TLG 2196 002 :: [DERCYLLUS] :: Fragmenta Fragmenta Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 386–388. frr. 2–12 Citation: Fragment — (line) | ||
t2-3 | ΑΡΓΟΛΙΚΑ. | 386 |
2 | Schol. Pindar. Ol. VII, 49: Οἱ δὲ περὶ Δεινίαν καὶ Δέρκυλόν φασιν ἀκούσιον τὸν φόνον γενέσθαι. | |
3(t) | E LIBRO TERTIO. | |
1 | Clemens Alex. Strom. I: Ἀγίας δὲ καὶ Δερκύλος ἐν τῇ τρίτῃ μηνὸς Πανέμου ὀγδόῃ φθίνοντος. | |
---|---|---|
t4 | (ΒΟΙΩΤΙΚΑ?) | |
4 | Schol. Eur. Phoen. 7: Δέρκυλλος Θηβαίου τινὸς, Δράκοντος τοὔνομα, βασιλέως δὲ Θηβαίων, θυγατέρα τὴν Ἁρμονίαν εἶναί φησιν, ὃν φονεύσας Κάδμος ἔγημεν Ἁρμονίαν. Ἔφορος δὲ κ. τ. λ. ... Δημα‐ | |
5 | γόρας δὲ κ. τ. λ. . | |
t5 | ΑΙΤΩΛΙΚΑ. E LIBRO TERTIO. | |
5 | Plutarch. De fluv. 22, 5: Γεννᾶται ἐν αὐτῷ (Ἀχελώῳ) βοτάνη ἡ μύωψ προσαγορευομένη· ἣν ἐάν τις εἰς ὕδωρ βαλὼν νίψηται τὸ πρόσωπον, ἀποβάλλει τὴν ὅρασιν, Ἄρτεμιν δ’ ἐξιλασάμενος ἀνακτᾶται τὸ | |
5 | φῶς· καθὼς ἱστορεῖ Δέρκυλλος ἐν γʹ Αἰτωλικῶν. | |
t6 | ΙΤΑΛΙΚΑ. E LIBRO TERTIO. | |
6 | Plutarch. Par. m. c. 38: Ἡρακλῆς τὰς Γηρυόνου βοῦς ἐλαύνων δι’ Ἰταλίας ἐπεξενώθη Φαύνῳ βασιλεῖ, ὃς ἦν Ἑρμοῦ παῖς, καὶ τούς [γε] ξένους τῷ γεννήσαντι ἔθυεν· ἐπιχειρήσας δὲ τῷ Ἡρακλεῖ ἀνῃρέθη· ὡς Δέρ‐ | |
5 | κυλλος ἐν τρίτῳ Ἰταλικῶν. | |
t7 | ΚΤΙΣΕΙΣ. E LIBRO PRIMO. | |
7 | Idem ibid. c. 17: Ἐν Ἰλίῳ τοῦ ναοῦ τῆς Ἀθηνᾶς ἐμπρησθέντος, προσδραμὼν Ἶλος τὸ διοπετὲς ἥρπασε παλλάδιον, καὶ ἐτυφλώθη· οὐ γὰρ ἐξὸν ὑπ’ ἀνδρὸς βλέπεσθαι· ὕστερον δ’ ἐξιλασάμενος ἀνέβλεψεν· ὡς Δέρ‐ | |
5 | κυλλος ἐν πρώτῳ Κτίσεων. | |
t8-9 | ΠΕΡΙ ΟΡΩΝ. E LIBRO TERTIO. | |
8 | Plutarch. De fluv. I, 4: Ἀλεξάνδρου τοῦ Μακε‐ | |
δόνος μετὰ στρατεύματος εἰς Ἰνδίαν ἐλθόντος, καὶ τῶν ἐγχωρίων κρίσιν ἐχόντων ἀντιπολεμεῖν αὐτῷ, Πώρου τοῦ βασιλέως τῶν τόπων ἐλέφας αἰφνιδίως οἰστροπλὴξ | 387 | |
5 | γενόμενος, ἐπὶ τὸν Ἡλίου λόφον ἀνέβη, καὶ ἀνθρωπίνῃ φωνῇ χρησάμενος εἶπεν· Δέσποτα βασιλεῦ, τὸ γένος ἀπὸ Γηγασίου κατάγων, μηδὲν ἐξ ἐναντίας Ἀλεξάνδρου ποιήσῃς· Διὸς γάρ ἐστι Γηγάσιος. Καὶ τελέσας τὸν λό‐ γον ἔθανεν. Ἀκούσας δὲ τούτων ὁ Πῶρος, ψοφοδεὴς τοῦ | |
10 | Ἀλεξάνδρου γόνασι προσέπεσεν, εἰρήνην αἰτούμενος· τυχὼν δὲ ὧν ἤθελε, τὸ ὄρος Ἐλέφαντα μετωνόμασεν· καθὼς ἱστορεῖ Δέρκυλλος ἐν γʹ Περὶ ὀρῶν. | |
9 | Plutarch. De fluv. 8, 4: Γεννᾶται δ’ ἐν αὐτῷ (τῷ Λυκόρμᾳ ποταμῷ) Λευκόϊον ἄνθος, ὃ μητρυιᾶς ὀνομα‐ σθείσης, μαραίνεται· καθὼς ἱστορεῖ Δέρκυλλος ἐν γʹ Περὶ ὀρῶν. | |
t10-11 | ΠΕΡΙ ΛΙΘΩΝ. | |
t10 | E LIBRO PRIMO. | |
10 | Plutarch. De fluv. 19, 4: Παράκειται (Ἀλφειῷ ποταμῷ) ὄρος, Κρόνιον καλούμενον ἀπ’ αἰτίας τοιαύτης. Μετὰ τὴν γιγαντομαχίαν Κρόνος, τὰς Διὸς ἀπειλὰς ἐκκλίνων, εἰς ὄρος παρεγένετο Κτοῦρον, ὃ ἀπ’ αὐτοῦ | |
5 | Κρόνιον μετωνόμασεν· λαθὼν δὲ πρὸς ὀλίγον καιρὸν, καὶ ἀφορμῆς δραξάμενος, διῆρεν εἰς Καύκασον τῆς Σκυθίας. Γεννᾶται δ’ ἐν τῷ ὄρει τούτῳ Κύλινδρος κα‐ λούμενος λίθος ἀπὸ τοῦ συγκυρήματος· ὁσάκις γὰρ ἂν ἀστράψῃ Ζεὺς ἢ βροντήσῃ, τοσαυτάκις ἀπὸ τῆς ἀκρω‐ | |
10 | ρείας διὰ φόβον κυλίεται· καθὼς ἱστορεῖ Δέρκυλλος ἐν αʹ Περὶ λίθων. | |
11 | Joh. Lydus De mens.: Δέρ‐ κυλλος δέ φησιν, ὅτι γεννᾶται ἐν τῷ Ὑδάσπῃ ποταμῷ λίθος λυχνὶς καλούμενος· οὗτος, σελήνης αὐξομένης, ἦχον μελῳδίας ἀποδίδωσι. | |
t12 | ΣΑΤΥΡΙΚΑ. E LIBRO PRIMO. | |
12 | Plutarch. De fluv. 10, 3: Γεννᾶται δ’ ἐν τῷ πο‐ ταμῷ τούτῳ (Μαρσύᾳ) βοτάνη, αὐλὸς ὀνομαζομένη, ἣν ἐὰν πρὸς ἄνεμον σείσῃ τις, μουσικὴν ἔχει μελῳδίαν, | |
καθὼς ἱστορεῖ Δέρκυλλος ἐν αʹ Σατυρικῶν. | 388 |