TLG 2200 002 :: LIBANIUS :: Epistulae pseudepigraphae LIBANIUS Rhet.
Soph. Epistulae pseudepigraphae Citation: Epistle — section — (line) | ||
1t | [Ἀνωνύμῳ. | |
1.1 | Ἀκούω τὸν πικρὸν Σαβέντιον ἃ πρῴην ὤδινε καθ’ ἡμῶν νῦν ἐν λόγῳ συνθέντα προφέρειν. λόγος καὶ τοὺς εἰς ἀκοὴν καθισταμένους ἀηδιζομένους ἀποστρέφειν τὰ ὦτα τῶν ληρη‐ μάτων τἀνδρός· εἰ δέ τινες εἶεν οἳ ἐπιστρέφονται, καὶ τού‐ | |
5 | τους εἶναι τῶν οὐκ ὀρθῶς τοῖς πράγμασι διαιτώντων. | |
---|---|---|
1.2 | ἤγ‐ γειλε δέ τις καὶ τῶν ἡκόντων Κολώνηθεν οὐχ ἑτέρωθεν Σα‐ | |
βέντιον γλῶτταν ἐφ’ ἡμᾶς κινῆσαι κακήγορον ἢ ὡς ἡμεῖς γε πρότερον ἐδικασάμεθα τῷ παραπλῆγι τῶν τῷ ἡμετέρῳ δικαίῳ | 563 | |
5 | διαφερόντων ἐπεστρατευκότι τισίν. | |
1.3 | οἷ μὲν οὖν μανιῶν ἀφ‐ ῖκται ὁ ἄνθρωπος ἐπιχειρήσας ἃ μηδ’ ὄναρ πώποτε πρὸς ὁντιν‐ οῦν ἡμεῖς διαβαλεῖν εἱλόμεθα, ταῦτα τοῖς αὐτῶν ἀεὶ καθα‐ ρεύουσιν ἐφιστάναι, οὐδένα τῶν νοῦν ἐχόντων οἶμαι ἀκούσαντα | |
5 | μὴ πάσας αἵτινές εἰσιν ὑπερβαλέσθαι τὰς αὐτοῦ ἀποφήνασθαι· ὅτι δὲ οὐκ εἰς μακρὰν τὰ τῆς κακίας ἐπίχειρα λήψεται, πλὴν τῶν ἐκδεδιῃτημένων τὰ ὦτα πάντας ὁμολογῆσαι φαίην ἂν ἔγωγε. | |
1.4 | πλὴν ἀλλ’ οὐδ’ ἐκείνους σαφῶς οὐκ οἶδα ἢ μετ’ οὐ πολὺ μεταμελῆσαν τῆς ἐπὶ τὸ χεῖρον ἀπάτης τοῦ τῶν νῦν ἐφ‐ ιστάντων χρησταῖς ψήφοις ἐσομένους χοροῦ ἢ οἷς τέως οὐκ ᾔσθοντο παραχθέντες ἐμμείναντας τὰς ἀξίας δίκας, εἰ καὶ μὴ | |
5 | κατόπιν, ἀλλ’ οὖν εἰσέπειθ’ ὑφέξοντας. | |
1.5 | ἐγὼ δὲ αὐτός, εἴ τις ἀξιοίη τὸν νοῦν προσέχειν, πρὸς τὰ ἑκάστῳ περὶ ἐμοῦ δο‐ κοῦντα ὅπως διάκειμαι, μάθοι γ’ ἂν οὐκ ἄλλο ἐπᾴδοντα ὅτι μὴ τό· οὐ φροντὶς Ἱπποκλείδῃ.] | |
2t | [Ἀνωνύμῳ. | |
2.1 | Ἵν’ εἰδῇς ὡς οὐ σὺ μόνος τοῖς καρποῖς πλεονάζεις, ἀλλὰ καὶ παρ’ ἡμῖν τίκτει τὰ δένδρα, πέμπω σοι καὶ αὐτὸς τὰ ἀκμά‐ σαντα τῶν ὡραίων. | |
2.2 | τῆς δ’ ὀλιγότητος μὴ τῆς προαιρέσεως τοῦ γεωργοῦ κατηγόρει, τοῖς δὲ καιροῖς ταύτην λογίζου συστεί‐ λασι τὸν τόκον τοῖς δένδρεσιν ἄλλως τε καὶ τῆς τοῦ πέμπον‐ τος ἀγάπης τὴν ἐν τούτοις ἔνδειαν ἀναπληροῦν δυναμένης]. | 564 |
3t | [Ἀνωνύμῳ. | |
3.1 | Εὔχεσθαι μὲν δεῖ τῷ θεῷ τοὺς ἀνθρώπους περὶ τῶν αὑτοῖς συμφερόντων, εἰς γὰρ ἐκεῖνον τὰ ἡμέτερα πάντα ἀνήρ‐ τηται, καὶ τῶν ὠφελίμων ἡμῖν αὐτὸς μόνος ἔχει τὴν ἐπιστή‐ μην· χρὴ δὲ καὶ ἡμᾶς μὴ τῶν δοκούντων ἡμῖν ἀγαθῶν ἀμε‐ | |
5 | λοῦντας ἐκείνῳ τὸ πᾶν ἐπιτρέπειν. | |
3.2 | δύναται μὲν γὰρ καὶ ἡμῶν μηδὲν ποιούντων ἐκεῖνος εὖ ποιεῖν διὰ πάντων, ἀλλὰ βούλεται καὶ ἡμᾶς τὰ παρ’ ἑαυτῶν συνεισφέρειν, οὐχ ἵν’ ὃ βούλεται ῥᾷον ἀνύῃ, ἀλλ’ ἵν’ ἡμεῖς ἐθιζώμεθα τὸ δέον ποιεῖν· | |
5 | τοῦτο δὲ τιμῶντός ἐστιν ἡμᾶς τοῦ θεοῦ, ἀλλ’ οὐκ ἀδυνατοῦν‐ τος ὃ βούλοιτο πράττειν]. | |
4t | [Ἀνωνύμῳ. | |
4.1 | Οὐδὲν θαυμαστὸν εἰ τὸ φάρμακον, ᾧ τὸν στόμαχον ἔρ‐ ρωσας, ἀξιοῦμεν ἐπὶ τοῖς ὁμοίοις καὶ αὐτοὶ λαβεῖν παρὰ σοῦ, ἐπεὶ καὶ τῆς σῆς δυνάμεως οὐκ αὐτοὶ μόνον ἀπολαύομεν, ἀλλὰ | |
ταύτῃ καὶ πολλοὺς τῶν φίλων ὀρθοῦμεν. καὶ παλαιόν γε τὸ | 565 | |
5 | ἔθος τὰ τῶν βασιλέων ἀγαθὰ καὶ πρὸς πολλοὺς διαβαίνειν. | |
4.2 | μετάδος τοίνυν ἡμῖν ἐκείνου, ὦ μηδένα τῶν σου δεομένων κενὸν ἀνεχόμενος ἀποπέμπειν. πέπτωκε γὰρ καὶ ἡμῖν ὁ στό‐ μαχος ταῖς συνεχέσιν ὑδροποσίαις, τόνου δὲ στερηθεὶς εἰς καπνὸν τὰ σιτία διὰ τὴν ἀσθένειαν ἀναλύει, ὃς ἀλγύνει μὲν | |
5 | τὴν κεφαλὴν ἀνιὼν καὶ δι’ αὐτῆς ἅπαν λύει τὸ σῶμα, προσ‐ κόπτειν δὲ ἀναγκάζει τὸ πνεῦμα καὶ περὶ τὰ στέρνα ἀτμοί τινες συνιστάμενοι δι’ ὄχλου γίνονται τῇ καρδίᾳ. | |
4.3 | τούτων λύσιν ὁ Χῖος Ἱπποκράτης, ἂν ὁ στόμαχος τὴν προτέραν ἰσχὺν ἀπολάβῃ, ψηφίζεται. πρὸς δὲ τοῦθ’ ἱκανὸν νομίζει τὸ κατα‐ σκευασθέν σοι φάρμακον παρ’ αὑτοῦ καὶ συνεβούλευεν ὅτι | |
5 | τάχιστα πέμπειν αἰτήσοντα πρότερον ἀξιώσας τὸν μηνύσαντα κρύπτειν. | |
4.4 | ἐγὼ δὲ οὐκ εἰωθὼς πρὸς σὲ ψεύδεσθαι τοῦτον αὐτὸν εἶναί φημι τὸν καὶ περὶ τοῦ προτέρου συμβουλεύσαντα καὶ περὶ τοῦ λοιποῦ παρὰ τίνα δεῖ πέμπειν ὑπὲρ τούτου δι‐ δάξαντα, ἵν’ ἥντινα καὶ δίκην τῆς προδοσίας βουληθῇς ἀπαι‐ | |
5 | τῆσαι, παρ’ αὐτοῦ ταύτην λάβῃς]. | |
5t | [Ἀνωνύμῳ. | |
5.1 | Τοῦ γραμμάτων ἐμῶν ἐρῶντά σε καὶ λαμβάνοντα μὴ καὶ ἀντιγράφειν ὄχλον αἰτιῶμαι πραγμάτων, ὑφ’ οὗ κἂν σιτίων | |
καὶ ποτῶν εἴργοιο. τὸ γὰρ λήθῃ σε τῶν ἐπιστολῶν ἀποστῆναι οὔτε περὶ σοῦ δίκαιον ὑποπτεύειν, ὅς γε σαυτοῦ πρότερον ἂν | 566 | |
5 | ἢ τῶν φίλων ἀμνημονήσαις, ἐγώ τε πρὸς τὰς τῶν φίλων κατη‐ γορίας οὐ πρόχειρος, ὅταν πολλαχόθεν τὸ δοκοῦν ἁμάρτημα τὴν παραίτησιν ἔχῃ. | |
5.2 | εἰ μὲν οὖν, ὅπερ ἔφην, πράγματα περιστάντα οὓς ἐν τῇ μνήμῃ περιφέρεις, τούτοις οὐ συνεχώ‐ ρησε γράφειν, ἡμῖν τὰ τῆς γνώμης ἀντὶ τῶν γραμμάτων ἀρ‐ κέσει, σὺ δὲ μηδέποτε λήγοις τοιούτων φροντίδων, ἀφ’ ὧν | |
5 | ἔσται σοι δόξαν πόνων ὠνεῖσθαι ἄλλως τε καὶ οὓς δίκαιον ὠφελοῦντα, πείθομαι γάρ σοι τὴν πατρίδα τὴν τοιαύτην ἀνάγ‐ κην περιτιθέναι τῶν περὶ σὲ πεπονημένων αὑτῇ τοὺς καρ‐ ποὺς ἀπαιτοῦσαν· εἰ δ’ ἄλλο τι προσπεσὸν ἀργίας μὲν τῇ χειρί, τῇ δὲ ψυχῇ ταραχῆς αἴτιον γέγονεν, εὐχόμεθα τῷ θεῷ | |
10 | λύσαντι τὸν χειμῶνα τὴν προτέραν αὖθις ἀποδοῦναι γαλήνην.] | |
6.1 | [Θνητοὶ καὶ ἀπὸ θνητῶν πεφύκαμεν καὶ θνητῆς πάντες τελοῦμεν φύσεως. τί οὖν θαυμαστὸν εἰ θνήσκει τὸ θνητὸν τῆς ἀρρήτου σοφίας τοῦτο συμφερόντως οἰκονομούσης πρός τινα κρείττονα καὶ μακαριωτάτην λῆξιν; ἀγαθῶν γὰρ ἡ τῶν | |
5 | τῇδε βιοτὴ καὶ ἀχθηδόνων πλήρης. | |
6.2 | ὅθεν ἀπ’ αὐτῆς τῆς πρώτης βαθμίδος εἰς φῶς προϊόντες κλαυθμυρίζομεν καὶ δά‐ | |
κρυον προκαταβάλλομεν φύσει δηλαδὴ προμηνύοντες ὅτι τοῦδε τοῦ βίου ἡ ἀρχὴ καὶ τὸ τέλος λύπη καθέστηκε. | 567 | |
6.3 | καὶ τοῦτό τις τῶν πάλαι σοφῶν εἰδὼς ἔφη· ἔδει μὲν ἡμᾶς σύλλογον ποιουμένους τὸν φύντα θρηνεῖν, εἰς ὅς’ ἔρχεται κακά, | |
5 | τὸν δ’ αὖ θανόντα καὶ πόνων πεπαυμένον χαίροντας εὐφημοῦντας ἐκπέμπειν δόμων. θάνατος γὰρ ἀνδρὶ ἀνάπαυσις, ὡς καὶ τὸ θεῖον εἴρηκε λόγιον. | |
6.4 | ὡς οὖν σοφὸς καὶ θεοσεβείας τρόφιμος ὢν φέρε γενναίως τὸ συμβὰν καὶ εὐχαρίστει τῷ θεῷ τῷ τῆς ἑκάστου προνοουμένῳ σωτηρίας. | |
6.5 | οὐ γὰρ ἀπέθανεν ὁ μακάριος, ἀλλὰ πρὸς τὴν ἀμείνω 〈ἐκ〉 τῆς χείρονος ζωῆς μεταβέβηκεν εὐσεβῶς ἐν Χριστῷ ζήσας καὶ θεάρεστον μετελθὼν πολιτείαν. | |
6.6 | εἰ γὰρ φυσικῶς ἀλγεῖν ἐπὶ τῷ χωρισμῷ ἀλλήλων βιαζόμεθα, ἀλλ’ οὖν ὡς λογι‐ κούς τε καὶ πιστοὺς ὄντας δεῖ τὴν ἐλπίδα καὶ ἀποκαραδοκίαν τῆς μελλούσης μακαριότητος κατὰ νοῦν ἀναλαβεῖν καὶ εὐχα‐ | |
5 | ρίστως τὴν συμφορὰν ὑπενεγκεῖν. | |
6.7 | οὕτω γὰρ καὶ τῷ τῶν ὅλων εὐεργέτῃ καὶ σοφῷ προνοητῇ καὶ σωτῆρι Χριστῷ εὐαρε‐ στήσαντες τὴν αὐτοῦ φιλανθρωπίαν καὶ εὔνοιαν καὶ δωρεὰν πλουσιώτερον ἐπισπασόμεθα. | |
6.8 | ὃν αἰτοῦμεν παρακαλέσαι τὴν καρδίαν σου πάσῃ πατρικῇ παρακλήσει καὶ τὸ λοιπόν σε δια‐ φυλάξαι σὺν πᾶσι τοῖς σοὶ διαφέρουσιν]. | |
7.1 | [Τὰ σκυθρωπὰ κατὰ θείαν καὶ ἀπόρρητον σοφίαν καὶ | |
πρόνοιαν τοῖς ἀνθρώποις ἐπεισάγεται εἰς τὴν τῶν ψυχικῶν τραυμάτων θεραπείαν. ὥσπερ γὰρ ἰατρῶν παῖδες φάρμακα καὶ καυτῆρας σωματικοῖς παθήμασιν ἑκάστῳ κατάλληλον ἐπι‐ | 568 | |
5 | φέρουσιν, ἵνα τοῖς κάμνουσιν ἴασιν περιποιήσωνται, οὕτω καὶ ὁ ἀγαθὸς καὶ πάνσοφος τῶν ψυχῶν καὶ σωμάτων ἰατρὸς θεὸς ἐπάγει δημεύσεις 〈καὶ〉 θλίψεις καὶ φόβους καὶ αἰχμαλωσίας καὶ ζημίας καὶ νόσους καὶ θανάτους διαφόρους εἰς ἡμῶν παν‐ τοίαν σωτηρίαν. διὰ τῶν τοιούτων γάρ, ὥσπερ διὰ πυρὸς ὁ | |
10 | χρυσός, τοῦ σπίλου τῶν ἁμαρτιῶν καθαιρόμεθα. | |
7.2 | φέρε τοί‐ νυν τὰ συμβάντα σοι γενναίως καὶ εὐχαρίστως δέχου. καὶ γὰρ πάντα φέρουσιν οἱ νοσοῦντες, ἵνα τύχωσι θεραπείας. | |
7.3 | κἀκεῖ‐ νοι μὲν πολλάκις τὰ παρὰ τῶν ἰατρῶν ὑπομένοντες ἴσως δι‐ αμαρτάνουσι τῆς ἐλπίδος, ἡμεῖς δὲ πάντως τευξόμεθα τῆς τῶν ἁμαρτημάτων ἀπαλλαγῆς καὶ τῶν συμφορῶν ἀνοχῆς, εἴγε μετ’ | |
5 | εὐχαριστίας ἐνέγκωμεν τὰ ἐκ θεοῦ. | |
7.4 | ᾧ λιτανεύομεν τὴν ὀδυ‐ νωμένην σου καρδίαν παραμυθήσασθαι καὶ πάσῃ παρακλήσει παρακαλέσαι καὶ τὸ λοιπὸν ἀπειρόπονον καὶ ἄλυπον διαφυ‐ | |
λάξαι καὶ τῆς τῶν οὐρανῶν ἀξιῶσαι βασιλείας.] | 569 | |
8t | [Ἀνωνύμῳ. | |
8.1 | Ἄριστον Ἀχαιῶν Ἀγαμέμνων νομίζων Νέστορα ἔπειτα βουλῆς οὐκ ἠξίου οὐδὲ μετεδίδου γερῶν. | |
8.2 | καὶ μή μοι μέμψῃ τῆς εἰκόνος ὡς οὐκ ἐμοὶ γιγνομένης μηδ’ ἀλαζονείας ἕλῃς τὸν Νέστορα. αἴνιγμα γὰρ δὴ καὶ τοῦτο κἀκεῖνο καὶ τῆς Οἰδίπου χρῆζον φρενός. ἡμᾶς δὲ εὖ ποιῶν λόγοις, οὐκ ἔργοις παριστά‐ | |
5 | νεις τὸ φίλτρον.] | |
9t | [Ἰωάννῃ. | |
9.1 | Δεξάμενός σου τὸν λόγον τὸν πολὺν καὶ καλὸν ἀνέγνων | |
ἀνδράσι λόγων καὶ αὐτοῖς δημιουργοῖς. ὧν οὐδεὶς ἦν ὃς οὐκ ἐπήδα τε καὶ ἐβόα καὶ πάντα ἔδρα τὰ τῶν ἐκπεπληγμένων. | 570 | |
9.2 | ἥσθην οὖν, ὅτι τοῦ δεικνύναι τὴν τέχνην ἐν δικαστηρίοις προὐτίθης τὰς ἐπιδείξεις, καὶ μακαρίζω σὲ μὲν οὕτω δυνάμε‐ νον ἐπαινεῖν, ἐπαινέτου δὲ τοιούτου τετυχηκότας τόν τε δόντα | |
πατέρα καὶ τοὺς λαβόντας υἱεῖς τὴν βασιλείαν.] | 571 |