TLG 2190 002 :: [CLITONYMUS] :: Fragmenta Fragmenta Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 366–367. frr. 1–3 Citation: Fragment — (line) | ||
t1 | ΙΤΑΛΙΚΑ. | |
1 | Plutarchus Par. Min. c. 10: Ῥωμαῖοι πρὸς Λα‐ τίνους πολεμοῦντες ἐχειροτόνησαν στατηγὸν Πόπλιον Δέκιον· νεανίσκος δέ τις τῶν ἐπισήμων πένης, τοὔνομα Κάσσιος Βροῦτος, ἐπὶ ῥητῷ μισθῷ νυκτὸς τὰς πύλας | |
5 | ἀνοῖξαι ἐβουλήθη. Φωραθεὶς δὲ, εἰς ναὸν ἔφυγεν Ἀθηνᾶς Αὐξιληρίας. Κάσσιος δὲ Σιγνίφερ, ὁ πατὴρ αὐτοῦ, κα‐ τέκλεισε, καὶ λιμῷ διέφθειρε, καὶ ἄταφον ἔρριψεν· ὡς Κλειτώνυμος ἐν Ἰταλικῶν *. | |
---|---|---|
t2 | ΣΥΒΑΡΙΤΙΚΑ. E LIBRO SECUNDO. | |
2 | Idem ib. c. 21: Ἐν Συβάρει, πόλει τῆς Ἰταλίας, νέος περίβλεπτος τὸ κάλλος Αἱμίλιος φιλοκύνηγος ἦν· | |
ἡ δὲ νεόνυμφος δόξασα ἑτέρᾳ συνεῖναι εἰσῄει εἰς τὴν νάπην. Τῶν δὲ δένδρων σεισθέντων, οἱ κύνες ἐπιδρα‐ | 366 | |
5 | μόντες, διέσπασαν· ὁ δὲ ἐπέσφαξεν ἑαυτόν· ὡς Κλει‐ τώνυμος ἐν δευτέρῳ Συβαριτικῶν. | |
t3 | ΘΡᾼΚΙΚΑ. | |
3 | Idem De fluv. c. 3, 4: Γεννᾶται δὲ καὶ ἐν τῷ Παγγαίῳ ὄρει βοτάνη, κιθάρα καλουμένη διὰ ταύτην τὴν αἰτίαν. Διασπαράξασαι τὸν Ὀρφέα, τὰ μέλη τοῦ προειρημένου εἰς ποταμὸν ἔβαλον Ἕβρον. Καὶ ἡ μὲν | |
5 | κεφαλὴ τοῦ θνητοῦ κατὰ πρόνοιαν θεῶν εἰς δράκοντα μετέβαλε τὴν μορφὴν τοῦ σώματος· ἡ δὲ λύρα κατε‐ στηρίχθη (κατηστερίσθη?) κατὰ προαίρεσιν Ἀπόλλω‐ νος· ἐκ δὲ τοῦ ῥεύσαντος αἵματος ἐνεφάνη βοτάνη, κι‐ θάρα καλουμένη. Τῶν δὲ Διονυσίων τελουμένων, αὕτη | |
10 | κιθάρας ἀναδίδωσι ἦχον· οἱ δὲ ἐγχώριοι νεβρίδας περι‐ βεβλημένοι καὶ θύρσους κρατοῦντες, ὕμνον ᾄδουσιν· Καὶ τότε φρονήσεις, ὅταν ἔσῃ μάτην φρονῶν· | |
καθὼς ἱστορεῖ Κλειτώνυμος ἐν τῷ γʹ τῶν Θρᾳκικῶν. | 367 |