TLG 2181 002 :: MOSES :: Εὐποία καὶ εὐτυχία τοῦ κτισαμένου καὶ ἐπιτυχία καμάτου καὶ μακροχρονία βίου (e cod. Paris. B.N. gr. 2327, fol. 268v) Εὐποία καὶ εὐτυχία τοῦ κτισαμένου καὶ ἐπιτυχία καμάτου καὶ μακροχρονία βίου (e cod. Paris. B.N. gr. 2327, fol. 268v) Citation: Volume — page — (line) | ||
2.300(1t) | ΕΥΠΟΙΑ ΚΑΙ ΕΥΤΥΧΙΑ ΤΟΥ ΚΤΙΣΑΜΕΝΟΥ ΚΑΙ ΕΠΙΤΥΧΙΑ | |
2t | ΚΑΜΑΤΟΥ ΚΑΙ ΜΑΚΡΟΧΡΟΝΙΑ ΒΙΟΥ | |
---|---|---|
3 | Καὶ εἶπε Κύριος πρὸς Μωϋσῆν· «Ἐγὼ ἐξελεξάμην ἐξ ὀνόματος Βεσελεὴλ τὸν ἱερέα, ἐκ φυλῆς Ἰούδα, καὶ ἐργάζεσθαι τὸν χρυσὸν, καὶ | |
5 | τὸν ἄργυρον, καὶ τὸν χαλκὸν, καὶ τὸν σίδηρον, καὶ πάντα τὰ λιθουργικὰ, καὶ τὰ λεπτουργικὰ ξύλα, καὶ εἶναι κύριον πασῶν τῶν τεχνῶν. Λαβὼν ὑδράργυρον, καὶ χάλκανθον, καὶ μυσίδην, ἴσως ὁμοῦ λειώσας ἀνένεγκαι τὴν αἰθάλην αὐτοῦ ἀπὸ ὤρας πρώτης ἕως ὥρας δεκάτης· καὶ ἀποβαλὼν τὴν ὕλην, ἀνένεγκαι τὴν ὑδράργυρον τρὶς, καὶ | |
10 | πότισον αὐτὴν οὔρῳ ἀφθόρου ἡμέρας ζʹ ἐν ἡλίῳ· καὶ βάλε εἰς ῥωγὴν, πωμώσας ἅλατι, καὶ πηλῷ πυριμάχῳ, καὶ θὲς τὸ ῥωγὴν ἐπὶ κέφαλα ἐν χύτρᾳ ἀθίκτῳ. Καὶ ποιήσας πέταλα μολύβδου, καὶ πώμασον τὴν χύτραν· καὶ πωμάσας πάντοθεν βησάλῳ καὶ πηλῷ πυριμάχῳ, δὸς ἐμπύρῳ κόπρῳ βοῶν νυχθήμερον, καὶ ἔχε ὑδράργυρον | |
15 | παγεῖσαν. ΟΙΚΟΝΟΜΙΑ ΥΔΡΑΡΓΥΡΟΥ. —Λαβὼν ὑδράργυρον, ζέσον ἐλαίῳ ῥεφανίνῳ· εἶτα πῆξον, καὶ συλλείου σὺν ὄξει καὶ στυπτηρίᾳ σχιστῇ, καὶ ἁλὶ ἐπὶ ἡμέρας ζʹ· καὶ γλυκάνας, ξήρανον καὶ ἔχε. Καὶ λαβὼν κιννάβαριν, κινναβάρισον ἐλαίῳ ῥεφανίνῳ εἰς ληκύθιον, | |
20 | καὶ ἀσφαλισάμενος, θὲς ἐν χώστρᾳ ὥρας ιʹ· καὶ λαβὼν, πλύνας εἰς θυείαν, καὶ ἐπίβαλε ὄξος, καὶ στυπτηρίαν σχιστὴν καὶ ἅλας, καὶ | |
λείωσον ἐπὶ ἡμέρας ζʹ· καὶ ἀποπλύνας ὕδατι γλυκεῖ, ξήρανον καὶ ἔχε. | 300 | |
2.301 | Λαβὼν ὑδράργυρον παγεῖσαν, σανδύκιον, χαλκὸν κεκαυμένον, καὶ στακτάτον (?) ὄξος, ποίει κατασταλακτὴν, καὶ λαβὼν θεῖον καθαρὸν, ἔκζεσον μετὰ τῆς κατασταλακτῆς· καὶ λαβὼν τὸ ὕδωρ τοῦτο, συν‐ λείωσον τὰ κροκὰ τῶν ὠῶν· καὶ ἀνένεγκαι διὰ τοῦ ἀμβίκου· Βρέξας | |
5 | κομιδῆ, σύμμιξον μετὰ τὸ ὕδωρ τοῦτο ἀμβίκου, καὶ πότιζε τὰ ξηρία ἡμέρας ιʹ· καὶ ὅταν ψυγῇ καλῶς, βάλε εἰς πυξίδα ὑελίνην, καὶ πυρώσας κακκάβην, παρόπτα ἐν αὐτῷ τὸ ξηρίον· καὶ βλέπῃς τὸ γινό‐ μενον. Εἶτα λαβὼν τοῦ ξηρίου κεράτια βʹ, ἐπίρριπτε ἐπὶ 𐆄 κασσιτέρου, καὶ ἕξεις ἄργυρον. | |
10 | Λαβὼν οὖρον ἄφθορον πεπηγμένον ὡς λίθον λευκὸν, καὶ ὑδράργυρον παγεῖσαν, τρίβε ὁμοῦ ἕως ἂν καταποθῇ ὑδράργυρος· καὶ λαβὼν ἀφροσέληνον, πότισον ἐν ἡλίῳ ἡμέρας γʹ, καὶ ἔχε ᾠκονο‐ μημένην. Λαβὼν ἀφροσέληνον, δῆσον εἰς πανὴν καὶ ἀπόβρεξον εἰς ὄξος ἡμέ‐ | |
15 | ραν αʹ· καὶ τρίβε ἐν χερσίν· ἔασον καθῆσαι τὴν ὕλην, καὶ σειρώσας, χύσον τὸ ὄξος· καὶ ξηράνας, βρέχε εἰς τὰ λευκὰ τῶν ὠῶν τῶν ἀνε‐ χθέντων διὰ τοῦ ἀμβίκου· καὶ βαλὼν εἰς ῥογὴν, ἔχε ἀφροσέληνον. Λαβὼν ῥινίσματα χαλκοῦ πυρροῦ καὶ λευκοῦ, καὶ σιδήρου, καὶ κασσιτέρου, ἀρσενίκου, καὶ σανδαρακίου, καὶ ὑδράργυρον παγεῖσαν, | |
20 | καὶ ἅλας καππαδοκικὸν ἐξ ἴσου, αἷμα τράγου ἢ χοίρου, καὶ βαλὼν ἐν χύτρᾳ ἀθίκτῳ, πώμασον καλῶς, καὶ βάλε ἐν πυροκόπρῳ βοῶν, καὶ ἀνάψας παρόπτα νυχθήμερον, καὶ ἔχε ξηρίον ἀργύρου. ΕΞΙΩΣΙΣ ΧΑΛΚΟΥ. —Λαβὼν στυπτηρίαν σχιστὴν καὶ σάπωνον, καὶ ὄξος, πύρωσον τὸν χαλκὸν, καὶ κατάβαπτε. | |
25 | Λαβὼν ὑδράργυρον παγεῖσαν, λείωσον σὺν ἅλατος ἀμμωνιακοῦ, | |
καὶ χαλκὸν κεκαυμένον, καὶ χάλκανθον ἐξ ἴσου· βάλε εἰς ῥογὴν, καὶ | 301 | |
2.302 | πωμώσας καλῶς, καῦσον ἐν ὑγρῷ κόπρου ἱππείας, ἕως οὗ γένηται οἶνος ἀμιναῖος. ΟΙΚΟΝΟΜΙΑ ΜΟΛΥΒΔΟΧΑΛΚΟΥ. —Λαβὼν μυσίδην, φρύξον ἐλαίῳ ῥεφανίνῳ· καὶ οὕτως χρῶ· φρύγε δὲ ὥρας γʹ. | |
5 | Ἡ στυπτηρία σχιστὴ οἰκονομεῖται· πυροῦται καὶ σβέννυται ὄξει· εἶτα λειοῦται· πυρροκαταβάπτεται διστάκις (?). ΟΙΚΟΝΟΜΙΑ ΠΥΡΙΤΟΥ. —Ἐκζέσας αὐτὸν ἐν θαλασσίῳ ὕδατι τριβέντα ἡμέραν αʹ· καὶ ξηράνας, οὕτως χρῶ. ΟΙΚΟΝΟΜΙΑ ΧΑΛΚΙΤΕΩΣ. —Κόψας αὐτὴν, ἀνάλαβε μετὰ μέ‐ | |
10 | λιτι, ὡς ἐμπλαστρῶδες, καὶ βαλὼν εἰς λιτρίδιον, πώμασον κατακλείων ὅλον τὸ χυτρίδιον· καὶ πώμα πηλὸν ἐπιτήδειον· καὶ ὄπτα ξύλων ἐπάνωθεν ἐπιβαλὼν ἄνθρακας, ὄπτα δὲ ἐπὶ ὥραν καλήν. Ἔπειτα ἄρας, ξήρανον· καὶ πάλιν λειώσας τῇ αὐτῇ ἀγωγῇ εἰς θυείαν ἀνά‐ τριψον, καὶ ποίησον μέλιτος πάχος. Τοῦτο ποίει τρὶς, καὶ οὕτως χρῶ. | |
15 | ΟΙΚΟΝΟΜΙΑ ΠΥΡΙΤΟΥ. —Ἐκζέσας αὐτὸν ἐν θαλασσίῳ ὕδατι τριβέντα ἡμέραν αʹ, καὶ ξηράνας οὕτως οἰκονόμησαι εἰς πτάρησιν ὑδραργύρου καὶ εἰς ὂν ἐὰν θέλῃς λευκῶσαι· θεῖον ἄπυρον λειώσας εἰς οὖρον παιδὸς σὺν ἅλμῃ, θαλασσίῳ ὕδατι, καὶ στυπτηρίᾳ σχιστῇ, ζέσον ἑπτάκις; καὶ ἔασον, καὶ εὑρήσεις τὴν ὑδράργυρον ὡς ψιμμίθιον πεπη‐ | |
20 | γυῖαν· καὶ λοιπὸν ἐκ τούτου συνμίσγεις ὅταν θέλῃς, εἰς ὃ βούλει ἐπὶ τρίς· ξηράνας, ἔχε. ΕΞΙΩΣΙΣ ΧΑΛΚΟΥ. —Λίθον τὸν χρυσίζοντα, καὶ γῆν σαμίαν, καὶ ἅλας ἄνθιον, καὶ ὀπὸν συκῆς, ποιήσας γλοιοῦ πάχος, χρίε τὰ πέταλα, | |
καὶ ἐκσωματίζονται. | 302 | |
2.303 | ΥΔΩΡ ΑΝΑΣΠΑΣΤΟΝ. —Λαβὼν ὠὰ, κλάσον ὅσα βούλει, καὶ ἕνωσον δύο τὰ λευκὰ καὶ δύο τὰ ξανθά· καὶ ἀναταράξας, ἀνάσπα διὰ τοῦ ὀργάνου· καὶ τοῦ μὲν πρώτου ἔστι τὸ μὲν λευκὸν λέγουσιν ὕδωρ μικρὸν ὄμβριον, τὸ δὲ δεύτερον εἴ τις ἔλαιον ῥεφανίνῳ, | |
5 | τὸ δὲ τρίτον εἴ τις μελάγχλωρον κίκινον λέγουσιν. ΥΔΑΤΟΣ ΚΑΤΑΣΠΑΣΤΟΥ ΠΟΙΗΣΙΣ. —Λαβὼν λευκὰ ὠῶν, βάλε εἰς τὴν λίτραν τῶν λευκῶν, ἀσβέστου τῆς ἡμῶν 𐆄 αʹ, καὶ ἀναταράξας, χάλασον ὅλα τὰ ὠὰ ὅσα βούλει, καὶ ἔα ἕως ῥεύσηται κάτω ἡμέρας ζʹ, ἀλλὰ δὲ τῇ ἑβδόμῃ ἄρας ἀπὸ μαζῶν καθαρώκην (?), καὶ σύνθες ἐν ὀργάνῳ | |
10 | εἰς ἀπόσταξιν τέχνης, τῷ μὲν ὄξει ἀνὰ μέρος τῶν ὠῶν· καταφίμωσον ἀσφαλῶς, ἕψον, χῶσον εἰς κόπρον ἱππείαν· καταφίμωσον ἕως ἀποστά‐ ξωσιν. Τοῦτό ἐστιν «ὕδωρ μελάντερον ἄχραντον». ΘΕΙΟΝ ΑΠΥΡΟΝ ΛΕΥΚΟΝ. —Λαβὼν τῶν ἀπομεινάντων ὠῶν τῶν ἀποσταξάντων μέρος αʹ, λύε ἅμα ἐν ᾧ τῷ ἀποσταλαχθέντι ὕδατι, καὶ | |
15 | βαλὼν εἰς βίκον, φίμωσον ἀσφαλῶς, καὶ ἔα ἡμέρας ζʹ· καὶ καθ’ ἑκάσ‐ την τάραξον τὸν βίκον· τῇ δὲ ἑβδόμῃ ἀποσειρώσας τὸ πᾶν εἶδος καθα‐ ρὸν, ἔχε· αὐτὸ ξηρὸν ὄπτα μαλθακῷ πυρὶ ὥρας ϛʹ ἢ καὶ πλέον, ἕως ἀναξηρανθῇ. Εἶτα λειώσας πίτυρον ἐκ τοῦ ἀποσειρωθέντος εἴδους ἥμισυ ὥραν αʹ. Τοῦτο βαλὼν εἰς χύτραν ἣν οἶδας, ἀνάσπα διὰ τοῦ ὀργάνου, | |
20 | καὶ πάλιν λειώσας σὺν τῷ ὕδατι, ἀνάσπα. Τοῦτο ποίει τρὶς καὶ ἔχε. ΘΕΙΟΥ ΑΠΟ ΛΕΥΚΟΥ ΤΟΥ ΘΕΙΟΥ ΞΑΝΘΟΥ ΠΟΙΗΣΙΣ. —Λαβὼν τοῦ προγεγραμμένου θείου ἀπὸ λευκοῦ, τουτέστιν τοῦ ξηρανθέντος, ὑγροῦ, καὶ γενομένου ξηρίου, καὶ λύε ἀμφότερα [μετὰ] σὺν τῷ περιττεύσαντι εἴδει ἐκ τοῦ προλεχθέντος θείου ἀπύρου. Λευκὸν ἐπί‐ | |
25 | βαλε ἐν τῷ ὀργάνῳ, καὶ ἀνάσπα· καὶ πάλιν συνλύε ἐν τῷ ἰδίῳ εἴδει, | |
καὶ ἀνάσπα. Τοῦτον ἄρον ὅταν παγῇ, καὶ ἔχε χρυσὸν κάλλιστον. | 303 | |
2.304 | ΞΑΝΘΩΣΙΣ ΥΔΡΑΡΓΥΡΟΥ. — 〈Λαβὼν〉 στυπτηρίαν ἕως στραφῇ ὡς οἶδας, καὶ ἐπίβαλε ἀργύρῳ· τοῦτο κρύπτε. ΟΙΚΟΝΟΜΙΑ ΑΡΣΕΝΙΚΟΥ. —Τρίψον νεφέλην· αὐτὴν ἐπίβαλε ὀξάλμῃ, καὶ λειοτριβήσας ὥραν καθ’ ἡμέραν ἐπὶ ἡμέρας ιβʹ, εἶτα | |
5 | πλύνον ὕδατι γλυκέῳ, ἕως μηκέτι ἔχῃ ὀσμὴν τοῦ ὄξους, καὶ ξήρανον. Τοῦτο ποίει ἐπὶ τρὶς, ὥστε ταρῶδες ἀποβαλεῖν, καὶ οὕτως χρῶ. ΠΥΡΡΟΧΑΛΚΟΥ ΠΟΙΗΣΙΣ. —Λαβὼν χαλκὸν κύπριον θερμέλατον, πυρὸν ἔλαττον ποιήσας πέταλα, ὑπόστρωσον ἐπάνω καὶ κάτω καθμίαν λευκὴν τριπτὴν ἐπιμελῶς τὴν γενομένην ἐν Δελματίᾳ, ἣν χρῶνται οἱ | |
10 | χαλκουργοὶ, καὶ πηλώσας χώνευσον ἐπιμελῶς, ἵνα μὴ διαπνεύσῃ, ἡμέραν αʹ· ἀνοίξας δὲ, εἰ καλῶς ἔχει, χρῆσαι, εἰ δὲ μὴ, ἐκ δευτέρου ἕψει μετὰ καθμίας ὡς ἐπάνω· ἐὰν δὲ κάλλιον ἐξέθῃ ἀπὸ κύπρου θερμελάτου μίγνυται τῷ χρυσίῳ χαλκῷ, κυπρίου τοῦ αἱματώδους 𐆄 δʹ, κασσιτέρου ἀποβολῆς 𐆄 ϛʹ. Μαγνησίαν ἐπίβαλε τῷ κασσιτέρῳ | |
15 | 𐆄 βʹ, καὶ χώνευσον τὸν χαλκόν· ἐπιβάλλων τὸν κασσίτερον, καὶ συνκατάμισγε. Εἶτα ἐπίβαλε τὸ σῶμα τῆς μαγνησίας, καὶ συνκατά‐ μισγε· ὅταν δὲ ψυγῇ, εὑρήσεις αὐτὸν θραυστὸν καὶ τριπτόν. Τοῦτον λειώσας, ἐπίβαλε αὐτῷ χαλκίτεως 𐆄𐆄 βʹ, καὶ ὄπτα ἐν βατανίοις πεπηλωμένοις, 〈καὶ〉 εὑρήσεις αὐτὸν πυρρὸν ὡς ῥόδινον. | |
20 | Ἀνάμισγε καλῶς, καὶ ἔχε. Ἀνελόμενος οὖν ταῦτα, χώνευσον πρὸς τὴν δηλουμένην χρείαν. Λίπηται ἀδιάλυτον χρόνον τὸ χλωρόν. ΧΡΥΣΟΥ ΠΟΙΗΣΙΣ. —Λαβὼν τὸν θηλυκὸν πυρίτην καὶ τὸν καὶ ἀρ‐ γυρίζοντα, ὃν καὶ σιδηρίτην λίθον καλοῦσίν τινες, οἰκονόμει ὡς οἶδας, ἵνα ῥεύσῃ. Καὶ εἰ μὲν εἰς χαλκὸν, λευκάνεις αὐτὸν ὡς οἶδας· εἰ δὲ εἰς ἄργυ‐ | |
25 | ρον, ξανθώσεις αὐτὸν τῇ ὀπτήσει τοῦ θείου τοῦ εἴδας· καὶ ἐπίβαλε αὐτὸν | |
ξανθὸν τῇ ὕλῃ, καὶ βάπτεις αὐτόν· ἡ γὰρ φύσις 〈τῆ φύσει〉 τέρπεται. | 304 | |
2.305 | ΑΛΛΗ ΠΟΙΗΣΙΣ. ΑΡΣΕΝΙΚΟΥ ΛΕΥΚΩΣΙΣ. —Ἀψινθίου ἐξ ἴσου σὺν ὀλίγῳ ὕδατι λειώσας, ἔχε ξηρίον· καὶ χώνευσον μόνον τὸν χαλκὸν, ἐπίβαλε, καὶ γίνεται τριπτόν. Τοῦτο λειώσας, ὄπτα σὺν ἰσοστάθμῳ ἁλατίῳ ὥρας βʹ, καὶ ἄρας, εὑρήσεις ξανθὸν τοῦτον τριπτόν· ἀνακάμψας | |
5 | ταύτῃ τῇ ἀγωγῇ, ἕξεις χαλκὸν, τοῦ χρυσοῦ μελαντίου αὐτοῦ μέρος αʹ καὶ χρυσοῦ μέρος αʹ. Γίνεται ὄβρυζον καλόν. ΠΩΣ ΔΕΙ ΠΟΙΗΣΑΙ ΧΡΥΣΟΝ ΔΟΚΙΜΟΝ. —Λαβὼν λίθου μαγνή‐ του δραχμὰς βʹ, κυανοῦ ἀληθινοῦ δρ. βʹ, σμύρνης δρ. ηʹ, στυπτηρίας σχιστῆς ἐξωτικῆς δρ. βʹ, ἐν ἡλίῳ τρίψας μετὰ οἴνου λίαν χρηστοῦ. | |
10 | Ὑπάρχουσιν δέ τινες ἀπιστοῦντες τὴν ἐκ τῶν ὑγρῶν ὠφέλειαν, οὐκ ἔργῳ τὰς ἀποδείξεις ποιοῦντες. Τὴν ἐκ τῶν ὑγρῶν ὠφέλειαν ἐννόει· ἐχρῆν δὲ ποιοῦντας ἐκ τῶν θείων θαυμάσια, ἣν ἀνιέναι χρὴ ποιεῖν· ἔστω δὲ ὡς φυράσαντα, συνχωνευθῶσιν εἰς κάμινον χρυσοχοϊκὴν, καὶ φυσίας ποιουμένους τὴν ἀπ’ αὐτῶν φύσιν ἐκδέχεσθαι. | |
15 | ΟΙΚΟΝΟΜΙΑ ΤΗΣ ΘΕΙΟΤΑΤΗΣ ΜΑΓΝΗΣΙΑΣ. —Λειώσας αὐτὴν, ἔμβαλε εἰς ζύμην, καὶ ὄπτα. Τοῦτο ποίει ἑπτάκις. Ταύτην χωνεύσας εὕροις ἄργυρον κάλλιστον. Πάντα μαλάσσει, πάντα λευκαίνει· ἀλλὰ καὶ ὕελον μαλάσσει, ὥστε καὶ λευκαίνεσθαι αὐτὸν ποιεῖ. ΟΙΚΟΝΟΜΙΑ ΣΑΝΔΑΡΑΧΗΣ. —Λαβὼν σανδαράχην, ζέσον αὐτὴν | |
20 | εἰς οὖρον ἑπτάκις, καὶ ξηράνας ἐν ἡλίῳ, οὕτως χρῶ. ΟΙΚΟΝΟΜΙΑ ΠΥΡΙΤΟΥ. —Λαβὼν πυρίτην τὸν χρυσίζοντα (γεν‐ νᾶται δὲ ἐν τῇ Λιβύῃ 〈καὶ ἐν τοῖσ〉 ὄρεσιν τοῖς κατ’ Αἴγυπτον, μάλιστα ἐν Αὐγάσει· Αὐγάσεις δέ εἰσιν Τριβουθῆς)· χρυσίζοντα τοῦτον λαβὼν, οἰκονόμει οὕτως. Λειώσας αὐτὸν πάνυ ἀπόπλυναι ὀξάλμῃ | |
25 | τρὶς, καὶ ξήραναι· καὶ λαβὼν αὐτοῦ μέρη βʹ, καὶ μολύβδου μέρος αʹ. Λύσας τὸν μόλυβδον, σκόρπιζε διὰ τοῦ πυρίτου· καὶ ὅταν γένηται χνοὺς, βαλὼν ἐν ἀγγείῳ ὀστρακίνῳ, καὶ πηλώσας ἀσφαλῶς, ὄπτα | |
εἱλικτοῖς φωσὶν ἡμέρας βʹ, καὶ ἀνελόμενος ἔχε. Τοῦτο καλοῦμεν ἄνθος. | 305 | |
2.306 | Τούτου λαβὼν μέρη γʹ καὶ τοῦ σατορίου μέρος αʹ, θεράπευε συλλειῶν οἴνῳ αὐστηρῷ ἡμέραν αʹ, καὶ ξηράνας, ἀναλαβὼν, ἔχε. ΟΙΚΟΝΟΜΙΑ ΤΟΥ ΘΕΙΟΥ—Λαβὼν λίθον τὸν ὠχρὸν τὸν ψωρί‐ ζοντα· (γεννᾶται δὲ παντὶ χρόαν ἔχων λίθου φρυγίου, μέγεθος τοῦ | |
5 | ῥιζαρίου τοῦ ἐλυδρίου). Τοῦτον λαβὼν, οἰκονόμει οὕτως. Ἀγγώσας αὐτὸν ἀπόπλυνον ὄξει τρίς· καὶ λαβὼν εἰς ἄγγος ὑέλινον, ἀπόβρεχε ἅλμῃ δικαίᾳ ἡμέρας βʹ. Εἶτα καὶ ἀποσειρώσας, ἀπόπλυνον γλυκέῳ ὕδατι πολλάκις. Λαβὼν τούτου μέρη ϛʹ καὶ τοῦ αὐτορρύτου μέρος αʹ, καὶ ξηράνας, λαβὼν, ἔχε. | |
10 | Τοῦτό ἐστιν τὸ καλούμενον χρυσόλιθον. 〈Λαβὼν〉 λίθον τὸν χρυσίζοντα, καὶ γῆν σαμίαν, καὶ ἅλας ἄνθιον, καὶ ὀπὸν συκῆς, ποιήσας γλοιοῦ πάχος, χρίε τὰ πέταλα, καὶ ἐκσωματίζεται ὁ χαλκός. ΠΕΡΙ ΑΡΓΥΡΟΠΟΙΙΑΣ. | |
15 | ΥΛΗ ΧΡΥΣΟΠΟΙΙΑΣ. —Λαβὼν ὑδράργυρον τὴν ἀπὸ κινναβά‐ ρεως, σῶμα μαγνησίας, χρυσοκόλλην, ὅ ἐστιν βατράχιον 〈καὶ〉 ἐν τοῖς χλωροῖς λίθοις εὑρίσκεται, κλαυδιανὸν, ἀρσένικον τὸ ξανθὸν, καθμίαν, ἀνδροδάμαντα, στυπτηρίαν σχιστὴν ταπεινωθεῖσαν, θεῖον ἄπυρον ὅ ἔστιν ἄκαυστον, πυρίτην, ὤχραν ἀττικὴν, σινώπην ποντικὴν, θεῖον | |
20 | ὕδωρ ἄθικτον. Ἐὰν ἀκούσῃς τοῦ ἀπὸ μόνου θείου· ἐὰν δὲ ἀπολελυμένος τῷ δι’ ἀσβέστου θείῳ, αἰθάλην, σῶριν ξανθὸν, χάλκανθον ξανθὴν καὶ κιννάβαριν. ΥΛΗ ΖΩΜΩΝ. ΖΩΜΟΙ. —Τὰ δὲ ἐν ζωμοῖς ἐστιν ταῦτα· κρό‐ κος κιλίκιος, ἀριστολοχίᾳ, κνήκου ἄνθος, ἐλύδριον, ἄνθος ἀναγαλλίδος | |
25 | τῆς τῶν κυανέων, κυανὸς, χάλκανθος, κόμμι ἀκάνθης αἰγυπτίας, ὄξος, οὖρον ἀφθόριον, ὕδωρ θαλάσσιον, ὕδωρ ἀσβέστου, | |
ὕδωρ σποδοκράμβης, ὕδωρ φέκλης, ὕδωρ στυπτηρίας, ὕδωρ νίτρου, | 306 | |
2.307 | ὕδωρ ἀρσενίκου, ὕδωρ θείου, οὖρον, γάλακτος ὀνείου, ἀπὸ κυνὸς γάλα. Αὕτη ἡ ὕλη τῆς χρυσοποιΐας, ταῦτά ἐστιν τὰ ἀλλοιοῦντα τὴν ὕλην· ταῦτα πυρίμαχά εἰσιν· ἐκτὸς τούτων οὐδέν ἐστιν ἀσφαλές. Ἐὰν ᾖς νοήμων, καὶ ποιήσῃς ὡς γέγραπται, ἔσῃ μακάριος. Ἐπιβάλλει χαλκὸν | |
5 | χρυσῷ· διὰ ταῦτα διὰ τὸ χρυσοκοράλλιον, ποτὲ ἄργυρον διὰ τὸν χρυσὸν, ποτὲ χαλκὸν διὰ τὸ ἤλεκτρον, ποτὲ μόλυβδον διὰ τὸν μόλυβδον. Αὕτη ἡ ὕλη εἰς τὴν χρυσοποιΐαν εἰρήσθω. ΥΛΗ ΑΡΓΥΡΟΠΟΙΙΑΣ. —Ἔστι δὲ ὑδράργυρος ἡ ἀπὸ ἀρσενίκου, ἢ σανδαράχης, ἢ ψιμμίθεως, ἢ μαγνησίας, ἢ στίμμεως ἰταλικοῦ· | |
10 | ποιήσει εἰς τοιοῦτον· ὃ ἐὰν βούλῃ ἐκστρέψας· ἐὰν χαλκὸν οἰκονομήσῃς ὡς δέον, φέρεις ἔξω τὴν φύσιν. Γῆ χεία, κατμία λευκὴ, γῆ ἀστερίτη, κιμωλία, ἀρσενίκου τὸ λευκὸν, μίσυ ὀπτὸν, μίσυ ὠμὸν, λιθάργυρος λευκὴ, ψιμμίθιον, νίτρον πυρρὸν ὅ ἐστιν ῥίθεον, ἅλας καππαδοκικὸν, μαγνησίας λευκῆς, ἀφροσέληνον ὑαλοῦ, κυανὸς, τίτανος ὀπτή. | |
15 | Ταῦτα παρὰ τοῦ εἰρημένου διδασκάλου μεμαθηκὼς ἠσκούμην ὅπως ἀκούσω τὰς φύσεις. Ἡ φύσις γὰρ τὴν φύσιν νικᾷ, καὶ ἡ φύσις τὴν φύσιν κρατεῖ. ΟΙΚΟΝΟΜΙΑ ΠΥΡΙΤΟΥ. ΟΙΚΟΝΟΜΙΑ ΠΥΡΙΤΟΥ ΑΡΓΥΡΙΤΟΥ. | |
20 | ΘΕΙΟΥ ΜΕΛΑΝΟΣ ΕΝΚΑΥΣΤΟΙΙΟΙΗΣΙΣ. —Παλαιότατα τῶν ἀπὸ τοῦ θείου ὕδατος τὸ ἐν ἀπομείναντι λύει σὺν τῷ ἰδίῳ ὕδατι, τουτέστιν οὔρῳ ἀφθόρῳ ἡμέραν αʹ, καὶ πότισον πάλιν ἐλαίῳ κικίνῳ ἕως μέλιτος πάχος, καὶ βάλε εἰς βίκον πλατὺν, καὶ εὐρύχωρον ἕως ἡμίσεως, ἵνα ἔχῃ ποῦ καχλάσαι ἐν τῇ θέρμῃ. Τοῦτο περιπηλώσας, ἵνα μὴ διαπνεύσῃ, | |
25 | βάλε εἰς κύθραν χείμεντος· καὶ περιπηλώσας τὴν χύτραν, θὲς ἐν καμίνῳ ὑελουργικῇ εἰς τὰ ἄνω φῶτα, ἕως ξῆρον γένηται. Εἶτα | |
ἄρας, λύε οὔρῳ ἀφθόρῳ, καὶ ἀναξηράνας ἔχε μέλαν ἔνκαυστον κίκινον. | 307 | |
2.308 | ΥΔΑΤΟΣ ΞΑΝΘΟΥ ΠΟΙΗΣΙΣ. — 〈Λαβὼν〉 κινναβάρεως μέρη βʹ, μίσεως ὠμοῦ μέρος αʹ, τουτέστιν τὸν κρόκον, συνλύε οὔρῳ ἀφθόρῳ λίτραν, τοῦ ὕδατος χαλκοῦ 𐆄 αʹ· καὶ ἀποσειρώσας ἐν τῷ αὐτῷ ὕδατι, λύε· καθαρίει· συνλείωσον τὴν προκειμένην κιννάβαριν καὶ τὸ μίσυ, | |
5 | καὶ ἀνάσπα ὕδωρ ξανθόν· τοῦς ὀποὺς, ἅπαξ γάρ ... ΛΕΥΚΩΣΙΣ ΜΑΓΝΗΣΙΑΣ. —Λαβὼν μαγνησίαν, ἴσον ἁλὸς καπ‐ παδοκικοῦ, βάλε εἰς ἄγος ὀστράκινον, ἀπὸ ὀψὲ ἕως πρωΐ. Ἐὰν δέ ἐστιν μέλαινα, καῦσον ἕως ἀναλευκανθῇ, κάλλιον δέ ἐστι εἰς κάμινον ὀπτᾶν αὐτὴν ὑελουργικήν. Κρύπτε τοῦτο τὸ μυστήριον, ἔστι γὰρ | |
10 | τοῦτο τὸ ὅλον τὸ συνέχον τὴν λεύκωσιν ἑψήσει. ΟΙΚΟΝΟΜΙΑ ΤΗΣ ΘΕΙΟΤΑΤΗΣ ΜΑΓΝΗΣΙΑΣ. ΟΙΚΟΝΟΜΙΑ ΣΑΝΔΑΡΑΧΗΣ. —Λαβὼν σανδαράχην τὴν μὴ σι‐ δηροῦσαν, μηδὲ λιθώδη, ἀλλὰ τὴν κιρρὰν καὶ αἱματώδη, λειώσας, ἀκρόπασον· ἡ ἔκλεκτος βληθεῖσα καὶ ῥίνισμα χαλκοῦ οὐκ ἐᾷ ῥέειν | |
15 | αὐτόν. ΜΟΛΥΒΔΟΝ ΚΑΘΑΡΟΝ ΠΟΙΗΣΑΙ. — 〈Λαβὼν〉 στυπτηρίαν σχιστὴν καὶ νίτρον στύψας μεθ’ ὕδατος ψυχροῦ ὄντος τοῦ ὄξους καὶ ἐκπυρὶ αὐτὸν, καὶ γίνεται λευκός. ΑΛΛΗ ΠΟΙΗΣΙΣ ΧΑΛΚΟΥ ΚΕΚΑΥΜΕΝΟΥ. —Λαβὼν σανδαράχην | |
20 | καὶ θεῖον ἄπυρον, κοράλλιον καὶ κρόκον, βαλὼν εἰς ἰγδὴν, τρίβε ἐπὶ ἡμέρας μʹ εἰς οὖρον παιδὸς ἀφθόρου καὶ μετὰ μʹ ἡμέρας, βάλλεις τὸ ὕδωρ τῶν κρόκων, καὶ τρίβεις ἐπὶ ἄλλας ἡμέρας κʹ, ἕως ὅτε μιγῶσιν καὶ συνγαμήσωσιν τὰ εἴδη καὶ χαλκοῦ ῥίνισμα. Καὶ μετὰ ταῦτα βάλλεις τὸ φάρμακον εἰς ἀγγεῖον ὀστράκινον χρισθὲν πηλῷ καλῶς· | |
25 | καὶ καίεις αὐτὸ χυτρίδιον εἰς κάμινον ἡμέρας ζʹ. Ἐὰν ἔστιν λευκότερον, καῦσον ἄλλας ἡμέρας γʹ, ἵνα γένηται ξανθόν. ΧΑΛΚΟΥ ΛΕΥΚΩΣΙΣ. —Λαβὼν χαλκὸν κύπριον, καὶ δεῖ κροτεῖν· | |
εἶτα πυρώσας βάπτε ἢ κιμωλίαν ὀξάλμῃ λελειωμένην. Τοῦτο πολλάκις | 308 | |
2.309 | ποίει· καὶ πάλιν πυρῶν κρότει, καὶ ἕξεις χαλκὸν λευκὸν, τούτου μέρος αʹ, καὶ ἀργύρου μέρος αʹ. Γίνεται τὸ πᾶν λευκόν. ΑΡΓΥΡΟΥ ΔΙΠΛΩΣΙΣ. —Ἐπειδὴ καὶ εἰς τὴν ἱερωτάτην βίβλον εὑρίσκομεν ἀναγεγραμμένας ἀργύρου κράσεις διὰ τοῦ κασσιτέρου, | |
5 | ἀναγκαῖον ἐκθέσθαι τὰ μυστήρια καὶ τὰς καθάρσεις αὐτοῦ, ὅπως ἐν μηδενὶ ἁμάρτῃς. Βαλὼν στυπτηρίαν, καὶ ἅλας καππαδοκικὸν, σύστρεφε μετὰ μαγ‐ νησίας· καὶ χρόαν προσδίδωσιν ὅτε τυραννικὸς ἥρος (?) σὺν τῷ ἐλαίῳ, ἐμβαφῆ ποιεῖ αὐτὸν καὶ λιπαρὸν καὶ ἄνοσμον. | |
10 | ΜΕΛΑΝΩΣΙΣ ΑΡΓΥΡΟΥ. —Λαβὼν θεῖον ἄθικτον, ἕψη‐ σον πυρὶ μαλθακῷ ἀπὸ θαλλίων ζʹ· ἀποχέων εἰς οὖρον ἀφθόρου παιδὸς πρόσφατον, ἕψον αὐτὸ ἕως οὗ λάβῃ βράσματα βʹ. Εἶτα βάλε εἰς ὄξος δριμύτατον, καὶ βάλε εἰς ἀγγεῖον ἕτερον ὄξος, γλοιοῦ πάχος, καὶ δὸς ὀπτηθῆναι νυχθήμερον λελειοτριβημένον δὲ ξανθόν. Ἐκ τούτου | |
15 | δὲ ἐπίβαλε ἄργυρον, καὶ γίνεται δόκιμον. ΚΑΤΑΣΤΑΘΜΟΙ ΧΡΥΣΟΥ. — 〈Λαβὼν〉 στυπτηρίας σχιστῆς μέρος αʹ, ἀμμωνιακοῦ Κανώπης ἣν χρῶνται οἱ χρυσοχόοι μέρος αʹ, χωνευθέντος τοῦ χρυσοῦ, μίσγε. Η ΣΑΝΔΑΡΑΧΗ ΟΥΤΩΣ ΟΙΚΟΝΟΜΕΙΤΑΙ. —Λαβὼν σανδαράχην | |
20 | τὴν μὴ σιδηροῦσαν μηδὲ τὴν λιθώδην, ἀλλὰ τὴν κιρρὰν καὶ αἱ‐ ματώδη, ταύτης 𐆄 𐆄 ιʹ, λειώσας πάνυ καλῶς, βάλε ἐν φιάλῃ ὑε‐ λίνῃ. Εἶτα βαλῶν ὄξος δριμύτατον ⸔ βʹ, καὶ ἅλας κοινὸν 𐆄 𐆄 εʹ, πώμασον τὴν φιάλην ἐρίῳ ῥάκει· ἐπίθες βατάνιον ἐπίχειμον (?), καὶ ἔασον αὐτὸ ταριχεύεσθαι ἐπὶ ἡμέρας ζʹ. Εἶτα μετάβαλλε ἐν λοπάδι, | |
25 | καὶ ὑπόκαιε ὥρας γʹ. Εἶτα ἀπόξυσον τὴν ἄχλην, καὶ πλύνον ὕδατι γλυκέῳ, καὶ εὑρήσεις αὐτὸ γινόμενον κιρρὸν ὡς αἷμα. Εἶτα ξήρανον ἐν | |
ἡλίῳ· βάλε πάλιν ἐν τῇ φιάλῃ. Εἶτα βαλὼν οὖρον βοὸς μείναντος | 309 | |
2.310 | ἡμέρας ζʹ, ἕως σφοδρότερον γένηται καὶ δριμύτερον· καὶ οὕτως ἐπί‐ βαλε τὴν πεπλυμένην σανδράχην, καὶ ἔασον αὐτὸ ταριχεύεσθαι ἡμέ‐ ρας ζʹ, ἕως σφοδρότερον γένηται. Εἶτα πλύνας ὕδατι γλυκέῳ, ξή‐ ρανον ἐν ἡλίῳ· καὶ ἄρας, ἔχεις τὰς ἀπαιτουμένας χρείας τῶν γινο‐ | |
5 | μένων καταβαφῶν. 〈ΠΕΡΙ〉 ΤΟΥ ΕΞΙΩΘΕΝΤΟΣ ΧΑΛΚΟΥ. — 〈Λαβὼν〉 ἀνδροδά‐ μαντος, χρίσον τὰ πέταλα ἐπάνω καὶ κάτω, καὶ φιμώσας ἐκτρόχιζε ὕελον λευκόν. ΧΡΥΣΟΠΟΙΙΑΣ ΖΩΜΟΙ. | |
10 | ΧΡΥΣΟΥ ΜΑΛΑΞΙΣ ΩΣΤΕ ΕΝ ΑΥΤῼ ΣΦΡΑΓΙΖΕΙΝ. — 〈Λαβὼν〉 νίτρου πυρροῦ δρ. βʹ, κινναβάρεως δρ. γʹ, μίξας, λείωσον ὄξει, καὶ ἐπίβαλε στυπτηρίαν ὀλίγην· καὶ ἔασον ξηρανθῆναι. Καὶ ἔπειτα λειώσας ἀπόθου· καὶ λαβὼν χρυσοῦ ἡμιωβόλιον, καὶ ἀρσενίκου χρυσίζοντος δρ. αʹ, μίξας πάντα, λύε παραχέων κόμμεως καθαροῦ βεβρεγμένου ὕδατι· | |
15 | καὶ οὕτως ἀναλαβὼν, σφράγιζε ὃ βούλει, καὶ ἔασον ἐπὶ ἡμέρας βʹ, καὶ παγήσεται ἡ σφραγίας. ΧΡΥΣΟΥ ΟΙΚΟΝΟΜΙΑ ΕΠΙ ΤΟΥ ΕΛΑΙΟΥ. —Λαβὼν λιθαργύρου δρ. δʹ, χρυσοῦ δρ. βʹ, χαλκοῦ πυρροῦ 〈ἢ〉 πυρροχάλκου δρ. αʹ, στυπ‐ τηρίας δρ. αʹ, κατμίας δρ. αʹ, ἔστω τῷ ἀργύρου καὶ τῷ χρυσοῦ | |
20 | ῥινίσματι, καὶ συνκατάμισγε τὴν λείωσιν ὡς μιοῦση (?). Εἶτα ὅταν κηρωτῆς πάχος γένηται, τότε τὸ ἐλύδριον καὶ τὸ ἀρσένικον· εἶτα τὴν κατμίαν καὶ τὴν στυπτηρίαν· βαλὼν εἰς λοπάδα, καὶ ἐλαφροῖς ἄνθραξιν ἐμβαῖνον κρόκου ὠμοῦ ὄξος τετιμημένον, οὕτως ποίει. | |
25 | ΚΑΤΑΒΑΦΗ ΧΡΥΣΟΥ. — 〈Λαβὼν〉 μίσιος μεταλλικοῦ μέρη δʹ, ἐλυδρίου ῥίζης μέρος αʹ, ταῦτα, τρίψας, μέλιτος πάχος ποιῶν, ταρίχευσαι | |
οὔρῳ ἀφθόρου, καὶ βάπτε ὕδωρ ψυχροῦ. Χαλκὸς καεὶς ἑπτάκις, καὶ | 310 | |
2.311 | ἀνακαμφθεὶς χρυσὸς κρείττων ἐστί. Χρυσὸς καίεται, καὶ καιόμενος σήπεται, καὶ σηπόμενος βάπτει πᾶν σῶμα. Λαβὼν σανδαράχην, θεῖον, λιθάργυρον, στυπτηρίαν, ἅλας, ὕδωρ νεφέλης ἀνὰ μέρος αʹ, λείωσον ἄχρις ἂν καταποθῇ ἡ ὑδράργυρος εἰς | |
5 | ὄξος· καὶ ξηράνας ἀνένεγκαι αἰθάλας ἄχρις ἂν λευκανθῇ· καὶ ἐπίβαλε ἐκ τοῦ ξηρίου τούτου δρ. αʹ ἐπὶ χαλκὸν κύπριον κεκαθαρμένον, καὶ ἔχε. Λαβὼν ὑδραργύρον μέρος αʹ, καὶ μυσίδην μέρος αʹ, μίξον ἀμφό‐ τερα ἕως ὅτου ἑνωθῶσιν· καὶ εἶθ’ οὕτως αἰθάλισον· καὶ λαβὼν τὴν αἰθάλην, μίξον μετὰ τῆς σκωρίας, καὶ πάλιν αἰθάλισον, καὶ οὕτως | |
10 | ποίει τρίς· καὶ μετὰ τὰς γʹ ἡμέρας, λάβε τὴν ἀνελθοῦσαν ὑδράργυρον, καὶ πότισον αὐτὴν εἰς οὖρον ἡμέρας ζʹ ἐν ἡλίῳ θερμῷ. Καὶ εἶθ’ οὕτως ψύξας, ἔμβαλε αὐτὴν εἰς βῆσσαν, καὶ ἔμφραξον τὴν βῆσσαν μετὰ ἅλατος, καὶ δὸς τὴν βῆσσαν εἰς χύτραν καὶ ἇς γένηται τὸ στόμα τῆς χύτρας ὑποκάτωθεν μολύβδου, ἕως ὅτου καλυφθῇ ἡ βῆσσα· καὶ πήλω‐ | |
15 | σον τὸ πῶμα τῆς χύτρας, καὶ ὅτε ψυγῇ καλῶς, ἔμβαλε αὐτὴν εἰς πυρόκοπρον νυχθήμερον· καὶ εἶθ’ οὕτως ἐκβάλας, ἔχε. ΛΥΣΙΣ ΑΜΙΑΝΤΟΥ. —Δὸς τὸν ἀμίαντον εἰς χω‐ νευτῆρα, καὶ βάλε ἐπάνω αὐτοῦ λινέλαιον, ἕως ὅτου ἴδῃς τὸν ἀμίαντον ὡς τὸ πῦρ· καὶ οὕτως ἔκβαλε, καὶ λείωσον καλῶς· καὶ λαβὼν μαγνησίαν | |
20 | ὀλίγην, καὶ ἅλας ἀμμωνιακὸν, καὶ νίτρον ὀλίγον, καὶ τρίψον μετ’ αὐτοῦ, καὶ χώνευσον, καὶ φέρε ὕδωρ βαὐρουκῶ (?), καὶ δὸς ἐκ τοῦ ὕδατος τὸ χωνὴν καὶ τὰ λοιπὰ ξηρία μετὰ τοῦ ἀμιάντου· καὶ φύσα ἕως ὅτου λυθῇ· καὶ ἐπίβαλε μικρὰ μικρὰ (sic) ἐκ τοῦ λειωθέντος ἅλατος, καὶ ἐξελθὼν, ἔχε. | |
25 | Καὶ λαβὼν μαγνησίαν, λεύκανον καὶ πυρίτην καὶ χαλκὸν κεκαυμένον ἐξ ἴσου, καὶ ὑδράργυρον ἀποθανοῦσαν· καὶ ὅταν θελήσῃς, λάβε σταθμὸν ἀργυρίου, καὶ ἐπίβαλε ἐκ τοῦ ξηρίου κεκαυμένου ἐπὶ τὸν κασσίτερον, | |
καὶ ἕξεις ἀσήμην (?) λευκήν. | 311 | |
2.312 | Λαβὼν ὑδράργυρον λίτρας γʹ, καὶ ἀρσένικον λίτραν αʹ, καὶ σανδαράχην λίτραν αʹ, νίτρον ἀλεξανδρινὸν λίτραν αʹ, μίσιος λίτραν αʹ, χαλκάνθου λίτραν αʹ, καὶ βαλὼν ἀμφότερα, λείωσον ἐν θυείᾳ ἀσφαλῶς· καὶ βαλὼν ἐν χύτρᾳ καινῇ, στῆσον εἰς κυθρόποδα, καὶ περιχρίσας πέριξ | |
5 | πηλῷ τετριχωμένῳ, καὶ ποιήσας τὸ πέριξ τοῦ πώματος καὶ ἀνὰ δακτύλων δʹ, καὶ γυψώσας τὰ χείλη, ἵνα στερεώτερον γένηται, ἐπίθες πῶμα ἔχον ἀναφύσητον τὸ ἐπάνω· καὶ περιπηλώσας ἀσφαλῶς τὰς ἁρμογὰς, ὄπτα ἐλαφρῷ φωτὶ, τὸ μὲν πρῶτον διὰ τῶν φώτων τῆς κανδήλας νυχθήμερον αʹ, ἐπὶ πρόβασιν ποιῶν τὸ φῶς, ἐπίδος διὰ τῶν ἐπιλυχνίων ἄλλο | |
10 | νυχθήμερον αʹ, καὶ ἔασον ψυγῆναι· καὶ ἀνακαλύψας πτερῷ, ἀναλάμ‐ βανε τὸ ἐπικείμενον ἄνω, καὶ ἴδε εἰ λευκοῦται· καὶ ἐξαγαγὼν τὸ ἀποκα‐ θισμένον, μίξας πάλιν, βάλε εἰς θυείαν, καὶ λείωσον ἀσφαλῶς, καὶ βάλε εἰς αὐτὴν τὴν χύτραν· καὶ περιπήλωσον ὁμοίως ἀσφαλῶς τὸ πῶμα· καὶ δὸς ὀπτᾶσθαι ἐλαφρῷ πυρὶ, πρὸς ἀνάβασιν διδοὺς τὸ πῦρ | |
15 | πάλιν νυχθήμερον αʹ. Καὶ ἔασον ψυγῆναι, καὶ ἀνακαλύψας πάλιν, ποίησον ὡς πρώην, ἕως ὅτε ὀσμὴν θείου μὴ ἀποπέμψῃ, ἕως ἂ γένηται ὡς γύψος. Καὶ ἄρας, βάλε εἰς ὕδωρ ἀκατάσβεστον ἀνασπασθὲν διὰ τοῦ ἀμβίκος· καὶ βάλε αὐτὸ τὸ ὕδωρ μετὰ τοῦ συνθέματος, καὶ ποίησον μέλιτος πάχος. Καὶ λείωσον ἀσφαλῶς ἐν τῇ θυείᾳ, καὶ ἔασον ξηρανθῆναι, | |
20 | καὶ ἔχε. Λαβὼν οὖρον ἄφθορον, χαλκίτην, χαλκὸν, ζώσεις τῶν ὠῶν 𐆄 𐆄 ϛʹ, ταῦτα τρίψας καὶ ποιήσας χνοῶδες, ἕψει σὺν τῷ οὔρῳ ἕως οὗ τὸ θεῖον ἄθικτον ἀναλωθῇ. Καὶ λαβὼν κασσιτέρου μέρος αʹ, καὶ ὑδραργύρου μέρη βʹ, καθάρισον | |
25 | τὸν κασσίτερον· οὕτως χωνεύσας αὐτὸν χύσον εἰς ὕδωρ θαλάσσιον τρὶς, ἀθρόως μεταβαλὼν, καὶ πάλιν βάλε εἰς τὴν χώνην πίσσαν καὶ στυπτηρίαν· εἶτα 〈δεῖ〉 σε χρίσασθαι (φύλαττε δὲ τὸ μυστήριον), | |
ἄχρις ἂν τὸ θεῖον ἀναχωρήσῃ ἐκ τῆς ὑδραργύρου. | 312 | |
2.313 | Δοκίμαζε δὲ τὴν ὑδράργυρον οὕτως. Λαβὼν αὐτὴν, βαλὼν εἰς ὑελοῦν ἄγγος, τρίψον αὐτὴν εἰς τὴν ἰγδὴν, καὶ ποιεῖται αὐτῆς τὴν ἐπιφάνειαν ἐπὶ τὸ ξανθόν. Εἶτα λαβὼν αὐτὴν, ἔγκλειε ἐν ὑελίνῳ ἀγγείῳ. Πλήσας τὸ ἄγγος, ὡς ἔθος, δριμέως (φύλαττε δὲ τὸ μυστήριον) ὑπόφιμον, ἵνα μὴ δια‐ | |
5 | πνεύσῃ τὸ ὄξος ἐκ τοῦ ἄγγους, καὶ ἔασον νυχθήμερον· καὶ τῷ ἐμπρο‐ θέσμῳ εὑρήσεις τὸ μυστήριον τῆς ὑδραργύρου, τὸ πῶς αὐτὴν ἵνα μαχησώμεθα. Ἡ γὰρ φιλόσοφος ὑπὲρ ταύτης τῆς ὑδραργύρου ἐπε‐ γράψατο· «Ὅτε πήξεις τὴν ὑδράργυρον τὸ αὐτόρρευστον.» Τὸ γὰρ αὐτόρρευστον τὸ ὄξος ἐστίν· τὸ οὖν ὄξος ἐστὶν ἡ μαγνησία. | |
10 | ............................. .............. 〈καὶ〉 οὕτως ἐπίπασσε εἰς τὴν χώνην ἐπάνω τοῦ χαλκοῦ. Ἔστω δὲ ὁ χαλκὸς προαξιωμένος ὄξει δριμεῖ, καὶ στυπτηρίαν καὶ σάπωνον ἐπὶ τρὶς, ταξειδίῳ· καὶ τότε οὕτως αὐτὸν ἐμβαλὼν, χώνευε. Ἐπίβαλε τὰ προειρημένα μίγματα, πυκνό‐ | |
15 | τερον ἐπίπασον μετὰ τῶν μιγμάτων· λευκότερον γὰρ ποιεῖ ταῦτα· φανεῖται γὰρ αὐτὸς καθ’ ἑκάστην χώνην πρόδηλος γινόμενος λαμπρό‐ τερος 〈ἢ〉 πρὶν ἕτερον τὸν φάρμακον ἐμβληθῆναι. Ὅταν οὖν χωνευθῇ καλῶς, ἀπόχεε εἰς ἀγγεῖον προυπετρομένης τῆς σαμίας γῆς, καὶ ἔασον συντετελεσμένον ἔργον. Καὶ πάλιν ἔγκρυψον, κατὰ τὸ ἔθος. | |
20 | Καὶ πρὸ ἀργύρου πρωτείου ἀδραμιτίνῳ, καταχώνην δὲ ἔκχεε εἰς τῆν γὴν σαμίαν τὸν χαλκὸν ἵνα μεταβληθῇ, καὶ βάπτε, καὶ πυκνῶς ἐνθάμιζε, καὶ ἀπόσμιγε, ἔχε. ΠΕΡΙ ΧΑΛΚΟΥ ΕΛΑΤΟΥ ΕΛΑΥΝΟΜΕΝΟΥ ΕΠΙ ΤΟ ΛΕΠΤΟΤΑΤΟΝ. —Σκευασία· ἔστι δὲ καὶ τῇ χρείᾳ κάλλιστον, καὶ τῇ ἐμβαφείᾳ. | |
25 | Λαβὼν χαλκὸν λευκὸν μνᾶν μίαν, χώνευε· ἐπίπασον ἅλας λευκὸν μετὰ στυπτηρίας, ἴσον, μετὰ ὄξους προαναδεδομένα καὶ ἀνεξηραμένα· | |
εἶτα πάντα λειοτριβημένα .... Ὅταν οὖν χωνευθῇ καλῶς, | 313 | |
2.314 | ἀπόχεε εἰς τὸ ὑπερέχειν τὸ ὑγρὸν δακτύλους βʹ, καὶ οὕτως ἔασον ἀποψυγῆναι. Εἶτα ἄρας, ἐπίχριε, ἀλλὰ λεπτῷ καὶ εὖ μάλα πυρώσας, ἐναπόσβεσον εἰς ὕδωρ· ὅταν δὲ ψυγῇ, μηκέτι καθήσει εἰς ὑγρὸν, ἀλλ’ ἔγκρυψον εἰς ἀγγεῖον ἁλὸς μετὰ στυπτηρίας· εἶτα δὲ 〈λαβὼν〉 ἁλὸς | |
5 | μέρη βʹ, καὶ στυπτηρίας μέρος αʹ μεμιγμένων, καὶ ἔα ψυγῆναι ἐν τούτοις· ὅταν δὲ ψυγῇ, ἄρον. Καὶ ὅταν δὲ λευκότατον 〈ᾖ〉, ἐλαύνεται λοιπὸν ὡς θέλεις, καὶ ἐπακούσεται, ἐάν τε θερμὸν ἐλαύνῃς· ἐὰν ψυχρὸν, τοῦτον δὲ κἂν θέλῃς τι ἀποθραῦσαι, οὐ δυνήσῃ, τοιαύτη αὐτοῦ ἐστιν ἡ εὐθυία καὶ ἡ εὐτονία. Ἔστι δὲ καὶ ἔκλεκτος εἰς ὑπερβολήν· | |
10 | πεπείραται δὲ 〈ὅτι〉 κύπριος χαλκός ἐστιν ἐπιτηδειότερος εἰς ταύτας τὰς χρείας· ὠφείλεις δὲ ἐννοεῖν. ΑΔΙΑΠΤΩΤΟΝ ΚΡΟΚΟΝ ΠΟΙΗΣΑΙ ΑΠΟ ΧΩΝΗΣ. — 〈Λαβὼν〉 ἀρσε‐ νίκου σχιστοῦ μέρη δʹ, σανδαράχης κιρρᾶς, καθαρᾶς μέρη δʹ, σώματος μαγνησίας οὐγγ. δʹ, μέλανος σκυθικοῦ 𐆄 αʹ, ἑλινικόκκιον νίτρου ὑαλί‐ | |
15 | ζοντος οὐγγ. ϛʹ, λειώσας τὸ ἀρσένικον πάνυ ὡς χνοῦν, πρόσμιγε τὸ μέλαν τὸ σκυθικὸν, καὶ συνλείου· γίνεται χλωρόν. Εἶτα ἐπίβαλε τὸ σανδαράχην· καὶ πάλιν συνλειώσας μετὰ τοῦ νίτρου· ἔστι τὸ πρῶτον ὅμοιον, τὸ σῶμα τῆς μαγνησίας πάνυ ὡς χνοῦς, ἕως γένηται ὡς αἰθάλη. Σὺν ἐκάστῳ μίξας πάντα καὶ συνλειώσας, ἐπίβαλε ὄξος | |
20 | αἰγύπτιον δριμὺ, καὶ χολὴν ταυρίαν· καὶ συνλειώσας, ποίησον πηλῶ‐ δες· καὶ ξηράνας ἐν ἡλίῳ ἐπὶ ἡμέρας γʹ, λειώσας, κατάγγισον ἐν ληκυθίῳ, καὶ ὄπτα ἐν ᾧ ταύτης μόνης ἐπὶ ἡμέρας ε’. Εἶτα ἀνελόμενος λείε, πρόσβαλε κόμμι· λείωσον μέρη οὐγγ. ιʹ, καὶ ἐπίβαλε. Ποίει πηλῶδες καὶ χώνευσον τὸν κρόκον, καὶ ἐπίβαλε τὸ φάρμακον· καὶ | |
25 | ὅταν γίνηται ὁ κρόκος χλωρὸς καὶ τριπτὸς, 〈λαβὼν〉 τοῦ τρίπτοντος χρυσοῦ μέρος αʹ, χώνευσον, καὶ εὑρήσεις χρυσόν. Εἰ δὲ θέλεις πρώ‐ | |
τιστον καὶ καλοποίητον, 〈λαβὼν〉 ἐργασθέντος χρυσοῦ μέρη δʹ, καὶ | 314 | |
2.315 | τοῦ μέρος αʹ, συγχωνεύσας, εὑρήσεις χρυσὸν δόκιμον καὶ κάλλισ‐ τον. Κρύπτε τοῦτο, πολλά τε βεβαμμένου χρυσοῦ τὸ θεῖον καὶ ἀμετά‐ δοτον μυστήριον. Ἔπειτα καὶ τὸ σῶμα τῆς μαγνησίας προσέρεται. | |
5 | Λαβὼν μαγνησίαν θηλυκὴν, λείωσον ἐπιμελῶς· βαλὼν ἐν βατανίῳ ἅλας οὐγγ. βʹ, ἐπιπώμασον ἑτέρῳ βατανίῳ, ἵνα μὴ ἐκπνεύσῃ τὸ σῶμα τῆς μαγνησίας καὶ ἀπόληται. Καὶ λαβὼν οὖν τὸ βατάνιον τὸ θεῖον παρόμοιον 〈στῆσον〉 ἔγγιστα τοῦ στηλαρίου ἐπὶ ἡμέρας βʹ. Εἶτα λαβὼν τὸ βατάνιον, ἀνακαλύψας, περίξυσον, καὶ βαλὼν εἰς θείαν, καὶ ἀνα‐ | |
10 | λειώσας, βάλε ἐν τῷ δευτέρῳ βατανίῳ· καὶ πάλιν περιπηλώσας τὰς ἁρμογὰς, δὸς ἐν τῷ ὀπτανίῳ ἀνὰ μέσον τὸ θεῖον 〈εἰσ〉 τὸ ἀγγεῖον ἐκ δεξιῶν, ἐπίβαλε ἐπὶ ἡμέρας γʹ· καθ’ ἡμέραν ἀπολάμβανε καὶ λείου, καὶ περιπήλωναι, ἕως γένηται λευκόν· καὶ λαβὼν ἐξ αὐτοῦ μέρη δʹ, καὶ νίτρον ἀγρικὸν ὑαλίζον μέρος αʹ, καὶ συνλειώσας ἐπίβαλε· λαβὼν καὶ | |
15 | πηλοποιήσας, κατάθου ἐν χωνείῳ τὸ σῶμα τῆς μαγνησίας. Εὐποΐα καὶ εὐτυχία τοῦ κτισαμένου, καὶ ἐπιτυχία καμάτου καὶ | |
μακροχρονία βίου. | 315 |