῖν ἃ πέπονθε μενούσης ἡμῖν τῆς πολι‐
5τείας καὶ οὐ μεταπεσούσης. ἃ γὰρ οὐδ’ ἀγοραίων πα‐ σχόντων ἐνέγκαι τις ἂν ἀδακρυτί, ταῦτα ὁ ἄρξας, ταῦτα ὁ ζώνην, ὁ θρόνον, ὁ δικάζειν παρὰ τοῦ κρα‐
τοῦντος λαβών, ταῦτα ὁ στρατιώταις ἐπιτάξας, ταῦτα ᾧ βασιλεὺς ἐπέστειλε πολλάκις.
Or
.

57

.

14

οὐ γὰρ ἔτι κρύ‐ ψαι τὸ μῖσος οἷός τε γενόμενος οὐδὲ ἀντισχεῖν τῷ μεγέθει πᾶν ὅσον εἶχεν ἐν τῇ καρδίᾳ κείμενον ἐξέχεε μικρὸν ἀπέχων μανίας. καὶ γυμνούσθω τῆς χλα‐
5μύδος, καὶ ἦν ἐκείνη χαμαί, καὶ τοῦ πρώτου χι‐ τῶνος, καὶ ἦν ὁ χιτὼν χαμαί, καὶ τοῦ τρίτου τοῦ λινο, καὶ ἦν καὶ οὗτος μετ’ ἐκείνων.
Or
.

57

.

15

δεινὰ μὲν οὖν καὶ ταῦτα καὶ ἦν οὐδεὶς ὃς οὐκ ἐξεπέπληκτο, στή‐ σεσθαι δὲ αὐτὸν ἐνταῦθα τῶν πολλῶν οἰομένων μετ‐ έωρος μὲν ὁ Μάλχος ταῖς ἐσομέναις πληγαῖς ὑποκεί‐
5μενος, ῥάβδων δὲ ἐπὶ γῆς ἑωρῶντο φάκελλοι. τῶν δὲ ἀεὶ ταῖς πληγαῖς τριβομένων ἀπορριπτουμένων ἑτέρων ἀκραιφνῶν ἔδει. ταὐτὸ δ’ ἦν καὶ περὶ τοὺς τύπτοντας τὸν ἀπειπόντα ἀκμῆτος ἐκδεχομένου, καὶ δέκατος ὁ τελευταῖος ἦν. τούτων δὲ ἓξ μὲν εἰς τὰ νῶτα τὴν
10ἰσχὺν ἀνάλωσαν, αἱ πλευραὶ δὲ τέτταρας εἰς αὑτὰς ἐκένωσαν τούτου τοῦτο κελεύσαντος ἀντὶ τοῦ νώτου γενέσθαι τὰς πλευρὰς τοῖς τὰς ῥάβδους ἔχουσι. καὶ πολὺ μὲν τὸ ῥέον αἷμα, πολλαὶ δὲ αἱ διασπειρό‐ μεναι σάρκες ὑπὸ τῶν πληγῶν ἐκτεμνόμεναι τοῦ σώ‐
15ματος, Μάλχος δὲ μέχρι μὲν μέσων αὐτῶν ἐβόα, τὸ δ’ ἐντεῦθεν ἄφωνος ἐτύπτετο τὸ καὶ δύνασθαι βοῆσαι τοῖς κακοῖς ἀφαιρεθείς.
Or
.

57

.

16

τίνα ἄν τις δίκην ἑτέραν ἐπὶ τούτοις προσέθηκεν; ἀφείλου τὴν δέλτον καθ’ ἣν ἦρξεν. ἐγύμνωσας οὐ τῶν μέν, τῶν δ’ οὔ, πάντων δὲ ἱματίων. πληγὰς δὲ οὐδ’ ἂν ἀριθμήσαι τις. ἄφες
5δὴ τοῖς τε ἰατροῖς καὶ τοῖς οἰκείοις τὰς τοῦ σώματος χαράδρας, ἤν πως ποιῶσι τὰ διεστηκότα συνελθεῖν. ὁ δὲ ἐπ’ ἄλλο προὔβη πολὺ τῷ πάσχοντί τε ἀλγεινό‐ τερον καὶ τοῖς ὁρῶσιν ἐλεεινότερον. παρέδωκε τοῖς διὰ τῆς πόλεως ἄξουσι τὸ καλὸν ἐκεῖνο θέαμα, τὰ ἐν
10τῷ σώματι βάθη, καὶ οὐδεὶς ἦν ὃς οὐκ ᾤμωξέ τε καὶ τὸ πρόσωπον ἔπληξε καὶ τοὺς λυθέντας νόμους ἐθρήνησεν.
Or
.

57

.

17

εἶχον δέ τινα ὕβριν καὶ αἱ ἀναξυρί‐ δες, ὧν ὅσον ὑπὲρ τοὺς μηροὺς ἐξελήλεγκτο ταῖς ῥάβδοις καὶ τοὖργον ἀπολωλέκει σκέπειν οὐ δυνάμενον. Μάλχῳ δὲ αἰτοῦντί τι τοιοῦτον ὃ πρὸ τῶν ὀφθαλμῶν
5ποιησάμενος οὐκ ἂν ἐθεᾶτο τοὺς θεωμένους αὐτόν, ὁ δώσων οὐκ ἦν, πολλοὶ μὲν ἂν δόντες ἡδέως, φόβῳ δὲ τῶν ὁρωμένων εἰργόμενοι.
Or
.

57

.

18

ὁ δ’ αὐτὸς φόβος καὶ τῆς ἀκριβοῦς θεραπείας ἀπεστέρησε Μάλχον ἰατρῶν τῶν μὲν οὐ προσιόντων, τῶν δ’ οὐ πᾶσιν οἷς ἐνῆν
χρωμένων εἰδότων, ὡς ἥδιστ’ ἂν ἀκούσαι τεθνεῶτα
5τὸν Μάλχον. καὶ τοῦθ’ ὡς εἰκότως ἐπεπείκεσαν αὑτούς, αὐτὸς οὗτος ἐμαρτύρησεν ὁ πρὸς τὸν περὶ τῆς τελευ‐ τῆς γενόμενον λόγον οὕτω διατεθείς, ὡς καὶ σκιρτῶν ὁρᾶσθαι.
Or
.

57

.

19

Ταῦτα τοίνυν ἅπαντα ποιήσας οὕτως ἐναντίως ἔχοντα ταῖς ἐμαῖς ὑπὲρ Μάλχου δεήσεσιν ἀδικεῖσθαί φησιν οὐκ ἀφικνουμένου μου παρ’ αὐτὸν καὶ πέπομφεν Ἀντίοχον πείσοντά με ποιεῖν ὃ πρόσθεν. ἀλλ’ εἰ μὲν
5ἀνελεῖν, Ἀντίοχε, δύνασαι τὰ πεπραγμένα καὶ ποιῆσαι μὴ γεγενῆσθαι, βαδίζωμεν, ἴωμεν, εἰ καὶ ἡ νὺξ ἕτερα λέγει· εἰ δ’ οὐδὲ θεῶν τοῦτο ἄν τις δύναιτο, τί τὸν μετέχοντα τῆς ἀτιμίας Μάλχου πείθειν ἐπιχει‐ ρεῖς ἑαυτὸν καταισχύνειν καὶ πρὸς ἅπαντας ὁμολογεῖν,
10ὡς ἀναίσθητος εἴη καὶ οἷος τοὺς ὑβρίζοντας προσ‐ κυνεῖν;
Or
.

57

.

20

Ἀδικοῦντα γάρ, φησί, Μάλχον ἔλαβον περὶ τὸ βασιλέως χρυσίον. οἶδα ὡς ἐπλημμέλησέ τι τοι‐ οῦτον ὑπ’ ἀνδρῶν πανούργων ἐξαπατηθεὶς ἐλπίσι γλυ‐ κείαις τε καὶ δειναῖς ἄνθρωπον λαβεῖν. τὸ δὲ τῆς
5ἀπάτης τοῦτο καὶ τοῦ μεγίστου τῶν θεῶν ἴσμεν ἁψά‐ μενον. ἀλλ’ ἔστω πᾶν τοῦτο Μάλχου καὶ τῆς ἐκείνου γνώμης τὸ ἀδίκημα.
Or
.

57

.

21

τί οὖν; ἡνίκα ἠξίουν, ἤκουές
μου λέγοντος, ὅτι σῶσον ἡμῖν ἄνθρωπον ἀναμάρ‐ τητον καὶ πανταχοῦ γενόμενον ἄγρυπνον τοῦ δικαίου φύλακα; ἀλλ’ εἰ τοῦτο τοιοῦτον ἦν, αὐτὸς
5ἂν αὑτὸν ἔσωζεν ἐν 〈αὐτοῖσ〉 τοῖς πράγμασι τὴν σωτηρίαν ἔχων. ἔλεγον τὸν ἄνθρωπον ἔχειν μὲν τὰ ἀλλότρια καὶ ὁμολογεῖν καὶ ἀποδώσειν, ἄξιον δὲ εἶναι δι’ ἔργα τινὰ καλὰ μηδὲν πλέον παθεῖν. καὶ ταῦτα λέγων ἐδόκουν δίκαια λέγειν καὶ οὐκ ἄλλως ἔφησθα ποιήσειν καὶ ἐπί‐
10στευον καὶ πρὸς αὐτόν τε ἐκεῖνον καὶ τοὺς ἄλ‐ λους φίλους ἀπήγγελλον τὰ φιλάνθρωπα, ἐφ’ οἷς σὲ μὲν ἐπῄνουν, Μάλχῳ δὲ συνέχαιρον. ταῦτ’ οὐκ ἂν μὴ οὕτως ἔχειν εἴποις.
Or
.

57

.

22

καίτοι χρῆν τὸν ἅπερ ἔλεγε ποιήσειν οὐ πράξοντα μηδὲ λέγειν ὅτι ποιήσει. ῥᾴδιον γὰρ ἦν ἀποκρίνασθαι, ὅτι, ὦ φίλτατε, βού‐ λομαι μὲν ταῦτα, Μάλχου δὲ ἡ πονηρία κωλύει
5τὴν χάριν πληγάς τε ἀπαιτοῦσα καὶ τἄλλα δὴ τά τε πρὸ αὐτῶν τά τε μετ’ αὐτάς. οὐ γὰρ δὴ δέος ἦν μὴ χαλεπήνας δήσω τὸν ἄρχοντα οὐδὲ μὴ γενοίμην δυσμενής. οὐ γὰρ οὕτως ἄτοπός τις ἦν, ὥστ’ ἀντὶ τῆς τοῦ πράγματος φύσεως τοῦ μὴ δόντος
10αἰτιᾶσθαι τὴν γνώμην. ἀλλ’ ᾔδειν ἂν αὐτῷ τοῦ τἀλη‐ θὲς ἀκηκοέναι χάριν καὶ τοῦ μήτε αὐτὸς ἠπατῆσθαι μήτ’ ἄλλον τινά.
Or
.

57

.

23

νῦν δὲ αἰσχύνη πολλή· ἀπήγγελ‐
ται μὲν ἄλλα, πέπρακται δὲ ἄλλα, καὶ ἤλπισται μὲν ἐπιεικῆ, πέφηνε δὲ ἄγρια, οἷς τε ἔργον κακῶς με λέ‐ γειν, ἀφορμὴ γέγονεν εἰς ἃ βούλονται τοῦτ’ αὐτὸ λέ‐
5γουσιν ἐμὲ πατέρα τῶν ῥημάτων, ἀλλ’ οὐ σὲ γεγενῆ‐ σθαι καὶ πεπλασμένῃ προσδοκίᾳ μεῖζον ποιῆσαι Μάλχῳ τὸ κακὸν βλέποντι μὲν εἰς ἀμείνω, πειρωμένῳ δὲ τῶν χειρόνων. καὶ κινδυνεύω γέρων ἄνθρωπος ἐνέγκασθαι προσηγορίαν ἣν οὐδ’ ὄναρ νέος ὤν.
Or
.

57

.

24

Καίτοι, φησίν, ἠπίου μου τετύχηκεν ὁ Μάλχος ἐπὶ τῆς προτέρας ἡμέρας. τί δέ; οὔτε αὐτὸς ᾔτουν ἡμέραν μίαν αἵ τε ὑποσχέσεις αἱ σαὶ τὸ πᾶν εἶχον. τί γὰρ πλέον ἔχειν πρᾳοτέραν ἡμέραν θη‐
5ριώδους τῆς μετ’ ἐκείνην ἐσομένης καὶ τῆς μὲν φεισομένης, τῆς δ’ ἀπολούσης; οὐδὲ γὰρ ἰατρός, εἰ κτείνειεν αὔριον ὃν ἔσωσε τήμερον, μισθοῦ μεμνῆσθαι δίκαιος διὰ τὸ τήμερον ἔργον ἢ μίσους τυγχάνειν διὰ τὸ δεύτερον. οὐδ’ αὖ λῃστὴς ὃν ἐθήρασεν ἑστιάσας
10πρότερον, εἶτα ἀποσφάξας ἧττον ἀπέσφαξε διὰ τὴν προλαβοῦσαν τράπεζαν. ἴσμεν δὲ καὶ τοὺς Διοσκόρους οἷς ἂν ὦσιν εὐμενεῖς μέχρι λιμένων παραπέμποντας αὐτούς τε καὶ τὸν γόμον, ἀλλ’ οὐ τοῦ μὲν ῥύονται κλύδωνος, τῷ δὲ προΐενται.
Or
.

57

.

25

τὴν μὲν οὖν ἐκείνης
ἡδονὴν ἡ ἐπιοῦσα ἔσβεσε, τὰ δὲ τῆς δευτέρας ἡμέρας βοηθείας 〈ἰατρῶν δεῖται〉. εἶτα τὰ μὲν ἦν σκιὰ καὶ οὐδέν, τὰ δ’ ὄντως ἰσχυρὰ καὶ μεγάλα.
Or
.

57

.

26

Ὁ δὲ καὶ ἀχάριστόν με καλεῖ μεγάλην εἰληφότα χάριν. οὐ γὰρ βασανισθῆναι δι’ ἐμὲ τὸν Μάλχον τῇ φρικωδεστάτῃ δὴ βασάνῳ οὐδὲ ἀποτμηθῆναι τὴν κε‐ φαλήν. καὶ τίς σοι τοῦ σοφοῦ τούτου διδάσκαλος ἢ
5ὅσπερ καὶ ἑτέροις, ἐκεῖνος ὁ Λίβυς, ὁ Ἶρος, εἶτα Μίδας; ὃς ὅν ποτε μὲν ἀποκτείνειε ξίφει, τοὺς τοῦ τεθνεῶτος οἰκείους ἠξίου χάριν αὑτῷ τοῦ μὴ πυρὶ γενέσθαι τὴν τελευτὴν εἰδέναι, οὗ δὲ πῦρ ἐποίει τὸν θάνατον, πά‐ λιν ἦγεν εἰς χάριν τῷ μὴ στερεῖσθαι τὸν τεθνεῶτα
10ταφῆς.
Or
.

57

.

27

καὶ σὺ δὴ τὴν αὐτὴν βαδίζεις τοὺς καταγελῶντας οὐχ ὁρῶν. τίς γὰρ οὕτως ἢ παῖς ἢ ἀνὴρ ἀνόητος, ὃς οὐκ ἂν ῥᾳδίως καταλάβοι τὸν λόγον; πότε γὰρ οὐκ ἐν τοῖς δεδωκόσιν ἔσῃ χάριν ἀεί τινος ὄντος
5τοῦ παραλελειμμένου; καὶ γὰρ εἰ τὴν κεφαλὴν ἀποτε‐ τμήκεις, εἶπες ἂν ὅπερ ὁ πρότερος· καὶ εἰ κατὰ μέλος, εἶπες ἂν τὴν ταφήν· καὶ εἰ κυσὶ καὶ ὄρνισιν ἐδεδώ‐
κεις τὸν νεκρόν, ἦν ἂν εἰπεῖν· ἀλλ’ οὐκ εἰς λέβητας ἐνέβαλον οὐδὲ ἑψήσας ἔφαγον.
Or
.

57

.

28

ἀλλ’, οἶμαι, πολὺς ὁ γέλως χάριν ταῦτα ποιεῖν. ἢ καὶ τοὺς ὀφθαλ‐ μοὺς ἐκκόψας ἠξίωσας ἄν μοι κεχαρίσθαι δοκεῖν τῷ μὴ καὶ τὴν γλῶτταν προσαφῃρῆσθαι, ὥσπερ ἂν εἴ τις
5δημεύσας τινὸς τὰ ὄντα φιλανθρωπίαν ἐκάλει τὸ μὴ καὶ αὐτὸν ἐψηφίσθαι δουλεύειν; οὕτω τοίνυν οὐκ ἦν ταῦτα χάρις, ὥστε οὐκ ἐτόλμησεν ἐν τῷ καιρῷ τῶν δεήσεων εἰπεῖν, ὅτι μοι δώσει τὸ μὴ τὸ καὶ τὸ παθεῖν τὸν ἄνθρωπον, ἄλλο δὲ οὐδέν. καίτοι γε εἰ ἦν χάρις,
10τίς βλάβη τῇ χάριτι καὶ πρὶν ἢ δοθῆναι φαίνεσθαι;
Or
.

57

.

29

Καὶ παρώξυνέ με, φησί, ῥήμασί τισι θρα‐ συτέροις. εἰ δὲ μὴ ταῦτα εἴρητο, οὐκ ἂν ταῦτα ἐπεπόνθει. πῶς οὖν ἐν τοῖς πρὸ τῶν εἰρημένων τούτων ἀδικήματα ἔφασκες εἶναι τῆς ἐσχάτης ἄξια
5δίκης; μὴ οὖν ἀμφότερα λεγέτω. ἀλλ’ εἰ μὲν ἡ περὶ τὸν οἶκον τὸν βασιλέως βλάβη τοσαύτην ἀπῄτει τὴν δίκην, τί μέμνηται τῶν ἐν τῷ δικαστηρίῳ ῥημάτων; εἰ δὲ ταῦτα τοιούτοις ἔδει κεκολάσθαι, σεσιγήσθω τὰ περὶ τὰ χρήματα. ἅ φησιν αὐτὸς οὐκ ἂν ἐξετασθῆναι
10τῷ φάσκειν τὰ ῥήματα τὴν ὀργὴν πεποιηκέναι.
Or
.

57

.

30

σκε‐ ψώμεθα δὴ καὶ αὐτὰ τὰ ῥήματα τά, ὡς ὅδε φησί, δα‐
κόντα αὐτόν. ὡμολόγησε μὲν ὀφείλειν καὶ καταθήσειν, οὐ μὴν εὐθύς γε δύνασθαι, δεῖν δέ οἱ μηνῶν δύο.
5ταῦτ’ οὖν ὀργῆς ἄξια; ταῦτα θυμοῦ; ταῦτα χαλεπό‐ τητος; ταῦτα ἀγριότητος; οὐκ ἀφ’ οὗ γένος ἀνθρώπων καὶ τὸ εἰσπράττεσθαι καὶ τὸ ὀφείλειν, τοῦτ’ ἔχει τοῖς ὀφείλουσι βοήθειαν τῶν μὲν αἰτούντων ἀναβολήν, οἷς δὲ ἔξεστιν ἀνανεύειν, διδόντων κἀν τούτῳ τοῖς ὀφεί‐
10λουσιν ἀναπνεῖν παρεχόντων; ὃ γὰρ οὐκ ἂν δυναίμην διαλῦσαι τήμερον, ὕστερον ἄν. κατέχει δὲ αὑτὸν ὁ δεδανεικὼς ὁ μὲν δύο μῆνας, ὁ δὲ τρεῖς, ὁ δὲ δὶς τοσούτους, ὁ δ’ ἐνιαυτόν, ὁ δὲ καὶ πλεῖον, εἶθ’ ὕστερον ἃ προεῖται κομιζόμενος αὑτόν τε ἐπαινεῖ καὶ
15τὴν αὑτοῦ μέλλησιν, ὡς αὐτὴν οὖσαν τὴν ἀποδοῦσαν.
Or
.

57

.

31

ἤδη δέ τινες ἀφορήτοις ἀνάγκαις ἐνδήσαν‐ τες τὸν ὀφείλοντα τὸν μὲν ἐπὶ βρόχον ἔπεμψαν, αὐτοὶ δ’ ἐφ’ ὃν ἔλθοιεν οὐκ εἶχον. οὕτω δὲ ἀνθρωπίνως τοῦτ’ ἔχειν ἔδοξεν, ὥσθ’ ὁ νόμος καὶ δικαστὴν ἐν τοῖς
5τοιούτοις χρόνου κύριον ἐποίησε. κἂν ὁ ὀφείλων μη‐ δενὸς ἐπιεικοῦς παρὰ τῶν εἰσπραττόντων τυγχάνῃ, καταφυγὼν ἐκεῖσε τὸ μὴ ἤδη καταβάλλειν εὕρετο, καὶ οὐκέτ’ ἂν ὁ εἰσπράττων ἄγξειεν οὐδὲ ἐπιλάβοιτο.
Or
.

57

.

32

σὺ δ’ ἀκούσας δύο μῆνας ἐπήδας ἐπὶ Μάλχον.
τοῦ χάριν; ἔλυέ σοι ταῦτα τὴν ζώνην; ἀλλ’ ἀφῃρεῖτο τοῦ τῆς ἀρχῆς χρόνου; ἀλλὰ πενίαν ἔφερεν; ἀλλ’ ἀσθε‐ νέστερον ἐποίει σε τῶν ἐχθρῶν εἶναι βουλομένων;
5ἀλλὰ τὴν οὖσάν σοι παρὰ τῷ κρατοῦντι δόξαν εἰς τοὐναντίον μετέβαλλεν; ἀλλ’ ἐκώλυεν ἀρχῆς τυχεῖν; οὕτως ἐξεῖναι πολύ τι δεινὸν εἰπεῖν, ὅτι δύο μῆνες συλλέξουσι τὸ συνέχον τοῦτο τὴν Ῥωμαίων ἀρχὴν χρυ‐ σίον; ἀλλ’, οἶμαι, πρόφασις μὲν οἱ μῆνες, τὸ βούλημα
10δὲ τύπτειν ἐν Μάλχῳ τοὺς Μάλχου κηδομένους. οὓς οὗτος μὲν ὑλακτῶν οὐ πέπαυται, πολλαχοῦ δὲ Μάλχος εὑρηκὼς ἐπικούρους οὐκ ἔμελλε φυγὼν ὡς τοῦτον μεταπηδήσειν.
Or
.

57

.

33

καὶ δὴ δῶμεν ἀγροικότερον αὐτῷ τὰ περὶ τοῖν μηνοῖν εἰρῆσθαι. οὐκοῦν ἐξήρκει μὴ τυ‐ χόντα ἐκβαλεῖν κἀν τούτῳ μὲν λαβεῖν τὴν δίκην, πληγῶν δὲ οὐκ ἦν καιρὸς καὶ τοιούτων καὶ τοσούτων
5οὐδὲ ἐν γυμνῷ τῷ σώματι οὐδὲ ἐν στρεφομένῳ τοῦ μηδὲν μέρος εἶναι πληγῶν καθαρόν. οὕτω μὲν οὐ σφόδρα τὸ δίκαιον ἦν ἐν οἷς Μάλχος ἔπαθεν· εἰ δ’ οὖν καὶ θείη τις, αὐτὸς ἔχοιμ’ ἂν ἐγκαλεῖν τὸ καὶ οὕτως ὑβρίσθαι.
Or
.

57

.

34

Ἀλλ ἥκω, φησὶν Ἀντίοχος, ἐκείνου πεπομ‐ φότος καὶ τοῦτο ἔστι λύοντος τὴν αἰτίαν. ἔστι δὲ τοῦτο μὲν ὁμολογοῦντος τὴν αἰτίαν, τὸ δὲ ταύτην λύον οὐδεὶς ἄν μοι δεῖξαι δύναιτο. τὸ γὰρ δὴ πε‐
5πραγμένον ἀνίατον καὶ ἕως ἂν ἐπιδειχθῇ Σευῆρος ἃ εἶπεν οὐκ εἰρηκώς, οὐκ ἔστιν ἐμὲ μὴ παρακεκροῦσθαι.
Or
.

57

.

35

εἰ δὴ δώσομεν τοῖς ἀδικοῦσι ποιοῦσιν ἃ βούλον‐ ται φίλους ἔχειν τοὺς κακῶς πεπονθότας ἀπ’ ὀλίγων συλλαβῶν, μεγάλην ἂν εἴημεν αὐτοῖς πλεονεξίαν δε‐ δωκότες, εἰ παροινοῦντες εἰς οὓς ἂν ἐθέλωσι μηδὲ
5μισοῖντο παρὰ τῶν ὑβρισμένων ὡς ὧν ἔδρασαν αὐτοὶ κατεγνωκότες. ἔσται δέ, οἶμαι, ῥᾴδιον καὶ τῷ κακῶς ἀγορεύσαντι καὶ τῷ ῥαπίσαντι καὶ τῷ καταβλάψαντι καὶ τοῖς τὰ μείζω τολμῶσιν ἐν ταπεινότητι τῇ τῶν μετεγνωκότων προσελθοῦσι φίλους ἔχειν τοὺς ἔχοντας
10ὃ κατηγοροῖεν ἄν.
Or
.

57

.

36

ἀλλὰ γὰρ οὐκ οἶδ’ ὅπως ἀπη‐ νέχθην εἰς τοὺς ὁμολογοῦντας ἁμαρτεῖν. ὁ γὰρ ἀνὴρ ἡμῖν οὐδαμοῦ τοῦτο φθέγγεται οὐδ’ εἶπεν Ἀν‐ τίοχος οὐδαμοῦ τὸ ῥῆμα τοῦτο φέρειν οὐδ’ ἀκήκοεν
5ἡμῶν οὐδείς. τί οὖν ἄν τις συγγιγνώσκοι τῷ λέγοντι μήτ’ ἐμὲ μήτ’ ἐκεῖνον ἠδικηκέναι μηδέν, ἀλλ’ ἅπερ ἂν θεός, ταῦτα αὐτὸν ποιῆσαι;
Or
.

57

.

37

Ἀλλ’ εἰ καὶ μὴ τοῖς ῥήμασι, τοῖς δὲ ἔρ‐ γοις ὡμολόγηκεν ἐν λύπῃ τε ὢν καὶ τὴν σὴν ποθῶν συνουσίαν. σὺ δ’ ἐλέγξας πολλοὺς ἡμαρ‐ τηκότας εἰς σὲ διηλλάγης. πάνυ γε. εἰσὶ δέ γε
5καὶ πρὸς οὓς οὐ διηλλάγην, οὐδ’ ἔσται χρόνος ὁ τοῦτο ὀψόμενος οὐδ’ ὁ παρὰ τοῖς κάτω θεοῖς, ἀλλὰ ψυχὴ ψυχὰς φεύξεταί τε καὶ οὐ διαλέξεται κατὰ τὴν Αἴαντος τοῦ Σαλαμινίου, ἡνίκα Ὀδυσσεὺς ἐν Ἅιδου τὴν αὑτοῦ διεμέμφετο νίκην.
Or
.

57

.

38

ἐγὼ δὲ οἶδα μέν, οὗ δεῖ παῦσαι μῖσος, οἶδα δέ, ἐν οἷς οὐδέποτε. καὶ δυναίμην ἂν εἰπεῖν πρὸς ἄνθρωπον σπονδάς μοι γεγενημένας. τίνος τοῦτο πείθοντος; τοῦ μηδὲν ἀνήκεστον εἰς τοὺς ὑπὸ
5χεῖρα περὶ ὧν ἐδεήθην πεπρᾶχθαι. ᾔτησέ τις ἡμερῶν ἀριθμὸν εἰς τὸ τῶν ἀγρῶν τινας ἐπελθεῖν τῶν ἑαυ‐ τοῦ. οὐκ ἔδωκεν ὁ ἄρχων. ἀπῆλθον ἀγανακτήσας. χρόνος ἐκοίμισε τὴν ὀργήν· οὐ γὰρ κακῶς, ἀλλ’ οὐκ εὖ ἐπεπόνθει περὶ οὗ διειλέγμην. ἑτέρῳ κατα‐
10δίκην ἀνελεῖν ἠξίωσα διδόντος τοῦ νόμου, ὁ δὲ οὐκ ἐβουλήθη. καὶ τοῦτο ἔχθραν τὴν μέχρι τινὸς ἐποίησεν, ἀλλ’ οὐ τὴν εἰς ἅπαν. ἔπειτα ἦλθον οἷ πρότερον. οὐδὲν γὰρ ἄσχημον ἐγεγόνει περὶ τὸν φίλον οὐδ’ οἷς κατέθηκεν ἄτιμος ἦν.
Or
.

57

.

39

τὰ δὲ νῦν, τὰ δ’ ὑπὸ τού‐
του, τὰ δ’ εἰς τοῦτον τῆς Αἰσχύλου καὶ Σοφοκλέους δεῖται ψυχῆς· ἀτελεύτητον εἶναι βούλεται τὴν ἀπέ‐ χθειαν. καὶ τὰ κεκινηκότα τοσαύτην πόλιν εἰς ὀδυρμὸν
5ἀποκρούσεταί με τῶν θυρῶν μονονουχὶ βοῶντα· μὴ σύ γε, μὴ κατάθῃ τὴν ἔχθραν, μὴ σβέσῃς τὸ μῖσος, μὴ θεραπεύσῃς ὄφιν, μὴ γένῃ κακὸς εἰς ἱκέτην δοῦλον οἷς ἔπαθε τῶν αὑτοῦ δούλων γεγενημένον, οὐκ ἐγκαλέσαι δυνάμενον οἰκέ‐
10ταις, οὐ κατηγορῆσαι ῥᾳθυμίας υἱέων, οὐ μέμ‐ ψασθαι γυναικὸς ὕπνον, πανταχοῦ γεγυμνω‐ μένον φρονήματος καὶ τῆς παρρησίας ταῖς τε ῥάβδοις καὶ ἃ προσεγένετο ταύταις ἐκβεβλη‐ μένον.
Or
.

57

.

40

Ἔλεγε δὲ καὶ τὴν ἀρχὴν Ἀντίοχος καὶ δύνα‐ μιν καὶ ὅση τὸ μέγεθος αὕτη καὶ ὡς οὐκ ἀκίν‐ δυνον ἄρχοντος ἔχθρα. ἐγὼ δὲ τοῦτο πάλαι μὲν ἠπι‐ στάμην, οὐ μὴν φόβῳ γε τῆς δυνάμεως προὔδωκά
5ποτε τὸ δίκαιον οὐδὲ ἐκείνους ἐκολάκευσα μᾶλλον ἢ μετὰ τῶν ἠδικημένων ἔστην. καὶ ταῦτα πολὺς μέν μοι σύνοιδε χρόνος, πολλαὶ δὲ πόλεις, πολλὰ δὲ ἔθνη, πολλοὶ δὲ ἄνθρωποι, πολλοὶ δὲ τόποι καὶ τὸ δὴ μέ‐ γιστον ἁπάντων, οἱ θεοί, οἳ ἀνθ’ ὅπλων μοι καὶ περι‐
10βόλων καὶ τειχῶν γεγένηνται. οὐ γὰρ ὡς οὐκ ἐπεβου‐ λευόμην εἴποιμ’ ἄν, ἀλλ’ ὡς τῇ τῶν θεῶν ῥοπῇ διε‐ σωζόμην, ὥσπερ ἐκεῖνος ὁ τὴν Τροίαν ἑλὼν τῇ τῆς
Ἀθηνᾶς εὐνοίᾳ, ἣ τά τε ἄλλα αὐτῷ συνέπραξε καὶ τὰ οἴκοι συγκατέστησε.
Or
.

57

.

41

πέπεικα τοίνυν ἐμαυτόν, ὡς οὐδὲν ῥᾳθυμοτέρων αὐτῶν συμμάχων τεύξομαι οὐδὲ καταγνόντες τῆς περὶ ἐμὲ σπουδῆς ἄρχοντος δυνάμει προήσονται οὐδ’ ὃν ἐν νεότητι προνοίας ἠξίωσαν, τοῦτον
5ἐν γήρᾳ προδώσουσι. μετὰ δὲ τῆς τῶν θεῶν ἐπικου‐ ρίας ἤδη τις ἐπίστευσε καὶ μεθ’ ἑνὸς ἑταίρου πέρας ἐπιθήσειν οἷον ἐβούλετο τῷ Τρωικῷ πολέμῳ.
Or
.

57

.

42

ὅλως δὲ εἰ τοῦτο ὑπακουσόμεθα φόβῳ, τί τῶν ἁπάντων οὐ χαριούμεθα φόβῳ, ὥστε ἡμῖν εἶναι τὴν ἀσφάλειαν ἐν τῷ μηδὲν ἐκεῖνον αἰτῆσαι τῶν οὐ καλῶν; φέρε γάρ,
5εἴ με κελεύοι λελουμένον καὶ πεπωκότα χωρεῖν εἰς τὸ διδασκαλεῖον, πείσομαι; τί δαί, μισεῖν τινα τῶν φί‐ λων, πείσομαι; τί δαί, κύβους ἐν χεροῖν ἀντὶ βιβλίων ἔχειν, πείσομαι; καὶ μήν, εἰ τὸ νῦν ἀνεξόμεθα δι’ ἣν ἔχει δύναμιν, κἀκείνων ἕκαστον [δι’ ἣν ἕκαστον]. τοῦ
10γὰρ αὐτοῦ δέους ἐπόντος οὐκ ἔστιν οὐδὲν φυγεῖν.
Or
.

57

.

43

Ἀλλὰ καὶ πολλο, φησίν, ἀποστερή‐ σονται βοηθείας, ἢν μὴ εἰσιὼν παρ’ αὐτὸν βοη‐ θήσῃς. καὶ τί τὸ πεῖθόν ἐστιν, ὡς ἐγὼ τοῦτο ποιῶν
λύσω τινὶ συμφοράν; τὰ πεπραγμένα μὲν γὰρ οὐ τοῦτο
5λέγει, τὸ δ’ ἀφανὲς ἐκ τοῦ φανεροῦ λαμβάνει κατ’ Ἰσοκράτην τὴν κρίσιν. εἰ μέν εἰσιν οἱ εὖ παρ’ αὐτοῦ δι’ ἐμὲ πεπονθότες, δεῖ πιστεύειν ἔσεσθαί τι παρα‐ πλήσιον· εἰ δ’ οὐδεὶς ἀγνοεῖ τὰ Μάλχου, εὔηθες αὑτοὺς ἐξαπατᾶν καὶ τοῖς οὐδέποτε ἐσομένοις δελεάζεσθαι.
Or
.

57

.

44

χωρὶς δὲ τούτων οὐδὲ σπάνιν ὁρῶ τῶν τοῖς δεησο‐ μένοις συμμάχων παραστησομένων. οἳ ἀντὶ τοῦ τὰς ἱκετείας ἀναμένειν αὐτοὶ θηρῶσιν, ὅπως τοὺς δεομέ‐ νους ἕλξουσι. καὶ εἰσὶ πολλοὶ πανταχοῦ τῆς πόλεως
5οὐδὲν αἰσχυνόμενοι τὸ μισθοῦ ταῦτα ποιεῖν. ὥστε τοῦτο μηδένα φοβείτω. τὸ γὰρ μυρίους ἄρξαι συχνοὺς ἐποίησε τοὺς δυναμένους ἀμύνειν. ἐκεῖνοι καὶ εὖ ποιήσουσι καὶ ἀντευπείσονται, φίλτατε Ἀντίοχε, οἳ τὸν ἄνθρωπον καταδεδούλωνται τοῖς περὶ τῶν πονηρῶν
10ἔργων ἐπαίνοις τοῖς ἐν τοῖς συμποσίοις. ὥσπερ γὰρ Αἰακῷ συναριστῶντες, ἀλλ’ οὐκ ἀγορᾶς περιτρίμματι, τὴν τῶν πραττομένων ὑπ’ αὐτοῦ φύσιν οὐκ ἐξετάζοντες πίστει χρῶνται τοῦ τὸ δίκαιον ἐν ἐκείνοις εἶναι τῷ τοῦ‐ τον εἶναι τὸν ταῦτα πεποιηκότα. ἐν οὖν φιάλαις
15ὢν τοιαῦτα ἐχούσαις ἄνθη ταχὺς δοῦναι χάριν γίγνεται.
Or
.

57

.

45

Ἀνίστω δὴ καὶ ταῦτα ἀπάγγελλε. ποίοις πο‐ σὶν ὑποστρέψας; ἴσως ἐρεῖς. οἷς Αἴας, οἷς Ὀδυσ‐ σεύς. οὐ γὰρ ἐκείνων τὸ μὴ πεῖσαι, τοῦ τοιαῦτα δὲ ὑβρικότος ἦν, ἃ καὶ νῦν οἶμαι δόξειν. ἀλλ’ ἐγὼ πο‐
5ρεύσομαι παρ’ αὐτὸν καὶ ὄψομαι καὶ συνέσομαι καὶ καθεδοῦμαι πλησίον καὶ τὰ τῶν φίλων διαλέξομαι εἰδὼς οἷα τοιούτοις ἔργοις ἀκολουθήσει ῥήματα; τί μὲν γὰρ ἐροῦσιν ἄνδρες; τί δὲ γυναῖκες; τί δὲ παῖδες; τί δὲ νεότης; τί δὲ γῆρας; οὗτος ὁ φιλοικτίρμων;
10οὗτος ὁ ἐλεήμων; οὗτος ὁ τοῖς χαλεποῖς ἐχθρός; οὗτος ὁ τοῖς ἠπίοις φίλος; τῷ δὲ ἡλίῳ ταῦτα ἀρέσειν νομίζομεν; τῇ δὲ ἡμέρ; τῇ δὲ νυκτ; τοῖς δὲ ἐν ἑκατέρᾳ δαίμοσι; τῇ δὲ πάντα ὁρώσῃ Δίκ; εἶτα τὸ μὲν ζῆν ἐλευθέρως ἐπαινε, τὰ δὲ
15τῶν ἑκόντων δουλευόντων ποιῶν οὐκ αἰσχύ‐ νεται; οὐ γὰρ δὴ μαχούμενος εἰσῆλθεν αὐτῷ καὶ ἐξελέγξων ὁπόσα ἠδίκηκεν, ἀλλ’ ἔστιν ἅπαν τοῦτο πτήξαντος καὶ δείσαντος καὶ κολα‐ κεύειν εἰδότος.
Or
.

57

.

46

ταῦτα, ὦ φίλε Ἀντίοχε, περὶ τοῦ σοῦ φίλου βούλει λέγεσθαι; ταῦτα ἐλθεῖν ἐπ’ ἐμὲ τὰ βέλη; καὶ τίνας οἴει πρὸς ἐμὲ τοὺς ἄλλους ἄρχον‐
τας ἔσεσθαι βλέπειν ἔχοντας εἰς τὰ τοιαῦτα παρα‐
5δείγματα; οὐ τοιαῦτα πρὸς αὑτοὺς ἐρεῖν; ἀνὴρ οὗτος ἀτιμαζόμενος μὲν οἶδεν οὐκ ὢν ὁπόσος ὁ ἄρχων, τιμώμενος δὲ συρίττει.
Or
.

57

.

47

Ἀναπηδήσας γάρ, φησίν, εἰ φανείης, φι‐ λήσει τὴν 〈σὴν〉 κεφαλήν. πάνυ γε. καὶ γὰρ ἄλλας μυρίας. καὶ κομιδῆ τινας ὀλίγους οἶδα τοὺς οὐ τοῦτο λαβόντας. φίλος μὲν γάρ ἐστιν οὐδενὶ οὐδὲ βούλοιτ’
5ἂν εὖ πρᾶξαί τινα ἀνθρώπων, τοῖς δὲ χείλεσιν ἐξαπατᾷ καὶ βούλοιτ’ ἂν ἕκαστον νομίζειν αὑτὸν παρ’ αὐτῷ προκεκρίσθαι τῶν ἄλλων. ἐπειδὴ γὰρ οἶδε τοῖς πράγ‐ μασιν αὐτοῖς οὐ κτησόμενος ἐπαινέτας, ταύτην εὕρηκε τὴν τέχνην, ὡς εἰς ἀτιμίας τάξιν ἥκειν αὐτοῦ τὰς τιμάς.
Or
.

57

.

48

Ἀλλὰ μισοπόνηρός εἰμι, φησί, καὶ τὴν φύσιν ἔδει κἀνταῦθα κρατεῖν καὶ λόγους ἤκουον ὑπὲρ Μάλχου βοηθεῖν βουλομένους. ἀλλ’ οὐ ταῦτά φησι Μαρέας οὐδ’ ὁ τούτῳ παρεδρεύων,
5δι’ οὓς πάντα ἀργυρίου, πάντα ἐν πράσει. καὶ πολὺς ὁ νιφετὸς τῶν λημμάτων διδόντος μὲν τοῦ διώκοντος, διδόντος δὲ τοῦ φεύγοντος, τὰ μὲν ἀλλήλων οὐκ εἰδό‐ των, ὄντων δὲ ἐπὶ τῆς αὐτῆς ἐλπίδος. ἔνι δὲ οὐδὲ τοῖς ἡττημένοις ὃ προήκαντο κομίσασθαι ὅρκοις τισὶ
10προδιῳκημένου τοῦ πράγματος. προῖκα δὲ οὐδέν, οὐ
ψῆφος, οὐκ εἴσοδος, οὐκ ὄνομα, οὐ συλλαβή τις, οὐ γράμμα.
Or
.

57

.

49

καὶ ταῦτα οὕτω πωλεῖται φανερῶς οὐδένα ὀφθαλμὸν οὐδὲ οὖς φοβούμενα, ὥστ’ εἶναι δόξαν μαν‐ τείαις αὐτοὺς πεπιστευκότας μηδὲν ὀκνεῖν. ὡς γοῦν οὐ δώσοντες δίκην ἅπαντα θερίζουσι πάντων Σύρων
5βοώντων, ὡς ὅσοις ἀπὸ τουτωνὶ τῶν θρόνων γεγέ‐ νηνται πλοῦτοι, πάντες εἰσὶ πρός γε τοῦτον πένητες. εἰκότως ἄρα καὶ [οἳ] τοὺς ἐν μείζοσι σχήμασιν ἄρχον‐ τας ὠνοῦνται καὶ παρ’ ὧν ἔθνησκον ἄν, εἴ τι τῶν δικαίων ἐγίγνετο, τούτους ὑφ’ ἑαυτοῖς ἔχουσι. μέχρι
10μὲν οὖν ἀπῆν οὗτος, ἅτερος ἤσθιεν, ἥκοντος δὲ ἄμφω. ἢ τί ποτ’ ἂν ἕτερον τὰς βροντὰς ἐκείνας ἔπαυσε καὶ τὰς ἀστραπάς; οὐδέν.
Or
.

57

.

50

ἀλλ’ ἔστι τῷ Μαρέᾳ τούτῳ κηδεστὴς πάσης Μηδείας δυνατώτερος. καὶ τὸ μὲν ἔργον τούτου, τἀληθὲς δὲ ἀφανίζοντες Βίκτορα δὴ τὸν διαλλακτὴν ἐποίησαν ἐν πολλοῖς τοῖς ὁρῶσιν.
5ὁ δὲ τὸν οὐδὲ ἔτι δεδεμένον ἔλυεν, ὁ δὲ μισοπόνηρος ἔπεμπε Μαρέαν πάλιν τὰ αὐτὰ ἀμήσοντα καὶ τὰ αὐτὰ τρυγήσοντα καὶ τὰ αὐτὰ κεροῦντα, ἔπεμπε πάλιν ἐπὶ τὰς αὐτὰς πηγὰς καὶ τοὺς αὐτοὺς κρουνούς, [καὶ] χρυ‐ σὸν καὶ ἄργυρον. ἃ κατὰ μικρὸν ἀγείρων εἰς μέγεθος
10ἤγαγεν. οἶδε γὰρ ὁ πέμπων αὐτὸν ἐφ’ ὁμοίαν βοράν, ὡς ἀμφοῖν ἡ θοίνη, τοῦ τε ἀπεσταλμένου τοῦ τε ἀπε‐ σταλκότος.
Or
.

57

.

51

καὶ τί θαυμαστόν, εἰ κερδῶν οὗτος ἡττᾶται τηλικούτων; ὃς καὶ τοὺς ἀποδέκτας ἐπλεον‐ έκτησεν ἐν ταῖς τιμαῖς ὧν βασιλεὺς [ἐν] ταῖς ἀρχαῖς ἐκ τῶν παρὰ τῆς γῆς αὐτῷ προσιόντων δίδωσιν, ὠνεῖ‐
5σθαί τε ἀναγκάζων ὧν οὐδὲν ἐδέοντο καὶ προσέτι μέ‐ τροις ἀδικῶν οὐ συμβαίνουσι τῷ νόμῳ. οὕτω μὲν οὗτος ἐπώλει, κακῶς δ’ ἠγόραζον ἐκεῖνοι καὶ ἡ πενία πλοῦτον ἠναγκάζετο ποιεῖν. ἀλλ’ ὅμως εἰ μὴ Ἀριστεί‐ δην αὐτὸν προσερεῖς, ἀδικήσεις.
Or
.

57

.

52

Ὢ τῆς ὅ τι βούλοιτο πραττούσης Τύχης, εἰ δὲ ὀρθῶς ἢ μὴ βούλεται μὴ σκοπούσης, ἀλλὰ τὰς τῆς δυνάμεως ἐπιδείξεις ἐν τῷ μὴ σώζεσθαι τὸ εἰκὸς ποιουμένης. αὕτη Διονυσίῳ Σικελίαν ἔδωκεν
5εἰδότι τοὺς ὄνους τοῦ πατρὸς οὓς ἤλαυνεν, αὕτη τὴν αὐτὴν νῆσον Ἀγαθοκλεῖ καὶ ὁ πατὴρ ὁ κεραμεὺς οὐκ ἐκώλυε. καὶ τί ἂν Ἑρμείαν τὸν εὐνοῦχον λέγοιμι καὶ
τύραννον Ἀταρνέως; ἀλλὰ Πῶρος οὐκ ἐκ κουρέως μέν, Ἰνδοῖς δὲ ἐπέταξεν; εἴπω τὸν ἀνθρακέα Βάρδυλιν ὃν
10προσεκύνουν Ἰλλυριοί; μικρὸν ἂν Ὀρθαγόρας μετὰ τούτους δόξειε Σικυῶνος κρατῶν ὁ μάγειρος.
Or
.

57

.

53

καὶ νῦν τοίνυν τὴν αὐτὴν ὁρῶμεν οὖσαν τὴν θεόν. καὶ τὸ τῶν ἐπιδείξεων τούτων εἶδος οὐ πέπαυται, ἀλλ’ ἄνθρωποι καὶ τοῖς γείτοσιν ἀγνῶτες καὶ δικαίως ἂν
5αἰπολοῦντες ἢ ποιμαίνοντες ἢ βουκολοῦντες ἢ ἐν συ‐ βώταις ὄντες μετέωροι φέρονται τοῖς παρὰ τῆς Τύχης δεδομένοις πτεροῖς. ἡ δ’ ἀκούει μὲν κακῶς ἐν ἅπασι τόποις ὡς οὐ ταῖς ἀρεταῖς ταῦτα τηροῦσα μόναις, ποιήσει δέ, μέχρις ἂν ᾖ γένος ἀνθρώπων, ἃ δὴ πολ‐
10λάκις πεποίηκε. κἂν ἴδῃς συβώτην ὑσὶν ἑπόμενον, μὴ διαπτύσῃς λογιζόμενος, ὡς τάχ’ ἂν καὶ οὗτος κοσμη‐ θείη τῇ Τύχῃ.
Or
.

57

.

54

Δεινὸν μὲν οὖν καὶ αὐτὸ τοῦτο καὶ οὐδαμῆ φορητὸν ἀπὸ μυλώνων καὶ τῶν ἐν αὐτοῖς ἀγρυπνιῶν ἄγεσθαί τινας ἐπὶ δυνάμεις τε καὶ ἀρχῶν λαμπρότητας, πολὺ δὲ γίγνεται καὶ δεινότερον καὶ ἀφορητότερον,
5ὅταν οἱ ἐπὶ τοιαῦτα μετενεχθέντες ἀπὸ τοιούτων μὴ
θέλωσιν εἰδέναι, τίνες ἐκ τίνων γεγένηνται, μηδὲ παρέχωσι καὶ τοῖς προτέροις τὴν ψυχὴν ἐνοικεῖν, ἀλλ’ ἐξελάσαντες ὅλην ποιῶσι τῶν δευτέρων.
Or
.

57

.

55

οἷος ἡμῖν καὶ οὗτος. ὃν ἔδει μὲν περὶ τὸν Τίγριν πανδο‐ κεῦσιν ὑπὲρ κόπρου μάχεσθαι, γέγονε δὲ κύριος τοῦ πολὺ μέρος τῆς οἰκουμένης κυκᾶν.
5 Ἀλλά, ὦ θεοὶ καὶ θεαί, πείσατε τὴν Τύχην ἃ περὶ Σευήρου προσήκει 〈ποιῆσαι〉 καὶ τῆς ἀλόγου σπουδῆς αὐτὸν τῆς παρ’ ἐκείνης ἐκβαλόντες δείξατε τὸν κολοιὸν
τὸν ἐν τῷ μύθῳ.
Or
.

58

t

ΠΡΟΣ ΤΟΥΣ ΝΕΟΥΣ ΠΕΡΙ ΤΟΥ ΤΑΠΗΤΟΣ.
Or
.

58

.

1

Ὧνπερ αὖ πρότερον, καὶ νῦν ἔοικέ μοι δεῖν φαρμάκων νόσου πάλιν καταλαβούσης τοὺς ὁμιλοῦντας ἡμῖν πολὺ χαλεπωτέρας ἧς πρόσθεν τινὲς ἐνόσησαν. βουλοίμην δ’ ἂν ὑμᾶς καὶ κατὰ τὴν ἴασιν ἐκεί‐
5νοις γενέσθαι παραπλησίους τῆς αὐτῆς καὶ νῦν θερα‐ πείας ταὐτὰ δυνηθείσης. ἔστι δὲ αὕτη λόγος τε καὶ
παραίνεσις καὶ τὸ πεισθῆναι κάλλιον εἶναι τοῦ ζῆν ἐν ὕβρει τὸ σωφρονεῖν. ἐγὼ γάρ τοι τὸ μὲν διὰ πληγῶν τε καὶ μαστίγων πειρᾶσθαι νουθετεῖν ἔφυγον ὁρῶν
10ταῦτα πολλαχοῦ τοὐναντίον ποιοῦντα, τὴν δ’ ἀπὸ τοῦ συμβουλεύειν ὠφέλειαν 〈εἶναι〉 νομίσας χρησιμωτέραν καὶ μᾶλλον ἔχειν ἐπανορθοῦν ἐπὶ τοῦτο ἧκον.
Or
.

58

.

2

δόν‐ τος οὖν μοι τοῦ πράγματος ἐν τοῖς οὐκέτι πλημμελή‐ σασιν ἱκανὴν ἀπόδειξιν οὐκ ᾠήθην προσήκειν τὸ ταύτῃ νουθετεῖν ὑμᾶς ἀφεὶς ἕτερόν τι ζητεῖν. οἶμαι γὰρ
5ὑμᾶς οὐκ ἐθελήσειν χείρους ἐκείνων φανῆναι τῶν ἀφ’ ὧν ἐπείσθησαν καὶ δόξαν ἡμῖν καὶ τὴν ἀπ’ αὐτῆς ἡδονὴν ἐνηνοχότων.
Or
.

58

.

3

Τὸ μὲν οὖν δίκαιον ἦν τοῖς ὑμῶν αὐτῶν ἔργοις ἀφαιρεῖν τι τῶν κακῶν ἃ παρὰ τοῦ καιροῦ φερόμενα τῇ τῶν Ἑλλήνων φωνῇ προσέπεσε καὶ πρὸς τὴν τῶν πνευμάτων βίαν εἰς ὅσον οἷόν τε ἀντέχειν· νῦν δ’ οἷς
5ἐξαμαρτάνετε προστίθετε τοῖς δεινοῖς καὶ μείζω ποιεῖτε τὰ δυσχερῆ παραπλήσιον ποιοῦντες ναύταις οἳ τῆς τε θαλάσσης οἰδούσης καὶ τῆς νεὼς κύμασι ταραττομένης
ἀντὶ τοῦ πάσῃ τέχνῃ πειρᾶσθαι σώζειν τὸ σκάφος ἐπι‐ τείνουσι τοῖς παρ’ ἑαυτῶν τόν τε κίνδυνον καὶ τὰ
10φοβοῦντα. καὶ ὑμᾶς τοίνυν ἄτοπον ἀφέντας ἀμύνειν τῷ σχήματι τῶνδε τῶν λόγων πονοῦντί τε καὶ πιεζο‐ μένῳ δι’ ὧν χεῖρον πράξουσιν ἐπεισάγειν.
Or
.

58

.

4

ἦν μὲν οὖν ἂν ἐπιτιμήσεως ἄξιον ὡς ἔχον ἡμῖν βλάβην, εἰ καί τισι τῶν ἄλλων ἐπετίθεσθε, λέγω τῶν ἔξω τοῦ τεμένους τῶν Μουσῶν. μηδὲ γὰρ χειροτέχνης
5πασχέτω κακῶς ὑπὸ νέου διατρίβοντος ἐν παιδείᾳ. ἀλλ’ ἀγέτω πρὸς ἐκείνους εἰρήνην καὶ μηδὲ τῶν παρὰ τῶν ἐκεῖθεν ποιουμένων τὸν βίον ἐπαίνων αὑτὸν ἀπο‐ στερείτω, ἀλλὰ καὶ τὰς τοιαύτας γλώττας εἰς εὐφημίας ἑαυτοῦ προκαλείσθω καὶ τοσοῦτον ἀπεχέτω τοῦ πρός
10τινα τῶν τοιούτων εἰς λοιδορίαν καθίστασθαι, ὥστε, κἂν παρ’ ἐκείνων τινὸς εἰς αὐτὸν ἔλθῃ τι τοιοῦτον, ἀνέχεσθαι καὶ δεικνύναι καὶ ταύτῃ, πόσον τι τὸ μέσον πρὸς ἀγοραῖον νέῳ τῆς Ἑρμοῦ τελετῆς ἠξιωμένῳ.
Or
.

58

.

5

τὸ μὲν ἄριστον τοῦτο ἂν ἦν, εἰ δ’ οὐκ ἂν ὅλως δύναιο βέλτιστος εἶναι, μέχρι τούτων γίγνου κακός, βλασφημῶν εἰς χρυσοχόον, ἀσελγαίνων εἰς σκυτοτόμον, παίων τέκτονα, λακτίζων ὑφάντην, ἕλκων κάπηλον,
5ἀπειλῶν ἐλαιοπώλαις. καλὸν μὲν γὰρ τούτων οὐδὲν οὐδ’ ἄξιον τῶν ἱερῶν ἐφ’ ἃ χωρεῖτε καθ’ ἑκάστην ἡμέραν, ἔστω δὲ ἔξω τούτων τὰ ἀπὸ τῆς κακίας καὶ μὴ τολμάτω τὸν οὐδὸν ὑπερβαίνειν. ἀλλὰ δὴ καὶ τοῦτο γινέσθω τἀσεβές, οὐκ ἀνεκτὸν μέν, συμπεσὼν δὲ νέῳ
10νέος μαχέσθω νῦν μὲν ψιλαῖς ταῖς χερσί, νῦν δ’ ἀντὶ λίθου τῇ διφθέρᾳ χρώμενος. καίτοι καὶ τραύματα μὲν ἐντεῦθεν γένοιτο ἄν, ὅμως δ’ ἂν ἐκ παραδειγμά‐ των ἡμῖν εἴη παραμυθία, ὧν τὰ μὲν ἑωράκαμεν, τὰ δὲ ἀκηκόαμεν.
Or
.

58

.

6

τὸ δὲ νῦν [καὶ τὸ] καινόν τε καὶ οὔπω πρότερον ἐν μουσείῳ φανέν. ἐπεστρα‐ τεύσατε τοῖς παιδαγωγοῖς, οὓς αἰδεῖσθαι νόμος ἦν. καὶ τοὺς μὲν ὑβρίκατε, τοῖς δὲ ἀπειλεῖτε καὶ ταπεινὸν πε‐
5ποιήκατε τὸ μετὰ φρονήματος διάγον ἔθνος τῶν μὲν οἷς ἔπαθον καταπεσόντων, τῶν δὲ τῇ τῶν ἴσων ἐλπίδι.
Or
.

58

.

7

Ἦν δὲ οὐ ταῦτα αὐτοῖς, ἡνίκα ἐφοίτων ἐγώ, ἀλλ’ ἐν τιμαῖς οὗτοι μετὰ τοὺς διδασκάλους μιμου‐ μένων τῶν νέων τοὺς διδασκάλους, παρ’ ὧν καὶ αὐτῶν ὑπῆρχον τιμαὶ τοῖς παιδαγωγοῖς τὸ δίκαιον ἔχουσαι.
5μεγάλα γάρ, ὡς ἀληθῶς μεγάλα τὰ παρὰ τούτων εἰς τοὺς νέους, ἀνάγκαι τε ὧν τὸ μανθάνειν δεῖται καὶ
τὸ πολὺ κάλλιον, ἡ σωφροσύνη. οὗτοι γὰρ φρουροὶ τῆς ἀνθούσης ἡλικίας, οὗτοι φύλακες, οὗτοι τεῖχος, ἀπελαύνοντες τοὺς κακῶς ἐρῶντας, ἀπωθοῦντες, εἴργον‐
10τες, οὐκ ἐῶντες ὁμιλεῖν, ἀποκρουόμενοι τὰς προσβολάς, ὑλακτοῦντες κύνες πρὸς λύκους γιγνόμενοι.
Or
.

58

.

8

〈ἃ〉 οὔτε παρὰ πατρὸς παιδὶ γένοιτ’ ἂν οὔτε μαθητῇ παρὰ τοῦ διδασκάλου. ὁ μὲν γὰρ ἐπιστήσας τῷ υἱεῖ τὸν ἄνθρωπον ἐν ἄλλοις ἐστίν, ἐν ἐπιμελείᾳ μὲν πόλεως,
5ἐν φροντίδι δὲ ἀγρῶν καὶ τῶν ἐν αὐτοῖς [καὶ] θερα‐ πόντων τε καὶ θεραπαινῶν, πολλάκις τε συνέβη τι τοιοῦτον, δι’ ὃ κατέτριψεν ἐπ’ ἀγορᾶς ἅπασαν τὴν ἡμέραν· τῷ δ’ αὐτὸ τοῦτο ἓν ἔργον, ὁ νέος καὶ τὸ τούτου συμφέρον. καὶ νυκτὸς ἡκούσης τῷ πατρὶ μὲν
10ἔξεστιν ἐν ὕπνῳ κεῖσθαι καὶ προστιθέναι τι καὶ τῆς ἡμέρας, εἰ δόξειεν· ὁ δὲ αὑτόν τε καὶ τὸν νέον ὑπάγει τῷ λύχνῳ καὶ πρῶτον αὑτὸν ἀφυπνίσας ἐπ’ ἐκεῖνον ἔρχεται πλέον τι τῶν ἀλεκτρυόνων ποιῶν, ἐγεί‐ ρων τῇ χειρί.
Or
.

58

.

9

τῶν αὐτῶν τοίνυν τούτων ἡττᾶται καὶ τὰ τοῦ διδασκάλου τοῦ μέχρι μὲν μεσημβρίας εἰδό‐ τος τὸν νέον, μετὰ ταῦτα δὲ οὐχ ὁρῶντος οὐδὲ συν‐
όντος οὐδὲ πονοῦντος περὶ αὐτόν. καὶ τὰ παρ’ αὐτοῦ
5δὲ τοῦδε διδόμενα τῷ παιδὶ τῷ παιδαγωγῷ φυλάττεται. δι’ ὧν γὰρ ἂν ἡ φυλακὴ γένοιτο, τῶν παιδαγωγῶν ἐστιν ἐπικειμένων, κεκραγότων, ῥάβδον δεικνύντων, σκύτος σειόντων, εἰς μνήμην τὸ ληφθὲν ἀγόντων τοῖς περὶ αὐτὸ πόνοις τοῖς μὲν ἀνιαροῖς, τοῖς δ’ ὑπὸ τῆς
10μελέτης οὐκ ἔτι λυποῦσιν.
Or
.

58

.

10

ἔν γε μὴν ταῖς ἀρρω‐ στίαις, καίτοι ταῦτα ἔξω τῶν λόγων ἐστί, πρὸς μὲν τὰς ἁμιλλῶνται τῶν μητέρων, τὰς δὲ καὶ παρέρχονται. μικρὸν γὰρ εἰπεῖν τροφούς. αἱ μέν γε ἀπειποῦσαι
5διακενῆς εὕροντο ῥᾳστώνην, οἱ δὲ προσεδρεύουσιν ὅτου δεηθεῖεν οἱ κάμνοντες παρεχόμενοι, τὰ μὲν λέγουσιν ὑπουργοῦντες, τὰ δὲ καὶ φθάνοντες. καὶ συμβάσης τελευτῆς οἰμωγαί τε οὐκ ἐλάττους παρὰ τῶν παι‐ δαγωγῶν ἢ τῶν τοκέων καὶ πένθη μακρότερα, ὥσθ’
10οἱ μὲν εἶξαν τῷ νόμῳ μόνον, οἱ δὲ καὶ ἀφειμένοι τοῦ νόμου πενθοῦσιν ὅμως.
Or
.

58

.

11

οἶδα δὲ ἔγωγέ τινας καὶ μνήματα τῶν ὑπ’ αὐτοῖς παιδευθέντων οἰκήματα σφῶν αὐτῶν πεποιημένους καὶ διαλεγομένους γε ἐγγύθεν προσκειμένων αὐτοῖς τῶν στομάτων τῷ λίθῳ καὶ τοὺς
5μὲν ὀψέ ποτε ἀπελθόντας, τοὺς δὲ αὐτοῦ τελευτήσαν‐ τας. ἀλλὰ καὶ τεθνεῶτος πατρὸς ἐπίσταμαι παιδαγω‐
γὸν ἐπίτροπόν ποτε δίκαιον γενόμενον καὶ τὴν τῆς ὀρφανίας αἴσθησιν ἀφελόντα τῷ παιδί.
Or
.

58

.

12

πολλὰ ἂν ἔχοι διελθεῖν σοφιστής μου βελτίων ἐπὶ ταύτην αὑτὸν ἀφεὶς τὴν ὑπόθεσιν. ἃ πάντα προσῆκεν αἰσχυνθέντας τίμιον ἡγήσασθαί τι τοὺς παιδαγωγοὺς καὶ μᾶλλον, εἴ
5τις ἄλλος προπηλακίζοι, κωλύειν ἢ αὐτοὺς εἶναι τοὺς τοῦτο ἀδικοῦντας.
Or
.

58

.

13

καὶ ἔγωγε θαυμάζω τῶν νομο‐ θετῶν οἳ τῶν πατέρων πεποίηνται πρόνοιαν κολάζοντες τῶν παίδων τοὺς ἀμελοῦντας αὐτῶν, ὅπως οὐ τῶν αὐτῶν γραμμάτων καὶ τούτους ἠξίωσαν. ἐγὼ μέντοι
5καθάπερ πολλῶν ὑπὲρ τῶν παιδαγωγῶν κειμένων νό‐ μων οὕτω παρών τε καὶ ἀπὼν ἀνώρθουν τὸν ἐμαυτοῦ τὸν χωλόν, εἰς δέ γε τοὺς ἄλλους ἀνήλισκον μὲν οὐδέν, τιμαῖς δὲ ταῖς ἄλλαις ἐχρώμην.
Or
.

58

.

14

οἵους ἐβουλόμην καὶ ὑμᾶς καὶ εἶναι καὶ ὁρᾶσθαι. νῦν δὲ τί; τοὐναντίον ποιεῖτε κακῶς. ὑβρίζετε, προπηλακίζετε, τὰ ταῖς τῶν τρυφώντων ἐξευρημένα τέρψεσιν εἰς τὸ
5τῶν Μουσῶν εἰσέλκετε χωρίον καὶ δέον καὶ τοὺς ἔξω ποιοῦντάς τι τοιοῦτο φαύλους νομίζειν ἐπεισηνέγκατε τὰ ’κείνων τῷ τῆς σοφίας τεμένει καὶ γεγένησθε τῶν
ποιούντων.
Or
.

58

.

15

Εἶτά μ’ ἐρήσεταί τις· ἅπαντες οὖν οἱ παι‐ δαγωγοὶ χρηστοὶ καὶ τιμᾶσθαι δίκαιοι καὶ οὐ‐ δεὶς πονηρός τε καὶ τιμωρίας ἄξιος; ἐγὼ δὲ οὐδὲ περὶ τῶν ἐν τοῖς ἄλλοις ἐπιτηδεύμασι τοῦτό γε ἔχοιμ’
5ἂν εἰπεῖν, ὅτι βέλτιστοι πάντες καὶ οὐδὲν οὔτε μεῖζον οὔτε μικρὸν ἁμαρτάνοντες, ἀλλὰ κἀν τοῖς ἄρχουσι κἀν τοῖς ἀρχομένοις κἀν ταῖς βουλαῖς κἀν τοῖς δήμοις κἀν τοῖς δικάζουσι κἀν τοῖς συναγορεύουσι κἀν τοῖς ἄστεσι κἀν τοῖς ἀγροῖς κἀν τοῖς γε ποιμέσιν αὐτοῖς οἳ τοῖς
10προβάτοις διαλέγονται, καθ’ ἕκαστον δὴ τούτων εὕροι τις ἄν τι καὶ παρορώμενον. ἀλλ’ οὐκ ἔξεστι συνελ‐ θοῦσιν ἀνθρώποις δέκα ἢ πλείοσιν ἢ ἐλάττοσι χεῖρας αὐτοῖς ἐπιφέρειν καὶ τύπτειν, ἀλλ’ οὐδὲ ῥήμασι τιμω‐ ρεῖσθαι καὶ λοιδορίαις. ἀλλ’ ἢ κατὰ τοὺς νόμους ἐπεξ‐
15ιέναι δεῖ τοῖς ἀδικοῦσιν ἢ τὴν ἡσυχίαν ἄγειν.
Or
.

58

.

16

διὰ τοῦτο δικάζει μὲν πολλάκις ἀνὴρ πολλὰς δίκας ὀφεί‐ λων καὶ ἀποκτίννυσί γε τοὺς ταὐτὰ δεδρακότας ἑαυτῷ, προσπίπτει δὲ οὐδεὶς οὐδὲ ἐκβαλὼν τοῦ θρόνου καὶ
5καταβαλὼν παίει τοῖς αὑτοῦ ποσὶ τὴν ἐκείνου κεφα‐
λήν, ἀλλ’ ἢ γράψεται καὶ κρινεῖ καὶ διδόντα δίκην ὄψεται ἢ τοῦτο οὐ ποιῶν ἕξει παρ’ ἑαυτῷ τὼ χεῖρε. οἷα πρῴην ἑωρῶμεν περὶ τῶν ἀρχόντων τοὺς δωροδοκήσαντας. ἐπέστη κατήγορος. ἐκλήθησαν μάρ‐
10τυρες δι’ ὧν βαδίζον ἦλθεν εἰς τὸ δωμάτιον ἐκείνῳ τὸ χρυσίον. ἐφάνη. εἶτ’ ἀρνήσεως οὐκέτ’ οὔσης εἰσε‐ πράττετό τε καὶ τὰ δοκοῦντα τοῖς νόμοις ἐπράττετο.
Or
.

58

.

17

Ἔδει τοίνυν καὶ τὰ παρ’ ὑμῶν εἶναι τοιαῦτα, γραφήν, κατηγορίαν, ἔλεγχον. καὶ οὐδεὶς ἂν ἦν ὁ τοὺς ἐλέγξαντας αἰτιώμενος, ἀλλὰ τοὺς ἠδικηκότας καὶ φα‐ νερῶς οὕτως ὡς μηδὲ ἐγγενέσθαι λαθεῖν. νῦν δὲ
5ἐκεῖνα μὲν φυγόντες, τυραννεῖν δὲ τῶν παιδαγωγῶν ἀξιοῦντες οὐκ ἂν ἔχοιτε λέγειν, ὡς οὐκ ἠδικήκατε, ἄλλως τε καὶ τρόπον ἀσελγέστατον ὑβρικότες, οὐκ οἶδα ὁπόθεν εἰσελθόντα τὸ πρῶτον, οἷ δὴ καὶ πρῶτον εἰσῆλ‐ θεν.
Or
.

58

.

18

ὁ δ’ ἐστὶ τίς; τάπητα τεταμένον ἐπὶ γῆς ἔχουσι ταῖς χερσὶ κατὰ πλευρὰν ἑκάστην νῦν μὲν πλείους, νῦν δὲ ἐλάττους, ὡς ἂν εἰσηγῆται τοῦ τά‐ πητος τὸ μέτρον. θέντες οὖν κατὰ μέσον αὐτὸν τὸν
5τὰ αἴσχιστα πεισόμενον ἀναρρίπτουσιν εἰς ὅσον
οἷόν τε, πολὺ δὲ τοῦτο ἔστι, σὺν γέλωτι. γέλως δὲ τοῦτο καὶ τοῖς περιεστηκόσι τοῦ τε ἰλίγγου τοῦτον ποιοῦντος καὶ τῆς βοῆς ἣν ἀφίησι μὲν ἐν τῇ φορᾷ τῇ ἄνω, ἀφίησι δὲ ἐν τῇ κάτω. ὁ δὲ ποτὲ μὲν ἧκεν εἰς
10μετέωρον τὸν τάπητα καὶ σέσωσται, ποτὲ δ’ ἁμαρτὼν αὐτοῦ χαμαί τ’ ἐστὶ κἀν τοῖς μέλεσι ζημιωθεὶς ἀπῆλ‐ θεν, ὡς μηδὲ κίνδυνον τῆς ὕβρεως ἀπεῖναι. καὶ τὸ δεινότατον, ὅτι κἀνταῦθα γέλως.
Or
.

58

.

19

Τοῦτο τοίνυν τὸ νικῶν ἀσελγείᾳ μάλιστα μὲν ἁπάσης τῆς Ῥωμαίων γῆς ἐχρῆν ἀποκεκλεῖσθαι, εἰ δὲ μή, μή τοι γε εἰς Ἑρμοῦ παρελθεῖν καὶ ταῦτα ἐμοῦ ποιμαίνοντος, ἐφ’ οὗ καὶ οὖσαν τήνδε τὴν ἀτιμίαν
5ἔδει πεπαῦσθαι. νῦν δ’, ὦ θεοί, οὐκ οὖσα γεγένηται καὶ κατὰ τίνων; οὐ τῶν οἰκετῶν δι’ ὧν ἕπεται τὰ βιβλία, ἀλλὰ κατὰ τῶν ἐν σεμνῇ προσηγορίᾳ καὶ ὧν δεῖ τοῖς τῶν διδασκάλων πόνοις.
Or
.

58

.

20

ἔπειτα ὁ τοῦτο παθὼν ὁ μὲν ἀποδρὰς οἴχεται, ὁ δ’ οὐχ οἷός τ’ ὢν μένει μὲν ἄκων, καταδεδυκὼς δέ ποι ζῇ τό τε φθέγ‐ γεσθαί τι τό τε ἀντιβλέπειν ἐχθροῖς ἢ φίλοις ὑφ’ ὧν
5ἔπαθεν ἀφῃρημένος. οὕτω γὰρ αἰσχύνης ἐστὶ τὸ πρᾶγμα
μεστόν, ὥστ’ οὐχ ὁρώμενος ὁ τῷ τάπητι περιπεσὼν καταγελᾶται μόνον, ἀλλὰ κἂν εἰς οὖς ἀφίκηται γραφόντων ἐν τῇ διανοίᾳ τῶν ἀκουόντων τὸ πραττόμενον. τοιαῦτα ὅπλα τοῖς παιδαγωγοῖς ἐπη‐
10νέγκατε πλύνοντες μὲν ἐκείνους, καθαιροῦντες δὲ ἐκ τῶν αὐτῶν καὶ τὰ τῶν διδασκάλων, εἴτ’ ἀγνοοῖεν τὰ τολμώμενα, εἴτ’ οὐκ ἀγνοοῦντες ὀλιγωροῖεν.
Or
.

58

.

21

Κακὸς γάρ, φησίν, εἴς τινα τῶν τῆς ἑτέ‐ ρας φωνῆς ἡγεμόνων ὁ παιδαγωγὸς οὗτος ἡλί‐ σκετο καὶ τοῦτό γε αὐτὸς περὶ ὃν ἐγεγόνει κα‐ κὸς ἔλεγεν. ἀλλ’ οὔπω τοῦτο κακίας ἀπόδειξις τὸν
5δεῖνα περὶ τοῦ δεῖνος εἰπεῖν, ὡς εἴη κακὸς περὶ αὐτόν, ἀλλὰ δεῖ δήπου καὶ ἐξελέγχειν, ὅτι τὸ καὶ τὸ περὶ αὐτὸν ἥμαρτεν. ἀποκρινάσθω τοίνυν ἐκεῖνος ἢ ὑμεῖς ὑπὲρ αὐτοῦ. τῶν φίλων τινὰς αὐτῷ δυσμενεῖς ἐποίη‐ σεν; ἀλλὰ τοῖς ἐπαινοῦσιν αὐτὸν ἐναντίας ἀφῆκε φω‐
10νὰς ταῖς ἐπαινούσαις μαχομένας; ἀλλὰ ἐσομένους μα‐ θητὰς ἐκώλυσεν; ἀλλ’ ὄντας ἀπέστησεν;
Or
.

58

.

22

ἐβου‐ λήθη μέν, ἐρεῖ, τὸ δύνασθαι δὲ ἀπῆν. ὁ δὲ συκοφαντεῖσθαί φησιν. οὐδὲ γὰρ βουληθῆναι. 〈ἐδό‐
κει〉 μέντοι διὰ τὸ φίλτρον τῶν ἡμετέρων λόγων οὓς
5θαυμάζειν ἠνάγκαζε τοὺς νέους καὶ μὴ πλέον νέμειν τοῖς ἑτέροις ἢ τούτοις. ἐβούλετο δὲ ὁ ’κείνους διδά‐ σκων πλέον ἔχειν ἐκείνους ἢ τούτους καὶ πολλάκις ἀπὸ βιβλίων ἐπὶ βιβλία μετήνεγκε. τοῦ τοίνυν τοῖς νέοις συμφέροντος ἀπῃτεῖτο δίκην, εἰ δὴ συμφέρει μετὰ τῶν
10δευτέρων ἔχειν καὶ τὰ πρότερα, ἀλλὰ μὴ διὰ τὰ δεύ‐ τερα τῶν πρώτων ἐστερῆσθαι.
Or
.

58

.

23

Καὶ δὴ καὶ δίκην ὤφειλεν οὗτος. οὐκοῦν ἐκεῖνον ἔδει τὴν εἰωθυῖαν λαμβάνειν. ἡ δὲ ἦν ἐκβα‐ λεῖν τῆς τῶν νέων ἐπιμελείας πείσαντα τὸν πατέρα, τοῦτο δὲ οὐ δυνηθέντα τὴν ἡσυχίαν ἄγειν. ὁ δὲ ταύ‐
5την μὲν οὐκ ἦλθεν ἣν ἴσως ἄν τις καὶ ἄλλος, ὑμῖν δὲ ἐπέταξε τὰ μὴ κατὰ τοὺς νόμους. ἃ τῷ μὲν ἔμελ‐ λεν ἡδονὴν οἴσειν, ὑμῖν δὲ τὴν χείρω δόξαν.
Or
.

58

.

24

ἀπὸ γοῦν ἐκείνης τῆς ἡμέρας εἰς ταύτην ὁ τοῦ τάπητος λόγος ἔχει τὴν πόλιν, καὶ τὸν πεπονθότα καὶ τοὺς πεποιηκότας ἐλεοῦντας, 〈ἐλεοῦντασ〉 δὲ ἐκείνου
5ὑμᾶς πλέον ἐν οἷς τοιοῦτοι τρόποι. ὥστ’ εἴπερ εἴχετε νοῦν, ἔδει νομίζειν ἐχθρὸν τὸν τοιαῦτα ᾐτηκότα. διὰ τί γὰρ ἐζήτει παρ’ ὑμῶν ἃ μὴ παρ’ αὑτοῦ; εἰ μὲν γὰρ οὐκ ἄτοπον τὸ διὰ τοῦ τάπητος, αὐτὸν ἔδει τοῖς περὶ
αὑτὸν ἐπιτάττειν λαμπρᾷ τῇ φωνῇ τὸν παιδαγωγὸν
10ἐγκαθίζειν εἰς τὸν τάπητα τἀπὶ τούτῳ πεισόμενον· εἰ δὲ πονηρὸν εἶναι τὸ πρᾶγμα κατεγνώκει, πῶς οὐκ ἠδί‐ κει ταῦτα ἐφ’ ὑμᾶς ἄγων ὧν οὐ καλὸν ἡγεῖτο μετέχειν δοκεῖν;
Or
.

58

.

25

ὑμεῖς δὲ ὑπηρέτας ὑμᾶς αὐτοὺς κατεστή‐ σατε πράγματος ὃ ποιεῖν ἐκεῖνος ὤκνησε, καὶ οὐκ ᾐσχύ‐ νεσθε. καὶ ὁ μὲν ὑβρισμένος εἷς καὶ προνοίᾳ θεῶν οὐκ ἀπολωλώς, τὸ δέος δὲ κοινὸν τῶν παιδαγωγῶν
5ἀπειλῆς οὔσης ἐν τοῖς γεγενημένοις ἐπὶ πάντας ἥξειν τὸ κακόν. μὴ οὖν θαυμάζετε, εἰ εἷς μὲν γέγευται τοῦ τάπητος, ἀλλήλους δὲ παρακαλέσαντες καὶ συνερρυηκό‐ τες ἐβόων. ὁ γὰρ κοινὸς φόβος ἐποίει τὴν σύνοδον καὶ κρεῖττον ἡγοῦντο τὸ μὴ παθεῖν τοῦ παθόν‐
10τας στένειν.
Or
.

58

.

26

Ἦν μὲν οὖν αὐτοῖς βουληθεῖσι καὶ παρὰ τὸν ἄρχοντα δρόμος, οἱ δ’ ἀρκεῖν ἡγήσαντο τὸν παρ’ ἐμὲ καὶ ἐκάλουν με δικαστήν, οὐχ ὑμεῖς. ἦν γὰρ τοῦθ’, ὡς ἔοικεν, ἀνάξιον τῶν ὑμῖν ὑπαρχόντων. καὶ ἐγὼ μὲν
5ἔσβεσα τὴν φλόγα λόγοις, ὑμεῖς δὲ ἐρρῶσθαι φρά‐ σαντες Σοφοκλεῖ καὶ τῷ λέγειν καὶ πείθειν ἐπὶ τοὖργον ἐπηδήσατε καὶ μείζονος φρονήματος ἀπό γε τοῦ περὶ τὸν τάπητα γέμοντες ἀπήλθετε καὶ τῆς ὑστεραίας εἰς
τὸ διδασκαλεῖον ἤλθετε δέον ἐν σκότῳ καθημένους
10μέμφεσθαι τὰ πεπραγμένα καὶ τὸ κοινὸν δὴ τοῦτο τῶν ἀδικούντων ποιεῖν, αἰτιᾶσθαι τὴν Τύχην ἀνθ’ ἑαυτῶν.
Or
.

58

.

27

Εἷς γὰρ ὁ τοῦτο παθών, ἐρεῖτε, τοῖς ἄλ‐ λοις δὲ τὰ προσήκοντα πεφύλακται. καὶ γὰρ τούτῳ πρὶν ἢ παθεῖν. ἀλλ’ ὅμως πεπαρῴνηται. καὶ οὐ τῷ μὴ πεπονθέναι τὸ μηδὲ παθεῖν ἔσχε. λογίζετ’
5οὖν τούτων ἕκαστος τῶν οὐ πεπειραμένων τοῦ τάπη‐ τος, ὡς οὐκ ἰσχυρὸν αὐτοῖς τὸ μὴ πεπειρᾶσθαι πρὸς τὸν ἔπειτα χρόνον οὐδ’ ὁ παρελθὼν ἐγγυᾶται τὸ μέλ‐ λον, ἀλλ’ ἢν ὀργή ποτε προσπέσῃ, ταχὺ πολλὰ τοιαῦτα ἔσται. ἑνὸς κατεχέατε τὴν ὕβριν, τῶν δ’ ἄλλων ἀπέ‐
10σχεσθε. παρὰ τοῦτ’ οὖν οὐχ ὑβρίκατε τὸν ὑβρισμένον; οὐκοῦν οὐδ’ ὁ κτείνας ἕνα ἄνδρα ἀνδροφόνος, ὅτι μὴ πάντας; οὐδ’ ἂν τὴν ὑπὲρ τοῦ τεθνεῶτος δοίη δίκην δικαίως διὰ τοὺς ζῶντας;
Or
.

58

.

28

ἀλλ’, οἶμαι, τὰς τιμω‐ ρίας δυοῖν εἵνεκα λαμβάνομεν τοῖς τε ἠδικημένοις βοηθοῦντες καὶ τοῖς οὔπω, τοὺς μὲν παραμυθούμενοι,
τοὺς δὲ ῥυόμενοι. ἕως ἂν οὖν ἕνα αὑτῶν ὑβρισμένον
5ὁρῶσι τοιαῦτα οἱ παιδαγωγοί, τῷ τῶν τὰ τοιαῦτα πει‐ σομένων συζῶσι φόβῳ. αὐτῷ τοίνυν ὑβρίζονται τῷ φόβῳ καὶ τρόπον τινὰ ἐν τοῖς πεπονθόσιν εἰσὶν οἱ πεισόμενοι.
Or
.

58

.

29

Νὴ Δία γάρ, διδάσκαλος ἦν ὁ κελεύων. οὔπω μοι δεσπότην λέγεις. καίτοι καὶ δούλοις ἀδικοῦσιν ἐξ ἐπιτάγματος οὐκ ἀρκεῖ τὸν δεσπότην εἰπεῖν οὐδὲ ἃ παθεῖν ἀπειθοῦντας ἔδει, ἀλλὰ τοῦ πε‐
5πεῖσθαι δόντες δίκην μανθάνουσιν, ὡς οὐ πάντα τῷ δεσπότῃ πειστέον οὐδ’ ἢν τὰ παρ’ ἐκείνων θυμουμέ‐ νων τῶν ἐκ τῶν νόμων ᾖ χαλεπώτερα.
Or
.

58

.

30

διδάσκα‐ λος ἦν ὁ κελεύων. οὐκοῦν ἐχρῆν πρὸς τὸν θαυμά‐ σιον τοῦτον διδάσκαλον λέγειν, ὡς ἃ μὲν χρὴ κελεύον‐ τος δράσομεν, πάντα δὲ οὐ δράσομεν καὶ οὐχ ὅσα ἐστὶ
5κακά; οὐδὲ γὰρ τοὺς γονέας κελευόντων πατάξομεν οὐδὲ βωμοὺς ἀνατρέψομεν οὐδὲ τοὺς ἐκείνοις δυσμε‐ νεῖς ἀποκτενοῦμεν. γένοιτο δ’ ἄν που διδάσκαλος καὶ θαυμάζων ὥραν μαθητοῦ καὶ κελεύων τῷ δεομένῳ χαρίσασθαι. ἆρ’ οὖν καὶ τοῦτο χαριούμεθα; δεινὸν
10μέντ’ ἂν εἴη. ὁ γάρ τοι διδάσκαλος ἅμα τε ἐζήτησεν
ἃ μὴ χρὴ καὶ τὸ εἶναι τοῦ νέου κύριος ἀπολώλεκεν. ἦν μὲν γὰρ ἐκ τῆς ὠφελείας κύριος, βλάπτων δὲ ἐχθρὸς ἂν εἴη. νόμος δὲ λυπεῖν τὸν ἐχθρόν, οὐκ εὐφραίνειν. ὥστ’ οὐδ’ οὗτος εἰκότως ἂν πει‐
15θομένους εἶχε τοιαῦτα ἐπαγγέλλων ἀφ’ ὧν μισεῖ μὲν ὑμᾶς ὁπόσον ἐν παιδαγωγοῖς, φεύγει δὲ τῆς νεότητος τὸ σωφρονοῦν.
Or
.

58

.

31

Τῆς πόλεως δὲ τόπος ἅπας τοῦτον ἔχει τὸν λόγον, ὅτι γυμνῶσαι τῆς τῶν παιδαγωγῶν φρουρᾶς βουλόμενοι τοὺς νέους, ὅπως ἐπ’ ἐξουσίας τρυγῶσιν, εἶτ’ ἄλλως οὐκ ἔχοντες τὰ τοῦ τάπητος ἐπήνεγκαν, ἵν’
5εἰδῶσιν, ὡς ἢ τῶν εὐμόρφων ἀποστατέον αὐτοῖς ἢ ’κείνων ἀντειλημμένοις ἐν τοῖς διὰ τοῦ τάπητος εἶναι κακοῖς.
Or
.

58

.

32

καὶ τίνας οἴεσθε τοὺς πατέρας ὑμῖν, εἰ ταῦτα ἀκούσαιεν, ἔσεσθαι; φαιδροὺς καὶ οἷοι γένοιντ’ ἂν πατέρες ἐπ’ ἀκοῇ χρηστῇ; δυστυχῶν ἄρα πατέρων παῖδες ὑμεῖς. ἀλλ’ ἀνιάσεσθαι καὶ θρηνήσειν, οἵους
5ἔφυσαν; εἶτα λύπης τοιαύτης καὶ δακρύων αἴτιοι τοῖς γονεῦσι καθιστάμενοι θεῶν ὀργὰς οὐ δεδοίκατε; ἢ βραχὺς ὑμῖν καὶ τούτου λόγος; μετὰ χρηστῶν γε
βιώσεσθε τῶν ἐλπίδων.
Or
.

58

.

33

Καὶ μὴν τοῖς γε τοῦ φοιτᾶν ἀπηλλαγμένοις ἔθος τὰ πεπραγμένα αὑτοῖς ἡνίκα ἐφοίτων ἐν συνου‐ σίαις διηγεῖσθαι. πότερ’ οὖν ταυτὶ τὰ νῦν ἐρεῖτε καὶ φιλοτιμήσεσθε; οὐχ οὕτως ὑμᾶς αὐτοὺς μισήσετε, ἀλλ’
5αὐτοί τε ἀποκρύψεσθε κἂν ἄλλος λέγῃ, χαλεπανεῖτε. οὐκοῦν ἄμεινον μὴ πεπρᾶχθαι ταῦτα οἷς αἰσχυνεῖσθε πεπραγμένοις;
Or
.

58

.

34

Τί δ’, ὁ μαθητὴς οὐκ εὐφροσύνας παρασκευά‐ ζειν τῷ διδασκάλῳ δίκαιος; πάνυ γε. τούτων οὖν πραττομένων οὐκ ἀθυμεῖν ἡμᾶς ἀνάγκη; παντί που δῆλον. τούτῳ δὲ κἂν μὴ κατάρα τις ἕπηται, ταὐτὸν
5ἡ λύπη καὶ μετὰ σιγῆς ποιεῖ. τὰς δ’ Ἐριννῦς ὥσπερ τῶν γονέων, οὕτω καὶ τούτων χρὴ νομίζειν κήδεσθαι.
Or
.

58

.

35

Εἰπέ μοι, παιδαγωγοὶ δὲ ὑμῖν τοῖς ταῦτα δε‐ δρακόσιν οὐκ εἰσίν; εἰσί. τούτους τοίνυν εἰ μὲν ἀτι‐ μάζετε, τῆς τῶν ἀσεβῶν ἐστε συμμορίας· εἰ δὲ τιμᾶτε, διὰ τί τοὺς τῶν ἄλλων ἐλαύνετε; ὃ γὰρ ὑμῖν οὗτοι,
5τοῦτ’ ἐκείνοις ἐκεῖνοι, κέρδος ἐμοὶ φέροντες ὅσονπερ οὗτοι. καὶ εἰ δὴ τῶν ὑμετέρων ὑπ’ ἄλλων τυπτο‐ μένων ἠδίκητ’ ἂν ὁ θεσμός, καὶ νῦν ἠδίκηται
τῶν ἄλλοις ἐφεστηκότων ὑφ’ ὑμῶν ὑβριζομένων.
Or
.

58

.

36

Ἡ δ’ ὕβρις αὕτη καὶ ὁ τῶν ἴσων φόβος ἔλατ‐ τον ἐκ μείζονος δύναται ποιεῖν τὸ ποίμνιον. ὁ γὰρ οὗ ταῦτα οὐ πείσεται θαυμάζων, τὰ δὲ τῇδε διαβάλ‐ λων ἐκεῖσε πέμπειν τοῖς γονεῦσι συμβουλεύσει τοὺς
5αὑτῶν, ἀξιόπιστος δ’ ἂν εἰκότως ὁ παιδαγωγὸς εἴη πλαττόμενος μὲν τῶν ἐνταῦθα ἐρᾶν, τὸ δὲ τοῦ νέου συμφέρον πρότερον ἄγων. οὕτω τοῖς ἡμετέροις πράγ‐ μασιν ἐπιζήμιον ζητεῖτε τιμωρίαν ἀνθ’ ἧς ἄξιον εὔχε‐ σθαι τοῖς θεοῖς ὑμᾶς ὑπὲρ ἡμῶν.
Or
.

58

.

37

Ἀλλ’ ἔα τοὐμόν, εἰ δοκεῖ. σκεψώμεθα δὲ πά‐ λιν τὸν ἀναρριφέντα. οὐκοῦν οὔτε τῇδε ταὐτὸν ἔρ‐ γον ποιῶν θρέψεται, οὐ γὰρ ποιήσει τοὺς ἑωρακότας ἃ πέπονθεν αἰσχυνόμενος καὶ τὸν ταῦτα δεδεγμένον
5τόπον, ὅποι τ’ ἂν ἀφίκηται, τὸν περὶ ὧν πε‐ παρῴνηται λόγον εὑρήσει. ὅ τε μέγιστον ἐν παιδα‐ γωγῷ, φόβος ὁ κατὰ τῶν ἀγομένων ἀναιρεθήσεται. ἢν γὰρ ἅπτηται βλακευόντων, ἀντιβλέποντάς τε ἕξει καὶ προφέροντας τὸν τάπητα· τίς οὖν αὐτῷ δώσει τὸν ἄρ‐
10τον; οὐδὲ γὰρ ἐπὶ τὴν τῶν ἐρίων ἐργασίαν τρέψεται,
ἥν γε οὐκ οἶδε. λείπεται δὴ προσαιτεῖν μετὰ δακρύων. εἶθ’ ὑμᾶς ἄξιον τοιούτων αἰτίους ἀνθρώπων ὁτῳοῦν γεγενῆσθαι; καὶ οὔτε τὴν ὀργὴν τῶν ταῦτα μισούντων δεδοίκατε δαιμόνων οὔτε τὴν δύναμιν;
Or
.

58

.

38

Καὶ μὴν οἱ μὲν οὔπω πρὸς ῥώμην ἥκοντες λόγων εἰκότως ἂν βούλοιντο τοῖς τρόποις εὐδοκιμεῖν τούς τ’ ἐν τῇ δυνάμει ταύτῃ μὴ βλάβην ποιεῖν τῇ παρ’ ἐκείνης δόξῃ τὴν ἀπὸ τῆσδε τῆς κακίας. ἀλλὰ
5μηδὲ τοὺς ἡμῖν ἐχθρῶς ἔχοντας φθόνῳ τοῦτο ποι‐ οῦντας εὐφραίνετε. οὓς ἀπήγγειλέ μοί τις τρυφᾶν ἐν τῇ μνήμῃ τῇ περὶ τὸν τάπητα καὶ τὴν αἰτίαν ἄγειν ἐπ’ ἐμὲ καὶ ἡμερότητα τὴν ἐμήν. εἰ γὰρ ἐκεῖνος, φησίν, ᾔδει πικρῶς κολάζειν, οὐκ ἂν
10ταῦτα ἡμαρτάνετο. ἐγὼ δὲ ἥδιον ἐκ λόγων ἂν παρεχοίμην εὐτάκτους τοὺς ὁμιλοῦντας ἢ [γε] μετὰ μαστίγων καὶ διὰ τὸ αἰδεῖσθαι μᾶλλον ἢ διὰ τὸ πλήττεσθαι.
Or
.

58

.

39

Ἴσως ἂν εἴποι τις ὑμῶν οὐκ ὀρθὴν εἶναι τὴν ἐπιτίμησιν κατὰ πάντων γενομένην οὐ πάντων ὄντων ἐν τῷ τάπητι. ἐγὼ δὲ μετὰ τῶν δεδρακότων ἀδικεῖν ἡγοῦμαι τοὺς οὐ κεκωλυκότας πολὺ πλείους ὄντας τῶν
5πεποιηκότων. ὁ γὰρ ἐξὸν ἐπισχεῖν οὐ βουληθεὶς κεκοινώνηκε τῆς πράξεως. ἔδει δὲ ἢ μὴ ἐπιτρέπειν ἢ κατηγοροῦντας τῶν πεπραγμένων καθαροὺς εἶναι τῆς ἀσελγείας. ὑμεῖς δὲ οὔτε τοῦτο οὔτ’ ἐκεῖνο, ὥστ’ οὐδ’ εἰ πάνυ βούλεσθε δοκεῖν μὴ μετέχειν τοῦ τάπητος,
10δύνασθε.
Or
.

58

.

40

Τῶν οὖν πεποιηκότων τῷ λόγῳ τὴν ἀνάγκην μᾶλλον νομιστέον τὸν λόγον ἢ τοῦ συγγεγραφότος. εὔχομαι δὲ τοῖς θεοῖς πεπλῆχθαί τε τὰς ψυχὰς ὑμῖν
ὑπὸ τῶν εἰρημένων καὶ γενέσθαι καλλίους.
Or
.

59

t

ΒΑΣΙΛΙΚΟΣ ΕΙΣ ΚΩΝΣΤΑΝΤΙΟΝ ΚΑΙ ΚΩΝΣΤΑΝΤΑ. Προθεωρία τοῦ λόγου. Ἐκεῖνο μάλιστα παρατηρεῖν ἄξιον, ὅτι δυοῖν ὑποκει‐
5μένοιν προσώποιν ὁρμᾶται μὲν ἐκ μιᾶς ἀρχῆς ὁ λόγος καὶ πρόεισι μέχρι τινὸς διὰ κοινῶν ἐγκωμίων, σχιζόμενος δὲ κατὰ τὰς πολεμικὰς πράξεις καί τινας ἑτέρους ἐγκωμιαστι‐ κοὺς τόπους πάλιν συνάπτεται κοινὸν ἐπάγων τὸ τέλος, ὡς ἂν μάλιστα εἷς ὢν φαίνοιτο καὶ μὴ διπλοῦς. ἡ δὲ λέξις
10οὔτε τὸ μέγεθος διώκουσα πρὸς τὸ σκοτεινὸν ἐκφέρεται οὔτε τιμῶσα τὴν σαφήνειαν εἰς ταπεινότητα καταπίπτει.
Or
.

59

.

1

Ἔμελλον, οἶμαι, μηδενὸς ἀνθρώπων παροξύνον‐ τος αὐτόματος ὁρμήσειν ἐπὶ τὸν λόγον τῷ τοῦ πράγμα‐ τος δικαίῳ πρὸς τὴν εὐφημίαν κινούμενος. πρῶτον μὲν γὰρ τῶν ἀτοπωτάτων ἂν ἦν, εἰ βασιλεῖς μὲν
5τοῖς αὑτῶν σώμασιν οὐκ ἀποκνοῦσι τὴν ἀσφάλειαν ἡμῖν κατακτώμενοι, ἡμεῖς δὲ μηδ’ ὧν ἐπὶ τῆς ἀσφαλείας ἐργαζόμεθα λόγων τὸ μέρος ἐκείνοις ἀναθείημεν, ἀλλ’ οὕτω πόρρω κεισόμεθα τοῦ προσήκοντος, ὥστ’ οὐδὲ πολλοστὸν συνθήσομεν λόγον, ὃν πρῶτον εἰκὸς ἦν
10γενέσθαι.
Or
.

59

.

2

ἔπειτα δὲ τῶν αἰσχίστων ἡγούμην τοὺς μὲν γεωργοῦντας ἀποφέρειν τῶν καρπῶν τοῖς βασι‐
λεῦσι τὰς ἀπαρχάς, τοὺς δὲ περὶ τὴν φιλοσοφίαν δια‐ τρίβοντας τὴν ἐπ’ αὐτοὺς ἥκουσαν ἐγκαταλιπεῖν συν‐
5τέλειαν καὶ ταῦτα βελτίω καὶ σεμνότερον ἐκείνων ᾑρῆ‐ σθαι βίον ὑπειλημμένους.
Or
.

59

.

3

χωρὶς δὲ τούτων οἱ μὴ ταῖς ἀρίσταις τῶν πράξεων τοὺς παρ’ αὑτῶν ἐπαίνους προσάγοντες ὁμοῦ τε τοὺς εἰργασμένους ἀδικοῦσι καὶ σφῶν αὐτῶν κατηγοροῦσιν ἐκείνους μὲν ἀποστεροῦντες
5ὧν εἰκὸς ἦν αὐτοὺς ἀπολαύειν, τὴν δὲ αὑτῶν φύσιν ἐπιδεικνύντες οὐκ ἐπισταμένην τὰ χρηστὰ θαυμάζειν.
Or
.

59

.

4

διὰ μὲν δὴ ταῦτα καὶ ἔτι πλείω πρὸς τὴν ὑπόθεσιν ἐμαυτὸν ἐκίνουν οὐκ ἀναμένων παρ’ ἑτέρων ἀρθῆναι τὸ σύνθημα· ἐπεὶ δὲ ἔτι σκοπούμενον ἐγκατελάμβανε τοὐπίταγμα καὶ συνῆλθον γνώμη τε καὶ παράκλησις,
5οὐκέτ’ ᾠήθην εἶναι βουλῇ χώραν, ἀλλὰ τοῦ τὴν προθυμίαν εἰς ἔργον ἀγαγεῖν τὸν καιρὸν ἐφεστάναι. ἢ πάντων ἂν ἦν ῥᾳθυμότατος, εἰ προέμενος οὕτω θαυ‐
μαστὴν ἀφορμὴν οὐχ ὑπὲρ τῶν πραγμάτων, ἀλλ’ ὑπὲρ τῆς σιωπῆς ἐζήτουν λόγον, ἄλλως θ’ ὅτε τρία τὰ μέ‐
10γιστα περιγίνεται. οὐ γὰρ μόνον τοῖς βασιλεῦσιν ὅσον ἔξεστι τοῦ γιγνομένου φυλάξομεν, ἀλλὰ καὶ αὐτοὶ δόξαν ἴσως προσληψόμεθα βελτίω καὶ τῷ τὴν ὑπόθεσιν προ‐ βαλόντι φιλοτιμηθῆναι παρέξομεν. ὥσπερ γὰρ ἐν τοῖς γυμνικοῖς ἀγῶσιν εἰς τοὺς παιδοτρίβας ἔρχεταί τι τῆς
15ἀπὸ τῶν στεφάνων εὐκλείας, οὕτως ὁ τοῦ λόγου συν‐ αίτιος κοινωνεῖ τῆς ἀπ’ αὐτοῦ φιλοτιμίας.
Or
.

59

.

5

Ἔστι μὲν οὖν ἔθος τοῖς ἐπιχειροῦσιν ἐγκωμιά‐ ζειν τὴν μὲν αὑτῶν καταμέμφεσθαι δύναμιν ὡς πολὺ λειπομένην τῶν πραγμάτων, τὴν δὲ τῶν πραγμάτων ἀποθαυμάζειν ὑπερβολὴν ὡς πολὺ νικῶσαν τοὺς λό‐
5γους· ἐγὼ δέ, εἰ καὶ μηδενὶ τῶν ἔμπροσθεν τοῦτο ὑπῆρχεν εἰρημένον, πάντως ἂν τὴν παροῦσαν χρείαν εὑρεῖν ἡγοῦμαι τὸν λόγον.
Or
.

59

.

6

εἰ μὲν γὰρ ἐνῆν διε‐ λεῖν τὸ ἀγώνισμα καὶ ἐν μέρει πρὸς ἑκάτερον ἀπο‐ δοῦναι καὶ νῦν μὲν τῷ πρεσβυτέρῳ τὸ ὄφλημα διαλῦ‐ σαι, μικρὸν δὲ ὕστερον ἐπὶ τὴν ἑτέραν μερίδα μετελ‐
5θεῖν, οὐδ’ οὕτω μὲν ἂν πρὸς τὴν ἀξίαν ἠρκέ‐ σαμεν, οὐ μὴν τοσοῦτον ἂν ἴσως ἡττηθέντες ἀπήλθο‐ μεν· ἐπεὶ δὲ ὅ τε προβαλὼν τὸν ἆθλον ἴσῳ πόθῳ κεχρημένος εἰς ἀμφοτέρους οὐ τὴν ἡμετέραν δύναμιν ἐσκέψατο μᾶλλον ἢ ὅπως ἑνὶ καιρῷ περιληφθεῖεν ἀμφό‐
10τεροι ὅλως τε οὐκ εἶχε καλῶς ἐπὶ τῶν ἐγκωμίων δια‐ σπᾶν τοὺς καὶ φύσει καὶ γνώμῃ καὶ ταῖς ἀρεταῖς συν‐ ημμένους, πῶς οὐκ ἀνάγκη τοῦ μετρίου τοσοῦτον ὑστε‐ ρεῖν, ὅσονπερ ἄν, εἰ γῆν καὶ θάλατταν ἐνεχειροῦμεν ἡμέρᾳ μιᾷ μετρεῖν;
Or
.

59

.

7

οὐ μήν, ἀλλ’ εἰ καὶ τὰ μάλιστα τοῦτο συμβαίνοι, πολλὴν εἰσόμεθα τοῖς νικῶσι τὴν χάριν. ἐπειδὴ γὰρ οἱ μὲν λόγοι τὰ ἔργα μηνύουσιν, αἱ δὲ τῶν ἀρχόντων ἀνδραγαθίαι κέρδη τῶν ἀρχομέ‐
5νων εἰσίν, οἱ μηδὲ ἔχοντες εἰπεῖν ὅσον πεπόνθασι δῆ‐ λοι δήπου πᾶσίν εἰσι μείζω λόγου παντὸς τὴν εὐτυ‐ χίαν καρπούμενοι, ὥστ’ εἰ καὶ παράδοξον εἰπεῖν, ἐν τούτῳ μόνῳ τὸ νικᾶσθαι τοῦ νικᾶν λυσιτελέστερον.
Or
.

59

.

8

Πολλαχῇ δέ μοι δοκεῖ χαλεπὸν εἶναι τὴν εὐφη‐ μίαν ταῖς τῶν βασιλέων ἀρεταῖς ἐξισῶσαι. ὅσοι μὲν
γὰρ βασιλικῶν αὐλῶν ἄξιοι κριθέντες καὶ στρατευο‐ μένοις συναπαίρουσι καὶ τῶν ἐπὶ τῆς ἡσυχίας παρ’
5ἡμέραν πραττομένων οὐκ ἀπείρως ἔχουσι, τούτοις μὲν ἕν ἐστιν ἐργῶδες τὸ ζητεῖν, ὅ τι χρὴ τῶν ἐγνωσμένων ἄξιον εἰπεῖν, ἡμῖν δὲ τοῖς ἄλλοις εἰ καὶ πολλῶν ἡ γνῶσις πάρεστιν, ἀλλὰ πλείω γε ὧν ἴσμεν ἀγνοεῖν
Or
.

59

.

9

καὶ περιέστηκεν ἡμᾶς διπλοῦς ὁ κίνδυνος, εἰ μὴ μόνον οἷς ἴσμεν οὐκ ἐξαρκέσομεν πρὸς ἀξίαν, ἀλλ’ εἰ καὶ τὰ πλείω σιωπήσομεν. ὥστε δεῖ μήτε πάντα ἐφεξῆς ἀπαιτεῖν μήτε τῶν ὅλων τὸ πλέον, ἀλλὰ τῶν
5εἰρημένων ἀποδεξαμένους ὧν τε [δὴ] παρίεμεν συγγνώ‐ μονας εἶναι καὶ εἰ μηδὲ τούτων ὧν ἴσμεν ἐφιξόμεθα.
Or
.

59

.

10

Πόθεν οὖν ἄρξασθαι καλόν; ἦ δῆλον ὡς ἐκ τῆς αἰτίας ἣ καὶ τούτους ἀγαθοὺς ἀπειργάσατο. λε‐ γέσθω δὴ τὸ τοῦ Πλάτωνος ἐπ’ αὐτοῖς μᾶλλον τού‐ τοις ἢ ’κείνοις πρέπον εἰς οὓς εἴρηται, ὅτι ἀγαθοὶ
5δὲ ἐγένοντο διὰ τὸ φῦναι ἐξ ἀγαθῶν. ὥσπερ
γὰρ ἐπὶ τῶν καρπῶν, ἢν μέν τις εὐγενῆ τε καὶ κεκρι‐ μένα καταβάλῃ τὰ σπέρματα, καθαράν τε καὶ εἰλικρινῆ καὶ γενναίαν ἐν περιόδοις ὡρῶν κομίζεται τὴν φοράν· ἢν δέ τις περὶ τὴν καταβολὴν ῥᾳθυμήσας ἐκ τῶν ἐπι‐
10τυχόντων ἐκείνην ἐπὶ τὴν γῆν ἀφῇ, σώζεται τοῦ σπέρ‐ ματος τὸ κίβδηλον ἐν τοῖς φυομένοις, οὑτωσὶ δὲ καὶ ἐπὶ τῆς ἀνθρωπείας φύσεως ἡ τῶν γεννητόρων ἀρετὴ διαβαίνειν εἰς τοὺς ἐκγόνους εἴωθεν, ἐπειδὰν ἡ βα‐ σκανία μὴ μεῖζον ἰσχύσαι τῆς ἀγαθῆς τύχης δυνηθῇ.
Or
.

59

.

11

ὅ μοι δοκεῖ σαφέστατα νῦν ὁ χρόνος ἐνεγκεῖν. οὔτε γὰρ ἐξ ἀμείνονος ῥίζης ἔχοι τις ἂν ἐπιδεῖξαι βα‐ σιλέων βλάστην προελθοῦσαν οὔτ’ ἀμεινόνως συμβαί‐ νουσαν τῇ ῥίζῃ τὴν βλάστην.
Or
.

59

.

12

Πανταχοῦ μὲν οὖν ἡ τοῦ δικαίου μερὶς ὅτῳ ἂν προσῇ, βέβαιόν τε ἀπεργάζεται τὴν κτῆσιν καὶ μετὰ τῆς ἡδίστης ἐλπίδος εἰς ἅπαντα παραπέμπει τὸν χρόνον· βασιλεία δὲ τοσούτῳ πλέον τῶν ἄλλων δικαίαν
5ἐσχηκέναι τὴν ἀρχὴν βούλεται, ὅσῳ μεγέθει τε καὶ τύχης ὑπερβολῇ τὸν φθόνον ἐπισπωμένη ἐπ’ ἀσφα‐ λεστέρας ἐθέλει τῆς κρηπῖδος βεβηκέναι.
Or
.

59

.

13

οὕτω δὲ τούτων ἐχόντων πλέον ἄξιον θαυμάσαι τῆς παρούσης ἀρχῆς τὴν δικαιοσύνην ἢ τὸ μέγεθος. οὐ γὰρ τοὺς κεκτημένους ἐκβαλόντες εἰς ἀλλότριον κλῆρον ἐνέβησαν
5οὐδ’ αὖ τὸ πλῆθος θεραπεύσαντες ἐώνηνται τὸ σχῆμα καθάπερ τι τῶν ἐξ ἀγορᾶς ὠνίων, ἀλλ’ ὥσπερ οἱ καθ’ ἕκαστον πατρῴας καὶ παππῴας κληρονομοῦσιν οὐσίας νόμῳ πρὸς τοῦτο καλούμενοι, οὕτω καὶ τούτοις ἄνω‐ θεν ἐκ τριγονίας ἡ βασιλεία προσήκουσα.
Or
.

59

.

14

Εἰ μὲν οὖν ἐπὶ τὸν προπάτορα τὸν λόγον ἀνά‐ γοιμεν καὶ τὸν τρόπον ἐξετάζοιμεν καθ’ ὃν ἐπέβη τοῦ πράγματος, οὐχ εὑρεῖν τι πρὸς σεμνότητα φέρον χα‐ λεπόν, ἀλλὰ μᾶλλον χρόνου τυχεῖν εἰς πλῆθος διηγη‐
5μάτων· ἓν δ’ οὖν εἰπὼν ὃ μόνος δὴ τῶν ἔμπροσθεν ἔδειξεν, ἐπὶ τὸν ἐκείνου παῖδα, τῶνδε δὲ γονέα, μετα‐ βήσομαι.
Or
.

59

.

15

οἱ μὲν γὰρ ἄλλοι πάντες οἱ κατ’ ἐκεῖνον δυναστεύοντες ζημίαν αὑτῶν ποιούμενοι τὸ τοὺς ὑπη‐
κόους ἐν ἀφθόνοις διάγειν μετῆγον τὰς ἐκείνων εὐπο‐ ρίας εἰς τὰ βασίλεια πέρας εὐδαιμονίας κρίνοντες, εἰ
5στενοχωροῖεν ταλάντοις τοὺς θησαυρούς, καὶ συνέβαινε τοὺς μὲν ἀφαιρεθέντας ἐν δάκρυσι καὶ πενίᾳ διαζῆν, τοῖς δὲ λαβοῦσιν ἀνόνητον κεῖσθαι τὸν πλοῦτον· ὁ δὲ πάντα ἄριστος ἐκεῖνος πάντως που συγγενόμενος Δη‐ μοσθένει καὶ τὸν νόμον ἐκεῖθεν λαβὼν ταμιεῖα μὲν
10ἀσφαλῆ τὰς τῶν κεκτημένων οἰκίας ἐνόμισεν, οὐδαμοῦ γὰρ ἂν ἐν καλλίονι σωθῆναι· καταλαμβανούσης δὲ δα‐ πανημάτων ἀνάγκης ἤρκει κηρύξαι τὴν χρείαν καὶ πάντα ἦν χρημάτων μεστὰ ἑκόντων διδόντων τοῖς πέλας. οὕτω τῷ μὲν ἑκουσίῳ τὸ φιλότιμον πρόσ‐
15εστιν· ᾧ δὲ ἀνάγκη συνέζευκται, τοῦτο οὐκ εὐμενῶς ὑπακούειν πέφυκε.
Or
.

59

.

16

καὶ γάρτοι ταύτῃ τῇ γνώμῃ χρησάμενος οὐ ταὐτὸν τοῖς ἄλλοις οὔτε ἔπαθεν οὔτε ἐποίησεν. οὐ γὰρ ἐπὶ μικρὸν χρόνον ταῖς τῶν ὑπηκόων συμφοραῖς εἰς ἡδονὴν ἀποχρησάμενος ὑπὸ τῶν πεπι‐
5στευμένων ὕστερον ἀπεσφάττετο, ἀλλὰ τόν τε ἄλλον
χρόνον ταῖς τῶν ἀρχομένων εὐνοίαις ἐδορυφορεῖτο καὶ τελευτῶντι τὴν βασιλείαν ὑπῆρξε τῷ παιδὶ παραδοῦναι. τοιαύτη τῆς θεοφιλοῦς ἀρχῆς ῥίζα καὶ καταβολὴ μετὰ τοῦ δικαίου παγεῖσα καιροῖς ἂν ἥκιστα κινηθείη.
Or
.

59

.

17

Ὃ δὲ καίπερ ἐπειγομένους κατέχει καὶ σιωπη‐ θὲν οὐκ ἔχει παραίτησιν, τοῦτο παρελθεῖν ὥσπερ οὐ θεμιτὸν εἶναί μοι φαίνεται. ὄντων γὰρ αὐτῷ παίδων πλειόνων οἶδε τὸν ἀκριβέστερον τῆς βασιλείας φύλακα
5καὶ τὴν ἡσυχίαν ἐκείνοις ἐπιτάξας ὃν ἐπιτηδειότερον ᾔδει, τοῦτον ἐπὶ τὴν ἀρχὴν ἐκάλει πλείω τοῦ πράγμα‐ τος ποιούμενος πρόνοιαν ἢ ὅπως ἐπίσης οἱ παῖδες αὐτῷ κεκλήσονται.
Or
.

59

.

18

παραλαβὼν τοίνυν τὰ πράγματα γνώμῃ τε πατρικῇ καὶ θείῳ νεύματι τὴν Ὁμηρικὴν εὐχὴν ἐπλήρωσε πᾶσιν οἷς ἐβουλεύσατο καὶ κατέπραξε τὸν γεννήτορα παραδραμών. καὶ τὸ μέγιστον, ὅσῳ
5γὰρ πλέον ἐνίκα, τοσούτῳ πλέον ἐκεῖνον ἐσέμνυνεν. ἡ γὰρ τοῦ παιδὸς νίκη τῆς ἐκείνου κρίσεως μαρτύριον καθίστατο. οὐ γὰρ ᾠήθη δεῖν καθήμενος τρυφᾶν, ἀλλ’ εὐθὺς ἀπὸ γραμμῆς ἐνεργὸς ἐδείκνυτο οὐδὲ τοὺς τοῦ
πατρὸς πόνους εἰς οἰκείαν ῥᾳστώνην ἀνήλισκεν,
10ἀλλ’ εἰ μὴ καὶ τῶν πόνων φανείη κληρονόμος, ἀδική‐ σειν ἐνόμιζεν οὐδ’ εἰ μή τις ἐπ’ αὐτὸν ἔλθοι, κέρδος ἔκρινεν ἡσυχίαν ἀπράγμονα, ἀλλ’ εἰ μὴ [τις] τοὺς ἀδί‐ κως ἄρχοντας καθέλοι, κοινωνεῖν τῶν ἀδικημάτων ὑπε‐ λάμβανεν.
Or
.

59

.

19

τοιαῦτα πρὸς αὑτὸν εἰπὼν καὶ τοιούτοις λογισμοῖς ἐπιρρώσας τὴν ἔμφυτον τόλμαν ὁρῶν τὴν μεγάλην πόλιν λόγῳ μὲν ἀρχομένην, ἔργῳ δὲ ὑπὸ τοῦ κρατοῦντος πορθουμένην καὶ τὸν αὐτὸν ἄρχοντα καὶ
5πολέμιον οὐκ ἤνεγκεν οὐδὲ ἀνεκτὸν ἐποιήσατο ζῶντος αὑτοῦ καὶ τὸν ἥλιον ὁρῶντος τὴν τῆς οἰκουμένης κο‐ ρυφὴν ὑπὸ τυράννου βίας περιορᾶσθαι πηρουμένην. ἀλλ’ εὐθὺς ὡς εἶχεν ἐνδὺς τὰ ὅπλα πρῶτον πόλεμον ὑπὲρ τοῦ κεφαλαίου τῶν ὅλων ἤρατο ἐν τοῖς αὑτοῦ
10κινδύνοις ἑτέροις λύων τὰς συμφοράς.
Or
.

59

.

20

ὃν μὲν οὖν τρόπον προσιὼν πρὸς τὰ τείχη ἄκοντα τὸν τύραννον
ἀνίστη καὶ δειλίᾳ κρυπτόμενον ὑπ’ ἀνάγκης ἐξῆγε καὶ ὡς ἐκεῖνος συμπλέκεσθαι μὲν οὐκ ἐτόλμα, πανουργίᾳ
5δὲ μετῄει τὸν ἀγῶνα, καὶ τὸ τεταμένον ὑπὲρ τοῦ πο‐ ταμοῦ τέχνασμα, καὶ ὡς τὸ μηχάνημα καθ’ ὧν μὲν εὑρέθη, τούτους οὐκ ἐλύπησε, τῷ δὲ συνθέντι πρὸς ὄλεθρον ἤρκεσε καὶ περιειστήκει τὸ τῆς παροιμίας αὐτὸν τοῖς οἰκείοις βουλεύμασιν ἁλισκόμενον, ταῦτα
10πάντα καὶ ἔτι πλείω λογογράφοις τε καὶ ποιηταῖς ἱκα‐ νῶς ὕμνηται πάλαι, καὶ οὐκ ἂν εἰ σφόδρα βουλοί‐ μεθα λέγειν, ἐπὶ τοῦ παρόντος ὁ χρόνος ἐνδίδωσιν.
Or
.

59

.

21

ἀπαλλάξας δὲ τὴν μεγάλην πόλιν τῆς ἐπικειμένης νεφέλης καὶ παρασχὼν ἀναπνεῦσαί ποτε καὶ με‐ ταστήσας πρὸς εὐπάθειαν τὰ δυσχερῆ ὁρμηθεὶς ἀπὸ γενναίας οὕτω πράξεως πάντα τὸν [ἐν] ἐκείνῃ τόπον
5ἐπῆλθεν ἀνακαθαιρόμενος γῆν τε καὶ θάλατταν καὶ τὸ μὲν λυμαινόμενον ἐξορίζων ἅπαν, τὸ δὲ σωτήριον ἀντ‐
εισάγων πανταχῆ καὶ τοῖς μὲν βαρβάροις πολεμῶν, τῷ δὲ τῶν ὁμοφύλων βασιλεῖ τῶν ὑπαρχόντων οὐ φθο‐ νῶν. ἔνθα δὴ καὶ διπλῆς ἀρετῆς σημεῖον ἐξήνεγκεν.
10οὔτε γὰρ εἰρήνην ἐξὸν ἄγειν πολεμεῖν ἐπεθύμησεν οὔτε πολεμεῖν δεῆσαν ἀπώκνησεν, ἀλλ’ οὕτω καὶ πρὸς ἐκείνην εἶχεν ἀκριβῶς καὶ πρὸς τοῦτον ἀνδρείως, ὥστε τὰς μὲν συνθήκας ἕτερος ἐκίνησε, τὸ δὲ τοῦ πολέμου κράτος ἐκεῖνος ἠνέγκατο.
Or
.

59

.

22

Καί με μηδεὶς ἔξω τῶν καιρῶν ὑπολάβῃ φέ‐ ρεσθαι μηδὲ κενὴν πεποιῆσθαι τὴν περὶ τὸν πατέρα διατριβήν. ἔδει γὰρ ἅπασι γενέσθαι φανερόν, ὅτι με‐ γίστων παραδειγμάτων οἱ παῖδες οὐκ ἀπελείφθησαν.
5ὅσοι μὲν γὰρ ἐκ φαύλων γεγονότες ἢ παρῆλθον τοὺς φύσαντας ἢ κατ’ οὐδὲν χείρους ἐφάνησαν, τούτους μὲν οὐκ ἔστιν ἐφ’ ὅτῳ τις ἂν ἀγασθείη, δεῖ γὰρ οὐδεμιᾶς πραγματείας πρὸς τὴν τοιαύτην ἅμιλλαν· οἷς δὲ γο‐ νέων ἕστηκεν οὐκ ἀγεννῆ παραδείγματα, τούτους, εἰ
10πλησίον ἐκείνων γένοιντο, μεθ’ ὑπερβολῆς θαυμαστέον, ὅτι πρὸς τὴν τῶν ἀρίστων μίμησιν τὴν ἐπιμέλειαν ἐξέτειναν.
Or
.

59

.

23

Μέλλων δὲ ἐπὶ τὰς εὐδαίμονας τῶν βασιλέων προβαίνειν γονὰς ἔννοιάν τινα λαμβάνω ποιητῶν τέ τινων καὶ τῶν ἐν ἱστορίαις ἀτόπων καὶ σκοπῶν εὑ‐ ρίσκω μύθοις μὲν καὶ τερατείαις κεκοσμημένους τοὺς
5ἐν τοῖς ἔμπροσθεν ᾀδομένους, λειπομένην δὲ ὅμως τὴν τῶν μύθων ἐξουσίαν τῆς ἐπὶ τοῖς παροῦσιν ἀλη‐ θείας.
Or
.

59

.

24

Κῦρον μὲν τοίνυν οἱ σεμνύνοντες ὄψιν ἐν τοῖς ὕπνοις Ἀστυάγει γενέσθαι φασίν, ὡς ἐκ Μανδάνης τῆς ἐσομένης Κύρου μητρὸς ἀναβλαστήσειέ τε ἄμπελος καὶ τὴν Ἀσίαν ἅπασαν ἐπιλάβοι. ὑπὲρ δὲ
5Ἀλεξάνδρου τοῦ Μακεδόνος αἰσχυνθέντες εἰ πατρὸς νομίζοιτο Φιλίππου, δράκοντα συγκατακλίνουσιν Ὀλυμ‐ πιάδι πρὸς ἔκπληξιν τῶν μειρακυλλίων τὴν συνουσίαν συμπλάσαντες.
Or
.

59

.

25

ὁ δὲ τῶν ἡμετέρων βασιλέων τόκος οὐ μύθων οὐδὲ ἐνυπνίων πρὸς κόσμον ἐδεήθη, ἀλλ’ ὥσπερ τὰ κάλλιστα τῶν σωμάτων οἴκοθεν κεκτημένα τὸ φαιδρὸν οὐκ ἐφέλκεται τὴν ἔξωθεν ὥραν, οὕτως ἡ
5τῶνδε γένεσις πάντα ὑπερβᾶσα λόγον ἀλλόκοτον αὑτῇ μόνῃ πρὸς σεμνότητα κέχρηται.
Or
.

59

.

26

Εἰ δέ τῳ μέγα δοκεῖ τὸ μετὰ συμβόλων γε‐ νέσθαι δεξιῶν καί τινες ἐρασταὶ τούτου τοῦ μέρους καθήμενοι περὶ πολλοῦ ποιήσαιντ’ ἂν ἀκροαταὶ κατα‐ στῆναι τῶν οἰωνισμάτων οἷς συνεξέδραμεν ὁ τόκος,
5οὐδὲ τούτους ζητοῦντας μᾶλλον ὃ ποθοῦσιν ἀφήσομεν ἢ πληρώσαντας τὸν πόθον. ἀνοίσω δὲ οὐδὲν εἰς μυ‐ θολογίαν εἰς ἀφανὲς ἀποφέρων τὸν λόγον, ἀλλ’ ἃ πάν‐ τες ἴσασιν ἐρῶ.
Or
.

59

.

27

προσέσται δέ τι τῷ προδήλῳ καὶ λαμπρότητος. ἀεὶ μὲν γὰρ ὁ θειότατος τῶνδε πατὴρ πρὸς ἔργοις ἦν τάς τε χεῖρας καὶ τὸν λογισμόν. καὶ οὔτε ἡμέρας φανείσης οὔτε νυκτὸς ἐπελθούσης ἔχοι
5τις ἂν εἰπεῖν, ὡς ἔληγεν ἢ συναμφοτέρων ἢ πάντως γε θατέρου. καὶ μὴν οὐδ’ ἐκεῖνό γε ἔστιν ἀντειπεῖν, ὡς οὐχ ὁπόσα πράξειεν ἢ βουλεύσαιτο πάντα βασιλικῆς ἀρετῆς ἐπ’ ἔσχατον ἦν ἥκοντα.
Or
.

59

.

28

εἰ τοίνυν περὶ τούτων οὕτω φρονεῖν ἄξιον, οὐκέτ’ ἂν ἀκριβολογοί‐ μεθα δικαίως, εἴ τις ἐν τοῖς χρόνοις οἳ τούτους ἔφη‐ ναν οἰωνὸς ἀμείνων τῶν ὠδίνων ἡγήσατο, ἀλλ’ ἁπλῶς
5ἔξεστιν εἰπεῖν, ὡς οὐκ ἐνῆν τικτομένων μὴ δεξιῶς ἔχοντα προδειχθῆναι σημεῖα, εἴπερ ἅπας ἐφεξῆς ὁ χρόνος ἔγεμεν ἀγαθῶν συμβόλων.
Or
.

59

.

29

λέγω τοίνυν θαρρῶν, ὅτι λυομένης ἀρίστης ὠδῖνος, καὶ τῆς προ‐ τέρας καὶ τῆς μετ’ ἐκείνην, ἢ στρατόπεδον ἐπὶ νίκην ἐξῄει ἢ στρατόπεδον ἀπὸ νίκης ἀνέστρεφεν ἢ Σκυθῶν
5ἔθνος ἔπιπτεν ἢ Σαυροματῶν ὑπέκυπτεν ἢ γένος ἕτε‐ ρον βαρβαρικὸν ἐδωροφόρει ἢ βασιλεὺς ὁ μέγας αὐτο‐ χειρίᾳ τρόπαιον ἵστη ἢ χρημάτων ὄγκον ἐκ τῶν βασι‐ λείων εἰς τοὺς ἀρχομένους ἐξέχει ἢ δεσμωτηρίων χρό‐ νιος συμφορὰ φιλανθρωπίᾳ τοῦ κρατοῦντος ἐλύετο.
10συνελόντι δὲ εἰπεῖν, ἢ λογισμὸς ὑπὲρ ἅπασαν ἀνθρω‐ πίνην φύσιν ἐπὶ νοῦν ἤρχετο ἢ τὸ βουλευθὲν εἰς ἔργον ἤγετο. ταῦτα τίνος ἀμπέλου θαλλούσης ἐν ὀνείρασιν οὐκ ἀμείνω, τίνος ὀρνίθων πτήσεως οὐκ ἰσχυρότερα σημεῖα; τίνος δρακόντων φάσματος οὐκ ἀληθέστερα
15πρὸς πίστιν;
Or
.

59

.

30

Ἐπεὶ δ’ οὖν ἐγένοντο καὶ προῆλθον εἰς φῶς ἄξιοι μὲν τῆς τοῦ σπείραντος φύσεως, ἄξιοι δὲ τῆς κοινῆς ἐλπίδος, μήτοι νομίσῃ τις ἀκούσεσθαι Πηλίου κορυφὰς καὶ Κενταύρου σῶμα διφυὲς καὶ τροφέα μιξ‐
5άνθρωπον καὶ τροφὴν ἐξηγριωμένην, ὃ δὴ πλάσασα
δωρεῖται τῷ παιδὶ τῆς Θέτιδος ἡ ποίησις οὐκ ἔχουσα τὴν παρὰ τῷ Πηλεῖ τροφὴν ἀποδεῖξαι ζηλωτήν, ἀλλ’ ἐτρέφοντο μὲν οὗπερ ἐτέχθησαν, ἐν βασιλείοις ὧν οὐδὲ τοῖς προπυλαίοις ὁ παραβάλλων τὸ Χείρωνος ἄν‐
10τρον σωφρονεῖ, εἷλκον δὲ μαστὸν οὐ λυκαίνης, οἷα καθ’ ἑτέρων ἤδη τινὲς ᾄδειν ἐτόλμησαν, ἀλλὰ πρέποντα βασιλικοῖς προσενεχθῆναι χείλεσιν, ὡς ἂν ἥμερον γέ‐ νεσιν ἥμερος τροφὴ διαδέξαιτο.
Or
.

59

.

31

ἔφερε δὲ αὐτοὺς ὁ πατήρ, ὁπότε τὴν ψυχὴν εἰς ἐκείνους τρέψειεν, οὐκ ἐπὶ θηρίου δορᾶς, ἀλλ’ ἐπ’ εὐδαίμονος ἁλουργίδος. ἴσως δ’ ἂν καὶ πλείω καὶ θειωδέστερα πρὸς βασιλι‐
5κὴν συντελοῖ τροφήν, ὧν οἵ τε πλείονες ἄπειροι τοῖς τε ἐπισταμένοις ἐξειπεῖν οὐ θέμις ὥσπερ τι τῶν ἀπορρήτων.
Or
.

59

.

32

Διὸ δή μοι δοκεῖ καιρὸς εἶναι βαδίζειν ἐπὶ τὴν παιδείαν, ὥστε ἔχειν εἰδέναι πάντας, ὡς οὐκ αὐτο‐ μάτου φορᾷ τύχης τέλειοι τὴν ἀρετὴν ἀπέβησαν, ἀλλὰ πρὸς ἣν πόρρωθεν ἀπηύθυνεν αὐτοὺς ὁδὸν ἡ μελέτη,
5ταύτην ἐπορεύθησαν.
Or
.

59

.

33

Διπλῆ δὴ τῆς παιδεύσεως ἰδέα τοῖς βασιλεῦσιν ἤσκησε τὰς ψυχάς. τῇ μὲν γὰρ πρὸς βασιλείας διοί‐ κησιν, τοσούτου πράγματος, ἐρρυθμίζοντο, τῇ δὲ πρὸς δεινότητα λόγων καὶ ῥητορικῆς ἰσχὺν ἐπλάττοντο. ᾧ
5γὰρ θάτερον μὲν ὑπάρχει, θατέρου δ’ ἡ κτῆσις ἄπεστι, τούτῳ χωλεύειν τὴν ἀρετὴν ἀνάγκη καθ’ ὁπότερον ἂν σπανίζοι. ὅ τε γὰρ τὴν μὲν τῆς διοικήσεως μάθησιν ἔχων, τῆς δὲ τοῦ δύνασθαι λέγειν ἐστερημένος ἀγροι‐ κότερος ἀναφανεὶς βασιλεὺς τὴν μὲν ἀρχὴν ἰθύνειν
10οὐκ ἀδυνατεῖ, τὸ δὲ μετὰ χαρίτων οὐκ ἔχει, ὅ τε λό‐ γοις μὲν εἰς ἄκρον ὁμιλήσας, τὴν δὲ τοῦ μείζονος πράγματος ἐπιστήμην οὐ λαβὼν ὁ τοιοῦτος στωμύλος ἀποφανθεὶς εἰς μὲν ἀγοραῖον κομψότητα τὸ σεμνὸν τῆς βασιλείας κατάγει, τοῦ δὲ ἐκείνῃ προσήκοντος με‐
15γέθους ἀπελήλαται πορρωτάτω.
Or
.

59

.

34

ἀλλ’ οἵ γε ἡμέτε‐ ροι βασιλεῖς ἄμφω δεξιοὶ κατὰ τὴν τέχνην λόγων μὲν
τῶν Ῥωμαίοις προσηκόντων ἡγεμόνας ἐπαγαγόμενοι τοὺς ἀρίστους τῶν τότε, βασιλικῆς δ’ ἐπιστήμης οὐ
5ζητήσαντες διδάσκαλον, ἀλλ’ ἐγγύθεν ἔχοντες αὐτὸν τὸν φυτεύσαντα, ὃς οὔτε φθόνῳ κρύψειν ἔμελλε τῆς ἐπιστήμης τὰ καίρια, τὸ γὰρ τῆς φύσεως οἰκεῖον τοῦ νοσήματος ἰσχυρότερον, οὔτ’ ἀπειρίᾳ βλάψειν τοὺς ἀγομένους, οὐδεὶς γὰρ πορρωτέρω βασιλικῆς ἐμπειρίας
10ἤλασεν.
Or
.

59

.

35

Οἱ μὲν οὖν πολλοὶ μέτρον ἡγοῦνται τῆς εἰς τοῦτο φερούσης μαθήσεως ἵππον τε ἀναβῆναι καὶ τόξον ἐντεῖναι καὶ βέλει σκοποῦ τυχεῖν καὶ ξίφει πλῆξαι καὶ πρὸς δόρατος ἄφεσιν ἀρκοῦσαν παρασχέσθαι τὴν δε‐
5ξιὰν καὶ πρὸς κρυμοὺς διακαρτερῆσαι καὶ πρὸς θάλ‐ πους ὑπερβολὴν μηδαμῶς ἀπειπεῖν, ἔστι δὲ καὶ τού‐ των μὲν οὐ μικρὰ πρὸς βασιλικὴν διδαχὴν ἡ συντέ‐ λεια· τοῖς δ’ οὐχ οὗτος ἦν ὅρος τῆς παιδείας.
Or
.

59

.

36

ἀλλ’ ἦν μὲν καὶ ταῦτα τῶν ἐγκυκλίων ἀσκημάτων, προσῆν δὲ μέρος ἕτερον πολὺ τούτων ἐντιμότερον. ἐπειδὰν γὰρ λήξαιεν τῶν περὶ ταῦτα γυμνασίων, ἐρρύθμιζεν
5αὐτοῖς ὑποθήκαις ὁ πατὴρ τὰς ψυχὰς δικαιοσύνην εἰσάγων, ἀδικίᾳ χώραν οὐ διδούς, θυμοῦ καιρὸν καὶ πρᾳότητος διορίζων, τί μὲν δεσποτεία λέγων, τί δὲ
βασιλεία δεικνὺς καὶ ὡς ὁ ζητῶν ἐκείνην τήνδε ἀπο‐ λώλεκεν. οὐδεὶς δ’ ἂν ἐφίκοιτο τῆς ἀκριβείας ᾗ τοὺς
10παῖδας ἐφ’ ἑκάστης ἥρμοττεν ἡμέρας.
Or
.

59

.

37

ὃ δὲ μά‐ λιστα ἀγασθεὶς τῆς παιδείας ἐκείνης ἔχω, τοῦτο ἐρῶ. ἐμβιβάσας γὰρ αὐτοὺς εἰς τὸ προοίμιον τῆς βασιλείας νέους ὄντας κομιδῆ καὶ μετενεγκὼν ἐκ τῆς τῶν ἰδιω‐
5τῶν τάξεως οὕτως ἤσκει τὰ βασιλικά. ᾔδει γάρ, ὅτι μεγαλοφροσύνη μὲν οἰκειότατον τῷ πράγματι καὶ ἄνευ ταύτης τὸ πλέον τῆς λαμπρότητος οἴχεται, ἐκ δὲ τῶν ἐπιτηδευμάτων ὁποῖ’ ἄττ’ ἂν ᾖ, τὸ φρόνημα τοῖς ἀνθρώποις ἐμφύεται.
Or
.

59

.

38

ἐβούλετο δὴ τοῖς σεμνο‐ τέροις ἐσθήμασί τε καὶ ἐπιτηδεύμασιν ἐκ νεότητος συ‐ ζῶντας ἀμαθεῖς γενέσθαι μικρότητος, ὥστε ταπεινῷ μὲν ἢ φαύλῳ μηδενὶ προσάγειν τὸν λογισμόν, ὅ τι
5δὲ βουλεύσαιντο, τοῦτο πρὸς μέγεθος βλέπειν. ταῖς γὰρ τῶν νέων, οἶμαι, ψυχαῖς ἁπαλωτέραις οὔσαις ὅ τι ἂν προσενέγκῃς μάθημα ῥᾳδίως ἱδρύεται καὶ παγὲν τὴν πρώτην ἀμετάστατον μένει, καὶ οὔτε ὁ τῶν σεμνο‐ τέρων ἐθάς, εἰ δυσχερείᾳ χρήσαιτο, πρὸς τὴν ἀκαιρίαν
10ἐκπλαγεὶς ἐκβάλλει τὸ φρόνημα οὔτε ὁ ταπεινότητι
σύντροφος πρὸς τὰ μείζω καλούμενος ἐξισοῖ τὴν γνώ‐ μην τοῖς πράγμασιν, ἀλλ’ ἐν τοῖς ὅροις μένων τῆς παλαιᾶς συνηθείας ἔοικεν ἀποσειομένῳ τὸ μέγεθος ἐλάττων ὢν ἢ φέρειν.
Or
.

59

.

39

ταῦτα δὴ καλῶς ἐξετάσας καὶ καταμαθὼν ἀκριβῶς τροφῆς τε καὶ παιδείας τὴν δύναμιν καὶ βουληθεὶς τοὺς παῖδας οὐκ ἐν φαυλοτέ‐ ροις τὰ μείζω λαμβάνειν, ἀλλ’ ἐν ἀμείνονι σχήματι τὰ
5σεμνότερα μανθάνειν περιβάλλει μὲν αὐτοὺς ἐσθήματι βασιλείας συμβόλῳ, κηρύττει δὲ κήρυγμα καὶ τοῖς μα‐ χίμοις καὶ ταῖς πόλεσιν, ὅτι παρῆλθον εἰς τὴν ἀρχὴν ἐκείνου νεύματι καὶ χρὴ καὶ τούσδε προσκυνεῖν.
Or
.

59

.

40

ταῦτα δὴ προτελέσας ποιεῖ μὲν αὐτοῖς στρατόπεδα καὶ θεραπείαν καὶ ὦτα δὴ καὶ ὀφθαλμοὺς πανταχῆ τὸ μίμημα πρὸς τὸ ἀρχέτυπον διασώζων, δίδωσι δὲ προσηγορίαν τῆς μὲν ἔμπροσθεν ἀμείνω, τῆς δὲ αὐτοῦ
5δευτέραν. ἔστι γάρ, ὡς ἂν εἴποι τις, καὶ βασιλείας τάξις τελεωτέρα.
Or
.

59

.

41

καὶ τοῦτο εἰκότως οὕτως ἐποίη‐ σεν. οὔτε γὰρ ἐν ἰδιώταις ἀφῆκε μένειν οὔτ’ εὐθὺς ἐπὶ τὸ ἄκρον προήγαγε τοῦ μὲν τὸ ταπεινὸν φοβηθείς, τοῦ δὲ τὸ ὑπερβάλλον. εἴτε γὰρ εἰς ἰδιώτας τελεῖν
5ἀφεὶς οὕτω παιδεύειν ἐπεχείρει, ἀθυμότερον ἂν ἐδέ‐ χοντο τὴν μάθησιν τιμῆς οὐ παρούσης, εἴτ’ εὐθὺς ἀπ’ ἀρχῆς ἐπὶ τὴν κορυφὴν ἦγε τῆς ἐξουσίας, ῥᾳθυμότερον
ἂν πρὸς τὰς μελέτας διέκειντο τὸ πᾶν ἤδη κεκτημένοι.
Or
.

59

.

42

ὁ δὲ τὸ προσῆκον αὐτοῖς ἀποτεμόμενος μέ‐ τρον ὃ μετὰ φρονήματος ἔμελλεν ἐπιμελείας ἔρωτα παρέξειν, ἕτερον μεῖζον προσέθηκεν. οὐ γὰρ εὐθὺς ἐξέπεμψεν ἑτέρωσε μετὰ τῶν δυνάμεων ἔξω τῶν ὀφθαλ‐
5μῶν ἑαυτοῦ τὰς διατριβὰς ἐκείνοις παραχρῆμα ποιῶν, ἀλλὰ κατέχων ἐποπτεύειν ἠξίου τὰ δρώμενα κατὰ τοὺς δεινοὺς τῆς κυβερνητικῆς διδασκάλους, οἳ τοὺς ἄρτι τῆς τέχνης ἁπτομένους ἐπὶ τῶν οἰάκων καθίσαντες ἐν τῇ πρύμνῃ προσεδρεύουσιν, ἵν’ εἰ μὲν κατὰ λόγον ἰθύ‐
10νοιεν ἐκεῖνοι τὸ σκάφος, συγχαίρωσιν, εἰ δέ τι γίγνοιτο πλημμελές, ἐγγύθεν ἐπιβοηθοῖεν.
Or
.

59

.

43

Ἐπεὶ δ’ οὖν ἐδόκουν τῆς πρὸς αὐτὸν συνου‐ σίας ἀπολελαυκέναι τὰ γιγνόμενα, καθάπερ τις ἀετὸς τοὺς νεοττοὺς εἰς πτῆσιν γυμνάζων, οὕτως ἤδη δυνά‐ μεις παραδοὺς ἐξέπεμψε τὸν μὲν τῆς ἑῴας, τὸν δὲ τῆς
5ἑσπέρας προβαλλόμενος.
Or
.

59

.

44

καὶ τοῦτο ἔπραττε τριῶν τῶν μεγίστων εἵνεκα. πρῶτον μὲν γὰρ τοὺς ἐφ’ ἑκά‐ τερα κατῳκισμένους βαρβάρους ἐβούλετο τῷ φόβῳ τῶν ἐφεστηκότων πρὸς ἀνάγκην κατείργεσθαι. ἀσφάλειαν
5οὖν ᾤετο 〈τῷ〉 παντὶ ποριεῖν, εἰ τὰ πέρατα τῆς ἀρχῆς ὀχυρώσαιτο. δεύτερον δὲ οὐχ ἡγεῖτο καλῶς ἔχειν ἐν ἀδείᾳ μέσῃ τοὺς παῖδας διάγοντας ἀμελετήτους εἶναι πολεμικῆς φροντίδος, ἀλλ’ ἔχειν ὅ τι καὶ μεριμνήσωσι.
Or
.

59

.

45

τρίτον δὲ ὃ καὶ μέγιστον, ᾔδει γὰρ κατὰ τὴν ἀπό‐ στασιν ἀκριβεστέραν τὴν δοκιμασίαν ληψόμενος. ὅσα μὲν γὰρ ἐν τῷ μετ’ ἐκείνου συνδιατρίβειν ἐπράττετο, οὐ τῆς τῶν σωφρονούντων ἡγεῖτο γνώμης ἢ τῆς τοῦ
5συνεῖναι μᾶλλον ἀνάγκης εἶναι· εἰ δὲ καὶ καθ’ αὑτοὺς γενόμενοι καὶ τὴν ἐκ τοῦ χωρισμοῦ προσλαβόν‐ τες ἐλευθερίαν τὴν ἴσην ποιήσαιντο τῆς τάξεως φυλα‐ κήν, ἴσως ἤδη τῆς φύσεως ἡγεῖτο τὴν σωφροσύνην ἔσεσθαι καὶ κρείττονας φανεῖσθαι τῆς παροιμίας ἣ
10τοῖς ὀφθαλμοῖς ὁρίζειν τὴν αἰδῶ βούλεται.
Or
.

59

.

46

Ὁ μὲν δὴ τοιούτοις τοῖς λογισμοῖς ἐξέπεμπεν, οἱ δὲ πόθῳ μὲν τοῦ πατρὸς μένειν ἐπεθύμουν, τῷ δὲ μὴ τολμᾶν ἀντιτείνειν οἷ βαδίζειν ἐχρῆν ἠπείγοντο. ἐπεὶ δὲ κατέλαβον τοὺς δεδομένους χώρους, ἀμείνω
5πάσης εὐχῆς τὴν πεῖραν παρείχοντο τοῖς μὲν δεξαμέ‐ νοις ἔθνεσιν ἀντὶ πατέρων φανέντες, τὸν δὲ ἐκπέμψαντα πανταχῆ σεμνότερον ἀποφήναντες, ἃ μὲν ἐτύγχανον εἰδότες ταῖς μελέταις βεβαιωσάμενοι, ἃ δὲ προσλαβεῖν
ἔδει ταῖς ἐμπειρίαις κτησάμενοι, τῷ μὲν χρόνῳ τῆς
10ἡλικίας εἰς παῖδας τελοῦντες ἔτι, τῷ δὲ τῆς συνέσεως ὀξυτέρῳ τοῖς πρεσβυτέροις ἁμιλλώμενοι, παντὸς μὲν ἄμεινον τὸ πρακτέον ἀνευρίσκοντες, οὐδὲν δὲ ὧν γνοῖεν ἐπιτελοῦντες πρὶν κοινῶσαι τῷ γεννήτορι, τῶν μὲν οἰκείων βουλευμάτων ἐκεῖνον κριτὴν ποιούμενοι, τῶν
15δὲ ἐκείνου δογμάτων αὑτοὺς διακόνους ἀποφαίνοντες, πολλὴν μὲν ἐξουσίαν κεκτημένοι, ἥκιστα δὲ ταῖς ἐξου‐ σίαις καταχρώμενοι, τὰς μὲν ἡδονὰς τῇ σωφροσύνῃ νικῶντες, τὰ δὲ σώματα τοῖς γυμνασίοις ἐπιρρωννύν‐ τες, μᾶλλον ἐπ’ αὐτοῖς ἢ τοῖς τροπαίοις τῷ πατρὶ με‐
20γαλαυχεῖσθαι παρέχοντες, πολλῇ μὲν ἠπείρῳ τοῦ φύ‐ σαντος διειργόμενοι, πᾶσι δὲ τοῖς πραττομένοις παρεῖ‐ ναι τὸν πατέρα νομίζοντες.
Or
.

59

.

47

καίτοι ταῦτα τῷ μὲν ἁπλῶς σκοποῦντι κόσμος τῶν εἰργασμένων μόνον καθ‐ ίσταται, τὸ δὲ ἀληθὲς κοινὴ τῶν εἰργασμένων καὶ τοῦ κρίναντος εὔκλεια γίνεται. οἱ μὲν γὰρ τῇ τῶν
5ἔργων ἀποδείξει κοσμοῦνται, τῷ δὲ προσηκόντως ἑλο‐ μένῳ κρίσεως ὀρθῆς δόξα περιγίνεται καὶ συμβαίνει δι’ ἀλλήλων εὐδοκιμεῖν ἀμφοτέρους, τοὺς μὲν παρὰ τοῦ μεγίστου βασιλέως τὴν ψῆφον ἔχοντας, τὸν δὲ τῇ
τῶν αἱρεθέντων ἀρετῇ βεβαιουμένης τῆς ψήφου.
Or
.

59

.

48

Ἀεὶ μὲν οὖν ἔγωγε τῆς παρούσης βασιλείας τὸ πηδάλιον ἐν τῇ τοῦ κρείττονος ᾠήθην ἐγκεῖσθαι χειρὶ καὶ τούτου μὲν τὴν ἀπόδειξιν πολλὰ πολλαχόθεν ἐπιρ‐ ρέοντα παρεῖχεν, οἶμαι δέ, εἰ καὶ μηδὲν ἦν ἕτερον ὃ
5ταύτην παρίστη τὴν δόξαν, ὅ γε μέλλω φράσειν, πάν‐ τως ἂν ἐπὶ ταύτην ἀγαγεῖν τὴν γνώμην. ἐπεὶ γάρ, ὅσον ἐδόκει τῷ κρείττονι, τὴν οἰκουμένην ὁ τῶνδε πα‐ τὴρ ἰθύνας αὖθις ἀπῆλθε συνεσόμενος τῷ τῇδε κατα‐ πέμψαντι, τοσούτου πράγματος συμβάντος οὐκ ἐκινήθη
10τὰ τῆς βασιλείας οὐδὲ μετέστησε τοὺς κληρονόμους τῆς ἀρχῆς τῶν συμβάντων οὐδέν, ἀλλ’ ἔμεινε μὲν ἐπὶ τῆς ἴσης τάξεως, ἔμεινε δὲ οὐ χωρὶς πραγματείας οὐδὲ ἄνευ τοῦ χρήσασθαι ταῖς χερσὶ τοὺς διαδεξαμένους εἰς τὸ κατασχεῖν βεβαίως τὰ δοθέντα.
Or
.

59

.

49

ἀμφοτέρων δὴ τούτων ἔγωγε συνήδομαι τοῖς βασιλεῦσι μάλιστα τοῦ τε παρὰ τοῦ πατρὸς λαβεῖν τὴν ἀρχὴν καὶ τοῦ τῆς γενομένης ταραχῆς φανῆναι κρείττονας. ἐνταῦθα
5γάρ, εἴπερ που, συνηνέχθη τό τε δίκαιον καὶ τὸ τῆς ἀνδρίας. εἴτε γὰρ μὴ τὴν παρ’ ἐκείνου ψῆφον ἔχοντες
διὰ σφῶν αὐτῶν τὴν βασιλείαν ἐκτήσαντο, εὐψυχίας μὲν ἂν εἶχεν ἡ κτῆσις ἀπόδειξιν, ἡ δὲ τοῦ δικαίου μερὶς οὐ προσῆν ἂν τοῖς γιγνομένοις, εἴτε δόντος ἐκεί‐
10νου μηδὲν προσυπῆρξε δύσκολον, ἀλλὰ κατὰ πολλὴν ἡσυχίαν ἐξῆν ἀπολαύειν τῶν δοθέντων, τὸ μὲν δικαίως κρατεῖν ὡμολόγητ’ ἄν, ἡ δὲ τῆς ἀνδρίας εὔκλεια τοῖς τοῦ δικαίου λογισμοῖς οὐκ ἂν συνυπῆρχε. νῦν δὲ τὸ μὲν παρ’ ἑκόντος λαβεῖν δικαιοσύνης, τὸ δὲ τῶν δει‐
15νῶν γενέσθαι βελτίονας τῆς ἐσχάτης ἀνδρίας σημεῖον.
Or
.

59

.

50

Πάρεστιν οὖν τῷ βουλομένῳ σκοπεῖν, εἴτε μι‐ κρῶν ἀγαθῶν αἰτιῶμαι θεοῦ κηδεμονίαν εἴτε τὸ τῶν πραγμάτων ὑπερβάλλον οὕτως ἀναπείθει φρονεῖν. τίς ἂν οὖν ἀμείνω τῆσδε βασιλείαν ἐπιδείξειε τῆς ὑπὸ
5μὲν τῶν προγόνων κτηθείσης, ὑπὸ δὲ τοῦ πατρὸς αὐξηθείσης, ὑπὸ δὲ τῶν νῦν ἐχόντων βεβαιωθείσης; τίς ἂν τοὺς ἀρίστους τῶν ἐν μνήμῃ τοῖσδε παραβάλ‐ λειν ἐπιχειρῶν οὐκ ἂν ἀγνοεῖν δόξειε πραγμάτων φύ‐ σιν τε καὶ μέτρα;
Or
.

59

.

51

Ξέρξην μὲν οὖν ἐῶμεν, εἰ δο‐ κεῖ, τὸν ἀνοίᾳ τὰ μέγιστα δυστυχήσαντα καὶ Καμβύ‐ σην τὸν εἰς μανίαν ἐκκυλισθέντα· Δαρεῖον δέ, εἴ τῳ φίλον, παραθέντες ἐξετάσωμεν καὶ Κῦρον ἐκεῖνον οὗ
5τὸ θαῦμα μικροῦ σύμπαντας κατέσχε. Κύρου μὲν τοί‐ νυν εὐθὺς γενομένου κατεψηφίσθη θάνατος καὶ ταῦτα ὑπὸ τῶν προσηκόντων, καὶ εἰ μὴ συμφορὰ γυναικὸς βουκόλου τὸ βρέφος διέσωσεν, οὐκ ἂν ἦν Κῦρος οὐ‐ δαμοῦ.
Or
.

59

.

52

ἀνδρωθεὶς δὲ καὶ κινήσας Πέρσας Μήδοις ἐπελθὼν τὸν πάππον διέφθειρε τὸ μέν τι πλεονεξίας ἐπιδειξάμενος, τὸ δὲ δυσσεβείας οὐ πόρρω. τὸ μὲν γὰρ τὴν οὐ προσήκουσαν ἀρχὴν ἁρπάσαι πλεονεξίας,
5τὸ δὲ προσεῖναί τινα περὶ τοὺς οἰκείους φόνον οὐκ εὐσεβές. Δαρείῳ δὲ τὴν βασιλείαν ἔδωκαν ἱπποκόμου τέχνη καὶ ἵππος δύσερως καὶ χρεμετισμὸς μεμηχανη‐ μένος. οἱ δὲ ἡμέτεροι βασιλεῖς εὐθὺς μὲν ὡς ἐτέχθη‐ σαν, ὑπὸ κοιναῖς ἁπάντων εὐχαῖς ἐτρέφοντο,
10εἰσκληθέντες δὲ τὴν βασιλείαν ἔλαβον, οὐκ ἐκκλεισθέν‐
τες εἰσεβιάσαντο.
Or
.

59

.

53

Οἶμαι τοίνυν ποθεῖν τινας ἐν τῷ λόγῳ τὸν Ἀλέξανδρον ἰδεῖν τοῖν βασιλέοιν ἡττώμενον. ἔστι δὲ οὐδὲν ἔργον τὴν νίκην ταύτην ἐργάσασθαι. εὐθὺς τοίνυν τῷ τῶν προγόνων ἀξιώματι παρεληλύθασι τὸν
5Ἀλέξανδρον. ποῦ γὰρ ἴσον ἢ παραπλήσιον Ἀμύντας, ἄνθρωπος ὑποτελὴς φόρου, ἢ Φίλιππος κλέπτων τὰς πόλεις καὶ πατέρων ἀρεταὶ ψαύουσαι τῆς οὐρανίας ἁψῖδος;
Or
.

59

.

54

ἔτι τοίνυν Ἀλέξανδρος μὲν οὐδὲν κεκτη‐ μένος ᾧ στέργειν ἄξιον ἐπεχείρει τῷ πλείονι καὶ τὴν αὐτὴν προσθήκην τε τοῖς ὑπάρχουσιν ἐποιεῖτο καὶ τοῦ μηδὲν ἐξ ἀρχῆς ἐσχηκέναι θαυμαστὸν ὁμολογίαν, ὥστε
5ἦν χρόνος ὅτε οὐκ ἦν Ἀλέξανδρος λαμπρός· οἱ δὲ ἡμέ‐ τεροι βασιλεῖς ἐκ μεγέθους τε τὴν πρώτην ἤρξαντο καὶ διετήρησαν εἰς τέλος τὸ μέγεθος. χωρὶς δὲ τού‐ των Ἀλεξάνδρου μὲν αὐξομένου κατὰ τὴν ἀρχὴν ἦσαν οἱ φάσκοντες ἀδικεῖσθαι, τὰ γὰρ ἑτέρων ἀφαιρούμενος
10ηὔξετο, οὗτοι δὲ ὁμοῦ τε μέγιστοι τῶν ἁπάντων εἰσὶ καὶ τὴν ἑτέρων οὐ περικόπτουσιν. ἄνωθεν γὰρ ἔχον‐ τες ὅσην ἄξιον οὐδεμιᾶς προσθήκης προσδέονται.
Or
.

59

.

55

Ὁπότ’ οὖν Ἀλέξανδρος καὶ Δαρεῖος καὶ Κῦρος
φαυλότεροι τῆς ὑπὲρ αὐτῶν δόξης ἀναφαίνονται παρὰ τὸ πρὸς τούτους κρίνεσθαι, ποῦ τὸν λοιπὸν κατάλογον τῶν βασιλέων τάξομεν, ἡνίκα ἂν εἰς τούτους
5ἀποβλέπωμεν;
Or
.

59

.

56

Ἔοικε δὲ κατὰ μικρὸν ὁ λόγος εἰς τὸ πρόσω χωρῶν αὐταῖς ἤδη προσάγειν ταῖς πράξεσιν αἳ μετὰ κινδύνων ἐτελέσθησαν. καὶ ἔγωγε μείζω κίνδυνον ὁρῶ τοῖς λέγουσιν ἐπικείμενον ἢ τοῖς παραταξαμένοις
5αὐτοῖς. οὕτως οὐ φαυλότερον εἰπεῖν τι τῶν μεγίστων ἢ κατορθῶσαι. τοσοῦτον δὲ ὑπειπεῖν ἄξιον. ἡμῖν γὰρ ἡ γνώμη νῦν οὐχ ἱστορίαν συνθεῖναι πάντα περιλαμ‐ βάνουσαν οὐδὲ διήγησιν ψιλὴν ἀποτεῖναι μηδὲν ἔξω καταλείπουσαν ἑαυτῆς, ἀλλ’ εὐφημίαν τινὰ τοῖς σω‐
10τῆρσι τῆς οἰκουμένης ἀναθεῖναι.
Or
.

59

.

57

ἔστι δὲ τοῦ μὲν ἱστορίαν συντιθέντος διὰ πάντων ἐφεξῆς τῶν εἰργασ‐ μένων ἐλθεῖν, τοῦ δὲ ἐγκωμιάζειν ἐπιχειροῦντος μηδὲν μὲν εἶδος εὐφημίας παραλιπεῖν, οὐ μὴν διὰ πάντων
5ἕκαστα διελθεῖν. ὅπερ οὖν περὶ τῆς τροφῆς καὶ παι‐ δείας πεποιήκαμεν ἑκατέρου μὲν εἰς μνήμην ἐλθόντες, οὐ μέντοι καθ’ ἑκάτερον ἁπάντων, τούτῳ καὶ κατὰ τῶν ἐν τοῖς πολέμοις ἔργων χρηστέον.
Or
.

59

.

58

εἰ μὲν οὖν οἷόν τε ἦν εὐχῆς τυχεῖν, δέκα μὲν οὐκ ἄν μοι στόματα κατὰ τὸν Ὅμηρον ᾐτησάμην γενέσθαι, δύο δὲ γλώττας
ἀντὶ παντὸς ἐβουλήθην ἄν μοι παρὰ τοῦ κρείττονος
5ὑπάρξαι, ἵν’, ὥσπερ τὰ ἄλλα κατὰ συζυγίαν ὁ λόγος ἐπαινῶν ἐχώρει, οὕτω κἀν τοῖς πολεμικοῖς ἔργοις τὸ ἴσον διεσωσάμην· ἐπεὶ δὲ τοῦτο εὔξασθαι μὲν ῥᾴδιον, λαβεῖν δὲ οὐ δυνατόν, τὴν τῶν βασιλέων ἡλικίαν ὁ λόγος ἀκολουθίαν ποιείσθω καὶ κοσμήσας οὕτως ὅπως
10ἂν δύνηται τὰ περὶ τὴν Περσίδα τοῦ πρεσβυτέρου ἐν‐ τεῦθεν ἐπὶ τὴν ἑσπέραν μεταχωρείτω ποικίλοις ὁμοῦ καὶ μεγίστοις ἔργοις ἐντευξόμενος.
Or
.

59

.

59

Μικρὰ δέ μοι προδιαλεχθῆναι περὶ τοῦ θειο‐ τάτου τῶνδε πατρὸς ἀναγκαῖον, οἶμαι δὲ οὐκ ἐλάττω συντελέσειν εἰς τὴν προκειμένην εὐφημίαν τουτὶ τὸ μέρος ἢ σύμπαντα τὰ λοιπά. ὁμολογεῖται μὲν γὰρ
5ἐκεῖνος ἅπασι τοῖς εἰς ἀρετὴν φέρουσιν ἅπαντας τοὺς ἔμπροσθεν παραδραμεῖν, τούτου δὲ οὕτω σαφοῦς ὄντος καὶ διπλῆν οὐ δεχομένου γνώμην πάλιν ὁμολογεῖται τῇ κατὰ πόλεμον ἀρετῇ τοσοῦτον αὑτὸν παρελθεῖν ὅσον τοῖς ἅπασι τοὺς λοιπούς. πολλῶν γάρ, οἶμαι, πολέ‐
10μων ἐκείνῳ συστάντων, τῶν μὲν πρὸς ὁμοφύλους, τῶν δὲ πρὸς τοὺς βαρβάρους, οὐδείς ἐστιν ὃν οὐ κατὰ νοῦν θέμενος ἀπηλλάγη οὐδὲ πρὸς ὃν ὑπακούσαντι μετεμέ‐
λησεν οὐδ’ ὃς ἄνευ λαφύρων αὐτὸν ἀπέπεμψεν, ἀλλ’ ὥσπερ συγγραφὴν πρὸς τὴν Τύχην ὑπὲρ νίκης ἀϊδίου
15πεποιημένος οὕτω θαρρῶν τε τὰ ὅπλα ἐτίθετο καὶ ταῖς ἐλπίσι τὸ τέλος σύμφωνον ἐκομίζετο.
Or
.

59

.

60

ἐκείνῳ μέν‐ τοι τῷ πάντα ἀρίστῳ καὶ νικᾶν εἰθισμένῳ καὶ δεινῷ τὰ πολέμια τὸ Περσικὸν ἔθνος τὰς χεῖρας ἀντήρατο. κἂν ἐξετάζῃ τις μετ’ ἐμπειρίας τοὺς χρόνους, πρεσβυ‐
5τέραν εὑρήσει τὴν ἀρχὴν τοῦ πολέμου τῆς ἐκείνου μεταστάσεως, ὥστε πρὸς μὲν ἐκεῖνον ὁ πόλεμος ἐκι‐ νήθη, εἰς δὲ τὸν παῖδα τοῦ πολέμου τὸ ἔργον κατέβη.
Or
.

59

.

61

πρὸς οὖν τί τοῦτο λέγω καὶ τί βουλόμενος ἐπεισή‐ γαγον τὸ μέρος; ὅτι εἰ μὲν ἐκείνου περιόντος τὴν ἡσυ‐ χίαν ἦγον, ἐπεὶ δὲ μετήλλαξε τὸν βίον, τοῖς ὅπλοις ἐπεπήδων, οὐ σφίσιν ἂν αὐτοῖς ἔδοξαν μᾶλλον θαρρεῖν
5ἢ τοῦ μετ’ ἐκεῖνον καταφρονεῖν, εἰ γὰρ τὸν ἐκείνου βίον μέτρον τῆς ἡσυχίας ἐπεποίηντο, τοῦτ’ ἂν ἅπασιν ἐδείκνυσαν· ἐπεὶ δὲ πρὸς αὐτὸν ἐκεῖνον ἔγνω‐ σαν διακινδυνεύειν, εὔδηλον ὅτι τοῖς ὑπάρχουσι πι‐ στεύοντες εἰς τὸν πόλεμον εἰσῆλθον, ἀλλ’ οὐκ οἰηθέν‐
10τες συνανῃρῆσθαι τὸν φόβον.
Or
.

59

.

62

Ἃ τοίνυν Πέρσας ἐπῆρεν εἰς τοσοῦτον κίνδυ‐ νον ἀναρρίψαι, βούλομαι φράσαι. καὶ γὰρ οὐδὲ εὔλο‐ γον εὐθὺς ἀκούσαντι φαίνεται τοὺς ἀγαπῶντας ἐν τοῖς ἔμπροσθεν χρόνοις εἰ μή τις αὐτοὺς ἐνοχλοίη, τούτους
5ἐξὸν ἄγειν ἡσυχίαν πολεμεῖν ἂν ἐθελῆσαι. τοῦτο τοί‐ νυν βούλομαι συντομώτερον εἰπεῖν, ὥσθ’ ἅπασιν εἶναι δῆλον, ὡς οὐκ ἀπὸ βραχείας γνώμης εἰς τὸν πόλεμον κατέστησαν.
Or
.

59

.

63

οὐκ ἦν εἰρήνη τὸ γιγνόμενον ὑπὸ τῶν Περσῶν, ἀλλ’ ἀναβολὴ πολέμου, οὐδ’ ἵνα μὴ πο‐ λεμήσαιεν, τῆς ἡσυχίας ἐπεθύμουν, ἀλλ’ ἵν’ ἀξίως λό‐ γου πολεμήσαιεν, τὴν ἡσυχίαν ἠγάπων. οὐδὲ τὸ κιν‐
5δυνεύειν καθάπαξ φεύγοντες, ἀλλὰ πρὸς μέγεθος κιν‐ δύνων εὐτρεπιζόμενοι ἐμίγνυσαν δὴ τρόπον τινὰ εἰρή‐ νην πολέμῳ σχῆμα μὲν εἰρηνικὸν προβεβλημένοι, γνώμῃ δὲ πολεμούντων χρώμενοι. ἐπειδὴ γὰρ ἐν τοῖς ἄνω χρόνοις ἀπαράσκευοι ληφθέντες ἐπλήγησαν, οὐ τὰς
10εὐψυχίας τὰς αὑτῶν καταμεμψάμενοι, τῷ δὲ τῆς παρα‐ σκευῆς ἐλλείποντι τὴν αἰτίαν ἐπενεγκόντες εἰρήνην ἐπὶ παρασκευῇ πολέμου συνέθεντο καὶ διετέλουν δὴ τὸ ἐντεῦθεν πρεσβείαις μὲν καὶ δώροις πρὸς τὰς σπονδὰς
ἀφοσιούμενοι, πάντα δὲ πρὸς ἐκείνην τὴν γνώμην συν‐
15τάττοντες.
Or
.

59

.

64

ἐξηρτύοντο δὴ τὰ σφῶν αὐτῶν διὰ πάσης ἰδέας τὴν παρασκευὴν διακριβούμενοι, τὴν ἵππον, τὴν ἀσπίδα, τοὺς τοξότας, τοὺς σφενδονήτας, τὰ μὲν ἐξ ἀρχῆς νενομισμένα πρὸς ἄκρον ἐκμελετῶντες,
5ὧν δὲ οὐκ εἶχον τὴν ἐπιστήμην, ταῦτα παρ’ ἑτέρων εἰσφερόμενοι καὶ τῶν μὲν οἰκείων οὐκ ἀφιστάμενοι τρόπων, προστιθέντες δὲ τοῖς ὑπάρχουσι θαυμασιωτέ‐ ραν παρασκευήν.
Or
.

59

.

65

ἀκούων δὲ τοὺς προγόνους ἑαυ‐ τοῦ Δαρεῖον καὶ Ξέρξην ἔτεσι δέκα τὴν κατὰ τῶν Ἑλλήνων μετρῆσαι παρασκευὴν καὶ καταγνοὺς ἐκείνων ἐνδεῶς ἐπιχειρῆσαι αὐτὸς εἰς τέτταρας ἐτῶν δεκάδας
5ἐκτεῖναι τὸν χρόνον ἠξίωσεν. ἐν δὲ τούτῳ τοσούτῳ γεγονότι συνήγετο μὲν ὄγκος χρημάτων, ἠθροίζετο δὲ πλῆθος σωμάτων, ἐχαλκεύετο δὲ ὅπλων ἰσχύς. ἤδη δὲ καὶ γένος ἐλεφάντων ἤγειρεν οὐκ εἰς θέαν ψιλήν, ἀλλ’ εἰς τὴν χρείαν τοῦ μέλλοντος. πᾶσι δὲ προείρητο πάν‐
10των ἀφεμένους τῶν ἄλλων τὰ πολέμια μελετᾶν καὶ μήτε τοὺς πρεσβύτας ἐκβαίνειν ἐκ τῶν ὅπλων τούς τε νεωτάτους εἰς τὸν κατάλογον τελεῖν, γεωργίαν δὲ γυ‐ ναιξὶ παραδόντας αὐτοὺς μεθ’ ὅπλων ἔχειν τὴν δίαιταν.
Or
.

59

.

66

Ὃ δέ με μικροῦ παρῆλθε, πολλῶν ὑπερφέρον
ἄξιον εἰς μέσον θεῖναι. ὁ γὰρ δὴ τῶν Περσῶν βασι‐ λεὺς τὸ μέν τι τῆς αὑτοῦ γῆς ἐπῄνει, τὸ δέ τι κατε‐ μέμφετο. εἰς μὲν γὰρ σωμάτων φορὰν οὐχ ἡγεῖτο
5δευτέραν ἑτέρας εἶναι, κατηγόρει δὲ τῆς χώρας, ὅτι τὴν τῶν σωμάτων ἀρετὴν οὐχ ὥπλισεν οἴκοθεν σιδή‐ ρου γένεσιν δείξασα. τὸ δὲ σύμπαν, ἀνδρῶν μὲν ἄρ‐ χειν ὑπελάμβανε, χωλεύειν δὲ αὑτῷ τὴν δύναμιν τῇ τῶν ὀργάνων ἀπορίᾳ.
Or
.

59

.

67

ὡς οὖν ταῦτα διασκο‐ πῶν καὶ δυσχεραίνων ὡς ἐπὶ πλεῖστον ἐκάθητο, ἔδοξεν αὐτῷ δολερὰν ἐλθεῖν ὁδὸν καὶ ἀνελεύθερον καὶ στείλας πρεσβείαν καὶ θωπεύσας ὥσπερ εἰώθει καὶ προσκυνή‐
5σας διὰ τῶν πρέσβεων αἰτεῖ σιδήρου πολύ τι χρῆμα, πρόφασιν μὲν ὡς ἐφ’ ἕτερον ἔθνος προσοίκων βαρβά‐ ρων, τὸ δὲ ἀληθὲς κατὰ τῶν δεδωκότων ἐγνωκὼς χρῆ‐ σθαι τῇ δωρεᾷ. ὁ δὲ τὴν μὲν ἀληθεστέραν αἰτίαν οὐκ ἠγνόει, τὴν γὰρ ὑποψίαν παρεῖχεν ἡ τοῦ λαμβά‐
10νοντος φύσις, εἰδὼς δὲ ἀκριβῶς ὅποι φέρει τὰ τῆς τέχνης, παρὸν ἀντιτείνειν προθύμως ἔδωκεν ὁρῶν μὲν ἅπαν τὸ μέλλον τοῖς λογισμοῖς ὥσπερ ἂν ἤδη γεγενη‐ μένον, αἰσχυνόμενος δὲ τῷ παιδὶ πολεμίους καταλιπεῖν ἀόπλους, βουλόμενος δὲ σκῆψιν ἅπασαν αὐτοῖς προανῃ‐
15ρῆσθαι, φράττων δὲ τοὺς ἐναντίους ἀκριβῶς, ὅπως
τοῖς ἅπασιν ἀνθοῦντες κατενεχθεῖεν. ἡ γὰρ τῶν ἡττη‐ μένων λαμπρότης εἰς τὴν τῶν κρατησάντων εὔκλειαν συντελεῖ.
Or
.

59

.

68

ὁ μὲν δὴ ταύτῃ τῇ μεγαλοφροσύνῃ καὶ ταῖς ἐλπίσιν ἑτοίμως ἔδωκεν ὥσπερ ἐνδείξασθαι βουλό‐ μενος, ὅτι κἂν εἰ τὰ Χαλύβων ἐκκαρποῖντο μέταλλα, οὐκ ἂν παρὰ τοῦτο βελτίους φανεῖεν ὧν ἐτάχθησαν
5χείρους εἶναι· τῷ δὲ ἄρτιος ἦν ἐνταῦθα ἡ παρασκευὴ τῶν μὲν ἔνδοθεν ὑπαρχόντων, τῶν δὲ ἔξωθεν πεπο‐ ρισμένων, καὶ τῶν μὲν ἀφθόνων προκειμένων, τῶν δὲ οὐκ ἐλαττόνων τῆς χρείας προσγεγενημένων.
Or
.

59

.

69

ἀκίδες δὴ καὶ σαγάρεις καὶ αἰχμαὶ καὶ ξίφη καὶ πᾶν ὄργανον πολεμικὸν ἐν εὐπορίᾳ τῆς ὕλης ἐχαλκεύετο. πάντα δὲ διερευνώμενος καὶ καταλιπὼν οὐδὲν ἀνεξέταστον
5ἐπενόησεν ἱππικὸν ἄτρωτον ὡς εἰπεῖν κατασκευάσασθαι. οὐ γὰρ ὅσον εἰς κράνος καὶ θώρακα καὶ κνημῖδας τῷ παλαιῷ τρόπῳ τὴν ὅπλισιν ὥρισεν οὐδ’ ὅσον μετώπου
καὶ στέρνων ἱππικῶν προβάλλεσθαι χαλκόν, ἀλλ’ ὥστε τὸν μὲν ἐκ κεφαλῆς εἰς ἄκρους πόδας, τὸν δὲ ἐκ κο‐
10ρυφῆς εἰς ἄκρας ὁπλὰς κεκαλύφθαι τοῖς φυλακτηρίοις, ὀφθαλμοῖς δὲ μόνοις ἀνεῷχθαι χώραν εἰς ὄψιν τῶν πραττομένων καὶ ταῖς ἀναπνοαῖς τοῦ μὴ ἀποπνίγεσθαι.
Or
.

59

.

70

ἔφης ἂν τούτοις μᾶλλον πρέπειν τὴν τῶν χαλκῶν ἀνδρῶν προσηγορίαν ἢ τοῖς παρ’ Ἡροδότῳ στρατιώ‐ ταις. ἔδει δὴ τούτους τὸν μὲν ἵππον ἐλαύνειν ἀντὶ χαλινοῦ τῇ φωνῇ πειθόμενον, αἰχμὴν δὲ φέροντας,
5ἑκατέρας χειρὸς ἔργον, ἀπερισκέπτως τοῖς πολεμίοις ἐμπίπτειν περὶ τὸ δρᾶσαι μόνον τὸν λογισμὸν ἔχοντας, τῇ δὲ τοῦ σιδήρου φυλακῇ τὸ σῶμα πεπιστευκότας.
Or
.

59

.

71

ὡς οὖν ἡτοίμαστο πάντα καὶ διὰ πάντων ἡ δύνα‐ μις εὐτρέπιστο, οὐκέτι κατέχειν οἷός τε ἦν αὑτόν, ἀλλ’ ὁρῶν μὲν τὸ πλῆθος τῆς στρατιᾶς, ὁρῶν δὲ τὸ τῆς ὁπλίσεως ἀρραγές, λογιζόμενος δὲ καὶ τῆς παρασκευῆς
5τὸ μῆκος καὶ τῆς μελέτης τὸν χρόνον καὶ τῆς κρείτ‐ τονος τύχης ἀνατυπωσάμενος τὴν ἐλπίδα πέμπει πρε‐ σβείαν ὑπὲρ τῶν ὅρων ἀμφισβητήσουσαν, ἵν’ εἰ μὲν παραχωρήσαιμεν τῆς χώρας, ἀκμητὶ κεκρατηκὼς εἴη, εἰ δὲ μηδαμῶς εἴξαιμεν, ἀφορμὴν ταύτην τοῦ πολέμου
10προστήσαιτο.
Or
.

59

.

72

βασιλεὺς δὲ ὁ μέγας ὡς ἤκουσε, μι‐
σήσας τὸν ἄνδρα τῆς ὑπερηφανίας αὐτὸς ἔφη βούλε‐ σθαί οἱ τὰς ἀποκρίσεις δοῦναι. καὶ τῷ λόγῳ τὸ ἔργον εἵπετο. ὡς δὲ ἐξανέστη, πάντα εὐθὺς συνεκινεῖτο. ἄρτι
5δὲ τῆς πορείας ἁψάμενος ἐπειδὴ κατὰ τήνδε τὴν πόλιν ἐγίγνετο, εἶδεν ὁ κρείττων, ὅτι πολλοῖς μὲν τρο‐ παίοις ἐκεῖνος ἐγγέγραπται, δεῖ δὲ καὶ τοῖν παίδοιν τὸν ἐπὶ Πέρσας τεταγμένον νίκαις ἐλλαμπρύνεσθαι βαρβαρικαῖς, καὶ δόξαν οὕτως τὸν μὲν ἄνω πρὸς αὑτὸν
10καλεῖ, τῷ δὲ φέρων τὸ ἔργον προσέθηκεν.
Or
.

59

.

73

Ὅπως μὲν οὖν Πέρσας ἐπῆρεν εἰς θράσος τὸ συμβὰν καὶ ὡς ἤδη τὰς πόλεις ἔχειν ἡγοῦντο, πρόχει‐ ρον τεκμαίρεσθαι, ταῖς δὲ ἄρα φύλαξ καταλέλειπτο μέγ’ ἀμείνων καθ’ Ὅμηρον ἢ τό γε ἀληθέστερον κατ’
5οὐδὲν δεύτερος. ἐν ἐκείνῳ μέντοι τῷ καιρῷ δυοῖν τοῖν μεγίστοιν συνέπεσε χρεία. ἔνθεν μὲν γὰρ ἡ τοῦ πα‐ τρὸς ἐπέστρεφε ταφή, ἑτέρωθεν δὲ Περσικῆς ἐφόδου κτύπος. ἔδει δὲ ἢ τοῖς πολεμίοις ἀπαντῶντα τῆς ὁσίας καταμελεῖν ἢ τὴν ὁσίαν θεραπεύοντα τοῖς πολεμίοις
10ἀνοῖξαι τὴν ἀρχήν.
Or
.

59

.

74

τί οὖν ἐποίησεν; οὐ μᾶλλον τὸ κέρδος ἢ τὴν ὁσίαν ἐσκέψατο, μᾶλλον δὲ ἄμφω κα‐
λῶς ποιοῦντα συνῆλθε καὶ τὸ τῆς ὁδοῦ πάρεργον οὐδενὸς ἀτιμότερον ἔργου. πρὸς μὲν γὰρ τὴν ταφὴν
5εὔζωνος αὐτὸς ἠπείχθη, Πέρσας δὲ κατεῖχεν ἐπὶ τῆς οἰκείας ὁ φόβος. ὃν εἴτ’ ἐξ οὐρανοῦ δεξάμενοι συν‐ εστάλησαν εἴτε τῷ μηδὲν εἰδέναι τῆς ἀναχωρήσεως, ἀλλ’ οἴεσθαι τῇ τοῦ βασιλέως ἐντεύξεσθαι δεξιᾷ, ἑκά‐ τερον ὁμοίως εἰς ἐγκώμιον ἀρκεῖ. τὸ μὲν γὰρ τοῦ
10θεοφιλοῦς ἔχει σημεῖον, τὸ δὲ τῆς περὶ τὴν ἀρχὴν ἀκριβείας τεκμήριον, εἴ γε τὰ τῆς ἀπουσίας τοὺς πο‐ λεμίους ἐλάνθανε.
Or
.

59

.

75

διαπραξάμενος δὲ τά τε ἄλλα καὶ τῷ πάντα ἀξίῳ θαυμάσαι συγγενόμενος ἀδελφῷ καὶ τοὺς ἐναντίους ἀκούων ὥσπερ ἐκ θεοῦ πληγέντας ἀπολελοιπέναι τὴν ὄχθην οὐκ ἔπαθε τοῦτο δὴ
5τὸ πάλαι θρυλούμενον οὐδ’ ὅπερ ἐβούλετο προσδοκή‐ σας ἥξειν αὐτόματον ῥᾳστώνης ἐποιήσατο τὸ ὑπόλοιπον τοῦ χρόνου, ἀλλ’ ἡγησάμενος τοὺς τοιούτους τῶν και‐ ρῶν ἔργων, οὐκ ἐλπίδος δεῖσθαι αὖθις ἔθει τὸν δίαυ‐ λον ἀποπληρῶν, ὥσπερ ὡς ἀληθῶς ἐν σταδίῳ διαθέων
10ἄνω καὶ κάτω συνεχῶς, ἀλλ’ οὐ τὸ πλέον τῆς οἰκου‐ μένης ἐπιών.
Or
.

59

.

76

Διεδέχετο δὴ τὴν εἰς τάχος ὁδοιπορίαν ἐνόπλιος ἑτέρα πορεία. καὶ τοῖς ὁρίοις ἐφειστήκει τοῖς Περσι‐ κοῖς ἐπιθυμῶν αἱμάξαι τὴν δεξιὰν καὶ ὁ τὸν θυμὸν δεξόμενος οὐκ ἦν, ἀλλ’ οἱ τὸν πόλεμον εἰσαγαγόντες
5ἐν φυγῇ τὸν πόλεμον διέφερον οὐκ ἐκ συμπλοκῆς εἰς φόβον ἐμπίπτοντες, ἀλλὰ τῷ φόβῳ συμπλοκὴν οὐχ ὑπομένοντες οὐδὲ ἐκ χειρῶν γενομένης τῆς τροπῆς, ἀλλ’ ἀρκούσης τῆς φήμης εἰς τροπήν.
Or
.

59

.

77

μάλιστα δ’ ἄν τις ἐκεῖνο θαυμάσειεν· οὔτε γὰρ τὴν προσεδρείαν οὔτε τὴν ἀναχώρησιν ἀΐδιον ἔγνω ποιήσασθαι, ἀλλὰ χειμαδίῳ χρώμενος τῇ μεγίστῃ τῶν ἐκείνῃ πόλεων τῆς
5ὡραίας φανείσης ἐν τοῖς ὅπλοις καὶ αὐτὸς ἐξέλαμπε τῆς Περσίδος τοσοῦτον ἐπιὼν ὅσον ὁ λογισμὸς ἐπέ‐ τρεπε. τὸ μὲν γὰρ ὅλως προσκαθῆσθαι τοῖς ἐκεῖ πράγ‐ μασι ταπεινὸν ὑπελάμβανε, τὸ δὲ μὴ παντελῶς ἐπελθεῖν ἀργίας ἐνόμιζε.
Or
.

59

.

78

διόπερ τεμὼν τὸν χρόνον τὸν μὲν στρατείας, τὸν δὲ βουλῆς ἐποιήσατο. ἦν δὲ τὸ κεφά‐
λαιον τῆς βουλῆς οὐχ ὅπως χρὴ κρατῆσαι φαινομέ‐ νων, ἀλλ’ ὅπως χρὴ πεῖσαι φανῆναι· εἰς τοσοῦ‐
5τον γὰρ αὐτοῖς τὰς προσδοκίας ὑπήλλαξεν, ὥσθ’ ἃ ποιήσειν ἑτέρους ἐλπίζοντες ἤραντο τὸν πόλεμον, ταῦτα πάσχοντας ὑπὸ τῶν ἀντεπιόντων ἐγκαλύπτεσθαι.
Or
.

59

.

79

καὶ τὸν μὲν πρότερον χρόνον οὕτως ἦν τὸ μὲν ἐμβαλεῖν ἐκείνοις σύνηθες, ἡμῖν δὲ τὴν οἰκείαν ἐπιόν‐ των ἐκλιπεῖν ἀναγκαῖον, ὥστε τὰς προσοίκους ἐκείνοις πόλεις εὕροις ἂν τῷ μὲν χρόνῳ πρεσβυτάτας, τῇ δὲ
5τῶν ἐδαφῶν κατασκευῇ νεωτάτας, ἃς γὰρ ἐκεῖνοι πυρ‐ πολοῦντες ἀπηλλάττοντο, ταύτας ἔδει τοὺς κατιόντας ἀνορθοῦν· νῦν δὲ οὕτω τὸ πρᾶγμα πρὸς τοὐναντίον μεταπέπτωκεν, ὥστε Σύροι μὲν ἀτειχίστους τὰς πόλεις οἱ πολλοὶ ἀξιοῦσιν οἰκεῖν, Πέρσαις δὲ κινδυνεύει σύμ‐
10βολον εἶναι νίκης, εἰ κρυπτόμενοι λάθοιεν.
Or
.

59

.

80

Καὶ μηδεὶς οἰέσθω μήτ’ ἀγνοεῖν με τὰς κλο‐
πὰς αἷς καὶ νῦν ἐχρήσαντο μήθ’ ὅτι καὶ βαλεῖν τινα στρατιώτην ἐξ ἀφανοῦς ἔσχον μήθ’ ὅτι συνθήκας εἰς ἀνακωχὴν εὑράμενοι τῷ διὰ τοὺς ὅρκους ἀφυλάκτῳ
5πρὸς πλεονεξίαν κατεχρήσαντο, μηδ’ αὖ σαφῆ μὲν ἐσχη‐ κέναι τὴν τούτων γνῶσιν, ἑκόντα δ’ ὑπερπηδᾶν. τοσού‐ του γὰρ δέω τούτοις τοῖς πράγμασιν αἰσχύνεσθαι, ὥστ’ εἰ μηδὲν τούτων ὑπῆρχε, τότ’ ἂν εἰκότως αἰσχυν‐ θῆναί μοι δοκῶ. ὁ γὰρ τῶν ἡττημένων οὐδὲν ἔχων
10εἰπεῖν ὅτου καὶ μνημονεύειν ἄξιον οὗτος καὶ τὸν τῶν κεκρατηκότων ἔπαινον προσαφῄρηται. ὥσπερ γὰρ ἐν τοῖς γυμνικοῖς ἀγῶσιν, ἐπειδὰν ὁ κλῆρος τὸν πολὺ λειπόμενον ἀποδύῃ πρὸς τὸν ἄριστον, γίγνεται μὲν ἡ νίκη τοῦ βελτίονος, ὁ δὲ παρὰ τῶν θεατῶν κρότος οὐκ
15ἀκολουθεῖ τῷ στεφάνῳ, οὑτωσὶ δὲ κἀν τοῖς πολεμικοῖς ἡ τῶν ἡττημένων φαυλότης ζημιοῖ τοὺς νενικηκότας εἰς δόξαν.
Or
.

59

.

81

συγχωρῶ δὴ Πέρσας δεινοὺς εἶναι καὶ κλέψαι καὶ παρακρούσασθαι καὶ μὴ τὴν ταχίστην ἀπει‐ πεῖν καὶ δι’ ἐπιορκίας ῥᾷστ’ ἂν ὑφελέσθαι πολλά, ἀλλ’ ὅμως οἱ τοσαύτας ὁδοὺς ἐπὶ τὸν πόλεμον εὑρηκότες
5οὐκ ἔφερον ὀρθοῖς ὀφθαλμοῖς ἀντιβλέψαι πρὸς τὴν τοῦ βασιλέως κυνῆν. τεκμήριον δὲ μέγιστον ἀμφοτέρων τούτων. εἰ μὲν γὰρ ἤκουον προσιόντα, παντάπασιν ἠφανίζοντο, τῆς δὲ ἀπουσίας αἴσθησιν λαμβάνοντες τοῖς ἀντικαθημένοις ἐπεχείρουν, ἐκ μὲν τοῦ προτέρου
10τὸν φόβον ὁμολογοῦντες, ἐν δὲ τῷ δευτέρῳ τὴν τέχνην ἐπιδεικνύμενοι. οὕτω τὴν μὲν πολεμικὴν ἐμπειρίαν ἐκέκτηντο, βασιλέως δὲ φανέντος τῆς ἐμπειρίας τὴν μνήμην ὑπὸ τοῦ δέους ἐξέβαλλον.
Or
.

59

.

82

καὶ ὅτι γε οὐκ ἀπεικότως, ἀλλὰ νουνεχόντως τοῦτον τὸν τρόπον ἐχρῶντο τοῖς καιροῖς, ἔδειξεν ἡ πεῖρα. οἱ γοῦν οὐ δυνηθέντες σφᾶς αὐτοὺς κατακρύψαι τὴν ταχίστην οὐκ
5ἔφθασαν βασιλεῖ φανέντες καὶ σαγηνευθέντες ὡς ἡμᾶς μετεσκευάσθησαν, οὐχ οἱ μὲν παραδόντες σφᾶς αὐτούς, οἱ δὲ ἀγωνιζόμενοι ληφθέντες, ἀλλ’ ἁπλῶς πάντες ἑνὶ σχήματι πτήξαντες καὶ χεῖρας εἰς ἱκετείαν προτεινά‐ μενοι.
Or
.

59

.

83

Καὶ πλήρωμα πόλεως οὐ φαυλοτάτης ἐν Πέρ‐ σαις αὐτοβοεί, καθάπερ ἐν δικτύῳ συγκλεισθέντες, παν‐ οικησίᾳ μετηνέχθη καταρώμενον μὲν τοῖς ἐμβαλοῦσι
τοῦ πολέμου τὸ σπέρμα, ὀδυρόμενον δὲ τὴν τῆς πατρί‐
5δος ἐρημίαν, οὐκ ἀπεγνωκὸς δὲ παντάπασι τὰς ἀμεί‐ νους ἐλπίδας ἐκ τῆς τοῦ νενικηκότος πρᾳότη‐ τος. καὶ οὐκ ἐψεύσθησαν. λέγω δὲ ἤδη τὸ μετὰ τὴν αἵρεσιν βούλευμα πολὺ τῆς αἱρέσεως ἄμεινον παρά γε ἐμοὶ κριτῇ. οὐ γὰρ ἀπέκτεινε λαβών, ὥσπερ οἱ Κερ‐
10κυραῖοι τοὺς ἐξ Ἐπιδάμνου Κορινθίων οἰκήτορας, οὐδέ γε ἀπέδοτο τὰ ἆθλα τοῦ πολέμου, καθάπερ Φίλιππος τοὺς αἰχμαλώτους Ὀλυνθίων, ἀλλ’ ἐπενόησεν ἀντὶ στή‐ λης καὶ τροπαίου χρήσασθαι τοῖς αἱρεθεῖσι καὶ κομί‐ ζων εἰς Θρᾴκην κατοικίζει μηνυτὰς εἶναι καὶ τοῖς
15ὕστερον τοῦ πάθους.
Or
.

59

.

84

καὶ τούτοις οὐκ ἔνεστιν ἀπιστεῖν. οὐ γὰρ ἐξίτηλον χρόνῳ γεγονυῖαν πρᾶξιν διηγούμεθα συναγωνιζομένης εἰς ψευδολογίαν τῆς ἀρ‐ χαιότητος, ἀλλ’ οἶμαι πάντας ἐπὶ τῶν ὀφθαλμῶν ἔτι
5προφέρειν τὴν χθὲς καὶ πρῴην γεγενημένην τῶν αἰχμα‐ λώτων πομπήν.
Or
.

59

.

85

τοῦτ’ ἦν ὅ φημι τοῦ κεκρατηκέναι κάλλιον εἶναι καὶ στρατηγικώτερον. πόλεις μέν γε πολλοὶ πολλάκις παρεστήσαντο, τὰ δ’ ἐκ τῆς ἁλώσεως εἰς τὸ δέον οὐ πολλῶν ἦν διαθέσθαι. σκοπῶμεν γὰρ
5ὁπόσα συνείληφεν ἑνὶ τούτῳ. πρῶτον μὲν χῶρον ἐξη‐ γριωμένον ἐπὶ Θρᾴκης πλεῖστον ὅσον ἡμέρωσε τοὺς γεωργήσοντας παρασχών. ἔπειτα τὴν μνήμην τῶν κατ‐ ορθωμάτων εἰς ἅπαντα τὸν χρόνον παρέπεμψε τῇ τῶν γενῶν διαδοχῇ τὴν λήθην οὐκ ἀφεὶς κατὰ τῶν πε‐
10πραγμένων ἰσχύσαι. τρίτον τὸ αὐτὸ φιλανθρωπίας καὶ μεγαλοψυχίας σημεῖον ἐξήνεγκε τοῖς μὲν δάκρυσιν εἰς ἔλεον καμφθείς, τὸν δὲ θυμὸν ἀπορρίψας ἐν τῇ μετα‐ βολῇ τῆς τύχης.
Or
.

59

.

86

ἐπὶ τούτοις τοὺς πόρρω κατῳκισμένους ἡμᾶς τῆς τῶν πολεμίων χώρας οὐ περι‐ εῖδεν ἀκοῇ μόνῃ τῶν γεγενημένων ἑστιωμένους, ἀλλ’ αὐτόπτας τῶν ὅλων καταστήσας ἡδονῆς τε πολλῆς καὶ
5χρηστῆς ἐλπίδος ἐνέπλησεν ἐν μὲν τοῖς κατορθώμασι γεγηθότας, τοῖς δὲ κατειργασμένοις τεκμαιρομένους τὸ μέλλον.
Or
.

59

.

87

εἰ δέ με δεῖ τι καὶ τῶν ἐμαυτῷ κεχαρισ‐ μένων εἰπεῖν, πολλοστῷ χρόνῳ δίκην ὑπὲρ τῶν ἐξ Εὐβοίας Ἑλλήνων ἀνηρπασμένων ἐπράξατο ἀντὶ τῶν Ἐρετρικῶν γενῶν τούσδε ἐκ τῆς ἐκείνων ἀνασπάσας.
Or
.

59

.

88

Ἦν μὲν οὖν ἂν καὶ τοῦτο μέτρον ἀρκοῦν θα‐ τέρῳ καὶ φιλοτιμίας οὐδὲν ἂν ἀπῆν, εἰ καὶ μηδὲν ἐνῆν ὑπὲρ τοῦ πρεσβυτέρου προσθεῖναι. τὸν γὰρ οὐδὲν
μὲν ἀνωτέρω τῆς ὁσίας πεποιημένον, ἐν δὲ τῷ τοσοῦ‐
5τον ἀποσχισθῆναι τῶν πραγμάτων μηδὲ τὸ μικρὸν ἀποβαλόντα, φοβοῦντα δὲ τοὺς ἐναντίους, εἰ προσιὼν ἂν ἀγγελθείη, καὶ πάλιν παρέχοντα θαρρεῖν, εἰ τῆς ἀναχωρήσεως ὁ καιρὸς ἐπισταίη, πόλεις δὲ τὰς μὲν κινοῦντα, τὰς δὲ κατοικίζοντα πῶς οὐ διὰ παντὸς φαίη
10τις ἂν ἀφῖχθαι τοῦ προσήκοντος; οὐ μὴν ἔνεστιν ἀπο‐ ρῆσαι βουλομένῳ λέγειν, ἀλλ’ αὐτὰ δὴ τὰ κυριώτερα λέλειπται, τοῦτο μὲν ἡ τελευταία μάχη, τοῦτο δὲ ἕτερα ἄττα σοφίας τῆς ἐσχάτης βάσανον παρασχόμενα. ἔξεστι δὲ ὧδέ πη θεάσασθαι.
Or
.

59

.

89

Ἴσμεν ἅπαντες τοῦθ’ ὅτι τήνδε τὴν μερίδα τῆς βασιλείας δύο τὰ μέγιστα τῶν βαρβάρων ἔθνη περι‐ πτύσσεται, ἔνθεν μὲν ὑπὲρ Ἴστρου Σκύθαι κεχυμένοι, ἑτέρωθεν δὲ Περσῶν πολυανθρωπία διοχλοῦσα. τούτων
5τοίνυν οἱ μὲν θρασυνόμενοι πράττουσιν οὐδέν, οἱ δὲ οὐδὲ κινοῦνται τὴν ἀρχήν. τίς οὖν οὕτω ῥᾴ‐ θυμος ἢ νωθρός, ὅστις οὐκ ἂν ἥδιστα ζητήσειεν οὕτω παραδόξου πράγματος φύσιν, τί ποτέ ἐστιν ὃ Σκύθας
τοὺς φονικωτάτους καὶ τοὺς Ἄρει τετελεσμένους καὶ
10δυστύχημα τὴν ἡσυχίαν κρίνοντας εἰρήνην μὲν ἔπεισεν ἀγαπῆσαι, καταθέσθαι δὲ τὰ ὅπλα καὶ βασιλέα τὸν ἡμέτερον ἐν ἴσῳ τοῖς οἰκείοις ἄγειν καίτοι πολὺ μὲν ἀπηρτημένον Ἴστρου, τὰς δὲ δυνάμεις ἐφ’ ἑτέροις τάτ‐ τοντα;
Or
.

59

.

90

τίς οὖν ἡ τοσούτου πράγματος αἰτία; ὅτι βασιλεὺς ἀνδρίαν καὶ σύνεσιν ἐπίσης κεκτημένος τὰ μὲν εὐβουλίᾳ κεχείρωται, τὰ δὲ ἀνάγκῃ μετέρχεται. γνοίη δ’ ἄν τις, εἰ παραθείη τῇ νῦν ἀπὸ Σκυθῶν
5ἀδείᾳ τὰς προτέρας καταδρομάς, πρὸς ἃς ἀντιβλέπειν μὲν οὐκ ἐξῆν, μιᾶς δὲ εὐχῆς τυγχάνουσιν ἐγίγνετο σώζεσθαι. αὕτη δὲ ἦν μὴ παγῆναι βέβαιον ἐν Ἴστρῳ κρύσταλλον, ὥστε καὶ ἐπελθεῖν ὑπάρχειν. καὶ τίς ἂν ἔτι θαυμάσειε τῆς ἡσυχίας τὸ βέβαιον, ἐπειδὰν ἀκούσῃ
10τῆς συμμαχίας τὸ πρόθυμον;
Or
.

59

.

91

οὕτως οὐδὲν μέν ἐστιν ὃ μὴ θαῦμά τι προσβάλλει, ἀεὶ δὲ τῷ δευτέρῳ τὸ πρότερον ἀποκρύπτεται. ὃ γὰρ εἰς ἀκοὴν μὲν ἥδι‐ στον, ἔργῳ δὲ οὐδενί πω πρὸ τοῦδε γεγενημένον, ἀλλὰ
5τοῖς μὲν οὐδὲ ἐπὶ νοῦν ἐλθόν, τοῖς δὲ οὐ δυνατὸν νομισθέν, ᾧ πάντα [τὰ] πάντων ἀντιθεὶς τὸ μηδὲν εὑρήσεις, τοῦτο καὶ ἐβουλεύθη καὶ οὐκ ἀπεγνώσθη καὶ τετέλεσται πάλαι.
Or
.

59

.

92

ἐξῆλθε στρατόπεδον Σκυθικὸν τῇ μὲν Ῥωμαίων χειρὶ συμβαλούμενον, τῇ δὲ δυνάμει Περσῶν ἀντιταξόμενον καὶ τὴν μὲν τούτων ἀρ‐ χὴν φυλάξον ἀκίνητον, τὴν δὲ ἐκείνων δυναστείαν
5συγκαταλῦσον. καὶ τὸ ἔτι μεῖζον, οὐ γὰρ ὅσον ἀφο‐ σιώσασθαι τὴν ἔξοδον ἐποιήσαντο οὐδὲ ἐπὶ τῆς χρείας ἐθελοκακοῦντες ὤφθησαν οὐδὲ προσιόντας ἰδόντες βάρ‐ βαροι βαρβάρους ὑπὸ τῆς ὄψεως ἀμείψαντες τὴν γνώ‐ μην εὐθὺς μετετάξαντο, καθάπερ πρότερον Θετταλοί,
10ἀλλ’ ὥσπερ ὑπὲρ τῆς οἰκείας ἀγωνιζόμενοι τῇ προθυ‐ μίᾳ τῶν ἔργων οὐδὲν τῶν κεκληκότων διήλλαξαν.
Or
.

59

.

93

καὶ τούτων οὐ τὰς ἐκείνων φύσεις, τὴν δὲ βασι‐ λέως αἰτιατέον σοφίαν, ὃς ἀντὶ μὲν ἀπίστων πιστοὺς κατέστησεν, ἀντὶ δὲ ἀτάκτων εὐπειθεῖς, ἀντὶ δὲ πα‐ λιμβόλων βεβαίους, ἀντὶ δὲ πολεμίων συμμάχους, ἑνὶ
5δὲ βουλεύματι κατά τε Περσῶν ἐπορίσατο προσθήκην καὶ τῆς Σκυθικῆς οὐ μικρὸν μέρος ἐκένωσε καὶ τοὺς συνημμένους τῇ προσηγορίᾳ ταῖς γνώμαις ἐξεπολέμω‐ σεν, ὥστ’ ἔμοιγε μὴ ῥᾳδίαν εἶναι τὴν κρίσιν, πότερον ἐπ’ ἀνδρίᾳ πλέον ἢ σοφίᾳ γνώμης ἄξιος θαυμάσαι.
Or
.

59

.

94

Τοῦ δ’ αὐτοῦ λόγου τὴν πίστιν κἀκεῖνο παρ‐ έχεται. τοσούτου γὰρ πολέμου διαντλουμένου τῷ βασι‐ λεῖ στάσις ἔνδοθεν ἐξ ἀπροσδοκήτων ἐκινήθη καὶ κατ‐ εῖχε ταραχή τις οὐ μετρία τὴν μεγίστην μὲν
5τῶν τῇδε πόλεων, τῆς δὲ ἁπασῶν μεγίστης δευτέραν. καίτοι τοῦτο ὁ μὲν ἁπλῶς σκοπῶν δυστύχημα νομιεῖ, ὅτῳ δὲ πάρεστιν ἱκανῶς λογίζεσθαι, τῆς ἄκρας εὐτυχίας τὸ συμβεβηκὸς θήσεται. ὥσπερ γὰρ τοῖς ἀρίστοις τῶν ἰατρῶν αἱ τῶν ἀρρωστημάτων ὑπερβολαὶ λυσιτελοῦσιν
10ἐναποδείξασθαι παρέχουσαι τὴν τέχνην, οὕτω [καὶ] τοῖς βασιλεῦσιν αἱ δυσκολίαι τῶν καιρῶν κέρδος φέρουσιν, εἰ μέλλοιεν ὑπὸ τῆς ἐκείνων εὐβουλίας ἐπὶ τὰ βελτίω
τελευτήσειν, ἐπεὶ καὶ τὸν Αἰακὸν οὐδὲν ἂν ἐκώλυσε μέγιστον μαρτύριον δικαιοσύνης παρῃρῆσθαι, εἰ μὴ
15τῶν ἀέρων ἀκρασία τοὺς Ἕλληνας εἰς τὴν ἐκείνου χρείαν καταστήσασα παρέσχεν ὅστις ἦν ἐπιδείξασθαι.
Or
.

59

.

95

ἐγὼ μὲν δὴ συγχαίρω τῷ βασιλεῖ τῆς παρενθήκης ταύτης, ὅτι τοὺς ἀγαθοὺς τῶν κυβερνητῶν ἔδωκε μι‐ μήσασθαι, οἳ τῆς νεὼς πολλοῖς πολλαχόθεν ταραττο‐ μένης πνεύμασιν ἀντέχουσιν ὁμοῦ πρὸς ἅπαντα κρείτ‐
5τονα τῆς ζάλης παρεχόμενοι τὴν τέχνην. καὶ βασιλεὺς ἐν μέσῳ στὰς πολέμου καὶ στάσεως καὶ πλήθει πραγ‐ μάτων κεκυκλωμένος οὐκ ἐταράχθη τὴν ψυχὴν ὑπὸ τῆς τρικυμίας, ἀλλ’ οὕτως ἤρκεσεν ἀμφοτέροις, ὥσπερ ἂν εἰ πολλὴν ἦγεν ἀπὸ θατέρου σχολήν.
Or
.

59

.

96

ἐνταῦθα δὴ τί πρῶτον ἢ τί τελευταῖον χρὴ λέγειν; ἢ τίνος μεμνημένον τί παραλιπεῖν; πότερον ὡς ἀπανέστη τῆς Περσίδος ὑπεριδὼν ἐκείνων ὡς οὐδαμοῦ φανησομένων,
5ἢ τῆς πορείας τὸ τάχος ᾧ τοὺς Λακεδαιμονίους παρέδραμεν, ἢ τοῦ χειμῶνος τὰς ὑπερβολὰς ἢ τῶν νι‐ φάδων τὰς ἐμβολὰς ἢ τῶν ὄμβρων τὴν συνέχειαν; ὧν ἁπάντων, ὥσπερ τις ἀδαμάντινος, κατεγέλα.
Or
.

59

.

97

ἀλλ’ ὡς πρὶν φανῆναι τοῖς στασιάζουσι τὴν μανίαν ἔσβεσεν;
ἀλλ’ ὡς τὸν πορθμὸν διέπλευσεν ὥσπερ θείᾳ νεφέλῃ κεκαλυμμένος; ἀλλ’ ὡς τοὺς ἐν αἰτίᾳ μετεχειρίσατο;
5ἀλλ’ ὡς τοὺς ἀνεγκλήτους διέκρινεν; ἀλλ’ ὡς οὐδένα μὲν διέφθειρε, τοὺς δὲ κακουργοῦντας ἐσωφρόνισεν; ἀλλ’ ὡς ἐξουσίαν εἰς λόγον τῇ βουλῇ παρασχὼν πλεῖ‐ στον ἐκράτει λέγων; ἀλλὰ πάντα ταῦτα ἀφέντα τῶν ἀμοιβαίων λόγων μνημονεῦσαι δίκαιον, οἷς τὸ δεινό‐
10τατον τῆς βουλῆς κατεπάλαισεν ὀξέως; ἀλλ’ ὡς οὐκ ἔφθη καταστήσας ἐκείνοις τὰ πράγματα καὶ πρὶν ἢ λῦσαι τὴν ζώνην αὖθις ἐφειστήκει τοῖς πολεμίοις;
Or
.

59

.

98

οὕτως, ὅπερ ἔφην, ἀμφισβητεῖν μὲν ἔξεστι, πότερον ἀνδρίας ἢ συνέσεως ἡ κτῆσις ἀμείνων, ὁπότερον δ’ ἂν κριθῇ νικᾶν, παρὰ τῷ βασιλεῖ τὸ κρατεῖν ἐστι. καίτοι ὅτε καὶ τῶν ἡρώων τοὺς ἄκρους ἴσμεν ἀπὸ θατέρου
5τούτοιν εἰς τὰ πρῶτα βοηθέντας, τῷ γε ἀμφότερα μεθ’ ὑπερβολῆς κεκτημένῳ τίνας εἰς ταὐτὸν ἄξιον θεῖναι;
Or
.

59

.

99

Φέρε δὴ καὶ τῆς τελευταίας μνημονεύσωμεν μάχης. ἣν τελευταίαν τε καὶ μεγάλην τὴν αὐτὴν ἔξεστι προσειπεῖν καὶ πολὺ πλέον πρέπουσαν κεκλῆσθαι με‐
γάλην ἢ τὴν ἐν Κορίνθῳ τὴν ὑμνουμένην. ὑπισχνοῦ‐
5μαι δὴ τὸν βασιλέα δείξειν ἐν ταύτῃ Πέρσας τε ὁμοῦ καὶ τὰς οἰκείας δυνάμεις νενικηκότα. καὶ μηδεὶς πρὶν ἀκοῦσαί τι ταῖς ὑπερβολαῖς ἀπιστείτω, ἀλλ’ ἀναμείνας τοὺς λογισμοὺς οὕτως ἐκφερέτω τὴν κρίσιν. μι‐ κρὸν δὲ ἄνωθεν ἄρξασθαι βούλομαι. οὕτω γὰρ ἂν
10τοῦ παντὸς ἡ σκέψις ἀκριβεστέρα γένοιτο.
Or
.

59

.

100

Πέρσαι πρὸς τὰς εἰσβολὰς τοῦ βασιλέως ἀπειρη‐ κότες καὶ τῷ μήκει τοῦ πολέμου κεκακωμένοι τὴν ἀναγ‐ καίαν 〈τύχην〉 παράκλησιν εἰς τοὺς κινδύνους ἐλάμ‐ βανον, οἷς γὰρ ὁ βίος οὐκ ἐν ἡδονῇ, τούτοις οὐ βαρὺ τὸ
5τεθνάναι. βουλόμενοι δὴ δράσαντές τι καὶ παθεῖν κατα‐ λέγουσι μὲν ἡβηδὸν τοὺς ἄνδρας οὐδὲ τοῖς κομιδῆ νέοις ἀνεύθυνον τὴν ἀστρατείαν τάξαντες, ἀγείρουσι δὲ τὰς γυναῖκας σκευοφόρους εἶναι τῇ στρατιᾷ. ἔθνη δὲ ποικίλα βαρβάρων πρόσοικα τὰ μὲν ἱκετείᾳ πείθουσι μετασχεῖν
10τῶν κινδύνων, τὰ δὲ βίᾳ καταναγκάζουσιν ὑπουργῆσαι πρὸς τὴν χρείαν, τοῖς δὲ χρυσοῦ τι πλῆθος προτεί‐ νουσιν, ὃς ἐκ παλαιῶν φρουρούμενος χρόνων τότε δὴ πρῶτον εἰς τοὺς ἐπικούρους ἀνηλίσκετο.
Or
.

59

.

101

ἐπεὶ δὲ πᾶσαν τὴν ἐκείνῃ διερευνησάμενοι γῆν ἐρήμους μὲν
ἀφεῖσαν τὰς πόλεις, πᾶν δὲ τὸ ἐν ποσὶν ἐστενοχώρουν τῷ πλήθει, μελέτην δὲ τῇ πορείᾳ μίξαντες ἐπὶ τὸν πο‐
5ταμὸν ἐχώρουν, ἔγνω μὲν βασιλεὺς τὸ γιγνόμενον. πῶς γὰρ ἂν ἐλάνθανεν οὕτω μεγάλη κίνησις κονιορ‐ τοῦ μὲν εἰς αἰθέρα μέσον ἐγειρομένου, κτύπου δὲ συμ‐ μιγοῦς ἵππων τε καὶ ἀνδρῶν καὶ ὅπλων οὐδὲ τοὺς πορρωτάτω καθεύδειν ἐῶντος, τῶν δὲ κατασκόπων ὄψει
10τὸ πρᾶγμα λαβόντων καὶ τὴν ἀγγελίαν οὐκ ἔξωθεν εἰκαζόντων, ἀλλ’ ἐκ τῆς θέας φερόντων.
Or
.

59

.

102

ὁ δὲ ταῦτα σαφῶς ἀκούων τὴν μὲν χρόαν οὐκ ἤμειψεν, ὡς ἄν τις ἔκπληξιν τῇ ψυχῇ δεχόμενος, βουλὴν δὲ ζητῶν εἰς τὰ παρόντα χρηστὴν κελεύει τοὺς ἐν τῇ φυλακῇ
5τῶν ὅρων ἱδρυμένους μεταχωρῆσαι τὴν ταχίστην καὶ μήτε ποταμοῦ ζευγνυμένου ταράττεσθαι μήτ’ ἀπόβασιν ἀνείργειν μήτε τειχισμὸν κωλύειν, ἀλλὰ καὶ ταφρεύειν ἐᾶν, εἰ τοῦτο βούλοιντο, καὶ χαράκωμα βαλέσθαι καὶ περισταυρῶσαι καὶ ναμάτων ἀφθονίαν προκατα‐
10σχεῖν καὶ τὰ τῶν χωρίων ἐπικαιρότατα προλαβεῖν. οὐ γάρ, εἰ διαβάντες ἐγκαθίζοιεν, τοῦτο παρεῖχε τὸν φό‐ βον, ἀλλ’ εἰ τὴν πρώτην ἀποκρουσθέντες πρόφασιν εἰς φυγὴν λάβοιεν. ἔδει δὴ δελεασθῆναι τοὺς πολε‐ μίους τῇ τῆς ἀποβάσεως ἀδείᾳ.
Or
.

59

.

103

Ὡς οὖν ταῦτα συνεκεχώρητο καὶ παρ’ ἡμῶν οὐδεὶς ἀπήντα, τριχῇ τὸν ποταμὸν γεφυρώσαντες πυκνοὶ πανταχῆ διέβαινον. καὶ πρῶτον μὲν ἡμέρας νυξὶ συν‐ είροντες τῆς ἀποβάσεως οὐκ ἔληγον. ἔπειτα τειχίζειν
5δεῆσαν αὐθημερὸν τὸν περίβολον ἤγειραν ὀξύτερον τῶν περὶ Τροίαν Ἑλλήνων. ἤδη δὲ διαβεβηκότων πάντα ἦν μεστά, ὄχθη ποταμοῦ, πεδίων εὖρος, ὀρῶν κορυφαί. οὐδὲν δὲ ἦν εἶδος πολεμιστήριον ὃ μὴ τὴν στρατιὰν συνεπλήρου, οὐ τοξότης, οὐχ ἱπποτοξότης,
10οὐ σφενδονήτης, οὐχ ὁπλίτης, οὐχ ἱππεύς, οὐχ οἱ πανταχόθεν πεφραγμένοι. ἔτι δὲ αὐτοῖς βουλευομέ‐ νοις ὅπη τράπωνται βασιλεὺς ἐπιφαίνεται πᾶσαν Ὁμη‐ ρικὴν εἰκόνα τῇ λαμπηδόνι παρερχόμενος καὶ θέμενος τὰ ὅπλα περὶ τοῦ παντὸς ἐσκοπεῖτο.
Or
.

59

.

104

Πέρσαι δὲ τότε τοιοῦτόν τι βουλεύουσι. τοὺς μὲν τοξότας καὶ
τοὺς ἀκοντιστὰς ἐπὶ τῶν κορυφῶν καὶ τοῦ τείχους ἔταξαν, τοὺς δὲ πεφραγμένους τοῦ τείχους προὐβά‐
5λοντο. οἱ δὲ λοιποὶ τὰ ὅπλα ἀναλαβόντες τοῖς ἐναν‐ τίοις προσῄεσαν ὡς ἀναστήσοντες. ἐπεὶ δὲ κινηθέντας κατεῖδον, εὐθὺς ἐγκλίναντες ἔφευγον ὑπάγοντες τοὺς διώκοντας εἴσω βελῶν, ὡς ἂν ἐκ μετεώρου τοξεύοιντο.
Or
.

59

.

105

χρόνον μὲν οὖν τινα καὶ τῆς ἡμέρας τὸ πλεῖστον κατεῖχεν ἡ δίωξις, ὡς δὲ οἱ μὲν φυγόντες εἰς τὸ τεῖχος ἐνέπεσον, ἐκάλει δὲ λοιπὸν τοὺς τοξότας ὁ καιρὸς καὶ τοὺς πρὸ τοῦ τείχους ἀκραιφνεῖς, ἐνταῦθα
5δὴ βασιλεὺς νίκην ἐνίκησεν οὐ κατὰ τὰς εἰωθυίας ταύτας οὐδ’ οἷαι πολλαὶ συνέβησαν καὶ νῦν καὶ πρό‐ τερον οὐδ’ ἧς ἐν χερσὶ τὸ ἔργον καὶ πολεμικοῖς ὀρ‐ γάνοις οὐδὲ πρὸς ἣν δεῖ κοινωνίας καὶ οὐκ ἂν ἑτέρως κατεργασθείη, ἀλλ’ ἣν καθαρῶς ἔξεστιν οἰκείαν τοῦ
10κρατήσαντος προσειπεῖν.
Or
.

59

.

106

τί δὲ τοῦτο ἔστι; μόνος μὲν ἐξεῦρε τῶν δρωμένων τὸν νοῦν, μόνον δὲ οὐκ ἔλαθεν ἡ γνώμη τῆς παρατάξεως, μόνος δὲ βοήσας κελεύει μὴ διώκειν μηδὲ εἰς πρόδηλον ὠθεῖσθαι κίν‐
5δυνον. νῦν δὴ καὶ πλέον ἄγαμαι τῆς γνώμης τὸν
ποιητήν, ᾗ πολλῶν χειρῶν ἰσχυρότερον εἶναί φησι βούλευμα σοφίας μετέχον. ᾗ χρώμενος βασιλεὺς καὶ πάντα ὁμοῦ συνιεὶς ἑώρα τὸ μέλλον οὐδὲν χεῖρον τῶν παρόντων καὶ γιγνομένων.
Or
.

59

.

107

καὶ σφόδρα γε εἰκό‐ τως. ἦν μὲν γὰρ τὸ μεταξὺ τῶν στρατοπέδων ἑκατὸν στάδιοι καὶ πεντήκοντα, ἤρξαντο δὲ τῆς διώξεως ἀγο‐ ρᾶς πληθούσης, ἐπλησίαζον δὲ ἤδη τῷ τείχει δείλης
5ὀψίας. πάντα δὴ συλλογιζόμενος, τὸν ἀπὸ τῶν ὅπλων πόνον, τῆς διώξεως τὸ μῆκος, φλόγωσιν ἐξ ἡλίου, δί‐ ψους ὑπερβολήν, νύκτα ἐπικειμένην, ἐπὶ τῶν λόφων τοξότας, ἠξίου Περσῶν μὲν καταφρονεῖν, πείθεσθαι δὲ τῷ καιρῷ.
Or
.

59

.

108

εἰ μὲν οὖν ἐδέξαντο τὸν λόγον καὶ μὴ μεῖζον ἴσχυσε τῆς παραινέσεως ὁ θυμός, οὐδὲν ἂν ἐκώλυσε καὶ τοὺς ἐναντίους κεῖσθαι καθάπερ ἐν τῷ παρόντι καὶ τοὺς κεκρατηκότας σεσῶσθαι· νῦν δὲ
5ὅσῳπερ ἄν τις ἐκείνοις ἐγκαλῇ, τοσούτῳ πλέον τὸν βασιλέα σεμνύνει. οἱ γὰρ ἐν τῷ μὴ πεισθῆναι πταί‐ σαντες τὴν τοῦ παραινέσαντος συμβουλὴν κεκοσμήκασιν.
Or
.

59

.

109

ἐγὼ δὲ καλῶ μὲν κἀκείνας βασιλέων νίκας ὅσας ἐν κοινωνίαις ἐργάζονται, πολὺ δὲ ταύτας ἐντιμοτέρας
ὑπολαμβάνω ὧν οὐκ ἔνεστι τοὺς μερίτας εἰπεῖν. ὥστ’ εἰ καὶ σφόδρα φιλονεικεῖ τις μὴ πάντα κατὰ
5γνώμην κεχωρηκέναι τοῖς στρατιώταις, οὐδὲν ἂν κω‐ λύοι τοὺς μὲν μὴ πάντα κατωρθωκέναι, τὸν δὲ παντα‐ χοῦ νενικηκέναι καὶ πρώτους γε ἐκείνους ὧν ἄμεινον ἐβουλεύσατο.
Or
.

59

.

110

Ἄξιον δὲ καὶ τὴν τῶν μαχεσαμένων ἀρετὴν ἐξετάσαι καὶ πᾶσι ποιῆσαι καταφανές, ἐξ ὅσων ἐλατ‐ τωμάτων ὁρμώμενοι ποῖοί τινες ἐγένοντο. πρῶτον μὲν οὖν τοῖς πρὸ τοῦ τείχους πεφραγμένοις συμμίξαντες
5ἐξεῦρον τρόπον τῆς ὁπλίσεως ἰσχυρότερον. ἐπιφερό‐ μενον γὰρ τὸν ἵππον ὁ πεζὸς ἐξιστάμενος ἐκείνῳ μὲν κενὴν τὴν ὁρμὴν κατεσκεύαζεν, αὐτὸς δὲ ἐν τῇ παρα‐ δρομῇ τὸν ἔποχον ῥοπάλῳ παίων ἐπὶ κόρρης ἀνέτρεπέ τε καὶ τὸ λοιπὸν εὐπετῶς εἰργάζετο. ἔπειτα οὐκ ἔφθη‐
10σαν τῷ τείχει τὰς χεῖρας προσενεγκόντες καὶ καθῄρητο [τὸ] πᾶν ἐξ ἐπάλξεων εἰς πρώτην κρηπῖδα καὶ ὁ κω‐ λύσων οὐκ ἦν.
Or
.

59

.

111

περὶ πολλοῦ δ’ ἂν ἐποιησάμην καὶ ὅστις ἦν ὁ πρῶτος τὸν περίβολον διασπασάμενος εἰπεῖν καὶ διατρίψαι περὶ τὴν ἀνδραγαθίαν, ἴσως γὰρ
οὐκ ἀηδέστερον εἰς ἀκοὴν τοῦτό γε τοῦ πυρὸς ὃ τὴν
5ναῦν ἐπενείματο τὴν Θετταλῶν· ἐπεὶ δὲ ὁ χρόνος οὐ συγχωρεῖ, δεῖ δήπουθεν οὐ τοῦ τυχόντος δρόμου.
Or
.

59

.

112

ὁ μὲν οὖν περίβολος ἀκριβῶς ἔκειτο, οἱ δὲ εἰσε‐ χέοντο πᾶν μικρὸν τὸ πεποιημένον ἡγούμενοι καὶ τάς τε σκηνὰς διαρπάζουσι τῶν ἤδη πεπονημένων ἐγγύθεν τοὺς καρποὺς κομιζόμενοι καὶ ὅσους ἐγκατέλαβον κτεί‐
5νουσι, μόνον δὲ τὸ πεφευγὸς διεσώζετο. τῆς δὲ τρο‐ πῆς γεγενημένης λαμπρᾶς ἐδεῖτο μὲν τὸ ἔργον λαμπρο‐ τέρας, εἴπως ἐνῆν, ἡμέρας εἰς τὸ τῶν κατορθωμάτων πέρας, ἐπεὶ δὲ εἰς νυκτομαχίαν ἐξώκειλε, τοξευόμενοι μὲν ἐκ τῶν λόφων, ἀμφίβολοι δὲ γενόμενοι δορατίων
10τε ἤδη καὶ βελῶν τοῖς σώμασιν ἐναποκεκλασμένων, ἀφῃρημένοι δὲ ὑπὸ τῆς νυκτὸς τὸ δύνασθαι χρήσασθαι σφίσιν αὐτοῖς ἀνὰ τὸ σκοτεινὸν ὅμως χω‐ ροῦντες ὁπλῖται πρὸς ψιλοὺς πόρρωθεν ἰσχύοντας καὶ πρὸς ἀκραιφνεῖς πεπονηκότες ἄνδρας μὲν ἀγαθοὺς
15ἀπέβαλον, τῆς χώρας δὲ τοὺς πολεμίους ἐξήλασαν.
Or
.

59

.

113

καίτοι τίς ἂν ὑπέμεινε τὴν ἐκείνων ἀνδρίαν λογισμὸν προσλαβοῦσαν, ὅπου γε τοσούτοις ἐναντιώ‐ μασι χρώμενοι τὸ μετὰ κρείττονος διακριθῆναι τοῦ
σχήματος ὑπ’ οὐδενὸς ἀφῃρέθησαν; τίς δ’ οὐκ ἂν θείη
5Πέρσας ἡττῆσθαι περιφανῶς, οἳ διέβησαν μὲν ὡς τῆς ἑτέρων κρατήσοντες, τοσούτων δὲ πλεονεκτημάτων ἀπο‐ λαύσαντες ῥίψαντες τὰς ἐλπίδας ἀπιόντες ᾤχοντο;
Or
.

59

.

114

εἴτ’ οὖν τῳ τὸ κρεῖττον εὐβουλίᾳ γνωρίζεται, καὶ τῶν οἰκείων καὶ τῶν ἀντιπάλων ἀμείνων ὁ βασιλεὺς οἷς ἐβουλεύσατο δέδεικται, εἴτε τῳ τὰ ἔργα ψιλὰ δοκι‐ μάζειν ἥδιον, οἱ μὲν τὸ στρατόπεδον ἐκλιπόντες ἐπὶ
5τὴν σχεδίαν ὥρμησαν, τῶν δὲ ἡμετέρων οἱ μὲν πε‐ σόντες ταῖς μὲν ψυχαῖς ἐνίκησαν, τοῖς δὲ σώμασιν ἀπεῖπον, οἱ δὲ ἐπανελθόντες οὐ πρότερον ἀπενόστησαν πρὶν ἢ τὴν χώραν τῶν πολεμίων ἐκάθηραν. καὶ οὐ προστίθημι τοῦ χωρίου τὴν φύσιν πλείω λυπήσασαν
10τῆς τῶν πολεμίων ἀλκῆς οὐδ’ ὅτι Πέρσαι μὲν αὐταῖς γυναιξὶν συνήραντο τοῦ κινδύνου, τῆς δ’ ἡμετέρας στρατιᾶς τὸ κράτιστον οὐ μετέσχε τῆς μάχης.
Or
.

59

.

115

Τρεῖς δ’ οὖν ὅρους θέντες ταύτῃ σκοπῶμεν τὴν κρίσιν, ἕνα μὲν τὸν πρὸ τῆς μάχης, ἕτερον δὲ τὸν ἐν τοῖς ἔργοις, τρίτον δὲ τὸν ἐπὶ τῆς τροπῆς.
Or
.

59

.

116

Οὐκοῦν τὴν μὲν ἀπόβασιν ἐποιήσαντο καὶ τὸν ποταμὸν ἔζευξαν οὐ βιασάμενοι τοὺς εἴργοντας, ἀλλὰ παρὰ τῶν οὐ βουληθέντων κωλύσαι λαβόντες τὴν ἐξου‐
σίαν, ἀποβάντες δὲ καὶ περισκεψάμενοι κρίσει τὰ καρ‐
5τερὰ τῶν χωρίων κατέλαβον, ἀλλ’ οὐχ ὥσπερ ἐν ὅπλων ἀπορίᾳ τοῖς φανεῖσιν ἐπέδραμον.
Or
.

59

.

117

μέχρι μὲν οὖν τούτων ἐκείνων ἡ πλεονεξία, συνιόντων δὲ τῶν στρατοπέδων ἀντὶ μὲν τοῦ δέξασθαι τοὺς ἐπιόν‐ τας καὶ ποιήσασθαι τὴν μάχην ἐν χερσὶν ἀπὸ τῆς φυ‐
5γῆς ἤρξαντο. εἰς δὲ τὸν περίβολον κατακλεισθέντες οὐδ’ ὑπὲρ τοῦ τείχους ἠμύναντο, ἀλλ’ ἀπέβαλον μὲν τὸ φυλακτήριον, προσαπέβαλον δὲ καὶ τὸν ἐν ταῖς σκηναῖς πλοῦτον. οἱ δὲ ἐγκαταληφθέντες ἔπιπτον οὐδενὶ κόσμῳ, ἐπεῖδον δὲ τὸν τοῦ βασιλέως παῖδα,
10τὸν τῆς ἀρχῆς διάδοχον, ἐζωγρημένον καὶ μαστιγού‐ μενον καὶ κεντούμενον καὶ μικρὸν ὕστερον κατακοπτό‐ μενον. εἰ δέ τί που καὶ δεδράκασι, κλέμμα τὸ συμβάν, οὐκ ἀνδραγαθία γεγένηται.
Or
.

59

.

118

Τὰ μὲν ἐν τῇ μάχῃ ταῦτα, τὰ δὲ ἐπ’ ἐκείνῃ, τοὺς μὲν νεκροὺς οὐκ ἀνείλοντο, πρὸς δὲ τὴν φυγὴν ἠπείχθησαν, τὰς δὲ γεφύρας διέλυσαν, ἀναμαχεῖσθαι δὲ τὴν πληγὴν οὐδὲ ὄναρ ἐλπίζουσιν. ὁ δὲ τὰ λαμπρὰ
5δυνάμενος καὶ μέχρι τῶν ἀπειλῶν γενναῖος κόμην μὲν ἐκείνην ἣν ἐκόσμει πρότερον τίλλων ἐξανήλωσε, κόπτων δὲ πυκνὰ τὴν κεφαλὴν ὀδύρεται μὲν τοῦ παιδὸς τὴν σφαγήν, ὀδύρεται δὲ καταλόγων ὄλεθρον, δακρύει δὲ χώραν γεωργῶν ἔρημον, ἀποτέμνειν δὲ τὰς κεφαλὰς
10βεβούλευται τῶν οὐ καλῶς αὐτῷ προξενησάντων τὴν Ῥωμαίων εὐδαιμονίαν.
Or
.

59

.

119

ταῦτα οὐχ ἡμέτερος λόγος εἰς χάριν συγκείμενος, ἀλλ’ αὐτόμολοι τὰ σώματα παρα‐ βαλλόμενοι διαρρήδην ἀγγέλλουσιν. οἷς οὐκ ἔνεστιν ἀπιστεῖν. οὐ γὰρ κινδύνων ψευδολογίᾳ τέρπουσι. ταῦτ’
5οὖν οὐκ ἀμφισβητήσιμόν ἐστι ποιοῦντα τὴν νίκην, ὥσπερ τὴν ἐν Τανάγρᾳ καί, νὴ Δία γε, τὴν ἐν Ὀρεσθίδι Τεγεατῶν καὶ Μαντινέων.
Or
.

59

.

120

Ἔχω δὲ λέγειν πολὺ τούτου μεῖζον, ᾧ μηδ’ ἂν αὐτὸν ἀντειπεῖν οἶμαι τὸν Περσῶν δυνάστην. ὅτι μὲν γὰρ ἐν τῇ νυκτομαχίᾳ πάλιν ἀπῆλθον οἱ
λειπόμενοι, παρ’ ἀμφοτέρων ὡμολόγηται· τούτου δὲ
5οὕτως ἔχοντος δυοῖν ἀνάγκη θάτερον, ἢ κρατηθέντας φυγεῖν ἢ κρατήσαντας ὅμως εὐλαβηθῆναι τὸ μέλλον. εἰ μὲν οὖν τὸ πρότερον θείημεν, καθαρῶς ἡ νίκη μεθ’ ἡμῶν ἕστηκεν· εἰ δὲ τῇ νυκτομαχίᾳ τὸ πλέον σχόντες οὐκ ἐθάρρησαν ἐπεξελθεῖν τὰ λοιπά, πολὺ πλέον ἡ
10νίκη τοῦ βασιλέως γίγνεται. οἱ γὰρ τῶν μὲν συμβα‐ λόντων κρατήσαντες, πρὸς δὲ τὴν ἐκείνου δεξιὰν οὐκ ἀντάραντες δῆλον δήπου πᾶσιν ἐποίησαν, ὡς οὐκ ἐν τοῖς ἑπομένοις ἢ τῇ φύσει τὴν ἰσχὺν ὁ βασιλεὺς κέκτηται.
Or
.

59

.

121

Οὐ τοίνυν ἐν μὲν τοῖς πολέμοις τοιοῦτος, ἐν δὲ τοῖς λοιποῖς οὐδεμίαν παρέχων εἰς εὐφημίαν ἀφορ‐ μήν, ἀλλ’ οὕτως ὢν ἐν τοῖς ὅπλοις λαμπρὸς πλέον ἀμείνων ἐστὶν ἐν τοῖς λοιποῖς ἢ τοῖς ὅπλοις, ὥστ’
5ἐξεῖναι λέγειν βασιλεύς τ’ ἀγαθὸς κρατερός τ’ αἰχμητής. οὐ γάρ, εἰ μᾶλλον ἑτέρων ἀγριαίνων ὀφθείη, τούτῳ βελτίων φαίνεσθαι τῶν ἄλλων ἡγεῖται, ἀλλ’ εἰ πλέον τῶν ἄλλων πρᾳότητι χαίρων μηδὲν ἧτ‐ τον ἁπάντων κρατοίη.
Or
.

59

.

122

οὐδ’ αὖ βασιλικὸν ὑπο‐
λαμβάνει τὸ ταρακτικὸν τοῦ βλέμματος, ἀλλὰ μανίᾳ πρέπειν ἡγούμενος ἐν τοῖς νοσήμασιν ἀριθμεῖ τὸ μὲν τραχὺ πρὸς τὰς συνουσίας τυραννικὸν οἰόμενος, τὸ δὲ
5εὐπρόσοδον τῶν τρόπων ἄρχοντος μοίρᾳ προστιθείς, μέγα φρονῶν οὐκ εἰ φόβῳ συνέχοι τὴν βασιλείαν, ἀλλ’ εἰ τῷ φίλτρῳ τῶν ἀρχομένων φρουροῖτο, δεινὸς εὐνοίᾳ μὲν ἀμοιβήν, πταίσματι δὲ νεῖμαι συγγνώμην, φιλονεικίας κρείττων, ὀργῆς βελτίων, ἡδονῆς ἄρχων,
10οἴεται γὰρ προσήκειν μὴ τῶν μὲν πόλεων κρατεῖν, τοῖς δὲ τῆς ψυχῆς πάθεσιν ὑπηρετεῖν, τὸν γὰρ οὕτω διακείμενον οὐ μᾶλλον ἀξιοῖ δεσπότην ἢ δοῦλον κε‐ κλῆσθαι, ἄτρωτος μὲν πρὸς σωμάτων ὥραν, ἀήττητος δὲ πρὸς θυμὸν ἄκαιρον, ὧν μὲν αὐτὸς εὑρίσκοι, τού‐
15των τὴν βουλὴν εἰς μέσον ἄγων, τὰς δὲ τῶν πέλας συμβουλίας οὐκ αὐθαδείᾳ φαυλίζων, ἀλλ’ ἔργῳ τὸν παλαιὸν λόγον βεβαιῶν, ὡς ἄρα καὶ τοῦτο φρονήσεως τὸ τοῖς βελτίστοις εἰδέναι τὴν ψῆφον τίθεσθαι, οὐ ῥαψῳδῶν εἰς μῆκος λόγον μάταιον, ἀλλ’ εἰς βραχύτητα
20ῥημάτων ὄγκον κατακλείων πραγμάτων, εἰς μὲν τὸν τῶν ἐπιτηδείων κατάλογον οὐδένα προπετῶς ἐγγράφων, οὓς δὲ ἐγγράψειεν ἅπαξ οὐκ εἰδὼς ἐξαλείφειν οὐδ’ ἀναλίσκων χρόνῳ τὸ φίλτρον, ἀλλ’ ἐπιτείνων τῇ συνη‐ θείᾳ τὸν πόθον, ὑπὲρ μὲν τῶν δικαίων κινδυνεύειν
25ἀοκνότατος, ἔρωτι δὲ τοῦ πλείονος ἐγεῖραι πόλεμον ἁπάντων ἀμαθέστατος, εἰς μὲν εὐποιΐας ὀξύς, εἰς δὲ τιμωρίας μελλητής, πενίᾳ μὲν εἰδὼς ἔλεον νεῖμαι, πλούτῳ δὲ οὐκ εἰδὼς φθόνον προσενεγκεῖν, οὐ τοῖς ἀδικήσασι κολάσεις ἀναζητῶν, τῷ δὲ πρὸς αὑτὸν ζήλῳ
30τῶν ἀδικημάτων ἀποτρέπων, σωφροσύνην μὲν εἰς τοσ‐ οῦτον ἠσκηκώς, ὥστε καὶ τῇ προσηγορίᾳ τῆς ἀκολασίας αἰσχύνεσθαι, ἐπιορκίας δὲ τοσοῦτον ἀποστατῶν, ὥστε καὶ πρὸς τὰς εὐορκίας ἔχειν εὐλαβῶς, τὸ δὲ μὴ τὴν γαστέρα λιμῷ συνεθίζειν οὐ πόρρω τιθεὶς ἀνανδρίας,
35μεγίστοις μὲν ἀεὶ κατορθώμασιν ἐγγεγραμμένος, μέγα δὲ οὐδὲν οὐδεπώποτε φθεγξάμενος, τοῖς μὲν καιροῖς ὑπακούων ὀξέως, οὐ μέντοι τὴν ὀξύτητα σὺν ταραχῇ ποιούμενος, οὐ πλήθει στρατιωτῶν εἰς τὴν νίκην θαρ‐ ρῶν, τῷ δὲ τῆς εὐσεβείας συνειδότι τὰ βελτίω προσ‐
40δοκῶν, οὐδὲν μὲν εἰς παρασκευῆς ἐλλείπων ἀκρίβειαν,
πιστεύων δὲ τῷ θεοφιλεῖ πλέον ἢ τοῖς ὅπλοις εἰς τὸ κράτος, ἐγχειρήσεως μὲν οὐδεμιᾶς ἀποκρουσθεὶς οὐδεπώποτε, ῥᾷστα δ’ ἂν ἐνεγκών, εἰ καὶ σφαλεὶς ἐτύγχανεν, οὔτε λύπῃ κατηφὴς οὔτε τῷ περιχαρεῖ μι‐
45κροπρεπής, ἀλλ’ ἑκατέρου τὸ κατάδηλον ἀφελὼν ἐπὶ τοῦ μετρίου σχήματος τὸ πρόσωπον καταστήσας ἔχει, τὰς μὲν τῶν συνόντων ἀρετὰς ἐπαινῶν, τὰ δὲ ὡς ἑτέ‐ ρως ἔχοντα τῇ σιωπῇ διορθούμενος, ὃ γὰρ ὑφ’ ἑτέρων ἐπιπλήξει σωφρονίζεται, τοῦτο παρὰ τοῦδε σιωπῇ τὴν
Or
.

59

.

122

(50)

διόρθωσιν δέχεται, ὥστε δι’ ὧν μὲν ἐπαινεῖ τὸ χρη‐ στὸν ἐμφανίζει, τῇ δ’ αὖ πρὸς τἀναντία σιωπῇ τὸ μὲν ἁμαρτηθὲν οὐδὲν χεῖρον ἰᾶται, τὸ δὲ τοῦ φιλαιτίου διαφεύγει βαρύ, οὐκ εἰς ὕπνον καὶ ῥᾳστώνην τῆς ἡσυ‐ χίας διατρίβων τοὺς χρόνους, ἀλλ’ εἰς τὴν τῶν πολε‐
55μικῶν ἄσκησιν τὰς ἀναπαύλας μεθιστὰς οὐδὲ πρὸς ψυχαγωγίαν τὴν ἀπὸ τῆς ὀρχήστρας ἀσέλγειαν ἐφελκό‐ μενος, ἀλλ’ ἵππων ἁμιλλητηρίων θέᾳ τὴν ψυχὴν θήγων πρὸς ἀνδρίαν, κουφότατος μὲν ἁπάντων ἵππον ἀνα‐ βῆναι, τῶν δὲ παρ’ Ὁμήρῳ πρὸς ἐμπειρίαν τοξικὴν
60ὑμνουμένων ἀκριβέστερος εἰς σκοπόν, τὰς μὲν τῶν ἀρχομένων ψυχὰς ἐλευθερώσας ὡς μάλιστα, μέτρον δὲ τῆς συντελείας αὐτοῖς ἀποφήνας τῆς χρείας τὸ μέτρον. τοιγαροῦν εἰς τοιοῦτον τρόπον καταστήσας τὴν ἀρχὴν μετ’ ἐξουσίας μὲν μείζονος ἢ ἐβούλετο διεβίω, μετ’
65ἀσφαλείας δὲ πλείονος ἢ τῶν ἰδιωτῶν ἕκαστος.
Or
.

59

.

123

Ἀλλὰ γὰρ εἰ τὰ πλείω τῶν τούτῳ προσόντων ἀριθμησαίμεθα, οὐδενὸς τῶν ὑπαρχόντων θατέρῳ μνη‐ μονεῦσαι δυνησόμεθα. ἐπιστρεπτέον δὴ τὸν λόγον πρὸς τὴν ἑσπέραν καὶ πειρατέον γε οὕτως ὅπως
5ἂν παρείκῃ βραχέα μὲν ἐκ πολλῶν ἐκλέξαι, βραχέως δὲ περὶ αὐτῶν ἐκείνων διαλεχθῆναι.
Or
.

59

.

124

Ἔχω μὲν οὖν ἐν κεφαλαίῳ τὸ πᾶν σημῆναι τοσοῦτον ἀποφθεγξάμενος, ὅτι τὸ τῆς φύσεως ἴσον τῷ τῆς προαιρέσεως ἐβεβαίωσεν ἴσῳ καὶ τὸ τῆς προσηγο‐ ρίας ὅμοιον ἐπὶ τὴν τῶν πράξεων ὁμοιότητα διεβίβασε
5δοὺς κἀκείνας ἀδελφὰς ἀνακαλεῖν. ὥσπερ γὰρ ἐκεῖνος ἅπαντα φόβον ἐκ Περσικῆς ἐφόδου προσερχόμενον ἐπέσχεν, οὕτως οὗτος τὰ περὶ τὴν ἑσπέραν ἔθνη βάρ‐ βαρα πανταχόθεν περικεχυμένα τὴν ἡσυχίαν ἄγειν κατηνάγκασε.
Or
.

59

.

125

θεοῦ δὲ ἦν ἄρα τὸ μὲν τέλος ἴσον ἑκατέρῳ πρυτανεῦσαι, τρόπον δὲ διαλλάττοντα πρὸς τὸ τέλος ἑκατέρῳ δοῦναι. ὁ μὲν γὰρ κινηθέντας τοὺς προσοίκους ἐπεστόμισεν, ὁ δὲ οὐδὲ κινηθῆναι τὴν
5ἀρχὴν ἐπέτρεψεν, ὅπως εἴτε τὸ πρότερόν τις ἄγοι θαύ‐ ματος ἄξιον εἴτε τὸ δεύτερον ἡγοῖτο λαμπρότερον εἴτε ἀμφοτέρων ἐπίσης ἄγαιτο, μηδέτερον ἐκπεφευγὸς εἴη τὴν παροῦσαν βασιλείαν.
Or
.

59

.

126

Λέγω δὲ ἤδη μικρόν τι τὸν Θουκυδίδην μι‐ μησάμενος. οὐ γὰρ ἀβασανίστως τὴν ἀκοὴν εὐθὺς ἐδεξάμην οὐδὲ τὸ ταλαιπωρῆσαι περὶ τὴν ζήτη‐ σιν τῆς ἀληθείας φυγὼν τοῖς ἑτοίμοις προσέδραμον,
5ἀλλ’ ἐπιπόνως τε καὶ μετὰ τῆς ἐσχάτης ἀκριβείας περὶ τὸ πρᾶγμα διατρίψας οὐκ ἂν ἀπιστηθείην εἰκότως.
Or
.

59

.

127

Τίνα δὴ τὰ κατορθώματα; ἔστι γένος Κελτι‐ κὸν ὑπὲρ Ῥῆνον ποταμὸν ἐπ’ αὐτὸν Ὠκεανὸν καθῆκον, οὕτως εὖ πεφραγμένον πρὸς τὰ τῶν πολέμων ἔργα, ὥστε τὴν προσηγορίαν ἀπ’ αὐτῶν εὑράμενοι τῶν πρά‐
5ξεων ὀνομάζονται Φρακτοί, ὃ δὲ ὑπὸ τῶν πολλῶν κέ‐ κληνται Φράγκοι, τοῦτ’ ἔστι προσηγορία τῇ τῶν πολ‐ λῶν ἀμαθίᾳ διεφθαρμένη.
Or
.

59

.

128

οὗτοι πλήθει μὲν πάντα ἀριθμὸν ὑπερβαίνουσιν, ἰσχύι δὲ τοῦ σφῶν αὐτῶν πλήθους τὴν ὑπερβολὴν παρέρχονται. τούτοις ζάλη μὲν θαλάττης οὐδὲν ἠπείρου φοβερωτέρα, κρυμὸς
5δὲ ἀρκτῷος εὐκρασίας ἀέρων ἡδίων, συμφορὰ δὲ με‐ γίστη βίος ἀπράγμων καὶ πέρας εὐδαιμονίας οἱ τῶν πολέμων καιροί, κἂν εἴ τις ἀκρωτηριάσειε, τῷ λειπο‐ μένῳ μάχονται, καὶ οὔτε κρατούντων ἡ δίωξις δέχεται πέρας εἴτε κρατηθῆναι συμβαίη, τῆς φυγῆς τὸ τέλος
10ἀρχὴν ἐφόδου ποιοῦνται. γέρα δὲ ἀπονοίας καὶ τιμὰς θρασύτητος νομοθετήσαντες ἔχουσιν. ἀρρώστημα δὲ ὅλως τὴν ἡσυχίαν κρίνουσι.
Or
.

59

.

129

Τὸν μὲν οὖν ἔμπρο‐ σθεν ἅπαντα χρόνον οἱ τὴν πάροικον ἐκείνοις βασι‐ λείαν λαχόντες οὔτε λόγους εὕρισκον οἷς πείσουσιν οὔτε ὅπλων ἰσχὺν οἷς ἀναγκάσουσιν ἠρεμεῖν, ἀλλ’ ἔδει
5προσιδρυμένους συνεχῶς νύκτα καὶ ἡμέραν ταῖς ἐκδρο‐ μαῖς ἀπαντᾶν καὶ μήτε σῖτον ἔξω τῶν ὅπλων αἱρεῖ‐
σθαι μήτε τὸ κράνος ἀποθεμένους ἐπ’ ἀδείας ἀνα‐ παύεσθαι, ἀλλὰ μονονοὺ τῇ σκευῇ συμπεφυκότας σι‐ δηροφορεῖν κατὰ τοὺς παλαιοὺς Ἀκαρνᾶνας.
Or
.

59

.

130

καὶ ταὐτὸ συνέβαινεν ὅπερ ἐπὶ τῶν προβόλων, ἐπειδὰν ἡ θάλαττα ποικίλοις ἐλαυνομένη πνεύμασιν εἰς συνέχειαν ἐγείρηται κυμάτων. ὥσπερ γὰρ ἐκεῖ πρὶν
5καθαρῶς τὸ πρῶτον κῦμα περὶ τοὺς προβόλους ῥαγῆ‐ ναι τὸ δεύτερον ἐγκαταλαμβάνει καὶ τὸ τρίτον αὖθις καὶ τοῦτο διατελεῖ γιγνόμενον, ἕως ἂν λήξῃ τὰ πνεύ‐ ματα, οὕτω δὴ καὶ τὰ τῶν Φρακτῶν γένη τῷ τῶν πολεμικῶν ἔρωτι πρὸς μανίαν κινούμενοι πυκνὰς ἐποι‐
10οῦντο τὰς προσβολὰς καὶ πρὶν τὴν πρώτην ἱκανῶς ἀπο‐ κρουσθῆναι φάλαγγα, δεύτερος στρατὸς ἐπέπιπτεν.
Or
.

59

.

131

Ἀλλ’ ἔδει καὶ τὰ τούτων ποτὲ λῆξαι κύματα καὶ στῆναι τὴν κίνησιν βεβαίως. ἐφάνη γὰρ βασιλεύς, ὃς τὸν ἀκόρεστον ἐκείνοις τῶν πολεμικῶν ἔρωτα πρὸς εἰρήνης ἐπιθυμίαν ἔτρεψε κατ’ ἄλλο μὲν οὐδέν, μείζω
5δὲ τῆς ἐκείνων περὶ τὰς μάχας προθυμίας τὴν οἰκείαν προδείξας. οὔκουν εἰς πεῖραν χειρῶν ἐλθεῖν ὑπέμειναν, ἀλλ’ ἤρκεσεν ὁ φόβος τὰ τῆς πείρας ἐργάσασθαι, καὶ δεξιὰς εἰς μὲν δορατίων ἄφεσιν οὐκ ἀνέτειναν, εἰς δὲ συνθηκῶν αἴτησιν προὔτειναν.
Or
.

59

.

132

τεκμήριον δέ· ἐδέξαντο παρ’ ἡμῶν ἄρχοντας ὥσπερ ἐπόπτας τῶν δρω‐
μένων καὶ τὴν θηριώδη λύσσαν ἐκβαλόντες λογισμοὺς ἀνθρωπίνους ἠσπάσαντο καὶ τὴν πλεονεξίαν ἀφέντες
5τὴν τῶν ὅρκων φυλακὴν ἐτίμησαν. πάντως δ’ ἂν καὶ τῆς ἐκ τῶν ὅρκων ἀνάγκης ἀπούσης τὴν ἡσυχίαν ἠγά‐ πησαν. οὕτως εἴωθε τὸ χεῖρον ὑπὸ τοῦ κρείττονος κατείργεσθαι.
Or
.

59

.

133

καὶ νῦν βασιλεὺς οὐ ταῖς φύσεσι τῶν Φρακτῶν, τῷ δὲ παρ’ αὑτοῦ φόβῳ τὰς ἐκείνων ὁμολογίας τηρεῖν παραδοὺς ἐν ταῖς Παιόνων πόλεσιν ὑπὲρ τῶν ὅλων βουλεύεται. τοὺς δὲ ἐν τοῖς ἄνω χρό‐
5νοις ἄρχοντας ἡ Φρακτῶν αἰφνίδιος φορὰ πρὸς αὐτοὺς βλέπειν ἀναγκάζουσα οὐδὲ εἰδέναι τὴν ἀρχὴν ἐπέτρεπεν, ἀλλ’ ἀκοῇ μόνῃ τὸ ὑπήκοον τοῖς κρατοῦσιν ἐγιγνώσκετο. εἴ τις οὖν ἐραστὴς νίκης ἀκμητὶ γινο‐ μένης, ἐμφορείσθω τῶν παιδικῶν, ὡς οὐδείς ἐστιν
10ὅστις οὐκ ἀπὸ ψιλῆς ἐκπλήξεως τὴν δουλείαν ὡμολό‐ γησεν.
Or
.

59

.

134

ὁπότερον μὲν οὖν ἄμεινον, εἴτε κινου‐ μένων κρατεῖν εἴτε μηδὲ κινεῖσθαι παρέχειν, ψηφι‐ ζέσθω κατὰ τὴν οἰκείαν ὁ βουλόμενος τύχην καὶ φύσιν, ὡς ὁπότερον ἂν κρατήσῃ, τοῦτο ἀμφοτέρων
5γίγνεται. πλέον γὰρ τοῖς ἀλλήλων ἢ τοῖς οἰκείοις
μεγαλαυχοῦνται.
Or
.

59

.

135

Φρακτοὶ μὲν οὖν τοιοῦτον ὑπῆλθον ζυγὸν δουλείας, τὸ γὰρ μὴ ἔχειν ἑτέρους ληίζεσθαι, τοῦτο ἐκείνοις δουλεία· ἔστι δὲ καὶ ἄλλα βαρβάρων πάμπολλα γένη πανταχόθεν προσπεφυκότα καθάπερ θηρία καὶ
5κυκλούμενα τὴν ἀρχήν, τὰ μὲν μείζω, τὰ δὲ ἐλάττω, πάντα δὲ ὁμοίως δύσμαχα. περὶ ὧν τί ἄν τις πλέον φθέγξαιτο ἢ ὅτι τὸν Ὁμήρου κατάλογον τῷ τῶν ἐθνῶν ἀριθμῷ παρέρχονται;
Or
.

59

.

136

οὗτοι τὰ μὲν ἔμπροσθεν κατέθεον καὶ διήρπαζον καὶ κακῶν Ἰλιάδα τοῖς προσ‐ οικοῦσι Ῥωμαίων περιΐστασαν καὶ καθ’ αὑτοὺς θρασυ‐ νόμενοι καὶ μετ’ ἀλλήλων συνιστάμενοι, ἐπεὶ δὲ εἶδον
5τὸ κεφάλαιον ὑποκύψαν καὶ τοὺς ταράττειν εἰθισ‐ μένους ἐκπλαγέντας, ἠκολούθησαν τῇ παρὰ τοῦ φόβου κρίσει καὶ πρὸς τὸ παράδειγμα σωφρονισθέντες τὰς ἐπιδρομὰς κατέλυσαν. καίτοι τί ποτ’ ἂν ἔδρασεν ὁ τοιοῦτος εἰς ἀνάγκην χειρῶν ἀφιγμένος, ὅστις ἐλπι‐
10ζόμενος τοὺς μανικωτάτους συνέστειλεν;
Or
.

59

.

137

Οὐ τοίνυν οὐδὲ τὸν διάπλουν εἰς τὴν νῆσον τὴν Βρεττανίαν σιωπῇ παρελθεῖν ἄξιον, διότι πολλοῖς ἡ νῆσος ἠγνόηται. ἀλλ’ ὅσῳ πλέον ἠγνόηται, τοσούτῳ πλέον εἰρήσεται, ὥσθ’ ἅπαντας μαθεῖν, ὅτι καὶ τὴν
5ἔξω τῆς ἐγνωσμένης βασιλεὺς διηρευνήσατο. οἶμαι δὲ οὐ χείρονα τροπαίου τοῦ μεγίστου φανεῖσθαι τὸν πλοῦν. Ἡρόδοτος μὲν οὖν ὁ πλείω τῶν ἀναγκαίων ἐξητακὼς διαρρήδην διαμάχεται μὴ εἶναι τὸν πολυύμνητον Ὠκεα‐ νόν, ἀλλ’ Ὁμήρου φησὶν ἤ τινος ἄλλου γενέσθαι πλάσμα
10ποιητοῦ καὶ οὕτως εἰς τὴν ποίησιν τὴν προσηγορίαν εἰσενεχθῆναι, οἱ δὲ καὶ πιστεύοντες εἶναί που τὸν Ὠκεανὸν ἰλιγγιῶσι πρὸς τοὔνομα· ὁ δὲ τοσοῦτον ἀπέσχε τοῦ τοιοῦτόν τι παθεῖν, ὥστ’ εἰ μὴ καὶ γνοίη καὶ καθ‐ ελκύσειε ναῦν καὶ ἐμβὰς κομισθείη καὶ τοῖς Βρετ‐
15τανίας προσορμισθείη λιμέσι, τὸ μέγιστον ἡγεῖτο παρ‐ ήσειν τῶν ἑαυτῷ προσηκόντων.
Or
.

59

.

138

ἔστι δὴ λόγος μάρτυρας τὰς ὄψεις παρεχόμενος, ὡς ἄρα μεῖζον εἰς κίνδυνον πλοῖον στρογγύλον ὑπὲρ ἐκείνης ἀφεῖναι τῆς
θαλάττης ἢ ναυμαχίαν ἑτέρωθι συνίστασθαι. οὕτω
5λαμπραὶ μὲν καταιγίδες εἰς οὐρανὸν κυρτοῦσι τὰ κύ‐ ματα, ἐξῶσται δὲ ὑπολαμβάνοντες ἄνεμοι πρὸς ἀπέραν‐ τον ἐκφέρουσι πέλαγος. τὸ δὲ δεινότατον, ἐπει‐ δὰν γὰρ τοῖς ἄλλοις ἅπασιν ὁ κυβερνήτης ἀντιστήσῃ τὴν τέχνην, ὑπονοστεῖ μὲν ἐξαίφνης ἡ θάλαττα, ἡ δὲ
10τέως μετέωρος ὑπὲρ τῶν κυμάτων ὁλκὰς ἐπὶ ψιλῆς ὁρᾶται τῆς ψάμμου κειμένη. καὶ ἢν μὲν ὀξεῖαν ἀντα‐ ποστείλῃ τὴν παλίρροιαν, ἀναλαμβάνει τε αὖθις τὸ σκάφος καὶ δεῖ τὰ λοιπὰ πονεῖν τοὺς ἐμπλέοντας· ἢν δὲ μελλήσῃ πρὸς τὴν ἐπάνοδον, δύεται κατὰ μικρὸν
15τὸ πλοῖον ὑπεικούσης πρὸς τὸ ἄχθος τῆς ψάμμου.
Or
.

59

.

139

τούτων οὐδὲν βασιλεὺς ἐσκόπησε, μᾶλλον δὲ πάντα σαφῶς εἰδὼς οὐκ ἀπώκνησεν, ἀλλὰ τοσούτῳ πλέον πρὸς τὴν ἀναγωγὴν ἔσπευσεν, ὅσῳ πλέον ᾔδει τὸν κίνδυνον τραγῳδούμενον. καὶ τὸ ἔτι μεῖζον, οὐ γὰρ
5καθήμενος ἐπὶ τῆς ἠϊόνος ἀνέμεινεν, ὥστε τῆς ὡραίας ἐπελθούσης Ὠκεανὸν πραῧναι τὴν ζάλην, ἀλλ’ εὐθὺς
ὡς εἶχε τοῦ χειμῶνος ἀκμάζοντος καὶ τῶν ὅλων ὑπὸ τοῦ καιροῦ πρὸς ἄκρον ἐξηγριωμένων, νεφῶν, κρυμῶν, κλυδωνίου, οὐ προειπὼν ταῖς ἐκείνῃ πόλεσιν οὐδὲ προ‐
10κηρύξας τὴν ἀναγωγὴν οὐδὲ πρὶν ἢ πληρῶσαι τὸ ἐγχεί‐ ρημα θαυμασθῆναι βουληθεὶς ἀπὸ τῆς ἐννοίας, ἐμβι‐ βάσας ἑκατὸν ἄνδρας, ὡς λέγεται, λύσας τὰ ἀπόγεια τὸν Ὠκεανὸν ἔτεμνε, καὶ πάντα εὐθὺς πρὸς εἰρήνην μετεβάλλετο. Ὠκεανὸς δὲ τὸ κῦμα στορέσας λεῖον
15ἑαυτὸν παρεῖχε τῷ βασιλεῖ περαιοῦσθαι, ἡ δὲ συνήθης ἐκείνη τῆς θαλάττης ἀναχώρησις τότε δὴ τὸν νόμον ἀνελοῦσα τὴν χώραν ἐφύλαξεν.
Or
.

59

.

140

Οὐ τοίνυν ἡ μὲν ἐπὶ τὴν νῆσον διάβασις οὕτως εἰρηνικῶς, ὁ δὲ ἀπόπλους ἑτέρως ἐχώρησεν, ἀλλ’ ἀμείνω τὰ δεύτερα τῶν προτέρων ἀπήντησε τὴν παρ‐ οιμίαν σώζοντα, ὥστε μηδεμίαν ἀμφισβήτησιν ὑπάρ‐
5χειν, ὡς οὐκ ἀθεεὶ ταῦτα νενεανίευται.
Or
.

59

.

141

εἰ μὲν τοίνυν ἀφεστηκυίας τῆς νήσου καὶ τῶν οἰκητό‐ ρων νεωτεριζόντων καὶ τῆς ἀρχῆς περικοπτομένης καὶ τῆς ἀγγελίας ἐλθούσης θυμῷ πρὸς τὴν ἀκοὴν κατα‐
5ληφθεὶς ἀνέρριψε τὸν περὶ τοῦ πλοῦ κύβον, οὐκ ἂν ἦν εἰς φιλοτιμίαν γνώμης τὴν τόλμαν ἀνενεγκεῖν, ἀλλ’ ἡ παρὰ τῶν ἀφεστηκότων ἀνάγκη τὸ πλέον τῆς εὐκλείας
ἀφῄρει· νῦν δὲ καθεστηκότων μὲν τῶν ἐν Βρεττανίᾳ πραγμάτων, ἀδείας δὲ ὑπαρχούσης ἀπὸ γῆς τέρπεσθαι
10τοῖς Ὠκεανοῦ θαύμασιν, οὐδενὸς δὲ καταναγκάζοντος ἀνάγεσθαι φόβου μείζονος οὗ τὴν βλάβην ἔδει φέρειν ἀποκνοῦντα τὸν πλοῦν, τούτων οὕτως ἐχόντων καὶ παρούσης οὐδεμιᾶς ἀνάγκης, μᾶλλον δὲ μιᾶς μόνης παρούσης ἀνάγκης τῆς τοῦ πᾶσιν ἐπιχειρεῖν ἐπιθυμίας
15ἑκὼν τοῖς μεγίστοις κινδύνοις ἑαυτὸν ἐπέδωκεν, ὥσπερ τὰ μέγιστα ζημιωσόμενος, εἰ μὴ τὰ μέγιστα κινδυ‐ νεύσειε.
Or
.

59

.

142

Θαυμαστῶν δὲ ὄντων τῶν ἔργων πολὺ μεῖζόν ἐστιν ὁ πρὸ τῶν ἔργων λογισμός. ἐκεῖνος μὲν γὰρ οἴεται μήτ’ ἂν πρότερον ἐκλυθῆναι ψυχὴν σώματος πρὶν ἢ τοῦτο βουληθῆναι τὸν κρείττονα μήτ’ ἂν ἐπὶ
5πλέον συμμεῖναι βουληθέντος ἐκείνου λελύσθαι καὶ μήτ’ ἂν πλέον βιῶναι μηδένα παρὰ τὴν φυλακὴν μήτ’ ἂν ἐπ’ ἔλαττον παρὰ τὸ τολμᾶν. δεῖν οὖν ὃν ἔξεστι βιῶναι χρόνον ἀθανάτων κεχρῆσθαι λογισμοῖς.
Or
.

59

.

143

Καὶ τί δεῖ δυοῖν ἢ τριῶν ἀρετῇ λεχθέντων ἢ πεπραγμένων μνημονεύειν, ὥσπερ οὐχὶ καὶ τῶν λοιπῶν
ἐξίσης ἐπισημαινόντων τὸ θαῦμα; ἵνα δὴ μήτε σφόδρα ῥᾴθυμος εἶναι δοκοίην μήτε τοῖς ἀδυνάτοις ἐπιχει‐
5ρεῖν, οὔτε πάντων ποιήσομαι τὴν μνήμην ἐφεξῆς οὔτ’ ἐπ’ ὀλίγων κομιδῆ στήσομαι.
Or
.

59

.

144

Ἐκείνῳ τοίνυν ἡμέρα μὲν ἐν ἔργοις, νὺξ δὲ ἐν ἴσῳ ταῖς ἡμέραις. μέθη δ’ ἀπελήλαται καὶ τὸ νή‐ φειν ἐν συνηθείᾳ, ἀργὸς δὲ ἅπας ἔχθιστος, ὁ δ’ ἐγρη‐ γορὼς ἐπιτήδειος. φρουρὰν δὲ σώματος οὐκ αὐτὸς
5ἔχει τὴν παρὰ τῶν δορυφόρων, τὴν δὲ παρ’ αὑτοῦ τοῖς δορυφόροις παρέχει. ἐπειδὰν γὰρ αἴσθηται κατ‐ ειλημμένους ὕπνῳ πολλῷ, τοῖς μὲν οὐκ ἀσύγγνωστον τὴν ἀνάπαυλαν ἀφίησιν, αὐτὸς δὲ ὥσπερ ἀνταγωνιζό‐ μενος τῇ φύσει τὸ δόρυ λαμβάνων περίπολον αὑτὸν
10τῶν βασιλείων καθίστησιν. ὁ δὲ πόνος συνεχὴς τέταται διὰ πάσης ὥρας ἔτους καὶ καιρῶν ἁπάντων.
Or
.

59

.

145

Ὅμηρος μὲν οὖν φησί που λέγων εἰς τοὺς Ἀχαιούς· ἐπεὶ οὔ σφι λίθος χρὼς οὐδὲ σίδηρος· εἰ δέ γε τούτῳ συγγεγονὼς ἐτύγχανε, πάντως οὐδ’ ἂν τὴν ἐξ ἀδάμαντος εἰκασίαν εἰς τὴν τοῦ σώματος στερρότητα
5λαβεῖν ἀπηξίωσεν. οὔτε γὰρ θέρμαις θεριναῖς εἰς ἀσθένειαν ἐκλύεται οὔτε χειμερίοις κρυμοῖς εἰς νάρκην συστέλλεται οὔτε χάρισιν ἠριναῖς πρὸς ἀπόλαυσιν τέρ‐ ψεως ἄγεται οὔτε φθινοπώρου δώροις εἰς τρυφὴν
καθέλκεται, ἀλλὰ μία τρυφή, μία πανήγυρις σῶφρον
10ἐργάσασθαι τὸ ὑπήκοον, περίφοβον τὸ ἀλλόφυλον, ἁμιλ‐ ληθῆναι τοῖς ὑμνουμένοις, προσθεῖναι τοῖς νενομισ‐ μένοις, κόσμον δοῦναι τῇ βασιλείᾳ μᾶλλον ἢ παρ’ ἐκείνης ἐνέγκασθαι, ἐν προσθήκῃ διορθωμάτων διεξελ‐ θεῖν τὸν βίον, ἀλλ’ οὐκ ἐν τῇ τῶν κατορθωμάτων
15ἀπολαύσει.
Or
.

59

.

146

θέατρα μὲν οὖν καὶ σκώμματα καὶ γέλως καὶ πᾶν θαυματοποιῶν ἔθνος ἐν ἴσῳ τοῖς ἄγε‐ σιν ἀπέρριπται, νῆψις δὲ καὶ τὸ πεφροντισμένον καὶ τὸ πρὸς τοὺς πόνους εὔκολον καὶ τὸ πρὸς ἀρετὴν
5εὐφυὲς καὶ πᾶν τὸ τοιοῦτον ἐν πρώτοις ἄγεται. γυ‐ ναικῶν δὲ κάλλος ἅπαν κεκράτηται. ὁ δὲ δωροφορῶν ἀπὸ μὲν τῆς δόσεως οὐδενὸς ἐντιμότερος, πεῖραν δὲ τῆς γνώμης παρέχων ἀπ’ εὐνοίας μᾶλλον τεθαύμασται.
Or
.

59

.

147

μέλλον δὲ ἅπαν ἐγχείρημα λέληθεν, εἷς δὲ πρό‐ οιδεν ὃς καὶ ἐβούλευσεν. ἔγνωσται δὲ οὐδὲν ὃ μὴ τετέλεσται. ἐξόδων δὲ καὶ πάλιν ἀναχωρήσεων ἀμοι‐ βαῖα τάχη τὰς τῶν πολλῶν δόξας ἀποσφάλλει. ἐν
5βασιλείοις ἱδρύσθαι νομιζόμενος ὀρῶν ὑπερβάλλει κο‐ ρυφάς, ὁδοιπορεῖν νομιζόμενος ἐν βασιλείοις βουλεύε‐
ται. πλεῖν δοκεῖ θάλατταν, ὁ δὲ πεζεύων προσέρχεται. πεζεύειν δοξάζεται, ὁ δὲ γῆν ἀποκρύψας πελάγιος φέ‐ ρεται.
Or
.

59

.

148

καὶ ταῦτα μὲν τοιαῦτα καὶ τοσαῦτα διεξέρ‐ χεται οὔτε θεραπείαν εἰς παραμυθίαν τῶν πόνων οὔτε στρατοπέδου πλῆθος εἰς φυλακὴν ἐπαγόμενος, ἀλλ’ εὐαριθμήτους δή τινας ἐξευρὼν οὓς ἐπίστευεν ἀκολου‐
5θήσειν τῷ τάχει, τούτοις προειπὼν ἕπεσθαι ᾗ ἂν ἡγῆ‐ ται, καθάπερ αὐτός τε πτεροφυήσας καὶ τοὺς ἑπομένους πτερώσας ὀξύτερον νοήματος ἵεται πανταχῆ.
Or
.

59

.

149

καὶ τί ἄν τις ἄμεινον ζητήσειεν; οὐ γὰρ ἔχων οἷστισι πολεμίοις συμβάλοι, κατὰ τῶν θηρίων ὁπλίζεται καὶ τῆς ἐν πολέμοις ἀνδραγαθίας οὐχ εὑρίσκων τὸν καιρὸν
5ἐπὶ τῶν εἰδώλων τὴν ἀρετὴν ἐπιδείκνυται ἐν ἡλίῳ μὲν καθαρῷ τὸ σῶμα γυμνάζων, τὴν δὲ συμμιγῆ σκιὰν εἰς θρύψιν ὑποφέρειν τοὺς χρωμένους ἡγούμενος. ὅλως τε βασιλεὺς ἐθέλει κεκλῆσθαι τῷ τῆς ἀρετῆς ὑπερ‐ βάλλοντι μᾶλλον ἢ τῷ τῆς τύχης βελτίονι.
Or
.

59

.

150

Ἀμφοτέρων δ’ ἄν τις ἐκεῖνο θαυμάσειεν ὅτι τὴν τῆς ψυχῆς ἁρμονίαν σύμφωνον πρὸς τὸν τῶν ὑπηκόων τρόπον ἡρμόσαντο. καθάπερ γὰρ οἱ τῶν
ἰατρῶν ἀγαθοὶ καὶ τὴν προσηγορίαν τῇ τέχνῃ βεβαι‐
5οῦντες οὐ μιᾷ φαρμάκων ἰδέᾳ καθ’ ἁπάντων κέχρηνται σωμάτων, ὁρῶντες δὲ τὸ διάφορον ἐκεῖθεν τὸ τῶν φαρμάκων ἀνευρίσκουσιν οἰκεῖον καὶ τηνικαῦτα μάλιστα τὰ τῆς ὑγιείας συμβαίνει καθαρῶς, ἡνίκα ἂν ἀμφοῖν ἡ συμφωνία σωθῇ, οὕτω καὶ βασιλεία μετ’
10ἐπιστήμης ἐπὶ τὴν ἀρχὴν ἰοῦσα τῇ τῶν ἀρχομένων ἕξει τὸ σύμμετρον πορίζεται. καὶ ἤν τε δριμυτέρων ἤν τε πρᾳοτέρων δέῃ φαρμάκων, ἑκατέρου τὸν καιρὸν οὐκ ἀγνοήσει. ὥστε εἴπερ αὐτοῖς ἐπῆλθε πρὸς ἀλλήλους ἀμεῖψαι τὰς ἀρχάς, πάντως ἂν καὶ τὰς ἀλλήλων ἁρ‐
15μονίας ἀντέλαβον.
Or
.

59

.

151

Ἔοικα δὲ τὰ μέγιστα δοκῶν λέγειν μηδέπω καὶ νῦν εἰρηκέναι τὸ μέγιστον. πρότερον μὲν γὰρ ταῖς βασιλείαις ἁπάσαις ὁ φθόνος παρεπεπήγει καὶ οἵ τε τὰς ἐλάττους ἔχοντες τοῖς τὰ μείζω κεκτημένοις
5ἐπεβούλευον οἵ τε τῶν μειζόνων ἀπολαύοντες τοῖς τὰ μικρὰ καρπουμένοις καὶ τῶν ἐλαττόνων ἐφθόνουν. ἀλλὰ μὴν αἵ γε τῶν δυναστειῶν ἰσότητες καὶ πολὺ μειζό‐
νως ἔτρεφον τὸ νόσημα, καὶ φύσεως μὲν θεσμὸς τυ‐ ραννικῆς ἐπιθυμίας δεύτερος ἐκέκριτο, τὸ δὲ οἰκεῖον
10ἅπαν παρανοίας ἔγεμεν ἐφ’ ἑαυτό. καὶ τῶν συμφορῶν αἱ μέγισται περὶ τὰς βασιλείας ὑμνοῦνται συμβῆναι. ὅθεν μοι δοκοῦσιν ἐπαρθέντες οἱ ποιηταὶ καὶ μέχρι τῆς οὐρανίας ἁψῖδος τὰς ἐπιβουλὰς ἀνενεγκεῖν.
Or
.

59

.

152

ἀλλὰ νῦν ἅπας μὲν ὁ παλαιὸς χρόνος ἥττηται, ἅπας δὲ φθόνου χαλεπὸς ὀφθαλμὸς ὑπερώρισται, φιλίας δὲ σύνδεσμος ἀρραγὴς τὰς τῶν βασιλέων συνέχει ψυχάς.
5ἡ δὲ ἀρχὴ τοῖς μὲν τόποις διῄρηται, ταῖς δὲ εὐνοίαις συνάπτεται, καὶ τὸ τῆς οἰκειότητος ὄνομα πι‐ στοῦται τοῖς ἔργοις. τοσοῦτον γὰρ ἀπέχουσι τοῦ τοῖς ἀλλήλων ἀγαθοῖς ἀλγεῖν, ὥστε ἑκάτερος θατέρῳ τῶν πρωτείων ἀφίσταται. ἵπποι δὲ καὶ τέτρωρα παρ’ ἡμέ‐
10ραν ταῖς διαδοχαῖς τὸ τάχος ἐπιτείνοντα τὰς ἑκατέρων παρ’ ἀλλήλους διαπορθμεύει γνώμας. καὶ τῶν ἐκ‐ πεμπομένων ἕκαστος δι’ ἴσης τῆς ἐξουσίας ἑκατέραν ἀρχὴν ἐπέρχεται. τὸν δὲ χῶρον ἐν ᾧ τὰ τῶν βασι‐ λειῶν τμήματα συγκεράννυται οὐ στρατοπέδων φρουρεῖ
15καθέδρα συνεχής, ἀλλ’ ἀδόλου πίστεως ἰσχὺς ἀκίνητος.
Or
.

59

.

153

Καὶ τί δεῖ πόρρωθεν ζητεῖν τὴν ἀπόδειξιν
τοῦ πάντα τε ἐκείνους κοινὰ κεκτῆσθαι καὶ κοινοὺς ὑφ’ ἁπάντων ἄγεσθαι δεσπότας; αὐτὸ γὰρ τὸ νῦν γιγνόμενον τίνος εἰς μαρτυρίαν οὐκ ἄμεινον; λόγος
5εἰς εὐφημίαν κοινὸς μὲν ἀμφοῖν προβληθείς, κοινὸς δὲ ἀμφοῖν ἐργασθείς, ὡς οὐκ ὂν σφαλερόν, εἴ τις ἀμφο‐ τέρους ἐξίσης θαυμάσειε, μᾶλλον δ’ ὡς οὐχ ὅσιον ὄν, εἰ μή τις θαυμάσειεν ἀμφοτέρους ἐξίσης.
Or
.

59

.

154

ἆρ’ οὖν αὐτοὶ μὲν ἀντὶ τοῦ φθονεῖν ταῖς ἀλλήλων εὐπρα‐ ξίαις ἀλλήλους δορυφοροῦσιν, οἷς δὲ δυνάμεις ἐνεχεί‐ ρισαν, ὑπὸ τούτων εἰς κινδύνους κατέστησαν, οἷα τὰ
5πρόσθεν λέγεται συμπεσεῖν πολλάκις τῶν μὲν μεγέθει χρημάτων, τῶν δὲ ταῖς στρατηγίαις εἰς ἐπανάστασιν χρησαμένων; ἀλλὰ καὶ τοῦτο τῶν παρόντων ἐξαίρετον. οὐδεὶς γὰρ ἔστιν ὅστις οὐκ ἂν δέξαιτο τεθνάναι πρό‐ τερον ἢ περὶ τὸν πιστεύσαντα γενέσθαι πονηρός, οὐ‐
10δεὶς δὲ ὅστις οὐκ ἂν ἕλοιτο καταποντίσαι τὰ ὄντα πρότερον ἢ νεωτέρων πραγμάτων χορηγίαν ποιήσασθαι.
Or
.

59

.

155

καίτοι πρότερον μὲν οἱ βοηθέντες ἐπὶ χρήμασι τῶν νῦν μέσως ἐχόντων εἰς εὐπορίαν καταδεέστερον
ἐπλούτουν, νῦν δὲ οἱ μέσως ἔχοντες τῶν πρότερον βασιλέων ἀφθονώτερον διάγουσιν, ἀλλ’ ὅμως οὐκ ἐκ‐
5φέρει πρὸς θρασύτητα τὴν γνώμην τὸ τῆς περι‐ ουσίας ὑπέρογκον.
Or
.

59

.

156

τί ποτ’ οὖν τὸ αἴτιον τῆς τε προτέρας ἀγνωμοσύνης καὶ τῆς νῦν εὐγνωμοσύνης; ὅτι τότε μὲν τὸ τοῦ Δημοσθένους συνέβαινε καὶ μεί‐ ζων ἦν ὁ τοῦ μέλλοντος φόβος τῆς παρούσης χάριτος
5καὶ τὰς δόσεις αἱ δημεύσεις κατελάμβανον. ἐῴκει δὴ τὸ γιγνόμενον Εὐρίπου στροφαῖς. εἰς γὰρ τὸν δεδω‐ κότα τὸ δῶρον ἐπανήρχετο μετὰ τοῦ προστρίψασθαι τῷ λαβόντι συμφοράν. οὔκουν εἴα τοῦ μέλλοντος τὸ δέος ἠρεμεῖν τὸν δεξάμενον, ἀλλὰ μία σωτηρίας ἐλπὶς
10ὑπέκειτο τὸν δεδωκότα διαφθεῖραι. νῦν δέ γε πολὺς μὲν ἐκ βασιλέων πλοῦτος εἰς τοὺς ὑπηκόους μεταρρεῖ, πανταχοῦ δὲ τὸ βέβαιον τῇ φιλοτιμίᾳ συνέζευκται καὶ τοῖς λαμβάνουσιν οὐ μείζων ἡδονὴ τοῦ λαβεῖν ἢ τοῦ μετ’ ἀσφαλείας ἔχειν.
Or
.

59

.

157

Ἕτερον δέ γε πολὺ τούτου σεμνότερον καὶ τὸ κέρδος εἰς ἅπαντας ἐκτεῖνον. εἰ γάρ τις ἔροιτο ὁντινοῦν, τί μάλιστα βαρύτατον ἀνθρώποις τῶν εἰω‐
θότων λυπεῖν ἐν αἰχμαλώτῳ τύχῃ, εὐθὺς ἂν οὐδὲν
5περισκεψάμενος εἴποι τὴν τῶν γυναικῶν αἰσχύνην. τοῦτο τοίνυν ἐν μὲν ταῖς ἀνωτέρω βασιλείαις οὐκ ἀπετέτραπτο, ἀλλ’ ὥσπερ τοὺς φόρους ἐκλέγειν ἐν τοῖς νενομισμένοις ἐτέτακτο, οὕτω καὶ τὰ τῆς ἁρπαγῆς τῶν γυναικῶν εἰς ἔθος ἀφῖκτο, καὶ οἱ τοὺς πολεμίους ἀν‐
10είργοντες τῷ τῆς ἐλευθερίας σχήματι τὰς τῶν ἀνδρα‐ ποδισμῶν συμφορὰς ἀνεμίγνυσαν οὐδὲν ἀπεοικότες κυ‐ νῶν γενναίων μὲν πρὸς τοὺς λύκους, ὠμῶν δὲ πρὸς τὰ ποίμνια.
Or
.

59

.

158

ἀλλὰ νῦν ἅπας μὲν φόβος τῶν γά‐ μων ἀπελήλαται, ἀσφάλεια δὲ τὰς τῶν γενῶν διαδοχὰς μετ’ εὐθυμίας παραπέμπει, σωφροσύνη δὲ τρόπων οὐχ ἡττᾶται τυραννικῆς ἀνάγκης, γυναικὸς δὲ ὥραν εὐτυ‐
5χεῖν ἀκίνδυνον. εὐνὴ δὲ πᾶσα καθ’ ἅπασαν γῆν καὶ θάλατταν τὸ τούτων μέρος ἀνύβριστος.
Or
.

59

.

159

Τῶν τοίνυν γεωργούντων τοῖς ἀδικουμένοις καὶ μικρὰ μὲν ἢ φαῦλα κεκτημένοις, πολλὰ δὲ φέρειν ἠναγκασμένοις καὶ τούτου συμβεβηκότος παρὰ τὴν ἀμε‐ τρίαν τῶν πρὸ τοῦ τὴν χώραν ἀναμετρεῖσθαι ταχθέν‐
5των καὶ πολλῆς ἀπορίας οὔσης τῆς μὲν συντελείας
κατεπειγούσης, τῆς δὲ γῆς οὐκ ἀποχρώσης, καὶ ταύταις ταῖς συμφοραῖς ἐπήμυναν λογιστῶν δευτέρων ἀκριβείᾳ τὴν ἐκ τῶν ἔμπροσθεν βλάβην λύσαντες.
Or
.

59

.

160

Καὶ τί δεῖ λέγειν περὶ τῶν γεωργῶν ἢ περι‐ λαμβάνειν ἀριθμῷ τὰ τῶν εὖ πεπονθότων ἔθνη; ὅλως γὰρ ταῖς ἁπάντων ἁπανταχόθεν ἱκετείαις ἀνέῳκται τὰ βασίλεια, καὶ οὔτε γένος οὔτε ἡλικίας μέτρον οὔτε
5τύχης ἀξίωμα πρὸς τὴν ἀπόλαυσιν τῆς φιλανθρωπίας διακέκριται, ἀλλ’ ἐφ’ ὑψηλοῦ καθήμενοι πᾶσιν ὁμοίως κηρύττουσι θαρρεῖν, ὡς οὔτε νεότης οὔτε γῆρας οὔτε πενίας εὐκαταφρόνητον σχῆμα τῆς κοινῆς ἐπικουρίας ἀποκεκλείσεται οὐδὲ λυμανεῖται τὸ δίκαιον οὔτε δικα‐
10στὴς δυσμενὴς οὔτε ἀντίδικος ἰσχυρός, ἀλλὰ πρόχειρον εἰπόντι τὴν συμφορὰν τὸν ἔλεον ἐπισπᾶσθαι.
Or
.

59

.

161

Ἐν τούτῳ δὴ τῷ μέρει γενόμενος ὑπερηγά‐ σθην, ὅτι τὴν φιλανθρωπίαν ἔννομον πρυτανεύειν ἠξίωσαν καὶ οὔτε τοὺς ἀδικουμένους περιεῖδον καθάπαξ ἀπειπόντες μὴ δεῖσθαι οὔτε τοῖς ἐξαπατᾶν τολμῶσι
5συνέπραξαν πάντα ἐφεξῆς πιστεύσαντες. ἀλλ’ ἐπειδὴ τοὺς μὲν ᾔδεσαν παρὰ τὴν ἀσθένειαν ἔλαττον ἔχοντας,
τοὺς δ’ ἐπὶ παρακρούσει ταῖς ἱκετείαις χρησαμένους, ἵνα τοὺς μὲν ἀντανισώσωσι τῇ βοηθείᾳ, τῶν δὲ τὴν ἀπάτην φυλάξωνται, τὴν τῶν νόμων ἰσχὺν τῇ φιλ‐
10ανθρωπίᾳ προσῆψαν κώλυμα τοῦτο ταῖς παραγωγαῖς ἀνευρόντες. καὶ συμβαίνει δὴ πανταχῆ μὲν τοὺς βα‐ σιλεῖς ταῖς ἱκετείαις ἐπινεύειν, μηδαμῆ δὲ τῶν θεσμῶν τὴν ἀκρίβειαν ὑπὸ τῆς φιλανθρωπίας βλάπτεσθαι.
Or
.

59

.

162

ἀπὸ τῆς αὐτῆς δὴ γνώμης καὶ τὴν τῶν ἀμφισβη‐ τημάτων διάγνωσιν εἰς τοὺς ὑπάρχους ἀπώσαντο. σκο‐ πούμενοι γὰρ εὕρισκον νόμων μὲν ἰσχὺν ἡττωμένην βασιλικῆς ἐξουσίας, ψυχὴν δὲ βασιλέως εἴκουσαν ὄψει
5δακρύων. ἔδεισαν οὖν μὴ πρὸς τὰς ἀντιβολήσεις καὶ τοὺς ὀδυρμοὺς ἐπικλασθέντες φιλανθρωπότερα πλέον ἢ νομιμώτερα κρίνωσι. καίτοι τί μεῖζον ἢ τὸ κυρίους μὲν εἶναι τῶν νόμων αὐτούς, τοὺς νόμους δὲ αὑτῶν κυρίους ποιεῖσθαι;
Or
.

59

.

163

ἄρχοντας τοίνυν τοὺς εἰς τὰς πόλεις ἐκπεμπομένους οἱ μὲν ἔμπροσθεν βασιλεῖς τοὺς φονικωτάτους ἀρχικωτάτους ἐνόμιζον, ὥστε οὐκ ἦν ἐνδοξότερον 〈τῶν〉 πολεμίων πλείονας ἢ τῶν ἀρ‐
5χομένων διαφθεῖραι. νῦν δὲ τῷ μὲν ξίφει τὸ σχῆμα πληροῦται, τῆς δὲ βασιλικῆς πρᾳότητος ἐν ταῖς τῶν ὑπάρχων ψυχαῖς εἰκόνες ἐκλάμπουσι. δεῖ δὲ οὐδὲν ἀνάγκης καὶ φόνων εἰς τὸ γενέσθαι τὰ δέοντα, ἀλλ’ ἀρκεῖ φράσαι τὸν ἐφεστηκότα, καὶ κατὰ πόδας τὸ τέ‐
10λος.
Or
.

59

.

164

ἀεὶ δὲ τοὺς προτέρους ὑπάρχους ἀναπαύ‐ οντες ἐν τῷ μέρει δευτέρους ἑτέρους πρὸς τὰς διοική‐ σεις ἄγουσι. καὶ πάνυ γε εἰκότως. εἴτε γὰρ ἐπίπονόν τι τὸ χρῆμα τῆς ἀρχῆς, οὐκ ἀξιοῦσι διηνεκεῖ φορτίῳ
5τοὺς αὐτοὺς ἐπιτρίβεσθαι, εἴτε τινὸς εὐδαιμονίας μετέχον, πολλοὺς εἰς μετουσίαν τῆς εὐδαιμονίας κα‐ λοῦσιν.
Or
.

59

.

165

ἔτι τοίνυν κἀκεῖνο κατιδόντες ὅτι πε‐ φύκασιν αἱ τιμαὶ χρηστοὺς ποιεῖν, αἱ δὲ τιμωρίαι τοὺς πονηροὺς κολάζειν, τοὺς μὲν περὶ τὰς τιμωρίας διατρί‐ ψαντας οὐ κωλύειν ἡγήσαντο γενέσθαι πονηρίαν, ἀλλὰ
5τὴν ἀεὶ γιγνομένην ἐκκόπτειν καὶ τὸ πραττόμενον ἐοικέναι ταῖς τῆς ὕδρας ἐκτομαῖς, αὐτοὶ δὲ ταῖς εὐ‐ ποιΐαις τὰς ἁπάντων προκατασχόντες γνώμας μᾶλλον ἔπραξαν ὅπως χρήσονται βελτίστοις ἢ ὅπως ἀδικοῦντας
κολάσουσι.
Or
.

59

.

166

Τοσαύτης οὖν ἀρετῆς ἐν μέσῳ προκειμένης τί χρὴ μέγιστον τῶν ἁπάντων νομίσαι; πότερον τὴν εὐ‐ γένειαν ἢ τὴν τροφήν; καὶ πότερον τὴν δικαιοσύνην ἢ τὴν τῶν τρόπων σωφροσύνην; καὶ πότερον τὴν πρὸς
5τοὺς πολεμίους ἀνδρίαν ἢ τὴν πρὸς ἀλλήλους συμφω‐ νίαν; καὶ πότερον τὴν πρὸς ἕκαστον φιλανθρωπίαν ἢ τὴν ἁπανταχοῦ σύνεσιν;
Or
.

59

.

167

οἵ γε καὶ πρὸς τὰς με‐ γίστας τῶν πράξεων οὐκ ἐνόμισαν μαντικῇ τὴν ἐλπίδα θαρρύνειν, οὐ πρὸς τὸ πρόχειρον, ἐμοὶ δοκεῖν, ἀπι‐ δόντες ὅτι πολλάκις ἐλάττων ἀναφαίνεται, ἀλλ’ ὅτι
5κἂν εἰ τὰ μάλιστα τὸ μέλλον ἀνιχνεύοι, δυοῖν ἐμπό‐ δισμα γίνεται, φιλοτιμίᾳ τε καὶ ἀνδρίᾳ. τούς τε γὰρ ἀποτευξομένους εἰ προειδεῖεν οὐκ ἐᾷ κρείττονα τῆς τύχης παρασχέσθαι τὴν προθυμίαν, ἀλλ’ εὐθὺς δειλοὺς ποιεῖ τὰ χείρω προδείξασα οἷς τε ἀπόκειται τὰ χρηστὰ
10τούτους ἀφαιρεῖται τὴν ἐπ’ ἀνδρίᾳ δόξαν. οὐ γὰρ ἀρετῇ μᾶλλον ἢ τῷ τῆς ἐκβάσεως προδήλῳ δοκοῦσι πεπιστευκέναι. ὅσοι δ’ ἂν ὁμοίως ἀγνοοῦντες τὸ πέ‐ ρας ἄνδρες ἀγαθοὶ γίγνωνται, καὶ κατορθοῦντες θαυ‐ μαστοὶ καὶ σφαλέντες ἄμεμπτοι.
Or
.

59

.

168

Εἰ δή τις μέλλοι τὸν προσήκοντα λογισμὸν ὑπὲρ ἁπάντων σχήσειν, μή μοι ψιλὸν ἐξεταζέτω τῶν ἐγκωμίων τὸν ἀριθμόν, ἀλλ’ ἑκάστῳ προσαγέτω τὴν τῶν εἰργασμένων ἡλικίαν. καὶ τάχα μεῖζον ἐν τῇ
5νεότητι τῶν πεποιηκότων ἢ τῷ μεγέθει τῶν πεποιημέ‐ νων εὑρήσει τὸ θαῦμα.
Or
.

59

.

169

δοκεῖ δή μοι καὶ τὸ βούλευμα τοῦ τὴν οἰκουμένην συστησαμένου νῦν δὴ μάλιστα σώζεσθαι. ἐπειδὴ γὰρ ἵδρυσε μὲν τὴν γῆν, ἔχεε δὲ τὴν θάλατταν, ποταμοὺς δὲ προήγαγεν, ἔδειξε
5δὲ νήσων περίρρυτον θέσιν, πάντα μὲν εἰς τὸ δημιουρ‐ γηθὲν ἐγκατέθετο σπέρματα καὶ βοσκήματα καὶ ὅλως ὁπόσων ἔμελλεν ἀνθρωπεία δεήσεσθαι φύσις. οὐ μέν‐ τοι πάντα γε πᾶσιν ἔνειμε μέρεσιν, ἀλλὰ διῄρει τὰ δῶρα κατὰ τοὺς χώρους εἰς κοινωνίαν τοὺς ἀνθρώ‐
10πους ἄγων τῇ παρ’ ἀλλήλων χρείᾳ καὶ φαίνει δὴ τὰς ἐμπορίας, ὅπως τῶν παρ’ ἐνίοις φυομένων κοινὴν εἰς ἅπαντας ἐξενέγκῃ τὴν ἀπόλαυσιν.
Or
.

59

.

170

τοῦτο τοίνυν τὸ φιλάνθρωπον βούλευμα καὶ σωτήριον πρότερον μὲν ἀνῄρητο καὶ διέφθαρτο καὶ τὸ τῆς ἐπιμιξίας ἐν ἴσῳ τοῖς φόνοις ἀπείρητο, ὁ δὲ ἁλοὺς κατεκρημνίζετο.
5ἐῴκει δὴ σχήματι διατετμημένῳ τὸ σχῆμα τῆς γῆς. ἀλλὰ νῦν συνῆλθε μὲν καὶ συνῆπται τὸ τέως διῃρη‐ μένον, κεκόμισται δὲ τὴν οἰκείαν τάξιν τὸ τέως διε‐ σπασμένον.
Or
.

59

.

171

μία μὲν ἤπειρος, μία δὲ θάλαττα,
κοιναὶ δὲ αἱ νῆσοι, ἀνεῳγμένοι λιμένες, ἀναπεπταμέναι πύλαι. ὁλκάδες δὲ πανταχῆ τὰ πανταχόθεν κομίζουσαι στενοχωροῦσι τοὺς ὅρμους. πανήγυρις δὲ κοινὴ διὰ
5πάσης μικροῦ τῆς ὑφ’ ἡλίῳ τέταται τῶν μὲν καθ’ ἱστορίαν, τῶν δὲ κατ’ ἄλλας προφάσεις, τῶν μὲν πε‐ λάγη περαιουμένων, τῶν δὲ δι’ ἠπείρου θεόντων. καὶ οὔτε τῶν Νείλου θαυμάτων οἱ τὴν ἑσπέραν οἰκοῦντες ἀθέατοι τῶν τε ἐπὶ τῆς ἑσπέρας καλῶν οἱ Νείλῳ προσ‐
10οικοῦντες οὐκ ἄπειροι. Φοίνικες δὲ ἐν Σικε‐ λικοῖς ὅρμοις, Σικελιῶται δὲ πάλιν ἐν Φοινίκων λι‐ μέσιν. ἀνεῖται δὲ ἡ τῆς Ἀθηνᾶς πόλις τοῖς λόγων ἐμπόροις, ἀνεῖται δὲ τὸ Βιθυνῶν ἔθνος τοῖς ὁτιοῦν ἐπιθυμοῦσι λαβεῖν.
Or
.

59

.

172

καὶ τί δεῖ σμικρολογεῖσθαι καθ’ ἕκαστον, ἀλλ’ οὐχὶ μίαν εἰς ἅπαντα φωνὴν ἀφεῖ‐ ναι, ὅτι νῦν τὰ σωφρονοῦντα τῆς οἰκουμένης γένη καθάπερ ἐν χορῷ μίαν ἁρμονίαν ἐντεινάμενα συνᾴδει
5δύο κορυφαίων ἐνδιδόντων τὸ μέλος.
Or
.

59

.

173

Οἱ μὲν οὖν ἔμπροσθεν παυόμενοι τῶν λόγων ἐπιεικῶς ηὔχοντο πλειόνων ἀγαθῶν τυχεῖν καί μοι δο‐ κοῦσιν εἰκός τι πεπονθέναι, πλειόνων γὰρ ἐδέοντο
μᾶλλον ἢ τετυχήκεσαν· νῦν δὲ οὐδὲν αἰτῆσαι πάρεστιν
5οὗ μὴ πάλαι πάρεστιν ἡ πεῖρα. ὥστε καὶ τοῦτ’ ἂν εἴη τῶν βασιλέων ἐξαίρετον, ὅτι μηδὲν ἡμῖν κατέλιπον
ὃ ζητήσομεν.
Or
.

60

t

ΜΟΝΩΙΔΙΑ ΕΙΣ ΤΟΝ ΕΝ ΤΗΙ ΔΑΦΝΗΙ ΝΕΩΝ ΤΟΥ ΑΠΟΛΛΩΝΟΣ.
Or
.

60

.

1

Ἄνδρες, ὧν τοῖς ὀφθαλμοῖς ἀχλὺς κα‐
τακέχυται, ὥσπερ οὖν καὶ τοῖς ἐμοῖς, μήτε κα‐ λὴν μήτε μεγάλην ἔτι καλῶμεν τήνδε τὴν πό‐ λιν. ...
Or
.

60

.

2

Τόν τοι βασιλέα Περσῶν τοῦ νῦν τούτου πο‐ λεμοῦντος πρόγονον προδοσίᾳ τὸ ἄστυ λαβόντα καὶ ἐμπρήσαντα χωρήσαντα ἐπὶ Δάφνην ὡς τὸ αὐτὸ δρά‐ σοντα μετέβαλεν ὁ θεός, καὶ τὴν δᾷδα ῥίψας προσεκύ‐
5νησε τῷ Ἀπόλλωνι. οὕτως αὐτὸν κατεπράϋνέ τε καὶ διήλλαξε φανείς. ...
Or
.

60

.

3

Ὁ μὲν στρατὸν ἐφ’ ἡμᾶς ἀγαγὼν ᾤετο αὑτῷ βέλτιον εἶναι σεσῶσθαι τὸν νεών, καὶ τὸ κάλλος τοῦ ἀγάλματος ἐκράτει θυμοῦ βαρβαρικοῦ. νῦν δέ, Ἥλιε καὶ Γῆ, τίς ἢ πόθεν ὁ πολέμιος οὗτος, ὃς οὔτε ὁπλι‐
5τῶν οὔτε ἱππέων οὔτε ψιλῶν τινων δεηθεὶς μικρῷ σπινθῆρι πάντα ἀνάλωσεν; ...
Or
.

60

.

4

Καὶ δὴ καὶ ἡμῖν τὸν νεὼν ὁ μὲν πολὺς ἐκεῖνος κατακλυσμὸς οὐ παρέσυρεν, ἐν αἰθρίᾳ δὲ καὶ τῆς νε‐ φέλης παρελθούσης κατενήνεκται. ...
Or
.

60

.

5

Εἶτα διψώντων μέν σοι τῶν βωμῶν αἵματος ἔμενες, Ἄπολλον, φρουρὸς ἀκριβὴς τῆς Δάφνης, καὶ ῥᾳθυμούμενος, ἔστι δὲ ὅπη καὶ προπηλακιζόμενος περι‐ κοπτόμενός τε τὸν ἔξω κόσμον ἠνείχου· νῦν δὲ μετὰ
5πολλὰ μὲν πρόβατα, πολλοὺς δὲ βοῦς στόμα βασιλέως
τῷ ποδὶ δεξάμενος, ἰδὼν ὃν προὔλεγες, ὀφθεὶς ὑπὸ τοῦ μεμηνυμένου, πονηροῦ γειτονήματος ἀπαλλαγείς, νεκροῦ τινος ἐνοχλοῦντος ἐγγύθεν, ἐκ μέσης τῆς θερα‐ πείας ἀποπεπήδηκας. πόθεν ἔτι φιλοτιμησόμεθα πρὸς
10ἄνδρας ἱερῶν μεμνημένους καὶ ἀγαλμάτων;
Or
.

60

.

6

Οἵαν, ὦ Ζεῦ, γνώμης καμνούσης ἀφῃρέθημεν ἀνάπαυλαν. ὡς καθαρὸν μὲν θορύβων ἡ Δάφνη χω‐ ρίον, καθαρώτερος δὲ ὁ νεώς, οἷον λιμένος ἐπὶ λιμένι παρ’ αὐτῆς πεποιημένου τῆς φύσεως, ἀκυμάντοιν μὲν
5ἀμφοῖν, πλείω δὲ τὴν ἡσυχίαν παρεχομένου τοῦ δευ‐ τέρου. τίς μὲν οὐκ ἂν αὐτόθι νόσον ἀπέδυ, τίς δὲ οὐκ ἂν φόβον, τίς δὲ οὐκ ἂν πένθος; τίς δὲ ἂν ἐπό‐ θησε τὰς [τῶν] Μακάρων νήσους; ...
Or
.

60

.

7

Ὀλύμπια μὲν οὐ μάλα πόρρω, συγκαλέσει δὲ ἡ πανήγυρις τὰς πόλεις. αἱ δὲ ἥξουσι βοῦς ἄγουσαι τῷ Ἀπόλλωνι θυσίαν. τί δράσομεν; ποῖ καταδυσόμεθα; τίς ἡμῖν θεῶν διαστήσει τὴν γῆν; ποῖος κῆρυξ, ποία
5σάλπιγξ οὐχ ὑποκινήσει δάκρυον; τίς ἑορτὴν ἐρεῖ τὰ Ὀλύμπια τοῦ πτώματος ἐγγύθεν ἐπεμβάλλον‐ τος ὀδυρμόν;
Or
.

60

.

8

δὸς τόξα μοι κερουλκ, φησὶν ἡ τραγῳδία. ἐγὼ δὲ λέγω, καὶ μαντικῆς τι μικρόν, ὅπως τῇ μὲν ἕλω, τοῖς δὲ τοξεύσω τὸν δράσαντα. ὢ τόλμης
ἀσεβοῦς, ὢ ψυχῆς μιαρᾶς, ὢ θρασείας χειρός. Τιτυός
5τις οὗτος ἕτερος ἢ Ἴδας ὁ ἀδελφὸς Λυγκέως, οὐ μέ‐ γας μέν, ὥσπερ ἐκεῖνος, οὐδὲ τοξότης, ὥσπερ οὗτος, ἀλλ’ ἓν τοῦτο εἰδὼς τὸ κατὰ θεῶν μαίνεσθαι. τοὺς μὲν Ἀλωέως ἔτι διανοουμένους τὰς κατὰ τῶν θεῶν ἐπιβουλὰς θανάτῳ κατέπαυσας, Ἄπολλον· τούτῳ δὲ
10πόρρωθεν φέροντι τὸ πῦρ οὐκ ἀπήντησεν οἰστὸς ἐπ’ αὐτὴν πετόμενος τὴν καρδίαν;
Or
.

60

.

9

ὢ δεξιᾶς τελχῖνος, ὢ πυρὸς ἀδίκου. ποῦ ποτε ἄρα τὸ πρῶτον ἔπεσε; τί τοῦ κακοῦ τὸ προοίμιον; ἆρα ἐξ ὀροφῆς ἀρξάμενον ἐπὶ τἄλλα προὔβη, τὴν κεφαλὴν ἐκείνην, τὸ πρόσωπον,
5τὴν φιάλην, τὴν κιθάραν, τὸν ποδήρη χιτῶνα; Ἥφαι‐
στος δὲ δὴ πυρὸς ταμίας οὐκ ἠπείλησε τῷ πυρὶ λυμαινομένῳ τὴν χάριν ὀφείλων τῷ θεῷ μηνύματος ἀρχαίου; ἀλλ’ οὐδὲ ὁ Ζεὺς ὄμβρων ἡνίας ἔχων ὕδωρ ἀφῆκεν ἐπὶ τὴν φλόγα καὶ ταῦτα Λυδῶν ποτε βασιλεῖ
10δυστυχήσαντι σβέσας πυράν;
Or
.

60

.

10

τί ποτε ἄρα πρὸς αὑτὸν εἶπεν ὁ τὸν πόλεμον ἀράμενος; πόθεν ποτὲ τὸ θάρσος; πῶς δ’ ἐφύλαξε τὴν ὁρμήν; πῶς δ’ οὐκ ἔλυσε τὸ δόγμα τοῦ θεοῦ τὸ κάλλος αἰδεσθείς;
Or
.

60

.

11

Ἄνδρες, ἕλκομαι τὴν ψυχὴν πρὸς τὸ εἶδος τοῦ θεοῦ καί μοι πρὸ τῶν ὀμμάτων ἵστησιν ὁ λογισμὸς
τὸν τύπον, ἡμερότητα μορφῆς, ἁπαλότητα δέρης ἐν λίθῳ, ζωστῆρα περὶ τῷ στήθει συνάγοντα χιτῶνα
5χρυσοῦν, ὡς αὐτοῦ τὰ μὲν ἐνιζάνειν, τὰ δὲ ὑπανίστασθαι. τὸ δὲ ὅλον σχῆμα τίνος οὐκ ἂν ζέοντα ἐκοίμισε θυ‐ μόν; ἐῴκει γὰρ ᾄδοντι μέλος. καί πού τις αὐτοῦ καὶ ἤκουσεν, ὥς φασιν, ἐν μεσημβρίᾳ κιθαρίζοντος. ὦτα εὐδαίμονα. τὸ δὲ ᾆσμα ἄρα ἦν ἔπαινος τῆς γῆς. ᾗ
10μοι φαίνεται καὶ σπένδειν ἀπὸ τῆς χρυσῆς κυάθου, ὅτι τὴν κόρην ἔκρυψε ῥαγεῖσά τε καὶ συνελθοῦσα. ...
Or
.

60

.

12

Ἐβόα μὲν ὁδοιπόρος ἀνιούσης τῆς αὐγῆς, ἐκυ‐ κᾶτο δὲ φίλη Δάφνης ἔνοικος, ἱέρεια τοῦ θεοῦ. πλη‐ γαὶ δὲ στέρνων καὶ οἰμωγή τις ὀξεῖα διὰ χωρίου πο‐ λυδένδρου δραμοῦσα πίπτει μὲν εἰς τὸ ἄστυ δεινή τε
5καὶ φρικώδης, ὄμμα δὲ ἄρχοντος ἄρτι γευόμενον ὕπνου πικρῷ ῥήματι τῆς εὐνῆς ἐξανέστησεν. ὁ δὲ ἐμμανὴς ἤλαυνε, πτερὰ γὰρ Ἑρμοῦ ζητῶν αὐτὸς μὲν ἐπὶ ζή‐
τησιν ᾔει τῆς τοῦ κακοῦ ῥίζης φλεγόμενος ἔνδον οὐχ ἧττον ἢ ὁ νεώς, δοκοὶ δὲ ἐφέροντο κάτω φέρουσαι
10πῦρ, ὅτῳ πελάσειαν φθείρουσαι, τὸν Ἀπόλλω μὲν εὐθὺς ἅτε καὶ μικρὸν διέχοντα τοῦ στέγους, ἔπειτα δὲ τὰ ἄλλα, κάλλη Μουσῶν, οἰκιστῶν εἰκόνας, λίθων ἀστραπάς, κιόνων ὥραν. ὁ δὲ τῶν ἀνδρῶν ὅμιλος περιειστήκεσαν ὀλοφυρόμενοι μέν, βοηθεῖν δὲ
15ἀποροῦντες, ὃ καταλαμβάνει τοὺς ἀπὸ γῆς ναυαγίαν ὁρῶντας, ὧν ἡ βοήθεια δακρύσαι τὸ γιγνόμενον.
Or
.

60

.

13

ἦ που μέγαν μὲν ἤγειραν γόον ἐκπηδήσασαι τῶν πηγῶν αἱ Νύμφαι, μέγαν δὲ ὁ Ζεὺς ὁ ἐγγύς που καθήμενος, ὁποῖον εἰκὸς ἐπὶ τιμαῖς υἱέος συγκεχυμέναις, μέγαν δὲ
5δαιμόνων μυρίων ὅμιλος ἐν τῷ ἄλσει διαιτωμένων,
οὐδὲν ἐλάττω θρῆνον ἐκ μέσης τῆς πόλεως ἡ Καλ‐ λιόπη τοῦ χοροποιοῦ τῶν Μουσῶν ἠδικημένου τῷ πυρί. ...
Or
.

60

.

14

Γενοῦ μοι καὶ νῦν, Ἄπολλον, οἷόν σε ἐποίησεν ὁ Χρύσης καταρώμενος τοῖς Ἀχαιοῖς θυμοῦ τε πλήρη καὶ νυκτὶ ἐοικότα, ὅτι δή σοι τὰς θυσίας ἡμῶν ἀπο‐ διδόντων καὶ ὅσον ἦν ἀπενεχθὲν ἀντικαθιστάντων
5προανηρπάσθη τὸ τιμώμενον οἷον νυμφίου τινὸς πλε‐
κομένων ἤδη 〈τῶν〉 στεφάνων ἀπελθόντος.
Or
.

61

t

ΜΟΝΩΙΔΙΑ ΕΠΙ ΝΙΚΟΜΗΔΕΙΑΙ.
Or
.

61

.

1

Εἶτα Ὅμηρος μὲν οὐδὲ τὴν τοῦ φυτοῦ φθο‐ ρὰν ἄνευ τοῦ ἐλεῆσαι παρέδραμεν, ἀλλ’ ὥσπερ αὐτὸς ὢν ὁ φυτευσάμενος καὶ καμών, εἶτα ὁρῶν ἐπὶ γῆς ἐκ‐ τεταμένον οἱονεὶ θρῆνον εἰς τὸ ἔρνος ᾄδει· ἐγὼ δὲ
5τὴν Νικομήδους πόλιν, ἐν ᾗ λόγους μὲν οὓς εἶχον
ἐπηύξησα, φήμην δὲ ἣν οὐκ εἶχον ἐπεκτησάμην, ταύ‐ την δὴ τὴν ἔναγχος μὲν πόλιν, νυνὶ δὲ κόνιν σιγῇ δακρύσω, τοῦτο δὴ τὸ τῶν πολλῶν, ἢ καὶ λόγων αὐτῇ μεταληπτέον, οὓς ἐξέθρεψε;
Or
.

61

.

2

πάντως, εἰ καὶ αὐλητὴς ἐτύγχανον ὤν, νίκας αὐτόθι πολλὰς ἀνῃρημένος ἐπ’ αὐλήσει τοὺς ἄλλους ἂν ἀφεὶς ὅπως ἐδύναντο στένειν γοερῷ μέλει τὸν θρῆνον ἐπλήρουν. ἐξέστω δή μοι
5καθάπερ παροῦσι τοῖς θεοῖς διαλεχθῆναι καὶ εἰς εὐθύ‐ νας ἀγαγεῖν τῆς συμφορᾶς τὸν λόγον.
Or
.

61

.

3

Οὐ σύ ποτε, ὦ Πόσειδον, ἐν Διὸς μετὰ τῶν ἄλλων συγκαθήμενος δαιμόνων δυσχεραίνων τὸ τεῖχος τῶν Ἑλλήνων ὃ προὐβάλοντο τῶν νεῶν ἐν Ἰλίῳ τοῦτο μέγιστον αὐτῶν κατηγόρεις, ὅτι θεῶν ἀμελήσαν‐
5τες ἐβάλοντο κρηπῖδα, καὶ διὰ τοῦτό γε εὖ ποιῶν, ἐπειδὴ ἥλω τὸ Ἴλιον, ᾠήθης χρῆναι καὶ τὸ τεῖχος ἀνε‐ λεῖν, καὶ ῥᾳδίως τοῦτο ἔπραττες κελεύσας εἰς αὐτὸ τοὺς ποταμοὺς ἐμβαλεῖν, οἳ ἀπὸ τῆς Ἴδης ὥρμων;
Or
.

61

.

4

τί δὴ τῷ ταύτης οἰκισμῷ μεμφόμενος παραπλήσιον βουλὴν ἐβούλευσας; οὐχ ὁ μὲν πρῶτος οἰκιστὴς ἑτέρωθι πολίζειν ἐπιχειρῶν ἀπαντικρὺ τῆς νῦν οὔσης, μᾶλλον δὲ τῆς οὐκέτ’ οὔσης, ἀφ’ ὑμῶν ἤρχετο τοῦ ἔργου, καὶ
5ἦν ἱερεῖά τε ἐπὶ βωμοῖς καὶ περὶ τοῖς βωμοῖς ὅμιλος, ὑμεῖς δὲ μετεστήσατε τὴν σπουδὴν ἐπὶ τὸν ὄχθον ἀετῷ τε καὶ δράκοντι; ὧν ὁ μὲν ἱερείου κεφαλὴν ἐκ τοῦ πυρὸς τοῖς ποσὶν ἁρπάσας, ὁ δὲ ἐκ γῆς ἀναδὺς μέγας τε καὶ ὁπόσον ἡ Ἰνδῶν λέγεται βόσκειν, ὁ μὲν
10τὸν ἀέρα τεμών, ὁ δὲ τὴν θάλατταν, συγκαταίρουσιν εἰς τὸν λόφον, οἱ δὲ εἵποντο θεοῖς ἕπεσθαι χειραγω‐ γοῖς ἡγούμενοι.
Or
.

61

.

5

τὰ δὲ ἦν ἄρα πάντα ἀπάτη. κατα‐ κλύζεται δὴ τὸ πρῶτον πολέμου κύματι. ἔστω τοῦτο, καὶ γὰρ Κόρινθος ἣν ἔσχες καὶ γῆ Κέκροπος ἧς ἠρά‐ σθης. ἀφικνεῖται δεύτερος οἰκιστὴς μάλιστα δὴ βασι‐
5λέων θεοὺς ἡγεμόνας ποιούμενος, 〈ὃσ〉 μεγέθει θυ‐
σίας ὑπερβαλόμενος Κροῖσον ὑμῶν νευσάντων ἐπην‐ ώρθου τὸ ἄστυ. τῆς ποίας δὴ δίκην ὀλιγωρίας ὦφλεν, ὥσπερ ἡ Αἰτωλῶν γῆ τῆς Οἰνέως;
Or
.

61

.

6

καλὸν οὖν ἢ κατὰ θεῶν τρόπον ὧν συνεφάπτεσθε ποιημά‐ των ἀνθρώποις, ταῦτα ταῖς ὑμετέραις χερσὶ διαχεῖν καὶ μιμεῖσθαι τὰ παίδων οἷς ἄθυρμα τοῦτο εὕρηται
5τὸ διαφθείρειν ἃ πεποιήκασιν; ἐκεῖνο δὲ καλόν, ὦ Πό‐ σειδον, ὑπὲρ μὲν τῆς Ἀττικῆς οὔπω πόλεως αὐτόθι ἰσχυούσης δι’ ἔριδος ἐλθεῖν πρὸς τὸ γένος καὶ ἐν ἀκροπόλει τοσοῦτον ἀπεχούσῃ θαλάττης ῥόθιον δεῖξαι, πόλεως δὲ τοσαύτης τε καὶ τοιαύτης μὴ ὅπως ἔρωτα
10λαβεῖν, ἀλλὰ καὶ ὑποσπάσαι τὸ βάθρον;
Or
.

61

.

7

Τίς γὰρ ἐκείνης, μείζων μὲν οὐκ ἂν εἴποιμι,
καλλίων δέ; μέτρῳ μὲν γὰρ τεττάρων ἐλείπετο τοσοῦ‐ τον ἀτιμάσασα τοῦ μεγέθους ὅσον ἔμελλε λυπήσειν τῶν οἰκητόρων τοὺς πόδας, εἰς δὲ κάλλους λόγον τὰς
5μὲν ἀπέλειπε, ταῖς δὲ ἐξισοῦτο, πάντως δὲ οὐκ ἐκρα‐ τεῖτο δεχομένη μὲν ταῖς ἀγκάλαις τὴν θάλατταν, εἰσιοῦσα δὲ εἰς τὴν θάλατταν ταῖς ἄκραις, ἐπιβαίνουσα μὲν τῆς χηλῆς, ἀναβαίνουσα δὲ ἐπὶ τὸν λόφον, στοῶν δύο δυάσι διειλημμένη διηκούσαις τοῦ παντός, λάμπουσα
10μὲν δημοσίοις κατασκευάσμασι, τοῖς δὲ ἰδίοις συνεχὴς ἐκ τῶν ὑπτίων ἐπὶ τὴν ἄκραν οἷον κυπαρίττου κλάδοι ἄλλος ἐπ’ ἄλλῳ, νάμασι διαρρεομένη, κήποις δορυφο‐ ρουμένη.
Or
.

61

.

8

βουλευτήρια δὲ καὶ χωρία λόγων καὶ ἱερῶν πλῆθος καὶ λουτρῶν μεγέθη καὶ λιμένος καιρὸν εἶδον μέν, δηλῶσαι δὲ οὐκ ἂν δυναίμην. πλὴν τοσοῦτόν γε ἐρῶ, ὅτι φοιτῶντες ἐκ Νικαίας ἐκεῖσε διὰ
5μὲν τῆς ἄλλης ἰόντες ὑπέρ τε τῶν δένδρων ἐποιούμεθα λόγους καὶ τῆς γῆς πρὸς ὅτου φορὰν ἀγαθὴ οἰκείων τε πέρι καὶ φίλων καὶ παλαιᾶς σοφίας, παραμείψαντες δὲ τῶν ὀρῶν τοὺς ἑλιγμούς, ἐπεὶ φανείη τὸ ἄστυ, τοῦτο δὲ ἐγίγνετο τῆς ἀποστάσεως ἐν πεντήκοντα σταδίοις οὔσης
10καὶ ἑκατόν, ὁπότ’ οὖν ἐκλάμψειε, περὶ μὲν τῶν ἄλλων σιγὴ ἦν, ὁ λόγος δὲ ἅπας ἡ πόλις.
Or
.

61

.

9

καὶ οὔτε καρ‐ ποὶ πρὸς αὑτοὺς εἷλκον αἰωρούμενοι τοῖς κλάδοις, οὐ νῶτα ληΐων, οὐ θαλάττης ἐργάται, καίτοι πέφυκέ πως ὁδοιπόρων ὀφθαλμὸν ἐπισπάσασθαι θαλαττουργὸς καὶ
5κώπην ἀναφέρων καὶ δίκτυον ἀφιεὶς καὶ δι’ ἀγκίστρων ἐπιβουλεύων ἰχθύσιν, ἀλλ’ ἦν δεινοτέρα γοητεῦσαι τῆς πόλεως ἡ μορφή. καὶ τυραννεύουσα τῷ κάλλει τῶν ὀμμάτων μίαν αὐτοῖς εἰργάζετο τάσιν τὴν πρὸς αὑτήν. ἴσον δὲ τὸ πάθος τῷ τε πρῶτον ὁρῶντι καὶ
10ὅστις ἐνεγήρα τῇ πόλει.
Or
.

61

.

10

ἐδείκνυ δ’ ἂν οὑτωσὶ τῷ πέλας ὁ μὲν βασίλειον ἐπαστράπτον τῷ κόλπῳ, ὁ δὲ θέατρον ὑπερλάμπον τῆς ὅλης, ἄλλος δὲ ἄλλας ἀλλα‐ χόθεν ἐκπεμπομένας αὐγάς. ὃ δὲ ἐνίκα, χαλεπὸν ἦν
5εὑρεῖν. ὥστε ὥσπερ ἄγαλμα σεβόμενοι προσηλαύνομεν.
χωροῦντι δὲ ἐπὶ Χαλκηδόνος μεταστρέφεσθαί τε ἦν ἀνάγκη, μέχρι τὴν θέαν ἡ φύσις ἀφῃρεῖτο τῆς ὁδοῦ, καὶ ἐοικέναι τοῖς ἑορτῆς πεπαυμένοις.
Or
.

61

.

11

Τὴν δὴ τοιάνδε πῶς οὐ πάντα τῶν θεῶν τὸν χορὸν ἐχρῆν περιστάντα φρουρεῖν παραγγέλλοντας ἀλ‐ λήλοις προσέχειν τὸν νοῦν ὅπως μηδενὶ γένοιτο παρα‐ δῦναι κακῷ; νῦν δὲ οἱ μὲν ἐπέθεντο, οἱ δὲ ὑπεχώρη‐
5σαν, ἤμυνε δὲ οὐδείς. καὶ ταῦτα πάντα ἃ διῆλθον ἦν ποτε. νῦν δ’ οὐκ ἔστιν.
Or
.

61

.

12

Ὢ δαίμονος, οἷον τῆς οἰκουμένης ἀπήνεγκε βόστρυχον. ὡς ἐξετύφλωσέ γε τὴν ἑτέραν ἤπειρον γενναῖον ἐκκόψας ὀφθαλμόν. ὡς δεινὴν κατέχεε τῆς Ἀσίας ἀμορφίαν οἷον ἄλσους τὸ μήκιστον ἐκτεμὼν ἢ
5οἷον μορφῆς τῆς καλλίστης ῥῖνα περιτεμών. ὢ σεισμῶν ἀδικώτατε, τί τοῦτο ἔδρασας; ὢ πόλεως ἀπελθούσης. ὢ προσηγορίας εἰκῆ μενούσης. ὢ διὰ γῆς καὶ θαλάττης ἀλγηδόνος δραμούσης. ὢ φήμης ἣ πάσης μὲν ἡλικίας, πάσης δὲ τύχης ἔσεισε τὴν καρδίαν.
Or
.

61

.

13

τίς οὕτω λί‐ θινος, τίς ἀδαμάντινος ὅτῳ μὴ τὴν ψυχὴν ἔτρωσεν ὁ
λόγος; τίς οὕτω κρείττων δακρύων ὃς οὐκ ἔπεσεν εἰς δάκρυα; ὢ παθήματος μυρία κάλλη τῆς πόλεως εἰς ἓν
5χῶμα κεράσαντος. ὢ δυστυχοῦς ἀκτῖνος, οἵαν μὲν προσ‐ έβαλε τὴν πόλιν ἀνασχοῦσα, οἵαν δὲ ἀφεῖσα κατέδυ;
Or
.

61

.

14

Μικρὸν μὲν ἀπεῖχεν ἡμέρα περὶ πλήθουσαν ἀγορὰν εἶναι, θεοὶ δὲ φύλακες τῆς πόλεως τοὺς νεὼς ἐξελελοίπεσαν, ἡ δὲ ἐφέρετο καθάπερ ναῦς ἐρήμη. τῆς τριαίνης δὲ ὁ δεσπότης κινεῖ μὲν τὴν γῆν, κυκᾷ δὲ
5τὴν θάλατταν. καὶ αἱ ῥίζαι τῇ πόλει οὐκέτι ἐπεπή‐ γεσαν, ἀλλὰ τοῖχοί τε τοίχοις προσέπιπτον κίονές τε κίοσιν ὀροφαί τε κατέρρεον θεμέλιοί τε ἐξεπήδων. καὶ πάντα ἐταράττετο. ἀνεφαίνετο μὲν τὸ κρυπτό‐ μενον, τὸ φαινόμενον δὲ ἀπεκρύπτετο. σχήματα δὲ
10ἐκεῖνα καὶ ἄρθρα καὶ τὸ διὰ τῶν μερῶν συμπληρού‐ μενον εἶδος πάντα ἡ προσβολὴ πρὸς μίαν ἀνεμίγνυ σύγχυσιν.
Or
.

61

.

15

οἱ δὲ ἄνθρωποι πρὸς ἔργοις ὄντες ἐβάλ‐ λοντο κοινοῖς τε καὶ ἰδίοις οἰκοδομήμασιν. ἐπὶ μὲν τῷ λιμένι φόνος ἐγίνετο πολύς τε καὶ ἀγαθῶν περὶ
τὸν ἄρχοντα δὴ τῶν λογάδων ἠθροισμένων. θέατρον
5δὲ ἀπορραγὲν ὅσον ἐπέσχε κατήνεγκε. τὸ δὲ ἀεὶ κατα‐ φεῦγον εἰς τὸ οὔπω πεπτωκὸς ἐπειδὴ εἴσω γένοιτο κατεχώννυτο. θάλαττα δὲ βιασθεῖσα τῆς γῆς ἐπελά‐ βετο. πῦρ δὲ ὁπόσον ἦν ἑκασταχοῦ λαβόμενον τῆς ξυλώσεως προσέθηκεν ἐμπρησμὸν τῷ σεισμῷ, καὶ ἄνε‐
10μός τις, ὥς φασιν, ἔτρεφε τὴν φλόγα. καὶ νῦν ἡ πολλὴ πόλις κολωνὸς πολύς. οἱ δὲ διαδύντες ὀλίγοι δή τινες μετὰ τραυμάτων ἀλῶνται.
Or
.

61

.

16

Ἥλιε πάντα ὁρῶν, τίς ποτε ἐγένου καὶ ταῦτα ὁρῶν; πῶς οὐ κατέσχες πόλιν τοσαύτην ἐξιοῦσαν τῆς γῆς; ἀλλ’ ὑπὲρ μὲν βοῶν ὧν ἥψαντο ναῦται πεινῶντες πάντα ποιεῖς καὶ ἀπειλεῖς τοῖς ἐν οὐρανῷ δώσειν σεαυ‐
5τὸν τῷ Πλούτωνι, τὴν δὲ τῆς γῆς ἀγλαΐαν, πολλῶν μὲν βασιλέων πόνον, μακροῦ δὲ πόνου τέχνημα, μεθ’ ἡμέραν ἀναρπαζομένην οὐκ ᾤκτειρας;
Or
.

61

.

17

Ὦ καλλίστη πόλεων, ὡς ἀπίστῳ γε λόφῳ παρε‐ δόθης τὸ πρῶτον πονηρῷ τε καὶ πονηρὸν ἵππον μεμι‐
μημένῳ καλὸν ἱππέα τῶν νώτων ἐκκεκρουκότι. ποῦ νῦν στενωποί; ποῦ στοαί; ποῦ δρόμοι; ποῦ κρῆναι;
5ποῦ δὲ ἀγοραί; ποῦ μουσεῖα; ποῦ τεμένη; ποῦ δὲ ὄλ‐ βος ἐκεῖνος; ποῦ νεότης; ποῦ γῆρας; ποῦ λουτρὰ Χαρίτων καὶ Νυμφῶν αὐτῶν, ὧν τὸ μέγιστον ὁμώνυ‐ μον βασιλεῖ τῷ ἐκπονήσαντι πόλεως ὅλης ἀντ‐ άξιον; ποῦ νῦν βουλή; ποῦ δῆμος; ποῦ γυναῖκες;
10ποῦ παῖδες; ποῦ βασίλειον; ποῦ δὲ ἱππόδρομος Βαβυ‐ λωνίων τειχῶν ἰσχυρότερος;
Or
.

61

.

18

οὐδὲν ἄσυλον, οὐδὲν ἀνάλωτον. πάντα εἴσω τῆς συμφορᾶς. ὦ πλήθη να‐ μάτων, ποῦ ῥεῖτε νῦν; ἐπὶ ποίας οἰκίας; ἐπὶ ποίας κρήνας; ἀπερρώγασι μὲν ὀχετοὶ καὶ πολυσχιδεῖς τῶν
5ὑδάτων ὁδοί. φέρεται δὲ τῶν πηγῶν χορηγία κατὰ τὸ εἶκον χαράδρας τε ἐργαζόμενον καὶ ἐν τοῖς κοίλοις λιμνάζον. ἀρύεται δὲ οὐδεὶς οὐδὲ πίνει οὔτε ἄνθρω‐ πος οὔτε ὄρνιθες. καὶ γὰρ τούτοις φοβερὸν τὸ πῦρ, ὃ διὰ πάσης κάτωθεν ἕρπον, ᾗ ἂν ἐνδιδῷ τὰ ἄνω,
10πρὸς τὸν ἀέρα τοξεύει. τὴν δὲ δὴ πολυάνθρωπον ἔχει μεθ’ ἡμέραν μὲν οὐδείς, νυκτὸς δὲ δῆμος εἰδώλων, ἅ μοι δοκεῖ στενοχωρίαν τοῖς ὑπὸ γῆν ποιήσειν, ἐπειδὰν
περάσῃ τὸν Ἀχέροντα.
Or
.

61

.

19

Λήμνια μὲν ὑμνεῖτο κακὰ καὶ Ἰλιὰς κακῶν, στήσεται δὲ ἐκείνων ἡ μνήμη, τὰς δὲ ὑπερβολὰς τῶν δεινῶν ἐνθένδε ὁ βουλόμενος ἐνδείξεται. ἤδη που σεισμὸς τὸ μέν τι περιεῖλε, τοῦ δὲ ἀπέσχετο, ἀλλὰ
5ταύτην γε ἐστόρεσεν. ἤδη τινὰς ἐστόρεσεν, ἀλλ’ οὐ τοσαύτην γε ἔκλινεν. εἰ γὰρ [ἢ] τῶν σωμάτων ἐστέ‐ ρητο μόνων λοιμῷ κατασυρέντων ἢ κατὰ νόμον ἔξω πανδημεὶ θυόντων καὶ μὴ ἐπεπτώκει, πόλιν ἅπασαν οὐ χρῆν ἀποκείρασθαι· νῦν τοίνυν ἄμφω κεῖται καὶ
10τὸ σχῆμα τοῦ ἄστεος εἰς τὸν τῶν οἰκητόρων ἐλύθη φόνον.
Or
.

61

.

20

ὀδυρέσθω δὴ πᾶσα μὲν νῆσος, πᾶσα δὲ ἤπειρος, καὶ γεωργοὶ καὶ ναυτίλοι, καὶ κῶμαι καὶ
καλύβαι, καὶ πᾶν ὅ τι εἰς ἀνθρώπου φύσιν τελεῖ, καὶ κατεχέτω τὴν οἰκουμένην κωκυτὸς ὁποῖος τὴν Αἴγυπτον
5ἐπ’ οἰχομένῳ τῷ Ἄπιδι. νῦν ἔδει καὶ πέτραις δοθῆναι δάκρυα καὶ ὄρνισι νοῦν εἰς συναυλίαν τοῦ πένθους.
Or
.

61

.

21

Ὢ λιμένος, ὃν φεύγουσαι νῆες ἀνήγοντο σπουδῇ 〈τὰ〉 ἀπόγεια κόπτοντες. ὁ πρὶν ὁλκάδων ἔμπλεως οὐδὲ λέμβον εἰσπλέοντα δείκνυσιν, ἀλλ’ ἔστι φοβερώτερος ἐμπόροις τοῦ τῆς Σκύλλης οἰκητηρίου. ὢ δυστυχίας
5ὁδοιπόρων, οἳ τὴν μηνοειδῆ μὲν καὶ σκιερὰν ὁδὸν ἣ περὶ τὸ τέρμα τοῦ κόλπου χαριέντως ἐλήλατο, ταύτην μὲν οὐκ ἴασιν, ἐμβάντες δὲ εἰς πλοῖον παραπλέουσι τὸν ὄχθον ἐφ’ ὃν ἠπείγοντο πρότερον, τρέμοντες ὥσπερ τὴν Χάρυβδιν, τεκμαιρόμενοι τῇ θαλάττῃ τὰ πάλαι
10ἑστηκότα.
Or
.

61

.

22

Ὦ φιλτάτη πόλεων, σὺ μὲν κατέκλασας ἀνθρώ‐ πους τῷ πάθει, σὺ δὲ ἐξέπληξας τῷ πτώματι, καὶ γένος ἅπαν ἐν ἱκετηρίαις κάθηται δοκοῦντες τῶν ὅλων κατα‐ κεκρίσθαι τελευτήν. μὴ γὰρ ἂν ἔτι μηδενὸς εἶναι
5φειδὼ μετὰ τὸ κάλλιστον.
Or
.

61

.

23

Τίς ἄν με πτερώσας ἐκεῖσε κομίσειε; τίς ἂν ἐπὶ τῆς ἄκρας στήσειε; πικρὸν μὲν ἰδεῖν, ἔχει δέ τινα
παραμυθίαν ἐραστῇ παιδικοῖς περιχυθῆναι κειμένοις.
Or
.

62

t

ΠΡΟΣ ΤΟΥΣ ΕΙΣ ΤΗΝ ΠΑΙΔΕΙΑΝ ΑΥΤΟΝ ΑΠΟΣΚΩΨΑΝΤΑΣ.
Or
.

62

.

1

Πάλαι τινὲς ἄνθρωποι σκαιοὶ μὲν καὶ τοῦ μηδενὸς ἄξιοι, μεγάλων δὲ ἠξιωκότες αὑτοὺς πολλαῖς κέχρηνται κατ’ ἐμοῦ τε καὶ τῶν ὡμιληκότων ἐμοὶ ταῖς βλασφημίαις, τῶν μέν, ὡς οὐδὲν μεμαθήκασιν, ἐμοῦ
5δὲ ὡς οὐκ ἐπισταμένου διδάσκειν.
Or
.

62

.

2

ἀλλ’ ἕως μὲν
λάθρα τε καὶ ἐν σκότῳ καὶ δεδοικότες μὴ πύθωμαι τοῦτο ἔδρων, ἱκανὴν παρ’ αὐτῶν ἔχειν οἰόμενος δίκην τὸ σὺν φόβῳ ταῦτα ἀδικεῖν ἐσίγων· ἐπεὶ δὲ πρὸς
5τοῦθ’ ἥκουσιν ἀσελγείας ἀπὸ τοῦ πλουτεῖν κακῶς, ὥστ’ ἤδη καὶ φανερῶς λοιδορεῖν πολλῶν παρόντων ἐπ’ ἀγορᾶς, πειράσομαι βοηθεῖν ἐμαυτῷ καὶ δεικνύειν αὐτοῖς τε ἐκείνοις καὶ τοῖς ὑπ’ αὐτῶν ἠπατημένοις, εἴ τις ἄρα ἔστι παρ’ ἡμῖν ἐμπειρία λόγων.
Or
.

62

.

3

ἀγανακτῶν δὲ πρὸς τουτουσὶ τοὺς τὰ μὲν αὑτῶν ἀγνοοῦντας κακά, τὰς δὲ τῶν ἄλλων ψυχὰς ἐξετάζοντας ῥᾳδίως ἐπὶ τούτῳ μάλιστ’ ἂν ἀγανακτεῖν φαίην, ὅτι με πάλιν
5εἰς εὐφημίαν ἐμαυτοῦ καθιστᾶσι καὶ πρᾶγμα ὃ φεύγων διατελῶ πράττειν ἐπαναγκάζουσι, λέγειν τι τῶν παρ’ ἐμοῦ χρηστῶν εἰς ἑτέρους γεγενημένων.
Or
.

62

.

4

ἀλλ’ εἰ μὲν οἷόν τε ἦν τούτων ἀπεχόμενόν με τῶν λόγων ἀνελεῖν τὰς αἰτίας, ἠδίκουν ἂν τὴν διὰ τῶν ἐπαίνων πορευό‐ μενος· ἐπεὶ δὲ ἐν τῷ τὰ βελτίω περὶ ἐμοῦ λε‐
5χθῆναι τὸ μηδὲν ἐκείνους ἀληθὲς εἰρηκέναι δείκνυται, συγγνοίητ’ ἂν εἰκότως τῷ μὴ δυναμένῳ προδοῦναι τὸν ἔλεγχον. καὶ γὰρ ἄτοπον μᾶλλον δεῖσαι τὸν λέ‐ γοντα τὴν τῶν ἐπαίνων ἀλήθειαν ἢ τὰς διαβολὰς ἃς
πολὺν ἤδη χρόνον τινὲς καθ’ ἡμῶν πεποίηνται.
Or
.

62

.

5

Τινὲς δὴ καὶ καθήμενοι καὶ περιιόντες λέγουσιν, ὡς ἐγὼ λόγους μὲν ποιεῖν ἀγαθός τε εἴην καὶ τῶν πολλῶν ἀμείνων, διδάσκαλος δὲ οὐ παραπλήσιος. εἶτ’ εὐθὺς ἐρωτῶσι· τίς γὰρ ἐν δίκαις τῶν τούτῳ
5συγγενομένων ἐξέλαμψε; τίς δὲ ἐν τάξει τῶν πολιτευομένων; τίς δ’ ἀπὸ θρόνου τοῦ τῶν διδασκάλων; τίς δ’ ἀπὸ τοῦ τῶν ἀρχόντων; καὶ φθάσαντες τοὺς ἐρωτωμένους αὑτοῖς χαρίζονται τὴν ἀπόκρισιν, ὡς οὐδείς.
Or
.

62

.

6

ἐγὼ δὲ ὅτι μέν εἰσί τινες τῶν ἐμοὶ πεπλησιακότων οἳ δόξαν ἐπὶ τῷ λέγειν εἰλή‐ φασι, μικρὸν ὕστερον ἐπιδείξω· θῶμεν δὲ νῦν εἶναι ἀληθὲς τὸ τούτων, ὡς οὐδείς. τί οὖν; εὐθὺς ἐμὴν
5εἶναι δεῖ κατηγορίαν τὴν ἑτέρων ἀπειρίαν; εἰ μὲν γὰρ ἢ μηδὲν αὐτὸς ἐπίσταμαι ὧν τὸν διδάξοντα προσῆκεν ἢ φθόνῳ κρύπτω παρ’ ἐμαυτῷ τὴν τέχνην ἢ ῥᾳθυμία τις βλάπτει τὴν διδασκαλίαν καὶ μικρὰ τοῖς νέοις ἀντὶ
πλειόνων δίδοται ἢ διδόντος γε ὁπόσα δεῖ, τῶν δὲ
10οὐ βουλομένων δέχεσθαι τοὺς ἀργῶς ἔχοντας οὐκ ἐμεμψάμην, λεγέτω τίς με κακῶς, ἐγκαλείτω, ψεγέτω, μᾶλλον δὲ γραφὴν ἀπενεγκὼν ἀγωνιζέσθω καὶ λαμ‐ βανέτω δίκην πολλῶν πόλεων ἠπατημένων ὑπ’ ἐμοῦ καὶ τὰ μέγιστα διὰ τῶν νέων ἠδικημένων· εἰ δ’ εἰσί
15τέ τινες ἐν ἡμῖν λόγοι καὶ πᾶν ὅσον ἐπίσταμαι δίδωμι καὶ πάνθ’ ὅσα πάρεστι καὶ κατὰ τῶν ὑπτίων, τῶν μὲν πληγαί, τῶν δὲ ῥήματα σκύτους πικρότερα, πόσῳ δικαιότερον καὶ ἀνθρωπινώτερον ἀλλαχοῦ ζητεῖν τὴν τοῦ πράγματος αἰτίαν ἢ τὸν οὐδὲν ἀδικοῦντα συκο‐
20φαντεῖν; ἐπεὶ δὲ ὑμεῖς ἐν μέσῳ κείμενον τὸ τούτων αἴτιον ἰδεῖν οὐ βούλεσθε, νῦν ὄψεσθε δεικνύντος ἐμοῦ.
Or
.

62

.

7

Μεγάλη τῶν καιρῶν ἐφ’ ἑκάστου τῶν πραγμά‐ των ἡ ῥοπή. καὶ μετὰ μὲν τούτων καὶ ταχὺ καὶ κα‐ λῶς ἅπαντα γένοιτ’ ἄν· εἰ δὲ ἀντικρούσαιεν, μάταιος τοῖς ἐπιχειροῦσιν ἡ σπουδή. τί γὰρ ἢ πλέουσιν ἀγα‐
5θὸν ἐναντιουμένων πνευμάτων ἢ σπείρουσι γῆν νο‐
σούντων ἀέρων; καὶ στρατηγῷ γενναῖος ὁ καιρὸς σύμ‐ μαχος καὶ ἰατρῷ καὶ πρεσβευτῇ καὶ πᾶσιν ἁπλῶς ἔργοις τε καὶ ἐπιτηδεύμασι. καιρὸς δὲ οἷος οὔπω πρότερον, φησὶν ὁ Θουκυδίδης, κινῶν ἐπὶ τὴν Ἀττικὴν Λακε‐
10δαιμονίους. ἐγὼ δὲ εἰς ἀκαιρίαν τινὰ δεινὴν ἐνέβην ὠθούσης ἀνάγκης ἣν οὐ καιρὸς λέγειν.
Or
.

62

.

8

Τίνα δὴ λέγεις τὴν ἀκαιρίαν; ἐρήσεταί τις. Κωνστάντιον καὶ τὴν ἐκείνου βασιλείαν. ὃς παρὰ τοῦ πατρὸς σπινθῆρα κακῶν δεξάμενος εἰς φλόγα πολλὴν τὸ πρᾶγμα προήγαγεν. ὁ μὲν γὰρ ἐγύμνωσε τοῦ
5πλούτου τοὺς θεούς, ὁ δὲ καὶ κατέσκαψε τοὺς ναοὺς καὶ πάντα ἱερὸν ἐξαλείψας νόμον ἔδωκεν αὑτὸν οἷς ἴσμεν ἐκτείνων δὴ τὴν ἀπὸ τῶν ἱερῶν ἐπὶ τοὺς λόγους ἀτιμίαν. εἰκότως. οἰκεῖα γάρ, οἶμαι, καὶ συγγενῆ ταῦτα ἀμφότερα, ἱερὰ καὶ λόγοι.
Or
.

62

.

9

καὶ φι‐ λοσόφους μὲν καὶ σοφιστὰς καὶ ὅσοι τῆς πρὸς τὸν Ἑρμῆν τε καὶ Μούσας τελετῆς εἰς τὸ βασίλειον οὐ‐ δένα πώποτε τούτων οὐκ ἐκάλεσεν, οὐκ εἶδεν, οὐκ
5ἐπῄνεσεν, οὐκ εἶπέ τι πρὸς αὐτούς, οὐκ ἤκουσε φθεγ‐ ξαμένων, ἠγάπα δὲ καὶ περὶ αὑτὸν εἶχε καὶ συμβού‐ λους καὶ διδασκάλους ἐποιεῖτο βαρβάρους ἀνθρώπους, ὀλέθρους τινὰς εὐνούχους. οἷς ἀφειστήκει τῶν τῆς βασιλείας ἔργων, αὐτὸς δὲ τοὔνομα παρεῖχε, καὶ ἡ
10μὲν ἐσθὴς ἐκείνου, ἡ δὲ ἐξουσία τούτων.
Or
.

62

.

10

οἱ δὲ τὴν μὲν τῶν λόγων παίδευσιν ἤλαυνον πάντα τρόπον μικροὺς ποιοῦντες τοὺς ἐκείνης μετειληφότας ἀλλήλοις διακελευόμενοι σκοπεῖν ὅπως μηδεὶς σοφὸς λάθοι φίλος
5ἐκείνῳ γενόμενος, εἰσῆγον δὲ τοὺς ὠχρούς, τοὺς θεοῖς ἐχθρούς, τοὺς περὶ τοὺς τάφους, ὧν τὸ σεμνὸν διασῦραι τὸν Ἥλιον καὶ τὸν Δία καὶ τοὺς σὺν ἐκείνῳ
ἄρχοντας, καὶ πάλιν ἀπῆγον εἰς τάξιν τοὺς ὑπογρα‐ φέας οἳ τῶν ἑαυτῶν οἰκετῶν οὐδὲν ἦσαν ἀμείνους
10οὔτε τὰς ψυχὰς οὔτε τὰς χεῖρας, εἰσὶ δὲ οἳ καὶ χείρους, οἱ μὲν θάτερον, οἱ δὲ καὶ ἀμφότερα.
Or
.

62

.

11

καὶ ἡ μετα‐ βολὴ μάλα ὀξεῖα. ὁ τοῦ μαγείρου παῖς, ὁ τοῦ κναφέ‐ ως, ὁ περιτρέχων ἐν στενωποῖς, ὁ τρυφὴν ἡγούμενος τὸ μὴ πεινῆσαι, οὗτος ἐξαίφνης ἐφ’ ἵππου λαμπροῦ
5λαμπρὸς καὶ ὀφρὺς ἠρμένη καὶ πλῆθος ἀκολούθων, οἰκία μεγάλη, γῆ πολλή, κόλακες, συμπόσια, χρυσός. καὶ εἴ τις ἄρα καὶ ῥητόρων ἀρχῆς μετέλαβέ τινος τούτων διδόντων, μισθὸν κολακείας ἔλαβεν. οἷς, εἴπερ ἐσωφρόνουν, βέλτιον ἦν γενέσθαι ἔτι τα‐
10πεινοτέρους ἢ δι’ ἐκείνων ἀρθῆναι. οἱ δὲ κατάπτυστοι καὶ μεθύοντες εὐνοῦχοι πρὸς τοσοῦτον ἧκον ἀσελγείας καὶ οὕτως ἐξύβρισαν, ὥστε τοὺς ὑπογραφέας ἄγοντες εἰς τὸν τῶν ὑπάρχων ἐγκαθίζουσι θρόνον. καὶ ὁ καλὸς Κωνστάντιος ἔχαιρεν ὡς δὴ καλῶς εὑρὼν τὸ
15μόνον σῶσον τὰ πράγματα.
Or
.

62

.

12

Τοῦτ’ οὖν ὁρῶντας τοὺς ἐν τοῖς διδασκαλείοις νέους οὐκ οἴει πρὸς αὑτοὺς εἰρηκέναι πολλάκις· τί δέ μοι κέρδος τῶν μυρίων τουτωνὶ πόνων, μεθ’ ὧν ἀνάγκη διὰ πολλῶν μὲν ποιητῶν ἀφικέ‐
5σθαι, πολλῶν δὲ ῥητόρων καὶ παντοδαπῶν ἑτέ‐
ρων συγγραμμάτων, εἰ 〈δὲ〉 τέλος ἔσται τῶν ἱδρώτων, αὐτὸν μὲν ἄτιμον περιφοιτᾶν, ἕτερον δὲ εὐδαιμονεῖν;
Or
.

62

.

13

καὶ τί λέγω τοὺς νέους; οἱ τούτων πατέρες ἀπὸ τοιούτων λογισμῶν, ἄνδρες ἐν λόγοις πεπονηκότες, μίξαντες ταῦτα ἐκείνοις τοὺς αὑ‐ τῶν υἱεῖς ἔτρεφον αἰσχυνόμενοι μὲν τὸ κάλλος τὸ τῶν
5λόγων, ὁρῶντες δὲ τὴν ἐν θατέρῳ ῥώμην. αὐτοί τε οὖν εἰς ἐκεῖνα διὰ τούτων ἐζημιοῦντο καὶ τοὺς ἄλλους εἰς ἀθυμίαν ἦγον ὡς οὐκ ἀποχρώντων εἰς εὐδαιμονίαν τῶν λόγων.
Or
.

62

.

14

ἴδοι δ’ ἄν τις ἀκριβέστερον τὴν ἀπὸ τοῦ καιροῦ λύμην, εἰ σκέψαιτο τοὺς Ἀθήνηθεν στρατι‐ ώτας. μετὰ γὰρ τὸν τρίβωνα καὶ τὸ Λύκειον καὶ λόγους καὶ προλόγους καί, νὴ Δία γε, Ἀριστοτέλην
5ἀναξυρὶς καὶ ζωστὴρ ὁ τῶν διακονούντων ταῖς βασιλέως ἐπιστολαῖς ἃς ἐκ 〈τῶν〉 βασιλείων ἀνάγκη φέ‐ ρεσθαι πανταχοῖ τῆς γῆς.
Or
.

62

.

15

Τοῦτο δὴ τὸ κακὸν τὸ καὶ τῶν Ἀθηναίων ἁψάμενον σφοδρότερον ἥπτετο τῶν ἐμοὶ συνόντων καὶ μειζόνως ἔβλαπτε, διότι οὐκ ἴσον ἦν οὐδὲ παραπλήσιον ἐν Αἰγύπτῳ τε καὶ Παλαιστίνῃ καὶ Ἀθήνησι παιδεύειν
5καὶ οὗπερ ἐγώ. ποῦ γὰρ ἴσον ἀκούειν τὴν τῶν ὑπο‐ γραφέων εὐτυχίαν καὶ παρόντας ὁρᾶν; καὶ διηγου‐
μένων ἀκροᾶσθαι τὰς λαμπρὰς εἰσόδους καὶ ἐξόδους τὰς μὲν ἕωθεν, τὰς δὲ δείλης καὶ αὐτοὺς εἶναι τῶν διηγεῖσθαι δυναμένων; οὐκοῦν τὸ μὲν ἐκείνων ἦν τῶν
10διεστηκότων ὃ τὴν βλάβην εἶχεν ἐλάττω, τὸ δὲ ἐν ταῖς τρισὶ πόλεσιν ὁμοίως, τῇ Κωνσταντίνου, τῇ Νι‐ κομήδους, τῇ Ἀντιόχου, τοῦτο δὴ μέγιστον ἠναντίω‐ ταί μοι καὶ τὰς ὁρμὰς τῶν νέων ἀπήμβλυνε, τὸ μὴ κεῖσθαι τῶν πόνων ἆθλα πείθοντα φέρειν τὴν ταλαι‐
15πωρίαν, τὸ λέγειν που Πλάτωνα, ᾔδειμεν δ’ ἂν ὅ φησι καὶ μὴ λέγοντος, ἀσκεῖται δὴ τὸ ἀεὶ τιμώμενον, ἀμελεῖται δὲ τὸ ἀτιμαζόμενον.
Or
.

62

.

16

εἰ μὲν τοίνυν τῶν τετιμημένων ἦν ὑπὸ Κωνσταντίου τὸ χρῆμα τῶν λόγων, καιρῷ καλῷ κακῶς ὁ διδάσκαλος κέχρηται· εἰ δ’ οὐδεὶς ἐκείνῳ τῶν σοφωτέρων φίλος
5οὐδ’ οἱ λέγοντες, ἀλλ’ οἱ λέγοντος ἑτέρου γράφειν ὀξεῖς τῶν μεγίστων ἐτύγχανον, τί θαυμαστόν, εἰ νάρκη τις πρὸς τοὺς λόγους κατέσχε τοὺς νέους;
Or
.

62

.

17

Τοῦτο δὴ τὸ κακὸν καὶ ταύτην τὴν νεφέλην λύει μὲν Ἰουλιανὸς ὁ βασιλεὺς ὁ φέρων ὁμοῦ ταῖν χεροῖν
ὅπλα καὶ βιβλία καὶ ταῖς πολλαῖς καμήλοις φορτία ταῦτα ἀναθείς, οὐκ οἶνον καὶ μύρον καὶ στρώματα μαλακὰ
5καὶ ἃ τῷ προτέρῳ πλεῖστα εἵπετο. καὶ ἦν ὁ πόνος τοῖς νέοις τῆς ῥᾳθυμίας ἡδίων, ὥσπερ τοῖς Ἀχαιοῖς ὁ πόλεμος τοῦ πλοῦ μετὰ τὴν ὁρμὴν ἣν ἐδέξαντο παρὰ τῆς Ἀθηνᾶς.
Or
.

62

.

18

ἀλλὰ ταύτην δὴ τὴν ἐπανόρθωσιν βραχεῖαν ἐποίησεν ἄδικος ἐν Περσίδι σίδηρος ὃς ἐκεῖνον μὲν ἀπέκτεινε, τοὺς νέους δὲ πάλιν ἀνεχαί‐ τισεν. εἰ δὲ μὴ πονηρὸς δαίμων ἐφθόνησε ταῖς πό‐
5λεσι, τοῖς πᾶσιν ἂν ἐπιδόντα τὰ τῶν ἀνθρώπων πράγ‐ ματα κατὰ τοὺς λόγους μάλιστ’ ἂν ἔσχε τὴν ὑπερ‐ βολήν.
Or
.

62

.

19

Οὐκοῦν τοῦ μὲν ἐν μακρᾷ βασιλείᾳ τοῖς λόγοις πεπολεμηκότος, τοῦ δὲ τιμῶντος ῥητορικὴν ἅμα τε φανέντος καὶ μεταστάντος ὄκνος τις ἐνέπεσε τοῖς νέοις, τούτου δὲ ὄντος τηλικούτου κἀγώ τινος αἴτιος
5βλάβης ὁμολογῶ γεγενῆσθαι. τὸ γὰρ αὐτὸ χρηστότητος μὲν δόξαν ἐμοί, ῥᾳθυμίαν δὲ τοῖς φοιτῶσιν ἡμῖν ἤνεγκε. τί τοῦτο; τὸ κύριον ἕκαστον εἶναι τῶν προσ‐ ιόντων δοῦναί τε μισθὸν καὶ μή. γλυκὺ γάρ τι καὶ τοῖς δοῦναι δυναμένοις ἐφάνη τὸ μὴ δοῦναι. καὶ τὴν
10τῶν ἀπορούντων ἀνάγκην ἡ τῶν εὐπόρων ἐμιμήσατο γνώμη, μᾶλλον δὲ τῶν εὐπόρων οἱ μὲν ἤνεγκαν, οἱ δὲ οὔ.
Or
.

62

.

20

πλείονος δὴ τοῦ μὴ διδόντος γιγνομένου καὶ κατ’ αὐτό γε τοῦτο ῥᾳθυμοτέρου, τὸ γὰρ ἐξεῖναι προῖκα λαβεῖν οὐδὲ προθύμως ἐπαναγκάζει λαμβάνειν, ὧν γάρ τις οὐ τίθησι τιμήν, ταῦτα οὐκ ἀλγεῖ μὴ
5κτώμενος, τοῦ δὴ πλείονος, ὅπερ ἔφην, κακῶς διακει‐ μένου συνεπεσπάσθη καὶ τὸ τὸν μισθὸν τελοῦν. καὶ μᾶλλον οὗτοι πρὸς τὸ ῥᾳθυμεῖν ὑπ’ ἐκείνων καθειλ‐ κύσθησαν ἢ παρὰ τούτων ἐκεῖνοι βελτίους ἐγένοντο, ῥᾷον γάρ, οἶμαι, καὶ ἥδιον τὸ μηδὲν ποιεῖν τοῦ πο‐
10νεῖν, ὥστε καὶ τούτοις λεπτὸν ἐγίγνετο τοῦ διδόναι τὸ κέρδος.
Or
.

62

.

21

Ἐγένετό τις καὶ τρίτος τοῦ πράγματος ὄλεθρος. καὶ ἔστω μὲν καλὸν καὶ ἐπαινείσθω τοῦτο τὸ ἐμπό‐ δισμα, εἰ δοκεῖ, κώλυμα δὲ ἦν ὅμως μέγιστον τῇ τῶν λόγων ἰσχύι. τὸν μὲν γὰρ ἄλλον ἅπαντα χρόνον
5τοὺς μὲν ἀπὸ τῶν ἐργαστηρίων νέους, οἷς ἡ φροντὶς ὑπὲρ τῆς ἀναγκαίας τροφῆς, ἦν ἰδεῖν εἰς Φοινίκην ἐπὶ τῷ τοὺς νόμους λαβεῖν ἰόντας, οἱ δὲ ἐξ εὐδαιμόνων
οἰκιῶν οἷς γένος ἐπιφανὲς καὶ χρήματα καὶ πατέρες λελειτουργηκότες, ἔμενον ἐν τοῖς ἡμετέροις. καὶ
10ἐδόκει τὸ μὲν τοὺς νόμους μανθάνειν τῆς χείρονος τύχης, τὸ δὲ μηδὲν προσδεῖσθαι τούτων τῆς ἀμείνονος εἶναι σημεῖον, ἀλλὰ νῦν πολὺς πολλῶν ὁ δρόμος ἐπ’ ἐκεῖνο, καὶ νεανίσκοι λέγειν εἰδότες καὶ κινεῖν ἀκροα‐ τὴν ἔχοντες εἰς Βηρυτὸν θέουσιν ὡς ἂν προσληψόμενοί
15τι.
Or
.

62

.

22

λελήθασι δὲ σφᾶς αὐτοὺς ἀντὶ τοῦ προσλαβεῖν ἀντιλαμβάνοντες. οὐ γὰρ τὸ μὲν σώζεται τοῖς ἔχουσι, τὸ δὲ ἐπεισέρχεται, ἀλλὰ τὸ μὲν ἴσως εἰσέρχεται, 〈τὸ δὲ οὐκ ἔστιν ὅπως οὐκ ἐξέρχεται〉, οὐ γὰρ οἷόν τε τὴν διά‐
5νοιαν ἀρκεῖν ὁμοῦ πρός τε τὴν τούτων κτῆσιν πρός τε τὴν ἐκείνων φυλακήν, ἀλλ’ ὁ τούτῳ προσέχων ἐκεῖνο διαφῆκεν, ὥστ’ ἀμείνους ἂν ἦσαν πάντα τοῖς νόμοις διδόντες τὸν χρόνον ἢ τούτου τὸ πλέον ἀναλίσκοντες μάτην.
Or
.

62

.

23

εἰ μὲν οὖν ὡς χρησιμώτερον πρᾶγμα τοὺς νόμους διώκοντες τοῦτ’ εὖ ποιοῦσιν, οὐδὲν οἶμαι δεῖν ἐξετάζειν, οὐ γὰρ διαδικασίαν τήμερον ἔστι τοῖς νόμοις
πρὸς τοὺς λόγους λαχεῖν, ἐκεῖνο δ’ ἀρκεῖ μοι δεῖξαι,
5ὅτι τοὺς ἐντεθέντας λόγους ὑπὸ τῶν προτέρων διατρι‐ βῶν ἀνάγκη τοῖς ἀπὸ τῶν δευτέρων ἐκκρούεσθαι καὶ τὸ μὲν κρατεῖν, τὸ δὲ ἠφανίσθαι τοῖς μὲν ὅλως, τοῖς δὲ οὐ μικρῷ μέρει.
Or
.

62

.

24

Πρὸς τοίνυν τοῖς εἰρημένοις τοσούτοις οὖσιν ἔστι νῦν καὶ ἕτερον, ὃ παρήσω, μή τῳ δόξαιμι φθο‐ νεῖν· ἐπ’ ἐκεῖνο δὲ εἶμι τὸ κεφάλαιον τῶν βλαβερῶν. οὐ γὰρ ἔτι τοῖς παισὶν οἱ πατέρες ἀπειλοῦσιν οὐδὲ
5εἴργουσι τραπέζης ἀμελοῦντας οὐδὲ λουτρῶν οὐδὲ τοῖς μὲν κολάζουσι, τὰ δὲ ἀνατείνονται, ὡς ἐκβαλοῦ‐ σιν, ὡς ἀποκηρύξουσιν, ὡς ἑτέρῳ καταλείψουσι τὸν κλῆρον, ἀλλ’ ἐπαινεῖν μὲν οὐκ ἔχουσι, ψέγειν δὲ οὐ τολμῶσι. καὶ δεδώκασι μὲν τὴν αὑτῶν τάξιν ἐκείνοις,
10τὴν δὲ ἐκείνων αὑτοῖς, ὥστε οἱ μὲν ὀργίλον βλέπου‐ σιν, οἱ δὲ ὑποπτήσσουσι.
Or
.

62

.

25

νέοι δὲ ταύτην παρα‐
λαβόντες τὴν ἐξουσίαν καθεύδουσι, ῥέγχουσι, πίνουσι, μεθύουσι, κωμάζουσι, τοῖς δὲ διδασκάλοις ἐνδείκνυνται τοῦθ’ ὡς, ἢν μὴ πάντα ἀνέχωνται, παρ’ ἑτέρους ἥξου‐
5σιν, ὁ πατὴρ δὲ οὐκ ἐπισχήσει. οἱ δὲ ἄθλιοι πατέρες τὸ τῆς Ἀνδρομάχης καὶ συνερῶσι τοῖς υἱέσι. καί τις ἤδη τὸν παῖδα ὁρμῶντα ἐπὶ μίξεις παρανόμους ἐπῄνεσε καὶ πληγῶν καὶ ταραχῶν ἐμπλήσαντα τὸ διδασκαλεῖον ἐθαύμασε καὶ ἐφ’ οἷς προσῆκεν ἀποπνίγειν, ταῦτα
10ἔφησεν αὐτῷ κράτος ἐν ἀνδράσι παρέξειν.
Or
.

62

.

26

Ταῦτα ἐχρῆν ὁρᾶν τοὺς ἐπιτιμῶντας, ταῦτα λογίζεσθαι, ταῦτα αἰτιᾶσθαι τοῦ μὴ πρὸς ἄκρον λόγων ἀφικνεῖσθαι τοὺς νέους, οὐ, μὰ Δία, τὰς μὲν οὔσας αἰτίας ὑπερπηδᾶν, τὰς δὲ οὐκ οὔσας πλάττειν, καὶ τὰ
5ἀληθῆ μὲν ἐᾶν, τὰ ψευδῆ δὲ τραγῳδεῖν καὶ διχῆ τὸ δίκαιον ἐκβαίνειν οἷς τε σιγῶσιν οἷς τε λέγουσι.
Or
.

62

.

27

Τοσαῦτα μὲν οὖν ἡμῖν καὶ πλείω τούτων παρ‐ είλετο τὴν βλάστην τῶν ἐν τοῖς νέοις ὀφειλόντων ηὐξῆσθαι λόγων, ἀλλ’ ὅμως ἐκ τοσούτων ἐλατ‐
τωμάτων, ἔφη που Δημοσθένης, καὶ οὐκ ἀλαζονεύσομαί
5γε οὐδὲ ἐρῶ τι μεῖζον τῶν ὄντων, ὡς ἐνέπλησα ῥητό‐ ρων τὰς τρεῖς ἠπείρους καὶ τὰς νήσους ἁπάσας μέχρι τῶν Ἡρακλέους στηλῶν, ἀλλ’ ἐρῶ τοσοῦτον ὅσον ἂν καὶ δεῖξαι δυναίμην, ὅτι εἰσί μοι παῖδες, οὕτω γὰρ καλὸν ὀνομάσαι τοὺς τῆς συνουσίας ἀπολελαυκότας, οἱ
10μὲν ἐν Θρᾴκῃ καὶ τῇ μεγάλῃ πόλει, οἱ δὲ ἐν Βιθυνίᾳ, οἱ δὲ ἐν Ἑλλησπόντῳ καὶ Καρίᾳ καὶ Ἰωνίᾳ, καὶ παρὰ Παφλαγόσιν εὕροις ἄν, εἰ βουληθείης, καὶ παρὰ Καπ‐ παδόκαις, οὐ πολλοὺς μὲν ἐνταῦθα, οὐδὲ γὰρ πολλοὶ παρ’ ἡμᾶς ἧκον ἐκεῖθεν, εὕροις δ’ ἄν τινας.
Or
.

62

.

28

πολ‐ λούς γε μὴν ἴδοις ἂν ἐν Γαλατῶν πόλεσιν, ὧν οὐκ ἐλάττους ἐν Ἀρμενίᾳ. πάλιν δὲ τούτων πλείους οἱ Κίλικες, καὶ οἱ τούτων γε πολλῷ πλείους οἱ Σύροι.
5κἂν ἐπὶ τὸν Εὐφράτην βαδίσῃς καὶ διαβὰς τὸν ποτα‐ μὸν ἔλθῃς ἐπὶ τὰς μετ’ ἐκεῖνον πόλεις, ἐντεύξῃ τισὶ τῶν ἡμετέρων ἑταίρων ἴσως οὐ φαύλοις. ἔχει μοί τινα καὶ Φοινίκη χάριν καὶ Παλαιστίνη καὶ μετὰ ταύτης Ἀραβία, Ἴσαυροι, Πισίδαι, Φρύγες.
Or
.

62

.

29

καὶ ταῦτα
λέγω οὐχ ὡς ἁπάντων τῶν ἁπανταχόθεν λόγων ἰσχὺν παρ’ ἡμῶν οἴκαδε κεκομικότων, ἀλλ’ ὡς ἑκάστης γῆς δεξαμένης τινὰς ῥήτορας. καὶ σιωπῶ τοὺς τεθνεῶτας,
5οὓς εἰ φαίην μέγιστόν μοι γεγονέναι κόσμον, οὐκ οἶμαι λυπήσειν τοὺς ζῶντας. ὧν οἱ μὲν ἐμοὶ πολῖται, δύο δὲ ὁμωνύμω Γαλάται καὶ Καππαδόκης πέρυσι καὶ Κίλιξ οὐ πάλαι καὶ πρὸς ἐκείνοις Φοίνιξ. οἳ καὶ μόνοι πρὸς γῆρας ἥκοντες ἤρκουν ἄν με στεφανῶσαι τῇ δόξῃ.
Or
.

62

.

30

Τίνες, φησί, τούτων εἰς τὸ παιδεύειν κατέστησαν; οὐδείς. οὐδὲ γὰρ ἐβουλήθησαν, σφόδρα ἂν εἴπερ ἐβούλοντο δυνηθέντες. εἰ μὲν οὖν οὐκ ἔχουσι τὴν δύναμιν, δεῖξον· εἰ δὲ παρούσης ἐκείνης
5ἑτέρωσε μᾶλλον ὥρμησαν, οὐκ ἂν εἴη σημεῖον τοῦ μὴ δεδυνῆσθαι τὸ μὴ βεβουλῆσθαι. πολλὰ γὰρ ὧν ἂν πράξαιμεν εἰ προελοίμεθα φεύγομεν, οἱ μὲν οὐδενὸς λογισμοῦ πείθοντος δρᾶν, οἱ δὲ καὶ κωλύοντος.
Or
.

62

.

31

πό‐ σοι ῥώμην ἔχοντες οὐκ ἐνέγραψαν αὑτοὺς ἀθληταῖς; μυρίοι. πόσοι πολεμικοὶ τὰς φύσεις οὐκ ἐγένοντο στρα‐ τιῶται; πόσοι δὲ ἀρχικοὶ μᾶλλον ἄρχεσθαι παρ’ ἑτέ‐
5ρων ἢ πόλεων ἄρχειν ἐδέξαντο; ἐῶ τοὺς ἄλλους, ἀλλ’ ὁ θεῖος οὑμὸς ὁ νεώτερος οὐδαμῆ τοῦ πρεσβυτέρου τῇ περὶ ταῦτα ἀρετῇ λειπόμενος, ἔστι δὲ ὅπη καὶ παριὼν πολλὰς ἀρχὰς διεώσατο τὴν τοῦ πολιτεύεσθαι τάξιν πρὸ τοῦ τῶν ἀρχόντων ποιησάμενος σχήματος.
10καὶ πολλοὺς ἂν ἔχοιμί σοι πολιτευομένους λέγειν, οἳ τοῦτ’ αὐτὸ ποιοῦντες διατελοῦσιν ἐξὸν πάλαι δι’ ἀρ‐ χῶν ἀφῖχθαι καὶ σοβεῖν κατ’ ἐνίους τῶν ἐπειδὴ ἦρξαν ὠγκωμένων.
Or
.

62

.

32

Τί οὖν θαυμαστόν, εἰ ὥσπερ ἑτέροις ἄρχειν ἐπισταμένοις ἄρχεσθαι λυσιτελέστερον ἔδοξεν, οὕτω τισὶ παιδεύειν δυναμένοις οὐ ταύτην ἐλθεῖν τὴν ὁδὸν ἔδο‐ ξεν; ὑπὲρ ὧν εἰ δεῖ με καὶ τὰς αἰτίας εἰπεῖν, οὐδὲν
5ἂν εἴποιμι ποικίλον, ἀλλ’ ὃ καὶ παιδὶ δῆλόν ἐστιν, ὅτι τὸ πρᾶγμα ὁρῶντες καταπεφρονημένον καὶ κατο‐ ρωρυγμένον καὶ μηδεμίαν ἔχον μὴ δόξαν, μὴ δύναμιν, μὴ πρόσοδον, ἀλλ’ ἀντὶ τούτων ἐπίπονον δουλείαν, καὶ πολλοὺς ὄντας τοὺς δεσπότας, πατέρας, μητέρας,
10παιδαγωγούς, αὐτοὺς τοὺς νέους, οἳ πρᾶγμα ἀτοπώ‐ τατον πεπόνθασιν οἰόμενοι τὸν διδόντα τοὺς λόγους δεῖσθαι τοῦ ληψομένου, καὶ τὴν ζημίαν τὴν ἐν τῷ μὴ λαβεῖν τοῦ διδόντος οὖσαν, ἀλλ’ οὐ τοῦ μὴ λαβόντος, ταῦτα ὁρῶντες πρᾶγμα κακὸν γεγενημένον φεύγουσιν,
15ὥσπερ οἱ πλέοντες τὰς ὑφάλους.
Or
.

62

.

33

Ἀλλ’ εἰς ἐμὲ ὁρῶν τίς ἐπιθυμήσει τοῦ πράγμα‐ τος; ὃς δοκῶ μὲν εὐδαιμονεῖν, ζῶ δὲ ἀθλιώτε‐ ρον τῶν δεδεμένων ἐπιτάγματα φέρων καὶ τοὺς αὐτοὺς ἀναγκαζόμενος μισεῖν τε καὶ θεραπεύειν, τὸ μὲν ἐξ
5ὧν πέπονθα, τὸ δὲ ὑπὲρ τοῦ μὴ πλείω καὶ μείζω πα‐ θεῖν. τοιοῦτοι γὰρ οἱ νῦν πατέρες. ὧν ποιοῦσι μα‐ θητὰς τοὺς παῖδας, τούτους ἀπολέσαι ζητοῦσι, κἂν μὴ τοῦτο δυνηθῶσιν, εἰπόντες κακῶς ἐχαρίσαντο τῷ θυμῷ.
Or
.

62

.

34

Τὰ τοίνυν περὶ τὰς ἐπιδείξεις τῶν λόγων τίνα οὐκ ἂν τῶν εὖ φρονούντων πείσειε συμφορὰν τὸ παι‐ δεύειν ἡγεῖσθαι; ὅ τε γὰρ μὴ κεκλημένος ἐχθρὸς εἴτε καλέσειας, ἠνώχλησας. καὶ τῷ μὲν ἁμαρτόντι καὶ σμι‐
5κρὸν οὐδεμία συγγνώμη, τῷ δὲ εὐδοκιμοῦντι πολὺς ὁ φθόνος, καὶ τὸ κακῶς ἀκούειν ἐν ἀμφοτέροις. ἔτι τοί‐
νυν ὁ μὲν οὐκ εἰσπράττων ἀργύριον οὐδ’ ἂν λάβοι, τῷ δὲ εἰσπράττοντι παρὰ τοῦ δεδωκότος ὁ πόλεμος. τοιαῦτα καὶ πλείω τούτων ἐνορῶντες τῷ πράγματι
10δυσχερῆ καὶ δεινὰ θαυμάζεις εἰ δεδοίκασιν ἄνθρωποι νοῦν ἔχοντες;
Or
.

62

.

35

Οὐ μὴν ἀλλ’ εἰ δεῖ με πάντως φανῆναι διδα‐ σκάλου διδάσκαλον, ἀπόβλεψον εἰς τουτονὶ Καλλιόπιον, ὃς ἀγαπᾷ μὲν τῇ δευτέρᾳ χώρᾳ, δύναιτο δ’ ἂν βουλη‐ θεὶς τὴν πρώτην ἔχειν. δεῖξαι δὲ τοῦτο παρέλθω. τὰ
5γὰρ νῦν κρυπτόμενα καιρὸν εὑρόντα φανήσεται. τούτῳ παραπλήσιοι πολλοὶ ταῖς δίκαις αὑτοὺς δεδώκασιν ὁρῶν‐ τες τὸν ἄνθρωπον στένοντα οἵῳ φέρων ἑαυτὸν ἐνέδησε κακῷ.
Or
.

62

.

36

εἰ δέ τις φιλονεικήσει μόνῳ τούτῳ ταύτην ἐγγεγενῆσθαι τὴν δύναμιν, ἀλλ’ ἕως ἂν ὁμολογῇ καὶ παρ’ ἑνὶ τὸ δύνασθαι παιδεύειν εἶναι, τὸ δύνασθαί με ποιεῖν τινας ἱκανοὺς παιδεύειν δέδωκεν. ἀπὸ γὰρ
5τῶν αὐτῶν λόγων πολλοῖς ἂν ὑπῆρξε δύναμις, ὥσπερ ἀπὸ τῶν αὐτῶν χειρῶν πολλοῖς ἂν πλέθροις ἡ σπορά.
Or
.

62

.

37

Πολιτεύονται δὲ τίνες; φησί· πολλοί. καὶ πῶς, φησίν, οὐκ ἐκλάμπουσι τῶν ἄλλων; ἐν Ἀγκύρᾳ τῇ πρώτῃ καὶ μεγίστῃ Γαλατῶν πόλει καὶ μάλα ἐκλάμ‐ πουσιν Ἀγησιλάου παῖδες τὸν μὲν πατέρα τῇ δόξῃ
5παρελθόντες τὸν βέλτιστον Ἀγησίλαον, τοῦ θείου δὲ οὐκ ἀπολειφθέντες, τοῖς δ’ ἄλλοις οὐδ’ ἀντιβλέψαι πρὸς αὑτοὺς παρέχονται οὐ τῷ μεγέθει τῶν εἰς τὴν πόλιν ἀναλωμάτων τοῦτο κτησάμενοι μᾶλλον ἢ τῷ δύ‐ νασθαι τὰ βέλτιστα λέγειν περὶ τῶν ἀεὶ προτιθεμένων.
10λέγεται δὲ καὶ Καππαδόκης τις ἰσχύειν ἐν ἴσοις γράμ‐ μασι καὶ τοὺς Κίλικας μονονουχὶ ὁρῶμεν ἄγοντας τὴν αὑτῶν τοῖς λόγοις.
Or
.

62

.

38

Ἀλλὰ μὴν καὶ τῇδε δείξειεν ἄν τίς σοι νέους ἄμεινον γερόντων πολλῶν πολιτευομένους, ὧν πολὺ βελτίους οὐ πολιτεύονται ῥήτορες, καὶ πολύ γε χείρους πολιτεύονταί τε καὶ περὶ τῶν κοινῶν λέγουσι.
Or
.

62

.

39

πῶς δὲ τοῦτο γέγονε; δυοῖν νῦν γε τῷ πολιτευομένῳ δεῖ,
λόγων τε καὶ χρημάτων, καὶ πρότερόν γε χρημάτων. ἂν γὰρ μὴ τὰ μέγιστα λειτουργήσῃ καὶ πλεῖστα ἀνα‐
5λώσῃ, κἂν Νέστωρ ᾖ, κἂν Περικλῆς, κἂν Δημοσθένης, σιγᾶν ἀνάγκη πᾶσα ἑκόντα, εἰ δὲ μὴ βούλοιτο, ἄκοντα, ἄλλως θ’ ὅταν μηδ’ ὑποτείνειν ἐλπίδας ἔχῃ λειτουργιῶν διὰ τὴν παροῦσαν πενίαν. ὁ γὰρ μὴ δυ‐ νάμενος τοὺς εὖ φρονοῦντας ληροῦντας ἐπιδεικνύειν
10αὐτός, λειτουργίαις δὲ λαμπρὸς ἐπιστομίζει τοὺς ἐπι‐ χειροῦντας λέγειν ὡς οὐκ ἀνηλωκότας.
Or
.

62

.

40

συνέβη δὲ τοῖς μὲν οὐ μάλα δεινοῖς 〈λέγειν〉 εἶναι περιουσίας, τῶν δὲ ἐπισταμένων λέγειν ἀπεῖναι πλοῦτον καὶ οὕτω δὴ τοὺς μὲν οὐχ ἅψασθαι τῶν κοινῶν, τοὺς δὲ ἀσθενέ‐
5στερον. εἰ δέ τις συνήγαγε θεῶν τὴν δύ’ ἐκείνων δεινότητα καὶ ἢ τούτοις τὰ χρήματα τῶν εὐπόρων ἢ ἐκείνοις τὴν τούτων ἐδεδώκει δύναμιν, πρὸς μὲν Φασγάνιον οὐκ ἂν ἁμιλληθεῖεν, φαίην ἄν, θεῖον γάρ τι τό γε ἐκείνου καὶ κρεῖττον ἀνθρωπείας φύσεως,
10πολλοὺς δ’ ἂν τῶν νῦν καλουμένων ῥητόρων μικρὸν
κατηνάγκασαν φρονεῖν.
Or
.

62

.

41

Ἕτερον τοίνυν ἐρωτῶσι· πῶς δὲ οἱ παρὰ ταῖς δίκαις συνηγορεῖν τάξαντες ἑαυτοὺς τοὺς ἐπ’ αὐτοὺς καταφεύγοντας οὐ πολλοὺς ἔχουσιν; ὅτι, ὦ βέλτιστοι, μετὰ τοῦ λέγειν αἰσχύνεσθαι παρ’
5ἐμοὶ μεμαθήκασι. διὰ τοῦτ’ οὐ μισθοῦνται προσαγω‐ γέας οὐδὲ ἁρπάζουσι τοὺς δικαζομένους οὐδὲ κολα‐ κεύουσι καπήλους οὐδὲ πέμπουσιν εἰς τοὺς ἀστυγείτο‐ νας ταπεινὰς ἐπιστολὰς οὐδὲ δουλεύουσι τοῖς τῶν ἀρχόντων ὑπηρέταις οὐδὲ συντίθενται πρὸς τοὺς
10κήρυκας ὑπὲρ τῶν ἐσομένων κερδῶν οὐδ’ ὠνοῦνται τὰς εἰσόδους παρὰ τῶν εἰσαγωγέων. ταυτὶ γάρ ἐστι τῆς νῦν ῥητορικῆς τὸ κράτος, βοῆσαι, ψεύσασθαι, ἐπι‐ ορκῆσαι, ταράξαι, θόρυβον ἐμβαλεῖν, ὑποσχέσθαι, δοῦ‐ ναι.
Or
.

62

.

42

ὧν οὐδὲν οἱ παρ’ ἐμοὶ διατρίψαντες οὔτε βούλονται ποιεῖν οὔτε δύνανται μηδὲ βουληθεῖέν γέ ποτε μηδ’ αὖ δυνηθεῖεν, ὦ Ζεῦ, ἀλλ’ ἐφ’ ὧν εἰσι νῦν, μένοιεν βοηθοῦντες μὲν τοῖς δεομένοις καὶ παρέχοντες
5ἑαυτοὺς ἱκανὸν ἔρυμα, τοὺς δὲ οὐ προσιόντας μήτε
ζητοῦντες μήτε θηρεύοντες.
Or
.

62

.

43

Ἔτι τοίνυν ἡ τῶν δικαζόντων περὶ τὰς εἰσπρά‐ ξεις ἀσχολία καὶ τὸ ταῖς μὲν δίκαις ὀλίγον μέρος τῆς ἡμέρας νέμειν, τῷ δὲ τοὺς ὀφείλοντας ἄγχειν τε καὶ κατατέμνειν τὸ πλέον μήκη τε καὶ κάλλη λόγων ἐξέβαλε
5καὶ τὸ τοῦ ῥήτορος ὡς ἀληθῶς ἔργον ὄχλον ἀπέφηνε, κἂν διηγήσηταί τις κἂν ἐσκεμμένον τι κομίσῃ, ληρεῖν ἔδοξε καὶ τρίβειν χρόνον, τοὺς δὲ ἀμαθεῖς τουτουσὶ καὶ πολλοὺς καὶ τῶν ἀγοραίων οὐδὲν βελτίους καὶ νεύμασι μᾶλλον ἢ εὐφωνίᾳ περὶ ὧν εἰσέρχονται δι‐
10δάσκοντας τούτους ἰσχυροὺς ἐποίησεν.
Or
.

62

.

44

εἰ δὲ ἐν τοῖς ἀρχαίοις ἔθεσι μεμενήκει τὸ πρᾶγμα καὶ ὁ δικά‐ ζων λόγον εὖ συγκείμενον ἀπῄτει καὶ τὸν μὴ τοῦτο ποιεῖν ἔχοντα πάλιν ἔπεμπεν εἰς διδασκάλου, πάντας
5ἂν εἶδες τοὺς ἡμετέρους ὑπὸ τῶν βοηθεῖν δεομένων περιρρεομένους καὶ οὐκ ἀποχρῶντας τῷ πλήθει τῶν ἀξιούντων ἀμύνειν. νῦν δὲ πλεονέκτημα μὲν τὸ μὴ δύνασθαι λέγειν, ἔγκλημα δὲ τὸ ῥητορεύειν ἱκανῶς. ἐντεῦθεν αἱ χελῶναι τοὺς ἵππους παρευδοκιμοῦσιν οὐ
10κατὰ τὸν Αἰσώπου μῦθον ῥᾳθυμοῦντας πονοῦσαι, ἀλλ’ αὐτῷ τῷ λείπεσθαι τοῦ τάχους νικῶσαι.
Or
.

62

.

45

μὴ δὴ τῷ μέτρῳ τῶν μισθῶν κρινέτω μοί τις τὸν ῥητορικώ‐ τατον, ἀλλ’ αὐτῇ τῇ κτήσει τῆς τέχνης, κἂν οὕτω ποιῇ, τοὺς μικρὰ καρπουμένους τουτουσὶ τῶν εὖ πρατ‐
5τόντων ἐκείνων εὑρήσει βελτίους. εἰ δὲ πρὸς τἀργύ‐ ριόν με τὸ γιγνόμενον ἐκείνοις ἀξιοῖς ἀποβλέπειν, εἰς τὰς ψυχὰς ἐγὼ τὰς ἐκβεβαρβαρωμένας ἀξιῶ σε βλέπειν. οὓς γὰρ ἐποιούμεθα γέλωτας παρὰ τοῖς διδασκάλοις, οὗτοι δοκοῦσιν εἶναι δικῶν τεχνῖται καὶ ἐμπλήσαντες
10χρυσοῦ τὰς χεῖρας ἀπέρχονται καθ’ ἑκάστην ἡμέραν.
Or
.

62

.

46

Ἀλλ’ οὗτοι μὲν εἰ καὶ τῆς τῶν λόγων ἀπελεί‐ φθησαν ἰσχύος, ἀλλ’ ἐζήτησάν γε κτήσασθαι καὶ μι‐ σθὸν πρὶν λαβεῖν ἔδωκαν καὶ μέρος ἐγένοντο χοροῦ καὶ προσηγορίας βελτίονος ἐκοινώνησαν· ἄνθρωπος δέ
5τις γάρου κάπηλος καὶ τοῦτο ποιῶν διὰ τῆς θαλάττης, Ἡλιόδωρος ὄνομα αὐτῷ, κατ’ αὐτὴν τὴν ἐμπορίαν ἥκων ποτὲ καὶ εἰς Κόρινθον δίκης τινὸς οὔσης φίλῳ παρ’ ᾧ κατέλυε νοσοῦντος ἐκείνου τάξιν εἰσῆλθε λα‐
βὼν καὶ ἠκροᾶτο τῶν συνηγόρων, ἐλπίδος δὲ αὐτῷ
10πρὸς τὴν ἀκοὴν γενομένης, ὡς ἄρα καὶ αὐτὸς ἔσται τῶν βοηθούντων, εἰ προσέχοι ταῖς δίκαις τὸν νοῦν, μερίζει τὴν ἐπιμέλειαν εἴς τε τοῦ γάρου τὴν πρᾶσιν εἴς τε τὴν ἀκρόασιν τῶν δικῶν, καὶ χρόνος βραχὺς καὶ ῥήτωρ ἐξαίφνης Ἡλιόδωρος.
Or
.

62

.

47

καὶ δύναμις ἐξ ἀναιδείας τὸ μὲν πρῶτον οὐ πάνυ μικρά, μετὰ ταῦτα δὲ μεγάλη, χρόνου δὲ προϊόντος μεγίστη. καὶ τῶν μὲν ἐκ τοῦ γάρου σκωμμάτων οὐκ ἀπήλλακτο, τῶν δὲ
5σκωπτόντων περιῆν καὶ οἰκίαν ἐώνητο καὶ ἀνδράποδα καὶ γῆν. καὶ πρῶτος ἀγὼν πρὸ τῶν δικαστηρίων τοῖς ἔνδον ἀγωνιουμένοις ἦν Ἡλιοδώρου τὴν ἀσπίδα προσ‐ λαβεῖν. οὕτως ἀνὴρ τῷ μηδὲν ὀκνεῖν εὐδοκίμει. διεξ‐ ιὼν δὲ πᾶν δικαστηρίου μέτρον τελευτῶν ἐν τοῖς
10βασιλείοις ἔλεγεν οἷα λέγειν τὸν τοιοῦτον ἀνάγκη, τὸ νικᾶν δὲ καὶ ἀπὸ τούτων εἶχε.
Or
.

62

.

48

μισθὸς δὲ αὐτῷ πολλαὶ μὲν ἐν Μακεδονίᾳ γεωργίαι, πλείους δὲ ἐν Αἰτωλίᾳ καὶ Ἀκαρνανίᾳ, χρυσός, ἄργυρος, πλῆθος ἀν‐ δραπόδων, ἵππων ἀγέλαι καὶ βοῶν. ὧν γὰρ ἐκ συν‐
5ηγορίας γυναῖκά τινα κατέστησε κυρίαν, τὰ ἡμίσεα τούτων εἶχεν ἆθλον. ὁ δὲ καὶ ἦρχεν ὡς δὴ τὰ τῶν ῥητόρων πεπονηκώς.
Or
.

62

.

49

οὕτως οὐδὲν θαυμαστόν, ὦ
φιλότης, ἀμαθίαν ἐν δίκαις ἀφορμὴν εἰς πλοῦτον γε‐ νέσθαι. πολλῶν δὲ ἔχων μνησθῆναι τούτῳ παραπλη‐ σίων περὶ τούτου μόνου διῆλθον, ἐπειδὴ τοὺς μὲν
5ὀλίγοι τινὲς ἔγνωσαν καὶ τάχ’ ἄν τις ἠπίστησε λέ‐ γοντος, περὶ δὲ τοῦδε πολλοὺς ὑπάρχει μοι πανταχό‐ θεν καλεῖν μάρτυρας.
Or
.

62

.

50

Ἀλλὰ καὶ τοὺς ἄρξαντας συναριθμοῦνται τοῦ δεῖνος ὁμιλητὰς δέκα, τοῦ δεῖνος πλείους, ἑτέρου δ’ εἴκοσι. σὺ δὲ ἡμῖν, ἐρωτῶσι, πόσα γένη ἐθνῶν διὰ τῶν σαυτοῦ διῴκηκας; ὥσπερ μέρος ὂν ῥητο‐
5ρικῆς καὶ τὸ παρελθεῖν εἰς ἀρχήν. ἐγὼ δὲ δεῖν μὲν ῥητορικῆς τοῖς μέλλουσι καλῶς ἄρξειν ὁμολογῶ, οὐ μὴν τοῦ κεκτῆσθαί γε ῥητορικὴν ἀπόδειξιν εἶναι τὸ καὶ πόλεων ἀρχὰς λαβεῖν. ἔστι γὰρ καὶ λαβεῖν ἀρχὴν οὐκ ὄντα ῥήτορα καὶ μὴ λαβεῖν ὄντα. καὶ ταῦτα ἔστι
10δῶρα τῆς Τύχης, οὐκ ἐν τῇ φύσει τῆς τέχνης.
Or
.

62

.

51

καὶ τοῦτο ἀεὶ μὲν οὕτως ἔσχε, μάλιστα δὲ ἐπὶ τῆς Κων‐ σταντίου βασιλείας, ὃς τοὺς ὑπάρχους ἡμῖν ἀπὸ τοῦ τῶν ὑπογραφέων ἔθνους ἐφίστη. καὶ οἱ μὲν ἐκάθηντό
5τε καὶ προσέταττον, οἱ δὲ ῥήτορες εἱστήκεσάν τε καὶ ἔτρεμον.
Or
.

62

.

52

καὶ μέγα μὲν ἐν διακονίᾳ τινὶ τυχεῖν ἐπαίνων καὶ μὴ δόξαι βραδύν, καίτοι εἰ τοῖς διδασκά‐ λοις τὰ τοιαῦτα προσθήσομεν ἃ θεῶν ἐστι καὶ δοῦναι καὶ μή, σεμνότερος ἡμῖν ὁ Ῥόδιος Οὐλπιανοῦ γίγνεται.
Or
.

62

.

53

Καὶ μὴν κἀκεῖνο δεινῶς ἄλογον νέους γέρουσι παραβάλλειν καὶ τοὺς ἄρτι τοῦ διδάσκεσθαι πεπαυ‐ μένους, ὧν οἱ πολλοὶ τεθνᾶσιν, ἀξιοῦν τετυχη‐ κέναι τιμῶν ἐν αἷς ἄνθρωποι μόλις πρεσβύται γεγό‐
5νασιν. ἀναμεινάτω τις καὶ τὴν τούτων ἀκμήν, ἀνα‐ μεινάτω τὸ γῆρας. ἴσως οἴσει τι καὶ τοιοῦτον προϊὼν ὁ χρόνος, ὅταν ἡμεῖς μηκέτ’ ὦμεν. εἰ ποθεῖ δὲ ἄνδρας τὰ πράγματα, δώσει τις καὶ τούτοις ἀρχὰς πείθων αὐτός, οὐ κολακευόμενος. νῦν δ’ ἔνιοι περὶ τὰς τῶν
10δυνατῶν θύρας.
Or
.

62

.

54

Μᾶλλον δὲ ἤδη τὰς αὑτῶν ἀρετὰς ἐν ἀρχαῖς ἐπεδείξαντο τῶν ἐμῶν ὁμιλητῶν τινες, εἷς μὲν Πα‐
φλαγὼν τοῖς αὑτοῦ πόνοις θεραπεύσας τοὺς ἀρχο‐ μένους οὕτως ὥστε ἔτι δακρύειν αὐτοὺς ἀπελθόντος
5ἐκείνου, Γαλάτης δὲ ἔτι νῦν ἄρχει Καππαδοκῶν οὕτως ὥστε ἐπαινεῖν μὲν ἐκείνους τὰ δρώμενα, ζητεῖν δὲ πλέον οὐδέν.
Or
.

62

.

55

ὁ δὲ πρὸ τούτων Ἡρακλεώτης ἐπι‐ τροπεύσας τὴν Λυκίαν οὔπω μὲν ἔτη πέντε καὶ εἴκοσι γεγονὼς ἐτύγχανεν, εὑρὼν δὲ τὸ ἔθνος ταῖς τῶν ἔμ‐ προσθεν κλοπαῖς διεφθαρμένον τοῖς μὲν κατηράσατο,
5τοὺς δὲ εἰς εὐπορίαν ἤγαγεν ἀποχρῆν αὑτῷ κρίνας τὴν παρὰ βασιλέως τροφὴν καὶ μέγαν πλοῦτον ἤνεγκε τὸ πλουτοῦντας ὧν ἦρξε καταλιπεῖν. οὕτω δὲ τὰ πράγματα ἀμείνω σφίσι ποιῶν προσετίθει ταῖς περὶ τὴν ἀρχὴν φροντίσι τὰ τῶν σοφιστῶν ἔργα λόγῳ πό‐
10λεως ἑκάστης τὰς πανηγύρεις κοσμῶν, ὥστε τοῖς ἐν Λυκίᾳ τότε διδασκάλοις λυσιτελεῖν μᾶλλον ἀκούειν ἢ λέγειν.
Or
.

62

.

56

Ἀνδρονίκου δὲ τοῦ γενναίου οὔτ’ ἀδακρυτὶ μνη‐
σθῆναι δυναίμην ἂν ἐν ἑταίρων τε ἀμνημονήσας λόγῳ σφόδρα ἂν ἀδικοίην, ὃς οὐχ ἥττων μοι ἐγένετο κόσμος ἢ τῷ Χείρωνι τὸν Ἀχιλλέα φασίν. οὗτος ἦρξε
5μὲν τῆς δοῦναι δυναμένης Φοινίκης, φύλαξ δὲ ἐγέ‐ νετο τῶν ἑκάστοις ὄντων ἀκριβέστερος δεσποτῶν. καὶ φερόντων ἐκείνων ἅπερ εἰώθεσαν καὶ δῶρα ὀνο‐ μαζόντων καὶ μισθὸν ὑποκοριζομένων [καὶ] τῆς μεγάλης ἑορτῆς ὀνόματι μικροῦ μὲν τοὺς οἰκέτας λαβὼν ἔδησε,
10τοῦτο δὲ αὐτοῖς χαρισάμενος τὸ κολάσαι διαγινώσκειν ἐκέλευσε τοῦ λοιποῦ, τί μὲν ἄρχων, τί δὲ μισθωτός.
Or
.

62

.

57

φόνων τοίνυν μόνος ἀρχόντων ὀλίγων ἐδεήθη κατὰ τῶν ἀρχομένων. οὕτω γὰρ ἔδειξεν ἀδι‐ κίαν μισῶν, ὥστε ὁ φόβος οὐδὲν ἄξιον θανάτου εἴα τολμᾶσθαι. τῶν δ’ ἐν μεγάλαις ἀρχαῖς γεγενημένων
5εἰωθότων ἐπιτάττειν τῷ τῆς Φοινίκης ἄρχοντι, τῶν μὲν διὰ τῶν γραμμάτων, τῶν δ’ αὐτῶν ἅμα θορύβῳ καὶ βοῇ καὶ χαλεποῖς ὀφθαλμοῖς εἰστρεχόντων εἰς τὰ δικαστήρια καταναγκαζόντων πρὸ τῶν νόμων ποιεῖσθαι τὸν δικαστὴν τὰς ἐκείνων ἐπιθυμίας πᾶσαν ταύτην
10τὴν τυραννίδα κατέλυσεν οὐχ ὕβρεσιν οὐδὲ κραυγαῖς, ὥστε ἐκείνους ἔχειν ἐγκαλεῖν, 〈ἐνδεικνύμενος δέ〉, ὡς οὐδένα ἄνδρα πλέον αἰδεσθήσεται τῶν δικαίων. οἱ δ’ ἐπαιδεύθησαν ἰέναι μὲν παρ’ αὐτὸν δικῶν οὐκ οὐσῶν, αἰτεῖν δὲ μόνα ταῦτα ἃ λαβεῖν οὐκ ἄδικον. ἐντεῦθεν
15ἐκτήσατο δόξαν ἀρχικὸς εἶναι. καὶ οὐδεὶς οὕτως ἐχθρὸς Ἀνδρονίκῳ, ὃς τοῦτό γ’ ἂν ἐκεῖνον ἀποστερή‐ σειεν.
Or
.

62

.

58

ἔδει μὲν οὖν αὐτὸν οἴκοι τε μένειν καὶ τῶν ἐν Τύρῳ καλῶν ἀπολαύειν καὶ μήποτε ἐκείνην γενέσθαι τὴν κλῆσιν τὴν δυστυχῆ· γενομένης δὲ καὶ νεωτέρων ἐν Θρᾴκῃ συμβάντων πραγμάτων ὁ μὲν
5τῆς βασιλείας ἁψάμενος εὐθὺς τοῦτον ἄρχοντα ποιεῖ πολλῶν παρόντων τεῖχος ἰσχυρὸν τὴν Ἀνδρονίκου ψυχὴν ἡγούμενος, ὁ δὲ ἄκων μέν, σιδήρου δὲ παν‐ ταχόθεν ἀστράπτοντος ἐξεδέξατό τε τὴν ἀρχὴν καὶ πλεῖστα τὸν πιστεύσαντα ὤνησεν, οὐ γὰρ ἦν προδότης,
10καὶ οὐκ ἠγνόει μέν, ὡς πολλῷ μείζονι μαχοῦνται ῥώμῃ τῇ τῶν πολεμίων καὶ σφαλεροῦ κοινωνεῖ πράγ‐ ματος, ὅμως δὲ τὰς ἥττους ἐλπίδας μετὰ τοῦ μὴ γί‐ νεσθαι κακὸς εἵλετο μᾶλλον ἢ τὸ Θετταλῶν ὄνειδος ὑπομείνας πλουτεῖν.
Or
.

62

.

59

καὶ ἦν πιστὸς μὲν Βιθυνίας ἄρχων καὶ φιλόπονος, πολὺ δὲ βελτίων ἐφ’ ὅλην ἀπεσταλμένος τὴν Θρᾴκην. κρειττόνων δὲ τῶν ἐναν‐ τίων γενομένων κύριος ὢν ἀποδρᾶναι καὶ λιμένων
5ὁρωμένων καὶ πλοίων ὑπαρχόντων καὶ πολλῶν ὄντων οἳ ταῦτα παρῄνουν οὐκ ἠξίωσεν εἰς σπήλαια καταδὺς ἢ κρύψας ὕλῃ τὸ σῶμα ζῆν ἐν σχήματι τῆς αὑτοῦ φύσεως ἀλλοτρίῳ, ἀλλὰ τοῦ μὲν δέξασθαι τὰς ἀρχὰς ἱκανὴν ἀπολογίαν εἶναι νομίζων τὴν ἀνάγκην, τοῦ δὲ
10μὴ προδεδωκέναι τὸ μὴ καλὸν εἶναι πρᾶγμα τὴν προ‐ δοσίαν ἐπὶ τοῖς νενικηκόσιν αὑτὸν ἐποιήσατο καὶ μακροτέρου μὲν ἐστερήθη τοῦ βίου, τῇ δόξῃ δὲ ἣν εἶχεν ἐντελευτήσας ἀπῆλθεν. ὁ δὲ δημεύων τὴν τοῦ τεθνεῶτος οὐσίαν ἐν τῇ τῶν ὄντων βραχύτητι τοῦ
15δεξαμένου τὴν πληγὴν ἐθαύμασε τὸν τρόπον.
Or
.

62

.

60

ἆρ’
ἄξιον τοὺς πολλοὺς ἄρχοντας ὑμᾶς μιᾷ τῇ ’κείνου γνώμῃ καὶ τοῖς ὑπ’ αὐτῆς διῳκημένοις ἀντιθεῖναι; πότερον δὲ εὔπαις μᾶλλον ἂν κριθείη δικαίως ὁπο‐
5τέρῳ γέγονεν εἷς ἀγαθὸς ἢ ὅτῳ πολλοὶ κακοί;
Or
.

62

.

61

Ἀλλ’ Ἀνδρόνικος μὲν ἀπῆλθεν εὐφράνας ὑμᾶς τῷ θανάτῳ, ζῇ δὲ Κέλσος οὐδὲν μὲν ὑμῖν ἐοικώς, ἐμῶν δὲ καὶ οὗτος ἔργον ἱδρώτων. ὃς ἄρξαι μὲν ὀρ‐ θῶς ἠδυνήθη πολιτῶν καὶ συγγενῶν καὶ φίλων οὔτε
5νόμους παραβὰς τῇ πρὸς ἐκείνους χάριτι καί, τὸ πάν‐ των σπανιώτατον, μετὰ τῶν δικαίων τὰς φιλίας φυ‐ λάξας, εἰ δ’ ἔροιο προσελθών, σὺ δὲ δὴ τίνος ἡμῖν μαθητής; καὶ παρὰ τοῦ τὸ ῥητορεύειν ἔχεις; ἐμὲ καὶ τὰς παρ’ ἐμοὶ διατριβὰς ἀκούσῃ. ὃ
10γὰρ ἐν μέσαις Ἀθήναις εἰπεῖν οὐκ ὤκνησεν, οὐδὲ νῦν ἀποκρύψεται. οὑτοσὶ γὰρ ἧκε μὲν ἐκεῖσε δόξῃ κιβδήλῳ πειθόμενος, τῆς πείρας δὲ αὐτῷ τὴν δόξαν ἐλεγχούσης ἐν Λυκείῳ τῆς νεότητος παρούσης
τὸ τῆς παροιμίας ἔφη πεπονθέναι καὶ ἀτεχνῶς ἀφ’
15ἵππων εἰς ὄνους, ὃ καὶ τὴν Ἀθηναίων πόλιν ἔδακέ τε καὶ διὰ ψηφισμάτων ἠνάγκασέ με καλεῖν δεινὸν ἡγου‐ μένην, εἴ τινες λόγοι τῶν παρ’ αὐτοῖς βελτίους ἑτέ‐ ρωθι.
Or
.

62

.

62

ἀφεὶς οὖν τὸ ὡς ἧκεν Ἀθήναζε Κέλσος αὐτὸ καθ’ αὑτὸ σκοπεῖν, ἣν ἔσχε γνώμην ἥκων ἐξέ‐ ταζε. παῖδα γὰρ ἀκριβῶς τῶν ἡμετέρων εὑρήσεις καὶ τοῖς προτέροις ἐοικότα, ἀλλ’ οὐχὶ τοῖς δευτέροις,
5ὃ σημεῖον ἂν εἴη τοῦ τὰ μὲν δεύτερα αὐτῷ φαῦλα δόξαι, τὰ πρότερα δὲ βελτίω.
Or
.

62

.

63

Ψέξεις οὖν ἔτι καὶ λοιδορήσεις τὰς παρ’ ἡμῖν διατριβάς, ὦ πλὴν τοῦ σαυτὸν ἐπαινεῖν καὶ περὶ τῶν ἄλλων βλασφημεῖν εἰδὼς οὐδέν; τοιούτων γὰρ λόγων ἐμπέπληκας τὰ χωρία· μόνος πλουτ, μόνος δύ‐
5ναμαι λέγειν, ἄρχειν ἐπίσταμαι μόνος, ἀδι‐ κοῦμαι τὴν γῆν οἰκῶν.
Or
.

62

.

64

σὺ δὲ πλουτεῖς μέν, κακῶς δέ. εὐπορεῖς ἐκ τῆς ὠμότητος τῆς περὶ τοὺς τόκους, δι’ ὧν πολλὰς οἰκίας ἀνατέτραφας οὐ χήρας οἰκτείρων, οὐκ ὀρφανοὺς ἐλεῶν, οὐχὶ ῥοῇ δακρύων
5καμπτόμενος, βοῶν, κεκραγώς· πώλησον ἀγρούς, πώλησον ἀνδράποδα, πώλησον πατρῴους τά‐ φους, εἰ δ’ οἷόν τε καὶ σαυτόν. καὶ ταῦτα λέγων ἐκάθητο καὶ τὸ χρυσίον ἐλάμβανε παρὰ γυναικῶν καὶ παιδαρίων γυμνῶν. εἶθ’ οἱ μὲν ἀπῄεσαν προσαιτή‐
10σοντες, ὁ δὲ τὸ πορισθὲν οὕτως ἔχων ἀπηλλάττετο χαίρων εὐδαίμονα καλῶν αὑτὸν ἐπὶ κέρδεσι πάσης δει‐ νοτέροις πτωχείας.
Or
.

62

.

65

ὑπὲρ τοιούτων τόκων τὴν ἀρχὴν ἀφεὶς ἣν δεηθεὶς ἔλαβε πέντε μῆνας προσή‐ δρευεν ὑπάρχῳ καὶ οὐ πρότερον ᾤχετο πρὶν ἐπόρθησεν οἰκίας ὑπὲρ τὰς τριάκοντα λῃστὴς ὢν ἀντὶ δανειστοῦ
5μετρίου. τούτου μὲν γάρ ἐστι μηδενὸς φείδεσθαι, τοῦ δὲ εἰδέναι τι καὶ χαρίσασθαι. ὁ δὲ γελῶν πρὸς τοὺς δανειζομένους καὶ προδεικνὺς ἥμερον πρόσωπον ἐν ταῖς εἰσπράξεσιν ἀγριώτερός ἐστι τοῦ Κύκλωπος μο‐ νονοὺ τὰς σάρκας τῶν πενομένων ἀποσπῶν.
Or
.

62

.

66

τοι‐
οῦτος ἡμῖν ὁ Κροῖσος ἀντὶ τοῦ Πακτωλοῦ τὴν ἀπαν‐ θρωπίαν αὐτὸς τὴν αὑτοῦ καρπούμενος, ὕπαρ ὄναρ λογιζόμενος τόκους, ὑπὸ πάντων μισούμενος, ἐν μὲν
5τοῖς τῶν ἄλλων κακοῖς φαιδρός, ἐν δὲ τοῖς καλοῖς περίλυπος, εὖ μὲν πάσχειν ἀξιῶν, τοῖς δ’ εὖ ποιοῦσι πολεμῶν ὡς ἂν ἠδικημένος, δεδιὼς μὴ χάριν ὁμο‐ λογήσας εἰς ἀμοιβῆς ἀνάγκην κατακλεισθῇ. πῶς δ’ οὐκ ἔμελλες πλουτεῖν τὰ τῶν φίλων ἀφαιρούμενος καὶ
10τὰς ἀκαιρίας ἐκείνων καιρὸν σαυτῷ τῶν κλοπῶν ποιούμενος;
Or
.

62

.

67

Ἀλλ, νὴ Δία, λόγους εἶπε. πάνυ γε, τοὺς ἀλλοτρίους. οὕτως ἔγημεν ἐξαπατήσας ἄνδρα λόγων ἐραστήν, τὸν πατέρα τῆς κόρης. οἶδα καὶ τῶν ἑπτὰ λόγων οὓς περιφέρεις τὸν πατέρα καὶ ὡς ὁ μὲν
5συνετίθει, σὺ δ’ ἐωνοῦ καὶ βιάζῃ ποιητὴς εἶναι δοκεῖν ὑποκριτὴς γεγονὼς οὐδὲν ἔχων εἰς ταῦτα πλὴν εὐφω‐ νίας.
Or
.

62

.

68

καὶ τὸ μὲν δὴ νέον ὄντα λόγους ὥσπερ ἄλλο
τι τῶν ὠνίων ἀγοράζειν αἰσχρὸν μέν, ὦ λόγιοι θεοί, πῶς γὰρ οὔ; τἄλλα δ’ ἂν καὶ συγγνώμης τύχοι, τὸ δ’ ἐν βασιλείοις στρεφόμενον καὶ παρέχοντα βασιλεῖ τὴν
5αὑτοῦ γλῶτταν εἰς ἐπιστολὰς πάλαι ὠνεῖσθαι λόγους πῶς οὐκ ἐσχάτης ἀτιμίας ἄξιον;
Or
.

62

.

69

ἢ οἴει σύ γε λεληθέναι, τίς ποτ’ ἦν ὁ περὶ τῆς σκευῆς γεγραφώς, ἣ ποιεῖ τὸν ἱππέα τὸν ὑπ’ αὐτῇ μαχόμενον ἄτρωτον; οὐχ οὕτως ἐκεῖνος ᾔδει τὰ τοιαῦτα σιγᾶν, ἀλλ’ ἔχων
5τοῦ λόγου τὴν τιμὴν προσεκτήσατο τὴν φιλοτιμίαν λέγων οἷς ἐπίστευεν. οἱ δὲ ἐκεῖνον μιμούμενοι πρὸς ἄλλους ἐξελάλουν, καὶ σὺ πολλάκις πρὸς τοὺς τὸ πᾶν εἰδότας ὡς οὐδὲν ἐγνωκότας διεξῄεις ἃ λεγόντων ἐκεί‐ νων, εἴπερ ἐτόλμων, ἤκουσας ἄν.
Or
.

62

.

70

ὢ τῆς ἐμῆς ἀκαίρου φιλανθρωπίας. ἔναγχός τις τῶν ὑπὸ τῆς τοῦδε περὶ τοὺς τόκους ἀπληστίας ἀπολωλότων δεό‐
μενος ἐπιεικείας τινὸς τυχεῖν, εἶτα οὐ δυνηθεὶς ἐγνώκει
5πλείστους ὅσους τῶν 〈τε〉 πολιτῶν καὶ τῶν ξένων ἀγείρας ἐν μεγάλῳ θεάτρῳ κηρύξαι τὸ ἀπόρρητον, ἐγὼ δὲ ἐκώλυσα.
Or
.

62

.

71

καὶ νῦν δι’ ἐμὲ τὴν παρρησίαν ἔχων, εἰ γὰρ ἐγὼ τότε μὴ τὸν ἄνθρωπον ἐπέσχον, ἐγκεκα‐ λυμμένος ἂν οὗτος ἔζη τὸν λοιπὸν ἅπαντα βίον τοῖς οἰκέταις ὑποπεπτωκώς, ἐμοῦ δὴ σεσωκότος αὐτῷ
5τὴν παρρησίαν ὁ νεανίας οὑτοσὶ κατ’ ἐμοῦ καὶ τῶν ἐμῶν ταύτῃ κέχρηται καί φησιν οὐδένας παρ’ ἐμοῦ γεγονέναι ῥήτορας, αὐτὸς δὲ εἶναι σοφώτατος. ὃς εἰς τοσοῦτον ἥκει σκαιότητος, μᾶλλον δὲ μανίας ἄκρας, ὡς οὐδέν φησι χείρων εἶναι τοῦ Διὸς καὶ προσήκειν
10αὑτῷ τὸν θεὸν ἀποστῆναι τῆς ἀρχῆς τῶν ὅλων.
Or
.

62

.

72

καὶ ταῦτα τολμῶν καὶ καταγελώμενος οὐδὲν μᾶλλον ὁ πε‐ παιδευμένος παύεται, ἀλλ’ ἀεί τι τῶν πρότερον ζητῶν ἀτοπώτερον αὐτὸς αὑτὸν οὐκ αἰσθάνεται κωμῳδῶν.
5ᾧ μέγα γεγένηται κέρδος τὸ μὴ γενέσθαι τέκνα, διε‐ δείχθη γὰρ ἂν καὶ τέκνα μισῶν. νῦν δὲ οὐκ ὀλίγον λανθάνει κακὸν διὰ τὴν Τύχην, ἣ κηδομένη τῶν ἀν‐ θρώπων ἄπαιδα τὸν ἀλιτήριον ποιεῖ ῥυομένη τὰς
πόλεις πονηροῦ τινος σπέρματος.
Or
.

62

.

73

Ὁρᾷς ὡς οὐ καλὸν ἐπιλαμβάνεσθαι ῥᾳδίως; σὺ γοῦν ἐξόν σοι βελτίω τῆς προσηκούσης δόξαν ἔχειν ἐπὶ σαυτὸν ἄνδρα κινήσας τὴν προσήκουσαν μετ‐
είληφας.
Or
.

63

t

ΥΠΕΡ ΟΛΥΜΠΙΟΥ.
Or
.

63

.

1

Οὐκ ἂν ἔτι δυναίμην ἐνεγκεῖν τοὺς οὐ δυ‐ ναμένους τουτουσὶ παύσασθαι τῶν κατ’ Ὀλυμπίου βλασφημιῶν, ἃς κατὰ τοῦ τεθνεῶτος, ἐπειδήπερ οὐ ζῇ, καταφρονοῦντες πεποίηνται. δεῖ γὰρ αὐτοὺς μα‐
5θεῖν, ὡς οὐ παντάπασι τέθνηκε ζώντων αὐτοῦ τῶν φίλων.
Or
.

63

.

2

ὧν ἐμὲ πρῶτον ἔδει φανῆναι χαλεπῶς ἐνη‐ νοχότα τὸν μᾶλλον ἑτέρων ἀπολελαυκότα τῆς ἀνδρίας ἐκείνου. δεινὸν γάρ, εἰ ὁ μὲν οὐδένα πόνον μέλλοντα βελτίω τἀμὰ ποιήσειν ἔφυγεν, ἐγὼ δὲ μὴ λόγῳ τὴν
5χάριν ἀποδοίην. ὃν εἰ μὲν οἱ λοιδοροῦντες οὐκ ᾤοντο ἔσεσθαι, γνώτωσαν οὐκ ὀρθῶς ὑπειληφότες· εἰ δὲ τὰ δίκαιά με ποιοῦντα γράψειν αἰσχρόν, χείρω με τῆς τῶν ἐχθρῶν ἐλπίδος ἐπιδειχθῆναι.
Or
.

63

.

3

Πόλεμον μὲν οὖν οἶδα κινήσων ἐπ’ ἐμαυτόν, οἱ γὰρ ἔλεγχον τῆς αὑτῶν ἀδικίας ἕξοντες οὐκ ἔσθ’ ὅ τι καθ’ ἡμῶν οὐ βουλεύσουσι, κἂν δύνωνται καὶ
ποιήσουσιν· ἐμοὶ δὲ οὐ καλὸν μᾶλλον δεῖσαι τὰς τού‐
5των ἐπιβουλὰς ἢ τὸ προδοῦναι τὰ πρὸς τὸν ἑταῖρον δίκαια. καὶ γὰρ εἰ μὲν ζῶν ταῦτ’ ἔπασχεν ἔχων αὑτῷ βοηθεῖν, οὐδ’ οὕτω μὲν ἂν ἐπῃνούμην σιωπῶν, ἐλάττων δ’ ἂν ἦν ἡ μέμψις· κειμένου δὲ εἰ φαινοίμην ἀμελῶν ὃ μόνον τοῖς οἰχομένοις ἐστὶν ἡ παρὰ τῶν
10ζώντων πρὸς τοὺς κατηγοροῦντας 〈βοήθεια〉, οὐδεμιᾶς ἂν προφάσεως ἐπιεικοῦς εὐπορήσαιμι σχεδὸν ἐν ἴσῳ τοῖς κακῶς λέγουσι καθιστάμενος τῷ σιγῇ τὰ παρ’ ἐκείνων φέρειν.
Or
.

63

.

4

Ἤλπιζον μὲν οὖν πολλά τε καὶ καλὰ περὶ ἐκεί‐ νου τοὺς τὴν πόλιν οἰκοῦντας ἅπαντας ἐρεῖν τά τε πρὸ τῆς νόσου ταύτης ἐκλογιζόμενος καὶ ὡς ἐν αὐτῇ πολλάκις καθ’ ἑκάστην ἡμέραν ᾔεσαν ἐπισκεψόμενοι
5νικᾶν ἀλλήλους τούτῳ πειρώμενοι, καὶ ἴσως ἄξιον προσθεῖναι τὰς νύκτας ταῖς ἡμέραις. καὶ γὰρ ἐν νυκτὶ παρεῖχον τῇ κλίμακι πράγματα, ἀνέβησαν, κατέ‐ βησαν, πάλιν τοῦτο, πάλιν ἐκεῖνο, καὶ τῶν ἰατρῶν οὐκ ἐώντων οὗ κατέκειτο εἰσιέναι πρός γε ταῖς θύραις
10ἐκάθηντο καὶ ταῖς θεραπαίναις συνῆσαν.
Or
.

63

.

5

ᾤμην μὲν
οὖν συμβάσης τῆς τελευτῆς αὑτοῖς τοὺς ἀνθρώπους τούτους ὁμολογήσειν καὶ συμβαινούσας οἷς ἔπραξαν φωνὰς ἀφήσειν· οἱ δέ, πῶς ἄρ’ ἂν ἀξίως εἴποιμι περὶ
5τῆς ἀνωμαλίας; εἰ πάντα τὸν χρόνον ἦσαν ἐν τοῖς πρὸς αὐτὸν ἐγκλήμασι διαγαγόντες καὶ 〈ταῦτα〉 τὰ μὲν ἠδικημένοι, τὰ δὲ ἠδικηκότες, οὐκ ἂν αὐτοῦ τοσούτους κατέχεαν λόγους διὰ πάσης ἰόντες τῆς πόλεως.
Or
.

63

.

6

Τί δὴ τὸ τούτων τῶν λόγων αἴτιον; Οἱ μὲν οὐδαμοῦ τῶν διαθηκῶν εἶναί φασι καὶ τοῦτο αἰτιῶνται. φέρε δὴ πρὸς τούτους πρῶτον δια‐ λεχθῶμεν. πῶς ἂν οὖν, ὦ βέλτιστοι, διὰ πάντων
5μὲν στρατιωτῶν, ἁπάντων δὲ συνδίκων τῶν τ’ εἰς τὴν βουλὴν τελούντων ἁπάντων ἤρχετο τῶν αὑτοῦ δι‐ δούς; οὐδὲ γὰρ εἰ Μίδαν ὁμοῦ καὶ Κροῖσον καὶ Κι‐ νύραν πλούτῳ παρῄει καὶ χρήμασιν, οὐκ ἂν οἷός τ’ ἦν τοσούτων ἀνθρώπων τὴν δεινὴν ταύτην ἐπιθυμίαν
10ἐμπλῆσαι.
Or
.

63

.

7

τί δ’ ἦν καὶ τὸ δίκαιον αὐτοῖς πρὸς Ὀλύμπιον; οὔτε γὰρ ὁδὸν μακρὰν ἐπορεύθησαν ἐκείνου κελεύοντος οὔτε πλοῦν πολύν τε καὶ χαλεπὸν ὑπὲρ τῶν ἐκείνῳ συμφερόντων ἤνεγκαν οὔτε ναῦς δυναμένας
5βλάβην ἐνεγκεῖν ἀφειλκύσαντο. ἀλλ’ οὐδὲ τῶν ἑαυτῶν ἀμελήσαντες εἰς τὸ τέρπειν ἐκεῖνον ταῖς παρ’ ἡμέραν συνουσίαις πολὺν ἀνηλώκασι χρόνον. ἀλλ’ οὐδὲ κοινωνίαν εἴποιεν ἂν τραπέζης ἢ λουτρῶν ἢ παιδιᾶς ἢ ὡς πληγὰς ἔδοσάν τε καὶ ἔλαβον συμπλακέντες τοῖς τὸν
10ἄνθρωπον πεποιηκόσι κακῶς ἢ μέλλουσιν. ἀλλ’ ἐὰν λα‐
βόμενός 〈τινοσ〉 αὐτῶν ἔρῃ· σὺ δὲ τοῦ χάριν ἀξιοῖς τῶν Ὀλυμπίου λαβεῖν; ἕξει μὲν οὐδὲν εἰπεῖν ἕτερον, τοῦτο δὲ μόνον, ὅτι ἄνθρωπος ἐξ ἀνθρώπου γένοιτο καὶ εἷς εἴη τούτων οἳ ἀρούρης καρπὸν
15ἔδουσι. θαυμάζω δὲ ὅπως οὐ καὶ τοὺς ὀνηλάτας κακῶς λέγοντας ἔσχε καὶ τοὺς ὀρεωκόμους καὶ τοὺς ταῖς καμήλοις τἀκ τῶν ἀγρῶν ἡμῖν ἄγοντας.
Or
.

63

.

8

οὕτως ἐχθές ποθεν ἥκων 〈τισ〉 ἠδικῆσθαι ταῖς διαθήκαις λέγει. τῶν γὰρ ἐν τῇ βουλ, φησίν, οὐδεὶς οὐ‐ δενὸς οὐδὲ τοῦ μικροτάτου τετύχηκε καὶ ταῦτα
5χάριτας αὐτῷ δεδωκότες. ἀντὶ γὰρ ὧν εὖ πεποιήκει καὶ κοινῇ τὴν βουλὴν καὶ καθ’ ἕκαστον ἰδίᾳ πειθο‐ μένους ἔν τισιν ἔσχε καὶ οὐκ ἀντιτείνοντας.
Or
.

63

.

9

ἐκεῖ‐ νος γὰρ ἦν ὁ δεθῆναι κωλύσας τὴν βουλήν, ἡνίκα ἡ πόλις τῇ προσδοκίᾳ τῆς τοῦ κρατοῦντος ὀργῆς ἐσείετο, μόνος ἐγγυητὴν καταστήσας αὑτὸν τῶν ἄλλων τὸ
5αὑτῶν θεραπευόντων, ἐκεῖνος ὁ τοὺς εἰς λειτουργίαν ἐμβαίνοντας ἐπὶ τὰ αὑτοῦ χρήματα καλῶν πάντα φόβον ἀνελών, ἐκεῖνος ὁ παύων ἄρχοντας θυμου‐ μένους, ἐκεῖνος ὁ ποιῶν ἡμέρους, ὁ διδάσκων μὴ τῶν ὀφειλομένων τιμῶν τοὺς βουλεύοντας ἀποστερεῖν. τὰ
10μὲν εἰς τούτους παρ’ ἐκείνου καὶ πολλὰ καὶ μεγάλα, τὰ δὲ ἐν ταῖς παρὰ τούτων ἀμοιβαῖς καὶ μικρὰ καὶ ὀλίγα, ὥστ’ ὀφείλοντας αὐτοὺς αὑτῷ καταλιπὼν ἀπῆλθε.
Or
.

63

.

10

πῶς οὖν ὧν εὐεργετήκει καὶ μισθὸν
προσώφειλεν; ὥσπερ ἂν εἴ τις ἰατρὸν ἀναστήσαντα τὸν ἀσθενοῦντα προσαναγκάζοι τῷ διαπεφευγότι τὴν νόσον χρυσίον προσκαταβαλεῖν ἤ, νὴ Δία γε, κυβερ‐
5νήτην τῷ ναυκλήρῳ τοῦ σεσωκέναι τὴν ναῦν ἢ διδά‐ σκαλον λόγων τῷ μεμαθηκότι λέγειν. ἔπραξεν ἡ βουλὴ τὸ καὶ τὸ βουλομένου γενέσθαι, καὶ γὰρ ἐκεῖνος ἐκείνης τὸ καὶ τὸ βουλομένης γενέσθαι.
Or
.

63

.

11

Περὶ μέν γε τῶν ἐν τοῖς δικαστηρίοις τοῖς δικαζομένοις [καὶ] παρεστώτων καὶ βοηθούντων πρῶτον μὲν ἐκεῖνο λέγω, ὅτι μισθὸν ἔχουσι τῶν βοηθειῶν πλείω τοῦ τεταγμένου διὰ τὴν Ὀλυμπίου φιλοτιμίαν
5καὶ οὐκ ἂν εἶεν δίκαιοι τῶν διαθηκῶν κατηγορεῖν οὐκ ἐν αὐταῖς ὄντες ἔχοντες ὑπὲρ ὧν ἐβοήθουν. οὐδὲ γὰρ τἄλλα πωλοῦντες τὰς τῶν ἐωνημένων διαθήκας ἀπαι‐ τοῦσί τι λῆμμα μετὰ τὰς τιμὰς ἃς ὧν ἀπέδοντο ἔχου‐ σιν. ὁ δὲ καὶ διὰ τούτων τι κερδάνας οὗτος ἄλλην
10ἔχει τοῦ κέρδους πρόφασιν. ἣν οὐχ εὑρίσκω παρ’ ὑμῖν. ἀλλ’ ἔστιν ὃ μὲν ὑμῶν μόνον, τῷ δὲ καὶ ἔργον τι πέπρακται, περὶ οὗ νῦν οὐ καιρὸς λέγειν. ἀλλ’ ὅμως πολλὰ μὲν καὶ βλάσφημα παρ’ ἀμφοῖν τῶν τε ἐν τῷ βουλεύειν καὶ συναγορεύειν, ἕπονται δὲ τούτοις
15καὶ οἷς ἡδὺ τὸ κακῶς λέγειν ἐκ τοῦ μηδὲν πράττειν λαμβάνον τὴν γένεσιν.
Or
.

63

.

12

Καὶ πρὸς μὲν τοὺς ἐκ τοῦ μὴ λαμβάνειν ἐπὶ τὸ κακῶς λέγειν ἥκοντας ἀρκεῖ, τὸ νῦν εἶναι, τοσαῦτα· ἐφ’ ᾧ δ’ ἄν τις δικαιότερον σχετλιάσαι καὶ καλέσαι
γῆν τε καὶ οὐρανὸν καὶ θάλατταν καὶ τοὺς ἐν ἑκάστῳ
5τούτων θεούς τε καὶ δαίμονας, οἱ αὐτοὶ τετί‐ μηνταί τε καὶ λοιδοροῦσι καὶ μετέχουσί τε τῆς δια‐ θήκης καὶ τὰ τῶν οὐ μετεσχηκότων ποιοῦσι, καὶ ὁ μὲν μετ’ ἐπαίνου δίδωσιν, οἱ δὲ μετὰ ψόγου λαμ‐ βάνουσι, καὶ οὗ τὴν δωρεὰν οὐκ ἔφυγον, τοῦτον ὅπου
10ποτ’ ἂν ὦσιν ἐλαύνουσιν ἐάν τε οἴκοι ἐάν τ’ ἐπ’ ἀγορᾶς ἐάν τε παρὰ τοῖς ἄρχουσιν ἐάν τε ἐπ’ ὀχήματος ἐάν τε ἑτέρωθι καθῶνται ἐάν τε περιπατῶσιν. οἶμαι δὲ αὐτοὺς κἀν τοῖς ὀνείρασι ταῦτα ποιεῖν.
Or
.

63

.

13

καὶ εἰ μὲν πονηρὸς καὶ πανοῦργος καὶ θεοῖς ἐχθρός, τί μὴ φεύγεις τὰ παρ’ αὐτοῦ δῶρα; εἰ δὲ βέλτιστον ἡγού‐ μενος λαμβάνεις, τί τὸν τοιοῦτον συκοφαντεῖς; τί δὲ
5λαβὼν ἀπὸ τοῦ μὴ λαβόντος λέγεις κακῶς; τί δ’ ἀφεὶς τὸ δοθὲν σκοπεῖν ἐκ τοῦ μὴ δοθέντος βλασφημεῖς; τῷ δεῖνι, φησί, πλέον, ἐμοὶ δὲ οὐ τοσοῦτον. ἕτερος δέ γε τὸ τῷ δεῖνι τοσοῦτον ὅσον αὑτῷ μέμ‐ φεται. τί οὖν αὐτὸν ἔδει ποιεῖν, εἰ μήτε τοῦτο ἔδει
10μήτε ἐκεῖνο, ἀλλ’ ἐποίει κατηγορίαν καὶ τὸ ἴσον καὶ τὸ οὐκ ἴσον;
Or
.

63

.

14

καίτοι καὶ πατέρας ἴσμεν οὕτω παισὶ προσενηνεγμένους. τῷ μὲν ἔδοσαν πλείω τά‐ λαντα, τῷ δὲ ἐλάττω, τοὺς δ’ ἴσμεν ἴσον ἑκάστῳ νείμαντας. νῦν μὲν γὰρ τοῦτ’ ἐφάνη δίκαιον, νῦν
5δὲ ἐκεῖνο, οἱ δὲ στέργουσι. νῦν δὲ ὕβρις ἄμφω, καὶ τὸ μὴ ὅσον ἄλλος, ἀλλ’ ἧττον, καὶ τὸ ὅσον ἕτερος, ἀλλὰ μὴ πλέον. καὶ οὐκ ἐννοοῦσιν ἀνδρῶν ἀπαίδων
ἐνταυθοῖ γραφείσας διαθήκας οὐδ’ ὡς τὰς μὲν ἂν φαίη τις σωφρονεῖν, ταύτην δὲ μαίνεσθαι οὐδ’ ὡς
10αἱ μὲν ἐν τοῖς προσήκουσιν ἔμενον ὅροις, ἡ δὲ ἐξώ‐ κειλεν οὐδενὶ χαλινῷ χρησαμένη.
Or
.

63

.

15

Καὶ εἰ δὴ δεῖ κατηγορεῖν Ὀλυμπίου, τοῦτ’ ἄν τις ἔχοι κατ’ αὐτοῦ λέγειν τὸ μὴ ταῖς διαθήκαις ἡνίας ἐμβαλεῖν, ἀλλὰ σπεῖραι τὰ χρόνῳ καὶ πόνῳ συλλεγέντα διὰ τοιούτων γραμμάτων. ἆρ’ οὖν τὸ μὲν
5ἀφιᾶσι κατ’ αὐτοῦ ῥῆμα, τὰ δὲ σιγῶσιν ὡς ἄν τινες τὸ μὲν αὑτοῖς χαριζόμενοι, τὸ δὲ τοῖς ἀπὸ τῆς ἀλη‐ θείας; ἔδει μὲν οὖν καὶ τάχα ἄν τις, εἰ καὶ μὴ ῥᾳδίως, ἤνεγκε· νῦν δὲ τίς οὐκ ἂν ἀποπνιγείη πρὸς τὰς ὑπερ‐ βολὰς τῶν κατ’ ἐκείνου ῥημάτων; μικρὸν γὰρ δή φασιν
10εἶναι καὶ τοὺς Κέρκωπας καὶ τὸν Σίσυφον καὶ τὸν Φρυνώνδαν καὶ τὸν Εὐρύβατον πρὸς τὰς μηχανὰς Ὀλυμπίου καὶ τέχνας καὶ παρακρούσεις.
Or
.

63

.

16

οὐκοῦν τοῦτον τὸν Εὐρύβατον καὶ τὸν Φρυνώνδαν πάντα ἐθεραπεύετε τὸν χρόνον τὸν μακρὸν τοῦτον τὸν τοσ‐ ούτων ἐτῶν τοῖς καλλίστοις αὐτὸν κοσμοῦντες ὀνό‐
5μασι τοῖς τῶν ἡμιθέων; ὥσθ’ οἱ μὲν ὄντες αὐτῷ φίλοι παρὰ τῶν οὐκ ὄντων ἐζηλοῦντο, οἱ δὲ οὐκ ὄντες ὅπως ἔσονται πάντα ἐποίουν. ᾔδεσαν γὰρ ὡς ἐντεῦθεν
κακόν τε ἦν τι διαφυγεῖν καὶ τυχεῖν ἀγαθοῦ τινος.
Or
.

63

.

17

καὶ ταῦτα καὶ ἔτι πλείω τούτων τόν τε ἄλλον ἦν χρόνον καὶ τοῦ νοσήματος ἄγχοντος καὶ ἄρτι τὴν ψυχὴν ἀφέντος καὶ μέχρι τῆς ὑπὸ τῷ δεσμῷ διαθήκης, αὑτὸν γὰρ ἕκαστος ἐποίει ταῖς ἐλπίσι κληρονόμον, τῆς
5μαχαίρας δὲ τὰ συνέχοντα τεμούσης καὶ τὰς σφραγῖδας ἀνελούσης καὶ πάντα εἰς φῶς ἀναγούσης καὶ τῶν ἐν τῷ κερδαίνειν ζώντων ἕτερα μὲν προσδοκησάντων, ἕτερα δὲ ὁρώντων, ὀστράκου, φασί, μεταπεσόντος ὁ λυμεών, ὁ ψεύστης, ὁ ἐπίορκος, ὁ καταποντι‐
10στής, ὁ τοιχωρύχος, ὁ τῷ δικαίῳ πολέμιος, ὁ μήτε ἀνθρώπους φοβούμενος μήτε τοὺς θεοὺς αἰδούμενος.
Or
.

63

.

18

ὁ αὐτὸς οὖν ἄνθρωπος καὶ πονηρὸς καὶ χρηστὸς καὶ θεοῖς ἐχθρὸς 〈καὶ φίλοσ〉 καὶ στε‐ φάνων ἄξιος καὶ τιμωρίας τῆς διαθήκης ἑκά‐ τερον ποιούσης, τὸ μὲν πρὶν ἢ φανῆναι, τὸ δὲ φα‐
5νείσης. καὶ βοῶσιν οἱ πρόσθεν ὑπιόντες αὐτόν, ὡς οὐδὲ ταφῆς ἄξιος ἦν τυχεῖν, εἰδότες ὡς πάντων ἀν‐ θρώπῳ ῥᾷστον ζῶντι τὸν οὐ ζῶντα προπηλακίσαι. πάντως δὲ ὁρῶμεν οἷα πάσχουσιν οἱ νεκροὶ παρὰ τῶν ἐκ τάφων ἀξιούντων εὐπορεῖν. εἰ δέ τις αὐτὸν ἐξαί‐
10φνης ἀνέστησε θεῶν ὥσπερ οὓς ἀκούομεν, ἐξέπεσον ἂν αἱ καρδίαι τοῖς ὑβρισταῖς τούτοις καὶ πάντα φθεγ‐
γομένοις καὶ πάλιν ἂν ἥπτοντο τῶν χειρῶν, ἴσως δ’ ἂν καὶ γονάτων. τοσαύτην ἔχουσι πρόνοιαν τοῦ συνά‐ γειν ἑαυτοῖς.
Or
.

63

.

19

Ὑπισχνεῖτο γὰρ ἡμῶν ἑκάστῳ τὸν κλῆρον, φασί. κατὰ ποίαν ἀνάγκην; τίνα μὲν ὑμῖν ἐνορῶν ἰσχύν, τίνα δὲ ἀσθένειαν ἐν ἑαυτῷ; τίνας μέλλων δι’ ὑμῶν δυσμενεῖς καταχώσειν; ποῖον αὑτῷ χρυσίον αὐ‐
5ξήσειν; ποῖον ἀργύριον; ποίαν γῆν; ποίους ἀγρούς; εἰ δὲ μὴ ταῦτα, τίνος κινδύνου λύσιν ὠνούμενος; γραφήν τις ἀπήνεγκε κατ’ αὐτοῦ τὸν βασιλέως οἶκον ἀδικεῖν, καὶ τὰ τῶν ἐλέγχων ἐγγὺς καὶ ἡ τιμὴ θά‐ νατος καὶ ὑμῶν ἦν τὸ σβέσαι μόνων καὶ μισθὸν ἔδει
10τὸν κλῆρον εἶναι μέλλοντα αὐτῷ τὴν σωτηρίαν οἴσειν;
Or
.

63

.

20

οὐχ ὁ μὲν νέος καὶ λαμπρὸς καὶ τῷ δύνασθαι διασύρειν ἑτέρους [καὶ] φοβερὸς καὶ δυσπολέμητος καὶ τρέπεσθαι μᾶλλον εἰωθὼς ἢ τοῦτο πάσχειν, τὰ δ’ ὑμέτερα μεγάλα μὲν καὶ αὐτά, τῶν ἐκείνου δὲ ἥττω;
5πῶς οὖν παρ’ ὑμῶν μὲν ὑποσχέσεις οὔτε μείζους οὔτ’ ἐλάττους ἦσαν ἐκείνῳ, παρ’ ἐκείνου δὲ ὑμῖν τη‐ λικαῦτα; ἀλλ’ οὐ τὸ πᾶν, μέρος δὲ τρίτον ἢ τέταρτον. οὐκοῦν καὶ οὕτω μεγάλα καὶ λόγον οὐκ ἔχοντα.
Or
.

63

.

21

Οὐ τοίνυν οὐδὲ πρὸς τὸν ἄρχοντα νῦν ἡμῶν εἰπεῖν τι φαίνεταί μοι τοιοῦτον δίκαιόν τε εἰδὼς ἐκεῖνον ὄντα καὶ ὡς αὐτὸς μετὰ τῆς τῶν δικαίων ἀγωνιεῖται μοίρας καὶ ὡς οὐδὲν ἂν δέοι πρός γε τοιοῦτον τόπον
5ὑπὲρ χρημάτων βομβεῖν μέλλοντά γε ἀνύσειν οὐδέν. ἦν δὲ δήπου καὶ δέος μὴ αὐτὸς μὲν εἴπῃ, ὁ δὲ ἅμα βοῇ λαβόμενος τοῦ τοιαῦτα εἰπόντος καὶ συγκαλέσας τῶν ἐν τῇ πόλει τοὺς γνωριμωτάτους ὑβρίσθαι τε φῇ καὶ ὕβρεως διώκῃ, μᾶλλον δὲ διορυχῆς τῶν τε νόμων
10καὶ τῶν δικαστηρίων.
Or
.

63

.

22

εἰ δ’ ὄντως ἐφθέγξατο τοιοῦτον, καὶ ὃς ἀκούσας ἠνέσχετο, καὶ νῦν ἐπὶ μικροῖς τοῖς δεδομένοις ἀγανακτεῖ, κηρύττει δὴ πρὸς ἅπαντας, ὅτι τούτων οὐδὲν ἐγὼ διαφέρω τῶν ὑπ’ ἐμοῦ
5κατεψηφισμένων καὶ ἐξεμεσάντων καὶ τιμωρίᾳ τιμωρουμένων, ἀλλ’ εἰκότως ἂν μετ’ αὐτῶν δί‐ κην διδοὺς λαμβάνω γνώμῃ μὲν ἴσος ὤν, τῇ τύχῃ δὲ βελτίων.
Or
.

63

.

23

καὶ περὶ ἑτέρων δὲ ἐν ἀρχαῖς ὄντων ταὐτὰ λέγοντες οἱ φάσκοντες ἐκείνοις εἶναι φίλοι ταὐτά με καὶ περὶ ἐκείνων ἀναγκάζουσι λέγειν, ὡς μετὰ δωροδοκίας διὰ τῶν πολλῶν ἦλθον ἀρχῶν ἐν μὲν τῷ
5δικάζειν ὑπὲρ τοῦ τι δεῖν λαβεῖν 〈ὄντεσ〉, συντιθέμενοι δὲ λαμβάνοντες.
Or
.

63

.

24

ἐγὼ δὲ ἡγοῦμαι οὐδεμίαν γεγε‐ νῆσθαι τοιαύτην ὑπόσχεσιν οὐδὲ ἐψεῦσθαι τὸν ἄνθρω‐ πον. εἰ δ’ οὖν καὶ σφόδρα τοῦθ’ οὕτως ἔχοι, συγγνοίην ἂν τῷ τοὺς κακοὺς ἄρχοντας ἐξηπατηκότι, οὐ γὰρ οὐ‐
5δαμῶς ἄλλως ἦν τῶν δικαίων τυχεῖν ἢ τὰς περιουσίας ἐλπίδας ὑποτείναντι. φενακισμὸν ἀπῄτει τὸ πρᾶγμα καὶ τὸν δελεάσοντα κεναῖς ἐλπίσιν ἢ κακῶς εἶχε
τὰ αὑτοῦ διακεῖσθαι. οὐδὲ γὰρ ἔνι τὰς δίκας διαβαλεῖν οὐδὲ ἔργον εἰπεῖν εἶναι τῶν ὑποσχέσεων ἄλλον ἀδι‐
10κηθῆναι.
Or
.

63

.

25

Ἀλλὰ πρὸς τ, φασί, μὴ φυλάξαι τὰ πρὸς ἐκείνους ἡμάρτανεν ἀναξίοις τισὶν ὡς πλεῖστα διδούς. καὶ λέγουσι δὴ τὸν δεῖνα καὶ τὸν δεῖνα. οἷς εἰ καὶ τρὶς τοσαῦτα ἐδεδώκει, τὰ δίκαια ἂν
5ἐποίει, τὰ γὰρ ὀφειλόμενα ἂν ἐδίδου. τίς γὰρ οὐκ οἶδε τώδε τὼ ἄνδρε λιμένας Ὀλυμπίῳ γεγενημένους, ἀποστροφήν, παραμυθίαν, παραψυχήν, ἀφορμὴν εὐ‐ θυμίας, λύπης φάρμακον;
Or
.

63

.

26

οὕτω δὲ τῶν αὑτῶν ἀμελήσαντες καὶ τὸ τοῖς ἐκείνῳ δοκοῦσιν ὑπηρετεῖν ποιησάμενοι βίον καὶ πάντως εἰς Ὀλύμπιον βλέποντες πάντα μὲν ἀπέκρυψαν τὰ γονέων, πάντα δὲ τὰ παίδων,
5πάντα δὲ τὰ ἀδελφῶν καὶ προσέτι τὰ τῶν οἰκετῶν, ἐκείνων μὲν πλείω κάμνοντες, τῷ δὲ ἑκόντες τὰ τούτων πράττοντες, ἐν ταῖς ἡδοναῖς ταῖς ἐκείνου 〈μᾶλλον〉 ἢ ταῖς ἑαυτῶν ἡδόμενοι, ἐν ταῖς εὐχαῖς τἀκείνου τῶν αὑτῶν προτιθέντες.
Or
.

63

.

27

ταῦτ’ οὖν ὁρῶν καὶ ταῦτ’ ἀριθμῶν καὶ τούτοις εὐφραινόμενος καθ’ ἑκάστην ἡμέραν τί ποιήσειν ἔμελλε; διαθήκαις ἀδικήσειν καὶ τῶν 〈οὐ τὴν〉 αὐτὴν περὶ αὑτὸν ἐσχηκότων γνώμην
5ἀτιμοτέρους καταστήσειν; δικαίως μὲν ἂν ἐν ἀχαρίστοις ἐτάττετο τοῖς μὲν τούτων πόνοις ῥᾳστώνην αὐτὸς ἐσχηκώς, ἐν δὲ τῷ καιρῷ τῶν ἀμοιβῶν ἑκὼν ἀγνοήσας,
τίς τίνος δικαιότερος ἔχειν πλέον. οὐ γὰρ γένος ἐν τοῖς τοιούτοις δεῖ σκοπεῖν, ἀλλὰ φίλτρον καὶ σπουδὰς καὶ
10ἀγρυπνίαν καὶ ταλαιπωρίαν, οὐδ’ εἴ γέ τις λαμπρότης ἀπ’ ἀρχῆς τινος ὑπῆρξεν, ἀλλὰ τίς τίνος εὐνούστερος, τίς τίνος χρησιμώτερος, τίς ἐξητάσθη μᾶλλον ἐν κοινωνίᾳ πραγμάτων δοκιμαζόντων καὶ δεικνύντων.
Or
.

63

.

28

ἐρώτα ὃ τὸν Ἀχιλλέα καὶ κλαίειν ἐποίει καὶ καθ‐ εύδειν οὐκ εἴα. οὐ γὰρ τὸ γένος αὐτὸν εἰσῄει τοῦ τεθνεῶτος, ἀλλὰ πλοῖά τε καὶ πόλεμοι, ἃ μετ’ ἀλλήλων διήνεγκαν πλέοντές τε καὶ πόλεις κενοῦντες. οὗτοι δὲ
5οὐ συνέπλευσαν μὲν οὐδὲ συνεπολέμησαν, οὐ γὰρ ἦν τὸ ἀναγκάζον, ἀλλ’ ὁ μὲν αὐτῷ τὸν οἶκον ἐταμίευε, πρᾶγμα ἐπίπονον, ὁ δ’ οὐ μικρὸν ἀφίστατο ποιῶν τὸ κελευόμενον καὶ τοῖς νεύμασιν ὑπακούων ὀξέως μο‐ νονοὺ συμπεφυκὼς 〈οὐδὲ〉 νυκτὸς ἠνιᾶτο καλούμενός
10τε καὶ τὸ λυποῦν ἐλαύνων καὶ παρακαθήμενος καὶ ἰώμενος, ἀντὶ τοῦ καθεύδειν ἐκτεταμένος.
Or
.

63

.

29

ὥστε εἰ καὶ τοῦ παντὸς ἐπεποιήκει κυρίους, εἰκότως ἂν ἐθαυμάζετο. παντὸς γὰρ αἵματος ὁ τρόπος ἰσχυρότερον πρὸς ἀγάπην. φιλῶν μὲν γὰρ οὐδεὶς τὸν φιλούμενον
5ἂν καταβλάψαι, χεὶρ δὲ πατρὸς ἤδη παῖδα ἀπέκτεινε καὶ ἡ τοῦ παιδὸς τὸν πατέρα. μικρὸν γὰρ λέγειν υἱέων ἀποκηρύξεις καὶ ὅσοι δὴ λιμώττειν γονέας ἠνάγ‐ κασαν. τῷ δὲ προσήκειν ἐν τοῖς τοιούτοις εἰς ἔργα βλέποντας ποιεῖσθαι τὴν κρίσιν νομοθέτης καὶ δούλων
10ἀρετὴν εἰς κλῆρον εἰσάγει. οὕτως οὐ πλέον τοῦ δέοντος τῷ δεῖνι δεδωκὼς διελέγχεται μᾶλλον ἢ τοῦ προσήκοντος ἀφελών.
Or
.

63

.

30

Καὶ μὴν τά γε τῆς μητρὸς οὕτως ἔσχεν. ἐκείνη τειχίζοντα τὴν οἰκίαν εὑροῦσα τὸν Ὀλύμπιον, Μίκκαλον δὲ οὐ τοιοῦτον, ἀρκεῖ γὰρ τοσοῦτον εἰπεῖν, τῷ μὲν ἔδωκε πλείω, τῷ δὲ ἐλάττω οὐ συνθήκας
5τινὰς τῇ δόσει προσθεῖσα οὐδὲ ὑβρίσασα τούτῳ τὸν λαβόντα, ἀλλ’ ὅ τι ἂν ἐθέλῃ χρῆσθαι τοῖς δοθεῖσιν ἀφεῖσα. εὔχετο μέντοι τοιοῦτον εἰς τὸν πρεσβύτερον γενέσθαι τὸν νεώτερον, ὡς ταῖς τιμαῖς αὐτοῦ 〈μείζω〉 ποιῆσαι τἀκείνου.
Or
.

63

.

31

ὁ μὲν οὖν Ὀλύμπιος παῖδα αὑτοῦ νομίζων τὸν ἀδελφὸν νουθεσίαις τε ποιεῖν ἐπειρᾶτο βελ‐ τίω καὶ δυοῖν ἀρχαῖν ἐκόσμει δι’ ἀνδρὸς ὑπάρχου ταῦτα δυνηθείς, ὁ δ’ ἀπαλλαγεὶς τοῦ βουλεύειν καθαρῶς διὰ
5τῶν ἀρχῶν κακὸς εἰς τὸν εὐεργέτην γίνεται καὶ τῆς ψυχῆς ἐκβαλὼν τὰς χάριτας καὶ οὐδαμοῦ πρὸς αὑτὸν εἰπών, τίς ἀντὶ τίνος διὰ τίνα γέγονε, πολέμιός τε ἦν
καὶ ἔβαλλε καὶ ἐτίτρωσκε καὶ οὐδὲν ὅ τι οὐκ ἔπραττε τῶν εἰς λύπην φερόντων γυναῖκάς τε ἀπείρους Ἀφρο‐
10δίτης αἳ ἀντὶ πολλῶν ἦσαν θεραπόντων Ὀλυμπίῳ λέγων κακῶς ὡς εἶέν τε ἐν αἰσχραῖς ἡδοναῖς καὶ φαρ‐ μάκοις τε καὶ ἐπῳδαῖς ἅπαντα δυναμέναις, κόραις τε καταρώμενος ἐν χερσὶ ταῖς Ὀλυμπίου τρεφομέναις παραμυθίᾳ τῆς ἀπαιδίας ἑκατέραις τε ἀπειλῶν δεσμω‐
15τήρια καὶ βασάνους καὶ τὰ δεινότατα καὶ τὴν αὐτὴν ἡμέραν ὄψεσθαι τήν τε ἐκείνου τελευτὴν καὶ ταῦτα.
Or
.

63

.

32

καὶ μείζω γε τὴν ὕβριν ἐποίει τὸ μηδὲ ἐν παρα‐ βύστῳ γίνεσθαι τὰς ἀπειλάς, ἀλλ’ ἐν πολλῷ τῷ φωτὶ καὶ τοῖς ἁπάντων ὠσίν. ὑφ’ ὧν Ὀλύμπιος εἰκότως ἐδάκνετο τὴν ψυχὴν καὶ ἐδεδίει τὸ μέλλον καὶ εἶναι
5πρὸς Μίκκαλον Ὀλύμπιος ἐκωλύετο πολλῶν τῶν μη‐ νυόντων ὄντων ἀπὸ παντὸς χωρίου, ὅτι Μίκκαλος ἐκεῖνος ἓν ἔργον ἔχει, τοὺς κατ’ Ὀλυμπίου λόγους, πολλοὺς δὲ τῶν παρόντων οὐ φέροντας τοὺς μὲν ἀπο‐ πηδᾶν, τοὺς δὲ μένοντας ἀμύνεσθαι.
Or
.

63

.

33

ἆρά γε στεφάνων ἄξια ταῦτ’ εἶναι δοκεῖ; ἐν οἷς Μίκκαλος ἔμενεν οὐδὲν μετριώτερος γιγνόμενος ὄντων τῶν παρ‐ αινούντων λῆξαι τῆς κατηγορίας ὡς οὐκ ἀδίκου
5μᾶλλον ἢ βλαβερᾶς. ὁ δ’ ἦν ἐν τοῖς ἀεὶ δευτέροις σφοδρότερος μίαν ταύτην ἔχων ᾠδὴν ἐξ ἕω πρὸς ἑσπέ‐ ραν. ἔπαυε δὲ αὐτὸν οὐδὲ τὸ λοῦσθαι πολὺ τῆς ἀπὸ τοῦ τοιαῦτα λέγειν ἡδονῆς λειπόμενον.
Or
.

63

.

34

οὐ μᾶλλον
οὖν Ὀλύμπιος ἐποίει κακῶς τὸν Μίκκαλον ἢ Μίκκαλος Μίκκαλον, ὃς εἶναι πρὸς ἑαυτὸν ἥμερον ἐκεῖνον ἐκώλυε παίων καὶ πλήττων καὶ τύπτων τοῖς ῥήμασι καὶ πρὸς
5ὀργὴν ἐξάγων καὶ παροινῶν τιμωρίας ἄξια. καὶ γὰρ τοὺς τοῖς κεραυνοῖς βαλλομένους ὑφ’ ἑαυτῶν χρὴ βε‐ βλῆσθαι δοκεῖν αὐτῶν οἷς ἀδικοῦσι τὸ τοῦ Διὸς πῦρ ἐπισπωμένων, εἰ δὲ ἐποίουν τὰ δίκαια καὶ τοῖς θεοῖς ἤρεσκον, οὐκ ἂν ἐκάοντο. καὶ Μίκκαλος ἐπιθυμήσας
10κακῶν ἦν ἐν οἷς ἐβούλετο.
Or
.

63

.

35

ἀλλ’ οἴεταί τις Ὀλύμ‐ πιον τὸν πολλοῖς εὐδαιμονίας αἴτιον οὐκ οὖσιν ἐν τῷ γένει μισῆσαί ποτ’ ἂν ἑκόντα τὸν ἀδελφόν; οὐκ ἔστιν. ἀλλ’ ὁ μὲν ἐβούλετο κἀνταῦθα εἶναι χρηστός,
5ὁ δὲ αὐτὸν ἀνῆπτε. τετελευτηκότος τοίνυν ἐν τῷ ταῦτα ἁμαρτάνειν Μικκάλου μεταστήσειν μὲν ἅπας ᾤετο τὴν ἔχθραν Ὀλύμπιον ἐπὶ τὸν παῖδα τὸν ἐκείνου, γίνεται δὲ ὁ βέλτιστος κρείττων τῆς προσδοκίας ἀμεί‐ νων αὐτοῦ τοῦ γεγεννηκότος φανείς.
Or
.

63

.

36

Εἰσὶ τοίνυν οἳ προσιόντες ἐμοὶ σχῆμα προσ‐ θέντες αὑτοῖς τῶν ὑπὲρ ἡμῶν ἀχθομένων τοιαῦτα εἰώ‐ θασι λέγειν ὑποκινοῦντες ἅμα τὴν κεφαλήν, ὡς ἄν τινες οὐ φέροντες ὅ τι ἄν τις εἰς ἐμὲ πλημμελῇ. λέγουσι
5τοίνυν· οὐ γὰρ καὶ τὰ πρὸς σὲ συνέχεε δίκαια περιθεὶς μὲν φθόνου καὶ πραγμάτων γέμουσαν προσηγορίαν, δοὺς δὲ ὧν ἄν τις καὶ καταγελά‐ σειε δέον ἑτέρους μὲν ποιῆσαι τὰ χαλεπώτερα,
σοὶ δ’ εἰ καὶ μηδὲν ἄλλο, τήν γε ἀπὸ τῆς δευ‐
10τέρας τάξεως εἰρήνην παρασχεῖν;
Or
.

63

.

37

ἐμοὶ δὲ ἅ τε παρὰ ζῶντος ὑπῆρξεν Ὀλυμπίου μέγιστα κέ‐ κριται πάντων τῶν παρ’ ὧντινων γεγενημένων τά τε ἤδη μεθεστηκότος δεδομένα τὰ μικρὰ δὴ κατὰ τὸν
5ὑμέτερον λόγον μείζω χιλίων ἀγρῶν, καὶ τό γε οὐδὲν οὐκ ἂν ἤνεγκε λύπην ἐν πολλῷ μείζονι τῆς φιλίας αὐ‐ τοῦ τὴν βάσανον λαβούσης, οἷον [δ’] ἂν ἦν, εἰ καὶ μέρος τοῦτ’ ἐπεποιήκει τῶν διαθηκῶν τὴν τοῦ μηδὲν εἰς ἐμὰς πέμψαι χεῖρας αἰτίαν λέγων, ὅτι τῷ φιλτάτῳ
10ἔστι πεπεῖσθαι ἐμὲ μηδὲν αὑτὸν ζητεῖν.
Or
.

63

.

38

Ἀλλ’ ὅμως οὕτως ἔχοντος τοῦ πράγματος ἤλ‐ πισάν τινες ἔχθραν ἐμποιήσειν πρὸς τὸν οἰχόμενον καὶ ἔπειθε ταῦτα αὐτοὺς περὶ ἐκείνου λέγειν. ἀλλ’ ἐμοὶ καὶ πρὸς ἀπελθόντας ἔστι φιλία καὶ τῷ τῆς ὁμι‐
5λίας ἀποστεροῦντι θανάτῳ τὸ καὶ τοῦ φιλεῖν οὐ δί‐ δωμι μείζονι τούτῳ χαριζόμενος τῶν τὰ ἄνθη φερόντων ἐπὶ τοὺς τάφους, ἃ καὶ μισῶν ἄν τις ἐνέγκαι φόβῳ τοῦ νόμου. τἀμὰ δὲ ἴστε καὶ ὡς ἐνοικεῖ μου τῇ ψυχῇ τῶν φίλων ἕκαστος τῶν ὑπὸ γῆς. ἴσασι δὲ
10τοῦτο μᾶλλον αἱ νύκτες. τῆς γὰρ ἡμέρας ἐν τοῖς πρὸς τοὺς ζῶντας λόγοις ἀναλωμένης ἐκεῖναι τὰς πρὸς ἐκεί‐ νους ἔχουσι συνουσίας καὶ ἀκούω μὲν οὐδέν, λέγω δέ.
Or
.

63

.

39

οἱ δὲ οὐ δυνηθέντες ὅστις ἐγὼ τὸν τρόπον μαθεῖν καὶ ταῦτα ἐν τοσούτοις ἔτεσιν ἦλθον ἐκπολεμώσοντες ἄνθρωπον ἐν ἀδαμαντίνῃ φιλίᾳ δεδεμένον πάνυ τὴν
ἐμὴν ψυχὴν νομίζοντες ἐοικέναι ταῖς αὑτῶν ταῖς μικραῖς,
5ταῖς νοσούσαις, ταῖς δούλαις ἀργυρίου. ἐγὼ δὲ εἴ μοί τις ὑπισχνεῖτο θεῶν αὖθις ἐν ζῶσι δείξειν Ὀλύμπιον ἐπὶ μεγάλῳ μισθῷ, χρημάτων μὲν οὐκ ἂν ἐμνήσθην πρὸς αὐτόν, οὐ γὰρ ἔστι μοι, τὸ σῶμα δὲ δείξας, ὅτι τοῦτο βούλοιτο λαμβάνειν εἶπον ἄν, ὡς ἥδιον
10τῷ λοιπῷ μετ’ ἐκείνου βιωσόμενος ἢ τῷ παντὶ τοῦ σὺν ἐκείνῳ στερόμενος.
Or
.

63

.

40

Παύσασθε δὴ μετὰ τοιούτων μοι προσιόντες ῥημάτων καὶ πειρώμενοι κινῆσαι τὰ τούτῳ οὐ πεισό‐ μενα. οὐχ οὕτω τις εὑρεθήσεται ῥήτωρ δεινὸς ἢ γόης. ἐρωτῶ τοίνυν καὶ ὑμᾶς καὶ πάντας ἀνθρώπους, ποῦ
5πονηρὸς Ὀλύμπιος ἢ πότε ἢ περὶ τίνας; οὗ τὴν δικαιο‐ σύνην πολλαὶ μὲν βοῶσι δίκαι, πολλοὶ δὲ δικασταί, μυρία δὲ δικαστήρια, βοᾶτε δὲ καὶ ὑμεῖς οἱ κακῶς λέγοντες διὰ τοῦ τῆς φιλίας χρόνου. τὸν γὰρ αὖ κακὸν ἐφεύγετ’ ἄν, ἀλλ’ οὐκ ἐδιώκετε, νῦν δὲ φαίνεσθε
10διώκοντες, ἀλλ’ οὐ φεύγοντες. οὕτως ἢ χρηστὸς ἐκεῖ‐ νος μεθ’ ὑμῶν ἢ ὑμεῖς μετ’ ἐκείνου κακοί.
Or
.

63

.

41

εἶτ’ οἴεσθε ταῦτα ποιοῦντες ἀσφαλῶς ἀσελγαίνειν ὡς οὔθ’ ὁρώμενοι παρὰ τῶν τεθνεώτων οὔθ’ ὑπάρχον ἐκείνοις ἀκούειν ἃ λέγετε; τοῖς δ’ εἰσὶν ἄγγελοι τῶν τῇδε καὶ
5λεγομένων καὶ πραττομένων οἱ μετ’ ἐκείνους ἀπιόντες. τοὺς δ’ εἰκὸς ἐθέλειν αὑτοῖς βοηθεῖν. δύναμις δὲ αὐτοῖς παρ’ αὐτοῦ τοῦ τεθνάναι μείζων καὶ μηνίσαντες ταχέως ἠμύναντο.
Or
.

63

.

42

πάνυ τοίνυν πιστεύω τοῖς μὲν ἔχουσι παῖδας ἀπολεῖσθαι τοὺς ὄντας, οἷς δὲ οὐκ εἰσίν,
οὐδὲ ἔσεσθαι, γυναῖκας δὲ τὰς τούτων ἑτέροις ἀντὶ τῶν γεγαμηκότων προσέξειν καὶ θυγατέρας πρὸ γάμων
5ὑποθήσειν ἑαυτὰς μαγείροις, υἱεῖς δὲ μηδὲν διοίσειν θυγατέρων, εἰς δὲ τὸ προσαιτεῖν κατενεχθέντας τοῦ δώσοντος ἀπορήσειν, διὰ δὲ νοσημάτων καὶ μακρῶν καὶ πικρῶν καὶ μετ’ ὀδυνῶν γένοιτ’ ἂν ἐκ τῶν τοι‐ ούτων ἀποθανεῖσθαι. ταῦτα ἔσται, ταῦτά τις ὄψεται,
10ταῦτα παιδεύσει τοὺς ἄλλους μὴ καταθεῖν τοὺς τετε‐
λευτηκότας ὡς οὐδὲν ὄντας ἔτι.
Or
.

64

t

ΠΡΟΣ ΑΡΙΣΤΕΙΔΗΝ ΥΠΕΡ ΤΩΝ ΟΡΧΗΣΤΩΝ.
Or
.

64

.

1

Οἶδα μὲν ὅτι καὶ τῶν φίλων τοῖς σεμνο‐ τέροις καὶ πᾶσιν ὅσοι πρὸς ἡμᾶς οὐχ ἡδέως ἔχουσι
τοῖς μὲν εὐθυμεῖσθαι, τοῖς δὲ αἰσχύνεσθαι δώσομεν, εἰ πράγματι χείρω δόξαν οὐκ οἶδ’ ὅπως λαβόντι συν‐
5αγορεύειν ὑποσταίημεν· ἀλλ’ εἰ μὲν μὴ πολλὰ πολλά‐ κις ἐν τῷ βίῳ καὶ τῶν ἀμεινόνων καὶ τῶν οὐ τοι‐ ούτων τῆς οὐ προσηκούσης τυχόντα φήμης τὰ μὲν ἐνομίσθη φαῦλα τῆς κρείττονος ὄντα μερίδος, τὰ δὲ καταφρονούμενα ἂν δικαίως πρὸς τὸ τιμᾶσθαι μετέστη,
10καλῶς ἂν εἶχεν ἐπιτιμᾶν τοῖς ᾑρημένοις ἀμύνειν ὧν κατηγορεῖν ἔδει· ἐπεὶ δὲ οὐ πανταχοῦ τὴν ὀρθὴν κρί‐ σιν ὁρῶμεν νενικηκυῖαν, οὐδὲν δεινὸν λόγῳ βοηθεῖν τοῖς οὐκ ἐν δίκῃ ψεγομένοις.
Or
.

64

.

2

αὐτοῖς μὲν οὖν τούτοις καὶ μάλιστα ἂν προσήκοι βοηθεῖν ὥσπερ τῶν κρινομένων τοῖς συκοφαντουμένοις, ὁ δὲ διότι φαῦλον ἐνομίσθη φεύγων τὸ συνειπεῖν τὴν ἀνάγκην
5τοῦ λέγειν αἴτιον ποιεῖται τῆς σιωπῆς. τὰ μὲν γὰρ θαυμαζόμενα τῶν ἔργων οὐδὲν ἂν δέοιτο συμμάχων εὐτυχοῦντα κατὰ τὴν δόξαν, τοῖς δὲ ἐναντίοις ἐπι‐
κουρεῖν ἀνάγκη καθάπερ τῶν γνωρίμων τοῖς πενεστέ‐ ροις. εἰ δὲ ὧν προσήκει τὴν ἀδοξίαν ἀνελεῖν, τούτοις
10ὀκνήσομεν συνειπεῖν, ἐπειδὴ κατηγόρηται, τὸ συνηγο‐ ρεῖν ἀναιρήσομεν ὅλως τῶν μὲν εὐδοκιμούντων οὐ δε‐ ομένων βοηθείας, τῶν δὲ ἐν χρείᾳ ταύτης ἀποστερου‐ μένων φόβῳ τοῦ δοκεῖν τοῖς οὐ καλοῖς βοηθεῖν.
Or
.

64

.

3

τῶν μὲν οὖν ἐχθρῶς ἡμῖν ἐχόντων οὐ πολὺς λόγος, καὶ γὰρ εἰ μὴ ταύτην εἶχον τὴν πρόφασιν, ἑτέρας ἂν ηὐπόρουν, ὡς οὐδέν γε ῥᾷον τοῦ κακῶς ἀγορεύειν,
5ἐάν τις ὀλιγωρῇ τοῦ δοκεῖν εἶναι κακός· τῶν δ’ ἐπι‐ τηδείων ἡμῖν τοῖς τεταραγμένοις ἐκεῖνο λέγω· μικρὸν χρόνον ἀποστήσαντες ὑμᾶς αὐτοὺς ἧς νῦν ἔχετε δόξης περὶ τῶν ὀρχουμένων καὶ δεξάμενοι μεθ’ ἡσυχίας τὸν λόγον, ἂν μέν τι φαίνωμαι λέγων καὶ περιγένωνται
10τῶν κατηγοριῶν οἱ λογισμοί, παύσασθε πονηρὸν νομί‐ ζοντες ὃ μὴ τοιοῦτόν ἐστιν· ἂν δὲ μηδὲν τῶν νῦν δοκούντων ὁ λόγος μεταστῆσαι δυνηθῇ, μένῃ δὲ ἐν ταῖς ψυχαῖς καὶ μετὰ τὴν ἀκρόασιν ἡ πρὸ τῶν λόγων ψῆφος, τότ’ ἤδη με φάσκειν οὐ καλῶς βεβου‐
15λεῦσθαι δόντα τοῖς αἰσχίστοις ἐμαυτὸν συνήγορον.
Or
.

64

.

4

Τὸν μὲν οὖν ἐμὸν εἰς Ἀριστείδην ἔρωτα καὶ ὡς αἱρέσεώς μοι δοθείσης ἢ νικῆσαι πλούτῳ τὸν Μίδαν ἢ καὶ κατὰ μικρὸν ἐγγὺς ἐλθεῖν τῆς τοῦδε τέχνης εὐθὺς ἂν ἐγενόμην τοῦ δευτέρου, παντί που δῆλον.
5οὐ γὰρ ἐξ ὧν ἀκηκόασί μου φάσκοντος ἐρᾶν, ὃ κἂν ψεῦδος ἦν ἴσως, τοῦτο συνίσασιν, ἀλλ’ ἐκ τοῦ πολλῷ μείζονος εἰς πίστιν, ἐκ τῶν ἔργων αὐτῶν ἐπίστανται, πόσον τι τὸ φίλτρον τοῦ ῥήτορος ἐν ἐμοί· τὸ γάρ, ἡνίκα ἂν ποιῶ λόγους, τῶν ἰχνῶν ἔχεσθαι τῶν Ἀρι‐
10στείδου καὶ πειρᾶσθαι τοὺς ἐμοὺς ἀφομοιοῦν εἰς ὅσον οἷόν τε τοῖς ἐκείνου καὶ κέρδος ποιεῖσθαι τοῦ βίου τό τινα τῶν καθημένων εἰπεῖν ὡς ἐοίκαμεν, σημεῖον, οἶμαι, παμμέγεθες τοῦ τῶν ἄκρων ἡγεῖσθαι τὸν ῥήτορα.
Or
.

64

.

5

ἔστι δὲ καὶ τοῦτ’ αὐτὸ τιμῶντος τὸν Ἀριστείδην τὸ τοῖς ὑπ’ ἐκείνου ῥηθεῖσιν ἀντιλέγειν, εἴπερ τὸ τοῖς ὑπ’ ἐκείνου τεθεῖσι νόμοις ἀκολουθεῖν ἔχει τινὰ τῷ θέντι τιμήν. ὁ γὰρ δὴ μάλιστα τοῖς ὑπὸ τῶν προ‐
5τέρων γεγραμμένοις ἐναντία διεξελθὼν καὶ ταύτῃ πλέον
ἢ τοῖς ἄλλοις εὐδοκιμηκὼς καὶ μὴ τὸν χρόνον ἀξιῶν πλέον φέρεσθαι τῆς ἀληθείας οὗτός ἐστιν. ὥσθ’ ὁ μὲν ἀντιλέγειν τοῖς τοῦδε κατοκνῶν ἐπιλαμβάνεται τῆς γνώμης καθ’ ἣν ἠξίου τοῖς προτέροις ἀντιλέγειν
10ἐκεῖνος, ὁ δὲ τοῦτο πρὸς Ἀριστείδην ποιῶν ὃ παρὰ τοῦδε πρὸς τοὺς ἔμπροσθεν γεγένηται, τῷ τοῖς παρα‐ δείγμασιν ἀκολουθεῖν ἔπαινον τῶν ἔργων τῶν ἐκείνου παρέχεται τὸν ζῆλον.
Or
.

64

.

6

Εἰ μὲν οὖν πείθων Λακεδαιμονίους τοὺς ὀρχη‐ στὰς ἐλαύνειν τούτους δὴ τοὺς νῦν ἐν τῇ τῶν νόμων ἀναγνώσει τὸν λόγον ἵστη λέγων ὡς οὐ δέχεται ταῦτα ὁ Λυκοῦργος οὐδ’ ἔστιν ἐν οἷς ἐκεῖνος ἔγραψεν οὐδὲ
5πάτριον αὐτοῖς οὐδὲ ἔννομον, ἴσως μὲν καὶ τότ’ ἂν εἶχον ἀντιθεῖναι λόγον· τί φής; μεταπεπτωκότων τῶν καιρῶν καὶ τοσαύτης ἐπὶ πάντα καινό‐ τητος ἐλθούσης καὶ τῶν ἐθῶν τῶν μὲν ἐκκε‐ χωρηκότων, τῶν δὲ ἀντεισηγμένων καὶ τῆς
10Σπάρτης ἀντὶ τοῦ κατ’ ἄμφω τῶν Ἑλλήνων ἄρχειν μετὰ τῶν ἄλλων ὑπακουούσης οἷς βέλ‐
τιον τῶν παλαιῶν αὐτός τε μέμνησαι συλλαβῶν καὶ τοὺς ὑποτελεῖς φόρου κελεύεις ἐν οἷς ἡνίκα ἐκράτουν ἔζων, ταῦτα μελετᾶν ἐν ᾧ τὴν
15τοῦ κρατεῖσθαι μετειλήφασι τάξιν;
Or
.

64

.

7

〈καὶ〉 μυρία ἂν ἦν λέγειν πειρωμένῳ δεικνύειν ὡς οὐ καιρὸς ἔχεσθαι τοῦ Λυκούργου. πῶς γὰρ οὐκ ἄτοπον ἀσπίδος μὲν οὐκ οὔσης Λακεδαιμονίοις μήτ’ ἀγανακτεῖν μήτ’ ἐπιτιμᾶν, εἰ
5δέ τι τῶν παρόντων ἀπολαύουσι καιρῶν, ἐπεισάγειν τῇ τέρψει τὸν Λυκοῦργον;
Or
.

64

.

8

οὐ μὴν ἀλλ’ εἰ μέν, ὅπερ ἔφην, τοῖς νόμοις ἐκεῖνος ἰσχυρίζετο μόνοις κατὰ τῶν ὀρχουμένων, ἤνεγκα ἂν οὔπω τοῦτο νομίζων κατη‐ γορίαν τοῦ πράγματος. πολλὰ γὰρ τῶν διαφανῶς
5παρ’ ἄλλοις τιμωμένων ἐκβέβληται τῆς Σπάρτης ὑπὸ τῶν νόμων, οἷον αἱ τῶν ξένων ὑποδοχαὶ
πανταχοῦ καλόν, ἀλλ’ οὐκ ἐκείνοις. τείχει πιστεύειν ἀσφαλές, τοῖς δ’ εἶναι γυμνοῖς ἔννομον. αἱ [δὲ] περι‐ ουσίαι πολλὰς ηὔξησαν πόλεις καὶ πολλὴ σπουδὴ περὶ
10τὸ πλουτεῖν Ἕλλησιν ὁμοῦ καὶ βαρβάροις, Λακεδαι‐ μονίους δὲ ἐπεπείκεσαν οἱ νόμοι τὴν πενίαν ἰσχυροτέραν εἶναι τῶν χρημάτων.
Or
.

64

.

9

μετὰ τούτων ἡγουμένῳ καὶ τοὺς ὀρχηστὰς κωλύεσθαι τῆς Σπάρτης ἐπιβαίνειν οὐκ ἂν εἶχον χαλεπῶς· ἐπεὶ δὲ ὅλως τὸ πρᾶγμα κακίζει καὶ νόσον ὀνομάζει καὶ φθορὰν τῶν
5θεωμένων καὶ προστίθησι τῇ βλασφημίᾳ Σύρους, ἔδοξέ μοι προδοσία τις εἶναι Σύρον ὄντα καὶ αὐτὸν καὶ λέγειν ἴσως δυνάμενον σιγῆσαι καὶ μὴ τοῖς ὑπὲρ τοῦ πράγματος λόγοις ἐξελέσθαι καὶ τὸ πᾶν ἔθνος αἰτίας.
Or
.

64

.

10

Ὅθεν δὲ τὸ πᾶσι παραινεῖν ἀφεὶς Σπαρτιάταις διείλεκται μόνοις, ἴσως οὐ χεῖρον ἐξετάσαι. δοκεῖ τοίνυν μοι τοῖς κατὰ τοῦ πράγματος λόγοις οὐχ ὁρῶν ἐνοῦσαν ἀφθονίαν ἐπὶ τὴν Σπάρτην καταφεύγειν καὶ
5τὰ πάτρια τῆς Λακεδαίμονος, ἵνα τὴν ἐκείνων σπάνιν τοῖς τῶν ἀκουόντων ἐπαίνοις ἀποκρύψῃ καὶ τὸν λόγον
ἀπὸ τῆς ἐκεῖ στενοχωρίας εἰς πεδίον ἐξαγάγῃ Βρασίδας καὶ Λεωνίδας καὶ Λυκούργους καὶ Ἡρακλέας καὶ Διοσ‐ κούρους ἄνω καὶ κάτω στρέφων, ἐπεὶ καὶ τὸ τοὺς
10μίμους συνάψαι τοῖς ὀρχησταῖς οὐ μάλα θαρροῦντός ἐστι τῷ κατὰ τῶν ὀρχηστῶν λόγῳ. τί γὰρ ἔδει τοὺς κεχωρισμένους τοῖς πράγμασιν εἰς μίαν ἄγειν ὑπό‐ θεσιν ἐξὸν χωρὶς ἑκατέρῳ προσελθόντα χρήσασθαι πρὸς ἐπίδειξιν τῇ τομῇ;
Or
.

64

.

11

ἀλλ’, οἶμαι, τὸ τοῦ βελτίονος σχήματος ἤλπισε χεῖρον ἀποφανεῖν ἀπὸ τῶν μετιόντων ὃ χεῖρον εἶναι δοκεῖ καὶ τὴν τῶν μίμων δόξαν ἕλξειν ἐπὶ τὴν ὄρχησιν. ἐγὼ δὲ εἰ μέν τι
5καὶ τὸ τούτων μέρος ἐπανορθοῖ τὸν βίον, ἐν ὑστέρῳ ζητεῖν οἰήσομαι δεῖν· ὅτι δὲ οὐκ ἔλαθέ με τεχνάζων Ἀριστείδης ἐν τῇ μίξει τῶν ἐπιτηδευμάτων, τοῦτ’ ἐβουλήθην ἐνδείξασθαι καὶ ἅμα παραινέσαι τοῖς ἀκού‐ ουσι τῶν ἐκείνου φυλάττεσθαι τὰς ἐπιβουλάς.
Or
.

64

.

12

Καὶ πρῶτόν γε ἐκεῖνο θαυμάζειν ἄξιον, εἰ ταῖς ἄλλαις τέχναις μαρτύριον ἀρετῆς συγχωροῦν‐ τες εἶναι τὸν χρόνον τὴν ὄρχησιν αὐτῷ τούτῳ κο‐
σμουμένην οὐκ ἀνεξόμεθα. ὡς μὲν οὖν συνεισῆλθε
5τῷδε τῷ παντὶ καὶ ὡς ἐξ ὅσουπερ οὐρανός, ἐκ τόσου καὶ τοῦτο καὶ ὡς ἡ τῶν ἀστέρων πορεία φυλάττουσα δρόμον ἁρμονίᾳ τινὶ καὶ νόμῳ θείῳ χωροῦντα πάλαι παρὰ τῶν σοφωτάτων ὄρχησις προσείρηται, ταῦτα μὲν αὐτοῖς ἀφίημι τοῖς τὰ μετέωρα φροντισταῖς· ἀλλ’
10ἐκεῖνό γε τίς οὐκ οἶδε τῶν καὶ ὁπωσοῦν εἰς Ἕλληνας τελούντων, ὅτι φησὶν Ἡσίοδος τὰς Μούσας ἐν Ἑλι‐ κῶνι τὰ ᾄσματα πλαττούσας οὐκ ἀμελεῖν ὀρχήσεως; καί τε περὶ κρήνην ἰοειδέα πόσς’ ἁπαλοῖσιν ὀρχεῦνται τιμῶσαι διὰ τῆς ὀρχήσεως, οἶμαι, τὴν κρή‐
15νην ἣν ἠξίωσαν αὑταῖς εἶναι λουτρόν.
Or
.

64

.

13

ὁ δ’ αὖ
τοῦ Διονύσου χορὸς οὐδ’ ἄλλοθέν μοι δοκεῖ τέρπειν τὸν θεὸν ἢ διὰ τῶν ὀρχημάτων, καὶ τὸ τῶν Σατύρων ἔργον τοῦτο καὶ τὸ τῶν Πανῶν οὐχ ἕτερον ἀλλὰ
5σύριγγι χρήσασθαι καὶ ὀρχήσασθαι. τὰς Βάκχας δὲ κἂν ἐγὼ σιωπήσω, προσθήσετε. τοσαύτη δὲ ἄρα κοι‐ νωνία λόγων τε καὶ ὀρχήσεως, ὥστ’ ἐποίει μὲν ὁ Πίνδαρος, ὠρχεῖτο δὲ ὁ Πὰν τὸ ᾆσμα, καὶ τὸν αὐτὸν εὕροιμεν ἂν λόγων τε προστάτην καὶ τεχνίτην
10ὀρχήσεως.
Or
.

64

.

14

ἆρ’ οὖν ἢ ταῖς Μούσαις ἂν ἐπῆλθεν ὀρχεῖσθαι περὶ τὴν κρήνην, εἰ τῶν αἰσχρῶν ἕν τι τοῦτο ἦν, ἢ τὸν αὑτοῦ θίασον ὁ Διόνυσος κατὰ νοῦν αὑτῷ ζῆν ἡγεῖτο ζῶντα ἐν ὀρχήσει ἢ τὴν ὄρχησιν
5ναυτικὴν κατεδέχετο, εἰ πονηρόν τι ἐνεώρα; τὸν Δία δὲ ἡμῖν μέλλοντα τὰ αὐτὰ πείσεσθαι τοῖς ἀδελφοῖς οὐχ αὕτη τῶν χειρῶν ἐξήρπασε τοῦ πατρός, ὅτε δὴ περὶ
αὐτὸν οἱ Κορύβαντες ὀρχούμενοι τὴν αἴσθησιν ἀφῃ‐ ροῦντο τὸν Κρόνον;
Or
.

64

.

15

ὅμηρος δὲ τήν τε Ἀχιλλέως ἀσπίδα φησὶν ὑπὸ ὀρχουμένων κοσμεῖσθαι καὶ πάλιν καταλέξας ὕπνον καὶ φιλότητα καὶ μολπὴν καὶ ὀρχηθμὸν ἀμύμονα τὸν ὀρχηθμὸν ὠνόμασεν, ὃν σὺ βιάζῃ ποιῆσαι
5τῶν αἰσχρῶν. τοὺς δὲ Φαίακας ὁρῶμεν παρ’ αὐτῷ καὶ ὀρχηστὰς καὶ φιλοξένους. καίτοι εἰ τὸ μὲν φιλαν‐ θρώπως ἔχειν τοῖς ξένοις τοὺς θεούς ἐστιν αἰδου‐ μένων, τὸ δ’ ἀρέσκειν πειρᾶσθαι τοῖς θεοῖς δικαιο‐ σύνην ἠσκηκότων, οὐκ ἔστι δὲ ὁμοῦ καὶ δικαίους
10εἶναι καὶ διεφθάρθαι τοὺς τρόπους, οὐ πάντως οἷς ὀρχήσεως μέλει κακῶς διάκεινται τοὺς τρόπους, ἀλλ’ ἔστιν ὁμοῦ καὶ βελτίστους εἶναι κἀκεῖνο μὴ φεύγειν.
Or
.

64

.

16

Ἀλλ’, εἰ δοκεῖ, τοὺς μύθους ἀφέντες καὶ τοὺς ποιητὰς ἐπὶ τὰς εὐνομεῖσθαι δοξάσας τῶν πόλεων ἔλθωμεν. οὐκοῦν ὁμολογεῖται Κρῆτάς τε νόμοις ὅτι καλλίστοις κεχρῆσθαι καὶ Λακεδαιμονίους εἴτε παρ’
5ἐκείνων λαβόντας εἴτε καὶ ἐκ Δελφῶν παρὰ τοῦ Πυθίου,
καθάπερ Κρῆτες παρὰ τοῦ Διὸς διὰ τοῦ Μίνωος. μᾶλλον δέ, εἴτε ὄντως θεοὶ τοὺς νόμους καὶ τούτοις κἀκείνοις ἔδωκαν εἴθ’ ἡ τῶν νόμων ἀρετὴ τὴν τῶν θεῶν ἐπεσπάσατο φήμην, καθ’ ἑκάτερον δεῖ κεκρίσθαι
10τοὺς νόμους ἀρίστους εἶναι.
Or
.

64

.

17

φαίνεται τοίνυν παρ’ ἀμφοῖν ἐν πολλῇ τῇ σπουδῇ τὸ ὀρχεῖσθαι καὶ οὐχ ὅσον μὴ κεκωλύσθαι δεδομένον τοῖς βουλομένοις, ἀλλὰ καὶ ὑπ’ ἀνάγκης τῆς ἐκ τοῦ νόμου γιγνόμενον, ὥστ’
5ἴσον ἦν τῷ τὴν τάξιν λιπεῖν τὸ τὴν ὄρχησιν ἐκλιπεῖν. τὸ δὲ μέγιστον, ἐν Λακεδαίμονι γὰρ αἱ μὲν ἄλλαι πράξεις ταῖς ἡλικίαις διῄρηντο, τὸ δὲ ὀρχεῖσθαι διὰ πάντων ἤρχετο καὶ τοῦτο περιειλήφει γέροντάς τε ὁμοῦ καὶ παῖδας καὶ τοὺς ἐν μέσῳ.
Or
.

64

.

18

ὁ δὲ δὴ πόλεων ὅλων ἀξιώτερος εἰς μαρτυρίαν Σωκράτης ὁ σοφώτατος ἀνδρῶν ἁπάντων τῇ ψήφῳ τοῦ θεοῦ καὶ οὗτος μέρος ἡγεῖτο τῶν προσηκόντων αὑτῷ τὴν ὄρχησιν καὶ νῦν
5μὲν διελέγετο, νῦν δὲ ἐκεῖνο ποιῶν ἐφαίνετο. [εἶτα]
ἆρ’ οὖν πρᾶγμα ἀρχαῖον καὶ παρὰ τοῖς οὕτω γενναίοις οὕτω γενναῖον καὶ καλὸν εἶναι δοκοῦν εἰκῆ καὶ ῥᾳδίως ἡμεῖς τῶν φαύλων εἶναι πιστεύσομεν;
Or
.

64

.

19

Ἑτέρα γάρ, φησίν, ἥδε παρ’ ἐκείνην ἡ ὄρχησις καὶ οὐκ ἔμεινεν ἐφ’ ὧνπερ πρότερον. τί δέ; τἄλλα, πρὸς θεῶν, ἔμεινεν ἐφ’ ὧνπερ πρό‐ τερον, αἱ οἰκίαι, τὰ ὅπλα, αἱ νῆες, χαλκευτική, ζωγρα‐
5φία, ῥητορική, μουσική, ποίησις ἀγαλμάτων, τὰ περὶ ναυτιλίαν; οὐχ αἱ μὲν πρῶται τῶν οἰκιῶν οὐ διέφερον καλύβης οὐδ’ ὅπερ ἐλέγοντο ἦσαν; τῆς δὲ ἀσπίδος οὐκ ἦν λαβέσθαι τῇ χειρὶ καὶ μετενεγκεῖν πρὸς τὴν χρείαν; θάλαττα δὲ τὰ πρῶτα μὲν οὐκ ἐπλεῖτο, πλεομένη δὲ
10οὐκ εὐθὺς τριήρεις ἐδέξατο, δεξαμένη δὲ μακρῶν ναυ‐ τιλιῶν εἶχεν ἀπείρους τοὺς πλέοντας, ὥσθ’ ὑπερενεχθῆ‐ ναι Δήλου φοβερὸν εἶναι τοῖς Ἕλλησι;
Or
.

64

.

20

τί δὲ ἡ Γλαύκου τοῦ Χίου τέχνη κατ’ ἀρχὰς ἦν; τί δὲ ἡ Ζεύξιδος οὐ χρόνοις ὕστερον; πότε δὲ ἔδεισαν ἄν‐ θρωποι περὶ τῶν ἀγαλμάτων μὴ τοῖν ποδοῖν χρώμενα
5φύγῃ; τῶν Δαιδάλου χειρῶν οὗτος ὁ φόβος ἔργον. ὃν ἐκάλυψεν ἐπιγενόμενος Φειδίας μᾶλλον ἢ Δαίδαλος τοὺς πρὸ τοῦ. καὶ μὴν τήν γε μουσικὴν ἀκούομεν μέχρι μὲν Ἀρχιλόχου καὶ τῶν χρόνων ἐκείνων ἁπλῆν τινα καὶ φαύλην εἶναι, χωροῦντος δὲ τοῦ χρόνου πρὸς
10ἐπίδοσιν ἐλθεῖν.
Or
.

64

.

21

εἶεν. περὶ δὲ τῆς ῥητορικῆς πῶς σε φῶμεν φρονεῖν; ἆρ’ ἴσον εἰς λόγους Ἀντιφῶν καὶ Μενεσθεὺς ἐκεῖνος ὁ τὸν Θησέα διώκων; ἢ πάλιν αὐτὸς οὗτος Ἀντιφῶν καὶ Δημοσθένης; καὶ μὴν εἰ τὸ πρε‐
5σβύτερον ἄμεινον, φαυλότερος μὲν Δημοσθένης Ἀντι‐ φῶντος, φαυλότερος δὲ Μενεσθέως ἐκεῖνος. ἀλλ’ οὐκ ἂν ὁ Ῥαμνούσιος οὔτε μὴ βελτίων ἐκείνου νομίζεσθαι συγχωρήσειε τούτου τε νομίζεσθαι βελτίων οὐκ ἂν
ἀξιώσειεν. οἶδε γὰρ τοῦ μὲν κρατῶν καὶ πολύ,
10τοῦ δὲ ἡττώμενος οὐ μικρῷ.
Or
.

64

.

22

καὶ μὴν αὐτός γέ που λέγεις οὐ μικροῖς τισιν οὐδ’ ὀλίγοις αὐξῆσαι τὴν τῶν λόγων τέχνην καὶ οὐ φθονῶ γε, μὰ τοὺς θεούς, οὐδ’ ἀλαζονείαν τὸ πρᾶγμα καλῶ, ἀλλ’ ἐκεῖνό γε οὐχὶ δί‐
5καιον εἶναί φημι τὰς μὲν παρ’ αὑτοῦ προσθήκας φάσκειν λυσιτελῆσαι τοῖς λόγοις καὶ μὴ τὰ πρότερα θαυμάζειν, εἰ δὲ καὶ τὴν ὄρχησιν τοῦτ’ αὐτὸ βελτίω κατέστησε, προσθήκη, τὸ μὴ τὰ πρότερα τετηρῆσθαι δεῖγμα ποιεῖσθαι φαυλότητος.
Or
.

64

.

23

Ἑτέρως, φής, ὠρχοῦντο οἱ πρότερον. καὶ γὰρ ἐναυμάχουν οὐ παραπλησίως οἱ πρότεροι τοῖς δευτέροις, οἷον Μίνως πρὸς Κᾶρας, Πάρις πρὸς Σιδο‐ νίους, Ἀχιλλεὺς πρὸς Λεσβίους, Κορίνθιοι πρὸς
5Κερκυραίους, εἴτε δὴ τὴν παλαιτάτην βούλει ναυμα‐ χίαν εἴθ’ ἣν ἠγωνίσαντο περὶ τῆς Ἐπιδάμνου. πῶς οὖν εἶχον ἐκεῖναι; τῶν μὲν νεῶν οὐ πολὺ τὸ ἔργον
ἦν, τοῖς δὲ ἐπὶ τοῦ καταστρώματος ὁπλίταις οἱ ἀγῶνες ἐκρίνοντο καὶ θάλαττα μὲν ὑπέκειτο, τὰ δὲ πραττό‐
10μενα τῶν ἐν τῇ γῇ δρωμένων οὐδὲν ἀπεστάτει. πάν‐ τως δὲ ἀκούεις Θουκυδίδου λέγοντος τῷ παλαιῷ τρόπῳ ἀπειρότερον ἔτι παρεσκευασμένοι καὶ ὡς ἡ ναυμαχία καρτερὰ τῇ μὲν τέχνῃ οὐχ ὁμοίως, πεζομαχίᾳ δὲ τὸ πλέον προσφερὴς
15οὖσα.
Or
.

64

.

24

ἀλλ’ οὐχ ἡ Ναύπακτος ὕστερον τοιαύτην ἀπειρίαν ναυμαχιῶν ἐδέξατο, ὅτε Πελοποννησίων κύκλῳ ταξαμένων Ἀθηναῖοι περιέπλεον κατὰ μίαν τεταγμένοι καὶ συνῆγον εἰς βραχὺ ψαύοντες ὀλίγου τῶν πολεμίων,
5ἐμβολῆς δὲ ἐλπίδα μὲν ἀεὶ παρεῖχον, τὸ δὲ ἔργον ἀν‐ εβάλλοντο τὴν τοῦ πνεύματος περιμένοντες συμμαχίαν. τοιγαροῦν τὸ μὲν κατῄει, οἱ δὲ ἐταράττοντο, τοῖς δὲ ὡραῖον ἦν προσπεσεῖν. καὶ οὕτως εἴκοσι νῆες Ἀθη‐ ναίων ἑπτὰ καὶ τετταράκοντα Λακεδαιμονίων ἐνίκων
10τῆς ἐπιστήμης ἐλεγχούσης τὸ πλῆθος.
Or
.

64

.

25

ἐν τοίνυν τῇ δευτέρᾳ ναυμαχίᾳ πολλὰ μὲν τούτων, πολλὰ δὲ ἐκείνων ἔστιν ἐπαινέσαι, μέγιστον δὲ Ἀθηναίων, ὅτι διωκομένη ναῦς Ἀττικὴ Λευκαδίαν διώκουσαν κατέ‐
5δυσε. χρησαμένη γὰρ ἀντὶ νύσσης ὁλκάδι κατὰ τύχην ἐπ’ ἀγκύρας ἡσυχαζούσῃ τὴν μὲν περιέπλευσεν, αὐτὴ δ’ ἔσχεν ἐμπεσεῖν τῷ τοίχῳ τῆς διωκούσης.
Or
.

64

.

26

εἰ δή τις τότε τοῦ Φορμίωνος λαβόμενος τί καινοτομεῖς; ἔφασκε, τί ζητεῖς εὐρυχωρίαν; τί σοι βούλεται ταυτὶ τὰ ὀνόματα, διέκπλοι καὶ ἀναστροφαὶ
5καὶ ἐμβολα; τί τὸ τῶν ἡνιόχων πολύτροπον εἰσάγεις εἰς τὴν θάλατταν; οὐκ ἂν εἰπεῖν σοι δοκεῖ; τοῦτο γάρ ἐστι ναυμαχεῖν, ὅταν αἱ νῆες τὴν νίκην διδῶσιν, ἀλλ’ οὐ τοξόται βάλλοντες ἀπὸ τῶν νεῶν. σὺ δ’ ἀντὶ τοῦ συνάχθεσθαι
10τοῖς ἔμπροσθεν ὅτι μὴ ταύτῃ κατὰ θάλατταν ἐμάχοντο, τοῖς τελείαν παρεχομένοις τὴν ἐπι‐ στήμην ἐγκαλεῖς. ὁ αὐτὸς τοίνυν ἔστι μοι λόγος
καὶ περὶ τοῦ παρόντος. οὐκ ἔστι χείρω τὴν νῦν ὄρχησιν εἶναι τῆς ἔμπροσθεν, εἴ τι παρὰ ταύτην
15πλέον ἐγένετο, ἀλλ’ οὐ ψέγω μὲν ἐκείνην, ὁρῶ δὲ ταύ‐ την ἐπὶ πᾶν τοῦ πράγματος ἥκουσαν.
Or
.

64

.

27

Διέστηκε, φησίν, ἥδε ἐκείνης. καλῶς. πότε‐ ρον τῷ τῶν ὄντων ἀφελεῖν ἢ τῷ τοῖς οὖσιν ἐπιθεῖναι; εἰ μὲν γὰρ περικόψασα κατήγαγεν εἰς φαῦλον, ἀδικεῖ καὶ εἰκότως ἂν ἐξ ἁπάσης ἐκπίπτοι τῆς γῆς, οὐ μόνον
5τῆς Λακεδαίμονος· εἰ δὲ πάσῃ σπουδῇ κατεκόσμησε καὶ προὐβίβασεν, ὥσθ’ ἥδιστον θεαμάτων γενέσθαι, πόθεν ἁλίσκεται;
Or
.

64

.

28

φέρε γάρ, οὐ κίνησιν τῶν μελῶν σύντονον μετά τινων σχημάτων καὶ ῥυθμῶν τὴν ὄρχησιν εἶναι λέγεις; οὐκοῦν τὸν μὲν ἀργότερον ἐν τούτοις φαυλότερον ὀρχηστὴν τίθης, τὸν δὲ ὀξύτερον
5ἀμείνω; πᾶσα ἀνάγκη. πότερον οὖν οἵδε ἐκείνων ἧττον
κινοῦνται; καὶ τίς ἂν εἰπεῖν τοῦτο τολμήσειεν; ἀλλὰ τοσούτῳ πλέον, ὅσῳ ἐκεῖνοι τῶν καθημένων. εἶτα τὴν πλεονεξίαν εἰς ἐλάττωμα αὐτοῖς θήσομεν; καὶ ᾧ κρα‐ τοῦσι, τούτῳ χείρους εἶναι δόξουσι; καὶ τοὺς ἃ τῆς
10ὀρχήσεώς ἐστιν ὅτι μάλιστα ποιοῦντας τῶν ἐν τῷ κινεῖσθαι λειπομένων δευτέρους τάξομεν; οὐκοῦν καὶ τὸν ὀξύτερον δρομέα τοῦ βραδυτέρου δεύτερον καὶ τὸν ἐπιστροφάδην κτείνοντα τοὺς πολεμίους τοῦ πρὸς ἕνα τινὰ τῶν ἐναντίων τετραμμένου;
Or
.

64

.

29

κατηγόρει δὴ καὶ τῶν νῦν ἡνιόχων διὰ τὴν πολυπειρίαν καὶ τόλμαν καὶ μηχανὰς καὶ τὸ μηδὲν ὀκνεῖν, οἳ πρὸς τῷ τὰ αὑτῶν εὐθύνειν ἅρματα καὶ τοῖς ἀλλοτρίοις ἐπιβάλ‐
5λουσι τὰς χεῖρας τῶν πρὸ τούτων τάχει τῶν ἵππων ὡς τὰ πολλὰ θαρρούντων καὶ οὐκ ἀπείρων μὲν ὄντων τῆς τέχνης, οὐ τοσοῦτον δὲ κεκτημένων. κατηγόρει
καὶ Πυρρίχου δείξαντος ὄρχησιν ἔχουσάν τι τῆς πρε‐ σβυτέρας πλέον καὶ μὴ διδοὺς ἐκείνῳ τῆς προσθήκης
10ἄδειαν τοὺς ἐπ’ ἐκείνῳ δυναμένους εὑρεῖν τι κώλυε.
Or
.

64

.

30

ὠρχοῦντο ἑτέρως. πάλαι τοῦτο εὐδοκίμει. νῦν ἐπέδωκεν ἡ κίνησις. τοῦτο κρατείτω. ἢ ταῖς μὲν ἄλλαις τέχναις δώσομεν προβαίνειν κατὰ τὴν εὕρεσιν, ταύτην δέ, εἴ τι σοφώτερον εὗρε, μισήσομεν; καὶ οὐκ
5ἀκουσόμεθα τοῦ λέγοντος ὡς ἐν ταῖς τέχναις τὰ ἐπι‐ γιγνόμενα κρατεῖ;
Or
.

64

.

31

Νὴ Δία, λύμη γὰρ πόλεών εἰσι καὶ οἴκων, καὶ ὅστις εἰς αὐτοὺς βλέπει, διόλωλε καὶ τὸ μὴ τούτων ἀπηλλάχθαι κακῶν ἔσχατον. ἦ μὲν κατα‐ δρομὴ γενναία τοῦ λόγου καὶ τοῖς χειμάρροις ἐοικυῖα
5πάντα τὰ χείριστα ταῖς τούτων ἀνατιθεῖσα κεφαλαῖς, ἀπόδειξις δὲ ἢ μείζων ἢ ἐλάττων οὐδαμοῦ. εἰ μὲν οὖν ἀρκεῖ καλέσαι κάκιστον καὶ τὸ ῥῆμα τὴν πίστιν ἔχει, τῶν ὀρχηστῶν οὐδὲν μιαρώτερον, ὡς οὐκ ἔσθ’ ὅ τι παραλέλοιπεν ὁ ἀνὴρ τῆς εἰς αὐτοὺς βλασφημίας·
10εἰ δὲ χωρὶς ἔλεγχός τε καὶ τὸ κακῶς εἰπεῖν, ἀκη‐ κόασι μὲν οὗτοι κακῶς, ὅθεν δὲ δεῖ πιστεῦσαι τοῖς εἰρημένοις, οὐκ ἔστιν.
Or
.

64

.

32

ἄξιον δὲ καὶ τῶν ῥημάτων αὐτῶν ἀκοῦσαι. οἶμαι γάρ, εἴ τις δύο ποιήσειε μερίδας τῶν ἐν ἀνθρώποις ἁπάντων κακῶν, τὴν μὲν τῶν τούτοις προσόντων, τὴν δὲ τῶν
5τοῖς ἄλλοις, μηδαμοῦ τἄλλα ἂν εἶναι δόξαι πρὸς ταῦτα. ταυτὶ θυμὸν μὲν ἐμφανίζει πολύν, βέβλαπται δὲ [καὶ] ὁ λόγος τῷ θυμῷ. τῆς γὰρ ὑπερβολῆς γενό‐ μενος, τὸ πρᾶγμα δὲ οὐκ ἐξετάσας ἐξώσθη τοῦ πιθα‐ νοῦ. τίς γὰρ ἂν συγχωρήσαι τῶν ἄλλων ἁπάντων
10ὅσα παρ’ ἀνθρώποις τολμᾶται πλείω τὰ τούτων εἶναι καὶ μείζω; τούτους γὰρ μετὰ μὲν τῶν ἀρίστων θεῖναι ὧν οἱ μὲν ἐν λόγοις, οἱ δὲ ἐν ἔργοις τὰς αὑτῶν φύσεις ἐπεδείξαντο, οὔτ’ ἴσως εὐσεβὲς οὔθ’ ὅσιον, πάλιν δὲ τῶν πονηροτάτων κακίους ἄγειν οὐδὲ τοῦτο
15δίκαιον.
Or
.

64

.

33

ἀλλ’ ἔστιν ὅστις Ἀριστείδῃ πείθεται τὸν ὀρχηστὴν τουτονὶ τὸν τὰ τῶν θεῶν ἔθη μιμούμενον δεινότερα ποιεῖν τῶν ἀνασπώντων βωμοὺς καὶ συλών‐ των ἀναθήματα καὶ κατασκαπτόντων ἱερὰ καὶ κατα‐
5καιόντων ἀγάλματα; τί δέ; τῶν τὰς αὑτῶν προδιδόν‐ των πατρίδας ἢ τῶν ἐπὶ φόνοις κατειληφότων τὴν ἐρημίαν ἢ τῶν ἐπὶ τῷ κακουργεῖν πλεόντων τὴν θά‐ λατταν ἢ τῶν διορυττόντων τάφους ἢ τῶν τὰ δηλη‐ τήρια κεραννύντων; ἀλλ’ οἱ πατραλοῖαι μικρὸν πρὸς
10τούτους; ἀλλ’ οἱ τὰ ψευδῆ μαρτυροῦντες; ἀλλ’ οἱ πεπλασμένα γράμματα κατὰ τοῦ δικαίου γράφοντες; ἀλλ’ οἱ μητέρας, ἀλλ’ οἱ παῖδας ἀποκτείναντες; πόθεν ποτὲ ἐπῆλθέ σοι πάντα πονηρὸν μετριώτερον ὀρχηστοῦ νομίσαι;
Or
.

64

.

34

ὁρᾷς ταυτὶ τὰ δεσμωτήρια; ταῦτα [ἐκ] τίνων ἐμπέπλησται; τῶν ἐκεῖνα κακουργούν‐ των ἢ τῶν ὀρχουμένων; καίτοι τίνα ἔχει λόγον τὰς πόλεις παρ’ ὧν μὲν ἀδικοῦνται τὰ μείζω, τούτους μὲν
5ἐᾶν ὀρχεῖσθαι, τοὺς δὲ τὰ μικρὰ λυποῦντας εἰς τὸ δεσμωτήριον ἕλκειν καὶ τοῖς μὲν ἀργύριον συλλέγειν καὶ πορίζειν ἀφορμάς, τοὺς δὲ τὰς ψυχὰς ἀφαιρεῖσθαι
καὶ συνθεῖν, ἡνίκα ἂν ἀποτέμνωνται τὰς κεφαλάς; ἢ πρὸς Διός, ὧν μὲν ὑπ’ ἄλλων ἀδικοῦνται καὶ τὰ
10κοῦφα ἀφόρητα, τὸ δὲ ἀφόρητον τῇ φύσει κοῦφον ἂν εἴη, ὀρχηστὴς πονηρευόμενος; ἢ καὶ παιδὸς μὲν οὐκ ἂν ἀνάσχοιτο πατὴρ ἀδικοῦντος, πάσχοντες δὲ κακῶς ὑπὸ τῶν ὀρχηστῶν προσκυνοῦσιν ὥσπερ οἱ Πέρσαι τὸν δεσπότην;
Or
.

64

.

35

πόθεν οὖν οὐ κρίνονται; πόθεν οὐ κολάζονται πάντας ἀπολιπόντες κακίᾳ; φράσον. ἀλλ’ οὐκ ἂν ἔχοις. εἰ μή, νὴ Δία γε, τὴν Ἄιδος κυνῆν ἢ τὸν Γύγου δακτύλιον ἔχοντες ἀδικοῦσιν, ὑφ’ ὧν
5λανθάνουσι. καὶ μὴν οὐ σέ γε λελήθασιν, ὃς οὕτω λαμπρῶς τἀκείνων τραγῳδεῖς, εἰ δὴ τἀκείνων.
Or
.

64

.

36

οἱ δὲ ἄρχοντες οἱ τῶν πόλεων φύλακες ὅταν τοὺς μὲν λῃστὰς πέμπωσιν ἐπὶ τὸ βάραθρον, τοὺς δὲ ὀρχηστὰς ἐν τῷ θεάτρῳ καθήμενοι δωρῶνται, τί σοι δοκοῦσι
5ποιεῖν; τέρπεσθαι τοῖς οὐδὲν ἀδικοῦσιν ἢ πονηρίαν τιμᾶν; καὶ τὰ αὐτὰ κολάζειν τε καὶ τιμᾶν; μᾶλλον δὲ τὰ μὲν ἐλάττω κολάζειν τῶν κακῶν, τὰ δὲ μείζω τιμᾶν, εἴ γε ὀρχησταὶ τῶν λῃστῶν χαλεπώτεροι;
Or
.

64

.

37

Αὐτοί τε γάρ, φησίν, αἰσχρῶς βεβιώκασι καὶ τοὺς θεωμένους προσαπολλύουσιν ἐφελκόμενοι πρὸς ἃ μὴ βέλτιον. ἐνταῦθα δοκεῖ μέν τι λέγειν ἐνίοις, τὸ δ’ ἀληθὲς ἀντιψηφίζεται τῷ
5λόγῳ. διαλέξομαι δὲ περὶ ἑκατέρου χωρίς, ἂν ὃ τὴν ἀρχὴν ᾐτησάμην παρὰ τῶν ἀκροωμένων ὑπάρχῃ μοι, τοῦτο δέ ἐστι μὴ θορυβεῖν.
Or
.

64

.

38

Ἐκ τίνος γὰρ δὴ τοῦ δικαίου φὴς ἅπαντας ὀρχηστὰς ἡταιρηκέναι; πότερα παρὰ τῶν μάντεων ἀκούσας ἢ ψῆφον ὁρῶν δικαστῶν ἐνηνεγμένην ἢ λαβὼν αὐτοὺς ὁμολογοῦντας; καὶ μὴν εἰ μέλλει τις
5ἀναμφισβητήτως ἐν τοῖς ἠδικηκόσι τετάξεσθαι, ταῦτα ἡγήσασθαι δεῖ, γραφήν, μαρτυρίαν, ἀπολογίαν, ἔλεγχον, γνῶσιν, εἰ δὲ μὴ ταῦτα, ὁμολογίαν. οὕτω τὸν δεῖνα προσερεῖς ἀνδροφόνον, οὕτω μοιχόν, οὕτω προδότην. ἄνευ δὲ τούτων ὁ καλῶν ἐλοιδόρησε. πῶς οὖν οὐ
10δεινὸν ἐπὶ μὲν τῶν ἄλλων τὸν κριθέντα μέν, οὐχ ἁλόντα δὲ καθαρὸν δοκεῖν, οἷς δὲ οὐδὲ ἐπέστη κατή‐ γορος, τούτους ἐν τοῖς τῶν ἐξεληλεγμένων ὀνείδεσιν εἶναι καὶ τοῖς μὲν ἄλλοις μὴ εἶναι τὴν αἰτίαν βλάβην εἰς δόξαν, τοὺς δὲ μηδὲ αἰτίαν ἐν δικαστηρίῳ λαβόν‐
15τας ἃ τῶν ἑαλωκότων ἐστὶν ὑπομένειν;
Or
.

64

.

39

ἄκουε τοί‐ νυν ἕτερον. εἰσί τινες ἐπ’ οἰκήματος καθήμενοι κακῶς τῇ φύσει κεχρημένοι καὶ τὴν ἀπὸ τοῦ τὰ αἴσχιστα πάσχειν προσηγορίαν οὐκ ἀρνούμενοι. τούτοις πλη‐
5γεῖσιν ὑφ’ ὁτουοῦν καί, νὴ Δία γε, συγκοπεῖσιν οὐκ ἔστι δραμεῖν εἰς δικαστήριον οὐδ’ ἀνακραγεῖν οὐδὲ βοῆσαι τοὺς νόμους οὐδὲ δίκην ἀξιῶσαι λαβεῖν. εἰκό‐ τως. ἐν ᾗ γὰρ ἡμέρᾳ τὴν φύσιν ἠδίκουν, τούτων αὑτοὺς ἀπεστέρουν. ἆρ’ οὖν καὶ τὸν ὀρχηστὴν θαρ‐
10ρῶν πατάξεις καὶ τὴν ἐσθῆτα περιρρήξας ἢ τρώσας τὴν κεφαλὴν κελεύσεις σιγᾶν; εἴσῃ μὲν οὖν καλῶς ἃ παρὰ τῶν νόμων ἔχουσιν, ὅταν ἐκεῖνος μὲν τρέχῃ παρὰ τὸν δικαστὴν καὶ λέγειν ἔχῃ, συνοργίζων‐ ται δὲ τόσοι καὶ τόσοι, κολάζῃ δὲ τὸν ὑβριστὴν ὁ τῆς
15ψήφου κύριος. τῷ ποτ’ οὖν ἐπαρθεὶς τὴν πορνείαν περιάπτεις τῷ γένει;
Or
.

64

.

40

Σὺ δ’ ἰσχυρίζ, φησί, πάντας σωφρονεῖν;
〈οὔκ,〉 ἀλλ’ οὐδὲ πάντας γε πορνεύεσθαι φαίην ἄν. εἰ γὰρ δὴ τὴν κρίσιν ἀπὸ τῶν λεγομένων ποιεῖσθαι προσήκει, περὶ μὲν τῶν, ὡς οὐκ ἐφύλαξαν τὴν ὥραν,
5λεγόντων ἔστιν ἀκούειν, εἰσὶ δὲ οἳ καὶ μάλα εἰς σω‐ φροσύνην ἐπαινοῦνται. φασὶ δέ τινα ἐν Παλαιστίνῃ τοσαύτην ἄσκησιν πεποιῆσθαι κοσμιότητος, ὥσθ’ ὑπὸ τῶν ἄκρων ἐν ταῖς πόλεσιν ἐπὶ παῖδας καὶ γυναῖκας εἰσάγεσθαι καὶ μηδαμοῦ δοῦναι χώραν αἰτίᾳ.
Or
.

64

.

41

καὶ μὴν καὶ τὸν παρ’ ἡμῖν ποτε λάμψαντα τὸν ὁμώνυμον τοῦ παλαιοῦ βουκόλου, παρ’ ᾧ περὶ τοῦ κάλλους ἐκρί‐ θησαν αἱ θεαί, σοφιστὴς Τύριος, ὃς τῇ γλώττῃ τὰ τοῦ
5Ποσειδῶνος ἴσχυε σείων τε καὶ τινάσσων ἅπαντα, τοῦτον οὕτως ἐθρήνησε κείμενον καὶ μεγαλοπρεπὲς ἐντάφιον αὐτῷ τὸν λόγον ἔδωκεν, ὥστ’ οὐκ οἶδ’ ὅ τι ἂν ἐζήτησε μεῖζον, εἰ σοφιστὴν οἰχόμενον ἐτίμα. ὅς
γε καὶ τοῦτ’ αὐτὸ προσειπεῖν ἠξίωσε τὸν ὀρχηστήν.
10πάνυ γὰρ αὑτὸν εἵλετο καταρρυπαίνειν ἐν τοῖς ἐγ‐ κωμίοις τοῦ πόρνου.
Or
.

64

.

42

Ὁρῶμεν δήτοι καὶ αὐτοὶ τοὺς πλείονας ἐν τῇ νεότητι φρουρουμένους τοὺς μὲν ὑπὸ μητέρων, τοὺς δὲ ὑπὸ πατέρων, εἰσὶ δὲ οἷς ἀντὶ τούτων ἀδελφοὶ κατέστησαν, καὶ τοὺς περὶ ταῦτα ἐσπουδακότας κατα‐
5ρωμένους τοῖς φύλαξιν. οὐκ ἄρα ταὐτὰ ὁρῶμεν περὶ τοὺς νέους τῶν ὀρχηστῶν; οὓς ἀπαλλάττει τῆς τοι‐ αύτης φυλακῆς ὁ τοὺς κινδύνους παρελθὼν χρόνος. δεδόσθω δὴ τοὺς οὐ φρουρουμένους ὀλισθεῖν. ἀλλ’ οὐχ οἵ γε φροντίδος τετυχηκότες ὠλισθήκασιν. οὐκοῦν
10ἔστιν ἐν ὀρχήσει ζῶντα σωφρονεῖν.
Or
.

64

.

43

πῶς οὖν ἅπαντες ὀρχησταὶ πόρνοι; ἕως γὰρ ἂν εἷς ἐν τῇ τέχνῃ φαίνηται σεσωφρονηκώς, οὐδεμίαν ἀνάγκην ἔχει τὸν ὀρχούμενον πεπρακέναι τὴν ὥραν. εἰ μὲν γὰρ ἕν
5τι καὶ τοῦτο ἦν τῶν συνιστώντων τὴν τέχνην καὶ οὐκ ἦν λαβεῖν ἐκείνην ἄνευ τοῦ τὸ σῶμα καταισχῦναι, κοινὸν ἂν ἦν κατὰ πάντων τῶν ἐν ὀρχήσει τοὔνειδος.
εἰ δ’ ἔστι καὶ σωφρονοῦντα ὀρχηστὴν ἀγαθὸν εἶναι καὶ μᾶλλόν γε ὅσῳπερ ἂν μὴ τὴν γνώμην ἀπὸ τῆς
10σπουδῆς ἐπὶ τὰς ἡδονὰς ἕλκηται, τί τὸ κεχωρισμένον τῆς τέχνης μέρος ἡγούμεθα τῆς τέχνης; οὐ γὰρ ἄξιον τὰς τῶν μετιόντων πονηρίας ἐγκλήματα ποιεῖσθαι τῶν πραγμάτων. οἷον ἤδη τις φιλοσοφῶν ἥττων ἐγένετο χρημάτων. ἆρ’ οὖν ὑπὸ τῆς φιλοσοφίας εἰς τὸ δοῦλος
15εἶναι χρημάτων προήχθη; καὶ μὴν αὕτη γε ἐδίδασκε παντὸς χρυσίου καταφρονεῖν ὁπόσον ἔστι τε καὶ γίγνε‐ ται. εἰ δὲ ἡ τῆς φύσεως κακία κρείττων ἐγέ‐ νετο τῆς νουθεσίας, ὁ μὲν ἄθλιος, ἡ δὲ ἀρίστη.
Or
.

64

.

44

πά‐ λιν τις ἰατρός, ᾧ σώζειν προείρητο παρὰ τῆς τέχνης, ἐξεπίτηδες ἀπήνεγκε τὸν νοσοῦντα. τοῦτ’ οὖν ἰατρικῆς τὸ διαφθείρειν; οὐ μὰ Δία, ἀλλὰ τὸ σώζειν. ὁ δὲ
5ἐγένετο κακὸς ἐν τῇ τέχνῃ. τοῦτο δὲ οὐ κακία τῆς τέχνης. οὐδὲ γάρ, εἴ τις ῥητορικὴν μανθάνων ἑται‐
ρεῖν εἵλετο οὐδ’ εἴ τις ἡνίοχος ὢν μετέδωκε τῆς ὥρας τοῖς ἐρασταῖς, ὁ μὲν τὴν Ποσειδῶνος δωρεάν, ὁ δὲ τὴν Ἑρμοῦ διαβεβλήκασιν. ἀλλ’ οἱ μὲν κακοδαίμονες, αἱ
10δὲ τὰς αὑτῶν ἀρετὰς οὐκ ἀπολωλέκασι. καὶ νῦν εἰ ἔδωκέ τις αὑτὸν ὀρχηστὴς τοῖς ὑβρίζειν ἐθέλουσι, κακὸς κακῶς ἀπόλοιτο μετὰ τῶν ἐραστῶν, αὐτὸς μὲν γὰρ οὐ καλῶς περὶ τῶν αὑτοῦ βεβούλευται, τὴν ὄρχη‐ σιν δὲ κακὸν οὐκ ἔστιν ὅπως ἀπέφηνεν.
Or
.

64

.

45

Ἔχω δὲ κἀκεῖνο λέγειν ἰσχυρόν, ὥς γε ἐμαυτὸν πείθω. εἰ μὲν ἅπαντες οἱ ζῶντες ἐν ἄλλοις ἐπιτηδεύ‐ μασι πάντες ἐφεξῆς ἐγένοντο τοῦ Ναρκίσσου ζηλωταὶ καὶ τοὺς αὑτῶν γονεῖς εὐδαίμονας καὶ τιμίους ἀπέ‐
5δειξαν τῇ σφῶν αὐτῶν σωφροσύνῃ καὶ τὸ τῆς ἀκρα‐ σίας ἐν τοῖς ὀρχουμένοις ὥριστο, πολλῆς ἀνοίας, μᾶλλον δὲ μανίας τοῖς ἃ προσήκει κακῶς λέγουσιν ἐν‐
αντιοῦσθαι· εἰ δὲ οὐ τέχναις τὸ σωφρονεῖν καὶ μὴ διώρισται, τὸ δὲ τῆς φύσεως ὁποτέρως ἂν ἔχῃ κρατεῖ,
10τί τὴν ὄρχησιν ἀντὶ τῶν τρόπων μισοῦμεν;
Or
.

64

.

46

ἐγὼ γὰρ καὶ τῇ Πινδάρου ψήφῳ περὶ τῆς φύσεως ἕπομαι κράτιστον αὐτὴν ὁριζομένῃ πανταχοῦ καὶ τῇ γε Εὐρι‐ πίδου πειθόμενος οὐκ αἰσχύνομαι. τί οὖν Εὐριπίδης
5λέγει τῆς Ἑλένης φειδομένης τῶν τριχῶν ἐν ᾧ δεῖ τιμῆσαι τῆς ἀδελφῆς τὸν τάφον; ὦ φύσις, ἐν ἀνθρώποισιν ὡς μέγ’ εἶ κακὸν σωτήριόν τε τοῖς καλῶς κεκτημένοις. παρ’ ἐκείνης, φησίν, ἀνθρώποις ἀρετὴ καὶ κακία.
Or
.

64

.

47

τὸ δέ γε βέβαιον αὐτῆς ἑτέρωθι δηλοῖ λέγων· ὁ μὲν πονηρὸς οὐδὲν ἄλλο πλὴν κακός, ὁ δ’ ἐσθλὸς ἐσθλός, οὗ βούλεται τῆς φύσεως οὐδὲν εἶναι δυνατώτερον
5οὐδὲ τοσαύτην ἔχειν ἰσχὺν ὥστε τἀκείνης μεθιστάναι, τὴν αὐτὴν τῷ Σοφοκλεῖ φωνὴν ἀφιείς. λέγει γὰρ δή‐ που κἀκεῖνος· ὅ τι γὰρ φύσις ἀνέρι δῷ, τόδ’ οὔποτ’ ἂν ἐξέλοις. μάτην οὖν προσάγεις τὰς μαθήσεις ὡς μετακινήσων
10τὴν φύσιν. ὅ τι γὰρ ἐκείνη δέδωκε, τοῦτο πάγιον ἕστηκε καὶ οὐ τοῖς ἔθεσιν εἴκουσιν αἱ φύσεις, ἀλλ’ ἡ τούτων ἰσχὺς ἀνωτέρα τῶν ἐθῶν. τί οὖν ὁ λόγος σημαίνει; ὁ φύσει σωφροσύνῃ χαίρων οὐκ ἂν ὀρχού‐ μενος γένοιτο πόρνος. ὁ φύσει ῥέπων εἰς ἀκρασίαν
15οὐκ ἂν ἀγόμενος εἰς σωφροσύνην ἐπιδοίη.
Or
.

64

.

48

διὰ τοῦτο ἤδη τινὲς 〈οἵπερ〉 ἔζων ἐν μέσῳ παιδαγωγῶν καὶ πολλοῖς ὀφθαλμοῖς κεκυκλωμένοι πανταχόθεν ἀπειλαῖς, φόβοις, ἐλπίδι πληγῶν, ταῦτα πάντα ὑπερβάντες τὰ
5τειχία διελέχθησαν τοῖς ἐρασταῖς, οὕτω γὰρ εὐπρεπὲς εἰπεῖν, τίνος ἕνεκεν; ὅτι φύσει μάχεσθαι ἔργον. οἶδα
δ’ ἔγωγέ τινας ὡραίους μὲν ὑπὲρ τὸν Ὑάκινθον, γονέων δὲ ἀπηρτημένους, παιδαγωγῶν δὲ ἐλευθέρους, ἀκολούθων δὲ ἐρήμους μυρίων μὲν ἐπισπασαμένους
10ὄμματα τῷ σώματι, βλέψαντας δὲ εἰς οὐδένα πώ‐ ποτε καὶ πολλῶν μὲν θηρατῶν ἐν μέσῳ στάντας, πάντων δὲ ὑπερενεχθέντας καθάπερ πτηνούς. ὀρφανῶν δὲ σωφροσύνην οὐκ ἂν προσθείην, μή μέ τις ἐμαυτὸν ὑπολάβῃ λέγειν.
Or
.

64

.

49

πόθεν δὴ καὶ τοῦτο οὕτως ἔχει; παρ’ Εὐριπίδου δέχου τὴν ἀπόκρισιν λέγοντος ὡς ἡ σώφρων οὐδ’ ἂν ἐν βακχεύμασι διαφθαρείη. παῦ‐ σαι δὴ τὴν ὄρχησιν συκοφαντῶν κἂν ἴδῃς ὀρχηστὴν
5ἀκόλαστον, ἐκεῖνο λέγε πρὸς σαυτόν, ὡς οὗτος μέντοι καὶ σκυτοτόμος ὢν ἢ τέκτων γύννις ἂν ἦν, κἂν ἴδῃς τέκτονα σωφρονοῦντα, πάλιν ἐκεῖνο λέγε πρὸς σαυτόν,
ὡς οὗτος οὐδ’ ἂν ἐν ὀρχήσει τὸ σωφρονεῖν ἀπώλλυ.
Or
.

64

.

50

Τὰς γὰρ κόμας, φησίν, ὑπὲρ τὴν Φαίδραν ἠσκήκασι. τί μᾶλλον ἢ κατὰ Θετταλοὺς τοὺς τῷ Σπερχειῷ τρέφοντας τὰς τρίχας; ἐπεὶ καὶ οὗτοι οὐ κείρονται ἀλλ’ ἢ Διονύσῳ θεάτρων ἐφόρῳ θε, καθά‐
5περ ἐκεῖνοι τῷ ποταμ. εἰ μὲν οὖν αὐτὸ τὸ τῇ κόμῃ συγχωρεῖν προβαίνειν αἰτι, καρηκομόωντας Ἀχαι‐ οὺς ἀκούεις· εἰ δὲ τὸ προσάγειν ἐπιμέλειαν τῇ κόμῃ, Λακεδαιμονίους ὁρᾷς ἐν Θερμοπύλαις κτενιζομένους καὶ μετὰ τὴν φροντίδα τῶν τριχῶν τὸ κάλλιστον ἔργον
10ἐξειργασμένους. καίτοι εἰ τὴν ἀνδρείαν ἐξέτεμνεν ἡ τῆς κόμης πρόνοια, πῶς ἐν ἀκμῇ τῶν ἀγώ‐ νων ἐπεμελοῦντο τῆς κόμης; πῶς δὲ ἐντεῦθεν ἐπὶ τὴν μάχην ἥκοντες ἄνδρες ἦσαν;
Or
.

64

.

51

εἰ δ’ ἀκριβολογεῖταί τις περὶ τὰ μέρη τῆς κεφαλῆς καὶ μέμφεται τὸ κομᾶν ὄπισθεν, οὐκ ἀνέξονται, μὰ τοὺς θεούς, οἱ πλεύσαντες
εἰς Τροίαν ἀπ’ Εὐβοίας οὐδὲ τούτους μᾶλλον ἢ σφᾶς
5ὑβρίσθαι νομιοῦσι μένεα πνείοντες Ἄβαντες. ἐκό‐ μων γὰρ δὴ κατὰ τούτους.
Or
.

64

.

52

Οὐ τοίνυν ἀπὸ τῆς ἐσθῆτος ἔχω καταγνῶναι τοῦ βίου τῶν ὀρχηστῶν. οὔτε γὰρ τὸ χρυσὸν ἐνυφάν‐ θαι τῷ χιτωνίσκῳ βιάσαιτ’ ἂν εἰς αἰσχύνην τὸν τῇ φύσει κρείττονα τούτου, τοὺς γὰρ ἱερεῖς οὕτω γ’ ἂν
5ἑωρῶμεν ἐν τοῖς πόρνοις τεταγμένους, οὓς ἐν ταῖς πανηγύρεσιν ὁ χρυσὸς κοσμεῖ κατὰ τῶν ἐσθημάτων ἐσπαρμένος, οὔτ’ εἴ τις τὸ μέχρι τῶν σφυρῶν καθει‐ μένον καί τινα τοῦ λοιποῦ σχήματος εἰς τὸ γυναικεῖον ἐπικλίνειν φησί, δεῖγμα ἀναμφισβήτητον πορνείας
10ὁ τύπος τοῦ χιτωνίσκου.
Or
.

64

.

53

εἰ γὰρ τοσοῦτον ἴσχυε τὰ τῆς ἀμπεχόνης εἴδη καὶ τὰς μεταβολὰς ὁ τρόπος ἐκεῖθεν ἐλάμβανεν, ἕρμαιον ἂν ἦν τοὺς ἐπ’ οἰκήματος τούτους ἐνσκευάσασθαι κατὰ τὸν Ἡρακλέα καὶ τῇ
5λεοντῇ καὶ τῷ ῥοπάλῳ μεταστῆσαι τὸν βίον. ἀλλ’
οὐκ ἔστιν, ὥσπερ οὐδὲ τὸν οἰκέτην ἀμεῖψαι τὴν τύχην, ἢν τοῦ δεσπότου τὸν χιτωνίσκον ἐνδύηται ἢ διαλαθὼν ἢ καὶ τοῦ δεσπότου γε ἐφέντος παιδιᾶς εἵνεκεν.
Or
.

64

.

54

ἐντεῦθεν ἤδη τις ἀθλητὴς μακρὰ βαίνων καὶ διά‐ βροχος ἐλαίῳ τῆς ἐσχάτης δυσωδίας ἀναβεβλημένος ἱμάτιον ἐν αὐτοῖς τούτοις τοῖς ἀνδρείοις ἐσθή‐ μασι τὰ γυναικῶν ἔδοξε ποιεῖν. καίτοι πρὸς θεῶν τί
5θαυμαστόν, εἰ, ὥσπερ ἐκεῖνον οὐ κατέσχεν ὁ τρίβων ἐν τῷ σωφρονεῖν, οὕτω τοῦτον ὁ τρόπος ἐν τοιούτοις ἐσθήμασιν ἐποίησε σωφρονεῖν; οὐδὲ γὰρ οἱ τοὺς περὶ Μεγάβαζον ἀποκτείναντες ἐν Μακεδονίᾳ μετὰ τὸ δεῖ‐ πνον ἐκφερομένους εἰς Ἀφροδίτην ἄδικον ὑπὸ τῆς
10μέθης οὐδ’ οἱ τὴν ἐν Θήβαις τυραννίδα καταλύσαντες ὕστερον καὶ τὴν Λακεδαιμονίων φρουρὰν ἐκβαλόντες
ἑκάτεροι γυναῖκες εἶναι δόξαντες ἀπὸ τῆς ἐσθῆτος ἤδη καὶ γυναῖκες ἦσαν, ἀλλ’ οἷοίπερ τὸ πρότερον, ἄνδρες. οὔκουν οὐδὲν αὐτοῖς ἐπέπρακτο τοσοῦτον ἔμπροσθεν.
Or
.

64

.

55

δύο τοίνυν ταῦτα πάντες ὁμολογοῦσιν ἄριστόν τε τῶν ἐπὶ Τροίαν ἡκόντων εἶναι τὸν Ἀχιλλέα καὶ τοῦτον αὐτὸν εἰς παρθένου δόξαν αὑτὸν καταστῆσαι τοῖς σχή‐ μασιν ἀφανίσαντα τὴν φύσιν. καίτοι προσῆκεν, εἰ τὰ
5τοιαῦτα βλάπτειν ἴσχυε, φαυλότατον ἐλθεῖν εἰς Τροίαν ἡγεῖσθαι τὸν Ἀχιλλέα. νῦν δὲ εἰς ἐκεῖνον τὸν τὰ παρθένων ἀνασχόμενον τὰ πάντα τοῖς Ἕλλησιν ἀνέ‐ κειτο καὶ οἱ πόρρω τῶν γυναικείων σχημάτων τοῦ ταῦτα ὑποδύντος ἐδέοντο, ὥσπερ τῆς Ὀδυσσέως φρονήσεως
10μετὰ τὴν πεπλασμένην μανίαν. οὐδὲ γὰρ ἐκείνῳ τὴν σύνεσιν ἔβλαψεν ἃ περὶ τὸ ζεῦγος ἐπλάττετο. οὕτως οὔτε βάδισις οὔτε προσωπεῖον οὔτε σχῆμα στολῆς οὔτε κουρᾶς εἶδος οὔτ’ ἄλλο τῶν ἁπάντων οὐδὲν κυριώ‐ τερον ἄν ποτε τῆς προαιρέσεως γένοιτο.
Or
.

64

.

56

οὐκ ἐξίστατο τῆς αὑτοῦ φύσεως ὁ Ζεὺς ἐν ταῖς μεταβολαῖς
ἃς ἀκούομεν, ἀλλὰ θεραπεύων τοὺς καιροὺς πάλιν αὐτὸς ἦν. καὶ περὶ τῆς Ἀθηνᾶς δὲ καὶ τῶν ἄλλων
5θεῶν ὅσοις ἐπῆλθεν ἀλλοιωθῆναι ταὐτὸ λέγοι τις ἄν, ὡς ἐν φαυλοτέροις εἴδεσι φαινόμενοι τὸ σφῶν αὐτῶν ἀγαθὸν διεσώζοντο. καί μοι δοκοῦσι τῆσδε τῆς ὀρχή‐ σεως οὗτοι γενέσθαι πατέρες ἐπὶ τὸ πάντα μιμεῖσθαι τῶν ἀνθρώπων τοὺς εὐτραπέλους ταῖς ἑαυτῶν μετα‐
10στάσεσιν ἐνάγοντες. οὐ γὰρ ἔτι αἰσχρὸν ἐδόκει τὸ πάσας δέχεσθαι μορφὰς μετὰ τοὺς θεούς.
Or
.

64

.

57

Ἀλλ’ ἐπὶ τοὺς θεωμένους ἤδη μέτειμι τούς, ὡς μὲν ἐγὼ φαίην ἄν, οὐ διεφθαρμένους, ὡς δὲ ὁ σὸς λόγος, ἀπολωλότας. οἳ δικαίως ἄν μοι δο‐ κοῦσιν ἀπαντῆσαί σοι πρώτοις ἐκείνοις. ἡμεῖς, Ἀρι‐
5στείδη, γυναῖκας ἔχοντες καὶ παῖδας τρέφοντες καὶ τὰ ἡμέτερα αὐτῶν καὶ τὰ κοινὰ διοικοῦντες ἀναπαύλης εἵνεκα πρὸς τὸ θέατρον ἰόντες καθήμεθα σκοποῦντες, εἴ τι κάλλους ἔπεστι τοῖς δεικνυμένοις, κἄν τις ἀπὸ
τῆς ὀρχήσεως τέρψις εἰς τὴν ψυχὴν εἰσέλθῃ διὰ τῶν
10ὀμμάτων, ἡδίους ἀπερχόμεθα γεγενημένοι καὶ πάλιν τῶν ἐπιπόνων ἁπτόμεθα φροντίδων βουλῆς, προνοίας, λόγων, ἔργων. ἔπειτα τούτοις πιεσθέντες ἐπὶ τὴν αὐ‐ τὴν τέρψιν ἀναβαίνομεν ἐξετάζοντες θέσιν ποδῶν, φορὰν χειρῶν, νευμάτων ἃ διαβάλλεις εὐαρμοστίαν,
15ὅλως τοῦ παντὸς εὐσχημοσύνην.
Or
.

64

.

58

εἰ δ’ ὁ ταῦτα ποιῶν χρηστὸς ἢ πονηρὸς ἢ χαλεπὸς ἢ πρᾷος ἢ κρείτ‐ των ἡδονῶν ἢ μή, τούτων οὐδὲν προσενθυμούμεθα κριταὶ καθήμενοι ψιλῆς ὀρχήσεως, ὥσπερ, ὅταν πύκτας
5θεώμεθα, τῶν τραυμάτων οὐκ ἀνερωτῶντες, εἰ παρ’ οὗ μείζους αἱ πληγαί, περὶ τοὺς γονεῖς οὗτος μέτριος.
Or
.

64

.

59

πῶς οὖν ὑπὸ τῆς ὀρχήσεως διεφθάρμεθα; ὅτι νεῦμα τούτων πλέον εἰς διαφθορὰν ἢ ἑτέρων μηχανήματα εἰς τὸ παραστήσασθαι πόλιν. βαβαὶ τῆς τῶν νευμάτων ἰσχύος. ὑπὲρ τὰς Λακεδαιμονίων
5ταῦτά γε μηχανὰς ἃς ἐπὶ τὸ Πλαταιέων τεῖχος ἀπέ‐ στελλον. ποίαν δὲ καὶ διαφθορὰν λέγεις; πότερ’
ἐφ’ ἑαυτοὺς κινοῦσι τοὺς θεωμένους; ἢ πειρῶσι τοὺς θεωμένους; εἰ γὰρ δὴ ταῦτα ὑφορᾷ, χρῆν δήπου μήτ’ ὀρχεῖσθαι νέους κελεύειν τοῦ μὴ κινεῖσθαι τοὺς θεα‐
10τὰς ὑπὸ τῆς νεότητος μήτ’ ἄγειν ἐπὶ τὴν τῶν ἀνδρῶν ὄρχησιν θεατὰς νέους ὑπὲρ τοῦ διαφεύγειν τὰς τῶν ὀρχηστῶν ἐπιχειρήσεις τοὺς νέους. ἀνδρῶν γὰρ ὄν‐ των ἑκατέρων ὅσοι τε ἴασιν ὀψόμενοι καὶ παρ’ ὧν τὰ θεάματα κίνδυνος οὐδεὶς ἐν ἐξήβοις. νῦν δὲ ἐχθροῦ
15μᾶλλον ἐχρήσω ῥήμασιν ἢ προνοουμένου.
Or
.

64

.

60

ὡς τοίνυν οὐδ’ εἰ πάνυ κλῶνται καὶ κάμπτονται, τοῦτο τῶν θεωμένων διαφθορά, ῥᾷστον ἁπάντων ἰδεῖν. τίς γὰρ οὐκ οἶδεν, ὡς ἡμέρας ὅλας ἀναλίσκομεν ἐν θεά‐
5τροις πλήθει καὶ ποικιλία θεαμάτων, οὗ πύκτας ἔστιν ἰδεῖν, ἑτέρους μονομαχοῦντας ἢ θηρίοις ὁμόσε χω‐ ροῦντας, ἄλλους κυβιστῶντας; ἆρ’ οὖν εὐθὺς ἐκ τῆς θέας εἰς τὸ παραπλήσιοι γενέσθαι τοῖς ὁρωμένοις ἐρ‐ χόμεθα; καὶ διὰ μὲν τοὺς πύκτας θρασυνόμεθα, διὰ
10δὲ τοὺς ἐν ὅπλοις ἐρῶμεν φόνων; οἱ κυνηγέται δὲ ἡμᾶς ἤγειραν λέοντα δέχεσθαι; κουφότεροι δὲ πηδᾶν
ὑπὸ τῶν κυβιστώντων γεγόναμεν; καὶ τίς ἢ τῷ πλησίον ἐνεῖδέ τι τούτων ἢ αὐτὸς αὑτῷ;
Or
.

64

.

61

καὶ μήν, εἰ μὲν οἷς ὁρῶμεν ὁμοιούμεθα, πῶς οὐχὶ καὶ παρ’ ἐκείνων τοῦτο δεδέγμεθα; εἰ δ’ οὐδὲν ἐκεῖθεν εἰς τοὺς θεατὰς ἐρρύηκεν, οὐδὲ παρὰ τῶν ὀρχουμένων εἰκός. ἢ τὰ μὲν
5τούτων κρατεῖ τῶν ψυχῶν, τὰ δὲ ἐκείνων οὐ ταὐτὸν ποιεῖ; πῶς οὖν οὐ διαλέγῃ τοῖς Ἕλλησι μὴ εἶναι πυγμήν, μὴ εἶναι παγκράτιον, καθαρεύειν τοὺς γυμνικοὺς ἀγῶνας ἀθλητῶν, εἰ τοὺς θεωμένους ποι‐ οῦσιν ἀγριωτέρους; ὅτι τὸν ἐντυχόντα παίειν φύσεώς
10ἐστιν ἀγριωτέρας, οὐ λύμη τρόπων ἐκ τῶν ἀγώνων γεγενημένη, ταὐτὸ δὴ καὶ περὶ τῶν ἐκλελυμένων δο‐ κείτω περὶ τὴν φύσιν αὐτοὺς οὐκ εὐτυχεῖν, οὐκ ἐκ τῆς θέας τῶν ὀρχηστῶν εἰς τὴν φύσιν βεβλάφθαι.
Or
.

64

.

62

Βλαβερ, φησί, τὰ νεύματα. δηλαδὴ τὰ τοῖς τῶν γυναικῶν ἐοικότα. δεῖ γὰρ αὐτούς, εἰ μέλ‐ λουσιν εὐδοκιμεῖν, μιμεῖσθαι, τὸ δὲ μιμεῖσθαι κα‐ λῶς τοῦτο ἔστι δήπου τῆς ἀληθείας ὅτι ἐγγυτάτω
5γενέσθαι. οὐκοῦν, ἃ παρὰ τούτοις ἔστιν ἰδεῖν ἐν
ἡμέρας μικρῷ μέρει κατὰ μίμησιν, ταῦθ’ ἡμῖν συν‐ εχῶς ἐπὶ τῆς ἀληθείας διὰ παντὸς ὁρᾶται τοῦ χρό‐ νου. πᾶσα γοῦν οἰκία γυναικῶν πλήρης, εἰ δὲ γυ‐ ναικῶν, καὶ νευμάτων. τοῖς γὰρ ἔργοις, οἶμαι, καὶ τὸ
10νεύειν ἀναμέμικται. καὶ γὰρ προστάττουσα καὶ δεο‐ μένη καὶ ὑπισχνουμένη καὶ φοβουμένη καὶ λοιδοροῦσα καὶ διὰ πάντων ἰοῦσα νῦν μὲν μετὰ νευμάτων φθέγ‐ ξεται, νῦν δὲ καὶ χωρὶς λόγων νεύσει. τοῖς δὲ ἀν‐ δράσιν οὐκ ἔστι μὴ ταῦτα ὁρᾶν οἷς ἀνάγκη συνεῖναι.
15ἀλλ’ ὅσοις ὀφθαλμοί, πάντως καὶ θέα γυναικείων νευ‐ μάτων.
Or
.

64

.

63

ἆρ’ οὖν ἅπαντες διεφθάρμεθα τοῖς τῶν γυναικῶν νεύμασι καὶ κέρδος ἂν ἦν ἀπεζεῦχθαι μη‐ τρός, ἀδελφῆς, θυγατρός, θεραπαινῶν καὶ συγκλείειν τὰς ὄψεις, εἴ που φανεῖεν. εἰ γὰρ ὃ πολλῷ λείπεται
5τῆς ἀληθείας, ἡ μίμησις, ἱκανὸν διαφθεῖραι, πῶς εἰς αὐτήν γε τὴν ἀλήθειαν βλέποντας ἔνι σωθῆναι; ὥσπερ γὰρ εἰς παίδευσιν πολεμικῶν ἰσχυρότερον αὐ‐ τὰς ὁρᾶν τὰς μάχας ἢ ταῖς εἰκόσιν ὁμιλεῖν αἳ τῶν πε‐ πραγμένων ἔχουσιν εἴδωλα, οὕτως εἰ τὸ γυναικεῖον
10νεῦμα βλαβερόν, βλαβερώτερον τὸ παρὰ τῆς χρείας κινούμενον τοῦ πρὸς παιδιὰν πλαττομένου. σὺ δ’ ἐκεῖνα μὲν οὐ φοβῇ, τούτοις δὲ ὡς ζημιοῦσι πολεμεῖς.
Or
.

64

.

64

καὶ μή με οἴου λέγειν, ὡς οὐκ ἤδη τις γυναιξὶ προσέχων τὸν νοῦν ἀνεφάνη γυναικίας, ὃς καὶ παρὰ τῶν ὀρχηστῶν ἴσως ἂν εἰσεδέξατο βλάβην. ἀλλ’ οὔτε γυναῖκας ἐξαλείψομεν, εἴ τις ὢν κακὸς τοῖς ἐκείνων
5προσεχώρησε τρόποις κακίας τε τῶν ὀρχηστῶν οὐ ποιησόμεθα σύμβολον τό τινα τῶν θεατῶν φανῆναι χείρω. ἀλλὰ μὴν ἔν γε τοῖς ἄρτι ῥηθεῖσιν ἐδείκνυτο λογισμοῖς, ὡς ἔστιν ἐν ὀρχησταῖς σωφρονεῖν. εἰ δὲ τοὺς μιμουμένους αὐτοὺς οὐ πάντως διαφθείρει τὸ
10μιμεῖσθαι, πῶς ἀνάγκη πᾶσα τὸν θεατὴν διαφθείρεσθαι;
Or
.

64

.

65

Θαυμάζω δὲ Ἀριστείδου εἰ δι’ ὧν μὲν ᾤετο νευμάτων κακιεῖν τὴν ὄρχησιν ὡς βλαβερὸν ὀξέως εἶδεν, ἃ δὲ τούτοις ἦν ἐναντίως ἔχοντα, ταῦτα ἰδεῖν οὐκ ἐβουλήθη, καὶ ταῦτα ἐπὶ τῆς αὐτῆς ἡμέρας, μᾶλλον δὲ
5ἐν ὥρας ἐλαχίστῳ μέρει καὶ τούτων κἀκείνων γιγνο‐ μένων. τί δέ ἐστιν, ὅ φημι;
Or
.

64

.

66

εἰ μὲν ὅσα γυναι‐ κείου σχήματος, ταῦτα ἡ ὄρχησις ἀπολαβοῦσα καὶ τὰ τοῖς ἀνδράσι προσήκοντα φυγοῦσα καθάπαξ ἐπὶ τού‐ των ἐποιεῖτο τὴν διατριβὴν καὶ τοῦτο ἦν ἡ τέχνη,
5γυναικῶν μίμησις, οὐδ’ οὕτω μὲν ἂν διέφθειρε γεν‐
ναίαν φύσιν, ἴσως δ’ ἂν εἰκότως ἐπετιμᾶτο τὸ μὴ τὴν μίμησιν ἑκατέραν ἐν τῇ τέχνῃ συλλαβεῖν, ἐν ᾧ κἂν τὸ τῆς ψυχαγωγίας πλέον καὶ τὸ μὴ δοκεῖν ἀτιμάζεσθαι τὸ τῶν ἀνδρῶν γένος ἦν· εἰ δὲ δείκνυσι νῦν μὲν
10ταῦτα, νῦν δὲ ἐκεῖνα καὶ πυκνὴ μετάστασις ἐφ’ ἑκά‐ τερον καὶ πρὶν δεῖξαι τὴν γυναῖκα καθαρῶς, ἀπεπήδησεν εἰς ἄνδρα, τί τέμνων δίχα τὴν ὄρχησιν καὶ τὰ μὲν παραλείπων, τὰ δὲ προφέρων διορύττεις τὸ πρᾶγμα;
Or
.

64

.

67

εἶδε Δηιάνειραν τὸ θέατρον, ἀλλὰ καὶ τὸν Οἰνέα καὶ τὸν Ἀχελῷον καὶ τὸν Ἡρακλέα καὶ Νέσσον. εἶδε τὴν Δάφνην φεύγουσαν, ἀλλὰ καὶ τὸν Ἀπόλλω διώκοντα. εἶδε τὴν Ἀταλάντην οὐκ ἄνευ γε
5τοῦ Μελεάγρου. Φαίδραν ὀρχηστὴς ἐποίησεν ἐρῶσαν, ἀλλὰ καὶ τὸν Ἱππόλυτον προσέθηκεν, ἐγκρατῆ νεανίσκον. Βρισηὶς ἀπάγεται τῆς Ἀχιλλέως σκηνῆς, ἀλλ’ ὑπὸ τῶν κηρύκων. εἶδες τὸ γύναιον, εἶδες καὶ τοὺς ἄνδρας. ἅρμα εἶδες ἐπὶ θαλάττης, Ποσειδῶνος δῶρον, νύμφην
10κομίζον ἆθλον ἱππικῆς ἀγωνίας. ἐν τῷ αὐτῷ δίφρῳ καὶ τὸν Πέλοπα κατόψει.
Or
.

64

.

68

πολλάς σοι παρθένους
ἔδειξε τὰς Λυκομήδους καὶ παρθένων ἔργα καὶ ὄργανα, τὴν ἠλακάτην, τὸν ἄτρακτον, τὸ ἔριον, τὸν στήμονα, τὴν κρόκην καὶ δὴ καὶ τὸν Ἀχιλλέα μεμίμηται παρ‐
5θένον ὑποκρινόμενον. μὴ δείσῃς. οὐκ ἐνταῦθα στήσει τὴν ὄρχησιν, ἀλλ’ Ὀδυσσεὺς ἐπὶ θύρας ἔρχεται καὶ Διομήδης μετὰ τῆς σάλπιγγος καὶ τὸν ὄντα ἀντὶ τοῦ δοκοῦντος ὁ Πηλέως ἐκφαίνει. κἂν τὸν ἐν Τροίᾳ δέῃ δεῖξαι, κτείνοντα ὄψει τὸν ἥρω καὶ τὴν μελίαν σείοντα
10καὶ φοβοῦντα καὶ ταράττοντα καὶ τὸν Ἕκτορα σφάτ‐ τοντα καὶ τὸν νεκρὸν ἕλκοντα καὶ πηδῶντα τῶν πεν‐ τάθλων μακρότερα.
Or
.

64

.

69

Τοῦτο δὴ τὸ παρὰ σοὶ κακιζόμενον. ὃ καὶ θαυμάσαι τις ἄν, εἰ ἃ μὲν οἱ πένταθλοι ποιοῦσιν οὐκ ἐκβάλλεις τῆς Ὀλυμπίας, ἃ δὲ τἀκείνων ὑπερβαίνει, τούτων ἀξιοῖς κατηγορεῖν. καὶ ἡ μὲν παροιμία φησὶν
5ὑπὲρ τὰ ἐσκαμμένα θαυμάζουσα τοὺς τῷ πηδήματι
παριόντας τὸ μέτρον, σὺ δὲ αὐτὸ τὸ νικᾶν ἐν τῷ πη‐ δᾶν τοὺς πεντάθλους εἰς αἰτίαν τίθης. καίτοι τί ποτ’ ἂν τοῦδε μεῖζον ἐζήτησας ἐπαινεῖν ὡρμημένος; τοσοῦ‐ τόν ἐστι τὸ τῆς ἀληθείας. νικᾷ πολλάκις συ‐
10κοφαντίαν καὶ τὸν κατήγορον ἄκοντα τοῦ φεύγοντος ἐπαινέτην ποιεῖ.
Or
.

64

.

70

Ἀλλ’ ἐκεῖσε ἐπάνειμι, ὅτι δι’ ἑκατέρου τοῦ γένους ἡ μίμησις ἔρχεται, κἂν ἀνθρώπους ὑποδύωνται κἂν θεούς. ὁ γὰρ τὴν Ἥραν καὶ τὴν Ἀφροδίτην δει‐ κνύων καὶ τὴν Κόρην οὗτος καὶ τὸν Δία καὶ τὸν Ἄρην
5καὶ τὸν Πλούτωνα δείξει. καὶ εἰ φήσει τις, ὅτι τὰ γάμων μιμεῖται καὶ κῶμον καὶ χορείαν, ἀντακουέτω τὴν τῶν Λαπιθῶν πρὸς Κενταύρους μάχην καὶ τὸν κρατοῦντα τῶν κακούργων Θησέα καὶ τοῦ Ταύρου καὶ τοῦ Μινωταύρου καὶ τὸν μέχρι τῶν χρυσῶν μήλων
10ἐκτείνοντα τοὺς πόνους Ἡρακλέα. πότερ’ οὖν, ὅτι μιμοῦνται γυναῖκας, διαφθείρουσι μᾶλλον, ἢ διότι τοὺς ἄνδρας, ὠφελοῦσι τοὺς θεωμένους; εἰ γάρ, ὅταν
μὲν ἐκεῖνα ποιῶσι, τήκουσι τὰς ψυχάς, ὅταν δὲ ταῦτα δεικνύωσιν, ἐγείρουσι τὰς ψυχάς, οὔκουν λυμαίνονται
15μᾶλλον ἢ βελτίους ἀπεργάζονται;
Or
.

64

.

71

καὶ οὔπω λέγω τοῦθ’ ὅτι τὸ μὲν οἰκεῖον δεινὸν παρακαλέσαι πρὸς ζῆλον, τὸ δὲ ἀλλότριον ἀσθενές, ὥστ’ ἀναγκαίως ἔχειν τοῖς μὲν ἀνδρείοις σχήμασιν ἕπεσθαι τοὺς ἄνδρας,
5τοῖς δὲ γυναικείοις οὐκ ἐνδιδόναι. ἀλλ’ ἀφίημι τοῦτο καὶ κείσθω τὴν ἴσην ἐφ’ ἑκατέρου, τοῦ μὲν βλάβην εἶναι, τοῦ δὲ σωτηρίαν. οὐκοῦν εἰ μὲν ἢ ταῦτα ἢ ταῦτα ὅλως ἐδείκνυσαν, ἢ παντελῶς ἂν ἐζημίουν τοῖς γυναικείοις ἢ παντελῶς ἂν ὠφέλουν τοῖς ἀνδρείοις·
10ἐπεὶ δὲ ἀναμίξαντες ὀρχοῦνται, τὰ μὲν ὠφελεῖν ἐπι‐ τήδεια φῶμεν ὑπὸ τῶν βλαβερῶν ὠφελεῖν κεκωλύσθαι, τὰ δὲ βλάπτειν ἱκανὰ ταὐτὰ πάσχειν ὑπὸ τῶν ἀμει‐ νόνων, ὥστε τὰ μὲν ἀνωφελῆ καθίστασθαι διὰ τῶν βλαβερῶν, τὰ δὲ ἀβλαβῆ διὰ τῶν χρηστῶν. μήτ’
15οὖν σὺ κατηγόρει τῆς ὀρχήσεως ὡς ζημιούσης ἐγώ τε αὐτὴν οὐ φήσω πρὸς ἀρετὴν ἄγειν, ἀλλ’ εἶναι τὸ
ἔργον αὐτῆς ὅσον εὐφρᾶναι τὸν θεώμενον. ἡ δ’ ἀζή‐ μιος ἡδονὴ τοῖς εὖ φρονοῦσι περισπούδαστον καὶ οὐ τῶν ψέγεσθαι μᾶλλον ἢ τῶν ἐπαινεῖσθαι δικαίων εὑ‐
20ρίσκεται.
Or
.

64

.

72

Ἐγὼ μὲν οὖν τοῖς ὑπὲρ ὀρχήσεως λόγοις καὶ τοῖς ποιηταῖς συναγωνίζομαι, τοῖς δὲ κατὰ τῆς ὀρχή‐ σεως Ἀριστείδης καὶ ποιητὰς ἐλαύνων ἐλέγχεται, τὸν Ὅμηρον, τὸν Αἰσχύλον, τὸν Εὐριπίδην, τὸν Σοφοκλέα,
5τὸν Μένανδρον, πολλοὺς ἑτέρους. πῶς; ὅτι πάντες οὗτοι μιμοῦνται γυναῖκας καὶ τότε μάλιστα ἐπαινοῦνται, ὅταν μάλιστα μιμῶνται καὶ τὸ πρόσφορον ἑκάστῃ σωθῇ. καὶ τοσούτῳ γε μᾶλλον μιμοῦνται τῶν ὀρχηστῶν, ὅσῳ λόγος συγκείμενος μείζων κινήσεως ἀφώνου. καὶ ὁ
10μὲν εἰς τὴν γνώμην αὐτὴν ἐμβαίνει τε καὶ ἵσταται, τοῖς δὲ ὀρχουμένοις ἀρκεῖ μὴ τῶν σχημάτων ἀπολει‐ φθῆναι.
Or
.

64

.

73

Λέγε δὴ παρελθών· διεφθείροντο μὲν ὑπὸ τραγῳδίας οἱ πάλαι, διεφθείροντο δὲ ὑπὸ κω‐
μῳδίας. Ὅμηρος δὲ ἀπώλλυ τὴν Ἑλλάδα καὶ πρὸ τῆς Ἑλλάδος αὑτὸν Βρισηίδα θρηνοῦσαν
5μιμούμενος καὶ Πηνελόπην καὶ Ἀφροδίτην τε‐ τρωμένην. λέγε δεῖν καὶ νῦν κεκλεῖσθαι μὲν ποιηταῖς διδασκαλεῖα, κεκλεῖσθαι δὲ τοῖς ὑποκριταῖς τὸ θέατρον, ἵνα μὴ τραγῳδὸς εἰσελθὼν Πασιφάην μιμήσηται τὴν ἐξοκείλασαν εἰς ἀλλόκοτον ἔρωτα μηδ’ αὖ κωμῳδὸς
10τὰς παρὰ τῷ Μενάνδρῳ τικτούσας καὶ πολλὰ ἕτερα.
Or
.

64

.

74

τί γὰρ δήποτε τούτοις μὲν δίδως εἰσελθεῖν, οἳ διχόθεν μιμοῦνται τὰς γυναῖκας, τῷ τε λόγῳ καὶ τοῖς σχήμασιν; ἢ τοῦτό γε οὐκ οἶσθα ὡς ὃς ἂν μὴ συνεισενέγκῃ τὰ σχήματα τοῖς λόγοις, ἀπώλεσε
5τὴν εὐφωνίαν ὑπὸ τῆς ἡσυχίας, ἢν καιρὸς ᾖ κινεῖσθαι; διόπερ πολλοὶ μὲν τῇ φωνῇ κρατοῦντες οὐ μετέχοντες τοῦ κινεῖσθαι καλῶς ἧττον ηὔφραναν, πολλοὶ δὲ κατὰ τὴν φωνὴν λειπόμενοι τῇ περὶ τὸ σχηματίζεσθαι πλε‐
ονεξίᾳ πρὸ τῶν κρειττόνων ἐτέθησαν. εἶθ’ ὁ μὲν τὴν
10Πλαγγόνα εἰσιὼν καὶ τῷ προσώπῳ καὶ τοῖς ἐσθήμασι καὶ πᾶσιν ἁπλῶς οἷς ἔνεστι τὴν γυναῖκα μιμούμενος οὐκ ἐμβάλλει τὸ θέατρον εἰς αἰσχρὰς ἡδονάς· ἐὰν δὲ ὀρχηστὴς μετενέγκῃ τὴν χεῖρα, μεστοὶ γυναικίσεως οἱ παρόντες κατέβησαν καὶ πρὸ τούτων ἐκεῖνος ἀπῆλθε
15τοιοῦτος;
Or
.

64

.

75

καὶ μὴν ὑπέρ γε τραγῳδίας καὶ κωμῳ‐ δίας Πλάτωνι μαχόμενος καὶ τὰς ὀρχήσεις αὐτῶν ἀναγ‐ καίως ἐπαινεῖς. ἐν δέ γε ταύταις ἔνι δήπου καὶ τὸ κορδακίζειν· εἶτα οὐ δεινὸν κόρδακι μὲν εἶναι τόπον
5ἐν θεάτρῳ καὶ μὴ ἔχειν αἰτίαν ὡς διαφθείρει τοὺς παρόντας, περὶ δὲ ὀρχήσεως, ἐν ᾗ πλείστη σπουδὴ μὴ παραγυμνοῦσθαι μηδαμῆ, δοξάζειν τε αὐτὸν τὰ χείρω καὶ τοὺς ἄλλους εἰς τὴν ὁμοίαν δόξαν ἄγειν;
Or
.

64

.

76

Ἀλλ’ οὐχ ἡμεῖς γε τῶν σῶν λόγων μᾶλλον ἢ
τῶν πραγμάτων ἑξόμεθα. τί οὖν λέγει τὰ πράγματα; μᾶλλον δὲ ἀπόκριναί μοι· ἆρά γε τὸ πόλεων ἄρχειν καὶ θεραπεύειν ἔθνος καὶ πολλοῖς ὁμοῦ πορίζειν εὐ‐
5δαιμονίαν ψυχῆς ἐστι κακῶς ἠγμένης καὶ διεφθαρμένης καὶ μεστῆς ἡδονῶν καὶ βεβαρημένης ὑπὸ τῶν τῆς ψυχῆς νοσημάτων ἢ τοὐναντίον πεπαιδευμένης, σώ‐ φρονος, ἐκκεκαθαρμένης, κούφης, ὀξὺ βλεπούσης, κρείτ‐ τονος ἡδονῶν, τὸ δίκαιον ζητούσης τε ἀνδρείως καὶ
10ποιούσης ἰσχυρότερον ἀδικίας;
Or
.

64

.

77

ἐγὼ μὲν οὐδὲν ἡγοῦμαι μεῖζον ἀρχῆς εἰς γνώμης βάσανον, οἶμαι δὲ καὶ τῇ παροιμίᾳ ταὐτὰ δοκεῖν, ἥ φησιν ἐν ἀρχῇ τὸν ἄνδρα δείκνυσθαι. τούτων τοίνυν, Ἀριστείδη, τῶν
5πρὸς ὄρχησιν οὐκ ἀηδῶς ἐσχηκότων εἰς ἀρχάς τινες κατασταθέντες πῶς ἄν, εἴπερ ἦσαν διεφθαρμένοι, μετε‐ χείρισαν τὰς πόλεις; βούλει σοι διέλθω; κατεφρό‐ νησαν μὲν ἂν θεῶν, ἐξήλασαν δ’ ἂν τὴν δίκην, παρ‐ έβησαν δ’ ἂν τοὺς νόμους, ἀπέδοντο δ’ ἂν τὴν
10ψῆφον, διεξῆλθον δ’ ἂν τὸν χρόνον μετὰ μὲν τῶν ἀνομωτάτων ταττόμενοι, τοῖς βελτίστοις δὲ πολεμοῦντες, χρήματα τὰ μὲν κλέπτοντες, τὰ δὲ ἁρπάζοντες, τῇ γαστρὶ χαριζόμενοι, μέθῃ προσκείμενοι, παῖδας ἐν ἴσῳ καὶ γυναῖκας ὑβρίζοντες.
Or
.

64

.

78

ἀλλ’ ὁρᾷς τούτων μὲν οὐδέν, ἃ δ’ ἂν συνεύξαιτό τις καὶ παισὶ καὶ φίλοις, σωτῆρες πόλεων οὐκ ὀλίγοι τούτων ἐγένοντό τε καὶ ἀνεκηρύχθησαν καλλίω στέφανον τὸν ἔπαινον τοῦ ἐκ
5Πίσης ἀνῃρημένοι φόβῳ καὶ πειθοῖ καὶ κολάσει πρὸς τὸ δίκαιον καὶ τὸ δέον ἑκάστῳ χρησάμενοι, τῇ μὲν τὸ ἀνίατον ἐκκόπτοντες, τῇ δὲ τὸ δυνάμενον εἴκειν ἄγοντες, τῷ δὲ τὸ μέλλον ἀσελγαίνειν κατέχοντες, οὔτε τὸ σω‐ φρονοῦν ἐν πενίᾳ περιορῶντες πλούτοις τε ἀδίκοις
10ἐμφράττοντες τὰς ὁδούς, οἶνον διωθούμενοι, τρυφὴν φεύγοντες, ὕπνου ῥώμην ἐλέγχοντες, τῇ ψήφῳ συμμα‐ χοῦντες τῇ δίκῃ, πόλεων μεγέθη μὲν φυλά‐ ξαντες, μικρότητας δὲ μεταθέντες, ὁμοίαις χερσὶν ἁψά‐
μενοί τε τῆς ἀρχῆς καὶ ἀπελθόντες. τούτους οὐχ ὑπὸ
15τῶν ὀρχηστῶν ἀγαθοὺς γεγενῆσθαι λέγω, φημὶ δέ γε μηδὲ κεκωλύσθαι παρὰ τῶν ὀρχηστῶν ἀγαθοὺς γε‐ νέσθαι.
Or
.

64

.

79

Καὶ ἐπιρρεῖ δὴ ῥητόρων ὄχλος καὶ τῶν ἑκαστα‐ χοῦ πολιτευομένων, ὧν οὔτε ὀρχηστῶν ὡς εἰπεῖν ἀθέατος οὐδεὶς οὔτ’ αὖ σιγῇ δέξεται τὴν παρὰ σοῦ μέμψιν, ὡς ἄρα διέφθαρται, τὴν παρὰ τῶν πραγμάτων
5αὐτῶν ἔχων μαρτυρίαν ὡς ὑγιαίνει. πρὸς Διός, αὐτὸς δὲ σὺ τοὺς σαυτοῦ λόγους ἡδέως ἂν δεικνύοις ἀν‐ θρώποις διεφθαρμένοις καὶ παρὰ τοῖς οὕτως ἔχουσι θαυμάζοιο καὶ διατρίβοις ἐν πόλεσι τὰ τοιαῦτα νοσού‐ σαις; ἀλλ’ ἐῶ τὴν διατριβήν, πολλαὶ γὰρ ἀνάγκαι δι’
10ἃς ἄν τις οὗ μὴ βούλοιτο διατρίβοι.
Or
.

64

.

80

ἀλλὰ τὸν παρὰ τῶν διεφθαρμένων θηρεύειν ἔπαινον οὐκ αἰσχρόν; σὺ τοίνυν ὁ τοῖς Λακεδαιμονίοις φάσκων παραινεῖν μόνοις διὰ τὸ τοὺς ἄλλους εἰδέναι δυσχερανοῦντας τὸν
5λόγον ποῦ τοὺς πολλοὺς καὶ καλοὺς ἐδημιούργεις λόγους; ἐν ποίαις ἀνεγίνωσκες τῶν πόλεων; τοῖς τίνων
ἐμετεωρίζου κρότοις; οἶμαι μέν, οὐ Σπάρτην ἐργαστή‐ ριον ἐποιήσω τῆς τέχνης οὐδὲ παρὰ τὸν Εὐρώταν ῥεῖν ἀφῆκας τοὺς λόγους, ἀλλὰ τὸν Ἑλλήσποντον ἐπῄεις,
10τὴν Ἰωνίαν, Πέργαμον, Σμύρναν, Ἔφεσον καὶ τὴν πρώτην τεκοῦσαν τὸ κακόν, ὡς αὐτὸς λέγεις, Αἴγυπτον. ἐπέβης δὲ καὶ Ῥώμης, ἐν ᾗ τὸ τῆς ὀρ‐ χήσεως ἔντιμον.
Or
.

64

.

81

οὐκοῦν ἐν μὲν τῇ τούτων κατη‐ γορίᾳ φὴς διεφθάρθαι τὰς πόλεις, ἐν οἷς δὲ ἔπραττες σωφρονεῖν ὁμολογεῖς τὰς πόλεις. ἑλοῦ δὴ δυοῖν θά‐ τερον, ἢ τῶν διεφθαρμένων δοκεῖν ἐπιθυμεῖν ἢ τού‐
5τοις οὐ καλῶς ἐγκαλεῖν. οὕς, οὐκ οἶδ’ ὅ τι προπαθών, οὕτω μισεῖς ὥσθ’ ἵνα τὸ τούτων εἴποις κακῶς, πορνείας διώκεις τὴν οἰκουμένην, εἴ γε οἱ μὲν οὕτω πόρρω κακίας ἤλασαν, ὡς μηδ’ ἂν ὑπομεῖναι τὸν περὶ τοῦ παύσασθαι λόγον, Λακεδαιμόνιοι δὲ
10πολὺν ἤδη χρόνον τὴν διαφθορὰν δεξάμενοι καὶ ἀγα‐ πῶντες οὕτω ποιοῦσιν ἀλλότρια τῶν νόμων, ὡς μηδ’ ἂν ἐνεγκεῖν τὸ τοῦ Λυκούργου πρόσωπον παρόντος ἐξαίφνης.
Or
.

64

.

82

ἔπειτα οὐ συνίης διὰ σαυτοῦ τὸ ξίφος
ἐπὶ τοὺς ἄλλους ὠθῶν; τὸν μὲν γὰρ ἄπειρον τῆς τῶν ὀρχηστῶν θέας οὐκ ἦν οὕτω δήπου περὶ τοῦ πράγ‐ ματος διελθεῖν, τὸν δὲ καθόσον μετασχόντα τῆς θέας
5εὐθὺς μετειληφέναι τῆς λύμης λέγεις. ὥσθ’ ὁ καλὸς ἡμῖν Ἀριστείδης οὐ διαφεύγει τὸ μὴ οὐ τῶν διεφθαρ‐ μένων εἷς γεγονέναι. ἀλλ’ εἶδε μέν, οὐ διεφθάρη δ. καλῶς καὶ πειθομένῳ γε λέγεις. οὕτω συγχωρείτω δὴ καὶ τοὺς ἄλλους ἀγαθοὺς ἐν τῇ θέᾳ μεμενηκέναι
10καὶ νομιζέτω καὶ παρ’ ἑτέροις εἶναι τῆς τοῦ καλοῦ μερίδος πρόνοιάν τινα καὶ λόγον.
Or
.

64

.

83

Φθόροι, φησίν, οὗτοι καὶ λύμη πόλεων. πρὶν δὲ γενέσθαι τήνδε τὴν ὄρχησιν, τὸν τῶν ἱε‐ ρέων, εἰπέ μοι, καὶ προφητῶν βίον ἐβίουν ἅπαντες; καὶ ὑπὸ τούτων ἐγένοντο θηλυδρίαι Κλεισθένης, Φιλό‐
5ξενος, Ἀμυνίας, Ἀριστόδημος, Βάθυλλος, Διόγνητος, Δῆμος, Κλεινίας, Ἀγάθων, Χρύσιππος, Πολυπαίδης, Ἁρ‐ μόδιος, Κτήσιππος, Φίλιππος, Τίμαρχος, ἕτεροι μυρίοι; τί δ’ ὑπὸ τούτων ἐπαιδεύθησαν τὸ ἄρρεν διώκειν Εὔμνηστος, Θράσυλλος, Λάϊος, Ἀριστογείτων, Παμμένης,
10Δημοκράτης, Χαβρίας, Μισγόλας, Καλλίας, Κριτίας, Παυσανίας, Ἀρχίδαμος, οἱ Λακεδαιμονίων βασιλεῖς τῆς ἐπαινουμένης πόλεως;
Or
.

64

.

84

καὶ τί δεῖ πάντας κατα‐
λέγειν, ἔργον πεντετηρίδος ὅλης, ἀλλ’ οὐκ ἐκεῖνο λέγειν, ὅτι, εἰ μὲν τούτοις συνεισῆλθε τοῖς ὀρχησταῖς ἡ παράνομος Ἀφροδίτη, καιρὸν ἂν εἶχε τῷ σοφιστῇ τὰ
5ἐγκλήματα, εἰ δ’ οὔπω ταύτης εἰς μέσον ἡκούσης ἦσαν οἱ τὴν φύσιν ἀδικοῦντες, τί ἄν τις τὰ τοσούτῳ πρό‐ τερα τῆς ὀρχήσεως τῇ χρόνοις ὕστερον ἐκφανείσῃ περιάπτοι; ὥσπερ ἂν εἰ καὶ τὸν πυρετὸν καὶ τὰ ἄλλα ἀρρωστήματα τῶν ὀρχηστῶν ἔφασκεν εἶναι εὑρήματα.
Or
.

64

.

85

τὸν Μενέλεων δὲ φὴς αὐτὸν ῥίψαι τὸ ξίφος οὐκ ἔχων ὀρχηστὴν αἰτιάσασθαι τῆς κακίας, πλὴν εἰ τὸν Μηριόνην. Βοιωτοῖς δὲ ποῖος ὀρχηστὴς ἔθηκε τὸν κάκιστον νόμον εἶναι κάλλιστον ἐραστῇ χαρίσασθαι;
5τὴν δὲ Ἦλιν τίς ἔπεισε τούτοις αὐτοῖς χρήσασθαι καὶ τὸν ἐπὶ τοὺς νέους δρόμον ἀνοῖξαι τοῖς περὶ τὰ κάλλη
κεκινημένοις; οὔτε τὸ μὴ πάλαι τὴν ὄρχησιν εἶναι ταύτην σωφρονεῖν ἔπειθε τὰς πόλεις οὔτ’ ἐπειδήπερ εἰσῆλθεν, ἡγήσατο πρὸς ἀσέλγειαν, ἀλλὰ τῇ προαιρέσει
10τῶν νόμων, ὥσπερ τὰ ἄλλα, καὶ ταῦτα ἀκολουθεῖ χαλεπότητι μὲν κωλυόμενα, πρᾳότητι δὲ παρακαλού‐ μενα.
Or
.

64

.

86

οὗ μὲν οὖν ἐπαινεῖται, πολὺ πράττεται· οὗ δὲ μέσως κολάζεται, τολμᾶται μέσως· τῆς δίκης δὲ λαβούσης μέγεθος ἐπιεικῶς εἴργεται· ἐξ οὗ τοίνυν ὀρ‐ χησταί, λέγω τοὺς νῦν, θάνατος ἡ δίκη τοῖς τὰ τοι‐
5αῦτα ἀδικοῦσιν. ὥστε εἰ παρὰ Βοιωτοῖς ἀπὼν ὁ φόβος πάντας ἐνῆγε τοὺς μὲν ἐρᾶν, τοὺς δὲ χαρίζεσθαι, τό γε νῦν τὸν ἔσχατον ἐπικεῖσθαι φόβον τοὺς μὲν ἐν σωφροσύνῃ τηρεῖ, τοὺς δ’ ἀνέδην οὐκ ἐᾷ πλημμελεῖν τῆς οὐ καλῆς ἡδονῆς ὑπὸ τῆς τοῦ ζῆν
10ἐπιθυμίας νικωμένης. ὁπότ’ οὖν πρὸ μὲν τῶν ὀρχηστῶν ἦν ἐξουσία τῆς ὕβρεως, ἐν ᾧ δὲ οὗτοι χρόνῳ, θάνατος τοῖς ὑβρίζουσιν ἡ δίκη, πῶς ἐξ οὗπερ ὀρχησταί, πό‐ λεων ἡ λύμη;
Or
.

64

.

87

Τῶν γὰρ ᾀσμάτων ἐπιλαμβάνεται καὶ τοῦ χοροῦ,
τοῦ μὲν ὡς οὐκ ἀπὸ σπουδαίων οὔτ’ ἀνδρῶν οὔτε γυναικῶν ἠθροισμένου, τῶν δὲ ὡς μαλθακώτερον ἐχόν‐ των καὶ βλαπτόντων εἰς ἀνδρείαν, ὥσπερ ἐκείνου τε
5καὶ ἡμῶν οὐκ ἂν ἡδέως καλλίω μὲν ἰδόντων χορόν, βελτίω δὲ δεξαμένων μέλη. ὡς ἔδει γε τῆς Ἀνακρέοντος μούσης ἀπορροήν τινα τούτοις ἐργάζεσθαι τὰς ᾠδάς. τὸ γὰρ αὐτὸ τὴν ὄρχησιν μὲν ἂν ἀπελάμπρυνε τού‐ τοις, τῷ θεάτρῳ δ’ ἂν ἐπηύξησε τὴν εὐωχίαν ἀλλ’
10εἰ μὴ Σαπφοῦς εὐποροῦσι, διὰ τοῦτο ἀδικοῦσιν; ὥσπερ ἂν εἴ τις τὴν τῶν ἀριστέων ἀνδραγαθίαν ψέγοι τῇ τῶν σκευοφόρων φαυλότητι. ἦν δέ, οἶμαι, κάλλιον ἐῶντα τὴν ὄρχησιν ἐπανορθοῦν τὰ περὶ τὸν χορὸν ἢ ταῖς κατὰ τῶν χορευτῶν αἰτίαις τὴν ὄρχησιν ἀναιρεῖν.
Or
.

64

.

88

προσήκειν μὲν οὖν μουσικῇ ἀκριβείᾳ τὰς ᾠδὰς οὐκ ἂν φαίην, ὅτῳ δὲ βλάπτουσι τοὺς ἀκροωμένους εὑρεῖν οὐκ ἔχω. σὺ δὲ τὴν τῆς μουσικῆς ἐξετάζων φύσιν λέγεις μὲν ἀληθῆ, τῶν παρόντων δὲ ἀλλότρια. οὐ
5γὰρ ὡς γενναίων ᾀσμάτων ἀκουσόμενοι καὶ προσέξοντες τὸν νοῦν ἐρχόμεθα οὐδὲ τὸ μὴ κατασχεῖν ἅ τις ἤκουσε ζημία, τοσοῦτον δὲ ἀπαιτοῦμεν μόνον, ὑπηρετῆσαι τὴν φωνὴν τοῖς σχήμασιν. οὐ γὰρ ἡ ὄρχησις ὑπὸ τῶν ἀσμάτων πληροῦται, τῆς ὀρχήσεως δὲ εἵνεκα τὰ
10ᾄσματα εὕρηται. καὶ τὴν ἡμέραν κρίνομεν τῷ τῆς ὀρχήσεως κάλλει καὶ αἴσχει, οὐ τοῖς τῶν ᾀσμάτων ὀνό‐ μασιν ἢ ῥυθμοῖς, ἀλλ’ ἐκείνων μὲν βραχὺς ὁ λόγος, ἡ δὲ ἐξέτασις τοῦ ναύτου καὶ τοῦ θηρατοῦ καὶ τοῦ ποιμένος.
Or
.

64

.

89

ἢν δὲ λέγῃς εἰς τὰς ψυχὰς κατα‐ δύεσθαι μουσικήν, ἐκείνην λέγεις ἣν ἐλάμβανον εἰς κιθαριστοῦ βαδίζοντες οἱ νέοι παρὰ Κόννον ἰόντες, παρὰ Λάμπρον φοιτῶντες, πλείω σπουδὴν τούτῳ νέ‐
5μοντες ἢ παλαίστραις καὶ γράμμασιν ἤ, εἰ βούλει γε, τὴν ἴσην χρόνῳ καὶ πόνῳ καὶ μαθήσει κτώμενοι τὸ μουσικῆς ἀγαθόν. ἐντεῦθεν ὁ μαθὼν τοῦ μὴ μαθόντος κατεγέλα καὶ ὁ βαρβίτῳ τὰς χεῖρας οὐκ εἰδὼς προσ‐ άγειν ἐκωμῳδεῖτο. εἰ δὲ ἴσον ἦν τῷ μαθεῖν τὸ παρα‐
10τρέχοντα ἀκοῦσαι καὶ τὰς ψυχὰς ὁμοίας εἰργάζετο, πάντας ἂν ὁμοίους ἐποίει τότε τὰ θέατρα κοινῆς τῆς ἀκροάσεως οὔσης.
Or
.

64

.

90

οὕτω δὴ καὶ νῦν, ἂν μὴ δείξῃς, ὡς οἱ τῶν ᾀσμάτων τούτων ποιηταὶ περιρρέονται μα‐ θηταῖς καὶ ὑφηγοῦνται τὰ μέλη καὶ τῆς ἴσης φροντί‐ δος τούτοις τε συγγενέσθαι καὶ σοφισταῖς, οὐδεμία
5βλάβη παρὰ τοῦ χοροῦ ψυχαῖς εἰς τὴν ὄρχησιν τετα‐ μέναις καὶ τὴν ᾠδὴν ἐν ἐλάττονι ποιουμέναις. ὥστ’ οὐ κατακλῶνται μὲν οὐδ’ ἄθυμοι παντάπασιν ἀπο‐ βαίνουσιν, εἰς τοῦτο γάρ, οἶμαι, σοὶ τὸ κατακλᾶσθαι φέρει.
Or
.

64

.

91

εἰ δὲ δὴ τὰ ᾄσματα τὸν θυμὸν οὐκ ἐᾷ ζεῖν ἐν ἑκάστῳ, τὰ μέγιστα τὴν οἰκουμένην εὖ ποι‐ οῦντα λανθάνει. δήμων γὰρ ἀστρατείας ἀπολαυόντων, εἰ μὴ τὸ θυμοειδὲς πραΰνοιτο, περὶ τοὺς πολέμους οὐκ
5ἔχον ἀναλωθῆναι στάσεων ἀφορμὰς ἐκπορίζει τῷ πλήθει. τούτους οὖν εἰ κατεπᾴδει τὰ ᾄσματα, καθάπερ ὄφεις τινὰς, καὶ παρασκευάζει τὴν ἡσυχίαν στέργειν, ὑπὸ τῶν ᾀσμάτων αἱ πόλεις σωζόμεναι τῶν τὰ μέγιστα εὐεργετούντων ἠμελήκασι ποιητῶν.
Or
.

64

.

92

οὑτωσὶ μὲν κἂν πάνυ σε φῶμεν ἀληθῆ λέγειν, ἔστιν εὐσχήμων ὁ λόγος τοῖς ᾄσμασιν, ὡς δ’ οὐ παντάπασιν ἐκτρίβει τοῦ θυμοῦ τὴν φύσιν οὐδὲ ἐκλύει καθάπαξ οὐδὲ πᾶς ἀκρο‐
5ατὴς ἐκνενευρισμένος κάθηται, δῆλον ἐκεῖθεν. ὅταν γὰρ διῃρημένοι ταῖς σπουδαῖς, οἱ μὲν ὡς τοῦτον, οἱ δὲ ὡς ἐκεῖνον, οἱ δὲ ὡς ἕτερον, βοὴν μὲν ἐγείρωσι τραχεῖαν, συμπεσόντες δὲ ἐρίζωσι προτιθεὶς ἕκαστος τῶν ἄλλων ὃν ᾕρηται τὼ χεῖρε μὲν παρ’ αὑτοῖς ἔχοντες
10διὰ τὸ σωφρονεῖν, λόγῳ δὲ μαχόμενοι διὰ τὸ ἐρρῶσθαι, τότε τοὺς ὁρῶντας διδάσκουσιν ὡς οὐ σφόδρα γεγό‐ νασι μαλθακοὶ διὰ τῶν ᾀσμάτων.
Or
.

64

.

93

Πάλιν τοίνυν Ἀριστείδης εἷς γίνεται τῶν κατα‐ κεκλασμένων. λέγει γὰρ ὡς ὁ τούτοις ὑποθεὶς τὰ ὦτα διέφθαρται. τῶν τοίνυν ὑποθέντων ἐστὶν ἡμῖν καὶ αὐτός. τῶν γὰρ δὴ παίδων τινὲς διακονοῦντες
5δεσπόταις εἰς ἀγορὰν τρέχοντες κἀκεῖθεν οἴκαδε τῶν ᾀσμάτων ἅττα ἂν διασώσωνται διὰ τῶν στενωπῶν σπεύ‐
δοντες ᾄδουσιν, ὥστε καὶ τοῖς μὴ βουλομένοις ἀκούειν ἀνάγκην ἀκούειν εἶναι καὶ τῇ συνεχείᾳ παρὰ τοῖς οὐκ ἐθέλουσιν ἀκούειν τὴν μνήμην ἐνίοτε πήγνυσθαι. διε‐
10φθάρης οὖν καὶ αὐτός. ἢ κατὰ τὸν Ζάμολξιν ὑπὸ γῆς ἐδιῃτῶ καὶ διέφευγες τὴν ἅλμην; ἢ κηρὸν ἐμβαλὼν τοῖς ὠσὶ περιῄεις καὶ τὰς Σειρῆνας παρέπλεις; καὶ μὴν κατηγορεῖς γε τῶν ᾀσμάτων. τοῦτο δὲ οὐκ ἂν ἀρνήσαιο μὴ δικαίως ποιεῖν, εἰ μὴ πᾶν, ὡς ἔοικε,
15τὸ ἐν αὐτοῖς βλαβερὸν ἐξήτακας. τοῦτο δὲ οὐκ ἔστιν ἀνηκόῳ τῶν ᾀσμάτων ποιῆσαι. γέγονας τοίνυν ἀκροατὴς τῶν ᾀσμάτων καὶ τὴν ἀσπίδα ἔρριψας.
Or
.

64

.

94

καὶ τί δεῖ μακρολογεῖν; οἷς γὰρ ἐπιστούμην ὑπὸ τῆς ὀρ‐ χήσεως οὐ διεφθάρθαι τοὺς θεατάς, ἐν ᾧ καὶ τῶν ἀρχόντων ἐμνήσθην, ταῦτα καὶ τὸν ὑπὲρ τῶν [ἄλλων]
5ᾀσμάτων ἔλεγχον ἔχει. οἱ γὰρ μετὰ τῆς ὀρχήσεως καὶ τῶν ᾀσμάτων κεκοινωνηκότες εἰ πεφήνασιν ἀγαθοί,
μαρτυροῦσι μηδέτερον αἴτιον εἶναι διαφθορᾶς. εἰ γὰρ ἡ μὲν ὄρχησις οὐκ ἦν κακόν, τὰ δὲ ᾄσματα, πάντως ἄν, εἰ μὴ παρ’ ἐκείνης, ἔκ γε τούτων διεφθείροντο.
10νῦν δὲ οὐ διεφθάρησαν. ἑκάτερον ἄρα τοῦ λυμαίνεσθαι κεχώρισται. σὺ δὲ σεμνότερος εἶ τοῦ δέοντος καὶ περικόπτεις ὥσπερ λειμῶνος τὰ τῆς εἰρήνης ἡδέα.
Or
.

64

.

95

Ὧι τοίνυν τοὺς πολλοὺς ἀνήρτηται καὶ ὃ πλεῖστοι περιφέρουσιν ἐν στόμασιν, οἱ θαυμάζειν δὲ εἰδότες ἀγνοοῦσι διότι θαυμάζωσι, τοῦτο τυράννου ῥήματι προσέοικε μᾶλλον ἢ λόγῳ πίστιν ἔχοντι. μνησθεὶς
5γὰρ τῶν ἀπὸ τοῦ ποδὸς συντελούντων τοῖς δρωμένοις τούτοις, φησίν, ὅσον τῆς βλαύτης περίεστι, τοσοῦτον ἐχρῆν ἀφαιρεῖν τῶν ποδῶν. διὰ τί, πρὸς θεῶν; ἢ διὰ τοῦτο μόνον, διότι σοι τοῦτο δέ‐ δοκται; εἶτα τὴν τοῦ ῥήτορος τάξιν ἔχων ἁρπάζεις
10τὴν τοῦ δικαστοῦ τὸ μὲν ὡς ἀδικοῦσι δεικνύειν
φυγών, ἃ δ’ ἐχρῆν παθεῖν, εἴπερ ἑάλωσαν, λέγων; μὴ σύ γε, ἀλλ’ ἔλεγχε μέν. καὶ γὰρ διώκεις, τῆς ζημίας δὲ ἕτερος ὁριστής. ἀλλ’, οἶμαι, τοὺς ἐγείροντας ψόφον οὐκ ἔχων εἰπεῖν ὡς εἰς μαλακίαν ἄγουσιν ἀπορίᾳ
15τῶν ἐλέγχων τὴν τιμωρίαν ἔταξε.
Or
.

64

.

96

τῷ ποδ, φησί, τὴν σκηνὴν καταρρηγνύντες. ἀλγεῖς οὖν ὑπὲρ τῶν ξύλων καὶ τοῦτο ἔστι τὸ ἔγκλημα; ἀλλὰ τὸν κτύ‐ πον δυσχεραίνεις ὅλως; οἱ οὖν τοῖς ξίφεσι τὰς ἀσπίδας
5κρούοντες ἐν παρατάξει καὶ προκατασείοντες τὰς γνώμας τῷ φόβῳ τὰς χεῖράς εἰσιν ἀποκόπτεσθαι δίκαιοι πρὸς μέτρον τῶν ξιφῶν; οἱ δὲ κυμβάλοις θεραπεύοντες τοὺς θεούς, ἔστι δὲ κἀκεῖ πολλάκις τῶν ποδῶν τὸ ἔργον, οἵ τε τυμπάνοις ἱλεούμενοι τὸ θεῖον τί παθεῖν
10ἄξιοι; πόσον ἀποκοπῆναι;
Or
.

64

.

97

κτύπου δεῖ τοῖς ὀρχη‐ σταῖς, ὦ δαιμόνιε, μείζονος, ὃς τά τε τοῦ χοροῦ διοι‐ κήσεται πρὸς τὴν χρείαν καὶ συμβαλεῖ τοῖς ὀρχησταῖς εἰς εὐρυθμίαν. οὗτος δ’ ἀπὸ ψιλοῦ τοῦ ποδὸς οὐκ
5ἂν ἀποχρῶν εἴη. δεῖ δή τινα κανόνα σιδηροῦν ἀπὸ τῆς βλαύτης ὁρμώμενον ἀρκοῦσαν ἠχὴν ἐργάσασθαι.
διὰ τοῦτ’ ἄρα τοὺς συντελεῖς παραιρῇ τὸν πόδα καὶ μιμῇ τὴν παλαιὰν ὠμότητα συμβουλεύων πόδας ἀπο‐ κόπτειν, ὡς χεῖράς τινες, μᾶλλον δὲ καὶ χεῖρας ἐκ τῶν
10αὐτῶν λογισμῶν καὶ κεφαλάς, χεῖρας μὲν ὅσαι σεῖστρα φέρουσιν, ἐπειδὴ τοῦ κρότου τοῦ δι’ αὐτῶν ἐζήτησάν τι πλέον, κεφαλὰς δέ, διότι κυνῆν ἐπέθεντο καὶ ὑπὲρ αὐτῆς ἀνέστησαν λόφους.
Or
.

64

.

98

τραγῳδοὺς δὲ ποίει βραχυτέρους γόνατα διατέμνων, ἐπειδήπερ ἐμβάτας ἀναβάντες ἐμηχανήσαντο τοὺς ἄλλους ὑπεραίρειν. τὸν δὲ σαλπιγκτήν σοι λείπεται ζῶντα κατορύττειν, ὡς
5οὐδὲν αὐτοῦ τοῦ σώματος ἰσομέτρητον τῇ σάλπιγγι, μᾶλλον δὲ οὐδὲ ἅπαν τὸ σῶμα. πολλὰ δὲ καὶ παρα‐ λείπω, τόξον, βέλος, ἀκόντιον, δόρυ, σμινύην, ἄρο‐ τρον, ἃ τοὺς χρωμένους ἀκρωτηριάσεται τοῦ σοῦ νικῶντος δόγματος. εἰ γὰρ ἐν οἷς ὀργάνων ἄν‐
10θρωποι προσδέονται δεῖ τοσοῦτον ἀποκόπτεσθαι τοῦ σώματος, ὁπόσον ἐστὶ τὸ ὄργανον, οἱ μὲν τὸν Ἱππο‐ λόχου δέξονται θάνατον, τοὺς δέ, εἰ μὴ μέλλουσι δώσειν δίκην, ἴσους δεῖ τοῖς Ἀλωέως γενέσθαι παισίν,
ὥστε καὶ τῶν μηχανημάτων ἃ προσάγουσι τοῖς τείχεσιν
15εἶναι δίκην λαβεῖν. ὁρᾷς οἷ τὸ πρᾶγμα βαδίζει διὰ τὴν ὀργήν σου τὴν κατὰ τῆς βλαύτης;
Or
.

64

.

99

Ἴσως τοίνυν τις ὑπολήψεται· καὶ πῶς, εἴπερ ἡγῇ τὸ πρᾶγμα καθαρεύειν βλάβης, αὐτός τε ἀπέχῃ τούς τε νέους κωλύεις; ὅτι τὸ μὲν ἐμόν, ὦ βέλτιστε, τοιοῦτόν ἐστιν, ὥστε μόλις εἰς τὰ ἀναγκαῖα
5σχολῆς ἀπολαύειν. ὁ γὰρ Ἑρμῆς ἐπιὼν ἀποσπᾷ καὶ τραπέζης καὶ λουτρῶν καὶ δεῖ πάσας ἀφελόντα τὰς ἔξωθεν ἡδονὰς προσηλῶσθαι τοῖς λόγοις. ὅθεν δὴ καὶ τοῖς πολλοῖς δύσκολος εἶναι δοκῶ οἷα δὴ τὴν ἀνάγκην ἥ με καθείρξασα ἔχει μὴ προσενθυμουμένοις.
10ἐγὼ δὲ καὶ τῆς ὑγιείας προδότης γεγένημαι τῇ περὶ τοὺς πόνους ἀπληστίᾳ, καὶ νουθεσίαις οἰκείων καὶ φίλων οὐδὲν ἐνδιδοὺς παραπαίειν δοκῶ. πῶς οὖν ἔμελλον καταλήψεσθαι θέαν καὶ καλοῦσιν ὀρχησταῖς ὑπακούσεσθαι τοιούτοις οἴκοι δεδεμένος παιδικοῖς;
Or
.

64

.

100

νέῳ δὲ ὀρχηστὴν ἐξέσται μὲν θεωρεῖν, νῦν
δὲ οὐκ ἔξεστι, καὶ περὶ ὃ σπουδάζων ὕστερον οὐκ ἀδικήσει, τούτου νῦν ἐχόμενος οὐκ εὖ φρονήσει. διὰ τί; ἐκ Δελφῶν ἡ συμβουλή σοι φοιτᾷ τὸν καιρὸν
5ἐπαινοῦσα. τίνος οὖν ὁ παρὼν καιρός; πόνων καὶ τοῦ μαθεῖν. τίνος δὲ ὁ μετὰ ταῦτα; σπουδαίων ὁμοῦ καὶ τερπνῶν. ὁ τοίνυν ἐπειγόμενος παραβαίνει μὲν τὸν νόμον τῇ σπουδῇ, ζημιοῦται δὲ τῷ παρακαίρῳ.
Or
.

64

.

101

οὐ δὴ τῆς ὀρχήσεώς ἐστι κακία τῶν καιρῶν ἡ φυλακή. καὶ γὰρ τὰς τῶν ἵππων ἁμίλλας, αἷς οὐδαμοῦ μέμφῃ, βλαβερὸν ἡγοῦμαι τοῖς νέοις, εἰ μεταφέροιεν ἑαυτοὺς ἐπ’ αὐτὰς ἀπὸ τῶν λόγων. καὶ γὰρ τὸ πο‐
5λιτεύεσθαι καὶ γαμεῖν καὶ καλὰ καὶ δίκαια καὶ πό‐ λεσιν ἀσφάλεια μεγίστη καὶ σωτηρία, ἀλλ’ ἐὰν οἷς οὔπω ταῦτα προσήκει καὶ γαμῶσι καὶ πολιτεύωνται καὶ μὴ συνᾴδῃ τὰ γιγνόμενα τῷ χρόνῳ, τὸ φύσει καλὸν τοῦ καιροῦ στερηθὲν οὐ τοιοῦτον ἀπέβη. τῶν
10λόγων ὁ νέος ἔστω νῦν ὥσπερ ὁ πλέων τῆς θαλάττης, ἐπειδὰν δὲ λιμένος ἀμφότεροι λάβωνται, τότε τοῖς
ἑκατέρων ἐμπόροις ὑπάρξει τοῖς ἀπὸ τῆς σκηνῆς χα‐ ρίσασθαι τῇ γνώμῃ. ὁ δὲ τὸ μὴ τοῖς νέοις δεδόσθαι θεωρεῖν κατὰ τῆς ὀρχήσεως λαμβάνων παραπλήσιον
15ποιεῖ τῷ κακίζοντι τὴν ὄρχησιν, ὅτι τοῖς τὰ πελάγη διαβάλλουσιν οὐκ ἔστι θεωρεῖν ἐν τῷ πλεῖν.
Or
.

64

.

102

Οἷς μὲν οὖν εἶχον αὐτὸς ἐξελέσθαι τῆς συκοφαντίας τὸ πρᾶγμα, ταῦτά ἐστι, γένοιτο δ’ ἂν ἴσως καὶ μείζων βοήθεια τοῖς ὀρχησταῖς ἀπὸ βελτίονος ῥήτορος· αἰσχυνοίμην δ’ ἄν, εἰ ψόγου πόρρω κατα‐
5στήσας τὴν ὄρχησιν μὴ καὶ τῷ τῆς εὐφημίας μέρει προσήκουσαν ἐπιδείξαιμι.
Or
.

64

.

103

Πρῶτον μὲν οὖν οὐ παντός ἐστι σώματος ὑποδέξασθαι τὸ πρᾶγμα, ἀλλ’ ὥσπερ ἐπὶ σκυλάκων καὶ πώλων καὶ τῶν εἰς ἀθλητὰς μελλόντων τελεῖν οἱ τούτων ἕκαστον δεινοί γε ἰδεῖν δοκιμασίαν προσά‐
5γοντες τὰ μὲν ἐγκρίνουσιν ὅσα τῷ τύπῳ τῶν σωμάτων
μηνύει τὴν ἐπὶ τῶν πράξεων ἀρετήν, τὰ δ’ οὐκ ἀρκέ‐ σοντα τοῖς ἔργοις ἀπορρίπτουσιν, οὕτω δεῖ καὶ τὸν παῖδα δηλοῦν, ὡς ὕψους μὲν ἐφίξεται μετρίου, πολυ‐ σαρκίας δὲ οὐχ ἅψεται. δεῖ δὲ αὐτῷ καὶ αὐχένος ὀρ‐
10θοῦ καὶ βλέμματος οὐχ ὑπτίου καὶ δακτύλων εὖ πεφυκότων καὶ ὅλως κάλλους, ὃ πλεῖστον ἐν τοῖς τῶν θεῶν πράγμασι, μάλιστα δὴ μεταληπτέον ὀρχηστῇ.
Or
.

64

.

104

παραλαβὼν δὲ αὐτὸν ὁ παιδοτρίβης εἰς πλείους καὶ θαυμασιωτέρας καμπὰς ἢ τὸν παλαιστὴν περιάξει ἐπὶ τὴν κεφαλὴν ἀνάγων ὑπὲρ τῶν νώτων τὼ πόδε καὶ πρός γε ἔτι προκύπτειν τοῦ προσώπου καταναγκά‐
5ζων, ὥστε τὰς πτέρνας τοῖς ἀγκῶσι πελάζειν. ἐπειδὰν δὲ ἐργάσηται τὸ σῶμα κύκλον, ὥσπερ τινὰ λύγον, κινεῖ πρὸς δρόμον οἷα τροχόν, τὸ δὲ θεῖ. καὶ τοῖς μέλεσιν ὁ δρόμος οὐ γίνεται βλάβη. πάλαι γὰρ δὴ πεπαίδευται τούτων ἕκαστον ὑγρὸν εἶναι μικροῦ διοι‐
10κίζοντος ἀπ’ ἀλλήλων τοῦ παιδοτρίβου τὰ μέλη καὶ
τὰς συμβολὰς τηροῦντός τε αὐτοῖς ὁμοῦ καὶ διιστάντος, ὥστε καὶ χεῖρας καὶ πόδας ὅποι τις ἂν ἄγῃ τοῦ λοιποῦ σώματος ἀκολουθεῖν, ὥσπερ, οἶμαι, κηροῦ φύσιν.
Or
.

64

.

105

τοιοῦτον μὲν ὁ γυμναστὴς τῷ δι‐ δασκάλῳ παρασκευάσει τὸ σῶμα, λαβὼν δὲ ἐκεῖνος εὐπειθῆ τῶν μελῶν τὴν ἁρμονίαν εἰς ἅπαντος σχήματος καταστήσει μίμησιν. μόχθος δὲ ἀμφοῖν οὐ μικρός,
5τοῦ μέν, ὅπως ὑφηγήσαιτο, τοῦ δέ, ὅπως εἰσδέξαιτο. καὶ τοῦ χρόνου τὸ μὲν τὰς μελέτας ἔχει, τὸ δὲ τῶν μελετηθέντων ἔννοιαν. δεῖ γὰρ καὶ τοῦ κινεῖσθαι πε‐ παυμένον φυλάττειν ἐν τῇ ψυχῇ τὰ πεπονημένα. ὥστε καὶ οὗτοι σαφῶς ἴσασιν, ὅτι τῶν πόνων πωλοῦσιν
10ἅπαντα οἱ θεοὶ τἀγαθά.
Or
.

64

.

106

ὥσπερ γὰρ οἷς ἔρως συλλέξασθαι λόγους, τούτοις μέγιστον εἰς τὴν ἐπι‐ θυμίαν ἐφόδιον οἱ πόνοι καὶ οὐκ ἔστιν ὁμοῦ τό τε σῶμα παχύνειν καὶ τὴν ψυχὴν θεραπεύειν, οὕτως οὐκ
5ἔστιν ὄρχησιν καὶ πλησμονὴν συνελθεῖν, ἀλλ’ ἀνάγκη τὸν θατέρου γλιχόμενον ἀφεστάναι θατέρου. ὥστε ἢν ἐπιστὰς ὀρχηστῇ δειπνοῦντι τοῦτον ἴδῃς ὑπερεσθίοντα, ψηφίζου τὸν ἄνδρα μὴ πολὺ βελτίω τῶν λίθων εἶναι· τὴν γὰρ τέχνην ὑπὸ τῆς τρυφῆς ἀπολωλεκέναι.
Or
.

64

.

107

καὶ μᾶλλον ἄν τις εὕροι λόγους σπουδαίους μετ’ οἴνου συντεθέντας ἢ σωθεῖσαν ὄρχησιν ἐν σώματι μὴ τῆς γαστρὸς κολαζομένης. οὔτε γὰρ λαβεῖν ἔστι τὸ πρᾶγμα
5τὴν ἀρχὴν ἢ δι’ ἐγκρατείας καὶ λαβόντι τοῦτ’ αὐτὸ τῶν κτηθέντων φυλακτήριον. ὡς ὅστις αὑτὸν ἐπαφῆκε τραπέζαις, εἰς μόλυβδον ἀντὶ πτηνοῦ μεταβέβληκεν. εἰ οὖν ἐν πλησμονῇ μὲν Κύπρις, ἐν πεινῶντι δὲ οὔ, πόρρω τῶν ἀφροδισίων οἱ πλησίον ἀκριβοῦς
10ὀρχήσεως καὶ παράδειγμα ταύτῃ γε χρηστοῦ τινος, οὐκ ἐπιζημίου. τοιαύτη μὲν εἴσοδος εἰς τὴν τέχνην καὶ φρουρὰ τῆς τέχνης τοῖς ἀσελγέσι καὶ φθόροις, ὡς ἄν
τις εὖ φαίη, παντελῶς ἄβατος.
Or
.

64

.

108

Οὐ μὴν ἔστιν εἰπεῖν, ὡς ταλαιπωροῦνται μέν, εἰς ἄχρηστον δὲ τοῖς δήμοις, ἀλλά μοι δοκεῖ πάντων εἶναι χρησιμώτατον ὡς ἐν τοῖς παροῦσι. σκόπει δέ. ἐγὼ νομίζω τοὺς ποιητὰς ἐν δόξῃ καὶ θαύματι καὶ
5λόγῳ καὶ πᾶσι γέρασιν εὐθύς τε ἐξ ἀρχῆς γενέσθαι καὶ νῦν ἔτι καθεστάναι, οὐχ ὅτι τῶν ἔργων τοὺς ἀν‐ θρώπους ἀπάγοντες ἐν τῇ τῶν ἐπῶν ἀκροάσει καταν‐ ήλισκον τὸν χρόνον τηνάλλως ᾄδοντες, ἀλλ’ ὅτι μνή‐ μῃ παλαιῶν ἔργων ἐπαίδευον τοὺς συλλόγους κατὰ
10τῶν πρὸ τοῦ γεγενημένων οὐκ ἐῶντες ἰσχύσαι τὴν λήθην ὑπὲρ τῶν ἔτι ζώντων.
Or
.

64

.

109

ὁ γὰρ δὴ πεπλη‐ ρωμένος τῆς τῶν ἡρώων καὶ γνώμης καὶ τύχης ἀμεί‐ νων ὁμιλῆσαι πράγμασιν ἐν τοῖς ἐκείνων παθήμασι τὸν αὑτοῦ βίον ὀρθῶν. ἀκούων γὰρ σωμάτων καὶ
5χρημάτων καὶ τυραννίδων ἔρωτας εἰς συμφορὰν τοῖς τετυχηκόσι τελευτήσαντας καὶ τοὺς ἀδικοῦντας ἀπολλυ‐ μένους καὶ τοὺς ἠδικημένους κρατοῦντας τὴν τοῦ δι‐
καίου τάξιν εὑρίσκων ἀσφαλεστέραν αὑτῷ παραινεῖ τὴν δικαιοσύνην τιμᾶν.
Or
.

64

.

110

ᾧ δὲ μάλιστα ἄνθρωπος πιέζεται, παίδων θανάτοις, τοῦτο πῶς οὐκ ἂν ἐνέγκοι πεντήκοντα παῖδας ὁρῶν ἐν ὀφθαλμοῖς πατέρων κει‐ μένους καὶ θυγατέρα σφαττομένην ἀνθ’ ἱερείου πατρὸς
5ἄγοντος καὶ πάλιν ἑτέρους ὑπὸ τῶν χειρῶν τῆς μητρός, πῆ μὲν μανείσης, πῆ δὲ ἐπισταμένης. τὸ δὲ μηδ’ ἐκείνῃ λυσιτελῆσαι τῇ Κόλχῳ ξένῳ συμπρᾶξαι κατὰ τῆς οἰκείας μηδέ γε τῷ σωθέντι τῆς σεσωκυίας ὑπεριδεῖν, ταῦτα πάντα παιδεύματα τῶν ἴσων ἀνείρ‐
10γοντα.
Or
.

64

.

111

καλὸν εἰς τὸν βίον καὶ καρτερία. ταύ‐ την ἡμᾶς ἀνὴρ Ἰθακήσιος διδάξει μετὰ τὴν πολλὴν θάλατταν καὶ τὸ σπήλαιον τοῦ Κύκλωπος καὶ τὴν ὑπὲρ τοῦ πορθμοῦ τὰς πολλὰς προβάλλουσαν κεφαλὰς
5οἴκοι τοὺς οἰκέτας παίοντας καὶ ἐναλλομένους φέρων.
〈καὶ〉 ὅλως ἢ φιλοτίμων πράξεις ἀκούοντες ἢ προπε‐ τῶν ἁμαρτίας ἢ συμφορῶν ὑπερβολὰς τὰ μὲν μιμεῖ‐ σθαι, τῶν δὲ ἀπέχεσθαι παιδευόμεθα.
Or
.

64

.

112

ἕως μὲν οὖν ἤνθει τὸ τῶν τραγῳδιοποιῶν ἔθνος, κοινοὶ δι‐ δάσκαλοι τοῖς δήμοις εἰς τὰ θέατρα παρῄεσαν· ἐπειδὴ δὲ οἱ μὲν ἀπέσβησαν, τῆς δὲ ἐν μουσείοις παιδεύσεως
5ὅσον εὐδαιμονέστερον ἐκοινώνησε, τὸ πολὺ δὲ ἐστέ‐ ρητο, θεῶν τις ἐλεήσας τὴν τῶν πολλῶν ἀπαιδευσίαν ἀντεισήγαγε τὴν ὄρχησιν διδαχήν τινα τοῖς πλήθεσι παλαιῶν πράξεων, καὶ νῦν ὁ χρυσοχόος πρὸς τὸν ἐκ τῶν διδασκαλείων οὐ κακῶς διαλέξεται περὶ τῆς οἰκίας
10Πριάμου καὶ Λαΐου.
Or
.

64

.

113

Φροντίζουσα δὲ ἡ τέχνη τοῦ τὰς ψυχὰς ἐγρη‐ γορέναι παύσασα πολλάκις τὴν φωνὴν τοῦ χοροῦ διὰ τῶν σχημάτων παιδεύει τὸν θεατὴν αἱρεῖν τὸ πρᾶγμα.
καὶ τὸ μὲν Ἀθηνᾶς δεικνυμένης Ἀθηνᾶν ἐννοεῖν καὶ
5Ποσειδῶνος Ποσειδῶ καὶ Ἡφαίστου γε Ἥφαιστον οὔπω πάμμεγα, τὸ δὲ δι’ Ἀθηνᾶς μὲν τὸν Ποσειδῶ, διὰ δὲ Ἡφαίστου τὴν Ἀθηνᾶν, διὰ δὲ Ἄρεος Ἥφαιστον, διὰ δὲ Γανυμήδους Δία, διὰ δὲ Ἀχιλλέως Πάριν, ταῦτα ποίων οὐ γρίφων ἱκανώτερα ψυχὴν ἀκονᾶν;
Or
.

64

.

114

τοιγαροῦν ὅστις ταῦτα ὀξύς, οὐ ῥᾷστος ἐν τοῖς ἄλλοις κλαπῆναι. τὸ δὲ αὐτὸ καὶ τοῖς πολλοῖς καὶ τοῖς δεξιωτέροις χρήσιμον. τοὺς μὲν γὰρ ἅπερ οὐκ ἐπίστανται δύναται διδάσκειν, τοὺς δὲ ἅπερ ἴσασιν
5ἀναμιμνήσκει. καὶ εἴ γε τὴν ἀμβλυτέραν γνώμην ἐν ταῖς πράξεσιν ἀχρηστοτέραν ἡγούμεθα, τήν γε ὑπὸ τῶν ὀρχηστῶν θηγομένην πῶς οὐ φήσομεν ἐπιτηδείαν εἶναι πράγμασι χρῆσθαι;
Or
.

64

.

115

βούλει μαθεῖν ὅπως ἰσχύσεις ψυχὴν λύπῃ βεβαπτισμένην ἀνενεγκεῖν καὶ ῥᾴω καταστῆσαι; λαβὼν ἄνθρωπον ἐστερημένον [ἢ]
φιλτάτων ἢ χρημάτων ἢ περιυβρισμένον ἢ πεπληγμένον
5ἄγε πρὸς τὸ θέατρον, δεῖξον αὐτῷ δι’ ὀρχηστοῦ πα‐ λαιὰς βασιλείας καθῃρημένας καὶ κουφιεῖς. ἀπένεγκε τὴν διάνοιαν ἀπὸ τῶν τυράννων εἰς κώμους καὶ παν‐ ηγύρεις καὶ τάχα ὄψει τὴν κατήφειαν ἀπιοῦσαν, εἰ δὲ μὴ πᾶσαν, τὸ γοῦν πλέον. ὥστ’ οὐ πολὺ τῆς παρὰ
10τοῦ ῥήτορος τοῖς πενθοῦσι βοηθείας ὀρχηστὴς δεύτερος.
Or
.

64

.

116

Ἀλλὰ μήν, εἴ γε τὸ βλέπειν εἰς ἀγάλματα θεῶν σωφρονεστέρους ἀπεργάζεται τῇ θέᾳ, τὰ πάντων οὗτός σοι δίδωσιν ἐπὶ τῆς σκηνῆς ὁρᾶν οὐκ ἐν λίθῳ μιμούμενος, ἀλλ’ ἐν αὑτῷ παριστάς, ὥστε κἂν τὸν
5ἄκρον ἀγαλματοποιὸν εἶξαι τῶν πρωτείων ὀρχησταῖς ἐν κρίσει τοῦ περὶ ταῦτα κάλλους. ποία γὰρ γραφή, τίς λειμὼν ἥδιον ὀρχήσεως καὶ ὀρχηστοῦ θέαμα πε‐ ριάγοντος εἰς ἄλση τὸν θεατὴν καὶ κατακοιμί‐ ζοντος ὑπὸ τοῖς δένδρεσιν ἀγέλας βοῶν, αἰπόλια,
10ποίμνια καὶ τοὺς νομέας ἱστῶντος ἐπὶ φρουρᾷ τῶν
θρεμμάτων τοὺς μὲν σύριγγι χρωμένους, τοὺς δὲ αὐ‐ λοῦντας ἄλλον ἐν ἄλλοις ἔργοις; τίς δ’ οὐκ ἂν ἡμε‐ ρώτερος εἴη καὶ γυναικὶ καὶ οἰκέταις δεῖπνον αἱρού‐ μενος ἐπὶ τοιαύτῃ θέᾳ τῆς ἐκ τοῦ πράγματος ἡδονῆς
15ἐνδιαιτωμένης ἐπὶ πλεῖστον τῇ γνώμῃ; ποίοις δὲ εἰκὸς ὀνείρασι τὸν ἐκ τούτων ἀναπαυόμενον ὁμιλήσειν; ἐμοὶ μὲν γὰρ δοκεῖ τοῖς ψυχαγωγίαν ἔχουσι.
Or
.

64

.

117

τίς δ’ οὐκ ἂν γέρων καὶ ῥᾴθυμος, ὁ μὲν τῆς φύσεως, ὁ δὲ τῆς ἡλικίας ἀμείνων εἰς τὸ κινεῖσθαι γένοιτο παρακα‐ λούμενος ὑπὸ τῶν ἐκείνου πηδημάτων; πότερον δὲ
5τὰς Φαιάκων ναῦς ἢ τὰς τούτων στροφὰς εὐλογώτερον εἰς τάχος εἰκάσαι νοήματι καὶ πτερῷ; τό γέ τοι δι’ ἀκριβείας ὀφθῆναι τῶν δρωμένων ἕκαστον ὑπὸ τῆς ὀξύτητος ἡρπάσθη πολλάκις μεταπίπτοντος εἰς ὅ τι βούλει τοῦ σώματος. Πρωτεὺς Αἰγύπτιος μικροῦ τού‐
10των ἕκαστος. φαίης ἂν αὐτοὺς τῇ ῥάβδῳ τῆς Ἀθηνᾶς, ἣ τὴν ἰδέαν τοῦ Ὀδυσσέως τρέπει, πάντα φαίνεσθαι. πρεσβύτας, νέους, ταπεινούς, ὑψηλούς, κατηφεῖς, ἀνει‐
μένους, διακόνους, δεσπότας. τὼ πόδε δὲ κἂν διερευ‐ νήσαιτό τις μὴ Περσέως αὐτοῖς ἐνῇ πλεονέκτημα.
Or
.

64

.

118

πότερον δὲ ἄν τις ἀγασθείη μειζόνως τὴν τῆς περιφορᾶς ἐν πλήθει συνέχειαν ἢ τὴν ἐξαίφνης ἐπὶ τούτῳ πάγιον στάσιν ἢ τὸν ἐν τῇ στάσει τηρού‐ μενον τύπον; ὡς μὲν γὰρ ὑπόπτεροι περιάγονται, τε‐
5λευτῶσι δὲ εἰς ἀκίνητον στάσιν ὥσπερ κεκολλημένοι, μετὰ δὲ τῆς στάσεως ἡ εἰκὼν ἀπαντᾷ. πόνος δὲ μεί‐ ζων ἕτερος συγκαταλῦσαι τῷ ᾄσματι. τοσοῦτος τοῦ μέτρου λόγος ἐν ὀρχησταῖς. παρ’ ὧν ἡ τέρψις ταῖς πόλεσιν ἀμιγὴς κακῶν.
Or
.

64

.

119

παλαιστὴς μέν γε πα‐ λαιστὴν ἤδη κατέαξε καὶ παγκρατιαστὴς ἐν τῷ πόνῳ τὸν ὀφθαλμὸν ἐξεκόπη καὶ τὸν ἀντίτεχνον ἡνίοχος ἀνατρέψας ἀπώλεσεν, ἵππου δὲ ἤδη φόνος καὶ πόλιν
5ὅλην διέστησε καὶ πρὸς λίθους καὶ πῦρ καὶ σφαγὰς προήγαγεν· ὄρχησις δὲ κακὸν οὐδὲν οὔτε ἔτεκεν οὔτε μὴ τέκῃ. δικαίως. καὶ γὰρ αὐτὴν ἔτεκεν ὁ καιρῶν
εἰρηνικώτατός τε καὶ φιλοπαίγμων, ὁ δρέπανα μὲν ἐπὶ βότρυς ἄγων, βότρυς δὲ ἐπὶ ληνούς, ἑορτὴν δὲ ποιῶν τοῦ
10Διονύσου τὸ δῶρον. διόπερ καὶ τοὔνομα τοῖς ὀρχησταῖς ἀπὸ τῶν ἐν ἀρχῇ περὶ τοὺς ὄρχους σκιρτημάτων.
Or
.

64

119bis

Ὃ τοίνυν μέγιστον εἰς φιλοτιμίαν τῶν φιλο‐ σόφων ἐνίοις, τὸ ταῖς αὑτῶν πατρίσι λῦσαί τινας δυσκολίας, τούτῳ καὶ Πριηνεὺς ὀρχηστὴς σεμνύνεται. συνῆν μὲν γὰρ Ἀντιόχῳ τῷ βασιλεῖ. Πριήνην δὲ
5ἑλὼν ἐκεῖνος ᾆσμα ἐκέλευεν ὀρχεῖσθαι, τὸ δὲ ᾆσμα ἦν ἐλευθερία. τοῦ δὲ φήσαντος ἀδικήσειν, εἰ τὰ τοι‐ αῦτα ὀρχοῖτο ἐν δουλευούσῃ τῇ πόλει, ποιεῖ πάλιν Ἀντίοχος Πριήνην ἐλευθέραν.
Or
.

64

.

120

Ταύτην τοίνυν, Ἀριστείδη, τὴν δικαιοσύνην καὶ παρρησίαν ἐκ διεφθαρμένης ψυχῆς γεγενῆσθαι νο‐ μίζεις; ἢ τὸν οὕτω καλὸν καὶ γενναῖον πολίτην καὶ τὸ τῇ πατρίδι βοηθῆσαι περὶ πλείονος ποιησάμενον
5τοῦ κολακεῦσαι δυνάστην φθόρον προσερεῖς; οὐκ ἄρα
δόξεις ἔξω φιλονεικίας εἶναι.